VI Οικουμενική Σύνοδος (680)

6 ΟΣ - πραξισ 7

ΠΡΑΞΙΣ ΕΒΔΟΜΗ (ΤΟΜΟΥ ΤΡΙΤΟΥ)

Ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν

βασιλείας τῶν θεοστέπτων καὶ γαληνοτάτων ἡμῶν δεσπότων Φλαβίων Κωνσταν-

τίνου μὲν τοῦ εὐσεβεστάτου καὶ θεοψηφίστου μεγάλου βασιλέως αἰωνίου αὐγούστου καὶ

αὐτοκράτορος ἔτους εἰκοστοεβδόμου καὶ μετὰ ὑπατείαν τῆς αὐτοῦ θεοσόφου

πραότητος ἔτους τρισκαιδεκάτου Ἡρακλείου δὲ καὶ Τιβερίου τῶν θεοφυλάκτων

αὐτοῦ ἀδελφῶν ἔτους εἰκοστοδευτέρου τῇ τρισκαιδεκάτῃ τοῦ Φεβρουαρίου μηνὸς ἰνδικτιῶνος ἐνάτης.

Προκαθημένου τοῦ αὐτοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου μεγάλου βασιλέως Κωνσταντίνου

ἐν τῷ σεκρέτῳ τοῦ θείου παλατίου τῷ οὕτω ἐπιλεγομένῳ Τρούλλῳ καὶ κατὰ κέλευσιν τῆς

αὐτοῦ θεοσόφου γαλήνης παρόντων καὶ ἀκροωμένων

Νικήτα τοῦ ἐνδοξοτάτον ἀπὸ ὑπάτων πατρικίονυ καὶ μαγίστρου τῶν βασιλικῶν ὀφφικίων

Θεοδώρου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου, κόμητος τοῦ βασιλικοῦ ὀψικίου καὶ ὑποστρατήγου Θράκης

Σεργίου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου

Παύλου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου

Ἰουλιανοῦ τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ στρατιωτικοῦ λογοθέτου

Κωνσταντίνου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ κουράτωρος τοῦ βασιλικοῦ τῶν Ὁρμίσδου οἴκου

᾿Αναστασίον τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ τοποτηρητοῦ τοῦ κόμητος τοῦ βασιλικοῦ ἐξκουβίτου

Ἰωάννου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ κοιαίστωρος

Πολυεύκτου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων

Θωμᾷ τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων

Παύλου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων καὶ διοικητοῦ τῶν ἀνατολικῶν ἐπαρχιῶν

Πέτρον τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων

Λεοντίου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων καὶ δομεστίκου τῆς βασιλικῆς τραπέζης.

Συνελθούσης δὲ καὶ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς κατὰ βασιλικὸν θέσπισμα

συναϑροισθείσης ἐν ταύτῃ τῇ θεοφυλάκτῳ καὶ βασιλίδι πόλει, τουτέστι

Θεοδώρον καὶ [εωργίου τῶν εὐλαβεστάτων πρεσβυτέρων καὶ Ἰωάννου τοῦ εὐλαβεστάτου διακόνου ἐπεχόντων τὸν τόπον τοῦ ὁσιωτάτου καὶ ἁγιωτάτου πάπα τῆς πρεσβυτέρας Ῥώμης ᾿Αγάθωνος καὶ

[εωργίου τοῦ ὁσιωτάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου ταύτης τῆς μεγαλωνύμου Κωνσταντινουπόλεως νέας Ῥώμης καὶ

Πέτρου τοῦ θεοφιλεστάτου πρεσβυτέρου μοναχοῦ καὶ τοποτηρητοῦ τοῦ θρόνου τῆς ᾿Αλεξανδρέων μεγαλοπόλεως καὶ

Μακαρίου τοῦ ὁσιωτάτου ἀρχιετισκόπου Θεουπόλεως ᾿Αντιοχείας καὶ

[εωργίου τοῦ εὐλαβεστάτου πρεσβυτέρου μοναχοῦ καὶ ἀποκρισιαρίου Θεοδώρου τοῦ ὁσιωτάτου τοποτηρητοῦ τοῦ θρόνου Ἱεροσολύμων

Ἰωάννου ἐπισκόπου πόλεως Πόρτον, ᾿Αβουνδαντίου ἐπισκόπου πόλεως Πατέρνου, Ἰωάν-νου ἐπισκόπου πόλεως Ῥηγίου, ἐπεχόντων τὸν τόπον τῆς κατὰ τὴν πρεσβυτέραν Ῥώμην ὁσίας τῶν ἑκατὸν εἴκοσι πέντε θεοφιλῶν ἐπισκόπων συνόδου τῶν καὶ δι΄ οἰκείων ὑπογραφῶν δηλουμένων ἐν τῇ γενομέντι πρὸς τὸν εὐσεβέστατον βασιλέα Κωνσταντῖνον παρ᾽ αὐτῶν ἀναφορᾷ καὶ

Θεοδώρου τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ τοποτηρητοῦ τοῦ θεοφιλεστάτου ἀρχιεπι-σκόπου Ῥαβέννης Θεοδώρου

Βασιλείου ἐπισκόπου πόλεως Γορτύνης τῆς Κρητῶν νήσου

Θεοδώρου ἐπισκόπου ᾿Εφέσου

Σισινίου ἐπισκόπου Ἡρακλείας Θράκης

Ππωργίου ἐπισκόπου Κυζίκου

Πέτρου ἐπισκόπου Νικομηδείας

Φωτίου ἐπισκόπου Νικαίας

Ἰωάννου ἐπισκόπου Χαλκηδόνος

Θεοδώρου ἐπισκόπου Μελιτηνῆς

Σισινίου ἐπισκόπου Ἱεραπόλεως Φρυγίας

Μακροβίου ἐπισκόπου Σελευκείας Ἰσαυρίας

[εωργίου ἐπισκόπου Βυζίης Θράκης

Γρηγορίου ἐπισκόπου Μιτυλήνης

Σεργίον ἐπισκόπου Σηλυβρίας

᾿Ανδρέου ἐπισκόπου Μεθύμνης

Θεογνίου ἐπισκόπου Κίου

[Γεωργίου ἐπισκόπου Καμουλιανῶν

᾿Αντωνίου ἐπισκόπου Ὑπαίττων

Πενεσίου ἐπισκόπου ᾿Αναστασιουπόλεως

Πλάτωνος ἐπισκόπου Κίννης

Ἰωάννου ἐπισκόπου Δασκυλίον

Θεοδώρου ἐπισκόπου Ἰουστινιανουπόλεως Γόρδου

Θεοδώρου ἐπισκόπου Βερίσσης

Στεφάνου ἐπισκόπου Ἡρακλείας Πόντου

Λογγίνου ἐπισκόπου Τίου

Δομετίου ἐπισκόπου Πλουσιάδος

Σολομῶνος ἐπισκόπου Κλανέου

Ἰωάννου ἐπισκόπου Μύνδου

Γεωργίου ἐπισκόπου Κώου

Γρηγορίου ἐπισκόπου Καντάνου

Ἰωάννου ἐπισκόπου Λάππης

Εὐλαλίου ἐπισκόπου Ζηνωνουπόλεως

Κωσταντίνου ἐπισκόπου Δαλισάνδου

Θεοδώρου ἐπισκόπου Ὄλβης

Θεοφάνους πρεσβυτέρου καὶ ἡγουμένου τοῦ ἐν Σικελίᾳ εὐαγοῦς μοναστηρίου ἐπιλεγομένου Βαίων

[εωργίου πρεσβυτέρου καὶ μοναχοῦ μονῆς τῶν Ῥενάτης διακειμένης [ὡσαύτως] κατὰ τὴν πρεσβυτέραν Ῥώμην

Κόνωνος καὶ Στεφάνου πρεσβυτέρων καὶ μοναχῶν μονῆς ἐπιλεγομένης Δόμου ᾿Αρσικίας διακειμένης (ὡσαύτως ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ

᾿Αναστασίου πρεσβυτέρου καὶ μοναχοῦ τῶν εὐκτηρίων τοῦ ἐν Κωνσταντινουπόλει εὐαγοῦς πατριαρχείου καὶ

Στεφάνου πρεσβυτέρου καὶ μοναχοῦ τοῦ μαθητοῦ Μακαρίου τοῦ ὁσιωτάτου ἀρχιεπισκό-που Θεονπόλεως ᾿Αντιοχείας.

Καὶ καθεσθέτων τῶν ἐνδοξοτάτων πατρικίων καὶ ὑπάτων καὶ πάντων τῶν ὁσιωτάτων καὶ θεοφιλῶν ἐπισκόπων κατὰ τάξιν ἐν τῷ αὐτῷ τοῦ Τρούλλου σεκρέτῳ, προκειμένων ἐν μέσῳ τῶν ἁγίων καὶ ἀχράντων εὐαγγελίων, Παῦλος ὁ μεγαλοπρεπέστατος ἀσηκρῆ-τις καὶ βασιλικὸς σεκρετάριος εἶπε"

Μέμνηται ἡ θεοσόφος ὑμῶν βασιλεία, ὡς κατὰ τὴν χθὲς ἡμέραν ὑπέσχοντο Θεόδωρος καὶ [Γεώργιος οἱ θεοσεβέστατοι πρεσβύτεροι καὶ Ἰωάννης ὁ θεοσεβέστατος διάκονος οἱ τὸν τόπον ἐπέχοντες τοῦ ἁγιωτάτου πάπα τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης ᾿Αγάθωνος καὶ οἱ συνόντες αὐτοῖς θεοφιλεῖς ἐπίσκοποι {καὶ εὐλαβέστατοι κληρικοὶν καὶ μοναχοὶ προκομίζειν χρήσεις ἁγίων καὶ ἐκκρίτων πατέρων σαφῶς διαγορευούσας δύο θελήματα φυσικὰ καὶ δύο ἐνεργείας φυσικὰς ἐπὶ τῆς (ἐνσάρκου» οἰκονομίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν, προσεπιτούτοις καὶ βεβήλων αἱρετικῶν χρήσεις δηλούσας ἕν θέλημα καὶ μίαν ἐνέργειαν, καὶ ὑποβάλλομεν πρὸς τὸ παριστάμενον. Ὁ εὐσεβέστατος βασιλεὺς Κωνσταντῖνος εἶπτε᾽

Προκομιζέτωσαν οἱ τὸν τόπον ἐπέχοντες ᾿Αγάθωνος τοῦ ἁγιωτάτου πάπα Ῥώμης τὰς ἐπιμνησθείσας αὐτοῖς χρήσεις.

Καὶ προεκόμισαν κωδίκιον ἔχον ἐν προγραφῇ οὕτως" Χρήσεις ἁγίων καὶ ἐκκρίτων πατέ-ρων παριστῶσαι δύο θελήματα καὶ δύο ἐνεργείας ἐπὶ τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ", ὅπερ λαβὼν Στέφανος {ὁ εὐλαβέστατος» πρεσβύτερος καὶ μοναχὸς μονῆς ἐπιλεγομένης Δόμου ᾿Αρσικίας, εἷς τυγχάνων τῶν ἐκ μέρους τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης, ἀνέγνω ἀπὸ ἀρχῆς μέχρι τέλους τάς τε τῶν ἁγίων καὶ ἐκκρίτων πατέρων χρήσεις καὶ τὰς τῶν βεβήλων αἱρετικῶν,

Ὁ εὐσεβέστατος βασιλεὺς Κωνσταντῖνος εἴπτε᾽

Τῶν νῦν προκομισθεισῶν καὶ ἀναγνωσθεισῶν χρήσεων παρὰ τῶν τοῦ μέρους ᾿Αγάθωνος τοῦ ἁγιωτάτου πάπα Ῥώμης τὴν εἴδησιν εἰληφότων ἡμῶν λεγέτωσαν <Θεόδωρος καὶ [Γεώργιος οἱ θεοσεβέστατοι πρεσβύτεροι καὶ Ἰωάννης ὁ θεοσεβέστατος διάκονος>, εἰ καὶ ἑτέρας βούλονται προκομίζειν χρήσεις. Θεόδωρος καὶ [εώργιος οἱ θεοσεβέστατοι πρεσβύτεροι καὶ Ἰωάννης ὁ θεοσεβέστατος διάκονος εἴπτον᾽

Εἰ καὶ πλείστας ἑτέρας εὐπόρως ἔχομεν χρήσεις προαγαγεῖν, ἀλλ᾽ οὖν διὰ τὸ μὴ ὄχλον προσποιῆσαι ταῖς θεοσόφοις ὑμῶν ἀκοαῖς, ταύταις ἀρκούμεθα πρὸς τὴν ἀληθείας ἀπόδειξιν. αἰτοῦμεν δὲ τὸ θεοστήρικτον ὑμῶν κράτος ἐρωτηθῆναι [Γεώργιον τὸν ἁγιώτατον ἀρχιεπί-σκοπὸν ταύτης τῆς θεοφυλάκτου ὑμῶν καὶ βασιλίδος πόλεως καὶ τὴν ὑπ᾽ αὐτὸν σύνοδον, ἔτι δὲ καὶ Μακάριον τὸν ὁσιώτατον ἀρχιετπίσκοπον τῆς ᾿Αντιοχέων πόλεως καὶ τοὺς ὑπ᾽ αὐτὸν ἐπισκόπους, εἰ στοιχοῦσι πάσῃ τῇ δυνάμει τῶν ἀναγνωσθεισῶν δύο ἀναφορῶν, τουτέστι τοῦ ἁγιωτάτου πάπα ᾿Αγάθωνος τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης καὶ τῆς ὑπ᾽ αὐτὸν συνόδου.

Γεώργιος ὁ ἁγιώτατος ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως καὶ Μακάριος ὁ ὁσιώτατος ἀρχιεπίσκοπος ᾿Αντιοχείας καὶ οἱ σὺν αὐτῷ εἴπον"

Εὐσεβέστατε δέσποτα, αἰτοῦμεν τὰ ἴσα τῶν εἰρημένων ἀναφορῶν κομίσασθαι" ἐντυγ.-χάνοντες γὰρ καὶ ἀντιβάλλοντες τὰς ἐν αὐταῖς ἐγκειμένας τῶν ἁγίων καὶ ἐκκρίτων πατέρων χρήσεις πρὸς τὰ βιβλία τοῦ εὐαγοῦς τῶν ἐνταῦϑα πατριαρχείου καϑ᾽ ἑτέραν τὴν δέουσαν ἀπόκρισιν παρέχομεν.

Ὁ εὐσεβέστατος βασιλεὺς Κωνσταντῖνος εἴπεν᾽

᾿Ανυπερθέτως τὸ αἰτηθὲν γινέσθω. τὸ δὲ πρροκομισϑὲν κωδίκιον ἐκ τῶν ἐπεχόντων τὸν τόπον τοῦ ἁγιωτάτου πάπα Ῥώμης ὑπὸ σφραγῖδα τῶν τε ἐνδοξοτάτων ἀρχόντων καὶ ἀμφοτέρων τῶν μερῶν γινέσθω κατὰ μίμησιν τῶν ὑπὸ Μακαρίου τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου ᾿Αντιοχείας ἐπιδοθέντων κωδικίων.

Καὶ ἐσφραγίσθη.

41
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать