VI Οικουμενική Σύνοδος (680)

6 ΟΣ - πραξισ 13

ΠΡΑΞΙΣ ΤΡΙΣΚΑΙΔΕΚΑΤΗ

Ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν βασιλείας τῶν θεοστέπτων καὶ γαληνοτάτων ἡμῶν δεσπότων Φλαβίων Κωνσταν-τίνου μὲν τοῦ εὐσεβεστάτου (καὶ θεοψηφίστου» μεγάλου βασιλέως αἰωνίου αὐγούστου καὶ αὐτοκράτορος ἔτους εἰκοστοεβδόμον καὶ μετὰ ὑπατείαν τῆς αὐτοῦ θεοσόφου πραότητος ἔτους τρισκαιδεκάτου Ἡρακλείου δὲ καὶ Τιβερίου τῶν θεοφυλάκτων αὐτοῦ ἀδελφῶν ἔτους εἰκοστοδευτέρου τῇ εἰκάδι ὀγδόῃ τοῦ Μαρτίου μηνός ἰνδικτιῶνος ἐνάτης.

Προτεθειμένου τοῦ σεβασμιωτάτου σένσου τοῦ εὐσεβεστάτονυ καὶ φιλοχρίστου ἡμῶν βασιλέως Κωνσταντίνου ἐν τῷ σεκρέτῳ τοῦ θείου παλατίου τῷ οὕτω ἐπιλεγομένῳ Ἰρούλλῳ καὶ κατὰ κέλευσιν τῆς αὐτοῦ θεοσόφου γαλήνης ἐκ προσώπον αὐτοῦ παρόντων καὶ ἀκροωμένων

Κωνσταντίνου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ κουράτωρος τοῦ βασιλικοῦ τῶν Ὁρμίσδονυ οἴκου

᾿Αναστασίου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ τοποτηρητοῦ τοῦ κόμητος τοῦ βασιλικοῦ ἐξκουβίτον

Πολυεύκτου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων καὶ

Πέτρου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων.

Συνελθούσης δὲ καὶ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς κατὰ βασιλικὸν θέσπισμα

συναθροισθείσης ἐν ταύτῃ τῇ θεοφυλάκτῳ καὶ βασιλίδι πόλει, τουτέστι

Θεοδώρου καὶ [Γεωργίου τῶν εὐλαβεστάτων πρεσβυτέρων καὶ Ἰωάννου τοῦ εὐλαβεστάτου διακόνου, ἐπεχόντων τὸν τόπον τοῦ ὁσιωτάτου καὶ ἁγιωτάτου πάπα τῆς πρεσβυτέρας Ῥώμης ᾿Αγάθωνος, καὶ

[εωργίου τοῦ ὁσιωτάτον καὶ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς μεγαλωνύμου ταύτης Κωνσταντινουπόλεως νέας Ῥώμης καὶ

Πέτρου τοῦ θεοφιλεστάτου πρεσβυτέρου μοναχοῦ καὶ τοποτηρητοῦ τοῦ θρόνου τῆς ᾿Αλεξανδρέων μεγαλοπόλεως καὶ

[εωργίον τοῦ εὐλαβεστάτου πρεσβυτέρου μοναχοῦ καὶ ἀποκρισιαρίου Θεοδώρου τοῦ ὁσιωτάτου τοποτηρητοῦ τοῦ θρόνου Ἱεροσολύμων

Ἰωάννου ἐπισκόπου πόλεως Πόρτου, ᾿Αβουνδαντίου ἐπισκόπου πόλεως Πατέρνονυ, Ἰωάν-νου ἐπισκόπου πόλεως Ῥηγίου, ἔπεχόντων τὸν τόπον τῆς κατὰ τὴν πρεσβυτέραν Ῥώμην ὁσίας τῶν ἑκατὸν εἴκοσι πέντε θεοφιλῶν ἐπισκόπων συνόδου τῶν καὶ δι᾽ οἰκείων ὑπογραφῶν δηλουμένων ἐν τῇ γενομένῃ πρὸς τὸν εὐσεβέστατον βασιλέα Κωνσταντῖνον παρ᾽ αὐτῶν ἀναφορᾷ, καὶ

Θεοδώρου τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ τοποτηρητοῦ τοῦ θεοφιλεστάτου ἀρχιεπι-σκόπου Ῥαβέννης Θεοδώρου

Ἰωάννου ἐπισκόπου Θεσσαλονίκης

Βασιλείου ἐπισκόπου πόλεως Γορτύνης τῆς Κρητῶν νήσου

Φιλαλήθους ἐπισκόπου Καισαρείας Καπτταδοκίας

Θεοδώρου ἐπισκόπου Ἐφέσου

Σισινίου ἐπισκόπου Ἡρακλείας Θράκης

Πλάτωνος ἐπισκόπου ᾿Αγκύρας [ἀλατίας

[ξεωργίον ἐπισκόπου Κυζίκου

Μαρίνου ἐπισκόπου Σάρδεων

Πέτρου ἐπισκόπου Νικομηδείας

Φωτίονυ ἐπισκόπου Νικαίας

Ἰωάννου ἐπισκόπου Χαλκηδόνος

Ἰωάννου ἐπισκόπου Σίδης

Θεοδώρου ἐπισκόπου Μελιτηνῆς

Ἰουστίνου ἐπισκόπου Τυάνων

᾿Αλυπίου ἐπισκόπου [αγγρῶν

Κυπριανοῦ ἐπισκόπου Κλαυδιουπόλεως

Πολυεύκτου ἐπισκόπου Μύρων τῆς Λυκίας

Θεοδώρου ἐπισκόπου Σταυρουπόλεως Καρίας

Τιβερίου ἐπισκόπου Λαοδικείας Φρυγίας

Κοσμᾶ ἐπισκόπου Συνάδων

Στεφάνου ἐπισκόπου ᾿Αντιοχείας Πισιδίας

Ἰωάννου ἐπισκόπου Πέργης

Θεοπέμπτου ἐπισκόπου Ἰουστινιανουπόλεως ἤτοι Μωκισσοῦ

Ἰσιδώρονυ ἐπισκόπου Ῥόδον

Σισινίου ἐπισκόπου Ἱεραπόλεως Φρυγίας

Θεοδώρου ἐπισκόπου Ταρσοῦ

Μακροβίου ἐπισκόπου Σελευκίας Ἰσαυρίας

Γεωργίου ἐπισκόπου Βυζίης Θράκης

Ζαχαρίου ἐπισκόπου Λεοντουπόλεως Ἰσαυρίας

Γρηγορίου ἐπισκόπου Μιτυλήνης

[εωργίου ἐπισκόπου Μιλήτου

Σεργίου ἐπισκόπου Σηλυβρίας

᾿Ανδρέου ἐπισκόπου Μεθύμνης

Θεογνίου ἐπισκόπου Κίου

Ἐπιφανίου ἐπισκόπου Εὐχαίτων

Πέτρου ἐπισκόπου Μεσημβρίας

Πέτρου ἐπισκόπου Σωζοτπόλεως Θράκης

Ἰωάννου ἐπισκόπου Νύσσης

Θεοδώρου ἐπισκόπου τῶν Βασιλικῶν Θερμῶν

Γεωργίου ἐπισκόπου Καμουλιανῶν

Ζωΐτου ἐπισκόπου Χριστουπόλεως ᾿Ασίας

Πατρικίου ἐπισκόπου Μαγνησίας

᾿Αντωνίου ἐπισκόπου Ὑπαίπων

Θεοδώρου ἐπισκόπου Περγάμου

[ἐνεσίου ἐπισκόπου ᾿Αναστασιουπόλεως

Πλάτωνος ἐπισκόπου Κίννης

Στεφάνου ἐπισκόπου Βηρινουπόλεως

᾿Ανδρέου ἐπισκόπου Μνίζου

Ἰωάννου ἐπισκόπου Μιλητουπόλεως

Ἰωάννου ἐπισκόπου Φιλαδελφείας

Θεοδώρου ἐπισκόπου Πραινέτου

Ἰωάννου ἐπισκόπου {τοῦδ Δασκυλίου

Θεοδώρου ἐπισκόπου Ἰουστινιανουπόλεως Γόρδου

Μηνᾶ ἐπισκόπου Καραλίας Παμφυλίας

Καλλινίκου ἐπισκόπου Κολωνείας ᾿Αρμενίας

Θεοδώρου ἐπισκόπου Βερίσσης

Τιβερίου ἐπισκόπου ᾿Αμισσοῦ

Σεργίου ἐπισκόπου Σινώπης

[ἐωργίου ἐπισκόπου Ἰουνοπόλεως

Στεφάνου ἐπισκόπου Ἡρακλείας Πόντου

Λογγίνου ἐπισκόπου Τίου

Δομετίου ἐπισκόπου Πλουσιάδος

[εωργίου ἐπισκόπου Κρατίας

Πλάτωνος ἐπισκόπου ᾿Αδριανουπόλεως

Σολομῶνος ἐπισκόπου Κλανέον

Ἰωάννου ἐπισκόπου Ἐρίζων

Ἰωάννου ἐπισκόπου Μύνδον

Πατρικίου ἐπισκόπου Ἰλούζων

Πέτρου ἐπισκόπου ᾿Αππίας

᾿Αλεξάνδρου ἐπισκόπου Νακολίας

Δομετίου ἐπισκόπου Πρυμνησσοῦ

Κωνσταντίνου ἐπισκόπου Βαράτης

Θεοδοσίου ἐπισκόπου Ψιβίλων

Παύλου ἐπισκόπου Σωζοπόλεως Πισιδίας

Πλουσιανοῦ ἐπισκόπου τοῦ Συλζ(λδέου

Θεοδώρου ἐπισκόπου Ναζιανζοῦ

[ξεωργίου ἐπισκόπου Κώου

Δημητρίου ἐπισκόπου Τίνου

Στεφάνου ἐπισκόπου Πάρου

Γρηγορίου ἐπισκόπου Καντάνου

Ἰωάννου ἐπισκόπου Λάπτπης

Εὐλαλίου ἐπισκόπου Ζηνωνουπόλεως

Κωνσταντίνου ἐπισκόπου Δαλισανδοῦ

Θεοδώρου ἐπισκόπου Ὄλβης

Θεοφάνους τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ ἡγουμένου τοῦ ἐν Σικελίᾳ εὐαγοῦς μο-ναστηρίου ἐπιλεγομένου Βαίων

[ξωργίου πρεσβυτέρου καὶ μοναχοῦ μονῆς. τῶν Ῥενάτης διακειμένης ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ

Κόνωνος καὶ Στεφάνου πρεσβυτέρων καὶ μοναχῶν μονῆς ἐπιλεγομένης Δόμου ᾿Αρσικίας διακειμένης ὡσαύτως κατὰ τὴν πρεσβυτέραν Ῥώμην.

Καὶ καθεσθέντων τῶν τε ἐνδοξοτάτων πατρικίων καὶ ὑπάτων καὶ πάντων τῶν ὁσιωτάτων καὶ θεοφιλῶν ἐπισκόπων κατὰ τάξιν ἐν τῷ αὐτῷ τοῦ Τρούλλου σεκρέτῳ, προκειμένων ἐν μέσῳ τῶν ἁγίων καὶ ἀχράντων Χριστοῦ τοῦ θεοῦ ἡμῶν εὐαγγελίων, Κωνσταντῖνος ὁ θεοσεβέστατος [ἀρχ!] διάκονος τῆς ἐνταῦθα ἁγιωτάτης τοῦ θεοῦ καθολικῆς καὶ ἀποστολι-κῆς μεγάλης ἐκκλησίας καὶ πριμμικήριος τῶν θεοσεβεστάτων νοταρίων τοῦ ἁγιωτάτου πατριάρχου τῆς θεοφυλάκτου ταύτης καὶ βασιλίδος πόλεως [εωργίου εἴπτεν᾽

Ἐπὶ μνήμης φέρει ἡ ἁγία καὶ οἰκουμενικὴ ὑμῶν σύνοδος, ὡς κατὰ τὴν προλαβοῦσαν συνέλευσιν διελαλήθη αὐτῇ ἐκ τῶν ἐνδοξοτάτων ἀρχόντων, ἐφ᾽ ᾧ τὴν οἰκείαν ἀποφήνασθαι γνώμην περί τε Σεργίου, Ὁνωρίου καὶ Σωφρονίου τῶν γενομένων πατριαρχῶν, καὶ ὑπέσχετο τοῦτο καθ᾽ ἑτέραν διαπράττεσθαι, καὶ ὡς μετὰ {τὸν τὰ συνεωραθέντα παρὰ τῆς ἁγίας ὑμῶν συνόδου προελθεῖν τε καὶ κυρωθῆναι ἐπὶ Μακαρίῳ ἠτήσαντο οἱ ὑπὸ τὸν θρόνον τελοῦντες τῆς ᾿Αντιοχέων πόλεως θεοφιλεῖς ἐπίσκοποι καὶ εὐλαβέστατοι κληρικοὶ ἀνενεχθῆναι τῷ εὐσεβεστάτῳ καὶ γαληνοτάτῳ ἡμῶν δεσπότῃ καὶ μεγάλῳ βασιλεῖ ἕτερον προχειρισθῆναι εἰς τὸν τῆς ᾿Αντιοχέων πόλεως θρόνον, καὶ ὑποβάλλομεν πρὸς τὸ παριστά-μενον. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἁγία σύνοδος εἶττον᾽

᾿Αναγινωσκέσθωσαν τὰ ἤδη πραχθέντα. Καὶ ἀνεγνώσθησαν. Οἱ ἐνδοξότατοι ἄρχοντες εἴττον᾽

Διεξίτω ἡ ἁγία καὶ οἰκουμενικὴ ὑμῶν σύνοδος τὰ κατὰ τὴν προτεραίαν ὑποσχεθέντα παρ᾽ αὐτῆς.

Ἡ ἁγία σύνοδος εἶπε;

Κατὰ τὴν γενομένην τῇ ὑμετέρᾳ ἐνδοξότητι παρ᾽ ἡμῶν ὑπόσχεσιν ἀνακρίναντες τὰς ὡς ἀπὸ Σεργίου τοῦ γενομένου πατριάρχου ταύτης τῆς θεοφυλάκτου καὶ βασιλίδος πόλεως γραφείσας δογματικὰς ἐπιστολὰς πρός τε Κῦρον τὸν τηνικαῦτα γενόμενον ἐπίσκοπον τοῦ Φάσιδος καὶ Ὁνώριον τὸν γενόμενον πάπαν τῆς πρεσβυτέρας Ῥώμης, ὡσαύτως δὲ καὶ τὴν ἀπ’ ἐκείνου, τουτέστιν Ὁνωρίου, πρὸς αὐτὸν Σέργιον ἀντιγραφεῖσαν ἐπιστολὴν καὶ ταύτας εὑρηκότες πάντῃ ἀλλοτρίας τυγχανούσας τῶν ἀποστολικῶν διδαγμάτων καὶ τῶν ὁρισθέντων ὑπὸ τῶν ἁγίων συνόδων καὶ πάντων τῶν ἐκκρίτων πατέρων, ἑπομένας δὲ ταῖς τῶν αἱρετικῶν ψευδοδιδασκαλίαις, ταύτας πάντῃ ἀποβαλλόμεθα καὶ ὡς ψυχοφθόρους βδελυττόμεθα᾽ ὧν δέ, τουτέστιν τῶν αὐτῶν, ὧν τὰ ἀσεβῆ ἀποστρεφόμεθα δόγματα, τούτων καὶ τὰ ὀνόματα ἐκ τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας ἐκβληθῆναι ἐκρίναμεν, τουτέστι Σεργίου τοῦ γενομένου προέδρου ταύτης τῆς θεοφυλάκτου καὶ βασιλίδος πόλεως, τοῦ ἀρξαμένον περὶ τοῦ τοιούτου ἀσεβοῦς συγγράφεσθαι δόγματος, Κύρον τοῦ ᾿Αλεξανδρείας, Πύρρου, Παύλου καὶ Πέτρου, καὶ αὐτῶν προεδρευσάντων ἐν τῷ θρόνῳ τῆς θεοφυλάκτον ταύτης πόλεως καὶ τὰ ὅμοια ἐκείνοις φρονησάντων, εἶτα δὲ καὶ Θεοδώρου τὸῦ τῆς Φαρὰν γενομένου ἐπισκόπου, ὧν πάντων προγεγραμμένων προσώπων ἐπεμνήσθη ἐν τῇ πρὸς τὸν εὐσεβέστατον καὶ θεοστήρικτον ἡμῶν δεσπότην καὶ μέγαν βασιλέα ἀναφορᾷ ᾿Αγάθων ὁ ἁγιώτατος καὶ τρισμακάριστος τῆς πρεσβυτέρας Ῥώμης πάπας καὶ ἀπεβάλλετο ὡς ἐναντίως τῆς ὀρθοδόξου ἡμῶν πίστεως φρονήσαντας, οὺς καὶ ἀναθέματι καθυποβληθῆναι ὁρίζομεν. πρὸς τούτοις δὲ συνεκβληθῆναι ἐκ τῆς ἁγίας τοῦ θεοῦ (καθολικῆς) ἐκκλησίας καὶ συναναθεματισθῆναι συνείδομεν καὶ Ὁνώριον τὸν γενόμενον πάπαν τῆς πρεσβυτέρας Ῥώμης διὰ τὸ εὑρηκέναι ἡμᾶς διὰ τῶν γενομένων παρ᾽ αὐτοῦ γραμμάτων πρὸς Σέργιον κατὰ πάντα τῇ ἐκείνου γνώμῃ ἐξακολουθήσαντα καὶ τὰ αὐτοῦ ἀσεβῆ κυρώσαντα δόγματα. διεσκεψάμεθα δὲ καὶ τὰ συνοδικὰ Σωφρονίου τοῦ τῆς ὁσίας μνήμης γενομένου [πατριάρχου] (ἀρχιεπισκόπου τῆς ἁγίας Χριστοῦ τοῦ θεοῦ ἡμῶν Ἱεροσολυμιτῶν πόλεως, καὶ ταῦτα εὑρηκότες τῇ ἀληθεῖ πίστει συμβαίνοντα καὶ ταῖς ἀποστολικαῖς καὶ τῶν ἁγίων καὶ ἐκκρίτων πατέρων διδασκαλίαις ἐφάμιλλα ὡς ὀρθόδοξα ἐνεκρίναμεν καὶ ὡς ἐπωφελῆ ὄντα τῇ ἁγίᾳ καθολικῇ καὶ ἀποστολικῇ ἐκκλησίᾳ παραδε-ξάμεθα καὶ τὸ ὄνομα αὐτοῦ ἐνταγῆναι ἐν τοῖς ἱεροῖς διτττύχοις τῶν ἁγίων ἐκκλησιῶν δίκαιον εἶναι ἐκρίναμεν. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶττον᾽

Τὸ ἀποχρῶν τῇ ἐρωτήσει ποιησαμένη ἡ ἁγία καὶ οἰκουμενικὴ ὑμῶν σύνοδος ἕνεκεν τῶν παρ᾽ ἡμῶν προταθέντων αὐτῇ προσώπων Σεργίου καὶ Ὁνωρίου τῶν γενομένων πα-τριαρχῶν, ἔτι δὲ καὶ Σωφρονίου τοῦ τῆς ὁσίας μνήμης γενομένον ἀρχιεπισκόπου Ἵερο-σολύμων, διεξελθοῦσα δὲ καὶ περὶ Πύρρου, Παύλον καὶ Πέτρου τῶν γενομένων προέδρων τῆς θεοφυλάκτου ταύτης καὶ βασιλίδος πόλεως, πρὸς τούτοις δὲ καὶ Κύρου τοῦ γενομένου πάπα ᾿Αλεξανδρείας καὶ Θεοδώρου τοῦ γενομένου ἐπισκόπου πόλεως Φαράν, διαλαλήσει πρὸς [εἐώργιον τὸν θεοσεβέστατον διάκονον καὶ χαρτοφύλακα τῆς ἐνταῦθα ἁγιωτάτης τοῦ θεοῦ μεγάλης ἐκκλησίας τοῦ εἰς μέσον πρὸς ἀνάγνωσιν ἀγαγεῖν τὰ ἀποκείμενα ἐν τῷ εὐαγεῖ πατριαρχείῳ τῶν εἰρημένων προσώπων συνοδικὰ ἢ καὶ δογματικὰ συγγράμματα ἢ καὶ ἐπιστολὰς πρὸς τὸ καὶ ἡμᾶς λαβεῖν τὴν αὐτῶν κατάληψιν. περὶ γὰρ τῆς γενομένης αἰτήσεως παρὰ τῶν ὑπὸ τὸν θρόνον τῆς ᾿Αντιοχέων μεγαλοπόλεως τελούντων θεοφιλῶν ἐπισκότων καὶ εὐλαβεστάτων κληρικῶν ἕνεκεν τοῦ προχειρισθῆναι πρόεδρον ἐν τῷ τῆς ᾿Αντιοχέων πόλεως θρόνῳ, ἀνηγάγομεν ἐπὶ τὰς θεοσόφους ἀκοὰς τοῦ κρατίστου καὶ θεοτειχίστου ἡμῶν βασιλέως, καὶ ἐκέλευσεν ἡ αὐτοῦ γαλήνη ψήφισμα γενέσθαι κατὰ τὴν συνήθη ἀκολουθίαν ἐκ τῶν ὑπὸ τὸν εἰρημένον θρόνον θεοφιλῶν ἐπισκόπων τε καὶ κληρικῶν καὶ τοῦτο ἐπιδοθῆναι τῷ πανημέρῳ αὐτοῦ κράτει.

Ἡ ἁγία σύνοδος εἴπεν"

Ἐπιζητησάσης τῆς ὑμῶν ἐνδοξότητος εἰς μέσον ἀγαγεῖν [ξώργιον τὸν θεοσεβέστατον διάκονον καὶ χαρτοφύλακα τῆς ἐνταῦθα ἁγιωτάτης μεγάλης ἐκκλησίας τὰς γραφείσας ἐπιστολὰς δογματικὰς ἢ καὶ ἕτερα συγγράμματα δογματικὰ ἀπό τε Πύρρου, Παύλον καὶ Πέτρου τῶν γενομένων πατριαρχῶν ταύτης τῆς θεοφυλάκτου καὶ βασιλίδος πόλεως, ἔτι δὲ καὶ Κύρου τοῦ γενομένου πάπα ᾿Αλεξανδρείας καὶ Θεοδώρου τοῦ γενομένου ἐπισκόπου τῆς πόλεως Φαράν, πρὸς τὸ ταῦτα ἀνακριθῆναι τοῦτο γενέσθαι περιττὸν ἡγοῦμεθα διὰ τὸ καὶ τὴν ἐκείνων φανερὰν πᾶσιν ὑπάρχειν δόξαν περί τε θελήματος ἑνὸς καὶ μιᾶς ἐνεργείας"

εἶτα δὲ καὶ ᾿Αγάθωνα τὸν ἁγιώτατον τῆς πρεσβυτέρας Ῥώμης πρόεδρον διὰ τῆς οἰκείας αὐτοῦ ἀναφορᾶς τὸν ἐκείνων ἀποκαλύψαντα ἐναντίον σκοπόν, μᾶλλον μὲν οὖν καὶ δηλοποιήσαντα, ὡς τὰ ὅμοια ἐφρόνησαν Σεργίῳ τῷ ἐναρξαμένῳ καινοφωνίαν ἤτοιγε κακόδοξον καὶ βλάσφημον εἰσαγαγεῖν ἐν τῇ καθολικῇ ἐκκλησίᾳ διδασκαλίαν, διὸ καὶ τούτους μετὰ τῶν οἰκείων συγγραμμάτων ὁ προδηλούμενος ἁγιώτατος πάπας ἀπεβάλετο.

Οἱ ἐνδοξότατοι ἄρχοντες εἶττον᾽

Εἰ καὶ κατὰ πάντα ὀρθόδοξος ἡ ἀναφορὰ τοῦ ἁγιωτάτου καὶ τρισμακαρίστου πάπα ᾿Αγάθωνος τυγχάνει καὶ τῇ ἀληθείᾳ συμβαίνει, ἀλλὰ τῶν ἀναγκαίων καθέστηκε πάντως τὰ τῶν προλεχθέντων προσώπων συντάγματα εἰς μέσον ἐνεχθῆναι κατὰ τὰ πρότερον παρ᾽ ἡμῶν διαλαληθέντα διὰ τὸ πλειόνως φανερωθῆναι τὴν τῶν αὐτῶν προσώπων δόξαν. Ἡ ἁγία σύνοδος εἶπεν"

Ἡνίκα πρὸς τὸ ἀκριβέστερον διαγνῶναι τὰ περὶ Πύρρου, Παύλου καὶ Πέτρου καὶ Κύρου τοῦ γενομένου πάπα ᾿Αλεξανδρείας καὶ Θεοδώρου τοῦ γενομένου ἐπισκόπου τῆς Φαρὰν ἡ ἐνδοξότης ὑμῶν ἐνίσταται, [Γεώργιος ὁ θεοσεβέστατος διάκονος καὶ χαρτοφύλαξ τῆς ἐνταῦθα ἁγιωτάτης μεγάλης τοῦ θεοῦ ἐκκλησίας εἰς μέσον ἀγαγέτω τὰ ὑπὸ τῶν εἰρημένων προσώπων δογματικῶς γραφέντα πρὸς τὸ πάντας ἐν πληροφορίᾳ γενέσθαι, ὡς καὶ αὐτοὶ κατὰ πάντα τῇ Σεργίου κατηκολούθησαν κακοδοξίᾳ.

[Γεώργιος ὁ θεοσεβέστατος διάκονος καὶ χαρτοφύλαξ εἴττε᾽

Κατὰ τὰ ἤδη ἐν τῇ προλαβούσῃ πράξει διαλαληθέντα παρὰ τῆς ἁγίας ὑμῶν καὶ οἰκουμενικῆς συνόδου τηνικαῦτα ὑπεξελθὼν ἀνεζήτησα ἅπερ ἐκελεύσατε. καὶ κατὰ πρώτην τάξιν εὗρον ἐν τῷ χαρτοφυλακίῳ τοῦ εὐαγοῦς πατριαρχείου πρὸς τοῖς ἤδη προκομισθεῖσι παρ᾽ ἐμοῦ ἐπιστολὴν Κύρου ἐπισκόπου τηνικαῦτα τοῦ Φάσιδος τυγχάνον-τος σταλεῖσαν πρὸς Σέργιον τὸν γενόμενον πατριάρχην τῆς θεοφυλάκτου ταύτης καὶ βασιλίδος πόλεως πρὸ πεντήκοντα ἕξ χρόνων κατὰ τὴν τεσσαρεσκαιδεκάτην ἐπινέμησιν τοῦ προπαρελθόντος κύκλου, ἐρωτήσαντος αὐτοῦ διὰ τῆς αὐτῆς ἐπιστολῆς τὸν εἰρημένον Σέργιον περὶ τοῦ ζητήματος τῶν ἐνεργειῶν" ὡσαύτως δὲ καὶ ἑτέραν ἐπιστολὴν σταλεῖσαν παρὰ τοῦ αὐτοῦ Κύρου πρὸς τὸν λεχθέντα Σέργιον μετὰ τὸ ἐκ τῆς ἐπισκοτῆς τοῦ Φάσιδος αὐτὸν μετατεθῆναι ἐν τῷ τῆς ᾿Αλεξανδρέων μεγαλοπόλεως θρόνῳ σημαίνου-σαν τὴν γενομένην ἕνωσιν τῶν λεγομένων Θεοδοσιανῶν μετὰ καὶ ἴσου πληροφορίας τῆς τε προελθούσης μεταξὺ τῶν τε αὐτῶν Θεοδοσιανῶν καὶ τοῦ λεχθέντος Κύρου ἑνώσεως" ὁμοίως δὲ καὶ Θεοδώρου τοῦ γενομένου ἐπισκόπου τῆς Φαρὰν βιβλία διάφορα παρεκβλη-θέντα ἐκ τῆς βιβλιοθήκης τοῦ εὐαγοῦς πατριαρχείου, ἐν οἷς ἐπιστολὴ τοῦ αὐτοῦ {(Θεοδώ-ρου πρὸς Σέργιον ἐπίσκοπον τοῦ ᾿Αρσενοΐτου περὶ μιᾶς ἐνεργείας, ὡσαύτως δὲ καὶ ἑρμηνεῖαι διαφόρων πατρικῶν χρήσεων. παρεξέβαλον δὲ ἐκ τῆς αὐτῆς βιβλιοθήκης καὶ ἕτερα βιβλία ἕξ ἔχοντα συντάγματα Πύρρον τοῦ γενομένον μετὰ Σέργιον πατριάρχου ταύτης τῆς θεοφυλάκτου καὶ βασιλίδος πόλεως, τὰ πολλὰ ἰδιόχειρα αὐτοῦ τυγχάνοντα περὶ θελήματος καὶ ἐνεργείας καὶ ἑτέρων τινῶν. ὁμοίως δὲ παρεξέβαλον ἐκ τοῦ χαρτοφυλακίου τοῦ μνημονευθέντος εὐαγοῦς πατριαρχείου ῥέγεστρον διαφόρων ἔπι-στολῶν Παύλου τοῦ μετ’ αὐτὸν Πύρρον γενομένου πατριάρχον τῆς βασιλίδος ταύτης πόλεως, ἐν ᾧ φέρεται ἐπιστολὴ γραφεῖσα παρὰ τοῦ αὐτοῦ Παύλου πρὸς τὸν ἐν ἁγίοις Θεόδωρον τὸν γενόμενον πάπαν Ῥώμης περὶ ἑνὸς θελήματος καὶ προσφωνητικοὺς τοῦ αὐτοῦ Παύλου τόμους τρεῖς πρὸς τὸν ἐν ἁγίοις γενόμενον ἡμῶν βασιλέα καὶ πατέρα τοῦ εὐσεβεστάτου ἡμῶν δεσπότον καὶ μεγάλου βασιλέως περὶ θελήματος καὶ ἐνεργείας. ἔτι μὴν καὶ Πέτρου τοῦ γενομένου πατριάρχου ὡσαύτως μετὰ τὸν αὐτὸν Παῦλον τῆς βασιλίδος ταύτης πόλεως ῥέγεστρον ὁμοίως διαφόρων ἐπιστολῶν, ἐν ᾧ ἐπιστολὴ τοῦ αὐτοῦ δογματικὴ γραφεῖσα πρὸς Βιταλιανὸν τὸν ἐν ἁγίᾳ τῇ μνήμῃ γενόμενον πάπαν Ῥώμης καὶ ἀμφότερα ἐπικομίζομαι πρὸς τὸ ὑμῖν παραστησόμενον. Ἡ ἁγία σύνοδος εἴπεν"

Ἵἅπερ μετὰ χεῖρας ἔχει [ξώργιος ὁ θεοσεβέστατος διάκονος καὶ χαρτοφύλαξ τῆς ἐνταῦθα ἁγιωτάτης μεγάλης ἐκκλησίας βιβλία, ῥέγεστρα καὶ χάρτας, ταῦτα ὑποδεχόμενοι οἱ ἡμᾶς ὑπεκλαμβάνοντες κατὰ τάξιν ἀναγινωσκέτωσαν.

Καὶ λαβὼν ᾿Αντίοχος ὁ εὐλαβέστατος ἀναγνώστης καὶ νοτάριος τὰς γραφείσας ἀπὸ Κύρον πρὸς Σέργιον δύο ἐπιστολὰς μετὰ καὶ τοῦ λεχθέντος τῆς πληροφορίας ἴσου ἀνέγνω ἐχούσας ἐπὶ λέξεως οὕτως"

Τῷ θεοτιμήτῳ {μου δεσπότῃ, ἀγαθῷ ἀρχιποιμένι, πατρὶ πατέρων, οἰκουμενικῷ πα-τριάρχῃ Σεργίῳ παρὰ Κύρου ἐλαχίστου ὑμετέρου.

Προθυμηθέντι μοι τὴν παροῦσαν ἀναφορὰν ἀνατεῖναι τῷ θεοτιμήτῳ μου δεσπότῃ διάφοροι εἰσήεσαν λογισμοὶ καὶ δυσὶ γνώμαις τὴν ψυχὴν ἐμεριζόμην. ἄρά γε, φησί, πεισθείην τῷ διδάσκοντι ὑψηλότερά σου μὴ ζήτει καὶ βαθύτερά σου μὴ ἐρεύνα καὶ κλεῖθρα ἐπιβαλὼν τοῖς χείλεσι σιγὴν ἀσκήσω ἢ ἀκούσοιμι τοῦ λέγοντος" ζητῶν ζήτει καὶ τταρ᾽ ἐμοὶ μένε;

Εἴτα ἱκανῶς ἐμαυτὸν ἐν τούτῳ βασανίσας τότε καὶ γράφειν ἐπαρρησιαζόμην, ὅτε τὴν τῶν τρισμακαρίστων ὑμῶν θεόπνευστον διδασκαλίαν κατὰ νοῦν ἐλάμβανον, πεπεισμένος, ὅτι δυοῖν θάτερον ἢ καὶ ἑκάτερα ἐκ τούτον μοι περιγένηται᾽ ἢ γάρ, φησίν, ἀποδειχθείην ἢ πάντως διορθωθείην ἐπὶ τοῖς ἀναφερομένοις οὖσιν ἐν τούτοις ἀξιωθείς, θεοτίμητοι, τῶν πανευσεβῶν ἰχνῶν τοῦ θεοστηρίκτου ἡμῶν δεσπότου" ἅμα δὲ καὶ τῆς θεομιμήτου αὐτοῦ συγκαταβάσεως τυχὼν παρρησίας μετελάμβανον θείᾳ κελεύσει τῆς αὐτῶν ἡμερότητος ἐντυχεῖν πρὸς ᾿Αρκάδιον τὸν ἁγιώτατον ἀρχιεπίσκοπον Κύπρου κατὰ Παύλου τοῦ κε-φαλαιώτου τῶν ἀνεπισκόπων μάλα θεοπρετῶς συνταγείσῃ, ἧς ἐπαινετὸς καὶ θεοφιλὴς ὡς ἀληθῶς ἅπας μὲν ὁ σκοπὸς εὐσεβῶς τὴν ἀμώμητον ἡμῶν ὀρθοδοξίαν θρησκεύων, δύο δὲ ἐνεργείας ἐπὶ τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τὴν ἕνωσιν λέγεσθαι κωλύουσαν. αὐτὴν εὑρηκὼς ἀνένευον καὶ προφέρειν ἔπειρώμην τοῦ μακαρίου Λέοντος τὴν πάντιμον ἐπιστολὴν δύο ἐνεργείας μετὰ τῆς ἀλλήλων δηλαδὴ κοινωνίας, καθὼς διδάσκει ὁ πανάγιός μου δεσπότης, ἀναφανδὸν βοῶσαν. ἐνθένδε λοιπὸν ὁρμηθέντος ἡμῖν τοῦ λόγον πάντιμον ἀναφορὰν τῶν θεοπνεύστων ὑμῶν εἰς ἀνάγνωσιν ἐγχειρίζεσθαι ἐκελευόμην, ἀντίγραφον εἶναι λεγομένην καὶ δοκοῦσαν τῆς ῥηθείσης εὐσεβοῦς κελεύσεως" μνήμην γὰρ ἐποιεῖτο ἐκείνου Παύλου τοῦ φαύλου, ἀλλὰ μὴν καὶ τοῦ τῆς κελεύσεως ἴσου καὶ τὸν ἐγγεγραμμένον αὐτῷ νοῦν ἀπεδέχετο. εἰκότως οὖν τηνικαῦτα ἡσυχίαν ἄγειν καὶ ἥκιστα ἀντιλέγειν ἐπαιδευόμην, ἐττὶ δὲ τὴν ὑμετέραν θεόφραστον διδασκαλίαν καταφεύγειν ἔγνων τιμίων αὐτῆς κεραιῶν ἀξιωθῆναι δεόμενος τηλαυγέστερον διασαφούντων, ὅπως δύο ἐνεργείας λέγειν μετὰ τὴν ἕνωσιν παραιτούμενοι εἰς μίαν ἤγουν ἑνικὴν ἐνέργειαν δυνάμεθα ἐπὶ πᾶσι τοῖς θείοις λογίοις συγκλείειν τό τε πταϑητὸν καὶ ἀπαϑὲς τῆς ἀρρήτου οἰκονομίας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τῆς θεοφανοῦς παιδεύσεως τῶν θεοδι-δάκτων ὑμῶν φωταγωγηϑὲν ἡμῶν τὸ ἀπαίδευτον ἴσως κἂν ἐν τούτῳ μιμήσηται τὴν πίονα καὶ εὐθαλῆ γῆν καὶ τὸν καταβαλλόμενον τοῦ λόγου κόκκον ἀσμένως ὑποδεξάμενον πρὸς εὐκαρπίαν διασώσῃ.

Τὰς δὲ θεοπειθεῖς αὐτοῦ προσευχὰς συνήθως ἐπιχορηγῆσαι τῇ ἐμῇ βραχύτητι καὶ τοῖς σὺν ἐμοὶ ὁ ἀγαθός μου δεσπότης καταξιώσει.

Κῦρος ἐλάχιστος ὑπερευχόμενος τῆς παντιμίου εὐζωΐας τοῦ θεοτιμήτου μου δεσπότου ἀνήγαγον.

Ἑτέρα ἐπιστολὴ τοῦ αὐτοῦ γραφεῖσα ἀπὸ ᾿Αλεξανδρείας.

Ἰδίῳ δεσπότῃ τὰ πάντα θεοτιμήτῳ καὶ τρισμακαρίστῳ ζἀγαθῷ ποιμένων ποιμένι, πατρὶ πατέρων, οἰκουμενικῷ πατριάρχῃ Σεργίῳ Κῦρος ἐλάχιστος ὑμέτερος.

Εὐφορίας καὶ πάλιν πνευματικῆς διὰ τῶν εὐπροσδέκτων εὐχῶν τῆς τοῦ θεοτιμήτου μου δεσπότου ᾿ μακαριότητος γεωργηθείσης τῇ διδαχῇ καὶ τοῖς πανευσεβέσι χρόνοις τῶν θεοφρουρήτων καὶ κατὰ ἀλήθειαν φιλοχρίστων ἡμῶν δεσποτῶν συμβαινούσης, καὶ νῦν ἀξιοῦμαι τῷ τρισμακαρίστῳ μου δεσπότῃ τὰς ἀτταρχὰς ἀναφέρειν.

Δῆλον γὰρ ποιοῦμαι, ὡς ἅπαντες οἱ τοῦ δόγματος τῶν λεγομένων Θεοδοσιανῶν κατὰ ταύτην τὴν ᾿Αλεξανδρέων φιλόχριστον πόλιν κληρικοί, ἅμα καὶ τοῖς ἐν ἀξίαις καὶ στρατείαις διαλάμπουσιν, ἔτι δὲ καὶ τοῖς εἰς δῆμον τελοῦσιν εἰς χιλιάδας συντείνοντες, κατὰ τὴν τρίτην τοῦ Ἰουνίου μηνὸς ἑνωθέντες τῇ καθ᾽ ἡμᾶς ἁγιωτάτῃ τοῦ θεοῦ καθολικῇ ἐκκλησίᾳ τῶν ἀχράντων τοῦ θεοῦ σὺν ἡμῖν μυστηρίων μετέλαβον, ὁδηγηθέντες πρὸς τοῦτο ἡγου-μένης προδήλως τῆς τοῦ παντοδυνάμου θεοῦ εὐδοκίας τῇ χορηγηθείσῃ μοι διδαχῇ παρά τε τῶν φιλαγάθων καὶ καλλινίκων ἡμῶν δεσποτῶν, παρά τε τῆς τοῦ δεσπότου μου θεοπνεύστου παναγιστείας -- ὡς ἐντεῦθεν συστῆναι κατὰ τὸ γεγραμμένον ἐν τοῖς πτυκά-ζουσιν ἑορτὴν μέχρι τῶν κεράτων τοῦ θυσιαστηρίου, εἰ δὲ δεῖ τἀληθέστερον λέγειν, οὐκ ἐν τοῖς πτυκάζουσι μόνον οὐδὲ μέχρι τῶν κεράτων τοῦ θυσιαστηρίου, ἀλλὰ κατὰ πᾶσαν τὴν ᾿Αλεξανδρέων φιλόχριστον πόλιν καὶ τὰς ὑπ᾽ αὐτὴν ἐνορίας μέχρι τῶν νεφελῶν αὐτῶν καὶ τούτων ἐπέκεινα τῶν οὐρανίων τάξεων τῇ τῶν ἁγιωτάτων ἐκκλησιῶν εἰρήνῃ καὶ τοῖς

πρὸς αὐτὴν ἐπιστρεφομένοις εὐφραινομένων, ὅπως δὲ τὰ τῆς τοιαύτης ἑνώσεως παρήηκο-λούθησε --, λεπτομερῶς τολμήσας ἀνήγαγον ἐπὶ τὰς πανευσεβεῖς ἀκοὰς τῶν ἀηττήτων καὶ γαληνοτάτων ἡμῶν δεσποτῶν διὰ τοῦ συνδούλου μον Ἰωάννου τοῦ θεοφιλεστάτου διακόνου πᾶσι τοῖς κινηθεῖσι παρατυχόντος, καὶ πέπεισμαι, ὅτι καὶ ἐν τούτῳ ἀποδέχεται τὸν ἐλάχιστον αὐτοῦ δοῦλον ὁ πανάγιός μου δεσπότης.

Δέομαι οὖν τοῦ τρισμακαρίστου μου δεσπότου, ὅπως ἐν εἰδήσει περὶ πάντων γενόμενος, εἴ τι μοι κατὰ τὴν τοιαύτην κίνησιν ὡς εἰκὸς καθυστέρηται ἢ κατ᾽ ἄγνοιαν τοῦ δέοντος διημάρτηται, διορθώσασθαι τὸν ἐλάχιστον αὐτοῦ δοῦλον ἔργον γὰρ τοῦτο τῶν θεο-τιμήτων ὑμῶν πάσαις ταῖς θεϊκαῖς κεκοσμημένων γραφαῖς καὶ τετελειωμένων ταῖς ἄνωθεν ἀρεταῖς.

Ἡ ὑπογραφή

Κῦρος ἐλάχιστος ἐπίσκοπος ὑπερευχόμενος τῆς θεοτιμήτον εὐζωΐας τοῦ τρισμακαρίστου μου δεσπότου ἀνήγαγον.

Ἴσον τῆς γενομένης πληροφορίας μεταξὺ Κύρου τοῦ γενομένου πάτα ᾿Αλεξανδρείας καὶ τῶν τῆς μερίδος τῶν Θεοδοσιανῶν.

Τοῦ δεσπότου Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν πάντων προλάμποντος καὶ πάντας εἰς τὴν σωτήριον καὶ ἀληθινὴν αὐτοῦ πίστιν ἰθύνοντος καὶ εἰς μίαν καὶ τὴν αὐτὴν ἁγίαν αὐτοῦ ἐκκλησίαν συγκαλοῦντος τὴν παροῦσαν πληροφορίαν πεποιήμεθα ἐπὶ τῇ ἑνώσει τῶν ἁγίων τοῦ θεοῦ ἐκκλησιῶν μηνὶ Παῦνὶ ἰνδικτιῶνος ἕκτης.

Πληροφορία γενομένη παρὰ Κύρου ἐλέῳ θεοῦ ἐπισκόπου τὸν τόπον ἐπέχοντος κατὰ θεῖον θέσπισμα τῶν ἀγαθῶν καὶ καλλινίκων ἡμῶν δεσποτῶν τοῦ ἀποστολικοῦ θρόνου ταύτης τῆς ᾿Αλεξανδρέων φιλοχρίστου πόλεως.

Κεφάλαιον α΄ Εἴ τις οὐχ ὁμολογεῖ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, τριάδα ὁμοούσιον, μίαν θεότητα ἐν τρισὶν ὑποστάσεσιν, ἀνάθεμα ἔστω.

Κεφάλαιον β’

Εἴ τις οὐχ ὁμολογεῖ ,μτὸν ἕνα τῆς ἁγίας τριάδος“ τὸν θεὸν λόγον, τὸν πρὸ αἰώνων ἀχρόνως γεννηθέντα ἐκ τοῦ πατρός, καὶ κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ τῆς δεσποίνης ἡμῶν τῆς ἁγίας ἐνδόξου θεοτόκου καὶ ἀειπταρθένου Μαρίας καὶ ἐνανθρωπήσαντα, παθόντα τῇ ἰδίᾳ σαρκὶ καὶ ἀποθανόντα καὶ ταφέντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφάς, ἀνάθεμα ἔστω.

Κεφάλαιον γ' Εἴ τις οὐχ ὁμολογεῖ τοῦ αὐτοῦ καὶ ἑνὸς κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ τά τε πάθη καὶ τὰ θαύματα, ἀλλ᾽ ἄλλου καὶ ἄλλου“, ἀνάθεμα ἔστω.

Κεφάλαιον δ’

Εἴ τις οὐχ ὁμολογεῖ ἐξ αὐτῆς ἄκρας ἑνώσεως τὸν θεὸν λόγον ἐν τῇ γαστρὶ τῆς ἁγίας θεοτόκου καὶ ἀειπταρθένου Μαρίας ὑποστῆσαι ἑαυτῷ καθ᾽ ἕνωσιν σάρκα ἐξ αὐτῆς τῆς ἁγίας θεοτόκου τὴν ἡμῖν ὁμοούσιον ἐμψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ ἑνώσει φυσικῇ τε καὶ καθ᾽ ὑπόστασιν καὶ οὕτως προελθεῖν ἐξ αὐτῆς ἕνα ὄντα, ἀσύγχυτόν τε καὶ ἀδιαίρετον,

ἀνάθεμα ἔστω.

Κεφάλαιον ε' Εἴ τις οὐχ ὁμολογεῖ τὴν ἁγίαν δέσποιναν ἡμῶν καὶ ἀειπάρθενον Μαρίαν κυρίως καὶ κατὰ ἀλήθειαν θεοτόκον εἶναι, ὡς τὸν θεὸν λόγον σεσαρκωμένον κυήσασαν καὶ τεκοῦσαν, ἀνάθεμα ἔστω.

Κεφάλαιον ς΄

Εἴ τις οὐχ ὁμολογεῖ ἐκ δύο φύσεων, τουτέστι θεότητός τε καὶ ἀνθρωπότητος, ἕνα Χριστόν, ἕνα υἱόν, μίαν τοῦ θεοῦ λόγου φύσιν σεσαρκωμένην“ κατὰ τὸν ἐν ἁγίοις Κύριλλον ἀσυγχύτως, ἀτρέπτως, ἀναλλοιώτως ἤγουν μίαν ὑπόστασιν σύνθετον, ὅπερ ἐστὶν αὐτὸς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, «εἷς ὧν τῆς ἁγίας ὁμοουσίου τριάδος", ὁ τοιοῦτος

5,..ἃ

ἀνάθεμα ἔστω.

Κεφάλαιον ζ΄

Εἴ τις τὸν ἕνα κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν δυσὶ θεωρεῖσθαι λέγων ταῖς φύσεσιν οὐχ νἕνα τῆς ἁγίας τριάδος" τὸν αὐτὸν ὁμολογεῖ, τὸν ἀϊδίως μὲν ἐκ τοῦ πατρὸς γεννηθέντα θεὸν λόγον, ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς τὸν αὐτὸν σαρκωθέντα καὶ τεχθέντα ἐκ τῆς παναγίας καὶ ἀχράντου δεσποίνης ἡμῶν θεοτόκου καὶ ἀειπταρθένου Μαρίας, ἀλλ᾽ ἕτερον τοῦτον“ οἶδε καὶ ἕτερον", καὶ οὐχ ἕνα καὶ τὸν αὐτὸν" κατὰ τὸν σοφώτατον Κύριλλον ,ἐν θεότητι τέλειον καὶ ἐν ἀνθρωπότητι τέλειον τὸν αὐτόν", καὶ κατὰ τοῦτο καὶ μόνον ἐν δύο“ θεωρούμενον ωφύσεσι τὸν αὐτὸν πάσχοντα καὶ μὴ πάσχοντα κατ’ ἄλλο καὶ ἄλλο", ὡς ὁ αὐτὸς ἐν ἁγίοις ἔφησε Κύριλλος, πάσχοντα μὲν ἀνθρωπίνως σαρκὶ καθὸ ἄνθρωπος, μένοντα δὲ ὡς θεὸν ἀπαθῆ ἐν τοῖς τῆς ἰδίας σαρκὸς πάθεσι, καὶ τὸν αὐτὸν ἕνα Χριστὸν καὶ υἱὸν ἐνεργοῦντα τὰ θεοπρεπῆ καὶ ἀνθρώπινα μμιᾷ θεανδρικῇ ἐνεργείᾳ" κατὰ τὸν ἐν ἁγίοις Διονύσιον" θεωρίᾳ μόνῃ διακρίνων τὰ ἐξ ὧν ἡ ἕνωσις γέγονε, καὶ ταῦτα τῷ νῷ διασκοττῶν ἄτρεπτα καὶ ἀσύγχυτα μετὰ τὴν αὐτῶν φυσικὴν καὶ καθ᾽ ὑπόστασιν ἕνωσιν μένοντα, καὶ ἐν τούτοις ἀδιαιρέτως καὶ ἀχωρίστως τὸν ἕνα καὶ τὸν αὐτὸν Χριστὸν καὶ υἱὸν γνωριζό-μενον, καθὸ δύο τὰ ἀλλήλοις ἀσυγχύτως συνηνεγμένα καθορᾷ τῷ νῷ, πραγματικὴν αὐτῶν τὴν θεωρίαν ποιούμενος, ἀλλ' (οὐ) φαντασίᾳ ψευδεῖ καὶ διακένοις νοῦ διαπλάσμασι, διιστῶσι δὲ οὐδαμῶς ὡς ἀνῃρημένης ἤδη τῆς εἰς δύο διατομῆς διὰ τὴν ἄφραστον (καὶ ἀσύγχντονσ καὶ ἀπερινόητον ἕνωσιν, λέγων κατὰ τὸν ἅγιον ᾿Αθανάσιον᾽ ῶ νἅμα γὰρ σάρξ, ἅμα θεοῦ λόγου σάρξ, ἅμα σὰρξ ἔμψυχος λογική, ἅμα θεοῦ λόγον σὰρξ ἔμψυχος λογική", ἀλλ᾽ ἐπὶ διαιρέσει τῇ ἀνὰ μέρος τὴν τοιαύτην ἐκλαμβάνει φωνήν, ἀνάθεμα ἔστω.

Κεφάλαιον η΄

Εἴ τις οὐκ ἀναθεματίζει Αρειον, Εὐνόμιον, Μακεδόνιον, ᾿Απολινάριον τὸν αἱρετικόν, Νεστόριον, Εὐτυχέα τὸν δυσώνυμον καὶ Κῦρον καὶ Ἰωάννην τοὺς Αἰγεώτας καὶ πτάντας τοὺς ἀντειρηκότας καθ᾽ οἷον δήποτε τρόπον τοῖς δώδεκα κεφαλαίοις τοῦ ἁγιωτάτου Κυρίλλου καὶ μὴ μετανοήσαντας, ἀλλ᾽ ἐν τῇ τοιαύτῃ πλάνῃ ἀποθανόντας, καὶ τοὺς τὰ ὅμοια αὐτῶν φρονήσαντας ἢ φρονοῦντας, ἀνάθεμα ἔστω.

Κεφάλαιον θ’

Εἴ τις οὐκ ἀναθϑεματίζει τὰ συγγράμματα Θεοδωρίτου τὰ κατὰ τῆς ὀρθῆς πίστεως τοῦ ἐν ἁγίοις Κυρίλλου, καὶ τὴν λεγομένην Ἴβα ἐπιστολήν, καὶ Θεόδωρον τὸν Μομψονυεστίας καὶ τὰ συγγράμματα τοῦ αὐτοῦ, καὶ εἴ τις οὐ δέχεται τὰ συγγράμματα τοῦ ἁγίου Κυρίλλου καὶ μάλιστα τὰ κατὰ Θεοδώρου καὶ Θεοδωρίτου καὶ ᾿Ανδρέου καὶ Νεστορίου καὶ τῶν τὰ ὅμοια αὐτοῖς καὶ ἑνὸς αὐτῶν πεφρονηκότων ἢ φρονούντων, ἀνάθεμα ἔστω.

Ἔτι λαβὼν ὁ αὐτὸς εὐλαβέστατος ᾿Αντίοχος (ἀναγνώστης καὶ νοτάριος» βιβλίον Θεοδώ-ρου ἐπισκόπου γενομένου τῆς Φαρὰν ἀνέγνω λόγον τοῦ αὐτοῦ πρὸς Σέργιον ἐπίσκοπον γενόμενον τοῦ ᾿Αρσενοΐτου τῆς Αἰγυπτιακῆς διοικήσεως, ἐν ᾧ περιέχεται οὕτως"

1 Πᾶν ὅ τι οὖν ἱστόρηται ἢ εἰπὼν ἢ δράσας ὁ κύριος διὰ νοῦ καὶ αἰσθήσεως καὶ αἰσθητηρίων καὶ εἶττε καὶ ἔπραξε: καὶ οὕτως αὐτοῦ ὡς ὅλου καὶ ἑνὸς μία ἐνέργεια τοῦ λόγου, τοῦ νοῦ, τοῦ αἰσθητικοῦ σώματος καὶ ὀργανικοῦ, τὰ πάντα λεχθείη.

2 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου"

Ἐπειδὴ προηγουμένως διά τινα θείαν καὶ σοφωτάτην οἰκονομίαν ὕπνον {καὶ κάματον καὶ πεῖναν καὶ δίψαν προσήκατο ὁπότε καὶ ἠβουλήθη, καὶ μάλιστα δικαίως καὶ τὴν ἐν τούτοις κίνησιν καὶ ἠρεμίαν τῇ πανσθενεῖ καὶ πανσόφῳ τοῦ λόγον ἐνεργείᾳ προσάπτομεν, καὶ ἐντεῦθεν μίαν τοῦ αὐτοῦ καὶ ἑνὸς Χριστοῦ ἐνέργειαν προσαγορεύομεν.

3 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγον"

Ἱκανῶς οἶμαι παρέστησεν ἡμῖν ὁ λόγος διὰ τῆς ἐξετάσεως, ὅτι πάντα ὅσα ἱστόρηται περὶ τοῦ δεσπότου Χριστοῦ, εἴτε θεοῦ, εἴτε ψυχῆς, εἴτε σώματος ἢ τοῦ συναμφοτέρου, ψυχῆς λέγω καὶ σώματος, μοναδικῶς ἅμα καὶ ἀδιαιρέτως ἐπράττετο, ἀρχόμενα μὲν καί, οἷον εἰπεῖν, πηγάζοντα ἐκ τῆς τοῦ λόγου σοφίας καὶ ἀγαθότητος καὶ δυνάμεως διὰ μέσης [δὲ] ψυχῆς νοερᾶς καὶ σώματος προϊόντα καὶ διὰ τοῦτο μία ἐνέργεια ὅλου ὡς ἑνὸς καὶ τοῦ αὐτοῦ σωτῆρος ἡμῶν ταῦτα πάντα καὶ εἰσὶ καὶ ἐλέχθησαν.

4 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου"

Ἔχομεν ἄρα ἐκ τούτων σαφῶς, ὅτι ἔργον θεοῦ ἅπαντα ὅσα περὶ Χριστοῦ καὶ ἀκούομεν καὶ πιστεύομεν, εἴτε τῇ θείᾳ φύσει προσεοικότα εἴτε τῇ ἀνθρωπίνῃ, καὶ κατὰ τοῦτο μία ἐνέργεια ταῦτα τῆς τε θεότητος αὐτοῦ καὶ τῆς ἀνθρωπότητος εὐσεβῶς ὠνόμασται.

5 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου"

οοἷἦὗς εἶναι πᾶσαν τὴν ἐνανθρώπησιν ἀπὸ ἀρχῆς μέχρι τέλους καὶ ὅσα ταύτης μικρά τε καὶ μεγάλα μίαν ἀληθῶς ὑψηλοτάτην καὶ θείαν ἐνέργειαν.

6 Τοῦ αὐτοῦ ἐκ τοῦ λόγον, ὅζνσπερ ἐποίησεν εἰς τὰς ἑρμηνείας τῶν πατρικῶν χρήσεων᾽

Τὸ δὲ θεϊκὸν θέλημα ὅπερ ἐστὶν αὐτοῦ τοῦ Χριστοῦ, αὐτοῦ γὰρ τὸ θέλημα ἕν ἐστι καὶ τοῦτο θεϊκόν.

7 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγον"

Διὰ τούτων ἄρα χωρὶς πάσης [ἀμφιλογίας] ἀμφιζβοζλλδίας παιδευόμεθα, ὅτι πάντα {τὰ τῆς σωτηριώδους οἰκονομίας, εἴτε θεῖα εἴτε ἀνθρώπινα, περὶ τοῦ σωτῆρος ἡμῶν Χριστοῦ ἀνιστόρηται. ἀρχοειδῶς μέν, οἷον εἰπεῖν, ἐκ τοῦ θείου τὴν ἔνδοσιν καὶ τὴν αἰτίαν ἐλάμβανε, διὰ μέσης δὲ τῆς νοερᾶς καὶ λογικῆς ψυχῆς ὑπουργεῖτο παρὰ τοῦ σώματος, εἴτε θαυματοποιόν τινα δύναμιν εἴποις εἴτε καὶ φυσικήν τινα τοῦ ἀνθρώπου κίνησιν, οἷον τροφῆς ὄρεξιν, ὕπνον, κάματον καὶ πόνων ἀντίληψιν, λύπην καὶ ἀδημονίαν, ἃ καὶ πάθη κατὰ σύγχρησιν ὀνομάτων ἐκ τῆς συνηθείας προσαγορεύεται. κυρίως δὲ φυσικῆς κινήσεως διὰ τοῦ ἐμψύχου καὶ αἰσθητικοῦ ζῴου πεφύκασι, καὶ αὐτὰ δέ, ἅπερ κυρίως ἐστὶ καὶ λέγεται πάθη, ὁ σταυρός, ἡ νέκρωσις, οἱ μώλωπες, ἡ ὠτειλὴ καὶ καθήλωσις, τὰ ἐμπττύσματα, τὰ ῥαπίσματα, πάντα ταῦτα ὀρθῶς ἂν καὶ δικαίως κληθείη μία καὶ τοῦ αὐτοῦ ἑνὸς Χριστοῦ ἐνέργεια.

8 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγον"

Νοείσθω οὖν ἡμῖν ἐκ παντὸς ἅπαντα τὰ κατὰ τὴν τοῦ σωτῆρος Χριστοῦ ἐνανθρώπησιν μία θεία τε καὶ σωτηριώδης ὄντως ἐνέργεια.

9 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγον"

Ἐκ τούτων γε πάντων καὶ τῶν ὁμοίων εὖ γε καὶ μάλα δικαίως μία θεοῦ ἐνέργεια πάντα {τὰν τῆς ἐνανθρωπήσεως ἴδια πιστευέσθω καὶ λεγέσθω.

10 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγον"

Ἡ μὲν γὰρ ἡμετέρα ψυχὴ οὐ πέφυκε τοσαύτης δυνάμεως εἶναι, ἵνα (καὶ τὰς φυσικὰς τοῦ σώματος ἰδιότητας ἐξ αὐτοῦ τε καὶ ἑαυτῆς ἀπελαύνῃ, ἀλλ᾽ οὐδὲ κυρία τοσοῦτον ὥφθη (ἡν λογικὴ ψυχὴ τοῦ ἰδίου σώματος, ὥστε καὶ τῶν κατ’ αὐτὸ καὶ συμφυῶν αὐτῷ ὄγκου καὶ ῥοῆς καὶ χρώματος ἐπικρατῆσαι καὶ ἔξω τούτων αὐτὸ καταστῆσαί ποτε, ἅπερ ἅπαντα κατὰ τὴν οἰκονομίαν τοῦ σωτῆρος ἡμῶν [Ἰησοῦ] Χριστοῦ καὶ ἱστόρηται καὶ γεγένηται ἐν τῷ θείῳ καὶ ζωοποιῷ σώματι καὶ γὰρ ἀόγκως καί, οἷον εἰπεῖν, ἀσωμάτως ἄνευ διαστολῆς προῆλθεν ἐκ μήτρας καὶ μνήματος καὶ θυρῶν καὶ ὡς ἐπ᾽ ἐδάφους τῆς θαλάσσης πεζεύει.

11 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου"

Δέον οὖν (ζἐστινσ οὕτω φρονεῖν τε καὶ λέγειν ἡμᾶς, πάντα τὰ κατὰ τὴν ἐνανθρώπησιν τοῦ σωτῆρος Χριστοῦ ἱστορούμενα εἶναι μίαν γινώσκειν ἐνέργειαν, ταύτης δὲ τεχνίτην καὶ δημιουργὸν τὸν θεὸν λόγον, ὄργανον δὲ τὴν ἀνθρωπότητα. τά τε οὖν ὡς θεοῦ, τά τε ἀνθρωποπρετῶς περὶ αὐτοῦ λεγόμενα πάντα ἐνέργειά ἐστι τῆς τοῦ λόγου θεότητος.

Ἔτι λαβὼν ὁ αὐτὸς εὐλαβέστατος ᾿Αντίοχος βιβλίον ἔχον ἐν ἐπιγραφῇ᾽ Πύρρου ἐλαχίστου ἐπισκόπου περὶ θελήματος καὶ ἐνεργείας, ἀνέγνω τόμον δογματικὸν τοῦ αὐτοῦ Πύρρου, ἐν ᾧ περιέχεται οὕτως"

Ἑνὸς δέ, ὡς εἴρηται, καὶ μόνοζυ» ἐπελάβετο κεφαλαίου Σωφρόνιος ὁ [εὐλαβέστατος] (θεοφιλέστατοςσ, ὡς χρῆσιν Διονυσίου τοῦ θεοφόρου παραποιήσαντος διδασκάλου ,μμιᾶς" φωνῆς ἐν ἀμείψει, εἰκότα δὴ λέγων ἐν τούτῳ μάλιστα ὁ ἀνὴρ καὶ ἀσφαλείας ἐχόμενα᾽ ἐν οἷς φησιν ἐκεῖνος ἀλλ᾽ ἀνδρωθέντος θεοῦ καινήν τινα τὴν θεανδρικὴν ἐνέργειαν ἡμῖν πεπολιτευμένος“" μίαν" γὰρ ταῖς ἀληθείαις ἀντὶ τοῦ καινὴν" περιεῖχεν ὁ χάρτης, οὐ κακούργως μᾶλλον, μὴ γένοιτο, κατά γε τὸν ἐμὸν λόγον, ἀλλ' ὡς οὐκ ἂν ἄλλως (νοεῖσθαι» τῆς καινῆς" ἢ νμιᾶς" δυναμένης παρὰ τοῦ ἁγιωτάτου Κύρου τῆς τοιᾶσδε φωνῆς ἐντεθείσης" τῇ γὰρ ἀποφάσει τῶν ἄκρων ,μίαν" φησὶν ὁ θεῖος διδάσκαλος κατάφασιν ποιησάμενος καὶ ταύτην μοναδικῶς ἐκφωνήσας, τί ἄλλο γε ἢ ,μίαν" ὁμολογεῖν (ἐνέργειαν ὡς ἑνὸς τοῦ Χριστοῦ, καθ᾽ ὅν τινα οὖν λόγον σαφῶς παραδέδωκεν;

Ἔτι ἀνεγνώσθη ἀπὸ ῥεγέστρου διαφόρων ἐπιστολῶν ἴσον ἐπιστολῆς Παύλου τοῦ γενο-μένου προέδρου ταύτης τῆς θεοφυλάκτου καὶ βασιλίδος πόλεως γραφείσης πρὸς Θεόδωρον τὸν γενόμενον πάπαν Ῥώμης, ἧς ἡ ἀρχή Ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐττὶ τὸ αὐτό. ἔχει δὲ μετά τινα ἡ αὐτὴ ἐπιστολὴ οὕτως"

Ἑνὸς δὲ καὶ τοῦ αὐτοῦ θεοῦ λόγου σεσαρκωμένου τά τε θαύματα κηρύττομεν καὶ τὰ πάθη γνωρίζομεν, ἅπερ σαρκὶ δι’ ἡμᾶς ἑκουσίως ὑπέμεινεν. ὅθεν καὶ θεὸς λέγεται παθεῖν καὶ υἱὸς ἀνθρώπου ἐκ τοῦ οὐρανοῦ κατεληλυθέναι διὰ τὴν ὑπὲρ νοῦν καὶ ἀδιάσπαστον καθ᾽ ὑπόστασιν τῶν δύο φύσεων ἕνωσιν" διὰ τοῦτο καὶ ἕν θέλημα τοῦ κυρίου καὶ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ νοοῦμεν, ἵνα μὴ ἐναντίωσιν ἢ διαφορὰν θελημάτων ἑνὶ καὶ τῷ αὐτῷ προσώπῳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ περιάψωμεν, ἢ αὐτὸν ἑαυτῷ διαμαχόμενον δογματίσωμεν ἢ δύο τοὺς θέλοντας εἰσαγάγωμεν᾽ οὐκ ἐπὶ συναλοιφῇ παντοίως ἢ συγχύσει τῶν δύο φύσεων τῶν ἐν αὐτῷ θεωρουμένων τὴν τοιαύτην τοῦ ἑνὸς θελήματος προσφέροντες φωνήν, ἢ ἐπὶ ἀναιρέσει θατέρας μόνην τὴν ἑτέραν εἶναι πρεσβεύοντες, ἀλλὰ τοῦτο διὰ τῆς τοιαύτης σημαίνοντες φωνῆς, ὡς ἡ αὐτοῦ λογικῶς τε καὶ νοερῶς ἐψυχωμένη σάρξ, ἐξ αὐτῆς ἄκρας ἑνώσεως ἀρρήτως τὰ θεῖα καταπλουτήσασα τὸ τοῦ ἑνώσαντος αὐτὴν ἑαυτῷ καθ᾽ ὑπόστασιν (λόγουλ θεῖον ἐκέκτητο καὶ οὐ διάφορον θέλημα.

Ἔτι ἀνεγνώσθη ἀπὸ ἑτέρου ῥεγέστρου ἐπιστολὴ Πέτρου καὶ αὐτοῦ γενομένου προέδρου τῆς βασιλίδος ταύτης πόλεως πρὸς Βιταλιανὸν τὸν ἐν ὁσίᾳ τῇ μνήμῃ γενόμενον πάπαν Ῥώμης, ἧς ἡ ἀρχή᾽ Πνευματικῆς εὐφροσύνης πρόξενον ἡμῖν τὸ γράμμα τῆς ὑμετέρας ὁμοψύχου καὶ ἁγίας ἀδελφότητος γέγονε. Καὶ ἀναγινωσκομένης τῆς τοιαύτης ἐπιστολῆς ἐχούσης διαφόρους πατρικὰς χρήσεις οἱ τὸν τόπον ἐπέχοντες ᾿Αγάθωνος τοῦ ἁγιωτάτου πάπα Ῥώμης εἴπον᾽

Διδάσκομεν τὴν ὑμῶν ἐνδοξότητα, ὡς αἱ ἐμφερόμεναι πατρικαὶ χρήσεις ἐν τῇ παρούσῃ καὶ νῦν ἀναγινωσκομένῃ Πέτρου ἐπιστολῇ περικεκομμένως παρεξεβλήθησαν ὑπὸ τοῦ αὐτοῦ Πέτρου διὰ τὸ παραστῆσαι αὐτὸν ἐθέλειν τὸν αὑτοῦ περὶ ἑνὸς θελήματος καὶ μιᾶς ἐνεργείας σκοττόν. Οἱ ἐνδοξότατοι ἄρχοντες εἴπτον᾽

Ἔγνωμεν ἀκριβῶς κατὰ τὰ παρὰ τῶν θεοφιλῶν ὑμῶν λεχθέντα, ὡς αἱ τοιαῦται ἐμφε-ρόμεναι χρήσεις ἐν τῇ παρούσῃ ἐπιστολῇ περικεκομμένως ἐνετέθησαν᾽ καὶ εἰ δοκεῖ τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ συνόδῳ, εἰς τὰ πρόσω μὴ χωρείτω ἡ τῆς τοιαύτης ἐπιστολῆς ἀνάγνωσις. Ἡ ἁγία σύνοδος εἶπε᾽

Πρὸς τὰ παρὰ τῆς ὑμῶν ἐνδοξότητος ἀρτίως διαλαληθέντα ἀρκούντως ἔχει τῆς παρ-οὐσης ἐπιστολῆς ἡ ἀνάγνωσις. ἰδοὺ δὲ κατὰ τὰ παρὰ τῶν ἐνδοξοτάτων ὑμῶν διαλαλη-θέντα ἤγουν ἐπιζητηθέντα -- εἰς μέσον ἐλθόντων τῶν τε δογματικῶν ἐπιστολῶν τε καὶ συγγραμμάτων ἀπό τε Πύρρου, Παύλου καὶ Πέτρου τῶν γενομένων πατριαρχῶν τῆς βασιλίδος ταύτης πόλεως, καὶ Θεοδώρου ἐπισκόπου τῆς Φαράν, καὶ Κύρου τοῦ γενομένου πάπα ᾿Αλεξανδρείας, καὶ εἰς ἐπήκοον ἡμῶν καὶ τῆς ὑμῶν ἐνδοξότητος ὑπαναγνωσθέντων, φανερῶς τε καὶ μίαν ἐνέργειαν καὶ ἕν θέλημα ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν ἀσεβῶς δογματίσαι αὐτοὺς ἀποδηλωσάντων ἐν πάσῃ πληροφορίᾳ ὀφείλει ἡ ὑμετέρα ἐνδοξότης γενέσθαι --᾿ ὡς καλῶς καὶ δικαίως ἤδη τούτους ἀπεβάλετο ᾿Αγάθων ὁ ἁγιώτατος τῆς πρεσβυτέρας Ῥώμης πάπας διὰ τῆς παρ’ αὐτοῦ πρὸς τὸν εὐσεβέστατον καὶ καλλίνικον (μέγαν ἡμῶν βασιλέα γενομένης ἀναφορᾶς. συνῳδὰ δὲ αὐτῷ καὶ ἡμεῖς ὡς τἀναντία τῆς ὀρθῆς πίστεως φρονήσαντας τούτους ἀποβλη-θῆναι ἐκ τῶν ἱερῶν διπτύχων καὶ ἀναθέματι καθυποβληθῆναι ἐκρίναμεν καὶ τὰ αὐτῶν συγγράμματα ὡς ἀσεβείας ἀνάμεστα βδελυσσόμεθα καὶ ἀφανισμῷ ὀφείλοντα ὑποβληθῆναι ἀποφαινόμεθα. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπτον᾽

Εἰ οἱ μετὰ Πέτρον ἐπισκοτήσαντες ταύτης τῆς θεοφυλάκτου καὶ βασιλίδος πόλεως, τουτέστι Θωμᾶς, Ἰωάννης καὶ Κωνσταντῖνος, φαίνονται εἴτε ἐπιστολὰς γράψαντες εἴτε λόγους συντεθεικότες περὶ τῆς νῦν ἀσεβῶς εἰσαχϑθείσης καινοφωνίας εἰς τὴν καθολικὴν ἐκκλησίαν, τὰ τούτων ἴσα ἤτοι ῥέγεστρα ἢ καὶ αὐθεντικὰ εἰς μέσον ἀγαγέτω [ξεώργιος ὁ θεοσεβέστατος διάκονος καὶ χαρτοφύλαξ πρὸς τὸ καὶ τὴν τούτων εἴδησιν λαμβάνουσαν τὴν ἁγίαν ὑμῶν σύνοδον τὰ τῷ καλῶς ἔχοντι συμβαίνοντα ἀποφήνασθαι: ὡσαύτως καὶ εἰ φαίνονται, εἴτε ἐπίσκοποι, εἴτε κληρικοί, εἴτε μοναχοί, εἴτε ἕτεροί τινες λιβέλλους ἀπαι-τηθέντες παρὰ τῶν ἐπισκοπησάντων ταύτης τῆς θεοφυλάκτου καὶ βασιλίδος πόλεως περὶ μιᾶς ἐνεργείας καὶ ἑνὸς θελήματος" καὶ ταῦτα συνείδομεν τὸν εἰρημένον θεοσεβέστατον διάκονον καὶ χαρτοφύλακα [ξἐώργιον εἰς μέσον προαγαγεῖν ἀπαραλείτπττως πρὸς τὸ καὶ ταῦτα κατὰ τὴν κρίσιν τῆς ἁγίας ὑμῶν συνόδου ἀφανισμῷ παραδοθῆναι. [ξεώργιος ὁ θεοσεβέστατος διάκονος καὶ χαρτοφύλαξ εἴτπτε᾽

Τὸ κωδίκιον, δέσποτα, ἤτοι ῥέγεστρον τὸ ἔχον τὰ ἰσότυπα τῶν γενομένων συνοδικῶν ἀπό τε Θωμᾶ, Ἰωάννου καὶ Κωνσταντίνου τῶν ἐν ἁγίᾳ τῇ μνήμῃ γενομένων πατριαρχῶν τῆς βασιλίδος ταύτης πόλεως ὕπεστί μοι ἐνταῦθα, πρὸς τούτοις καὶ τὰ αὐθεντικὰ συνοδικὰ βεβουλλωμένα τὰ γενόμενα ὑπὸ Θωμᾶ τοῦ ἐν ἁγίᾳ τῇ μνήμῃ γενομένου πατριάρχου πρὸς Βιταλιανὸν τὸν ἐν ἁγίᾳ τῇ μνήμῃ γενόμενον πάπαν Ῥώμης, ἅτινα καὶ ἀποστεῖλαι πρὸς αὐτὸν βουληθέντος αὐτοῦ διὰ τὴν γενομένην, ὡς ἐπίστασθε, τῶν ἀθέων Σαρακηνῶν ἐπιζκείγμζεγνον καταδρομὴν καὶ παράστασιν εἰς τὸν διετῆ χρόνον, ὃν ἐπεσκόπησεν, ἐκπέμψαι οὐκ ἴσχυσε καὶ ταῦτα παρευθὺ κελευόντων ὑμῶν προφέρω. τὴν μέντοι ἀναζήτησιν τῶν γενομένων λιβέλλων ἀπὸ διαφόρων ἐπισκόπων ἢ μοναχῶν ἢ κληρικῶν ἢ λαϊκῶν περὶ θελήματος καὶ ἐνεργείας μετὰ ἀκριβείας ἐποιησάμην καὶ τούτους παρεξέβα-λον καὶ εἰσὶν ἐν τῷ χαρτοφυλακίῳ πρὸς τὸ ὑμῖν παραστησόμενον. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἁγία σύνοδος εἴττον᾽

Ἵἅμπερ ἔφησε [εώργιος ὁ θεοσεβέστατος διάκονος καὶ χαρτοφύλαξ μετὰ χεῖρας ἔχειν ῥέγεστρα συνοδικῶν τῶν γραφέντων ἀπὸ Θωμᾶ, Ἰωάννου καὶ Κωνσταντίνου τῶν ἐπισκο-πησάντων τῆς θεοφυλάκτου ταύτης καὶ βασιλίδος πόλεως, εἶτα δὲ καὶ τὰ αὐθεντικὰ συνοδικά, ἅπερ εἶπε γράψαι Θωμᾶν πρὸς Βιταλιανὸν τὸν ἐν ἁγίᾳ τῇ μνήμῃ γενόμενον πάπαν τῆς πρεσβυτέρας Ῥώμης, εἰς μέσον ἀγαγέτω, καὶ ταῦτα ὑποδεχόμενοι οἱ ἡμᾶς ὑπεκλαμβάνοντες εἰς ἐπήκοον πάντων ἡμῶν ἀναγινωσκέτωσαν.

Καὶ λαβὼν ᾿Αγάθων ὁ εὐλαβέστατος ἀναγνώστης καὶ νοτάριος τοῦ ἁγιωτάτου πατριάρ-χου Κωνσταντινουπόλεως τὸ αὐθεντικὸν συνοδικὸν γράμμα τοῦ ἐν ἁγίᾳ τῇ μνήμῃ Θωμᾶ βεβουλλωμένον, καὶ τῆς ἐν αὐτῷ ἐπικειμένης βούλλας ἐπὶ πάντων ἀφαιρεθείσης ἀνέγνω ἔχον ἐν ἐπιγραφῆ οὕτως"

Τῷ τὰ πάντα ἁγιωτάτῳ καὶ μακαριωτάτῳ ἀδελφῷ καὶ συλλειτουργῷ Βιταλιανῷ Θωμᾶς ἀνάξιος ἐπίσκοττος ἐν κυρίῳ χαίρειν. οὗ ἡ ἀρχή Ὁ μὲν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα.

Ὅπερ συνοδικὸν ἀντεβλήθη πρὸς τὸ ῥέγεστρον τὸ προκομισθὲν παρὰ [ξωργίου τοῦ θεοσεβεστάτου διακόνου καὶ χαρτοφύλακος, καὶ ἐστοίχησεν ἀπὸ ἀρχῆς ἕως τέλους ἀπαραλείπτως.

Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου ἤτοι ῥεγέστρου ἰσότυτπα τῶν συνοδικῶν Ἰωάννου τοῦ ἐν ἁγίᾳ τῇ μνήμῃ ὡσαύτως γενομένου πατριάρχον τῆς βασιλίδος ταύτης πόλεως ἔχοντα ἐν ἐπιγραφῇ οὕτως"

Τῷ τὰ πάντα ὁσιωτάτῳ καὶ ἁγιωτάτῳ ἀδελφῷ καὶ συλλειτουργῷ Μακαρίῳ Ἰωάννης ἀνάξιος ἐπίσκοπος. ὧν ἡ ἀρχή᾽ Τίς λαλήσει τὰς δυναστείας τοῦ κυρίου;

Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου ἤτοι ῥεγέστρου ἰσότυτα τῶν συνοδικῶν Κωνσταν-τίνου τοῦ ἐν ὁσίᾳ τῇ μνήμῃ γενομένου πατριάρχου τῆς βασιλίδος ταύτης πόλεως ἔχοντα ἐν ἐπιγραφῇ οὕτως"

Τῷ τὰ πάντα ὁσιωτάτῳ καὶ ἁγιωτάτῳ ἀδελφῷ καὶ συλλειτουργῷ Μακαρίῳ Κωνσταντῖνος ἀνάξιος ἐπίσκοπος. ὧν ἡ ἀρχή: Ἄλλοι μὲν ἴσως ἐπιεικείᾳ μείζονι τῆς τῶν πολλῶν καταλήψεως.

Τούτων τοίνυν ἀπὸ ἀρχῆς μέχρι τέλους ἀπαραλείτττως ἀναγνωσθέντων ἡ ἁγία σύνοδος εἴπτεν"

Ἐν ἀκροάσει γενόμενοι τῶν γραφέντων συνοδικῶν ἐπιστολῶν παρά τε Θωμᾷ, Ἰωάννου καὶ Κωνσταντίνου τῶν γενομένων πατριαρχῶν τῆς βασιλίδος ταύτης πόλεως καὶ εὑρηκότες μηδὲν ἐναντίον αὐτοὺς περὶ τῆς ὀρθῆς πίστεως φρονήσαντας ἢ γράψαντας, συνείδομεν τὸν θεοσεβέστατον διάκονον καὶ χαρτοφύλακα [εώργιον τῆς ἐνταῦθα ἁγιωτάτης μεγάλης ἐκκλησίας ἐπ᾽ ὄψεσιν ἡμῶν ἐπὶ τῶν προκειμένων ἀχράντων τοῦ θεοῦ λογίων πληροφορῆ-σαι ἡμᾶς, ὡς διὰ πάσης ἐρεύνης ἐλθὼν οὐχ εὗρε λιβέλλους γραφῆναι ἀπό τινων καὶ προσδοθῆναι τοῖς εἰρημένοις τρισὶ πατριάρχαις Θωμᾷ, Ἰωάννῃ καὶ Κωνσταντίνῳ, ἕν θέλημα καὶ μίαν ἐνέργειαν δηλοῦντας ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ ἑνὸς τῆς ἁγίας τριάδος κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν.

Καὶ ἁψάμενος τῶν προκειμένων ἀχράντων τοῦ θεοῦ λογίων [εώργιος ὁ θεοσεβέστατος διάκονος καὶ χαρτοφύλαξ ὥμοσεν οὕτως"

Μὰ τὰς ἁγίας γραφὰς ταύτας καὶ τὸν θεὸν λαλήσαντα δι' αὐτῶν διὰ πάσης ἐρεύνης ἐλθὼν οὐχ εὗρον λιβέλλους γενομένους ἀπό τινῶν καὶ Ἰτροσδοθέντας τοῖς εἰρημένοις τρισὶν ἁγιωτάτοις πατριάρχαις Θωμᾷ, Ἰωάννῃ καὶ Κωνσταντίνῳ περὶ ἑνὸς θελήματος καὶ μιᾶς ἐνεργείας.

Ἡ ἁγία σύνοδος εἶπε:

Τοῦ σωματικοῦ λόγον εἰς ἐπήκοον ἡμῶν καὶ τῶν συμπαρόντων ἡμῖν ἐνδοξοτάτων ἀρχόντων καταβληθέντος παρὰ [ξωργίου τοῦ θεοσεβεστάτου διακόνου καὶ χαρτοφύλακος τῆς ἐνταῦθα ἁγιωτάτης τοῦ θεοῦ μεγάλης ἐκκλησίας καὶ πληροφορίαν ἡμῖν τελείαν διὰ τοῦ τοιούτου παρασχόντος σωματικοῦ λόγου, ὡς οὐδαμῶς οἱ αὐτοὶ ἐν ἁγίᾳ τῇ μνήμῃ Θωμᾶς, Ἰωάννης καὶ Κωνσταντῖνός τινας εἰσέπραξαν λιβέλλους περὶ ἐνεργείας καὶ θελή-ματος, τοὺς τοιούτους ἐν ἁγίᾳ τῇ μνήμῃ τρεῖς ἄνδρας, τουτέστι Θωμᾶν, Ἰωάννην καὶ Κωνσταντῖνον, συνείδομεν ἐν τῇ ταυτότητι μεῖναι καὶ ἐν τοῖς ἱεροῖς διτττύχοις ἀναφέρεσθαι τῶν ἁγιωτάτων ἐκκλησιῶν, ὡς οἷα ἐν ἅπασιν ἀμωμήτων αὐτῶν καὶ ἀνεπιλήπτων εὑρεθέν-τῶν περὶ τὴν ὀρθόδοξον ἡμῶν τῶν Χριστιανῶν πίστιν. οὺς δὲ ἔφησε [εἐώργιος ὁ θεοσε-βέστατος διάκονος καὶ χαρτοφύλαξ ἔχειν λιβέλλους ἀπὸ διαφόρων προσώπων γενομένους ἐπὶ Σεργίου, Πύρρου, Παύλου καὶ Πέτρου, παραχρῆμα πρὸς ἡμᾶς ἀγαγέτω, ἐφ᾽ ᾧ τὸν ἀφανισμὸν αὐτῶν προσφόρως γενέσθαι.

Καὶ ὑπεξελθὼν πρὸς βραχὺ [εώργιος ὁ θεοσεβέστατος διάκονος καὶ χαρτοφύλαξ καὶ μετ’ ὀλίγον ἀνθυποστρέψας διαφόρους τε χάρτας ἐπιφερόμενος εἴττε᾽

Κατὰ τὰ παραστάντα τῇ ἁγίᾳ ὑμῶν συνόδῳ πάντας τοὺς γενομένους λιβέλλους καὶ καταθέσεις καὶ ἑτέρους χάρτας εἰς τὴν παροῦσαν συντείνοντας δογματικὴν κίνησιν καὶ εὑρεθέντας ἐν τῷ χαρτοφυλακίῳ τοῦ εὐαγοῦς πατριαρχείου παρεξέβαλον, ἐν οἷς καὶ ἑτέρα Ῥωμαϊκὴ ἐπιστολὴ Ὁνωρίου τοῦ γενομένου πάπα Ῥώμης πρὸς τῇ ἤδη προσενεχθείσῃ αὐτοῦ ἐπιστολῇ εὕρηται μετὰ τῆς αὐτῆς ἑρμηνείας. ἔτι δὲ ἐπιφέρομαι καὶ βιβλίον ἐν σώμασιν ἔχουσαν ἴσα διαφόρων ἐπιστολῶν δογματικῶν, ἐν ἦ ἔγκειται ἐπιστολὴ δογματικὴ Πύρρου τοῦ γενομένου ἀρχιεπισκόπου ταύτης τῆς θεοφυλάκτου καὶ βασιλίδος πόλεως γραφεῖσα πρὸς Ἰωάννην τὸν ἐν ὁσίᾳ τῇ μνήμῃ γενόμενον πάπαν Ῥώμης, καὶ ἅπαντα ἐπιφέρομαι πρὸς τὸ ὑμῖν παραστησόμενον.

ἯἩ ἁγία σύνοδος εἴτπεν᾽

Οὕσπερ ἔφησε [ξώργιος ὁ θεοσεβέστατος διάκονος καὶ χαρτοφύλαξ τῆς ἐνταῦθα ἁγιω-τάτης μεγάλης ἐκκλησίας λιβέλλους καὶ ἕτερα χαρτία εἰς τὴν παροῦσαν δογματικὴν φερόμενα κίνησιν εἰς μέσον ἀγαγέτω πρὸς τὸ ταῦτα διασκετττομένους ἡμᾶς" εἰ ἐναντία τῆς ὀρθοδοξίας εὕρωμεν, τῷ ἁρμοδίῳ ὑποβληθῆναι ἀφανισμῷ ἐπιτρέψομεν. ἣν δὲ ἐπὶ τοῦ παρόντος εὑρηκὼς εἶπε μετὰ χεῖρας ἔχειν ὁ αὐτὸς θεοσεβέστατος (διάκονος καὶ» χαρτοφύλαξ [εῴώργιος Ῥωμαϊκὴν “Ονωρίου γενομένου πάπα Ῥώμης ἐπιστολὴν μετὰ τῆς αὐτῆς ἑρμηνείας, ὡσαύτως καὶ τὴν βίβλον, ἐν ἧ φέρεται ἡ ἐπιστολὴ Πύρρον πρὸς Ἰωάννην τὸν γενόμενον πάπαν Ῥώμης, ἐπιδιδότω πρὸς ἀνάγνωσιν πρὸς τὸ τὴν τούτων λαβεῖν ἡμᾶς εἴδησιν.

Καὶ προεκομίσθη ἡ τοιαύτη Ῥωμαϊκὴ Ὁνωρίου ἐπιστολὴ μετὰ τῆς αὐτῆς ἑρμηνείας ἔχουσα ἐν προγραφῇ οὕτως"

Τῷ ἀγαπητῷ ἀδελφῷ Σεργίῳ Ὁνώριος. ἧς ἡ ἀρχή᾽ Τὰ γραφέντα παρὰ τοῦ ἀγαπητοῦ ἡμῶν τέκνου Σηρίκου τοῦ διακόνου.

Ἔχει δὲ ἡ αὐτὴ ἐπιστολὴ μετά τινα οὕτως"

οὐ μὴν ἀλλὰ καὶ πρὸς Κῦρον τὸν ἀδελφὸν ἡμῶν, τὸν τῆς ᾿Αλεξανδρέων πόλεως πρόεδρον, εἰς τὸ ἀνατραπῆναι τὴν ἐπωνυμίαν τῆς νέας ἐφευρέσεως τῆς μιᾶς ἢ τῶν δύο ἐνεργειῶν, ὡς μὴ ὀφείλειν τῷ λαμπρῷ κηρύγματι τῶν τοῦ θεοῦ ἐκκλησιῶν τὴν ἀχλὺν τῶν συνεσκιασμένων φιλονεικιῶν περιχεθῆναι ἤγουν περιρραίνεσθαι, ἀλλ᾽ ἐκβληθῆναι δηλαδὴ τὴν προσηγορίαν τῆς νεωστὶ εἰσαχθείσης μιᾶς ἢ διπλῆς ἐνεργείας ἀττὸ τοῦ κηρύγματος τῆς πίστεως. οἱ γὰρ ταῦτα λέγοντες, τί ἕτερον ὑπονοοῦσιν ἢ καθ᾽ ὁμοιότητα τῆς προσ-Ἠγορίας τῆς μιᾶς ἢ τῶν δύο φύσεων Χριστοῦ τοῦ θεοῦ ἡμῶν οὕτως καὶ μίαν ἢ δύο ἐνεργείας, περὶ οὗ λαμπρῶς ἡ θεία γραφὴ διαγορεύει᾽ μιᾶς δὲ ἐνεργείας ἢ δύο εἶναι ἢ γεγονέναι τὸν μεσίτην θεοῦ καὶ ἀνθρώπων τὸν κύριον Ἰησοῦν Χριστὸν νοεῖν ἢ προφέρειν πάνυ μάταιον.

Ἔχει δὲ καὶ πρὸς τὸ τέλος ἡ αὐτὴ ἐπιστολὴ οὕτως"

Καὶ ταῦτα μὲν τῇ ὑμετέρᾳ ἁγιωτάτῃ ἀδελφότητι συνείδομεν διὰ τῶν παρόντων γραμ-μάτων κατάδηλα ποιήσασθαι πρὸς καταρτισμόν τε καὶ γνῶσιν τῶν ἀμφιβαλλόντων. τὸ δὲ λοιπὸν ὅσον πρὸς τὸ δόγμα τὸ ἐκκλησιαστικὸν συντείνει, καὶ τίνα τε ὀφείλομεν κρατεῖν ἤγουν κηρύττειν διὰ τὴν ἁπλότητα τῶν ἀνθρώπων καὶ εἰς τὸ περιελεῖν τὰς δυσχερεῖς περιόδους τῶν ζητήσεων, ὡς ἀνωτέρω εἴπομεν, οὐδὲ μίαν οὐδὲ δύο ἐνεργείας ἐπὶ τοῦ μεσίτου θεοῦ καὶ ἀνθρώπων ὁρίζειν, ἀλλ’ ἑκατέρας τὰς φύσεις ἐν τῷ ἑνὶ Χριστῷ τῇ φυσικῇ ἑνότητι ἡνωμένας μετὰ τῆς θατέρου κοινωνίας ἐνεργούσας καὶ πρακτικὰς ὁμολογεῖν ὀφεί-λομεν, καὶ τὴν μὲν θείαν ἐνεργοῦσαν ἃ εἰσὶ τοῦ θεοῦ, τὴν δὲ ἀνθρωπίνην ἀποτελοῦσαν τὰ τῆς σαρκός, οὐ διῃρημένως οὐδὲ συγκεχυμένως ἢ τραπεῖσαν τὴν τοῦ θεοῦ φύσιν εἰς ἄνθρωπον, οὐδὲ τὴν ἀνθρωπείαν τραπεῖσαν εἰς θεότητα ἐκδιδάσκοντες, ἀλλὰ τὰς διαφορὰς τῶν φύσεων ἀκεραίας ὁμολογοῦντες" εἷς γὰρ καὶ ὁ αὐτός ἐστι ταπεινὸς καὶ ὑψηλός, ἴσος τῷ πατρὶ καὶ ἥττων τοῦ πατρός, αὐτὸς ὁ πρὸ τῶν αἰώνων τεχθεὶς ἐν χρόνῳ ἐγένετο, δι᾽ οὗ οἱ αἰῶνες ἐγένοντο, ἐγένετο ἐν τῷ αἰῶνι, καὶ ὁ νόμον δεδωκὼς γέγονεν ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσηται, αὐτὸς ἐσταυρώθη, αὐτὸς τὸ χειρόγραφον ὅπερ ἦν καθ᾽ ἡμῶν καταργῶν, ἐν τῷ σταυρῷ ἐκ τῶν ἀρχῶν καὶ τῶν ἐξουσιῶν ἐθριάμβευσεν. ἐξαιροῦντας οὖν, ὡς εἴπομεν, τὸ σκάνδαλον τῆς νέας ἐφευρέσεως, οὐ δέον ἡμᾶς ὁρίζειν ἢ κηρύττειν μίαν ἢ δύο ἐνεργείας, ἀλλ᾽ ἀντὶ μιᾶς, ἥν τινες λέγουσιν ἐνέργειαν, δέον ἡμᾶς τὸν ἕνα ἐνεργοῦντα Χριστὸν τὸν κύριον ἐν ἑκατέραις ταῖς φύσεσιν ἀληθῶς ὁμολογεῖν καὶ ἀντὶ τῶν δύο ἐνεργειῶν ἐξαιρεθείσης τῆς προσηγορίας τῆς διπλῆς ἐνεργείας αὐτὰς μᾶλλον τὰς δύο φύσεις μεθ᾽ ἡμῶν κηρύξωσι, τουτέστι τῆς θεότητος καὶ τῆς σαρκὸς τῆς προσληφθείσης, ἐν τῷ ἑνὶ προσώπῳ τοῦ μονογενοῦς υἱοῦ τοῦ πατρὸς ἀσυγχύτως, ἀδιαιρέτως, ἀτρέπτως ἐνεργούσας τὰ ἴδια. καὶ ταῦτα μὲν τῇ μακαριωτάτῃ ὑμῶν ἀδελφότητι συνείδομεν κατάδηλα ποιῆσαι, ἵνα τῇ προθέσει τῆς μιᾶς ὁμολογίας δείξωμεν ὁμοψυχήσαντας ἑαυτοὺς τῇ ὑμῶν ἁγιότητι, δηλαδὴ συμφωνοῦντες ἐν ἑνὶ πνεύματι τῇ ἴσῃ διδαχῇ τῆς πίστεως γράφοντες" ἔτι μὴν καὶ τοῖς κοινοῖς ἀδελφοῖς ἡμῶν Κύρῳ καὶ Σωφρονίῳ τοῖς ἐπισκόποις, ἵνα μὴ τῇ νεαρᾷ φωνῇ, τουτέστι τῇ προσηγορίᾳ τῆς μιᾶς ἢ διπλῆς ἐνεργείας, ἐνίστασθαι ἢ ἐπιμένειν φανῶσιν, ἀλλὰ περιαιρεθείσης τῆς προσηγορίας τῆς τοιουτοτρόπον νέας φωνῆς τὸν ἕνα Χριστὸν κύριον μεθ’ ἡμῶν κηρύξωσιν ἐνεργοῦντα τὰ θεῖα καὶ .τὰ ἀνθρώπινα ἐν ἑκατέραις ταῖς φύσεσιν, κἂν εἰ τὰ μάλιστα τούτους, οὺς πρὸς ἡμᾶς ὁ προλεχθεὶς ἀδελφὸς καὶ συνεπίσκοπος ἡμῶν Σωφρόνιος ἀπέστειλε, παρεσκευάσαμεν, ἵνα μὴ δύο ἐνεργειῶν ἐπωνυμίαν τοῦ λοιποῦ κηρύττειν ἐπιμείνῃ, ὅπερ καὶ πάντως ἐπηγγείλαντο τὸν προλε-χθέντα ἄνδρα μέλλειν ποιεῖν, εἴγε Κῦρος ὁ ἀδελφὸς ἡμῶν καὶ συνεπίσκοπος ἀπὸ τῆς προσηγορίας τοῦ λέγειν μίαν ἐνέργειαν ἀποστῇ.

Ὡσαύτως ἐπεδόθη καὶ ἡ βίβλος, ἐν ἣ ἐπεφέρετο ἐπιστολὴ Πύρρου τοῦ γενομένου προέδρου τῆς βασιλίδος ταύτης πόλεως πρὸς Ἰωάννην τὸν ἐν ὁσίᾳ τῇ μνήμῃ γενόμενον πάπαν Ῥώμης, ἧς ἡ ἀρχή: Ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς Χριστὸς μέλλων εἰς οὐρανοὺς ἀνιέναι.

Ἔχει δὲ μετά τινα ἡ αὐτὴ ἐπιστολὴ οὕτως᾽

Τίς γὰρ ἐκείνων βλέττων οὕτω διακειμένους ἡμᾶς ἐχθρωδῶς καὶ τοὺς ἱερᾶσθαι λαχόντας ὀνείδεσι βαλλομένους ἀπὸ τῶν ποιμαίνεσθαι τεταγμένων, οὐ διατταίζεται καὶ ἀπογνώσεται τῆς ἡμετέρας γνώμης καὶ ἀφορμὴν τῆς ἰδίας ἀσεβείας τὴν ἐν ἡμῖν ἀταξίαν ποιήσεται; οὔπω ὁ περὶ δύο φύσεων καταλέλυται πόλεμος καὶ ἕτερον ἑαυτοῖς ἐπεισάγομεν θόρυβον;

Ὁμοίως προηνέχθησαν καὶ ἀνεγνώσθησαν καὶ οἱ ἀνωτέρω ἐπιμνησθέντες λίβελλοί τε καὶ ἕτεροι χάρται. Ἡ ἁγία σύνοδος εἶπε,

Τῶν προκομισθέντων ἡμῖν παρὰ [ξωργίου τοῦ θεοσεβεστάτου διακόνου καὶ χαρτοφύ-λακος τῆς ἐνταῦθα ἁγιωτάτης μεγάλης {τοῦ θεοῦ» ἐκκλησίας λιβέλλων τε καὶ χάρτων καὶ ἑτέρων συνταγμάτων τὴν εἴδησιν λαβόντες ἔγνωμεν εἰς μίαν καὶ τὴν αὐτὴν ἀσέβειαν φέρεσθαι, καὶ συνείδομεν ταῦτα ὡς βέβηλα καὶ ψυχοφθόρα παραχρῆμα πρὸς τέλειον ἀφανισμὸν πυρὶ παραδοθῆναι.

Καὶ ἐκαύθησαν. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἁγία σύνοδος εἴττον᾽ ᾿Αρκούντως ἔχει καὶ τὰ κατὰ τὴν σήμερον ἡμέραν πραχθέντα.

37
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать