ΠΡΑΞΙΣ ΕΚΤΗΚΑΙΔΕΚΑΤΗ
Ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν βασιλείας τῶν θεοστέπτων καὶ γαληνοτάτων ἡμῶν δεσπότων Φλαβίων Κωνσταν-τίνου μὲν τοῦ εὐσεβεστάτου καὶ θεοψηφίστου μεγάλου βασιλέως αἰωνίου αὐγούστου καὶ αὐτοκράτορος ἔτους εἰκοστοογδόου καὶ μετὰ ὑπατείαν τῆς αὐτοῦ θεοσόφου πραότη-τος ἔτους τρισκαιδεκάτου Ἡρακλείου δὲ καὶ Τιβερίου τῶν θεοφυλάκτων αὐτοῦ ἀδελφῶν ἔτους εἰκοστοτρίτου τῇ ἐνάτῃ τοῦ Αὐγούστου μηνός ἰνδικτιῶνος ἐνάτης.
Προτεθειμένου τοῦ σεβασμιωτάτου σένσου τοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου μεγάλου
βασιλέως Κωνσταντίνου ἐν τῷ σεκρέτῳ τοῦ θείου παλατίου τῷ οὕτω ἐπιλεγομένῳ
Τρούλλῳ καὶ κατὰ κέλευσιν τῆς αὐτοῦ θεοσόφου γαλήνης ἐκ προσώπου αὐτοῦ παρόντων
καὶ ἀκροωμένων
Κωνσταντίνου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ κουράτωρος τοῦ βασιλικοῦ οἴκου τῶν Ὁρμίσδου
᾿Αναστασίου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ τοποτηρητοῦ τοῦ κόμητος τοῦ βασιλικοῦ ἐξκουβίτου
Πολυεύκτου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων καὶ
Πέτρου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων.
Συνελθούσης δὲ καὶ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς κατὰ βασιλικὸν θέσπισμα
συναθροισθείσης ἐν ταύτῃ τῆ θεοφυλάκτῳ καὶ βασιλίδι πόλει, τουτέστι
Θεοδώρου καὶ Γεωργίου τῶν θεοφιλεστάτων πρεσβυτέρων καὶ Ἰωάννου τοῦ θεοφιλεστάτου διακόνου, ἐπεχόντων τὸν τόπον τοῦ ὁσιωτάτου καὶ ἁγιωτάτον πάπα τῆς πρεσβυτέρας Ῥώμης ᾿Αγάθωνος, καὶ
Γεωργίου τοῦ ὁσιωτάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου ταύτης τῆς μεγαλωνύμου Κωνσταντινουπόλεως νέας Ῥώμης καὶ
Πέτρου τοῦ θεοφιλεστάτου πρεσβυτέρου μοναχοῦ καὶ τοποτηρητοῦ τοῦ ἀρχιερατικοῦ θρόνον τῆς ᾿Αλεξανδρέων μεγαλοπόλεως καὶ
Θεοφάνους τοῦ ὁσιωτάτου (καὶ ἁγιωτάτου» ἀρχιεπισκόπου Θεουπόλεως ᾿Αντιοχείας καὶ
Γἐωργίου τοῦ εὐλαβεστάτου πρεσβυτέρου μοναχοῦ καὶ ἀποκρισιαρίου Θεοδώρου τοῦ ὁσιωτάτου τοποτηρητοῦ τοῦ θρόνου Ἱεροσολύμων
Ἰωάννου ἐπισκόπου Θεσσαλονίκης
Θεοδώρου τοῦ θεοσεβεστάτου πρεσβυτέρου καὶ τοποτηρητοῦ τοῦ θεοφιλεστάτου ἀρχιεπι-σκόπου Ῥαβέννης Θεοδώρου
Ἰωάννου ἐπισκόπου πόλεως Πόρτου, Βασιλείου ἐπισκόπου πόλεως Γ[ορτύνης τῆς Κρητῶν νήσου, ᾿Αβουνδαντίου ἐπισκόπου πόλεως Πατέρνου καὶ Ἰωάννου ἐπισκόπου πόλεως Ῥηγίου, ἐπεχόντων τὸν τόπον ἅμα Ἰωάννῃ τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ πόλεως Πόρτου τῆς κατὰ τὴν πρεσβυτέραν Ῥώμην ὁσίας τῶν ἑκατὸν εἴκοσι πέντε θεοφιλῶν ἐπισκόπων συνόδου, τῶν καὶ δι’ οἰκείων ὑπογραφῶν δηλουμένων ἐν τῇ γενομένῃ πρὸς τὸν εὐσε-βέστατον βασιλέα Κωνσταντῖνον παρ᾽ αὐτῶν ἀναφορᾷ
Φιλαλήθους ἐπισκόπου Καισαρείας Καπτητταδοκίας
Θεοδώρου ἐπισκόπου Ἐφέσου
Θεοδώρον ἐπισκόπου πόλεως Τριμιθούντων, ἐπέχοντος τὸν τόπον Ἐπιφανίου τοῦ θεοφι-λεστάτονυ ἀρχιεπισκόπου τῆς Κυπρίων νήσον
Σισινίου ἐπισκόπου Ἡρακλείας Θράκης
Πλάτωνος ἐπισκόπου ᾿Αγκύρας Γἀλατίας
Γεωργίου ἐπισκόπου Κυζίκου
Μαρίνου ἐπισκόπου Σάρδεων
Πέτρου ἐπισκόπου Νικομηδείας
Φωτίου ἐπισκόπου Νικαίας
Ἰωάννου ἐπισκόπου Χαλκηδόνος
Ἰωάννου ἐπισκόπου Σίδης
Ἰωάννου ἐπισκόπου ᾿Αμασείας
Θεοδώρου ἐπισκόπου Μελιτηνῆς
Ἰουστίνου ἐπισκόπου Τυάνων
᾿Αλυπίου ἐπισκόπου Γαγγρῶν
Κυπριανοῦ ἐπισκόπου Κλαυδιουπόλεως Ἰωάννου ἐπισκόπου Πισινούντων
Πολυεύκτου ἐπισκόπου Μύρων τῆς Λυκίας Θεοδώρου ἐπισκόπου Σταυρουπόλεως Καρίας Τιβερίου ἐπισκόπου Λαοδικείας Φρυγίας Κοσμᾶ ἐπισκόπου Συνάδων
Κωνσταντίνου ἐπισκόπου Βαράτης, ἐπέχοντος τὸν τόπον Παύλου ἐπισκόπου τοῦ Ἰκονίου Στεφάνου ἐπισκόπου ᾿Αντιοχείας Πισιδίας Ἰωάννου ἐπισκόπου Πέργης
Θεοπέμπτου ἐπισκόπου Ἰουστινιανουπόλεως ἤτοι Μωκισσοῦ Ἰσιδώρου ἐπισκόπου Ῥόδου
Σισινίου ἐπισκόπου Ἱεραπόλεως Φρυγίας Θεοδώρου ἐπισκόπου Ταρσοῦ
Στεφάνου ἐπισκόπου ᾿Αναζάρβου
Μακροβίον ἐπισκόπου Σελευκείας Ἰσαυρίας Γεωργίου ἐπισκόπου Βυζίης Θράκης Θεοδώρου ἐπισκόπου Πομπηϊουπόλεως Ζαχαρίου ἐπισκόπου Λεοντουπόλεως Ἰσαυρίας Γρηγορίου ἐπισκόπου Μιτυλήνης
Γεωργίου ἐπισκόπου Μιλήτου
Σεργίου ἐπισκόπου Σηλυβρίας
᾿Ανδρέου ἐπισκόπου Μεθύμνης
Θεογνίου ἐπισκόπου Κίου
᾿Αλεξάνδρου ἐπισκόπου Κοτράδων
Ἐπιφανίου ἐπισκόπου Εὐχαίτων
Ἰωάννου ἐπισκόπου Ἡρακλειουπόλεως ἤτοι Πιδαχθόης Πέτρου ἐπισκόπου Μεσημβρίας
Πέτρου ἐπισκόπου Σωζοπόλεως Θράκης
Ἰωάννου ἐπισκόπου Στόβων
Ἰωάννου ἐπισκόπου ᾿Αθηνῶν
Ἰωάννου ἐπισκόπου τοῦ Ἴαργους
Θεοδοσίου ἐπισκόπου Λακεδαιμονίας
Ἰωάννου ἐπισκόπου Νύσσης
{Θεοδώρου ἐπισκόπου τῶν Βασιλικῶν Θερμῶν
Γεωργίου ἐπισκόπου Καμουλιανῶν
Θεοδώρου ἐπισκόπου ᾿Ακελετζινῆς ἤτοι Ἰουστινιανουπόλεως τῆς μεγάλης ᾿Αρμενίας
Γεωργίου ἐπισκόπου Δαρανάλεως ἤτοι τοῦ Καμάχων
Ζωΐτου ἐπισκόπου Χριστουπόλεως ᾿Ασίας ἤτοι Διὸς ἱεροῦ
Θεοδώρου ἐπισκόπου Περγάμου
Θεοδώρου ἐπισκόπου Μασταύρων
Πατρικίου ἐπισκότου Μαγνησίας
᾿Αντωνίου ἐπισκόπου Ὑταίπων
Ἰωάννου ἐπισκόπου ᾿Ανέων
Σισινίου ἐπισκόπου Νύσων
Στρατονίκον ἐπισκόπου Σόλων καὶ Τύχωνος ἐπισκόπου τοῦ Κιτίου, ἀμφοτέρων τῆς συνόδου τυγχανόντων τῆς φιλοχρίστου τῶν Κυπρίων νήσου
Ἰωάννου ἐπισκόπου Λάππης
Γρηγορίου ἐπισκόπου Καντάνου
Ῥηγίνου ἐπισκόπου τοῦ Πανίου
Μαρτυρίου ἐπισκόπου Ἰουλιουπόλεως Γαλατίας
Μιχαὴλ ἐπισκόπου ᾿Ασπόνης
Πλάτωνος ἐπισκόπου Κίννης
Γἐνεσίου ἐπισκόπου ᾿Αναστασιουπόλεως
Στεφάνου ἐπισκόπου Βηρινουπόλεως
᾿Ανδρέου ἐπισκόπου Μνίζου
Γεωργίου ἐπισκόπου Ποιμανηνοῦ
Ἰωάννου ἐπισκόπου Μιλητουπόλεως
Κυρίκου ἐπισκόπου ᾿Αδριανείας
Ἰωάννου ἐπισκόπου Φιλαδελφείας
᾿Ανδρέου ἐπισκόπου Σιλάνδου
Ἰωάννου ἐπισκότον Σίτων
Θεοδότου ἐπισκόπου Δάλδης
Ἰωάννου ἐπισκόπου τοῦ Δασκυλίου
Θεοδώρου ἐπισκόπου Πραινέτου
Ἰωάννου ἐπισκόπου ᾿Αδριανῶν
Γεωργίου ἐπισκόπου τοῦ Γάλλου
Σισινίου ἐπισκόπου Βασιλινουπόλεως
Πολυχρονίου ἐπισκόπου Θεουπόλεως ἤτοι Προύσης ᾿
Αναστασίου ἐπισκόπου Θεοτοκιανῶν ἤτοι ᾿Απολλωνιάδος
Θεοδώρου ἐπισκόπον Καισαρείας Βιθυνίας
Θεοδώρον ἐπισκόπου Ἰουστινιανουπόλεως Γόρδου
Μηνᾶ ἐπισκόπου Καραλίας Παμφυλίας
Κοσμᾶ ἐπισκόπου Μαναύων
Νικήτα ἐπισκόπου τοῦ Κορακησίου
Θεοδώρου ἐπισκόπου Βερίσσης ᾿Αρμενίας
Καλλινίκου ἐπισκόπου Κολωνείας (᾿Αρμενίαςσ
Τιβερίου ἐπισκόπου ᾿Αμισζσ)οῦ
Ἰωάννου ἐπισκόπου ᾿Ανδράπων
Θεοδώρου ἐπισκόπου Ἰβόρων
Σεργίου ἐπισκόπου Σινώπης
Γρηγορίου ἐπισκόπου Ἄρκης
Ἰωάννου ἐπισκόπου Φαυστινουπόλεως
Γεωργίου ἐπισκόπου Ἰουνουπόλεως
Φωκᾷ ἐπισκόπου Δαδίβρων
Πλάτωνος ἐπισκόπου ᾿Αδριανουπόλεως
Γεωργίου ἐπισκόπου Κρατίας
Δομετίου ἐπισκότου Πλουσιάδος
Στεφάνου ἐπισκόπου Ἡρακλείας Πόντου
Λογγίνου ἐπισκόπου Τίου
᾿Αναστασίονυ ἐπισκόπου Πολεμωνίου
Ἰωάννου ἐπισκόπου Κομάνων
Θεοφυλάκτου ἐπισκόπου Κερασούντων
Σολομῶνος ἐπισκόπου Κλανέου
Θεοδώρου ἐπισκόπου τοῦ ᾿Αμορίου
Ζιμάρχον ἐπισκόπου Σιδύμων
Γεωργίου ἐπισκόπου Οἰνιάνδων
Ἰωάννου ἐπισκόπου Ἐρίζων
Ἰωάννου ἐπισκόπου τοῦ Μύνδου
Πατρικίου ἐπισκόπου Ἰλούζων
Κυρίκου ἐπισκόπου ᾿Αγκυροσυνάου
Πέτρου ἐπισκόπου ᾿Αππίας
᾿Αλεξάνδρου ἐπισκόπου Νακολίας
Δομετίου ἐπισκόπου Πρυμνισσοῦ
Θεοδοσίου ἐπισκόπου ψιβήλων
Παύλου ἐπισκόπου Σωζοπόλεως Πισιδίας
Μαρίνου ἐπισκόπου τοῦ Φιλομηλίου
Κωνσταντίνου ἐπισκόπου Τιμβριάδων
Πλάτωνος ἐπισκόπου Μαγίδων
Πλουσιανοῦ ἐπισκόπου τοῦ Συλλέον
Θεοδώρου ἐπισκόπου Ναζιανζοῦ
Θεοδώρου ἐπισκόπου Δοάρων
Γεωργίου ἐπισκόπου Κώου
Γεωργίου ἐπισκόπου Χίον
Στεφάνου ἐπισκόπου Πάρον
Γεωργίου ἐπισκόπου Ναξίας
Δημητρίου ἐπισκόπου Τίνου
Εὐτυχίου ἐπισκόπου Μήλου
Ἰωάννου ἐπισκόπου Κωρύκου
Ἰωάννου ἐπισκόπου ᾿Αδάνων
Γεωργίου ἐπισκόπου Φλαβιάδος
Εὐλαλίου ἐπισκόπου Ζηνωνουπόλεως
Κωνσταντίνου ἐπισκόπου Δαλισανδοῦ
Θεοδώρου ἐπισκόπου Ὄλβης
Γεωργίου τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ μοναχοῦ μονῆς τῶν Ῥενάτης διακειμένης ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ
Κόνωνος καὶ Στεφάνου πρεσβυτέρων καὶ μοναχῶν μονῆς ἔπιλεγομένης Δόμου ᾿Αρσικίας διακειμένης ὡσαύτως κατὰ τὴν πρεσβυτέραν Ῥώμην.
Καθεσθέντων τε τῶν ἐνδοξοτάτων πατρικίων καὶ ὑπάτων καὶ πάντων τῶν ὁσιωτάτων καὶ θεοφιλῶν ἐπισκόπων κατὰ τάξιν ἐν τῷ αὐτῷ τοῦ Τρούλλου σεκρέτῳ, προκειμένων ἐν μέσῳ τῶν ἁγίων καὶ ἀχράντων Χριστοῦ τοῦ θεοῦ ἡμῶν εὐαγγελίων, Θεόδωρος ὁ θεοσεβέστατος διάκονος τῆς ἐνταῦθα ἁγιωτάτης τοῦ θεοῦ καθολικῆς καὶ ἀποστολικῆς μεγάλης ἐκκλησίας καὶ πριμμικήριος τῶν θεοσεβεστάτων νοταρίων τοῦ ἁγιωτάτου ἀρχι-ἐπισκόπου τῆς θεοφυλάκτου ταύτης καὶ βασιλίδος πόλεως Γεωργίου εἶπτε᾽
Διδάσκομεν τοὺς ἐνδοξοτάτους ὑμᾶς καὶ τὴν ἁγίαν καὶ οἰκουμενικὴν ὑμῶν σύνοδον, ὡς Κωνσταντῖνος λέγων ἑαυτὸν εἶναι πρεσβύτερον τῆς ἐν ᾿Απαμείᾳ οὔσης ἁγιωτάτης τοῦ θεοῦ ἐκκλησίας τῆς δευτέρας τῶν Σύρων ἐπαρχίας πρὸ βήλου ἔστηκε καὶ δέεται εἰσόδου τυχεῖν, ἐφ᾽ ᾧ ἀναδιδάξαι τὴν ἁγίαν ὑμῶν σύνοδον τινὰ συντείνοντα εἰς τὴν παροῦσαν δογματικὴν κίνησιν, καὶ ὑποβάλλομεν πρὸς τὸ παριστάμενον.
Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἁγία σύνοδος εἴπτον᾽
Εἰσίτω ὁ μνημονευθεὶς εὐλαβέστατος πρεσβύτερος. Καὶ εἰσῆλθεν.
Ἡ ἁγία σύνοδος εἶπεν"
ὋὉ ἑστὼς εὐλαβέστατος Κωνσταντῖνος τὰ οἰκεῖα γνωρίσματα λεγέτω καὶ τὴν αἰτίαν δι᾽ ἣν παραγέγονε.
Κωνσταντῖνος ὁ εὐλαβέστατος εἶπε"
Κωνσταντῖνος λέγομαι, πρεσβύτερός εἰμι τῆς ἐν ᾿Απαμείᾳ οὔσης ἁγίας τοῦ θεοῦ ἐκκλησίας τῆς δευτέρας τῶν Σύρων ἐπαρχίας, χειροτονηθεὶς ὑπὸ ᾿Αβραμίου ἐπισκόπου ᾿Αρεθούσης, ἦλθον πρὸς τὴν ἁγίαν ὑμῶν σύνοδον, ἐφ᾽ ᾧ ἀναδιδάξαι ὑμᾶς, ὅτι, ἐὰν εἰσηκούσθην, ἃ ἐπάθομεν ἐφέτος, οὐκ εἴχομεν παθεῖν, τουτέστιν εἴ τι ἐπάθομεν εἰς τὸν πόλεμον Βουλγαρίας.
ἠθέλησα γὰρ ἀπὸ ἀρχῆς εἰσελθεῖν εἰς τὴν σύνοδον καὶ παρακαλέσαι, ἵνα γένηται εἰρήνη, ἵνα τί ποτε ἑνωτικὸν γένηται εἰς μέσον, καὶ μηδὲ ἐκεῖνοι θλίβωνται μηδὲ ἐκεῖνοι, τουτέστιν οἱ λέγοντες ἕν θέλημα καὶ οἱ λέγοντες δύο θελήματα. καὶ ἀπῆλθον ἐγγὺς τοῦ πατρικίου Θεοδώρου τοῦ στρατηγοῦ καὶ παρεκάλησα αὐτόν, ἵνα αὐτὸς λαλήσῃ ὑπὲρ ἐμοῦ εἰς τὴν σύνοδον, ἵνα γένηται ἀγάπη καὶ εἰρήνη, ὅτι εἰρήνην καὶ ἀγάπην πλέον ὅλων ἀγαπᾷ ὁ θεός. καὶ ἄρτι, ἐὰν κελεύητε, ἵνα, ὃ δέδωκέ μοι ὁ θεὸς περὶ πίστεως, γράψω Συριστὶ καὶ ἑρμηνεύεται Γραικιστί. Ἡ ἁγία σύνοδος εἶπτε᾽
Καθὼς τὰ οἰκεῖα γνωρίσματα ἐδήλωσας ἡμῖν Γραικιστί, ὡσαύτως καὶ τὰ τῆς πίστεώς σου ὑπαγόρευσον. Κωνσταντῖνος πρεσβύτερος εἶπτε᾽
Διωρίαν, (δέσποτα,» λάβω ἡμερῶν ἕξ καὶ γράφω καθ’ ἑαυτὸν τὴν πίστιν μου καὶ φέρω αὐτὴν πρὸς τὴν ἁγίαν ὑμῶν σύνοδον.
Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἁγία σύνοδος εἶττον᾽
Κατὰ πρότασίν σου παρεγένου πρὸς ἡμᾶς ὀφείλων τὰ τῆς πίστεώς σου εἰπεῖν. τῶν ἀναγκαίων οὖν καθέστηκε παραχρῆμα τὰ τῆς πίστεώς σον ἐξειπεῖν ἡμῖν καὶ τὸν τρόπον, οὗπερ εἶτας, γενέσθαι ἑνωτικοῦ.
Κωνσταντῖνος ὁ εὐλαβέστατος πρεσβύτερος εἶπεν"
Ἐγὼ δύο φύσεις λέγω, ὥσπερ ἐρρέθη ἐν Χαλκηδόνι, καὶ δύο ἰδιώματα, καὶ περὶ ἐνεργείας μάχην οὐκ ἔχω, ἐὰν ὡς ἰδιώματα λέγετε αὐτά" θέλημα δὲ ἕν λέγω τοῦ προσώπου τοῦ θεοῦ λόγου {τῆς ὑποστάσεως. ἐὰν γὰρ βούλησθε ἐξειπεῖν τὴν ἀλήθειαν καλῶς, τί ἐστιν ὑπόστασις, οὐκ οἶδα, θέλημα δὲ λέγω εἶναι τοῦ προσώπου τοῦ θεοῦ λόγου καὶ μετὰ τὴν σάρκωσιν" πατὴρ γὰρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα ἕν ἐστι θέλημα.
Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἁγία σύνοδος εἰτπτον᾽
Ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὸ ἕν θέλημα, ὅπερ λέγεις, τῆς θείας αὐτοῦ ὑπάρχει φύσεως ἢ τῆς ἀνθρωπίνης φύσεως; Κωνσταντῖνος ὁ εὐλαβέστατος εἶττε"
Τῆς θεότητος λέγω εἶναι τὸ θέλημα. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἁγία σύνοδος εἴπτον᾽
Ἡ ἀνθρωπίνη φύσις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἶχε θέλησιν ἢ οὐχί; Κωνσταντῖνος ὁ εὐλαβέστατος εἶπτε᾽
Φυσικήν, ναί᾽ εἶχε γὰρ αὐτὴν ἀπὸ γαστρὸς ἕως σταυροῦ, καὶ ἰδίωμα λέγω αὐτό, καὶ ἰδίωμά ἐστιν. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἁγία σύνοδος εἶττον᾽
Τί οὖν; ἀπὸ τοῦ σταυροῦ τὴν φύσιν τὴν ἀνθρωπίνην εἴασεν ὁ Χριστός; Κωνσταντῖνος ὁ εὐλαβέστατος εἴτπτεν᾽
Οὐκ ἔμεινε μετ᾽ αὐτοῦ τὸ ἀνθρώπινον θέλημα, ἀλλ᾽ ἔμεινε μετὰ τοῦ αἵματος καὶ τῆς σαρκός, ὅτι οὐ χρήζει οὐδὲ φαγεῖν οὐδὲ πιεῖν οὐδὲ κοιμηθῆναι οὐδὲ περιπατῆσαι. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἁγία σύνοδος εἴττον᾽
Πρὸ τούτου ἔφησας, ὅτι ἕν θέλημα εἶχε τὸ πρόσωπον τοῦ θεοῦ λόγου, καὶ μετὰ ταῦτα εἶπας, ὅτι φυσικὴν εἶχε θέλησιν ἡ ἀνθρωπότης αὐτοῦ: ὅθεν κατὰ τοὺς σοὺς λόγους ἕν εἶχε προσωπικὸν θέλημα καὶ ἕν φυσικόν, καὶ πῶς σὺ ἕν θέλημα δοξάζεις ἐπὶ Χριστοῦ; Κωνσταντῖνος ὁ εὐλαβέστατος εἶπεν"
ὋὉ Χριστὸς ἀφῆκε καὶ ἀπεδύσατο αὐτὸ μετὰ τοῦ αἵματος καὶ τῆς σαρκός. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἁγία σύνοδος εἴπτον᾽
Ποῦ γὰρ ἔμεινεν ἡ σὰρξ καὶ τὸ αἷμα; Κωνσταντῖνος ὁ εὐλαβέστατος εἶπεν"
᾿Απεδύσατο αὐτό. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἁγία σύνοδος εἶπον"
Τίς ἀπεδύσατο τὴν σάρκα;
Κωνσταντῖνος ὁ εὐλαβέστατος εἶπεν"
Ὁ Χριστός. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἁγία σύνοδος εἶπον"
Καὶ τὸ ἀνθρώπινον θέλημα συναπεδύσατο τῇ σαρκί; Κωνσταντῖνος ὁ εὐλαβέστατος εἶπε"
Ναί, δέσποτα, τὴν θέλησιν ἐκείνην. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἁγία σύνοδος εἶπον"
Μακάριος ὁ γενόμενος πατριάρχης ᾿Αντιοχείας οὕτως ἐπίστευσεν, ὡς σὺ λέγεις. Κωνσταντῖνος ὁ εὐλαβέστατος εἶπεν"
Ναί, δέσποτα, ὡς ἐγὼ λέγω ,ἕν θέλημα", οὕτως καὶ Μακάριος ἔλεγεν, οὕτως γὰρ καὶ ἤκουσα ἐξ αὐτοῦ. Ἡ ἁγία σύνοδος εἶπεν"
Οὕτως φρονεῖς καὶ οὕτως ἐμμένεις μέχρι τέλους ἐν τῇ αὐτῇ δόξῃ; Κωνσταντῖνος (ὁ εὐλαβέστατοςσ εἶπε"
Ναί, δέσποτα, οὕτως φρονῶ καὶ οὕτως πιστεύω, καὶ οὐκ ἐνδέχεται ἄλλως. Ἡ ἁγία σύνοδος ἐξεβόησεν᾽"
Αὕτη ἡ δόξα τῶν Μανιχαίων ἐστίν" αὕτη ἡ πίστις ᾿Απολιναρίον ἐστίν" ἀνάθεμα αὐτῷ μετὰ τῶν δογμάτων αὐτοῦ’ τῷ νέῳ Μανιχαίῳ ἀνάθεμα" τῷ νέῳ ᾿Απολιναρίῳ ἀνάθεμα" ἔξω βληθήτω ὁ Μανιχαῖος᾽ πᾶσι τοῖς αἱρετικοῖς ἀνάθεμα"
Καὶ μετὰ τὸ ἐκβληθῆναι τὸν αὐτὸν Κωνσταντῖνον Γἐώργιος ὁ ἁγιώτατος ἀρχιεπίσκοπος τῆς θεοφυλάκτου ταύτης καὶ βασιλίδος πόλεως εἴπτεν᾽
Ἐγὼ καί τινες ὀλίγοι τῶν ὑπὸ τὸν κατ' ἐμὲ θρόνον ὁσιωτάτων ἐπισκόπων δι᾽ οἰκονομίαν τινὰ παρακαλοῦμεν, ἵνα, εἰ τῶν ἐνδεχομένων ἐστίν, ὀνομαστὶ μὴ ἀναθεματισθῶσι τὰ πρόσωπα εἰς τὰς ἐκβοήσεις, τουτέστι Σέργιος, Πύρρος, Παῦλος καὶ Πέτρος.
Ἡ ἁγία σύνοδος εἴπε᾽
Τοὺς καθάπαξ κατακρίτους ἀποδειχθέντας καὶ κατὰ ἀπόφασιν ἡμετέραν ἤδη ἐκβληθέντας ἐκ τῶν ἱερῶν διπττύχων δέον καθέστηκε καὶ εἰς τὰς ἐκβοήσεις τούτους ὀνομαστὶ ἀναϑεμα-τισθῆναι.
Γεώργιος ὁ ἁγιώτατος ἀρχιεπίσκοπος τῆς βασιλίδος ταύτης πόλεως εἴπεν᾽
Ἐπειδὴ τοῦ πλήθους ἤτοι τῶν πολλῶν πανταχοῦ ἡ βουλὴ κρατεῖ, ἀναγκαῖόν ἐστιν ὀνομαστὶ τὰ λεχθέντα πρόσωττα ἀναθεματισθῆναι. Καὶ ἐξεβόησαν ἅπαντες"
Πολλὰ τἀἔτη τοῦ βασιλέως" Κωνσταντίνου μεγάλου βασιλέως πολλὰ τὰ ἔτη᾽ ὀρθοδόξου βασιλέως πολλὰ τὰ ἔτη᾽ (εἰρηνοποιοῦ βασιλέως πολλὰ τὰ ἔτη᾽ Κωνσταντίνου νέου Θεοδοσίου πολλὰ τὰ ἔτη᾽ Κωνσταντίνου νέου Μαρκιανοῦ πολλὰ τὰ ἔτη" Κωνσταντίνου νέου Ἰουστινιανοῦ βασιλέως πολλὰ τὰ ἔτη᾽ τοῦ φύλακος τῆς ὀρθοδοξίας πολλὰ τὰ ἔτη᾽ τὸ στήριγμα τῶν ἐκκλησιῶν, κύριε, φύλαξον’ τὸν φύλακα τῆς πίστεως, κύριε, περίσωσον᾽ ᾿Αγάθωνος πάπα Ῥώμης πολλὰ τὰ ἔτη᾽ Γεωργίου πατριάρχου Κωνσταντινουπόλεως πολλὰ τὰ ἔτη᾽
Θεοφάνους πατριάρχου ᾿Αντιοχείας ποολλὰ τὰ ἔτη᾽ ὀρθοδόξου συνόδου πολλὰ τὰ ἔτη᾽ ὀρθοδόξου συγκλήτου πολλὰ τὰ ἔτη.
Θεοδώρῳ αἱρετικῷ τῷ Φαρανίτῃ ἀνάθεμα" Σεργίῳ αἱρετικῷ ἀνάθεμα" Κύρῳ αἱρετικῷ ἀνάθεμα" Ὁνωρίῳ αἱρετικῷ ἀνάθεμα" Πύρρῳ αἱρετικῷ ἀνά-θεμα' Παύλῳ αἱρετικῷ ἀνάθεμα" Πέτρῳ αἱρετικῷ ἀνάθεμα" Μακαρίῳ καὶ Στεφάνῳ καὶ Πολυχρονίῳ αἱρετικοῖς ἀνάθεμα᾽ ᾿Απεργίῳ τῷ Πέργης ἐπισκοπήσαντι ἀνάθεμα" ὅλοις τοῖς αἱρετικοῖς ἀνάθεμα᾽ πᾶσι τοῖς ἀντιποιουμένοις τῶν αἱρετικῶν ἀνάθεμα.
Αὔξοι ἡ πίστις τῶν Χριστιανῶν᾽ ὀρθοδόξου καὶ οἰκουμενικῆς συνόδου πολλὰ τὰ ἔτη" Οἱ ἐνδοξότατοι ἄρχοντες εἴττον᾽
Λεγέτω ἡ ἁγία καὶ οἰκουμενικὴ ὑμῶν σύνοδος, εἴ τι τῶν εἰς ἀκριβεστέραν κατάληψιν συντεινόντων ὑπολέλειπτται τῆς παρούσης ἕνεκα ὑποθέσεως καὶ δέον ὑπάρχει πλείονος ἐρεύνης ἢ ζητήσεως ἐντὸς γενέσθαι τὴν ὑμῶν ἁγιότητα. Ἡ ἁγία σύνοδος εἶπεν"
᾿Αρκούντως μὲν ἔχει τὰ μέχρι τοῦ νῦν πραχθέντα τε καὶ διηγωνισμένα καὶ εἰς τὴν παροῦσαν δογματικὴν ζήτησιν συντείνοντα, καθ᾽ ἑτέραν δὲ τῇ ἐπιφοιτήσει τοῦ παναγίου καὶ ζωοποιοῦ πνεύματος ὅρον τὸν τῇ ὀρθοδοξίᾳ συμβαίνοντα συνοδικῶς ψηφιούμεθα.