VI Οικουμενική Σύνοδος (680)

6 ΟΣ - πραξισ 10

ΠΡΑΞΙΣ ΔΕΚΑΤΗ (ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ)

Ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν βασιλείας τῶν θεοστέπτων καὶ γαληνοτάτων ἡμῶν δεσπότων Φλαβίων Κωνσταν-τίνου μὲν τοῦ εὐσεβεστάτου καὶ θεοψηφίστου μεγάλου βασιλέως αἰωνίου αὐγούστου καὶ αὐτοκράτορος ἔτους εἰκοστοεβδόμου καὶ μετὰ ὑπατείαν τῆς αὐτοῦ θεοσόφου πραότητος ἔτους τρισκαιδεκάτου Ἡρακλείου δὲ καὶ Τιβερίου τῶν θεοφυλάκτων αὐτοῦ ἀδελφῶν ἔτους εἰκοστοδευτέρον τῇ ὀκτωκαιδεκάτῃ τοῦ Μαρτίον μηνός ἰνδικ-τιῶνος ἐνάτης.

Προκαθημένου τοῦ αὐτοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου μεγάλου βασιλέως Κωνσταντίνου

ἐν τῷ σεκρέτῳ τοῦ θείου παλατίου τῷ οὕτω ἐπιλεγομένῳ Τρούλλῳ καὶ κατὰ κέλευσιν τῆς

αὐτοῦ θεοσόφου γαλήνης παρόντων καὶ ἀκροωμένων

Νικήτα τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ μαγίστρου τῶν βασιλικῶν ὀφφικίων

Θεοδώρου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου, κόμητος τοῦ βασιλικοῦ ὀψικίου καὶ ὑποστρατήγου Θράκης

Σεργίου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου

Παύλου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου

Ἰουλιανοῦ τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ στρατιωτικοῦ λογοθέτου

Κωνσταντίνου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ κουράτωρος τοῦ βασιλικοῦ οἴκου τῶν Ὁρμίσδον.

᾿Αναστασίου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ τοποτηρητοῦ τοῦ κόμητος τοῦ βασιλικοῦ ἐξκουβίτου

Ἰωάννον τοῦ ἐνδοξοτάτον ἀπὸ ὑπάτων πατρικίου καὶ κοιαίστωρος

Πολνεύκτου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων

Θωμᾷ τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων

Παύλου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων καὶ διοικητοῦ τῶν ἀνατολικῶν ἐπαρχιῶν

Πέτρου τοῦ ἐνδοξοτάτον ἀπὸ ὑπάτων

Λεοντίου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων καὶ δομεστίκου τῆς βασιλικῆς τραπέζης.

Συνελθούσης δὲ καὶ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς κατὰ βασιλικὸν θέσπισμα

συναθροισθείσης ἐν ταύτῃ τῇ θεοφυλάκτῳ καὶ βασιλίδι πόλει, τουτέστι

Θεοδώρου καὶ Γεωργίου τῶν εὐλαβεστάτων πρεσβυτέρων καὶ Ἰωάννου τοῦ εὐλαβεστά-

του διακόνου ἐπεχόντων τὸν τόπον τοῦ ὁσιωτάτου καὶ ἁγιωτάτου πάπα τῆς πρεσβυτέρας Ῥώμης ᾿Αγάθωνος καὶ

Γεωργίου τοῦ ὁσιωτάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς μεγαλωνύμου ταύτης Κωνσταντινουπόλεως νέας Ῥώμης καὶ

Πέτρου τοῦ θεοφιλεστάτου πρεσβυτέρου μοναχοῦ καὶ τοποτηρητοῦ τοῦ θρόνου τῆς

᾿Αλεξανδρέων μεγαλοπόλεως καὶ

Γεωργίου τοῦ εὐλαβεστάτου πρεσβυτέρου μοναχοῦ καὶ ἀποκρισιαρίου Θεοδώρου τοῦ ὁσιωτάτου τοποτηρητοῦ τοῦ θρόνου Ἱεροσολύμων

Ἰωάννου ἐπισκόπου πόλεως Πόρτου, ᾿Αβουνδαντίου ἐπισκόπου πόλεως Πατέρνου, Ἰωάν-νοῦ ἐπισκόπου πόλεως Ῥηγίου, ἐπεχόντων τὸν τόπον τῆς κατὰ τὴν πρεσβυτέραν Ῥώμην ὁσίας τῶν ἑκατὸν εἴκοσι πέντε θεοφιλῶν ἐπισκόπων συνόδου τῶν καὶ δι᾽ οἰκείων ὑπογραφῶν δηλουμένων ἐν τῇ γενομένῃ πρὸς τὸν εὐσεβέστατον βασιλέα Κωνσταντῖνον παρ᾽ αὐτῶν ἀναφορᾷ καὶ

Θεοδώρου τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ τοποτηρητοῦ τοῦ θεοφιλεστάτου ἀρχιετι-σκόπου Ῥαβέννης Θεοδώρου

Ἰωάννου ἐπισκόπου {πόλεως Θεσσαλονίκης

Βασιλείου ἐπισκόπου πόλεως Γορτύνης τῆς Κρητῶν νήσον

Φιλαλήθους ἐπισκόπου Καισαρείας Καπιταδοκίας

Θεοδώρου ἐπισκόπου Ἐφέσου

Σισινίου ἐπισκόπου Ἡρακλείας Θράκης

Πλάτωνος ἐπισκόπου ᾿Αγκύρας Γαλατίας

Γεωργίου ἐπισκόπου Κυζίκου

Μαρίνου ἐπισκόπου Σάρδεων

Πέτρου ἐπισκόπου Νικομηδείας

Φωτίου ἐπισκόπου Νικαίας

Ἰωάννου ἐπισκόπου Χαλκηδόνος

Ἰωάννου ἐπισκόπου Σίδης

Θεοδώρου ἐπισκόπου Μελιτήνης

Ἰουστίνου ἐπισκόπου Τυάνων

᾿Αλυπίου ἐπισκόπου [αγγρῶν

Κυπριανοῦ ἐπισκόπου Κλαυδιουπόλεως

Πολνυεύκτου ἐπισκόπου Μύρων τῆς Λυκίας

Θεοδώρου ἐπισκόπου Σταυρουπόλεως Καρίας

Ἰσιδώρον ἐπισκόπου Ῥόδου

Σισινίου ἐπισκόπου Ἱεραπόλεως Φρυγίας

Μακροβίου ἐπισκόπον Σελευκείας Ἰσαυρίας

Γεωργίου ἐπισκόπου Βυζίης Θράκης

Γρηγορίον ἐπισκόπου Μιτυλήνης

Σεργίου ἐπισκόπου Σηλυβρίας

᾿Ανδρέου ἐπισκόπου Μεθύμνης

Θεογνίου ἐπισκόπου Κίου

Ἐπιφανίου ἐπισκόπου Εὐχαίτων

πωργίου ἐπισκόπου Καμουλιανῶν

᾿Αντωνίου ἐπισκόπου Ὑπαίπων

Πενεσίου ἐπισκόπου ᾿Αναστασιουπόλεως

Πλάτωνος ἐπισκόπου Κίννης

Θεοδώρου ἐπισκόπου Πραινέτου

Ἰωάννου ἐπισκόπου τοῦ Δασκυλίου

Θεοδώρου ἐπισκόπου Ἰουστινιανουπόλεως Γόρδου

Θεοδώρου ἐπισκόπου Βερίσσης

Στεφάνου ἐπισκόπου Ἡρακλείας Πόντου

Λογγίνου ἐπισκόπου Τίου

Δομετίου ἐπισκόπου Πλουσιάδος

Σολομῶνος ἐπισκόπου Κλανέου

[εωργίου ἐπισκόπου Κώου

(Ἰωάννον ἐπισκόπου Ἐρίζων

Ἰωάννου ἐπισκόπου Μύνδου)

Δημητρίου ἐπισκόπου Τίνου

({φηγορίουσ ἐπισκόπου Καντάνου

Ἰωάννου ἐπισκόπου Λάππης

Εὐλαλίου ἐπισκόπου Ζηνωνουπόλεως

Κωνσταντίνου ἐπισκόπου Δαλισανδοῦ

Θεοδώρου ἐπισκόπου Ὄλβης

Θεοφάνους {τοῦ εὐλαβεστάτου» πρεσβυτέρου καὶ ἡγουμένου τοῦ ἐν Σικελίᾳ εὐαγοῦς μοναστηρίου ἐπιλεγομένου Βαίων

[Γεωργίου πρεσβυτέρου καὶ μοναχοῦ μονῆς τῶν Ῥενάτης διακειμένης ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ

Κόνωνος καὶ Στεφάνου πρεσβυτέρων καὶ μοναχῶν μονῆς ἐπιλεγομένης Δόμον ᾿Αρσικίας διακειμένης ὡσαύτως κατὰ τὴν πρεσβυτέραν Ῥώμην.

Καθεσθέντων τε τῶν ἐνδοξοτάτων πατρικίων καὶ ὑπάτων καὶ πάντων τῶν ὁσιωτάτων καὶ θεοφιλῶν ἐπισκόπων κατὰ τάξιν ἐν τῷ αὐτῷ τοῦ Τρούλλου σεκρέτῳ, προκειμένων ἐν μέσῳ τῶν ἁγίων καὶ ἀχράντων Χριστοῦ τοῦ θεοῦ ἡμῶν εὐαγγελίων Κωνσταντῖνος ὁ θεοσεβέστατος ἀρχιδιάκονος τῆς ἐνταῦθα ἁγιωτάτης τοῦ θεοῦ καθολικῆς καὶ ἀποστολικῆς μεγάλης ἐκκλησίας καὶ πριμμικήριος τῶν θεοσεβεστάτων νοταρίων {[εωργίου» τοῦ ἁγιω-τάτου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως εἶπτε"

Μέμνηται ἡ ὑμετέρα εὐσέβεια καὶ ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος, ὡς κατὰ τὴν προ-λαβοῦσαν συνέλευσιν ἡ ἀνάγνωσις γέγονε τῶν ὑπολειφθεισῶν χρήσεων τῶν ἐν τῷ κωδικίῳ τῷ προενεχϑέντι παρὰ Μακαρίου καὶ Στεφάνου, καὶ ἡ τούτων ἀντιβολὴ γέγονε πρὸς τὰ βιβλία τῶν ἁγίων πατέρων τὰ ἀποκείμενα ἐν τῷ εὐαγεῖ πατριαρχείῳ τῆς βασιλίδος παύτης πόλεως καὶ τὴν τούτων ἐγνώκατε δύναμιν, καὶ ὡς διελαλήθη παρὰ τῆς ὑμετέρας ἁγίας συνόδου εἰς ἑτέραν γενέσθαι τὴν ἀνάγνωσιν καὶ ἀντιβολὴν πρὸς τὰ βιβλία τοῦ εὐαγοῦς τῶν ἐνταῦθα πατριαρχείου τῶν ἤδη ἐπιδοθεισῶν χρήσεων παρὰ τῶν τοῦ μέρους τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης. ὑπέσχοντο δὲ Πέτρος τε ὁ θεοφιλέστατος ἐπίσκοπος Νικομηδείας καὶ Θεόδωρος ὁ θεοφιλέστατος ἐπίσκοπος Με-λιτήνης, Σολομὼν ὁ θεοφιλέστατος ἐπίσκοπος Κλανέου καὶ ᾿Αντώνιος ὁ θεοφιλέστατος ἐπίσκοπος Ὑπαίπων οὐ μὴν ἀλλὰ καὶ [Γεώργιος ὁ θεοσεβέστατος διάκονος καὶ χαρτοφύλαξ, Διονύσιος ὁ θεοσεβέστατος διάκονος καὶ καγκελλάριος, ᾿Αναστάσιος ὁ θεοσεβέστατος διάκονος καὶ νοτάριος ὁ πλοϊέκδικος, Στέφανος (ὁ θεοσεβέστατος» διάκονος καὶ καγκελ-λάριος καὶ ᾿Αναστάσιος ζὁ εὐλαβέστατος) πρεσβύτερος καὶ μοναχὸς καὶ [Γεώργιος ζὁ εὐλαβέστατος» μοναχὸς τοὺς τῆς οἰκείας αὐτῶν ὀρθοδόξου πίστεως ἐνωμότως τῇ ἁγίᾳ ὑμῶν καὶ οἰκουμενικῇ συνόδῳ ἐπιδοῦναι λιβέλλους, καὶ ὑποβάλλομεν πρὸς τὸ παριστά-μενον.

Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς καὶ ἡ ἁγία σύνοδος εἴπτον'

Τὰ ἤδη πραχθέντα ἀναγινωσκέσθω.

Καὶ ἀνεγνώσθησαν.

Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς καὶ ἡ ἁγία σύνοδος εἴπτον"

Ἐν ἀκροάσει γενόμενοι τῶν ἐπιδοθεισῶν χρήσεων παρά τε Μακαρίου καὶ Στεφάνου ἔγνωμεν τὴν γενομένην παρ᾽ αὐτῶν ἀποκοπὴν ἐν ταῖς τοιαύταις χρήσεσι συσκιάζουσαν καὶ συγχέουσαν πᾶσαν τοῦ κυρίου Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν τῆς ἐνανθρω-πήσεως οἰκονομίαν. ἐπὶ μνήμης δὲ ἔχομεν, ὡς καὶ Πέτρος ὁ θεοφιλέστατος ἐπίσκοπος Νικομηδείας καὶ Θεόδωρος ὁ θεοφιλέστατος ἐπίσκοπος Μελιτήνης, Σολομὼν ὁ θεοφιλέστα-τος ἐπίσκοπος Κλανέου καὶ ᾿Αντώνιος ὁ θεοφιλέστατος ἐπίσκοπος Ὑπαίπων καὶ μὴν καὶ Πώργιος ὁ θεοσεβέστατος διάκονος καὶ χαρτοφύλαξ, Διονύσιος {ὁ θεοσεβέστατος» διά-κονος καὶ καγκελλάριος, ᾿Αναστάσιός τε ὁ εὐλαβέστατος διάκονος καὶ νοτάριος ὁ πλοϊέκδι-κος, Στέφανός τε ὁ θεοσεβέστατος διάκονος καὶ καγκελλάριος καὶ ᾿Αναστάσιος καὶ [Γεώργιος οἱ εὐλαβέστατοι μοναχοὶ ὑπέσχοντο τοὺς περὶ τῆς ὀρθοδόξου ἡμῶν πίστεως ἐνωμότως λιβέλλους εἰς ἑτέραν ταύτῃ τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ συνόδῳ ἐπιδοῦναι, ἀλλὰ ἀκό-λουθον καθέστηκε πρότερον τὸ ἐπιδοθὲν κωδίκιον τῶν πατρικῶν χρήσεων παρὰ τῶν τοῦ μέρους τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης τὸ καὶ ὑπὸ σφραγῖδα τυγχάνον εἰς μέσον προαχθῆναι πρὸς ἀνάγνωσιν καὶ ἀντιβολὴν πρὸς τὰ βιβλία τοῦ εὐαγοῦς πατριαρχείου τῆς θεοφυλάκτον ταύτης καὶ βασιλίδος πόλεως.

Καὶ προήχθη τὸ αὐτὸ κωδίκιον ἐσφραγισμένον" καὶ μετὰ τὸ ἀποσφραγισθῆναι λαβὼν Πέτρος ὁ θεοφιλέστατος διάκονος καὶ νοτάριος τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Κωνσταν-τινουπόλεως τὸ αὐθεντικὸν βιβλίον τοῦ σκευοφυλακίου ὑπάρχον τῆς ἐνταῦθα ἁγιωτάτης μεγάλης ἐκκλησίας ἐν σώμασιν ἀργυρένδετον, καὶ Σολομὼν ὁ θεοσεβέστατος διάκονος καὶ νοτάριος τοῦ αὐτοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τὸ εἰρημένον τῶν χρήσεων κωδίκιον ἀνέγνω ἔχον ἐν προγραφῇ ἐπὶ λέξεως οὕτως"

ΧΡΗΣΕΙΣ ΑΓΙΩ͂Ν ΚΑΙ ΕΚΚΡΙΤΩ͂Ν ΠΑΤΕΡΩΝ ΠΑΡΙΣΤΩ͂ΣΑΙ ΔΥΟ ΘΕΛΗΜΑΤᾺ ΚΑΙ ΔΥῸ ΕΝΕΡΓΕΙΑΣ ἘΠῚ ΤΟΥ ΚΎΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ἩΜΩ͂Ν ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

Τοῦ ἁγίου Λέοντος πάπα Ῥώμης ἐκ τῆς πρὸς Λέοντα τὸν βασιλέα δευτέρας ἐπιστολῆς, ἧς ἡ ἀρχή’ Ὑποσχόμενον ἐμαυτὸν διαμέμνημαι.

Εἴ τι τοίνυν προσκαίρως δέχεται ὁ Χριστός, κατὰ τὴν ἀνθρωπότητα δέχεται, ἥτινι ταῦτα ἅπερ οὐκ εἶχε προσφέρεται. κατὰ γὰρ τὴν δύναμιν τῆς θεότητος ἀπαραλλάκτως πάντα ὅσα ἔχει ὁ πατήρ, ἔχει καὶ ὁ υἱός, καὶ ἅπερ ἐν μορφῇ δούλου παρὰ τοῦ πατρὸς εἴληφε, ταῦτα ἐν μορφῇ θεοῦ ὧν καὶ αὐτὸς ἐχαρίσατο. κατὰ μὲν γὰρ τὴν τοῦ θεοῦ μορφὴν αὐτὸς καὶ ὁ πατὴρ ἕν εἰσι, κατὰ δὲ τὴν τοῦ δούλου μορφὴν οὐκ ἦλθε ποιῆσαι τὸ θέλημα τὸ ἑαυτοῦ, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντος αὐτόν. κατὰ μὲν τὴν τοῦ θεοῦ μορφὴν ὡς ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως δέδωκε καὶ τῷ υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ, κατὰ δὲ τὴν μορφὴν τοῦ δούλου περίλυπός ἐστιν ἡ ψυχὴ αὐτοῦ ἕως θανάτου.

Ἥτις χρῆσις ἀντεβλήθη πρὸς τὸ ἀνωτέρω λεχθὲν τοῦ σκευοφυλακίου βιβλίου καὶ ἐστοίχη-σεν.

Ὡσαύτως ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ ἁγίου ᾿Αμβροσίου ἐπισκόπου Μεδιολάνων ἐκ τοῦ πρὸς [Ρατιανὸν τὸν βασιλέα δευτέρου λόγου, οὗ ἡ ἀρχή" ᾿Αλλ᾽ ἴσως οἶμαι διὰ τοῦ βιβλίου τοῦ προλαβόντος.

Δέχεται τοίνυν τὴν βούλησιν τὴν ἐμήν, δέχεται τὸ στυγνὸν (ἐμόν) θαρρῶν γὰρ ὀνομάζω στυγνότητα, ἐπειδὴ κηρύττω σταυρόν. ἐμὸν ἦν τοῦτο τὸ βούλημα ὅπερ ἴδιον ἔλεγεν, ἐπειδήπερ ὡς ἄνθρωπος τὰ τῆς ἐμῆς στυγνότητος ἔλαβεν, ὡς ἄνθρωπος καὶ ἐλάλησεν᾽ καὶ διὰ τοῦτό φησιν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σὺ θέλεις. ἐμὴ γάρ ἐστιν ἡ στυγνότης, ἣν κατ᾽ ἐμὴν διάθεσιν ἀνεδέξατο. καὶ γὰρ οὐδεὶς τεθνηξόμενος χαίρει. ἐμοὶ συμπάσχει καὶ ἐμοὶ συστυγνάζει καὶ ἐμοὶ συναλγεῖ. ὑπὲρ ἐμοῦ τοιγαροῦν ἤλγησεν ἐν ἐμοὶ ὁ ὑπὲρ ἑαυτοῦ μηδὲν ἔχων ἀλγεῖν. ἀλγεῖς οὖν, κύριε, οὐ τραῦμα σὸν ἀλλ᾽ ἐμόν, οὐ σὸν θάνατον ἀλλ' ἡμετέραν ἀσθένειαν. ὁ προφήτης εἴπεν᾽ ἐπειδὴ περὶ ἡμῶν ὀδυνᾶσαι καὶ ἡμεῖς ἐλογισάμεθά σε, κύριε, εἶναι ἐν πόνῳ, ὁπότε αὐτὸς οὐκ ἤλγεις ὑπὲρ σεαυτοῦ ἀλλ᾽ ὑπὲρ ἐμοῦ. καὶ τί θαυμαστόν, εἰ ὑπὲρ πάντων ἤλγησεν ὁ δακρύσας ὑπὲρ ἑνός; καὶ τί θαυμαστόν, εἰ μέλλων τελευτᾶν ἀηδιάζεται, ὃς Λάζαρον ἐγείρειν μέλλων ἐδάκρυσεν; ἀλλὰ κἀκεῖ τὸ τῆς ἀδελφῆς αὐτὸν εὔσπλαγχνον εἰς τὸ δακρύειν ἐκίνησεν, δι' ἧς αὐτοῦ καθικνεῖτο τὰ τῆς ἀνθρωπίνης αἰσθήσεως. καὶ ἐνταῦθα βαθυτέρα διάθεσις αὐτῷ τὰ τῆς οἰκονομίας ἐργάζεται, ἵνα, καθάπερ ὁ θάνατος αὐτοῦ τὸν πάντων ἀφείλετο θάνατον καὶ ὁ μώλωψ αὐτοῦ τὰ ἡμῶν ἰάσατο τραύματα, οὕτω καὶ ἡ στυγνότης αὐτοῦ τὴν ἡμετέραν ἐξαλείψῃ κατήφειαν. ὡς ἄνθρωπος οὖν ἐνδοιάζει, ὡς ἄνθρωπος ἐκταράττεται, οὐ ταράττεται γὰρ ἡ δύναμις οὐδὲ ἡ θεότης αὐτοῦ, ἀλλ᾽ ἡ ψυχὴ ταράττεται καὶ ταράττεται κατὰ τὴν τῆς ἀνθρωπίνης σαθρότητος πρόσληψιν, καὶ διὰ τοῦτο ἐπειδὴ ψυχὴν ἀνεδέξατο παθητήν. οὐδὲ γὰρ ὁ θεὸς καθὸ ἦν θεὸς ἢ ταράττεσθαι ἢ ἀποθνήσκειν ἠδύνατο. οὕτω γοῦν ὁ θεός ὁ θεός μου, φησί, διατί ἐγκατέλιπές με; ὡς ἄνθρωπος οὖν λαλεῖ τὰς ἀγωνίας τὰς ἐμὰς περιφέρων, ἐπειδήπερ ἐν κινδύνοις ὑπάρχοντες ἑαυτοὺς ὑπὸ θεοῦ καταλελεῖφθαι νομίζομεν' ὡς ἄνθρω-πος ταράττεται, ὡς ἄνθρωπος καὶ δακρύει, ὡς ἄνθρωπος καὶ σταυροῦται. οὕτω γὰρ εἶπεν ὁ ἀπόστολος, ὅτι τοῦ Χριστοῦ τὸ σῶμα ἐσταύρωσαν. καὶ ἀλλαχοῦ ὁ ἀπόστολος Πέτρος φησί' Χριστοῦ παθόντος σαρκί. τὸ σῶμα τοίνυν πέπονθεν" ἡ μέντοι θεότης ἐλευθέρα τῆς τελευτῆς καὶ τῷ πάϑει τὸ σῶμα κατὰ νόμον ἀνθρωπίνης ἐνδέδωκε φύσεως.

Ἥτις χρῆσις ὁμοίως ἀντεβλήθη πρὸς βιβλίον χαρτῷον παλαιότατον τῆς βιβλιοθήκης ὑπάρχον τοῦ εὐαγοῦς πατριαρχείου τῆς θεοφυλάκτου ταύτης καὶ βασιλίδος πόλεως, καὶ ἐστοίχησεν.

Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ αὐτοῦ ἁγίου ᾿Αμβροσίου ἐκ τῆς εἰς τὸ κατὰ Λουκᾶν εὐαγγέλιον ἑρμηνείας βιβλίου ἕκτου, ἔχουσα οὕτωτ'

“Ὅπερ εἴπε' μὴ τὸ ἐμὸν θέλημα ἀλλὰ τὸ σὸν γινέσθω, τὸ ἴδιον αὐτοῦ εἰς τὸν ἄνθρωπον

ἀνήγαγε, τὸ τοῦ πατρὸς εἰς τὴν θεότητα' τὸ γὰρ ἀνθρώπινον θέλημα πρόσκαιρον, τὸ θέλημα τῆς θεότητος αἰώνιον. Ἥτις χρῆσις ἀντεβλήθη πρὸς βιβλίον χαρτῷον ἐν γράμμασι Ῥωμαϊκοῖς γεγραμμένον προενεχϑὲν ἐκ μέρους τῶν τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης, ἑρμηνεύοντος Κωνσταντίνου τοῦ θεοσεβεστάτου πρεσβυτέρου καὶ ἐκδίκου τῆς ἐνταῦθα ἁγιωτάτης μεγάλης ἐκκλησίας καὶ γραμματικοῦ Ῥωμαϊκοῦ, καὶ ἐστοίχησεν.

Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ ἁγίου Ἰωάννου ἐπισκόπου Κωνσταν-τινουπόλεως ἐκ τοῦ πρὸς τοὺς ἀπολειφθέντας τῆς συνάξεως λόγου, οὗ ἡ ἀρχή᾽ Πάλιν ἱπποδρομίαι, ἔχουσα οὕτωτ᾽

Τούτων μοι μέμνησθε τῶν ῥημάτων πάλιν' χρήσιμος γὰρ αὐτῶν ἡ μνήμη τὴν εὐχὴν ἐξετάζουσιν ἔσται. εἶπε τὸν προδότην, προεῖπε τὴν πάντων φυγὴν καὶ τὸν αὐτοῦ θάνατον. πατάξω γάρ, φησί, τὸν ποιμένα. προεῖπε τὸν μέλλοντα αὐτὸν ἀρνήσασθαι καὶ πότε καὶ ποσάκις, μετὰ ἀκριβείας ἅπαντα, καὶ μετὰ ταῦτα πάντα [μετὰ] ἱκανὴν αὐτοῦ τῆς προ-γνώσεως τῶν μελλόντων ἀπόδειξιν δούς, ἐλθὼν ἐπὶ τοῦ χωρίου εὔχεται, κἀκεῖνοι μὲν λέγουσι ὅτι ἐπὶ τῆς θεότητος, ἡμεῖς δὲ λέγομεν ὅτι τῆς οἰκονομίας, δικάσατε τοίνυν καὶ πρὸς αὐτῆς τῆς τοῦ μονογενοῦς δόξης μηδενὶ κεχαρισμένην τὴν ψῆφον ἐνέγκετε. εἰ γὰρ καὶ ἐν φίλοις δικάζομαι νῦν, ἀλλ᾽ ἀντιβολῶ καὶ δεόμαι ἀδέκαστον γενέσθαι τὴν κρίσιν, μήτε πρὸς ἐμὴν χάριν μήτε πρὸς ἐκείνων ἀπέχθειαν, μάλιστα μὲν γὰρ καὶ αὐτόθεν δῆλον, ὅτι οὐκ ἔστι τῆς θεότητος ἡ εὐχή. {θεὸς γὰρ οὐκ εὔχεται». θεοῦ γὰρ τὸ προσκυνεῖσθαί ἐστι, θεοῦ τὸ εὐχὴν δέχεσθαι, οὐ τὸ εὐχὴν ἀναφέρειν, ἀλλ᾽ ὅμως ἐπειδὴ ἀναισχυντοῦσιν, ἀπ’ αὐτῶν τῶν ῥημάτων τῆς εὐχῆς ὑμῖν ποιῆσαι πειράσομαι φανερόν, ὅτι τὸ ὅλον τῆς οἰκονομίας ἐστὶ καὶ τῆς κατὰ τὴν σάρκα ἀσθενείας. ὅταν γὰρ φθέγγεταί τι ταπεινὸν ὁ Χριστός, οὕτω φθέγγεται ταπεινὸν καὶ εὐτελές, ὡς τὴν ὑπερβολὴν τῆς ταπεινότητος τῶν λεγομένων καὶ τοὺς σφόδρα φιλονεικοῦντας δυνηθῆναι πεῖσαι, ὅτι πολὺ τῆς ἀπορρήτου καὶ ἀφράστου οὐσίας ἐκείνης ἀποδέει τὰ ῥήματα. ἴωμεν τοίνυν ἐπ᾽ αὐτὰ τὰ ῥήματα τῆς εὐχῆς" πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο, πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ.

Καὶ μετὰ βραχέα"

Ἐρώτησον τὸν αἱρετικόν' θεὸς δειλιᾷ καὶ ἀναδύεται καὶ ὀκνεῖ καὶ λυπεῖται; κἂν εἴττῃ ὅτι ,μναί", ἀπόστηθι λοιπὸν καὶ στῆσον αὐτὸν κάτω μετὰ τοῦ διαβόλου, μᾶλλον δὲ κἀκείνου κατωτέρω. οὐδὲ γὰρ ἐκεῖνος τολμήσει τοῦτο εἰπεῖν᾽ ἂν δὲ εἴττῃ, ὅτι οὐδὲν τούτων ἄξιον θεοῦ, εἰπέ, οὐκοῦν οὐδὲ εὔχεται θεός; χωρὶς γὰρ τούτων καὶ ἕτερον ἄτοπον ἔσται αὐτοῦ, εἰ θεοῦ τὰ ῥήματα εἴη" οὔτε γὰρ ἀγωνίαν μόνον ἐμφαίνει τὰ ῥήματα, ἀλλὰ καὶ δύο θελήματα, ἕν μὲν υἱοῦ ἕν δὲ πατρὸς ἐναντία ἀλλήλοις. τὸ γὰρ εἰπεῖν’ οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ, τοῦτό ἐστιν ἐμφαίνοντος. τοῦτο δὲ οὐδὲ ἐκεῖνοί ποτε συνεχώρησαν, ἀλλ᾽ ἡμῶν (ἀεὶ λεγόντων' ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμὲν ἐπὶ τῆς δυνάμεως, ἐκεῖνοι ἐπὶ τῆς θελήσεως τοῦτο εἰρῆσθαί φασι, λέγοντες πατρὸς καὶ υἱοῦ μίαν εἶναι βούλησιν. εἰ τοίνυν πατρὸς καὶ υἱοῦ μία βούλησίς ἐστι, πῶς φησιν ἐνταῦθα πλήν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ; ἂν μὲν γὰρ ἐπὶ τῆς θεότητος {τὸν εἰρημένον εἴη τοῦτο, ἐναντιολογία τις γίνεται καὶ πολλὰ ἄτοπα ἐκ τούτου τίκτεται" ἂν δὲ ἐπὶ τῆς σαρκὸς ἔχει λόγον τὰ εἰρημένα, καὶ οὐδὲν γένοιτ᾽ ἂν ἔγκλημα' οὐ γὰρ τὸ μὴ θέλειν ἀποθανεῖν τὴν σάρκα (ἐστὶ) κατάγνωσις" φύσεως γάρ ἐστι τοῦτο. αὐτὸς δὲ τὰ τῆς φύσεως ἅπαντα χωρὶς ἁμαρτίας ἐπιδείκνυται καὶ μετὰ πολλῆς τῆς περιουσίας, ὥστε τὰ τῶν αἱρετικῶν ἐμφράξαι στόματα. ὅταν οὖν λέγῃ ὅτι εἰ δυνατόν, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο καὶ οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ, οὐδὲν ἕτερον δείκνυσιν, ἀλλ' ἢ ὅτι σάρκα ἀληθῶς περιβέβληται φοβουμένην θάνατον’ τὸ γὰρ φοβεῖσθαι θάνατον καὶ ἀναδύεσθαι καὶ ἀγωνιᾶν ἐκείνης ἐστί. νῦν μὲν οὖν αὐτὴν ἐρήμην ἀφίησι καὶ γυμνὴν τῆς οἰκείας ἐνεργείας, ἵνα αὐτῆς δείξας τὴν ἀσθένειαν πιστώσηται αὐτῆς καὶ τὴν φύσιν, νῦν δὲ αὐτὴν ἀποκρύπτει, ἵνα μάθῃς ὅτι οὐ ψιλὸς ἄνθρωπος ἦν. ὥσπερ γάρ, εἰ διὰ παντὸς τὰ ἀνθρώπινα ἐπεδείκνυτο, τοῦτο ἂν ἐνομίσθη, οὕτως, εἰ διὰ παντὸς τὰ τῆς θεότητος ἐπετέλει, ἠπιστήθη ἂν ὁ τῆς οἰκονομίας λόγος. διὰ τοῦτο ποικίλλει καὶ ἀναμίγνυσι καὶ τὰ ῥήματα καὶ τὰ πράγματα, ἵνα μήτε τῇ Παύλου τοῦ Σαμοσατέως μήτε τῇ Μαρκίωνος καὶ Μανιχαίου νόσῳ καὶ μανίᾳ παράσχῃ πρόφασιν. διὰ τοῦτο καὶ προλέγει τὸ ἐσόμενον ὡς θεὸς καὶ ἀναδύεται πάλιν ὡς

Ἥτις χρῆσις ὡσαύτως ἀντεβλήθη πρὸς βιβλίον ἐν σώμασι τῆς βιβλιοθήκης ὑπάρχον τοῦ εὐαγοῦς πατριαρχείου τῆς θεοφυλάκτου ταύτης καὶ βασιλίδος πόλεως, καὶ ἐστοίχησεν.

Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ αὐτοῦ ἁγίου Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως ἐκ τῆς ἑρμηνείας τοῦ κατὰ Ματθαῖον εὐαγγελίου εἰς τὸ ῥητὸν ἔνθα φησί" καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, ἔχουσα οὕτως" Ὥσπερ οἱ τὸ σῶμα θεραπευόμενοι ἑκόντες ὑπομένουσι τὴν ἐν ταῖς θεραπείαις ἀλγηδόνα, οὐχ ὡς α(ζγρετὴν ἀλλ᾽ ὡς ἀναγκαίαν διὰ τὴν ἐξ αὐτῆς περιγινομένην ὑγείαν, τὸν αὐτὸν τρόπον καὶ ὁ σωτὴρ φευκτὸν μὲν καθ' ἑαυτὸν καὶ (ἀγηδῆ παρῃτεῖτο τὸν θάνατον, ὑπέμεινε δὲ αὐτὸν μακροθύμως, ἵνα ἡμᾶς τοὺς ἀνθρώπους πολυτρόπως διὰ τῆς τοιαύτης ὠφελήσῃ οἰκονομίας, οὐ μόνον γὰρ τὸ λύτρον προσενεγκὼν ἐλευθέρους ἡμᾷς πάσης ἁμαρτίας γενέσθαι παρεσκεύασεν, ἀλλὰ γὰρ καὶ τὸ σῶμα ὥσπερ τινὰ ἀπαρχὴν τῆς ἐκ νεκρῶν ἀναστάσεως ἐπιδείξας τὴν κοινὴν καθόλου ἐβεβαίωσεν ἀνάστασιν. ἴσως δὲ καί, εἰ μὴ παρῃτήσατο, ὑπελήφθη ἂν θρασύτητι καὶ ἀπονοίᾳ αὐθαιρέτως ἐπὶ τὸν θάνατον ἐληλυθέ-ναι. νῦν δὲ διὰ τῆς προσευχῆς αὐτὸν παραιτησάμενος τὴν ὑπερβολὴν παρέστησε τῆς τῶν ἀνελόντων αὐτὸν κακίας" παρελθέτω οὖν τὸ ποτήριον εἰρηκὼς ἐπήγαγε' πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ. καὶ ἴδιον μὲν θέλημα ἔχειν ἐναργῶς παρίστησι, προκρίνει δὲ πανταχοῦ τοῦ ἰδίου τὸ πατρικὸν θέλημα, καὶ ἐν πᾶσι τὸ τοῦ πατρὸς προστίθησι συντρέχων αὐτῷ καὶ σύμφωνον ἑαυτὸν δεικνὺς τῆς ἐκείνου βουλῆς. Ἥτις χρῆσις ἀντεβλήθη ὁμοίως πρὸς βιβλίον χαρτῷον τῆς βιβλιοθήκης τυγχάνον ὡσαύτως τοῦ εὐαγοῦς τῶν ἐνταῦθα πατριαρχείου, καὶ ἐστοίχησεν.

Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ ἁγίου ᾿Αθανασίου ἀρχιεπισκόπου ᾿Αλεξανδρείας ἐκ τοῦ περὶ τριάδος καὶ σαρκώσεως λόγον, οὗ ἡ ἀρχή᾽ Οἱ κακοτέχνως τὰς θείας γραφάς, ἔχουσα οὕτως"

Καὶ ὅταν λέγῃ" πάτερ, εἰ δυνατόν, παρελθέτω {ἀπ' ἐμοῦ) τὸ ποτήριον τοῦτο, πλὴν μὴ τὸ ἐμὸν θέλημα γένηται, ἀλλὰ τὸ σόν. τὸ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής, δύο θελήματα ἐνταῦθα δείκνυσι, τὸ μὲν ἀνθρώπινον, ὅπερ ἐστὶ τῆς σαρκός, τὸ δὲ θεϊκόν. τὸ γὰρ ἀνθρώπινον διὰ τὴν ἀσθενείαν τῆς σαρκὸς παραιτεῖται τὸ πάθος, τὸ δὲ θεϊκὸν αὐτοῦ πρόθυμον. ὥσπερ γὰρ ὁ Πέτρος ἀκούσας περὶ τοῦ πάθους ἐδειλίασε καὶ εἴπεν" ἵλεώς σοι, κύριε, ἐπιτιμῶν δὲ αὐτῷ ὁ κύριος λέγει" ἄπελθε ὀπίσω μου σατανᾶ, σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων, οὕτως καὶ ἐνταῦθα νοεῖται" γενόμενος γὰρ ἐν ὁμοιώματι ἀνθρώπων, παραιτεῖται τὸ πάθος ὡς ἄνθρωπος, θεὸς δὲ ὧν καὶ κατὰ τὴν οὐσίαν τὴν θεϊκὴν ἀπαθὴς ὑπάρχων προθύμως ἀνεδέξατο τὸ πάθος καὶ τὸν θάνατον, διότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπὸ τοῦ θανάτου.

Ἥτις χρῆσις ἀντεβλήθη ὁμοίως πρὸς βιβλίον ἐν σώμασι κροκωτοῖς (ὡσαύτως) τῆς βιβλιοθήκης ὑπάρχον τοῦ ἐνταῦθα εὐαγοῦς πατριαρχείου, καὶ ἐστοίχησεν.

Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ ἁγίου Γρηγορίου ἐπισκόπου Νύσσης ἐκ τοῦ πρὸς ᾿Απολινάριον τὸν αἱρετικὸν ἀντιρρητικοῦ λόγου, οὗ ἡ ἀρχή Καλὸν ἄν γένοιτο προοίμιον, ἔχουσα οὕτως"

( Ἀπολιναρίου") ᾿Αλλὰ ταράσσονται, φησί, τὴν τῶν ἀπίστων ταραχήν. {ζγρηγορίου") Καθ' ἡμῶν χρῆται τῇ λοιδορίᾳ ταρασσομένους καὶ ἀπίστους ἀποκαλῶν τοὺς τῇ εὐαγγε-λικῇ φωνῇ μὴ ἀνεξετάστως προσέχοντας, ἧ φησι᾿ {πάτερ,) εἰ δυνατόν, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο' πλὴν μὴ τὸ ἐμόν, ἀλλὰ τὸ σὸν γενέσθω θέλημα. τούτοις δὲ προστίθησι τὴν ἰδίαν λέξιν ἔχουσαν οὕτως" ᾿Απολιναρίου" Καὶ οὐ μνημονεύουσιν, ὅτι τὸ θέλημα τοῦτο ἴδιον εἴρηται οὐκ ἀνθρώπου τοῦ ἐκ γῆς, καθὼς αὐτοὶ νομίζουσιν, ἀλλὰ τοῦ» θεοῦ τοῦ καταβάντος ἐξ οὐρανοῦ.

[ρηγορίου" Τί ἂν ἐξεύροι τις τοιοῦτον εἰπεῖν; οὐ λέγω τούτων τινὰ τῶν ἐπὶ αἱρέσει κατεγνωσμένων, ἀλλ' οὐδὲ αὐτὸν οἶμαι τὸν ἀσεβείας τε καὶ τοῦ ψεύδους πατέρα εὑρεῖν τι τῶν εἰρημένων εἰς βλασφημίαν δεινότερον. ἄρα οἶδεν ὁ λογογράφος ἃ φθέγγεται; ὁ θεὸς ἐξ οὐρανοῦ καταβὰς τὸ ἴδιον τῆς θεότητος θέλημα παραγράφεται καὶ οὐ βούλεται εἰς ἔργον ἐλθεῖν, ὅπερ βούλεται" οὐκοῦν μεμέρισται τοῦ πατρὸς καὶ τοῦ υἱοῦ τὰ θελήματα; καὶ πῶς ἂν εἴη κοινὸν ἐπ᾽ ἀμφοτέρων τὸ θέλημα; πῶς δ᾽ ἂν ἡ τῆς φύσεως ταυτότης τῇ διαφορᾷ τῶν θελημάτων ἐμφαίνοιτο; ἀνάγκη γὰρ πᾶσα σύνδρομον εἶναι τῇ φύσει τὴν βούλησιν, καθώς φησί που ὁ κύριος" οὐ δύναται δένδρον καλὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς ἀγαθοὺς ποιεῖν. καρπὸς δ' ἂν εἴη φύσεως ἡ προαίρεσις, ὥστε ἀγαθῆς μὲν ἀγαθὴν εἶναι, κακῆς δὲ τοιαύτην. εἰ οὖν διάφορος ἐπὶ πατρός τε καὶ υἱοῦ ὁ καρπὸς τοῦ θελήματος, διάφορον ἐξ ἀνάγκης εἶναι καὶ τὴν ἑκατέρων φύσιν ὁμολογεῖν. τί οὖν πολεμεῖται ὁ "Ἄρειος; τί δὲ οὐκ αὐτομολοῦσι πρὸς τὸν Εὐνόμιον, ὃς διαιρῶν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ τὴν φύσιν συνδιατέμνει τῇ φύσει τὴν βούλησιν καὶ διὰ τοῦτο μάλιστα κατασκευάζει τὸ τῆς οὐσίας ἀλλότριον, τῷ ὑποβεβηκότι πρὸς τὸ ὑπερέχον συνδιασχίζων τὸν τῆς θεότητος λόγον; πάλιν δὲ τὸ παρ᾽ αὐτοῦ ῥηθὲν ἀναλάβωμεν' (Ἀπολινα-ρίου") Καὶ οὐ μνημονεύουσιν, ὅτι τὸ θέλημα τοῦτο ἴδιον εἴρηται, οὐκ ἀνθρώπου τοῦ ἐκ γῆς, καθὼς αὐτοὶ νομίζουσιν, ἀλλὰ θεοῦ τοῦ καταβάντος ἐξ οὐρανοῦ. {ζγρηγορίου") Ποῖον θέλημά φησιν ὁ λογογράφος; ὃ βούλεται μὴ γενέσθαι ὁ κύριος λέγων πρὸς τὸν πατέρα᾽ μὴ τὸ ἐμὸν θέλημα, ἀλλὰ τὸ σὸν γενέσθω. ἄρα συνίησι, ποίᾳ πέπτωκεν αὐτῷ ὁ λόγος ἐναντιότητι; ἐγγίζει τὸ πάθος καὶ ὅσον οὔπω μέλλει ὁ προδότης ἐφίστασθαι μετὰ τοῦ πλήθους καὶ τότε γίνεται ἡ τοιαύτη εὐχή. ὁ εὐχόμενος ἄνθρωπος ἢ θεός; εἰ θεὸν εἶναι τὸν εὐχόμενον οἴεται, ἴσην αὐτῷ πρὸς τοὺς ἀνθρώπους ἐνορᾷ τὴν ἀσθένειαν. πτῶς οὖν θεὸς ὁ μηδὲν οἴκοθεν ἀγαθὸν ἔχων, ἀλλὰ τῆς ὑπερκειμένης συμμαχίας δεόμενος; εἶτα πῶς κατα-γινώσκει ἡ θεότης τοῦ ἰδίου θελήματος; ἀγαθὸν ἦν ἢ κακόν, ὃ ἠβούλετο; εἰ μὲν γὰρ ἀγαθόν, διὰ τί οὐκ εἰς πέρας ἄγεται {ὃ ἠβούλετο; δ εἰ δὲ κακόν, τίς πρὸς τὸ κακὸν τῇ θεότητι ἡ οἰκείωσις; ἀλλ᾽ ὅπερ ἔφην, ὅτι οὐ συνίησιν εἰς τὸ ἐναντίον περιτρέπων τὸν λόγον. εἰ γὰρ τοῦ μονογενοῦς ἐστι θεοῦ ἡ φωνὴ ἡ λέγουσα’ μὴ τὸ ἐμὸν θέλημα γενέσθω, ἀλλὰ τὸ σόν, αὐτὸς ὁ λόγος περὶ ἑαυτὸν ἀεὶ διά τινος ἐναντιότητος στρέφεται καὶ οὐδαμοῦ τὸ στάσιμον ἔχει. ὁ γὰρ μὴ βουλόμενος τὸ ἴδιον θέλημα γενέσθαι, αὐτὸ τοῦτο βούλεται πάντως, τὸ μὴ γενέσθαι ὃ βούλεται. πῶς οὖν ἡ εὐχὴ πρὸς πέρας ἀχθήσεται λέγοντος, ὅτι τοῦτο θέλω, ἵνα ὃ θέλω μὴ γένηται; πρὸς τοὐναντίον πάντως τοῦ σπουδαζομένου περιτραπήσεται καὶ ἀμηχανήσει καθ᾽ ἑκάτερον ὁ τῆς τοιαύτης ἐπαΐων εὐχῆς. ὅπερ γὰρ ἂν ποιήσῃ, πρὸς τὸ ἀβούλητον τῷ εὐχομένῳ περιτρέτπει τὴν ἔκβασιν. ποιήσει τὸ θέλημα τοῦ εὐχομένου; ἀλλ' ἡ εὐχή ἐστι τοῦ μὴ γενέσθαι ὃ βούλεται. μὴ ποιήσῃ ὃ βούλεται; ἀλλ' ὁ εὐχόμενος βούλεται γενέσθαι αὐτῷ ὃ μὴ βούλεται' ὥστε κατὰ πάντα τρόπον πάντῃ μεταλαμβανόμενον ἀστατήσει τὸ νόημα αὐτὸ ἑαυτῷ μαχόμενον καὶ ὑφ᾽ ἑαυτοῦ καθαιρού-μενον. τῆς δὲ τοιαύτης κατὰ τὸν λόγον ἀμηχανίας μία γένοιτ᾽ ἂν παραμυθία ἡ ἀληθὴς τοῦ μυστηρίου ὁμολογία, ὅτι τὸ μὲν δειλιᾶν πρὸς τὸ πάθος τῆς ἀνθρωπίνης ἀσθενείας ἐστί, καθώς φησι καὶ ὁ κύριος τὸ πνεῦμα πρόθυμον εἶναι λέγων, ἀσθενῆ δὲ τὴν σάρκα" τὸ δὲ ἀναδέχεσθαι τὸ ἐξ οἰκονομίας πάθος τῆς θείας ἐστὶ καὶ βουλῆς καὶ δυνάμεως. ἐπειδὴ τοίνυν ἄλλο τὸ ἀνθρώπινον θέλημα καὶ τὸ θεῖον ἄλλο, φθέγγεται μὲν ὡς ἐκ τοῦ ἀνθρώπου τὸ {τῇ ἀσθενείᾳ» τῆς φύσεως πρόσφορον ὁ τὰ ἡμέτερα πάθη οἰκειωσάμενος" ἐπάγει δὲ τὴν δευτέραν φωνήν, τὸ ὑψηλόν τε καὶ θεοπρεπὲς βούλημα κυρωθῆναι παρὰ τὸ ἀνθρώπινον ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας θέλων. ὁ γὰρ εἰττῶν' μὴ τὸ ἐμόν, τὸ ἀνθρώπινον τῷ λόγῳ ἐσήμανε' προσθεὶς δὲ τό" σόν, ἔδειξε τὸ συναφὲς τῆς ἑαυτοῦ πρὸς τὸν πατέρα θεότητος, ἧς οὐδεμία θελήματός ἐστι διαφορὰ διὰ τὴν κοινωνίαν τῆς φύσεως. τὸ γὰρ τοῦ πατρὸς εἰπὼν θέλημα καὶ τὸ τοῦ υἱοῦ ἐνεδείξατο. τοῦτο δέ ἐστι τὸ πάντας ἀνθρώπους θέλειν σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν" ὅπερ οὐκ ἦν ἄλλως γενέσθαι μὴ τοῦ θανάτου καταγωνισθέντος τοῦ πρὸς τὴν ζωὴν ἐμποδίζοντος. τὸ δὲ ταπεινὸν τῆς ἀνθρωπίνης δειλίας καὶ ῥῆμα καὶ πάθος οἰκειοῦται ὁ κύριος, δεικνὺς ὅτι ἀληθζῶ)ς ἦν περὶ ᾿αὐτὸν τὸ ἡμέτερον, ἐκ τῆς τῶν παϑημάτων κοινωνίας τὴν φύσιν πιστούμενος.

Ἥτις χρῆσις ἀντεβλήθη ὁμοίως πρὸς βιβλίον χαρτῷον τῆς βιβλιοθήκης ὑπάρχον τοῦ (ἐνταῦθαν εὐαγοῦς πατριαρχείου, καὶ ἐστοίχησεν.

Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ αὐτοῦ ἁγίου Γρηγορίου ἐκ τῆς εἰς τὸν ἄνθρωπον θεωρίας κεφαλαίου τετάρτου, ἔχουσα οὕτως"

Ἧ μὲν γὰρ ψυχὴ τὸ βασιλικόν τε καὶ ἐπηρμένον αὐτόθεν δείκνυσι, πόρρω τῆς ἰδιωτικῆς ταπεινώσεως κεχωρισμένῃη, ἐκ τοῦ ἀδέσποτον αὐτὴν εἶναι καὶ αὐτεξούσιον, ἰδίοις θελήμασιν αὐτοκρατορικῶς διοικουμένη.

Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ αὐτοῦ ἁγίου Γρηγορίου ἐκ τῶν κατ' Εὐνομίου κεφαλαίου τριακοστοῦ πέμπτου, οὗ ἡ ἀρχή" Οὐκ ἦν ὡς ἔοικεν, ἔχουσα οὕτως"

Πᾶσα ἀνάγκη κατάλληλον εἶναι καὶ οἰκείαν ὁμολογεῖν τῇ φύσει καὶ τὴν προαίρεσιν, καὶ εἰ ἀνομοίως ἔχοιεν κατὰ τὴν φύσιν, ἀνόμοια εἶναι καὶ τὰ θελήματα᾽ τῆς δὲ δυνάμεως ἐφ᾽ ἑκατέρων ἱκανῶς ἐχούσης οὐθέτερον ἀτονήσει πρὸς τὴν ἐκπλήρωσιν τοῦ ἰδίου θελήματος. Ἥτις χρῆσις ὁμοίως ἀντεβλήθη πρὸς βιβλίον χαρτῷον τῆς βιβλιοθήκης ὑπάρχον τοῦ ἐνταῦθα εὐαγοῦς πατριαρχείου, καὶ ἐστοίχησεν.

Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ ἁγίου Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως ἐκ τοῦ λόγον τοῦ εἰς τό Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο, οὗ ἡ ἀρχή᾽ Βαθεῖαν τομήν, ἔχουσα οὕτως"

᾿Αλλ' οὐκ ἤρκεσε ταῦτα μόνον, ἀλλὰ καὶ παραγενόμενος, ἵνα μὴ νομισθῇ φαντασία τὸ γινόμενον, οὐ τῇ ὄψει μόνον πιστοῦται τὸ πρᾶγμα, ἀλλὰ καὶ χρόνῳ πολλῷ καὶ τῷ διὰ πάντων ἐλθεῖν τῶν ἀνθρωπίνων. οὐζδὲ) γὰρ ἁπλῶς εἰς ἄνθρωπον ἔρχεται ἀπηρτισμένον, ἀλλ᾽ εἰς μήτραν παρθενικήν, ὥστε {καὶ κυοφορήσεως καὶ τόκου ἀνασχέσθαι καὶ γαλακ-τοτροφίας καὶ αὐξήσεως, καὶ τῷ μήκει τοῦ χρόνου καὶ τῇ διαφορᾷ τῶν ἡλικίων ἁπασῶν πιστώσασθαι τὸ γινόμενον. καὶ οὐδὲ ἐνταῦθα ἵσταται {τὰν τῆς ἀποδείξεως μόνον, ἀλλὰ καὶ περιφέρων τὴν σάρκα ἀφίησιν αὐτὴν τὰ τῆς φύσεως ἐλαττώματα ὑπομεῖναι καὶ πεινῆσαι καὶ διψῆσαι καὶ καθευδῆσαι καὶ κοπιάσαι τέλος καὶ ἐπὶ τὸν σταυρὸν ἐρχόμενος ἀφίησιν αὐτὴν τὰ τῆς σαρκὸς παθεῖν. διὰ γὰρ τοῦτο καὶ κρουνοὶ ἱδρώτων κατεφέροντο ἐξ αὐτῆς καὶ ἄγγελος ηὑρίσκετο αὐτὴν διακρατῶν, καὶ λυπεῖται καὶ ἀδημονεῖ. πρὶν ἢ γὰρ ταῦτα εἰπεῖν φησίν’ ἡ ψυχή μου τετάρακται, καί" περίλυπός ἐστιν [ἡ ψυχή μου] ἕως θανάτου. εἰ γὰρ καὶ τούτων ἁπάντων γενομένων τὸ πονηρὸν τοῦ διαβόλου στόμα διὰ Μαρκίωνος τοῦ Ποντικοῦ καὶ Οὐαλεντίνου καὶ Μανιχαίου τοῦ Πέρσου καὶ ἑτέρων πλειόνων αἱρεσιαρχῶν ἴσχυσεν ὅσον τὸ ἐπ' αὐτοῖς ἀνατρέψαι τὸν περὶ τῆς οἰκονομίας λόγον, καὶ ἤχησε σατανικήν τινα ἠχὴν λέγων ὅτι οὐδὲ ἐσαρκώθη, οὐδὲ σάρκα περιεβάλλετο, ἀλλὰ δόκησις τοῦτο ἦν καὶ φαντασία καὶ σκηνὴ καὶ ὑπόκρισις", καίτοι τῶν παθῶν βοώντων τοῦ θανάτου, τοῦ τάφου, τῆς πείνης" εἰ μηδὲν τούτων ἐγεγόνει, πῶς οὐ πολλῷ μᾶλλον τὰ πονηρὰ ταῦτα ἀνέσπειρε τῆς ἀσεβείας δόγματα; διά τοι τοῦτο, ὥσπερ ἐπείνησεν, ὥσπερ ἐκοπίασεν, ὥσπερ ἐκαθεύδησεν, ὥσπερ ἔφαγεν, ὥσπερ ἔπιεν, οὕτω καὶ θάνατον παραιτεῖται, τὸ ἀνθρώπινον ἐνδεικνύμενος καὶ τὴν ἀσθένειαν τῆς φύσεως τὴν οὐκ ἀνεχο-μένην ἀπαϑῶς ἀπορραγῆναι τῆς παρούσης ζωῆς. εἰ γὰρ μηδὲν τούτων εἰρήκει, εἶχον (ἂν) εἰπεῖν, ὅτι εἰ ἄνθρωπος ἦν, ἔδει αὐτὸν παθεῖν τὰ τοῦ ἀνθρώπον. τίνα δέ ἐστι ταῦτα; {τὸν μέλλων σταυροῦσθαι καὶ δειλιᾶν καὶ ἀγωνιᾶν καὶ μὴ ἀπαθῶς ἀπορρήγνυσθαι τῆς παρού-σης ζωῆς" τῇ φύσει γὰρ ἔγκειται τὸ φίλτρον τὸ περὶ τὰ παρόντα. διά τοι τοῦτο δεῖξαι βουλόμενος ἀληθῆ τῆς σαρκὸς τὴν περιβολὴν καὶ τὴν οἰκονομίαν πιστώσασθαι μετὰ πολλῆς τῆς ἀποδείξεως τὰ πάθη γυμνὰ προτίθησιν.

Ἥτις χρῆσις ἀντεβλήθη ὁμοίως πρὸς βιβλίον ἐν σώμασι τῆς βιβλιοθήκης ὑπάρχον τοῦ εὐαγοῦς τῶν ἐνταῦθα πατριαρχείου, καὶ ἐστοίχησεν.

Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ αὐτοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστό-μον ἐκ τῆς ἑρμηνείας τοῦ κατὰ Ματϑαῖον εὐαγγελίου λόγου ὀγδοηκοστοῦ πρώτου, οὗ ἡ ἀρχή" Τότε ἔρχεται μετ' αὐτῶν ὁ Ἰησοῦς, ἔχουσα οὕτωτ᾽

Καὶ μικρὸν προελθὼν ηὔχετο λέγων" πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο' πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ. καὶ ἔρχεται πρὸς αὐτοὺς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας καὶ λέγει τῷ Πέτρῳ οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾽ ἐμοῦ; γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. οὐχ ἁπλῶς πρὸς Πέτρον μάλιστα ἀποτείνεται, καίτοι καὶ τῶν ἄλλων καθευδησάντων, ἀλλὰ καθικνούμενος αὐτοῦ κἀντεῦθεν διὰ τὴν αἰτίαν ἣν ἔμπροσθεν εἶπον. εἶτα ἐπειδὴ καὶ οἱ ἄλλοι τὸ αὐτὸ εἶπον -- εἰπόντος γάρ, φησί, Πέτρου, ὅτι κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαν ὁμοίως δέ, ζφησίν», καὶ πάντες οἱ μαθηταὶ εἶπτον -- λοιπὸν πρὸς πάντας διαλέγεται ἐλέγχων αὐτῶν τὴν ἀσθένειαν. οἱ γὰρ συναποθανεῖν αἱρούμενοι οὐδὲ λυπουμένῳ τότε συλλυπηθῆναι ἴσχυσαν ἐγρηγορότες, ἀλλ' ἐκράτησεν αὐτῶν ὁ ὕπνος. εὔχεται δέ, ἵνα μὴ δόξῃ ὑπόκρισις εἶναι τὸ πρᾶγμα" καὶ ἱδρῶτες ἐπιρρέουσι διὰ τὴν αἰτίαν πάλιν τὴν αὐτήν, ἵνα μὴ εἴπωσιν αἱρετικοί, ὅτι ὑποκρίνεται τὴν ἀγωνίαν. διὰ τοῦτο καὶ ἱδρῶτες ὡς θρόμβοι αἵματος καὶ ἄγγελος ἐνισχύων αὐτὸν ἐφάνη, καὶ μυρία φόβου τεκμήρια, ἵνα μή τις εἴπῃ τὰ ῥήματα πεπλασμένα εἶναι. διὰ τοῦτο καὶ ἡ εὐχή. τῷ μὲν οὖν εἰπεῖν" εἰ δυνατόν, ( παρελθέτω), ἔδειξε τὸ ἀνθρώπινον" τῷ δὲ εἰπεῖν πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ, ἔδειξε τὸ ἐνάρετον καὶ ἐμφιλόσοφον, παιδεύων -- καὶ τῆς φύσεως ἀνθελκούσης “-- ἕπεσθαι τῷ θεῷ. ἐπειδὴ οὖν οὐκ ἤρκει τοῖς ἀνοήτοις τὸ πρόσωπον δεῖξαι μόνον καὶ ῥήματα προστίθησι. πάλιν ἐπειδὴ ῥήματα οὐκ ἤρκει μόνον, ἀλλὰ καὶ πραγμάτων ἔδει, καὶ ταῦτα συνάπτει τοῖς ῥήμασιν, ἵνα πιστεύσωσι καὶ οἱ σφόδρα φιλονεικοῦντες, ὅτι καὶ ἄνθρωπος γέγονε καὶ ἀπέθανεν. εἰ γὰρ καὶ τούτων ὄντων ἀπιστεῖται παρά τινων ἔτι τοῦτο, πολλῷ μᾶλλον εἰ μὴ ταῦτα ἦν.

Ἥτις χρῆσις ὡσαύτως ἀντεβλήθη πρὸς βιβλίον χαρτῷον τῆς βιβλιοθήκης ὑπάρχον τοῦ ἐνταῦθα εὐαγοῦς πατριαρχείου, καὶ ἐστοίχησεν.

Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ αὐτοῦ ἐκ τῆς ἑρμηνείας τοῦ κατὰ Ἰωάννην εὐαγγελίου βιβλίου δευτέρου λόγου ἑξηκοστοῦ ἑβδόμου, οὗ ἡ ἀρχή" Γλυκὺς ὁ παρὼν βίος, ἔχουσα οὕτως"

Νῦν ἡ ψυχή μου τετάρακται. καὶ τί εἴπτω; πάτερ, σῶσόν με ἐκ τῆς ὧρας ταύτης" καὶ μὴν τοῦτο οὐκ ἔστι προτρεπομένου ἐπὶ τὸν θάνατον ἐλθεῖν, μάλιστα μὲν οὖν προτρεπο-μένου. ἵνα γὰρ μὴ λέγωσιν, ὅτι αὐτὸς ἔξω τῶν ὠδίνων ὧν τῶν ἀνθρωπίνων εὐκόλως περὶ θανάτου φιλοσοφεῖ καὶ ἡμῖν ἔξω κινδύνου παραινεῖ, δείκνυσιν ὅτι καίτοι ἀγωνιῶν αὐτὸν ὅμως διὰ τὸ χρήσιμον οὐ παραιτεῖται. ταῦτα δὲ τῆς οἰκονομίας ἐστίν, οὐ τῆς θεότητος. διὰ τοῦτό φησι' νῦν ἡ ψυχή μου τετάρακται -- ἐπεὶ εἰ μὴ τοῦτό ἐστι, ποία ἀκολουθία ἐστὶ τὸ λεχθὲν καὶ τὸ εἰπεῖν" πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης; -- καὶ οὕτω τεταράχθαι, ὡς καὶ ἀπαλλαγὴν αἰτεῖν, εἴ γε ἐνῆν καὶ διαφυγεῖν. ταῦτα τῆς ἀνθρωπίνης φύσεως τὰ ἀσθενήματα. ἀλλ᾽ οὐκ ἔχω τί εἴπω, φησίν, ἀπαλλαγὴν αἰτούμενος. διά γὰρ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην' ὡσανεὶ ἔλεγε' κἂν ταραττώμεθα, κἂν θορυβώμεθα, μὴ φεύγωμεν θάνατον. {ἐπεὶ κἀγὼ νῦν ταραττόμενος οὐ λέγω ὥστε φυγεῖν") δεῖ γὰρ φέρειν τὸ ἐπιόν. οὐ λέγω" ἀπάλλαξόν με ἐκ τῆς ὧρας ταύτης, ἀλλὰ τί; πάτερ, δόξασόν σου τὸ ὄνομα. καίτοι τῆς ταραχῆς τοῦτο ἀναγκαζούσης λέγειν, τὸ ἐναντίον λέγω᾽ δόξασόν σου τὸ ὄνομα, τουτέστιν, ἀνάγαγε λοιπὸν ἐπὶ τὸν σταυρόν. πάλιν πολὺ τὸ ἀνθρώπινον ἐπιδείκνυται καὶ τὴν φύσιν μὴ βουλομένην ἀποθανεῖν, ἀλλὰ τῆς παρούσης ἀντεχομένην ζωῆς, δεικνὺς ὅτι οὐκ ἔξω τῶν ἀνθρωπίνων παθῶν ἦν. ὥσπερ γὰρ τὸ πεινῆν οὐκ ἔγκλημα οὐδὲ τὸ καθεύδειν, οὕτως οὐδὲ τὸ τῆς παρούσης ζωῆς ἐφίεσθαι. ὁ δὲ Χριστὸς σῶμα καθαρὸν ἁμαρτημάτων εἶχεν, οὐ φυσικῶν ἀναγκῶν ἀπηλλαγμένον" ἐπεὶ οὐδ' (ἄν) σῶμα ἦν. Ἥτις χρῆσις ὁμοίως ἀντεβλήθη πρὸς βιβλίον ἐν σώμασι τῆς βιβλιοθήκης ὑπάρχον τοῦ ἐνταῦθα εὐαγοῦς πατριαρχείονυ, καὶ ἐστοίχησεν.

Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ ἁγίου Κυρίλλου ἀρχιεπισκόπον ᾿Αλεξανδρείας ἐκ τῶν Θησαυρῶν κεφάλαιον εἰκοστὸν τέταρτον, οὗ ἡ ἀρχή᾽ Εἰ παρά τινος τῶν τυχόντων, ἔχουσα οὕτως"

Τῷ οἰκείῳ θανάτῳ τὸν θάνατον κατήργησεν ὁ σωτήρ. ὥσπερ οὖν οὐκ ἂν ὁ θάνατος κατηργήθη μὴ ἀποθανόντος αὐτοῦ, οὕτως ἐφ᾽ ἑκάστῳ τῶν τῆς σαρκὸς παθῶν. εἰ μὴ γὰρ ἐδειλίασεν, οὐκ ἂν ἐλευθέρα τοῦ δειλιᾶν ἡ φύσις ἐγένετο" εἰ μὴ ἐλυπτήθη, οὐκ ἂν ἀπηλλάχθη τοῦ λυπεῖσθαί ποτε᾽ εἰ μὴ ἐταράχθη καὶ ἐπτοήθη, οὐκ ἂν ἔξω ποτὲ τούτων ἐγένετο. καὶ ἐφ' ἑκάστῳ τῶν ἀνθρωπίνως γεγονότων τὸν αὐτὸν ἐφαρμόζων λόγον εὑρήσεις ἐν Χριστῷ τὰ τῆς σαρκὸς πάθη κεκινημένα, οὐχ ἵνα κρατήσῃ ὥσπερ καὶ ἐν ἡμῖν, ἀλλ᾽ ἵνα {κινηθέντα καταργηθῇ τῇ δυνάμει τοῦ ἐνοικήσαντος {τῇ σαρκὶ» λόγου πρὸς τὸ ἄμεινον μεταποιου-μένης τῆς φύσεως.

Ἥτις χρῆσις ἀντεβλήθη ὁμοίως πρὸς βιβλίον χαρτῷον τῆς βιβλιοθήκης ὑπάρχον τοῦ εὐαγοῦς τῶν ἐνταῦθα πατριαρχείου, καὶ ἐστοίχησεν.

Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου, ἔχουσα οὕτως᾽

ἤάνθρωπος γέγονεν ὁ τοῦ θεοῦ λόγος, οὐχ ἵνα πάλιν ὡς θεὸς πρὸ τῆς ἐνανθρωπήσεως {πάντα πράττῃ καὶ λαλῇ, ἀλλ' ἵνα πολλάκις καὶ διὰ τὴν χρείαν τῆς μετὰ σαρκὸς οἰκονομίας καὶ ὡς ἄνθρωπος λέγτῃ τινά, ταύτην ἔχοντος τοῦ μυστηρίου τὴν δύναμιν, πῶς οὐκ ἄτοπον σκανδαλίζεσθαι τοὺς ἀκροωμένους ἀνθρωπινώτερον ἔσθ' ὅτε λαλοῦντος αὐτοῦ; λαλεῖ γὰρ ὡς ἄνθρωπος, λαλεῖ δὲ καὶ ὡς θεός, ἔχων ἐν ἀμφοτέροις τὴν ἐξουσίαν. ἀνθρωπίνως μὲν γὰρ ἔλεγε νῦν ἡ ψυχή μου τετάρακται, θεϊκῶς δὲ πάλιν" ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. τὸ μὲν οὖν ταράττεσθαι τῆς σαρκὸς ἴδιον πάθος, τὸ δὲ ἐξουσίαν ἔχειν θεῖναί τε καὶ πάλιν ἀναλαβεῖν τὴν ψυχὴν τῆς τοῦ λόγου δυνάμεως ἔργον ἐστίν. ὥσπερ οὖν, ὅταν λέγῃ τι θεϊκῶς καίτοι φαινόμενος ἄνθρωπος, οὐ σκανδαλι-ζόμεθα, ἀλλ᾽ ἐννοῶμεν τὸν ἐνοικοῦντα τῇ σαρκὶ λόγον, οὕτως, ὅταν τι λαλῇ ὡς ἄνθρωπος, μὴ σκανδαλιζόμεθα ἐννοοῦντες, ὅτι δι᾽ ἡμᾶς γέγονεν ἄνθρωπος καὶ τὰ τῇ ἀνθρωπότητι πρέποντα λαλεῖ.

Ἥτις χρῆσις ὁμοίως ἀντεβλήθη πρὸς τὸ αὐτὸ βιβλίον, καὶ ἐστοίχησεν.

16 Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ αὐτοῦ ἁγίον Κυρίλλου ἐκ τῶν κατὰ Ἰουλιανοῦ δογμάτων βιβλίου τρίτου ἀπὸ λόγου δεκάτου, οὗ ἡ ἀρχή" Πειρᾶται ὁ δι᾿ ἐναντίας, ἔχουσα οὕτωκ᾽

Ἐπειδὴ δέ, εἰ μὴ τὸ ἀβούλητον ἐποιήσατο θελητόν, οὐδ᾽ ἂν ἔπαθεν ὅλως. δείκνυσι μὲν ἀναγκαίως ἀβούλητον μὲν τὸ ἐν τῷ παθεῖν δυσκλεές, ὡς ἔφην, αἱρετὸν δ᾽ ὅμως διὰ τὸ πᾶσι χρήσιμον. καὶ τὴν μὲν ἀνεθελησίαν ἡ τοῦ ποτηρίου παραίτησις ἔχει, τό γε μὴν ἑκόντα παθεῖν τὸ εἰρημένον πρὸς τὸν πατέρα πλὴν μὴ τὸ ἐμὸν θέλημα, ἀλλὰ τὸ σὸν γενέσθω. σννευδοκήσαντος γὰρ τοῦ θεοῦ καὶ πατρὸς καὶ οἷον συννεύοντος ταῖς σοφωτάταις οἰκονομίαις τοῦ υἱοῦ τὸν κατὰ σάρκα θάνατον ὑπομεῖναι λέγεται, ἵνα ἐκ νεκρῶν ἀναστὰς καταργήσῃ τὸν θάνατον καὶ ἀνατρέψῃ φθορὰν καὶ δικαιώσῃ τὴν ὑπ᾽ οὐρανόν.

17

Καὶ μετὰ βραχέα"

Γάθρει δὴ οὖν, ὅπως διὰ τὸ ἀναστῆσαι τὸ δοθὲν αὐτῷ, τουτέστιν ἡμᾶς, τὸ ἀνεθέλητον αὐτῷ διὰ τὰς ἐν τῷ παθεῖν ἀτιμίας αἱρετὸν ἐποιήσατο. ὑπέμεινε γὰρ σταυρὸν αἰσχύνης καταφρονήσας, ὡς ὁ θεσπέσιος γράφει Παῦλος. ὅτι δὲ ἦν τὸ πάθος ἀνεθέλητον μὲν αὐτῷ -- τό γε ἧκον εἰς τὴν τῶν ἀνθρωπίνων ἐννοιῶν ἀσθένειαν --, πλήν, καίτοι πολὺ τὸ δυσκλεὲς ἔχον, αἱρετὸν διὰ τὸ τῷ θεῷ δοκοῦν" δοκεῖ δὲ πᾶν ὁτιοῦν ὑπομεῖναι θέλειν τοὺς αὐτῷ γνησίους ὑπέρ γε τοῦ διασῶσαι πολλούς, κατίδοι τις ἂν εὖ μάλα καὶ ἐν τοῖς εὐαγγελικοῖς διηγήμασιν.

Ἥτις χρῆσις ὡσαύτως ἀντεβλήθη πρὸς βιβλίον ἐν σώμασι τῆς βιβλιοθήκης τυγχάνον τοῦ ἐνταῦθα εὐαγοῦς πατριαρχείου, καὶ ἐστοίχησεν.

Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίον χρῆσις τοῦ αὐτοῦ ἐκ τῆς ἑρμηνείας τοῦ κατὰ Ματθαῖον εὐαγγελίου τόμου ἑνδεκάτου, ἔχουσα οὕτως"

Εἰ γὰρ καὶ ὅτι μάλιστα τὸ συμβὰν οὐχὶ πάντῃ τε καὶ πάντως θελητὸν ἦν αὐτῷ, ἀλλ᾽ οὖν τῆς πάντων ἕνεκα σωτηρίας καὶ ζωῆς θελητὸν ἐποιήσατο τὸ ἐπὶ τῷ σταυρῷ πάθος. ἤδει γάρ, ἤδει σαφῶς τὰ ἐντεῦθεν ἐσόμενα κατορθώματα, καὶ ὅτι τὴν ἀνθρώπου φύσιν ἀνακαινιεῖ καὶ αἵματι τῷ οἰκείῳ κατακτήσεται τῷ θεῷ καὶ πατρί. εἰ γὰρ μὴ ἐποιήσατο θελητὸν καίτοι λίαν ἀβούλητον ὃν τὸ παθεῖν, τίς ἂν νοοῖτο λοιπὸν ἡ πρόφασις τοῦ προσεύχεσθαι αὐτὸν καὶ λέγειν" πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο;

19 Τοῦ αὐτοῦ ἀπὸ τόμου δωδεκάτου"

Καὶ ὑπόκειται μὲν τὸ δεῖμα τοῦ παθεῖν ἐν αὐτῷ διὰ τὸ ἀνθρώπινον, κατευνάζεται δὲ παραχρῆμα τῇ τοῦ ἐνοικοῦντος λόγου ῥώμῃ τε καὶ εὐσθενείᾳ. θέα γάρ, ὅπως παραδεικνύει μὲν ἐν αὐτῷ τὸ ἀνθρώπινον ἡ παραίτησις, τὸ δὲ τῆς θεότητος ἀκαμπὲς ἀνέλαμψεν εὐθύς. ἔφη γὰρ πρὸς τὸν ἐν οὐρανοῖς πατέρα' πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ. ἀνθρωπο-πρεπῶς δὲ καὶ τοῦτό φησιν, ἐπεὶ κατὰ τὸ εἶναι θεὸς οὐκ ἔξω τῶν τοῦ πατρὸς θελημάτων ἐστί, μᾶλλον δὲ αὐτός ἐστιν ἡ βούλησις τοῦ θεοῦ καὶ πατρός, εἴπερ ἐν σοφίᾳ καὶ τὸ θέλειν ἐστὶ τοῦ πατρός, σοφία δὲ ὁ υἱός. ὅτι δὲ καὶ θέλησις ὀνομάζεται τοῦ πατρὸς ὁ μονογενὴς σαφηνιεῖ λέγων ὁ θεσπέσιος μελῳδός" κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν" ἐν Χριστῷ γὰρ ἡ πᾶσα ζδόσις» τῶν ἐπουρανίων ἀγαθῶν παρὰ τοῦ θεοῦ καὶ πατρός. ἄλλως τε μιᾶς τε καὶ ὁμοουσίου τῆς ἁγίας οὔσης τριάδος καὶ μιᾶς θεότητος ἐν αὐτῇ νοουμένης, πῶς οὐκ ἂν εἴη θέλημα ταυτὸν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος; πρεπωδέστατα τοίνυν τῷ τῆς ταπεινώσεως σχήματι καὶ ὡς ἄνθρωπος ὑποδειλιῶν ἠρέμα τὸν παρὰ φύσιν τε καὶ ἐξ ἀρᾶς εἰσβεβηκότα θάνατον, διαπτύων δὲ πάλιν ὡς θεὸς τό᾽ οὐχ ὡς ἐγὼ θέλω, φησίν, ἀλλ’ ὡς σύ.

Αἴτινες δύο χρήσεις ὡσαύτως ἀντεβλήθησαν πρὸς χαρτῷον βιβλίον τῆς βιβλιοθήκης τυγχάνον τοῦ εὐαγοῦς τῶν ἐνταῦθα πατριαρχείου, καὶ ἐστοίχησεν.

20 Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ αὐτοῦ ἁγίου Κυρίλλου ἐκ τῆς ἑρμηνείας τοῦ κατὰ Ἰωάννην εὐαγγελίον βιβλίου τετάρτου, οὗ ἡ ἀρχή Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, ἔχουσα οὕτωτ'

Μάλιστα μὲν γὰρ οὐκ ἀπολύτως οὐδὲ εἰς πᾶσαν ἁπλῶς ὑπόθεσιν, ἀλλ᾽ οὐδὲ ἐπὶ παντὸς πράγματος μὴ πάντῃ τε καὶ πάντως τῶν οἰκείων ἔχεσθαι θελημάτων ὁ υἱὸς διισχυρίσατο" φυλάξαι γε μὴν τὸ τοῦ πατρὸς λέγει κατὰ πράγματος ὡρισμένου διὰ τὰς σάς, ὥς γέ μοι πρόσεστι νοεῖν, εὑρεσιλογίας, προνοήσας τῆς ἡμετέρας ἀσφαλείας ὡς θεός. ὑπομένει δὲ τὸ ἀβούλητον καὶ ποιεῖται θελητὸν δι' ἡμᾶς. πάθος δέ φημι τὸ ἐπὶ τῷ σταυρῷ δηλονότι συναρέσαν οὕτω καὶ τῷ γεννήσαντι, καθάπερ ἡμῖν ἤδη προείρηται. καὶ γοῦν ἔξεστιν ὁρᾶν παρατεθεῖσαν εὐθὺς τὴν ἀπόδειξιν καὶ παρακειμένην ἐναργῶς τὴν ὑπόθεσιν, ἐφ' ἦν, καθάπερ αὐτός φησι, τῶν μὲν οἰκείων ἀπέστη θελημάτων, ἀποπληροῖ δὲ τὸ τοῦ πατρός. τοῦτο γάρ ἐστι, φησί, τὸ θέλημα τοῦ πατρός, ἵνα πᾶν ὃ δέδωκέ μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλ᾽ ἀναστήσω αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ. καὶ ὅτι μὲν ὄντως ἀνεθέλητόν τε ὁμοῦ καὶ θελητὸν τῷ μονογενεῖ τὸ ἐπὶ τῷ σταυρῷ πάθος ὁρᾶται, προείρηται μὲν ἤδη σαφῶς, διαληψόμεθα δὲ καὶ εἰσαῦθις ἀκριβεστέραις ἐρεύναις τοῖς ἐντευξομένοις ἁπλοῦντες τὴν ἀλήθειαν.

Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου"

Σκανδαλίζου τοιγαροῦν, ἄνθρωπε, μηδαμῶς, ὅταν ἀκούσῃς λέγοντος" καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. ὃ γὰρ ἐλέγομεν ἐξ ἀρχῆς, τοῦτο πάλιν ἐροῦμεν. κατὰ πράγματος ὡρισμένου καὶ ἐναργοῦς τὸν ἐπὶ τούτῳ λόγον ἐποιήσατο ὁ Χριστός. διδάσκων γάρ, ὅτι τὸ ὑπὲρ πάντων τεθνάναι θελητὸν μὲν ἔχει διὰ τὸ οὕτω βεβουλῆσθαι τὴν θείαν φύσιν, ἀνεθέλητον δὲ διὰ τὰ ἐπὶ τῷ σταυρῷ πάθη, καὶ τὸ ὅσον ἧκεν εἰς τὴν σάρκα παραιτουμένην τὸν θάνατον, τὰ τοιαῦτά φησι. καὶ μακρὸς μὲν ἡμῖν ἤδη προανήλωται λόγος" ὅτι δὲ καὶ ἀνεθέλητόν πως ὁρᾶται τῷ σωτῆρι Χριστῷ, καθόπερ ἦν ἄνθρωπος, τὸ ἐπὶ τῷ σταυρῷ πάθος, καὶ ἐξ αὐτῆς ἀκόλουθον ἡμᾶς τῆς τῶν πραγμάτων φύσεως κατιδεῖν. φαμὲν οὖν, ὅτι τῆς Ἰουδαϊκῆς ἔργον ἦν ἀπονοίας, τοῦ πάντῃ τε καὶ πάντως σταυρωθήσεσθαι τὸν Χριστόν, καὶ τοῦτο ἀνυπερθέ-τῶς ἔμελλεν ἔσεσθαι παρ' αὐτῶν οὐκ ἀμελέτητον ἐχόντων τὴν τόλμαν τὴν ἐπὶ τούτοις, ἀφ' ὧν ἤδη πεπράχεσαν εἷς τε τοὺς ἁγίους προφήτας καὶ τοὺς οἵπερ ἂν ἦσαν κατ᾽ ἐκεῖνο καιροῦ γεγονότες ἅγιοι. ἐπεὶ δὲ οὐχ ἑτέρως ἦν τὸ πεπτωκὸς εἰς θάνατον ἐξαναστῆσαι πάλιν εἰς ζωήν, εἰ μὴ γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ θεοῦ λόγος, ἔδει δὲ πάντως γεγονότα παθεῖν, τὸ ἀνεθέλητον ἐποιήσατο θελητόν. Αἴτινες δύο χρήσεις ὁμοίως ἀντεβλήθησαν πρὸς βιβλίον χαρτῷον τῆς βιβλιοθήκης ὑπάρχον τοῦ ἐνταῦθα εὐαγοῦς πατριαρχείου, καὶ ἐστοίχησεν.

Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ αὐτοῦ ἁγίου Κυρίλλον ἐκ τῆς αὐτῆς ἑρμηνείας βιβλίου ὀγδόου, οὗ ἡ ἀρχή Ἡ οὖν Μαρία λαβοῦσα λίτραν μύρου, ἔχουσα οὕτως"

Ὅρα δὴ πάλιν ἐν τούτοις τῆς μὲν ἀνθρωπίνης φύσεως τὸ εἰς θορύβους εὔκολον καὶ εὐπαρακόμιστον εἰς δειλίαν, τῆς δὲ θείας αὖθις καὶ ἀρρήτου δυνάμεως τὸ ἐφ᾽ ἅπασιν ἀρραγές τε καὶ ἄθραυστον καὶ εἰς μόνην βλέπον τὴν αὐτῇ πρέπουσαν ἀνδρείαν. ἡ μὲν γὰρ τοῦ θανάτου παρεισδύσασα μνήμη ταράττειν πειρᾶται τὸν Ἰησοῦν, ἡ δὲ τῆς θεότητος δύναμις κεκινημένον εὐθὺς χειροῦται τὸ πάθος καὶ μεταμορφοῖ παραχρῆμα πρὸς ἀσύγκριτον εὐτολμίαν τὸ δειλίᾳ νενικημένον. οἰησόμεθα γὰρ καὶ ἐν ζαὐτῷ» τῷ σωτῆρι Χριστῷ κεκινῆσθαι τὰ ἀνθρώπινα διὰ δύο τε καὶ ἀναγκαίους τρόπους. ἔδει γάρ, ἔδει καὶ διὰ τούτων αὐτῶν οὐ δοκήσει καὶ ὑπονοίᾳ, φυσικῶς δὲ μᾶλλον καὶ ἀληθῶς ἄνθρωπον {ἐκ γυναικὸφ᾽ γεγονότα φαίνεσθαι, πάντα φέροντα τὰ ἀνθρώπινα δίχα μόνης ἁμαρτίας. φόβος δὲ καὶ δειλία πάϑη μὲν ἐν ἡμῖν φυσικά, τό γε μὴν ἐν ἁμαρτίαις τετάχθαι διαπεφευγότα, καὶ πρὸς τούτοις ἔτι χρησίμως ὑπεκινεῖτο (καὶ) ἐν Χριστῷ τὰ ἀνθρώπινα, οὐχ ἵνα κινηθέντα κρατύνηται καὶ εἰς τὰ πρόσω χωρῇ, καθάπερ καὶ ἐφ᾽ ἡμῶν, ἀλλ᾽ ἵνα κεκινημένα τῇ δυνάμει τοῦ λόγου ἀνακόπτηται πρὸς ἀμείνω τινὰ καὶ θειοτέραν κατάστασιν μεταστοιχειουμένης τῆς φύσεως ἐν πρώτῳ Χριστῷ. ἦν γὰρ οὕτω καὶ οὐχ ἑτέρως καὶ εἰς ἡμᾶς αὐτοὺς τὸν τῆς ἰάσεως διαβῆναι τρόπον.

Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἑρμηνείας βιβλίου δεκάτου, ἧς ἡ ἀρχή᾽ Ὁ ἔχων τάς ἐντολάς μου καὶ τηρῶν αὐτάς"

Ὥσπερ ἐστὶν ὁμοούσιος, οὕτω καὶ συνθελητὴς τῷ ἰδίῳ γεννήτορι᾽ μιᾶς γὰρ οὐσίας ἕν δήπου τὸ θέλημα καὶ σκοπὸς ἐφ᾽ ἅπασιν εἷς καὶ τὸ διαφωνοῦν οὐδέν.

Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἑρμηνείας βιβλίου δωδεκάτου, ἧς ἡ ἀρχή" Ὅτι θεὸς κατὰ φύσιν ὁ υἱός.

Πεπληρωμένης πάσης ἀσεβείας ἐπὶ Χριστῷ παρὰ τῆς τῶν Ἰουδαίων ἀνοσιότητος, καὶ λοιπὸν ἐλλελοιπότος οὐδενὸς εἰς τὸ φαίνεσθαι τελείως ἔχουσαν τὴν ὑπὲρ λόγον ὠμότητα, πάσχει τι πάλιν ἐν τελευταίοις ἡ σὰρξ ἴδιόν τε καὶ φυσικόν. εἰσδέχεται γὰρ τὸ διψῆν ταῖς πολυτρόποις αἰκίαις ξηραινομένη. δεινοὶ γὰρ οἱ πόνοι πρὸς τὸ ἀναγκάσαι διψῆν, ἐμφύτῳ τινὶ καὶ ἀφράστῳ θερμότητι τὴν ἐν τῷ βάθει δαπανῶντες ἰκμάδα καὶ διαπύροις τισὶ προσβολαῖς τὸ τοῦ πάσχοντος διακαίοντες σπλάγχνον. ἦν μὲν γὰρ οὐ χαλεπὸν τῷ πάντα ἰσχύοντι θεῷ λόγῳ ἀποστῆσαι καὶ τοῦτο τῆς ἰδίας σαρκός" ἀλλ᾽ ὥσπερ ἑκὼν ἐφῆκε παθεῖν τὰ ἕτερα, πάσχει καὶ τοῦτο᾽ κατ᾽ ἑκούσιον βούλησιν οὐκοῦν ἐζήτει πιεῖν.

Αἴτινες τρεῖς χρήσεις ὡσαύτως ἀντεβλήθησαν πρὸς βιβλία χαρτῷα τῆς βιβλιοθήκης τυγχάνοντα τοῦ εὐαγοῦς τῶν ἐνταῦθα πατριαρχείου, καὶ ἐστοίχησαν.

25 Ἔτι ἀναγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ ἁγίου Ἐπιφανίου ἀρχιεπισκόπου Κύπρου ἐκ τῶν Παναρίων ἀπὸ λόγον ἑξηκοστοῦ ἐνάτου κατὰ ᾿Αρειομανιτῶν, οὗ ἡ ἀρχή᾽ Τούτους τοὺς περὶ Μελέτιον, ἔχουσα οὕτωτ᾽

Προπηδήσαντες τοίνυν οἱ λεξίθηρες εὐθέως, ὡς πρόφασιν κατ᾽ ἐχθροῦ εὑράμενοι ἐπιφέ-ρουσι λέγοντες" ὁρᾷς ὅτι ἐπεδέετο ἰσχύος ἀγγέλων; ἐνίσχυσε γὰρ αὐτὸν ἄγγελος" ἐν ἀγωνίᾳ γὰρ αὐτὸς ἐγένετο. καὶ οὐκ ἴσασιν, ὅτι ἐὰν μὴ ἔχῃ ταῦτα πάντα καὶ τό μή τὸ ἐμὸν βούλημα, ἀλλὰ τὸ σόν, καὶ ἐὰν μὴ ἀγωνιάσῃ, ζκαὶ» ἐὰν μὴ ἱδρὼς αὐτῷ γένηται ἐκ σώματος προχεόμενος, ἄρα δόκησις ἦν ἡ ἔνσαρκος τοῦ Χριστοῦ παρουσία. καὶ εὐζλόγγως παρὰ Μανιχαίων καὶ Μαρκιωνιστῶν ἡ περὶ φαντασίας δόκησις τῆς ἐνσάρκου παρουσίας ὑπόθεσις ᾷδεται, καὶ οὐκ ἀληθεστάτη. ταῦτα δὲ πάντα ἐπασφαλιζόμενος ἡμῶν τὴν ζωὴν τὰ ὅλα ἀνεδέξατο οἰκονομικῶς, ἀνθρωποπαθῆ τινα διηγήματα ἔχων καὶ οὐκ εἰρωνείᾳ ἀλλ᾽ ἀληθείᾳ τό" μὴ ἐμὸν βούλημα, ἵνα δείξῃ σαρκὸς ὑπόστασιν ἀληθινήν, καὶ ἵνα ἐλέγξῃ τοὺς λέγοντας νοῦν μὴ ἐσχηκέναι αὐτὸν ἀνθρώπινον" καὶ ἐλέγξῃ τοὺς μὴ λέγοντας σάρκα αὐτὸν ἐσχηκέναι. πᾶς γὰρ θεῖος λόγος ἀνὰ μέσον τῶν υἱῶν τοῦ σκότους ζἑστὼςσ ἐλέγχει μὲν τὸ σκότος, φωτίζει δὲ τοὺς υἱοὺς τῆς ἀληθείας. ὅρα γὰρ πόσα χρήσιμα ἐν τῷ λόγῳ τούτῳ. ἀπὸ ἀσωμάτων οὐ προέρχεται ἱδρώς, ἐν δὲ τῷ τοῦτο γενέσθαι ἔδειξεν ἀληθινὴν σάρκα καὶ οὐ δόκησιν. ἀπὸ σαρκὸς ἐν θεότητι συνηνωμένης χωρὶς ψυχῆς καὶ νοὸς οὐ γίνεται ἀγωνία. ἀγωνιάσαντος δὲ αὐτοῦ ἔδειξε ψυχὴν καὶ σῶμα καὶ νοῦν ἐπὶ τὸ αὐτὸ πεφορηκέναι, ὅθεν ἡ ἀγωνία γίνεται. καὶ πάλιν ἐν τῷ εἰ πεῖν" μὴ τὸ ἐμὸν θέλημα, ἀλλὰ τὸ σὸν ἔδειξεν ἀληθῶς νοῦν ἀνθρώπινον, ἀλλ᾽ ἀναμάρτητον.

Ἥτις χρῆσις ὁμοίως ἀντεβλήθη πρὸς βιβλίον χαρτῷον τῆς βιβλιοθήκης ὑπάρχον τοῦ ἐνταῦθα εὐαγοῦς πατριαρχείου, καὶ ἐστοίχησεν.

26

Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ ἁγίου [ρηγορίου ἐπισκόπου Νανζιανζοῦ ἐκ τοῦ περὶ υἱοῦ δευτέρου λόγου, οὗ ἡ ἀρχή Ἐπειδή σοι τὰς μὲν ἐκ τῶν λογισμῶν, ἔχουσα οὕτως"

Ἕβδομον λεγέσθω τό’ καταβεβηκέναι ἐκ τοῦ οὐρανοῦ τὸν υἱόν, οὐχ ἵνα ποιῇ τὸ θέλημα τὸ ἑαυτοῦ, ἀλλὰ τὸ τοῦ πέμψαντος ζαὐτόνν. εἰ μὲν οὖν μὴ παρὰ τοῦ κατεληλυθότος αὐτοῦ ταῦτα ἐλέγετο, εἴποιμεν ἂν ὡς παρὰ τοῦ ἀνθρώπου τυποῦσθαι τὸν λόγον, οὐ τοῦ κατὰ τὸν σωτῆρα νοουμένου. τὸ γὰρ ἐκείνου θέλειν οὐδὲ ὑπεναντίον θεῷ, θεωθὲν ὅλον, ἀλλὰ τοῦ καϑ' ἡμᾶς ὡς τοῦ ἀνθρωπικοῦ θελήματος, οὐ πάντως ἑπομένου τῷ θείῳ, ἀλλ᾽ ἀντιπίπτοντος ὡς τὰ πολλὰ καὶ ἀντιπαλαίοντος. καὶ γὰρ ἐκεῖνο οὕτως ἐνοήσαμεν τό" πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο, πλὴν οὐχ ὡς ἐγὼ θέλω, τὸ δὲ σὸν ἰσχυέτω θέλημα. οὔτε γὰρ εἰ δυνατὸν ἢ μὴ τοῦτο ἀγνοεῖν ἐκεῖνον εἰκός, οὔτε τῷ θελήματι ἀντεισφέρειν τὸ θέλημα, ἐπεὶ δὲ ὡς παρὰ τοῦ προσλαβόντος ὁ λόγος" τοῦτο γὰρ τὸ κατεληλυθός, οὐ τοῦ προσλήμματος, οὕτως ἀπαντησόμεθα, οὐχ ὡς ὄντος ἰδίου τοῦ υἱοῦ θελήματος παρὰ τὸ τοῦ πατρός, ἀλλ' ὡς οὐκ ὄντος ὁ λόγος, ἵνα ἦ τοιοῦτον τὸ συναγόμενον. οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, οὐδὲ γάρ ἐστι τὸ ἐμὸν τοῦ σοῦ κεχωρισ-μένον, ἀλλὰ τὸ κοινὸν ἐμοῦ τε καὶ σοῦ, ὧν ὡς μία θεότης οὕτω καὶ βούλησις.

Ἥτις χρῆσις ὁμοίως ἀντεβλήθη πρὸς βιβλίον ἐν σώμασι κροκωτοῖς τῆς βιβλιοθήκης ὑπάρχον τοῦ εὐαγοῦς τῶν ἐνταῦθα πατριαρχείου, καὶ ἐστοίχησεν.

Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ ἁγίου Κυρίλλου ἀρχιετισκόπου ᾿Αλεξανδρείας ἐκ τῶν Θησαυρῶν λόγον εἰκοστοῦ τετάρτου, οὗ ἡ ἀρχή᾽ Εἰ παρά τινος τῶν τυχόντων, ἔχουσα οὕτως᾽ Ὅταν οὖν φαίνηται δειλιῶν τὸν θάνατον καὶ λέγων" εἰ δυνατόν, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο, ἐννόει πάλιν, ὅτι δειλιῶσα τὸν θάνατον ἡ σὰρξ ἐδιδάσκετο φορουμένη παρὰ τοῦ θεοῦ λόγου μηκέτι τοῦτο πάσχειν. ἔλεγε γὰρ πρὸς τὸν πατέρα' οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ. οὐκ ἐφοβεῖτο μὲν γὰρ καθὸ λόγος ἐστὶ καὶ θεὸς τὸν θάνατον αὐτός, ἀλλ᾽ εἰς τέλος διεξάγειν τὴν οἰκονομίαν ἠπείγετο" τοῦτο γὰρ ἦν τὸ θέλημα τοῦ πατρός. ἔχει δὲ καὶ τὸ μὴ θέλειν ἀποθανεῖν διὰ τὸ παραιτεῖσθαι τὴν σάρκα τὸν θάνατον φυσικῶς. διδάσκων τοίνυν τὴν ἀνθρωπότητα μηκέτι τὰ αὐτῇ προσόντα φρονεῖν, ἀλλὰ τὸ τοῦ θεοῦ θέλημα ζητεῖν, ὡς ἄνθρωπος λέγει᾽ οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ. διὰ τοῦτο γὰρ φαίνεται καὶ προσθείς" τὸ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.

Ἥτις χρῆσις ζὡσαύτως» ἀντεβλήθη πρὸς βιβλίον χαρτῷον τῆς βιβλιοθήκης τυγχάνον τοῦ εὐαγοῦς τῶν ἐνταῦθα πατριαρχείονυ, καὶ ἐστοίχησεν.

Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ αὐτοῦ ἁγίου Κυρίλλου ἐκ τῆς ἑρμηνείας τοῦ κατὰ Ἰωάννην εὐαγγελίου βιβλίου τετάρτον, οὗ ἡ ἀρχή Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, ἔχουσα οὕτως"

Ὅτι δὲ καὶ ἀνεθέλητον μέν πώς ἐστι τῷ σωτῆρι Χριστῷ τὸ ἐπὶ τῷ σταυρῷ πάθος, θελητὸν δὲ δι᾽ ἡμᾶς καὶ τὴν εὐδοκίαν τοῦ θεοῦ καὶ πατρός, συνήσεις ἐντεῦθεν" μέλλων γὰρ ἀναβαίνειν ἐπ᾽ αὐτόν, τὰς πρὸς θεὸν ἐποιεῖτο διαλέξεις ὡς ἐν προσευχῆς δηλονότι σχήματι λέγων" πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο, πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ. ὅτι μὲν γὰρ θεὸς ἦν ὁ λόγος, ἀθάνατός τε καὶ ἀδιάφθορος, καὶ αὐτὸ κατὰ φύσιν ζωὴ καταπτήσσειν οὐκ ἤδει τὸν θάνατον, πᾶσιν οἶμαι προδηλότατον. ἐπι-τρέπει γε μὴν ὡς ἐν σαρκὶ γεγονὼς ὑπομένειν τὰ ἴδια τῇ σαρκὶ καὶ γεγονότα λοιπὸν ἐπὶ θύραις ὑποπτήσσειν τὸν θάνατον, ἵνα φαίνηται κατὰ ἀλήθειαν ἄνθρωπος. διὰ τοῦτό φησιν᾽ εἰ δυνατόν, παρελθέτω ἀπτ' ἐμοῦ τὸ ποτήριον τοῦτο; εἰ ἐνδέχεται, φησίν, ὦ πάτερ, μὴ παθόντα τὸν θάνατον κατορθῶσαι τοῖς εἰς αὐτὸν πιστεύουσι τὴν ζωήν᾽ εἰ ἀποθνήσκει θάνατος μὴ τεθνεῶτος ἐμοῦ κατὰ τὴν σάρκα δὲ δηλονότι παροιχέσθω, φησί, τὸ ποτήριον, πλὴν ἐπειδήπερ οὐκ ἂν γένοιτο, φησίν, ἑτέρως, οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ. ὁρᾷς, πῶς ἀτονοῦσα μὲν {πάλιν ἡ ἀνθρώπου φύσις καὶ ἐν αὐτῷ τῷ Χριστῷ τὸ ὅσον εἰς αὐτὴν εὑρίσκεται. ἀνακομίζεται δὲ διὰ τοῦ ἑνωθέντος αὐτῇ ῇ λόγου πρὸς εὐτολμίαν θεοπρεπῆ, καὶ εἰς φρόνημα νεανικὸν μεταπαιδεύεται, ὡς μὴ τοῖς ἰδίοις τὸ δοκοῦν ἐπιτρέψαι θελήμασιν, ἀλλὰ σκοπῷ μᾶλλον ἀκολουθεῖν τῷ θείῳ καὶ πρὸς ἐκεῖνο τρέχειν ἐπείγεσθαι, πρὸς ὅπερ ἂν ἡμᾶς ὁ τοῦ πεποιηκότος ἀνακαλεῖ νόμος. ὅτι δὲ τὰ τοιαῦτά φαμεν ἀληθεύοντες ἐξ αὐτοῦ μαθήσῃ τοῦ συνεζευγμένου" τὸ μὲν γὰρ πνεῦμα, φησί, πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. οὐ γὰρ ἠγνόησε Χριστός, ὅτι τῆς θεοπρεποῦς ἀξίας πολὺ δὴ λίαν ἀπελιμπάνετο τῷ δοκεῖν ἡττῆσθαι θανάτῳ καὶ τῆς ἀπ' αὐτοῦ δειλίας αἰσθάνεσθαι. διὰ τοῦτο θερμοτάτην τοῖς εἰρημένοις ἐπτήνεγκε τὴν ἀπολογίαν ἠσθενηκέναι μὲν γὰρ τὴν σάρκα διὰ τὸ αὐτῇ πρέτον καὶ φύσει προσὸν εἰπὼν πρόθυμον δ' οὖν ὅμως ὑπάρχειν τὸ πνεῦμα τὸ παϑεῖν οὐδὲν τῶν ἀδικούντων εἰδός. ὁρᾷς, ὅπως ἀβούλητος τῷ Χριστῷ διὰ τὴν σάρκα καὶ τὴν ἐκ τοῦ πάθους ἀδοξίαν ὁ θάνατος ἦν, θελητὸς δ' οὖν ὅμως ἄχρις ἂν εἰς αἴσιον διεξάγηται πέρας τῷ κόσμῳ παντὶ τὸ ἐν εὐδοκίᾳ τοῦ πατρός, τουτέστιν ἡ πάντων σωτηρία καὶ ζωή; Ἤτις χρῆσις ὡσαύτως ἀντεβλήθη πρὸς βιβλίον χαρτῷον τῆς βιβλιοθήκης τυγχάνον τοῦ εὐαγοῦς τῶν ἐνταῦθα πατριαρχείου, καὶ ἐστοίχησεν.

29

Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ ἁγίου ᾿Αθανασίου ἀρχιεπισκόπου ᾿Αλεξανδρείας ἐκ τοῦ περὶ τῆς ἐνανθρωπήσεως λόγου κατὰ ᾿Απολιναριανῶν, οὗ ἡ ἀρχή" Ὁ μὲν τρόπος τοῦ εὐσεβοῦς, ἔχουσα οὕτως"

Ὅτε τὸν ᾿Αδὰμ ἀρχῆθεν ἔπλασεν ὁ θεός, μὴ τί γε σύμφυτον αὐτῷ δέδωκε τὴν ἁμαρτίαν; τίς οὖν ἦν ἔτι χρεία τῆς ἐντολῆς; πῶς δὲ αὐτὸν κατεδίκασεν ἀμαρτήσαντα; πῶς δὲ καὶ πρὸ τῆς παρακοῆς οὐκ ἐγίνωσκε καλὸν καὶ πονηρὸν ὁ ᾿Αδάμ, ὃν ἔπλασεν ὁ θεὸς ἐπὶ ἀφθαρσίᾳ καὶ εἰκόνι τῆς ἰδίας ἀϊδιότητος; ἐποίησεν αὐτὸν φύσιν ἀναμάρτητον καὶ θέλησιν αὐτεξούσιον.

Ἥτις χρῆσις ἀντεβλήθη ὁμοίως πρὸς βιβλίον ἐν σώμασι κροκωτοῖς τῆς βιβλιοθήκης ὑπάρχον τοῦ ἐνταῦθα εὐαγοῦς πατριαρχείου, καὶ ἐστοίχησεν.

Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ ἁγίον Αὐγονστίνου ἐπισκόπου Ἱπ-

πονηρηγίου ἐκ τοῦ κατὰ Ἰουλιανοῦ Πελαγιανιστοῦ βιβλίου πέμπτου, ἔχουσα οὕτωτ' Κίνησις ψυχῆς τί ἐστιν εἰ μὴ κίνησις φύσεως; ἡ γὰρ ψυχὴ ἀνενδοιάστως φύσις ἐστί"

διόπερ τὸ θέλημα κίνησις φύσεως ὑπάρχει, ἐπειδὴ κίνησίς ἐστι ψυχῆς.

Ἥτις χρῆσις ὁμοίως ἀντεβλήθη πρὸς βιβλίον ἐν Ῥωμαϊκοῖς γράμμασι γεγραμμένον ἐρ-

μηνεύσαντος Κωνσταντίνου τοῦ θεοσεβεστάτου πρεσβυτέρου καὶ ἐκδίκου τῆς ἐνταῦθα

ἁγιωτάτης μεγάλης ἐκκλησίας καὶ γραμματικοῦ Ῥωμαϊκοῦ, καὶ ἐστοίχησεν.

Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις περὶ ἐνεργειῶν τοῦ ἁγίου Λέοντος πάπα Ῥώμης ἐκ τῆς πρὸς Φλαβιανὸν ἀρχιεπίσκοπον Κωνσταντινονπόλεως ἐπιστολῆς, ἧς ἡ ἀρχή" ᾿Αναγνόντες τὰ γράμματα {τῆς ἀγάπης τῆς σῆς», ἔχουσα οὕτωτ᾽

Ὥσπερ ζγὰρ» τῷ ἐλεεῖν ὁ θεὸς τροπὴν οὐχ ὑφίσταται, οὕτως ὁ ἄνθρωπος τῷ μεγέθει τῆς θείας ἀξίας οὐκ ἀναλίσκεται. ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας ὅπερ ἴδιον ἔσχηκε, τοῦ μὲν λόγου κατεργαζομένου τοῦτο ὅπερ ἐστὶ τοῦ λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος ἅπερ ἐστὶ τοῦ σώματος, καὶ τὸ μὲν αὐτῶν διαλάμπει τοῖς θαύμασι, 32

τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέτττωκε. καὶ καθάπερ ὁ λόγος ἀπὸ τῆς ἰσότητος τῆς τοῦ πατρὸς δόξης ἐστὶν ἀχώριστος, οὕτω τὸ σῶμα τὴν φύσιν τοῦ ἡμετέρου γένους οὐκ ἀπολέλοιπεν. εἷς γὰρ καὶ ὁ αὐτὸς ἀληθῶς υἱὸς τοῦ θεοῦ καὶ ἀληθῶς υἱὸς ἀνθρώπου τυγχάνει.

Ἥτις χρῆσις ἀντεβλήθη πρὸς βιβλίον ἐν σώμασιν ἀργυρένδετον τοῦ σκενοφυλακίου τυγχάνον τῆς ἐνταῦθα ἁγιωτάτης μεγάλης ἐκκλησίας, καὶ ἐστοίχησεν.

Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ αὐτοῦ ἁγίου Λέοντος ἐκ τῆς πρὸς Λέοντα τὸν εὐσεβέστατον βασιλέα δευτέρας ἐπιστολῆς, ἧς ἡ ἀρχή" Ὑποσχόμενον ἐμαυτὸν διαμέμνημαι, ἔχουσα οὕτως"

Τοιγαροῦν εἰ καὶ τὰ μάλιστα ἐν τῷ ἑνὶ δεσπότῃ Ἰησοῦ Χριστῷ, τῷ ἀληθεῖ τοῦ θεοῦ καὶ ἀνθρώπου υἱῷ, τοῦ τε λόγου καὶ τῆς σαρκὸς ἕν ὑπάρχει τὸ πρόσωπον, ὅπερ ἀχωρίστως καὶ ἀδιαιρέτως κοινὰς ἔχει τὰς πράξεις, δεῖ νοεῖν ὅμως αὐτῶν τῶν ἔργων τὰς ποιότητας, καὶ τῇ κατανοήσει τῆς εἰλικρινοῦς πίστεως δεῖ καθορᾶν ἐπὶ ποῖα μὲν ἡ τῆς σαρκὸς προάγεται ταπεινότης, ἐπὶ ποῖα δὲ τὸ ὕψος τῆς θεότητος ἐπικλίνεται.

Καὶ μετὰ βραχέα'

Καὶ τὸ δὴ πέρας, δίχα μὲν τῆς τοῦ λόγου δυνάμεως οὐκ ἂν ἑαυτὸν ὁ κύριος ἴσον τῷ πατρὶ τυγχάνειν ὡμολόγει, δίχα δὲ τῆς ἀληθείας τοῦ σώματος οὐκ ἂν ὁ αὐτὸς ἔλεγε μείζονα εἶναι ἑαυτοῦ τὸν πατέρα, ὁπότε ἡ καθολικὴ πίστις ἑκάτερον δέχεται καὶ ἑκάτερον ἐκδικεῖ, ἧτις κατὰ τὴν ὁμολογίαν τοῦ μακαρίου ἀποστόλου Πέτρου ἕνα Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος καὶ ἄνθρωπον πιστεύει καὶ λόγον. εἰ καὶ τὰ μάλιστα τοίνυν ἐξ ἐκείνης τῆς ἀρχῆς, ἀφ᾽ ἧς ἐν τῇ γαστρὶ τῆς παρθένου ὁ λόγος γέγονε σάρξ, οὐδ᾽ ὁτιοῦν ἦν διαιρέσεως ἀναμεταξὺ τῆς ἑκατέρας μορφῆς, καὶ διὰ πάσης αὐξήσεως σωματικῆς ἑνὸς προσώπου αἱ τοῦ παντὸς χρόνου πράξεις γεγόνασιν, ὅμως αὐτὰ ταῦτα ἅπερ ἀχωρίστως γεγένηται κατ' οὐδεμίαν ἐπιμιξίαν συγχέομεν, ἀλλὰ τί ποίας εἴη μορφῆς, ἐκ τῆς τῶν ἔργων ποιότητος αἰσθανόμεθα.

Ἥτις χρῆσις ἀντεβλήθη ὁμοίως πρὸς τὸ αὐτὸ ἐν σώμασι βιβλίον ἀργυρένδετον τοῦ σκενοφυλακίου ὑπάρχον τῆς ἐνταῦθα ἁγιωτάτης μεγάλης ἐκκλησίας, καὶ ἐστοίχησεν.

34

Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ ἁγίου Ἰουστίνου φιλοσόφου καὶ μάρτυρος, ἐξ ἧς ἐποιήσατο ἐκθέσεως πίστεως περὶ τῆς ὀρθῆς ὁμολογίας, ἧς ἡ ἀρχή Ἱκανῶς τὸν κατὰ Ἰουδαίων καὶ Ἑλλήνων, ἔχουσα οὕτως"

Ὥσπερ τοῦ φωτός, ἧἦ φῶς ἐστιν ἕν, τὴν ἐνέργειαν οὐκ ἄν τις χωρίσειε τοῦ σώματος αὐτοῦ τοῦ δεκτικοῦ -- τῷ λόγῳ δὲ διελὼν γνωρίσειε τὴν φύσιν, ἧς ἐστιν ἰδία ἡ ἐνέργεια --, οὕτως καὶ ἐπὶ τοῦ ἑνὸς υἱοῦ τοῦ θεοῦ πᾶσαν μὲν ἐνέργειαν οὐκ ἄν τις χωρίσειε τῆς μιᾶς υἱότητος, τῆς δὲ φύσεως ἧς ἐστιν οἰκεῖον τὸ γινόμενον τῷ λόγῳ γνωρίσειεν.

Ἥτις χρῆσις ὁμοίως ἀντεβλήθη πρὸς βιβλίον χαρτῷον τῆς βιβλιοθήκης τυγχάνον τοῦ εὐαγοῦς τῶν ἐνταῦθα πατριαρχείου, καὶ ἐστοίχησεν.

Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ ἁγίου Ἰωάννου ἀρχιεττισκόπου Κωνσταντινουπόλεως ἐκ τοῦ εἰς Θωμᾶν τὸν ἀπόστολον {καὶ κατὰ ᾿Αρειανῶν λόγου, οὗ ἡ ἀρχή" Τῷ μὲν νόμῳ τῆς ἐκκλησίας πειθόμενος, ἔχουσα οὕτωτς᾽

Ταῦτα ἀκούσας ἐκάθαρα τὴν ψυχὴν ἀπιστίας, ἀπεδυσάμην τὴν ἀμφίβολον γνώμην, ἀνέλαβον {τὸν» νοῦν πεπεισμένον" ἡψάμην τοῦ σώματος χαίρων καὶ τρέμων, ἐξήπλωσα μετὰ τῶν δακτύλων καὶ τὸ τῆς ψυχῆς ὄμμα καὶ δύο λοιπὸν ἐνεργειῶν ἠσθόμην. Ἥτις χρῆσις ἀντεβλήθη ὁμοίως πρὸς βιβλίον ἐν σώμασι προενεχθὲν ἐκ μέρους τῶν τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης, καὶ ἐστοίχησεν.

Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ ἁγίου Γρηγορίου ἐπισκόπου Νύσσης ἐκ τῶν κατὰ Εὐνομίου τόμου πέμπτου, οὗ ἡ ἀρχή" Περὶ δὲ τῆς Πέτρου τοῦ ἀποστόλου φωνῆς, ἔχουσα οὕτως"

Διαμένει ἀσύγχυτος τῶν τε τῆς σαρκὸς καὶ τῶν τε τῆς θεότητος ἰδιωμάτων ἡ θεωρία, ἕως ἂν ἐφ' ἑαυτοῦ θεωρῆται τούτων ἑκάτερον. οἷόν τι λέγω' ὁ λόγος πρὸ τῶν αἰώνων ἦν, ἡ σὰρξ δὲ ἐπὶ τῶν ἐσχάτων γεγένηται χρόνων, καὶ οὐκ ἄν τις ἀναστρέψας εἴποι ἢ ταύτην προαιώνιον εἶναι ἢ ἐν τοῖς ἐσχάτοις γεγενῆσθαι τὸν λόγον. ἡ σὰρξ παθητικῆς ἐστι φύσεως, ἐνεργητικῆς δὲ ὁ λόγος, καὶ οὐδὲ αὐτὴ δημιουργικὴ τῶν ὄντων οὔτε ἡ θεότης παϑητικὴν ἔχει τὴν δύναμιν" ἐν ἀρχῇ πρὸς τὸν θεὸν ὁ λόγος, ἐν τῇ τοῦ θανάτου πείρᾳ ὁ ἄνθρωπος, καὶ οὔτε ἐξ ἀϊδίου τὸ ἀνθρώπινον οὔτε θνητὸν τὸ θεῖον. καὶ τὰ ἄλλα πάντα κατὰ τὸν αὐτὸν θεωρεῖται τρόπον. οὔτε ζωοποιεῖ τὸν Λάζαρον ἡ ἀνθρωπίνη φύσις, οὔτε δακρύει τὸν κείμενον ἡ ἀπαθὴς ἐξουσία, ἀλλ᾽ ἴδιον τοῦ μὲν ἀνθρώπου τὸ δάκρυον, ἡ δὲ ζωὴ τῆς ὄντως ζωῆς. οὐ τρέφει τὰς χιλιάδας ἡ ἀνθρωπίνη πτωχεία οὔτε τρέχει ἐπὶ τὴν συκὴν ἡ παντοδύναμος ἐξουσία. τίς ὁ κοπιῶν ἐκ τῆς ὁδοιπορίας καὶ τίς ὁ ἀπόνως ὅλον τὸν κόσμον ὑποστήσας τῷ λόγῳ; τί τὸ τῆς δόξης ἀπαύγασμα, τί τὸ τοῖς ἥλοις καταπειρόμενον; ποία μορφὴ ἐπὶ τοῦ πάϑους ῥαπίζεται καὶ ποία ἐξ ἀϊδίου δοξάζεται; φανερὰ γὰρ ταῦτα, κἂν μή τις ἐφερμηνεύσῃ τῷ λόγῳ, ὅτι αἱ μὲν πληγαὶ τοῦ δούλου ἐν ᾧ ὁ δεσπότης, αἱ δὲ τιμαὶ τοῦ δεσπότου περὶ ὃν ὁ δοῦλος, ὡς διὰ τὴν συνάφειάν τε καὶ συμφυΐαν κοινὰ γίνεσθαι τὰ ἑκατέρου ἀμφότερα, τοῦ τε δεσπότου τοὺς δουλικοὺς μώλωπας εἰς ἑαυτὸν ἀναλαβόντος καὶ τοῦ δούλου τῇ δεσποτικῇ δοξαζομένου τιμῇ.

Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου ἑτέρα χρῆσις τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν τόμου δωδεκάτον, οὗ ἡ ἀρχή" ᾿Αλλ' ἴδωμεν καὶ τὸ ἐκ τοῦ ἀκολούθου, ἔχουσα οὕτως"

Τέως δὲ μαθεῖν ἄξιον παρὰ τῶν προφερόντων ἡμῖν τὰς τοιαύτας φωνάς, ὃ τι τὸ ἀναβαῖνον καὶ τὸ ὁρώμενον καὶ τὸ διὰ τῆς ἁφῆς γνωριζόμενον καὶ {ἔτι πρὸς τούτοις τὸ τοῖς ἀνθρώποις διὰ τῆς ἀδελφότητος οἰκειούμενον, ἄρα τῆς θείας ἢ τῆς ἀνθρωπίνης φύσεως ἴδιον εἶναι νομίζουσιν. εἰ μὲν γὰρ {τὸ} ψηλαφητὸν καὶ ὁρατὸν καὶ βρώσει καὶ πόσει διοικούμενον καὶ τοῖς ἀνθρώποις ὁμογενὲς καὶ ἀδελφὸν καὶ ὅσα περὶ τὴν σωματικὴν καθορᾶται φύσιν, πάντα ταῦτα καὶ ἐν τῇ θεότητι βλέπουσι, λεγέτωσαν περὶ τοῦ μονο-γενοῦς θεοῦ καὶ ταῦτα καὶ ὅσα βούλονται μαρτυρείτωσαν αὐτῷ, καὶ τὴν πορευτικὴν ἐνέργειαν καὶ τὴν τοπικὴν μετάστασιν, ὅπερ ἴδιον τῶν ἐν σώματι περιγεγραμμένων ἐστίν. εἰ δὲ ὁ μὲν διὰ τῆς Μαρίας ἀδελφοῖς διαλέγεται, ὁ δὲ μονογενὴς ἀδελφοὺς οὐκ ἔχει, πῶς γὰρ ἂν ἐν ἀδελφοῖς τὸ μονογενὲς διασῴζοιτο; καὶ ὁ εἰπών πνεῦμα ὁ θεός, φησὶ πρὸς τοὺς μαθητὰς (ὁ) αὐτὸς [ἑαυτοῦ], ὅτι ψηλαφήσατέ με, ἵνα δείξῃ ὅτι ψηλαφητὴ μὲν ἡ ἀνθρωπίνη φύσις, ἀναφὲς δὲ τὸ θεῖον. καὶ ὁ εἰπών πορεύομαι, τὴν τοπικὴν διασημαίνει μετάστασιν, ὁ δὲ τὰ πάντα ἐμπεριειληφώς, ἐν ᾧ, καθώς φησιν ὁ ἀπόστολος, ἐκτίσθη τὰ πάντα καὶ ἐν ᾧ τὰ πάντα συνέστηκεν, οὐδὲν ἐν τοῖς οὖσιν ἔξω ἑαυτοῦ ἔχει, εἰς ὃ κατά τινα κίνησιν ἡ μεταχώρησις γίνεται. οὐδὲ γὰρ ἔστιν ἑτέρως ἐνεργῆσαι τὴν κίνησιν, μὴ τοῦ μεθισταμένου τὸν μὲν ἐν ᾧ ἦν ἀπολιπόντος, ἕτερον δὲ ἀντιμεταλαμβάνοντος τόπον. τὸ δὲ διὰ πάντων ἧκον καὶ ἐν πᾶσιν ὃν καὶ πάντα περικρατοῦν καὶ ὑπ᾽ οὐδενὸς τῶν ὄντων περιειργόμενον οὐκ ἔχει ὅπου μεταχωρήσει τῷ μηδὲν εἶναι κενὸν τοῦ θείου πληρώματος.

Αἴτινες δύο χρήσεις ἀντεβλήθησαν πρὸς βιβλίον ἐν σώμασι κροκωτοῖς τῆς βιβλιοθήκης ὑπάρχον τοῦ εὐαγοῦς τῶν ἐνταῦθα πατριαρχείου, καὶ ἐστοίχησεν.

Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Εὐστάθιον ἐπιστολῆς περὶ τῆς ἁγίας τριάδος, ἧς ἡ ἀρχή Ἔστι μὲν καὶ πᾶσιν ὑμῖν, ἔχουσα οὕτωτ'

Οὐκοῦν δειξάτωσαν, διὰ τίνων τὸ τῆς φύσεως παρηλλαγμένον ἔγνωσαν. εἰ μὲν γὰρ ἦν δυνατὸν αὐτὴν ἐφ᾽ ἑαυτῆς τὴν θείαν φύσιν θεωρηθῆναι καὶ τό τε οἰκείως ἔχον καὶ τὸ ἀλλότριον διὰ τῶν φαινομένων εὑρεῖν, οὐκ ἂν πάντως ἐδεήθημεν λόγων ἢ τεκμηρίων ἑτέρων πρὸς τὴν τοῦ ζητουμένου κατάληψιν. ἐπεὶ δὲ ἡ μὲν ὑψηλοτέρα τῆς) τῶν ζητουμένων ἐστὶ (κατανοήσεως, ἐκ δὲ τεκμηρίων τινῶν περὶ τῶν διαφευγόντων τὴν γνῶσιν ἡμῶν στοχαστικῶς ἀναλογιζόμεθα, ἀνάγκη πᾶσα διὰ τῶν ἐνεργειῶν ἡμᾶς χειρ-αγωγεῖσθαι πρὸς τὴν τῆς θείας φύσεως ἔρευναν. οὐκοῦν ἐὰν ἴδωμεν διαφερούσας ἀλλήλων τὰς ἐνεργείας τὰς παρὰ τοῦ πατρός τε ζκαὶ τοῦ υἱοῦ» καὶ τοῦ ἁγίου πνεύματος ἐνεργου-μένας, διαφόρους εἶναι καὶ τὰς ἐνεργούσας φύσεις ἐκ τῆς ἑτερότητος τῶν ἐνεργειῶν στο-χαζόμεθα. οὐδὲ γὰρ ἐνδέχεται τὰ διεστῶτα κατὰ τὸν τῆς φύσεως λόγον πρὸς τὸ τῶν ἐνεργειῶν εἶδος ἀλλήλοις συνενεχθῆναι, οὔτε ψύχει τὸ πῦρ οὔτε θερμαίνει ὁ κρύσταλλος, ἀλλὰ τῇ τῶν φύσεων {διαφορᾷ συνδιαχωρίζονται ἀπ᾿ ἀλλήλων καὶ αἱ παρὰ τούτων ἐνέργειαι.

39 Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου, (ἔχουσα οὕτως)"

Ἡ (δὲσ θεία φύσις ἐν πᾶσι τοῖς ἐπινοουμένοις ὀνόμασι καθό ἐστι μένει ἀσήμαντος ὡς ὁ ἡμέτερος λόγος. εὐεργέτην γὰρ καὶ κριτήν, ἀγαθόν τε καὶ δίκαιον καὶ ὅσα ἄλλα τοιαῦτα μαϑόντες διαφορὰς ἐνεργειῶν ἐδιδάχθημεν, τοῦ δὲ ἐνεργοῦντος τὴν φύσιν οὐδὲν μᾶλλον διὰ τῆς τῶν ἐνεργειῶν κατανοήσεως ἐπιγνῶναι δυνάμεθα. ὅταν γὰρ ἀποδιδῷ τις λόγον ἑκάστου τε τούτων τῶν ὀνομάτων καὶ αὐτῆς τῆς φύσεως περὶ ἣν τὰ ὀνόματα, οὐ τὸν αὐτὸν ἀμφοτέρων ἀποδίδωσι λόγον" ὧν δὲ ὁ λόγος ἕτερος, τούτων καὶ αἱ φύσεις διάφοροι.

Αἴτινες δύο χρήσεις (ὡσαύτως ἀντεβλήθησαν πρὸς βιβλίον ἐν σώμασι κροκωτοῖς τῆς βιβλιοθήκης ὑπάρχον τοῦ ἐνταῦθα εὐαγοῦς πατριαρχείου, καὶ ἐστοίχησεν.

40 Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ ἁγίου Κυρίλλου ἀρχιεπισκόπου

᾿Αλεξανδρείας ἐκ τοῦ προσφωνητικοῦ τοῦ πρὸς τὸν εὐσεβέστατον βασιλέα Θεοδόσιον λόγου περὶ τῆς ὀρθῆς πίστεως, οὗ ἡ ἀρχή" Τῆς μὲν ἐν ἀνθρώποις εὐκλείας, ἔχουσα οὕτως"

Ὅλον οὖν ὅλῃ συνηνῶσθαί φαμεν τῇ καθ' ἡμᾶς ἀνθρωπότητι τὸν ἐκ θεοῦ λόγον. οὐ γάρ που τὸ ἄμεινον ἐν ἡμῖν, τουτέστι ψυχήν, οὐδενὸς ἂν ἠξίωσε λόγου, μόνῃ δωρούμενος τῇ σαρκὶ τῆς ἐπιδημίας τοὺς πόνους" ἐπράττετο δὲ δι' ἄμφω καλῶς τῆς οἰκονομίας τὸ μυστήριον προσεχρήσατο γὰρ καθάπερ ὀργάνῳ τῇ μὲν ἰδίᾳ σαρκὶ πρὸς τὰ σαρκὸς ἔργα τε καὶ ἀρρωστήματα φυσικὰ καὶ ὅσα μώμου μακράν, ψυχῇ δὲ αὖ τῇ ἰδίᾳ πρὸς τὰ ἀνθρώπεινά τε καὶ ἀνυπαίτια πάθη. πεινῆσαι γὰρ λέγεται, κόπους τε ὑπενεγκεῖν τοὺς ἐκ μακρῶν ὁδοιτιοριῶν, πτοίας τε καὶ φόβους καὶ λύπην καὶ ἀγωνίαν καὶ τὸν ἐπὶ τῷ σταυρῷ θάνατον.

Ἥτις χρῆσις ἀντεβλήθη πρὸς βιβλίον ἐν σώμασι τῆς ἁγίας τρίτης [συνόδου] ἐν Ἐφέσῳ τὸ πρότερον συνόδου τῆς βιβλιοθήκης τυγχάνον τοῦ ἐνταῦθα εὐαγοῦς πατριαρχείου, ἐν ᾧ φέρεται ὁ εἰρημένος προσφωνητικὸς λόγος, καὶ ἐστοίχησεν.

Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ αὐτοῦ ἐκ τῶν Θησαυρῶν λόγου τριακοστοῦ δευτέρου, ἔχουσα οὕτως᾽

Οὐ γὰρ δήπου μίαν εἶναι φυσικὴν τὴν ἐνέργειαν δώσομεν θεοῦ καὶ ποιήματος, ἵνα μήτε τὸ ποιηθὲν εἰς τὴν θείαν ἀναγάγωμεν οὐσίαν, μήτε μὴν τῆς θείας φύσεως τὸ ἐξαίρετον εἰς τὸν τοῖς γεννητοῖς πρέποντα καταγάγωμεν τόπον. οἷς γὰρ ἡ ἐνέργεια καὶ ἡ δύναμις ἀπαραλλάκτως μία, τούτοις ἀνάγκη καὶ τὴν τοῦ εἴδους ἑνότητα σῴζεσθαι.

Ἥτις χρῆσις ὁμοίως ἀντεβλήθη πρὸς βιβλίον χαρτῷον τῆς βιβλιοθήκης ὑπάρχον τοῦ ἐνταῦθα εὐαγοῦς πατριαρχείου, καὶ ἐστοίχησεν.

Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις Ἰουστινιανοῦ τοῦ εὐσεβεστάτον βασιλέως ἐκ τοῦ κατὰ Νεστοριανῶν καὶ ᾿Ακεφάλων λόγου, οὗ ἡ ἀρχή᾽ Τεκμήριον ἀκριβὲς τῆς εὐθείας καὶ μὴ τετραμμένης ὁδοῦ, ἔχουσα οὕτως"

᾿Αλλὰ δεῖ καὶ τὰ ἐφεξῆς εἰρημένα τῷ ἐν ἁγίοις εἰπεῖν Λέοντι καὶ τὰ παρὰ τούτων συκοφαντούμενα᾽ εἰπόντος γὰρ αὐτοῦ, ὅτι ἐνεργεῖ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας ὅπερ ἴδιον ἔσχηκε, τοῦ μὲν λόγου κατεργαζομένου τοῦτο ὅπερ ἐστὶ τοῦ λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος ἅπερ ἐστὶ τοῦ σώματος. καὶ τὸ μὲν αὐτῶν διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκεν"“ εὐθέως ἀναπηδῶσιν οἱ αἱρετικοὶ λέγοντες μὴ δεῖν διαφόρους λέγειν ἐνεργείας τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ, ἀλλὰ μίαν εἶναι τὴν ἐνέργειαν, πάλιν καὶ τοῦτο κατὰ τὴν ᾿Απολιναρίου βλασφημοῦντες μανίαν. πάντες γὰρ οἱ ἅγιοι πατέρες ὥσπερ τὸ πάϑος καὶ τὴν ἀπάθειαν ἑνὸς καὶ τοῦ αὐτοῦ πιστεύειν ἡμᾶς ἐδίδαξαν, οὕτως καὶ διαφόρους ἐνεργείας ἑνὸς καὶ τοῦ αὐτοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁμολογεῖν ἡμᾶς ἐξεπαίδευσαν. ἀμέλει τοι ὁ ἐν ἁγίοις Κύριλλος ἀπαγορεύων τοῖς μίαν εἶναι τὴν ἐνέργειαν λέγουσι θεότητος καὶ ἀνθρωπότητος γράφει τάδε ἐν τῷ τριακοστῷ δευτέρῳ λόγῳ τοῦ Θησαυροῦ" οὐ γὰρ δήπου μίαν εἶναι φυσικὴν τὴν ἐνέργειαν δώσομεν θεοῦ καὶ ποιήματος, ἵνα μήτε τὸ ποιηθὲν εἰς τὴν θείαν ἀναγάγωμεν οὐσίαν, μήτε μὴν τῆς θείας φύσεως τὸ ἐξαίρετον εἰς τὸν τοῖς γεννητοῖς πρέποντα καταγάγωμεν τόπον". καὶ ὁ ἐν ἁγίοις δὲ ᾿Αθανάσιος ἐν τῷ κατὰ ᾿Αρειανῶν τετάρτῳ λόγῳ γράφει τάδε: ταῦτα ἀναγκαίως προεξητάσαμεν, ἵνα, ἐὰν ἴδωμεν αὐτὸν δι᾽ ὀργάνου τοῦ ἰδίου σώματος θεϊκῶς τι πράττοντα ἢ λέγοντα, γινώσκομεν, ὅτι θεὸς ὧν ταῦτα ἐργάζεται᾽ καὶ πάλιν ἐὰν ἴδωμεν αὐτὸν ἀνθρωπίνως λαλοῦντα ἢ πάσχοντα, μὴ ἀγνοῶμεν, ὅτι σάρκα φορῶν γέγονεν ἄνθρωπος, καὶ οὕτω ταῦτα ποιεῖ. ἑκάστου γὰρ τὸ ἔργον γινώσκοντες καὶ ἀμφότερα ἐξ ἑνὸς πραττόμενα βλέποντες ὀρθῶς πιστεύσομεν καὶ οὔποτε πλανηθησόμεθα“, (ἰδοὺ καὶ διὰ τῶν νῦν παρατεθειμένων ἡμῖν ἐκ τῶν ἁγίων πατέρων σαφῶς ἀποδέδεικται δια-φόρους ἐνεργείας εἶναι τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ ἑνὸς κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τοῦτο συμφώνως ἅπασι τοῖς πρὸ αὐτοῦ τὸν ἐν ἁγίοις διδάξαι Λέοντα). Ἥτις χρῆσις ἀντεβλήθη ὁμοίως πρὸς βιβλίον ἐν σώμασι τῆς βιβλιοθήκης ὑπάρχον τοῦ ἐνταῦθα εὐαγοῦς πατριαρχείου, καὶ ἐστοίχησεν.

Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ αὐτοῦ ἐν ἁγίοις Ἰουστινιανοῦ ἐκ τῆς πρὸς Ζώϊλον τὸν ἁγιώτατον πατριάρχην ᾿Αλεξανδρείας δογματικῆς ἐπιστολῆς, ἧς ἡ ἀρχή᾽ Τοῖς γράμμασιν ἐντυχόντες, ἔχουσα οὕτως"

Εἴς οὖν ἐστιν ὁ Χριστὸς οὐκ ἀνῃρημένης τῆς τῶν φύσεων διαφορᾷς διὰ τὴν ἄφραστον ἕνωσιν, λόγος νοούμενος καὶ ἄνθρωπος θεωρούμενος" οὔτε γὰρ ἡ ἕνωσις σύγχυσιν ἀπειρ-γάσατο, οὔτε ἡ διαφορὰ τῶν ἐν αὐτῷ οὐσιῶν τομὴν εἶτ᾽ οὖν διαίρεσιν ἐπιδέχεται. βλέποντες γὰρ τοῦ Χριστοῦ τὰ θαύματα κηρύττομεν αὐτοῦ τὴν θεότητα, ὁρῶντες αὐτοῦ τὰ πάθη οὐκ ἀρνούμεθα αὐτοῦ τὴν ἀνθρωπότητα. οὔτε τὰ θαύματα δίχα σαρκός, οὔτε τὰ πάθη χωρὶς τῆς θεότητος. καὶ ἔστι παράδοξον ὅτι αὐτὸς ἦν ὁ πάσχων καὶ μὴ πάσχων. πάσχων μέν, ὅτι τὸ ἴδιον αὐτοῦ ἔπασχε σῶμα καὶ ἐν αὐτῷ τῷ σώματι ἦν" μὴ πάσχων δέ, ὅτι φύσει θεὸς ὧν ὁ λόγος ἀπαθὴς ἦν. καὶ αὐτὸς μὲν ὁ ἀσώματος ἦν ἐν τῷ παθητῷ σώματι" τὸ δὲ σῶμα εἶχεν ἐν ἑαυτῷ τὸν ἀπαθῆ λόγον ἀφανίζοντα τὰς ἀσθενείας αὐτοῦ τοῦ σώματος. ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας ὅπερ ἴδιον ἔσχηκε, τοῦ μὲν λόγον κατεργαζομένου τοῦτο ὅπερ ἐστὶ τοῦ λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος ἅπερ ἐστὶ τοῦ σώματος". τοῦτο γὰρ καὶ ὁ ἐν ἁγίοις Κύριλλος ἐν τῷ τριακοστῷ δευτέρῳ λόγῳ τοῦ Θησαυροῦ διδάσκει τὴν πρὸς Ῥωμαίους ἑρμηνεύων ἐπιστολήν" οὐ δήπου μίαν εἶναι φυσικὴν τὴν ἐνέργειαν δώσομεν θεοῦ καὶ ποιήματος, ἵνα μήτε τὸ ποιηθὲν εἰς τὴν θείαν ἀναγάγωμεν οὐσίαν, μήτε μὴν τῆς θείας φύσεως τὸ ἐξαίρετον εἰς τὸν τοῖς γεννητοῖς πρέποντα καταγάγωμεν τόπον". ὁ αὐτὸς δὲ ἅγιος πατὴρ καὶ ἐν τοῖς πρὸς Θεοδόσιον τὰ αὐτὰ ἡμᾶς ἐκδιδάσκει λέγων (ὅλον ὅλῃ συνηνῶσθαί φαμεν τῇ καθ' ἡμᾶς ἀνθρωπότητι τὸν ἐκ θεοῦ λόγον. οὐ γάρ που τὸ ἄμεινον ἐν ἡμῖν, τουτέστι ψυχήν, οὐδενὸς ἂν ἠξίωσε λόγου, μόνῃ δωρούμενος τῇ σαρκὶ τῆς ἐπιδημίας τοὺς πόνους. ἐπράττετο δὲ δι᾽ ἀμφοῖν καλῶς τῆς οἰκονομίας τὸ μυστήριον. προσεχρήσατο δὲ καθάπερ ὀργάνῳ τῇ ἰδίᾳ σαρκὶ πρὸς τὰ σαρκὸς ἔργα τε καὶ ἀρρωστήματα φυσικὰ καὶ ὅσα μώμου μακράν, ψυχῇ δ᾽ αὖ τῇ ἰδίᾳ πρὸς τὰ ἀνθρώπινά τε καὶ ἀνυπαίτια πάθη. πεινῆσαι γὰρ λέγεται κόπους δὲ ὑπενεγκεῖν τοὺς ἐκ μακρῶν ὁδοιποριῶν, πτοίας τε καὶ φόβους καὶ λύπην καὶ ἀγωνίαν καὶ τὸν ἐπὶ τῷ σταυρῷ θάνατον". ἐπαναγκάζοντος γὰρ οὐδενὸς ἔθηκεν ἀφ᾽ ἑαυτοῦ τὴν ἰδίαν ψυχὴν ὑπὲρ ἡμῶν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ, σάρκα μὲν τὴν ἰδίαν τῆς ἁπάντων σαρκὸς ἀποτιννὺς ἀληθῶς δῶρον ἀντάξιον, ψυχὴν δ' αὖ ψυχῆς ἀντίλυτρον τῆς ἁπάντων ποιούμενος, εἰ καὶ ἀνεβίω πάλιν, ζωὴ κατὰ φύσιν ὑπάρχων ὡς θεός, οὐ γάρ τοι θέμις εἰπεῖν φθορᾷ μὲν δύνασθαι κρατεῖσθαί ποτε τὴν ἑνωθεῖσαν τῷ λόγῳ σάρκα, κάτοχον δὲ αὖ ταῖς ἄδου πύλαις τὴν θείαν γενέσθαι ψυχήν" οὐκ ἐγκατελείφθη γὰρ εἰς ἄδου, καθὰ καὶ ὁ θεσπέσιος ἔφη Πέτρος. οὐ γὰρ ἔστιν εἰπεῖν, ὡς τήν τε ἄληπτον παντελῶς καὶ ἀνάλωτον τῷ θανάτῳ φύσιν, τουτέστι τὴν θεότητα τοῦ μονογενοῦς, τῶν ὑπὸ χθόνα μυχῶν ἀνακε-κομίσϑαι φήσομεν. οὐ γὰρ ἂν ἠξιώθη τὸ χρῆμα θαύματος, εἰ μεμένηκεν εἰς τὸν ἄδην ὁ ἐκ θεοῦ λόγος, τῇ τῆς θεότητος ἐνεργείᾳ τε καὶ φύσει παραδόξως τε καὶ ὑπὲρ λόγον πληρῶν τὰ πάντα καὶ τοῖς πᾶσιν ἐπιδημῶν. εἶτα προϊὼν τῷ λόγῳ ταῦτα πάλιν φησίν' «ἀνθρώπινον μὲν τὸ τεθνάναι πάθος, ἐνέργημα δὲ θεϊκὸν τὸ ἀναβιῶναι δεικνύς, ἃ δι᾽ ἀμφοῖν γνωρίζεται, καθ᾽ ἡμᾶς τε ἅμα καὶ ὑπὲρ ἡμᾶς ὡς θεός.“ (ὁρᾷς, ὅπως ὁ σεβάσμιος οὗτος πατὴρ τὰς τῶν δύο φύσεων ἐνεργείας ἐπὶ τῆς μιᾶς ὑποστάσεως ἤτοι τοῦ ἑνὸς προσώπου Χριστοῦ τοῦ θεοῦ ἡμῶν παραδίδωσιν;)

44 Καὶ μετ' ὀλίγα"

Εἴτα δι᾽ ἡμᾶς ἄνθρωπος γενόμενος ὁρατὸς καὶ ψηλαφητὸς γέγονε καὶ διὰ τῶν θείων τε καὶ ἀνθρωπίνων ἐνεργειῶν φανερωθεὶς ὑπάρχειν ἐν θεότητι καὶ ἀνθρωπότητι δέδωκεν ἡμῖν γινώσκειν, ὅτι ἐν οἷς ἐγνώσθη ἐξ αὐτῶν καὶ συνίσταται. οὕτω γὰρ καὶ οἱ ἅγιοι πατέρες ἀμφοτέρας τὰς φωνὰς ὁμολογοῦντες, τουτέστιν ἐν θεότητι καὶ ἀνθρωπότητι καὶ τὴν ἐκ θεότητος καὶ ἀνθρωπότητος, δι᾿ ἑκατέρας αὐτῶν τὸ ἀσύγχυτόν τε καὶ ἀδιαίρετον τῆς οἰκονομίας τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παραδιδόασιν.

Αἴτινες δύο χρήσεις ἀντεβλήθησαν ὡσαύτως πρὸς βιβλίον ἐν σώμασι τῆς βιβλιοθήκης ὑπάρχον τοῦ ἐνταῦθα εὐαγοῦς πατριαρχείου, καὶ ἐστοίχησαν.

Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ ἐν ἁγίοις Ἔφραιμίου ἀρχιεπισκόπου ᾿Αντιοχείας ἐξ ἧς ἐποιήσατο ἀπολογίας ὑπὲρ τῆς ἐν Χαλκηδόνι συνόδου καὶ τοῦ Τόμου τοῦ ἁγίου Λέοντος ἀπὸ κεφαλαίου πεντηκοστοῦ ἕκτου, οὗ ἡ ἀρχή" Ὅτι οὐκ ἀνελλιπτῶς ἐφύλαττεν ἡ σάρξ, ἔχουσα οὕτως"

Εἰπὲ δὲ ἡμῖν, ὦ τᾶν, πάσης {τῆς ἀντιπαθείας ἀκέραιον φυλάττων σοὺ τὴν διάνοιαν, ἦν ποτε καιρὸς ἀπὸ τῆς ἐνανθρωπήσεως, ὅτε ὁ σεσαρκωμένος λόγος θεὸς οὐκ εἶχε τελείαν τὴν ἰδίαν αὐτοῦ ἔμψυχον σάρκα; ἢ ἐπειδὴ ἐπέζευσεν ἐπάνω τῶν κυμάτων τῆς θαλάσσης, οὐκ ἐφύλαττον οἱ πόδες τὸ ἰδίωμα τῆς ἀνθρωπίνης φύσεως; ἀλλ', ὦ βέλτιστε, ἐν τῇ ἀνθρωπίνῃ φύσει τὰ ὑπὲρ φύσιν ἔπραττε Χριστὸς ὁ θεὸς ἡμῶν, οὐκ ἀνῃρημένης ἢ ἀφανι-σθείσης τῆς ἀνθρωπίνης ἰδίας αὐτοῦ σαρκός, κἂν αὐτῆς δὲ τῆς ἐνεργείας ἡ ἰδέα πείστῃ σε τὴν σάρκα ἐπὶ τῆς ἰδίας μεμενηκέναι φύσεως ὁμολογῆσαι. τὸ γὰρ πεζεύειν καὶ ποσὶ πεζεύειν, εἰ μὴ κατὰ φαντασίαν ἐγένετο, πρόδηλον ὅτι ποδῶν ἐστιν ἐνέργεια τῆς ἡμετέρας φύσεως, ὥστε αὐτὸ τὸ εἶδος τῆς ἐνεργείας βοᾷ τὴν τῆς σαρκὸς ἐπὶ τῶν ἀρχαίων μέτρων φυλακήν. καὶ τὴν τοιαύτην πορείαν πάντες σωματικήν τε καὶ αἰσθητικὴν λέγουσι, τὸ δὲ ἐπὶ τῆς θαλάσσης πεζεύειν, τοῦτο τῆς θεότητος ὑπῆρχε διὰ σαρκὸς ἀνθρωπίνης ἐνεργούσης. εἰ μὲν οὖν γυμνῇ τῇ σαρκὶ τὴν ἐνέργειαν ἐλέγομεν γίνεσθαι τοῦ γεγονότος, ἄπορος ἦν ὁ λογισμός, καθάπερ καὶ εἰ μόνῃ τῇ θεότητι βαδίζειν ἀνετίθεμεν, πορείαν ὑποτιθέμενοι καὶ πεζεύειν ὁμολογοῦντες. νῦν δὲ σεσαρκωμένον θεὸν λόγον ἐνηργηκέναι τὴν τοιαύτην ἐνέρ-γειαν ὁμολογοῦντες τὰ μὲν ἀκολούθως φαμὲν πρὸς τὴν τῆς σαρκὸς γεγενῆσθαι φύσιν, τὰ δὲ διὰ τὴν τῆς θεότητος ὑπερφυᾷ φύσιν, ὥστε καὶ ἐνταῦϑα δύο ἐνεργείαι. οὐκ ἐπειδὴ δὲ εἶχε τὸ θεοπρετές, μηνύοντος τοῦ θεοῦ λόγου τὴν καθ' ὑπόστασιν ἕνωσιν, ἡ ἐνέργεια' παρὰ τοῦτο τολμητέον εἰπεῖν, ὡς ἡ σὰρξ οὐκ ἀνελλιπὴς ἦν ἐν τοῖς οἰκείοις ἰδιώμασιν, ἀλλ᾽ ἐλλιτής τε καὶ εὐτελὴς ὑπῆρχε' ταυτὸν δὲ εἰπεῖν χείρων ἢ ἀνούσιος παντελῶς,

46

Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ αὐτοῦ ἀπὸ κεφαλαίου ἑξηκοστοῦ τετάρτου, ἔχουσα οὕτωτ'

Παραφέρει ὁ γραμματικὸς ἐκ τοῦ λόγον τοῦ περὶ τῆς ἐνσάρκου οἰκονομίας ἤγουν ἐπιφανείας τοῦ θεοῦ λόγου τὸν μέγαν ᾿Αθανάσιον ἐκ γραφικῶν ἀποδείξεων λέγοντα οὕτωτ᾽ “ὅταν λέγῃ πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο. πλὴν μὴ τὸ ἐμὸν θέλημα γένηται, ἀλλὰ τὸ σόν. τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής, δύο θελήματα ἐνταῦθα δείκνυσι, τὸ μὲν ἀνθρώπινον, διπέρ ἐστι τῆς σαρκός, τὸ δὲ θεϊκόν' καὶ τὸ μὲν ἀνθρώπινον διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς παραιτεῖται τὸ πάθος, τὸ δὲ θεϊκὸν αὐτοῦ πρόθυμον." ἀπόκρινε οὖν ἡμῖν, δέχῃ ταύτην τὴν ῥῆσιν καὶ προσίῃ ὡς καλῶς ἔχουσαν καὶ ὡς εἰπεῖν ἐξ αὐτῆς τῆς ἀληθείας προελθοῦσαν, ἢ ὡς ψευδῆ τινα καὶ ἀλλόκοτον ἀποστρέφῃ; ἀλλ᾽ οὐκ ἂν φαίης διαψεύδεσθαι τὸν μέγαν ᾿Αθανάσιον; καὶ πῶς ,Δδύο θελή-ματα΄ παραδεχόμενος λέγοντα τὸν ἅγιον ἀκόλουθα ἔτι λέξεις σεαυτῷ, φάσκων «τοὺς δύο φύσεις ἐν τῇ μιᾷ ὑποστάσει λέγοντας διατέμνειν τὸν Ἐμμανονήλ;“ πρόδηλον γάρ, ὡς ὅπου δύο θελήματα, ὧν τὸ μὲν πρόθυμον καὶ ἀνδρεῖον, τὸ δὲ ἀσθενές, καὶ διάφοροι φύσεις ὑπάρχουσι τοῦ ἑνός. μίαν γὰρ φύσιν καὶ τὴν αὐτὴν πρόθυμόν τε εἶναι καὶ ἀνδρείαν καὶ ἀσθενῆ λέγεσθαί τε καὶ εἶναι καθ᾽ ἕνα καὶ τὸν αὐτὸν χρόνον οὐδεὶς ἂν εἰπεῖν ἢ ἀναπλάσασθαι τολμήσοι' τὰ γὰρ ἐναντία μίαν καὶ τὴν αὐτὴν φύσιν ἔχειν τε καὶ κεκτῆσθαι τῶν ἀμηχάνων ἐστί. συνάγεται τοίνυν, ὡς εἷς καὶ ὁ αὐτὸς οὐ κατὰ τὴν αὐτὴν φύσιν πρόθυμός τε καὶ ἀνδρεῖος ἐστι καὶ ἀσθενής, ἀλλὰ καθ' ἑτέραν μὲν τὸ τῆς ἀνδρείας διεφαίνετο, καθ' ἑτέραν δὲ τὸ τῆς ἀσθενείας ἠλέγχετο, ὥστε διὰ πάντων καὶ ἐξ ὧν ὁ ἅγιος ἀπεφήνατο κατάδηλον γίνεται τοῦ δύο φύσεις ἔχειν τὸν δεσπότην Χριστόν, ἐν αἷς ὑπάρχει τε καὶ γνωρίζεται. Αἴτινες χρήσεις ζὡσαύτως» ἀντεβλήθησαν πρὸς βιβλίον χαρτῷον προσενεχθὲν ἐκ μέρους τῶν τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ρώμης, καὶ ἐστοίχησεν.

Καὶ ἀναστὰς Θεοφάνης ὁ θεοφιλέστατος πρεσβύτερος καὶ ἡγούμενος τῆς μονῆς τῶν Βαίων εἶπεν"

᾿Αναφέρω τῇ τε ὑμετέρᾳ εὐσεβείᾳ καὶ τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ συνόδῳ, ὡς Ἐφραίμιος οὗτος, οὔτινος αἱ χρήσεις ἀρτίως ἀνεγνώσθησαν, πατριάρχης γέγονεν ᾿Αντιοχείας" ἀνα-φέρεται δὲ οὗτος καὶ ἐν τοῖς ἱεροῖς διτττύχοις τῆς ἐνταῦθα ἁγιωτάτης μεγάλης ἐκκλησίας; Ἡ ἁγία σύνοδος εἴπεν"

᾿Αληθῶς ἐπιστάμεθα τὸν αὐτὸν ἐν ἁγίοις ᾿Εφραίμιον ἐν τοῖς ἱεροῖς διτττύχοις ἀναφέρεσθαι μετὰ τῶν ἁγίων καὶ ἐκκρίτων πατέρων.

Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ ἐν ἁγίοις ᾿Αναστασίου ἀρχιεπισκόπου ᾿Αντιοχείας, ἐξ ἧς ἐποιήσατο ἀπολογίας ὑπὲρ τοῦ Τόμου τοῦ ἁγίου Λέοντος κεφαλαίου ἑβδόμου, οὗ ἡ ἀρχή᾽ ΕἾ τις μέμνηται τῶν ὀλίγῳ πρόσθεν ἡμῖν, ἔχουσα οὕτως

Εἰ δι᾽ ὧν αὐτὸν γνωρίζεσθαι θεὸν ἐχρῆν θεϊκῶς ἐνήργει, ἀφ᾽ ὧν δὲ καὶ ἀναγκαῖον ἦν ἄνθρωπον ὄντως ὁρᾶσθαι, ἀνθρωπίνως εἰργάζετο, ἑτέρα μέν ἐστι πάντως τῆς θείας φύσεως, ἑτέρα δὲ τῆς ἀνθρωπίνης ἡ ἐνέργεια, καὶ εἴ ἐστιν ἑτέρα καὶ ἑτέρα, ὥσπερ οὖν {καὶ ἐστί, τοῦ χάριν τις ἐγκαλεῖται περὶ ἑτέρας καὶ ἑτέρας ἑκατέραν λέγων μορφήν; ἀνάγκη γάρ, ὥς φησι Κύριλλος, ἀποδιδόναι θεῷ τὰ θεῷ χρεωστούμενα καὶ τῇ ἀνθρωπότητι αὐτοῦ τὰ αὐτῇ ὀφείλοντα". οὐ ταὐτὰ δὲ τυγχάνει ἀμφότερα, ἐπεὶ προσφόρως οὐκ ἀπονέμεται, τῷ ἑνὶ μέντοι προσάγεται πάντως ἑκάτερα. εἷς γὰρ ἦν καὶ ἔστι καὶ διαφόρως ἐνεργῶν διὰ τῶν διαφόρων αὐτοῦ φύσεων" ὥσπερ δὲ οὐ ταυτόν ἐστι τὸ ἐπιπλήττειν τῇ μητρὶ λεγούσῃ᾽ οἶνον οὐκ ἔχουσι καὶ τὸ μεταβάλλειν τὸ ὕδωρ εἰς οἶνον, οὕτως οὐ ταντόν ἐστι θεότητι ἡ ἀνθρωπότης, οὐδ' αὖ πάλιν ἀνθρωπότητι ἡ θεότης, οὐδὲ τὰ ἐξ αὐτῶν προϊόντα ταντά. ὁ αὐτὸς δὲ ποιεῖ ἀμφότερα θεὸς ὧν ἅμα καὶ ἄνθρωπος, οὐκ εἰς σύγχυσιν ἐπιμιγνὺς τὰς οὐσίας οὔτε μὴν τὰς ἐκ τῶν οὐσιῶν προερχομένας ἐνεργείας" ἑκάτερον γὰρ ἀδύνατον καὶ τῆς εὐσεβοῦς δόξης ἀλλότριον. ὥσπερ γὰρ τὸ τρέφεσθαι καὶ αὔξειν οὐ θεότητος, οὕτω τὸ ἐγείρειν νεκροὺς οὐκ ἀνθρωπότητος, ἀμφότερα δὲ ὅμως τοῦ αὐτοῦ θεότητα κεράσαντος ἀνθρωπότητι πρεπόντως, οὐ κατὰ ἀνάχυσιν, καθ' ἕνωσιν δὲ ἀσύγχυτον. οὐκοῦν δύο μέν εἰσιν αἱ ἐνέργειαι ὥσπερ καὶ αἱ οὐσίαι, εἷς δὲ ὁ ἐνεργῶν, θεὸς καὶ ἄνθρωπος ὧν ὁ αὐτός. Ἥτις χρῆσις ἀντεβλήθη ὁμοίως πρὸς βιβλίον χαρτῷον ἐκ μέρους προενεχθϑὲν τῶν τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης, καὶ ἐστοίχησεν.

Βασίλειος ὁ θεοφιλέστατος ἐπίσκοπος πόλεως Γορτύνης τῆς Κρητῶν νήσου εἴπε"

Δέχεται ἡ ἁγία καὶ οἰκουμενικὴ ὑμῶν σύνοδος τοῦτον τὸν ἅγιον ᾿Αναστάσιον τὸν γενόμενον ἀρχιεπίσκοπον ᾿Αντιοχείας, οὗτινος ἡ χρῆσις ἀνεγνώσθη ἐπὶ τοῦ παρόντος ἀπολογουμένου ὑπὲρ τοῦ Τόμου τοῦ ἁγίου Λέοντος;

Ἡ ἁγία σύνοδος εἴπε"

Δεχόμεθα τὸν ἐν ἁγίοις ᾿Αναστάσιον ὀρθοδόξως ἀπολογησάμενον ὑπὲρ τοῦ Τόμου τοῦ ἁγίου καὶ ἀοιδίμου πάπα Λέοντος.

Θεόδωρος ὁ θεοφιλέστατος ἐπίσκοπος Μελιτηνῆς εἶπτεν'

Ἅγιον ἀποκαλεῖ πᾶσα ἡ ᾿Ανατολὴ τοῦτον τὸν τῆς ὁσίας μνήμης ᾿Αναστάσιον τὸν γενόμενον ἀρχιεπίσκοπον ᾿Αντιοχείας, καὶ τὸν μὴ δεχόμενον αὐτὸν ὁ θεὸς ἀναθεματίστη. Καὶ συμφώνως ἅπαντες εἴπον᾽

᾿Αμήν.

48

Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ ἁγίου Ἰωάννου ἐπισκόπου Σκυθοπόλεως ἐκ τῶν κατὰ Σευήρου βλασφημιῶν λόγου ὀγδόου, ἔχουσα οὕτωτ'

Ἴδωμεν δέ, τί πάλιν αἰτιᾷ τὸν ἁγιώτατον πάπαν Λέοντα. ἔφη γάρ᾽ ,μἐνεργεῖ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας ὅπερ ἔσχηκεν ἴδιον, τοῦ μὲν λόγου κατεργαζομένου τοῦτο, δπέρ ἐστι τοῦ λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος ἅπερ ἐστὶ τοῦ σώματος." ἐπειδὴ ὡς ἄτοπον κατετρζίβωσας τὴν ἱερὰν ταύτην φωνήν, ἀκούειν οἴου τοῦ ᾿Αλικαρνασέως Ἰουλιανοῦ ἀντιφθεγγομένου σοι" καὶ τοιζούτ)ως καὶ τὰ σὰ διασύροντος ἐνεργεῖ ὁ λόγος τὴν ἀφθαρσίαν, ἐνήργησεν ἡ σὰρξ κατὰ τὴν σὴν βλασφημίαν τὴν φθοράν." εἰπὲ δὲ ἡμῖν, ὦ βέλτιστε, πότερον τὸν θεὸν λόγον οὐσιωδῶς ἡνῶσθαι πεπίστευκας τῇ σαρκὶ καὶ ψυχῇ, εἴπερ καὶ ἤἥνωται; ναί", φησί. τοῦτον δὲ τὸν ἐπὶ πᾶσι θεὸν τῷ ἐξαιρέτῳ τῆς θεότητος περιδεδρᾶχθαι οὐρανοῦ καὶ γῆς καὶ θαλάττης, αἰθέρος τε καὶ ἀέρος, ἀγγέλων {τε καὶ ἀρχαγγέλων, ζἀρχῶν τε καὶ ἐξουσιῶν» καί, συλλήβδην εἰπεῖν, τῶν ἐν τῇ ἀσωμάτῳ μακαριότητι χιλίων χιλιάδων καὶ μυρίων μυριάδων ἁγίων λειτουργικῶν τε καὶ ἀοράτων οὐσιῶν συνέχειν τὴν ὕπαρξιν καὶ προνοεῖν κοινῇ πάντων ὁρατῶν τε καὶ ἀοράτων καὶ ἰδίᾳ ἑκάστου; ναί“, οἶμαι, δώσεις, εἴπερ μὴ πάντῃ ἐξέστηκας. τὴν δὲ τοιαύτην πρόνοιαν οὐκ ἂν ἐνέργειαν καλέσῃς θεοῦ; καὶ πρὸς τοῦτο οὐκ ἀντιλέξεις, εἴπερ μὴ καὶ νῦν βούλει προῦπτον τῇ θεότητι μάχεσθαι. οὕτω μὲν οὖν δώσεις τοῦ θεοῦ καὶ σαρκωθέντος διηνεκῆ τὴν ἐνέργειαν. τὴν ψυχὴν δὲ τὴν νοερὰν τὴν αὐτῷ καθ᾽ ὑπόστασιν ἡνωμένην εἴποις ἂν διανοεῖσθαι ἢ ἀδιανόητον εἶναι; ἀλλ᾽ εἰ μὲν ἀδιανόητον, περιέπεσας τῇ ᾿Απολιναρίου τοῦ σοῦ πατρὸς βλασφημίᾳ, ἄνουν εἰρηκότος τὴν ἑνωθεῖσαν τῷ θεῷ λόγῳ ἀνθρω-πότητα. εἰ δὲ φὴς τὸν νοῦν διανοεῖσθαι καὶ μὴ δίκην τῶν ἀψύχων ἢ ἀλόγων ἀδιανόητον εἶναι, δώσεις πάντως, εἴπερ τοῖς ἀκολούθοις {ἕπεσθαι κἂν νῦν θελήσειας λόγοις, τὴν διανόησιν ἐνέργειαν εἶναι τοῦ νοῦ, οἷον οἶδεν, ὅτι ἥνωται τῇ θεότητι, εἰ καὶ τῆς αὐτῆς ἀνθρώποις χωρὶς ἁμαρτίας καθέστηκε φύσεως" ἐπίσταται ὅτιπερ ὑπεραναβέβηκε πᾶσαν κτίσιν ὁρατήν τε καὶ ἀόρατον, καὶ προσκυνεῖται ὑπὸ τῶν ἄνω δυνάμεων ἡ ἀμερίστως ἡνωμένη ψυχὴ τῷ δημιουργῷ τῶν ὅλων θεῷ" μέμνηται τῆς ἐκ παρθένου τῆς θεοτόκου κατὰ σάρκα γεννήσεως, τῶν ἐπὶ γῆς διατριβῶν, τοῦ σωτηρίου πάϑους, τοῦ σταυροῦ, τοῦ τάφου, τῆς ἀναστάσεως, τῆς εἰς οὐρανοὺς ἀναλήψεως, γινώσκει πᾶσαν τὴν στρατιὰν τῶν οὐρανῶν περικεχυμένην αὐτῇ καὶ λατρεύουσαν οἷα θεοῦ ψυχῇ. τὴν δὲ τοιαύτην διανόησιν ἐνέργειαν εἴποις ἄν καὶ αὐτός, οἶμαι, τῆς διανοουμένης ψυχῆς τῆς καὶ ἀμερίστως ἡνωμένης τῇ θεότητι. ὁρᾷς, ὅτι ἑνὸς καὶ τοῦ αὐτοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύο ὁρῶμεν τὰς ἐνεργείας, τῆς {τε θεότητος αὐτοῦ καὶ τῆς ἀνθρωπότητος, ἀμερίστως {τε καὶ ἀναλλοιώτως;

Ἥτις χρῆσις ἀντεβλήθη ὁμοίως πρὸς βιβλίον χαρτῷον τῆς βιβλιοθήκης τυγχάνον τοῦ εὐαγοῦς τῶν ἐνταῦθα πατριαρχείου, καὶ ἐστοίχησεν.

ΕΤΙ ΑΝΕΓΝΩΣΘΗΚΣΑΝΣ) ΕΚ ΤΟΥ ΑΥΤΟΥ ΚΩΔΙΚΙΟῪ ΧΡΗΣΕΙΣ ΒΕΒΗΛΩΝ ΑἹΡΕΤΙΚΩ͂Ν ΕΝ ΘΕΛΗΜΑ ΚΑΙ ΜΙΑΝ ΕΝΕΡΓΕΙΑΝ ΛΕΓΟΝΤΩΝ ΕΠῚ ΤΟΥ ΚΥΡΙΟῪ ἩΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

1

Θεμιστίου αἱρετικοῦ ἐκ τοῦ δευτέρου αὐτοῦ ᾿Αντιρρητικοῦ τοῦ κατὰ τοῦ τόμου Θεοδοσίου κεφαλαίου τεσσαρακοστοῦ πρώτου"

᾿Αλλ' οὐ τοῦ αὐτοῦ δύο γνώσεις, ὦ οὗτος, ἢ δύο ἐνεργείας φαμέν. μία γὰρ ὡς ἀληθῶς ἡ τοῦ σαρκωθέντος λόγου ἐνέργειά τε καὶ γνῶσις" καὶ ἑνὸς ἴσμεν τὰ πάντα Χριστοῦ, κἂν τὰ μὲν θεοπρεπῶς γινώσκῃ καὶ ἐνεργῇ διὰ τῆς ἰδίας σαρκός, τὰ δὲ ἀνθρωπίνως. οὐ γάρ, ἐπεί τοι καὶ ὁ ἱερὸς ᾿Αθανάσιος͵ δύο θελήματα" ἔφη ,τὸν Χριστὸν δεικνύναι κατὰ τὸν τοῦ πάθους καιρόν", ἤδη καὶ δύο θελήσεις αὐτῷ περιθήσομεν καὶ ταύτας μαχομένας ἀλλήλαις κατὰ τοὺς σοὺς τούτους συλλογισμούς, ἀλλ᾽ εἰσόμεθα εὐσεβῶς τὴν ὡς ἑνὸς μίαν θέλησιν τοῦ Ἐμμανουὴλ πὴ μὲν ἀνθρωπίνως κινεῖσθαι, τπτὴ δὲ θεοπρεπῶς. Ἥτις χρῆσις ἀντεβλήθη ὁμοίως πρὸς βιβλίον χαρτῷον τῆς βιβλιοθήκης ὑπάρχον τοῦ εὐαγοῦς τῶν ἐνταῦθα πατριαρχείου, καὶ ἐστοίχησεν.

2 Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις ᾿Ανθίμονυ αἱρετικοῦ ἐκ τοῦ πρὸς Ἰουστινιανὸν τὸν εὐσεβέστατον βασιλέα λόγου, οὗ ἡ ἀρχή" Θεοῦ μεμνῆσθαι ἐν πάσῃ ὑποθέσει καλόν, ἔχουσα οὕτως"

Ἡμεῖς δὲ δοξάζοντες μίαν τοῦ θεοῦ λόγου φύσιν σεσαρκωμένην" καὶ προσκυνουμένην μετὰ τῆς ἰδίας αὐτοῦ σαρκὸς {μιᾷ προσκυνήσει» ἐν ταύτῃ ,τῇ μιᾷ φύσει τοῦ θεοῦ λόγου σεσαρκωμένη", οὔτε τῆς θεότητος αὐτοῦ ἄγνοιαν οὔτε τῆς ψυχῆς αὐτοῦ τῆς λογικῆς καὶ νοερᾶς, ἦ ἐψύχωται τὸ ἐξ ἡμῶν ληφθὲν ὁμοούσιον ἡμῖν καὶ ὁμοιοπαϑὲς σῶμα, τὸ καθ᾽ ὑπόστασιν ἑνωθὲν τῷ θεῷ λόγῳ, ἀνεχόμεθα εἰπεῖν, μηδὲ γὰρ γένοιτο' εἰ γὰρ μία ἐστὶν ὑπόστασις καὶ μία φύσις τοῦ θεοῦ λόγου σεσαρκωμένη", ὥσπερ οὖν καὶ ἔστὶν ἀναμφι-βόλως, καὶ ἕν θέλημα καὶ μία ἐνέργεια, δηλονότι καὶ μία σοφία καὶ μία γνῶσις τοῦ συναμφοτέρου ὑπάρχει.

3

Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου, ζἔχουσα οὕτως)"

Τὰ εἰκότα δὲ τούτοις καὶ ὁ αὐτὸς ἁγιώτατος ἐδίδαξε πατὴρ καὶ ἐν τῷ τετάρτῳ τόμῳ τῆς διαλέξεως τοῦ εἰς τὸ κατὰ τὸν ἅγιον Ἰωάννην εὐαγγέλιον ὑπομνήματος οὕτως εἰπών" »διὰ τοῦτο καὶ ἐν τῷ τοὺς νεκροὺς ἀνιστᾶν (οὐ λόγῳ μόνον» οὔτε τοῖς θεοπρεπέσιν ἐπιτάγμασιν ἐνεργῶν ὁ σωτὴρ εὑρίσκεται, ἀλλὰ συνεργάτην ὥσπερ τινὰ πρὸς τοῦτο δὴ μάλιστα τὴν ἁγίαν αὐτοῦ λαμβάνειν ἠπείγετο σάρκα, ἵνα δεικνύῃ ζωοποιεῖν δυναμένην, καὶ ὡς ἕν ἤδη γενομένην πρὸς αὐτόν. καὶ γοῦν ὅτε (τὸ τοῦ ἀρχισυναγώγου κόριον διανίστη λέγων" ἡ παῖς ἐγείρου, ἐκράτησε τῆς χειρὸς αὐτῆς, καθὰ γέγραπται, ζωοποιῶν μὲν ὡς θεὸς τῷ παντουργῷ προστάγματι, ζωοποιῶν δὲ (αὖ πάλιν) καὶ διὰ τῆς ἁφῆς τῆς χειρός, μίαν καὶ συγγενῆ δι᾿ ἀμφοῖν ἐπιδεικνὺς τὴν ἐνέργειαν". ὅτε τοίνυν ἴδιον νοερᾶς θεοπρεποῦς ἴσμεν ἐνεργείας τῶν ὅλων τὴν γνῶσιν, μίαν δὲ καὶ τὴν αὐτὴν τοῦ συναμφοτέρου τὴν θεοπρετῇ ἐνέργειαν ἐδιδάχθημεν ὑπάρχειν, πῶς οὐχ ὁμολογήσομεν ἐντεῦθεν μίαν καὶ τὴν αὐτὴν τῶν ὅλων γνῶσιν ὑπάρχειν, (ὡς εἰρήκαμεν, καὶ τοῦ ἑνὸς Χριστοῦ {καὶ κατὰ τὴν αὐτοῦ θεότητα καὶ κατὰ τὴν αὐτοῦ ἀνθρωπότητα;

Αἴτινες δύο χρήσεις ὁμοίως ἀντεβλήθησαν πρὸς βιβλίον χαρτῷον τῆς βιβλιοθήκης ὑπάρχον τοῦ εὐαγοῦς τῶν ἐνταῦθα πατριαρχείου, καὶ ἐστοίχησεν.

4

Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις Θεμιστίου αἱρεσιάρχου ἐκ τοῦ πρώτου αὐτοῦ ᾿Αντιρρητικοῦ τοῦ κατὰ τοῦ τόμου Θεοδοσίου κεφαλαίου πέμπτου, ἔχουσα οὕτωτ' ΟἹ γε μὴν ὅσιοι πατέρες μίαν ἀπολύτως εἶναι ἔφασαν {τοῦ Χριστοῦ» τὴν ἐνέργειαν καὶ οὐ κατά γε τουτονὶ περικλείουσι ταύτην εἰς θεοτπτρετῇ μόνον ἤγουν ἑτέραν ἀνθρωπίνην οὕτως καθυπεμφαίνουσιν, ἀλλ᾽ ὡς παρ᾽ ἑνὸς καὶ τοῦ αὐτοῦ Χριστοῦ πάντων ἐνεργουμένων, ὅσα κατὰ τὴν οἰκονομίαν ἐστὶ θεοπρεττῆ καὶ ἀνθρώπινα, μίαν ἁπαξαπλῶς ὥσπερ ἔφθην εἰπὼν τοῦ Χριστοῦ φασι τὴν ἐνέργειαν.

5 Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ ᾿Αντιρρητικοῦ κεφαλαίου τριακοστοῦ τετάρτου, ἔχουσα οὕτως"

Μία γὰρ ἡ γνῶσις ἐπὶ Χριστοῦ καϑάπερ καὶ ἡ ἐνέργεια" καὶ γὰρ εἷς ἦν ὁ γινώσκων ὥσπερ ἀμέλει τοι καὶ ὁ ἐνεργῶν.

6 Τοῦ αὐτοῦ ἐκ τοῦ δευτέρου ᾿Αντιρρητικοῦ κεφαλαίου τεσσαρακοστοῦ δευτέρον"

Ἡμεῖς δὲ ἐν καλῷ φρενὸς ἑστηκότες, σὺν θεῷ δὲ εἰρήσθω, καὶ τῆς ὀρθῆς διδασκαλίας ἐχόμενοι οὐ δύο φύσεις εἶναι πιστεύομεν τὸν Ἐμμανουήλ, κἂν ἐκ δύο συντέθηται, οὐδὲ ἐν δύο ταῖς φύσεσι' διαιρετικὸν γὰρ ἑκάτερον, ἀλλὰ μίαν τοῦ θεοῦ λόγου φύσιν σεσαρκω-μένην", μίαν ὑπόστασιν καὶ πρόσωπον ἕν, ἀκολούθως τε τοῦ ἑνὸς προσώπου μίαν ἴσμεν καὶ τὴν ἐνέργειαν, ὡσαύτως δὲ καὶ μίαν τὴν γνῶσιν, καθὰ διαφόρως εἰρήκαμεν.

Αἴτινες χρήσεις τρεῖς ὁμοίως ἀντεβλήθησαν πρὸς βιβλίον χαρτῷον τῆς βιβλιοθήκης τυγ-χάνον τοῦ εὐαγοῦς τῶν ἐνταῦθα πατριαρχείου, καὶ ἐστοίχησαν.

7 Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις Σεβήρου τοῦ δυσσεβοῦς ἐκ τῆς πρὸς Οἰκουμένιον κόμητα δευτέρας ἐπιστολῆς, ἧς ἡ ἀρχή" Ἔστι καὶ ἡμῖν ἐκ τῆς θεοπνεύστου γραφῆς, ἔχουσα οὕτως"

Εἰ τοίνυν μετεστοιχείωσεν ὁ λόγος, ἣν ἧνωσεν ἑαυτῷ καθ' ὑπόστασιν ἀνθρωπότητα, οὐκ εἰς τὴν ἑαυτοῦ φύσιν -- ἔμεινε γὰρ τοῦτο ὅπερ ἦν --, ἀλλ' εἰς τὴν ἑαυτοῦ δόξαν τε καὶ ἐνέργειαν καὶ τὰ τῆς σαρκὸς ἴδια γέγονεν ἴδια τοῦ λόγου" πῶς ἑκατέραν μορφὴν ἐνεργεῖν τὰ ἴδια" δώσομεν; ἀναθεματιστέον οὖν τοὺς ἐν δύο φύσεσιν ὁρισαμένους τὸν ἕνα Χριστὸν καὶ ἑκάστην τῶν φύσεων ἐνεργεῖν τὰ ἴδια“ λέγοντας. τῶν μὲν γὰρ ἐνεργουμένων καὶ πραττομένων παρὰ τοῦ ἑνὸς Χριστοῦ πολὺ τὸ διάφορον" τὰ μὲν γάρ ἐστι θεοπρεπῆ, τὰ δὲ ἀνθρώπινα. οἷον τὸ σωματικῶς βαδίζειν, ἐπὶ γῆς ἰέναι καὶ ὁδοιπτορεῖν ὁμολογουμένως ἀνθρώπινον, τὸ δὲ τοῖς τὰ σκέλη πεπηρωμένοις καὶ βαίνειν ἐπὶ γῆς τὸ παράπαν μὴ δυναμένοις τὸ ὑγιῶς βαδίζειν χαρίσασθαι θεοπρεπές. ἀλλ᾽ εἷς ὁ σαρκωθεὶς λόγος τοῦτό τε κἀκεῖνο ἐνήργηκε, καὶ οὐ τὸ μὲν τῆσδε, τὸ δὲ τῆσδε τῆς φύσεως. οὐδὲ ἐπειδὴ διάφορα τὰ ἐνεργηθέντα, διὰ τοῦτο δύο τὰς ἐνεργούσας φύσεις ἤτοι μορφὰς δικαίως ὁριούμεθα.

Ἥτις χρῆσις ὁμοίως ἀντεβλήθη πρὸς βιβλίον ἐν σώμασι τῆς βιβλιοθήκης ὑπάρχον τοῦ ἐνταῦθα εὐαγοῦς πατριαρχείου, καὶ ἐστοίχησεν.

8 Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Παῦλον αἱρετικὸν ἐπιστολῆς, ἧς ἡ ἀρχή" Τὸν μὲν ἀπόστολον Παῦλον, ἔχουσα οὕτως"

Μιᾷς γὰρ ὑποστάσεως ὁμολογουμένης τοῦ ᾿Ἐμμανουήλ, ἀκόλουθον (μίαν φύσιν" ὁμο-λογεῖν͵ τοῦ θεοῦ λόγου σεσαρκωμένην" καὶ αὐτὴν ἐνεργοῦσαν τὰ θεοπρετῇ καὶ ἀνθρώπινα, καὶ οὐ κατὰ τὸν Λέοντος Τόμον ,ἐνεργούσας δύο φύσεις καὶ μορφὰς" ὑποτίθεσθαι ,κοινω-νούσας ἀλλήλαις" κατὰ συνάφειαν σχετικήν. τοῦτο γὰρ αὐτῷ βούλεται τὸ βλάσφημον ἐκεῖνο" ἐνεργεῖ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας {τοῦτο ὅπερ ἴδιον ἔσχηκεν."

Ἥτις χρῆσις ἀντεβλήθη ὁμοίως πρὸς βιβλίον ἐν σώμασι προσενεχϑὲν ἐκ μέρους τῶν τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης, καὶ ἐστοίχησεν.

9 Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς Ἄνθιμον τὸν αἱρετικὸν συνοδικοῦ γράμματος, οὗ ἡ ἀρχή᾽ Τῶν πρὸς τὴν σὴν θεοφίλειαν, ἔχουσα οὕτως" Καὶ θεϊκῶς τὰς θεοσημίας εἰργάσατο καὶ ἀνθρωπίνας καὶ θείας φωνὰς ἐφθέγξατο καὶ τὰ μὲν θεοπρεπῶς, τὰ δὲ ἀνθρωπίνως ἐνήργησεν. καὶ οὐ διάφορον τῶν ἐνεργημάτων καὶ τῶν φωνῶν, θαυμάτων τε καὶ παθῶν, ζοὐκ» εἰς τὸν μετὰ τὴν ἄφραστον ἕνωσιν δύο φύσεων {εἰσ ) πεσούμεθα μερισμόν, καὶ ταύταις ἐπιμεριοῦμεν φωνὰς καὶ πάθη καὶ ἐνεργήματα, τὸν αὐτὸν εἰδότες καὶ θαυματουργοῦντα τὸν πάσχοντα καὶ θεϊκῶς καὶ οἰκονομικῶς καὶ ἀνθρω-πίνως φθεγγόμενον ταῦτα, ὡς ἐν γραφῇ φράσαι τὰ ἐφ' οἷς ἡ εἰς Χριστὸν πίστις καὶ ὁμολογία καθέστηκεν. Ἥτις χρῆσις ἀντεβλήθη ὁμοίως πρὸς βιβλίον χαρτῷον προενεχθὲν ἐκ μέρους τῶν τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης, καὶ ἐστοίχησεν.

10 Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ αὐτοῦ πρὸς Θεοδόσιον, ἔχουσα οὕτωτ' Τούτοις δὲ τοῖς προειρημένοις τῆς ἀνθρωπολατρείας ἀδοκίμοις εἰσηγηταῖς συναρμοστέον καὶ ἀναθεματιστέον καὶ τὴν ἐν Χαλκηδόνι δυσσεβῆ σύνοδον καὶ τὸν βλάσφημον Τόμον Λέοντος τοῦ τῆς Ῥωμαίων ἐκκλησίας ἡγησαμένου, ὃν ἡ αὐτὴ σύνοδος στήλην ὀρθοδοξίας" ἀπεκάλεσε, παρὰ τοὺς κανόνας ὅρον πίστεως ἐκθεμένη καὶ τὴν θείαν καὶ ἀμέριστον καὶ ἄτρεπτον σάρκωσιν διελοῦσα τῇ μετὰ τὴν ἕνωσιν δυάδι τῶν φύσεων καὶ τούτων ἐνεργείαις καὶ ἰδιότησιν, ὡς ὁ αὐτὸς Τόμος τοῖς ἀναγινώσκουσι παρίστησιν ἐμφανῶς, ὥσπερ ἐφερμη-νεύων πλατέως, τί ποτε τὸ ἐν δύο φύσεσι" λέγειν γνωρίζεσθαι τὸν ἕνα κύριον καὶ θεὸν

Ἰησοῦν τὸν Χριστὸν μετὰ τὴν ἄφραστον ἕνωσιν. ἀποδεχόμεθα δὲ καὶ ἐν ἐπαίνῳ ποιούμεθα καὶ τὴν ὀρθὴν ὁμολογίαν τοῦ Ἑνωτικοῦ γράμματος, ὅπερ ὁ τῆς γαληνοτάτης λήξεως βασιλεὺς ἐξεφώνησε Ζήνων.

Ἥτις χρῆσις ὁμοίως ἀντεβλήθη πρὸς βιβλίον χαρτῷον προενεχθὲν ἐκ μέρους τῶν τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης, καὶ ἐστοίχησεν.

11 Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις Θεοδοσίου αἱρεσιάρχου ἐκ τοῦ πρὸς Θεοδώραν τὴν αὐγούσταν λόγου, οὗ ἡ ἀρχή" Ἐμοὶ μὲν ἐδόκει, ἔχουσα οὕτως'

ον ὡς λοιπὸν καὶ ἐνέργειαν εἶναι τοῦ συναμφοτέρου θεοπρεπῆ μίαν, ἐπεὶ καὶ ἑνὸς εἶναι καὶ τοῦ αὐτοῦ φαμεν τά τε θεοπρετῇῆ θαύματα καὶ τὰ φυσικὰ πάντα καὶ ἀδιάβλητα πάθη, ἅπερ πέπονθεν ἑκουσίως ὑπὲρ ἡμῶν τῇ ἰδίᾳ σαρκί.

12 Καὶ μεθ᾽ ἕτερα᾽ ὡς ἐπεὶ καὶ ἐνέργειαν μίαν ὁμολογοῦμεν θεοπρετῆ, ὡς ἤδη προλέλεκται.

13 Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου, ἔχουσα οὕτως"

Τῆς γὰρ θεοπρεποῦς ἐνεργείας μιᾶς οὔσης αὐτοῦ ἀνάγκη καὶ ἀμέριστον εἶναι ταύτην καὶ ἀδιαίρετον καὶ οὐ τὴν μὲν ὡς ἐνδεᾶ καὶ ἐπὶ τὸ μεῖζον ἀναβάσεως δεομένην κατὰ τὸ ἀνθρώπινον λαβεῖν καθ' ὑμᾶς, τὴν δὲ ὡς παντέλειον ὁμολογεῖν καὶ ἀνελλιπτῆ κατὰ τὴν θεότητα, ἵνα μὴ εἰς τὴν ψυχοφθόρον καὶ ἀσεβῆ Νεστορίου κακοδοξίαν ἐμπέσωμεν.

14 Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου, ἔχουσα οὕτως"

Οὐκοῦν καὶ ἡμεῖς μίαν καὶ τὴν αὐτὴν θεοπρεττῆ σοφίαν καὶ μίαν γνῶσιν λέγοντες τοῦ θεοῦ λόγου καὶ τῆς νοερᾶς ψυχῆς, ἦ ἐψύχωται τὸ αὐτοῦ πανάγιον σῶμα, μάλιστα μὲν ταῖς τῶν ἁγίων πατέρων κατακολουθοῦμεν διδασκαλίαις, ὡς σαφῶς ἀποδέδεικται, σαφέ-στερον δὲ καὶ τῆς καθ' ὑπόστασιν ἀσυγχύτου ἑνώσεως τὴν ἀπόδειξιν ἐργαζόμεθα, καὶ τὴν τῆς δυάδος πανταχόθεν ὑποψίαν προαναστέλλομεν. εἰ γὰρ μὴ προσθήσομεν τὴν αὐτήν, ἕἔψονται καὶ ἡμῖν ἀκολούθως, ὡς Σεβῆρος ὁ σοφώτατος ἔφησεν, αἱ δύο φύσεις καὶ αἱ δύο ἐνέργειαι καὶ αἱ δύο σοφίαι ἐπὶ Χριστοῦ". ταῦτα δὲ τῆς Θεοδωρίτου βλασφημίας ἐστὶ καὶ τῆς ἐκεῖθεν Ἰουδαϊκῆς διαιρέσεως ἔκγονα καὶ οὐχ ἡμῶν τῶν ἕνα καὶ τὸν αὐτὸν πρεσβευόντων Χριστὸν καὶ μίαν αὐτοῦ θεοπρεπῇ γνῶσιν τε καὶ ἐνέργειαν ὁμολογούντων.

Αἴτινες τρεῖς χρήσεις ἀντεβλήθησαν ὡσαύτως πρὸς βιβλίον χαρτῷον τῆς βιβλιοθήκης ὑπάρχον τοῦ τῶν ἐνταῦθα εὐαγοῦς πατριαρχείου, καὶ ἐστοίχησαν.

15 Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις Παύλου ἐκ τῆς πρὸς Ἰάκωβον ἐπιστολῆς, ἧς ἡ ἀρχή᾽ Πάντα μοι τὰ τῆς ὑμετέρας ἁγιωσύνης, ἔχουσα οὕτως"

Καὶ τὸ Ἑνωτικὸν γράμμα τοῦ τῆς εὐσεβοῦς λήξεως Ζήνωνος ἐπ᾽ ἀναιρέσει τῆς ἐν Χαλκηδόνι συνόδου δεχόμεθα, ἥτις πρόφασιν τὴν Εὐτυχοῦς ποιησαμένη παραφορὰν τὴν Νεστορίου ἀνθρωπολατρείαν σπουδαίως ταῖς ἐκκλησίαις εἰσέφρησεν, ἐν δύο φύσεσιν" εἶναί τε καὶ γνωρίζεσθαι τὸν Χριστὸν ἐπ᾽ ἀθετήσει τῆς ὀρθοδόξου πίστεως δογματίσασα, καὶ τὰς μὲν φύσεις ἀκολούθως τῇ Νεστοριανῇ παραφροσύνῃ ἐπὶ τῷ ἀριθμῷ τῆς δυάδος

φυλάξασα, τὴν δὲ σχέσιν τῆς υἱότητος λέγω καὶ τῆς ἀξίας ἁπλῶς ἑνώσασα, καὶ οὕτω λοιπὸν τῇ αὐτῇ κακουργίᾳ ἕνα καὶ τὸν αὐτὸν Χριστὸν υἱὸν καὶ κύριον μονογενῆ ἀσυγ-χύτως, ἀδιαιρέτως, ἀτρέπτως καὶ ἀχωρίστως κηρύξασα, καὶ εἰς ἑρμηνείαν σαφῆ τοῦ οἰκείου σκοποῦ τὸν Λέοντος προσηκαμένη Τόμον καὶ στήλην" αὐτὸν ὀρθοδοξίας" ἀπο-καλέσασα τὸν προφανῶς τέμνοντα Χριστὸν τῇ μετὰ τὴν ἕνωσιν δυάδι τῶν φύσεων καὶ ταύταις μορφάς τε καὶ ἐνεργείας φωνάς τε καὶ ἀνελλιπεῖς ἰδιότητας βλασφήμως ἐπιμερί-ζοντα, διόπερ καὶ ὡς ἀπίθανα λέγειν ἐπιχειροῦντας ἀποπεμπόμεθα.

16 Καὶ μετὰ βραχέα"

Ταῦτά φασι, καὶ οὐκ ἀγνοοῦντες, ὅτι ἐπ᾽ αὐτῶν τῶν πραγμάτων τὴν τοιαύτην φωνὴν ἡ ἐν ἐκείνῃ τῇ πόλει ὡς εἴθε μήποτε συναγηγερμένη σύνοδος τέθεικεν, ἀκολούθως ἑαυτῇ τὴν τῆς σχέσεως συνάφειαν ἕν ἀποκαλέσασα πρόσωπον καὶ τὴν ἐκ δύο" ὡς πολεμίαν ἀποπεμψαμένη φωνήν, τὴν ἀσυγχύτως καὶ ἀδιαιρέτως" ἕνα δεικνύουσαν ἡμῖν τὸν Ἐμ-μανουήλ, τὸν αὐτὸν ὁμοούσιον ὄντα τῷ πατρὶ" καὶ τῷ ἁγίῳ πνεύματι κατὰ τὴν θεότητα καὶ τὸν αὐτὸν ὁμοούσιον ἡμῖν τοῖς ἀνθρώποις κατὰ τὴν ἀνθρωπότητα, τὸν αὐτὸν καὶ θαυματουργοῦντα καὶ πάσχοντα καὶ θείως καὶ ἀνθρωπίνως φθεγγόμενον, καὶ μίαν αὐτοῦ τὴν ἐνέργειαν καὶ τὴν γνῶσιν ὡς ἑνὸς ἐκπταιδεύουσαν᾽ Χριστὸς γὰρ θεοῦ δύναμις καὶ θεοῦ σοφία, ἐν ᾧ ἅπαντές εἰσιν οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι, κἂν οἰκονομικῶς λέγῃ τὴν τῆς συντελείας ἡμέραν ἀγνοεῖν. Ἥτις χρῆσις ἀντεβλήθη ζὁμοίως» πρὸς βιβλίον χαρτῷον προενεχθὲν ἐκ μέρους τῶν τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης, καὶ ἐστοίχησεν.

17 Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις Θεοδώρου αἱρετικοῦ ἐκ τῆς πρὸς Παῦλον αἱρετικὸν δογματικῆς ἐπιστολῆς, ἧς ἡ ἀρχή Ὅταν μὲν τὸν καιρόν, ἔχουσα οὕτως"

Καὶ πρὸς τούτοις ἅπασιν ἀναθεματίζω τὴν ἐν Χαλκηδόνι σύνοδον καὶ τὸν Λέοντος Τόμον καὶ πάντας τοὺς εἰπόντας ἢ λέγοντας ἐπὶ τοῦ ἑνὸς Χριστοῦ δύο φύσεις μετὰ τὴν ἄφραστον ἕνωσιν ἢ ἐν δύο" φύσεσι τοῦτον ὁριζομένους καὶ μὴ δοξάζοντας ἕν αὐτοῦ εἶναι πρόσωπον καὶ μίαν ὑπόστασιν καὶ μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην" καὶ μίαν αὐτοῦ τὴν ἐνέργειαν κατὰ τὴν τῶν θεοφόρων ἡμῶν πατέρων διδασκαλίαν. ταύτῃ τοι καὶ τὸ Ἑνωτικὸν γράμμα τοῦ τῆς εὐσεβοῦς λήξεως Ζήνωνος δέχομαι ἐπὶ ἀναθεματισμῷ τῆς εἰρημένης ἐν Χαλκηδόνι συνόδου καὶ τοῦ Τόμου Λέοντος.

Ἥτις χρῆσις ὁμοίως ἀντεβλήθη πρὸς βιβλίον χαρτῷον προενεχθὲν ἐκ μέρους τῶν τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης, καὶ ἐστοίχησεν.

18 Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις Παύλου αἱρετικοῦ ἐκ τῆς πρὸς τὸν εἰρημένον Θεόδωρον ἐπιστολῆς, ἧς ἡ ἀρχή: Οὐ νῦν πρῶτον, ἀλλ' ἄνωθεν ὁ μισόκαλος, ἔχουσα οὕτως"

Ὅταν τοίνυν τὸν τῆς ἐνανθρωπήσεως πολυπραγμονῶμεν τρόπον, δύο τὰ ἀλλήλοις οὐχ ὁμοούσια ὁρᾷ δὴ πάντως ὁ ἡμέτερος νοῦς" συνειστρέχουσα δὲ ἡ τῆς ἀληθοῦς ἑνώσεως ἔννοια οὐκ ἔτι μὲν δύο, ἀλλ᾽ ἕνα σύνθετον ἀποφαίνει τὸν σωτῆρα Χριστόν, τὸν αὐτὸν ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ τὸν αὐτὸν ὁμοούσιον τοῖς ἀνθρώποις ἡμῖν κατὰ τὴν ἀνθρωπότητα, τὸν αὐτὸν θαυματουργοῦντα καὶ πάσχοντα θεϊκῶς καὶ ἀνθρω-πίνως φθεγγόμενον, καὶ μίαν αὐτοῦ τὴν ἐνέργειαν ὡς ἑνός,

19 Καὶ μετὰ βραχέα"

Τὸν γοῦν Λέοντος Τόμον στήλην τε ὀρθοδοξίας" ἀποκαλεῖ καὶ πρὸς πίστιν καὶ σαφήνειαν τῶν αὐτῇ δοκούντων ἀξιοῖ παραλαμβάνειν, ὃς ἐναργέστατα τέμνει τὸν ἕνα Χριστὸν μετὰ τὴν ἕνωσιν δυάδι τῶν φύσεων, μορφάς τε ζαὐτῷ) καὶ φωνάς, ἐνεργείας τε καὶ παντελῶς ἰδιότητας ἰσαρίθμους ἐπιμερίζει. οὐ τοίνυν οὐδὲ ἐκείνων ἀνεξόμεθα τῶν ἀνδρῶν, οἵτινες ἀσυστάτους αὐτῇ καὶ λίαν ἀμαθεῖς πορίζουσιν ἀπολογίας καὶ τοσοῦτο τῶν παρ᾽ αὐτῇ κειμένων ἀποδεούσας, ὅσον αὐτά γε ταῦτα ἐξ ἀρχῆς ἀναιρεῖν.

Αἴτινες δύο χρήσεις ἀντεβλήθησαν ὡσαύτως πρὸς βιβλίον χαρτῷον προενεχθὲν ἐκ μέρους τῶν τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης, καὶ ἐστοίχησαν.

Θεόδωρος καὶ [εώργιος οἱ θεοσεβέστατοι πρεσβύτεροι καὶ Ἰωάννης ὁ θεοσεβέστατος διάκονος οἱ τὸν τόπον ἐπέχοντες τοῦ ἁγιωτάτου ζκαὶ μακαριωτάτου» πάπα τῆς πρεσβυ-τέρας Ῥώμης ᾿Αγάϑωνος εἴπον"

Αἰτοῦμεν τὴν ὑμετέραν εὐσέβειαν καὶ τὴν ἁγίαν καὶ οἰκουμενικὴν σύνοδον ἀναγνωσθῆναι καὶ τοῖς πραττομένοις ἐνταγῆναι καὶ ᾿Απολιναρίου τοῦ αἱρετικοῦ χρῆσιν ἐκ τῆς βιβλίου τῶν ᾿᾿Αποριῶν" αὐτοῦ ἀπὸ βιβλίου τοῦ ἐνταῦθα εὐαγοῦς πατριαρχείου, μὴ ἐντεθεῖσαν παρ' ἡμῶν ἐν τῷ νῦν ἀναγνωσθέντι κωδικίῳ, ἁρμόδιον οὖσαν {ταῖς ἀναγνωσθεῖσι τῶν αἱρετικῶν χρήσεσισ καὶ συνάδουσαν τῷ περὶ ἑνὸς θελήματος καὶ μιᾶς ἐνεργείας φρονήματι Μακαρίου καὶ Στεφάνου.

Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς καὶ ἡ ἁγία σύνοδος εἶπον"

Τὸ αἰτηθὲν παρὰ τῶν αὐτῶν θεοσεβεστάτων ἀνδρῶν γενέσθω.

Καὶ προεκομίσθη τὸ τοιοῦτον βιβλίον χαρτῷον τῆς βιβλιοθήκης τυγχάνον τοῦ ἐνταῦθα εὐαγοῦς πατριαρχείου ἐπιγραφὲν͵, Ἐκ τῶν ᾿Αποριῶν ᾿Απολιναρίου", οὗ ἡ ἀρχή Ἡ ζωὴ τῶν ζώντων αἰτία. ἔχει δὲ ἡ χρῆσις οὕτωτ'

20

Θεὸς ἀναλαβὼν ὄργανον καὶ θεός ἐστι καθὸ ἐνεργεῖ καὶ ἄνθρωπος κατὰ τὸ ὄργανον, μένων δὲ θεὸς οὐ μεταβέβληται: ὄργανον καὶ τὸ κινοῦν μίαν πέφυκεν ἀποτελεῖν τὴν ἐνέργειαν" εἰ δὲ μία ἡ ἐνέργεια, μία καὶ ἡ οὐσία’ μία ἄρα οὐσία γέγονε τοῦ λόγου καὶ τοῦ ὀργάνου.

Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς καὶ ἡ ἁγία σύνοδος εἴπτον᾽

ΟἹ ἀνωτέρω ἐπιμνησθέντες Πέτρος καὶ Θεόδωρος καὶ Σολομὼν καὶ ᾿Αντώνιος οἱ θεοφιλεῖς ἐπίσκοποι, [εώργιός τε καὶ Διονύσιος, ᾿Αναστάσιός τε καὶ Στέφανος οἱ θεοσεβέστατοι διάκονοι, καὶ ᾿Αναστάσιος καὶ [εῴώργιος οἱ εὐλαβέστατοι μοναχοὶ τοὺς ὑποσχεθέντας παρ᾽ αὐτῶν τῆς οἰκείας πίστεως λιβέλλους ὀμνύντες ἐπιδιδότωσαν καὶ τὸν σωματικὸν ἐπὶ τῶν προκειμένων ἀχράντων τοῦ θεοῦ εὐαγγελίων καταβαλλόμενοι ὅρκον. οἱ αὐτοὶ θεοφιλεῖς ἐπίσκοποι καὶ εὐλαβέστατοι κληρικοί τὲ καὶ μοναχοὶ ἐπιδεδώκασιν ἰσοτύπους λιβέλλους, καὶ ἀνεγνώσθησαν ἔχοντες ἐπὶ λέξεως οὕτως"

Τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ συνόδῳ τῇ κατὰ κέλευσιν τοῦ εὐσεβεστάτον καὶ θευψηφίστου ἡμῶν δεσπότου καὶ μεγάλου νικητοῦ βασιλέως Κωνσταντίνου συνελθούσῃ ἀρτίως ἐν ταύτῃ τῇ θεοφυλάκτῳ καὶ βασιλίδι πόλει ἐν τῷ βασιλικῷ σεκρέτῳ τῷ ἐπιλεγομένῳ Τρούλλῳ Λίβελλος πληροφορίας συνταγεὶς καὶ ἐπιδοθεὶς πταρ᾽ ἐμοῦ Πέτρου ἀναξίου ἐπισκόπου τῆς Νικομηδέων μητροπόλεως τῆς Βιθυνῶν ἐπαρχίας.

Ἐπείπερ ἐπεζήτησεν ἡ ὑμετέρα θεόπνευστος καὶ τιμία σύνοδος τὸ ὅπως κατέχω περὶ τῆς ὀρθοδόξου καὶ ἀμωμήτου ἡμῶν τῶν Χριστιανῶν πίστεως καὶ περὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἑνὸς τῆς ἁγίας καὶ ὁμοουσίου καὶ ζωοποιοῦ τριάδος, τούτου χάριν τὴν παροῦσαν ἔγγραφον πληροφορίαν συντάξας ἐπιδίδωμι τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ ὑμῶν συνόδῳ, ἔχουσαν ὡς ὑποτέτακται οὕτωτ᾽

Πιστεύω εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων᾽ καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, τὸ φῶς ἐκ τοῦ φωτός, τὸν θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, δι᾽ οὗ τὰ πάντα ἐγένετο" καὶ εἰς τὸ

πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιοῦν, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, τὸ σὺν πατρὶ καὶ υἱῷ συντιροσκυνούμενον καὶ συνδοξαζόμενον, τριάδα ὁμοούσιον, μίαν {θεότητα καὶ» οὐσίαν καὶ δύναμιν {καὶ μίαν ἐξουσίαν καὶ κυριότητα, θεὸν ἕκαστον καθ᾽ ἑαυτὸ θεωρούμενον, τοῦ νοῦ χωρίζοντος τὰ ἀχώριστα, μονάδα ἐν τριάδι καὶ τριάδα ἐν μονάδι προσκυνουμένην" μονάδα μὲν κατὰ τὸν τῆς οὐσίας λόγον ἤτουν θεότητος, τριάδα δὲ κατὰ τὰς ὑποστάσεις ἤγουν πρόσωπα. ὁμολογῶ δὲ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν {τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ» τὸν ἕνα τῆς αὐτῆς ἁγίας ὁμοουσίου {καὶ ζωοποιοῦν τριάδος, ὃν ἐκ τοῦ πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, τὸν αὐτὸν ἐπ΄ ἐσχάτων τῶν ἡμερῶν δι' ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθεῖν ἐκ τῶν οὐρανῶν καὶ σαρκωθῆναι ἐκ πνεύματος ἁγίου καὶ τῆς ἁγίας ἐνδόξου δεσποίνης ἡμῶν θεοτόκου καὶ ἀειτταρθένου Μαρίας, ἥντινα θεοτόκον κυρίως καὶ κατὰ ἀλήθειαν ὁμολογῶ, ὡς αὐτὸν τὸν τοῦ θεοῦ υἱόν τε καὶ λόγον ἐν ὑστέροις καιροῖς κατὰ σάρκα γεννήσασαν, ὁμοούσιον τῷ θεῷ καὶ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, κατὰ πάντα ὅμοιον ἡμῖν χωρὶς ἁμαρτίας, παθητὸν σαρκί, ἀπαθῆ θεότητι, τέλειον ἐν θεότητι καὶ τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπότητι, θεὸν ἀληθῶς καὶ ἄνθρωπον ἀληθῶς ἐκ ψυχῆς λογικῆς καὶ σώματος, ἐκ δύο φύσεων, θεότητός τε καὶ ἀνθρωπότητος, καὶ ἐν δύο φύσεσι τελείαις, καὶ μετὰ τὴν ἄφραστον καὶ ἀχώριστον ἕνωσιν ἀσυγχύτως, ἀτρέπτως, ἀχωρίστως καὶ ἀδιαι-ρέτως γνωριζόμενον, οὐδαμοῦ τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν καθ' ὑπό-στασιν ἕνωσιν, σῳζομένης δὲ μᾶλλον τῆς ἰδιότητος ἑκατέρας φύσεως καὶ εἰς ἕν πρόσωπον καὶ μίαν ὑπόστασιν συντρεχούσης, οὐκ εἰς δύο πρόσωπα μεριζόμενον ἢ διαιρούμενον, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν υἱὸν μονογενῆ θεὸν λόγον κύριον Ἰησοῦν Χριστὸν ὁμολογῶ. οὐδὲ γὰρ τετάρτου προσώπου ἡ ἁγία τριὰς προσθήκην ἐδέξατο κἂν σαρκωθέντος τοῦ ἑνὸς τῆς αὐτῆς θεοῦ λόγου, ἀλλ᾽ ἐν τῇ παρθενικῇ νηδύι τῆς ἀχράντου θεοτόκου καὶ ἀειπαρθένου Μαρίας ἐνοικήσας ἀπορρήτως ἐξ αὐτῆς ἐν τῇ ἰδίᾳ ὑποστάσει σάρκα ἑαντῷ ἐδημιούργησεν ἐμψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ. διόπερ καὶ τοῦ αὐτοῦ τὰς δύο γεννήσεις ὁμολογῶ, τήν τε πρὸ αἰώνων ἐκ τοῦ θεοῦ καὶ πατρὸς κατὰ τὴν θεότητα καὶ τὴν ἐκ τῆς αὐτῆς ἁγίας παρθένου καὶ θεοτόκου Μαρίας κατὰ σάρκα καὶ πρόσφατον. μείνας γὰρ ὅπερ ἦν γέγονεν ἀναλλοιώτως ὅπερ οὐκ ἦν, καὶ οὕτως μίαν αὐτοῦ τὴν ὑπόστασιν σύνθετον καταγγέλλω, μηδ᾽ ἑτέρας τραπείσης ἢ συγχυθείσης φύσεως διὰ τὴν ἕνωσιν μηδ' αὖ τομὴν ἐπιδεχομένης τῆς ἀπορρήτου ταύτης ἑνώσεως. ἡ γὰρ κατὰ σύνθεσιν ἤτοι καθ᾽ ὑπόστασιν ἕνωσις καὶ τὴν σύγχυσιν καὶ τὴν διαίρεσιν ἀποβάλλεται καὶ φυλάττει μὲν τὴν ἑκατέρας φύσεως ἰδιότητα, ἕν δὲ πρόσωπον τοῦ θεοῦ λόγου καὶ μετὰ τῆς σαρκὸς ἀποδείκνυσιν. ὅθεν καὶ δύο τοῦ αὐτοῦ ἑνὸς κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ φυσικὰ θελήματα καὶ δύο φυσικὰς ἐνεργείας ὁμολογῶ κατὰ τὴν δύναμιν τῶν ἐντεθεισῶν χρήσεων ἁγίων καὶ ἐκκρίτων πα-τέρων ἐν τῇ σταλείσῃ ἀναφορᾷ πρὸς τὸν εὐσεβέστατον καὶ θεοστήρικτον ἡμῶν δεσπότην καὶ μέγαν νικητὴν βασιλέα παρὰ ᾿Αγάθωνος τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου πάπα τῆς πρεσβυτέρας Ῥώμης, καὶ ἁπλῶς εἰπεῖν ἐν πᾶσι στοιχῶ καὶ ἐμμένω πᾶσι τοῖς ἐμφερο-μένοις κεφαλαίοις ἔν τε τῇ εἰρημένῃ ἀναφορᾷ τοῦ αὐτοῦ ἁγιωτάτου ἀνδρὸς καὶ ἐν τῇ ἑτέρᾳ ἀναφορᾷ τῆς κατ᾽ αὐτὸν συνόδου. ἔτι γε μὴν ὁμολογῶ τὸν αὐτὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν ἀληθινὸν θεόν, τὸν ἕνα τῆς ἁγίας ὁμοουσίον καὶ ζωοποιοῦ τριάδος, σταυρωθέντα ἑκουσίως ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, παϑόντά τε καὶ ταφέντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφὰς καὶ εἰς οὐρανοὺς ἀνελθόντα καὶ καθεζόμενον ἐν δεξιᾷ τοῦ πατρός, πάλιν ἐλεύσεσθαι μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. προσδοκῶ ἀνάστασιν νεκρῶν καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. ἀμήν.

Δέχομαι δὲ καὶ ἀσπάζομαι τὰς ἁγίας καὶ οἰκουμενικὰς πέντε συνόδους, τουτέστιν τὴν ἐν Νικαίᾳ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ ἁγίων ζκαὶ μακαρίων» πατέρων, καὶ τὴν ἐν ταύτῃ τῇ θεοφυλάκτῳ καὶ βασιλίδι πόλει τῶν ἑκατὸν πεντήκοντα ἁγίων καὶ μακαρίων πατέρων, καὶ τὴν ἐν Ἐφέσῳ τὸ πρότερον τῶν διακοσίων ἁγίων πατέρων, καὶ τὴν ἐν Χαλκηδόνι τῶν ἑξακοσίων τριάκοντα ἁγίων πατέρων, καὶ τὴν ἐν χρόνοις Ἰουστινιανοῦ τοῦ τῆς εὐσεβοῦς λήξεως συνελθοῦσαν αὖθις ἐν ταύτῃ τῇ θεοφυλάκτῳ καὶ βασιλίδι πόλει ἁγίαν πέμπτην σύνοδον. ἐν πᾶσι δὲ παραφυλάττω καὶ ἀσπάζομαι τὰ παρὰ τῶν αὐτῶν ἁγίων πέντε συνόδων ὁρισθέντα καὶ τυπωθέντα, καὶ οὗς ἐδέξαντο δέχομαι καὶ οὗς κατέκριναν καὶ ἀνεθεμάτισαν ἀποβάλλομαι καὶ ἀναθεματίζω" πρὸς τούτοις δὲ ἀποβάλλομαι καὶ ἀναθεματίζω καὶ πάντας τοὺς μίαν ἐνέργειαν καὶ ἕν θέλημα κηρύξαντας ἢ κηρύσσοντας ἢ μέλλοντας κηρύσσειν ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ ἑνὸς τῆς ἁγίας τριάδος κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν. ταύτην τοίνυν τὴν τῆς εὐσεβοῦς καὶ ὀρθοδόξου ἡμῶν τῶν Χριστιανῶν πίστεως πληροφορίαν συνέταξα, γραφεῖσαν δι᾽ ἑτέρου μηνὶ Μαρτίῳ, ἰνδικτιῶνος ἐνάτης.

Ἡ ὑπογραφή

Πέτρος ἀνάξιος ἐπίσκοπος τῆς Νικομηδέων μητροπόλεως τῆς Βιθυνῶν ἐπαρχίας στοιχῶν καὶ ἐμμένων πᾶσι τοῖς ἐμφερομένοις ἐν τῷ παρόντι τῆς πληροφορίας λιβέλλῳ καὶ ὁμο-λογήσας ὡς (ἀνωτέρω) πρόκειται, ὥσπερ δύο φύσεις οὕτω καὶ δύο φυσικὰ θελήματα καὶ δύο φυσικὰς ἐνεργείας ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ ἑνὸς τῆς ἁγίας τριάδος κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ, ἀναθεματίσας τε πάντας τοὺς λέγοντας ἕν θέλημα καὶ μίαν ἐνέργειαν ἐπὶ τῆς θεότητος αὐτοῦ καὶ τῆς ἀνθρωπότητος (ἰδιοχείρως) ὑπέγραψα μηνὶ Μαρτίῳ, ἰνδικτιῶνος ἐνάτης.

[Γεώργιος ὁ θεοσεβέστατος πρεσβύτερος μοναχὸς καὶ ἀποκρισιάριος Θεοδώρου τοῦ ὁσιω-τάτου τοποτηρητοῦ τοῦ θρόνου Ἱεροσολύμων {προσελθὼν εἴπεν"

Αἰτῶ τὴν ὑμετέραν εὐσέβειαν καὶ τὴν ἁγίαν καὶ οἰκουμενικὴν σύνοδον ζῖνα ἀναγινωσκέ-σθωσαν) τὰ συνοδικὰ Σωφρονίου τοῦ ἐν ὁσίᾳ τῇ μνήμῃ γενομένου ἀρχιεπισκόπου Ἱερο-σολύμων, τὰ παρ᾽ αὐτοῦ μὲν πρὸς Σέργιον τὸν τηνικαῦτα πατριάρχην τυγχάνοντα τῆς βασιλίδος ταύτης καὶ θεοφυλάκτου πόλεως {πεμφθέντα, μὴ προσδεχθέντα δὲ παρὰ τοῦ αὐτοῦ Σεργίου, ἐν χερσί μοι τυγχάνοντα ἀναγνωσθῆναι, ἐφ' ᾧ διαγνωσθῆναι εἴ τε ὀρθοδόξως ἔχουσιν εἴ τε καὶ οὔ.

Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς καὶ ἡ ἁγία σύνοδος εἴπον᾽ Καϑ' ἑτέραν ἡ τούτων προκομιδὴ καὶ ἀνάγνωσις γινέσθω.

108
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать