ΠΡΑΞΙΣ ΕΝΔΕΚΑΤῊ (ΤΟΜΟΣ ΠΈΜΠΤΟΣ)
Ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπτότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν βασιλείας τῶν θεοστέπτων καὶ γαληνοτάτων ἡμῶν δεσπότων Φλαβίων Κωνσταν-τίνου μὲν τοῦ εὐσεβεστάτου καὶ θεοψηφίστου μεγάλου βασιλέως αἰωνίου αὐγούστου καὶ
αὐτοκράτορος ἔτους εἰκοστοεβδόμου καὶ μετὰ ὑπατείαν τῆς αὐτοῦ θεοσόφονυ πραότητος ἔτους τρισκαιδεκάτου Ἡρακλείου δὲ καὶ Τιβερίου τῶν θεοφυλάκτων αὐτοῦ ἀδελφῶν ἔτους εἰκοστοδευτέρου τῇ εἰκάδι τοῦ Μαρτίου μηνός ἰνδικτιῶνος ἐνάτης.
Προκαθημένου τοῦ αὐτοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου μεγάλου βασιλέως Κωνσταντίνον
ἐν τῷ σεκρέτῳ τοῦ θείου παλατίου τῷ οὕτω ἐπιλεγομένῳ Τρούλλῳ καὶ κατὰ κέλευσιν τῆς
αὐτοῦ θεοσόφου γαλήνης παρόντων καὶ ἀκροωμένων
Νικήτα τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ μαγίστρου τῶν βασιλικῶν ὀφφικίων
Θεοδώρου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου, κόμητος τοῦ βασιλικοῦ ὀψικίου καὶ ὑποστρατήγου {τοῦ ἐξερκέτου» Θράκης
Σεργίου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου
Παύλου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου
Ἰουλιανοῦ τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ στρατιωτικοῦ λογοθέτου
Κωνσταντίνου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ κουράτωρος τοῦ βασιλικοῦ τῶν Ὁρμίσδου οἴκου
᾿Αναστασίου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ τοποτηρητοῦ τοῦ κόμητος τοῦ βασιλικοῦ ἐξκουβίτου
Ἰωάννου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ κοιαίστωρος
Πολυεύκτου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων
Θωμᾶ τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων
Παύλου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων καὶ διοικητοῦ τῶν ἀνατολικῶν ἐπαρχιῶν
Πέτρον τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων
Λεοντίου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων καὶ δομεστίκου τῆς βασιλικῆς τραπέζης.
Συνελθούσης δὲ καὶ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς κατὰ βασιλικὸν θέσπισμα
συναϑροισθείσης ἐν ταύτῃ τῇ θεοφυλάκτῳ καὶ βασιλίδι πόλει, τουτέστι
Θεοδώρου καὶ [ξωργίου τῶν εὐλαβεστάτων πρεσβυτέρων καὶ Ἰωάννου τοῦ εὐλαβεστάτου διακόνου ἐπεχόντων τὸν τόπον τοῦ ὁσιωτάτον καὶ ἁγιωτάτον πάπα τῆς πρεσβυτέρας Ῥώμης ᾿Αγάθωνος καὶ
[εωργίου τοῦ ὁσιωτάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου ταύτης τῆς μεγαλωνύμον Κωνσταντινουπόλεως νέας Ῥώμης καὶ
Πέτρου τοῦ θεοφιλεστάτου πρεσβυτέρου μοναχοῦ καὶ τοποτηρητοῦ τοῦ θρόνου τῆς ᾿Αλεξανδρέων μεγαλοπόλεως καὶ
[εωργίου τοῦ εὐλαβεστάτου πρεσβυτέρου μοναχοῦ καὶ ἀποκρισιαρίου Θεοδώρου τοῦ ὁσιωτάτου τοποτηρητοῦ τοῦ θρόνου Ἱεροσολύμων
Ἰωάννου ἐπισκόπου πόλεως Πόρτου, ᾿Αβουνδαντίου ἐπισκόπου πόλεως Πατέρνου, Ἰωάν-νου ἐπισκόπου πόλεως Ῥηγίου, ἐπεχόντων τὸν τόπον τῆς κατὰ τὴν πρεσβυτέραν Ῥώμην ὁσίας τῶν ἑκατὸν εἴκοσι πέντε ζθεοφιλῶν» ἐπισκόπων συνόδου τῶν καὶ δι᾽ οἰκείων ὑπογραφῶν δηλουμένων ἐν τῇ γενομένῃ πρὸς τὸν εὐσεβέστατον βασιλέα Κωνσταντῖνον παρ᾽ αὐτῶν ἀναφορᾷ καὶ
Θεοδώρου τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ τοποτηρητοῦ τοῦ θεοφιλεστάτου ἀρχι-ἐπισκόπου {πόλεως Ῥαβέννης Θεοδώρου
Ἰωάννου ἐπισκόπου Θεσσαλονίκης
Βασιλείου ἐπισκόπου πόλεως [ορτύνης τῆς Κρητῶν νήσου
Φιλαλήθους ἐπισκόπου Καισαρείας Καππαδοκίας
Θεοδώρου ἐπισκόπου ᾿Εφέσου
Σισινίου ἐπισκόπου Ἡρακλείας Θράκης
Πλάτωνος ἐπισκόπου ᾿Αγκύρας Γαλατίας
[Γεωργίου ἐπισκόπου Κυζίκου
Μαρίνου ἐπισκόπου Σάρδεων
Πέτρου ἐπισκόπου Νικομηδείας
Φωτίου ἐπισκόπου Νικαίας
Ἰωάννου ἐπισκόπου Χαλκηδόνος
Ἰωάννου ἐπισκόπου Σίδης
Θεοδώρου ἐπισκόπου Μελιτηνῆς
Ἰουστίνου ἐπισκόπου Τυάνων
᾿Αλυπίου ἐπισκόπου [αγγρῶν
Κυπριανοῦ ἐπισκόπου Κλαυδιουπόλεως
Πολνεύκτου ἐπισκόπου Μύρων τῆς Λυκίας Θεοδώρου ἐπισκόπου Σταυρουπόλεως Καρίας Τιβερίου ἐπισκόπου Λαοδικείας Φρυγίας Κοσμᾷ ἐπισκόπου Συνάδων
Στεφάνου ἐπισκόπου ᾿Αντιοχείας Πισιδίας Θεοπέμπτου ἐπισκόπου Ἰουστινιανουπόλεως ἤτοι Μωκισσοῦ Ἰωάννου ἐπισκόπου Πέργης
Ἰσιδώρου ἐπισκόπου Ῥόδου
Σισινίου ἐπισκόπου Ἱεραπόλεως Φρυγίας Θεοδώρου ἐπισκόπου Ταρσοῦ
Μακροβίου ἐπισκόπου Σελευκείας Ἰσαυρίας [εωργίου ἐπισκόπου Βυζίης Θράκης Ζαχαρίου ἐπισκόπου Λεοντοπόλεως Ἰσαυρίας [ρηγορίου ἐπισκόπου Μιτυλήνης
Γεωργίου ἐπισκόπου Μιλήτου
Σεργίου ἐπισκόπου Σηλυβρίας
᾿Ανδρέου ἐπισκόπου Μεθύμνης
Θεογνίου ἐπισκόπου Κίου
Ἐπιφανίου ἐπισκόπου Εὐχαίτων
Πέτρου ἐπισκόπου Μεσημβρίας
Πέτρου ἐπισκόπου Σωζοπόλεως Θράκης Ἰωάννου ἐπισκόπου Νύσσης
Θεοδώρου ἐπισκόπου τῶν Βασιλικῶν Θερμῶν Γεωργίου ἐπισκόπου Καμουλιανῶν
Ζωΐτου ἐπισκόπου Χριστουπόλεως ᾿Ασίας Πατρικίου ἐπισκόπου Μαγνησίας
᾿Αντωνίου ἐπισκόπου Ὑπαίπων
Θεοδώρου ἐπισκόπου Περγάμου
[ενεσίου ἐπισκόπου ᾿Αναστασιουπόλεως Πλάτωνος ἐπισκόπου Κίννης
Στεφάνου ἐπισκόπου Βιρινουπόλεως
᾿Ανδρέου ἐπισκόπου Μνίζου
Ἰωάννου ἐπισκόπου Μιλητουπόλεως Ἰωάννου ἐπισκόπου Φιλαδελφείας Θεοδώρου ἐπισκόπου Πραινέτου Ἰωάννου ἐπισκόπου τοῦ Δασκυλίου Θεοδώρου ἐπισκόπου Ἰουστινιανουπόλεως Γόρδου Μηνᾷ ἐπισκόπου Καραλίας Παμφιλίας Καλλινίκου ἐπισκόπου Κολωνείας ᾿Αρμενίας Θεοδώρου ἐπισκόπου Βερίσσης Τιβερίου ἐπισκόπου ᾿Αμισσοῦ
Σεργίου ἐπισκόπου Σινώττης
[Γεωργίου ἐπισκόπου Ἰουνοπόλεως Στεφάνου ἐπισκόπου Ἡρακλείας Πόντου Λογγίνου ἐπισκόπον Τίου
δομετίου ἐπισκόπου Πλουσιάδος [εωργίου ἐπισκόπου Κρατίας
Πλάτωνος ἐπισκόπου ᾿Αδριανουπόλεως Σολομῶνος ἐπισκόπου Κλανέου Ππωωργίου ἐπισκόπου Κώου
Ἰωάννου ἐπισκόπου Ἐρίζων
Ἰωάννου ἐπισκόπου Μύνδου
Πατρικίου ἐπισκόπου Ἰλούζων
Πέτρου ἐπισκόπου ᾿Αππίας
᾿Αλεξάνδρου ἐπισκόπον Νακωλείας Δομετίου ἐπισκόπου Πρυμνισσοῦ Κωνσταντίνον ἐπισκόπου Βαράτης Θεοδοσίου ἐπισκόπου Ὑιβίλων
Παύλου ἐπισκόπου Σωζοπόλεως Πισιδίας Πλουσιανοῦ ἐπισκόπου τοῦ Συλλέου Θεοδώρου ἐπισκόπου Νανζιανζοῦ Δημητρίου ἐπισκόπου Τίνου
Στεφάνου ἐπισκόπου Πάρου
[ρηγορίου ἐπισκόπου Καντάνου
Ἰωάννου ἐπισκόπου Λάπτπης
Εὐλαλίου ἐπισκόπου Ζηνωνουπόλεως
Κωνσταντίνου ἐπισκόπου Δαλισανδοῦ
Θεοδώρον ἐπισκόπου Ὄλβης
Θεοφάνους πρεσβυτέρου καὶ ἡγουμένου τοῦ ἐν Σικελίᾳ εὐαγοῦς μοναστηρίου ἐπιλεγομένου Βαίων
[Γεωργίου πρεσβυτέρου καὶ μοναχοῦ μονῆς τῶν Ῥενάτης διακειμένης ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ
Κόνωνος καὶ Στεφάνου πρεσβυτέρων καὶ μοναχῶν μονῆς ἐπιλεγομένης Δόμου ᾿Αρσικίας διακειμένης ὡσαύτως κατὰ τὴν πρεσβυτέραν Ῥώμην.
Καθεσθέντων τε τῶν ἐνδοξοτάτων πατρικίων καὶ ὑπάτων καὶ πιάντων τῶν ὁσιωτάτων καὶ θεοφιλῶν ἐπισκόπων κατὰ τάξιν ἐν τῷ αὐτῷ τοῦ Τρούλλου σεκρέτῳ, προκειμένων ἐν μέσῳ τῶν ἁγίων καὶ ἀχράντων Χριστοῦ τοῦ θεοῦ ἡμῶν εὐαγγελίων, Κωνσταντῖνος ὁ θεοσεβέστατος ἀρχιδιάκονος τῆς ἐνταῦθα ἁγιωτάτης τοῦ θεοῦ καθολικῆς καὶ ἀποστο-λικῆς μεγάλης ἐκκλησίας καὶ πριμμικήριος τῶν θεοσεβεστάτων νοταρίων τοῦ ἁγιωτάτου πατριάρχου τῆς θεοφυλάκτου ταύτης καὶ βασιλίδος πόλεως [Γεωργίου εἴπεν"
Διακρίνειν εἰωθυῖα τοὺς τὰ ὀρθὰ φρονοῦντας καὶ κηρύσσοντας δόγματα ἐκ τῶν μὴ ἀληθῶς ὁμολογούντων τὰ τῆς οἰκονομίας τοῦ ἑνὸς τῆς ἁγίας τριάδος Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν ἢ τε ὑμετέρα εὐσεβὴς γαλήνη καὶ ἡ ἁγία καὶ οἰκουμενικὴ ὑμῶν σύνοδος ἐν εἰδήσει τυγχάνει, ὡς κατὰ τὴν προλαβοῦσαν πρᾶξιν [Γεώργιος ὁ εὐλαβέστατος πρεσβύτερος μοναχὸς καὶ ἀποκρισιάριος Θεοδώρου τοῦ ὁσιωτάτου τοποτηρητοῦ τοῦ θρόνου Ἱεροσολύμων προσελθὼν ἤτησε τὴν ὑμετέραν εὐσέβειαν καὶ τὴν ἁγίαν ὑμῶν σύνοδον τὰ συνοδικὰ γράμματα Σωφρονίου τοῦ ἐν ὁσίᾳ τῇ μνήμῃ γενομένου ἀρχιετπι-σκόπου τῆς Ἱεροσολυμιτῶν πόλεως προενεχθῆναι εἰς μέσον καὶ ἀναγνωσθῆναι καὶ τὴν τούτων λαβεῖν ὑμᾶς εἴδησιν καὶ κρῖναι, εἴ γε ὀρθόδοξα καθεστήκασι, καὶ ὑποβάλλομεν πρὸς τὸ παριστάμενον.
Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς καὶ ἡ ἁγία σύνοδος εἶπον" ᾿Αναγινωσκέσθω τὰ ἤδη πραχθέντα.
Καὶ ἀνεγνώσθησαν.
Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς καὶ ἡ ἁγία σύνοδος εἴπτον'
Γεώργιος ὁ εὐλαβέστατος πρεσβύτερος μοναχὸς καὶ ἀποκρισιάριος τοῦ ὁσιωτάτου τοποτηρητοῦ τοῦ θρόνου Ἱεροσολύμων τῶν ἐπιμνησθέντων παρ᾽ αὐτοῦ συνοδικῶν Σωφρονίου τοῦ γενομένου ἀρχιεπισκόπου Ἱεροσολύμων κατὰ τὰ αἰτηθέντα παρ᾽ αὐτοῦ τὴν προκομιδὴν ποιησάτω καὶ ἡ τούτων ἀνάγνωσις γινέσθω.
Καὶ προεκομίσθη βιβλίον ἔχον τὰ συνοδικὰ τοῦ αὐτοῦ ἐν ὁσίᾳ τῇ μνήμῃ Σωφρονίου, ὅπερ λαβὼν ᾿Αγάθϑων ὁ εὐλαβέστατος ἀναγνώστης καὶ νοτάριος τοῦ ἁγιωτάτου ἀρχιεπι-σκόπου τῆς θεοφυλάκτον ταύτης καὶ βασιλίδος πόλεως ἀνέγνω ἔχον ἐπὶ λέξεως οὕτως"
Δεσπότῃ τὰ πάντα ἁγιωτάτῳ καὶ μακαριωτάτῳ ἀδελφῷ καὶ συλλειτουργῷ Σεργίῳ ἀρχιεπισκόπῳ καὶ πατριάρχῃ Κωνσταντινουπόλεως Σωφρόνιος ἀχρεῖος δοῦλος τῆς ἁγίας Χριστοῦ τοῦ θεοῦ ἡμῶν πόλεως.
Βαβαί, βαβαί, παμμακάριστοι, πῶς μοι φίλον νῦν τὸ ἡσύχιον καὶ πολὺ τοῦ πρὶν προσφιλέστερον, ἀφ᾽ οὗπερ ἐξ ἡσυχίας ἀπράγμονος εἰς πραγμάτων τύρβην ἐλήλυθα καὶ χερσαίοις τισι καταντλοῦμαι τοῖς κύμασι" βαβαί, βαβαί, θεοτίμητοι, πῶς μοι νῦν ἡδὺ τὸ ἐλάχιστον καὶ τοῦ πρὶν οὐ μετρίως ἡδύτερον, ἀφ᾽ οὗπερ ἐκ κοπρίας καὶ γῆς καὶ ἀφάτου καὶ πολλῆς ταπεινότητος εἰς θῶκον ἱεραρχικὸν ἀνελήλυθα καὶ πολὺν ὁρῶ συν-εζευγμένον τὸν κλύδωνα καὶ τῷ κλύδωνι παρομαρτοῦντα τὸν κίνδυνον" οὐχ οὕτω γὰρ ἥδιστα καθορᾶται τὰ ἥδιστα πρὸ τῆς τῶν ἀηδῶν πείρας καὶ γνώσεως, ὡς ὅταν
μετὰ πείραν καὶ ἔφοδον τῶν λυπηρῶν καταφαίνεται. οὕτως ὑγεία τοῖς μεθ' ὑγείαν νοσοῦσι τριπόθητος, οὕτω γαλήνη τοῖς μετὰ γαλήνην χειμαζομένοις ἐπίχαρτος, οὕτω πλοῦτος τοῖς μετὰ πλοῦτον πενομένοις ἐράσμιος, καὶ πάντα τις οὕτως ἂν ἴδοι τυγχάνοντα, αὐτὰ μὲν ὄντα καὶ μένοντα φυσικῇ καὶ οὐσιώδει ποιότητι, ὁποΐαπερ καὶ πρὸ τῆς τῶν ἐναντίων πείρας ἐφαίνετο, κομψότερα δὲ μετὰ τὴν τούτων γνῶσιν γινόμενα καὶ τοῖς αὐτὰ δεδεγ-μένοις πολὺ τιμιώτερα, οὐ μὴν ἀλλὰ καὶ ποθεινότερα καὶ τερπνότερα. καὶ τοῦτο ἡμῖν Ἰὼβ ὁ ἀοίδιμος συμψηφιεῖται λαμπρότατα διὰ πείρας ἑκατέρων γενόμενος καὶ τὰς ψήφους ὀρθὰς ὁριζόμενος, καὶ δίκαιος ἂν εἴη κριτὴς τῶν λεγομένων ἡμῖν προερχόμενος καὶ κρίσιν ὁρίζων ἀπροσκλινῆ καὶ ἀδέκαστον. τί οὖν ἐκεῖνος ὁ ἀθλητής φησιν ὁ ἀδάμαστος ἰδὼν τῶν παθῶν τὴν μετάβλησιν καὶ τῶν λυπούντων ἐλθὼν εἰς ἐπίκλυσιν; τίς ἄν με θείη κατὰ μῆνα ἔμπροσθεν ἡμερῶν, ὧν με ὁ θεὸς ἐφύλαξεν; ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου, ὅτε τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει ὅτε ἤμην ἐπιβρίθων ὁδοῖς, ὅτε ὁ κύριος ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου ὅτε ἤμην ὑλώδης λίαν κύκλῳ δέ μου οἱ παῖδες" ὅτε ἐχέοντό μου αἱ ὁδοὶ βουτύρῳ, τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι" ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος. ἰδόντες με νεανίσκοι ἐκρύβησαν, πρεσβῦται δὲ ἐπανέστησαν" ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες δάκτυλον ἐπι-θέντες ἐπὶ στόματι, οἱ δὲ ἀκούσαντες ἐμακάρισάν με. οὐκοῦν εἰκότως κἀγώ, μακα-ριώτατοι, σὺν Ἰὼβ τῷ πεντάθλῳ βοήσομαι τῶν πάλαι μοι προσόντων καλῶν τῇ μνήμῃ βαλλόμενος" γαληνὸς ταῦτα βίος ἦν καὶ ἡσύχιος καὶ ταπεινότης οὐδένα γινώσκουσα κλύδωνα. τίς ἄν με θείη κατὰ μῆνα ἔμπροσθεν ἡμερῶν, ὧν με ὁ θεὸς ἐφύλαττεν ἄθλιπτον; ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου εἰρηναίαν βιοῦντος ζωὴν καὶ ἀκύμαντον, ὅτε τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει, ὅτε τῆς ἡσυχίας ἐτρύγων τοὺς βότρικε, ὅτε γαλήνης ἐβριθόμην γενήμασιν, ὅτε ἀταραξίας ἐτρύφων βλαστήμασιν,
ἀμεριμνίας ἠγαλλίων τοῖς ἄνθεσιν, ὅτε ἀφοβίας ἐστεφανούμην τοῖς »-ὅτε ἀπραγμοσύνην ἡστιώμην ταῖς χάρισιν, ὅτε τῆς ἐπιγείου πενίας ἀπήλανον, ὅτε τῆς ἀκινδύνου κοπρίας ἤρουν τοὺς αὔλακας, ὅτε τῆς ἀκυμάντου πτωχείας τὴν
θάλατταν ἔπλεον, ὅτε τῆς χθαμαλῆς ἑστίας ἐγαννύμην τοῖς κάλλεσιν, ὅτε τῆς χαμαιτρόφου διαίτης μάννα τὸ μελίρρυτον ἤσθιον᾽ ἄλλος τις Ἰσραὴλ καὶ αὐτὸς θεωρού-μενος καὶ τρυφὴν τρυφῶν εἰρηνικὴν καὶ οὐράνιον ἄνευ γογγυσμοῦ καὶ γνώμης ἀγνώμονος.
Ἐπεὶ οὖν ταῦτα καὶ τούτων πέρα, σοφώτατοι, εἰς ἐμὲ τὸν τρισάθλιον ἀνάγκῃ μεγάλῃ καὶ βίᾳ θεοφιλῶν κληρικῶν καὶ εὐλαβῶν μοναστῶν καὶ πιστῶν λαϊκῶν, τῶν πάντων πολιτῶν τῆς ἁγίας ταύτης Χριστοῦ τοῦ θεοῦ ἡμῶν πόλεως, τῶν χειρί με βιασαμένων καὶ τυραννίδι δρασάντων, γεγένηται, οἷοις οὐκ οἶδα οὐδὲ ἐπίσταμαι κρίμασιν, ἀξιῶ τοὺς πανιέρους ὑμᾶς καὶ προτρέπομαι μὴ μόνον εὐχαῖς καθαραῖς ταῖς πρὸς κύριον ἐπικουρεῖν ἐμοὶ βιωτικῶς θαλαττεύοντι εἴτα δὲ καὶ κινδυνεύοντι καὶ στηρίζειν με μικροψυχίαις ὀκλάζοντα, ἀλλὰ καὶ θεοτινεύστοις διδάγμασι ποδηγεῖν πρὸς τὴν τῶν πρακτέων ἐγχείρη-σιν, τοῦτο μὲν ὡς πατέρες καὶ φύσαντες, τοῦτο δὲ ὡς ἀδελφοὶ καὶ ὁμαίμονες. δότε γοῦν ὑμεῖς ἐμοὶ πατρικῶς τε καὶ ἀδελφικῶς τὰ αἰτήματα δίκαιά τε τυγχάνοντα, κἀγὼ ταῖς ὑμετέραις ποδηγίαις ἐφέψομαι καὶ συμπλοκὴν τὴν πρὸς ὑμᾶς ἐμπορεύσομαι, ἣν ἡ πίστις συνδεῖ τοὺς ὁμόφρονας καὶ ἡ ἐλπὶς συναινοῖ τοὺς εὐθύφρονας καὶ ἡ ἀγάπη συνδεσμοῖ τοὺς θεόφρονας. ὧν τὸ σχοινίον τὸ ἔντριτον κἀκ τριῶν τουτωνὶ τῶν θείων ἀρετῶν συμπλεκόμενον οὔτε λύσιν ἐπίσταται οὔτε ῥῆξιν ὑφίσταται οὔτε χωρισμὸν παραδέχεται, ἀλλ' ἔστιν ἀληθῶς ἀδιάρρηκτον εἰς μίαν συνάγων εὐσέβειαν τοὺς τὴν πλοκὴν αὐτοῦ πιλουτοῦντας τὴν ἔνθεον. ἐπειδὴ δέ τις ἀποστολικὴ καὶ ἀρχαῖα παράδοσις ἐν ταῖς κατὰ πᾶσαν τὴν οἰκουμένην ἁγίαις {τοῦ θεοῦ ἐκκλησίαις κεκράτηκεν, ὅπως οἱ πρὸς ἱεραρχίαν ἀγόμενοι τοῖς πρὸ αὐτῶν τὰς ἱεραρχίας χειρίζουσι πάντα εἰλικρινῶς ἀνατίθεν-ται, ὅπως φρονοῖεν καὶ ὅπως πίστεως ἔχοιεν, ἣν Παῦλος αὐτοῖς ὁ σοφώτατος ἄγαν ἀσφαλῶς παραδέδωκεν, ἵνα μὴ εἰς κενὸν τὰ δρομήματα τεύχοιεν, κενὸς γὰρ αὐτοῖς ἅπας ὁ δρόμος ἐγίνετο ἀδικουμένης κατά τι τῆς πίστεως. ἐκεῖνος γὰρ ὁ θεσπέσιος ὁ θεοῦ φωνῶν ἀκροασάμενος καὶ οὐρανὸν αὐτὸν ἐσχηκὼς παιδευτήριον καὶ παραδείσου θεωρὸς γενόμενος πρόωρος καὶ ῥημάτων ἑτέροις ἀρρήτων ἀνθρώποις πυθόμενος ἐδεδίει καὶ ἔτρεμε καί, ὡς αὐτός φησιν, ἐπεφοβεῖτο μήπως ἄλλοις κηρύξας Χριστοῦ τὸ σωτήριον κήρυγμα αὐτὸς ἀδόκιμος γένηται. ὅθεν καὶ ἐν Ἱεροσολύμοις ἀνήρχετο ὃ Χριστοῦ μαθητὴς ἐπουράνιος καὶ τοῖς πρὸ αὐτοῦ θείοις μαθηταῖς ὑπεκλίνετο καὶ τὸ εὐαγγελικὸν ὅπερ ἐκήρυττε δίδαγμα τοῖς τῶν ἄλλων δοκοῦσι προὔχειν ἐγνώριζε καὶ κοινωνοὺς αὐτοὺς ἐποιεῖτο τοῦ δόγματος τὸ ἀσφαλὲς ἑαυτῷ μνηστευόμενος καὶ τοῖς μετ᾿ αὐτὸν δεχομένοις αὐτοῦ τὰ διδάγματα τύπος ἅπασι σωτηρίας γενόμενος ἄριστος τοῖς ἀκολουθεῖν αὐτοῦ βουλομένοις τοῖς ἴχνεσι. τούτῳ τοιγαροῦν καὶ ἡμεῖς τῷ ἔθει δουλεύοντες καὶ νόμον ἡγούμενοι κάλλιστον πᾶν τὸ τοῖς πάλαι πρεπόντως γενόμενον ἀποστολικῷ μάλιστα κρατυνθὲν ἐγχειρήματι, τὸ ὅπως ἔχομεν περὶ πίστεως γράφομεν καὶ τοῖς θεοσόφοις ὑμῖν πρὸς δοκιμὴν ἀποστέλλομεν, ἵνα μὴ ὅρια μετατιθέντες αἰώνια, ἅπερ ἡμῶν οἱ πατέρες ἔθεντο, δόξωμεν, οὐ διακρίνειν μόνον εἰδόσιν ἀπὸ τῶν νόθων τὰ δόκιμα δόγματα, ἀλλὰ καὶ προσαναπληροῦν τὰ λείποντα διὰ τὴν ἐν Χριστῷ τελείαν ἀγάπησιν δυναμένοις ἀκριβῶς καὶ ἰσχύουσιν. ἐκεῖνα γοῦν λέξων ἐλεύσομαι, ἅπερ ἀπ᾽ ἀρχῆς ἐν ἐκκλησίᾳ τῇ ἁγίᾳ καὶ καθολικῇ τεχθεὶς καὶ τραφεὶς ἐκμεμάϑηκα καὶ ἐξ ἁπαλῶν φρονεῖν ὀνύχων παρείληφα καὶ κηρυττόντων ὑμῶν τῶν θεοπνεύστων ἀκήκοα.
Πιστεύω τοίνυν, μακάριοι, καθάπερ ἀρχῆθεν πεπίστευκα, εἰς ἕνα θεὸν πατέρα παντο-κράτορα, ἄναρχον παντελῶς καὶ ἀΐδιον, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν. καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν ἀϊδίως καὶ ἀπαθῶς ἐξ αὐτοῦ γεννηθέντα τοῦ θεοῦ καὶ πατρὸς καὶ οὐκ ἄλλην ἀρχὴν ἢ τὸν πατέρα γινώ-σκοντα, ἀλλ᾽ οὐδὲ ἄλλοθέν ποθεν ἢ ἐκ τοῦ πατρὸς τὴν ὑπόστασιν ἔχοντα, φῶς ἐκ φωτὸς ὁμοούσιον, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ συναΐδιον. καὶ εἰς ἐν πνεῦμα ἅγιον τὸ ἀϊδίως ἐκ τοῦ θεοῦ καὶ πατρὸς ἐκπορευόμενον, τὸ φῶς καὶ θεὸν καὶ αὐτὸ γνωριζόμενον καὶ ὃν ἀληθῶς πατρὶ καὶ υἱῷ συναΐδιον, ὁμοούσιόν τε καὶ ὁμόφυλον καὶ τῆς αὐτῆς οὐσίας τε καὶ φύσεως, ὡσαύτως δὲ καὶ θεότητος. τριάδα ὁμοούσιον καὶ ὁμότιμον καὶ ὁμόθρο-νον, συμφυᾷ καὶ συγγενῆ καὶ ὁμόφυλον, εἰς μίαν συγκεφαλαιουμένην θεότητα καὶ εἰς μίαν συναγομένην κοινὴν κυριότητα ἄνευ προσωπικῆς ἀναχύσεως καὶ ὑποστατικῆς ἐκτὸς συναιρέσεως. τριάδα γὰρ ἐν μονάδι πιστεύομεν καὶ μονάδα ἐν τριάδι δοξάζομεν, τριάδα μὲν ταῖς τρισὶν ὑποστάσεσι, μονάδα δὲ τῷ μοναδικῷ τῆς θεότητος" ἥ τε γὰρ ἁγία τριὰς ἀριθμητὴ ταῖς προσωπικαῖς ἐστιν ὑποστάσεσιν, ἤ τε παναγία μονὰς πάσης ἐκτός ἐστιν ἀριθμήσεως, καὶ ἡ μὲν ἀδιαίρετον ἔχει διαίρεσιν καὶ ἀσύγχυτον φέρει συν-ἀφειαν. διαιρουμένη γὰρ ταῖς ἀριθμηταῖς ὑποστάσεσι καὶ ἀριθμουμένη ταῖς προσωπικαῖς ἑτερότησι τῷ ταυτῷ τῆς οὐσίας καὶ τῆς φύσεως ἥνωται καὶ τὸν παντελῆ μερισμὸν οὐ προσίεται. ἢ τε μονὰς ἑνιαῖα τέ ἐστιν καὶ ἀσύζυγος καὶ πᾶσαν φεύγει τὴν κατ' οὐσίαν ἀρίθμησιν. εἷς γὰρ θεὸς ἡμῖν ἀραρότως πιστεύεται, ὅτι καὶ θεότης μία διαπρυσίως κηρύττεται, κἀν τριάδι προσώπων γινώσκεται καὶ εἷς κύριος ἡμῖν ἀναγγέλλεται, ὅτι καὶ κυριότης μία βεβαίως διέγνωσται, κἀν τρισὶν ὑποστάσεσι δείκνυται. οὔτε καθὸ εἷς θεὸς ὁ θεὸς καὶ μία θεότης, ἐστὶ διαιρούμενος καὶ εἰς τρεῖς θεοὺς μεριζόμενος ἢ εἰς τρεῖς θεότητας ἐκφερόμενος" οὔτε καθὸ εἷς κύριος, ὁ εἷς κύριος διιστάμενος καὶ εἰς κυρίους τρεῖς εὐρυνόμενος ἢ κυριότητας τρεῖς πλατυνόμενος. ᾿Αρειανῶν τὸ δυσσέβημα εἰς ἀνίσους θεοὺς τὸν ἕνα κατατέμνον θεὸν καὶ εἰς ἀνομοίους θεότητας τὴν μίαν μερίζον θεότητα καὶ εἰς ἑτερογενεῖς τρεῖς κυριότητας τὴν μίαν διιστῶν κυριότητα" οὔτε καθὸ τριὰς ὁ εἷς θεός ἐστι καὶ γνωρίζεται καὶ ὑποστάσεις τρεῖς καταγγέλλεται καὶ τρία πρεσβεύεται πρόσωπα, καὶ πατὴρ καὶ υἱὸς καὶ πνεῦμα ἅγιον, λέγεται συστελλόμενος ἢ συντιθέμενος ἢ συγχεόμενος, καὶ εἰς μίαν ἑαυτὸν συναλείφων ὑπόστασιν καὶ εἰς ἕν συγκρίνων οὐκ ἀριθμούμενον πρόσωπον. Σαβελλιανῶν τὸ ἀνόμημα εἰς μίαν τὰς τρεῖς ὑποστάσεις συγχέον ὑπόστασιν καὶ εἰς ἕν τὰ τρία συμφῦρον πρόσωπα πρόσωπον. ποῦ γὰρ τριάς, ὦ δυσσεβέστατοι, εἰ πρὸς ἕν καθ᾽ ὑμᾶς ἡ τριὰς συναχθήσεται πρόσωπον καὶ πρὸς μίαν δράμοι συγκεχυμένην ὑπόστασιν; ἢ ποῦ μονάς, ὦ μανικώτατοι, εἰ πρὸς οὐσίας τρεῖς ἡ μονὰς ἐξαχθήσεται καὶ πρὸς φύσεις τρεῖς πλατυνθήσεται καὶ πρὸς θεότητας τρεῖς πληθυνθήσεται; ἀσεβὲς γὰρ παρ᾽ ὀρθοδόξοις ἑκάτερον καὶ πάντῃ τῆς εὐσεβείας ἐξώκειλε τό τε μοναδικὸν καθ' ὑπόστασιν τό τε τριαδικὸν ἐν ταῖς φύσεσι. τὸ μὲν γὰρ πρὸς Ἰουδαϊσμὸν εὐθὺς ἀποφέρεται καὶ ἑαυτῷ συναποφέρει τὸν λέγοντα, τὸ δὲ πρὸς Ἑλληνισμὸν ἐκκυλίεται καὶ ἑαυτῷ συνεκκυλίει τὸν φάσκοντα" καὶ ἢ πάντως ἑλληνίζει ὁ τοῦτο μανικῶς σὺν ᾿Αρείῳ φθεγγόμενος ἢ ἰουδαΐζει ὁ ἐκεῖνο δυσσεβῶς σὺν Σαβελλίῳ δεχόμενος" καὶ διὰ τοῦτο καλῶς τοῖς θεολόγοις τεθέσπισται μονάδα μὲν ἡμᾶς φρονεῖν μιᾷ καὶ ἑνιαίᾳ θεότητι καὶ τῷ ταυτῷ τῆς οὐσιώδους τε καὶ φυσικῆς κυριότητος, τριάδα δὲ ταῖς ἀσυγ-χύτοις τρισὶν ὑποστάσεσι καὶ τῷ διαφόρῳ τῆς τρισαρίθμου προσωπικῆς ἑτερότητος, ἵνα μήτε τὸ ἕν μείνοι Σαβέλλιον πάντῃ ἕν θεωρούμενον καὶ πᾶσαν ὑποστατικὴν πληθὺν ἐκτρεπόμενον, μήτε τὰ τρία σεμνύνοι τὸν Ἄρειον τρία διαμπὰξ προσνοούμενα καὶ πᾶσαν μοναδικὴν φωνὴν διωθούμενα θεότητος καὶ οὐσίας καὶ φύσεως. ὥσπερ οὖν ἕνα θεὸν φρονεῖν ἐδιδάχθημεν, οὕτω καὶ μίαν θεότητα καθομολογεῖν παρειλήφαμεν, καὶ ὥσπερ ὑποστάσεις τρεῖς πρεσβεύειν ἐμάϑομεν, οὕτω καὶ πρόσωπα τρία δοξολογεῖν ἐπαιδεύθημεν, οὐκ ἄλλον τὸν ἕνα θεὸν παρὰ τὰ τρία γινώσκοντες πρόσωπα, οὔτε τὰ τρία τῆς τριάδος ὁμοούσια πρόσωπα, ἅπερ ἐστὶν ὁ πατήρ, ὁ υἱός, τὸ πνεῦμα τὸ ἅγιον, ἕτερα παρὰ τὸν ἕνα θεὸν ἐπιστάμενοι, καὶ διὰ τοῦτο ἕν τὰ τρία τὰ ἐν οἷς ἡ θεότης κηρύττομεν καὶ τὰ τρία ἕν ὧν ἡ θεότης ἐστὶν ἐξαγγέλλομεν “-- ἢ τό γε ἀκριβέστερον εἰπεῖν καὶ σαφέστερον, ἃ ἡ θεότης ἐστὶ καὶ γινώσκεται. τὸ γὰρ αὐτὸ καὶ ἕν ἐστι καὶ τρία πιστεύεται καὶ τρία δοξάζεται καὶ ἕν ἀληθῶς ἀναγγέλλεται, καὶ οὔτε τὸ ἕν, ἦ ἕν ἐστι, τρία λαμβάνεται, οὔτε τὰ τρία, καθὸ τρία τυγχάνει, ἕν ἐξακούεται, ὃ καὶ παράδοξον καὶ πάσης ὄντως γέμον ἐκπλήξεως. τὸ γὰρ αὐτὸ καὶ ἀριθμητόν ἐστι καὶ διαφεύγει τὴν ἐξαρίθμησιν' ἀριθμη-τὸν μὲν ταῖς ἑαυτοῦ τρισσαῖς ὑποστάσεσι, διαφεῦγον δὲ τὴν ἀρίθμησιν τῷ ἑνικῷ τῆς θεότητος, τὸ γὰρ ἑνικὸν αὐτοῦ τῆς οὐσίας καὶ φύσεως ἀριθμεῖσθαι παντελῶς οὐκ ἀνέχεται, ἵνα μὴ καὶ διαφορὰν εἰσοίσοι θεότητος καὶ λοιπὸν οὐσίας καὶ φύσεως καὶ πολυθεῖαν τὴν μοναρχίαν ἐργάσοιτο. πᾶς γὰρ ἀριθμὸς τὴν διαφορὰν κέκτηται σύνοικον καὶ πᾶσα διαφορὰ καὶ διάκρισις τὸν ἀριθμὸν συνεπάγεται σύμφυτον. ἀριθμεῖται γοῦν ἡ μακαρία τριὰς οὐκ οὐσίαις καὶ φύσεσι καὶ διαφόροις θεότησιν ἢ τρισσαῖς κυριότησιν, ἄπαγε, ὡς ᾿Αρειοι μαίνονται καὶ οἱ τῆς νέας τριθεῖας λυττῶσιν ἡγούμενοι, οὐσίας τρεῖς καὶ φύσεις τρεῖς καὶ τρεῖς κυριότητας καὶ τρεῖς ὁμοίως κενολογοῦντες θεότητας, ἀλλ' ὑποστάσεσι καὶ ἰδιότησι νοεραῖς τελείαις καθ᾽ ἑαυτὰς ὑφεστώσαις, ἀριθμῷ διαιρεταῖς καὶ οὐ διαιρεταῖς τῇ θεότητι. διαιρεῖται γὰρ ἀδιαιρέτως ἡ παναγία τριὰς καὶ διῃρη-μένως πάλιν συνάπτεται" τοῖς γὰρ προσώποις τὴν διαίρεσιν ἔχουσα ἀδιαίρετος μένει καὶ ἄτμητος οὐσίᾳ καὶ φύσει, ὡσαύτως δὲ καὶ θεότητι. καὶ διὰ τοῦτο οὔτε τρεῖς θεοὺς λέγομεν οὔτε τρεῖς φύσεις ἐπὶ τῆς τριάδος δοξάζομεν οὔτε τρεῖς οὐσίας ἐπ' αὐτῆς κηρύττομεν οὔτε τρεῖς ὁμολογοῦμεν θεότητας, οὐχ ὁμοουσίους, οὐχ ἑτεροουσίους, οὐχ ὁμοφύλους, οὐχ ἑτεροφύλους, οὐδ᾽ ὅσα μοναδικῶς ἐπ᾽ αὐτῆς προσκηρύττεται εἰς πλῆθος ἐκφέρειν ἀφίεμεν ἤ τινα τὴν αὐτῆς διαιρεῖν συγχωροῦμεν ἑνότητα. οὔτε δὲ τρεῖς τινας θεοὺς ἐπιστάμεθα ἢ τρεῖς τινας φύσεις ἢ τρεῖς τινας οὐσίας ἢ τρεῖς τινας θεότητας οἴδαμεν, οὐχ ὁμογενεῖς οὐχ ἑτερογενεῖς, οὐχ ὁμοειδεῖς, οὐχ ἑτεροειδεῖς, ἀλλ' οὔτε ὅλως θεοὺς ἢ φύσεις ἢ οὐσίας ἢ θεότητας ἔγνωμεν ἢ γινώσκοντας οἴδαμεν, ἀλλὰ καὶ τὸν ἔχοντα ἢ φρονοῦντα ἢ γινώσκοντα τοῖς ἀναθέμασι βάλλομεν. ἡμεῖς γὰρ μίαν ἀρχὴν τῆς μιᾶς ἴσμεν θεότητος, μίαν βασιλείαν, μίαν ἐξουσίαν, μίαν δύναμιν, μίαν ἐνέργειαν, μίαν βούλησιν, μίαν θέλησιν, μίαν δεσποτείαν, μίαν κίνησιν -- εἴτε τῶν μετ᾽ αὐτὴν ὄντων ἁπάντων δημι-ουργικήν, εἴτε προνοητικὴν εἴτε συστατικὴν καὶ συντηρητικήν “--, μίαν κυριότητα, μίαν ἀϊδιότητα καὶ ὅσα ἅττα μοναδικὰ καὶ ἀσύζυγα τῆς μιᾶς οὐσίας καὶ φύσεως ἐν τρισίν ἐστι προσωπικαῖς ὑποστάσεσιν, οὔτε τὰς ὑποστάσεις συγχέοντες καὶ εἰς μίαν αὐτὰς ὑπόστασιν ἄγοντες, οὔτε τὴν οὐσίαν τὴν μίαν μερίζοντες καὶ εἰς οὐσίας τρεῖς αὐτὴν κατατέμνοντες καὶ τὴν μίαν διὰ τοῦτο διαιροῦντες θεότητα. ἀλλ’ ἔστιν εἷς θεός, μία θεότης ἐν τρισὶν ὑποστάσεσι λάμπουσα καὶ τρεῖς ὑποστάσεις καὶ πρόσωπα ἐν θεότητι μιᾷ γνωριζόμενα. διὰ τοῦτο τέλειος θεὸς ὁ πατήρ, τέλειος θεὸς ὁ υἱός, τέλειος θεὸς τὸ πνεῦμα τὸ ἅγιον, ἐπειδὴ τὴν αὐτὴν καὶ μίαν ἕκαστον πρόσωπον ἀμέριστον καὶ ἀνελλιπῆ καὶ τελείαν ἔχει θεότητα" καὶ ὡς μὲν θεὸς τὸ αὐτὸ καθέστηκεν ἕκαστον καθ᾽ ἑαυτὸ θεωρούμενον τοῦ νοῦ χωρίζοντος τὰ ἀχώριστα ὡς δὲ πατὴρ καὶ υἱὸς καὶ πνεῦμα πανάγιον ἕτερον καὶ ἕτερον καὶ ἕτερον λέγεται, κἀντεῦθεν ταῦτα τοῖς θεολήπτοις κηρύττεται θεὸς καὶ θεὸς καὶ θεός, ἀλλ' εἷς τὰ τρία θεός -- οὐ γὰρ ἄλλος θεὸς ὁ πατήρ, οὐδὲ ἄλλος θεὸς ὁ υἱός, οὐδὲ ἄλλος πάλιν θεὸς τὸ πνεῦμα τὸ ἅγιον, ἐπεὶ μηδ᾽ ἄλλη φύσις ὁ πατήρ, μηδ᾽ ἄλλη φύσις ὁ υἱός, μηδ' ἄλλη πάλιν φύσις τὸ πνεῦμα τὸ ἅγιον᾽ τοῦτο γὰρ καὶ τοὺς πολλοὺς καὶ διαφόρους θεοὺς ἐκτεχνάζεται καὶ τὰς πολλὰς καὶ διαφόρους ἐκτίκτει θεότητας" ἀλλὰ θεὸς μὲν ὁ πατήρ, θεὸς δὲ καὶ ὁ υἱός, ὁμοίως δὲ θεὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὡς μιᾶς ἀμερίστως καὶ ἀνελλιπῶς τὰ τρία πρόσωπα πληρούσης θεότητος καὶ ἐν ἑκάστῳ οὔσης ὁλοτελῶς καὶ ὁλικῶς" θεότης γὰρ μερισμὸν οὐχ ὑφίσταται καὶ ἐν τοῖς τρισὶ προσώποις πληρωτικῶς καὶ ἐντελῶς, οὐ μεριστῶς ἤγουν ἐκ μέρους πληροῦσα τὰ πρόσωπα, ἀλλ᾽ ἐν ἑκάστῳ πληρεστάτως ὑπάρχουσα καὶ μία γε μένουσα, καὶ εἰ ἐν προσώποις τρισὶ δια-φαίνοιτο, καὶ πρὸς θεοτήτων πληθυσμὸν οὐκ ἐκτρέχουσα, καὶ εἰ ἐν τρισίν ἐστιν ὑποστάσεσιν, ἵνα μὴ σωματικήν τινα πάθοι διαίρεσιν ἡ ὄντως ἀπαθὴς καὶ ἀσώματος καὶ πάσχειν οὐκ εἰδυῖα τὰ κτίσεως ἴδια' ἔστιν οὖν μετὰ τὸ εἶναι θεὸς πατὴρ ὁ πατὴρ καὶ οὔτε υἱὸς οὔτε πνεῦμα ἅγιον, ἀλλ' ὅπερ ὁ υἱὸς κατ' οὐσίαν ἐστὶ καὶ ὃ κατὰ φύσιν τὸ πνεῦμα τυγχάνει τὸ ἅγιον" καὶ ἔστι μετὰ τὸ εἶναι θεὸς υἱὸς ὁ υἱὸς καὶ οὔτε πατὴρ οὔτε πνεῦμα πανάγιον, ἀλλ' ὅπερ ὁ πατὴρ κατὰ φύσιν κηρύττεται καὶ ὃ κατ᾽ οὐσίαν τὸ πνεῦμα καθορᾶται τὸ ἅγιον, καὶ ἔστι μετὰ τὸ εἶναι θεὸς πνεῦμα ἅγιον τὸ πνεῦμα τὸ ἅγιον καὶ οὔτε πατὴρ θεωρούμενον οὔτε υἱὸς λαμβανόμενον, ἀλλ᾽ ὅπερ ὁ πατὴρ κατ' οὐσίαν πιστεύεται καὶ ὅπερ ὁ υἱὸς κατὰ φύσιν ἀγγέλλεται, τὸ μὲν διὰ τὴν φύσιν καὶ τὴν τῆς οὐσίας ταυτότητα καὶ τὸ συγγενὲς τῆς ὑπάρξεως, τὸ δὲ διὰ τὰς ἑτεροίας τῶν τριῶν ἰδιότητας καὶ τὸ τῶν ἀσυγχύτως ἕκαστον πρόσωπον χαρακτηριζόντων ἰδιωμάτων ἀνόμοιον. ὥσπερ γὰρ τὸ {εἶναι θεὸς ἕκαστον ἀμετάπτωτον κέκτηται, οὕτω καὶ τὴν τοῦ προσώπον χαρακτηριστικὴν ἰδιότητα ἀμετάβλητον καὶ ἀκίνητον λέλαχε τὴν αὐτῷ καὶ μόνῳ προσοῦσαν καὶ τῶν ἄλλων προσώπων αὐτὸ διακρίνουσαν καὶ τὴν ὁμοφυᾶ καὶ ὁμότιμον, ὁμοούσιόν τε καὶ ὁμόθρονον τριάδα τηροῦσαν ἀσύγχυτον.
τριὰς οὖν ἡ τριάς, οὐ τελεία μόνον τῇ τῆς μιᾶς θεότητος τελειότητι, ἀλλὰ καὶ ὑπερτελὴς καὶ ὑπέρθεος͵ δόξῃ καὶ ἀϊδιότητι καὶ βασιλείᾳ, μὴ μεριζομένη μηδὲ ἀπαλλο-τριουμένη. οὔτε οὖν κτιστόν τι ἢ δοῦλον ἐν τῇ τριάδι οὔτε ἐπείσακτον, ὡς πρότερον μὲν οὐχ ὑπάρχον, ὕστερον δὲ ἐπεισελθόν, οὔτε οὖν ἐνέλειψε πατρὶ υἱὸς οὔτε υἱῷ πνεῦμα, ἀλλ' ἄτρεπτος καὶ ἀναλλοίωτος ἡ αὐτὴ τριὰς ἀεί."
Καὶ περὶ μὲν τῆς ἁγίας καὶ ὁμοουσίου, ἀϊδίου τε καὶ ἀρχικῆς καὶ πάντων δημιουργοῦ καὶ βασιλίδος τριάδος τὸ ὅπως φρονῶ καὶ δοξάζω καὶ σέβομαι ὡς ἐν βραχέσιν εἰπεῖν δῆλον ὑμῖν καὶ σαφὲς διατέθεικα, - οὐ γάρ τι πλέον συνεχώρει τούτων φάναι τῶν συνοδικῶν συλλαβῶν τὸ ἐπίτομον. ὅπως τε καὶ περὶ τῆς τοῦ ἑνὸς τῆς αὐτῆς πανσέπτου τριάδος θεοῦ λόγου καὶ υἱοῦ φιλανθρώπου τε καὶ παραδόξου σαρκώσεως ταυτὸν δὲ εἰπεῖν ὑπερτάτης κενώσεως καὶ πρὸς τοὺς ἐπιγείους ἡμᾶς θεϊκῆς καὶ θεοποιοῦ καταβάσεως ἔχω καὶ φρονῶ καὶ κρατεῖν ἐκ πατέρων ἁγίων καὶ τῶν καθ᾽ ὑμᾶς θεοπνεύστων παρέλαβον, ὡς ἐπὶ τῆς ἀληθείας αὐτῆς τῆς ἐφορώσης τὰ σύμπαντα γράμμα τουτὶ τὸ συνοδικὸν γράφων ἐκτίθημι καὶ πρὸς τὴν ὑμῶν ἐκπέμπω τῶν πανσόφων ἀκρόασιν.
Πιστεύω καὶ περὶ ταύτης, θειότατοι, ὡς ὁ θεὸς λόγος, ὁ τοῦ πατρὸς μονογενὴς υἱός, ὁ πρὸ πάντων τῶν αἰώνων καὶ χρόνων ἀπαθῶς ὑπ' αὐτοῦ γεννηθεὶς τοῦ θεοῦ καὶ πατρὸς οἶκτον λαβὼν καὶ φιλάνθρωπον ἔλεον τοῦ ἀνθρωπίνου ἡμῶν ὀλισθήματος, ἑκουσίῳ θελήματι καὶ θεοῦ βουλήσει τοῦ φύσαντος καὶ συνευδοκίᾳ θείᾳ τοῦ πνεύματος κόλπων οὐ χωρισθεὶς τοῦ γεννήσαντος πρὸς τοὺς ταπεινοὺς ἡμᾷς καταβέβηκεν. ἔστι γάρ, ἔστιν ὥσπερ τῆς αὐτῆς βουλῆς τῷ πατρὶ καὶ τῷ πνεύματι, οὕτω καὶ οὐσίας ἀπείρον" καὶ φύσεως περιγραφῆς οὐδαμῶς ἀνεχόμενος ἢ τῆς καθ' ἡμᾶς τοπικῆς μεταβάσεως, κατὰ φύσιν δρᾶν εἰδὼς θεϊκὴν τὴν ἐνέργειαν καὶ μήτραν εἰσδὺς ἀπειρόγαμον παρθενίας ἀγλαῖ-ζομένην ἁγνότητι Μαρίας τῆς ἁγίας καὶ φαιδρᾶς καὶ θεόφρονος καὶ παντὸς ἐλευθέρας μολύσματος τοῦ τε κατὰ σῶμα καὶ ψυχὴν καὶ διάνοιαν σαρκοῦται ὁ ἄσαρκος, καὶ μορφοῦται τὸ ἡμῶν ὁ κατ᾽ οὐσίαν τὴν θείαν ὅσον εἰς σχῆμα καὶ εἶδος ἀμόρφωτος, καὶ σωματοῦται καθ' ἡμᾶς ὁ ἀσώματος, καὶ ἄνθρωπος κατὰ ἀλήθειαν γίνεται ὁ ἀεὶ θεὸς γνωριζόμενος, καὶ μητρικῆς κοιλίας ἐγγάστριος ὁ τοῦ ἀϊδίου πατρὸς ἐγκόλτπιος δείκννται, καὶ ὁ ἄχρονος ἀρχὴν χρονικὴν καταδέχεται, οὐ φαντασίᾳ ταῦτα γινόμενος ἅπαντα, καϑὰ Μανιχαίοις καὶ Οὐαλεντίνοις δοκεῖ τοῖς παράφροσιν, ἀλλ' ἀληθείᾳ καὶ πράγματι ὅλον ἑαυτὸν κενώσας πατρικῷ καὶ οἰκείῳ θελήματι καὶ ὅλον προσλαβὼν τὸ ἡμέτερον φύραμα, σάρκα φημί τὴν ἡμῖν ὁμοούσιον καὶ ψυχὴν λογικήν, τὴν ψυχαῖς ταῖς ἡμετέραις ὁμόφυλον, καὶ νοῦν τῷ νῷ τῷ ἡμῶν παραπλήσιον. ταῦτα γὰρ ἄνθρωπός ἐστι καὶ γινώσκεται, καὶ ἄνθρωπος κατὰ ἀλήθειαν γέγονεν ἐξ αὐτῆς ἄκρας τῆς ἐν παρθένῳ τῇ παναγίᾳ συλλήψεως. ἄνθρωπος γὰρ χρηματίζειν ἐβούλετο, ἵνα τῷ ὁμοίῳ ἀνακαθάροι τὸ ὅμοιον καὶ τῷ συγγενεῖ τὸ συγγενὲς ἀνασώσηται καὶ τῷ συμφυεῖ τὸ συμφυὲς ἐκλαμπρύνειε. διὰ τοῦτο παρθένος ἁγία λαμβάνεται καὶ σῶμα καὶ ψυχὴν ἁγιάζεται καὶ οὕτως ὑπουργεῖ τῇ σαρκώσει τοῦ κτίσαντος ὡς καθαρὰ καὶ ἁγνὴ καὶ ἀμόλυντος. σαρκοῦται γοῦν ὁ λόγος καὶ θεὸς τὸ ἡμέτερον, οὐ προπλασθείσῃ σαρκὶ συνατιτόμενος ἢ προμορφωθέντι καὶ καθ᾽ αὑτὸ προῦποστάντι ποτὲ προσπλεκόμενος σώματι ἢ προῦὐποστάσῃ ψυχῇ συντι-θέμενος, ἀλλὰ τότε τούτοις παραγενομένοις πρὸς ὕπαρξιν, ὅτε αὐτοῖς ὁ λόγος αὐτὸς καὶ θεὸς φυσικῶς συνετίθετο σύγχρονον ἔχοντα τῇ ὑπάρξει τὴν ἕνωσιν καὶ οὐ πρὸ τῆς πρὸς τὸν λόγον ἀληθεστάτης συμβάσεως καθ' ἑαυτὰ γενόμενα πτώποτε ἢ τινος ἀνθρώπου τῶν καϑ' ἡμᾶς ἑτέρου τὸ παράπαν ὑπάρξαντα, ἀλλὰ σύνδρομον ἔχοντα τῇ φυσικῇ τοῦ λόγου συμβάσει τὴν ὕπαρξιν καὶ οὐκ ἐκείνης οὐδὲ ὡς ἐν ὀφθαλμοῦ ῥιττῇ ταυτηνὶ προτερεύουσαν ἔχοντα, ὡς Παῦλος ὁ Σαμοσατεὺς βομβεῖ καὶ Νεστόριος. ἅμα" γὰρ σάρξ, ἅμα θεοῦ λόγου σάρξ, ἅμα σὰρξ ἔμψυχος λογική, ἅμα θεοῦ λόγου σὰρξ ἔμψυχος λογική“. ἐν αὐτῷ γὰρ καὶ οὐ καϑ' ἑαυτὴν ἔσχε τὴν ὕπαρξιν. ἅμα γὰρ τῇ συλλήψει τοῦ λόγου ταῦτα παρήχθη πρὸς σύστασιν καὶ ἡνώθη αὐτῷ καθ' ὑπόστασιν, ἅμα τῷ πρὸς σύστασιν ἄγεσθαι τὴν ὄντως ἀληθῆ καὶ ἀμέριστον, τὴν μήτε διαίρεσιν πάσχουσαν μήτε τροπὴν εἰσδεχομένην καὶ σύγχυσιν, ὑπ᾽ αὐτοῦ παραγόμενα καὶ ἐν αὐτῷ συνιστάμενα καὶ αὐτῷ συντιθέμενα καὶ χρόνον οὐδένα τὸ σύνολον τῆς οἰκείας συστάσεως προτερεύοντα, φέροντα τῆς πρὸς αὐτὸν ἀσυγχύτου τε καὶ ἀτμήτου συνθέσεως. ἐκ τῶν οὖν ἀχράντων καὶ παρθενικῶν αἱμάτων τῆς παναγίας καὶ ἀχράντου παρθένου Μαρίας ὁ λόγος σαρκωθεὶς κατὰ ἀλήθειαν γέγονε καὶ κατὰ ἀλήθειαν ἄνθρωπος κἀν τῇ παρϑεπκῇ γαστρὶ κυοφορού-μενος καὶ τὸν χρόνον πεπληρωκὼς τῆς ἐννόμου κυήσεως" ὡς ἐν πᾶσι τοῖς φυσικοῖς καὶ ἁμαρτίαν οὐ φέρουσι τοῖς ἀνθρώποις ἡμῖν ὁμοιούμενος καὶ τὴν ἡμετέραν οὐκ ἀπαξιῶν ἐμπαθεστάτην εὐτέλειαν τίκτεται θεὸς ἀνθρωπείῳ τῷ σώματι, ὡσαύτως δὲ καὶ τῷ σχήματι ψυχὴν λογικὴν καὶ ἀσώματον ἔχοντι, ὅπερ αὐτὸς ἐν ἑαυτῷ καὶ οὐχ ἕτερος λογικῷ ἐνεψύχωσε πνεύματι καὶ παρθένον τηρεῖ τὴν γεννήσασαν καὶ θεοτόκον αὐτὴν κυρίως καὶ ἀληθῶς ἀναδείκνυσι, κἂν Νεστόριος ὁ παράφορος ῥήσσεται καὶ τούτου τὸ θεομάχον στρατόπεδον δακρύει καὶ θρηνεῖ καὶ ὀδύρεται καὶ σὺν ἐκείνῳ πάλιν σπαράττη-ται. θεὸς γὰρ ἦν ὁ ἐκ παρθένου τῆς ἁγίας θεοτόκου Μαρίας τικτόμενος καὶ δευτέραν δι' ἡμᾶς καὶ χρονικὴν προσδεχόμενος γέννησιν μετὰ τὴν πρώτην αὐτοῦ καὶ ἀΐδιον τὴν ἐκ πατρὸς φυσικὴν καὶ ἀνέκφραστον γέννησιν, κἂν σεσαρκωμένος ἐτίκτετο διὰ τὴν πρὸς ἡμᾶς τοὺς σαρκικοὺς ὁμοιότητα, ὅλος θεὸς ἀνυμνούμενος, ὅλος ὁ αὐτὸς προσφαινόμενος ἄνθρωπος, τέλειος θεὸς ὁ αὐτὸς γινωσκόμενος καὶ τέλειος ἄνθρωπος ὁ αὐτὸς γνωριζόμενος. ἐκ δύο γὰρ φύσεων ἔσχε τὴν ἕνωσιν θεότητος καὶ ἀνθρωπότητος καὶ ἐν δυσὶ τελείαις ἐγνωρίζετο φύσεσι, θεότητί τε καὶ ἀνθρωπότητι. οὔτε γὰρ τῇ ἑνώσει τροπή τις ἢ φυρμὸς ἐμεσίτευσεν, οὔτε τῇ διαφορᾷ καὶ δυάδι τῶν μορφῶν ἤτοι τῶν οὐσιῶν μετὰ τὴν ἕνωσιν διαίρεσίς τις ἢ τομὴ εἰσεκρίνετο, κἂν τοῦτο μὲν λυττῇ τὸν μεμηνότα Νεστόριον, ἐκεῖνο δὲ τήκῃ Εὐτυχῆ τὸν κακόφρονα' τὰ γὰρ καθ' ὑπόστασιν ἀλλήλοις ἑνούμενα οὔτε τροττὴν συνεισδέχεται οὔτε γνωρίζει διαίρεσιν, οὔτε συγχύσεως οἶδε τὰ ἴδια οὔτε τομῆς μανθάνει τὰ σύμβολα. ὅπερ ὡς ἔοικεν Εὐτυχὴς ἀγνοῶν καὶ Νεστόριος καὶ τῆς καθ᾽ ὑπόστασιν ἑνώσεως μὴ μαθόντες τὴν δύναμιν, καθ᾽ ἣν ὁ λόγος ἀτρέπτως σεσάρκωται καὶ ἡ σὰρξ ἡ ἔμψυχος καὶ ἔννους ἀμεταβλήτως τεθέωται. ὁ μὲν εἰς τὸ τῆς ἀναχύσεως ἀκοντίζεται πέλαγος, ὁ δὲ εἰς τὸ τῆς διαιρέσεως καταφέρεται βάραϑρον, καὶ διὰ τοῦτο ὁ μὲν φεύγει καθομολογεῖν τὴν δυάδα τῶν φύσεων, ὁ δὲ μίαν κηρύττειν τὴν τοῦ θεοῦ λόγου φύσιν σεσαρκωμένην συστέλλεται ἢ καὶ μίαν αὐτοῦ σύνθετον λέγειν ὑπόστασιν δέδοικε, φόβον οἱ δραπέται φοβούμενοι, οὗ φόβος οὐδεὶς πολιτεύεται. ἡμεῖς δὲ ῥωμαλέῳ φρονήματι τὴν ἑκατέρου τούτων δούλην παρελάσαντες ἄνοιαν καὶ ἐπὶ τὴν πέτραν τῆς εὐσεβείας ἑστῶτες ἀδείμαντοι καὶ τὴν καθ᾽ ὑπόστασιν τοῦ λόγου πρὸς σάρκα τὴν ἐξ ἡμῶν τὴν ἔννουν καὶ ἔμψυχον κηρύττομεν σύμβασιν, καὶ ἕνα Χριστὸν καὶ υἱὸν τὸν σαρκωθέντα λόγον πρεσβεύομεν, καὶ μίαν αὐτοῦ τὴν ὑπόστασιν λέγομεν σύνθετον, καὶ ἐν δυσὶν αὐτὸν ἀγορεύομεν φύσεσι, καὶ δύο τοῦ αὐτοῦ θεοῦ λόγου γεννήσεις πιστεύομεν “-- μίαν μὲν τὴν ἐκ θεοῦ πατρός, ἣν καὶ ἄχρονον καὶ ἀΐδιον οἴδαμεν, καὶ δευτέραν τὴν ἐκ τῆς θεοτόκου μητρός, ἣν καὶ πρόσφατον καὶ χρονικὴν ἐπιστάμεθα --, καὶ (μίαν τοῦ θεοῦ λόγον φύσιν" ἐπ᾿ αὐτοῦ σεσαρκωμένην" δοξάζομεν, ἀλλ' οὐχ ὡς ᾿Απολινάριος καὶ Εὐτυχὴς καὶ Διόσ-κορος λέγουσιν, ἀλλ᾽ ὡς ὁ σοφὸς ἡμῖν παραδέδωκε Κύριλλος, καὶ τὰ τῶν φύσεων σῴζεσθαι φάσκομεν ἴδια καὶ τὴν τῶν ἡνωμένων διαφορὰν ἀπαγγέλλομεν τὴν ὡς ἐν φυσικῇ μὲν λεγομένην καὶ οὖσαν ποιότητι, ἐν οὐσιώδει δὲ νοουμένην καὶ οὖσαν ποσότητι᾽ καὶ οὔτε τὴν Νεστοριανὴν τομὴν δεδιττόμεθα, οὔτε τὴν Εὐτυχιανὴν τροπὴν εὐλαβούμεθα, ἐπεὶ μήτε ὡς ὁ ματαιόφρων Νεστόριος σχετικὴν τὴν ἕνωσιν λέγομεν ἢ ἰσοτιμίαν καὶ ταυτο-βουλίαν, καὶ θελημάτων ῥοπῇ καὶ ταυτότητι παραληροῦμεν τὴν σύμβασιν, μήτε ὡς Εὐτυχὴς ὁ θεήλατος κατὰ σύγχυσίν τινα καὶ ἀλλοίωσιν θεοῦ λόγου καὶ σαρκὸς ἐμψυχω-μένης νοερῶς ἤτοι τῶν φύσεων καὶ οὐσιῶν καὶ μορφῶν φληναφοῦμεν τὴν σύνθεσιν τῶν ἐξ ὧν ἐπὶ Χριστοῦ ἡ θαυμασία γεγένηται σύμβασις. ὅθεν τὴν βασιλικὴν ὁδὸν καὶ μέσην ὁδεύοντες καὶ ἀποστυγοῦμεν τὴν σύγχυσιν καὶ τὴν τομὴν μυσαττόμεθα, μόνην δὲ κατὰ ψυχὴν ἀσπαζόμεθα τὴν ἀσύγχντον ὁμοῦ καὶ ἀμέριστον θεότητός τε καὶ ἀνθρω-πότητος ἕνωσιν, ἣν μόνην γνωρίζειν ἐπίσταται ἡ φυσικὴ καὶ καθ΄ ὑπόστασιν σύνοδος" ταύτην γὰρ ἀλλήλαις ἑνούμεναι θεότης τε καὶ ἀνθρωπότης ἐσχήκασιν, ἵνα μήτε τροπὴν ὑπομείνοιεν μήτε διαίρεσιν πάθοιεν. ὁ γὰρ τῆς ἑνώσεως λόγος, τῆς φυσικῆς, φημί, καὶ καθ᾽ ὑπόστασιν -- οὔτε γὰρ ἑτέραν ἕνωσιν ἐπὶ Χριστοῦ παρὰ ταύτην ἐπίσταμαι --, οὐκ ἀγνοεῖ μὲν τὴν διαφοράν, ἐξίστησι δὲ διαμπὰξ τὴν διαίρεσιν καὶ τηρεῖ τὰ συνδραμόντα πρὸς ἕνωσιν ἄτρεπτα, καὶ τῶν ἡνωμένων μερισμὸν οὐκ εἰσδέχεται. καὶ διὰ τοῦτο ἐκ θεότητος καὶ ἀνθρωπότητος καὶ ἐκ δύο φύσεων τὸν Χριστὸν ὀνομάζοντες καὶ θεὸν τὸν αὐτὸν καὶ ἄνθρωπον καὶ διφυᾷ καὶ διπλοῦν κατὰ τὰς φύσεις κηρύττομεν, ὁμοίως δὲ καὶ ἐν θεότητι τέλειον καὶ ἐν ἀνθρωπότητι τὸν αὐτὸν ἐπιστάμεθα τέλειον’ διὸ καὶ ἐν δυσὶν αὐτὸν δογματίζομεν φύσεσι, καὶ ὁμοούσιον ὡς θεὸν τῷ πατρὶ τὸν αὐτὸν ἀναγράφομεν καὶ ὁμοούσιον τῇ μητρὶ καὶ ἡμῖν τὸν αὐτὸν ὡς ἄνθρωπον φάσκομεν, ὁρατὸν τὸν αὐτὸν καὶ ἀόρατον, κτιστὸν τὸν αὐτὸν ὡσαύτως καὶ ἄκτιστον, σῶμα τὸν αὐτὸν καὶ ἀσώματον, ἁπτὸν τὸν αὐτὸν καὶ ἀνέπαφον, περιγρατττὸν τὸν αὐτὸν καὶ ἀπερίγραπτον, ἐπίγειον τὸν αὐτὸν καὶ οὐράνιον, σάρκα τὸν αὐτὸν ἐμψυχωμένην λογικῶς καὶ θεότητα πρόσφατον τὸν αὐτὸν καὶ ἀΐδιον, ταπεινὸν τὸν αὐτὸν καὶ ὑπέρτατον, καὶ ὅσα διττῆς ἀμερίστως εὑρίσκεται φύσεως, κἂν τὰ μὲν ὑπῆρχεν ἀεί, ὡς φύσιν ἔχων ἀΐδιον, τὰ δὲ δι' ἡμᾶς ἐν χρόνοις ἐσχάτοις ἀτρέπτως ἐγένετο, ὡς φύσιν προσλαβὼν τὴν ἀνθρώπειον. εἰ γὰρ ἡ ἕνωσις ἄτρεπτος ἦν καὶ ἀμέριστος, ὥσπερ καὶ ἄτρεπτός ἐστι καὶ ἀμέριστος μένει, καὶ τὰ δύο δύο ἀναλλοιώτῳ διαφορᾷ σημαινόμενα καὶ ἀμερίστῳ ἑτερότητι λάμποντα, φύσεις ταῦτα καὶ οὐσίαι καὶ μορφαὶ καθεστήκασιν, ἐξ ὧν ἡ ἀπόρρητος γέγονεν ἕνωσις, καὶ ἐν αἷς εἷς καὶ ὁ αὐτὸς Χριστὸς κατοπτεύεται, μένει καὶ τὸ ἕν ἕν, τὸ ἐξ αὐτῶν γεγονὸς ἀποτέλεσμα, μηκέτι δίχα διαιρούμενον, καὶ τὰ ἐξ ὧν ἐστιν ἄνευ τομῆς καὶ τροπῆς ἐνδεικνύμενον" ὑπόστασις τοῦτο τυγχάνει καὶ πρόσωπον σύνθετον ἐξ ἀσυγχύτου συστᾶν ἀνακράσεως καὶ μερισμὸν οὐκ εἰδυῖα συμβάσεως καὶ τὸ εἶναι ἕν καὶ μένειν ἕν λαχὸν ἀδιαίρετον, καὶ οὔτε δύο καθὸ ἕν ὑπάρχει γινόμενον οὔτε συγχέον καὶ πρὸς μίαν ἄγον ἑνότητα καὶ φυσικὴν καὶ οὐσιώδη ταυτότητα τὰ ἐξ ὧν φυσικῶς συνενήνεκται, ἀλλ᾽ ἔστιν ἕν καὶ δύο τὸ αὐτὸ γνωριζόμενον, ἕν μὲν κατὰ τὴν ὑπόστασίν τε καὶ τὸ πρόσωπον, δύο δὲ κατὰ τὰς φύσεις αὐτὰς καὶ τὰς φυσικὰς αὐτῶν ἰδιότητας, ἐξ ὧν καὶ τὸ εἶναι ἕν διεκλήρωσε καὶ τὸ μένειν τῇ φύσει διπλοῦν διεφύλαξεν. ὅθεν ὁ αὐτὸς μένων εἷς Χριστὸς καὶ υἱὸς καὶ μονογενὴς ἀδιάτμητος ἐν ἑκατέραις καθορᾶται ταῖς φύσεσι καὶ τὰ ἑκατέρας φυσικῶς οὐσίας εἰργάζετο κατὰ τὴν ἑκατέρᾳ προσοῦσαν οὐσιώδη ποιότητα ἢ καὶ φυσικὴν ἰδιότητα. ὅπερ εἰ τὴν φύσιν ἔσχε μοναδικὴν καὶ ἀσύζυγον καθὰ καὶ τὴν ὑπόστασίν τε καὶ τὸ πρόσωπον, οὐκ ἂν διεπράξατο καὶ οὐκ ἂν ὁ εἷς καὶ ὁ αὐτὸς υἱὸς καὶ Χριστὸς τὰ ἑκατέρας ἐντελῶς κατειργάζετο φύσεως, πότε γὰρ θεότης ἀμέτοχος σώματος ἔργα φυσικῶς κατειργάσατο σώματος, ἢ πότε σῶμα χηρεῦον θεότητος πράξεις ἐνήργησεν οὐσιωδῶς γνωριζομένας θεότητος; ὁ δὲ Ἐμμανουήλ, εἷς ὧν καὶ ἐν ταυτῷ τὰ ἑκάτερα, τουτέστι θεός τε καὶ ἄνθρωπος, τὰ ἑκατέρας ἔδρα κατὰ ἀλήθειαν φύσεως, κατ᾽ ἄλλο καὶ ἄλλο ἐνεργῶν τὰ πραττόμενα, καθὸ μὲν θεὸς ὁ αὐτὸς τὰ θεῖα, καθὸ δὲ ἄνθρωπος ὁ αὐτὸς τὰ ἀνθρώπινα, ἑαυτὸν τοῖς πᾶσι δεῖξαι βουλόμενος ὡς θεὸς ὁ αὐτὸς εἴη καὶ ἄνθρωπος, καὶ διὰ τοῦτο ὁ αὐτὸς τά τε θεῖα ποιεῖ καὶ ἀνθρώπινα, ὁμοίως καὶ λέγει καὶ φθέγγεται, καὶ οὐκ ἄλλος μὲν τὰ θαύματα πέπραχεν, ἄλλος δὲ τὰ ἀνθρώπινα τέτευχε καὶ τὰ παθήματα πέπονθεν, ὡς Νεστόριος βούλεται, ἀλλ᾽ εἷς μὲν καὶ ὁ αὐτὸς Χριστὸς καὶ υἱός, ὁ τὰ θεῖα δεδρακὼς καὶ ἀνθρώπινα κατ᾽ ἄλλο δὲ καὶ ἄλλο, ὡς ὁ θεῖος ἐπρέσβευσε Κύριλλος, ἐπειδὴ καὶ ἐν ἀμφοτέροις ἔσχε τὴν ἐξουσίαν ἀσύγχυτον οὐ μὴν ἀλλὰ καὶ ἀμέριστον, καθὸ μὲν γὰρ θεὸς ὁ αὐτὸς ὑπῆρχεν ἀΐδιος ἔδρα τὰ θαύματα, καθὸ δὲ ἄνθρωπος ὁ αὐτὸς ἐγνωρίζετο πρόσφατος ἐποίει τὰ ταπεινὰ καὶ ἀνθρώπινα. ὥσπερ γὰρ ἐν Χριστῷ ἑκατέρα φυλάττει φύσις ἀνελλιττῶς τὴν ἑαυτῆς ἰδιότητα, οὕτω καὶ ἐνεργεῖ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας τοῦθ᾽ ὅπερ ἴδιον ἔσχηκε, τοῦ μὲν λόγου κατεργαζομένου τοῦθ᾽ ὅπερ ἐστὶ τοῦ λόγου, μετὰ τῆς κοινωνίας δηλονότι τοῦ σώματος, τοῦ δὲ σώματος ἐκτελοῦντος ἅπερ ἐστὶ τοῦ σώματος, κοινωνοῦντος αὐτῷ δηλαδὴ τοῦ λόγου τῆς πράξεως, καὶ ταῦτα ἐν ὑποστάσει μιᾷ γνωριζόμενα καὶ ἐν προσώπῳ ἑνὶ θεωρούμενα καὶ τὴν βδελυρωτάτην τομὴν διωθούμενα. οὔτε γὰρ διῃρημένως ἐνήργουν τὰ ἴδια, ἵνα καὶ μερισμὸν αὐτῶν ὑποπτεύσωμεν' μὴ σκιρτάτω διὰ τοῦτο Νεστόριος ἑαυτὸν βουκολῶν ὁ παράφορος, δτιπερ ἑκατέρα μορφὴ ἐν τῷ ἑνὶ Χριστῷ καὶ υἱῷ μετὰ τῆς θατέρου κοινωνίας τοῦθ᾽ ὅπερ ἴδιον ἔσχηκεν ἔπραττεν, οὔτε γὰρ τῆς θατέρας κατ᾽ αὐτὸν διεστῶσα τοῦθ᾽ ὅπερ ἴδιον ἔσχηκεν ἔπραττεν. οὐ γὰρ δύο κατ' αὐτὸν Χριστοὺς καὶ υἱοὺς τοὺς ἐνεργοῦντας δοξάζομεν, ἕνα μὲν κατὰ φύσιν υἱὸν καὶ Χριστὸν τὰ παράδοξα, δεύτερον δὲ κατὰ χάριν υἱὸν καὶ Χριστὸν τὰ πτωχότερα, κἂν εἰ δύο τὰς κοινῶς ἐνεργούσας μορφὰς δογματίζομεν ἑκάστην κατὰ τὴν ἑαυτῆς φυσικὴν ἰδιότητα, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν υἱὸν καὶ Χριστὸν τὸν τὰ ὑψηλὰ καὶ πτωχὰ φυσικῶς ἐργαζόμενον κατὰ τὴν ἑκάστης τῶν δυοῖν αὐτοῦ φύσεων φυσικὴν καὶ οὐσιώδη ποιότητα λέγομεν. αἱ γάρ τοι φύσεις ἀμετάβλητοι μένουσαι καὶ ἀσύγχντοι καὶ δύο τηλαυγῶς γνωριζόμεναι καὶ οὐ συγκεχυμένως ἑἐνωθεῖσαι᾽ τούτων παντελῶς οὐκ ἐστέρηντο, κἂν ἐν ὑποστάσει μιᾷ διεδείκνυντο, μὴ μάτην πηδάτωσαν Εὐτυχὴς καὶ Διόσκορος οἱ τῆς οὐκ οὔσης ἀθέου συγχύσεως πρόβολοι' ἀλλὰ μετὰ τῆς θατέρου κοινωνίας ἑκάστη φύσις τὸ ἴδιον ἔπραττε καὶ τὴν διαίρεσιν φεύγουσα καὶ τὴν τροπὴν οὐ γινώσκουσα καὶ τὴν διαφορὰν πρὸς τὴν θατέραν φυλάττουσα καὶ τὴν κοινωνίαν καὶ σύνθεσιν ἀδιάλυτον καὶ ἀρραγῆ διασῴζουσα. ἔνθεν εὐσεβοῦντες καὶ ἐπὶ τῶν ὅρων τῆς ὀρθοδοξίας ἱστάμενοι ὥσπερ τὸν ἕνα καὶ τὸν αὐτὸν Χριστὸν καὶ υἱὸν ἐνεργεῖν τὰ ἑκάτερα λέγομεν, ἐπειδὴ θεὸς ὁ αὐτὸς ὑπῆρχε καὶ ἄνθρωπος καὶ οὐδεμίαν ἐνθυμούμεθα σύγχυσιν, οὕτως οὐδὲ ἑκατέραν μορφὴν μετὰ τῆς θατέρου κοινωνίας ἐνεργεῖν τὰ ἴδια φάσκοντες, ἐπειδήπερ δύο μορφαὶ καθεστήκασιν ἐν ἑνὶ καὶ τῷ αὐτῷ Χριστῷ φυσικῶς ἐνεργοῦσαι τὰ ἴδια, τινὰ τὸ παράπαν ἐννοοῦμεν διαίρεσιν, ὡς ἐνταῦθα μὲν Εὐτυχής, ἐκεῖσε δὲ συκοφαντεῖν ἡμᾶς ἐθέλει Νεστόριος, ἐξ ἐναντίας ἀλλήλων ἱστάμενοι καὶ τὸν καθ᾽ ἡμῶν τῶν εὐσεβῶν δυσσεβῆ μερισάμενοι πόλεμον᾽ οὖς εἰς οὐδὲν λογιζόμενοι καὶ τὴν ἑκατέρας φύσεως ἑκατέραν ἴσμεν ἐνέργειαν, τὴν οὐσιώδη λέγω καὶ φυσικὴν καὶ κατάλληλον, ἀδιαιρέτως ἐξ ἑκάστης προϊοῦσαν οὐσίας καὶ φύσεως κατὰ τὴν ἐμπεφυκυῖαν αὐτῇ φυσικὴν καὶ οὐσιώδη ποιότητα καὶ τὴν ἀμέριστον ὁμοῦ καὶ ἀσύγχυτον τῆς θατέρας οὐσίας συνεπαγομένην συνέργειαν. τοῦτο γὰρ καὶ τῶν ἐνεργειῶν ἐπὶ Χριστοῦ ποιεῖ τὸ διάφορον, ὥσπερ δὴ καὶ τὸ εἶναι τὰς φύσεις τῶν φύσεων' οὐ ταυτὸν γὰρ θεότης τε καὶ ἀνθρωπότης κατὰ τὴν φυσικῶς ἑκάστῃ προσοῦσαν ποιότητα, κἄν εἰς ὑπόστασιν μίαν ἀλλήλαις ἀφράστως συνέδραμον καὶ εἰς ἕν ἀσυγχύτως συνετέθησαν πρόσωπον καὶ τὸν αὐτὸν ἕνα Χριστὸν ἡμῖν καὶ υἱὸν ἀπετέλησαν διὰ τῆς καθ᾽ ὑπόστασιν πρὸς ἀλλήλας συν-δρομῆς καὶ συνθέσεως. ὃ τε γὰρ θεὸς λόγος θεὸς λόγος ἐστὶ καὶ οὐ σάρξ, κἂν σάρκα λογι-κῶς ἐμψυχωμένην προσείληφε καὶ ἑνώσει ταύτην ἑαυτῷ φυσικῇ καὶ καθ᾽ ὑπόστασιν ἤνω-σεν, ἧ τε σὰρξ σάρξ ἐστιν ἐμψυχωμένη λογικῶς καὶ οὐ λόγος, καὶ εἰ θεοῦ λόγου σὰρξ κατοπτεύεται, καὶ διὰ τοῦτο οὔτε τὴν αὐτὴν ἀπαραλλάκτως ἀλλήλαις ἐνέργειαν μετὰ τὴν ἕνωσιν τὴν φυσικὴν καὶ ἀσύγχυτον, τουτέστι τὴν ἀληθῆ καὶ καθ᾽ ὑπόστασιν ἔχουσιν, οὐδὲ μίαν καὶ μόνην αὐτῶν τὴν ἐνέργειαν λέγομεν ἢ οὐσιώδη καὶ φυσικὴν καὶ παντελῶς ἀπαράλλακτον, ἵνα μὴ καὶ εἰς οὐσίαν μίαν καὶ φύσιν μίαν αὐτὰ συνελάσωμεν τὴν ᾿Ακεφά-λων παιζομένην παισὶ καὶ αὐτοῖς ἀναιδῶς προφερομένην τοῖς ῥήμασι σύνθετον.
ὥσπερ οὖν τὴν ἑκατέρας οὐσίας καὶ φύσεως, ἐξ ὧν ἡμῖν ἡ ἀσύγχυτος ἐπὶ Χριστοῦ γέγονεν ἕνωσις καὶ τὸν ἕνα Χριστὸν καὶ υἱὸν ἀπετέλεσεν ὅλον θεόν, ὅλον τὸν αὐτὸν πιστευόμενον ἄνθρωπον, ἑκατέραν φυσικὴν ὁμολογοῦμεν ἐνέργειαν, ἵνα μὴ τὰς ἀσυγχύτως ἑνωθείσας φύσεις συγχέωμεν, εἴπερ ἐκ τῶν ἐνεργειῶν καὶ μόνον κατὰ τοὺς τὰ τοιαῦτα δεινοὺς αἱ φύσεις γνωρίζονται καὶ τῶν οὐσιῶν ἀεὶ τὸ διάφορον ἐκ τοῦ διαφόρου τῶν ἐνεργειῶν καταλαμβάνεσθαι πέφυκεν, οὕτω καὶ πᾶσαν φωνὴν καὶ ἐνέργειαν, κἂν θεία τις ἧ καὶ οὐράνιος κἂν ἀνθρωπίνη τε καὶ ἐπίγειος, ἐξ ἑνὸς καὶ τοῦ αὐτοῦ προϊέναι Χριστοῦ καὶ υἱοῦ δογματίζομεν καὶ τῆς μιᾶς αὐτοῦ συνθέτου καὶ μοναδικῆς ὑποστάσεως, ὃς σεσαρκω-μένος τοῦ θεοῦ λόγος ἐτύγχανεν, ὁ καὶ ἑκατέραν ἀμερίστως καὶ ἀσυγχύτως ἐνέργειαν κατὰ τὰς ἑαυτοῦ φύσεις ἐξ αὐτοῦ φυσικῶς προβαλλόμενος, κατὰ μὲν τὴν θείαν αὐτοῦ φύσιν, καθ΄ ἣν ἦν καὶ τῷ πατρὶ ὁμοούσιος, τὴν θεϊκὴν καὶ ἀνέκφραστον, κατὰ δὲ τὴν ἀνθρωπίνην, καθ᾽ ἣν καὶ τοῖς ἀνθρώποις ἡμῖν ὁ αὐτὸς ὁμοούσιος ἔμεινε, τὴν ἀνθρωπείαν καὶ πρόσγειον, τὴν ἑκάστῃ φύσει φίλην καὶ πρόσφορον καὶ οὐκ ἐῶν τῶν ὁρώντων τινὰ σκανδαλίζεσθαι, ὡς οὐ θεὸς ὁ αὐτὸς εἴη καὶ ἄνθρωπος ὁ ταῦτα κἀκεῖνα φυσικῶς ἐργα-ζόμενος, διὰ μὲν τοῦ τὸν αὐτὸν ἕνα Χριστὸν καὶ υἱὸν ἐνεργεῖν τὰ ἑκάτερα τὴν Νεστορίου μιαρὰν ἐμφράττων ἀπόρροιαν -- οὔτε γὰρ δύο κατ' αὐτὸν Χριστοὺς καὶ υἱούς, ὡς εἰρήκαμεν, τοὺς ἐνεργοῦντας ταῦτά τε κἀκεῖνα πρεσβεύομεν “--, διὰ δὲ τοῦ δεικνύναι τὰ ἑκατέρας ἴδια φύσεως ἀσύγχντα μετὰ τὴν ἕνωσιν μένοντα καὶ ἑκατέραν τὸν αὐτὸν ὁμοίως προφέρειν ἐνέργειαν τῷ φυσικῷ λόγῳ γνωριζομένην τῶν φύσεων καὶ τὴν οἰκείαν φύσιν φυσικῶς ἑρμηνεύουσαν, ἀφ' ἧς ἀμερίστως καὶ φυσικῶς ἐπτηγάζετο καὶ οὐσιωδῶς ἀνεβλύ-στανε, τὴν Εὐτυχοῦς ἐκτεφρῶν φιλοσύγχυτον βλάστησιν. ἐντεῦθεν τόκον τεχθεὶς τὸν ἡμέτερον γαλακτοτροφεῖται καὶ αὔξεται καὶ τὰς σωματικὰς μεθηλικιώσεις διέρχεται, ἄχρις οὗ πρὸς τὸ τῆς ἀνθρωπίνης ἡλικίας ἀφίκετο τέλειον, καὶ πείναν τὴν ἡμῶν καὶ δίψαν προσδέχεται καὶ κόπον καθ' ἡμᾶς τὸν ἐξ ὁδοιπορίας ὑπέμεινεν. ἐποιεῖτο γὰρ καὶ τὴν πορευτικὴν ἡμῖν ὁμοίως ἐνέργειαν, ἥτις ἀνθρωπίνως ἐνεργουμένη καὶ κατ᾽ οὐσίαν τὴν ἀνθρωπείαν προβαίνουσα τῆς ἀνθρωπείας αὐτοῦ φύσεως ἐτύγχανεν ἔνδειξις. ὅθεν καὶ τόπον ὡς ἡμεῖς ἐκ τόπου μετέβαινεν, ἐπεὶ καὶ κατὰ ἀλήθειαν γέγονεν ἄνθρωπος καὶ φύσιν τὴν ἡμῶν ἔσχεν ἀμείωτον καὶ περιγραφῆς ἠνέσχετο σώματος, καὶ σχῆμα τὸ ἡμῖν ἁρμόζον πεφόρηκε. σωματικὴ γάρ, τοντέστι σώματος, καὶ ἡ μορφὴ τυγχάνει τοῦ σχῆματος, καϑ' ἣν ἐν μήτρᾳ συλληφθεὶς διεπέπλαστο καὶ ἣν εἰς ἀεὶ διετήρησε καὶ εἰς αἰῶνα διατηρεῖ τὸν ἀπέραντον. διὰ τοῦτο πεινῶν διετρέφετο, διὰ τοῦτο διψῶν ἐποτίζετο καὶ ὡς ἄνθρωπος ἔπινε, διὰ τοῦτο παιδικῶς ἐβαστάζετο ἀγκάλαις παρθενικαῖς ἐποχούμενος καὶ κόλποις μητρικοῖς ἀνακείμενος, διὰ τοῦτο κοπιῶν ἐκαθέζετο καὶ ὕπνου χρήζων ἐκάθευδεν, ἀλλὰ καὶ ἤλγει τυπτόμενος καὶ μαστιζόμενος ἔπασχε καὶ πόνους ὑπέμεινε σώματος χεῖρας καὶ πόδας τῷ σταυρῷ περονούμενος. ἐδίδου γάρ, ὅτε καὶ ἤθελε, φύσει τῇ ἀνθρωπείᾳ καιρὸν ἐνεργεῖν καὶ πάσχειν τὰ ἴδια, ἵνα μὴ φαντασία τις καὶ θέα διάκενος ἡ αὐτοῦ περιώνυμος κρίνοιτο σάρκωσις. οὐ γὰρ ἀκουσίως ταῦτα ἢ ἀναγκαστῶς προσεδέ-χετο, κἂν φυσικῶς αὐτὰ καὶ ἀνθρωπίνως προσίετο καὶ ἀνθρωπίναις κινήσεσιν ἐποίει καὶ ἔπραττεν, ἄπαγε τῆς βδελυκτῆς ἐνθυμήσεως θεὸς γὰρ ἦν ὁ ταῦτα πάσχειν σαρκικῶς ἀνεχόμενος καὶ σῴζων ἡμᾶς τοῖς οἰκείοις παθήμασι καὶ βραβεύων ἡμῖν δι᾽ αὐτῶν τὴν ἀπάθειαν. ἀλλ᾽ ὅτε πάσχειν καὶ πράττειν καὶ ἐνεργεῖν ἀνθρωπίνως ὁ αὐτὸς ἐβεβούλητο καὶ τοὺς ὁρῶντας ὠφελεῖν ἐψηφίζετο, δι᾿ οὖς καὶ ἄνθρωπος κατὰ ἀλήθειαν γέγονε, καὶ οὐχ ὅτε αἱ φυσικαὶ κινήσεις καὶ σαρκικαὶ κινεῖσθαι φυσικῶς πρὸς ἐνέργειαν ἤθελον ἢ οἱ ἐπιβουλεύοντες ἄθεοι τὰς ἐπιβουλὰς πληροῦν παντόλμως ἐγλίχοντο. σῶμα γὰρ παθητὸν καὶ θνητὸν καὶ φθαρτὸν ἐνεδύσατο καὶ τοῖς φυσικοῖς καὶ ἀδιαβλήτοις ἡμῶν ὑποκείμενον πάθεσι, καὶ τοῦτο τὰ τῇ οἰκείᾳ φύσει κατάλληλα πάσχειν καὶ δρᾶν συνεχώρησε μέχρι τῆς ἐκ νεκρῶν ἀναστάσεως" ἐκεῖσε γὰρ καὶ τὸ παϑητὸν ἡμῶν καὶ θνητὸν καὶ φθαρτὸν καταλέλυκε καὶ τὴν ἐκ τούτων ἐλευθερίαν ἡμῖν ἐχαρίσατο. τὰ μὲν οὖν ταπεινὰ καὶ ἀνθρώπινα οὕτως ἑκουσίως ὁμοῦ καὶ φυσικῶς μένων κἀν τούτοις θεὸς ἐπεδείκνυτο" ταμίας γὰρ ἦν αὐτὸς ἑαυτῷ παθῶν ἀνθρωπίνων καὶ πράξεων, καὶ οὐ μόνον ταμίας, ἀλλὰ καὶ πρύτανις καὶ εἰ φύσιν παθητὴν φυσικῶς ἐσεσάρκωτο, καὶ διὰ τοῦτο ἦν ὑπὲρ ἄνθρωπον αὐτοῦ τὰ ἀνθρώπινα, οὐκ ἐπειδήπερ ἡ φύσις ἦν οὐκ ἀνθρώπειος, ἀλλ᾽ ἐπειδήπερ ἑκουσίως γέγονεν ἄνθρωπος. καὶ ἄνθρωπος γεγονὼς ἑκουσίως αὐτὰ προσεδέχετο καὶ οὐ τυραννικῶς ἢ ἀναγκαστῶς, ἔστιν ὅτε καθ΄ ἡμᾶς, καὶ ἀβουλήτως, ἀλλ᾽ ἡνίκα καὶ ὅσον ἠβούλετο, καὶ συγχωρεῖν αὐτὸς τοῖς τε τὰ πάθη προσφέρουσι τοῖς τε παθήμασιν αὐτοῖς κατὰ φύσιν ἐνεργουμένοις ἐπένευσε. τὰ δὲ θεῖα καὶ λαμπρὰ καὶ ὑπέρτατα καὶ νικῶντα προδήλως ἡμῶν τὴν εὐτέλειαν, ἅπερ ἦν θαυμαστά τε καὶ τεράστια καὶ τῶν παραδόξων ἔργων ἡ πρόοδος, ὁποΐαπερ ἦν ἡ ἄσπορος σύλληψις, ἡ Ἰωάννου ἐγγάστριος σκίρτησις, ὁ τόκος ὁ ἄφθορος, ἡ παρθενία ἡ ἄχραντος, ἡ πρὸ τοῦ τόκου καὶ ἐν τῷ τόκῳ καὶ μετὰ τὸν τόκον ἀλώβητος, ἡ τῶν ποιμένων οὐράνιος μήνυσις, ἡ τῶν μάγων ἀστροκίνητος ἕλκυσις, δωροφορία τε σὺν αὐτῇ καὶ προσκύνησις, ἡ τῶν γραμμάτων ἀμαθήτευτος εἴδησις, -πῶς γὰρ οὗτος, φησίν, οἶδε γράμματα μὴ μεμαθηκώς; μερικῶς ἀπελέγχουσα τῶν τῆς ἀγνοίας ἐραστῶν τὸν κακότροπον ἔρωτα -- ἡ ἐξ ὑδάτων οἰνώδης ἐμφόρησις, τῶν ἀσθενῶν ἡ ἐπίρρωσις, τῶν τυφλῶν ἡ ἀνάβλεψις, τῶν κυλλῶν ἡ ἀνόρθωσις, τῶν παραλύτων ἡ σύσφιγξις, τῶν χωλῶν ἡ εὐθύδρομος κίνησις, τῶν λεπρῶν ἡ ὑπέρλαμπρος κάθαρσις, τῶν πεινώντων ἡ σχέδιος πλήρωσις, τῶν διωκόντων ἡ πήρωσις, τῶν ἀνέμων ἡ κοίμησις, τῆς θαλάττης ἡ γαληναῖα κατάστασις, ἡ ἐπὶ τῶν ὑδάτων ἐνσώματος βάδισις, ἡ τῶν ἀκαθάρτων πνευμάτων ἐκδίωξις, ἡ τῶν στοιχείων αἰφνίδιος κύκησις, ἡ τοῦ ἡλίου παγκόσμιος σκότωσις, ἡ τῶν μνημείων αὐτόματος ἄνοιξις, ἡ ἐκ νεκρῶν τριήμερος ἔγερσις, ἡ τῆς φθορᾶς οὐ τελευτῶσα κατάλυσις, ἡ τοῦ θανάτου μὴ πανομένη καθαίρεσις, ἡ φυλαττομένη τῆς λίθου καὶ τάφου σφραγῖδος ἀκώλυθος ἔξοδος, ἡ τῶν θυρῶν κεκλεισ-μένων ἀκράτητος εἴσοδος, ἡ εἰς οὐρανοὺς ἀπὸ γῆς πολυθαύμαστος καὶ ἐνσώματος ἄνοδος, καὶ πάντα τὰ τούτοις παρόμοια τὰ καὶ λόγου φύσιν καὶ φωνῆς ὑπερβαίνοντα δύναμιν καὶ πᾶσαν ἀνθρωπείαν ὑπερνικῶντα διάνοιαν, ἅπερ ἅπαντα ὑπὲρ λόγον καὶ φύσιν ἀνθρωπίνην τελούμενα τῆς τοῦ θεοῦ λόγου θείας οὐσίας καὶ φύσεως ὁμολογουμένως ὑπῆρχε τεκμήρια, εἰ καὶ διὰ σαρκὸς ἐνηργεῖτο καὶ σώματος καὶ οὐ δίχα σαρκὸς λογικῶς ἐμψυχωμένης ἐπράττετο. καὶ οὐ διὰ ταῦτα τὸν θεὸν λόγον τοπάσομεν ἄσαρκον ἢ σώματος αὐτὸν ἐκτὸς δογματίσομεν, δτιπερ ἔδρα τὰ σωμάτων ὑπέρτερα, καὶ γὰρ ἀληθῶς ὁ λόγος σεσάρκωτο καὶ ἀψευδῶς σαρκωθεὶς σεσωμάτωτο, καὶ εἷς υἱὸς ἐγινώσκετο ὁ πᾶσαν ἐξ ἑαυτοῦ προφέρων ἐνέργειαν, θείαν τε καὶ ἀνθρώπειον, ταπεινὴν καὶ ὑπέρογκον, χθαμαλὴν καὶ οὐράνιον, σαρκικὴν καὶ ἀσώματον, ὁρατὴν καὶ ἀόρατον, περιγρατπτὴν καὶ ἀπερίγραπτον, ἀναλογοῦσαν αὐτοῦ τῇ δυάδι τῶν φύσεων καὶ δι᾽ ἑαυτῆς αὐτὴν ἀσιγήτως κηρύττουσαν καὶ διαπρυσίως ἀγγέλουσαν. εἷς γὰρ ὧν καὶ ὁ αὐτὸς καθ᾽ ὑπόστασιν υἱὸς ἀδιαίρετος καὶ δύο φύσεις ὁ αὐτὸς γνωριζόμενος, κατ᾽ ἄλλην μὲν τὰς θεοσημείας εἰργάζετο, κατ᾽ ἄλλην δὲ τὰ ταπεινὰ παρεδέξατο, καὶ διὰ τοῦτό φασιν οἱ θεόφρονες οἱ ὑπὲρ Χριστοῦ τοῦ θεοῦ τοῖς ἄθλοις στεψάμενοι καὶ τὸ φάσκειν θεόθεν δεξάμενοι τὰς θειοτάτας συνέσεις ἡμῖν ἐξυφαίνοντες, ὡς ὅταν ἀκούσῃς τοῦ ἑνὸς υἱοῦ τὰς ἐναντίας φωνάς, καταλλήλως μέριζε ταῖς φύσεσι τὰ λεγόμενα, ἂν μέν τι μέγα καὶ θεῖον τῇ θείᾳ φύσει προσνέμων, ἄν δέ τι μικρὸν καὶ ἀνθρώπινον τῇ ἀνθρωπείᾳ λογιζόμενος. οὕτω γὰρ καὶ τὸ τῶν φωνῶν ἀσύμφωνον διαφεύξῃ ἑκάστης ἃ πέφυκεν ἴδια δεχομένης φύσεως καὶ τὸν υἱὸν τὸν ἕνα καὶ πρὸ πάντων {τῶν» αἰώνων καὶ πρόσφατον κατὰ τὰς ἁγίας γραφὰς ὁμολογήσεις". ἀλλὰ καὶ οὕτως ἐπὶ τοῦ ἑνὸς υἱοῦ φασι 'πᾶσαν μὲν ἐνέργειαν οὐκ ἄν τις χωρίσειε τῆς μιᾶς υἱότητος, τῆς δὲ φύσεως ἧς ἐστιν οἰκεῖον τὸ γινόμενον τῷ λόγῳ γνωρίσειεν". οὐκοῦν κάλλιστα λίαν αὐτοῖς δεδογμάτισται τὸ ἕνα μὲν ὁμολογεῖν τὸν Ἐμμανουήλ, οὕτως γὰρ ὁ θεὸς λόγος σαρκωθεὶς ὀνομάζεται, καὶ τὸν αὐτὸν ἅπαντα δρᾶν καὶ οὐκ ἄλλον καὶ ἄλλον τά τε ὑψηλὰ καὶ ἐλάχιστα παντοίας ἐκτὸς διαστάσεως, δι᾿ ὧν καὶ τῶν αὐτοῦ φύσεων ἀσύγχυτος ἡ διπλόη γνωρίζεται καὶ εἰς ὑποστάσεις δύο καὶ πρόσωπα διαμπὰξ ὁ αὐτὸς οὐ μερίζεται, ἀλλ᾽ ἔστιν εἷς καὶ ὁ αὐτὸς υἱὸς καὶ Χριστὸς ἀδιάτμητος ἐν δυσὶν ἀδιαιρέτως γνωριζόμενος φύσεσι" καὶ αὐτοῦ τὰ πάντα τοῦ ἑνὸς υἱοῦ διαβεβαιούμεθα καὶ πάσας αὐτοῦ καὶ τὰς φωνὰς καὶ τὰς ἐνεργείας πιστεύομεν, κἂν αἱ μὲν αὐτῶν εἶσιν θεοπρετεῖς, αἱ δὲ οὕτω πάλιν ἀνθρωποπρετεῖς, αἱ δὲ μέσην τινὰ τάξιν ἐπέχουσιν ὡς ἔχουσαι τὸ θεοπρεπὲς ἐν ταυτῷ καὶ ἀνθρώπινον, ταύτης δέ φαμεν τῆς δυνάμεως καὶ τὴν καινὴν καὶ θεανδρικὴν" λεγομένην ἐνέργειαν", οὐ μίαν ὑπάρχουσαν ἀλλ' ἑτερογενῆ καὶ διάφορον, ἣν ὁ ἐξ ᾿Αρείου πάγου Παύλῳ τῷ θείῳ θείως ζωγρηθεὶς θεηγόρος Διονύσιος ἔφησεν, ὡς τὸ θεοπρεπὲς ἐν ταυτῷ καὶ ἀνθρώπινον ἔχουσαν καὶ διὰ τῆς χαριεστάτης τε καὶ συνθέτου προσρήσεως τὴν ἑκάστης οὐσίας καὶ φύσεως ἑκάστην ἐντελῶς δηλοῦσαν ἐνέργειαν. προαιώνιον τοίνυν τὸν θεὸν λόγον ϑοξάζοντες καὶ τῷ πατρὶ συναΐδιον χρονικὴν ὑπομεῖναι πρεσβεύομεν γέννησιν, ἣν ἐκ παρθένου τῆς κυρίως καὶ ἀληθῶς θεοτόκου Μαρίας σαρκωθεὶς ἀπετίκτετο, καὶ διὰ τοῦτο δύο τὰς γεννήσεις γεγεννῆσθαι πρὸς τῶν εὐσεβούντων εἰκότως πιστεύεται" καὶ τέλειος ὧν ὁ αὐτὸς ἐν θεότητι τέλειος ἦν ὁ αὐτὸς ἐν ἀνθρωπότητι, οὔτε τῇ διαφορᾷ τῶν οὐσιῶν διαιρούμενος, οὔτε τῇ τῆς ὑποστάσεως καὶ τοῦ προσώπου ταυτότητι τὰς φύσεις ἄγων πρὸς οὐσιώδη ταυ-τότητα, ἀλλ᾽ ἐξ ὧν καθ᾽ ὑπόστασιν πέφηνε φύσεων, ἐν αὐταῖς ἀδιαίρετος ἔμεινε, πάντα σοφῶς καὶ ἀληθῶς ὑπελθὼν τὰ ἡμέτερα ἔργα καὶ πάθη, φυσικὰ καὶ ἀδιάβλητα πράγματα τὰ μώμονυν μακρὰν καὶ μολύσματος καὶ ἐν οἷς ἁμαρτίας ἴχνος τινὸς μὴ εὑρίσκεται. ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν οὐδέ τις δόλος ἐν τῷ στόματι αὐτοῦ τὸ σύνολον εὕρηται. καὶ συνανα-στραφεὶς ἀνθρωπίνως ἡμῖν, ἅτε τέλειος γνωριζόμενος ἄνθρωπος, κἂν θεὸς ὁ αὐτὸς ἀπα-ραλείπτως ἐτύγχανε καὶ θαυματουργήσας ὡς ἔπρεπε -- τέλειος γὰρ θεὸς ἐγινώσκετο κἂν ἀνθρωπείᾳ νοερῶς ἐμψυχωμένῃ σαρκὶ συνεκέκρατο. ἐπὶ τὸ πάθος τὸ ἑκούσιον ἄνεισι καὶ ἑκουσίως Ἰουδαίοις προδίδοται, μᾶλλον δὲ ἑαυτὸν αὐτοῖς δι᾽ ἀνθρώπων σωτηρίαν ἑκου-σίως προδίδωσι καὶ δεσμεύεται καὶ κολαφίζεται καὶ ἐμτττύεται καὶ μαστίζεται καὶ χλευ-ζεται καὶ ἐμπαίζεται καὶ χλαμύδα πορφυρᾶν ὡς βασιλεύων τῶν ὅλων ἐνδύεται καὶ κάλαμον ὡς σκῆπτρον βασιλικὸν βασιλικῶς ἐγχειρίζεται καὶ Πιλάτου κατακρίνεται κρί-νοντος καὶ τέλος ἱκρίῳ προστπήγνυται καὶ χεῖρας καὶ πόδας αἱμάσσεται τῷ σωτηρίῳ σταυρῷ προσηλούμενος᾽ καὶ λῃσταῖς συνεπαίρεται καὶ ὄξος ποτίζεται καὶ χολῆς ἀπο-γεύεται καὶ μέγα βοήσας τῷ πατρὶ τὴν ψυχὴν παραδίδωσι καὶ τὴν πλευρὰν τῇ λόγχῃ τιτρώσκεται καὶ αἷμα καὶ ὕδωρ σωτήριον μετὰ θάνατον προχέει καὶ νέκρωσιν" καὶ νεκρὸς τοῦ σταυροῦ καταφέρεται καὶ κηδεύεται καὶ σμυρνίζεται καὶ ταφὴν τριήμερον θάπτεται καὶ τριταῖος ἀναστὰς τοῦ τάφου προέρχεται καὶ πάντας ἑαυτῷ τοὺς νεκροὺς συνανίστησιν ἐκ τάφου καὶ φθορᾶς πρὸς τὴν οὐ τελευτῶσαν αὐτοὺς ζωὴν ἐπαγόμενος διὰ τῆς αὐτοῦ ἐκ νεκρῶν ἀναστάσεως" καὶ τοῖς μαθηταῖς ἐκ νεκρῶν ἀναστὰς ἐμφανίζεται καὶ πιστοποι-εἴται βρώσει καὶ πόσει καὶ ἁφῇ χειρῶν ἀποστολικῶν τῆς οἰκείας σαρκὸς τὴν ἀνάστασιν καὶ πνεῦμα τούτοις παρέχει πανάγιον, ὡς συγγενὲς αὐτῷ καὶ ὁμόφυλον, καὶ εἰς οὐρανοὺς ἀναφέρεται, μᾶλλον δὲ ὡς καὶ τῶν οὐρανῶν δεσπόζων ἀνέρχεται καὶ δεξιὸς τοῦ τεκόντος καθέζεται θῶκον ἔχων τὸν πατρικὸν καὶ βασιλικὸν καὶ ὑπέρτατον" ὅθεν καὶ πάλιν ἐλεύσεται κρίσιν ζώντων καὶ νεκρῶν ποιησόμενος καὶ ἀποδώσων ἑκάστῳ κατὰ τὰς πράξεις, ἅσπερ ἕκαστος πέπραχεν, εἴτε ἀγαθάς τις πράξεις καὶ καλάς, εἴτε φαύλας καὶ Ψεκτὰς κατειργάσατο. ὃν σὺν πατρί τε καὶ πνεύματι {ἁγίῳ βασιλεύειν τῶν ὅλων πιστεύομεν βασιλείαν ἀληθῶς ἀτελεύτητον καὶ τέλος οὐ δεχομένην καὶ πλήρωμα, ἀλλὰ καὶ περὶ τῆς ἐνσάρκου οἰκονομίας ταυτὸν δὲ φάναι παραδόξου τοῦ θεοῦ λόγου σαρκώσεως καὶ πρὸς τοὺς ταπεινοὺς ἡμᾷς ὁμοιώσεως, ὡς λέγω καὶ φρονῶ διὰ βραχέων ἐγνώρισα. Περὶ δὲ τῆς τοῦ ὁρωμένου κόσμου γεγονυίας ἀρχῆθεν συστάσεως καὶ συντελείας, ἣν οὐκ εἰς μακρὰν ὑποδέξοιτο, ὁμολογῶ, θεοτίμητοι, ὡς πάντα οὐ μόνον τὰ ὁρατὰ ἀλλὰ δὴ καὶ ἀόρατα ὁ εἷς θεὸς ἐτεκτήνατο, ὁ πατήρ, ὁ υἱός, τὸ πνεῦμα τὸ ἅγιον, ἡ ἀΐδιος φύσις καὶ ἄναρχος, κἀκ μὴ ὄντων εἰς τὸ εἶναι παρήγαγε καὶ οὐκ ὄντα πρὶν ἐσχεδίασε καὶ τὰς τούτων μυρίας διαφορὰς σοφῶς προεβάλλετο' πάντα γὰρ διὰ τοῦ μονογενοῦς υἱοῦ ὁ πατὴρ ἐν ἁγίῳ πεποίηκε πνεύματι, ἃ καὶ προνοίᾳ σοφῇ συγκρατεῖ τῶν οἰκείων ἔργων ὡς θεὸς προϊστάμενος, ἀρχήν τε τοῖς πᾶσι χρονικὴν ὁρισάμενος, τὰ μὲν αἰσθητὰ τέλει χρονικῷ καθυπέβαλε, τὰ δὲ νοητὰ καὶ ἀόρατα τούτων ἀξίας ἠξίωσε μείζονος. καὶ θνήσκει μὲν οὐδαμῶς οὐδὲ φθείρεται κατὰ τὸ τῶν αἰσθητῶν ῥευστὸν καὶ εὐπάροιστον, οὐ μήν ἐστι τὴν φύσιν ἀθάνατα ἢ πρὸς οὐσίαν μετελήλυθεν ἄφθαρτον, ἀλλὰ χάριν αὐτοῖς ἐχαρίσατο φθορᾶς αὐτὰ καὶ θανάτου διείργουσαν. οὕτως ἀνθρώπων ψυχαὶ διαμένουσιν ἄφθαρτοι, οὕτως ἄγγελοι διατελοῦσιν ἀθάνατοι, οὐ φύσιν ἀληθῶς, ὡς ἔφημεν, ἄφθαρτον ἢ οὐσίαν κυρίως ἀϑάνατον ἔχοντες, ἀλλὰ χάριν ἐκ θεοῦ κληρωσάμενοι ἀθανασίας χορηγὸν καὶ ἀφθαρσίας αὐτοῖς ὑπάρξουσαν πρόξενον. ἀλλ᾽ οὐκ, ἐπείπτερ αἱ τῶν ἀνθρώπων ψυχαὶ θεοῦ χάριτι τὴν φθορὰν ἀπεώσαντο τὴν πᾶσι κτιστοῖς φυσικῶς ἐμφωλεύουσαν. διὰ τοῦτο καὶ πρὸ σωμάτων αὐτὰς ὑποπτεύσομεν ἢ πρὸ τῆς τοῦ ὁρωμένου κόσμου παραγωγῆς καὶ συμπήξεως ἐν ἀϊδίῳ τινὶ ζωῇ τελεῖν ἐννοήσομεν καὶ βίον ἔχειν οὐράνιον φήσαιμεν ἄσαρκόν τε καὶ ἀσώματον ζώσας ζωὴν τὴν ἀΐδιον ἐν οὐρανῷ ποτε μὴ ὑπάρχοντι, ὡς Ὠριγένης ὁ παράφορος βούλεται καὶ οἱ τούτου συμμύσται καὶ σύμφρονες Δίδυμος καὶ Εὐάγριος καὶ ὁ λοιπὸς αὐτῶν μυϑομέριμνος ὅμιλος, οἴπερ οὐ τοῦτο μόνον πεπλανημένως δοξάζουσιν Ἑλληνικοῖς ἐμφυρόμενοι δόγμασι καὶ τὴν Χριστιανῶν καταρυποῦντες εὐγέ-νειαν, ἀλλὰ καὶ τὴν σωμάτων τούτων, ὧν νυνὶ περικείμεθα, ἀνοήτως ἀναιροῦσιν ἀνά-στασιν, μυρία δεινὰ βατταρίζοντες τῆς δυσσεβοῦς αὐτῶν μυθοπλαστίας ἐπάξια, οἷς ἀρκεῖ πρὸς ἐπίπληξιν τὸ Παύλῳ πρὸς Κορινθίους λεγόμενον, ὡς εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται. καὶ λοιπὸν οὕτως αὐτοῖς τοῖς λογισμοῖς ματαιάζουσι τό" καὶ ἄρα μάταια ἡ πίστις ὑμῶν προστεθήσεται. ἢ οὐ μέρος, ὦ οὗτοι, τῆς ἡμῶν σεπτῆς ὁμολογίας γεγένηται καὶ ταυτησὶ τῆς σαρκὸς ἡ ἀνάστασις; καὶ σαρκὸς" γὰρ ἀνάστασιν" ὁμολογεῖν ἀπαιτούμεθα τῷ σωτηρίῳ προσιόντες βαπτίσματι. διὰ τοῦτο γὰρ καθά τινι τῶν σοφῶν τεθεώρηται καὶ πᾶσα τοῦ μονογενοῦς ἡ λαμπρὰ καὶ διάσημος οἰκονομία λαμπρῶς πεπραγμάτευται, ἵνα καὶ τὴν εἰκόνα σώσῃ καὶ τὴν σάρκα ἀϑανατίσῃ". οὐ τοῦτο δὲ μόνον οἱ παράφρονες σφάλλονται καὶ τῆς εὐθείας ὁδοῦ παρακρούονται -- ἦν γὰρ αὐτῶν ὡς ἐν συγκρίσει κακῶν καὶ φορητὸν τὸ δυσσέβημα --, ἀλλὰ καὶ ἕτερα μυρία παρὰ τὴν ἀποστολικὴν καὶ πατρῴαν ἡμῶν παράδοσιν λέγουσι, παραδείσου φυτείαν ἐκβάλλοντες, ἐν σαρκὶ πεπλάσθαι τὸν ᾿Αδὰμ οὐ βουλόμενοι, τὴν ἀπ᾽ αὐτοῦ τῆς Εὔας διάπλασιν ψέγοντες, τὴν ἠχὴν ἀθετοῦντες τοῦ ὄψεως, τὰς τῶν οὐρανίων ταγμάτων ταξαρχίας (οὕτως μὲν ἀρχῆθεν ἐκ θεοῦ κεκτίσθαι) κωλύοντες, ἐκ καταδίκης δὲ προγενε-στέρας καὶ παρατροπῆς αὐτὰς φανταζόμενοι, ὡς ἐν ἑνάδι τε νόων πάντα παρῆχθαι τὰ λογικὰ ἀθέως ὁμοῦ καὶ μυθικῶς ὀνειρώττοντες, τῶν ὑπερουρανίων ὑδάτων τὴν κτίσιν κακίζοντες, τέλος εἶναι κολάσεως θέλοντες, καὶ πάντων μὲν τῶν αἰσθητῶν παντελῆ φθορὰν παρεισφέροντες, πάντων δὲ τῶν λογικῶν, ἀγγέλων, ἀνθρώπων, δαιμόνων ἀποκατάστα-σιν φάσκοντες, καὶ πάλιν εἰς ἑνάδα μυθικὴν τὰς τούτων διαφορὰς ἀναχέοντες, ὅτε καὶ μηδὲν ἡμῶν διαφέρειν τὸν Χριστόν, ὃν αὐτοὶ ληρωδῶς δογματίζουσιν, οὐχ ὃν ἡμεῖς εὐσεβῶς προσκηρύττομεν ,δόξῃ ἢ τιμῇ ἢ βασιλείᾳ ἢ δεσποτείᾳ“", δαιμονιωδῶς ἀναβράτ-τουσι, καὶ μυρία ἄττα προφέροντες πρὸς τοῦ διαβολικοῦ καὶ δυσσεβοῦς τῆς καρδίας αὐτῶν θησαυρίσματος, οὐ μιᾷ μόνον ἀνατροττῇ θολερᾷ, ἀλλὰ μυρίαις τὸν πλησίον ποτίζοντες καὶ ψυχὰς ἀνθρώπων θανατοῦντες οἱ δείλαιοι, ὑπὲρ ὧν Χριστὸς ἀποθανεῖν κατηξίωσε καὶ λύτρον αὐτοῦ τὸ αἷμα τὸ θεῖον ἐξέχεε καὶ δῶρον ὑπὲρ πᾶσαν ἀξίαν θειότατον τὴν ἑαυτοῦ ψυχὴν κατεβάλετο. ἡμεῖς δὲ πίστεως ὀρθῆς καὶ ἀμωμήτου καὶ σώφρονος τὸ λογικὸν ποτισθέντες γάλα καὶ ἄδολον καὶ καλὸν θεοῦ ῥῆμα γευσάμενοι ἅπαντα τὰ ἐκείνων σκοτεινὰ διωσάμενοι δόγματα καὶ τούτων ὄντες ἁπάντων τῶν ἀθέσμων αὐτῶν φληνάφων ἐλεύθεροι καὶ τοῖς πατρῴοις ἡμῶν ἐπιβαίνοντες ἴχνεσι καὶ τοῦ παρόντος κόσμου συντέλειαν λέγομεν καὶ τὴν ζωὴν ἐκείνην τὴν μέλλουσαν τὴν μετὰ τὴν παροῦσαν ζωὴν διαιωνίζειν πιστεύομεν καὶ τὴν κόλασιν ἀτελεύτητον ἔχομεν, τὴν μὲν ἀλήκτως εὐφραίνουσαν τῶν ἀρίστων ἔργων τοὺς πράκτορας, τὴν δὲ ἀπαύστως ἀλγύ-νουσαν, οὐ μὴν ἀλλὰ καὶ κολάζουσαν τοὺς ἐνθάδε γεγονότας ἐραστὰς τῆς φαυλότητος καὶ μετανοεῖν οὐ θελήσαντας πρὸ τῆς ἐντεῦθεν ἐκδρομῆς καὶ ἐκβάσεως. ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, φησὶν Χριστὸς ὁ κριτής, ἡ ἀλήθεια, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθή-σεται. ταῦτα φρονεῖν καὶ πιστεύειν, σοφώτατοι, ἔκ τε ἀποστολικῆς καὶ εὐαγγελικῆς, ἔκ τε προφητικῆς καὶ νομικῆς, ἔκ τε πατρῴας καὶ διδασκαλικῆς παρειληφότες κηρύξεως καὶ δεδρακότες ὑμῖν τοῖς πανσόφοις κατάδηλα καὶ μηδὲν ὑμᾶς ἀποκρύψαντες" ἀκόλουθον λοιπόν ἐστι καὶ ἁρμόδιον καὶ τῇ παλαιᾷ παραδόσει κατάλληλον τὰς ἱερὰς συνόδους τῶν πατρικῶν ἡμῶν καὶ πανιέρων ἀθροίσεων δήλας ποιεῖν ἐπὶ γράμματος, ἃς ὡς φωταγωγοὺς ταῖς ἡμετέραις ψυχαῖς περιέπομεν καὶ δι᾽ αἰῶνος ἔχειν εὐχόμεθα, ὅπως αὐταῖς καὶ τῆς μακαρίας ζωῆς κοινωνήσαιμεν ὡς παῖδες αὐτῶν εὐγενεῖς καὶ διάδοχοι.
Τέτταρας τοίνυν ἐπὶ τῶν ἐνθέων τῆς ἐκκλησίας δογμάτων μεγάλας καὶ ἱερὰς καὶ οἰκουμενικὰς συνόδους δεχόμεθα εὐαγγελικαῖς φαιδρυνομένας λαμπρότησι καὶ χα-ρακτήρων εὐαγγελικῶν ἀγλαϊζομένας ποσότητι. τούτων πρωτεύειν φαμὲν τὸ ἐν Νικαίᾳ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων πατέρων συνέδριον, ὅπερ ἐκ θείας ἀθροισθὲν ἐπινεύσεως τῆς ᾿Αρείου λύττης καθαιρεῖ τὰ μιάσματα. μετ᾽ ἐκεῖνο δὲ τῷ χρόνῳ, οὐ δόξῃ καὶ χάριτι, συναθροίζεται δεύτερον ἄθροισμα τὸ ἐν τῇ βασιλίδι συνειλεγμένον τῶν πόλεων πεντήκοντα δὲ καὶ ἑκατὸν θεόσοφοι πατέρες ἐτύγχανον οἱ καὶ τοῦτο πληροῦν θεόθεν ἠγμένοι τὸ ἄθροισμα, ὃ τὴν τρικέραυνον Μακεδονίου, ᾿Απολιναρίου τε καὶ Μάγνου σβεννύει δυσσέβειαν καὶ τῆς τοσαύτης χαλεπῆς πυρακτώσεως τῶν εὐσεβούντων τὰ συστήματα ῥύεται. τρίτον μετὰ τοῦτο μόνῳ τῷ χρόνῳ δοξάζω συνέδριον τὸ ἐν Ἐφέσῳ τὸ πρότερον ἐκ θείας συνεδρεῦσαν βουλήσεως" τὸ γὰρ Διοσκόρου λεγόμενον δεύτερον τῆς Εὐτυχοῦς ἀδοκίμου γνώμης πεφώραται σύστοιχον᾽ ὅπερ πρῶτον συνέδριον διακοσίων μὲν ἁγίων πατέρων ἐγνωρίζετο πλήρωμα, καταβάλλει δὲ τὸν ἀνθρωπολάτρην Νεστόριον καὶ πᾶσαν αὐτοῦ τὴν χριστομάχον ἀσέβειαν. καὶ τέταρτον μετὰ τὰ τρία τῷ χρόνῳ μόνῳ θεόσοφον ἀθροίζεται σύνταγμα τῶν ἑξακοσίων ὁμοῦ καὶ τριάκοντα πανυμνήτων πατέρων καὶ δᾳδούχων τῆς πίστεως, ὅπερ ἐν Χαλκηδόνι μὲν τὴν θείαν θεόθεν ποιεῖται συνέλευσιν καὶ συναθλοῦσαν εἶχεν Εὐφημίαν τὴν μάρτυρα τὴν καὶ μέχρι τῆς σήμερον προμαχοῦσαν αὐτῶν τοῦ ὄρου τῆς πίστεως καὶ τῆς αὐτῶν περιφήμου καὶ μεγίστης ἀθροίσεως λόγον πολὺν ποιουμένην καὶ ἄπαυστον, κατασφάττει δὲ τὴν ξυνω-ρίδα τὴν βέβηλον, Εὐτυχῆ φημι καὶ Διόσκορον, καὶ τὴν τούτων ἀποφράττει θεομάχον κακόνοιαν ἐκ τῆς ᾿Απολιναριανῆς ὥσπερ πηγῆς καταρρέουσαν καὶ πληροῦσαν πάντας τῆς ἀσεβείας τοὺς ῥύακας, ἐκβάλλει δὲ μετὰ τῆς τούτων ἀσεβεστάτης αἱρέσεως διὰ τῶν αὐτῆς ὀρθοδόξων προσρήσεων καὶ τὴν Νεστορίου τοῦ θεομάχου παμμίαρον αἵρεσιν" καὶ κατὰ ταύτης γὰρ ὡς ἔτι τῇ ἀναιδείᾳ σπαιρούσης ἠθροίζετο, ὅθεν καὶ τελείως αὐτὴν ἀπενέκρωσε καὶ τῶν ἐκκλησιαστικῶν αὐλῶν ἐξωστράκισεν. ἐπὶ ταύταις δὲ ταῖς μεγάλαις καὶ οἰκουμενικαῖς, ττανσέττοις τε καὶ πιανιέροις τῶν ἁγίων καὶ μακαρίων πατέρων ὁμοτίμοις ἀϑροίσεσι τετράσι καὶ πέμπτην ἁγίαν ἄλλην παρὰ ταύτας καὶ μετὰ ταύτας συστᾶσαν οἰκουμενικὴν δέχομαι σύνοδον τὴν ἐν τῇ βασιλίδι καὶ αὐτὴν γενομένην τῶν πόλεων Ἰουστινιανοῦ τότε τὰ σκῆπτρα τῆς Ῥωμαϊκῆς βασιλείας διέποντος, καὶ πάντα αὐτῆς τὰ λαμπρὰ διορίσματα, ἥτις κυροῦσα μὲν τὴν ἐν Χαλκηδόνι περιώνυμον ἤθροισται σύνοδον, ἀναιρεῖ δὲ καὶ ἐκρίπτει πρὸς ὄλεθρον πρωτοτύπως μὲν Ὠριγένην τὸν ἄφρονα καὶ πάντα αὐτοῦ τὰ ὀνειρώδη κομψεύματα καὶ πολυειδοῦς ἀσεβείας πλήρη συγγράμματα, Εὐαγρίου τε σὺν αὐτῷ καὶ Διδύμου τὰ δόγματα καὶ πάντα αὐτῶν τὰ Ἑλληνικὰ καὶ τερατώδη, οὐ μὴν ἀλλὰ καὶ μυθώδη ληρήματα᾽ μεθ᾽ οὖς τὸν Μομψουεστίας ἐκτίλλει Θεόδωρον, τὸν Νεστορίου τοῦ θεομάχου διδάσκαλον, καὶ ὡς μυσαρὸν σὺν τοῖς αὐτοῦ βλασφήμοις συντάγμασιν τῆς καθολικῆς ἐκκλησίας ἐκρίπτει ζιζάνιον, Θεοδωρίτου τε τὰ κακῶς κατὰ τοῦ τῆς εὐσεβείας προμάχου Κυρίλλου καὶ δυσσεβῶς γεγονότα συγγράμματα καὶ ὅσα κατά τε τῶν δώδεκα τοῦ αὐτοῦ θεσπεσίου Κυρίλλου κεφαλαίων τῆς τε πρώτης ἁγίας ἐν ᾿Εφέσῳ συνόδου καὶ τῆς ὀρθῆς ἡμῶν κατηγόρησε πίστεως Νεστορίῳ τῷ δυσσεβεῖ χαριζόμενος κἀκεῖνα ταύτης ποιοῦσα τῆς κατακρίσεως μέτοχα, ἅπερ καὶ ὑπὲρ Διοδώρου καὶ Θεοδώρου ἀπολογούμενος γέγραφε. μεθ᾽ ὧν καὶ τὴν Ἴβα λεγομένην ἐπιστολὴν πρὸς τὸν Πέρσην γεγράφθαι Μάριν ἀπερρίζωσεν, ὡς οὐ μόνον ὀρθῶν δογμάτων ἀντίπαλον, ἀλλὰ καὶ πάσης ἀσεβείας ἀνάπλεων. ἐκείνας μὲν οὖν τὰς ἱερὰς καὶ μεγάλας καὶ οἰκουμενικὰς ἁγίας τέτταρας συνόδους ἀσπάζομαι καὶ φρονήματι ἑνὶ περιτττύσσομαι᾽" ἐπὶ ταύταις δὲ καὶ ταύτην πέμπτην τιμῶ καὶ γεραίρω καὶ σέβομαι καὶ πάντα αὐτῶν ἀσμένως προσίεμαι, τά τε ἐν δόγμασι καὶ διαφόροις διδάγμασι καὶ τοῖς κατὰ τῶν αἱρετιζόντων ἀναθεματισμοῖς καὶ ὁρίσμασιν. ὅθεν καὶ ἀσμενίζω καὶ δέχομαι οὖς ἐδέξαντο καὶ ἠσμένισαν, καὶ ἀναθεματίζω καὶ ἀποβάλλομαι ὅσους ἀναθέματι καθυπέβαλον καὶ ἀποβλήτους τῆς καθολικῆς καὶ ἁγίας ἡμῶν ἐκκλησίας ἡγήσαντο. ταύταις ταῖς ἁγίαις καὶ μακαρίαις πέντε συνόδοις ἑπόμενος ἕνα καὶ μόνον ὄρον ἐπίσταμαι πίστεως καὶ μάθημα ἕν οἶδα καὶ σύμβολον, ὅπερ ἡ πάνσοφος καὶ μακαρία τῶν ἐν Νικαίᾳ τριακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων πατέρων θεσπεσία πληθὺς ἐξ ἁγίου προσεφθέγξατο πνεύματος, ὃ καὶ ἡ ἐν Κωνσταντινουπόλει τῶν ἑκατὸν πεντήκοντα θεοπνεύστων πατέρων ἐπεκύρωσεν ἄθροισις, καὶ ἡ ἐν ᾿Εφέσῳ πρώτη τῶν διακοσίων ἐνθέων πατέρων ἐβεβαίωσε σύνοδος, καὶ ἡ τῶν ἐν Χαλκηδόνι ἑξακοσίων τριάκοντα πανιέρων πατέρων προσεδέξατο καὶ ἐκράτυνε σύμβασις καὶ ἀπαράτρωτον καὶ ἀρραγὲς καὶ ἀσάλευτον διαπρυσίως ἔφη φυλάττεσθαι.
δεχόμεθα δὲ καὶ ἀγκάλαις ταῖς αὐταῖς ἀσμενίζομεν καὶ πάντα τοῦ θεσπεσίου Κυρίλλου τὰ θεῖα τε καὶ θεόσοφα συγγράμματα, ὡς πάσης ὀρθότητος γέμοντα καὶ πᾶσαν αἱρετικῶν καϑαιροῦντα δυσσέβειαν, ἐξαιρέτως δὲ τὰς πρὸς Νεστόριον τὸν θεοστυγῆ καὶ θεήλατον δύο συνοδικὰς ἐπιστολάς, τήν τε δευτέραν καὶ τὴν τρίτην, ἧἦ καὶ τὰ δυοκαίδεκα συνῆτιται κεφάλαια, ἅπερ ἅπασαν τὴν Νεστορίον κακόνοιαν ἀποστόλων ἁγίων ἰσαρίϑμοις κατέφλε-ξεν ἄνθραξι. σὺν ταύταις δὲ δέχομαι καὶ τὴν πρὸς τοὺς τῆς ἑῴας ἁγιωτάτους προέδρους συνοδικὴν γραφεῖσαν ἐπιστολήν, ἐν ἧ καὶ ἱερὰς αὐτῶν τὰς φωνὰς ἀπεκάλεσε καὶ τὴν πρὸς αὐτοὺς εἰρήνην ἐκράτυνεν, αἷς συναρίθμια καὶ ἀζδιάλγυτα τῶν ἀνατολικῶν προέδρων τὰ γράμματα λέγομεν, ὡς ὑπ' αὐτοῦ Κυρίλλου τοῦ θείου δεχθέντα καὶ εἶναι πρὸς αὐτοῦ μαρτυρούμενα φωναῖς ἀναμφιλέκτοις ὀρθόδοξα, τούτοις ὁμοίως τοῖς ἱεροῖς Κυρίλλου τοῦ πανσόφου χαράγμασιν ὡς ἱερὰν καὶ ὁμότιμον δέχομαι καὶ τῆς αὐτῆς ὀρθοδοξίας γεννήτριαν καὶ τὴν θεόσδοτον ἐπιστολὴν καὶ θεόπνευστον τοῦ μεγάλου καὶ λαμπροῦ καὶ θεόφρονος Λέοντος τοῦ τῆς Ρωμαίων ἁγιωτάτης ἐκκλησίας, μᾶλλον δὲ τῆς ὑφ᾽ ἡλίῳ πάσης φωστῆρος, ἣν θείῳ σαφῶς ἐνεργούμενος πνεύματι κατ᾽ Εὐτυχοῦς τοῦ κακόφρονος καὶ Νεστορίου τοῦ θεοστυγοῦς καὶ πιαράφρονος πρὸς Φλαβιανὸν τὸν ἀοίδιμον τῆς βασιλίδος τῶν πόλεων πρόεδρον γέγραφεν, ἣν καὶ στήλην ὀρθοδοξίας" καλῶ καὶ ὁρίζομαι τοῖς οὕτως αὐτὴν καλῶς ὁρισαμένοις πατράσιν ἁγίοις ἑπόμενος, ὡς πᾷσαν μὲν ὀρθοδοξίαν ἡμᾶς ἐκδιδάσκουσαν, πᾶσαν δὲ κακοδοξίαν αἱρετικὴν ὀλοθρεύουσαν καὶ τῶν τῆς ἁγίας ἡμῶν καϑολικῆς ἐκκλησίας θεοφρουρήτων αὐλῶν ἀπελαύνουσαν, μεθ᾽ ἧς ἐνθέου συλλαβῆς καὶ χαράγματος καὶ πάσας αὐτοῦ τὰς ἐπιστολὰς καὶ τὰ δόγματα ὡς ἐκ στόματος προϊόντα Πέτρου τοῦ κορυφαίου προσίεμαι καὶ καταφιλῶ καὶ ἀσπάζομαι καὶ πάσῃ ψυχῇ περιτττύσσομαι' ταῦτα, καθὼς προεῖπον, δεχόμενος τὰ ἱερὰ καὶ θεῖα πέντε τῶν μακαρίων πατέρων συνέδρια καὶ τὰ Κυρίλλου πάντα τοῦ πανσόφου συγγράμματα καὶ μάλιστα τὰ κατὰ τῆς Νεστορίου μανίας γενόμενα καὶ τὴν τῶν ἀνατολικῶν προέδρων συλλαβὴν τὴν πρὸς αὐτὸν γραφεῖσαν τὸν θειότατον Κύριλλον καὶ παρ' αὐτοῦ μαρτυρη-θεῖσαν ὀρθόδοξον. ὅσα τε Λέων ὁ τῆς Ῥωμαίων ἁγιωτάτης ἐκκλησίας νομεὺς ἁγιώτατος γέγραφε καὶ μάλιστα ἃ κατὰ τῆς Εὐτυχιανῆς καὶ Νεστοριανῆς βδελυρίας συνέταξε, ταῦτα μὲν ὡς Πέτρου, ἐκεῖνα δὲ ὡς Μάρκου γινώσκω ὁρίσματα, οὐ μὴν ἀλλὰ καὶ πάντα πάντων τῶν τῆς καθολικῆς ἡμῶν ἐκκλησίας ἐκκρίτων μυσταγωγῶν θεόσοφα διδάγματα, εἴτε ἐν λόγοις τε καὶ συγγράμμασιν εἴτε ἐν ἐπειστολαῖς τισι περιείλητται, καὶ συλλήβδην εἰπεῖν, ἅπαντα δέχομαι καὶ ἀσπάζομαι, ὅσαπερ ἡ ἁγία καθολικὴ ἡμῶν ἐκκλησία προσίεται καὶ πάντα τοὔμπαλιν ἀποστρέφομαι καὶ ἀναθεματίζω καὶ λογίζομαι βέβηλα, ὅσα καὶ ἡ αὐτὴ πανσόφως βδελύττεται καὶ τῆς οἰκείας εὐσεβείας ἡγεῖται πολέμια, οὐ μόνον βιβλίδια καὶ λογύδρια καὶ θεομάχα καὶ παρέγγραπτα δόγματα, ἀλλὰ καὶ αἱρετικὰ καὶ κακόδοξα καὶ κακοδόξων αἱρέσεων ἡγησάμενα πρόσωπα. καὶ πρὸς πληροφορίαν ὑμῶν ἀπαράλειτττον αὐτὰ διαρθροῦμαι τὰ πρόσωπα, ἅπερ ἀναθεματίζω καὶ ποιοῦμαι κατάκριτα οὐ γλώττῃ μόνον καὶ στόματι, ἀλλὰ καὶ καρδίᾳ καὶ πνεύματι, ὡς τῆς ἁγίας καὶ καθολικῆς ἡμῶν πίστεως ὀφθέντα διὰ πάντων ἐπίβουλα.
᾿Ανάθεμα τοίνυν εἰς ἀεὶ καὶ κατάϑεμα ἀπὸ τῆς ἁγίας καὶ ὁμοουσίου καὶ προσκυνητῆς τριάδος, πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ἔστωσαν" πρῶτον μὲν Σίμων ὁ μάγος, ὁ πασῶν πρῶτος κακίστων κακίστως ἄρξας αἱρέσεων, μεθ᾽ ὃν Κλεόβιος, Μένανδρος, Φίλητος, Ἑρμογένης, ᾿Αλέξανδρος ὁ χαλκεύς, Δοσί-θεος, Γόρθεος, Σατορνῖνος, Μασβόθεος, ᾿Αδριανός, Βασιλίδης, Ἰσίδωρος ὁ τούτου υἱὸς καὶ τὴν μανίαν ὑπέρτερος, Ἐβίων, Καρποκράτης, Ἐπιφανής, Πρόδικος, Κήρινθός τε καὶ Μήρινθος, Οὐαλεντῖνος, Φλωρῖνος, Βλάστος, ᾿Αρτέμων, Σεκοῦνδος, Κασιανός, Θεό-δοτος, Ἡρακλέων, Πτολεμαῖος, Μάρκος, Κολόρβασος, ᾿Αδέ-μις ὁ Καρύστιος, Θεόδοτος ὁ Σκυτεύς, Θεόδοτος ἕτερος, Εὐφράτης ὁ Περατικός, Μονόϊμος ὁ Ἄραψ, Ἑρμογένης, Τατιανὸς ὁ Σύρος, Σευῆρος, ᾿Ασκληπιόδοτος, Βαρδησάνης, Ἁρμόνιος ὁ τούτου υἱὸς καὶ τὴν πλάνην ἰσόρροπος, Ἑρμόφιλος, Κέρδων, Σακέρδων, Μαρκίων ὁ Ποντικός, ᾿Απελλής, ᾿Απολλωνίδης, Πότιτος, Πρέπων, Πίθϑων, Συνερός, Θεόδοτος ὁ Τραπεζίτης, Μοντανός, Πρισκίλλά τε καὶ Μαξιμίλλα αἱ τούτου μανιώδεις μαθήτριαι, Νέπως, Ἑλκεσαῖος, Ὠρι-γένης, Ὠριγένης ἕτερος ὁ καὶ ᾿Αδαμάντιος, Σαβέλλιος ὁ Λίβυς, Νανᾶτος, Παῦλος ὁ ἐκ Σαμοσάτων, Ἐπίγενος, Κλεομένης, Νόητος ὁ Σμυρναῖος, Μάνης ὁ τῆς ἀθέου μανίας ἐπώνυμος, Σαββάτιος, ἤάρειος, Μελέτιος, ᾿Αέτιος, Εὐνόμιος, ᾿Αστέριος, Εὐδόξιος, Δονάτος, Μακεδόνιος ὁ τῷ ἁγίῳ μαχησάμενος πνεύματι καὶ πνευματομάχου προσηγορίαν ἀξίαν δεξάμενος, ᾿Απολινάριος ὁ Λαοδικεὺς καὶ ὁ τούτου υἱὸς ᾿Απολινάριος, Μάγνος, Πολέμων, Πελάγιος, Κελέστιος, Ἰουλιανός, οἱ τῆς αὐτῆς μανίας ὑπέρμαχοι, Θεόδωρος ὁ Μομ-ψουεστίας καὶ Νεστόριος, οἱ τῆς μιαρᾶς ἀνθρωπολατρείας μιαρώτατοι κήρυκες, Κῦ.-ρος τε καὶ Ἰωάννης οἱ Κίλικες, οἱ τῆς αὐτῆς ἀθεΐας ἀθεώτατοι πρόβολοι, Εὐτυχής, Διόσκορος ὁ Εὐτυχοῦς ὑπερασπιστὴς καὶ συνήγορος, Βαρσουμᾶς, Ζωορᾶς, Τιμόθεος ὁ λεγόμενος Αἴλονυρος, Πέτρος ὁ Μογγὸς καὶ ᾿Ακάκιος οἱ τὸ Κενωτικὸν τεκτηνάμενοι Ζήνωνος, Λαμπέτιος ὁ τῆς δυσωνύμου τῶν Μαρκιανιστῶν αἱρέσεως
ἔξαρχος, Δίδυμος καὶ Εὐάγριος οἱ τῆς ᾿Ωριγενιανῆς τερθρείας μυστηριάρχαι παμ-μίαροι, Πέτρος ὁ κναφεύς, ὁ τῷ τρισαγίῳ ὕμνῳ προσαρμόσαι σταυρὸν θρασυνό-μενος, Πέτρος ἕτερος τὸ Ἰβηρικὸν καὶ φρενοβάρβαρον μίασμα, Ησαίας ὁ τοῦ παρόν-τος Πέτρου συνόμιλος, οἱ ἄλλην ἀκέφαλον ἐν ᾿Ακεφάλοις καταδείξαντες αἵρεσιν" μεθ᾽
ὧν ἁπάντων καὶ πρὸ πάντων καὶ μετὰ πάντας καὶ κατὰ πάντας καὶ ὑπὲρ πάντας ἔστω καὶ Σευῆρος ἀνάθεμα, ὁ τούτων μαθητὴς ἐκμανέστατος καὶ πάντων χρηματίσας ᾿Ακεφάλων τῶν νέων καὶ παλαιῶν ὠμότατος τύραννος καὶ τῆς ἁγίας καθολικῆς ἐκκλησίας ἐχθρὸς δυσμενέστατος καὶ τῆς ᾿Αντιοχέων ἁγιωτάτης ἐκκλησίας μοιχὸς ἀνομώτατος καὶ φθορεὺς βδελυρώτατος, Θεοδόσιός τε ὁ ᾿Αλεξανδρεύς, ὁ Τραπεζούντιος ἴανθιμος, Ἰάκωβος ὁ Σύρος, Ἰουλιανὸς ὁ ᾿Αλικαρνασεύς, Φιλικήσιμος, Γαϊανὸς ὁ ᾿Αλεξανδρεύς, ἀφ' ὧν ἡ τῶν Γαϊανιτῶν ἤγουν Ἰουλιανιστῶν ἐπιγέγονεν αἵρεσις, Δωρόθεος ὁ τῆς αὐτῆς ἀϑέως ὑπερμαχήσας αἱρέσεως, Παῦλος ὁ μελανός, οὐ μόνον δὲ λεγόμενος ἀλλὰ καὶ γεγονὼς κατὰ ἀλήθειαν, Ἰωάννης ὁ γραμματικός, ὁ τὴν ἐπωνυμίαν Φιλόπονος, μᾶλλον δὲ ματαιόπονος, Κόνων τε καὶ Εὐγένιος, οἱ τρεῖς τῆς τριθεῖας τρισ-κατάρατοι πρόμαχοι, Θεμίστιος ὁ τῆς ἀγνοίας πατὴρ καὶ γεννήτωρ καὶ σπορεὺς ἀθεσμότατος, ὃς ἀγνοεῖν τὸν Χριστὸν τὸν ἀληθινὸν θεὸν ἡμῶν τὴν ἡμέραν ἐφληνάφει τῆς κρίσεως, ἀγνοῶν ἅπερ αὐτὸς ὁ θεήλατος ἔφασκε καὶ μὴ εἰδὼς ἅπερ ἀμφιγνοῶν ἀνεφθέγ-γετο. εἰ γὰρ μὴ ἠγνόει τῶν οἰκείων λόγων τὴν δύναμιν, οὐκ ἂν τὴν ὀλέθριον ἄγνοιαν τέτοκε καὶ τοῦ τῆς ἀγνοίας ἄγους θερμῶς ὑπερήσπιζεν, ἀγνοεῖν τὸν Χριστόν, οὐ καϑὸ θεὸς ὑπῆρχεν ἀΐδιος, ἀλλὰ καθὸ γέγονε κατὰ ἀλήθειαν ἄνθρωπος, τὴν ἡμέραν τῆς συντελείας καὶ κρίσεως ἐξ ἀφρόνων φρενῶν ἐρευγόμενος καὶ ψιλὸν αὐτὸν ἐργαζόμενος ἄνθρωπον καὶ ταῦτα τερατείαν ἐπιφημίζων ἑαυτῷ τὴν ἀκέφαλον, καὶ φύσιν μίαν αὐτοῦ τοῦ σωτῆρος ἡμῶν Χριστοῦ φανταζόμενος σύνθετον, ἔστω δὲ σὺν αὐτῷ καὶ Πέτρος ὁ Σύρος ἀνάθεμα καὶ Σέργιος ὁ ᾿Αρμένιος, οἱ τῆς μικρᾶς τριθεῖας ἡγούμενοι, καὶ μηδὲ οὕτω πρὸς ἑαυτοὺς συμφωνήσαντες μηδὲ τὰ αὐτὰ παραπλησίως ἀλλήλοις δοξάσαντες, Δαμιανὸς ὁ τούτων μὲν ὑπερβαλλόντως ἀντίπαλος, νέος δὲ φανεὶς ἐν ἡμετέροις χρόνοις Σαβέλλιος, μεθ' ὧν καὶ οἱ αὐτῶν τῆς ἀσεβείας διάδοχοι ἀνάθεμα ἔστωσαν καὶ κατάθεμα ᾿Αθανάσιός τε ὁ Σύρος καὶ ὁ ἀποζυγάριος ᾿Αναστάσιος καὶ οἱ τὴν τούτων ἀσύμβατον σύμβασιν ἀσυμβάτως τε καὶ ἀμαθῶς προσιέμενοι καὶ ἀλογίστων δίκην κτηνῶν ὑπ᾽ αὐτῶν βουκολούμενοι καὶ ἀλλήλοις μὲν [φησι] ζὡσεὶ» φιλικῶς συμφυρόμενοι, ὑπ᾽ ἀλλήλων δὲ τοῖς ἀναθεματισμοῖς ἐχθρωδῶς τιτρωσκόμενοι. ἐνδυέσθωσαν δὲ σὺν αὐτοῖς καὶ περιβαλλέσθωσαν τὸ ἀνάθεμα καὶ κατάθεμα καὶ Βενιαμὶν ὁ ᾿Αλεξανδρεὺς καὶ Ἰωάννης καὶ Σέργιος καὶ Θωμᾶς καὶ Σεβῆρος οἱ Σύροι, οἱ ἔτι ζῶντες ζωὴν τὴν ἐπάρατον καὶ πολεμοῦντες ἐκμανῶς τὴν εὐσέβειαν" κοινωνείτω δὲ αὐτοῖς τῆς τῶν παρόντων ἀναθεματισμῶν κατακρίσεως καὶ Μηνᾶς ὁ ᾿Αλεξανδρεύς, ὁ τῆς τῶν Γαϊανιτῶν προμαχῶν καὶ προασπίζων αἱρέσεως καὶ πολεμῶν ἐμφανῶς τῆς ἀληθείας τὸ κήρυγμα καὶ πάντες σὺν αὐτοῖς οἱ τούτων κοινωνοὶ καὶ ὁμόφυλοι καὶ τὴν ἀσέβειαν σύστοιχοι.
Βαλλέσθωσαν δὲ τοῖς ἴσοις αὐτοῖς ἀναθέμασι καὶ πᾷσαι αἱ αἱρέσεις αἱ μετὰ τὴν Χριστοῦ παρουσίαν ἀκμάσασαι καὶ Χριστοῦ τὴν ἐκκλησίαν πολεμεῖν θρασυνόμεναι, τουτέστιν
ἡ Νικολαϊτῶν, ἡ Εὐτυχιτῶν, ἡ Καϊνῶν, ἡ ᾿Αδαμιανῶν, ἡ Βαρβη-λιωτῶν, ἡ Βορβοριανῶν, ἡ Ναασσηνῶν, ἡ Στρατιωτικῶν, ἡ (Ὀ γφιονιτῶν, ἡ Σιθιανῶν, ἡ Σοφιανῶν, ἡ Ὀφιτῶν, ἡ Καϊνῶν, ἡ ᾿Αντιτακτικῶν, ἡ Περατικῶν, ἡ Ὑδροπαραστατῶν, ἡ Ἐγκρατητῶν, ἡ Μαρκιανιστῶν, ἡ Φρυγῶν, ἡ Πεπουζιανῶν, ἡ ᾿Αρτοτυριτῶν, ἡ Τασκοδρούγων, ἡ Τεσσαρεσκαιδεκατητῶν, ἡ Ναζωραίων, ἡ Μελχισε-δεκιτῶν, ἡ ᾿Αντιδικομαριανιτῶν, ἡ Ψῥαθυριανῶν, ἡ Κυρτιανῶν, ἡ Δουλιανῶν, ἡ ᾿Ανθρωπομορφιτῶν, ἡ Ἱερακιτῶν, ἡ Μεσαλιανῶν, ἡ Εὐτυχιτῶν, ἡ ᾿Ακεφάλων, ἡ Οὐερσουνουφιτῶν, ἡ Ἠσαιανῶν, ἡ ᾿Αγνοητῶν, ἡ Ἰακωβιτῶν, ἡ Τριθεϊτῶν καὶ ἥτις ἑτέρα παρὰ ταύτας καθέστηκε
δυσσεβὴς καὶ θεήλατος αἵρεσις. Ἵἄπαντας τοίνυν τοὺς προαναφερομένους αἱρεσιάρχας καὶ τὰς μετὰ τούτους ὀνομασθεί-σὰς δυσσεβεστάτας αἱρέσεις καὶ σχίσματα ἀναθεματίζω καὶ καταθεματίζω ψυχῇ καὶ καρδίᾳ καὶ στόματι, ἐννοίᾳ τε καὶ λόγοις καὶ ῥήμασι, καὶ πάντα ἕτερον αἱρεσιάρχην ὀλέθριον καὶ πᾶσαν ἑτέραν παμβέβηλον αἵρεσιν καὶ πᾶν ἕτερον σχίσμα θεήλατον, ὅσουσ-περ ἡ ἁγία καϑολικὴ ἡμῶν ἐκκλησία ἀναϑθεματίζει. ἀναϑεματίζω δὲ καὶ καταθεματίζω καὶ πάντας αὐτῶν τοὺς ὁμόφρονας τοὺς τὰς αὐτὰς αὐτοῖς ἀσεβείας ζηλώσαντας καὶ ἀμετανοήτους ἐν αὐταῖς τελευτήσαντας καὶ τοὺς ἔτι καὶ νῦν ἐν αὐταῖς διαμένοντας καὶ πολεμοῦντας τῆς καθολικῆς ἡμῶν ἐκκλησίας τὸ κήρυγμα, καὶ πίστιν ἡμῶν τὴν ὀρθὴν καὶ ἀμώμητον βάλλοντας. καὶ ἀναθεματίζω πάλιν παραπλησίως καὶ πάντα αὐτῶν τὰ θεομάχα συγγράμματα, ἃ κατὰ τῆς ἁγιωτάτης ἡμῶν καθολικῆς ἐκκλησίας συνέταξαν καὶ κατὰ τῆς ὀρθῆς ἡμῶν καὶ ἀμωμήτου συνεγράψαντο πίστεως, ἀναθεματίζω τε σὺν αὐταῖς ταῖς βεβήλοις αἱρέσεσι καὶ πᾶσαν ἑτέραν θεοστυγῆ καὶ κακόδοξον αἵρεσιν, ἣν ἡ ἁγία καθολικὴ ἡμῶν ἐκκλησία ἀναθεματίζειν καὶ κατακρίνειν συνήθισται καὶ τοὺς ἐξάρχους αὐτῶν καὶ γεννήτορας καὶ τὰ αὐτῶν μυσαρὰ καὶ παμμίαρα λογύδριά τε καὶ βιβλίδια, μόνα τιμῶν καὶ κρατῶν καὶ φρονῶν καὶ σεβόμενος τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἡμῶν ἐκκλησίας τὰ δόγματα, ἅπερ μερικῶς ὑμῖν καὶ διὰ βραχέων ἐκτέθειμαι διὰ τὸ τῶν συνοδικῶν γραμμάτων, ὡς εἶπον, ἐπίτομον, μεθ᾽ ὧν καὶ ἀπαίρειν τῶν ἐντεῦθεν προσεύ-χομαι, ὅτε θεὸς τοῦτο γενέσθαι προστάξειεν.
Ὅθεν καὶ τὴν ὑμῶν ἀξιῶ πατρικὴν ἁγιότητα ταῦτα πρὸς τῆς ἐμῆς ταπεινότητος θεσμῷ συνοδικῷ δεχομένην τὰ γράμματα πατρῴοις θεωρῆσαι τοῖς ὄμμασι καὶ ἀδελφικοῖς κατανοῆσαι τοῖς βλέμμασι, καὶ εἴ τι δι᾽ ἄγνοιαν ἔπταισται ἢ διὰ λήθην ἐλλέλειττται ἢ διὰ σπουδὴν παρεώραται ἢ διὰ συντομίαν κεκώφωται καὶ οὐδαμῶς ἐμνημόνευται ἢ διὰ γλώττης ἀκινησίαν σεσίγηται ἢ διὰ βραδυγλωττίαν καὶ φωνῆς μεγίστην ἰσχνότητα ἢ διὰ λόγων ἀγροικοτέρων ἀσθένειαν καὶ μὴ βουλομένων ἡμῶν σεσιώπηται, προσθήκαις ἀναπληρῶσαι καὶ φθέγμασιν ἐκ πατρικῆς προερχομένοις πληρώσεως καὶ διορθώσεσιν ἰθύναι καὶ ῥῶσιν προσφιλεστάτην χαρίσασθαι ἀδελφικοῖς ἐνεργουμένην σπουδάσμασι καὶ πατρικαῖς ἐνομβρουμένην προθέσεσιν, ἵνα μήτε τὸ ἐλλειπὲς ἐν αὐτοῖς ἀτελὲς εἰς ἀεὶ δια-φαίνοιτο, μήτε τὸ ἀσθενὲς καὶ ἀγνοίᾳ πολλάκις σφαλλόμενον ἀρρωστοῦν εἰς ἀεὶ διαμένοι καὶ δι᾽ ὅλου τοῦ βίου νοσηλευόμενον' ὅπερ φιλικῶς ὑφ᾽ ὑμῶν καὶ γνησίως γινόμενον πλουτίσοι μὲν ἐμὲ καὶ ἰάσηται, μαρτυρήσοι δὲ τοῖς μακαρίοις ὑμῖν τὸ συμπαϑὲς καὶ φιλόστοργον, ταυτὸν δὲ εἰπεῖν τὸ φιλότεκνόν τε καὶ φιλάδελφον. οὕτω δὲ πρὸς ὑμῶν ἐγὼ πλουτιζόμενος καὶ τὸ ἐλλειπτὲς προσανατιληρούμενος καὶ τὸ ἀσθενὲς ἰατρενόμενος καὶ τὸ χωλὸν ἀνορθούμενος καὶ ῥώσει καὶ πλούτῳ πατρικῷ καὶ ἀδελφικῷ στεφανούμενος, πηλίκην ἔχειν χάριν ὑμῖν καὶ χαρὰν σὺν αὐτῇ νομισθήσομαι ἢ εὐφροσύνην τρυγᾶν καὶ ἡδονὴν τὴν ἀνωτάτω γνωσθήσομαι. ἀλλὰ τοῦτο μὲν εἰδείη μόνος θεός, εἰδείην δὲ καὶ αὐτὸς ἐγώ, θεοτίμητοι, ὁ τὴν τοιαύτην κερδαίνων εὐπάθειαν καὶ τὴν λαμπρὰν εὐερ-γεσίαν δρεπόμενος, εἰδοίητε δὲ τάχα καὶ αὐτοὶ καὶ μαθήσοισθε, εἰ καρδίας τῆς ἐμῆς τὸ θερμὸν εἰς εὐσέβειαν ἴδοιτε καὶ τῆς ψυχῆς τὸ πολὺ πρὸς ἀγάπησιν ψυχῆς ὀφθαλμοῖς θεωρήσοιτε. περὶ τούτων οὖν ἐπὶ πλέον ὑμᾶς αἰτεῖν τοῖς λόγοις ἀφέμενος, οἶδα γάρ, ὡς ταῦτα πάντως πληρώσοιτε καὶ πρὸ τῶν ἡμετέρων ἐλαχίστων αἰτήσεων ἀδελφικῆς ἀγάπης πυρσῷ πυρακτούμενοι καὶ πόθῳ πατρικῷ φλογιζόμενοι" ἐκεῖνο δυσωπῶ καὶ δυσωπῶν οὐδέποτε παύσομαι, ὥστε καὶ εὐχαῖς πρὸς θεὸν καὶ δεήσεσιν ἐμὲ περιέπειν θερμότατα τὸν δεδιότα καὶ τρέμοντα καὶ τὸ βάρος βαστάζειν τοῦ προσεπιτεθέντος μοι ζυγοῦ μὴ δυνά-μενον, καὶ οὐ τοῦτο γε μόνον, ἀλλ' ὅπως καὶ τὸ Χριστοῦ μοι τοῦτο συμβόσκοιτε ποίμνιον, ὅπερ ποιμαίνειν μὲν αὐτὸς ἐγκεχείρισμαι᾽ ἀδυνατῶ δὲ μὴ ἐπικουρούντων ὑμῶν ἀντιλήψεσι ποιμαίνειν τοῦτο καὶ τρέφειν ἐνθέοις τισὶ καὶ ὠφελίμοις βλαστήμασι καὶ φυλάττειν ἀβλαβὲς καὶ ἀπήμαντον. καὶ διὰ τοῦτο πρεσβεύω καὶ δέομαι, ἵνα μὴ ταῦτα βλάβην τὴν οἱανοῦν ὑπομείναντα παρὰ τὴν ἐμὴν ἀπειρίαν καὶ ἀτεχνίαν καὶ οὐκ ἀρκοῦσαν πρὸς τὸ δεόντως νέμειν ἀδράνειαν, ὡς αὐτὸς αὐτοῖς λυμηνάμενος ἐν ἡμέρᾳ τῆς κρίσεως κρίνωμαι καὶ τῶν κλεπττόντων καὶ σφαττόντων καὶ ἀπολλύντων λῃστῶν Χριστοῦ τοῦ θεοῦ τὰ πολύτιμα πρόβατα οὐ τελευτῶσαν ὑποσχῶ τὴν κόλασιν' τὴν γὰρ τούτων σωτηρίαν τε καὶ ἐπαύξησιν καὶ τὴν πόαις ταῖς ἀρίσταις κορυφουμένην πιότητα οἶδα σαφῶς καὶ ἐπίστα-μαι πρὸς τοῦ ἀρχιποίμενος Χριστοῦ εὐθυνθησόμενος, ἀλλ᾽ εἴ τι, θεοτίμητοι, δύνασθε θεοῦ χαριζομένου τὸ δύνασθαι βοηθεῖν ἡμῖν ἀγωνίσασθε, ἵνα μὴ καὶ αὐτὸς ἐγὼ καὶ τὰ Χρι-στοῦ ταῦτα τιμιώτατα πρόβατα θηριάλωτοι παρὰ τὴν ἐμὴν ἀδυναμίαν γενοίμεθα.
τὴν ἴσην δὲ ὑμῖν πλουσίαν προσάγω παράκλησιν, ἵνα ἐκτενῆ ποιῆσθε καὶ ἄπαυστον τὴν πρὸς θεὸν ἱκετείαν καὶ δέησιν ὑπὲρ τῶν φιλοχρίστων καὶ γαληνοτάτων ἡμῶν βασιλέων τῶν θεόθεν τῆς βασιλείας λαχόντων τοὺς οἴακας, ὅπως αὐτὸς ὁ φιλοικτίρμων θεὸς καὶ φιλάνθρωπος, ὁ καὶ δύναμιν ἔχων ἰσοσθενῆ τῷ βουλήματι, ὑμετέραις θεοδέκτοις εὐχαῖς μειλιττόμενος ἐτῶν μὲν πληθὺν αὐτοῖς πολλὴν προσχαρίσηται, νίκας τε μεγίστας κατὰ βαρβάρων δοίη καὶ τρόπαια, καὶ παίδων παισὶν αὐτοὺς στεφανώσειε καὶ εἰρήνῃ θεϊκῇ χαρακώσειε, καὶ σκῆπτρα παράσχοι κραταιὰ καὶ ἐνδύναμα βαρβάρων μὲν ἁπάντων, μάλιστα δὲ Σαρακηνῶν, ὀφρὺν καταθράττοντα, τῶν δι' ἁμαρτίας ἡμῶν ἀδοκήτως νῦν ἡμῖν ἐπαναστάντων καὶ πάντα ληϊζομένων ὠμῷ καὶ θηριώδει φρονήματι καὶ δυσσεβεῖ καὶ ἀθέῳ τολμήματι. διὸ περισσῶς καὶ τοὺς μακαρίους ὑμᾶς ἱκετεύομεν ἐκτενεστάτας πρὸς Χριστὸν τὰς δεήσεις ποιήσασθαι, ὅπως ταύτας εὐμενῶς πρὸς ὑμῶν προσηκάμενος καταβάλοι θᾶττον αὐτῶν τὰ μανίας πλήρη φρνάγματα καὶ εὐτελεῖς αὐτοὺς ὑποπόδιον καϑὰ καὶ τὸ πρότερον τοῖς θεοσδότοις ἡμῶν βασιλεῦσι δωρήσοιτο, ἵν᾽ εὐημεροῖεν μὲν αὐτοὶ οἱ τὸ ἐπὶ γῆς ἡμῶν βασίλειον ἔχοντες, πολεμικῶν θορύβων παυσάμενοι, εὐημεροίη δὲ καὶ ἅπαν αὐτῶν σὺν αὐτοῖς τὸ πολίτευμα σκήπτροις τοῖς αὐτῶν καρτεροῖς χαρακούμενον καὶ εἰρηνικῆς δι᾽ αὐτῶν καταστάσεως τοὺς εὐφροσύνης τοκέας δρεπόμενον βότρνας. ᾿Αντιβολῶ δὲ δικαίως ὑμῶν τὸ φιλάδελφον Λεόντιον τὸν θεοσεβέστατον διάκονον τῆς ἁγίας Χριστοῦ τοῦ θεοῦ ἡμῶν ᾿Αναστάσεως, καὶ τοῦ εὐαγοῦς ἡμῶν σεκρέτου καγγελλάριόν τε καὶ πρωτονοτάριον, καὶ τὸν εὐλαβέστατον ἡμῶν ἀδελφὸν Πολύευκτον, τοὺς τοῖσδε ἡμῶν τοῖς συνοδικοῖς διακονουμένους χαράγμασιν, εὐμενέσι προσώποις θεάσασθαι καὶ συγκαταβάσει πρεπώδει προσδέξασθαι: τοῦτο γὰρ ὑμῶν καὶ τὸ ἰδιώτατον πέφυκε γνώρισμα, ᾧ τοὺς θεατὰς ὑμῶν ἀεὶ κατατιλήττετε ἐν ὕψει μεγίστῳ τυγχάνοντες καὶ μεγίστην ἐνδεδυμένοι ταπείνωσιν" ἀλλὰ καὶ πᾶσιν ὑμῶν τοῖς λαμπροῖς ἰδιώμασι πνευμα-τικῶς καὶ ἱλαρῶς δεξιώσασθε καὶ ἐφόδια ψυχῆς πνευματικὰ καὶ λαμτιρὰ προσχαρίσασθε καὶ θᾶττον ὡς ἡμᾷς ἀντιπέμψατε γαννυμένους καὶ χαίροντας, ὅτι τοιοῦτον ἱστορεῖν Βυζαντίων ἠξίωνται πρόεδρον, χαροποιοῦντας τε καὶ ἡμῶν τὴν εὐτέλειαν ἐν τῷ διηγεῖσθαι κομψῶς ἡμῖν τὰ ὑμέτερα -- ῥῶσιν ψυχῆς θεοδώρητον καὶ ὑγείαν τοῦ σώματος θεόσδοτον -- καὶ νέμειν ποθούμενα γράμματα τὰ πίστιν ἡμῖν τὴν ὀρθὴν ἐκφαιδρύνοντα καὶ τὸ ἦθος τῆς ψυχῆς ἐκλευκαίνοντα καὶ τὴν ποιμαντικὴν ἡμᾶς ἐπιστήμην παιδεύοντα καὶ θαρραλέους πρὸς τὸ ποιμαίνειν τὰ ἐνθάδε Χριστοῦ ποιούμενα ποίμνια.
Πᾶσαν τὴν σὺν τοῖς πανιέροις ὑμῖν θεοφιλῆ καὶ φαιδρὰν ἀδελφότητα πλεῖστα ἐν Χριστῷ τῷ θεῷ ἐγώ τε ὁ ταπεινὸς καὶ ἐλάχιστος καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοὶ προσαγορεύομεν.
᾿Ἐερρωμένος ἐν κυρίῳ ὑπερεύχου μου, ἁγιώτατε ἀδελφέ.
Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς καὶ ἡ ἁγία σύνοδος εἴπτον"
Ἐν εἰδήσει καὶ τῶν νῦν ἀναγνωσθέντων συνοδικῶν γεγόναμεν. λεγέτωσαν δὲ Θεόδωρος καὶ [Γεώργιος οἱ θεοσεβέστατοι πρεσβύτεροι καὶ Ἰωάννης ὁ θεοσεβέστατος διάκονος οἱ τὸν τόπον ἐπέχοντες ᾿Αγάθωνος τοῦ ἁγιωτάτου πάπα Ῥώμης, εἴ γε καὶ αὖθις καινότερόν τι βούλονται διεξιέναι.
Θεόδωρος καὶ [εώργιος οἱ θεοσεβέστατοι πρεσβύτεροι καὶ Ἰωάννης ὁ θεοσεβέστατος διάκονος, ἀμφότεροι τὸν τόπον ἐπέχοντες τοῦ ἁγιωτάτου πάπα τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης, εἶπον"
Ἐπίσταται ἡ τε ὑμετέρα εὐσέβεια καὶ ἡ ἁγία καὶ οἰκουμενικὴ ὑμῶν σύνοδος, ὅτι διὰ τῶν ἀναφορῶν τῶν σταλεισῶν πρὸς τὴν ὑμετέραν εὐσέβειαν παρὰ ᾿Αγάθωνος τοῦ ἁγιω-τάτου ἡμῶν πάπα πᾶσα ἡ δύναμις τῆς ὀρθοδόξου καὶ ἀποστολικῆς πίστεως ἐδηλοποιήθη διὰ πλείστων πατρικῶν χρήσεων ἐν αὐταῖς ἐγκειμένων. ἐκ περιουσίας δὲ καὶ ἑτέρας χρήσεις ἐπιδεδώκαμεν ἐν κωδικίῳ, αἵτινες καὶ ἀντεθλήθησαν πρὸς βιβλία τῶν ἁγίων καὶ ἐκκρίτων πατέρων, καὶ κἂν εἰ ἕτεραι πολλαὶ χρήσεις ὕπεισιν ἡμῖν ἁγίων καὶ ἐκκρίτων πατέρων, ἀλλ' οὖν ὅμως ταύταις ἀρκούμεθα πρὸς ἀπόδειξιν τῆς ὀρθοδόξου πίστεως. ἐπιδεδώκαμεν δὲ καὶ χρήσεις βεβήλων αἱρετικῶν ἐν τῷ ῥηθέντι κωδικίῳ ἐναντία τῶν ἁγίων πατέρων περιεχούσας -- τουτέστιν ἕν θέλημα καὶ μίαν ἐνέργειαν ἐπὶ τῆς οἰκονομίας τοῦ ἑνὸς τῆς ἁγίας τριάδος κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ -“--, αἵτινες καὶ [αὗται] ἀντεβλήθησαν πρὸς τὰ βιβλία τῶν αὐτῶν βεβήλων αἱρετικῶν, καὶ πᾶσι κατάδηλος γέγονε καὶ ἡ τῶν ὀρθοδόξων πατέρων εὐσεβὴς πίστις καὶ ἡ τῶν αἱρετικῶν δυσσεβὴς κακοδοξία. ἐπειδὴ δὲ ἐγνώσθη ἡμῖν, ὥς τινα οἰκεῖα πονήματα εὑρέθησαν παρὰ Μακαρίῳ καὶ Στεφάνῳ τῷ αὐτοῦ μαθητῇ ὁμοφωνοῦντα τοῖς δόξαις τῶν βεβήλων αἱρετικῶν, ἅτινα καὶ ἀφηρέθησαν ἀπ᾽ αὐτῶν καί εἰσιν ἐν τῷ χαρτοφυλακίῳ τοῦ εὐαγοῦς πατριαρχείου τῆς θεοφυλάκτου ταύτης καὶ βασιλίδος πόλεως, εἰ παρίσταται τῷ θεοσόφῳ δεσπότῃ καὶ τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ συνόδῳ, εἰς μέσον ἔλθωσι τὰ τοιαῦτα πονήματα πρὸς τὸ τὴν ἐν αὐτοῖς ἐγκειμένην δύναμιν διαγνωσθῆναι.
Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς καὶ ἡ ἁγία σύνοδος εἴπτον᾽ Λεγέτω [εώργιος ὁ θεοσεβέστατος διάκονος καὶ χαρτοφύλαξ τῆς ἐνταῦθα ἁγιωτάτης μεγάλης ἐκκλησίας, εἰ κατὰ τὰ λεχθέντα παρὰ τῶν τοῦ μέρους τοῦ ἁγιωτάτου πάπα <τοῦ ἀποστολικοῦ θρόνου> τῆς πρεσβυτέρας Ῥώμης ᾿Αγάθωνος πονήματα Μακαρίου καὶ Στε-φάνου τοῦ αὐτοῦ μαθητοῦ τυγχάνουσιν ἐν τῷ κατ᾽ αὐτὸν (ἱερῷ) χαρτοφυλακίῳ.
[Γεώργιος ὁ θεοσεβέστατος διάκονος καὶ χαρτοφύλαξ εἴπε' Ναί, δέσποτα, καθὼς ἐδίδαξαν οἱ τοῦ μέρους τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης, ὕπεισιν ἐν τῷ κατ' ἐμὲ χαρτοφυλακίῳ πονήματα Μακαρίου καὶ Στεφάνου.
Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς καὶ ἡ ἁγία σύνοδος εἴπτον᾽ Ταῦτα εἰς μέσον προσαγαγέσθω,
Καὶ πρὸς βραχὺ ὑπεξελθὼν ὁ αὐτὸς θεοσεβέστατος διάκονος καὶ χαρτοφύλαξ καὶ παρα-γενόμενος ἐν τῷ κατ' αὐτὸν χαρτοφυλακίῳ παραχρῆμα τε ἀνθυποστρέψας προεκόμισε δύο ζχαρτῷα» βιβλία καὶ ἕν χαρτῷον τετράδιον.
Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς καὶ ἡ ἁγία σύνοδος εἴπον" Διεξίτω [Γεώργιος ὁ θεοσεβέστατος, εἰ τὰ προκομισθέντα δύο βιβλία καὶ τὸ σὺν αὐτοῖς χαρτῷον τετράδιον πονήματα Μακαρίου τυγχάνουσι.
Γεώργιος ὁ θεοσεβέστατος διάκονος καὶ χαρτοφύλαξ εἴπε' Ταῦτα, δέσποτα, τὰ δύο βιβλία καὶ τὸ σὺν αὐτοῖς χαρτῷον τετράδιον ἐν τῇ βασιλικῇ οἰκίᾳ τῶν Φιλιππικοῦ εὑρέθησαν ἐν ἑνὶ μητάτῳ διαφέροντι τῇ μονῇ Χρυσουπόλεως μετὰ καὶ ἑτέρων διαφόρων βιβλίων" ἅτινα δύο βιβλία καὶ τὸ σὺν αὐτοῖς χαρτῷον τετράδιον ἔκ τε τῶν ἰδιοχείρων Στεφάνου τοῦ ἀββᾶ καὶ ἐκ τῆς ἐπιγραφῆς αὐτῶν διαγινώσκονται Μακαρίου τε καὶ αὐτοῦ Στεφάνου τυγχάνειν πονήματα.
Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς καὶ ἡ ἁγία σύνοδος εἶπον" Ἡ τούτων ἀνάγνωσις γινέσθω.
Καὶ λαβὼν ᾿Αντίοχος ὁ εὐλαβέστατος ἀναγνώστης καὶ νοτάριος τοῦ ἁγιωτάτου ἀρχιετπι-σκόπου τῆς θεοφυλάκτου ταύτης καὶ βασιλίδος πόλεως τὸ χαρτῷον τετράδιον ἀνέγνω ἔχον ἐν ἐπιγραφῇ οὕτως"
Ἴσον λιβέλλου ἐπιδοθέντος Κωνσταντίνῳ τῷ εὐσεβεστάτῳ μεγάλῳ βασιλεῖ παρὰ Μα-καρίου τοῦ ἁγιωτάτου πατριάρχου Θεουπόλεως ἤτοι ᾿Αντιοχείας τῆς ἀνατολικῆς διοική-σεως ἐν τῷ παλατίῳ.
Καὶ ἀναγινωσκουμένου τοῦ τοιούτου τετραδίου Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς καὶ ἡ ἁγία σύνοδος εἴττον'
Τὴν δύναμιν τοῦ παρόντος λιβέλλου ἐν τοῖς ἤδη πραχθεῖσιν εἰλήφαμεν καὶ περιττή ἐστιν ἡ τούτου ἀνάγνωσις" ἀναγινωσκέσθω δὲ τέως τὸ ἕν τῶν δύο βιβλίων.
Καὶ λαβὼν ὁ αὐτὸς εὐλαβέστατος ἀναγνώστης καὶ νοτάριος ᾿Αντίοχος ἀνέγνω ἔχον ἐν ἐπιγραφῇ᾽
Λόγος προσφωνηθεὶς τῷ εὐσεβεστάτῳ καὶ εἰρηνοποιῷ μεγάλῳ βασιλεῖ Κωνσταντίνῳ παρὰ Μακαρίου ἐπισκόπου Θεουπόλεως.
Καὶ ἀναγνωσθείσης τῆς τοιαύτης ἐπιγραφῆς Θεοφάνης ὁ θεοσεβέστατος πρεσβύτερος καὶ ἡγούμενος τοῦ εὐαγοῦς μοναστηρίου Βαίων εἴπεν"
Εὐσεβέστατε δέσποτα, παρὰ τάξιν ἐποίησε Μακάριος τὸν λεγόμενον καὶ ἀναγινωσκό-μενον προσφωνητικὸν ὡσανεὶ λόγον παρὰ ἱερέως γὰρ γινόμενος προσφωνητικὸς πρὸς βασιλέα λόγος εἴτε καὶ ἱστορικὸς ἐπὶ συγκλήτον ἐπιδίδοται καὶ ἀναγινώσκεται. πρὶν ἢ δὲ τοῦτο πράξῃ καὶ ἐν Σαρδηνίᾳ καὶ ἐν Ῥώμῃ καὶ εἰς ἑτέρους τόπους κωδίκια ποιήσας τὸν αὐτὸν προσφωνητικὸν λόγον ἀπέστειλεν ὁ εἰρημένος Μακάριος, ὅπερ πάντῃ ἀπρόσφορον πρὸς τὸν ἱερατικὸν θεσμὸν καθέστηκε.
Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς εἶπεν"
Ἡμεῖς μὲν προσφωνητικὸν λόγον οὐκ ἐπιστάμεθα λαβεῖν παρὰ Μακαρίου, χαρτία δέ τινα ἐπιδέδωκεν ἡμῖν, ἅτινα καὶ εἰσίν, οἷς οὐδὲ μέχρι τοῦ παρόντος ἐνετύχομεν καὶ ταῦτα καθ᾽ ἑτέραν προσφέρομεν ὀφειλούσης τῆς ἁγίας ὑμῶν συνόδου τὴν εἴδησιν αὐτῶν λαβεῖν' ἡ δὲ ἀκόλουθος ἀνάγνωσις τοῦ λεγομένου προσφωνητικοῦ γινέσθω.
Καὶ ἀνεγνώσθη ὁ τοιοῦτος προσφωνητικὸς λόγος πάσης κακοδοξίας γέμων καὶ τοῖς αἱρετικοῖς κατὰ πάντα συνάδων, τρανῶς φέρων ἕν θέλημα καὶ μίαν ἐνέργειαν ἐπὶ τῆς ἐνσάρκον οἰκονομίας τοῦ ἑνὸς τῆς ἁγίας τριάδος κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν.
Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς καὶ ἡ ἁγία σύνοδος εἴπον᾽ Ὡσαύτως καὶ τὸ ἕτερον βιβλίον ἀναγινωσκέσθω.
Καὶ λαβὼν ὁ αὐτὸς εὐλαβέστατος ἀναγνώστης καὶ νοτάριος ᾿Αντίοχος τὸ τοιοῦτον βιβλίον ἀνέγνω ἔχον ἐπιγραφὴν οὕτωτ᾽
Λόγος ἀποσταλεὶς ὑπὸ Μακαρίου ἀρχιεπισκόπου Θεουπόλεως Λουκᾷ πρεσβυτέρῳ καὶ μοναχῷ τῷ ᾿Αφρικῆς γράψαντι περὶ τῆς (καινῆς) τῶν Μαξιμιανῶν αἱρέσεως.
Καὶ τῆς ἀναγνώσεως τοῦ αὐτοῦ λόγου ἐπὶ πολὺ γινομένης ἡ ἁγία σύνοδος εἶπεν"
᾿Αναγνωσθέντος ἤδη τοῦ λιβέλλου Μακαρίου τοῦ ἐπιδοθέντος τῷ εὐσεβεστάτῳ καὶ θεοστέπτῳ ἡμῶν δεσπότῃ καὶ μεγάλῳ νικητῇ βασιλεῖ, ὁμοίως δὲ ἀναγνωσθέντος καὶ τοῦ ὡσανεὶ προσφωνητικοῦ λόγου τοῦ, ὡς ἐπιγέγραπται, γενομένου πρὸς τὸ θεοστήρικτον αὐτοῦ κράτος" καὶ τούτου ἀποπληρωθέντος, ἀρξαμένου δὲ προσεπιτούτοις ἀναγινώσκε-σθαι καὶ τοῦ παρόντος λόγου πρὸς Λουκᾶν τινα μονάζοντα ἐν ᾿Αφρικῇ τάξιν ἀντιρρητικοῦ καὶ συλλογισμοὺς ᾿Αριστοτελικοὺς ἔχοντος καὶ πάντῃ ἀπάδοντος ταῖς ἁγίαις καὶ οἰκου-μενικαῖς πέντε συνόδοις καὶ τοῖς ἁγίοις καὶ ἐκκρίτοις πατράσι μηδέ ποτέ τι τοιοῦτον καταδεξαμένοις, συνορῶμεν ἐκκοττὴν γενέσθαι τῆς τοῦ τοιούτου πρὸς Λουκᾷν λόγου ἀναγνώσεως, ὡς ξένων καὶ ἀλλοτρίων ὄντων τοῦ ἐκκλησιαστικοῦ φρονήματος τῶν ἐν αὐτῷ ἐμφερομένων καὶ ἑαυτοῖς καὶ τῇ ἀληθείᾳ παντελῶς ἐναντιουμένων᾽ τὰ δὲ τοῦ τοιούτου βιβλίου ἐπίλοιπα ἀναγινωσκέσθωσαν.
Καὶ ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ βιβλίου λόγος τρίτος τοῦ αὐτοῦ Μακαρίου περὶ τῆς αὐτῆς ὑποθέσεως, οὗ ἡ ἀρχή" Αἱ μὲν οὖν ὑπὲρ τῆς εὐσεβείας ἐνστάσεις κατὰ τῶν πολεμίων" καὶ τῆς ἀναγνώσεως ἐπὶ πολὺ προϊούσης ἡ ἁγία σύνοδος εἴτε"
Τὸν κονιορτὸν τῆς ἀκαίρου φλυαρίας τῶν συγγραμμάτων Μακαρίου καὶ Στεφάνου τοῦ αὐτοῦ μαθητοῦ, ἐξαιρέτως δὲ τοῦ ἐν αὐτοῖς τρίτου λόγου τοῦ καὶ κατὰ τὸ παρὸν ἀναγινωσκομένου, ἀφ' ἑαυτῶν ἀποτινασσόμενοι καὶ ἀναθεματισμῷ δικαίως ὑποβάλλοντες ἐκκοπῆναι συνορῶμεν τὴν ψυχοβλαβῆ τούτων ἀνάγνωσιν. ἐκ δὲ τῶν τοιούτων συγ-γραμμάτων πρὸς παράλληλον ἀπόδειξιν τῆς ὁμοφροσύνης τῶν ἤδη προκομισθεισῶν αἱρετικῶν χρήσεων παρὰ τῶν τοῦ μέρους τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης τὰς ἐκ τῶν αὐτῶν συγγραμμάτων προφανεῖς βλασφημίας παρεκβληθῆναι καὶ συνταγῆναι τοῖσδε τοῖς πεπραγμένοις δέον καθέστηκε.
Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς εἶπε" Κατὰ τὸ συνεωραϑὲν παρὰ τῆς ἁγίας συνόδου γινέσθω.
Καὶ παρεξεβλήθησαν ἐκ τῶν εἰρημένων Μακαρίου συγγραμμάτων πρὸς ἀντιπαράθεσιν χρήσεων βεβήλων καὶ δυσσεβῶν αἱρετικῶν διάφοροι βλασφημίαι καὶ ἐνετάγησαν ἔχουσαι οὕτως:
Ι.
1. Μακαρίον αἱρετικοῦ ἀπὸ λιβέλλου ἐπιδοθέντος τῷ εὐσεβεστάτῳ μεγάλῳ βασιλεῖ Κωνσταντίνῳ, οὗ ἡ ἀρχή" εἰρήνης θεοῦ τῆς ὑπερεχούσης πάντα νοῦν τὸ κεφάλαιον ἡ εὐσέβεια"
οὐξνὶ καὶ μόνῳ θείῳ θελήματι ὡς οὐκ ὄντος ἐν αὐτῷ καὶ ἄλλου θελήματος ἢ ἀντιπίττοντος καὶ ἀντικειμένου τῷ θείῳ αὐτοῦ καὶ δυνατῷ θελήματι" ἀδύνατον γὰρ ἐν ἑνὶ καὶ τῷ αὐτῷ Χριστῷ τῷ θεῷ ἡμῶν δύο ἅμα κατὰ ταυτὸν ἐναντία ἢ καὶ ὅμοια ὑφεστάναι θελήματα.
2. Θεμεστίου αἱρετικοῦ ἐκ τοῦ δευτέρου αὐτοῦ ἀντιρρητικοῦ τοῦ κατὰ τοῦ τόμου Θεοδοσίου κεφαλαίου τεσσαρακοστοῦ πρώτου"
Οὐ γὰρ ἐπείτοι καὶ ὁ ἱερὸς ᾿Αθανάσιος͵ δύο θελήματα" ἔφη ,τὸν Χριστὸν δεικνύναι κατὰ τὸν τοῦ πάθους καιρόν" -- ἤδη καὶ δύο θελήσεις αὐτῷ περιθήσομεν καὶ ταύταζς») μαχομένας ἀλλήλαις κατὰ τοὺς σοὺς τούτους συλλογισμούς “--, ἀλλ᾽ εἰσόμεθα εὐσεβῶς τὴν ὡς ἑνὸς μίαν θέλησιν τοῦ Ἐμμανουήλ, τῇ μὲν ἀνθρωπίνως κινεῖσθαι, ττῇ δὲ θεοπρεττῶς.
II
1a. Μακαρίου αἱρετικοῦ ἀπὸ λόγον τρίτου, οὗ ἡ ἀρχή᾽ Αἱ μὲν οὖν ὑπὲρ τῆς εὐσεβείας ἐνστάσεις (κατὰ τῶν πολεμίων)"
Ἕν γὰρ πρόσωπον τοῦ σωτῆρος Χριστοῦ τοῦ ἑνὸς τῆς ἁγίας τριάδος κηρύσσομεν, καὶ ὡς ἑνὸς ὄντος αὐτοῦ ἕν καὶ τὸ θέλημα δογματίζομεν, καϑὼς καὶ οἱ πρὸ ἡμῶν διεσάφησαν.
1b. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου"
Οὕτως ἡμεῖς ἕν θέλημα τοῦ Χριστοῦ καὶ τοῦτο ὅλον θεϊκὸν κατὰ τοὺς διδασκάλους κηρύσσομεν.
2 ᾿Απολιναρίου αἱρετικοῦ" ν καὶ οὐ μνημονεύουσιν, ὅτι τὸ θέλημα τοῦτο ἴδιον εἴρηται οὐκ ἀνθρώπου τοῦ ἐκ γῆς, καϑὼς αὐτοὶ νομίζουσιν, ἀλλὰ θεοῦ τοῦ καταβάντος ἐξ οὐρανοῦ.
III
1. Μακαρίου αἱρετικοῦ ἐκ τοῦ λεγομένου προσφωνητικοῦ αὐτοῦ λόγου πρὸς τὸν εὐσεβέστατον βασιλέα, οὗ ἡ ἀρχή᾽ Παράδοξόν τι, καλλίνικε δέσποτα"
Τοὺς τἀναντία δὲ αὐτοῖς δογματίσαντας ἁγίους πατέρας ἡμῶν κατέκριναν καὶ ἀνεθε-μάτισαν καὶ πάντας ἁπλῶς τοὺς ἕν θέλημα τοῦ κυρίου δοξάσαντας, ὧν εἷς ὑπάρχει καὶ ὁ τῆς Ῥωμαίων Ὁνώριος, ἕν θέλημα δογματίσας τρανέστατα, ὡσαύτως δὲ καὶ τοὺς μίαν εἰπόντας ἐνέργειαν, μὴ προσδεξάμενοι τὴν τοῖς ἁγίοις πατράσι γνωριζομένην μίαν ζωο-ποιὸν Χριστοῦ τὴν ἐνέργειαν.
2. ᾿Ανθίμου αἱρετικοῦ ἐκ τοῦ πρὸς Ἰουστινιανὸν τὸν βασιλέα λόγου, οὗ ἡ ἀρχή" Θεοῦ μεμνῆσθαι ἐν πάσῃ ὑποθέσει καλόν"
Εἰ γὰρ μία ἐστὶν ὑπόστασις καὶ μία φύσις τοῦ θεοῦ λόγου σεσαρκωμένη, ὥσπερ οὖν καὶ ἔστιν ἀναμφιβόλως, καὶ ἕν θέλημα καὶ μία ἐνέργεια, δηλονότι καὶ μία σοφία καὶ μία γνῶσις τοῦ συναμφοτέρου ὑπάρχει.
IIII
1. Μακαρίου αἱρετικοῦ ἀπὸ λόγου σταλέντος παρ᾽ αὐτοῦ πρὸς Λουκᾶν πρεσβύτερον
καὶ μοναχὸν ᾿Αφρικῆς, οὗ ἡ ἀρχή' Οἷόν ἐστι τοῖς κατὰ θάλατταν κινδυνεύουσι
Ποία δὲ φύσις καὶ ἐπὶ τῶν πάντῃ κεχωρισμένων, ἵνα καὶ πάλιν ὑμῶν τῇ μωρίᾳ συνυπαχθῶ, ἡνίκα μετά τινος ἑτέρας ἐνεργεῖ φύσεως μίαν οὐκ ἐκτελεῖ τὴν ἐνέργειαν;
2. ᾿Απολιναρίου αἱρετικοῦ ἐκ τῶν ᾿Αποριῶν᾽
Ὄργανον καὶ τὸ κινοῦν μίαν πέφυκεν ἀποτελεῖν τὴν ἐνέργειαν" εἰ δὲ μία ἡ ἐνέργεια, μία καὶ ἡ οὐσία" μία ἄρα οὐσία γέγονε τοῦ λόγου καὶ τοῦ ὀργάνου.
V.
1. Μακαρίον αἱρετικοῦ ἐκ τοῦ αὐτοῦ πρὸς Λουκᾶν πρεσβύτερον καὶ μοναχὸν λόγου"
Διὸ δὴ καὶ πρὸς ἕκαστα τῶν γινομένων συνεργάτην ὥσπερ τινὰ πρὸς τοῦτο δὴ μάλιστα τὴν ἁγίαν αὐτοῦ λαμβάνειν ἠπείγετο σάρκα, ἵνα δεικνύῃ ζωοποιεῖν δυναμένην καὶ ὡς ἕν ἤδη γενομένην πρὸς αὐτόν, οὐ κατὰ φύσιν δηλονότι, ἀλλὰ καθ' ἕνωσιν οἰκονομικὴν καὶ δύναμιν ἀκαταλύτου ζωῆς, ἣν ἡ ἄφραστος ἐξέλαμψεν ἡμῖν ἐνανθρώπησις. καὶ γοῦν ὅτε τὸ τοῦ ἀρχισυναγώγου κόριον διανίστη λέγων" ἡ παῖς ἐγείρου" ἐκράτησε τῆς χειρὸς αὐτῆς, ζωοποιῶν μὲν ὡς θεὸς τῷ παντουργῷ προστάγματι, ζωοποιῶν δ' αὖ πάλιν καὶ διὰ τῆς ἁφῆς τῆς ἁγίας αὐτοῦ σαρκός, μίαν τε καὶ συγγενῆ δι' ἀμφοῖν ἐπιδεικνὺς τὴν ἐνέργειαν." ὁρᾷς ὅπως εἰττὼν ἐνεργεῖν ἑκατέραν μορφὴν διὰ τὴν μετὰ θατέρου κοινω-νίαν μίαν αὐτζοῦν τὴν ἐνέργειαν ἀπεφήνατο; οὐ γὰρ ἐκ τοῦ καθ' ἕτερον εἰπεῖν ζωοποιῶν ὡς θεός, ζωοποιῶν δὲ καὶ διὰ τῆς ἁφῆς ἤδη κατὰ τοὺς νέους τούτους δογματιστὰς δύο ζωοποιήσεις καὶ ἐνεργείας δύο νοεῖν ἡμᾶς ἐξεπαίδευσεν.
2. ᾿Ανθίμου αἱρετικοῦ ἐκ τοῦ πρὸς Ἰουστινιανὸν τὸν βασιλέα προσφωνητικοῦ λόγου, οὗ ἡ ἀρχή Θεοῦ μεμνῆσθαι ἐν πάσῃ ὑποθέσει καλόν.
Τὰ εἰκότα δὲ τούτοις καὶ ὁ αὐτὸς ἁγιώτατος ἐδίδαξε πατὴρ καὶ ἐν τῷ τετάρτῳ τόμῳ τοῦ εἰς τὸ κατὰ τὸν ἅγιον Ἰωάννην εὐαγγέλιον ὑπομνήματος οὕτως εἰττών' ,διὰ τοῦτο καὶ ἐν τῷ τοὺς νεκροὺς ἀνιστᾶν οὐ λόγῳ μόνον οὔτε τοῖς θεοπρεπέσιν ἐπιτάγμασιν ἐνεργῶν ὁ σωτὴρ εὑρίσκεται, ἀλλὰ συνεργάτην ὥσπερ τινὰ πρὸς τοῦτο δὴ μάλιστα τὴν ἁγίαν αὐτοῦ λαμβάνειν ἠπείγετο σάρκα, ἵνα δεικνύῃ ζωοποιεῖν δυναμένην καὶ ὡς ἕν ἤδη γενομένην πρὸς αὐτόν' καὶ γοῦν ὅτε τὸ τοῦ ἀρχισυναγώγον κόριον διανίστη λέγων" ἡ παῖς ἔγειρε, ἐκράτησε τῆς χειρὸς αὐτῆς), καθὰ γέγραπται, ζωοποιῶν μὲν ὡς θεὸς τῷ παντουργῷ προστάγματι, ζωοποιῶν δ᾽ αὖ πάλιν καὶ διὰ τῆς ἁφῆς τῆς χειρός, μίαν καὶ συγγενῆ δι᾽ ἀμφοῖν ἐπιδεικνὺς τὴν ἐνέργειαν." ὅτε τοίνυν ἴδιον νοερᾶς θεοπρεποῦς ἴσμεν ἐνεργείας τῶν ὅλων τὴν γνῶσιν, μίαν δὲ καὶ τὴν αὐτὴν τοῦ συναμφοτέρου τὴν θεοπρεπῆ ἐνέργειαν ἐδιδάχθημεν ὑπάρχειν, πῶς οὐχ ὁμολογήσομεν ἐντεῦθεν μίαν καὶ τὴν αὐτὴν τῶν ὅλων γνῶσιν ὑπάρχειν τοῦ ἑνὸς Χριστοῦ, ὡς εἰρήκαμεν, καὶ κατὰ τὴν αὐτοῦ θεότητα καὶ κατὰ τὴν αὐτοῦ ἀνθρωπότητα;
Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς εἴπεν᾽
᾿Αρκούντως ἔχει καὶ τὰ κατὰ τὴν σήμερον ἡμέραν πραχθέντα. ἐπεὶ δὲ ἐν τοῖς τῆς φιλοχρίστον ἡμῶν πολιτείας ἐνησχολήμεθα πράγμασι, κελεύομεν Κωνσταντῖνον καὶ ᾿Ανα-στάσιον τοὺς ἐνδοξοτάτους πατρικίους, Πολύευκτον καὶ Πέτρον τοὺς ἐνδοξοτάτους ἀπὸ ὑπάτων ἐκ προσώπου τῆς ἡμῶν εὐσεβείας συνευρίσκεσθαι τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ ὑμῶν συνόδῳ ἐν ταῖς ὑπολοίποις συνελεύσεσι τῆς παρούσης ὑποθέσεως τῶν πλείστων καὶ καιριωτέρων κεφαλαίων ἐπὶ τῆς ἡμῶν εὐσεβείας ἤδη πραχθέντων.