VI Οικουμενική Σύνοδος (680)

6 ΟΣ - πραξισ 12

ΠΡΑΞΙΣ ΔΩΔΕΚΑΤΗ (ΤΟΜΟΣ ΕΚΤΟΣ)

Ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν βασιλείας τῶν θεοστέπτων καὶ γαληνοτάτων ἡμῶν δεσπότων Φλαβίων Κωνσταν-τίνου μὲν τοῦ εὐσεβεστάτου καὶ θεοψηφίστου μεγάλου βασιλέως αἰωνίου αὐγούστου καὶ αὐτοκράτορος ἔτους εἰκοστοεβδόμου καὶ μετὰ ὑπατείαν τῆς αὐτοῦ θεοσόφου πρα-ότητος ἔτους τρισκαιδεκάτου Ἡρακλείου δὲ καὶ Τιβερίου τῶν θεοφυλάκτων αὐτοῦ ἀδελφῶν ἔτους εἰκοστοδευτέρου τῇ εἰκάδι δευτέρᾳ τοῦ Μαρτίου μηνός ἰνδικτιῶνος ἐνάτης.

Προτεθειμένου τοῦ σεβασμιωτάτου σένσου τοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου μεγάλου

βασιλέως Κωνσταντίνου ἐν τῷ σεκρέτῳ τοῦ θείου παλατίου τῷ οὕτω ἐπιλεγομένῳ

Τρούλλῳ καὶ κατὰ κέλευσιν τῆς αὐτοῦ θεοσόφου γαλήνης ἐκ προσώπου αὐτοῦ παρόντων

καὶ ἀκροωμένων

Κωνσταντίνου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ κουράτωρος τοῦ βασιλικοῦ οἴκου τῶν Ὁρμίσδου

᾿Αναστασίου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ τοποτηρητοῦ τοῦ κόμητος τοῦ βασιλικοῦ ἐξκουβίτου

Πολυεύκτου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων καὶ

Πέτρου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων.

Συνελθούσης δὲ καὶ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς κατὰ βασιλικὸν θέσπισμα

συναϑροισθείσης ἐν ταύτῃ τῇ θεοφυλάκτῳ καὶ βασιλίδι πόλει, τουτέστι

Θεοδώρου καὶ Γεωργίου τῶν εὐλαβεστάτων πρεσβυτέρων καὶ Ἰωάννου τοῦ εὐλαβεστάτου διακόνου, ἐπεχόντων τὸν τόπον τοῦ ὁσιωτάτονυ καὶ ἁγιωτάτου πάπα τῆς πρεσβυτέρας Ῥώμης ᾿Αγάθωνος, καὶ

Γεωργίου τοῦ ὁσιωτάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου ταύτης τῆς μεγαλωνύμου Κων-σταντινουπόλεως νέας Ῥώμης καὶ

Πέτρου τοῦ θεοφιλεστάτου πρεσβυτέρου μοναχοῦ καὶ τοποτηρητοῦ τοῦ θρόνου τῆς ᾿Αλεξανδρέων μεγαλοπόλεως καὶ

Γεωργίου τοῦ εὐλαβεστάτου πρεσβυτέρου μοναχοῦ καὶ ἀποκρισιαρίου Θεοδώρου τοῦ ὁσιωτάτου τοποτηρητοῦ τοῦ θρόνου Ἱεροσολύμων

Ἰωάννου ἐπισκόπου πόλεως Πόρτου, ᾿Αβουνδαντίον ἐπισκόπου πόλεως Πατέρνου, Ἰωάν-νου ἐπισκόπου πόλεως Ῥηγίου, ἐπεχόντων τὸν τόπον τῆς κατὰ τὴν πρεσβυτέραν Ῥώμην ὁσίας τῶν ἑκατὸν εἴκοσι πέντε θεοφιλῶν ἐπισκόπων συνόδου τῶν καὶ δι᾽ οἰκείων ὑπογραφῶν δηλουμένων ἐν τῇ γενομένῃ πρὸς τὸν εὐσεβέστατον βασιλέα Κωνσταντῖνον παρ᾽ αὐτῶν ἀναφορᾷ, καὶ

Θεοδώρου τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ τοποτηρητοῦ τοῦ θεοφιλεστάτου ἀρχιεπι-σκόπου Ῥαβέννης Θεοδώρου

Ἰωάννου ἐπισκόπου Θεσσαλονίκης

Βασιλείου ἐπισκόπου πόλεως [ορτύνης τῆς Κρητῶν νήσου

Φιλαλήθους ἐπισκόπου Καισαρείας Καπιαδοκίας

Θεοδώρου ἐπισκόπου Ἐφέσου

Σισινίου ἐπισκόπου Ἡρακλείας Θράκης

Πλάτωνος ἐπισκόπου ᾿Αγκύρας [ἀλατίας

Γεωργίου ἐπισκόπου Κυζίκου

Μαρίνου ἐπισκόπου Σάρδεων

Πέτρου ἐπισκόπου Νικομηδείας

Φωτίονυ ἐπισκόπου Νικαίας

Ἰωάννου ἐπισκόπου Χαλκηδόνος .

Ἰωάννου ἐπισκόπου Σίδης

Θεοδώρου ἐπισκόπου Μελιτηνῆς

Ἰουστίνου ἐπισκόπου Τυάνων

᾿Αλυπίου ἐπισκόπου [αγγρῶν

Κυπριανοῦ ἐπισκόπου Κλαυδιουπόλεως

Πολυεύκτου ἐπισκόπου Μύρων τῆς Λυκίας

Θεοδώρου ἐπισκόπου Σταυρουπόλεως Καρίας

Τιβερίου ἐπισκόπου Λαοδικείας Φρυγίας

Κοσμᾶ ἐπισκόπου Συνάδων

Στεφάνου ἐπισκόπου ᾿Αντιοχείας Πισιδίας

Ἰωάννου ἐπισκόπου Πέργης

Θεοπτέμττου ἐπισκόπου Ἰουστινιανουπόλεως ἤτοι Μωκισσοῦ Ἰσιδώρον ἐπισκόπου Ῥόδου

Σισινίου ἐπισκόπου Ἱεραπόλεως Φρυγίας

Θεοδώρου ἐπισκόπου Ταρσοῦ

Μακροβίον ἐπισκόπου Σελευκίας Ἰσαυρίας [Γεωργίου ἐπισκόπου Βυζίης Θράκης Ζαχαρίου ἐπισκόπου Λεοντουπόλεως Ἰσαυρίας Γ[ρηγορίου ἐπισκόπου Μιτυλήνης

Γεωργίου ἐπισκόπου Μιλήτου

Σεργίου ἐπισκόπου Σηλυβρίας

᾿Ανδρέου ἐπισκόπου Μεθύμνης

Θεογνίου ἐπισκόπου Κίου

Ἐπιφανίου ἐπισκόπου Εὐχαίτων

Πέτρου ἐπισκόπου Μεσημβρίας

Πέτρου ἐπισκόπου Σωζοπόλεως Θράκης Ἰωάννου ἐπισκόπου Νύσσης

Θεοδώρου ἐπισκόπου τῶν Βασιλικῶν Θερμῶν [ξεωργίου ἐπισκόπου Καμουλιανῶν

Ζωΐτου ἐπισκόπου Χριστουπόλεως ᾿Ασίας Πατρικίου ἐπισκόπου Μαγνησίας ᾿Αντωνίου ἐπισκόπου Ὑπαίτων

Θεοδώρου ἐπισκόπου Περγάμον

Γἐνεσίου ἐπισκόπου ᾿Αναστασιουτόλεως Πλάτωνος ἐπισκόπον Κίννης

Στεφάνου ἐπισκόπου Βηρινουπόλεως ᾿Ανδρέου ἐπισκόπου Μνίζου

Ἰωάννου ἐπισκόπου Μιλητουπόλεως Ἰωάννου ἐπισκόπου Φιλαδελφείας Θεοδώρου ἐπισκόπου Πραινέτου

Ἰωάννου ἐπισκόπου τοῦ Δασκυλίου Θεοδώρου ἐπισκόπου Ἰουστινιανουπόλεως Γόρδου Μηνᾷ ἐπισκόπου Καραλίας Παμφιλίας Καλλινίκου ἐπισκόπου Κολωνείας ᾿Αρμενίας Θεοδώρον ἐπισκόπου Βερίσσης

Τιβερίου ἐπισκόπου ᾿Αμισσοῦ

Σεργίου ἐπισκόπου Σινώπης

Γεωργίου ἐπισκόπου Ἰουνοπόλεως

Στεφάνου ἐπισκόπου Ἡρακλείας Πόντου

Λογγίνου ἐπισκόπου Τίου

Δομετίου ἐπισκόπου Πλουσιάδος

Γεωργίου ἐπισκόπον Κρατίας

Πλάτωνος ἐπισκόπου ᾿Αδριανουπόλεως

Σολομῶνος ἐπισκόπου Κλανέου

Γεωργίου ἐπισκόπου Κώου

Ἰωάννου ἐπισκόπου Ἐρίζων

Ἰωάννου ἐπισκόπου Μύνδου

Πατρικίου ἐπισκόπου Ἰλούζων

Πέτρου ἐπισκόπου ᾿Αππίας

᾿Αλεξάνδρου ἐπισκόπου Νακωλείας

Δομετίου ἔπισκόπου Πρυμνησσοῦ

Κωνσταντίνου ἐπισκόπου Βαράτης

Θεοδοζσίσου ἐπισκόπου Ψιβίλων

Παύλου ἐπισκόπου Σωζοπόλεως Πισιδίας

Πλουσιανοῦ ἐπισκόπον τοῦ Συλλέου

Θεοδώρου ἐπισκόπου Ναζιανζοῦ

Δημητρίου ἐπισκόπου Τίνου

Στεφάνου ἐπισκόπου Πάρου

[ρηγορίου ἐπισκόπου Καντάνον

Ἰωάννου ἐπισκόπου Λάππης

Εὐλαλίου ἐπισκόπου Ζηνωνουπόλεως

Κωνσταντίνου ἐπισκόπου Δαλισανδοῦ

Θεοδώρου ἐπισκόπου Ὄλβης

Θεοφάνους τοῦ θεοσεβεστάτου πρεσβυτέρου καὶ ἡγουμένου τοῦ ἐν Σικελίᾳ εὐαγοῦς μο-ναστηρίου ἐπιλεγουμένου Βαίων

Γεωργίου πρεσβυτέρου καὶ μοναχοῦ μονῆς τῶν Ῥενάτης διακειμένης ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ

Κόνωνος καὶ Στεφάνου πρεσβυτέρων καὶ μοναχῶν μονῆς ἐπιλεγομένης Δόμου ᾿Αρσικίας διακειμένης ὡσαύτως κατὰ τὴν πρεσβυτέραν Ῥώμην.

Καθεσθέντων τε τῶν ἐνδοξοτάτων πατρικίων καὶ ὑπάτων ἐκ πλαγίου τοῦ σεβασμιωτάτου σένσου τοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου ἡμῶν βασιλέως Κωνσταντίνου καὶ πάντων δὲ τῶν ὁσιωτάτων καὶ θεοφιλῶν ἐπισκόπων ὡσαύτως καθεσθέντων κατὰ τάξιν ἐν τῷ αὐτῷ τοῦ Τρούλλου σεκρέτῳ προκειμένων ἐν μέσῳ τῶν ἁγίων Χριστοῦ τοῦ θεοῦ ἡμῶν εὐαγ-γελίων, Κωνσταντῖνος ὁ θεοσεβέστατος ἀρχιδιάκονος τῆς ἐνταῦθα ἁγιωτάτης τοῦ θεοῦ καθολικῆς καὶ ἀποστολικῆς μεγάλης ἐκκλησίας καὶ πριμμικήριος τῶν θεοσεβεστάτων νοταρίων τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως Γεωργίου εἶἴτπτε᾽

Πάντα ἀνελλιπῶς καὶ πρὸς ἀκριβῆ κατάληψιν τῆς ὀρθοδόξου καὶ ἀμωμήτου ἡμῶν τῶν Χριστιανῶν πίστεως ἐπισκεττομένη ἥ τε ὑμετέρα ἐνδοξότης καὶ ἡ ἁγία καὶ οἰκουμενικὴ ὑμῶν σύνοδος γινώσκει, ὡς κατὰ τὴν προλαβοῦσαν συνέλευσιν -- ἀναγινωσκομένου τοῦ ὡσανεὶ γενομένου προσφωνητικοῦ λόγου παρὰ Μακαρίου πρὸς τὸν εὐσεβέστατον καὶ θεόστεπτον ἡμῶν δεσπότην καὶ μέγαν βασιλέα -- διαλαλῆσαι κατηξίωσεν ἡ αὐτοῦ θεόσοφος γαλήνη χαρτία τινὰ ἐπιδεδόσθαι αὐτῷ παρὰ Μακαρίου, μὴ ἐντυχεῖν δὲ αὐτοῖς μέχρι τοῦ παρόντος, ἀλλὰ καὶ αὐτὰ καθ᾽ ἑτέραν τῇ ἁγίᾳ ὑμῶν προκομίζειν συνόδῳ ὀφειλούσῃ τὴν εἴδησιν αὐτῶν λαβεῖν. ἕστηκε τοίνυν πρὸ βήλου Ἰωάννης ὁ ἐνδο-ξότατος πατρίκιος καὶ κοιαίστωρ ἀποσταλεὶς πιαρὰ τοῦ εὐσεβεστάτου καὶ γαληνοτάτου {μεγάλου ἡμῶν βασιλέως χάρτας τινὰς ἐπιφερόμενος, καὶ ὑποβάλλομεν πρὸς τὸ παριστά-μενον. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἁγία σύνοδος εἴπον᾽

Τέως ἡ τῶν ἤδη πραχθέντων ἀκολούθως γινέσθω ἀνάγνωσις. Καὶ ἀνεγνώσθησαν. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἁγία σύνοδος εἶττον᾽

Εἰσίτω Ἰωάννης ὁ ἐνδοξότατος πατρίκιος καὶ κοιαίστωρ. Καὶ εἰσῆλθεν.

Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἁγία σύνοδος εἶπον"

Διεξίτω Ἰωάννης ὁ ἐνδοξότατος πατρίκιος καὶ κοιαίστωρ τίνος χάριν εἰς ἡμᾶς παρα-γέγονεν. Ἰωάννης ὁ ἐνδοξότατος πατρίκιος καὶ κοιαίστωρ εἴπεν᾽

Ὁ πανάγαθος καὶ θεοστήρικτος ἡμῶν δεσπότης καὶ μέγας νικητὴς βασιλεὺς περὶ τῶν κατὰ τὴν προτεραίαν ἐπιμνησθέντων ἐπιδοθῆναι αὐτῷ χάρτων παρὰ Μακαρίου πόθῳ τοῦ στέψαντος αὐτὸν θεοῦ συνεχόμενος καὶ δι᾽ ἐρεύνης γενόμενος, ἅπερ ἐπιφέρομαι χαρτία τε καὶ κωδίκια ἐπιδέδωκέ μοι κελεύσας δι’ ἐμοῦ ταῦτα τῇ ἁγίᾳ ὑμῶν ἐπιδοθῆναι συνόδῳ ὀφειλούσῃ τὴν τούτων ποιήσασθαι ἀνάκρισιν᾽ καὶ τοῦτο καταξιώσας δι᾽ ἐμοῦ δηλοποι-ηθῆναι ὑμῖν, ὅτι οὐκ ἀνέγνω αὐτὰ ἡ θεοτείχιστος αὐτοῦ ἡμερότης μέχρι τοῦ παρόντος, ἀλλ᾽ οὐδὲ τὴν ἐπιγραφὴν αὐτῶν, εὑρηκέναι δὲ αὐτὰ ἔνδον τῶν παρόντων κωδικίων, ἅτινα κοωδίκια καὶ μετὰ τῶν τοιούτων χάρτων, ὡς ὁρᾶτε, ἀπέστειλε τὰ πάντα ἐσφραγισμένα. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἁγία σύνοδος εἴπτον᾽

Οἱ προκομισθέντες χάρται καὶ κωδίκια παρὰ Ἰωάννου τοῦ ἐνδοξοτάτου πατρικίου καὶ κοιαίστωρος ὑποδεχέσθωσαν. Καὶ ἐπεδόθησαν δύο χαρτία ἐσφραγισμένα ἀπὸ κηρίου ἐκτυποῦντα μονόγραμμον Κων-σταντίνου δεσπότου, ὡσαύτως δὲ καὶ τὰ προδηλούμενα κωδίκια τὴν αὐτὴν σφραγῖδα ἔχοντα. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἁγία σύνοδος εἶπτον᾽

Ὁ μὲν παρὼν ἐνδοξότατος πατρίκιος καὶ κοιαίστωρ τὸ ἀποχρῶν τῇ βασιλικῇ ποιη-σάμενος κελεύσει πρὸς τὰ οἰκεῖα χωρείτω, τὰ δὲ εἰρημένα χαρτία ἀναγνώσει ὑποβαλλέ-σθῶωσαν. Καὶ λαβὼν ᾿Αντίοχος ὁ εὐλαβέστατος ἀναγνώστης καὶ νοτάριος τοῦ ἁγιωτάτου πατριάρ-χου Κωνσταντινουπόλεως ἕν ἐκ τῶν κωδικίων ἀνέγνω ἔχον ἐν προγραφῇ οὕτως"

Λόγος προσφωνηθεὶς τῷ εὐσεβεστάτῳ καὶ εἰρηνοποιῷ μεγάλῳ βασιλεῖ Κωνσταντίνῳ παρὰ Μακαρίου ἐπισκόπου Θεουπόλεως.

.- ͵

Καὶ τῆς ἀναγνώσεως ἐπ᾽ ὀλίγον γενομένης οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἁγία σύνοδος εἶπτον᾽

Ὁ λεγόμενος προσφωνητικὸς ὡσανεὶ λόγος καὶ κατὰ τὴν προτεραίαν παρόντος τοῦ εὐσεβεστάτου καὶ θεοστηρίκτου μεγάλου ἡμῶν βασιλέως ἐν ἑτέρᾳ βίβλῳ ἀνεγνώσθη, καὶ περισσὸν ὑπάρχει καὶ αὖθις τοῦτον ἀναγνωσθῆναι τὸ δὲ σὺν τῷ αὐτῷ κωδικίῳ εὑρεθὲν χαρτίον ἀναγινωσκέσθω.

Καὶ λαβὼν ᾿Αντίοχος ὁ εὐλαβέστατος ἀναγνώστης καὶ νοτάριος ἀνέγνω ἔχον οὕτως᾽

»Παρασημείωσις μηνὶ Σεπτεζμ)βρίῳ εἰκάδι δευτέρᾳ, ἰνδικτιῶνος ἑβδόμης.« Ζαχαρίας ἐπίσκοτος Κλαυδιουπόλεως καὶ [ξἐώργιος ἐπίσκοπος ᾿Αδρασσοῦ τῆς Ἰσαυρίας καὶ Τιβέριος διάκονος καὶ νοτάριος εἴττον᾽

᾿Απέστειλεν ἡμᾶς ὁ ἁγιώτατος πατριάρχης ἡμῶν πρὸς τὸν ἁγιώτατον πατριάρχην Κωνσταντινουτπόλεως ἐττιῳφερομένους ὑπαναγνωστικὸν διὰ σημείων᾽ καὶ ἐξέλαβεν ὁ εἷς ἡμῶν Τιβέριος διάκονος καὶ νοτάριος, καὶ ἀνελθόντων ἡμῶν εἰς τὸ πιατριαρχεῖον ἐξῆλθεν ὁ χαρτοφύλαξ, καὶ εἴπομεν αὐτῷ ὅτι μμήνυσον ἡμᾶς" καὶ λέγει᾽ ,τί ἐστι τὸ πρᾶγμα; “ καὶ εἴπομεν αὐτῷ ,θέλομεν εἰσελθεῖν καὶ προσκυνῆσαι τὰ ἴχνη αὐτοῦ.“«

Καὶ τῆς ἀναγνώσεως γινομένης οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἁγία σύνοδος εἶπον"

Ἐπεὶ καὶ ἡ δύναμις ἡ ἐν τῷ περιεχομένῳ χάρτῃ οὐδὲν πρὸς τὴν παροῦσαν συντείνει ὑπόθεσιν, συνορῶμεν μηδὲ τὴν τούτου γενέσθαι ἀνάγνωσιν: τὰ δὲ λοιπὰ ἀναγινωσκέσθω-σαν.

Ἔτι λαβὼν ὁ αὐτὸς εὐλαβέστατος ᾿Αντίοχος ἕτερον κωδίκιον ἀνέγνω ἔχον ἴσον ἐπιστολῆς Σεργίου τοῦ γενομένου πατριάρχου Κωνσταντινουπόλεως πρὸς Κῦρον ἐπίσκοπον τοῦ Φάσιδος ἔχον ἐπὶ λέξεως οὕτως᾽

Ἐφάνη μὲν ἡμῖν καὶ ἀπὸ πρώτης εὐθέως πείρας τὸ πυκνὸν καὶ ἐτιμελὲς τοῦ τρόπου τῆς θεοφιλίας ὑμῶν, πλέον δὲ νῦν διὰ τῶν παρ᾽ αὐτῆς γραφέντων τὸ φιλόπονον αὐτῆς καὶ φιλομαθὲς κατεμάθομεν.

Ἐντυχεῖν γὰρ σημάνασα τῇ πρὸς ᾿Αρκάδιον τὸν τῆς Κυπρίων νήσου θεοφιλῆ πρόεδρον γενομένῃ πανευσεβεῖ κελεύσει παρὰ τοῦ κρατίστου καὶ θεοστηρίκτου ἡμῶν βασιλέως κατὰ Παύλου τοῦ κεφαλαιωτοῦ τῆς τῶν ᾿Ακεφάλων πονηρᾶς συμμορίας καὶ τὴν εἰρημένην εὐσεβῆ κέλευσιν εὑρεῖν δύο κωλύουσαν ἐπὶ Χριστοῦ τοῦ θεοῦ ἡμῶν λέγειν ἐνεργείας, ἠρώτησεν ἡμᾶς διὰ τῆς οἰκείας μηνύσεως, πότερον χρὴ δύο πρεσβεύειν ἐνεργείας ἢ μίαν τοῦ κυρίου λέγειν ἐνέργειαν. ὅθεν ἡμεῖς ἁπλῷ καὶ συντόμῳ λόγῳ κεχρήμεθα καὶ τὰ τῆς ἡμετέρας ἐροῦμεν εἰδήσεως. ἐροῦμεν τοίνυν, ὡς ἐν μὲν ταῖς ἁγίαις μεγάλαις καὶ οἰκουμενικαῖς συνόδοις οὐδεμία περὶ τούτου κίνησις γέγονεν, οὐδὲ ἔστι περὶ τῆς τοιαύτης ζητήσεως ὅρον ἐξενεχθέντα τὸν οἷἱονοῦν παρά τινος τῶν ὀρθοδόξων συνόδων εὑρεῖν. τῶν δέ γε ἐκκρίτων πατέρων ἐνίους ἐπιστάμεθα καὶ κατ᾽ ἐξαίρετον τὸν ἁγιώτατον Κύριλλον τὸν τῆς ᾿Αλεξανδρέων ἀρχιεπίσκοπον ἔν τισι τῶν ἰδίων συγραμμάτων μίαν ζωοποιὸν ἐνέργειαν Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν εἰρηκότα' ἀλλὰ μὴν καὶ Μηνᾶς ὁ ἐν ἁγίοις ἀρχιεπίσκοπος τῆς θεοφυλάκτου ταύτης καὶ βασιλίδος πόλεως λόγον συνέταξε προσφωνη-θέντα πρὸς Βιγίλλιον τὸν ἁγιώτατον τῆς πρεσβυτέρας Ῥώμης γενόμενον πάπαν, ἐν ᾧ τὸν ὅμοιον καὶ αὐτὸς τρόπον ἕν τὸ τοῦ (μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦς Χριστοῦ θέλημα καὶ μίαν ζωοποιὸν ἐνέργειαν ἐδογμάτισε. καὶ ὥστε μὲν τὴν συνετωτάτην ὑμῶν φιλοπονίαν ἐντυγχάνουσαν τὴν ἐμπεριεχομένην αὐτῷ δύναμιν γνῶναι, ἀναγκαίως τὸν εἰρημένον λόγον μεταγραφῆναι παρεσκευάσαμεν ὑποκειμένων αὐτῷ καὶ χρήσεων διαφόρων πρὸς σύστασιν τοῦ προκειμένου σκοποῦ, καὶ τοῦτον σὺν τοῖς ἡμετέροις αὐτῇ σταλῆναι γράμμασιν ἐπετρέψαμεν.

Ἐπειδὴ δέ φησιν ἡ θεοφίλεια ὑμῶν τὸν ἁγιώτατον πάπαν τῆς Ῥωμαίων Λέοντα διὰ τοῦ λέγειν ,(ἐνεργεῖ (γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας" δύο ἐνεργείας ἐπὶ Χριστοῦ τοῦ (ἀληθινοῦ θεοῦ ἡμῶν παραδιδόναι τε καὶ κηρύττειν, χρεὼν αὐτὴν εἰδέναι, ὡς -- πολλῶν τοῦ δυσσεβοῦς κατὰ Σεβῆρον τὸν κατάρατον τμήματος τῶν ἀεὶ πρὸς τὰ τῆς εὐσεβείας δόγματα διαμαχομένων καὶ τῆς τοῦ εἰρημένου πτανευφήμου πατρὸς καθυλα-κτησάντων ἐπιστολῆς, ἥτις κοινὴ τῷ ὄντι τῆς ὀρθοδοξίας στήλη“ καθέστηκε --, διάφοροι τῶν ἐκκρίτων τῆς καθολικῆς ἐκκλησίας διδασκάλων πρὸς δικαίαν καὶ ἀληθῆ συνηγορίαν τῆς λελεγμένης διανέστησαν ἐπιστολῆς, καὶ οὐδένα ἴσμεν ἐκείνων εἰπόντα ἐπὶ τοῦ προκει-μένου ῥητοῦ δύο ἐνεργείας τὸν ἐν ἁγίοις εἰρηκέναι Λέοντα. ἀλλ᾽ ἵνα μὴ πάντας αὐτοὺς εἰς μέσον ἄγοντες τὸ γράμμα μηκύνωμεν, ἑνὸς τούτων πολὺν ἐπὶ τῇ τῶν ἀληθῶν δογμάτων διδασκαλίᾳ παρὰ πάντων ἀπενεγκαμένου τὸν ἔπαινον, φημὶ δὴ οὖν Εὐλογίου τοῦ τῆς ὁσίας μνήμης τῆς ᾿Αλεξανδρέων γενομένου ποιμένος, λόγον ὁλόκληρον ὑπὲρ τῆς εἰρημένης γεγραφότος ἐπιστολῆς χρῆσιν εἰς τὸ προκείμενον φερομένην ῥητὸν τῷ ἀνωτέρω μνημονευθέντι λόγῳ μετὰ τὰς πατρικὰς χρήσεις καθυποταγῆναι παρεσκευάσαμεν.

Οὔτε οὖν οὕσπερ ἐπιστάμεθα τῆς πολλάκις λεχθείσης εὐσεβῶς ὑπεραγωνισαμένους ἐπιστολῆς, οὔτε ἄλλον τινα τῶν θεοπνεύστων τῆς ἐκκλησίας μυσταγωγῶν ἄχρι καὶ σήμερον εὕρομεν δύο ἐνεργείας ἐπὶ Χριστοῦ τοῦ θεοῦ ἡμῶν εἰρηκότας" εἰ δέ τις τῶν ἀκριβεστέρων δεῖξαι δυνηθείη τινὰς τῶν ἐκκρίτων καὶ θεοφόρων ἡμῶν πατέρων, ὧν τὰ δόγματα νόμος τῇ καθολικῇ καθέστηκεν ἐκκλησίᾳ, δύο ἐνεργείας ἐπὶ Χριστοῦ λέγειν παραδιδόντας, δεῖ πάντως ἀκολουθῆσαι πᾶσα γὰρ ἀνάγκη μὴ μόνον κατ᾽ ἔννοιαν τοῖς τῶν ἁγίων πατέρων ἕπεσθαι δόγμασιν, ἀλλὰ καὶ ταῖς αὐταῖς ἐκείνοις κεχρῆσθαι φωναῖς καὶ μηδὲν τὸ παράπαν καινοτομεῖν. ἃ μὲν οὖν ἐπιστάμεθα τοῦ προκειμένου χάριν κεφαλαίου ταῦτά ἐστι’ δεχομένη δὲ ἡ θεοφίλεια ὑμῶν καὶ καθεξῆς τοῖς σταλεῖσιν αὐτῇ παρ᾽ ἡμῶν ἐντυγχάνουσα τὰ μὲν τῆς ὠφελείας τῷ τῶν γνώσεων θεῷ καὶ τοῖς πατράσι τῶν τοιούτων ἐπιγραφέτω λόγων καὶ πονημάτων, δῶρον δὲ τῆς ἡμῶν ὑπερευχέσθω ταπεινώσεως καὶ τὰ περὶ τούτων ἀντίγραφα διὰ τάχους ἡμῖν στειλάτω.

Καὶ μετὰ τὸ συμπέρασμα τῆς ἀναγνώσεως τῆς τοιαύτης ἐπιστολῆς ὁ αὐτὸς εὐλαβέστατος ᾿Αντίοχος ἀνέγνω ἐκ τοῦ αὐτοῦ κωδικίου λόγον ὡσανεὶ Μηνᾶ πατριάρχου Κωνσταντι-νουπόλεως πρὸς Βιγίλλιον ττάπαν Ῥώμης" καὶ τούτου ἀναγινωσκομένον οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἁγία σύνοδος εἴπτον᾽

Περιττὴ καὶ ἡ τοῦ παρόντος λόγου ἀνάγνωσις καθέστηκεν ἐπειδὴ πάντῃ πλαστὸς καὶ

φάλσος ἐστί, καθὸ οὔτε ἐν τοῖς ἀποκειμένοις ῥεγέστροις ἐν τῷ εὐαγεῖ τῶν ἐνταῦθα πα-τριαρχείῳ τῶν γενομένων ἐπιστολῶν ὑπὸ Μηνᾶ τοῦ ἐν ὁσίᾳ τῇ μνήμῃ προεδρεύσαντος τῆς βασιλίδος ταύτης πόλεως ὁ λεγόμενος Μηνᾶ πρὸς Βιγίλλιον εὕρηται λόγος, ἀλλὰ καὶ κατὰ τὴν προανατεταγμένην τρίτην πρᾶξιν τηνικαῦτα ἀναγινωσκομένης τῆς πρώτης βίβλου τῶν πεπραγμένων τῆς ἁγίας πέμπτης συνόδου εὑρέθησαν κατὰ προσθήκην φάλσοι τρεῖς τετράδες διαγορεύουσαι τὸν τοιοῦτον λόγον. τὰ δὲ ὑπόλοιπα τοῦ αὐτοῦ κωδικίου ἀναγινωσκέσθωσαν. Ἔτι ἀνέγνω ὁ αὐτὸς εὐλαβέστατος ᾿Αντίοχος ἴσα τῆς ἑβδόμης καὶ ὀγδόης πράξεως τῆς ἁγίας καὶ οἰκουμενικῆς πέμπτης συνόδου μεταγραφέντα ἐκ τῶν αὐθεντικῶς πεπραγμένων τῶν ἀποκειμένων ἐν τῷ εὐαγεῖ πατριαρχείῳ. τῆς τούτων τοίνυν ἀναγνώσεως γινομένης οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἁγία σύνοδος εἶπον"

Ἤδη καὶ αἱ πράξεις αἱ παροῦσαι ἑβδόμη καὶ ὀγδόη κατὰ τὴν γενομένην ἀνάγνωσιν τῆς ἁγίας πέμπτης συνόδου ἐδηλοποιήθησαν ἡμῖν, ἀλλὰ καὶ διὰ μνήμης ἔχομεν, ὡς τηνικαῦτα διεξῆλθον οἱ τοῦ μέρους τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης φαλσευθῆναι τὴν προλεχθεῖσαν ἑβδόμην πρᾶξιν, καθὸ οὐκ εἰσὶν ἀληθεῖς οἱ ἐν αὐτῇ ἐμφε-ρόμενοι δύο λίβελλοι, οἱ ὡσανεὶ προδοθέντες ἀπὸ Βιγιλλίου Ἰουστινιανῷ καὶ Θεοδώρᾳ τοῖς ἐν εὐσεβεῖ τῇ μνήμῃ, καὶ περιττὴ καθέστηκε καὶ ἡ τῶν εἰρημένων δύο πράξεων ἀνάγνωσις.

Αὖθις τοίνυν ἐπεδόθη τῷ προδηλουμένῳ εὐλαβεστάτῳ ᾿Αντιόχῳ ἕτερον κωδίκιον, ὅπερ ἀνέγνω φέρον οὕτως’

Ἴσον ἐπιστολῆς Σεργίου ἀρχιεπισκόττου Κωνσταντινουτόλεως πρὸς Ὁνώριον πάπαν Ῥώμης.

Οὕτω τοῖς ἁγιωτάτοις ὑμῖν ὁλικῶς τε καὶ συμφυῶς εἰς ἑνότητα συνεσφίγμεθα πνεύματος, ὡς σπεύδειν ἡμᾶς πάντων τῶν ἡμετέρων βουλευμάτων καὶ πράξεων συλλήπτορας τοὺς ἱερωτάτους ἔχειν ὑμᾶς, καὶ εἰ μὴ πολὺ τὸ διεῖργον ἡ τῶν τόπων παρεῖχε διάστασις, τοῦτο ἂν καθ’ ἡμέραν ἐπράττομεν τῇ ὀχυρᾷ καὶ τετειχισμένῃ τῆς τιμίας καὶ ὁμοψύχου ὑμῶν ἀδελφότητος ἑαυτοὺς περιφράττοντες συμβουλίᾳ᾽ ὅμως ἐπείπερ ἡμῖν καὶ καμάτου χωρὶς ὁ λόγος τε καὶ τὸ γράμμα τὸ σπουδαζόμενον δίδωσιν, αὐτίκα τὰ περὶ ὧν τοῦτο χαράσ-σομεν ἐν ἀφηγήσει ποιούμεθα.

Πρό τινος φανεροῦ χρόνου, ἡνίκα τὴν κατὰ Περσῶν ἐκστρατείαν ὁ καλλίνικος καὶ θεοστήρικτος δεσπότης καὶ μέγας βασιλεὺς ἐποιεῖτο διὰ τοὺς ὑπὲρ τῆς παρὰ τοῦ θεοῦ καταπιστευθείσης αὐτῷ φιλοχρίστου πολιτείας ἀγῶνας καὶ ἐπὶ τὰ τῆς ᾿Αρμενίων χώρας γέγονε μέρη, {τις) τῶν πρωτευόντων τῆς δυσσεβοῦς Σεβήρου τοῦ καταράτου μερίδος Παῦλος τοὔνομα ἐν ἐκείνοις τοῖς τόποις ἀναφανεὶς προσέλευσιν τῇ αὐτοῦ ἐποιήσατο εὐσεβείᾳ τὸν ὑπὲρ τῆς κατ’ αὐτὸν πεπλανημένης αἱρέσεως προβαλλόμενος λόγον καὶ τοῦτο δῆθεν συνηγορῶν, ἐφ᾽ οἷς ἡ πανευσεβὴς αὐτοῦ καὶ βασιλικὴ μεγαλόνοια -- μετὰ γὰρ τῶν ἄλλων τοῦ θεοῦ χαρισμάτων καὶ τὴν τῶν θείων δογμάτων καταπλουτεῖν ἔλαχε γνῶσιν -- διελέγξασά τε καὶ θριαμβεύσασα τὴν μοχθηρὰν τούτου δυσσέβειαν ταῖς αὐτοῦ βεβήλοις κακοτεχνίαις τὰ τῆς ἁγιωτάτης ἡμῶν ἐκκλησίας ὡς ἀληθὴς ταύτης ὑπέρμαχος ὀρθὰ καὶ ἀμώμητα ἀντεξήγαγε δόγματα, ἐν οἷς καὶ μιᾶς ἐνεργείας Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν ἐποιήσατο μνήμην.

Μετά τινα δὲ καιρὸν ὁ αὐτὸς θεοστήρικτος βασιλεὺς κατὰ τὴν Λαζῶν γενόμενος χώραν τῆς, ὡς εἴρηται, γενομένης αὐτῷ πρὸς τὸν αἱρετικὸν ἐκεῖνον Παῦλον διαλέξεως ἀνεμνήσθη παρουσίᾳ Κύρου τοῦ ἁγιωτάτου, τηνικαῦτα μὲν τὸν τῆς αὐτῆς φιλοχρίστου Λαζῶν χώρας μητροπολιτικὸν ἐπέχοντος θρόνον, νυνὶ δὲ τὴν μεγάλην ποιμαίνοντος ᾿Αλεξάνδρειαν. ὁ δὲ ῥηθεὶς ἁγιώτατος ἀνὴρ τούτων ἀκούσας πρὸς τὴν αὐτοῦ ἀπεκρίθη γαλήνην μὴ εἰδέναι ἀκριβῶς, εἴ τε μίαν εἴ τε δύο ἐνεργείας Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν χρεών ἐστι δογματίζειν. καὶ δὴ κατὰ κέλευσιν τῆς αὐτοῦ εὐσεβείας διὰ γραμμάτων οἰκείων ἐπηρώτησεν ἡμᾶς ὁ ῥηθεὶς ἁγιώτατος ἀνήρ, πότερον χρὴ μίαν ἐνέργειαν ἢ δύο ἐπὶ τοῦ σωτῆρος ἡμῶν λέγεσθαι Χριστοῦ, καὶ εἴττεερ τινὰς οἴδαμεν τῶν ἁγίων καὶ μακαρίων πατέρων μίαν εἰρηκότας ἐνέργειαν. ὅθεν ἡμεῖς τὰ τῆς οἰκείας εἰδήσεως αὐτῷ δι’ ἡμετέρων ἐσημάναμεν ἀντιγράφων -- στείλαντες καὶ λόγον Μηνᾶ τοῦ ἁγιωτάτου πατριάρχον τῆς θεοφυλάκτον ταύτης καὶ βασιλίδος πόλεως γενομένου πτροσφωνηθέντα καὶ ἐπιδοθέντα παρ᾽ αὐτοῦ ἐνταῦθα παρόντι Βιγιλλίῳ τῷ ἐν ἁγίοις τὴν ὑμετέραν προηγησαμένῳ ἁγιωσύνην, ἔχοντα καὶ χρήσεις πατρικὰς διαφόρους περὶ μιᾶς ἐνεργείας καὶ ἑνὸς θελήματος τοῦ σωτῆρος ἡμῶν Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ -- οὐδὲν μέντοι παντάπασιν ἴδιον ἐν τοῖς τοιούτοις ἡμῶν ἀντιγράφοις ἀπεφηνάμεθα, ὡς ἔστι γνῶναι τοὺς πανιέρους (καὶ ὁμοψύχους» ὑμᾶς τοῖς ἀποσταλεῖσιν ἰσοτύποις αὐτῶν ἐντυγχάνοντας, καὶ σιγὴν μὲν ἐξ ἐκείνου τοῦ χρόνον τὸ τοιοῦτον κεφάλαιον ἔλαβεν.

Ἐπειδὴ δὲ πρὸ ὀλίγου καιροῦ συνεργίᾳ καὶ χάριτι τοῦ πάντας ἀνθρώπους θέλοντος σωθῆναι θεοῦ (καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν) εὐσεβεῖ τε ζήλῳ τοῦ κρατίστου καὶ καλλινίκου μεγάλου βασιλέως παρορμηθεὶς Κῦρος ὁ ἁγιώτατος τῆς ᾿Αλεξανδρέων μεγα-λοπόλεως πατριάρχης καὶ κοινὸς ἡμῶν ἀδελφὸς καὶ συλλειτουργὸς φιλοθέως τε καὶ ἐπιεικῶς προετρέψατο τοὺς κατὰ τὴν ᾿Αλεξανδρέων μεγαλόπολιν τὰ Εὐτυχοῦς καὶ Διοσκόρου, Σεβήρου τε καὶ Ἰουλιανοῦ τῶν θεοστυγῶν νοσοῦντας τῇ καθολικῇ προσελθεῖν ἐκκλησίᾳ καὶ μετὰ πολλὰς διαλέξεις καὶ καμάτους, οὗς μετὰ πλείστης φρονήσεως καὶ λυσιτελεστάτης οἰκονομίας ἐν τῷ πράγματι κατεβάλετο, τὸ σπουδαζόμενον διὰ τῆς ἄνωθεν κατώρθωσε χάριτος’ γεγόνασι μεταξὺ μέρους ἑκατέρου δογματικά τινα κεφάλαια, ἐφ᾽ οἷς ἅπαντες οἱ πρώην μὲν εἰς διαφόρους ἀπεσχοινισμένοι μερίδας προπάτορας δὲ Διόσκορον καὶ Σεβῆρον τοὺς ἀλητηρίους ἐπιγραφόμενοι ἡνώθησαν τῇ ἁγιωτάτῃ καὶ μόνῃ καθολικῇ ἐκκλησίᾳ μία τε ποίμνη Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν ἅπας ὁ τῆς ᾿Αλεξανδρέων φιλόχριστος γέγονε λαὸς καὶ πᾶσα σχεδὸν πρὸς τούτοις ἡ Αἴγυπτος καὶ Θηβαῖς καὶ Λιβύη καὶ αἱ λοιπαὶ τῆς Αἰγυπτιακῆς διοικήσεως ἐπαρχίαι, οὕστινας ἦν ἰδεῖν πρίν, ὡς εἰρήκαμεν, εἰς ἀναρίθμητον πλῆθος αἱρέσεων διεσκεδασμένους, εὐδοκίᾳ δὲ νῦν τοῦ θεοῦ καὶ σπουδῇ θεαρέστῳ τοῦ ῥηθέντος ἁγιωτάτου τῆς ᾿Αλεξανδρέων ἱεράρχου ἕν {χεῖλος» γεγόνασι πάντες, μία φωνή, καὶ ἑνότητι πνεύματος τὰ ὀρθὰ τῆς ἐκκλησίας ὁμολογοῦντες δόγματα᾽ τῶν εἰρημένων δὲ καὶ ἐστοιχημένων ἕν καθέστηκε κεφάλαιον τὸ περὶ μιᾶς ἐνεργείας Χριστοῦ τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν.

Τούτων οὕτως προεληλυθότων Σωφρόνιος ὁ ὁσιώτατος μοναχός, ὁ τανῦν -- ὡς ἐξ ἀκοῆς καὶ μόνης μεμαϑήκαμεν -- τῆς Ἱεροσολυμιτῶν χειροτονηθεὶς πρόεδρος -- οὔπωυγὰρ αὐτοῦ τὰ ἐξ ἔθους συνοδικὰ μέχρι τοῦ νῦν ἐδεξάμεθα -- κατὰ τὴν ᾿Αλεξανδρέων τηνικαῦτα γενόμενος καὶ τῷ ῥηθέντι ἁγιωτάτῳ πάπᾳ συνών, ἡνίκα τήν, ὡς εἴρηται, πρὸς τοὺς πρώην αἱρετικοὺς εὐδοκίᾳ θεοῦ κατώρθου παράδοξον ἕνωσιν καὶ σὺν αὐτῷ τὰ περὶ τῶν τοιούτων διασκοπούμενος κεφαλαίων, ἠναντιώθη καὶ ἀντεῖττε πρὸς τὸ τῆς μιᾶς ἐνεργείας κεφάλαιον δύο παντὶ τρόττῳ ἐνεργείας Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἀξιῶν δογματίζεσθαι. τοῦ δὲ λεχθέντος ἁγιωτάτου πάπα μάλιστα μὲν χρήσεις τινὰς αὐτῷ τῶν ἁγίων ἡμῶν πατέρων προαγαγόντος σποράδην ἔν τισι τῶν οἰκείων συγγραμμάτων μίαν ἐνέργειαν εἰρηκότων, ἔτι δὲ καὶ ἐκ περιουσίας φάσκοντος, ὡς πολλάκις οἱ ἅγιοι πτιατέρες ἡμῶν διὰ τὸ κερδᾶναι πλειόνων ψυχῶν σωτηρίαν τοιούτων ἀναφυέντων κεφαλαίων θεαρέστοις οἰκονομίαις χρησάμενοι φαίνονται καὶ συμβάσεσι μηδὲν τῆς ἀκριβείας τῶν ὀρθῶν τῆς ἐκκλησίας δογμάτων παρασαλεύσαντες, καὶ λέγοντος, ὡς ἄρα χρὴ καὶ ἐπὶ τοῦ παρόντος τοσούτων μυριάδων λαοῦ σωτηρίας ἐν χερσὶ προκειμένης μηδὲν περὶ τοῦ τοιούτου κεφαλαίου ἐριστικῶς ζυγομαχεῖν διὰ τό, ὡς εἴρηται, καὶ ὑπό τινῶν θεσπεσίων πατέρων τὴν τοιαύτην εἰρῆσθαι φωνὴν καὶ μηδὲν περὶ τούτου τὸν τῆς ὀρθοδοξίας παραβλάπτεσθαι λόγον, ὁ ῥηθεὶς θεοφιλὴς Σωφρόνιος τὴν τοιαύτην οἰκονομίαν οὐδαμῶς κατεδέξατο.

ἐπεὶ οὖν τούτου ἕνεκα μετὰ γραμμάτων τοῦ αὐτοῦ ἁγιωτάτου ἡμῶν συλλειτουργοῦ πρὸς ἡμᾶς παραγέγονε, τὸν περὶ τούτου τε καὶ παρ᾽ ἡμῖν ἀνεκίνησε λόγον ἐνιστάμενος τῶν τοιούτων ἐξαιρεθῆναι κεφαλαίων μετὰ τὴν γενομένην ἕνωσιν τὴν τῆς μιᾶς ἐνεργείας φωνήν - σκληρὸν ἡμεῖς ἡγησάμεθα τοῦτο’ πῶς γὰρ σκληρὸν οὐκ ἦν; -- καὶ σφόδρα βαρύτατον ἅτε δὴ μέλλον ἀναλύειν τε καὶ ἀνατρέπειν ὅλην ἐκείνην τὴν καλῶς γεγενημένην ὁμόνοιάν τε καὶ ἕνωσιν κατά τε τὴν ᾿Αλεξανδρέων πόλιν καὶ κατὰ πάσας τὰς ὑπ᾽ αὐτὴν ἐπαρχίας τὰς ἐν μηδενὶ καιρῷ μέχρι τοῦ νῦν καταδεξαμένας ὄνομα γοῦν ἁπλῶς τοῦ θεσπεσίου καὶ ἀοιδίμου πατρὸς ἡμῶν Λέοντος ἢ τῆς ἁγίας καὶ μεγάλης καὶ οἰκουμενικῆς ἐν Χαλκηδόνι συνόδου ἐπὶ μνήμης φέρειν, νυνὶ δὲ λαμπρᾷ καὶ μεγάλῃ τῇ φωνῇ ἐν ταῖς θείαις μυσταγωγίαις ταύτην ἀνακηρύττοντας.

Πολλῶν τοίνυν περὶ τούτου κεκινημένων λόγων ἡμῖν πρὸς τὸν εἰρημένον ὁσιώτατον Σωφρόνιον τέλος προετρέψαμεν αὐτὸν χρήσεις ἡμῖν προκομίσαι ἁγίων καὶ ἐκκρίτων πατέρων, ἐκείνων μέντοι προδήλως, οὗς ἅπαντες κοινοὺς διδασκάλους ὁμολογοῦμεν καὶ τὰ τούτων δόγματα νόμον αἱ ἅγιαι τοῦ θεοῦ ἐκκλησίαι γινώσκουσι, δύο ῥητῶς καὶ αὐταῖς λέξεσιν ἐνεργείας ἐπὶ Χριστοῦ λέγειν παραδιδούσας, ὁ δὲ τοῦτο ποιῆσαι παντοίως ἠπόρη-σεν. ἡμεῖς οὖν τὴν ἐντεῦθεν ἀρξαμένην ἐξάττεσθαί τισι τῶν ἐνταῦθα ἀμφισβήτησιν κατα-νοήσαντες καὶ εἰδότες, ὡς ἐκ τῶν τοιούτων ἀεὶ φιλονεικιῶν αἱ τῶν αἱρέσεων διχοστασίαι γεγόνασιν, ἀναγκαῖον ἐκρίναμεν πᾶσαν θέσθαι σπουδὴν πρὸς τὸ καταπαῦσαί τε καὶ ἐκκόψαι τὴν περιττὴν ταύτην λογομαχίαν καὶ πρὸς μὲν τὸν συχνῶς εἰρημένον ἁγιώτατον τῆς ᾿Αλεξανδρέων πατριάρχην γεγραφήκαμεν, ὥστε αὐτὸν τὴν πρὸς τοὺς πάλαι χωρι-ζομένους ἕνωσιν σὺν θεῷ κατορθώσαντα μηκέτι τοῦ λοιποῦ τινι συγχωρεῖν μίαν ἢ δύο προφέρειν ἐνεργείας ἐπὶ Χριστοῦ τοῦ θεοῦ ἡμῶν, ἀλλὰ μᾶλλον, καθάπερ αἱ ἅγιαι καὶ οἰκουμενικαὶ πιαραδεδώκασι σύνοδοι, ἕνα καὶ τὸν αὐτὸν υἱὸν μονογενῆ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν ἀληθινὸν θεὸν ἐνεργεῖν ὁμολογεῖν τά τε θεῖα καὶ τὰ ἀνθρώπινα, καὶ πᾶσαν θεοπρεπῆ καὶ ἀνθρωποπρεπῆ ἐνέργειαν ἐξ ἑνὸς καὶ τοῦ αὐτοῦ σεσαρκωμένον θεοῦ λόγου ἀδιαιρέτως προϊέναι καὶ εἰς ἕνα καὶ τὸν αὐτὸν ἀναφέρεσθαι διὰ τὸ τὴν μὲν τῆς μιᾶς ἐνεργείας φωνήν, εἰ καί τισι τῶν ἁγίων εἴρηται πατέρων, ὅμως ξενίζειν καὶ θορυβεῖν τάς τινῶν ἀκοὰς ὑπολαμβανόντων ἐπ᾽ ἀναιρέσει ταύτην προφέρεσθαι τῶν ἐν Χριστῷ τῷ θεῷ ἡμῶν ἀσυγχύτως καὶ καθ᾽ ὑπόστασιν ἡνωμένων δύο φύσεων (ὅπερ οὐκ ἔστι ποτὲ μηδὲ γένοιτο) ὡσαύτως δὲ καὶ τὴν τῶν δύο ἐνεργειῶν ῥῆσιν πολλοὺς σκανδαλίζειν οἷα μηδέ τινι τῶν θεσπεσίων τε καὶ ἐκκρίτων τῆς ἐκκλησίας εἰρημένην μυσταγωγῶν, ἀλλὰ γὰρ καὶ ἕπεσθαι ταύτῃ τὸ καὶ δύο πρεσβεύειν θελήματα ἐναντίως πρὸς ἄλληλα ἔχοντα, ὡς τοῦ μὲν θεοῦ λόγου τὸ σωτήριον θέλοντος ἐκπληρωθῆναι πάθος, τῆς δὲ κατ᾽ αὐτὸν ἀνθρω-πότητος ἀντιπιτπτούσης τῷ αὐτοῦ θελήματι καὶ ἐναντιουμένης, καὶ ἔνθεν δύο τοὺς τἀναντία θέλοντας εἰσάγεσθαι, ὅπερ δυσσεβές. ἀδύνατον γὰρ ἐν ἑνὶ καὶ τῷ αὐτῷ ὑποκειμένῳ δύο ἅμα καὶ κατὰ ταυτὸν (ἐναντία) ὑφεστάναι θελήματα ἡ δὲ σωτήριος τῶν θεοφόρων πατέρων διδασκαλία ἐναργῶς ἐκταιδεύει τὸ μηδέποτε τὴν νοερῶς ἐψυχωμένην τοῦ κυρίου σάρκα κεχωρισμένως καὶ ἐξ οἰκείας ὁρμῆς ἐναντίως τῷ νεύματι τοῦ ἡνωμένου αὐτῇ καθ᾽ ὑπόστασιν θεοῦ λόγου τὴν φυσικὴν αὐτῆς ποιήσασθαι κίνησιν, ἀλλ᾽ ὁπότε καὶ οἵαν καὶ ὅσην αὐτὸς ὁ θεὸς λόγος ἐβούλετο, καί, σαφῶς εἰπεῖν, ὃν τρόπον τὸ σῶμα τὸ ἡμέτερον ἡγεμονεύεται καὶ κοσμεῖται καὶ τάττεται ὑπὸ τῆς νοερᾶς καὶ λογικῆς ἡμῶν ψυχῆς, οὕτως καὶ ἐπὶ τοῦ δεσπότου Χριστοῦ ὅλον τὸ ἀνθρώπινον αὐτοῦ σύγκριμα ὑπὸ τῆς αὐτοῦ τοῦ λόγου θεότητος ἀεὶ καὶ ἐν πᾶσιν ἀγόμενον θεοκίνητον ἦν κατὰ τὸν Νύσσης [Γρηγόριον λέγοντα ἐν τοῖς κατ᾽ Εὐνομίου οὕτως" κκαθὸ θεὸς ὁ υἱός, ἀπαθὴς πάντως ἐστὶ καὶ ἀκήρατος" εἰ δέ τι πάθος ἐν τῷ εὐαγγελίῳ περὶ αὐτοῦ λέγοιτο, διὰ τοῦ ἀνθρωπίνου πάντως τοῦ δεχομένου τὸ πάθος τὸ τοιοῦτον ἐνήργησεν. ἐνεργεῖ γὰρ ὡς ἀληθῶς ἡ θεότης διὰ τοῦ περὶ αὐτὴν σώματος τὴν τοῦ παντὸς σωτηρίαν, ὡς εἶναι τῆς μὲν σαρκὸς τὸ πάθος, τοῦ δὲ θεοῦ τὴν ἐνέργειαν."

Ταύτην τοίνυν, (ὡς εἴρηται,» τὴν ἀρξαμένην ἀνάπτεσθαι φιλονεικίαν ἑωρακότες ἀν-αγκαῖον ἐκρίναμεν ταῖς τετριμμέναις μᾶλλον τῶν ἁγίων πατέρων φωναῖς καὶ συνοδικῶς ὡρισμέναις διὰ πάντων ἀκολουθῆσαι καὶ μήτε τὰ σπανίως ὑπό τινῶν πατέρων εἰρημένα καὶ οὐ περὶ αὐτὰ τὸν σκοπὸν ἐσχηκότων, ὥστε σαφῆ καὶ ἀναμφίλεκτον τὴν περὶ αὐτῶν ἐκθέσθαι διδασκαλίαν εἰς κανόνα καὶ νόμον πάντως ἄγειν δογματικόν, ὁποῖόν ἐστι καὶ τὸ περὶ μιᾶς ἐνεργείας αὐτοῖς εἰρημένον, μήτε μὴν τὰ μηδαμῶς εἰρημένα τοῖς ἐκκρίτοις πτατρά-σιν, ὑπό τινων δὲ νῦν προφερόμενα, φημί, δὴ τὰς δύο ἐνεργείας ὡς δόγμα προφέρειν ἐκκλησιαστικόν. καὶ πέρας ἔδοξε καὶ ἐστέρχθη, ὥστε τὸν εἰρημένον ὁσιώτατον Σωφρόνιον μηδένα τὸ λοιπὸν περὶ μιᾶς ἢ δύο ἐνεργειῶν λόγον κινεῖν, ἀλλ᾽ ἀρκεῖσθαι τῇ προλελεγμένῃ ἀσφαλεῖ τε καὶ τετριμμένῃ τῶν ἁγίων πατέρων ὀρθοτομίᾳ τε καὶ διδασκαλίᾳ.

τούτοις οὖν ἀρκεσθεὶς ὁ συχνῶς εἰρημένος ὁσιώτατος ἀνὴρ καὶ παραφυλάττειν αὐτὰ διαβεβαιωσάμενος ἤτησεν ἡμᾶς καὶ δι’ ἐπιστολῆς τὴν περὶ τούτων αὐτῷ παρασχεῖν ἀπόκρισιν, ὥστε τὴν τοιαύτην αὐτόν, ὡς εἰπεῖν, ἐπιστολὴν ἐπιδεικνύναι τοῖς ὡς εἰκὸς ἐπερωτᾶν αὐτὸν περὶ τῆς εἰρημένης ζητήσεως βουλομένοις, ὃ δὴ καὶ ἀσμένως πεπράχαμεν. ὁ μὲν οὖν ἐπὶ τούτοις ἐντεῦθεν ἐξέπλευσεν.

᾿Αρτίως δὲ ὁ πανευσεβὴς καὶ θεοστήρικτος ἡμῶν δεσπότης κατὰ τὴν Ἐδεσσηνῶν διατρίβων πόλιν πανευσεβῆ κεραίαν ἐποιήσατο πρὸς ἡμᾷς παρακελευομένην, ἵνα τὰς πατρικὰς ἐκείνας παρεκβάλλωμεν χρήσεις τὰς ἐμφερομένας τῷ γενομένῳ, ὡς εἴρηται, παρὰ τοῦ ἐν ἁγίοις Μηνᾶ πρὸς τὸν ἁγιώτατον Βιγίλλιον δογματικῷ περὶ μιᾶς ἐνεργείας καὶ ἑνὸς θελήματος λόγῳ: καὶ ταύτας τῇ θεοσόφῳ αὐτοῦ ἀποστείλωμεν γαληνότητι, ὃ δὴ καὶ πρὸς ἔργον ἠγάγομεν, ἡμεῖς δὲ τὴν τῶν ἤδη κεκινημένων ἔχοντες μνήμην καὶ τὸν ἐκ τῆς τοιαύτης κινήσεως ἀρξάμενον θόρυβον ἐπιστάμενοι ἀνηγάγομεν τῇ αὐτοῦ πανευσεβεῖ γαληνότητι διὰ μετρίας ἡμῶν ἀναφορᾶς καὶ γραμμάτων πρὸς τὸν εὐκλεέστατον βασιλικὸν σακελλάριον τῶν περὶ τούτου παρ᾽ ἡμῶν γενομένων ἅπασαν ἑξῆς τοῦ κεφαλαίου τὴν λεπτομέρειαν, καὶ ὡς οὐ χρὴ τὰ περὶ τῆς τοιαύτης ζητήσεως ἐρευνᾶν, ἀλλ᾽ ἐμμένειν τῇ τετριμμένῃ καὶ συμφώνως παρὰ πάντων ὁμολογουμένῃ πατρικῇ διδασκαλίᾳ περὶ τοῦ τοιούτου ζητήματος, καὶ ὁμολογεῖν τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ τὸν ὄντα κατὰ ἀλήθειαν θεὸν ἅμα καὶ ἄνθρωπον, τὸν αὐτὸν ἐνεργεῖν τὰ θεῖα καὶ τὰ ἀνθρώπινα καὶ ἐξ ἑνὸς καὶ τοῦ αὐτοῦ σεσαρκωμένου θεοῦ λόγου, καθὰ φθάσαντες ἔφημεν, πᾶσαν προϊέναι ἀμερίστως καὶ ἀδιαιρέτως θείαν τε καὶ ἀνθρωπίνην ἐνέργειαν. τοῦτο γὰρ ἡμᾶς ὁ θεοφόρος ἐκδιδάσκει Λέων διαρρήδην εἰπών" ,ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας ὅπερ ἴδιον ἔσχηκεν." ἐφ᾽ οἷς ἀντίγραφον πανευσεβῆ κέλευσιν τοῦ πανημέρου αὐτοῦ ἐδεξάμεθα κράτους τὰ πρέποντα τῇ θεοδηγήτῳ αὐτοῦ περιέχουσαν γαληνότητι.

Τούτων οὖν ἁπάντων ἄνωθεν οὕτω παρηκολουθηκότων εὔλογον ἅμα καὶ ἀναγκαῖον ἐκρίναμεν τῶν κατὰ μέρος μεμνημονευμένων τὴν εἴδησιν τῇ ὑμετέρᾳ ἀδελφικῇ καὶ ὁμοψύχῳ μακαριότητι παρασχεῖν διὰ τῶν ἐσταλμένων παρ᾽ ἡμῶν ἰσοτύπων, καὶ προτρέπομεν τοὺς πανιέρους ὑμᾶς τούτοις ἅπασιν ἐντυχεῖν καὶ τῇ προσούσῃ ὑμῖν θεαρέστῳ καὶ πληρεστάτῃ ἀγάπῃ καὶ νῦν ἑπομένους, εἴ τί περ ἴσως ἐλλεῖπον εὕρηται, τοῦτο τῇ δεδωρημένῃ ὑμῖν ἐκ θεοῦ χάριτι ἀναπληρῶσαι καὶ δι’ ὁσίων ὑμῶν συλλαβῶν σὺν τῇ ὑμετέρᾳ εὐκταίᾳ ῥώσει τὰ περὶ τούτων ὑμῖν δοκοῦντα σημάναι.

Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου ἀντίγραφος ἐπιστολὴ Ὁνωρίου πάπα Ῥώμης πρὸς τὸν αὐτὸν Σέργιον, ἔχουσα οὕτως

Τὰ γραφέντα παρὰ τῆς ὑμετέρας ἀδελφότητος ἐδεξάμεθα, δι᾽ ὧν φιλονεικίας τινὰς καὶ νέας φωνῶν ζητήσεις ἔγνωμεν εἰσενεχθείσας πταρὰ Σωφρονίονυ τινὸς τηνικαῦτα μὲν μοναχοῦ, νυνὶ δέ, ὡς ἀκούομεν, ἐπισκόπου καθεστῶτος τῆς Ἱεροσολυμιτῶν πόλεως κατὰ Κύρου τοῦ ἡμετέρου ἀδελφοῦ τῆς ᾿Αλεξανδρέων πόλεως προέδρου μίαν ἐνέργειαν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῖς ἐπιστρέψασιν ἐκ τῶν αἱρέσεων κηρύξαντος. ὅστις Σωφρόνιος παραγενόμενος πρὸς τὴν ὑμετέραν ἀδελφότητα καὶ τὴν τοιαύτην ἀποτιθέμενος μέμψιν πολυτρόπως παιδευθεὶς ἤτησε περὶ ὧν παρ᾽ ὑμῶν κατηχήθη ἐγγράφως αὐτῷ σαφηνι-σθῆναι. ὧντινων γραμμάτων πρὸς τὸν αὐτὸν Σωφρόνιον πεμφθέντων παρ᾽ ὑμῶν δεξάμενοι τὰ ἴσα καὶ ἐντυχόντες ἐπταινοῦμεν τὴν ὑμετέραν ἀδελφότητα μετὰ πολλῆς προνοίας τε καὶ ἐπισκέψεως γράψασαν, περιαιροῦσαν τὸ καινὸν τῆς ὀνομασίας δυνάμενον τοῖς ἁπλουστέ-ροῖς σκάνδαλον εἰσάγειν.

Ἡμᾶς γὰρ δέον ἐστι βαδίζειν ὥσπερ ἐλάβομεν, καὶ γὰρ προηγουμένου τοῦ θεοῦ παρα-γενόμεθα πρὸς τὸ μέτρον τῆς πίστεως, ἥντινα οἱ ἀπόστολοι τῆς ἀληθείας [τῷ φωτὶ] <τῷ σχοινίῳ> τῶν θείων γραφῶν ἐξέτειναν, ὁμολογοῦντες τὸν κύριον Ἰησοῦν Χριστὸν μεσίτην θεοῦ καὶ ἀνθρώπων, ἐνεργοῦντα τὰ θεῖα μεσιτευούσης τῆς ἀνθρωπότητος τῆς ἑνωθείσης αὐτῷ τῷ θεῷ λόγῳ καθ’ ὑπόστασιν καὶ τὸν αὐτὸν ἐνεργοῦντα τὰ ἀνθρώπινα ἀφράστως καὶ [μονογενῶς] <μοναδικῶς> προσληφθείσης τῆς σαρκὸς ἀδιαιρέτως, ἀτρέπτως, ἀσυγ-χύτως τελείζα)ς τῆς θεότητος, καὶ ὁ ἐκλάμψας ἐν σαρκὶ τοῖς θαύμασι τελείᾳ θεότητι, αὐτός ἐστιν ὁ καὶ τῆς σαρκὸς τὰς διαθέσεις τοῖς ὀνειδισμοῖς τοῦ πάθους ἐνεργήσας, τέλειος θεὸς καὶ ἄνθρωπος, εἷς μεσίτης θεοῦ καὶ ἀνθρώπων ἐν ἑκατέραις ταῖς φύσεσι, λόγος σὰρξ γενόμενος καὶ ἐνῴκησεν ἐν ἡμῖν αὐτὸς υἱὸς ἀνθρώπου καταβὰς ἐξ οὐρανοῦ, εἷς καὶ ὁ αὐτός, καθὼς γέγραπται, σταυρωθεὶς ὁ κύριος τῆς δόξης, ὁπόταν ὡμολόγηται τὴν θεότητα μηδαμῶς δύνασθαί τινα ὑπομεῖναι ἀνθρώπινα πάθη, καὶ οὐκ ἐξ οὐρανοῦ, ἀλλ᾽ ἐκ τῆς ἁγίας θεοτόκου προσελήφθη ἡ σάρξ, δι’ ἑαυτῆς γὰρ ἡ ἀλήθεια ἐν τοῖς εὐαγγελίοις οὕτως εἴπτεν᾽ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὧν ἐν τῷ οὐρανῷ: δηλαδὴ παιδεύουσα ἡμᾶς, ὅτι τῇ θεότητι ἡνώθη ἡ παθητὴ σὰρξ ἀφράστως καὶ [μονογενῶς] <μοναδικῶς>, ὡς διακεκριμένως καὶ ἀσυγχύτως οὕτως καὶ ἀδιαιρέτως δόξῃ ἑνοῦσθαι, ὅτως ἀναμφιλέκτως θαυμαστῷ λόγῳ νοηθείη μενουσῶν τῶν διαφόρων ἑκατέρων φύσεων ἑνοῦσθαι. ὥτινι ὁ ἀπόστολος συνάδων πρὸς Κορινθίους εἴπτε᾽ σοφίαν λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου -τῶν καταργουμένων' ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς εἰς δόξαν ἡμῶν πρὸ τῶν αἰώνων, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνως κενδ᾽ εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. ὁπόταν δηλαδὴ ἡ θεότης οὐδὲ σταυροῦσθαι ἠδύνατο οὐδὲ παθῶν ἀνθρω-πίνων πεῖραν λαμβάνειν, (ἀλλὰ διὰ τὴν ἄφραστον συνάφειαν τῆς ἀνθρωπίνης καὶ θείας φύσεως», διὰ τοῦτο κατ᾽ ἀμφότερα καὶ θεὸς λέγεται παθεῖν καὶ ἡ ἀνθρωπότης ἐκ τοῦ οὐρανοῦ κατεληλυθέναι μετὰ τῆς θεότητος. ὅθεν καὶ ἕν θέλημα ὁμολογοῦμεν τοῦ κυρίου Ἰησοῦ Χριστοῦ, ἐπειδὴ προδήλως ἐκ τῆς θεότητος προσελήφθη ἡ ἡμετέρα φύσις, οὐχ ἁμαρτία ἐν ἐκείνῃ δηλαδὴ ἡ φύσις ἡ πρὸ τῆς ἁμαρτίας κτισθεῖσα, οὐχ ἥτις μετὰ τὴν παράβασιν ἐφθάρη. Χριστὸς γὰρ ὁ κύριος ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας παραγενόμενος τὴν ἁμαρτίαν ἀφείλατο τοῦ κόσμου, καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πτάντες ἐλάβομεν, καὶ μορφὴν δούλου λαβὼν ἐν σχήματι εὑρέθη ὡς ἄνθρωπος, ἐπειδὴ γὰρ χωρὶς ἁμαρτίας συνελήφθη ἐκ πνεύματος ἁγίου, διὰ τοῦτο καὶ χωρὶς ἁμαρτίας ἐστὶν ὁ τόκος ὁ ἐκ τῆς ἁγίας ἀχράντου παρθένου καὶ θεοτόκου (οὐδεμιᾶς) μετασχὼν πείρας τῆς ἁμαρτησάσης φύσεως. τὸ γὰρ τῆς σαρκὸς ὄνομα κατὰ δύο τρόπους διὰ τῶν θείων λογίων ἐπὶ καλῷ καὶ ἐπὶ κακῷ ἔγνωμεν λαμβάνεσθαι, καθὼς γέγραπται: οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα, διότι εἰσὶ σάρξ. καὶ ὁ ἀπόστολος᾽ σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ οὐ κληρονομήσουσι, καὶ πάλιν᾽ τῷ νῷ δουλεύω τῷ νόμῳ τοῦ θεοῦ, τῇ δὲ σαρκὶ τῷ νόμῳ τῆς ἁμαρτίας" θεωρῶ δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρα-τευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλοτίζοντά με (ἐνδ τῷ νόμῳ τῆς ἁμαρτίας, ὅς ἐστιν ἐν τοῖς μέλεσί μου. καὶ πολλὰ τοιαῦτα ἐπὶ κακῷ ἀπολύθως εἴωθε νοεῖσθαί τε καὶ λέγεσθαι. ἐπ᾿ ἀγαθῷ δὲ οὕτως Ἠσαίου τοῦ προφήτου λέγοντος" ἐλεύσεται ἅπασα σὰρξ ἐν Ἱερουσαλὴμ καὶ προσκυνήσουσιν ἐνώπιόν μου. καὶ ἐν τῷ Ἰώβ’ ἐν τῇ σαρκί μου ὄψομαι τὸν θεόν, καὶ ἀλλαχοῦ: ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ, καὶ ἄλλα διάφορα, οὐ προσελήφθη οὖν, καθὼς εἰρήκαμεν, ἀπὸ τοῦ σωτῆρος ἡ ἁμαρτήσασα φύσις, ἡ ἀντιστρατευομένη τῷ νόμῳ τοῦ νοός, ἀλλ' ἦλθε ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός, τουτέστι τὴν ἁμαρτήσασαν τοῦ ἀνθρωπείου γένους φύσιν. ἕτερος γὰρ νόμος τοῖς μέλεσιν ἢ θέλημα διάφορον ἢ ἐναντίον οὐ γέγονεν ἐν τῷ σωτῆρι, ἐπειδὴ καὶ ὑπὲρ νόμον ἀνθρωπίνης [φύσεως] (αἱρέσεωςσ ἐτέχθη. κἂν γὰρ γέγραπται οὐκ ἦλθον ποιῆσαι τὸ θέλημά μου, ἀλλὰ τοῦ πέμψαντός με πατρός, καί οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὅπερ σὺ θέλεις, ττάτερ καὶ ἄλλα τοιουτότροπα, οὐκ εἰσὶ ταῦτα διαφόρου θελήματος, ἀλλὰ τῆς οἰκονομίας τῆς ἀν-θρωπότητος τῆς προσληφθείσης. ταῦτα γὰρ δι᾽ ἡμᾶς ἐλέχθη, οἷς δέδωκε παράδειγμα, ἵνα τοῖς ἴχνεσιν αὐτοῦ ἑψώμεθα, ὁ τῆς εὐσεβείας διδάσκαλος τοὺς μαθητὰς διδάσκων, ἵνα μὴ τὸ ἴδιον ἕκαστος ἡμῶν, ἀλλὰ τὸ τοῦ κυρίου μᾶλλον ἐν πᾶσι προτιμήσῃ θέλημα.

Ὁδῷ τοίνυν βασιλικῇ πορευόμενοι δεξιὰ καὶ ἀριστερὰ τῶν θηρευτῶν τὰς περικειμένας παγίδας ἐκφεύγοντες πρὸς λίθον τὸν ἡμέτερον μὴ προσκρούσωμεν πόδα, τοῖς Ἰδουμαίοις, τουτέστι τοῖς γηΐνοις (καὶ αἱρετικοῖς τὰ οἰκεῖα καταλιμπάνοντες, μήτε εἰς ἴχνος ποδὸς γῆς, τουτέστιν εἰς τὴν φαύλην αὐτῶν διδασκαλίαν, παντὶ τρόπῳ αἱ διάνοιαι ἡμῶν προσψαύσωσιν, ὅπως δυνηθῶμεν καταντῆσαι πρὸς τοὺς πατρῴους ὅρους ταῖς τρίβοις τῶν ἡγουμένων ἡμῶν βαδίζοντες. καὶ κὰν εἴ τινα ψελλίζοντες, ἵνα οὕτως εἴπωμεν, ἐπεχείρησαν προφέροντες ἐκθέσθαι τυποῦντες αὐτοὺς ἐν σχήματι [διδασκάλων] {τρε-φόντωνσ, ὅπως δυνηθῶσι τὰς διανοίας [τυτῶσαι] (διδάσκειν) τῶν ἀκροατῶν. οὐ χρὴ ταῦτα πρὸς δόγματα ἐκκλησιαστικὰ μεταστρέφειν, ἅπερ οὐδὲ σύνοδοι κατεξέτασαν οὐδὲ αὐθεντίαι κανονικαὶ ἔδοξαν σαφηνίζειν, ἵνα μίαν ἢ δύο ἐνεργείας τις τολμήσῃ ἐπὶ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ κηρύξαι, ἃς οὐδὲ εὐαγγελικὰ οὐδὲ ἀποστολικὰ γράμματα οὐδὲ συνοδικαὶ κρίσεις (περὶ τούτων γενόμεναι» φαίνονται ὁρίσασαι, εἰ μὴ (ἴσως, ὡς προεί-πόομεν, τινὲς ψελλίζοντές τινα ἐδίδαξαν συγκαταβαίνοντες πρὸς τὸ τυποῦν τὰς διανοίας καὶ ἐννοίας τῶν ἔτι νηπιαζόντων, ἅτινα πρὸς τὰ ἐκκλησιαστικὰ δόγματα φέρεσθαι οὐκ ὀφείλει, ἅπερ εἷς ἕκαστος ἐν τῷ ἰδίῳ λογισμῷ πλημμυρῶν ὡς οἰκείαν γνώμην προφέρει.

ὅτι γὰρ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ υἱὸς καὶ λόγος τοῦ θεοῦ, δι᾽ οὗ τὰ πάντα ἐγένετο, εἷς καὶ ὁ αὐτός ἐστιν ἐνεργῶν τὰ θεῖα καὶ τὰ ἀνθρώπινα, τελείως αἱ θεῖαι γραφαὶ καὶ φανερῶς ἀποδεικνύουσι. πότερον δὲ διὰ τὰ ἔργα τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος μία ἢ δύο ἐνέργειαι ὥφελον παραγόμεναι λέγεσθαι ἢ νοεῖσθαι, ταῦτα πρὸς ἡμᾶς ἀνήκειν οὐκ ὥφελον, ἀλλὰ καταλιμπάνομεν ταῦτα τοῖς γραμματικοῖς ἤγουν τεχνογράφοις, οἵτινες εἰώθασι τοῖς παισὶν ἐν τῷ παραγωγὰς ποιεῖν τὰ ἐφευρισκόμενα παρ᾽ αὐτοῖς ὀνόματα πιπράσκειν. ἡμεῖς γὰρ οὐ μίαν ἐνέργειαν ἢ δύο τὸν κύριον [ἡμῶν] Ἰησοῦν Χριστὸν καὶ τὸ αὐτοῦ ἅγιον πνεῦμα διὰ τῶν ἁγίων γραφῶν παρελάβομεν, ἀλλὰ πολυτρόπως ἔγνωμεν αὐτὸν ἐνεργοῦντα γέγραπται γάρ᾽ ὃς οὐκ ἔχει τὸ πνεῦμα τοῦ Χριστοῦ, οὗτος οὐκ ἔστιν αὐτοῦ. καὶ πάλιν οὐδεὶς δύναται λέγειν κύριον Ἰησοῦν εἰ μὴ ἐν πνεύματι ἁγίῳ. διαιρέσεις δὲ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ πνεῦμα" καὶ διαιρέσεις διακονιῶν εἰσίν, ὁ αὐτὸς δὲ κύριος" καὶ διαρέσεις ἐνεργειῶν εἰσίν, ὁ αὐτὸς δὲ θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. ἐὰν γὰρ αἱ διαιρέσεις τῶν ἐνεργειῶν πολλαί εἰσι, καὶ ταύτας πάσας ὁ θεὸς ἐν πᾶσι τοῖς μέλεσι τοῦ πεπληρωμένου σώματος ἐνεργεῖ, πόσῳ μᾶλλον ἐν τῇ κεφαλῇ ἡμῶν Χριστῷ τῷ κυρίῳ ταῦτα δύνανται πληρέστατα ἁρμοσθῆναι, ὅπως καὶ ἡ κεφαλὴ καὶ τὸ σῶμα ἕν εἴη τέλειον, ἵνα δηλαδὴ συνδράμῃ, ὡς γέγραπται, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. εἰ γὰρ ἐν ἄλλοις, τουτέστιν ἐν τοῖς μέλεσι τοῖς ἰδίοις, τὸ πνεῦμα τοῦ Χριστοῦ πολυτρόπως ἐνεργεῖ, ἐν ᾧ ζῶσι καὶ κινοῦνται καὶ εἰσί, πόσῳ μᾶλλον δι' ἑαυτοῦ τοῦ μεσίτου θεοῦ καὶ ἀνθρώπων πληρέστατα καὶ τελειότητα καὶ πολυτρόπως καὶ ἀφράστως ἡμᾶς δέον ἐστὶν ὁμολογεῖν τῇ κοινωνίᾳ ἑκατέρας φύσεως αὐτῶν ἐνεργεῖν.

Καὶ ἡμᾶς μὲν χρὴ κατὰ τὰ θεσπίσματα τῶν θείων λογίων φρονεῖν καὶ [ἀναπνεῖν] {ζπροσδοκεῖν» ἐκεῖνα δηλαδὴ ἀνατρέποντας, ἅτινα καινισμῷ φωνῆς γινώσκονται ταῖς ἁγίαις τοῦ θεοῦ ἐκκλησίαις σκάνδαλα τίκτειν, μήπως οἱ νηπιάζοντες τῇ ἐπωνυμίᾳ τῶν δύο ἐνεργειῶν προσκόψαντες τὴν Νεστοριανὴν μανίαν ἡμᾶς φρονεῖν νομίσωσιν, ἢ ἐὰν [δηλαδὴ] (ὄντως» πάλιν μίαν ἐνέργειαν τοῦ κυρίου [ἡμῶν] Ἰησοῦ Χριστοῦ ὁμολογητέαν εἶναι δοξάσωμεν, τὴν μωρὰν τῶν Εὐτυχιανιστῶν ταῖς ἐμβροτήτοις ἀκοαῖς ἄνοιαν ὁμολογεῖν νομισθῶμεν, παραφυλαττόμενοι, ἵνα μὴ ὧν τὰ μάταια καὶ κενὰ ὅπλα συνεκαύθησαν, τούτων αἱ τέφραι ἀνακαινίσωσι τοὺς πύρσους ἀναζωπυρηθέντας τῶν φλογοφόρων ζητήσεων, ἁπλότητι καὶ ἀληθείᾳ ὁμολογοῦντες τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν ἕνα καὶ τὸν αὐτὸν ἐνεργοῦντα ἐν τῆ θείᾳ καὶ ἀνθρωπίνῃ φύσει βέλτιον ὑπολαμβάνοντες, ἵνα οἱ μάταιοι τῶν φύσεων σταθμισταὶ ἀργοὶ καὶ [παγανικώτατοιϊ (πραγματικώτατοι» φιλόσοφοι τύφον ἔχοντες καὶ οἰδαίνοντες καθ᾽ ἡμῶν ἐπιψοφήσωσι ταῖς φωναῖς τῶν βα-τράχων, εἴπερ ἵνα οἱ ἁπλούστεροι καὶ ταπεινοὶ τῷ πνεύματι λαοὶ τῶν Χριστιανῶν δυνηθῶσι μένειν νήστεις. οὐδεὶς γὰρ ἀπατήσει διὰ φιλοσοφίας καὶ κενῆς ἀττάτης τοὺς μαϑητὰς τῶν ἁλιέων τοὺς ἑπομένους τῇ τούτων διδασκαλίᾳ πᾶσα γὰρ ἡ ὑπόθεσις ἡ πετρώδης καὶ περιρρέουσα πανούργου συλλογισμοῦ ἐν τοῖς τούτων δικτύοις συνετρίβη.

Ταῦτα μεθ’ ἡμῶν ἡ ἀδελφότης ἡ ὑμετέρα κηρύξει, καθὼς καὶ ἡμεῖς ταῦτα μεθ᾽ ὑμῶν ὁμοψύχως κηρύσσομεν προτρέποντες ὑμᾶς, ἵνα τὴν εἰσαχθεῖσαν προσηγορίαν τῆς νέας φωνῆς τῆς μιᾶς ἢ τῶν δύο ἐνεργειῶν ἐκφεύγοντες ἕνα μεθ' ἡμῶν τὸν κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος, θεὸν ἀληθινὸν ἐν δύο φύσεσιν ἐνεργοῦντα τὰ τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος, ὀρθοδόξῳ πίστει καὶ ἑνότητι καθολικῇ κηρύξητε.

Ἡ ὑπογραφή

Ὁ θεός σε ἐρρωμένον φυλάξαι, ἀγαπητὲ καὶ ἁγιώτατε ἀδελφέ.

Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἁγία σύνοδος εἶπον᾽

Δέον ἀχθῆναι πρὸς ἡμᾶς τὰ ῥέγεστρα καὶ δογματικὰ συγγράμματα τὰ ἐκτεθέντα ὑττὸ Σεργίου τοῦ γενομένου πατριάρχου τῆς βασιλίδος ταύτης πόλεως, εἴ τε πρὸς Ὁνώριον ἢ Κῦρον ἢ Σωφρόνιον ἢ καὶ πρὸς ἕτερα πρόσωπα ἢ καὶ ἀπὸ Ὁνωρίου πρὸς Σέργιον γενόμενα τῆς παρούσης ἕνεκεν δογματικῆς ζητήσεως καὶ ἀποκείμενα ἐν τῷ «θείῳ» χαρτοφυλακίῳ τοῦ εὐαγοῦς τῶν ἐνταῦθα πατριαρχείου, πρὸς ἀντιδολὴν τῶν παρὰ Μακαρίου ἐπιδο-θέντων κωδικίων τῷ εὐσεβεστάτῳ ἡμῶν {δεσπότῃ καὶ» βασιλεῖ τῶν καὶ νῦν ἀνα-γνωσθέντων. [Γεώργιος τοίνυν ὁ θεοσεβέστατος διάκονος καὶ χαρτοφύλαξ τῆς ἐνταῦθα ἁγιωτάτης μεγάλης ἐκκλησίας μετὰ πάσης σπουδῆς ἀπερχόμενος ἐν τῷ χαρτο-φυλακίῳ τοῦ εὐαγοῦς πατριαρχείου τὰ λεχθέντα ἀγαγέτω ῥέγεστρά τε καὶ συγγράμματα. [εἐώργιος ὁ θεοσεβέστατος διάκονος καὶ χαρτοφύλαξ εἴττε᾽ . Καθὼς ἐκέλευσεν ἥ τε ὑμετέρα ἐνδοξότης καὶ ἡ ἁγία καὶ οἰκουμενικὴ ὑμῶν σύνοδος, παραχρῆμα ἀπέρχομαι καὶ ὅσα εὑρεῖν δυνηθῶ φέρω μεθ᾽ ἑαυτοῦ. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἁγία σύνοδος εἶπον"

Τὸ μὲν παρ᾽ αὐτοῦ Γεωργίου τοῦ θεοσεβεστάτου διακόνου καὶ χαρτοφύλακος ὑποσχεθὲν

πρὸς τέλειον πέρας ἀγέσθω. οἱ δὲ ὑπεκλαμβάνοντες τὰ ἐν τῇ καθ᾽ ἡμᾶς ταύτῃ ἁγίᾳ συνόδῳ πραττόμενα, γινέσθωσαν ἅμα Ἰωάννῃ τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ πόλεως Ῥηγίου, Γεωργίῳ τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ Κυζίκου καὶ Δομετίῳ τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ πόλεως Πλουσιάδου πρὸς Μακάριον καὶ ὑποδεικνύτωσαν αὐτῷ τά τε δύο βιβλία καὶ τὸ σὺν αὐτοῖς χαρτῷον τετράδιον καὶ πυνθανέσθωσαν παρ᾽ αὐτοῦ, εἰ ἀληθῶς ταῦτα πονήματα αὐτοῦ Μακαρίου τυγχάνουσιν: ὡσαύτως δὲ ὑποδεικνύτωσαν αὐτῷ καὶ τὰ τρία κωδίκια καὶ τὸν ἕνα χάρτην τὰ καὶ νῦν ἐπὶ ἡμῶν ἀναγνωσθέντα, εἰ ἄρα καὶ ταῦτα αὐτὸς ἐπιδέδωκε τῷ εὐσεβεστάτῳ ἡμῶν δεσπότῃ καὶ μεγάλῳ βασιλεῖ, καὶ τὴν ἐξ αὐτοῦ διδομένην ἀπόκρισιν παραυτὰ πρὸς ἡμᾶς ἀγαγέτωσαν. Καὶ πρὸς ὀλίγον ὑπεξελθόντες οἱ εἰρημένοι θεοφιλεῖς ἐπίσκοτοι ἅμα Παύλῳ καὶ Ἰωάννῃ τοῖς μεγαλοπρεπεστάτοις ἀσηκρῆτοις καὶ σεκρεταρίοις βασιλικοῖς καὶ ᾿Αγάθωνι τῷ εὐλα-βεστάτῳ ἀναγνώστῃ καὶ νοταρίῳ τοῦ ἁγιωτάτου πατριάρχου Κωνσταντινουπόλεως καὶ παραγενόμενοι πρὸς Μακάριον καὶ μετὰ βραχύ τε ἀνθυποστρέψαντες εἶπτον᾽

᾿Απελθόντες κατὰ τὴν κέλευσιν τῆς τε ὑμετέρας ἐνδοξότητος καὶ τῆς ἁγίας καὶ οἰκουμε-νικῆς ὑμῶν συνόδου ἀνήλθομεν ἐν τῷ εὐαγεῖ πατριαρχείῳ καὶ εἰσελθόντες ἐν ἑνὶ κελλίῳ, ἔνθα ἐστὶ Μακάριος᾽ ὡς ἐκελεύσατε, ἐπτηρωτήσαμεν αὐτόν, εἰ ἐπιγινώσκει τὰ δύο βιβλία τὰ εἰς ὄνομα αὐτοῦ ἐπιγράφοντα καὶ τὸ ἕν σὺν αὐτοῖς χαρτῷον τετράδιον, καὶ εἰ πονήματα αὐτοῦ τυγχάνουσιν. ὅστις Μακάριος κομισάμενος αὐτὰ καὶ ἀνατττύξας καὶ κανονίσας εἴττε᾽ »μναί, δέσποτα, ἀκριβῶς ἐμὰ πονήματά εἰσι καὶ ἐπιγινώσκω αὐτά." ὁμοίως δὲ ὑπεδείχθησαν αὐτῷ καὶ τὰ τρία κωδίκια καὶ τὸ ἕν χαρτίον, ἅπερ καὶ κατὰ τὴν σήμερον ἡμέραν ἀνεγνώσθησαν, καὶ κανονίσας καὶ αὐτὰ εἴπε" ναί, δέσποτα, γνωρίζω αὐτά’ κατὰ γὰρ τὸν περυσινὸν χρόνον ἐπιδέδωκα αὐτὰ τῷ δεσπότῃ καὶ ἀληθῶς ἐπιγινώσκω αὐτά."

Γεώργιος ὁ θεοσεβέστατος διάκονος καὶ χαρτοφύλαξ εἰσελθὼν ἐν μέσῳ τῆς ἁγίας συνόδου εἶπτε᾽

Κατὰ τὰ κελευσθέντα μοι παρά τε τῆς ὑμετέρας ἐνδοξότητος καὶ τῆς ἁγίας καὶ οἰκου-μενικῆς συνόδου ἀπελθὼν ἐν τῷ χαρτοφυλακίῳ τοῦ εὐαγοῦς πατριαρχείου, ἅπερ εὑρεῖν ἠδυνήθην κωδίκια ἤτοι ῥέγεστρα ἐπιφέρομαι πρὸς τὸ ὑμῖν παραστησόμενον.

Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἁγία σύνοδος εἶπον"

Ἐπιδιδότω Γεώργῖος ὁ θεοσεβέστατος διάκονος καὶ χαρτοφύλαξ πρὸς ἀνάγνωσιν ἤτοι ἀντιβολὴν τῶν ἐπιδοθέντων παρὰ Μακαρίου κωδικίων τῷ εὐσεβεστάτῳ ἡμῶν βασιλεῖ, ἅπερ ἐπιφέρεται κωδίκια ἤτοι ῥέγεστρα.

Καὶ λαβὼν ᾿Αντίοχος ὁ εὐλαβέστατος ἀναγνώστης καὶ νοτάριος Γεωργίου τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως κωδίκιον ἤτοι ῥέγεστρον διαφόρων ἐπιστολῶν Σερ-γίου γενομένου πατριάρχον Κωνσταντινουπόλεως ἀνέγνω ἐπιστολὴν τοῦ αὐτοῦ Σεργίον πρὸς Κῦρον ἐπίσκοπον γενόμενον Λαζικῆς, καὶ ἀντεβλήθη πρὸς τὸ προσενεχθὲν διὰ Ἰωάννου τοῦ ἐνδοξοτάτου κοιαίστωρος κατὰ Μακάριον κωδίκιον, καὶ ἐστοίχησεν.

Ἔτι προσηνέχθη ἕτερον κωδίκιον ἤτοι ῥέγεστρον ἀναγνωσθὲν ὁμοίως διὰ τοῦ αὐτοῦ εὐλαβεστάτου ᾿Αντιόχου ἔχον ἐπιστολὴν Σεργίου πιατριάρχου γενομένου Κωνσταντινου-πόλεως πρὸς Ὁνώριον γενόμενον πάπαν Ῥώμης, καὶ ἀντεβλήθη πρὸς τὸ ἐπιδοθὲν κωδίκιον παρὰ Μακαρίου τῷ εὐσεβεστάτῳ βασιλεῖ, καὶ ἐστοίχησεν.

Ὁμοίως προσηνέχθη παρὰ Γεωργίου τοῦ θεοσεβεστάτου διακόνου καὶ χαρτοφύλακος αὐθεντικὴ ἐπιστολὴ Ῥωμαϊκὴ Ὁνωρίου γενομένου πάπα Ῥώμης πρὸς Σέργιον πατριάρχην Κωνσταντινουπόλεως μετὰ καὶ τῆς αὐτῆς ἑρμηνείας, καὶ ἀντεβλήθη ἡ αὐτὴ Ῥωμαϊκὴ ἐπιστολὴ διὰ Ἰωάννου τοῦ θεοφιλεστάτου ἐπισκόπου πόλεως Πόρτου, ἑνὸς τυγχάνοντος τῆς συνόδου τῆς πρεσβυτέρας Ῥώμης, καὶ ἐστοίχησεν.

Οἱ ἐνδοξότατοι ἄρχοντες εἴπτον᾽

Τὴν εἴδησιν λαβοῦσα ἡ ἁγία καὶ οἰκουμενικὴ ὑμῶν σύνοδος καὶ τῶν νῦν ἀναγνωσθέντων καὶ ἀντιβληθέντων περί τε Σεργίου τοῦ γενομένου πατριάρχου τῆς βασιλίδος ταύτης πόλεως {καὶ περὶ Ὁνωρίου τοῦ γενομένου πάπα Ῥώμης, ἔτι δὲ καὶ Σωφρονίου τοῦ γενομένου πατριάρχου Ἱεροσολύμων, τὰ δοκοῦντα αὐτῇ διεξίτω.

Ἡ ἁγία σύνοδος εἶπε;

Κατὰ τὰ διαλαληθέντα παρὰ τῶν ἐνδοξοτάτων ὑμῶν ἕνεκεν τῶν ἀναγνωσθέντων ἡμῖν ἔκ τε τῶν ῥεγέστρων τῶν γραφεισῶν ἀπὸ Σεργίου ἔπιστολῶν καὶ τῆς αὐθεντικῆς Ῥωμαϊκῆς Ὁνωρίου ἐπιστολῆς, εἶτα δὲ καὶ περὶ τῶν συνοδικῶν Σωφρονίου τῶν ἤδη ἀναγνωσθέντων ἡμῖν, ἀκριβέστερον περὶ αὐτῶν διασκεπτόμενοι καθ᾽ ἑτέραν πρὸς τοὺς ἐνδοξοτάτους ὑμᾶς τὰ δέοντα λέξομεν.

Οἱ ἐνδοξότατοι ἄρχοντες εἴπτον᾽

Τοῦτο μὲν ἡ ἁγία ὑμῶν σύνοδος πραξάτω. ὁ εὐσεβέστατος δὲ καὶ θεοστήρικτος ἡμῶν δεσπότης καὶ μέγας βασιλεὺς τὸν στέψαντα αὐτὸν θεὸν φιλανθρωπίᾳ ἐν πᾶσι μιμούμενος καὶ τὴν ἐπιστροφὴν ἐκδεχόμενος Μακαρίου δι’ ἡμῶν τῶν ἀναξίων αὐτοῦ δούλων τὴν ὑμετέραν πυνθάνεται (ἀεὶ) ἁγίαν καὶ οἰκουμενικὴν σύνοδον, εἴπερ τούτον ἐπιστρέ-φοντος μετὰ τὴν ἐκ τῆς ἁγίας ὑμῶν συνόδου γενομένην ἐπ᾽ αὐτῷ καθαίρεσιν ἐν τῷ ἰδίῳ ἀποκαθίστασθαι θρόνῳ.

Ἡ ἁγία σύνοδος εἶπε:

Τὸν παλαιωθέντα Μακάριον ἐν τοῖς τῆς ἀσεβείας δόγμασι, καὶ οὐ μόνον τὸν ἐν ταύτῃ τῇ θεοφυλάκτῳ καὶ βασιλίδι πόλει οἰκοῦντα πάντα φιλόχριστον λαὸν ἀνατροττὴν θολερὰν ποτίσαντα καὶ φαλσεύσαντα τὰς χρήσεις τῶν ἁγίων καὶ ἐκκρίτων πατέρων, καὶ τὰς μὲν περικόψαντα, ταῖς δὲ προσθέντα καὶ κατὰ τὸ δόξαν αὐτῷ παρ᾽ ὁδὸν βαλόντα τὸν εὐσεβέστατον καὶ θεόστεπτον ἡμῶν βασιλέα διὰ τῶν ἐπιδοθέντων παρ᾽ αὐτοῦ κωδικίων, ἀλλὰ μὴν καὶ ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν διά τε γραμμάτων αὐτοῦ καὶ ἀνθρώπων ἀποσταλέντων πάντας συνταράξαντα καὶ ἀπὸ τῆς ἀληθοῦς πίστεως ἀποστήσαντα καὶ δικαίως καὶ κανονικῶς ἀπὸ τοῦ ἀρχιερατικοῦ σχήματος γυμνωθέντα οὐδαμῶς ὁ θεῖος κανὼν παραδέχεται τοῦ λοιποῦ εἰς διδασκαλικὸν καθίσαι θρόνον, ὅπως μὴ ἐντεῦθεν τὸ τῆς οἰκείας αὐτοῦ αἱρέσεως πλειόνως ἀναζωπυρηθείη φρόνημα καὶ γένηται κατὰ τὸ γεγραμμένον τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. καὶ μάλιστα διαφόρως κατὰ παρουσίαν τοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου καὶ μεγάλον βασιλέως καὶ πάσης τῆς καθ᾽ ἡμᾶς συνόδου ἐρωτηθέντος, εἰ ἕπεται καὶ συνομολογεῖ μετὰ πάντων ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὥσπερ δύο φύσεις οὕτω καὶ δύο θελήματα φυσικὰ καὶ δύο ἐνεργείας φυσικάς, καὶ μὴ καταδεξαμένου αὐτοῦ τὸ σύνολον, ἀλλ᾽ ἐπιβεβαιώσαντος τὰ ἤδη ἀσεβῶς παρ᾽ αὐτοῦ ὁρισθέντα καὶ λέξεσιν αὐταῖς εἰρηκότος ὅτι ἐὰν τέμνωμαι κατὰ μέλη καὶ μέλη καὶ ῥίπτωμαι εἰς τὴν θάλασσαν, ἐγὼ οὔτε δύο θελήματα οὔτε δύο ἐνεργείας λέγω ἔπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἑνὸς τῆς ἁγίας τριάδος", ἐντεῦθέν τε, ὡς εἴρηται, συνοδικῶς καθαιρεθέντα καὶ ἀναθεματισθέντα οὐδαμῶς τοῦτον Μακάριον τοῦ λοιποῦ, ὡς ἀνωτέρω λέλεκται, ἡ ἁγία αὕτη καθ᾽ ἡμᾶς σύνοδος εἰς ἱερατικὸν δέχεται θρόνον, ἀλλὰ καὶ δεόμεθα ἔξω τῶν ὅρων αὐτὸν γενέσθαι τῆς θεοφυλάκτου ταύτης καὶ βασιλίδος πόλεως μετὰ καὶ τῶν τὰ ὅμοια αὐτῷ φρονούντων.

Οἱ θεοφιλέστατοι ἐπίσκοποι καὶ οἱ εὐλαβέστατοι κληρικοὶ οἱ ὑπὸ τὸν θρόνον τυγχάνοντες τῆς ᾿Αντιοχέων πόλεως προσελθόντες τοῖς ἐνδοξοτάτοις ἄρχουσιν εἴπτον᾽

Αἰτοῦμεν τὴν ὑμετέραν ἐνδοξότητα τοῦ ἀναγάγαι τῷ εὐσεβεστάτῳ καὶ θεοστέτπτῳ ἡμῶν δεσπότῃ καὶ μεγάλῳ βασιλεῖ ἕτερον ἀντὶ Μακαρίου τοῦ γενομένου ἡμῶν ἀρχιεπισκό-που εἰς τὸν ἀρχιερατικὸν θρόνον ᾿Αντιοχείας προελθεῖν διὰ τὸ μὴ χηρεύειν τὸν τοιοῦτον θρόνον. Οἱ ἐνδοξότατοι ἄρχοντες εἴττον᾽

Κατὰ τὰ συνεωραθέντα παρὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς ὑμῶν συνόδου καὶ κατὰ τὰ αἰτηθέντα παρὰ τῶν θεοφιλεστάτων ἐπισκόπων καὶ εὐλαβεστάτων κληρικῶν τῶν ὑπὸ τὸν θρόνον τελούντων τῆς ᾿Αντιοχέων πόλεως (ἐκκλησίας, διαττραξόμεθα, τῆς ὑμετέρας ἁγίας συνόδου καθ’ ἑτέραν τὰ ὑποσχεθέντα ἕνεκεν Σεργίου, Ὁνωρίου καὶ Σωφρονίον ἔργῳ πληρούσης.

47
Δημοσιεύτηκε από: Rodion Vlasov
Θέλετε να διορθώσετε ή να προσθέσετε κάτι; Πες μας: https://t.me/bibleox_live
Ή επεξεργαστείτε αυτό το άρθρο μόνοι σας: Επεξεργασία