VI Οικουμενική Σύνοδος (680)

6 ΟΣ - πραξισ 15

ΠΡΑΞΙΣ ΠΕΝΤΕΚΑΙΔΕΚΑΤΗ

Ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν βασιλείας τῶν θεοστέπτων καὶ γαληνοτάτων ἡμῶν δεσπότων Φλαβίων Κωνσταν-τίνου μὲν τοῦ εὐσεβεστάτου καὶ θεοψηφίστου μεγάλου βασιλέως αἰωνίου αὐγούστου καὶ αὐτοκράτορος ἔτους εἰκοστοογδόου καὶ μετὰ ὑπατείαν τῆς αὐτοῦ θεοσόφου πραότη-τος ἔτους τρισκαιδεκάτου Ἡρακλείου δὲ καὶ Τιβερίου τῶν θεοφυλάκτων αὐτοῦ ἀδελφῶν ἔτους εἰκοστοδευτέρου τῇ εἰκάδι ἕκτῃ τοῦ ᾿Απριλλίου μηνός ἰνδικ-τιῶνος ἐνάτης.

Προτεθειμένου τοῦ σεβασμιωτάτου σένσου τοῦ εὐσεβεστάτον καὶ φιλοχρίστου μεγάλου

βασιλέως Κωνσταντίνου ἐν τῷ σεκρέτῳ τοῦ θείου παλατίου τῷ οὕτω ἐπιλεγομένῳ

Τρούλλῳ καὶ κατὰ κέλευσιν τῆς αὐτοῦ θεοσόφου γαλήνης ἐκ προσώπου αὐτοῦ παρόντων καὶ ἀκροωμένων

Κωνσταντίνου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ κουράτωρος τοῦ βασιλικοῦ τῶν Ὁρμίσδονυ οἴκου

᾿Αναστασίου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ τοποτηρητοῦ τοῦ κόμητος τοῦ βασιλικοῦ ἐξκουβίτου

Πολυεύκτον τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων καὶ

Πέτρου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων.

Συνελθούσης δὲ καὶ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς κατὰ βασιλικὸν θέσπισμα

συναϑροισθείσης ἐν ταύτη τῇ θεοφυλάκτῳ καὶ βασιλίδι πόλει, τουτέστι

Θεοδώρου καὶ [εωργίου τῶν εὐλαβεστάτων πρεσβυτέρων καὶ Ἰωάννου τοῦ εὐλαβεστάτου διακόνου, ἔπεχόντων τὸν τόπον τοῦ ὁσιωτάτου καὶ ἁγιωτάτον ἀρχιεπισκόπου τῆς πρεσβυτέρας Ῥώμης ᾿Αγάθωνος, καὶ

[ξωργίον τοῦ ὁσιωτάτον καὶ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς μεγαλωνύμον ταύτης Κων-σταντινουπόλεως νέας Ῥώμης καὶ

Πέτρου τοῦ θεοφιλεστάτου πρεσβυτέρου μοναχοῦ καὶ τοποτηρητοῦ τοῦ θρόνου τῆς ᾿Αλεξανδρέων μεγαλοπόλεως καὶ

Θεοφάνους τοῦ ὁσιωτάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου Θεουπόλεως ᾿Αντιοχείας καὶ

[ξωργίου τοῦ εὐλαβεστάτου πρεσβυτέρου μοναχοῦ καὶ ἀποκρισιαρίου Θεοδώρου τοῦ ὁσιωτάτου τοποτηρητοῦ τοῦ θρόνου Ἱεροσολύμων

Ἰωάννου ἐπισκόπου πόλεως Πόρτου, ᾿Αβουνδαντίου ἐπισκόπου πόλεως Πατέρνου, Ἰωάν-νου ἐπισκόπου πόλεως Ῥηγίου, ἐπεχόντων τὸν τόπον τῆς κατὰ τὴν πρεσβυτέραν Ῥώμην ὁσίας τῶν ἑκατὸν εἴκοσι πέντε θεοφιλῶν ἐπισκόπων συνόδου, τῶν καὶ δι᾽ οἰκείων ὑπογραφῶν δηλουμένων ἐν τῇ γενομένῃ πρὸς τὸν εὐσεβέστατον βασιλέα Κωνσταντῖνον παρ᾽ αὐτῶν ἀναφορᾷ, καὶ

Θεοδώρου τοῦ εὐλαβεστάτονυ πρεσβυτέρου καὶ τοποτηρητοῦ τοῦ θεοφιλεστάτου ἀρχιεπι-σκόπου Ῥαβέννης Θεοδώρου

Ἰωάννου ἐπισκόπου Θεσσαλονίκης

Βασιλείου ἐπισκόπου πόλεως [ορτύνης τῆς Κρητῶν νήσου

Φιλαλήθους ἐπισκόπου Καισαρείας Καπταδοκίας

Θεοδώρον ἐπισκόπου Ἐφέσου

Θεοδώρον ἐπισκόπου πόλεως Τριμιθούντων, ἐπέχοντος τὸν τόπον Ἐπιφανίου τοῦ ὁσιω-τάτου ἀρχιεπισκόπου Κωνσταντίας Κύπρου

Σισινίου ἐπισκόπου Ἡρακλείας Θράκης

Πλάτωνος ἐπισκόπου ᾿Αγκύρας [ἁλατίας

[ξἐωργίου ἐπισκόπου Κυζίκου

Μαρίνου ἐπισκόπου Σάρδεων

Πέτρον ἐπισκόπου Νικομηδείας

Φωτίου ἐπισκόπου Νικαίας

Ἰωάννου ἐπισκόπου Χαλκηδόνος

Ἰωάννου ἐπισκόπου Σίδης

Θεοδώρου ἐπισκόπου Μελιτηνῆς

Ἰουστίνου ἐπισκόπου Τυάνων

᾿Αλυπίου ἐπισκόπου [ἀγγρῶν

Κυπριανοῦ ἐπισκόπου Κλαυδιουπόλεως Πολυεύκτου ἐπισκόπου Μύρων τῆς Λυκίας Θεοδώρου ἐπισκόπου Σταυρουπόλεως Καρίας Τιβερίου ἐπισκόπου Λαοδικείας Φρυγίας Κοσμᾶ ἐπισκόπου Συνάδων

Στεφάνου ἐπισκόπου ᾿Αντιοχείας Πισιδίας Ἰωάννου ἐπισκόπου Πέργης

Θεοπέμττου ἐπισκόπου Ἰουστινιανουπόλεως ἤτοι Μωκισσοῦ Ἰσιδώρου ἐπισκόπου Ῥόδου

Σισινίου ἐπισκόπου Ἱεραπόλεως Φρυγίας Θεοδώρον ἐπισκόπου Ταρσοῦ

Μακροβίου ἐπισκόπου Σελευκείας Ἰσαυρίας [ξωργίον ἐπισκόπου Βυζίης Θράκης Ζαχαρίου ἐπισκόπου Λεοντουπόλεως Ἰσαυρίας Γ[ρηγορίου ἐπισκόπου Μιτυλήνης

[ξωργίον ἐπισκόπου Μιλήτου

Σεργίου ἐπισκόπου Σηλυβρίας

᾿Ανδρέου ἐπισκόπου Μεθύμνης

Θεογνίου ἐπισκόπου Κίου

Ἐπιφανίου ἐπισκόπου Εὐχαίτων

Πέτρου ἐπισκόπου Μεσημβρίας

Πέτρου ἐπισκόπου Σωζοπόλεως Θράκης Ἰωάννου ἐπισκόπου Νύσης

Θεοδώρον ἐπισκόπου τῶν Βασιλικῶν Θερμῶν [εωργίου ἐπισκόπου Καμουλιανῶν

Ζωΐτου ἐπισκόπου Χριστουτπόλεως ᾿Ασίας Πατρικίου ἐπισκόπου Μαγνησίας

᾿Αντωνίου ἐπισκόπου Ὑπαίπων

Θεοδώρον ἐπισκόπου Περγάμου

Στρατονίκου ἐπισκόπου Σόλων καὶ Τύχωνος ἐπισκόπου τοῦ Κιτίου, ἀμφοτέρων τῆς συνόδου τυγχανόντων τῆς φιλοχρίστου τῶν Κυπρίων νήσου

[ἐνεσίου ἐπισκόπου ᾿Αναστασιουπόλεως

Πλάτωνος ἐπισκόπου Κίννης

Στεφάνον ἐπισκόπου Βηρινουπόλεως

᾿Ανδρέου ἐπισκόπου Μνίζου

Ἰωάννου ἐπισκόπου Μιλητουπόλεως

Ἰωάννου ἐπισκόπου Φιλαδελφείας

Θεοδώρου ἐπισκόπου Πραινέτου

Ἰωάννου ἐπισκόπου τοῦ Δασκυλίου

Θεοδώρου ἐπισκόπου Ἰουστινιανουπόλεως Γόρδου

Μηνᾷ ἐπισκόπου Καραλίας Παμφυλίας

Καλλινίκου ἐπισκόπου Κολωνείας ᾿Αρμενίας

Θεοδώρον ἐπισκόπου Βερίσσης

Τιβερίου ἐπισκόπου ᾿Αμισζσ)οῦ

Σεργίου ἐπισκόπου Σινώπης

[ξωργίου ἐπισκόπου Ἰουνοπόλεως

Στεφάνου ἐπισκόπου Ἡρακλείας Πόντου

Λογγίνου ἐπισκόπου Τίου

Δομετίου ἐπισκόπου Πλουσιάδος

[εωργίου ἐπισκόπου Κρατίας

Πλάτωνος ἐπισκόπου ᾿Αδριανουπόλεως

Σολομῶνος ἐπισκόπου Κλανέου

Ἰωάννου ἐπισκόπου Ἐρίζων

Ἰωάννου ἐπισκόπου Μύνδου

Πατρικίου ἐπισκόπου Ἰλούζων

Πέτρου ἐπισκόπου ᾿Αππίας

᾿Αλεξάνδρου ἐπισκόπου Νακολίας

Δομετίου ἐπισκόπου Πρυμνισσοῦ

Κωνσταντίνου ἐπισκόπου Βαράτης

Θεοδζοσίου» ἐπισκόπου Ψιβίλων

Παύλου ἐπισκόπου Σωζοπόλεως Πισιδίας

Πλουσιανοῦ ἐπισκόπου τοῦ Συλαίου

Πλάτωνος ἐπισκόπου Μαγίδων

Θεοδώρου ἐπισκόπου Ναζιανζοῦ

[εωργίου ἐπισκόπου Κώου

Δημητρίου ἐπισκόπου Τίνου

Στεφάνου ἐπισκόπου Πάρου

[ρηγορίου ἐπισκόπου Καντάνου

Ἰωάννου ἐπισκόπου Λάπτπης

Εὐλαλίου ἐπισκόπου Ζηνωνουπόλεως

Κωνσταντίνου ἔπισκόπου Δαλισάνδου

Θεοδώρου ἐπισκόπου Ὄλβης

[εωργίου τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ μοναχοῦ μονῆς τῶν Ῥενάτης διακειμένης ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ

Κόνωνος καὶ Στεφάνου πρεσβυτέρων καὶ μοναχῶν μονῆς ἐπιλεγομένης Δόμου ᾿Αρσικίας διακειμένης ὡσαύτως κατὰ τὴν πρεσβυτέραν Ῥώμην.

Καθεσθέντων τε τῶν ἐνδοξοτάτων πατρικίων καὶ ὑπάτων καὶ πάντων τῶν ὁσιωτάτων καὶ θεοφιλῶν ἐπισκόπων κατὰ τάξιν ἐν τῷ αὐτῷ σεκρέτῳ, προκειμένων τῶν ἁγίων καὶ ἀχράντων Χριστοῦ τοῦ θεοῦ ἡμῶν εὐαγγελίων, Θεόδωρος ὁ θεοσεβέστατος διάκονος τῆς ἐνταῦθα ἁγιωτάτης τοῦ θεοῦ μεγάλης ἐκκλησίας καὶ πριμμικήριος τῶν θεοσεβεστάτων νοταρίων τοῦ ἁγιωτάτον ἀρχιεπισκότπον τῆς θεοφυλάκτον ταύτης καὶ βασιλίδος πόλεως [ξεωργίον εἴττε᾽

Μέμνηται πάντως ἥ τε ὑμετέρα ἐνδοξότης καὶ ἡ παροῦσα ἁγία καὶ οἰκουμενικὴ σύνοδος, ὡς κατὰ τὴν προτεραίαν συνέλευσιν Δομέτιος ὁ θεοφιλέστατος ἐπίσκοπος Πλουσιάδος τὴν ἁγίαν ὑμῶν ἐδίδαξε σύνοδον Πολυχρόνιον τὸν εὐλαβέστατον πρεσβύτερον καὶ μοναχὸν ὑπερασπίζοντα τῶν δογμάτων Μακαρίου τε καὶ Στεφάνου τῶν δυσσεβῶν τινας τῶν τοῦ φιλοχρίστουν λαοῦ διὰ τῆς ματαίας αὐτοῦ διαστρέφειν διδασκαλίας, καὶ ὥστε τοῦτον ἀχθῆναι παρὰ τῇ ἁγίᾳ ὑμῶν συνόδῳ ὀφείλοντα περὶ τῆς οἰκείας ἀνακριθῆναι πίστεως, καὶ ὡς τηνικαῦτα συνεῖδεν ἥ τε ὑμετέρα ἐνδοξότης καὶ ἡ ἁγία καὶ οἰκουμενικὴ ὑμῶν σύνοδος

τὸν μνημονευθέντα Πολυχρόνιον καθ' ἑτέραν [ὡς] {πρὸς ὑμᾶς παραγίνεσθαι. ἰδοὺ οὖν πρὸ βήλου ἕστηκεν ἐπὶ τοῦ παρόντος ὁ λεχθεὶς εὐλαβέστατος Πολυχρόνιος, καὶ ὑποβάλλομεν πρὸς τὸ παριστάμενον. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἁγία σύνοδος εἴπτον᾽

Εἰσίτω Πολυχρόνιος ὁ εὐλαβέστατος πρεσβύτερος καὶ μοναχός. Καὶ εἰσῆλθεν. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἁγία σύνοδος εἶττον"

Λεγέτω Πολυχρόνιος ὁ εὐλαβέστατος μοναχὸς τὰ τῆς πίστεως αὐτοῦ, τὸ ὅπως ὁμολογεῖ ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ ἑνὸς τῆς ἁγίας τριάδος κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν.

Πολυχρόνιος ὁ εὐλαβέστατος μοναχὸς εἶπεν"

Ἐγὼ δίδωμι τὴν ἔκθεσιν τῆς πίστεώς μου ἐπὶ ἔργῷ νεκροῦ, παρακαλῶν περὶ αὐτοῦ τὸν υἱὸν τοῦ θεοῦ, ἵνα ἐγείρῃ αὐτόν’ εἰ δὲ μὴ ἀναστῇ, ἰδοὺ σύνοδος καὶ βασιλεύς, καὶ τὰ δοκοῦντα αὐτοῖς ἐπ᾽ ἐμοὶ γίνονται.

Ἡ ἁγία σύνοδος εἴπεν᾽

Ὁποίαν ἔκθεσιν πίστεως βούλει ἐπὶ τῷ νεκρῷ θεῖναι, ἵνα ἐγερθῇ, γνῶναι θέλομεν. Πολυχρόνιος ὁ εὐλαβέστατος μοναχὸς εἴπεν᾽

Ἐγὼ τίθημι τὴν ἔκθεσίν μου ὑπεράνω τοῦ νεκροῦ, καὶ τότε αὐτὴν ἀναγινώσκετε.

Ἡ ἁγία σύνοδος εἴπεν"

Ἰδοὺ ὁ νεκρὸς ηὐτρέπισται τὴν οὖν ἔκθεσιν τῆς πίστεώς σου προκόμισον ὀφείλουσαν ἐπιτεθῆναι τῷ νεκρῷ καὶ ἐγεῖραι αὐτόν, καθὼς εἶττας.

Καὶ προεκόμισεν ὁ αὐτὸς εὐλαβέστατος Πολυχρόνιος χαρτίον βεβουλλωμένον διὰ βούλλας ἐκτυπούσης μονόγραμμον͵ Πολυχρονίου ὁμολογητοῦ" ἔχον ἐπιγραφήν: «Κωνσταντίνῳ τῷ

θεοστέπτῳ καὶ πτανσόφῳ μεγάλῳ βασιλεῖ Πολυχρόνιος" καὶ εἴττεν᾽

Ἐν τούτῳ ἐστὶν ἡ πίστις μου, καὶ οὕτως ἐγνώρισέ μοι ὁ θεός, καὶ τιθῶ αὐτὸ ἐπτάνω τοῦ νεκροῦ: καὶ ἐὰν μὴ ἐγερθῇ, ἰδού, προεῖπον, ὅτι βασιλεύς ἐστι καὶ σύνοδος, καὶ ὡς κελεύουσι κρίνουσιν.

Ἡ ἁγία σύνοδος εἴπεν"

Ὁ προενεχθεὶς χάρτης παρὰ Πολυχρονίον τοῦ εὐλαβεστάτου μοναχοῦ ἀποβουλλωθήτω καὶ ἀναγνωσθήτω.

Καὶ ἀποβουλλωθέντος τοῦ τοιούτου χάρτου λαβὼν ᾿Αντίοχος ὁ εὐλαβέστατος ἀνα-γνώστης καὶ νοτάριος τοῦ ἁγιωτάτου πατριάρχου Κωνσταντινουπόλεως ἀνέγνω τὸν λεχθέντα χάρτην ἔχοντα ἐπὶ λέξεως οὕτως"

Κωνσταντίνῳ τῷ πανημέρῳ καὶ θεοστέπτῳ μεγάλῳ βασιλεῖ. ἐγὼ Πολυχρόνιος ὡς παρὼν ἀσπάζομαι καὶ προσκυνῶ. καὶ ὅτι εἶδον πλῆθος ἀνδρῶν λευχειμονούντων καὶ εἰς τὸ μέσον ἄνδρα, οὗ τὴν ἀρετὴν διηγήσασθαι οὐ δύναμαι, λέγοντά μοι ὅτι μννέαν πίστιν κατασκευάζει, σπεῦσον καὶ εἰπὲ τῷ βασιλεῖ Κωνσταντίνῳ" μὴ ποιήσῃ νέαν πίστιν μηδὲ καταδέξῃ“", καὶ ἐλθόντός μου ἀπὸ Ἡρακλείας ἐν Χρυσοπόλει, καὶ στάντός μον εἰς τὸ ἡλιακόν, ἦν ὡσεὶ ὥρα ἑβδόμη τῆς ἡμέρας, εἶδον ἄνδρα φοβερὸν λευχειμονοῦντα σφόδρα καὶ ἔστη ἔμπροσθέν μου λέγων ὅτι ὁ μὴ ὁμολογῶν ἕν θέλημα καὶ θεανδρικὴν ἐνέργειαν, οὐκ ἔστι Χριστιανός", ἐγὼ δὲ εἶπον ,.τοῦτο καὶ Κωνσταντῖνος ὁ σοφώτατος βασιλεὺς προώρισεν, ἕν θέλημα καὶ θεανδρικὴν ἐνέργειαν," ὁ δὲ ἔφη «πάνυ καλῶς καὶ θεαρέστως". Ἡ ἁγία σύνοδος εἶπε"

Λεγέτω Πολυχρόνιος ὁ εὐλαβέστατος μοναχός, εἰ τὰ γράμματα τὰ ἐν τῷ παρόντι ἐμφερόμενα χάρτῃ ἰδιόχειρα αὐτοῦ τυγχάνουσι, καὶ εἰ αὐτός ἐστιν ὁ χάρτης ὁ ὀφείλων ἐπιτεθῆναι τῷ νεκρῷ καὶ ἐγεῖραι αὐτόν.

Πολυχρόνιος ὁ εὐλαβέστατος μοναχὸς εἴπεν᾽

Ὄντως, δέσποτα, ἰδιόχειρά μου τυγχάνουσι, καὶ οὗτος ἐστὶν ὁ χάρτης ὁ ὀφείλων παρ᾽ ἐμοῦ ἐπιτεθῆναι τῷ νεκρῷ καὶ ἐγεῖραι αὐτόν. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἁγία σύνοδος εἴπτον᾽

Συνείδομεν τὸν ἀναγνωσθέντα χάρτην ἐπὶ νεκρῷ τεθῆναι ὑπὸ τοῦ αὐτοῦ Πολυχρονίου κατὰ τὴν παρ᾽ αὐτοῦ γενομένην πρότασιν, ἔξω τοῦ ἐνταῦθα θείου [μεγάλου] παλατίου ἐν δημοσίῳ τόπῳ κατὰ παρουσίαν ἡμῶν τε καὶ τοῦ εὑρισκομένου λαοῦ εἰς τὸ πληροφορη-θῆναι τὸν φιλόχριστον λαόν, τὸ ὅπως ὁ θεὸς τὴν ἀλήθειαν ἀποδείκνυσι. Καὶ ἐξελθόντων τῶν τε ἐνδοξοτάτων ἀρχόντων καὶ τῆς ἁγίας συνόδου, καὶ πλείστου λαοῦ συναθροισθέντος ἐν τῷ μεσαύλῳ τοῦ δημοσίου λουτροῦ τοῦ οὕτω ἐπιλεγομένου Ζευξίττ-που, προκειμένου τε ἐν ἀργύρῳ ἐξοδιακῷ κραββάτῳ τοῦ νεκροῦ, κατὰ παρουσίαν ὡσαύτως τῶν τε ἐνδοξοτάτων ἀρχόντων καὶ τῆς ἁγίας συνόδου καὶ πλείστου εὑρεθέντος ἐκεῖσε φιλοχρίστου λαοῦ, ἐπιστὰς ὁ αὐτὸς Πολυχρόνιος ἐπιτέθεικε τῷ νεκρῷ τὸν τοιοῦτον τῆς πίστεως αὐτοῦ χάρτην καὶ πλείστας ὥρας μείνας καὶ ἐπιψιθυρίσας αὐτῷ καὶ μηδὲν τῶν παρ᾽ αὐτοῦ ἀτόπως καὶ βλασφήμως ὑποσχεθέντων ἰσχύσας πρᾶξαι ὁ αὐτὸς Πολυχρόνιος εἴπεν"

᾿Αδυνάτως ἔχω ἐγεῖραι τὸν νεκρόν. Ὁ οὖν παρὼν ἐκεῖσε λαὸς ἀνεβόησε λέγων"

Τῷ νέῳ Σίμωνι ἀνάθεμα Πολυχρονίῳ λαοπλάνῳ ἀνάθεμα. Καὶ αὖθις εἰσελθόντες οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος ἐν τῷ σεκρέτῳ τοῦ θείου παλατίου τῷ ἐπιλεγομένῳ Τρούλλῳ, παρόντος τοῦ αὐτοῦ εὐλαβεστά-του πρεσβυτέρου καὶ μοναχοῦ Πολυχρονίου, εἴπον"

Λεγέτω καὶ πάλιν Πολυχρόνιος ὁ μοναχός, εἰ ὁμολογεῖ δύο φυσικὰ θελήματα καὶ δύο φυσικὰς ἐνεργείας ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ ἑνὸς τῆς ἁγίας τριάδος κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν.

Πολυχρόνιος ὁ εὐλαβέστατος μοναχὸς εἶτπτε᾽

Καθὼς ἔχει τὸ χαρτίον, ὅπερ ἐπιδέδωκα καὶ τέθεικα ἐπάνω τοῦ νεκροῦ, οὕτως πιστεύω νἕν θέλημα καὶ θεανδρικὴν ἐνέργειαν“ καὶ ἕτερόν τι οὐ λέγω. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἁγία σύνοδος εἶττον᾽

Τὸ χαρτίον, ὅπερ ἐπιδέδωκας, τίς γεγράφηκε; Πολυχρόνιος εἴπεν᾽

Ἰδιόχειρά μου τυγχάνουσιν.

Ἡ ἁγία σύνοδος εἴτπτεν᾽

Ἡνίκα Πολυχρόνιος ὁ μοναχὸς τῇ οἰκείᾳ κακοδοξίᾳ ἕως γήρους ἐνέμεινε, νῦν δὲ καὶ προτρατπεὶς παρ᾽ ἡμῶν, ὅπως φρονεῖ περὶ τῆς ἐνανθρωπήσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν, ἐδοκίμασε πειράσαι τὸ πνεῦμα τὸ ἅγιον καὶ βλάσφημον συντάξας χάρτην ἀπηναισχύντησε φήσας τοῦτον ἐπιτιθέναι ἐπὶ νεκρῷ καὶ εἰς βεβαίωσιν τῆς ἐν αὐτῷ γεγραμμένης βλασφημίας (ἵνα μὴ εἴπωμεν πίστεως) τὸν τοιοῦτον ἀνίστασθαι νεκρόν, ἡμεῖς τῷ εἰρημένῳ παρὰ τοῦ ἁγίου ἀποστόλου Παύλου ἀναθέματι ἤδη τοῦτον κατὰ ψυχὴν ἐβάλλομεν, ἀλλ᾽ εἰς πληροφορίαν τῶν φιλοχρίστων λαῶν, ὧν πλείστους ἐν τοῖς ἔμπττροσθεν χρόνοις ἠπάτησαν αὐτός τε καὶ οἱ τούτου ὁμόφρονες, παρεχωρήσαμεν τὴν τοιαύτην αὐτοῦ αὐθάδειαν καὶ μανιώδη καὶ τολμηρὰν πρότασιν δημοσίᾳ γενέσθαι, καὶ τοῦ ἐπιζητηθέντος παρ᾽ αὐτοῦ νεκροῦ εἰς μέσον ἀχθέντος παρουσίᾳ ἡμῶν τε καὶ τῶν ἐνδοξοτάτων ἀρχόντων καὶ πλήθους τοῦ φιλοχρίστου λαοῦ, καὶ καθὼς ἐκεῖνος ττροέτεινε τὸ τοιοῦτον αὐτοῦ ἀσεβὲς σύνταγμα ἐπιτεθεικὼς καὶ πλείστην ὥραν, ὅσην αὐτὸς ἐβούλετο, ἐπιστὰς τῷ τοιούτῳ νεκρῷ καὶ ἐπιψιθυρίσας καθ᾽ ἑαυτὸν ἅπερ ἐνόμισεν, ἕως οὗ αὐτὸς εἶττε μηδὲν δύνασθαι ποιεῖν, -- πῶς γὰρ ἂν καὶ ἐδύνατο βλασφημῶν εἰς θεὸν δυνάμεις ἐπιτελεῖν; -- συνείδομεν τοῦτον ὡς λαοπλάνον καὶ ἀπατεῶνα καὶ πρόδηλον αἱρετικὸν πάσης ἱερα-

τικῆς τάξεώς τε καὶ λειτουργίας γυμνωθῆναι.

Καὶ καθαιρεθέντος αὐτοῦ ἡ ἁγία σύνοδος ἐξεβόησε᾽ Πολυχρονίῳ αἱρετικῷ καὶ τοῖς ὁμόφροσιν αὐτοῦ ἀνάθεμα

καὶ Πολυχρονίῳ ἀνάθεμα ἡ τριὰς τοὺς τρεῖς καθεῖλεν.

Οἱ ἐνδοξότατοι ἄρχοντες εἴττον᾽ ᾿Αρκούντως ἔχει καὶ τὰ κατὰ τὴν σήμερον ἡμέραν πραχθέντα.

Μακαρίῳ καὶ Στεφάνῳ

84
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать