ΠΈΠΡΑΓΜΕΝΑ ΤῊΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΌΛΕΙ ΓΕΝΟΜΕΝΗΣ ΕΚΤΗΣ ΑΓΙΑᾺΣ ΣΥΝ-ΟΔΟΥ ΚΑΤᾺ ΤΩΝ ΔΥΣΣΕΒΩΣ ΔΙΔΑΞΑΝΤΩΝ ΕΝ ΘΕΛΗΜΑ ΚΑΙ ΜΙΑΝ ΕΝΕΡΓΕΙΑΝ ἘΠῚ ΤΗΣ ΕΝΣΑΡΚΟΥ ΟἸΚΟΝΟΜΙΑΣ ΤΟΥ ΚΥΡΙΟῪ ἩΜΩ͂Ν ΙΗΣΟΥ ΧΡΙΣΤΟῪ ΤΟΥ ΑΛΗΘΙΝΟΥ ΘΕΟΥ͂ ἩΜΩ͂Ν ΤΟΥ ΕΝΟΣ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΟΜΟΟΥΣΙΟΥ ΤΡΙΑΔΟΣ
ΠΡΑΞΙΣ ΠΡΩΤΗ
Ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν βασιλείας τῶν θεοστέτπτων καὶ γαληνοτάτων ἡμῶν δεσπότων Φλαβίων Κωνσταν-τίνου μὲν τοῦ εὐσεβεστάτου καὶ θεοψηφίστου μεγάλου βασιλέως αἰωνίου αὐγούστου καὶ αὐτοκράτορος ἔτους εἰκοστοεβδόμου καὶ μετὰ ὑπατείαν τῆς αὐτοῦ θεοσόφου πραότητος ἔτους τρισκαιδεκάτου Ἡρακλείου δὲ καὶ Τιβερίου τῶν θεοφυλάκτων αὐτοῦ ἀδελφῶν ἔτους εἰκοστοδευτέρου τῇ ἑβδόμῃ τοῦ Νοεμβρίου μηνός ἰνδικτιῶνος ἐνάτης.
Προκαθημένου τοῦ αὐτοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου μεγάλου βασιλέως Κωνσταντίνου
ἐν τῷ σεκρέτῳ τοῦ θείου παλατίου τῷ οὕτω λεγομένῳ Τρούλλῳ καὶ κατὰ κέλευσιν τῆς
αὐτοῦ θεοσόφου γαλήνης παρόντων καὶ ἀκροωμένων
Νικήτα τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ μαγίστρου τῶν βασιλικῶν ὀφφικίων
Θεοδώρου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου, κόμητος τοῦ βασιλικοῦ ὀψικίου καὶ ὑποστρατήγου Θράκης
Σεργίου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου
Παύλου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου
Ἰουλιανοῦ τοῦ ἐνδοξοτάτον ἀπὸ ὑπάτων πατρικίον καὶ στρατιωτικοῦ λογοθέτου
Κωνσταντίνου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ κουράτωρος τοῦ βασιλικοῦ τῶν Ὁρμίσδου οἴκου
᾿Αναστασίου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ τοποτηρητοῦ τοῦ κόμητος τοῦ βασιλικοῦ ἐξκουβίτου
Ἰωάννου τοῦ ἐνδοξοτάτον ἀπὸ ὑπάτων πατρικίον καὶ κοιαίστωρος
Πολυεύκτου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων
Θωμᾶ τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων
Παύλου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων καὶ διοικητοῦ τῶν ἀνατολικῶν ἐπαρχιῶν
Πέτρου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων
Λεοντίου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων καὶ δομεστίκου τῆς βασιλικῆς τραπέζης.
Συνελθούσης καὶ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς κατὰ βασιλικὸν θέσπισμα συν-
αϑροισθείσης ἐν ταύτῃ τῇ θεοφυλάκτῳ καὶ βασιλίδι πόλει, τουτέστι
Θεοδώρον καὶ [Γεωργίου τῶν εὐλαβεστάτων πρεσβυτέρων καὶ Ἰωάννου τοῦ εὐλαβεστάτον διακόνου ἐπεχόντων τὸν τόπον τοῦ ὁσιωτάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς πρεσβυτέρας Ῥώμης ᾿Αγάθωνος καὶ
[εωργίου τοῦ ὁσιωτάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου ταύτης τῆς μεγαλωνύμου Κωνσταντινουπόλεως νέας Ῥώμης καὶ
Πέτρου τοῦ θεοφιλοῦς πρεσβυτέρου μοναχοῦ καὶ τοποτηρητοῦ τοῦ θρόνου τῆς ᾿Αλεξαν-δρέων μεγαλοπόλεως καὶ
Μακαρίου τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου Θεουπόλεως ᾿Αντιοχείας καὶ
[εωργίον τοῦ εὐλαβεστάτου πρεσβυτέρου μοναχοῦ καὶ ἀποκρισιαρίον Θεοδώρου τοῦ ὁσιωτάτου τοποτηρητοῦ τοῦ θρόνου Ἱεροσολύμων
Ἰωάννου ἐπισκόπου πόλεως Πόρτου, ᾿Αβουνδαντίου ἐπισκόπου πόλεως Πατέρνου, Ἰωάν-νου ἐπισκόπου πόλεως Ῥηγίου, ἐπεχόντων τὸν τόπον τῆς κατὰ τὴν πρεσβυτέραν Ῥώμην ὁσίας τῶν ῥᾷὲ εὐλαβεστάτων ἐπισκόπων συνόδου τῶν καὶ δι᾽ οἰκείων ὑπο-γραφῶν δηλουμένων ἐν τῇ γενομένῃ πρὸς τὸν εὐσεβέστατον βασιλέα Κωνσταντῖνον παρ᾽ αὐτῶν ἀναφορᾷ καὶ
Θεοδώρου τοῦ εὐλαβεστάτον πρεσβυτέρου καὶ τοποτηρητοῦ τοῦ θεοφιλεστάτου ἀρχι-ἐπισκόπου Ῥαβέννης Θεοδώρου
Βασιλείου ἐπισκόπου πόλεως Γορτύνης τῆς Κρητῶν νήσου
Θεοδώρον ἐπισκόπου Ἐφέσου
Σισινίου ἐπισκόπου Ἡρακλείας Θράκης
[εωργίου ἐπισκόπου Κυζίκου
Πέτρου ἐπισκόπου Νικομηδείας
Φωτίου ἐπισκόπου Νικαίας
Ἰιωάννον ἐπισκόπου Χαλκηδόνος
Θεοδώρου ἐπισκόπου Μελιτηνῆς
Σισινίου ἐπισκόπου Ἱεραπόλεως Φρυγίας
Μακροβίου ἐπισκόπου Σελευκείας Ἰσαυρίας
[εωργίου ἐπισκόπου Βυζίης Θράκης
[ρηγορίου ἐπισκόπου Μιτυλήνης
Σεργίου ἐπισκόπου Σηλυβρίας
᾿Ανδρέου ἐπισκόπου Μεθύμνης
Θεογνίου ἐπισκόπου Κίου
[εωργίου ἐπισκόπου Καμουλιανῶν ᾿Αντωνίου ἐπισκόπου Ὑπαίπων [ενεσίου ἐπισκόπου ᾿Αναστασιουπόλεως Πλάτωνος ἐπισκόπου Κίννης
Ἰωάννου ἐπισκόπου Δασκυλίου Θεοδώρου ἐπισκόπου Ἰουστινιανουπόλεως Γόρδου Θεοδώρον ἐπισκόπου Βερίσσης Στεφάνου ἐπισκόπου Ἡρακλείας Πόντου Λογγίνου ἐπισκόπου Τίου
Δομετίου ἐπισκόπου Πλουσιάδος Σολομῶνος ἐπισκόπου Κλανέου [εωργίου ἐπισκόπου Κώου
Ἰωάννου ἐπισκόπου Μύνδου
Γρηγορίου ἐπισκόπου Καντάνου Ἰωάννου ἐπισκόπου Λάππης
Εὐλαλίου ἐπισκόπου Ζηνωνουπόλεως Κωνσταντίνου ἐπισκόπου Δαλισανδοῦ Θεοδώρον ἐπισκόπου Ὄλβης
Θεοφάνους πρεσβυτέρου καὶ ἡγουμένου τοῦ ἐν Σικελίᾳ εὐαγοῦς μοναστηρίου ἐπιλεγομένου
Βαίων
[Γεωργίου πρεσβυτέρου καὶ μοναχοῦ μονῆς τῶν Ῥενάτης διακειμένης ἐν τῇ πρεσβυτέρᾳ
Ῥώμῃ
Κόνωνος καὶ Στεφάνου πρεσβυτέρων καὶ μοναχῶν μονῆς ἐπιλεγομένης Δόμον ᾿Αρσικίας διακειμένης ὡσαύτως κατὰ τὴν πρεσβυτέραν Ῥώμην ᾿Αναστασίου πρεσβυτέρου καὶ μοναχοῦ τῶν εὐκτηρίων τοῦ ἐν Κωνσταντινουπόλει εὐαγοῦς
πατριαρχείονυ καὶ
Στεφάνου πρεσβυτέρου καὶ μοναχοῦ τοῦ μαθητοῦ Μακαρίου τοῦ ὁσιωτάτου ἀρχίιεπι-
σκόπου Θεουπόλεως ᾿Αντιοχείας.
Καϑεσθέντων τε τῶν ἐνδοξοτάτων πατρικίων καὶ ὑπάτων ἐκ πλαγίου τοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου ἡμῶν βασιλέως Κωνσταντίνου, καὶ ἐκ μὲν τοῦ εὐωνύμου αὐτοῦ μέρους καϑεσθέντων τῶν ὁσιωτάτων τοποτηρητῶν τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς πρε-σβυτέρας Ῥώμης ᾿Αγάθωνος καὶ τῶν ἐκ προσώπου τῆς κατ᾽ αὐτὸν συνόδου θεοφιλῶν ἐπισκόπων καὶ Θεοδώρου πρεσβυτέρου καὶ τοποτηρητοῦ τοῦ θεοφιλεστάτου ἀρχιεπισκό-που Ῥαβέννης, καὶ Βασιλείου ἐπισκόπου Γορτύνης, καὶ [Γεωργίου πρεσβυτέρου μοναχοῦ καὶ ἀποκρισιαρίου Θεοδώρου τοῦ ὁσιωτάτου τοποτηρητοῦ τοῦ θρόνου Ἱεροσολύμων, καὶ λοιπῶν ἐπισκόπων τῶν ὑπὸ τὸν θρόνον τοῦ ἁγιωτάτου πάπα τῆς πρεσβυτέρας Ῥώμης: ἐκ δὲ τοῦ δεξιοῦ μέρους καθεσθέντων ὁμοίως Γεωργίου τε τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως νέας Ρώμης, καὶ Μακαρίου τοῦ ὁσιωτάτου ἀρχιεπι-σκόπου Θεουπόλεως ᾿Αντιοχείας, καὶ Πέτρου τοῦ θεοφιλεστάτον πρεσβυτέρου μοναχοῦ καὶ τοποτηρητοῦ τοῦ θρόνου τῆς ᾿Αλεξανδρέων μεγαλοπόλεως, καὶ Θεοδώρου ἐττισκόπου Ἐφέσου, καὶ τῶν λοιπῶν θεοφιλεστάτων ἐπισκόπων τῶν ὑπὸ τὸν θρόνον τοῦ τε ἁγιω-τάτου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως καὶ τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου Θεου-πόλεως ᾿Αντιοχείας’ προκειμένων ἐν μέσῳ τῶν ἁγίων καὶ ἀχράντων Χριστοῦ τοῦ θεοῦ ἡμῶν εὐαγγελίων Θεόδωρος καὶ [Γεώργιος οἱ θεοσεβέστατοι πρεσβύτεροι καὶ Ἰωάννης ὁ θεοσεβέστατος διάκονος, οἱ τὸν τόπον ἐπέχοντες τοῦ ἁγιωτάτου πάπα τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης ᾿Αγάθωνος, ἔτι δὲ καὶ οἱ ἐκ προσώπου τῆς κατ᾽ αὐτὸν συνόδου εἶπον"
Πανάγαθε δέσποτα, κατὰ τὴν καταπεμφθείσαν σάκραν ἐκ τοῦ θεοσόφου ὑμῶν κράτους πρὸς τὸν ἁγιώτατον ἡμῶν πάπαν ἀπεστάλημεν παρ᾽ αὐτοῦ πρὸς τὰ πανευσεβῆ ἴχνη τῆς θεοστηρίκτου ὑμῶν γαλήνης μετὰ καὶ ἀναφορᾶς αὐτοῦ, ἔτι δὲ καὶ ἑτέρας συνοδικῆς ἀναφορᾶς ὡσαύτως γενομένης πρὸς τὴν θεοτείχιστον ὑμῶν εὐσέβειαν ἐκ τῶν ὑπ᾽ αὐτὴν τελούντων ὁσιωτάτων ἐπισκόπων, ἃς καὶ ἐπιδεδώκαμεν τῷ θεοστέπτῳ ὑμῶν κράτει. ἐπειδὴ δὲ πρὸ τούτων τεσσαράκοντα ἕξ χρόνων μικρῷ πλέον ἢ ἔλασσόν τινας καινοφωνίας ἄντικρυς τῆς ὀρθοδόξου πίστεως παρεισήγαγον οἱ κατὰ καιροὺς γενόμενοι πρόεδροι ταύτης τῆς βασιλίδος καὶ θεοφυλάκτου ὑμῶν πόλεως, φαμὲν δὴ Σέργιος, Παῦλος, Πύρρος καὶ Πέτρος, οὐ μὴν ἀλλὰ καὶ Κῦρος ὁ τῆς ᾿Αλεξανδρέων πόλεως γενόμενος πρόεδρος, ἔτι δὲ καὶ Θεόδωρος ὁ γενόμενος ἐπίσκοπος τῆς οὕτω λεγομένης πόλεως Φαράν, καί τινες ἕτεροι τούτοις ἐξακολουθήσαντες, {οἱ οὐ μετρίως τὴν ἐν ὅλῳ τῷ κόσμῳ ἐκκλησίαν ταρά-ξαντες ἕν θέλημα ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ ἑνὸς τῆς ἁγίας τριάδος κυρίου ἡμῶν
Ἰησοῦ Χριστοῦ καὶ μίαν ἐνέργειαν δογματίσαντες καὶ διδάξαντες, καὶ πολλάκις τοῦ δουλικοῦ ὑμῶν καθ᾽ ἡμᾶς ἀποστολικοῦ θρόνου περὶ τούτου ὑποκρούσαντος, εἶτα δὲ καὶ παρακαλέσαντος καὶ μὴ δυνηθέντος μέχρι νῦν τῆς τοιαύτης (αὐτοὺς) ἀποστῆσαι κακο-δόξου γνώμης, αἰτοῦμεν τὸ θεόστεπτον ὑμῶν κράτος εἰπεῖν τοῖς τοῦ μέρους τῆς ἁγιωτάτης ἐκκλησίας Κωνσταντινουπόλεως, πόθεν ἡ τοιαύτη ἐφεύρηται καινοφωνία.
Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς εἴπεν"
Ἐν ἀκροάσει γενόμενοι [εὠργιός τε ὁ ἁγιώτατος ἀρχιεπίσκοπος τῆς θεοφυλάκτου ἡμῶν
ταύτης πόλεως καὶ Μακάριος ὁ ὁσιώτατος ἀρχιεπίσκοπος τῆς ᾿Αντιοχέων πόλεως καὶ ἡ ὑπ᾽ αὐτὸν σύνοδος τῶν παρὰ τοῦ μέρους τοῦ ἀποστολικοῦ τῆς Ῥωμαίων μεγαλοπόλεως θρόνου ῥηθέντων τὰ δοκοῦντα αὐτοῖς διεξίτωσαν. Μακάριος ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος τῆς ᾿Αντιοχέων μεγαλοπόλεως, ἅμα Στεφάνῳ τῷ εὐλαβεστάτῳ πρεσβυτέρῳ καὶ μοναχῷ τῷ αὐτοῦ μαθητῇ, σὺν αὐτοῖς δὲ καὶ Πέτρος ὁ θεοφιλέστατος μητροπολίτης Νικομηδείας, καὶ Σολομὼν ὁ θεοφιλέστατος ἐπίσκοπος Κλα-νέου τοὺς λόγους ποιούμενοι ὑπέρ τε τοῦ θρόνου τῆς ἐνταῦθα ἁγιωτάτης μεγάλης ἐκκλησίας καὶ τοῦ θρόνου ᾿Αντιοχείας εἶπον'
Ἡμεῖς μὲν καινοφωνίας οὐκ ἐξεθέμεθα, ἀλλ᾽ εἴ τι παρελάβομεν ἐκ τε τῶν ἁγίων οἰκουμε-νικῶν συνόδων καὶ τῶν ἁγίων καὶ ἐκκρίτων πατέρων, ἔτι δὲ καὶ τῶν προεδρευσάντων ταύτης τῆς βασιλίδος πόλεως, φαμὲν Σεργίου, Παύλου, Πύρρον καὶ Πέτρου, ἔτι δὲ καὶ Ὁνωρίου τοῦ γενομένου πάπα τῆς πρεσβυτέρας Ῥώμης καὶ Κύρου τοῦ γενομένου πάπα ᾿Αλεξανδρείας, τουτέστι περὶ θελήματος καὶ ἐνεργείας, οὕτως καὶ ἐπιστεύσαμεν καὶ πι-στεύομεν καὶ κηρύσσομεν {καὶ διδάσκομεν) καὶ ἑτοίμως ἔχομεν τὰ περὶ τούτου παραστῆ-σαι.
Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς εἶπεν"
Εἰ βούλεσθε περὶ τούτου παριστᾶν ἡμῖν, οὐκ ἄλλως ὑμᾶς δεχόμεθα ἀποδείξεις προφέ-ροντας εἰ μή, καϑὼς εἴπατε, ἐκ τῶν ἁγίων καὶ οἰκουμενικῶν συνόδων καὶ τῶν ἁγίων ἐκκρίτων πατέρων.
Μακάριος ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος ᾿Αντιοχείας καὶ οἱ σὺν αὐτῷ εἶπον:
Εὐσεβέστατε δέσποτα, κέλευσον διὰ τοῦ χαρτοφύλακος τῆς ἐνταῦθα ἁγιωτάτης τοῦ θεοῦ μεγάλης ἐκκλησίας τὰ βιβλία τῶν ἁγίων συνόδων ἐκ τοῦ εὐαγοῦς πατριαρχείου εἰς μέσον προαχθῆναι.
Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς εἶπεν"
Κελεύομεν τὰ πεπραγμένα τῶν ἁγίων καὶ οἰκουμενικῶν συνόδων ἐκ τοῦ εὐαγοῦς πα-τριαρχείου τῆς θεοφυλάκτου ταύτης καὶ βασιλίδος πόλεως παραχρῆμα διὰ τοῦ προσφόρου χαρτοφύλακος εἰς μέσον ἐλθεῖν καὶ ἀναγνωσθῆναι.
Καὶ πρὸς βραχὺ ὑπεξελθὼν [Γεώργιος ὁ θεοφιλέστατος διάκονος καὶ χαρτοφύλαξ καὶ παραγενόμενος ἐν τῇ βιβλιοθήκῃ τοῦ εὐαγοῦς πατριαρχείου προεκόμισε τὰ βιβλία τῶν ἁγίων καὶ οἰκουμενικῶν συνόδων.
Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς εἶπεν"
[εώργιος ὁ εὐλαβέστατος διάκονος καὶ χαρτοφύλαξ, ἅπερ ἐπιφέρεται βιβλία τῶν ἁγίων
συνόδων ἐπιδιδότω πρὸς ἀνάγνωσιν. Καὶ λαβὼν Στέφανος ὁ εὐλαβέστατος πρεσβύτερος καὶ μοναχός, ὁ μαθητὴς Μακαρίου τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου ᾿Αντιοχείας, τὸ πρῶτον βιβλίον τῶν πεπραγμένων τῆς ἁγίας τρίτης ἐν Ἐφέσῳ τὸ πρότερον συνόδου ἀνέγνω. καὶ ἐλθὼν εἰς τὸν προσφωνητικὸν λόγον τὸν ἀπὸ τοῦ ἐν ἁγίοις Κυρίλλου τοῦ τῆς ᾿Αλεξανδρέων μεγαλοπόλεως γενομένου προέδρου πρὸς Θεοδόσιον τὸν ἐν εὐσεβεῖ τῇ λήξει γενόμενον βασιλέα γραφέντα, οὗ ἡ ἀρχή: Τῆς μὲν ἐν ἀνθρώποις εὐκλείας, καὶ μετ' ὀλίγα' “ἔρεισμα δὲ τὸ ἀκράδαντον τῆς οὕτω θεοφιλοῦς καὶ εὐαγεστάτης ὑμῶν βασιλείας αὐτὸς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός. δι᾿ αὐτοῦ γὰρ βασιλεῖς βασιλεύουσι καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην κατὰ τὸ γεγραμμένον. ἔστι γὰρ αὐτοῦ παναλκὲς τὸ θέλημα", Μακάριος ὁ ὁσιώτατος ἀρχιεπίσκοπος τῆς ᾿Αντι-οχέων πόλεως εἶπεν"
Ἰδού, δέσποτα, παρέστησα ἕν εἶναι θέλημα ἐπὶ Χριστοῦ"
Καὶ ἀναστάντες οἱ τὸν τόπον ἐπέχοντες τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης καί τινες τῶν ἐπισκόπων τῆς συνόδου Κωνσταντινουπόλεως καὶ οἱ ἐνδοξότατοι ἄρχοντες ἐξεβόησαν λέγοντες:
Περισσῶς καὶ παρὰ τὸ κείμενον Μακάριος ὁ ὁσιώτατος ἀρχιεπίσκοπος τῆς ᾿Αντιοχέων μεγαλοπόλεως ἐκ τοῦ νῦν ἀναγνωσθέντος ῥητοῦ δοκεῖ διαβεβαιοῦσθαι ἕν εἶναι θέλημα ἐπὶ τῶν δύο φύσεων τοῦ ἑνὸς κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τουτέστι τῆς θεότητος αὐτοῦ καὶ τῆς ἀνθρωπότητος: τοῦτο γὰρ ὁ ἐν ἁγίοις Κύριλλος ἐπὶ τῆς θείας αὐτοῦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ παντοκρατορικῆς φύσεως ἐκλαβὼν γεγράφηκεν, ὅπερ μετὰ πατρὸς καὶ ἁγίου πνεύματος κοινὸν καὶ παντοδύναμον κέκτηται" διὸ καὶ παναλκὲς" αὐτὸ ὁ αὐτὸς ἐν ἁγίᾳ τῇ μνήμῃ προσηγόρευσε Κύριλλος: ἄλλως τε οὐδὲ ἀριθμητικῶς τέθεικε τὸ τοιοῦτον θέλημα ἕν.
Καὶ ἀναγνωσθέντος ἐντελῶς τοῦ τοιούτου βιβλίου Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς εἶπε:
Καὶ τὸ ἕτερον βιβλίον τῆς ἁγίας τρίτης συνόδου ἀναγινωσκέσθω.
Καὶ λαβὼν Σολομὼν ὁ θεοσεβέστατος διάκονος καὶ νοτάριος τοῦ ἁγιωτάτου πατριάρχου Κωνσταντινουπόλεως ἀνέγνω ἀπὸ ἀρχῆς ἕως τέλους.
Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς εἴπεν"
Ἱκανῶς ἡμῖν ἡ ἐν τῇ παρούσῃ ἡμέρᾳ γενομένη ἀνάγνωσις καθέστηκεν, ἐν ἧ πέρας ἔλαβον τὰ ἐπὶ τῆς ἁγίας τρίτης ἐν Ἐφέσῳ τὸ πρότερον πραχθέντα συνόδου, καθ᾽ ἑτέραν δὲ καὶ τὰ τῆς ἁγίας ἐν Χαλκηδόνι (τετάρτης) συνόδου πεπραγμένα ἡμῖν ὑπαναγνωσθήσονται.