이 텍스트는 다른 언어로도 제공됩니다:
1 Ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει
2 Τί γὰρ προοίμιον ἢ φόβος παρ᾿ αὐτοῦ, ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ;
3 μὴ γάρ τις ὑπολάβοι ὅτι ἔστιν παρέλκυσις πειραταῖς; ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρ᾿ αὐτοῦ;
4 πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι κυρίου; ἢ τίς ἂν ἀποκαθαρίσαι ἑαυτὸν γεννητὸς γυναικός;
5 εἰ σελήνῃ συντάσσει, καὶ οὐκ ἐπιφαύσκει· ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ.
6 ἔα δέ, ἄνθρωπος σαπρία καὶ υἱὸς ἀνθρώπου σκώληξ.
구절 번호를 클릭하여 선택할 수 있습니다. 작동
Shift
및
Ctrl