VI Οικουμενική Σύνοδος (680)

6 ΟΣ - πραξισ 14

ΠΡΑΞΙΣ ΤΕΣΣΑΡΙΣΚΑΙΔΕΚΑΤΗ (ΤΟΜΟΣ ΕΒΔΟΜΟΣ)

Ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν βασιλείας τῶν θεοστέπτων καὶ γαληνοτάτων ἡμῶν δεσπότων Φλαβίων Κωνσταν-τίνου μὲν τοῦ εὐσεβεστάτου καὶ θεοψηφίστου μεγάλου βασιλέως αἰωνίου αὐγούστον καὶ αὐτοκράτορος ἔτους εἰκοστοογδόου καὶ μετὰ ὑπατείαν τῆς αὐτοῦ θεοσόφου πραότη-τος ἔτους τρισκαιδεκάτου Ἡρακλείου δὲ καὶ Τιβερίου τῶν θεοφυλάκτων αὐτοῦ ἀδελφῶν ἔτους εἰκοστοδευτέρου τῇ πέμπτῃ τοῦ ᾿Απριλλίου μηνός ἰνδικτιῶνος ἐνάτης.

Προτεθειμένου τοῦ σεβασμιωτάτου σένσου τοῦ αὐτοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου

μεγάλον βασιλέως Κωνστοντίνονυ ἐν τῷ σεκρέτῳ τοῦ θείου παλατίου τῷ οὕτω ἐπιλεγομένῳ

Ἰτρούλλῳ καὶ κατὰ κέλευσιν τῆς αὐτοῦ θεοσόφου γαλήνης ἐκ προσώπου αὐτοῦ παρόντων

καὶ ἀκροωμένων

Κωνσταντίνου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ κουράτωρος τοῦ βασιλικοῦ τῶν Ὁρμίσδου οἴκου

᾿Αναστασίου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ τοποτηρητοῦ τοῦ κόμητος τοῦ βασιλικοῦ ἐξκουβίτου

Πολυεύκτου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων καὶ

Πέτρου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων.

Συνελθούσης δὲ καὶ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς κατὰ βασιλικὸν θέσπισμα

συναθροισθείσης ἐν ταύτῃ τῇ θεοφυλάκτῳ καὶ βασιλίδι πόλει, τουτέστι

Θεοδώρον καὶ Γεωργίου τῶν εὐλαβεστάτων πρεσβυτέρων καὶ Ἰωάννου τοῦ εὐλαβεστάτου διακόνου, ἐπεχόντων τὸν τόπον τοῦ ὁσιωτάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς πρεσβυτέρας Ῥώμης ᾿Αγάθωνος, καὶ

Γεωργίου τοῦ ὁσιωτάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου ταύτης τῆς μεγαλωνύμου Κων-σταντινουπόλεως νέας Ῥώμης καὶ

Πέτρου τοῦ θεοφιλεστάτου πρεσβυτέρου μοναχοῦ καὶ τοποτηρητοῦ τοῦ θρόνου τῆς ᾿Αλεξανδρέων μεγαλοπόλεως καὶ

Θεοφάνους τοῦ ὁσιωτάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπον Θεουπόλεως ᾿Αντιοχείας καὶ

Γεωργίου τοῦ εὐλαβεστάτον πρεσβυτέρου μοναχοῦ καὶ ἀποκρισιαρίου Θεοδώρου τοῦ ὁσιωτάτου τοποτηρητοῦ τοῦ ϑρόνου Ἱεροσολύμων

Ἰωάννου ἐπισκόπου πόλεως Πόρτονυ, ᾿Αβουνδαντίου ἐπισκόπου πόλεως Πατέρνου, Ἰωάν-νου ἐπισκόπου πόλεως Ῥηγίου, ἐπεχόντων τὸν τόπον τῆς κατὰ τὴν πρεσβυτέραν Ῥώμην ὁσίας τῶν ἑκατὸν εἴκοσι πέντε θεοφιλῶν ἐπισκόπων συνόδου, τῶν καὶ δι’ οἰκείων ὑπογραφῶν δηλουμένων ἐν τῇ γενομένῃ πρὸς τὸν εὐσεβέστατον βασιλέα Κωνσταντῖνον παρ᾽ αὐτῶν ἀναφορᾷ, καὶ

Θεοδώρον τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ τοποτηρητοῦ τοῦ θεοφιλεστάτου ἀρχιεπι-σκόπου Ῥαβέννης Θεοδώρου

Ἰωάννου ἐπισκόπου Θεσσαλονίκης

Βασιλείου ἐπισκόπου πόλεως Γὁρτύνης τῆς Κρητῶν νήσου

Φιλαλήθους ἐπισκόπου Καισαρείας Καπτταδοκίας

Θεοδώρου ἐπισκόπου Ἐφέσου

Θεοδώρον ἐπισκόπου πόλεως Τριμιθούντων ἐπέχοντος τὸν τόπον Ἐπιφανίου τοῦ θεοφι-λεστάτου ἀρχιεπισκόπου Κύπρου

Σισινίου ἐπισκόπου Ἡρακλείας Θράκης

Πλάτωνος ἐπισκόπου ᾿Αγκύρας Γἀλατίας

Γεωργίου ἐπισκόπου Κυζίκου

Μαρίνου ἐπισκόπου Σάρδεων

Πέτρου ἐπισκόπου Νικομηδείας

Φωτίου ἐπισκότου Νικαίας

Ἰωάννου ἐπισκόπου Χαλκηδόνος

Ἰωάννου ἐπισκόπον Σίδης

Θεοδώρου ἐπισκόπου Μελιτηνῆς

Ἰουστίνου ἐπισκόπου Τυάνων

᾿Αλυπίου ἐπισκόπου Γἀγγρῶν

Κυπριανοῦ ἐπισκόπου Κλαυδιουπόλεως

Πολυεύκτου ἐπισκόπου Μύρων τῆς Λυκίας Θεοδώρου ἐπισκόπου Σταυρουπόλεως Καρίας Τιβερίου ἐπισκόπου Λαοδικείας Φρυγίας Κοσμᾶ ἐπισκόπου Συνάδων

Στεφάνον ἐπισκόπου ᾿Αντιοχείας Πισιδίας Ἰωάννου ἐπισκόπου Πέργης

Θεοπέμπτου ἐπισκόπου Ἰουστινιανουπόλεως ἤτοι Μωκισσοῦ Ἰσιδώρον ἐπισκόπου Ῥόδου

Σισινίου ἐπισκόπου Ἱερατπόλεως Φρυγίας Θεοδώρου ἐπισκόπου Ταρσοῦ

Μακροβίου ἔπισκόττου Σελευκίας Ἰσαυρίας Γεωργίον ἐπισκόπου Βυζίης Θράκης Ζαχαρίου ἐπισκόπου Λεοντουπόλεως Ἰσαυρίας Γρηγορίου ἐπισκόπου Μιτυλήνης

Γεωργίου ἐπισκόπου Μιλήτου

Σεργίου ἐπισκόπου Σηλυβρίας

᾿Ανδρέου ἐπισκόπου Μεθύμνης

Θεογνίου ἐπισκόπου Κίου

Ἐπιφανίου ἐπισκόπου Εὐχαίτων

Πέτρου ἐπισκόπου Μεσημβρίας

Πέτρου ἐπισκόπου Σωζοπόλεως Θράκης Ἰωάννου ἐπισκόπου Νύσσης

Θεοδώρον ἐπισκόπου τῶν Βασιλικῶν Θερμῶν Γεωργίου ἐπισκόπου Καμουλιανῶν

Ζωΐτου ἐπισκόπου Χριστουπόλεως ᾿Ασίας Πατρικίου ἐπισκόπου Μαγνησίας

᾿Αντωνίου ἐπισκόπου Ὑπαίτων

Θεοδώρου ἐπισκόπου Περγάμου

Στρατονίκου ἐπισκόπου Σόλων καὶ Τύχωνος ἐπισκόπου τοῦ Κιτίου, ἀμφοτέρων τῆς συνόδου τυγχανόντων τῆς φιλοχρίστου τῶν Κυπρίων νήσου

Γενεσίου ἐπισκόπου ᾿Αναστασιουπόλεως

Πλάτωνος ἐπισκόπου Κίννης

Στεφάνου ἐπισκόπου Βηρινουτπόλεως

᾿Ανδρέου ἐπισκόπου Μνίζου

Ἰωάννου ἐτπισκότου Μιλητουπόλεως

Ἰωάννου ἐπισκόπου {Φιλαδελφείας [Φλαβιάδος]

Θεοδώρου ἐπισκόπου Πραινέτου

Ἰωάννου ἐπισκόπου τοῦ Δασκυλίου

Θεοδώρου ἐπισκόπου Ἰουστινιανουπόλεως Γόρδου

Μηνᾶ ἐπισκόπου Καραλίας Παμφυλίας

Καλλινίκου ἐπισκόπου Κολωνείας ᾿Αρμενίας

Θεοδώρον ἐπισκόπου Βερίσσης

Τιβερίον ἐπισκόπου ᾿Αμισσοῦ

Σεργίου ἐπισκόπου Σινώτης

Γεωργίου ἐπισκόπου Ἰουνοπόλεως

Στεφάνου ἐπισκόπου Ἡρακλείας Πόντου

Λογγίνου ἐπισκόπου Τίου

Δομετίου ἐπισκόπου Πλουσιάδος

Γεωργίου ἔπισκότου Κρατίας

Πλάτωνος ἐπισκόπου ᾿Αδριανουπόλεως

Σολομῶνος ἐπισκόπου Κλανέου

Γεωργίου ἐπισκόπου Κώου

Ἰωάννου ἐπισκόπου Ἐρίζων

Ἰωάννου ἐπισκόπου Μύνδου

Πατρικίου ἐπισκόπου Ἰλούζων

Πέτρου ἐπισκόπου ᾿Αππίας

᾿Αλεξάνδρου ἐπισκόπου Νακολίας Δομετίου ἐπισκόπου Πρυμνισσοῦ Κωνσταντίνου ἐπισκόπου Βαράτης (Θεοδοσίου ἐπισκόπου Ψιβίλων Παύλου ἐπισκόπου Σωζοπόλεως Πισιδίας Πλουσιανοῦ ἐπισκόπου τοῦ Συλλέου Θεοδώρου ἐπισκόπου Ναζιανζοῦ Δημητρίου ἐπισκόπου Τίνου Στεφάνου ἐπισκόπου Πάρου Γρηγορίου ἐπισκόπου Καντάνου Ἰωάννου ἐπισκόπου Λάπτης Εὐλαλίου ἐπισκόπου Ζηνωνουπόλεως Κωνσταντίνου ἐπισκόπου Δαλισάνδου Θεοδώρου ἐπισκόπου Ὄλβης

Γεωργίου πρεσβυτέρου καὶ μοναχοῦ μονῆς τῶν Ῥενάτης διακειμένης ἐν τῇ πρεσβυτέρᾳ

Ῥώμῃ

Κόνωνος καὶ Στεφάνου πρεσβυτέρων καὶ μοναχῶν μονῆς ἐπιλεγομένης Δόμον ᾿Αρσικίας διακειμένης ὡσαύτως κατὰ τὴν πρεσβυτέραν Ῥώμην.

Καθεσθέντων τε τῶν ἐνδοξοτάτων πατρικίων καὶ ὑπάτων καὶ πάντων τῶν ὁσιωτάτων καὶ θεοφιλῶν ἐπισκότων κατὰ τάξιν ἐν τῷ αὐτῷ τοῦ Τρούλλου σεκρέτῳ, προκειμένων ἐν μέσῳ τῶν ἁγίων καὶ ἀχράντων Χριστοῦ τοῦ θεοῦ ἡμῶν εὐαγγελίων, ὁ θεοσεβέστατος ἀρχιδιάκονος τῆς ἐνταῦθα ἁγιωτάτης τοῦ θεοῦ καθολικῆς καὶ ἀποστολικῆς μεγάλης ἐκκλησίας καὶ πριμμικήριος τῶν θεοσεβεστάτων νοταρίων τοῦ ἁγιωτάτου πα-τριάρχου τῆς θεοφυλάκτου ταύτης καὶ βασιλίδος πόλεως Γεωργίου εἴπεν᾽

Κωνσταντῖνος

Ἐν εἰδήσει τυγχάνει ἥ τε ὑμετέρα ἐνδοξότης καὶ ἡ ἁγία καὶ οἰκουμενικὴ ὑμῶν σύνοδος, ὡς κατὰ τὴν εἰκάδα ὀγδόην τοῦ διελθόντος Μαρτίου μηνὸς προηνέχθησαν παρὰ Γεωργίου τοῦ θεοσεβεστάτου διακόνου καὶ χαρτοφύλακος τῆς ἐνταῦθα ἁγιωτάτης τοῦ θεοῦ μεγάλης ἐκκλησίας διάφοροι λίβελλοι καὶ ἕτερα δογματικὰ χαρτῷα συντάγματα καὶ βίβλοι διά-φοροι, ἅτινα καὶ ἐκ διαλαλιᾶς τῆς ὑμετέρας ἁγίας καὶ οἰκουμενικῆς συνόδου ἀφανισμῷ παρεδόθησαν. μέμνηται δὲ πάντως ἡ ὑμετέρα ἐνδοξότης καὶ ἡ ἁγία καὶ οἰκουμενικὴ ὑμῶν σύνοδος, ὡς ἐν τοῖς ἤδη κεκινημένοις πτροεκομίσθησαν ἐκ τοῦ εὐαγοῦς πατριαρχείου τῆς θεοφυλάκτου ταύτης καὶ βασιλίδος πτόλεως δύο ἐν σώμασι βιβλία τῆς ἁγίας πέμτττης συνόδου μετὰ τὴν γενομένην ἀνάγνωσιν τῶν λοιπῶν συνόδων καὶ ὡς ἐν τῷ πρώτῳ βιβλίῳ ἐν προοιμίοις εὑρέθησαν τρεῖς τετράδες ἀνεπίγραφοι κείμεναι, διαγορεύουσαι τὸν λεγόμενον Μηνᾶ λόγον πρὸς Βιγίλλιον τὸν τηνικαῦτα πάπαν τῆς πρεσβυτέρας Ῥώμης, ὃν ἠτιάσαντο οἱ τοῦ μέρους ᾿Αγάθωνος τοῦ ἁγιωτάτου πάπα τοῦ ἀποστολικοῦ θρόνον τῆς πρεσβυτέρας Ῥώμης, λέγοντες πλαστὸν ὑπάρχειν, καὶ ὡς μετὰ τὴν ἀνάγνωσιν τοῦ τοιούτου βιβλίου, ἀναγινωσκομένου καὶ τοῦ δευτέρου βιβλίου τῆς αὐτῆς ἁγίας πέμπτης συνόδου εὑρέθησαν οἱ λεγόμενοι δύο λίβελλοι Βιγιλλίου πρός τε Ἰουστινιανὸν τὸν ἐν εὐσεβεῖ τῇ λήξει γενόμενον βασιλέα καὶ Θεοδώραν τὴν γενομένην αὐγούσταν, εἰς οὺς λιβέλλους οἱ τοῦ αὐτοῦ ἀποστολικοῦ θρόνου ὑπέκρουσαν λέγοντες, ὅτι καὶ οἱ τοιοῦτοι λίβελλοι φάλσοι ὑπάρχουσι καὶ ὡς ἠτήσαντο τὰ τοιαῦτα βιβλία εὐκαίρως ἀνακριθῆναι, καὶ ὑποβάλλομεν πρὸς τὸ παριστάμενον.

Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἁγία σύνοδος εἴττον᾽

Τέως ἡ πρόσφορος τῶν ἤδη πραχθέντων γενέσθω ἀνάγνωσις.

Καὶ ἀνεγνώσθησαν. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἁγία σύνοδος εἶπον"

Δέον τὰ δύο ἐν σώμασι βιβλία τῆς ἁγίας πέμπτης συνόδου, ἅπερ καὶ ἤδη παρὰ Γεωργίον τοῦ θεοσεβεστάτον διακόνου καὶ χαρτοφύλακος ἐπεδόθησαν, καὶ αὖθις εἰς μέσον ἀχθῆναι δι’ αὐτοῦ πρὸς τὸ ἀκριβέστερον διαγνῶναι ἡμᾶς, εἰ κατὰ τὰ ἐπιμνησθέντα παρὰ τῶν ἐπεχόντων τὸν τόπον τοῦ ἁγιωτάτου πάπα τῆς πρεσβυτέρας Ῥώμης ᾿Αγάθωνος ταῦτα ἐφαλσεύθησαν᾽ ὡσαύτως δὲ προενεχθῆναι καὶ τὸ χαρτῷον αὐθεντικὸν εἰλιτάριον τῆς ἑβδόμης πράξεως τῆς λεχθείσης ἁγίας πέμπτης συνόδου πρὸς τὸ καὶ αὐτὸ κανονίσαι ἡμᾶς καὶ δεόντως ἀνακρῖναι, εἰ ἀνεπιβούλευτον μεμένηκε.

Καὶ προηνέχθησαν τὰ αὐτὰ δύο ἐν σώμασι βιβλία καὶ τὸ χαρτῷον εἰλιτάριον παρὰ τοῦ αὐτοῦ θεοσεβεστάτου χαρτοφύλακος Γεωργίου. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἁγία σύνοδος εἶπτον᾽

Λεγέτω Γεώργιος ὁ θεοσεβέστατος διάκονος καὶ χαρτοφύλαξ τῆς ἐνταῦθα ἁγιωτάτης τοῦ θεοῦ μεγάλης ἐκκλησίας, εἰ τὰ προκομισθέντα δύο βιβλία καὶ τὸ χαρτῷον εἰλιτάριον αὐτὰ εἰσίν, ἅπερ ἤδη προεκόμισε.

Γεώργιος ὁ θεοσεβέστατος διάκονος καὶ χαρτοφύλαξ εἶπεν"

᾿Ασφαλῶς, δέσποτα, ταῦτά εἰσι τὰ δύο τεύχη τὰ φέροντα τὰ πεπραγμένα τῆς ἁγίας καὶ οἰκουμενικῆς πέμπτης συνόδου καὶ τὸ τομάριον τῆς ἑβδόμης αὐθεντικῆς πράξεως τῆς αὐτῆς ἁγίας πέμτττης συνόδου, καθ᾽ ὃν τρόπον αὐτὰ καὶ ἤδη προεκόμισα. ἀκριβέστερον δὲ ἀναζητήσας ἐν τῆ βιβλιοθήκῃ τοῦ εὐαγοῦς πατριαρχείου εὗρον καὶ ἑτέραν χαρτῴαν βίβλον τῆς αὐτῆς πέμπτης συνόδου, ἥντινα καὶ ἐπιφέρομαι, καὶ εἰ παρίσταται τῇ ἁγίᾳ ὑμῶν συνόδῳ, κελεύσατε ταύτην προκομίσαι μέ.

Ἡ ἁγία σύνοδος εἴπεν᾽

Ἥνπερ μετὰ χεῖρας ἔχειν διεξῆλθε χαρτῴαν τῆς ἁγίας πέμπτης συνόδου βίβλον Γεώργιος ὁ θεοσεβέστατος διάκονος καὶ χαρτοφύλαξ τοῦ ἐνταῦθα εὐαγοῦς πατριαρχείου πρὸς ἀντιβολὴν τῶν ἤδη προκομισθέντων δύο ἐν σώμασι βιβλίων προκομιζέτω.

Καὶ προεκομίσθησαν. Ἡ ἁγία σύνοδος εἶπε;

Παρελθέτω εἰς μέσον Γεώργιος ὁ θεοσεβέστατος διάκονος καὶ χαρτοφύλαξ καὶ τῶν προκειμένων ἀχράντων ζ(Χριστοῦσ τοῦ θεοῦ ἡμῶν εὐαγγελίων ἐφαπτόμενος πληροφορη-σάτω ἡμᾶς, εἰ ταῦτα τὰ προδηλούμενα δύο βιβλία καὶ τὸ εἰλιτάριον, ὃν τρόπον εὗρεν αὐτὰ καὶ παρέλαβεν ἐν τῇ βιβλιοθήκῃ τοῦ εὐαγοῦς πατριαρχείου, οὕτως καὶ νῦν εἰσι. Καὶ ἁψάμενος τῶν προκειμένων ἀχράντων τοῦ θεοῦ εὐαγγελίων ὁ αὐτὸς θεοσεβέστατος διάκονος καὶ χαρτοφύλαξ Γεώργιος εἴτπτε᾽

Μὰ τὰς ἁγίας δυνάμεις ταύτας καὶ τὸν θεὸν τὸν λαλήσαντα δι᾽ αὐτῶν σὺν ἀληθείᾳ, ταῦτα τὰ δύο ἐν σώμασι βιβλία τῆς ἁγίας πέμπτης συνόδου καὶ τὸ εἰλιτάριον τῆς ἑβδόμης πράξεως τῆς αὐτῆς ἁγίας πέμτττης συνόδου, καθὼς καὶ ἤδη προηνέχθησαν καὶ προεκο-μίσθησαν, οὕτως καὶ νῦν τυγχάνουσιν ἀκριβῶς, ὡς καὶ ἤδη αὐτὰ ἐν τῇ βιβλιοθήκῃ τοῦ εὐαγοῦς πατριαρχείου εὗρον καὶ παρέλαβον, καὶ οὔτε προσετέθη ἐξ ἐμοῦ τί πτοτε, οὔτε ὑφῃρέθη, οὔτε εἰδήσει μου ἐξ οἱουδήποτέ τινος τῶν πάντων, ἀλλὰ καὶ τὸ ἐπὶ τοῦ πταρόντος εὑρεθὲν παρ’ ἐμοῦ ἐν τῇ αὐτῇ βιβλιοθήκῃ τοῦ εὐαγοῦς πατριαρχείου χαρτῷον βιβλίον τῆς αὐτῆς ἁγίας πέμπτης συνόδου οὕτως ἐστί, καθὼς ἐκεῖσε εὑρέθη ἀποκείμενον.

Καὶ ἀναστάντες οἱ τῆς ἁγίας συνόδου θεοφιλέστατοι ἐπίσκοποι καὶ ἐν χερσὶ λαβόντες τά τε εἰρημένα δύο ἐν σώμασι βιβλία καὶ τὸ χαρτῷον εἰλιτάριον, καὶ ἀκριβῶς τοῖς κατηγορη-θεῖσιν ἐν αὐτοῖς τόποις κατεπισκήψαντες καὶ ἀντιβαλόντες αὐτὰ πρὸς τὸ χαρτῷον βιβλίον τὸ ἐτὴὶ τοῦ παρόντος προκομισθὲν ὑπὸ Γεωργίου τοῦ θεοσεβεστάτου διακόνου καὶ χαρ-τοφύλακος, ἔτι μὴν καὶ πρὸς ἕτερα ἀρχαῖα χαρτῷα βιβλία τῆς αὐτῆς ἁγίας πέμτττης συνόδου, εἶπον"

Τοῖς προκομισθεῖσι δύο ἐν σώμασι βιβλίοις παρὰ Γεωργίου τοῦ θεοσεβεστάτου διακόνου καὶ χαρτοφύλακος τῆς ἐν ταύτῃ τῇ βασιλευούσῃ πόλει ἁγίας τοῦ θεοῦ μεγάλης ἐκκλησίας καὶ τῷ χαρτῴῳ εἰλιταρίῳ τῆς ἑβδόμης πράξεως τῆς ἁγίας πέμπτης συνόδου ἀκριβῶς ἐπισκήψαντες κατὰ τὴν γενομένην αἴτησιν παρὰ τῶν ἐπεχόντων τὸν τόπον τοῦ ἁγιω-τάτου πάπα τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης ᾿Αγάθωνος, καὶ ταῦτα ἀντιβαλόντες μετά τε τοῦ ἀρτίως προκομισθέντος χαρτῴου συνοδικοῦ βιβλίου καὶ ἑτέρων ἀρχαίων χαρτῴων βιβλίων τῆς αὐτῆς ἁγίας πέμπτης συνόδου, καὶ εὑρηκότες τὰ αὐτὰ δύο ἐν σώμασι βιβλία καὶ τὸ χαρτῷον εἰλιτάριον τῆς ἑβδόμης πράξεως συμφωνοῦντα μὲν ἑαυτοῖς, προσθήκας δὲ ἔχοντα τόν τε λεγόμενον Μηνᾶ πρὸς Βιγίλλιον λόγον καὶ ἀπὸ Βιγιλλίου λιβέλλους ὡσανεὶ δύο πρός τε Ἰουστινιανὸν τὸν τῆς θείας λήξεως γενόμενον βασιλέα καὶ τὴν αὐτοῦ σύμβιον Θεοδώραν, ἐν οἷς λιβέλλοις ἔδοξε καὶ ἀναθεματίζειν Θεόδωρον τὸν Μομψονεστίας ἔπίσκοτον καὶ τὴν λεγομένην Ἴβα ἐπιστολὴν καὶ τὰ σνγ-γράμματα Θεοδωρίτου τὰ κατὰ τῶν δώδεκα κεφαλαίων τοῦ ἐν ἁγίοις Κυρίλλου τοῦ τῆς ᾿Αλεξανδρέων γενομένου ἐτισκότου δογματικῶς τε τῷ δοκεῖν ὁρίζειν ἐν αὐτοῖς ἐπὶ λέξεως οὕτως" ,Δναθεματίζομεν δὲ καὶ Θεόδωρον τὸν Μομψονεστίας γενόμενον ἐπίσκοπον ὡς ἀλλότριον ἀεὶ γεγονότα καὶ τῶν ἐκκλησιῶν καὶ τῶν ἁγίων πατέρων ἐναντίον, ὃς οὐχ ὁμολογεῖ σαρκωθῆναι τὸν θεὸν λόγον, τουτέστι Χριστὸν εἶναι μίαν ὑπόστασιν καὶ ἕν πρόσωπον καὶ μίαν ἐνέργειαν," ταῦτα ἔγνωμεν καθὼς καὶ διεβεβαιώσαντο οἱ τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης μήτε γεγενῆσθαι μήτε γεγράφθαι τῷ καιρῷ τῆς εἰρημένης ἁγίας πέμπτης συνόδου, ἀλλ᾽ ἐν προσθήκῃ μὲν εἶναι τὰς τρεῖς τετράδας τοῦ πρώτου βιβλίου τῆς ἁγίας πέμπτης συνόδου, ἐν αἷς φέρεται ὁ λεγόμενος λόγος Μηνᾶ" εἶτα δὲ καὶ ἐν τῷ δευτέρῳ βιβλίῳ κατὰ τὴν ἑβδόμην πρᾶξιν ὑπαλλαγῆναι μὲν τὸ πεντεκαιδέκατον τετράδιον, προστεθῆναι δὲ καὶ τετραφύλλιον ἀνεπίγραφον. πρὸ τῆς ἑξκαιδεκάτης τετράδος, ἐν ᾧ φέρονται οἱ λεγόμενοι δύο λίβελλοι Βιγιλλίου γεγενῆσθαι πρὸς Ἰουστινιανὸν καὶ Θεοδώραν τοὺς ἐν θείᾳ τῇ λήξει, ἀμφότερα ἀνεπίγραφα τυγχάνοντα τοὺς δὲ φαλσεύσαντας τὰ εἰρημένα δύο βιβλία καὶ τὸ χαρτῷον εἰλιτάριον -- ὡς ἐκ προσηγορίας ἐκείνων πονηρευσαμένους κατὰ τῶν ὀρθῶν δογμάτων ταῦτα ἐνθεῖναι, καθὸ οὐδὲ ἐν τοῖς προκομισθεῖσι νῦν ἀρχαίοις καὶ ἀνεπιβουλεύτοις βιβλίοις τῆς ἁγίας πέμπτης συνόδου, οὐδὲ ἐν τῷ ἐπὶ τοῦ παρόντος εὑρεθέντι ἐν τῇ βιβλιοθήκῃ τοῦ εὐαγοῦς πατριαρ-χείου χαρτῴῳ βιβλίῳ, ἔγκεινται οἱ τοιοῦτοι λόγοι ἀπό τε Μηνᾶ πρὸς Βιγίλλιον καὶ ἀπὸ Βιγιλλίου πρὸς Ἰουστινιανὸν καὶ Θεοδώραν τοὺς ἐν θείᾳ τῇ λήξει, ἀλλὰ ταῦτα εὑρηκότες πλαστῶς ἐντεθῆναι, ὡς διαβολικῆς ἐνεργείας μετεσχηκότα ἐκ τῶν ταῦτα φαλσευσάντων᾽ τὸ μὲν χαρτῷον φαλσευθὲν εἰλιτάριον ὁρίζομεν χιωθῆναι κατὰ τοὺς τόπους, ἐν οἷς αἱ προσθῆκαι γεγόνασι, τὰ δὲ βιβλία καὶ αὐτὰ ὀβελισθῆναι, ἐν οἷς ἐραδιουργήθησαν τόποις, καὶ χιωθῆναι -- τοὺς δὲ ταῦτα φαλσεύσαντας ἀναθεματισμῷ ὑποβληθῆναι καὶ ὀνομαστὶ σὺν αὐτοῖς ἀναθεματισθῆναι τόν τε λεγόμενον λόγον Μηνᾶ πρὸς Βιγίλλιον καὶ τοὺς ἀπὸ Βιγιλλίου πρὸς Ἰουστινιανὸν καὶ Θεοδώραν τοὺς τῆς θείας λήξεως δύο ὡσανεὶ λιβέλλους. Μακρόβιος ὁ θεοφιλέστατος ἐπίσκοπος Σελευκείας Ἰσαυρίας εἶττεν᾽

᾿Αναφέρω τοῖς τε ἐνδοξοτάτοις ὑμῖν καὶ τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ ὑμῶν συνόδῳ, ὡς περιῆλθεν εἰς ἐμὲ βιβλίον τῆς ἁγίας πέμπτης συνόδου δοθέν μοι ἀπό τινος Φιλίππου στρατηλάτου τοῦ βασιλικοῦ ὀψικίου, ᾧτινι ἐντυχὼν εὗρον πεφαλσευμένον αὐτὸ εἶναι κατὰ τὴν ἑβδόμην πρᾶξιν" καὶ ἐρωτήσαντός μου τὸν αὐτὸν Φίλιππον ὅτι ττώποτε δέδωκας τὸ βιβλίον“; εἶπέ μοι ὅτι Στεφάνῳ τῷ μοναχῷ τῷ μαθητῇ Μακαρίου δέδωκα αὐτό“ τὰ οὖν γράμματα, ἐν οἷς ἡ ῥαδιουργία τοῦ βιβλίου γέγονεν, ἰδιόχειρα Γεωργίου τοῦ μοναχοῦ τοῦ κατὰ Μακάριον ἀσφαλῶς τυγχάνουσιν, ἐπειδὴ ὅτε ἦν πατριάρχης μου ὁ εἰρημένος Μακάριος εἰσηρχόμην εἰς τὸν οἶκον αὐτοῦ καὶ ἐθεώρουν αὐτὸν Γεώργιον τὸν μοναχὸν πολλάκις γράφοντα, καὶ γινώσκω ἀκριβῶς ὅτι ἰδιόχειρα αὐτοῦ ὑπάρχουσιν. αἰτῶ οὖν τήν τε ὑμῶν ἐνδοξότητα καὶ τὴν ἁγίαν σύνοδον εἰς μέσον ἐρχόμενον τὸν αὐτὸν Γεώργιον τὸν μοναχὸν τὰ περὶ τούτου ἐρωτηθῆναι. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἁγία σύνοδος εἶπτον᾽

Ὁ ἐπιμνησθεὶς Γεώργιος ὁ (εὐλαβέστατος» μοναχὸς ἐλθέτω εἰς μέσον. Καὶ εἰσῆλθεν. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἁγία σύνοδος εἴπτον᾽

Τῷ εἰς μέσον ἑστῶτι Γεωργίῳ τῷ εὐλαβεστάτῳ μοναχῷ ὑποδειχθήτω ἡ παροῦσα βίβλος πρὸς τὸ ἐπιγνῶναι αὐτόν, εἰ ἰδιόχειρα αὐτοῦ τυγχάνουσι τὰ ἐν τῷ ἐκ προσθήκης ὄντι ἐν αὐτῷ διφυλλίῳ ὑπάρχοντα γράμματα.

Γεώργιος ὁ εὐλαβέστατος μοναχὸς ἐπισκήψας τῇ τοιαύτῃ βίβλῳ εἴπεν᾽

Αὕτη ἡ βίβλος ἡ νῦν προκομισθεῖσα ὑπὸ Μακροβίου τοῦ ὁσιωτάτου μητροπολίτου Σελευκείας καὶ ὑποδειχθεῖσά μοι ἐγένετο Φιλίππου τοῦ στρατηλάτου τοῦ βασιλικοῦ ὀψικίου. οὗτος δὲ Φίλιτπος γείτων ἦν τοῦ πατρὸς Στεφάνου τοῦ πεσόντος τοῦ κατὰ Μακάριον τοῦ αἱρετικοῦ. ὅτε οὖν ἐγένετο ἡ ζήτησις μεταξὺ Θεοδώρου τοῦ γενομένου πατριάρχου τῆς θεοφυλάκτου ταύτης καὶ βασιλίδος πόλεως καὶ τοῦ εἰρημένου Μακαρίου περὶ πίστεως, ἔλαβον τὰ ἴσα ἀπὸ τοῦ πατριαρχείου, ὡς εἶπον Μακάριος καὶ Στέφανος, τῶν λεγομένων λιβέλλων Βιγιλλίου, καὶ ἐγράψαμεν εἰς τετράδας, καὶ ἐπεδόθησαν παρ᾽ αὐτῶν τῷ εὐσεβεστάτῳ ἡμῶν βασιλεῖ. ἐθάρρησαν οὖν οἱ περὶ Στέφανον καὶ Μακάριον ὡς ἐπιδεδωκότες τῷ δεσπότῃ τὰς τετράδας, καὶ ἑκάστῳ τῶν ἐρχομένων πρὸς αὐτοὺς ὑπεδείκ-νυον᾽ ὁ οὖν Φίλιππος ἐκεῖνος ἔχων τὸ βιβλίον τοῦτο ἤγαγεν αὐτὸ πρὸς Στέφανον τὸν αἱρετικὸν πρὸς ἐπίσκεψιν λέγων ὅτι ἐλθὼν ἀπὸ τῆς δύσεως ἤγαγον βιβλίον τῆς πέμπτης συνόδου καὶ βλέπε, εἰ καλῶς ἔχει“. τοῦτο δὲ τὸ βιβλίον οὐκ εἶχε τοὺς λεγομένους λιβέλλους Βιγιλλίου καὶ εἶπεν αὐτῷ ὁ αἱρετικὸς Στέφανος ὅτι ἵνα οἶδας παραλέλειτται εἰς αὐτό“. ὁ οὖν αὐτὸς Φίλιππος παρεκάλεσεν αὐτὸν εἰττῶν ,εἴ τι γινώσκεις, ὅ τι ἐστὶ παραλελειμμένον ἀναπλήρωσον“. ὁ οὖν αὐτὸς Στέφανος εἶπέ μοι γράψαι τοὺς αὐτοὺς λιβέλλους, καὶ ἔγραψα ἐκ τῶν εἰρημένων ἴσων καὶ δέδωκα αὐτῷ Στεφάνῳ, καὶ κατὰ ἀλήθειαν ταῦτα ἰδιόχειρά μού εἰσι καὶ ἐπιγινώσκω αὐτά. οὐ μόνον δὲ ἐν τούτῳ αὐτῷ τῷ βιβλίῳ τὴν προσθήκην ταύτην τῶν λεγομένων λιβέλλων Βιγιλλίου ἐποίησαν, ἀλλὰ καὶ ὅσα δήποτε βιβλία τῆς πέμπτης συνόδου ἦλθον εἰς αὐτοὺς μὴ ἔχοντα τοὺς λεγομένους λιβέλλους Βιγιλλίου, προσέθηκαν οἱ αὐτοὶ Μακάριός τε καὶ Στέφανος. ἐνέπεσε δὲ αὐτοῖς καὶ ἄλλο Ῥωμαϊκὸν βιβλίον τῆς πέμπτης συνόδου, ὅπερ εἶπον ἀγοράσαι παρὰ τῆς γενομένης γυναικὸς Ἰννοκεντίου τοῦ πατρικίου εἰς νομίσματα ἕξ’ τὸ δὲ περὶ τοῦ τοιούτου Ῥωμαϊκοῦ βιβλίου κεφάλαιον ἀσφαλῶς ἐπίσταται καὶ Κωνσταντῖνος ὁ θεοφιλέ-στατος πρεσβύτερος τῆς ἐνταῦθα ἁγιωτάτης μεγάλης ἐκκλησίας καὶ γραμματικὸς Ῥωμαῖ-κός. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἁγία σύνοδος εἴπτον᾽

Παρὼν Κωνσταντῖνος ὁ θεοσεβέστατος πρεσβύτερος καὶ γραμματικὸς Ῥωμαϊκὸς λεγέτω, εἰ ἀληθεύει Γεώργιος ὁ εὐλαβέστατος μοναχὸς ἕνεκεν τοῦ ἔπιμνησθέντος αὐτῷ Ῥωμαϊκοῦ βιβλίου.

Κωνσταντῖνος ὁ θεοσεβέστατος πρεσβύτερος καὶ γραμματικὸς Ῥωμαϊκὸς εἶπεν"

Οἷδα, δέσποτα, ἐπὶ τῶν χρόνων Παύλου τοῦ γενομένου πατριάρχου ἐλθόντος Φορτου-νίου τοῦ γενομένου ἀρχιεπισκόπου Καρθαγένης καὶ μέλλοντος αὐτοῦ λειτουργεῖν ἐν τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ, ἐζητήθη, ὅπως ὥφειλε καθίσαι, εἴτε πρὸ τῶν μητροπολιτῶν τῶν ἐνδημούντων ἐνταῦθα, εἴτε μετ᾽ αὐτούς. καὶ δὴ ζητοῦντος τοῦ αὐτοῦ Παύλου τοῦ γενομένου πατριάρχου τὸ βιβλίον τῆς πέμπτης συνόδου, ἵνα γνῶ, πῶς ὦφειλον καθίσαι, εὑρέθη κατὰ συγκυρίαν καὶ Ῥωμαϊκὸν βιβλίον τῆς αὐτῆς συνόδου, κἀκεῖθεν ὁδηγηθεὶς ὁ αὐτὸς Παῦλος ἐποίησεν αὐτὸν κατὰ τάξιν καθίσαι. ἐξήγαγε δὲ αὐτὸ τὸ Ῥωμαϊκὸν βιβλίον ἐκ τῆς βιβλιοθήκης καὶ λέγει μοι ,ϑθεῶώρησον αὐτό, εἰ ἄρα πρὸς τὸ χαρτῷον αὐθεντικὸν εἰλιτάριον τῆς (ἑβδόμης πράξεως τῆς») ἁγίας πεέμτττης συνόδου πεπλήρωται". καὶ εὗρον τὸ αὐτὸ Ῥωμαϊκὸν βιβλίον λεῖπον ἐν τῇ ἑβδόμῃ πράξει πρὸς τὸ χαρτῷον εἰλιτάριον. καὶ λέγει μοι ὁ αὐτὸς Παῦλος ὁ πατριάρχης ὅτι «λαβὲ τὸν διάκονον Σέργιον μετά σου, τὸν λεγόμενον ᾿Αντιπισίδην, ἐπειδὴ καλῶς καλλιγραφεῖ, καὶ ὑττόδειξον αὐτῷ, ττῶς ὀφείλει γράψαι τὰ Ῥωμαϊκὰ γράμματα, καὶ πρόσθες τὰ λείποντα“. εἰσὶ δὲ ἅπερ προσεθήκαμεν εἰς τὸ αὐτὸ Ῥωμαϊκὸν βιβλίον ἐν τῇ ἑβδόμῃ πράξει οἱ λεγόμενοι λίβελλοι Βιγιλλίου τοῦ γενομένου πάπα Ῥώμης, οὺς καὶ μετέφρασα Ῥωμαϊστὶ ἐκ τοῦ αὐτοῦ εἰλιταρίου καί, ὡς εἴρηται, ἔγραψεν ὁ μνημονευθεὶς Σέργιος ὁ διάκονος. τὰ δὲ γραφέντα παρὰ τοῦ αὐτοῦ Σεργίου διακόνου τοῦ λεγομένου ᾿Αντιπισίδου ἐνέβαλεν ἐν τῷ αὐτῷ Ῥωμαϊκῷ βιβλίῳ Θεόδωρος ὁ καλλιγράφος, ὅστις εἶχε τὸ ἐργαστήριον εἰς τὸν ἅγιον Ἰωαννοφωκᾶν. ταῦτα, δέσποτα, σὺν ἀληθείᾳ οἶδα γεγενῆσθαι.

Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἁγία σύνοδος εἴττον᾽

Παρὼν Σέργιος ὁ θεοσεβέστατος διάκονος καὶ ἐπττακούσας τῶν παρὰ Κωνσταντίνου τοῦ θεοσεβεστάτου πρεσβυτέρον καὶ γραμματικοῦ Ῥωμαϊκοῦ λεχθέντων τὰ τῆς οἰκείας εἰδή-σεῶς σὺν πάσῃ ἀληθείᾳ διεξίτω.

Σέργιος ὁ θεοσεβέστατος διάκονος τῆς ἁγιωτάτης {τοῦ θεοῦ» μεγάλης ἐκκλησίας εἴπτε᾽

Πρὸ τούτων πλείστων χρόνων μετεστείλατό με Παῦλος ὁ γενόμενος πατριάρχης Κων-σταντινουπόλεως καὶ λέγει μοι΄ ,»βλέτε, τί μεταβάλλει ὁ κῦρις Κωνσταντῖνος ὁ γραμματικὸς ὁ Ῥωμαϊκὸς ἐκ τοῦ εἰλιταρίου τῆς πέμπτης συνόδου καὶ γράψον αὐτὸ ἐν Ῥωμαϊκοῖς γράμμασι" καὶ ταῦτα ἀκούσας τταρ᾽ αὐτοῦ ὡς δοῦλος καὶ ὑποκείμενος ὑπήκουσα καὶ ἔγραψα καὶ δέδωκα αὐτὰ τούτῳ αὐτῷ τῷ κυρῷ Κωνσταντίνῳ τῷ πρεσβυτέρῳ καὶ γραμματικῷ.

Ἡ ἁγία σύνοδος ἐξεβόησεν᾽

᾿Ανάθεμα τῷ λεγομένῳ λόγῳ Μηνᾶ πρὸς Βιγίλλιον καὶ τοῖς πιλασαμένοις αὐτὸν ἤγουν συγγραψαμένοις’ ἀνάθεμα τοῖς λεγομένοις γεγενῆσθαι λιβέλλοις ἀπὸ Βιγιλλίου πρὸς Ἰουστινιανὸν καὶ Θεοδώραν τοὺς ἐν θείᾳ τῇ λήξει τοῖς καὶ φάλσοις ἀποδειχθεῖσιν᾽ ἀνάθεμα περιεκτικῶς τοῖς φαλσεύσασι τὰ πεπραγμένα τῆς ἁγίας καὶ οἰκουμενικῆς πέμπτης συνόδον᾽ ἀνάθεμα τοῖς διδάξασι καὶ ἐκθεμένοις καὶ διδάσκουσιν ἢ καὶ μέλλουσι διδάσκειν ἕν θέλημα καὶ μίαν ἐνέργειαν ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν, τοῦ ἑνὸς τῆς ἁγίας τριάδος.

Ταῖς ἁγίαις τετράσι συνόδοις αἰωνία ἡ μνήμη᾽ τῇ ἁγίᾳ πέμττῃ συνόδῳ αἰωνία ἡ μνήμη᾽ πολλὰ τὰ ἔτη τοῦ βασιλέως" Κωνσταντίνου μεγάλου βασιλέως πολλὰ τὰ ἔτη᾽ εἰρηνοποιοῦ βασιλέως πολλὰ τὰ ἔτη᾽ τοῦ φύλακος τῆς ὀρθοδοξίας πολλὰ τὰ ἔτη. ᾿

Υἱὲ θεοῦ, ζωὴν αὐτῷ" υἱὲ θεοῦ, νίκας αὐτῷ.

Θεόδωρος ὁ θεοφιλέστατος ἐπίσκοπος πόλεως Τριμιθούντων τῆς Κυπρίων νήσου ἐπέχων τὸν τόπον Ἐπιφανίου τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου τῆς αὐτῆς Κυπρίων νήσου, ἅμα Στρατονίκῳ τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ Σόλων καὶ Τύχωνι τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ τοῦ Κιτίου, ἀμφοτέρων τῆς συνόδου τυγχανόντων τῆς εἰρημένης φιλοχρίστου τῶν Κυ-πρίων νήσου, εἶττον᾽

᾿Αναδιδάσκομεν τοὺς ἐνδοξοτάτους ὑμᾶς καὶ τὴν ἁγίαν καὶ οἰκουμενικὴν ὑμῶν σύνοδον, ὡς χρήσεις διαφόρων ἁγίων καὶ ἐκκρίτων πατέρων ἐπιφερόμεθα δηλούσας δύο φυσικὰ θελήματα καὶ δύο φυσικὰς ἐνεργείας ἐτὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν, ἐν αἷς ἔγκειται χρῆσις τοῦ ἁγίου ᾿Αθανασίου τοῦ γενομένου ἀρχιεπισκόπου ᾿Αλεξανδρείας ἐκ τοῦ λόγου τοῦ ἐπιγεγραμμένου εἰς τὸ εὐαγ-γελικὸν ῥητὸν τὸ φάσκον᾽ νῦν ἡ ψυχή μου τετάρακται. ὕπεστι δὲ ἡμῖν κατὰ χώραν καὶ ἡ βίβλος τοῦ αὐτοῦ ἁγίου ᾿Αθανασίου ἡ ἔχουσα ἐφ᾽ ὁλοκλήρῳ τὸν τοιοῦτον αὐτοῦ λόγον. εἰσελθόντων δὲ ἡμῶν ἀρτίως ἐνταῦθα κατὰ κέλευσιν τοῦ εὐσεβεστάτου καὶ θεοστέπτου μεγάλου ἡμῶν βασιλέως καὶ ἀναζητησάντων βίβλους, ὧν ἐπιφερόμεθα πατρικῶν χρήσεων εἰς τὸ ταύτας προκομίσαι τῇ ἁγίᾳ ὑμῶν συνόδῳ, εὕρομεν χαρτῷον παλαιότατον βιβλίον ἔχον διαφόρους ὁμιλίας τοῦ αὐτοῦ ἁγίου ᾿Αθανασίου, ἐν αἷς ἔγκειται καὶ ὁ αὐτὸς εἰς τὸ νῦν ἡ ψυχή μου τετάρακται λόγος. αἰτοῦμεν οὖν τήν τε ὑμετέραν ἐνδοξότητα καὶ τὴν ἁγίαν καὶ οἰκουμενικὴν ὑμῶν σύνοδον, εἰ παρίσταται αὐτῇ τὸ τοιοῦτον βιβλίον ἐν χερσὶν ἡμῶν ὑπάρχον ἐπιδοῦναι ἡμᾶς πρὸς ἀνάγνωσιν.

Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἁγία σύνοδος εἶπον"

Ἥνπερ ἔφησαν μετὰ χεῖρας ἔχειν τοῦ ἁγίου ᾿Αθανασίου βίβλον οἱ θεοφιλεῖς ἐπίσκοποι τῆς Κυπρίων νήσου, ταύτην ὑποδεχόμενοι οἱ ὑπεκλαμβάνοντες τὰ ἐν τῇ παρούσῃ ἁγίᾳ συνόδῳ πραττόμενα εἰς ἐπήκοον πάντων ἡμῶν τὸν ἐν αὐτῇ φερόμενον εἰς τὸ νῦν ἡ ψυχή μου τετάρακται λόγον ἀναγινωσκέτωσαν.

Καὶ λαβὼν ᾿Αγάθων ὁ εὐλαβέστατος ἀναγνώστης καὶ νοτάριος τοῦ ἁγιωτάτου πατριάρ-χου Κωνσταντινουπόλεως τὸ αὐτὸ βιβλίον ἀνέγνω τὸν ἐν αὐτῷ ἐμφερόμενον λόγον ἔχοντα ἐπὶ λέξεως οὕτως"

᾿Αθανασίου ἀρχιεπισκόπου ᾿Αλεξανδρείας εἰς τὸ νῦν ἡ ψυχή μου τετάρακται.

Τῆς ὁμοιώσεως τοῦ κυρίου τῆς πρὸς ἡμᾶς ἡ ὠφέλεια μεγάλη, ὅτι καὶ ἡμεῖς ὁμοιούμεθα πρὸς αὐτόν. εἰ γὰρ μὴ αὐτὸς ὡμοίωτο πρὸς ἀνθρώπους, οὐκ ἠδύναντο ἄνθρωποι ὁμοι-οὔσθαι πρὸς θεόν, ἀλλὰ πρὸς θεὸν ἄνθρωπον γενόμενον ὁμοιοῦνται ἄνθρωποι. ἔδει δὴ τὸν εἰς ὁμοίωσιν ἡμῶν καταβαίνοντα κατὰ τοῦτο μάλιστα ὁμοιωθῆναι, καθ᾽’ ὃ μεταβολῆς ἐδεόμεθα’ μεταβολῆς δὲ ἐδεόμεθα κατὰ τὰ πάθη, ἵνα ταῦτα εἰς ἀπάθειαν μεταστῇ. μηδεὶς δὴ ἀπιστείτω περὶ τῶν παϑῶν οἰόμενος τρέπεσθαι τὴν θεότητα' ἀλλὰ προσγενόμενον αὐτῇ τὸ πάθος ἀπὸ τοῦ σαρκικοῦ καὶ ψυχικοῦ κινήματος ἐνθυμείσθω καὶ προσγινόμενον καὶ νικώμενον. διὰ γὰρ τοῦτο προσγέγονεν ἵνα νικηθῇ, καὶ διὰ τοῦτο νενίκηται, ἵνα ἡ πᾶσα ἀνθρώπων φύσις κατὰ τὸ συγγενὲς εὐεργετηθῇ. ἐκεῖθεν γὰρ ἀρξάμενοι μετασχημα-τιζόμεθα πάντες ἐκ πασχόντων ἀπαθεῖς, καὶ ἀπὸ νεκρῶν ζῶντες καθιστάμενοι. μὴ οὖν ταραττέσθω τις εἰς ἀπιστίαν, εἰ λέγει θεὸς ὧν ὁ κύριος ἅμα καὶ ἄνθρωπος’ νῦν ἡ ψυχή μου τετάρακται, τοῦτο γὰρ ἐγένετο τῆς μὲν θεότητος εἰκούσης, τῆς δὲ σαρκὸς ἐγειρομένης" δυνατὸν {(γὰρσ ὃν τῇ θεότητι κωλῦσαι τὴν ταραχήν, ἀλλ᾽ οὐ βουλομένης αὐτῆς, ἵνα μὴ τὴν ὁμοίωσιν τὴν πρὸς ἡμᾶς διαλύσῃ.

Τοιοῦτο δή τι νοητέον ἐκ τῶν καθ᾽ ἡμᾶς πραγμάτων. κεκραμένον μέλι πρὸς ὕδωρ, οὐ δὴ τὸ μέλι μεταβέβληται, ἀλλὰ τὸ ὕδωρ ἐπλεόνασεν. ὅτε δὴ κίνημα τὸ τῆς σαρκὸς ἐν τῷ κυρίῳ, τοιοῦτό τι λάβωμεν ὁμοίωμα ὥσπερ ὕδατος ἐν μελικράτῳ, (οἷον ἐν μέλι κεκραμένῳ» πλεονασμόν᾽ ὅτε δὲ πάλιν τὸ θεϊκὸν ἐκφαίνηται καὶ ἐνεργεῖ δυνάμεις καὶ δείκνυσι τὴν ἐξουσίαν, τοιαύτην ὁμοίωσιν λάβωμεν ὥσπερ τοῦ μέλιτος ἐπικρατοῦντος τὸ ὕδωρ. δυ-νατὸν γὰρ τῇ θεότητι τοῦτο ποτὲ μὲν τῇ σαρκὶ παραχωρεῖν εἰς τὸ πλεονάσαι, ποτὲ δὲ αὐτὴν ἐπικρατῆσαι ἀναιροῦσαν τὸ πάθος καὶ τὸ τῆς σαρκὸς ἀσθενές. τεκμήριον δὲ τεσσαράκοντα ὅλας ἡμέρας ἀπέχεται τροφῆς σωματικῆς καὶ οὐ πεινᾷ τὸ σῶμα μετὰ γὰρ ταῦτα, καθὼς γέγραπται, πεπείνακεν ἐνταῦθα σαρκὸς πλεονασμός, εἶτα ἐπείνασε μετὰ τὸν τοσοῦτον χρόνον ἐπλεόνασε τὸ τῆς σαρκός" διὰ τοῦτο ἵνα καὶ πεῖρα προσενεχθῇ καὶ ὁ πειράζων καταισχυνθῇ καὶ ὁ ἐξ ἀρχῆς ἄνθρωπος διὰ βρῶμα πεσὼν δι' ἐγκράτειαν βρώμα-τος ἀναστῇ. φέρει δὴ καὶ τὴν ταραχὴν τῆς σαρκὸς ἐπὶ τῷ θανάτῳ προσιόντι’ καὶ πῶς γὰρ ἔμελλεν ὑπήκοος γενέσθαι τὴν ἡμετέραν ὑπακοὴν πληρῶν ἀνθ᾽ ἡμῶν, εἰ μὴ καὶ πρὸς ἐναντίωμα ἔσχε καὶ τοῦ ἐναντιώματος ἐπεκράτησεν. ἡμῖν γάρ, ἐπειδάν τι ἐκ τῆς σαρκὸς ἐναντίωμα γένηται, εἰ παρακούσαιμεν τοῦ προστάγματος νικηθέντες σαρκί, τοῦτον τὸν τρόπον ἡ ἁμαρτία συμβαίνει. οὐκοῦν καὶ ἐν τῷ κυρίῳ τὸ μὲν ἐναντίωμα ἔδει γενέσθαι τὸ ἀπὸ τῆς σαρκός, νικῆσαι δὲ τὴν ὑπακοήν. εἰ γὰρ καὶ θεὸς (ἦν, ἀλλ᾽ ἐν σαρκὶ καὶ κατὰ σάρκα, τὴν ὑπακοὴν πληροῖ καὶ τοῦ θελήματος τῆς σαρκὸς τῷ θελήματι τῆς θεότητος κρατεῖ, καθὰ {προλείρηκεν, ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμπιψαντός μὲ πατρός, ἴδιον λέγων θέλημα αὐτοῦ τὸ τῆς σαρκός, ἐπεὶ καὶ ἡ σὰρξ ἰδία αὐτοῦ γέγονεν. οὐ γάρ ἐστι θέλημα υἱοῦ θεϊκὸν θελήματος θεοῦ κεχωρισμένον. ἔδει δὴ τὸ τῆς σαρκὸς θέλημα κινηθῆναι, ὑποταγῆναι δὲ τῷ θελήματι τῷ θεϊκῷ, καὶ οὕτως αἱ τῶν ἀνθρώπων παρακοαὶ λύονται διὰ τῆς παραδόξου ταύτης ὑπακοῆς, ἣν Χριστὸς ὑπήκουσεν ὑπὲρ ἡμῶν.

Ὅρα δὴ τοῦ κινήματος τοῦ σαρκικοῦ γενομένου τί φησι καὶ τί εἴττω; ττάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης; ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. πάτερ, δόξασόν σου τὸ ὄνομα. τό" τί εἴττω; πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης ἐφθέγξατο κατὰ τὴν κίνησιν τῆς σαρκός, τό᾽ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην {τῆς θεότητος ὑπερνικώσης» φθέγγεται, σχεδόν τι μηδὲ φανῆναι τῷ σαρκικῷ θελήματι συγχωροῦντος τοῦ θεϊκοῦ. τὸ γάρ᾽ τί εἴπω; ὥσπερ ἐγκόπτοντός ἐστι ῥῆμα, ὡς φανῆναι μὲν ἡμῖν, ὅτι καὶ σὰρξ ἀληθής, ὑποταττομένη δὲ ἡ σὰρξ καὶ οὐ δυναμένη περισπάσαι καθάπερ ἵππος τὸν ἐπιβάτην, οὐδ᾽ ὅσον ὀκλάσαι τὴν χεῖρα τὴν ἡνιοχοῦσαν. καὶ δὴ καὶ τί λογίζεται τὸ πάθος; οὐκ ἀδοξίαν, οὐκ αἰσχύνην, ἀλλὰ δόξαν ἑαυτοῦ καὶ πατρός, καὶ ἐπισπεύδει μᾶλλον ἢ ἀποτρέπει τὸ πάθος πάτερ, δόξασόν σου τὸ ὄνομα᾽ οὐκ ἔσται, φησίν, οὐδεμία πιαραίτησις παρ᾽ ἐμοῦ, ἀλλ᾽ εἴξει τὸ παραιτούμενον καὶ κρατήσει τὸ μὴ παραιτούμενον. σαρκικὴ μὲν γὰρ φύσις παραιτεῖται τὸν θάνατον, καὶ ἦν τοῦτο ἐν Χριστῷ, ἐπειδὴ καὶ γέγονε σὰρξ ὁ λόγος ἀληθῶς, θεϊκὴ δὲ βούλησις αἱρεῖται τὴν κόσμου σωτηρίαν, ἣν ὁ θάνατος κατειργάσατο. εἶτα πληρουμένη φαίνεται τό ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με λέγει ὁ Χριστός" πάτερ, δόξασόν σου τὸ ὄνομα, καὶ ἀπόκρισις ἐξ οὐρανοῦ’ καὶ ἐδόξασα καὶ πάλιν δοξάσω, ἵνα ἴδωμεν, ὅτι διάστασις οὐδεμία, οὐδὲ χωρισμὸς πατρὸς καὶ υἱοῦ, μᾶλλον δὲ ἵνα κερδάνωμεν τὴν συνάφειαν ἡμῶν τὴν πρὸς θεὸν ἐν Χριστῷ γενομένην. οὐδεὶς μὲν γὰρ ἀνθρώπων, ὃς οὐκ ἀπέσπασεν ἑαυτὸν ἀπὸ θελήματος θεοῦ κατά τι μέρος ἢ πράγματος ἢ χρόνου" ἐν μόνῳ δὲ Χριστῷ τὸ ἀχώριστον τῆς θελήσεως ἐφυλάχθη, ᾧ συνακολουθοῦντες κερδαίνομεν τὴν συνάφειαν τὴν πρὸς θεόν, καὶ τὴν ἕνωσιν τὴν σωτήριον καθ’ ὁμοίωσιν αὐτοῦ, καθ’ ὁμοίωσιν τῆς θείας ἑνώσεως, ὡς αὐτὸς εἴρηκεν᾽ ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν, οὕτω καὶ οὗτοι ἐν ἡμῖν ἕν ὦσιν.

Ἡ ἁγία σύνοδος εἶπε"

Σαφῶς καὶ νῦν ἐν τῷ ἀναγνωσθέντι λόγῳ δύο φυσικὰ θελήματα ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ ἑνὸς τῆς ἁγίας τριάδος κυρίου Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν ὁ ἀοίδιμος ἐτράνωσεν ᾿Αθανάσιος.

Δομέτιος ὁ θεοφιλέστατος ἐπίσκοτος Πλουσιάδος εἴπεν᾽

᾿Αναφέρω τῇ τε ὑμῶν ἐνδοξότητι καὶ τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ ὑμῶν συνόδῳ, ὡς

Πολυχρόνιός τις πρεσβύτερος καὶ μοναχὸς ὁμόφρων ὑπάρχων Μακαρίου καὶ Στεφάνου

τῶν αἱρετικῶν, ἐκείνων τε συνιστᾶν τὰ ἀσεβῆ βουλόμενος δόγματα οὐ μετρίως τοὺς ἁπλουστέρους ἀπατᾷ διὰ τῆς ἀσεβοῦς αὐτοῦ ψευδοδιδασκαλίας. εἰ οὖν παρίσταται τῇ τε ὑμῶν ἐνδοξότητι καὶ τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ ὑμῶν συνόδῳ, τοῦτον [ὡς] {πρὸς ἡ μᾶς γενέσθαι καὶ τὰ περὶ τῆς οἰκείας αὐτοῦ πίστεως διεξελθεῖν. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἁγία σύνοδος εἴπτον᾽

᾿Αρκούντως μὲν ἔχει τὰ κατὰ τὴν σήμερον ἡμέραν πραχθέντα. Πολυχρόνιος δὲ ὁ εὐλα-βέστατος πρεσβύτερος καὶ μοναχὸς καθ’ ἑτέραν πρὸς ἡμᾶς ἀγέσθω ὀφείλων περὶ τῆς οἰκείας αὐτοῦ ἐπερωτηθῆναι πίστεως.

38
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать