ΠΡΑΞΙΣ ΕΚΤΗ
Ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν
βασιλείας τῶν θεοστέπτων καὶ γαληνοτάτων ἡμῶν δεσπότων Φλαβίων Κωνσταν-τίνου μὲν τοῦ εὐσεβεστάτου καὶ θεοψηφίστου μεγάλου βασιλέως αἰωνίου αὐγούστου καὶ αὐτοκράτορος ἔτους εἰκοστοεβδόμου καὶ μετὰ ὑπατείαν τῆς αὐτοῦ θεοσόφου πραότητος ἔτους τρισκαιδεκάτου Ἡρακλείου δὲ καὶ Τιβερίου τῶν θεοφυλάκτων αὐτοῦ ἀδελφῶν ἔτους εἰκοστοδευτέρου τῇ δωδεκάτῃ τοῦ Φευρουαρίου μηνὸς ἰνδικτιῶνος ἐνάτης.
Προκαϑημένου τοῦ αὐτοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου μεγάλον βασιλέως Κωνσταντίνου
ἐν τῷ σεκρέτῳ τοῦ θείου παλατίου τῷ οὕτω ἐπιλεγομένῳ Τρούλλῳ καὶ κατὰ κέλευσιν τῆς
αὐτοῦ θεοσόφου γαλήνης παρόντων καὶ ἀκροωμένων
Νικήτα τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ μαγίστρου τῶν βασιλικῶν ὀφφικίων
Θεοδώρου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου, κόμητος τοῦ βασιλικοῦ ὀψικίου καὶ ὑποστρατήγου Θράκης
Σεργίου τοῦ ἐνδοξοτάτονυ ἀπὸ ὑπάτων πατρικίου
Παύλον τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου
Ἰουλιανοῦ τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ στρατιωτικοῦ λογοθέτου
Κωνσταντίνου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ κουράτωρος τοῦ βασιλικοῦ οἴκου τῶν Ὁρμίσδου
᾿Αναστασίου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ τοποτηρητοῦ τοῦ κόμητος τοῦ βασιλικοῦ ἐξκουβίτου
Ἰωάννου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ κοιαίστωρος
Πολυεύκτου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων
Θωμᾷ τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων
Παύλου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων καὶ διοικητοῦ τῶν ἀνατολικῶν ἐπαρχιῶν
Πέτρου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων
Λεοντίου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων καὶ δομεστίκου τῆς βασιλικῆς τραπέζης.
Συνελθούσης δὲ καὶ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς κατὰ βασιλικὸν θέσπισμα
συναθροισθείσης ἐν ταύτῃ τῇ θεοφυλάκτῳ καὶ βασιλίδι πόλει, τουτέστι
Θεοδώρον καὶ [εωργίον τῶν εὐλαβεστάτων πρεσβυτέρων καὶ Ἰωάννου τοῦ εὐλαβεστάτου διακόνου ἐπεχόντων τὸν τόπον τοῦ ὁσιωτάτου καὶ ἁγιωτάτου πάπα τῆς πρεσβυτέρας Ῥώμης ᾿Αγάθωνος καὶ
Γεωργίου τοῦ ὁσιωτάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου ταύτης τῆς μεγαλωνύμου Κωνσταντινουπόλεως νέας Ρώμης καὶ
Πέτρου τοῦ θεοφιλεστάτου πρεσβυτέρου μοναχοῦ καὶ τοποτηρητοῦ τοῦ θρόνου τῆς ᾿Αλεξανδρέων μεγαλοπόλεως καὶ
Μακαρίου τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου Θεουπόλεως ᾿Αντιοχείας καὶ
[εωργίου τοῦ εὐλαβεστάτου πρεσβυτέρου μοναχοῦ καὶ ἀποκρισιαρίου Θεοδώρου τοῦ ὁσιωτάτου τοποτηρητοῦ τοῦ θρόνου Ἱεροσολύμων
Ἰωάννου ἐπισκόπου πόλεως Πόρτου, ᾿Αβουνδαντίου ἐπισκόπου πόλεως Πατέρνου, Ἰωάν-νου ἐπισκόπου πόλεως Ῥηγίου, ἐπεχόντων τὸν τόπον τῆς κατὰ τὴν πρεσβυτέραν Ῥώμην ὁσίας τῶν ἑκατὸν εἴκοσι πέντε θεοφιλῶν ἐπισκόπων συνόδου τῶν καὶ δι᾽ οἰκείων ὑπογραφῶν δηλουμένων ἐν τῇ γενομένῃ πρὸς τὸν εὐσεβέστατον βασιλέα Κωνσταντῖνον παρ᾽ αὐτῶν ἀναφορᾷ καὶ
Θεοδώρου τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ τοποτηρητοῦ τοῦ θεοφιλεστάτου ἀρχιεπι-σκόπου Ῥαβέννης Θεοδώρου
Βασιλείου ἐπισκόπου πόλεως Γορτύνης τῆς Κρητῶν νήσου
Θεοδώρου ἐπισκόπου Ἐφέσου
Σισινίου ἐπισκόπου Ἡρακλείας Θράκης
[εωργίου ἐπισκόπου Κυζίκου
Πέτρου ἐπισκόπου Νικομηδείας
Φωτίου ἐπισκόπου Νικαίας
Ἰωάννου ἐπισκόπου Χαλκηδόνος
Σισινίου ἐπισκόπου Ἱεραπόλεως Φρυγίας
Μακροβίου ἐπισκόπου Σελευκείας Ἰσαυρίας
[εωργίου ἐπισκόπου Βυζίης Θράκης
Γρηγορίου ἐπισκόπου Μιτυλήνης Σεργίου ἐπισκόπου Σηλυβρίας
᾿Ανδρέον ἐπισκόπου Μεθύμνης Θεογνίου ἐπισκόπου Κίου
[εωργίου ἐπισκόπου Καμουλιανῶν ᾿Αντωνίου ἐττισκόττου Ὑπαίττων [ἐνεσίου ἐπισκόπου ᾿Αναστασιουπόλεως Πλάτωνος ἐπισκόπου Κίννης
Θεοδώρου ἐπισκόπου Μελιτηνῆς Ἰωάννου ἐπισκόπου τοῦ Δασκυλίου Θεοδώρου ἐπισκόπου Ἰουστινιανουπόλεως Γόρδου Θεοδώρου ἐπισκόπου Βερίσσης Στεφάνου ἐπισκόπου Ἡρακλείας Πόντου Λογγίνου ἐπισκόπου Τίου
Δομετίου ἐπισκόπου Πλουσιάδος Σολομῶνος ἐπισκόπου Κλανέου Ἰωάννου ἐπισκόπου Μύνδου
[εωργίου ἐπισκόπου Κώου
[ρηγορίου ἐπισκόπου Καντάνου Ἰωάννου ἐπισκόπου Λάππης
Εὐλαλίου ἐπισκόπου Ζηνωνουπόλεως Κωνσταντίνου ἐπισκόπου Δαλισανδοῦ Θεοδώρου ἐπισκόπου Ὄλβης
Θεοφάνους πρεσβυτέρον καὶ ἡγουμένου τοῦ ἐν Σικελίᾳ εὐαγοῦς μοναστηρίου ἐπιλεγομένου
Βαίων
[εωργίου πρεσβυτέρου καὶ μοναχοῦ μονῆς τῶν Ῥενάτης διακειμένης κατὰ τὴν πρεσβυτέραν
Ῥώμην
Κόνωνος καὶ Στεφάνου πρεσβυτέρων καὶ μοναχῶν μονῆς ἐπιλεγομένης Δόμου ᾿Αρσικίας διακειμένης ὡσαύτως κατὰ τὴν πρεσβυτέραν Ῥώμην ᾿Αναστασίου πρεσβυτέρου καὶ μοναχοῦ τῶν εὐκτηρίων τοῦ ἐν Κωνσταντινουπόλει εὐαγοῦς
πατριαρχείου καὶ
Στεφάνου πρεσβυτέρου καὶ μοναχοῦ τοῦ μαθητοῦ Μακαρίου τοῦ ὁσιωτάτου ἀρχιεπισκό-
που Θεουπόλεως ᾿Αντιοχείας.
Καὶ καθεσθέντων τῶν ἐνδοξοτάτων πατρικίων καὶ ὑπάτων καὶ πάντων τῶν ὁσιωτάτων καὶ θεοφιλῶν ἐπισκόπων κατὰ τάξιν ἐν τῷ αὐτῷ τοῦ Τρούλλου σεκρέτῳ, προκειμένων ἐν μέσῳ τῶν ἁγίων καὶ ἀχράντων εὐαγγελίων, Παῦλος ὁ μεγαλοπρεπέστατος ἀσηκρῆ-τις καὶ βασιλικὸς σεκρετάριος εἶττεν"
Ἐπίσταται ἡ θεόσοφος ὑμῶν εὐσέβεια, ὡς κατὰ τὴν ἑβδόμην τοῦ Δεκεμβρίου μηνὸς διελαλήθη πρὸς Μακάριον τὸν ὁσιώτατον πρόεδρον τῆς ᾿Αντιοχέων {μεγαλοπόλεως καὶ τοὺς σὺν αὐτῷ, εἴπερ ἔχουσιν ἑτέρας χρήσεις συμβαλλομένας τῷ αὐτῶν προβλήματι, τουτέστι περὶ ἑνὸς θελήματος καὶ μιᾶς ἐνεργείας ταύτας προκομίσαι, καὶ ὑποβάλλομεν πρὸς τὸ παριστάμενον.
Ὁ εὐσεβέστατος βασιλεὺς Κωνσταντῖνος εἴπτε᾽
Διεξίτω Μακάριος ὁ θεοφιλέστατος ἀρχιετίσκοτπος καὶ οἱ σὺν αὐτῷ, εἰ κατὰ τὰ διαλαλη-θέντα αὐτοῖς τὸ ἀποχρῶν περιποιήσαντες παρεγένοντο.
Μακάριος ὁ ὁσιώτατος ἀρχιεπίσκοπος ᾿Αντιοχείας καὶ οἱ σὺν αὐτῷ εἴπον᾽
Ἰδού, δέσποτα, ἐν χερσὶν ἐπιφερόμεθα ἕτερον κωδίκιον περιέχον χρήσεις διαφόρων ἁγίων πατέρων, καὶ τοῦτο κελευόντων ὑμῶν παρέχομεν πρὸς ἀνάγνωσιν.
Καὶ λαβὼν ᾿Αντίοχος ὁ εὐλαβέστατος ἀναγνώστης καὶ νοτάριος {Πεωργίου) τοῦ ἁγιω-τάτου πατριάρχου Κωνσταντινουπόλεως ἀνέγνω ἔχον ἐν ἐπιγραφῇ" ,Τὰ ἑπόμενα τῶν περὶ θελήματος χρήσεων" καὶ ἀνέγνω ἀπ᾽ ἀρχῆς ἕως τέλους,
Ὁ εὐσεβέστατος βασιλεὺς Κωνσταντῖνος εἶτπτε᾽
Καὶ τούτων τὴν εἴδησιν ἐλάβομεν᾽ εἴπερ οὖν βούλεται τὸ μέρος Μακαρίου τοῦ θεοφι-λεστάτου ἀρχιεπισκόπου ᾿Αντιοχείας ἕτερόν τι προκομίσαι πρὸς σύστασιν τῶν παρ᾽ αὐτοῦ ὑποσχεθέντων, λεγέτω.
Μακάριος ὁ ὁσιώτατος ἀρχιεπίσκοπος {Θεουπόλεως) ᾿Αντιοχείας καὶ Στέφανος πρεσβύ-τερος καὶ μοναχὸς ὁ αὐτοῦ μαϑητὴς καὶ οἱ σὺν αὐτοῖς εἴπον'
᾿Αρκούμεθα, δέσποτα, ταῖς ἤδη προκομισθείσαις χρήσεσι παρ᾽ ἡμῶν τῶν ἁγίων καὶ ἐκκρίτων πατέρων, καὶ ἕτερόν τι προκομίζειν οὐ βουλόμεθα.
Ὁ εὐσεβέστατος βασιλεὺς Κωνσταντῖνος εἴπτε᾽
Τὰ προκομισθέντα τρία κωδίκια παρὰ τοῦ μέρους Μακαρίου τοῦ ὁσιωτάτου σφραγι-ζέσθωσαν ἔκ τε τῶν ἐνδοξοτάτων ἀρχόντων καὶ τῶν τοῦ μέρους τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης καὶ τοῦ θρόνου τῆς ἐνταῦθα ἁγιωτάτης μεγάλης ἐκκλησίας.
Καὶ ἐσφραγίσθησαν.
Θεόδωρος καὶ [εώργιος οἱ θεοσεβέστατοι πρεσβύτεροι καὶ Ἰωάννης ὁ θεοσεβέστατος διάκονος οἱ τὸν τόπον ἐπέχοντες τοῦ ἁγιωτάτου πάπα τοῦ ἀποστολικοῦ θρόνου Ῥώμης καὶ οἱ σὺν αὐτοῖς θεοφιλέστατοι ἐπίσκοποι καὶ εὐλαβέστατοι κληρικοί τε καὶ μοναχοὶ εἴπον"
Εὐσεβέστατε δέσποτα, πρὸς οἷς τίποτε περὶ ἑνὸς θελήματος καὶ μιᾶς ἐνεργείας οὐκ ἀπέδειξαν Μακάριός τε ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος ᾿Αντιοχείας καὶ Στέφανος ὁ αὐτοῦ μαϑητὴς καὶ Πέτρος ὁ θεοφιλέστατος ἐπίσκοπος Νικομηδείας καὶ Σολομὼν ὁ θεοφιλέστατος ἐπίσκοπος Κλανέου ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διὰ τῶν παρ᾽ αὐτῶν προκομισθεισῶν χρήσεων, ἀλλὰ καὶ αὐτάς, ἃς παρήγαγον ἐπὶ τῆς ὑμῶν εὐσεβείας καὶ τῆς ἁγίας συνόδου, περιέκοψαν χρήσεις καὶ τὰ μὲν εἰς τὸν τριαδικὸν περὶ ἑνὸς θελήματος συντείνοντα λόγον ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ προήγαγον, τὰ δὲ ἁρμόζοντα καὶ κυρίως ἐπὶ τῆς τοιαύτης ἐνσάρκου οἰκονομίας τοῦ κυρίον ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ ἐγκείμενα νοήματά τε καὶ ῥήματα περιέτεμον" ὅθεν αἰτοῦμεν τὸ ὑμέτερον εὐσεβὲς κράτος τὰ αὐθεντικὰ βιβλία ὧν προήγαγον πατρικῶν χρήσεων προαχθῆναι ἐκ τοῦ εὐαγοῦς πατριαρχείου τῆς θεοφυλάκτου ταύτης καὶ βασιλίδος πόλεως καὶ ἀντιβληθῆναι πρὸς τὰ παρ᾽ αὐτῶν ἐπιδοθέντα κωδίκια, καὶ παριστῶμεν τὸν γενόμενον παρ᾽ αὐτῶν ἐν αὐτοῖς συσκιασμόν. μετὰ χεῖρας δὲ ἔχοντες ἡμεῖς κωδίκιον περιέχον πλείστας χρήσεις ἁγίων καὶ ἐκκρίτων πατέρων τρανῶς παριστώσας δύο φυσικὰ θελήματα καὶ δύο φυσικὰς ἐνεργείας ἀσυγχύτως καὶ ἀδιαιρέτως ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν, οὐ μὴν ἀλλὰ καὶ βεβήλων αἱρετικῶν χρήσεις δηλούσας τὸ ἕν θέλημα καὶ μίαν ἐνέργειαν ὁμοφονούσας τῷ περὶ ἑνὸς θελήματος καὶ μιᾶς ἐνεργείας δόγματι Μακαρίου τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου ᾿Αντιοχείας καὶ τῶν σὺν αὐτῷ ἀντιλεγόντων δεόμεθα ἐπὶ τῆς ὑμετέρας εὐσεβείας ταύτας ἀναγνωσθῆναι.