ΠΡΑΞΙΣ ΠΈΜΠΤΗ (ΤΟΜΟΣ ΤΡΙΤΟΣ)
Ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότον Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν βασιλείας τῶν θεοστέπτων καὶ γαληνοτάτων ἡμῶν δεσπότων Φλαβίων Κωνσταν-τίνου μὲν τοῦ εὐσεβεστάτου καὶ θεοψηφίστου μεγάλου βασιλέως αἰωνίου αὐγούστου καὶ αὐτοκράτορος ἔτους εἰκοστοεβδόμου καὶ μετὰ ὑπατείαν τῆς αὐτοῦ θεοσόφου πραότητος ἔτους τρισκαιδεκάτον Ἡρακλείου δὲ καὶ Τιβερίου τῶν θεοφυλάκτων αὐτοῦ ἀδελφῶν ἔτους εἰκοστοδευτέρου τῇ ἑβδόμῃ τοῦ Δεκεμβρίου μηνὸς ἰνδικτιῶνος ἐνάτης.
Προκαθημένου τοῦ αὐτοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου μεγάλου βασιλέως Κωνσταντίνου
ἐν τῷ σεκρέτῳ τοῦ θείου παλατίου τῷ οὕτω ἐπιλεγομένῳ Τρούλλῳ καὶ κατὰ κέλευσιν τῆς
αὐτοῦ θεοσόφου γαλήνης παρόντων καὶ ἀκροωμένων
Νικήτα τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ μαγίστρου τῶν βασιλικῶν ὀφφικίων
Θεοδώρου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου, κόμητος τοῦ βασιλικοῦ ὀψικίου καὶ ὑποστρατήγου Θράκης
Σεργίου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου
Παύλον τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου
Ἰουλιανοῦ τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ στρατιωτικοῦ λογοθέτου
Κωνσταντίνου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑτάτων πατρικίου καὶ κουράτωρος τοῦ βασιλικοῦ οἴκου τῶν Ὁρμίσδον
᾿Αναστασίου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ τοποτηρητοῦ τοῦ κόμητος
τοῦ βασιλικοῦ ἐξκουβίτου
Ἰωάννου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ κοιαίστωρος
Πολυεύκτου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων
Θωμᾷ τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων
Παύλου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων καὶ διοικητοῦ τῶν ἀνατολικῶν ἐπαρχιῶν Πέτρου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων
Λεοντίου "τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων καὶ δομεστίκου τῆς βασιλικῆς τραπέζης.
Συνελθούσης δὲ καὶ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς κατὰ βασιλικὸν θέσπισμα
συναϑροισθείσης ἐν ταύτῃ τῇ θεοφυλάκτῳ καὶ βασιλίδι πόλει, τουτέστι
Θεοδώρον καὶ [Γεωργίου τῶν εὐλαβεστάτων πρεσβυτέρων καὶ Ἰωάννου τοῦ εὐλαβεστάτον διακόνου ἐπεχόντων τὸν τόπον τοῦ ὁσιωτάτου καὶ ἁγιωτάτον πάπα τῆς πρεσβυτέρας Ῥώμης ᾿Αγάθωνος καὶ
Γεωργίου τοῦ ὁσιωτάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς μεγαλωνύμου ταύτης Κωνσταντινουπόλεως νέας Ῥώμης καὶ
Πέτρου τοῦ θεοφιλεστάτου πρεσβυτέρου μοναχοῦ καὶ τοποτηρητοῦ τοῦ θρόνου τῆς ᾿Αλεξανδρέων μεγαλοπόλεως καὶ
Μακαρίου τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου Θεουνπόλεως ᾿Αντιοχείας καὶ
[εωργίου τοῦ εὐλαβεστάτου πρεσβυτέρου μοναχοῦ καὶ ἀποκρισιαρίου Θεοδώρου τοῦ εὐλαβεστάτου τοποτηρητοῦ τοῦ θρόνον Ἱεροσολύμων
Ἰωάννου ἐπισκόπου πόλεως Πόρτου, ᾿Αβουνδαντίου ἐπισκόπου πόλεως Πατέρνου, Ἰωάν-νου ἐπισκόπου πόλεως Ῥηγίου, ἐπεχόντων τὸν τόπον τῆς κατὰ τὴν πρεσβυτέραν Ῥώμην ὁσίας τῶν ἑκατὸν εἴκοσι πέντε θεοφιλῶν ἐπισκόπων συνόδου τῶν καὶ δι᾽ οἰκείων ὑπογραφῶν δηλουμένων ἐν τῇ γενομένῃ πρὸς τὸν εὐσεβέστατον βασιλέα Κωνσταντῖνον παρ᾽ αὐτῶν ἀναφορᾷ καὶ
Θεοδώρου τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ τοποτηρητοῦ τοῦ θεοφιλεστάτου ἀρχιεπι-σκόπον Ῥαβέννης Θεοδώρου
Βασιλείου ἐπισκόπου πόλεως Γορτύνης τῆς Κρητῶν νήσου
Θεοδώρου ἐπισκόπου Ἐφέσου
Σισινίου ἐπισκόπου Ἡρακλείας Θράκης
[εωργίου ἐπισκόπου Κυζίκου
Πέτρου ἐπισκόπου Νικομηδείας
Φωτίου ἐπισκόπου Νικαίας
Ἰωάννου ἐπισκόπου Χαλκηδόνος
Σισινίου ἐπισκόπου Ἱεραπόλεως Φρυγίας
Μακροβίονυ ἐπισκόπου Σελευκείας Ἰσαυρίας
Γεωργίου ἐπισκόπου Βυζίης Θράκης
Γρηγορίου ἐπισκόπου Μιτυλήνης
Σεργίου ἐπισκόπου Σηλυβρίας
᾿Ανδρέου ἐπισκόπου Μεθύμνης
Θεογνίου ἐπισκόπου Κίου
[Γεωργίου ἐπισκόπου Καμουλιανῶν
᾿Αντωνίου ἐπισκόπου Ὑπαίπων
Γενεσίου ἐπισκόπου ᾿Αναστασιουτόλεως
Πλάτωνος ἐπισκόπου Κίννης
Θεοδώρου ἐπισκόπου Μελιτηνῆς
Ἰωάννου ἐπισκόπου τοῦ Δασκυλίου
Θεοδώρου ἐπισκόπου Ἰουστινιανουπόλεως Γόρδου
Θεοδώρου ἐπισκόπου Βερίσσης
Στεφάνου ἐπισκόπου Ἡρακλείας Πόντου
Λογγίνου ἐπισκόπου Τίου
Δομετίου ἐπισκόπου Πλουσιάδος
Σολομῶνος ἐπισκόπου Κλανέου
Ἰωάννου ἐπισκόπου Μύνδου
[εωργίου ἐπισκόπου Κώου
Γρηγορίου ἐπισκόπου Καντάνου
Ἰωάννου ἐπισκόπου Λάππης
Εὐλαλίου ἐπισκόπου Ζηνωνουπόλεως
Κωνσταντίνου ἐπισκόπου Δαλισανδοῦ
Θεοδώρου ἐπισκόπου Ὄλβης
Θεοφάνους πρεσβυτέρου καὶ ἡγουμένου τοῦ ἐν Σικελίᾳ εὐαγοῦς μοναστηρίου ἐπιλεγομένου Βαίων
Γεωργίου πρεσβυτέρου καὶ μοναχοῦ μονῆς τῶν Ῥενάτης διακειμένης κατὰ τὴν πρεσβυτέραν Ῥώμην
Κόνωνος καὶ Στεφάνου πρεσβυτέρων καὶ μοναχῶν μονῆς ἐπιλεγομένης Δόμου ᾿Αρσικίας διακειμένης ὡσαύτως κατὰ τὴν πρεσβυτέραν Ῥώμην
᾿Αναστασίου πρεσβυτέρου καὶ μοναχοῦ τῶν εὐκτηρίων τοῦ ἐν Κωνσταντινουπόλει εὐαγοῦς πατριαρχείου
Στεφάνου πρεσβυτέρου καὶ μοναχοῦ τοῦ μαϑητοῦ Μακαρίου τοῦ ὁσιωτάτου ἀρχιετισκό-που Θεουπόλεως ᾿Αντιοχείας.
Καθεσθέντων τε τῶν ἐνδοξοτάτων πατρικίων καὶ ὑπάτων ἐκ πλαγίου τοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου ἡμῶν {ζμεγάλου» βασιλέως Κωνσταντίνου, καὶ ἐκ μὲν τοῦ εὐωνύμου αὐτοῦ μέρους καθεσθέντων τῶν ὁσιωτάτων τοποτηρητῶν τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς πρεσβυτέρας Ῥώμης ᾿Αγάθωνος καὶ τῶν σὺν αὐτοῖς θεοφιλῶν ἐπισκόπων, ἐκ δὲ τοῦ δεξιοῦ μέρους ὁμοίως καθεσθέντων [Γεωργίου τε τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου ταύτης τῆς μεγαλωνύμου Κωνσταντινουπόλεως νέας Ῥώμης καὶ Μακαρίου τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου Θεουπόλεως ᾿Αντιοχείας καὶ τῶν ἅμα αὐτοῖς θεοφιλῶν ἐπισκόπων, προ-κειμένων ἐν μέσῳ τῶν ἁγίων καὶ ἀχράντων εὐαγγελίων Χριστοῦ τοῦ θεοῦ ἡμῶν, Παῦλος ὁ μεγαλοπρεπέστατος ἀσηκρῆτις καὶ βασιλικὸς σεκρετάριος εἶπεν"
Ἐν γνώσει τυγχάνει ἡ θεόσοφος ὑμῶν εὐσέβεια, ὡς ἐν τῇ προλαβούσῃ συνελεύσει κατὰ τὴν γενομένην αἴτησιν ὑπὸ [Γεωργίου τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου τῆς θεοφυλάκτου ταύτης καὶ βασιλίδος πόλεως καὶ τῆς ὑπ᾽ αὐτὸν συνόδου ἡ ἀνάγνωσις γέγονε τῶν σταλεισῶν δύο ἀναφορῶν πρὸς τὴν θεοτείχιστον ὑμῶν γαλήνην ἀπό τε ᾿Αγάϑωνος τοῦ ἁγιωτάτου πάπα τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης καὶ τῆς κατ᾽ αὐτὸν συνόδου, καὶ ὡς διελαλήθη πρὸς Μακάριον τὸν ὁσιώτατον ἀρχιεπίσκοπον τῆς ᾿Αντιοχέων πόλεως καὶ τοὺς σὺν αὐτῷ τὰς ἤδη ὑποσχεθείσας παρ᾽ αὐτῶν χρήσεις προκομίζειν ἁγίων καὶ ἐκκρίτων πατέρων παριστῶσας ἕν θέλημα καὶ μίαν ἐνέργειαν ἐπὶ τῆς ἐνσάρκου οἰκο-νομίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν, καὶ ὑποβάλλομεν πρὸς τὸ παριστάμενον.
Ὁ εὐσεβέστατος βασιλεὺς Κωνσταντῖνος εἶπε"
Λεγέτωσαν Μακάριός τε ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος καὶ οἱ σὺν αὐτῷ θεοφιλεῖς, εἰ κατὰ τὴν αὐτῶν ὑπόσχεσιν εὐτρεπεῖς ὑπτήντησαν.
Μακάριος ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος καὶ οἱ σὺν αὐτῷ εἶπον"
Ναί, δέσποτα᾽ ἰδοῦ δύο κωδίκια ἐπιφερόμεθα, ἐν οἷς παρεξεβάλλομεν διαφόρους χρήσεις ἁγίων καὶ ἐκκρίτων πατέρων, καὶ ταύτας κελεύσατε ἀναγνωσθῆναι. Ὁ εὐσεβέστατος βασιλεὺς Κωνσταντῖνος εἴπτε"
Τὰ εἰρημένα κωδίκια ὑποδεχέσθωσαν καὶ κατὰ τάξιν ἡ τούτων ἀνάγνωσις γινέσθω. Καὶ λαβὼν ᾿Αντίοχος ὁ εὐλαβέστατος ἀναγνώστης καὶ νοτάριος τοῦ ἁγιωτάτου πατριάρ-χου Κωνσταντινουπόλεως [ξωργίου τὰ δύο κωδίκια ἀνέγνω τὸ πρῶτον κωδίκιον ἔχον ἐν προγραφῇ οὕτως" ,Χρήσεις ἁγίων πατέρων ἕν τὸ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ θέλημα διδασκόντων, ὅπερ ἐστὶ καὶ τοῦ πατρὸς καὶ τοῦ ἁγίου πνεύματος" καὶ καθεξῆς ἀνέγνω πάσας τὰς χρήσεις τὰς ἐγκειμένας ἐν τῷ αὐτῷ κωδικίῳ ὁμοίως καὶ τὰς ἐν τῷ δευτέρῳ κειμένας πάσας.
Ὁ εὐσεβέστατος βασιλεὺς Κωνσταντῖνος εἶπεν"
Ἐν γνώσει γεγόναμεν τῶν νῦν προκομισθεισῶν χρήσεων παρά τε Μακαρίου τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου ᾿Αντιοχείας καὶ τῶν σὺν αὐτῷ, ἀλλ᾽ εἴπερ ἑτέρας χρήσεις βούλονται προαγαγεῖν πρὸς ἀπόδειξιν τοῦ ὑποσχεθέντος παρ' αὐτῶν ἑνὸς θελήματος καὶ {μιᾷς» ἐνεργείας ἐπὶ τῆς οἰκονομίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν, καθ᾽ ἑτέραν ταύτας προαγαγέτωσαν.