Χορευτὰς τῆς εὐσεβείας ὑμᾶς καὶ στρατιώτας εἰδότες, νῦν μὲν τὴν τῶν ἠθικῶν ὡς χορευταῖς γλυκυφωνίαν προτίθεμαι, νῦν δὲ τὴν δογματικὴν ταῖς ἀκοαῖς αὐστηρότητα, καθάπερ σάλπιγγος φωνὴν, ὑπηχοῦμεν ὁπλίταις. Ἐξ ἀμφοτέρων γὰρ ἡ τῆς εὐσεβείας συντέθειται μόρφωσις, τῶν μὲν ἠθικῶν τὴν τοῦ σώματος τάξιν ἀναπληρούντων, τῆς δὲ τῶν δογμάτων παραζεύξεως ἐν τῇ τῆς ψυχῆς τεταγμένης ἀξίᾳ. Καθάπερ γὰρ σώματος ἀποζευχθέντος ψυχῆς, ἡ τῶν μελῶν ἄχρηστος ᾖ κἂν ἐπαινῆται συνθήκη· οὕτω καὶ τῆς τῶν ἠθικῶν ἀρετῆς τὸ κάλλος νεκρὸν, τῇ τῶν δογμάτων δυνάμει μὴ ψυχούμενον. Τί γὰρ ὄφελος ἠθῶν σωφρονεῖν παιδευθέντων, ὅταν τὸν τῆς σωφροσύνης κριτὴν ὁ σωφρονῶν ἀγνοῇ; τί τῆς ἐλεημοσύνης τὸ κέρδος, ὅταν ὁ τῆς ἐλεημοσύνης ἀθετούμενος ἀγανακτῇ δικαστής; τίς ὄνησις στρατιώταις ὑπάρξει, πολλὴν μὲν ἐνδεικνυμένοις ἀγαθῶν ἐργασίαν, ἐχθρῶν δὲ τῷ βασιλεῖ; Μὴ κεχρημένοις ἄπαν ἔθηκας ἀρετῆς ἀνωφελὲς πλεονέκτημα, τῆς τῶν δογμάτων μὴ προσεῤῥιζωμένης ὀρθότητος. ∆εῖ γὰρ ἐκ ῥίζης τοὺς καρποὺς προϊέναι, καὶ τὰ νεῦρα τῶν ἀρετῶν ἐκ κεφαλῆς ἀφορμᾶσθαι. Ταύτης ἡμεῖς ἐκκρεμάμενοι, καὶ τὰ τῶν πράξεων αὐτῇ συνυφαίνοντες μέλη, τὸ τῆς εὐσεβείας ὁλόκληρον ἀπαρτίζομεν σῶμα, τὴν τοῦ σώματος κεφαλὴν Χριστὸν περισφίγγοντες. Αὐτὸς γὰρ, φησὶν, ἐστὶν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας· ὃν ἔχειν αἱρετικοὶ κεφαλὴν ἀπηξίωσαν. Εὐχῆς μὲν οὖν ἄξιον μὴ τοιαῦτα Χριστιανοὺς καλουμένους κατὰ Χριστοῦ μεμηνέναι. Νῦν δὲ καὶ χάριν αὐτοῖς τῆς μανίας ἰστέον, ὅτι ποιοῦσιν ἡμᾶς ἐγρηγορέναι λυσσῶντες, ὅτι πρὸς μάχην ποθεινὴν ἐρεθίζουσι. Φιλῶ γὰρ μάχην εἰρήνης βελτίονα, φιλῶ πόλεμον ἀγάπης μακαριώτερον, φιλῶ γνώμην πομπεύειν πρὸς μὲν Ἕλληνας σεμνυνομένην ἀπὸ Χριστοῦ, πρὸς δὲ καὶ ἡμᾶς στασιάζουσαν, ὅτι Χριστὸν ἀνυψοῦμεν. Τοιοῦτος γὰρ ἦν Ἄρειος· ὅταν μὲν Ἕλλησι λαλῇ, σεμνολογεῖ τὸν Χριστόν· ὅταν δὲ ἡμῖν διαλέγηται, καταλαλεῖ τοῦ Χριστοῦ. Τοιοῦτος Εὐνόμιος· ὅταν Ἑλληνισμὸν ψέγῃ, στηλιτεύει θεοποιίαν· ὅταν δὲ φθέγγηται πρὸς ἡμᾶς, θεοποιίαν ἱστᾷ· θεοποιίας γὰρ εἶδος, τὸ λέγειν τὸν Θεὸν Λόγον δεδημιουργημένον Θεὸν καὶ κεκτισμένον εἰς τὸ λατρεύεσθαι κτίσμα. Τί ποιεῖς, τυφλώττων αἱρετικέ; Ἃ κατέλυσεν εἰσάγεις οἰκοδομοῦντα τὸν Χριστὸν, καὶ ἃ νοεῖς ἀνέσπασε, τῶν κτισμάτων θεοποιίας, κτισματολατρείαν, φυτεύων τὰ μείζονα. Μὴ βλάπτε τοῦ Χριστιανισμοῦ τὴν εὐγένειαν· μὴ ποίει τοῦτον Ἑλληνισμοῦ συγγενῆ· λατρεία γὰρ κτίσματος, κἂν μεῖζον κἂν ἔλαττον τὸ λατρευόμενον ᾖ κτίσμα, λατρείας Ἑλληνικῆς ἀδελφόν. Οὐκ ἐγκαλεῖ γοῦν τοῖς Ἕλλησιν ὁ Παῦλος, ὅτι μικρῶς ἐλάτρευσαν, ἀλλ' ὅλως ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα. Τὸ γὰρ κτίσματι λατρεύειν καὶ ἐν μικρῷ καὶ ἐν μεγάλῳ ἰσοδύναμόν ἐστι· μᾶλλον δὲ καὶ Ἑλλήνων αἱρετικὸς τῇ θείᾳ χαλεπώτερος φύσει. Οὐ γὰρ οὕτως ὑβριστὴς εἰς τὸ Θεῖον ὁ τὴν κτίσιν προσαγορεύων Θεὸν, ὡς ὁ κτίσμα τὸν Θεὸν ὀνομάζων. Ὁ μὲν γὰρ τὴν κτίσιν θεοποιῶν, δοῦλον ἐνδύειν δοκεῖ βασιλικὴν πορφυρίδα· ὁ δὲ κτίσμα τὸν Θεὸν παρεισάγων, ἰδιωτεύειν ἀναγκάζει τὸ Θεῖον. Ἕλλην μὲν, ὃς ὑποπτεύει τὸ Θεῖον, θεραπεύει δὲ παντοίως· Ἄρειος δὲ οὐ σέβει, Θεοῦ τὴν εὐφημίαν οὐ φέρει. Σέβειν μὲν τὸν Χριστὸν καὶ προσκυνεῖν οὐκ ἀρνεῖται, τιμωμένου δὲ τιμαῖς ὑψηλοτάταις ἀλγεῖ. Ἂν εἴπῃ τις ἄκτιστον, εὐθέως ὠργίσθησαν· ἂν ἀδέσποτον, ἐδυσχέραναν· ἂν τῆς ἀξίας κοινωνὸν τῆς πατρῴας, ὡς ἐπὶ μείζονι πληγῇ παρωξύνθησαν· ἂν δοτῆρα δωρεῶν αὐτεξούσιον, καὶ πρὸς τοῦτο βρύχονται· κλήσεις μὲν Χριστιανῶν, μισοχρίστων δὲ γνώμην.
Σκόπησον, Ἄρειε, ποίαν ἀθετεῖς αὐθεντίαν· ἄκουσον αὐτοῦ ἄλλοις ἄλλως δεσποτικῶς διατάττοντος· Σοὶ δώσω, φησὶ, τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν· καὶ, Σὺ σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Σὺ τὸ τελώνιον ἀφεὶς, ἀκολούθει μοι· Σὺ μὴ φοβοῦ, ἀλλὰ λάλει, διότι ἐγώ εἰμι μετὰ σοῦ· Σοὶ λέγω, λεπρὲ, καθαρίσθητι· Σὺ δραμὼν νίψαι εἰς τὸν Σιλωὰμ, καὶ ἀνάβλε 60.746 ψον· Σὺ, παράλυτε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου· Σὺ, θάλαττα, σιώπα, πεφίμωσο· Ὑμεῖς, δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων· Ὑμεῖς, λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγείρω αὐτόν· Ὑμεῖς, Μαθητεύσατε πάντα τὰ ἔθνη. Καὶ ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Οὐδὲν τούτων ἔφη· Σοὶ δώσει τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν ὁ Πατήρ· σὲ εἰς παράδεισον ἄξει ὁ Πατήρ· σὺ, λεπρὲ, τῷ θελήματι τοῦ Πατρὸς καθαρίσθητι· σὺ παρὰ τοῦ Πατρὸς ἐπίταττε τῇ θαλάττῃ· Σιώπα, πεφίμωσο· ὑμεῖς δεῦτε ὀπίσω μου, καὶ ποιήσει ὑμᾶς ὁ Πατὴρ ἁλιεῖς ἀνθρώπων· ἀλλ' ἐξ αὐθεντούσης ἐξουσίας εἰσὶν αἱ ῥήσεις. Εἰ δέ που τῆς αὐθεντίας αἱ φωναὶ μετριώτεραί εἰσιν, ὡς τὸ, Εὐχαριστῶ σοι, Πάτερ, ὅτι ἤκουσάς μου, τὸ τῆς κατὰ φύσεως προστίθησιν αἴτιον· ∆ιὰ τὸν ὄχλον, φησὶ, τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας· τῶν δὲ πρὸς αὐτὸν κεχηνότων πᾶσαν φωνὴν ὑψηλὴν πρὸς αὐτὸν ἐστεφάνουν.
Προσῄει περὶ παιδὸς ἑκατόνταρχος, ὅσον εἶχε δυνάμεως, ἐν εὐφημίαις ἐπαίρων· Κύριε γὰρ, φησὶν, οὐκ εἰμὶ ἱκανὸς ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς, ἀλλ' εἰπὲ λόγῳ μόνον, καὶ ἰαθήσεται ὁ παῖς μου· καὶ κροτούμενος τὸ δῶρον ἐλάμβανεν. Ἀμὴν γὰρ, φησὶ, λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. Ἀλλ' ὕπαγε, καὶ ὡς ἐπίστευσας, γενηθήτω σοι. Πάλιν γυνή τις αἱμόῤῥους τῷ τοῦ ∆εσπότου χιτῶνι δοξολογίας προσάγουσα τιμὴν, μήτι γε δὴ τῇ θεότητι, σὺν εὐφημίαις τὸ δῶρον ἐλάμβανεν. Ἐτετίμητο δὲ καὶ ὁ λῃστὴς ἐν παραδείσῳ, ὅτι δὴ βασιλέα κέκληκε σταυρούμενον. Τούτων μείζων μὲν παρ' ἡμῶν τῷ ∆εσπότῃ Χριστῷ κεχρεώστηται πίστις, ὅσῳ καὶ μείζονος μετεσχήκαμεν γνώσεως. Ἔστω δὲ ὅμως, Ἄρειε, τὶ κἂν γοῦν τότε παραπλήσια. Οὐ βούλει μέ τι φρονεῖν τῶν προῤῥηθέντων εἰς Χριστὸν ὑψηλότερον; Πονηρὰ μὲν ἡ γνώμη, μέχρι δὲ τούτου στήτω. Τί καὶ ταπεινοτέρας ὑπαγορεύεις τοῖς αὐτὸν ἐπικαλουμένοις φωνάς; Ἔχω τῶν τότε τοὺς λόγους εἰς εὐχὴν χαρακτῆρας. Οὐ λέγω τῷ Χριστῷ, Κύριε, μνήσθητί μου ἐν τῇ ὑπουργίᾳ σου, ἀλλὰ λέγω φωνὴν, δι' ἧς ὁ λῃστὴς εἰσηκούσθη· Κύριε, μνήσθητί μου ἐν τῇ βασιλείᾳ σου. Οὐ λέγω τῷ Θεῷ Λόγῳ, Κύριε, τῶν τοῦ Πατρὸς δωρεῶν ὑπηρέτα· ὁ γὰρ ἑκατόνταρχος οὐ συγχωρεῖ μοι, βοῶν, ὅτι, Ὁ Κύριος, εἰπὲ λόγῳ μόνον, καὶ ἰαθήσεται ὁ παῖς μου. Οὐ λέγω πρὸς αὐτὸν, Κύριε, ἐὰν αἰτήσῃ παρὰ τοῦ Πατρὸς, σωθήσομαι, γυναικικῆς γὰρ εἰσημάτιον πίστεως σμικροτέραν οὐ προσφέρω θεότητι, Ἄρειε. Οὕτω καλῶ τὸν Υἱὸν, ὡς χαίρει καλούμενος· πρόσειμι μετὰ τοιούτων φωνῶν, μεθ' ὧν αὐτῷ προσελθόντες, ἐπανῆλθον τυχόντες. Εἰ δὲ ὁ λῃστὴς καὶ γυνὴ καὶ στρατιώτης πιστὸς εἰς διδασκαλίαν ἀπαράδεκτοι πίστεως, αἰδέσθητι κἂν τὸν τῶν ἀποστόλων χορὸν, ἔνθα δώρων τῶν ὑπὲρ φύσιν ἐχρῆν ἐπιβοωμένων Χριστόν. Τί φθεγγόμενος Πέτρος ἀνίστησι παράλυτον; Αἰνέα, φησὶν, ἰᾶταί σε Ἰησοῦς Χριστός· καὶ πάλιν ἑτέραν ἐργαζόμενος ἴασιν, Οὐκ ἔστι, φησὶν, ἐν ἄλλῳ οὐδενὶ ὀνόματι ἡ σωτηρία. Τί λέγων Ἀνανίας ἐθεράπευσε Παῦλον; Σαοὺλ, ἀδελφὲ, ὁ Κύριος ἀπέστειλέ με Ἰησοῦς, ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ, ὅπως ἀναβλέψῃς, καὶ πλησθήσῃ Πνεύματος ἁγίου. Τὴν τίνος ἑαυτῷ Παῦλος ἐπηύχετο δύναμιν; Ἥδιστα, φησὶ, καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. Τίνα κατὰ τῆς Σαμαρειτῶν τιμωρίας Ἰάκωβος καὶ Ἰωάννης ἱκέτευε; Κύριε, φησὶ, θέλεις εἴπωμεν καταβῆναι πῦρ ἐκ τοῦ οὐρανοῦ, καὶ ἀναλώσει αὐτούς; Ὁ δὲ τῶν ἀγγέλων χορὸς τί τοῖς ἀνθρώποις περὶ αὐτοῦ παρεδίδου; Αὐτὸς, φησὶ, σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Καὶ ταῦτα δὲ τῆς ἀξίας ἐλάττω. Οὐ γάρ ἐστιν ὕμνος, οὐχ ὑπαίρων τὸν Υἱὸν, οὐκ ἰσούμενος, ἀλλ' ὅσον ἂν εὐφημίαις ἀναβαίης, ὅσην ἂν λόγων μηχανήσῃ δόξαν, μετὰ τοῦ ∆αυῒδ βοήσεις ἡττώμενος, Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι; Εἰ δέ γε τὸ, ἄκτιστος, Ἄρειε, φωνὴ τῆς τιμῆς τὸν Υἱὸν ὑπεραίρουσα, ἔσται 60.747 σοι τὰ τοῦ ∆αυῒδ πρὸς αὐτὸν ὑπηλλαγμένως βοᾷν, Κύριε, ἂν ἄκτιστον εἴπω σε, τί ἀνταποδώσεις μοι μείζονί σου τετιμηκότι σε τιμῇ; Ἀλλ' ἐρεῖ πρὸς αὐτοὺς Ἰωάννης ἀντιφθεγγόμενος· Μωροὶ καὶ τυφλοὶ, οὐκ ἐσμὲν ἱκανοὶ λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ. Πανταχόθεν τοίνυν πρὸς τὴν τῆς θείας φύσεως ὑψηλολογίαν διεγειρώμεθα, μεγάλας ἐν ὕμνοις Θεοῦ μελετῶμεν ἐννοίας, ἄρωμεν ἰσχύϊ πάσῃ πρὸς ὕψος τὸν προσκυνούμενον, φρόνημα πτωχὸν ἐν καιρῷ θεολογίας σώσωμεν, τιμή 60.748 σωμεν τὸν Πατέρα ὑψηλαῖς εἰς τὸν Υἱὸν εὐφημίαις, δοξάσωμεν τὴν τοῦ γεννήτορος δόξαν, τὴν τοῦ γεννηθέντος πρὸς αὐτὸν ὁμοιότητα φύσεως ἴσῃ ὁμοτιμίᾳ· τὴν τῆς γεννήσεως ὁμολογῶμεν ἀλήθειαν, κτησώμεθα τοῦ Πατρὸς τὴν ἀγάπην τῇ περὶ τὸν ἐξ αὐτοῦ θεραπείᾳ· Ἐὰν γάρ τις ἀγαπᾷ με, φησὶν, ἀγαπήσει αὐτὸν ὁ Πατήρ μου· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.