Ὁμιλία ῥηθεῖσα ἐν τοῖς Ἀποστόλοις ἐν τῇ ἡμέρᾳ Θεοδοσίου βασιλέως πρὸς τοὺς καλοῦντας ἑαυτοὺς Καθαροὺς, ἑτέρων βʹ ἐπισκόπων εἰρηκότων.
ΟΜΙΛΙΑ ςʹ
αʹ. Ὡς καλὴ τῶν εἰρηκότων ἡ ξυνωρὶς, τοῦ μὲν διὰ τῶν βοῶν τὴν κιβωτὸν ἕλκοντος, τοῦ δὲ τὰς ἀπαρχὰς τῶν λόγων ἀνατιθέντος. Εἰ γὰρ καὶ διάφορος αὐτῶν ἡ ἡλικία, ἀλλὰ μία τῆς γεωργίας ἡ ἰδέα· μᾶλλον δὲ οὐδὲ ἡ ἡλικία διάφορος· ὅ τε γὰρ νέος τὸ εὐσταθὲς ἔχει τοῦ γεγηρακότος, ὅ τε γεγηρακὼς τὸ σφριγῶν καὶ ἀκμάζον τοῦ νέου· ὥστε οὐκ ἄν τις ἁμάρτοι ἀμφοτέρους καὶ πρεσβύτας καὶ νέους προσειπὼν, οὐ κατὰ τὴν ἕξιν τῆς ἡλικίας, ἀλλὰ κατὰ τὴν διάθεσιν τῆς γνώμης. Φέρε δὴ λοιπὸν καὶ ἡμεῖς τὰ παρ' ἡμῶν αὐτῶν εἰσενέγκωμεν. Καὶ γὰρ ἀκόρεστον ὑμῶν ὁρῶ τὴν ἀκοὴν οὖσαν, καὶ χρέος οὐ τὸ τυχὸν ὀφείλομεν τῷ μακαρίῳ Θεοδοσίῳ, οὐχ ὅτι βασιλεὺς ἦν, ἀλλ' ὅτι εὐσεβὴς, οὐχ ὅτι ἁλουργίδα ἦν περιβεβλημένος, ἀλλ' ὅτι Χριστὸν ἦν ἐνδεδυμένος, ἱμάτιον μηδέποτε παλαιούμενον, καὶ τὸν θώρακα ἐνεδέδυτο τῆς δικαιοσύνης, καὶ τὰ ὑποδήματα τοῦ εὐαγγελίου τῆς εἰρήνης, καὶ τὴν μάχαιραν τοῦ πνεύματος, καὶ τὴν ἀσπίδα τῆς πίστεως, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου. Μετὰ τούτων τῶν ὅπλων τοὺς τυράννους κατέλυσε, τόν τε πρότερον καὶ τὸν ἔσχατον. Τὸν μὲν γὰρ ἀπονητὶ καὶ ἀναιμωτὶ λαβὼν, τὸ τρόπαιον ἔστησε, μηδὲ μικρὸν ἀποβαλὼν τοῦ στρατοπέδου· τὸν δὲ συμβολῆς γενομένης μόνος καθεῖλεν. Ἐπειδὴ γὰρ ἐξ ἑκατέρου μέρους τὰ στρατόπεδα παρετάττετο, καὶ νέφη βελῶν ἠφίετο, καὶ τροπὴ τῶν οἰκείων ἐγίνετο, τῶν ἐναντίων ἐπικειμένων σφοδρῶς, ἀποπηδήσας τοῦ ἵππου, καὶ τὴν ἀσπίδα χαμαὶ θεὶς, καὶ γόνατα κλίνας, ἐκ τῶν οὐρανῶν τὴν συμμαχίαν ἐκάλει, καὶ τὸν τόπον τῆς παρατάξεως τόπον ἐκκλησίας ἐποίει, οὐ τόξοις καὶ βέλεσιν, οὐδὲ δόρασι πολεμῶν, ἀλλὰ δάκρυσι καὶ εὐχαῖς· καὶ οὕτως ἀθρόον ἀνέμου προσβολῆς ἐμπεσούσης, τὰ μὲν βέλη τῶν ἐναντίων κατὰ τῶν ἀφιέντων ἐφέρετο· οἱ δὲ θυμοῦ πνέοντες καὶ φόνων, ὁρῶντες πολέμιοι, ἀθρόον μεταβαλλόμενοι, τοῦτον βασιλέα ἀνεκήρυττον, καὶ τὸν αὑτῶν παρεδίδοσαν, ὀπίσω τὰς χεῖρας δήσαντες. Καὶ ἐπανῄει λαμπρὸς γινόμενος ὁ μακάριος Θεοδόσιος οὐ τῇ νίκῃ μόνον, ἀλλὰ καὶ τῷ τρόπῳ τῆς νίκης. Οὐ γὰρ, ὥσπερ ἐπὶ τῶν ἄλλων βασιλέων, μερίζονται πρὸς αὐτὸν τὸ τρόπαιον οἱ στρατιῶται, ἀλλὰ τὸ πᾶν αὐτοῦ μόνου καὶ τῆς αὐτοῦ πίστεως ἐγίνετο. ∆ιὰ δὴ τοῦτο αὐτὸν μακαρίζομεν, καὶ οὐδὲ τετελευτηκέναι φαμέν· Πᾶς γὰρ ὁ εἰς ἐμὲ πιστεύων, φησὶ, κἂν ἀποθάνῃ, ζήσεται, καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ. Ταῦτα ὁ Χριστὸς εἴρηκε, ταῦτα διὰ τῶν ἔργων διαλάμπει. Τί οὖν, οὐκ ἀπέθανε, φησίν; Οὐδαμῶς· οὐ γὰρ ἂν εἴποιμι τοῦτον θάνατον εἶναι, ἀλλὰ ὕπνον τινὰ καὶ ἀποδημίαν. Ὥσπερ γὰρ πολλοὶ τῶν ζώντων τεθνήκασιν, ὡς ἐν τάφῳ τῷ σώματι τὴν ψυχὴν κατορύξαντες, οὕτω πολλοὶ τῶν τελευτησάν63.492 των ζῶσι, τῇ δικαιοσύνῃ διαλάμποντες· καθάπερ καὶ ὁ μακάριος οὗτος. Θάνατος γάρ ἐστι χαλεπώτατος καὶ ὄντως θάνατος ὁ ἐκ τῆς ἁμαρτίας τικτόμενος, ὃν οὔ φησιν ἀποθνήσκειν τοὺς εἰς αὐτὸν πιστεύοντας. Ὁ γὰρ ζῶν, φησὶ, καὶ πιστεύων εἰς ἐμὲ, οὐ μὴ ἀποθάνῃ .....
βʹ. Οὐ καθάπερ ὑπόπτερος γῆν καὶ θάλατταν περιδραμὼν ὁ μυρία ἔθνη τῷ Χριστῷ προσαγαγὼν, ὁ τῶν ἀποῤῥήτων μυστηρίων κοινωνήσας, ὁ εἰς τρίτον ἁρπαγεὶς οὐρανὸν, ἆρά τι τοιοῦτον ἐτόλμησε περὶ ἑαυτοῦ εἰπεῖν; Οὐδαμῶς, ἀλλὰ τοὐναντίον ἅπαν· ἔκτρωμα ἑαυτὸν ἐκάλει, καὶ ἔσχατον τῶν ἀποστόλων, καὶ οὐδὲ τῆς προσηγορίας ἑαυτὸν ἄξιον εἶναι νομίζων· Οὐκ εἰμὶ γὰρ ἱκανὸς, φησὶ, καλεῖσθαι ἀπόστολος. Τίς οὖν ἡ ἀπόνοια αὕτη; τίς ἡ ἀλαζονεία; τίς ἡ μανία; ἄνθρωπος ὢν, σεαυτὸν καθαρὸν καλεῖς, καὶ πέπεισαι εἶναι καθαρός, καὶ πόσης ταῦτα ἀνοίας; Καθαρὸν γὰρ ἑαυτὸν λέγων, ὅμοιόν τι ποιεῖς, ὥσπερ ἂν εἴ τις λέγοι τὸ πέλαγος κυμάτων εἶναι καθαρόν. Ὥσπερ οὖν ἐκεῖνο οὐκ ἐπιλείπει τὰ κύματα, οὕτως οὐδὲ ἡμᾶς τὰ ἁμαρτήματα. Ἢ οὐκ οἶσθα τίνες ἐσμὲν, χαίροντες, λυπούμενοι, πλουτοῦντες, πενόμενοι, ὑβριζόμενοι, ἐπαινούμενοι, ἐλαυνόμενοι καὶ πολεμούμενοι, ἀδείας ἀπολαύοντες, πεινῶντες, κορεννύμενοι; Μυρία περιέστηκε τὴν ψυχὴν πάθη, μυρίαι πραγμάτων περιστάσεις, μυρία σώματος νοσήματα, μυρίαι πραγμάτων ἀνωμαλίαι, καὶ τολμᾷς εἰπεῖν ὅτι ἐν εὐρίπῳ σάλων τοσούτων καθαρὸς εἶ; καὶ τί τούτου γένοιτ' ἂν ῥυπαρώτερον τοῦ οὕτω διακειμένου; Καὶ τί λέγω τὸν βίον ἅπαντα; ἡμέραν γὰρ μίαν δυνήσεταί τις εἰπεῖν, εἰπέ μοι, ὅτι καθαρός ἐστι; κἂν γὰρ μὴ πορνεύῃ, μηδὲ μοιχεύῃ, μηδὲ ταῦτα τὰ ἀπειρημένα ἁμαρτάνῃ, δυνήσεται καυχήσασθαι, ὅτι οὐκ ἐκενοδόξησεν, ὅτι οὐκ ἀπενοήθη, ὅτι οὐκ ἀκολάστοις εἶδεν ὀφθαλμοῖς, ὅτι οὐκ ἐπεθύμησε τὰ τοῦ πλησίον, ὅτι οὐκ ἐψεύσατο, ὅτι δόλον οὐκ ἔῤῥαψεν, ὅτι οὐ κατηύξατο τῶν ἐχθρῶν, ὅτι οὐκ ἐβάσκηνε τῷ φίλῳ; Εἰ δὲ ὁ τὸν φιλοῦντα φιλῶν, οὐδὲν ἔλαττον ἕξει τοῦ τελώνου κατὰ τοῦτο, τίνος ἔσται συγγνώμης ἄξιος ὁ καὶ τῷ φίλῳ βασκαίνων; Τοσούτοις περιαντλούμενος κακοῖς τολμᾷς σεαυτὸν καθαρὸν καλέσαι; Ἀλλ' ἐκείνων μὲν ἡ ἀπόνοια οὐ μὲν ἐντεῦθεν, ἀλλὰ καὶ ἑτέρωθεν ἀποδειχθήσεται· ὑμᾶς δὲ παρακαλῶ καὶ τὴν ὑμετέραν ἀγάπην, ταῦτα πάντα ἐννοοῦντας τῆς μὲν ἀλαζονείας αὐτῶν ἀπαλλάττεσθαι, καὶ τῆς ἀπονοίας ἐκτὸς εἶναι, πειρᾶσθαι δὲ μετὰ σπουδῆς ἁπάσης τά τε ὄντα ἁμαρτήματα ἀποσμήχειν, τά τε προσιόντα ἀποκρούεσθαι. Κἂν γὰρ μυρία ἡμᾶς περιστοιχίζηται κακὰ, ἐὰν σωφρονῶμεν καὶ ἐγρηγορότες ὦμεν, δυνησόμεθα πολλῆς ἀπολογίας τυχεῖν, πολλῆς τῆς συγγνώμης, καὶ ἀπονίψασθαι τὰ πεπλημμελημένα. 63.493 Καὶ πῶς ἔσται τοῦτο ἄκουσον· ἂν εἰς ἐκκλησίαν ἀπαντῶμεν, ἂν στενάζωμεν ἐπὶ τοῖς πεπλημμελημένοις, ἂν ὁμολογῶμεν τὰ ἡμαρτημένα, ἂν ἐλεημοσύνας ποιῶμεν, ἂν εὐχὰς ἐπιδειξώμεθα, ἂν ἀδικουμένοις βοηθῶμεν, ἂν τοῖς ἐχθροῖς τὰ ἁμαρτήματα συγχωρῶμεν, ἂν δακρύωμεν ἐπὶ τοῖς ἡμαρτημένοις· ταῦτα γὰρ ἅπαντα φάρμακα τῶν ἁμαρτημάτων ἐστί. Ταῦτα δὴ πάντα, παρακαλῶ, κατασκευάζωμεν, καθ' ἑκάστην ἡμέραν ἐκπλύνοντες ἑαυτοὺς, ἀποσμήχοντες· καὶ μετὰ τούτων ἁπάντων ταλανίζωμεν ἑαυτοὺς, λέγοντες ἀχρείους εἶναι δούλους· καὶ γὰρ καὶ τοῦτο οὐ μικρὸν εἶδος τῆς τῶν 63.494 ἁμαρτημάτων δαπάνης, τὸ καὶ κατορθοῦντας μηδὲν μέγα περὶ ἑαυτῶν φαντάζεσθαι, ἵνα μὴ πάθωμεν ἅπερ ἔπαθεν ὁ Φαρισαῖος. Ἂν οὕτω τὰ καθ' ἑαυτοὺς οἰκονομῶμεν, δυνησόμεθα φιλανθρωπίας τυχεῖν καὶ συγγνώμης ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τῇ φοβερᾷ, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἀξιωθῆναι· ὧν γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ, καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.