VI Οικουμενική Σύνοδος (680)

6 ΟΣ - πραξισ 18

ΠΡΑΞΙΣ ΕΠΤΑΚΑΙΔΕΚΑΤΗ (ΤΟΜΟΣ ΟΓΔΟΟΣ)

Ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν βασιλείας τῶν θεοστέπτων καὶ γαληνοτάτων ἡμῶν δεσπότων Φλαβίων Κωνσταν-τίνου μὲν τοῦ πραοτάτον καὶ θεοψηφίστου μεγάλου βασιλέως αἰωνίου αὐγούστου καὶ αὐτοκράτορος ἔτους εἰκοστοογδόον καὶ μετὰ ὑπατείαν τῆς αὐτοῦ θεοσόφου γαλήνης ἔτους τρισκαιϊιδεκάτου Ἡρακλείον δὲ καὶ Τιβερίου τῶν θεοφυλάκτων αὐτοῦ ἀδελφῶν ἔτους εἰκοστοτρίτου τῇ ἑξκαιδεκάτῃ τοῦ Σεπτεζμ)βρίον μηνός ἰνδικτιῶνος δεκάτης.

Προκαθημένον τοῦ αὐτοῦ εὐσεβεστάτου καὶ φιλοχρίστον μεγάλου βασιλέως Κωνσταντίνου

ἐν τῷ σεκρέτῳ τοῦ θείου παλατίου τῷ οὕτω ἐπιλεγομένῳ Τρούλλῳ καὶ κατὰ κέλευσιν τῆς

αὐτοῦ θεοσόφου γαλήνης παρόντων καὶ ἀκροωμένων

Νικήτα τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ μαγίστρου τῶν βασιλικῶν ὀφφικίων

Θεοδώρου τοῦ ἐνδοξοτάτον ἀπὸ ὑπάτων πατρικίου, κόμητος τοῦ βασιλικοῦ ὀψικίου καὶ ὑποστρατήγου Θράκης

Σεργίου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου

Παύλου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑτάτων πατρικίου

Ἰουλιανοῦ τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ στρατιωτικοῦ λογοθέτου

Κωνσταντίνου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ κουράτωρος τοῦ βασιλικοῦ οἴκου τῶν Ὁρμίσδου

᾿Αναστασίου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ τοτοτηρητοῦ τοῦ κόμητος τοῦ βασιλικοῦ ἐξκουβίτου

Ἰωάννου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ κοιαίστωρος

Πολυεύκτου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων

Θωμᾶ τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων

Παύλου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων καὶ διοικητοῦ τῶν ἀνατολικῶν ἐπαρχιῶν Πέτρου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων

Λεοντίου τοῦ ἐνδοξοτάτον ἀπὸ ὑπάτων καὶ δομεστίκου τῆς βασιλικῆς τραπέζης,

Συνελθούσης δὲ καὶ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς κατὰ βασιλικὸν θέσπιόσμα

συναθροισθείσης ἐν ταύτῃ τῇ θεοφυλάκτῳ καὶ βασιλίδι πόλει, τουτέστι

Θεοδώρον καὶ Γεωργίου τῶν θεοφιλεστάτων πρεσβυτέρων καὶ Ἰωάννου τοῦ θεοσεβεστάτονυ διακόνου ἐπεχόντων τὸν τόπον τοῦ ὁσιωτάτου καὶ ἁγιωτάτου πάπα τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης ᾿Αγάθωνος καὶ

Γεωργίου τοῦ ὁσιωτάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου ταύτης τῆς μεγαλωνύμου Κων-σταντινουπόλεως νέας Ῥώμης καὶ

Πέτρου τοῦ θεοφιλεστάτου πρεσβυτέρου μοναχοῦ καὶ τοποτηρητοῦ τοῦ ἀρχιερατικοῦ θρόνου τῆς ᾿Αλεξανδρέων μεγαλοπόλεως καὶ

Θεοφάνους τοῦ ὁσιωτάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου Θεουπόλεως ἤτοι ᾿Αντιοχείας καὶ

Γεωργίου τοῦ θεοφιλεστάτου πρεσβυτέρου μοναχοῦ καὶ ἀποκρισιαρίου Θεοδώρου τοῦ ὁσιωτάτου τοποτηρητοῦ τοῦ θρόνου Ἱεροσολύμων

Ἰωάννου ἐπισκόπου Θεσσαλονίκης

Θεοδώρον ἐπισκόπου πόλεως Τριμιθούντων, ἐπέχοντος τὸν τόπον Ἐπιφανίου τοῦ θεοφι-λεστάτου ἀρχιεπισκόπου τῆς Κυπρίων νήσου

Θεοδώρον τοῦ θεοσεβεστάτου πρεσβυτέρου καὶ τοποτηρητοῦ τοῦ θεοφιλεστάτου ἀρχιεπι-σκόπου Ῥαβέννης Θεοδώρου

Ἰωάννου ἐπισκόπου πόλεως Πόρτου, Στεφάνου ἐπισκόπου πόλεως Κορίνθου, Βασιλείου ἐπισκόπου πόλεως Γορτύνης τῆς Κρητῶν νήσου, ᾿Αβουνδαντίου ἐπισκόπου πόλεως Πατέρνου καὶ Ἰωάννου ἐπισκόπου πόλεως Ῥηγίου, ἐπεχόντων τὸν τόπον ἅμα Ἰωάννῃ τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ πόλεως Πόρτου τῆς κατὰ τὴν πρεσβυτέραν Ῥώμην ὁσίας τῶν ἑκατὸν εἴκοσι πέντε θεοφιλῶν ἐπισκόπων συνόδου, τῶν καὶ δι᾽ οἰκείων ὑπογραφῶν δηλουμένων ἐν τῇ γενομένῃ πρὸς τὸν εὐσεβέστατον βασιλέα Κωνσταντῖνον παρ᾽ αὐτῶν ἀναφορᾷ

Φιλαλήθους ἐπισκόπου Καισαρείας Κατπηταδοκίας

Θεοδώρου ἐπισκόπου Ἐφέσου

Σισινίου ἐπισκόπου Ἡρακλείας Θράκης

Πλάτωνος ἐπισκόπου ᾿Αγκύρας Γαλατίας

Γεωργίου ἐπισκόπου Κυζίκου

Μαρίνου ἐπισκόπου Σάρδεων τῆς Λυδῶν ἐπαρχίας Πέτρου ἐπισκόπου Νικομηδείας

Φωτίου ἐπισκόπου Νικαίας

Ἰωάννου ἐπισκόπου Χαλκηδόνος

Ἰωάννου ἐπισκόπου Σίδης

Ἰἰωάννον ἐπισκόπου ᾿Αμασείας

Θεοδώρου ἐπισκόπου Μελιτηνῆς

Ἰουστίνου ἐπισκόπου Τυάνων

᾿Αλυπίου ἐπισκόπου Γαγγρῶν

Κυπριανοῦ ἐπισκόπου Κλαυδιουπόλεως τῆς Ὀνωρεατῶν ἐπαρχίας Ἰωάννου ἐπισκόπου Πισινούντων

Πολυεύκτου ἐπισκόπου Μύρων τῆς Λυκίας Θεοδώρου ἐπισκόπου Σταυρονπόλεως Καρίας Τιβερίου ἐπισκόπου Λαοδικείας Φρυγίας

Κοσμᾶ ἐπισκόπου Συνάδων

Κωνσταντίνου ἐπισκόπου Βαράτης ἐπέχοντος τὸν τόπον Παύλου ἐπισκόπου τοῦ Ἰκονίου Στεφάνου ἐπισκόπου ᾿Αντιοχείας Πισιδίας Ἰωάννου ἐπισκόπου Πέργης

Θεοπέμπτου ἐπισκόπου Ἰουστινιανουπόλεως ἤτοι Μωκισσοῦ Ἰσιδώρου ἐπισκόπου Ῥόδου

Σισινίου ἐπισκόπου Ἱεραπόλεως Φρυγίας Θεοδώρου ἐπισκόπου Ταρσοῦ

Στεφάνου ἐπισκόπου ᾿Αναζάρβου

Μακροβίονυ ἐπισκόπου Σελευκείας Ἰσαυρίας Γεωργίου ἐπισκόπου Βυζίης Θράκης

Θεοδώρου ἐπισκόπου Πομπηϊουπόλεως

Ζαχαρίον ἐπισκόπου Λεοντουπόλεως Ἰσαυρίας Γρηγορίου ἐπισκόπου Μιτυλήνης

Γεωργίου ἐπισκόπου Μιλήτου

Σεργίου ἐπισκόπου Σηλυβρίας

᾿Ανδρέου ἐπισκόπου Μεθύμνης

Θεογνίον ἐπισκόπου Κίον

᾿Αλεξάνδρου ἐπισκόπου Κοτράδων τῆς Ἰσαύρων χώρας Ἐπιφανίου ἐπισκόπου Εὐχαίτων

Ἰωάννου ἐπισκόπου Ἡρακλειουπόλεως ἤτοι Πιδαχθόης Πέτρον ἐπισκόπου Μεσημβρίας

Πέτρου ἐπισκόπου Σωζοπόλεως Θράκης

Ἰωάννου ἐπισκόπου Στόβων

Ἰωάννου ἐπισκόπου ᾿Αθηνῶν

Ἰωάννου ἐπισκόπου τοῦ "Ἄργους

Θεοδοσίου ἔπισκότπου Λακεδαιμονίας

Ἰωάννου ἐπισκόπου Λάπτης

Γρηγορίου ἐπισκόπου Καντάνου

Στρατονίκου ἐπισκόπου Σόλων, Τύχωνος ἐπισκόπου τοῦ Κιτίου ἀμφοτέρων τῆς συνόδου

τυγχανόντων τῆς φιλοχρίστου τῶν Κυπρίων νήσου Ἰωάννου ἐπισκόπου Νύσσης Θεοδώρου ἐπισκόπου τῶν Βασιλικῶν Θερμῶν Γεωργίου ἐπισκόπου Καμουλιανῶν

Θεοδώρου ἐπισκόπου (᾿Αλκελετζινῆς ἤτοι Ἰουστινιανουπόλεως τῆς μεγάλης ᾿Αρμενίας

Γεωργίου ἐπισκόπου Δαρανάλεως ἤτοι τοῦ Καμάχων

Ζωΐτου ἐπισκόπου Χριστουπόλεως ἤτοι Διὸς ἱεροῦ τῆς ᾿Ασιανῶν ἐπαρχίας

Θεοδώρου ἐπισκόπου Περγάμου

Θεοδώρου ἐπισκόπου Μασταύρων

Θεοδώρου ἐπισκόπου ᾿Αδραμυτοῦ

Πατρικίου ἐπισκόπου Μαγνησίας

᾿Αντωνίου ἐπισκόπου Ὑταίττων

Ἰωάννου ἐπισκόπου ᾿Ανέων

Σισινίου ἔπισκόπου Νύσης ᾿Ασίας

Ῥηγίνου ἐπισκόπου τοῦ Πανίου

Μαρτυρίου ἐπισκόπου Ἰουλιουπόλεως (Γαλατίας) Μιχαὴλ ἐπισκόπου ᾿Ασπόνης

Πλάτωνος ἐπισκόπον Κίννης

Γεἐνεσίου ἐπισκόπου ᾿Αναστασιουπόλεως

Στεφάνου ἐπισκόπου Βηρινουπόλεως

᾿Ανδρέου ἐπισκόπου Μνίζου

Μερκουρίου ἐπισκόπου Ποιμανηνοῦ

Ἰωάννου ἐπισκόπου Μιλητουτπόλεως

Κωνσταντίνον ἐπισκόπου Λαμψάκου

Κυρίκου ἐπισκόπου ᾿Αδριανίας

Ἰωάννου ἐπισκόπου Φιλαδελφείας

᾿Ανδρέου ἐπισκόπου Σιλάνδου

Ἰωάννου ἐπισκόπου Σίτων

Θεοδότου ἐπισκόπου Δάλδης

Ἰωάννου ἐπισκόπου τοῦ Δασκυλίου

Ἰωάννου ἐπισκόπου ᾿Αδριανῶν

Σισινίου ἐπισκόπου Βασιλινουτόλεως

Θεοδώρου ἐπισκόπου Πραινέτου

Λεοντίου ἐπισκότου Ἑλενουπόλεως

Γεωργίονυ ἐπισκόπου τοῦ Γάλλου

Θεοδώρου ἐπισκόπου Καισαρείας Βιθυνίας

Πολυχρονίου ἐπισκόπου Θεουπόλεως ἤτοι Προύσης

᾿Αναστασίου ἐπισκόπου Θεοτοκιανῶν ἤτοι ᾿Απολλωνιάδος

Θεοδώρου ἐπισκόπου Ἰουστινιανουπόλεως Γόρδου

Μηνᾶ ἐπισκόπου Καραλίας Παμφυλίας

Κοσμᾶ ἐπισκόπου Μαναύων

Νικήτα ἐπισκόπου τοῦ Κορακησίου

Θεοδώρου ἐπισκόπου Βερίσσης

Καλλινίκου ἐπισκόπου Κολωνείας ᾿Αρμενίας

Τιβερίου ἐπισκόπου ᾿Αμισζσ)οῦ

Ἰωάννου ἐπισκόπου ᾿Ανδράπων

Θεοδώρου ἐπισκόπου Ἰβόρων

Σεργίου ἐπισκόπου Σινώπης

Γρηγορίου ἐπισκόπου Ἄρκης

Ἰωάννου ἐπισκόπου Φαυστινουπόλεως

Εἰρηνάρχου τοῦ εὐλαβεστάτου διακόνου ἐπέχοντος τὸν τόπον Κομιτᾶ ἐπισκόπου ᾿Αμά-στριδος

Γεωργίου ἐπισκόπου Ἰουνουπόλεως Φωκᾶ ἐπισκόπου Δαδύβρων

Πλάτωνος ἐπισκόπου ᾿Αδριανουπόλεως (τῶν Ὀνωρεατῶν» Γεωργίου ἐπισκόπου Κρατίας

Δομετίου ἐπισκότου Πλουσιάδος Στεφάνου ἐπισκόπου Ἡρακλείας Πόντου Λογγίνου ἐπισκόπου Τίου

᾿Αναστασίου ἐπισκόπου τοῦ Πολημωνίου Ἰωάννου ἐπισκόπου Κομάνων Θεοφυλάκτου ἐπισκόπου Κερασούντων Θεοδώρου ἐπισκόπου Τραπεζούντων Σολομῶνος ἐπισκόπου Κλανέου Θεοδώρου ἐπισκόπου τοῦ ᾿Αμορίου Ζιμάρχου ἐπισκόπου Σιδύμων

Γεωργίου ἐπισκόπου Οἰνιάνδων Ἰωάννου ἐπισκόπου Ἐρίζων

Ἰωάννου ἐπισκόπου Μύνδου

Πατρικίου ἐπισκόπου Ἰλούζων

Κυρίκου ἐπισκόπου ᾿Αγκυροσυνάου Πέτρου ἐπισκόπου ᾿Απτίας ᾿Αλεξάνδρου ἐπισκόπου Νακολίας Δομετίου ἐπισκόπου Πρυμνισσοῦ Θεοδοσίου ἐπισκόπου Ψιβήλων

Παύλου ἐπισκόπου Σωζοπόλεως Πισιδίας Κοσμᾶ ἐπισκόπου τοῦ Κοτυαείου Μαρίνου ἐπισκόπου τοῦ Φιλομηλίου Κωνσταντίνου ἐπισκόπου Τιμβριάδων Πλάτωνος ἐπισκόπου Μαγύδων Πλουσιανοῦ ἐπισκόπου τοῦ Συλαίον Θεοδώρου ἐπισκόπου Ναζιανζοῦ Θεοδώρον ἐπισκόπου Δοάρων Γεωργίου ἐπισκόπου Κώου

Γεωργίου ἐπισκόπου Χίου

Στεφάνου ἐπισκόπου Πάρον

Γεωργίου ἐπισκόπου Ναξίας

Δημητρίου ἐπισκόπου Τίνου

Γεωργίου ἐπισκόπου Θήρας

Εὐτυχίου ἐττισκόπου Μήλον

Ἰωάννου ἐπισκόπου Κωρύκον

Ἰωάννου ἐπισκόπου ᾿Αδάνων

Γεωργίου ἐπισκόπου Φλαβιάδος

Εὐλαλίου ἐπισκόπου Ζηνωνουπόλεως

Κωνσταντίνου ἐπισκόπου Δαλισανδοῦ

Θεοδώρου ἐπισκόπου Ὄλβης

Γεωργίου τοῦ εὐλαβεστάτου πρεσβυτέρον καὶ μοναχοῦ μονῆς τῶν Ῥενάτης διακειμένης ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ

Κόνωνος καὶ Στεφάνου πρεσβυτέρων καὶ μοναχῶν μονῆς ἐπονομαζομένης Δόμονυ ᾿Αρσικίας διακειμένης ὡσαύτως κατὰ τὴν πρεσβυτέραν Ῥώμην

Λεοντίου τοῦ εὐλαβεστάτου διακόνου καὶ μοναχοῦ μονῆς ἐπιλεγομένης Κέλλαζι» Νόβων τυγχανούσης ὁμοίως ἐν τῇ αὐτῇ πρεσβυτέρᾳ Ῥώμῃ

Ἰορδάνου καὶ Πολυχρονίου τῶν εὐλαβεστάτων πρεσβυτέρων μοναχῶν καὶ ἀποκρισιαρίων τῆς ἁγίας τοῦ θεοῦ ἡμῶν πόλεως Ἱεροσολύμων.

Καθεσθέντων τε τῶν ἐνδοξοτάτων πατρικίων καὶ ὑπάτων καὶ πάντων τῶν ὁσιωτάτων καὶ θεοφιλῶν μητροπολιτῶν τε καὶ ἐπισκόπων κατὰ τάξιν ἐν τῷ αὐτῷ τοῦ Τρούλλου σεκρέτῳ, προκειμένων ἐν μέσῳ τῶν ἁγίων καὶ ἀχράντων Χριστοῦ τοῦ θεοῦ ἡμῶν εὐαγ-γελίων, Θεόδωρος ὁ θεοσεβέστατος ἀρχιδιάκονος τῆς ἐνταῦθα ἁγιωτάτης τοῦ θεοῦ καθολικῆς καὶ ἀποστολικῆς μεγάλης ἐκκλησίας καὶ πτριμμικήριος τῶν θεοσεβεστάτων νοτα-ρίων τοῦ ὁσιωτάτου καὶ ἁγιωτάτου πατριάρχου Κωνσταντινουπόλεως Γεωργίου εἴτπε᾽

Μείζονος εὐσεβείας καθέστηκε γνώρισμα, παγγάληνε δέσποτα, τὸ πρώτως τοῖς περὶ τὸ θεῖον σέβας ἀνήκουσιν ἐξαίρετον τὴν ἐπιμέλειαν τίθεσθαι, εἶθ᾽ οὕτως τὰ τῇ φιλοχρίστῳ πολιτείᾳ προσήκοντα πράγματα εὐθυβόλως ἰθύνεσθαι.

Ὃ δὴ καὶ πράττεις ἐπιεικῶς, ἡμερώτατε, πᾶσαν μὲν τὴν περὶ τῶν κοσμικῶν πραγμάτων ὄχλησιν ἀποθέμενος, τὴν δὲ περὶ τὰ θεῖα φροντίδα τε καὶ σπουδὴν ἀναδεξάμενος τῇ τοῦ πνεύματος χάριτι, καὶ τοῦτο ὑμῶν ἔκκριτον ἐγκαλλώπισμα τοῦ ἐξ εὐσεβείας κατὰ τοῦ διαβόλου συγκροτῆσαι στρατόπεδον καὶ κατὰ τῆς ἀσεβοῦς αὐτοῦ φάλαγγος ἱερὸν συν-αθροῖσαι κατάλογον" φαμὲν δὴ τὴν ἁγίαν ταύτην καὶ μεγάλην καὶ οἰκουμενικὴν σύνοδον, ἥτις, ὡς ἔδει, μετὰ πολλῆς ὅσης τῆς ἐμμελείας ἐκ πολλῶν ἡμερῶν τὸ περὶ τῆς ἀμωμήτου ἡμῶν τῶν Χριστιανῶν πίστεως πρακτέον διήνυσε, πρόμαχον εὐτυχήσασα τὴν ὑμετέραν εὐσέβειαν’ καὶ τὴν ὁπωσοῦν ἀναφυεῖσαν κατὰ τῆς ὀρθοδοξίας διχόνοιαν ἐκττοδὼν πεποίη-κεν, ἐπερειδομένη μὲν τοῖς τῆς ἀληθείας διδάγμασι, κρατυνομένη δὲ ταῖς τῶν μακαριωτάτων πατέρων ἀνεπιλήπτοις καὶ θείαις ὡς ἀληθῶς παραδόσεσιν, ὡς ἔστιν ἐκ τῶν ἐγγράφως πεπραγμένων ἐφ᾽ ἑκάστῳ τῶν παρακολουθησάντων κατανοῆσαι. ὅρον δὲ νῦν ἐξεφώνησεν ἀπλανῆ τῇ δυνάμει τῶν θείων γραφῶν σεμνυνόμενον καὶ τὴν τῶν ἁγίων πατέρων διδασκαλίαν ἐπιγραφόμενον εἰς βεβαίωσιν μὲν τῶν ὀρθῶν τῆς εὐσεβείας δογ-μάτων, καύχημα δὲ τῆς ὑμετέρας εὐσεβοῦς βασιλείας" καὶ τοῦτον μετὰ χεῖρας ἐπιφερόμεθα, εἰ παρίσταται τῷ σκοπῷ τῆς ὑμῶν γαληνότητος ἀναγνωσθησόμενον.

Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς εἴπεν"

Ὁ ἐπιμνησθεὶς ὅρος ἀναγινωσκέσθω.

Καὶ λαβὼν ᾿Αγάθων ὁ εὐλαβέστατος ἀναγνώστης καὶ νοτάριος τοῦ ὁσιωτάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς θεοφυλάκτου ταύτης καὶ βασιλίδος πόλεως Γεωργίου ἀνέγνω τὸν ὅρον ἔχοντα ἐπὶ λέξεως οὕτως"

Ἡ ἁγία καὶ μεγάλη καὶ οἰκουμενικὴ σύνοδος, ἡ κατὰ θεοῦ χάριν καὶ πανευσεβὲς θέσπισμα τοῦ εὐσεβεστάτου καὶ πιστοτάτου μεγάλου βασιλέως Κωνσταντίνου συναχθεῖσα ἐν ταύτῃ τῇ θεοφυλάκτῳ καὶ βασιλίδι Κωνσταντινουπόλει νέᾳ Ῥώμῃ ἐν τῷ σεκρέτῳ τοῦ θείου παλατίου τῷ ἐπιλεγομένῳ Τρούλλῳ ὥρισε τὰ ὑποτεταγμένα"

Ὁ τοῦ θεοῦ καὶ πατρὸς μονογενὴς υἱός τε καὶ λόγος, ὁ κατὰ πάντα ὅμοιος ἡμῖν χωρὶς ἁμαρτίας γενόμενος ἄνθρωπος Χριστὸς ὁ ἀληθινὸς θεὸς ἡμῶν ἐν εὐαγγελικαῖς διαπτρυσίως ἐκήρυξε φωναῖς" ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπτατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς. καὶ πάλιν" εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. ταύτῃ τοι τῇ θεολέκτῳ τῆς εἰρήνης διδασκαλίᾳ θεοσόφως ὁ πραότατος ἡμῶν βασιλεὺς ὁδηγούμενος ὁ τῆς μὲν ὀρθοδοξίας ὑπέρμαχος, τῆς δὲ κακοδοξίας ἀντίμαχος τὴν καθϑ' ἡμᾶς ἁγίαν ταύτην καὶ οἰκουμενικὴν συναθροίσας ὁμήγυριν τὸ τῆς ἐκκλησίας ἅπαν ἥνωσε σύγκριμα. ὅθεν ἡ καθ᾽ ἡμᾶς ἁγία καὶ οἰκουμενικὴ σύνοδος τὴν ἀπό τινων καὶ ὧδε χρόνων τῆς δυσσεβείας πλάνην πόρρωθεν ἀπελάσασα καὶ τῇ τῶν ἁγίων καὶ ἐκκρίτων πατέρων ἀπλανῶς εὐθείᾳ τρίβῳ κατακολουθήσασα, ταῖς ἁγίαις καὶ οἰκουμενικαῖς πέντε συνόδοις ἐν ἅπασιν εὐσεβῶς ὡμοφώνησε. φαμὲν τῇ τῶν τρια-κοσίων δέκα καὶ ὀκτὼ ἐν Νικαίᾳ συνελθόντων ἁγίων πατέρων κατὰ τοῦ μανιώδους ᾿Αρείου,

καὶ τῇ μετ’ αὐτὴν ἐν Κωνσταντινουπόλει τῶν ἑκατὸν πεντήκοντα θεοφόρων ἀνδρῶν κατὰ Μακεδονίου τοῦ πνευματομάχονυ καὶ ᾿Απολιναρίου τοῦ δυσσεβοῦς, ὁμοίως καὶ τῇ ἐν Ἐφέσῳ τὸ πρότερον κατὰ Νεστορίου τοῦ ἰουδαιόφρονος συναγηγερμένων διακοσίων θεσπεσίων ἀνδρῶν, καὶ τῇ ἐν Χαλκηδόνι τῶν ἑξακοσίων τριάκοντα θεοπνεύστων πατέρων κατ᾽ Εὐτυχοῦς καὶ Διοσκόρου τῶν θεοστυγῶν, πρὸς ταύταις καὶ τῇ τελευταίᾳ τούτων πέμπτῃ ἁγίᾳ συνόδῳ τῇ ἐνταῦθα συναθροισθείσῃ κατὰ Θεοδώρου τοῦ Μομψονεστίας, Ὠριγένους, Διδύμου τε καὶ Εὐαγρίου καὶ τῶν συγγραμμάτων Θεοδωρίτου τῶν κατὰ τῶν δώδεκα κεφαλαίων τοῦ ἀοιδίμου Κυρίλλου καὶ τῆς λεγομένης Ἴβα ἐπιστολῆς πρὸς Μάριν γεγράφθαι τὸν Πέρσην, ἀκαινοτόμητα μὲν ἐν πᾶσι τὰ τῆς εὐσεβείας ἀνανεω-σαμένη θεσπίσματα, τὰ βέβηλα δὲ τῆς δυσσεβείας ἐκδιώξασα δόγματα. καὶ τὸ παρὰ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ πατέρων ἐκτεθέν, καὶ αὖθις παρὰ τῶν ἑκατὸν πεντήκοντα θεοφρόνως βεβαιωθέν, ὅπερ καὶ αἱ λοιπαὶ ἅγιαι σύνοδοι ἐπ᾽ ἀναιρέσει πάσης ψυχοφθόρου αἱρέσεως ἀσπασίως ἐδέξαντο καὶ ἐπεκύρωσαν σύμβολον καὶ ἡ καθ᾽ ἡμᾶς ἁγία καὶ οἰκουμενικὴ θεοπνεύστως ἐπεσφράγισε σύνοδος.

Ἔκθεσις πίστεως τῶν ἐν Νικαίᾳ τριακοσίων δέκα καὶ ὀκτὼ ἁγίων καὶ μακαρίων πατέρων᾽

Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν᾽ καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ, τὸν γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι᾽ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῆ, τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα (ἐκ τοῦ οὐρανοῦ» καὶ σαρκωθέντα καὶ ἐνανθρωπή-σαντα, παθόντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ ἐν δεξιᾷ τοῦ πατρὸς καθήμενον καὶ ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς᾽ καὶ εἰς τὸ ἅγιον πνεῦμα.

Τοὺς δὲ λέγοντας" ,ἦν ποτε ὅτε οὐκ ἦν" καὶ «πρὶν γεννηθῆναι οὐκ ἦν“ καὶ ὅτι ,ἐξ οὐκ ὄντων ἐγένετο“ ἢ (ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας" φάσκοντες εἶναι ἢ «τρεπτὸν ἢ ἀλλοιω-τὸν“ τὸν υἱὸν τοῦ θεοῦ, τούτους ἀναθεματίζει ἡ ἁγία τοῦ θεοῦ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.

Ἔκθεσις πίστεως τῶν ἐν Κωνσταντινουπόλει ἑκατὸν πεντήκοντα ἁγίων καὶ μακαρίων πατέρων.

Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων: καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο, τὸν δι᾽ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου καὶ ἐνανθρωπήσαντα, σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ πταθόντα καὶ ταφέντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφάς, καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐν δεξιᾷ τοῦ πατρὸς καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος" καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, τὸ κύριον καὶ ζωοποιόν, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, τὸ σὺν πατρὶ καὶ υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν᾽ εἰς μίαν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν" ὁμολογοῦμεν ἕν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν, προσδοκῶμεν ἀνάστασιν νεκρῶν καὶ ζωὴν τοῦ μέλλοντος αἰώνος. ἀμήν.

Ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος εἴπεν᾽

Ἤρκει μὲν οὖν εἰς ἐντελῆ τῆς ὀρθοδόξου πίστεως ἐπίγνωσίν τε καὶ βεβαίωσιν τὸ εὐσεβὲς καὶ ὀρθόδοξον τοῦτο τῆς θείας χάριτος σύμβολον’ ἀλλ᾽ ἐπεὶ οὐκ ἐπαύσατο ἀρχῆθεν τῆς κακίας ὁ ἐφευρετὴς συνεργὸν τὸν ὄφιν εὑράμενος καὶ δι᾽ αὐτοῦ τὸν ἰοβόλον τῇ ἀνθρωπείᾳ φύσει προσαγόμενος θάνατον, οὕτω καὶ νῦν ὄργανα πρὸς τὴν οἰκείαν αὐτοῦ βούλησιν εὑρηκὼς ἐπιτήδεια, Θεόδωρόν φαμεν τὸν γενόμενον τῆς Φαρὰν ἐπίσκοπον, Σέργιον, Πύρρον, Παῦλον, Πέτρον τοὺς γενομένους προέδρους τῆς βασιλίδος ταύτης πόλεως, ἔτι δὲ καὶ Ὁνώριον τὸν γενόμενον πάπαν τῆς πρεσβυτέρας Ῥώμης, Κῦρον τὸν ᾿Αλεξανδρείας ἐπισκοπήσαντα, Μακάριόν τε τὸν ᾿Αντιοχείας προσεχῶς γενόμενον πρόεδρον καὶ Στέφανον τὸν τούτου μαθητήν, οὐκ ἤργησε δι' αὐτῶν τῷ τῆς ἐκκλησίας πληρώματι τῆς πλάνης ἐπεγείρειν τὰ σκάνδαλα ἑνὸς θελήματος καὶ μιᾶς ἐνεργείας ἐπὶ τῶν δύο φύσεων τοῦ ἑνὸς τῆς ἁγίας τριάδος Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν, τῷ ὀρθοδόξῳ λαῷ και-νοφώνως ἐνσπείρας τὴν αἵρεσιν τῇ ᾿Απολιναρίου, Σεβήρου καὶ Θεμεστίου τῶν δυσσεβῶν φρενοβλαβεῖ κακοδοξίᾳ συνάδουσαν, καὶ τὸ τέλειον τῆς ἐνανθρωπήσεως τοῦ αὐτοῦ ἑνὸς κυρίου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἀνελεῖν διά τινος δολερᾶς ἐπινοίας σπουδάσασαν, ἀθέλητον ἐντεῦθεν καὶ ἀνενέργητον τὴν νοερῶς ἐμψυχωμένην αὐτοῦ σάρκα δυσφήμως εἰσάγουσαν.

Ἐξήγειρε τοίνυν Χριστὸς ὁ θεὸς ἡμῶν τὸν πιστὸν βασιλέα, τὸν νέον Δαυΐδ, ἄνδρα κατὰ τὴν ἑαυτοῦ καρδίαν εὑρηκώς, ὃς οὐκ ἔδωκε, κατὰ τὸ γεγραμμένον, ὕπνον τοῖς ὀφθαλμοῖς αὐτοῦ καὶ τοῖς βλεφάροις αὐτοῦ νυσταγμόν, ἕως ὅτου διὰ τῆς καθ΄ ἡμᾶς θεοσυλλέκτου ταύτης καὶ ἱερᾶς ὁμηγύρεως τὸ τῆς ὀρθοδοξίας εὗρε τέλειον κήρυγμα, κατὰ γὰρ τὴν θεόλεκτον φωνὴν ὅπου ἐάν εἰσι δύο ἢ τρεῖς ἐπὶ τῷ ἐμῷ ὀνόματι συνηγμένοι, ἐκεῖ εἶμι ἐν μέσῳ αὐτῶν, ἥτις παροῦσα ἁγία καὶ οἰκουμενικὴ σύνοδος πιστῶς δεξαμένη καὶ ὑπτίαις χερσὶν ἀσπασαμένη τήν τε τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου πάπα τῆς πρεσβυτέρας Ῥώμης ᾿Αγάθωνος γενομένην ἀναφορὰν πρὸς τὸν εὐσεβέστατον καὶ πιστότατον ἡμῶν βασιλέα Κωνσταντῖνον τὴν ἀποβαλλομένην ὀνομαστὶ τοὺς κηρύξαντας καὶ διδάξαντας, ὡς προδεδήλωται, ἕν θέλημα καὶ μίαν ἐνέργειαν ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας (τοῦ κυρίου ἡμῶν Ἰησοῦ» Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν, ὡσαύτως δὲ προσηκαμένη καὶ τὴν ἐκ τῆς ὑπὸ τὸν αὐτὸν ἁγιώτατον πάπαν ἱερᾶς συνόδου τῶν ἑκατὸν εἴκοσι πέντε θεοφιλῶν ἐπισκόπων ἑτέραν συνοδικὴν ἀναφορὰν (ἀπεσταλμένηνσ πρὸς τὴν αὐτοῦ θεόσοφον γαλη-νότητα, ὡς ἅτε συμφωνούσας τῇ τε ἁγίᾳ ἐν Χαλκηδόνι συνόδῳ καὶ τῷ Τόμῳ τοῦ πανιέρου καὶ μακαριωτάτου πάπα τῆς αὐτῆς πρεσβυτέρας Ῥώμης Λέοντος, τῷ σταλέντι πρὸς Φλαβιανὸν τὸν ἐν ἁγίοις, ὃν καὶ στήλην ὀρθοδοξίας" ἡ τοιαύτη σύνοδος ἀπεκάλεσεν᾽ ἔτι μὴν καὶ ταῖς συνοδικαῖς ἐπιστολαῖς ταῖς γραφείσαις παρὰ τοῦ μακαρίου Κυρίλλου κατὰ Νεστορίου τοῦ δυσσεβοῦς καὶ πρὸς τοὺς τῆς ἀνατολῆς ἐπισκόπους ἑπομένη τε ταῖς ἁγίαις καὶ οἰκουμενικαῖς πέντε συνόδοις καὶ τοῖς ἁγίοις καὶ ἐκκρίτοις πατράσι καὶ συμφώνως ὁρίζουσα ὁμολογεῖν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν ἀληθινὸν θεὸν ἡμῶν, τὸν ἕνα τῆς ἁγίας ὁμοουσίου καὶ ζωαρχικῆς τριάδος, τέλειον ἐν θεότητι καὶ τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπότητι, θεὸν ἀληθῶς καὶ ἄνθρωπον ἀληθῶς τὸν αὐτὸν ἐκ ψυχῆς λογικῆς καὶ σώματος, ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, κατὰ πάντα ὅμοιον ἡμῖν χωρὶς ἁμαρτίας, πρὸ αἰώνων μὲν ἐκ τοῦ πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ᾽ ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου τῆς κυρίως καὶ κατὰ ἀλήθειαν θεοτόκου κατὰ τὴν ἀνθρωπότητα, ἕνα καὶ τὸν αὐτὸν Χριστὸν υἱὸν κύριον μονογενῆ, ἐν δύο φύσεσιν ἀσυγχύτως ἀτρέπτως ἀχωρίστως ἀδιαιρέτως γνωριζόμενον, οὐδαμοῦ τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν, σῳζομένης δὲ μᾶλλον τῆς ἰδιότητος ἑκατέρας φύσεως καὶ εἰς ἕν πρόσωπον καὶ μίαν ὑπόστασιν συντρεχούσης, οὐκ εἰς δύο πρόσωπα μεριζόμενον ἢ διαιρούμενον, ἀλλ᾽ ἕνα καὶ τὸν αὐτὸν υἱὸν μονογενῆ θεὸν λόγον κύριον Ἰησοῦν Χριστόν, καθάπερ ἄνωθεν οἱ προφῆται περὶ αὐτοῦ καὶ αὐτὸς ἡμᾶς Ἰησοῦς ὁ Χριστὸς ἐξεπαίδευσε καὶ τὸ τῶν ἁγίων πατέρων ἡμῖν παραδέδωκε σύμβολον, καὶ δύο φυσικὰς θελήσεις ἤτοι θελήματα ἐν αὐτῷ καὶ δύο φυσικὰς ἐνεργείας ἀδιαιρέτως ἀτρέπτως ἀμερίστως ἀσυγχύτως κατὰ τὴν τῶν ἁγίων πατέρων διδασκαλίαν.

Ὡσαύτως κηρύττομεν καὶ δύο μὲν φυσικὰ θελήματα οὐχ ὑπεναντία, μὴ γένοιτο, καθὼς οἱ ἀσεβεῖς ἔφησαν αἱρετικοί, ἀλλ᾽ ἑπόμενον τὸ ἀνθρώπινον αὐτοῦ θέλημα καὶ μὴ ἀντιττίτττον ἢ ἀντιπαλαῖον, μᾶλλον μὲν οὖν καὶ ὑποτασσόμενον τῷ θείῳ αὐτοῦ καὶ πιανσθενεῖ θελήματι" νἔδει γὰρ τὸ τῆς σαρκὸς θέλημα κινηθῆναι, ὑποταγῆναι δὲ τῷ θελήματι τῷ θεϊκῷ" κατὰ τὸν πάνσοφον ᾿Αθανάσιον. ὥσπερ γὰρ ἡ αὐτοῦ σὰρξ σὰρξ τοῦ θεοῦ λόγου λέγεται καί ἐστιν, οὕτως καὶ τὸ φυσικὸν τῆς σαρκὸς αὐτοῦ θέλημα ἴδιον τοῦ θεοῦ λόγου λέγεται καί ἐστι, καθά φησιν ὁ αὐτός: ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με πατρός ἴδιον λέγων θέλημα αὐτοῦ τὸ τῆς σαρκός, ἐπεὶ καὶ ἡ σὰρξ ἰδία αὐτοῦ γέγονεν." ὃν γὰρ τρόπον ἡ παναγία καὶ ἄμωμος ἐμψυχωμένη αὐτοῦ σὰρξ θεωθεῖσα οὐκ ἀνῃρέθη, ἀλλ᾽ ἐν τῷ ἰδίῳ αὐτῆς ὅρῳ τε καὶ λόγῳ διέμεινεν, οὕτως καὶ τὸ ἀνθρώπινον αὐτοῦ θέλημα θεωθὲν οὐκ ἀνῃρέθη, σέσωσται δὲ μᾶλλον κατὰ τὸν θεολόγον Γρηγόριον λέγοντα ,τὸ γὰρ ἐκείνου θέλειν τοῦ κατὰ τὸν σωτῆρα νοουμένου οὐδὲ ὑπεναντίον θεῷ, θεωθὲν ὅλον."

Δύο δὲ φυσικὰς ἐνεργείας ἀδιαιρέτως ἀτρέπτως ἀμερίστως ἀσυγχύτως ἐν αὐτῷ τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ τῷ ἀληθινῷ θεῷ ἡμῶν δοξάζομεν, τουτέστι θείαν ἐνέργειαν καὶ ἀνθρωπίνην ἐνέργειαν κατὰ τὸν θεηγόρον Λέοντα τρανέστατα φάσκοντα" ,ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρον κοινωνίας, ὅπερ ἴδιον ἔσχηκε, τοῦ μὲν λόγου κατεργα-ζομένου τοῦτο ὅπερ ἐστὶ τοῦ λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος ἅπερ ἐστὶ τοῦ σώματος." νοὐ γὰρ δήπου μίαν δώσομεν φυσικὴν τὴν ἐνέργειαν θεοῦ καὶ ποιήματος, ἵνα μήτε τὸ ποιηθὲν εἰς τὴν θείαν ἀναγάγωμεν οὐσίαν, μήτε μὴν τῆς θείας φύσεως τὸ ἐξαίρετον εἰς τὸν τοῖς γεννητοῖς πρέποντα καταγάγωμεν τόπον." ἑνὸς γὰρ καὶ τοῦ αὐτοῦ τά τε θαύματα καὶ τὰ πάθη γινώσκομεν, κατ᾽ ἄλλο καὶ ἄλλο“ τῶν ἐξ ὧν ἐστι φύσεων καὶ ἐν αἷς τὸ εἶναι ἔχει, ὡς ὁ θεσπέσιος ἔφησε Κύριλλος.

Πάντοθεν γοῦν τὸ ἀσύγχυτόν τε καὶ ἀδιαίρετον φυλάττοντες συντόμῳ φωνῇ τὸ πᾶν ἐξαγγέλλομεν᾽ ἕνα τῆς ἁγίας τριάδος καὶ μετὰ σάρκωσιν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν ἀληθινὸν θεὸν ἡμῶν εἶναι πιστεύοντές φαμεν τὰς δύο αὐτοῦ φύσεις ἐν τῇ μιᾷ αὐτοῦ διαλαμπούσῃ ὑποστάσει, ἐν ἦ τά τε θαύματα καὶ τὰ παθήματα δι’ ὅλης αὐτοῦ τῆς οἰκονομικῆς ἀναστροφῆς οὐ κατὰ φαντασίαν, ἀλλ' ἀληθῶς ἐπεδείξατο τῆς φυσικῆς ἐν αὐτῇ τῇ μιᾷ ὑποστάσει διαφορᾶς γνωριζομένης τῷ μετὰ τῆς θατέρου κοινωνίας ἑκατέραν φύσιν ἀδιαιρέτως καὶ ἀσυγχύτως θέλειν τε καὶ ἐνεργεῖν τὰ ἴδια" καθ᾽ ὃν δὴ λόγον καὶ δύο φυσικὰ θελήματά τε καὶ ἐνεργείας δοξάζομεν πρὸς σωτηρίαν τοῦ ἀνθρωπίνου γένους καταλλήλως συντρέχοντα.

μπούτων τοίνυν μετὰ πάσης πανταχόθεν ἀκριβείας τε καὶ ἐμμελείας τταρ᾽ ἡμῶν διατυπω-θέντων ὁρίζομεν ἑτέραν πίστιν μηδενὶ ἐξεῖναι προφέρειν ἢ γοῦν συγγράφειν ἢ συντιθέναι ἢ φρονεῖν ἢ διδάσκειν ἑτέρως, τοὺς δὲ τολμῶντας ἢ συντιθέναι πίστιν ἑτέραν ἢ προκομίζειν ἢ διδάσκειν ἢ παραδιδόναι ἕτερον σύμβολον τοῖς ἐθέλουσιν ἐπιστρέφειν εἰς ἐπίγνωσιν τῆς ἀληθείας ἐξ Ἑλληνισμοῦ ἢ ἐξ Ἰουδαισμοῦ ἢ γοῦν ἐξ αἱρέσεως οἵας οὖν“ ἢ καινοφωνίαν ἤτοι λέξεως ἐφεύρεσιν πρὸς ἀνατροπὴν εἰσάγειν τῶν νυνὶ παρ᾽ ἡμῶν διορισθέντων, «τούτους, εἰ μὲν ἐπίσκοποι εἶεν ἢ κληρικοί, ἀλλοτρίους εἶναι τοὺς ἐπισκόπους τῆς ἐπισκοττῆς, καὶ τοὺς κληρικοὺς τοῦ κλήρον᾽ εἰ δὲ μονάζοντες εἶεν ἢ λαικοί, ἀναθεματίζεσθαι αὐτούς."

ΑΙ ὙΠΟΓΡΑΦΑΙ

Α Θεόδωρος ἐλάχιστος πρεσβύτερος τῆς ἁγίας ἐκκλησίας Ῥώμης καὶ τὸν τόπον ἐπέχων ᾿Αγάθωνος τοῦ μακαριωτάτου καὶ οἰκουμενικοῦ πάτα πόλεως Ῥώμης ὑπέγραψα

Β Γἐώργιος ἐλάχιστος πρεσβύτερος τῆς ἁγίας ἐκκλησίας Ῥώμης καὶ τὸν τόπον ἐπέχων ᾿Αγάθωνος τοῦ μακαριωτάτου καὶ οἰκουμενικοῦ πτάττα πόλεως Ῥώμης ὑπέγραψα

Γ Ἰωάννης ἐλάχιστος διάκονος τῆς ἁγίας ἐκκλησίας Ῥώμης καὶ τὸν τόπον ἐπέχων ᾿Αγάθωνος τοῦ μακαριωτάτου καὶ οἰκουμενικοῦ πτάπτα πόλεως Ῥώμης ὑπέγραψα

Δ Γεώργιος ἐλέει θεοῦ ἐπίσκοτος Κωνσταντινουπόλεως νέας Ῥώμης ὁρίσας ὑπέγραψα

Ε Πέτρος πρεσβύτερος καὶ τοποτηρητὴς τοῦ ἀποστολικοῦ θρόνου τῆς ᾿Αλεξανδρέων μεγαλοπόλεως ὑπέγραψα

ΣΤ Θεοφάνης ἐλέῳ θεοῦ ἐπτίσκοτος Θεουπόλεως ἤτοι ᾿Αντιοχείας ὁρίσας ὑπέγραψα

Ζ Γεώργιος ἐλάχιστος πρεσβύτερος ἐπέχων τὸν τόπον Θεοδώρου τοῦ θεοφιλεστάτου πρεσβυτέρου καὶ τοπττοτηρητοῦ τοῦ ἀποστολικοῦ θρόνου τῆς ἁγίας Χριστοῦ τοῦ θεοῦ ἡμῶν πόλεως Ἱεροσολύμων ὑπέγραψα

Η Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος Θεσσαλονίκης καὶ βικάριος τοῦ ἀποστολικοῦ θρόνου Ῥώμης καὶ ληγατάριος ὁρίσας ὑπέγραψα

Θ Θεόδωρος ἐλέει θεοῦ ἐἔπίσκοτος πόλεως Τριμιθούντων τῆς Κυπρίων νήσου καὶ τὸν τόπον ἐπέχων Ἐπιφανίου τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου ὁρίσας ὑπέγραψα

Ϊ Θεόδωρος ἐλάχιστος πρεσβύτερος καὶ τὸν τόπον ἐπέχων Θεοδώρου τοῦ μακαριωτάτου ἀρχιεπισκόπου τῆς Ῥαβεννησίων πόλεως ὑπέγραψα

ΙΑ Ἰωάννης ἀνάξιος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Πόρτου καὶ ληγάτος πάσης τῆς συνόδου τῆς ἁγίας καὶ ἀποστολικῆς ἐκκλησίας τοῦ ἀποστολικοῦ θρόνου πόλεως Ῥώμης ὁρίσας ὑπέγραψα

ΙΒ Στέφανος ἐλέει θεοῦ ἐπίσκοττος Κορίνθου καὶ ληγατάριος τοῦ ἀποστολικοῦ θρόνου {πόλεως» Ῥώμης ὁρίσας ὑπέγραψα

ΙΓ Βασίλειος ἐλέει θεοῦ ἐπίσκοττος μητροπόλεως Γορτύνης τῆς Κρητῶν νήσου καὶ ληγάτος τῆς ἁγίας συνόδου τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης ὁρίσας ὑπέγραψα ΙΔ ᾿Αβουνδάντιος ἐπίσκοπος Τεμψάνης καὶ ἀποκρισιάριος πάσης τῆς συνόδου τοῦ ἁγίου καὶ ἀποστολικοῦ θρόνου πόλεως Ῥώμης ὁρίσας ὑπάγραψα

ΙΔ Ἰωάννης ἀνάξιος ἐπίσκοτος πόλεως τοῦ Ῥηγίου καὶ ἀποκρισιάριος πάσης τῆς συνόδου τοῦ ἁγίου καὶ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης ὁρίσας ὑπέγραψα

ἹΣΤ Φιλαλήθης ἐλέει θεοῦ ἐπίσκοπος τῆς Καισαρέων μητροπόλεως τῆς πρώτης τῶν Κατιπαδοκῶν ἐπαρχίας καὶ ἔξαρχος τῆς Ποντικῆς διοικήσεως ὁρίσας ὑπέγραψα

ΙΖ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοτος τῆς Ἐφεσίων μητροπόλεως καὶ ἔξαρχος τῆς ᾿Ασιανῆς διοικήσεως ὁρίσας ὑπέγραψα

ΙΗ Σιισίννιος ἐλέει θεοῦ ἐπίσκοττος τῆς Ἡρακλεωτῶν μητροπόλεως τῆς Εὐρωπέων ἐἔπαρ-χίας ὁρίσας ὑπέγραψα

ΙΘ Πλάτων ἐλέει θεοῦ ἐπίσκοπος τῆς ᾿Αγκυρανῶν μητροπόλεως τῆς πρώτης τῶν Γαλατῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα

Κ Γεώργιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Κυζικηνῶν μητροπόλεως τῆς Ἑλλησποντίων ἐπαρ-χίας ὁρίσας ὑπέγραψα

ΚΑ Μαρῖνος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Σάρδεων μητροπόλεως τῆς Λυδῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΚΒ Πέτρος ἀνάξιος ἐπίσκοπος τῆς Νικομηδέων μητροπόλεως τῆς Βιθυνῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΚΓ Φώτιος ἐλάχιστος ἐπίσκοπος τῆς Νικαέων μητροπόλεως τῆς Βιθυνῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΚΔ Ἰωάννης ἐλάχιστος ἐπίσκοπος τῆς Χαλκηδονέων μητροπόλεως τῆς Βιθυνῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΚΕ Ἰωάννης ἐλάχιστος ἐπίσκοπος τῆς Σιδιτῶν μητροπόλεως τῆς Παμφύλων ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΚΣΤ Ἰωάννης ἐλάχιστος ἐπίσκοπος τῆς ᾿Αμασέων μητροπόλεως τῆς Ἑλενοποντίων ἔπαρ-χίας ὁρίσας ὑπέγραψα

ΚΖ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Μελιτηνῶν μητροπόλεως τῆς πρώτης τῶν ᾿Αρ-μενίων ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΚΗ Ἰουστῖνος ἐλάχιστος ἐπίσκοπος τῆς Τυανέων μητροπόλεως τῆς δευτέρας τῶν Κατ-παδοκῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΚΘ ᾿Αλύπιος ἐλάχιστος ἐπίσκοπος τῆς Γχγγρηνῶν μητροπόλεως τῆς Παφλαγόνων ἐπαρ-χίας ὁρίσας ὑπέγραψα

Λ Κυπριανὸς ἐλέει θεοῦ ἐπίσκοπος τῆς Κλαυδιουπολιτῶν μητροπόλεως τῆς Ὁνωρεατῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΛΑ Ἰωάννης ἐλάχιστος ἐπίσκοπος τῆς Πισινουντιέων μητροπόλεως τῆς δευτέρας τῶν Γαλατῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΛΒ Πολύευκτος ἐλέει θεοῦ ἔπίσκοτος τῆς Μυρέων μητροπόλεως τῆς Λυκίων ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΛΓ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Σταυρουπολιτῶν μητροπόλεως τῆς Καρῶν ἐπαρ-χίας ὁρίσας ὑπέγραψα

ΛΔ Πρέριος ἐλάχιστος ἐπίσκοπος τῆς Λαοδικέων μητροπόλεως τῆς Φρυγῶν Πακατιανῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΛΕ Κοσμᾶς ἐλέει θεοῦ ἐπίσκοπος τῆς Συναδέων μητροπόλεως τῆς Φρυγῶν Σαλουταρῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΛΣΤ Κωνσταντῖνος ἐλάχιστος ἐπίσκοπος τῆς Βαρατέων πόλεως τῆς Λυκαόνων ἐπαρχίας καὶ τὸν τόπον ἀναπληρῶν Παύλου τοῦ ἐπισκόπου Ἰκονίου ὁρίσας ὑπέγραψα

ΛΖ Στέφανος ἐλέει θεοῦ ἐπίσκοπος τῆς ᾿Αντιοχέων μητροπόλεως τῆς Πισίδων ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΛΗ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς Περγέων μητροπόλεως τῆς Παμφύλων ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΛΘ Θεόπεμπτος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ἰουστινιανουπολιτῶν ἤτοι Μωκισσηνῶν φι-λοχρίστον μητροπόλεως τῆς δευτέρας τῶν Καππαδοκῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα

Μ Ἰσίδωρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ῥοδίων μητροπόλεως τῶν Κυκλάδων νήσων ὁρίσας ὑπέγραψα

ΜΑ Σισίνιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ἱεραπολιτῶν μητροπόλεως τῆς Φρυγῶν Πακα-τιανῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΜΒ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ταρσέων μητροπόλεως τῆς πρώτης τῶν Κιλίκων ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΜΓ Στέφανος ἐλέει θεοῦ ἐπίσκοπος τῆς ᾿Αναζαρβέων μητροπόλεως τῆς δευτέρας τῶν Κιλίκων ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΜΔ Μακρόριος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Σελευκέων μητροπόλεως τῆς Ἰσαύρων χώρας ὁρίσας ὑπέγραψα

ΜΕ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος ᾿Αθηνῶν καὶ ληγάτος τῆς ἁγίας συνόδου τοῦ ἀπο-στολικοῦ θρόνου τῆς πρεσβυτέρας 'Ἱρρώμης ὁρίσας ὑπέγραψα

ΜΣΤ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς Στοβέων πόλεως ὁρίσας ὑπέγραψα

ΜΖ Θεοδόσιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Λακεδαιμονίων πόλεως ὁρίσας ὑπέγραψα

ΜΗ Γρηγόριος ἐλέει θεοῦ ἐπίσκοπος Καντάνου τῆς Κρητῶν νήσου ὁρίσας ὑπέγραψα

ΜΘ Γεώργιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Βιζυηνῶν πόλεως τῆς Θρᾳκῶν χώρας ὁρίσας ὑπέγραψα

Ν᾽ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος Πομπηϊουπόλεως τῆς Παφλαγόνων ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΝΑ Ζαχαρίας ἐλέει θεοῦ ἐπίσκοπος τῆς Λεοντουπολιτῶν πόλεως τῆς Ἰσαύρων χώρας ὁρίσας ὑπέγραψα

ΝΒ Γρηγόριος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Μιτυληναίων πόλεως τῆς Λεσβίων νήσου ὁρίσας ὑπέγραψα

ΝΓ Πεώργιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Μιλησίων πόλεως τῆς Καρῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΝΔ Σέργιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Σηλυβρηνῶν πόλεως τῆς Εὐρωπέων ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΝΕ ᾿Ανδρέας ἐλέει θεοῦ ἐπίσκοτος τῆς Μεθυμναίων πόλεως τῆς Λεσβίων νήσου ὁρίσας ὑπέγραψα

ΝΣΤ Θεόγνιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Κιανῶν πόλεως τῆς Βιθυνῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΝΖ ᾿Αλέξανδρος ἐλέει θεοῦ ἐπίσκοπος Κοτράδων {τῆς Ἰσαύρων ἐπαρχίας» ὁρίσας ὑπέ-γραψα

ΝΗ Ἐπιφάνιος ἐλέει θεοῦ ἐπίσκοττος τῆς Εὐχαϊτηνῶν πόλεως τῆς Ἑλενοποντίων. ἐπαρ-χίας ὁρίσας ὑπέγραψα

ΝΘ Στρατόνικος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Σολίων πόλεως τῆς Κυπρίων νήσου ὁρίσας ὑπέγραψα

Ξ Τύχων ἐλέει θεοῦ ἐπίσκοπος πόλεως Κιτίου τῆς Κυπρίων νήσου ὁρίσας ὑπέγραψα

ΞΑ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς Νυσσαέων πόλεως τῆς πρώτης τῶν Καππαδοκῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΞΒ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Θερμηνῶν πόλεως τῆς πρώτης τῶν Καππαδοκῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΞΓ Γεώργιος χάριτι θεοῦ ἐπίσκοπος τῆς Καμουλιανῶν πόλεως τῆς πρώτης τῶν Καπ-παδοκῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΞΔ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ἰουστινιανουπολιτῶν πόλεως ἤγουν τοῦ κλίματος <᾿Α>κελετζινῆς ὁρίσας ὑπέγραψα

ΞΕ Γεώργιος ἐλέει θεοῦ ἐπίσκοτος τοῦ κλίματος Δαρανάλεως τῆς μεγάλης ᾿Αρμενίας ὁρίσας ὑπέγραψα

ΞΣΤ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος πόλεως Λάππης τῆς Κρητῶν νήσου ὁρίσας ὑπέγραψα

ΞΖ Ζωϊτὸς ἐλέει θεοῦ ἐπίσκοπος Χριστουπόλεως ἤτοι Διὸς ἱερὸν τῆς ᾿Ασιανῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΞΗ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Περγαμηνῶν πόλεως τῆς ᾿Ασιανῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΞΘ Θεόδωρος ἐλέῳ θεοῦ ἐπίσκοπος τῆς Μασταυρηνῶν πόλεως τῆς ᾿Ασιανῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα

Ο Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς ᾿Αδραμυτηνῶν πόλεως τῆς ᾿Ασιανῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΟΑ Πατρίκιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Μαγνητῶν πρὸς τῷ Μεάνδρῳ πόλεως τῆς ᾿Ασιανῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΟΒ ᾿Αντώνιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ὑπαιπηνῶν πόλεως τῆς ᾿Ασιανῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΟΓ Ἰωάννης ἐλέῳ θεοῦ ἐπίσκοπος τῆς ᾿Ανεατῶν πόλεως τῆς ᾿Ασιανῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΟΔ Σιισίννιος ἐλέει θεοῦ ἐπίσκοττος τῆς Νυσαέων πόλεως τῆς ᾿Ασιανῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΟΕ Ῥηγῖνος ἐλέῳ θεοῦ ἐπίσκοπος τοῦ Πανίου τῆς Θρᾳκῶν χώρας ὁρίσας ὑπέγραψα

ΟΣΤ Ἰωάννης ἐλέῳ θεοῦ ἐπίσκοπος τῆς Ἡρακλειουπολιτῶν πόλεως τῆς δευτέρας τῶν ᾿Αρμενίων ἐ ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΟΖ Μαρτύριος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ἰουλιοπολιτῶν πόλεως τῆς πρώτης τῶν Γἃλατῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΟΗ Μιχαὴλ ἐλέει θεοῦ ἐπίσκοπος τῆς ᾿Ασπονιτῶν πόλεως τῆς πρώτης τῶν Γαλατῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΟΘ Πλάτων ἐλέει θεοῦ ἐπίσκοπος τῆς Κιννηνῶν πόλεως τῆς πρώτης τῶν Γἀλατῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα

Π ᾿Ανδρέας ἐλέει θεοῦ ἐπίσκοπος πόλεως Μνιζοῦ τῆς πρώτης τῶν Γαλατῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΠΑ Πενέσιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς ᾿Αναστασιουπολιτῶν πόλεως τῆς πρώτης τῶν Γἀλατῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΠΒ Στέφανος ἐλέει θεοῦ ἐπίσκοτος τῆς Βηρινουπολιτῶν πόλεωοςς τῆς πρώτης τῶν ἴα-λατῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΠΓ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς Μιλητουπολιτῶν πόλεως τῆς Ἑλλησποντίων ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΠΔ Μερκούριος ἐλέει θεοῦ ἐπίίσκοτος πόλεως Ποιμανηνοῦ τῆς Ἑλλησποντίων ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΠῈ Δομέτιος ἐλέει θεοῦ ἐπίσκοπος πόλεως Πρυμνησοῦ τῆς Φρυγῶν Σαλουταρῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΠΣΤ. Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος πόλεως Ἰβώρων ὁρίσας ὑπέγραψα

ΠΖ Κυρικὸς ἐλέει θεοῦ ἐπίσκοπος πόλεως ᾿Αδριανίας ὁρίσας ὑπέγραψα

ΠΗ ᾿Ανδρέας ἐλέει θεοῦ ἐπίσκοπος πόλεως Σιλανδοῦ τῆς Λυδῶν ἐπαρχίας ὁρίσας ὑπ-ἐγραψα

ΠΘ᾽ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς Φιλαδελφέων πόλεως ὁμοίως ὑπέγραψα

2 Θεόδοτος ἐλέει θεοῦ ἐπίσκοτος πόλεως Δάλδης ἐπαρχίας Λυδίας ὁμοίως ὑπέγραψα

2Α Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος πόλεως Σίτων ἐπαρχίας Λυδίας ὁμοίως ὑπέγραψα

2Β Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς Δασκυλεωτῶν πόλεως τῆς Ἑλλησποντίων ἐπαρχίας ὁρίσας ὑπέγραψα

2Γ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Πραινετέων πόλεως τῆς Βιθυνῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα .

2Δ Ἰωάννης ἐλάχιστος ἐπίσκοπος τῆς Ἁδριανῶν πόλεως τῆς Ἑλλησποντίων ἐπαρχίας ὁρίσας ὑπέγραψα

2Ε Πεώργιος ἐλέει θεοῦ ἐπίσκοπος Καδοσίας τῆς Βιθυνῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα

2ΣΤ (Θεόδωροςσ ἐλέει θεοῦ ἐπίσκοτος τῆς Καισαρέων πόλεως τῆς Βιθυνῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα

2Ζ ᾿Αναστάσιος ἐλέει θεοῦ ἐπίσκοττος τῆς Θεοτοκιανῶν πόλεως τῆς Βιθυνῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα

2Η Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος νέας Ἰουστινιανουτόλεως ἤτοι Μέλης τῆς Βιθυνῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα

2Θ Μηνᾶς ἐλέει θεοῦ ἐπίσκοπος τῆς Καραλέων πόλεως τῆς Παμφύλων ἐ ἐπαρχίας ὁρίσας ὑπέγραψα

Ρ Κοσμᾶς ἐλέει θεοῦ ἐπίσκοπος πόλεως Κοτανῶν τῆς Παμφύλων ἐπαρχίας ὁρίσας ὑπ-ἔγραψα

ΡΑ Νικήτας ἐλέει θεοῦ ἐπίσκοπος πόλεως τοῦ Κορακησίον ὁρίσας ὑπέγραψα

ΡΒ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος πόλεως Βερίσσης ᾿Αρμενίας ὁρίσας ὑπέγραψα

ΡΓ Καλλίνικος ἐλέει θεοῦ ἐπίσκοπος Κολωνείας ᾿Αρμενίας ὁρίσας ὑπέγραψα

ΡΔ Τιβέριος ἐλέει θεοῦ ἐπίσκοπος ᾿Αμισοῦ τῆς Ἑλενοποντίων ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΡΕ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς ᾿Ανδραπηνῶν πόλεως ὁρίσας ὑπέγραψα

ΡΣΤ Σέργιος ἐλέει θεοῦ ἐπίσκοπος Σινώπης τῆς Ἑλενοποντίων ἐπαρχίας ὁρίσας ὑπέ-γραψα

ΡΖ φηγόριος ἐλέει θεοῦ ἐπίσκοπος πόλεως Ἴἄρκης τῆς πρώτης τῶν ᾿Αρμενίων ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΡΗ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοτος τῆς Φαυστινουπολιτῶν πόλεως τῆς δευτέρας τῶν Καππαδοκῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΡΘ Εἰρήναρχος ἐλέει θεοῦ διάκονος τῆς ἐν ᾿Αμάστριδι ἁγίας τοῦ θεοῦ ἐκκλησίας καὶ τὸν τόπον ἀναπληρῶν Κομιτᾶ τοῦ ἁγιωτάτου μου ἐπισκόπου ὑπέγραψα

ΡΙ Γεώργιος ἐλέει θεοῦ ἐπίσκοπος Ἰουνουπόλεως ὁρίσας ὑπέγραψα

ΡΙΑ Φωκᾶς ἐλέει θεοῦ ἐπίσκοπος Δαδύβρων ὁρίσας ὑπέγραψα

ΡΙΒ Πλάτων ἐλέει θεοῦ ἐπίσκοπος ᾿Αδριανουπόλεως Ὁνωριάδος ὁρίσας ὑπέγραψα

ΡΙΓ Γεώργιος ἐλέει θεοῦ ἐπίσκοπος Κρατίας Ὁνωριάδος ὁρίσας ὑπέγραψα

ΡΙΔ Δομέτιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Προυσιαδέων πόλεως ὁρίσας ὑπέγραψα

ΡΙΕ Στέφανος ἐλέει θεοῦ ἐπίσκοπος Ἡρακλείας Πόντου ὁρίσας ὑπέγραψα

ΡΙΣΤ Λογγῖνος ἐλέει θεοῦ ἐπτίσκοπος Τίου ὁρίσας ὑπέγραψα

ΡΙΖ ᾿Αναστόσιος ἐλέει θεοῦ ἐπίσκοπος τοῦ Πολεμωνίου ὁρίσας ὑπέγραψα

ΡΙΗ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος Κομανῶν ὁρίσας ὑπέγραψα

ΡΙΘ Θεοφύλακτος ἐλέει θεοῦ ἐπίσκοπος πόλεως Κερασούντων ὁρίσας ὑπέγραψα

ΡΚ Σολομὼν ἐλέει θεοῦ ἐπίσκοπος Κλανέου ὁρίσας ὑπέγραψα

ΡΚΑ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος τοῦ ᾿Αμορίου ὁρίσας ὑπέγραψα

ΡΚΒ Ζήμαρχος ἐλέει θεοῦ ἐπίσκοπος πόλεως Σιδύμων ὁρίσας ὑπέγραψα

ΡΚΓ Γεώργιος ἐλέει θεοῦ ἐπίσκοτος πόλεως Οἰνιάνδων ὁρίσας ὑπέγραψα

ΡΚΔ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος πόλεως Ἐρίζων ὁρίσας ὑπέγραψα

ΡΚΕ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοτος πόλεως Μύνδου ὁρίσας ὑπέγραψα

ΡΚΣΤ Πατρικίου ἐλέει θεοῦ ἐπίσκοπος πόλεως Ἰλούζων ὁρίσας ὑπέγραψα

ΡΚΖ Πέτρος ἐλέει θεοῦ ἐπίσκοπος πόλεως ᾿Ατπίας ὁρίσας ὑπέγραψα

ΡΚΗ ᾿Αλέξανδρος ἐλέει θεοῦ ἐπίσκοπος Νακωλείας ὁρίσας ὑπέγραψα

ΡΚΘ Κύρικος ἐλέει θεοῦ ἐπίσκοπος ᾿Αγκύρας Φρυγίας ὁρίσας ὑπέγραψα

ΡΛ Παῦλος ἐλέει θεοῦ ἐπίσκοπος Σωζοπόλεως τῆς Πισιδῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΡΛΑ Μαρῖνος ἐλάχιστος ἐπίσκοτιος τοῦ Φιλομηλίου ὁρίσας ὑπέγραψα

ΡΛΒ Κωνσταντῖνος ἐλάχιστος ἐπίσκοπος Τιμβριάδων ὁρίσας ὑπέγραψα

ΡΛΓ Πλάτων ἐλάχιστος ἐπίσκοπος πόλεως Μαγύδων ὁρίσας ὑπέγραψα

ΡΛΔ Πλουσιανὸς ἐλέει θεοῦ ἐπίσκοτος τοῦ Συλλαίου ὁρίσας ὑπέγραψα

ΡΛΕ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοττοος πόλεως Ναζιανζοῦ ὁρίσας ὑπέγραψα

ΡΛΣΤ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοτος πόλεως Δοάρων ὁρίσας ὑπέγραψα

ΡΛΖ Δημήτριος ἐλέει θεοῦ ἐπίσκοπος νήσου Τίνου ὁρίσας ὑπέγραψα

ΡΛΗ Στέφανος ἐλάχιστος ἐπίσκοπος νήσου Πάρου ὁρίσας ὑπέγραψα

ΡΛΘ Εὐτύχιος ἐλάχιστος ἐπίσκοπος νήσου Μήλον ὁρίσας ὑπέγραψα

ΡΜ Γξώργιος ἐλάχιστος ἐπίσκοπος νήσου Θήρας ὁρίσας ὑπέγραψα

ΡΜΑ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος πόλεως ᾿Αδάνων ὁρίσας ὑπέγραψα

ΡΜΒ Γἐώργιος ἐλάχιστος ἐπίσκοπος πόλεως Φλαβιάδος ὁρίσας ὑπέγραψα

ΡΜΓ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοττος πόλεως Κωρύκον ὁρίσας ὑπέγραψα

ΡΜΔ Εὐλάλιος ἐλέει θεοῦ ἐπίσκοτος Ζηνωνουπόλεως Ἰσαυρίας ὁρίσας ὑπέγραψα

ΡΜΕ Κωνσταντῖνος ἐλάχιστος ἐπίσκοπος πόλεως Δαλισανδοῦ ὁρίσας ὑπέγραψα

ΡΜΣΤ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ὀλβέων πόλεως ὁρίσας ὑπέγραψα

ΡΜΖ Γεώργιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Κώων νήσου ὁρίσας ὑπέγραψα

ΡΜΗ Γεώργιος ἐλέει θεοῦ ἐπίσκοπος Χίου τῆς νήσου ὁρίσας ὑπέγραψα

ΡΜΘ Γεώργιος ἐλέει θεοῦ ἐπίσκοπος Ναξίας τῆς νήσου ὁρίσας ὑπέγραψα

ΡΝ Κωνσταντῖνος ἐλέει θεοῦ ἐπίσκοπος Λαμψάκου ὁρίσας ὑπέγραψα

ΡΝΑ Θεοδόσιος ἐλάχιστος ἐπίσκοπος <πόλεως> Ψιβήλων τῆς Λυκαονίας ὁρίσας ὑπ-ἐγραψα

ΡΝΒ Κοσμᾶς ἀνάξιος ἐπίσκοπος τῆς Κοτυαέων πόλεως ὁρίσας ὑπέγραψα

ΡΝΓ Πολυχρόνιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Θεουπολιτῶν πόλεως τῆς Βιθυνῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα διὰ Θεοδοσίου τοῦ εὐλαβεστάτου πρεσβυτέρου τῆς κατ᾽ ἐμὲ ἁγιωτάτης ἐκκλησίας

ΡΝΔ Πέτρος χάριτι (Χριστοῦ τοῦδ θεοῦ (ἡμῶν ἐπίσκοπος τῆς Μεσημβρινῶν πόλεως τῆς Ἑμιμοντίων ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΡΝΕ Πέτρος ἀνάξιος ἐπίσκοττος τῆς Σωζοπολιτῶν πόλεως τῆς Ἑμιμοντίων ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΡΝΣΤ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Τραπεζουντίων πόλεως ὁρίσας ὑπέγραψα

ΡΝΖ Λεόντιος ἐλέει θεοῦ ἐττίσκοττος τῆς Ἑλενουπολιτῶν πόλεως τῆς Βιθυνῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΡΝΗ θεοδόσιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Σεραστηνῶν μητροπόλεως τῆς δευτέρας τῶν ᾿Αρμενίων ἐπαρχίας ὁρίσας ὑπέγραψα

ΡΝΘ Σιλουανὸς ἐλέει θεοῦ ἐπίσκοπος τῆς Λημνίων νήσου ὁρίσας ὑπέγραψα

ΡΞ Ἰσίδωρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς ᾿Αβρυδηνῶν πόλεως ὁρίσας ὑπέγραψα

ΡΞΑ ᾿Ανδρέας ἐλέει θεοῦ ἐπίσκοπος τῆς Νεαπολιτῶν πόλεως τῆς Καρῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα διὰ Θεοδώρου τοῦ ἐμοῦ μητροπολίτου διὰ τὴν συνέχουσάν με τῶν ὀμμάτων στέρησιν

ΡΞΒ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοττος τῆς Καρπαθίων νήσου ὁρίσας ὑπέγραψα

ΡΞΓ Δαυὶδ ἐλάχιστος διάκονος τῆς ἐν Βοσπόρῳ ἁγιωτάτης ἐκκλησίας καὶ τὸν τόπον ἔχων ᾿Ανδρέου τοῦ ὁσιωτάτου μου ἐπισκόπου ὑπέγραψα

ΡΞΔ᾽ Κιτωνάτος ἀνάξιος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Καράλεως νήσου Σαρδινίας ἴσας ὑπέγραψα

ΡΞΕ Θεόδοτος ἐλέει θεοῦ ἐπίσκοπος Αὐριλλιουπόλεως ὁρίσας ὑπέγραψα

Ἡ ὑπογραφὴ τοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου βασιλέως Κωνσταντίνου

᾿Ανέγνωμεν καὶ συναινέσαμεν

Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς εἶτπτε᾽

Λεγέτω ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος, εἰ κατὰ συναίνεσιν πάντων τῶν ὁσιωτάτων ἐπισκόπων ὁ ἐπὶ τοῦ παρόντος ἀναγνωσθεὶς ὅρος ἐξεφωνήθη. Ἡ ἁγία σύνοδος ἐξεβόησε᾽

Πάντες οὕτως πιστεύομεν μία πίστις πάντες τὸ αὐτὸ φρονοῦμεν πάντες συναινέσαντες καὶ ἀσμενίσαντες ὑπεγράψαμεν ὀρθοδόξως πάντες πιστεύομεν.

Αὕτη ἡ πίστις τῶν ἀποστόλων αὕτη ἡ πίστις τῶν πατέρων αὕτη ἡ πίστις τῶν ὀρθοδόξων.

Πολλὰ τὰ ἔτη τοῦ βασιλέως τὰς τελειότητας τῶν δύο φύσεων Χριστοῦ τοῦ θεοῦ ἡμῶν σὺ ἐτράνωσας τὸν φωστῆρα τῆς εἰρήνης, κύριε, φύλαξον Μαρκιανῷ νέῳ Κωνσταντίνῳ αἰωνία ἡ μνήμη νέῳ Ἰουστινιανῷ Κωνσταντίνῳ αἰωνία ἡ μνήμη

ὅλους τοὺς αἱρετικοὺς σὺ ἐδίωξας τὸν καθελόντα τοὺς αἱρετικούς, κύριε, φύλαξον τοὺς διαιροῦντας καὶ συγχέοντας σὺ ἐδίωξας.

᾿Απέστω φθόνος τῆς βασιλείας ὑμῶν ὁ θεὸς φυλάξῃ τὸ κράτος ὑμῶν ὁ θεὸς τὴν βασιλείαν ὑμῶν εἰρηνεύσῃ ἡ ὑμετέρα ζωὴ τῶν ὀρθοδόξων ζωή οὐράνιε βασιλεῦ, τὸν ἐπίγειον φύλαξον διὰ σοῦ ἡ οἰκουμενικὴ ἐκκλησία εἰρήνευσε.

Νεστορίῳ καὶ Εὐτυχεῖ καὶ Διοσκόρῳ ἀνάθεμα ᾿Απολιναρίῳ καὶ Σεβήρῳ ἀνάθεμα

τοῖς ὁμόφροσιν αὐτῶν ἀνάθεμα Θεοδώρῳ τῷ τῆς Φαρὰν ἀνάθεμα Σεργίῳ καὶ Ὁνωρίῳ ἀνάθεμα Πύρρῳ καὶ Παύλῳ ἀνάθεμα Κύρῳ καὶ Πέτρῳ ἀνάθεμα Μακαρίῳ καὶ Στεφάνῳ καὶ Πολυχρονίῳ ἀνάθεμα ὅλοις τοῖς αἱρετικοῖς ἀνάθεμα τοῖς κηρύξασι καὶ κηρύττουσι καὶ μέλλουσι διδάσκειν ἕν θέλημα καὶ μίαν ἐνέργειαν ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν ἀνάθεμα.

Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς εἶπτε᾽

Τὸν θεὸν μάρτυρα προφέρομεν τῇ ἁγίᾳ καὶ οἰκουμενικῆ ὑμῶν συνόδῳ, ὡς χωρὶς οἷ-ασδήποτε προσπαθείας ἢ ἀντιπαθείας πρώτη ἐπιθυμία καὶ ζῆλος καθέστηκεν ἡμῖν τοῦ ἀδιάβλητον εἶναι τὴν ἀμώμητον ἡμῶν (ὀρθόδοξον» τῶν Χριστιανῶν πίστιν καὶ ἐν σταθηρότητι ἡμᾶς αὐτὴν παραφυλάττειν ἐν ὀνόματι τοῦ θεοῦ κατὰ τὴν διδασκαλίαν καὶ παράδοσιν τὴν παραδοθεῖσαν ἡμῖν διὰ τοῦ εὐαγγελίου καὶ τῶν ἁγίων ἀποστόλων καὶ διὰ τῶν ἐκθέσεων τῶν ἁγίων πέντε οἰκουμενικῶν συνόδων καὶ τῶν ἁγίων ἐκκρίτων πατέρων: καὶ οὐ μικρῶς ἡμᾶς συνώθει ἡ περὶ τούτου ἐπιθυμία, ἐξ ὅτου κατὰ κέλευσιν τοῦ θεοῦ ἡμῶν αὐθεντικῶς ἐπελαβόμεθα τοῦ θρόνου τῆς βασιλείας ἡμῶν. ὅτε οὖν εὐδόκησεν ὁ θεὸς καιρὸν παρασχέσθαι, προετρεψάμεθα γενέσθαι τὴν συνάθροισιν ὑμῶν πρὸς τὸ κανονίζοντας ὑμᾶς τὰς ἁγίας τοῦ θεοῦ γραφάς, πᾶσαν καινοφωνίαν ἢ καινοτομίαν προσαφθεῖσαν τῇ ἀμωμήτῳ ἡμῶν τῶν Χριστιανῶν πίστει ἐν τοῖς προσεχέσι τούτοις χρόνοις ὑπό τινων κακοδόξων ἐξωθῆσαι καὶ καθαρωτάτην ἡμῖν αὐτὴν παραδοῦναι, καθὼς προείρηται, ὡς πρὸς τὰς ἁγίας καὶ οἰκουμενικὰς πέντε συνόδους καὶ τὰς ἐκθέσεις τῶν ἁγίων ἐκκρίτων πατέρων εἰς τὸ οὕτως ἡμᾶς αὐτοὺς παραφυλάττειν μέχρι θανάτου. ἐκεῖ οὖν δικασόμεθα ὑμῖν ἐν τῷ φοβερῷ βήματι τοῦ θεοῦ, ὅτε μέλλει κρίνειν ζῶντας καὶ νεκρούς, εἴπερ τι συγγινώσκετε παραλελειμμένον ἐν τῷ παρ᾽ ὑμῶν ἐκτεθέντι ὅρῳ, εἰ καί τις ἐξ ὑμῶν, ὡς εἰκός, βούλεται εἰπτεῖν, ὅπως διαδερομένου τοῦ προαγομένου παρά τινος ἐξ ὑμῶν λόγου πάντοθεν, τὸ ἀκριβὲς χάριτι καὶ ἐπιφοιτήσει τοῦ πνεύματος τοῦ ἁγίου ἐπιλαβέσθαι ἡμᾶς τῆς ἐκδοθείσης ἡμῖν ἁγίας τε καὶ ἀμωμήτου πίστεως ἀπό τε τῶν ἁγίων ἀποστόλων καὶ μαθητῶν τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν καὶ τῶν καθεξῆς εὑρεθέντων ἐκκρίτων πατέρων καὶ τῶν ἁγίων πέντε οἰκουμε-νικῶν συνόδων, ὅπως ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ πᾶσαι αἱ ἐκκλησίαι τοῦ θεοῦ ὕμνον ἀναπέμτπωσιν ἐπὶ τῆς βασιλείας ἡμῶν τῷ πολυελέῳ θεῷ ἡμῶν ὀρθοτομοῦσαι τὸν λόγον τῆς αὐτοῦ ἀληθείας, σβεσθείη δὲ πάσης αἱρετικῆς αὐθαδείας φρύαγμα τελείως παρὰ τῆς αὐτοῦ ἀγαθότητος.

Ἡ ἁγία σύνοδος ἐξεβόησε᾽

Πολλὰ τὰ ἔτη τοῦ βασιλέως φιλοχρίστου βασιλέως πολλὰ τὰ ἔτη τὸν εὐσεβέστατον χριστιανὸν βασιλέα, κύριε, φύλαξον.

Τὴν ὀρθοδοξίαν σὺ ἐστήριξας ὁ ὅρος ὀρθόδοξός ἐστι τῷ ἀντιλέγοντι τῷ ὅρῳ ἀνάθεμα ὁ ἀντιλέγων τῷ ὅρῳ αἱρετικός ἐστιν ὁ ἀντιλέγων τῷ ὅρῳ διαιρέτης ἐστίν ὁ μὴ δεχόμενος τὸν ὅρον ᾿Απολιναριστής ἐστιν ὁ ἀντιλέγων τῷ ὅρῳ Νεστοριανός ἐστιν ὁ μὴ δεχόμενος τὸν ὅρον Εὐτυχιανιστής ἐστι τοῖς Νεστοριανοῖς ἀνάθεμα τοῖς Εὐτυχιανισταῖς ἀνάθεμα τοῖς ᾿Απολιναρισταῖς ἀνάθεμα πάσαις ταῖς χριστομάχοις αἱρέσεσιν ἀνάθεμα.

Αἰωνία ἡ μνήμη τῷ βασιλεῖ αἰώνιος διαμείνῃ ἡ ὑμῶν βασιλεία.

Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς εἴπεν᾽

Εἰ καὶ πάντως ἡ ὑμῶν ὁσιότης τε καὶ εὐλάβεια κέκμηκεν ἔκ τε τῆς μακρόθεν ὁδοιπορίας καὶ χρονίας ἐνταῦθα διατριβῆς, ἀλλ᾽ οὖν χάριν ἐπάξιον μετὰ τὴν ἐκ τῆς ἄνω ῥοπῆς ἀντίδοσιν καὶ παρὰ τῆς ἡμῶν λήψεται βασιλείας, ὅτι πολλῶν πλανηθέντων περὶ τὴν ὀρθόδοξον πίστιν ἀναιρεθείσης τῆς διχονοίας εἰς μίαν καὶ τὴν αὐτὴν ὁμολογίαν ὁμοφώνως πάντες συνήλθομεν ἐλπίζοντες τὴν ἀληθῆ καὶ ταχίστην σωτηρίαν παρὰ τοῦ μεγαλοδώρον θεοῦ πρεσβείαις τῆς ἁγίας ἀχράντου θεοτόκου καὶ τῆς ὑμῶν ἁγιότητος δέξασθαι. Ἡ ἁγία σύνοδος εἴπεν᾽

Εὐσεβέστατε δέσποτα καὶ γαληνότατε, λόγον προσφωνητικὸν πρὸς τὸ θεομίμητον ὑμῶν κράτος κατὰ τὸ εἰωθὸς συνετάξαμεν, καὶ εἰ παρίσταται τῇ εὐσεβείᾳ ὑμῶν, τοῦτον ἀναγνωσθῆναι κελεύσατε. Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς εἶπεν"

Ὁ παρὰ τῆς ἁγίας ὑμῶν συνόδου συνταγεὶς προσφωνητικὸς λόγος ἐπιδιδόσθω καὶ ἀναγινωσκέσθω. Καὶ ἐπεδόθη καὶ ἀνεγνώσθη ἔχων ἐτὴὶ λέξεως οὕτως"

Λόγος προσφωνητικὸς παρὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς [ἕκτης] συνόδου πρὸς τὸν εὐσε-βέστατον καὶ φιλόχριστον βασιλέα Κωνσταντῖνον

Ὑπὸ τῆς τοῦ παντὸς ποιητικῆς τε καὶ συνεκτικῆς δεξιᾶς (τοῦ θεοῦ τὸ τῆς αὐτοκρα-τορικῆς ἐξουσίας διάδημα κατ᾽ ἀξίαν δεξάμενος, φιλόχριστε βασιλεῦ, φιλανθρωπίᾳ καὶ ἡμερότητι καὶ τῇ συμφύτῳ περὶ τὴν πίστιν εὐσεβείᾳ τε καὶ εὐθύτητι τὸν βασιλεύσαντά σε θεὸν φιλεῖς ἀνταμείβεσθαι. τοιούτοις γὰρ ἀντιδώροις οἶδας αὐτὸν ἐξιλάσκεσθαι, οἷς ἀγαπᾷ θεραπεύεσθαι. τίς δὲ θεῷ παρ᾽ ὑμῶν φιλοτιμοτέρα δώρων προσένεξις ἀλλ᾽ ἢ τῆς πρὸς αὐτὸν ἀγάπης καὶ πίστεως ἡ διάπυρος ἔνδειξις καὶ τῶν ἁγίων ἐκκλησιῶν ἡ δι’ ὑμῶν εἰρηναία κατάστασις; διὸ καὶ μάλιστα πλείστους ἀγῶνας μεθ᾽ οὕσπερ ἔχεις ἐτέλεσας τὴν ὁμογνωμοσύνην τῶν διεστώτων πραγματευόμενος. ὑμεῖς μὲν γὰρ διὰ Χριστοῦ χρηστῶς βασιλεύετε, Χριστὸς δὲ δι’ ὑμῶν ἀγαπᾷ ταῖς ἐκκλησίαις αὐτοῦ τὴν εἰρήνην βραβεύεσθαι. αὐτὸς καὶ νῦν τὴν ὑμετέραν γαλήνην ἐξήγειρε καὶ πρὸς τὸν τῆς ὀρθοδοξίας ζῆλον κεκίνηκεν, ὥστε τὴν οἰκουμενικὴν ταύτην ἐφ᾽ ἑαυτὸν συγκαλέσασθαι σύνοδον καὶ τὸ μὲν τῆς προσεχῶς φυείσης αἱρέσεως ἀνατρέψαι καινούργημα, τῆς ἀληθείας δὲ κυρῶσαι τὸ κήρυγμα, ἵνα τούτου προβαίνοντος εὐσταθές τε καὶ ἀστασίαστον ἔσται τῆς ἐκκλησίας τὸ σύστημα. οὐκ ἀνεκτὸν γὰρ ἡγήσασθε, σοφώτατε βασιλεῦ, τὰ μὲν ἄλλα πρὸς ἑαυτοὺς ὁμονοεῖν ἡμᾶς καὶ συμφέρεσθαι, περὶ αὐτὸ δὲ τῆς ζωῆς ἡμῶν τὸ κεφάλαιον ἑαυτῶν ἀπορρήγνυσθαί τε καὶ ἀποσχίζεσθαι καὶ ταῦτα μελῶν ἀλλήλων ὄντων ἡμῶν καὶ τὸ ἕν σῶμα συνιστώντων Χριστοῦ διὰ τῆς πρὸς αὐτόν τε καὶ ἀλλήλους ὁμοδοξίας, (ἐπινοίας) καὶ πίστεως. τί δὲ καὶ μάλιστα βασιλεῖ πρεπτωδέστερον ἢ πρὸ παντὸς εὐσεβείᾳ κατακοσμεῖν τὸ ὑπήκοον; δι᾽’ οὗ κἀν τοῖς ἄλλοις εὐδαιμονεῖ τὸ πολίτευμα καὶ δὴ ταῖς θειοτάταις ὑμῶν προστάξεσιν εἴξαντες ὅτε τῆς πρεσβυτάτης Ῥώμης καὶ ἀποστολικῆς ἀκροπόλεως ἀρχιερα-τικώτατος πρόεδρος καὶ ἡμεῖς οἱ ἐλάχιστοι, Χριστοῦ δὲ ὅμως ἱερεῖς καὶ θεράποντες, ὁ μὲν ἀνθ’ ἑαυτοῦ τὴν τῶν γραμμάτων εἰκόνα καὶ τοὺς τὸ πρόσωπον αὐτοῦ διαγράφοντας ἱερέας συνέστησεν, οἱ δὲ σὺν αὐτοῖς καὶ πάντες ἅμα τὸν θεομίμητον θρόνον τοῦ κράτους σου σωματικῶς περιέστημεν. εἰ μὲν οὖν ἅπαντες ἁπλῶς τε καὶ ἀπανουργεύτως ἀνέκαθεν τὸ εὐαγγελικώτατον παρεδέξαντο κήρυγμα καὶ ταῖς ἀποστολικαῖς διατάξεσιν ἱκανώθησαν, καλῶς ἂν εἶχε καὶ εἰκότως τὰ πράγματα καὶ οὔτε τοῖς αἱρεσιάρχαις οὔτε τοῖς ἱεράρχαις ἀγώνων πόνοι συνεκεκρότηντο. ἔδει γάρ, ἔδει τοὺς μὲν ἠρεμοῦντας τὴν σωτηρίαν πορίζεσθαι, τοὺς δὲ πρὸς τὸ μάχεσθαι μὴ ἀνθέλκεσθαι καὶ τὸν τῆς γαλήνης καιρὸν τοῖς θορύβοις μερίζεσθαι, ἀλλ᾽ ἡσυχίαν φιλοσοφεῖν καὶ θεῷ συλλαλεῖν καὶ τοῖς ὑπὸ χεῖρα κατορθωμάτων τύπον καθίστασθαι.

Ἐπεὶ δὲ τοῦ σατὰν ἡ ἀντίπαλος δύναμις ἠρεμεῖν οὐκ ἀνέχεται, ἀλλ᾽ ὥσπερ αἰχμηφόρους καὶ βεληφόρους (κατὰ Χριστοῦ» τοὺς οἰκείους ὑπηρέτας κατεξανίστησι τοῖς τῆς πλάνης διδάγμασιν οἷα κρυπταῖς μαχαίραις τὴν τῶν πολλῶν δολοφονοῦντας διάνοιαν, τοῦ γε χάριν καὶ Χριστὸς ὁ θεὸς ἡμῶν ἡ τοῦ πατρὸς σοφία καὶ δύναμις, δι’ ἧς τὸ πᾶν συνέστη τε καὶ συνέχεται, τοὺς ἰδίους κατ᾽ αὐτῶν ὁπλίτας ἐπικαίρως ἀντεξανίστησι τὴν τοῦ πνεύματος ἀναλαμβάνοντας μάχαιραν πρὸς ἐκτομὴν καὶ ἀναίρεσιν τῶν ἀνταιρόντων χεῖρα κατὰ περιουσίου λαοῦ αὐτοῦ καὶ τὰ τῆς ἐκκλησίας βασίλεια πειρωμένων λῃστρικῶς παραστήσασθαι καὶ τοὺς ἐντὸς μαργαρίτας τὰ θειότατα λόγια, συλῆσαί τε καὶ ττατῆσαι τοῖς χοιρώδεσι δόγμασι. πρὸς οὺὗς καὶ ῥομφαία, φησί, κελεύεται παροξύνεσθαι' μῥομφαία ἐξεγέρθητι ἐπὶ τοὺς λύκους ποιμένας καὶ τοὺς τὰ πρόβατα συνταράσσοντας διακέχρησο."

οὕτως ἄρα καὶ τῶν ὅλων συνόδων αἱ καθ' ἕν ἀθροίσεις γεγένηνται πρὸς τὸ ταράττον ἀεὶ καὶ μαχόμενον τῶν τε αὐτοκρατόρων τῶν τε προπατόρων ὁπλιζομένων.

Ἄρειος διαιρέτης καὶ κατατομεὺς τῆς τριάδος ἐγήγερται καὶ παραυτίκα Κωνσταντῖνος ὁ ἀεισέβαστος καὶ Σίλβεστρος ὁ ἀοίδιμος τὴν ἐν Νικαίᾳ μεγάλην τε καὶ περίβλεττον συνέλεγον σύνοδον, δι’ ἧς ἡ τριὰς τό τε τῆς πίστεως ὑπηγόρευσε σύμβολον, τῆς τε ᾿Αρειανῆς κακοτεχνίας κατεψηφίσατο καὶ τῇ δικαίᾳ ποινῇ τῆς ἐκκλησίας τὸν Ἄρειον ἐν ἀτίμοις ἀλλ’ ὁμοτίμοις ἐκείνῳ τόποις ἐτιμωρήσατο. Μακεδόνιος τὴν τοῦ πνεύματος ἠθέτει θεότητα καὶ τὸ δεσπόζον ὁμόδουλον ἐδογμάτιζεν, ἀλλ᾽ ὁ μέγιστος βασιλεὺς Θεο-δόσιος καὶ Δάμασος ὁ ἀδάμας τῆς πίστεως, ὁ ταῖς ἑτεροδόξοις προσβολαῖς τε καὶ προσ-αρράξεσι τὴν ἀντίτυπον γνώμην οὐ τιτρωσκόμενος, Γρηγόριός τε καὶ Νεκτάριος τὸν ἐν ταύτῃ τῇ βασιλίδι πόλει συνήθροιζον σύλλογον καὶ τὴν μὲν ἀνίερον γλῶτταν τοῦ ἱερατεύειν ἀπέκοπτον, βλασφημίαις ἐξαγίστοις κατακοντίζουσαν τὸ πνεῦμα τὸ ἅγιον, τὸ δὲ τῆς πίστεως αὖθις προσανέπτυσσον σύμβολον, ὅτε θεὸς τὸ πνεῦμα κυρώσαντες, δι᾽ ὧν τρανότερον ἐξειργάσαντο’ οὕτω μὲν οὖν τοὺς τῆς τριάδος τὴν ἕνωσιν λύοντας ἡ τῆς τριάδος κατέλυσε δύναμις. πολλὴ δὲ πάνυ καὶ πολυσχεδὴς καὶ ἡ περὶ τὴν τοῦ μονογενοῦς οἰκονομίαν ἀντίρρησις, ἀλλὰ τὰ γενικώτερα διεξελθεῖν ὁ λόγος ἐπείγεται. πάλιν Νεστόριος καὶ πάλιν Κελεστῖνος καὶ Κύριλλος. ὁ μὲν γὰρ τὸν Χριστὸν διήρει καὶ κατεδίχαζεν, οἱ δὲ τῷ δεσπότῃ [συλλαμβανόμενοι!] ζσυμπνεύσαντες) σὺν τῷ τῶν σκήπτρων δεσπόζοντι τὸν κατατομέα κατέβαλον. Ἔφεσος ταῦτα καὶ τῶν ἐκεῖσε πρα-χθέντων οἱ πίνακες δι᾽ ἐγγραμμάτου φωνῆς σιγῶσαι λαλοῦσι τὰ πράγματα. εἶτα τῆς Εὐτυχοῦς ἀνοίας ληρωδούσης ἕτερον μύθευμα καὶ τοῦ σωτῆρος πάντῃ παραιτουμένου τὴν ἐνανθρώπησιν καὶ σκιοειδῇ τινα τὴν πρὸς ἡμᾶς αὐτοῦ τερατολογοῦντος ὁμοίωσιν ἄρα σιωπᾶν ἐχρῆν; καὶ οὐχὶ τοὺς πνευματοφόρους ἄνδρας ἀνίστασθαι ταῖς θεολογίαις τὰς ψευδολογίας κατασιγάζοντας; καὶ πῶς ἂν οὐκ ἠγανάκτει θεὸς βλασφημούμενος καὶ μὴ διεκδικούμενος; Λέοντος τοίνυν ἡ δέλτος καθάπερ λέοντος βρύχημα ῥωμαλέον ἐκ Ῥώμης ἠχήσασα τὸν τέως ἀρχιμανδρίτην θῆρα κατεξεφόβησε τῆς τε μοναστικῆς ἀγέλης ἀπήλασε καὶ τὴν αὐτοῦ φαντασίαν καὶ δόκησιν ἀπεδοκίμασε καὶ ἠφάνισε. ταύτην ἄρα τὴν θεό-γραπτον δέλτον Μαρκιανὸς ὁ βασιλεὺς ὁ θειότατος καὶ ᾿Ανατόλιος ὁ Κωνσταντινουπόλεως πρόεδρος σὺν ἅπαντι τῷ κατὰ Χαλκηδόνα χριστολέκτῳ συλλόγῳ περιετττύξαντο καὶ χειρὶ καὶ γλώττῃ συνετίθεντό τε καὶ συνυπέγραφον καὶ ταύτῃ τὸ σύστοιχον Εὐτυχεῖ τοῦ Διοσκόρου κατήργησαν φρόνημα. οὕτω γοῦν μετὰ ταῦτα Βιγίλλιος. Ἰουστινιανῷ τῷ πανευσεβεῖ συμπεφώνηκε καὶ τὸ τῆς πέμπτης συνέστη συνέδριον τὰ φωραθέντα καὶ λαθόντα τινῶν ἀναθεματίζον συγγράμματα βδελυρίας πληρέστατα.

Τούτων οὕτως ἐχόντων ἀναγκαῖον ἐτύγχανε καὶ τὴν ὑμετέραν φιλόχριστον ἡμερότητα τὴν πανίερον ταύτην καὶ πολυάνθρωπον συναγείρειν ὁμήγυριν τῷ καλῶς ποιεῖν νομίζειν ἀμφότερα καὶ τὸ μὲν αἴτιον τῆς τῶν ἐκκλησιῶν διαστάσεως ἀποσείσασθαι, τὰ δὲ διεζευγ-μένα πρὸς ἕνωσιν ἐφελκύσασθαι. οὐκ ἔφερες γάρ, θεομίμητε δέσποτα, τὴν ἔναγχος ὑφανθεῖσαν τῆς ψευδοδιδασκαλίας ἐπίνοιαν τὸν τῆς ὀρθοδοξίας χιτῶνα μέχρι πολλοῦ καθορᾶν περισχίζουσαν, ἀλλ᾽ ὡς δι᾽ ὀργάνων τολμῶμεν λέγειν τοῦ πνεύματος δι᾽ ἡμῶν τε καὶ μεθ’ ἡμῶν τὸ διερρωγὸς ἐξανύφανας καὶ τῇ ὁλοκληρίᾳ συνήρμοσας, καὶ δὴ τῇ συμπνοίᾳ τοῦ παναγίου συμπνεύσαντες πνεύματος ἀλλήλοις τε πάντες ὁμοφωνήσαντες καὶ ὁμονοήσαντες καὶ τοῖς ᾿Αγάθωνος τοῦ μακαριωτάτου πατρὸς ἡμῶν καὶ κορυφαιοτάτου πάπα δογματικοῖς (ἀπεσταλμένοις πρὸς τὸ ὑμέτερον κράτος ὁμοφρονήσαντες γράμμασι, τῇ τε τῆς ὑπ᾽ αὐτὸν ἁγίας συνόδου τῶν ἑκατὸν εἴκοσι πέντε πατέρων ἀναφορᾷ συναινέ-σαντες ἕνα τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ σαρκωθέντα τῆς ἁγίας τριάδος δοξάζομεν »ἐν δύο“ τελείαις ταῖς φύσεσιν ἀδιαιρέτως ἀσυγχύτως" ὑμνούμενον. ὡς μὲν γὰρ λόγος ὁμοούσιός ἐστι καὶ συναΐδιος τῷ θεῷ καὶ γεννήτορι, ὡς δὲ σάρκα λαβὼν ,ἐκ τῆς" ἀχράντου μπιαρθένονυ καὶ θεοτόκου Μαρίας ἄνθρωπός ἐστι τέλειος, ὁμοούσιος ἡμῖν" καὶ ὑπὸ χρόνον γενόμενος «τέλειον οὖν ἐν θεότητι καὶ τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπότητι“ κατά τε τὰς πατρικὰς ἄνωθεν παραδόσεις καὶ τὸν ἐν Χαλκηδόνι θεῖον ὅρον κηρύττομεν. καὶ ὥσπερ δύο παρειλήφαμεν φύσεις οὕτω καὶ δύο φυσικὰ θελήματα καὶ δύο φυσικὰς αὐτοῦ τὰς ἐνεργείας γνωρίζομεν οὐδετέραν γὰρ τῶν ἐν Χριστῷ φύσεων ἐπὶ τῆς οἰκονομίας αὐτοῦ τολμήσομεν ἀθέλητον ἢ ἀνενέργητον ἀποφήνασθαι, μήπως αὐτῶν ἀναιροῦντες τὰ ἰδιώ-ματα καὶ τὰς ὧνπέρ εἰσιν ἰδιώματα φύσεις συναναιρήσομεν. οὐ γὰρ ἀρνούμεθα τὸ φυσικὸν αὐτοῦ τῆς ἀνθρωπότητος θέλημα ἢ τὴν κατὰ φύσιν ἐνέργειαν, ἵνα μὴ καὶ τὸ τῆς σωτηρίας ἡμῶν οἰκονομικὸν κεφάλαιον ἀθετήσωμεν καὶ τῇ θεότητι τὰ πάθη προσάψωμεν. τοῦτο γὰρ ἔσπευδον οἱ προσεχῶς ἕν ἐπ᾽’ αὐτοῦ τὸ θέλημα καὶ τὴν μίαν ἐνέργειαν ἀνοσίως καινοτομήσαντες, τὴν ᾿Αρείου τε καὶ ᾿Απολιναρίου καὶ Εὐτυχοῦς καὶ Σεβήρου κακοδοξίαν ἀνανεούμενοι. εἰ γὰρ ἀθέλητόν τε. καὶ ἀνενέργητον τὴν ἀνθρωπίνην τοῦ κυρίου φύσιν λέγειν παρήσομεν, ποῦ τὸ ,τέλειον ἐν ἀνθρωπότητι" σέσωσται; οὐδὲν γὰρ συνίστησιν ἕτερον τῆς ἀνθρωπίνης οὐσίας τὴν τελειότητα εἰ μήτοιγε τὸ οὐσιῶδες θέλημα, δι᾽ οὗ καὶ ἡ τῆς αὐτεξουσιότητος ἐν ἡμῖν χαρακτηρίζεται δύναμις. οὕτως ἐχέτω καὶ ἡ οὐσιώδης ἐνέργεια. πῶς γὰρ πάλιν φαμὲν αὐτὸν ,ἐἐν ἀνθρωπότητι τέλειον" μηδὲν ἀνθρώπινον παθόντα ἢ ἐνεργήσαντα; ὥσπερ οὖν ἡ τῶν δύο φύσεων συνδρομὴ μίαν ἡμῖν ἀσύγχυτόν τε καὶ ἀδιάτμητον ἐφύλαξε τὴν ὑπόστασιν, οὕτω καὶ ἡ μία ὑπόστασις ἐν δύο διαλάμπουσα φύσεσι τὰ ἑκατέρᾳ προσήκοντα παρεδείκνυεν ἴδια.

Δύο γοῦν ἐπ᾽ αὐτοῦ φυσικὰ θελήματα καὶ δύο φυσικὰς ἐνεργείας κοινωνικῶς τε καὶ ἀδιαιρέτως προϊούσας δοξάζομεν, τὰς δὲ κενὰς καινοφωνίας καὶ τοὺς τούτων ἐφευρετὰς πόρρω που τῶν ἐκκλησιαστικῶν περιβόλων ἐκβάλλομεν καὶ τῷ ἀναθέματι δικαίως καθυπο-βάλλομεν, φαμὲν δὴ Θεόδωρον τὸν τῆς Φαράν, Σέργιόν τε καὶ Παῦλον, Πύρρον ἅμα καὶ Πέτρον τοὺς Κωνσταντινουπόλεως προεδρεύσαντοας, ἔτι δὲ καὶ Κῦρον τὸν τῆς ᾿Αλεξανδρέων ἱερατεύσαντα, καὶ σὺν αὐτοῖς Ὁνώριον τὸν τῆς Ῥώμης γενόμενον πρόεδρον ὡς ἐκείνοις ἐν τούτοις ἀκολουθήσαντα. καὶ πρός γε τούτοις κατ᾽ ἐξαίρετον λόγον ἀναθεματίζομεν καθαι-ρήσαντες Μακάριον τὸν γενόμενον τῆς ᾿Αντιοχέων ἐπίσκοπον καὶ Στέφανον τὸν τούτου μαθητὴν μᾶλλον δὲ λέγειν καθηγητήν, τὴν τῶν πρὸ αὐτῶν διεκδικεῖν ἀγωνισαμένους δυσσέβειαν, καὶ πᾶσαν ὡς ἔπος εἰπεῖν τὴν οἰκουμένην ἀναστατώσαντας καὶ τοῖς μὲν πανταχοῦ λοιμώδεσι γράμμασι, ταῖς δὲ καθ' ἕκαστον δολεραῖς κατηχήσεσι τὴν τῶν πολλῶν ληϊσαμένους ἁπλότητα, ὁμοίως δὲ καὶ Πολυχρόνιον τὸν νηπιόφρονα καὶ ληρήσαντα γέροντα τὸν τοὺς νεκροὺς ἐγείρειν ἐπαγγελλόμενον καὶ τῷ μὴ ἐγείρειν γελώ-μενον, καὶ πάντας τοὺς θεματίσαντας ἢ θεματίζοντας ἢ θεματίζειν τολμῶντας ἕν θέλημα καὶ μίαν ἐπὶ τῆς οἰκονομίας Χριστοῦ τὴν ἐνέργειαν. καὶ μή τινες ἴσως ἐπιμεμφέσθωσαν τῆς τε τοῦ παναγίου πάπα θείας πταραζηλώσεως τῆς τε παρούσης ἀγγελικῆς συνελεύσεως. ἡμεῖς τε γὰρ ταῖς ἐκείνου καὶ πρὸ ἡμῶν καὶ σὺν ἡμῖν ἐκεῖνος ταῖς ἀποστολικαῖς τε καὶ πατρικαῖς ἠκολουθήσαμεν παραδόσεσι καὶ οὐδὲν ἀπᾷδόν τε καὶ ἀσύμφωνον τῆς αὐτῶν στοιχειώσεως ἐφευράμεθα. ἄλλως τε καὶ πρὸς τοὺς ἐπαναστάντας ἀντεπανέστημεν, ἀλλ᾽ οὐ προεπανέστημεν καὶ οὐχ ἡμεῖς τῆς συμβολῆς ἀπηρξάμεθα, τοῖς δὲ προαρξαμένοις ἀνθοπλισάμεθα.

Τίς ἑώρακεν ἄρα τηλικαῦτα παράδοξα; πνευματικὸν ἡμῖν ἄρτι προετίθετο στάδιον καὶ ὁ τῆς ψευδωνύμου γνώσεως προαπεδύετο πρόμαχος. οὐκ ἤδει δὲ μὴ κομίζεσθαι τῆς νίκης τὸν στέφανον ἀλλὰ καὶ συνεκδύεσθαι τῆς ἱερωσύνης τὸν στέφανον. ὁ δὲ κορυφαιότατος ἡμῖν συνηγωνίζετο πρωταπόστολος. τὸν γὰρ ἐκείνου μιμητὴν καὶ τῆς καθέδρας διάδοχον εἴχομεν ὑπαλείφοντα καὶ τὸ τῆς θεολογίας μυστήριον διὰ γραμμάτων ἐκφαίνοντα. ὁμο-λογίαν σοι θεοχάρακτον ἡ Ῥώμη πόλις ἡ πρεσβύτις ἀνέτεινε, τὴν τῶν δογμάτων ἡμέραν ἐκ τῆς ἑσπέρας ἀνέτειλε, χάρτης καὶ μέλαν ἐφαίνετο καὶ δι’ ᾿Αγάθωνος ὁ Πέτρος ἐφθέγγετο καὶ τῷ συμβασιλεύοντι παντοκράτορι βασιλεὺς αὐτοκράτωρ συνεψηφίζονυ σύ, θεοψήφιστε, καὶ Σίμωνες παράσημοι τῷ τῆς ἀθετήσεως πτερῷ κατέπιπτον ἀνιπτάμενοι καὶ στήλη τούτων ἡ κατάβλησις ἵσταται καὶ ἡ πίστις ἀνίσταται καὶ τῶν λαῶν ἡ ὁμόνοια πρὸς τὸν οἰκεῖον κόσμον ἀποκαθίσταται. ἐπήρθη ὁ ἥλιος καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς, φησὶν ὁ προφήτης. εἰς φῶς ἐπήρθη ὁ ἥλιος, ὁ νοῦς ὁ ὑμέτερος, πρὸς τὸν τῆς δικαιοσύνης ἀνέδραμεν ἥλιον καθαρωτάτῳ καθαρῶς ἀτενίσας καὶ τὴν καταλλαγὴν ἡμῖν ἐντεῦθεν δια-κεκόμικε, καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς, ἡ ἐκκλησία φαμέν, καὶ νύμφη Χριστοῦ τὴν ἑαυτῆς σεμνότητα περιβάλλεται καὶ τὴν εὐσέβειαν ὡς παρθενίαν καταστολίζεται καὶ τὴν . τῆς ὀρθοδοξίας πληροφορουμένη φαιδρότητα δᾳδουχεῖ τῷ κόσμῳ τὴν εἰρήνην ἀνέκλει-πτον.

᾿Ακούσατε ταῦτα πάντες, ὅσοι τε τὸ γεῶδες τοῦτο σκῆνος ἀπεξεδύσασθε καὶ ὅσοι μετατίκτεσθαι μέλλετε᾽ τοῖς ἐνεστῶσι γὰρ ὅρασις οὐκ ἀκοὴ πληροφόρησις καὶ τῷ μόνῳ σοφῷ τε καὶ δυναμένῳ θεῷ χαριστήριον ὕμνον ἐκτενῶς ἀνατείνωμεν᾽ δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη προσάδοντες τῷ εὐδοκήσαντι Χριστῷ τῷ φιλανθρώπῳ ἀναστῆσαι βασιλέα φιλόχριστον τὴν ἕνωσιν ταῖς ἐκκλησίαις βραβεύσαντα. ἀλλ᾽, ὦ φιλάγαθε καὶ φιλοδίκαιε δέσποτα, τῷ τὸ κράτος χαρισαμένῳ σοι τὴνδε τὴν εὔνοιαν ἀντιχάρισαι καὶ τοῖς πταρ᾽ ἡμῶν ὁρισθεῖσι σφραγῖδα παράσχου τὴν ὑμῶν ἔγγραφον βασιλικὴν ἐπικύρωσιν καὶ διὰ θείων ἰδίκτων καὶ τῶν ἐξ ἔθους εὐσεβῶν διατάξεων τὴν τούτων ἁπάντων βεβαίωσιν, ὥστε μηδένα τοῖς πραχθεῖσιν ἢ ἀντιφθέγγεσθαι ἢ καινότερον ζήτημα μηχανήσασθαι. ἴσθι γάρ, ὦ βασιλεῦ γαληνότατε, ὡς οὐδὲν τῶν ἐν ταῖς ὅλαις συνόδοις καὶ τῶν ἐκκρίτων πατέρων ὑποτυπωθέντων παρεχαράξαμεν, μενοῦνγε μᾶλλον ἐβεβαιώσαμεν καὶ ἰδοὺ“ πάντες συμψύχως τε καὶ συμφώνως ἀναφθεγγόμεθα: σῶσον, κύριε, τὸν βασιλέα ἡμῶν τὸν μετὰ σὲ κρατύναντα τὴν κρηπῖδα τῆς πίστεως" εὐλόγησον τὴν ζωὴν αὐτοῦ" κατεύθυνον τὰ διαβήματα τῶν βουλῶν αὐτοῦ" πατησάτω τὴν ἰσχὺν τῶν ἐχθρῶν αὐτοῦ καὶ οἱ ἀνθεστηκότες αὐτῷ παραχρῆμα πιπτέτωσαν, ὅτι ἐποίησε κρίμα καὶ δικαιοσύ-νην αἰώνιον καὶ τῇ ἀληθείᾳ κινδυνευούσῃ χεῖρας ὠρέξατο καὶ τὸν λαόν σου διέσωσε καὶ ὁμοδοξεῖν συνεβίβασε᾽ χαῖρε, πόλις νέα Ῥώμη Κωνστοντινούπολις, δεδοξασμένη τῷ τοῦ κράτους ὀνόματι, ἰδού, ὁ βασιλεύς σου πιστότατος ἀλλὰ καὶ ἀνδρειότατος, καὶ λήψεται πανοπλίαν τὴν ζηλωτικὴν αὐτοῦ δύναμιν, ἐνεδύσατο θώρακα δικαιοσύνην καὶ ὁσιότητα, περιέθετο κόρυθα φρόνησιν τὸ τῶν ἀρετῶν σκοπευτήριον καὶ θυρεὸν ἀνελάβετο τὴν ἀκαταμάχητον θεοσέβειαν τούτοις καθοπλιζόμενον κατίδοι τοῦτον τὸ βάρβαρον καὶ εἰς τὸ θεῖον ἐλπίζομεν ὑπόσπονδον ἀχθήσεται τῷ δεσπόζοντι" εὐφραίνου πόλις Σιών, τῆς οἰκουμένης περιωπὴ καὶ βασίλεια, Κωνσταντῖνος ἀλουργίδι σε προεκόσμησε καὶ πίστει προέστεψε καὶ Κωνσταντῖνος ἀμφοτέροις ἐπέστεψε καὶ πύλαι ἅδου τῆς σῆς ὀρθο-δόξου βασιλείας οὐ κατισχύσουσι' χαῖρε καὶ θάρσει, βασιλεῦ ὡραιότατε, κύριος ὁ θεός σου ἐν σοὶ δυνατὸς περιζωννύων σε δύναμιν σώσει σε, ἐπάξει ἐπὶ σὲ εὐφροσύνην καὶ ἀγαλλίασιν καὶ αὐξηθήσεται ἡ βασιλεία σου καὶ ὑψωθήσεται ὁ βραχίων σου καὶ κατισ-χυσάτω πάσης δυσμενοῦς ἀθεΐας καὶ ἀντιστάσεως καὶ κόψεται μὲν τὸ πολέμιον, χαρήσεται δὲ τὸ ὑπήκοον, διότι ἐγὼ δυνατός εἶμι, λέγει κύριος παντοκράτωρ.

ΑΙ ὙΠΟΓΡΑΦΑΙ ΤΗΣ ΣΥΝΟΔΟΥ

Α Θεόδωρος ἐλάχιστος πρεσβύτερος τῆς ἁγίας ἐκκλησίας Ῥώμης καὶ τὸν τόπον ἐπέχων ᾿Αγάθωνος τοῦ μακαριωτάτου καὶ οἰκουμενικοῦ πάπα πόλεως Ῥώμης τῷδε τῷ προσφωνη-τικῷ δεηθεὶς ὑπέγραψα :

Β Γεώργιος ἐλάχιστος πρεσβύτερος τῆς ἁγίας ἐκκλησίας Ῥώμης καὶ τὸν τόπον ἐπέχων ᾿Αγάθωνος τοῦ μακαριωτάτου καὶ οἰκουμενικοῦ πάπα πόλεως Ῥώμης τῷδε τῷ προσφωνη-τικῷ δεηθεὶς ὑπέγραψα

Γ Ἰωάννης ἐλέει θεοῦ διάκονος τῆς ἁγίας ἐκκλησίας Ῥώμης καὶ τὸν τόπον ἐπέχων ᾿Αγάθωνος τοῦ μακαριωτάτου καὶ οἰκουμενικοῦ πάπα πόλεως Ῥώμης τῷδε τῷ προσφωνη-τικῷ δεηθεὶς ὑπέγραψα

Δ Γεώργιος ἐλέει θεοῦ ἐπίσκοττος Κωνσταντινουπόλεως νέας Ῥώμης τῷδε τῷ προσφωνη-τικῷ δεηθεὶς ὑπέγραψα

Ε Πέτρος ἐλέει θεοῦ πρεσβύτερος καὶ τοποτηρητὴς τοῦ θρόνου τῆς ᾿Αλεξανδρέων μεγα-λοπόλεως τῷδε τῷ προσφωνητικῷ ὁμοίως ὑπέγραψα

ΣΤ Θεοφάνης ἐλέει θεοῦ ἐπίσκοτος Θεουπόλεως ἤτοι ᾿Αντιοχείας τῷδε τῷ προσφωνητικῷ δεηθεὶς ὑπέγραψα

Ζ Γεώργιος ἐλέει θεοῦ πρεσβύτερος τῆς ἁγίας Χριστοῦ τοῦ θεοῦ ἡμῶν ᾿Αναστάσεως ἐπέχων τὸν τόπον Θεοδώρου τοῦ θεοφιλεστάτου πρεσβυτέρου καὶ τοποτηρητοῦ τοῦ ἀποστολικοῦ θρόνου Ἱεροσολύμων ὁμοίως ὑπέγραψα

Η Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος Θεσσαλονίκης καὶ βικάριος τοῦ ἀποστολικοῦ θρόνου Ῥώμης καὶ ληγάτος ὁμοίως ὑπέγραψα

Θ᾽ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος Τριμιθούντων τῆς Κυπρίων νήσου τὸν τόπον ἐπέχων Ἐπιφανίου τοῦ ἁγιωτάτου μου ἀρχιεπισκόπου ὁμοίως ὑπέγραψα

Ι Θεόδωρος πρεσβύτερος τῆς ἁγιωτάτης ἐκκλησίας Ῥαβέννης καὶ τὸν τόπον ἐπέχων Θεοδώρου τοῦ ἁγιωτάτου μου ἀρχιεπισκόπου ὁμοίως ὑπέγραψα

ΙΑ Ἰωάννης ἀνάξιος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας τοῦ Πόρτου καὶ ληγάτος πάσης τῆς συνόδου τοῦ ἀποστολικοῦ θρόνου Ῥώμης ὁμοίως ὑπέγραψα

ΙΒ Στέφανος ἐλέει θεοῦ ἐπίσκοπος Κορίνθου καὶ ληγάτος τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης ὁμοίως ὑπέγραψα

ΙΓ Βασίλειος ἀνάξιος ἐπίσκοπος μητροπόλεως Γορτύνης τῆς Κρητῶν νήσου καὶ ληγάτος τῆς ὅλης ἁγίας συνόδου τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης ὁμοίως ὑπέ-γραψα

ΙΔ ᾿Αβουνδάντιος ἐπίσκοπος Τεμψάνης καὶ ἀποκρισιάριος πάσης τῆς συνόδου τοῦ ἁγίου καὶ ἀποστολικοῦ θρόνου Ῥώμης ὁμοίως ὑπέγραψα

ΙΕ Ἰωάννης ἀνάξιος ἐπίσκοπος πόλεως τοῦ Ῥηγίου καὶ ἀποκρισιάριος πάσης τῆς συνόδου τοῦ ἁγίου καὶ ἀποστολικοῦ θρόνου Ῥώμης ὁμοίως ὑπέγραψα

ΙΣΤ Φιλαλήθης ἀνάξιος ἐπίσκοπος τῆς Καισαρέων μεγαλοπόλεως τῆς πρώτης τῶν Κατι-παδοκῶν ἐπαρχίας ὁμοίως ὑπέγραψα

ΪΖ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ἐφεσίων μητροπόλεως τῆς ᾿Ασιανῶν ἐπαρχίας τῷδε τῷ προσφωνητικῷ ὁμοίως ὑπέγραψα

ΙΗ Σισίννιος ἐλέει θεοῦ ἐπτίσκοττος τῆς Ἡρακλεωτῶν μητροπόλεως τῆς Εὐρωπέων ἐπαρ-χίας τῷδε τῷ προσφωνητικῷ ὁμοίως ὑπέγραψα

ΙΘ Πλάτων ἐλέει θεοῦ ἐπίσκοπος τῆς ᾿Αγκυρανῶν μητροπόλεως τῆς πρώτης τῶν Γἁλατῶν ἐπαρχίας ὁμοίως ὑπέγραψα

Κ Πεώργιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Κυζικηνῶν μητροπόλεως τῆς Ἑλλησποντίων ἐπαρ-χίας τῷδε τῷ προσφωνητικῷ ὁμοίως ὑπέγραψα

ΚΑ Μαρῖνος ἀνάξιος ἐπίσκοπος τῆς Σάρδεων μητροπόλεως τῆς Λυδῶν ἐπαρχίας τῷδε τῷ προσφωνητικῷ δεηθεὶς ὑπέγραψα

ΚΒ Πέτρος ἀνάξιος ἐπίσκοτος τῆς Νικομηδέων μητροπόλεως τῆς Βιθυνῶν ἐπαρχίας τῷδε τῷ προσφωνητικῷ ὁμοίως ὑπέγραψα

ΚΓ Φώτιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Νικαέων μητροπόλεως τῆς Βιθυνῶν ἐπαρχίας τῷδε τῷ προσφωνητικῷ ὁμοίως ὑπέγραψα

ΚΔ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς Χαλκηδονέων μητροπόλεως τῆς Βιθυνῶν ἐπαρχίας τῷδε τῷ προσφωνητικῷ ὁμοίως ὑπέγραψα

ΚΕ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς Σιδιτῶν μητροπόλεως τῆς Παμφυλῶν ἐπαρχίας τῷδε τῷ προσφωνητικῷ ὁμοίως ὑπέγραψα

ΚΣΤ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς ᾿Αμασέων μητροπόλεως τῆς Ἑλενοποντίων ἔπαρ-χίας ὁμοίως ὑπέγραψα

ΚΖ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Μελιτηνῶν μητροπόλεως τῆς πρώτης τῶν ᾿Αρ-μενίων ἐπαρχίας ὁμοίως ὑπέγραψα

ΚΗ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς Πισινουντιέων μητροπόλεως τῆς δευτέρας τῶν Γαλατῶν ἐπαρχίας ὁμοίως ὑπέγραψα

ΚΘ Ἰουστῖνος ἀνάξιος ἐπίσκοπος τῆς Τυανέων μητροπόλεως τῆς δευτέρας τῶν Καππα-δοκῶν ἐπαρχίας ὁμοίως ὑπέγραψα

Λ ᾿Αλύπιος ἐλέει θεοῦ ἐπίσκοττος τῆς Γαγγρηνῶν μητροπόλεως τῆς Παφλαγόνων ἐπαρ-χίας ὁμοίως ὑπέγραψα

ΛΑ Κυπριανὸς ἐλέει θεοῦ ἐπίσκοπος τῆς Κλαυδιουπολιτῶν μητροπόλεως τῆς Ὁνωρεατῶν ἐπαρχίας ὁμοίως ὑπέγραψα

ΛΒ Πολύευκτος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Μυρέων μητροπόλεως τῆς Λυκίων ἐπαρχίας ὁμοίως ὑπέγραψα

ΔΙ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοττος τῆς Σταυρουπολιτῶν μητροπόλεως τῆς Καρῶν ἐπαρ-χίας τῷδε τῷ προσφωνητικῷ ὁμοίως ὑπέγραψα

ΛΔ Τιβέριος ἐλέει θεοῦ ἐτίσκοτος τῆς Λαοδικέων μητροπόλεως τῆς Φρυγῶν Πακατιανῶν ἐπαρχίας τῷδε τῷ προσφωνητικῷ ὁμοίως ὑπέγραψα

ΛΕ Κοσμᾶς ἐλέει θεοῦ ἐπίσκοπος τῆς Συναδέων μητροπόλεως τῆς Φρυγῶν Σαλουταρῶν ἐπαρχίας ὁμοίως ὑπέγραψα

ΛΣΤ᾽ Κωνσταντῖνος ἐλέει θεοῦ ἐπίσκοττος τῆς Βαρατέων πόλεως τῆς Λυκαόνων ἐπαρχίας καὶ τὸν τόπον ἐπέχων Παύλου τοῦ ἁγιωτάτου μον ἐπισκόπου, τουτέστι μητροπολίτον Ἰκονίου, ὁμοίως ὑπέγραψα

ΛΖ Στέφανος ἐλέει θεοῦ ἐπίσκοπος τῆς ᾿Αντιοχέων μητροπόλεως τῆς Πισιδῶν ἐπαρχίας τῷδε τῷ προσφωνητικῷ ὁμοίως ὑπέγραψα

ΛΗ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς Περγέων μητροπόλεως τῆς Παμφύλων ἐπαρχίας τῷδε τῷ προσφωνητικῷ ὁμοίως ὑπέγραψα

ΛΘ Θεόπεμτπτος ἐλέει θεοῦ ἐπίσκοπος τῆς ᾿Ιουστινιανουπολιτῶν ἤτοι Μωκισσηνῶν μητροπόλεως τῆς δευτέρας τῶν Καππαδοκῶν ἐπαρχίας ὁμοίως ὑπέγραψα

Μ Ἰσίδωρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ῥοδίων μητροπόλεως τῶν Κυκλάδων νήσων τῷδε τῷ προσφωνητικῷ ὁμοίως ὑπέγραψα

ΜΑ Σιισίννιος ἐλέει θεοῦ ἔπίσκοττος τῆς Ἱεραπολιτῶν μητροπόλεως τῆς Φρυγῶν Πακα-τιανῶν ἐπαρχίας τῷδε τῷ προσφωνητικῷ ὁμοίως ὑπέγραψα

ΜΒ Θεόδωρος ἐλέει θεοῦ ἐτίσκοπος τῆς Ταρσέων μητροπόλεως τῆς πρώτης τῶν Κιλίκων ἐπαρχίας τῷδε τῷ προσφωνητικῷ ὁμοίως ὑπέγραψα

ΜΓ Στέφανος ἐλέει θεοῦ ἐπίσκοπος τῆς ᾿Αναζαρβέων μητροπόλεως τῆς δευτέρας τῶν Κιλίκων ἐπαρχίας ὁμοίως ὑπέγραψα

ΜΔ Μακρόβιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Σελευκέων μητροπόλεως τῆς Ἰσαύρων χώρας τῷδε τῷ προσφωνητικῷ ὁμοίως ὑπέγραψα

ΜΕ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος ᾿Αθηνῶν καὶ ληγάτος τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης τῷδε τῷ προσφωνητικῷ ὁμοίως ὑπέγραψα

ΜΣΤ Γεώργιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Βιζυηνῶν πόλεως τῆς Θρᾳκῶν χώρας ὁμοίως ὑπέγραψα

ΜΖ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Πομπηϊουπολιτῶν πόλεως τῆς Παφλαγόνων ἐπαρχίας τῷδε τῷ προσφωνητικῷ ὁμοίως ὑπέγραψα

ΜΗ Ζαχαρίας ἐλέει θεοῦ ἐπίσκοπος τῆς Λεοντουπολιτῶν πόλεως τῆς Ἰσαύρων χώρας τῷδε τῷ προσφωνητικῷ ὁμοίως ὑπέγραψα

ΜΘ Γηγόριος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Μιτυληναίων πόλεως τῆς Λεσβίων νήσου τῷδε τῷ προσφωνητικῷ ὁμοίως ὑπέγραψα

Ν ᾿Αλέξανδρος ἐλέει θεοῦ ἐπίσκοπος Κοτράδων Ἰσαυρίας ὁμοίως ὑπέγραψα

ΝΑ Ἐπιφάνιος ἐλέει θεοῦ ἐπίσκοπος Εὐχαΐτων ὁμοίως ὑπέγραψα

ΝΒ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος Ἡρακλειουπόλεως δευτέρας ᾿Αρμενίας ὁμοίως ὑπ-ἐγραψα

ΝΙ Στρατόνικος ἐλέει θεοῦ ἐπίσκοπος Σόλων τῆς Κυπρίων νήσου ὁμοίως ὑπέγραψα

ΝΔ Τύχων ἐλέει θεοῦ ἐπίσκοπος τοῦ Κιτίου τῆς Κυπρίων νήσου ὁμοίως ὑπέγραψα

ΝΕ Πέτρος χάριτι τοῦ θεοῦ ἐπίσκοπος Μεσημβρίας Θράκης ὁμοίως ὑπέγραψα

ΝΣΤ Πέτρος ἀνάξιος ἐπίσκοτος Σωζοπόλεως Θράκης ὁμοίως ὑπέγραψα

ΝΖ Ἰωάννης ἀνάξιος ἐπίσκοπος τῆς Στοβέων πόλεως ὁμοίως ὑπέγραψα

ΝΗ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος τοῦ Ἄργους ὁμοίως ὑπέγραψα

ΝΘ Γεώργιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Μιλησίων πόλεως τῆς Καρῶν ἐπαρχίας ὁμοίως πέγραψα

Ξ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς Λαμπέων πόλεως τῆς Κρητῶν νήσου ὁμοίως ὑπ-ἐγραψα

ΞᾺ Θεοδόσιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Λακεδαιμονίων πόλεως ὁμοίως ὑπέγραψα

ΞΒ Γρηγόριος ἐλέει θεοῦ ἐπίσκοττος Καντάνου τῆς Κρητῶν νήσου ὁμοίως ὑπέγραψα

ΞΓ Σέργιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Σηλυβρινῶν πόλεως τῆς Εὐρωπέων ἐπαρχίας ὁμοίως ὑπέγραψα

ΞΔ ᾿Ανδρέας ἐλέει θεοῦ ἐπίσκοπος τῆς Μεθυμναίων πόλεως τῆς Λεσβίων νήσου ὁμοίως ὑπέγραψα

ΞΕ Θεόγνιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Κιανῶν πόλεως τῆς Βιθυνῶν ἐπαρχίας ὁμοίως ὑπέγραψα

ΞΣΤ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς Νυσσαέων πόλεως τῆς πρώτης τῶν Καππαδοκῶν ἐπαρχίας ὁμοίως ὑπέγραψα

ΞΖ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Θερμηνῶν πόλεως τῆς πρώτης τῶν Καπταδοκῶν ἐπαρχίας ὁμοίως ὑπέγραψα

ΞΗ͂ Γεώργιος χάριτι θεοῦ ἐπίσκοπος τῆς Καμουλιανῶν πόλεως τῆς πρώτης τῶν Καπ-παδοκῶν ἐπαρχίας ὁμοίως ὑπέγραψα

ΞΘ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος Ἰουστινιανουπόλεως ᾿Αρμενίας ὁμοίως ὑπέγραψα

Ο Γεώργιος ἐλέει θεοῦ ἐπίσκοπος Δαρανάλεως, κλίματος τῆς μεγάλης τῶν ᾿Αρμενίων ἐπαρχίας, τῷδε τῷ προσφωνητικῷ ὁμοίως ὑπέγραψα

ΟΑ Ζωϊτὸς ἐλέει θεοῦ ἐπίσκοπος τῆς Χριστουπολιτῶν πόλεως ἤτοι Διὸς ἱεροῦ τῆς ᾿Ασιανῶν ἐπαρχίας ὁμοίως ὑπέγραψα

ΟΒ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοτοος πόλεως Περγάμου τῆς ᾿Ασιανῶν ἐπαρχίας ὁμοίως ὑπέγραψα

ΟΓ Πατρίκιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Μαγνητῶν πρὸς τῷ Μαιάνδρῳ πόλεως τῆς ᾿Ασιανῶν ἐπαρχίας τῷδε τῷ προσφωνητικῷ ὁμοίως ὑπέγραψα

ΟΔ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοττοος πόλεως [Ανεων τῆς ᾿Ασιανῶν ἐπαρχίας ὁμοίως ὑπ-ἔγραψα

ΟΕ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος Μασταύρων ἐπαρχίας ᾿Ασίας ὁμοίως ὑπέγραψα

ΟΣΤ Σιισίννιος ἐλέει θεοῦ ἐπίσκοπος πόλεως Νύσσης ἐπαρχίας ᾿Ασίας ὁμοίως ὑπέγραψα

ΟΖ Ῥηγῖνος ἐλέει θεοῦ ἐπίσκοπος τοῦ Πανίου τῷδε τῷ προσφωνητικῷ ὁμοίως ὑπέγραψα

ΟΗ Μαρτύριος ἐλέει θεοῦ ἐπίσκοπος Ἰουλιουπόλεως Γἀλατίας πρώτης ὁμοίως ὑπέγραψα

ΟΘ Μιχαὴλ ἐλέει θεοῦ ἐπίσκοπος τῆς ᾿Ασπονέων πόλεως ὁμοίως ὑπέγραψα

Π Πλάτων ἐλέει θεοῦ ἐπίσκοπος τῆς Κιννηνῶν πόλεως Γαλατίας πρώτης ὁμοίως ὑτ-έἐγραψα

ΠΑ Πενέσιος ἐλέει θεοῦ ἐπίσκοπος ᾿Αναστασιουπόλεως Γἀλατίας πρώτης» ὁμοίως ὑπ-ἐγραψα

ΠΒ ᾿Ανδρέας ἐλέει θεοῦ ἐπίσκοπος (πόλεως Μνίζου ἐπαρχίας Γαλατίας πρώτης ὁμοίως ὑπέγραψα

ΠΓ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος Μιλητουπόλεως Ἑλλησπόντου ὁμοίως ὑπέγραψα

ΠΔ Κυρικὸς ἐλέει θεοῦ ἐπίσκοπος ᾿Αδριανίας Ἑλλησπόντου ὁμοίως ὑπέγραψα

ΠῈ Σισίννιος ἐλέει θεοῦ ἐπίσκοπος Βασιλινουπόλεως Βιθυνίας ὁμοίως ὑπέγραψα

ΠΣΤ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Πραινετίων πόλεως ἐπαρχίας Βιθυνίας ὁμοίως ὑπέγραψα

ΠΖ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος Ἰουστινιανουπόλεως ἤτοι Μέλης ὁμοίως ὑπέγραψα

ΠῊ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς ᾿Ανδραπηνῶν πόλεως ὁμοίως ὑπέγραψα

ΠΘ Σολομὼν ἐλέει θεοῦ ἐπίσκοπος πόλεως Κλανέου τῷδε τῷ προσφωνητικῷ ὁμοίως ὑπέγραψα

2 Γεώργιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ναξίων νήσου ὁμοίως ὑπέγραψα

2Ὰ Πολυχρόνιος ἐλέει θεοῦ ἐπίσκοπος Θεουπόλεως ἤτοι Προύσης ὁμοίως ὑπέγραψα διὰ Θεοδοσίου πρεσβυτέρον διὰ τὸ προσὸν αὐτῷ γῆρας

2Β Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοτος πόλεως τοῦ ᾿Αμορίου ὁμοίως ὑπέγραψα

2Γ ᾿Αναστόάσιος ἐλέει θεοῦ ἐπίσκοπος πόλεως τοῦ Πολεμωνίου ὁμοίως ὑπέγραψα

2Δ Γρηγόριος ἐλέει θεοῦ ἐπίσκοπος πόλεως Ἴἄρκης ᾿Αρμενίας ὁμοίως ὑπέγραψα

2Ε Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος Βερίσσης ᾿Αρμενίας ὁμοίως ὑπέγραψα

2ΣΤ Τιβέριος ἐλέει θεοῦ ἐπίσκοπος τῆς ᾿Αμισηνῶν πόλεως ὁμοίως ὑπέγραψα

2Ζ Μερκούριος ἐλέει θεοῦ ἐπίσκοτος πόλεως Ποιμανηνοῦ ὁμοίως ὑπέγραψα

2Η Μηνᾶς ἐλέει θεοῦ ἐπίσκοπος Καραλίας Παμφυλίας ὁμοίως ὑπέγραψα

2Θ. Κοσμᾶς ἐλέει θεοῦ ἐπίσκοπος Κοτάνων ἤτοι Μαναύων ὁμοίως ὑπέγραψα

Ρ Νικήτας ἐλέει θεοῦ ἐπίσκοπος πόλεως τοῦ Κορακησίου ὁμοίως ὑπέγραψα

ΡΑ Δομέτιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Προυσιαδέων πόλεως ὁμοίως ὑπέγραψα

ΡΒ Γεώργιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ἰουνουπολιτῶν πόλεως ὁμοίως ὑπέγραψα

ΡΓ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς Δασκυλεωτῶν πόλεως ὁμοίως ὑπέγραψα

ΡΔ Πεώργιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Καδοσέων πόλεως ὁμοίως ὑπέγραψα

ΡῈ Γεώργιος ἐλέει θεοῦ ἐπίσκοπος πόλεως Κρατίας ὁμοίως ὑπέγραψα

ῬΣΤ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς Φιλαδελφείας πόλεως ὁμοίως ὑπέγραψα

ΡΖ Θεόδοτος ἐλέει θεοῦ ἐπίσκοπος πόλεως Δάλδης ὁμοίως ὑπέγραψα

ΡΗ Θεόδωρος ἐλέει ϑεοῦ ἐπίσκοπος Καισαρείας Βιθυνίας ὁμοίως ὑπέγραψα

ΡΘ᾽ ᾿Αντώνιος ἐλέει θεοῦ ἐπίσκοπος πόλεως Ὑπαίπων ᾿Ασίας ὁμοίως ὑπέγραψα

ΡἹ ᾿Αναστάσιος ἐλέει θεοῦ ἐπίσκοπος Θεοτοκιανῶν ἤτοι ᾿Απολλωνιάδος ὁμοίως ὑπέγραψα

ΡἸΑ Σέργιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Σινωπέων πόλεως ὁμοίως ὑπέγραψα

ΡΙΒ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος Σίτων πόλεως ὁμοίως ὑπέγραψα

ΡΙΓ Ἰωάννης ἀνάξιος ἐπίσκοτος Φαυστινουπόλεως τῆς δευτέρας τῶν Καππαδοκῶν ἐπαρ-ας ὁμοίως ὑπέγραψα

ΡΙΔ Πλάτων ἐλέει θεοῦ ἐπίσκοπος Αδριανουπόλεως Ὁνωριάδος ὁμοίως ὑπέγραψα

ΡΙΕ Στέφανος ἐλέει θεοῦ ἐπίσκοτος Ἡρακλείας Πόντου ὁμοίως ὑπέγραψα

ΡΙΣΤ Λογγῖνος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Πανῶν πόλεως ὁμοίως ὑπέγραψα

ΡΙΖ Ἰωάννης ἀνάξιος ἐπίσκοτος Κομάνων ᾿Αρμενίας δευτέρας ὁμοίως ὑπέγραψα

ΡΙΗ Εἰρήναρχος ἐλέει θεοῦ διάκονος τῆς ἐν ᾿Αμάστριδι ἁγίας τοῦ θεοῦ ἐκκλησίας καὶ τὸν ό Ἷ

ΡΙΘ Κωνσταντῖνος ἀνάξιος ἐπίσκοπος τῆς Τιμβριαδέων πόλεως ὁμοίως ὑπέγραψα

ΡΚ ᾿Αλέξανδρος ἀνάξιος ἐπίσκοπος πόλεως Νακωλείας ὁμοίως ὑπέγραψα

ΡΚΑ Ζήμαρχος ἐλέει θεοῦ ἐπίσκοπος Σιδύμων τῆς Λυκαονίας ὁμοίως ὑπέγραψα

ΡΚΒ Στέφανος ἐλέει θεοῦ ἐπίσκοπος Βηρινουπόλεως Γαλατίας πρώτης ὁμοίως ὑπέγραψα

ΡΚΓ Πεώργιος ἐλέει θεοῦ ἐπίσκοπος Οἰνιάνδων ὁμοίως ὑπέγραψα

ΡΚΔ Θεοφύλακτος ἐλέει θεοῦ ἐπίσκοπος Κερασούντων ὁμοίως ὑπέγραψα

ΡΚΕ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος Ἐρίζων τῆς Καρῶν ἐπαρχίας ὁμοίως ὑπέγραψα

ΡΚΣΤ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος πόλεως Μύνδου ἐπαρχίας Καρίας ὁμοίως ὑπέγραψα

ΡΚΖ Πατρίκιος ἐλέει θεοῦ ἐπίσκοτος πόλεως Ἰλούζων ἐπαρχίας Πακατιανῆς ὁμοίως ὑπ-ἐγραψα

ΡΚΗ Πέτρος ἐλέει θεοῦ ἐπίσκοτος πόλεως ᾿Αππίας ἐπαρχίας Πακατιανῆς ὁμοίως ὑπ-ἐγραψα

ΡΚΘ Κύρικος ἐλέει θεοῦ ἐπίσκοπος πόλεως ᾿Αγκύρας ἐπαρχίας Πακατιανῆς ὁμοίως ὑτπ-ἐγραψα

ΡΛ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος πόλεως Ναζιανζοῦ ὁμοίως ὑπέγραψα

ΡΛΑ Μαρῖνος ἐλέει θεοῦ ἐπίσκοπος τοῦ Φιλομηλίου ὁμοίως ὑπέγραψα

ΡΛΒ Πλάτων ἐλέει θεοῦ ἐπίσκοπος πόλεως Μαγύδων ὁμοίως ὑπέγραψα

ῬΛΓ Πλουσιανὸς ἐλέει θεοῦ ἐπίσκοπος πόλεως τοῦ Συλλαίου ὁμοίως ὑπέγραψα

ΡΛΔ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος Δοάρων Καππαδοκίας δευτέρας ὁμοίως ὑπέγραψα

ΡΛΕ Φωκᾶς ἐλέει θεοῦ ἐπίσκοπος τῆς Δαδυβρηνῶν πόλεως ὁμοίως ὑπέγραψα

ΡΑΣΤ Γεώργιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Κώων νήσου ὁμοίως ὑπέγραψα

ΡΛΖ Γεώργιος ἐλέει θεοῦ ἐπίσκοπος νήσου Χίου ὁμοίως ὑπέγραψα

ΡΛΗ͂ Δημήτριος ἐλέει θεοῦ ἐπίσκοπος νήσου Τίνου ὁμοίως ὑπέγραψα

ΡΛΘ Εὐτύχιος ἐλέει θεοῦ ἐπίσκοπος νήσου Μήλου ὁμοίως ὑπέγραψα

ΡΜ Στέφανος ἐλέει θεοῦ ἐπίσκοπος νήσου Πάρου ὁμοίως ὑπέγραψα

ΡΜΑ Γεώργιος ἐλέει θεοῦ ἐπίσκοπος πόλεως Φλαβιάδος ὁμοίως ὑπέγραψα

ΡΜΒ Εὐλάλιος ἐλέει θεοῦ ἐπίσκοττος Ζηνωνουπόλεως Ἰσαυρίας ὁμοίως ὑπέγραψα

ΡΜΓ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος πόλεως Κωρύκου ὁμοίως ὑπέγραψα

ΡΜΔ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοττος πόλεως ᾿Αδάνων ὁμοίως ὑπέγραψα

ΡΜΕ Γεώργιος ἐλέει θεοῦ ἐπίσκοπος πόλεως Θήρας τῆς νήσου ὁμοίως ὑπέγραψα

ΡΜΣΤ Καλλίνικος ἐλέει θεοῦ ἐπίσκοπος Κολωνείας ᾿Αρμενίας ὁμοίως ὑπέγραψα

ΡΜΖ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ἰβοριτῶν πόλεως ὁμοίως ὑπέγραψα

ῬΜΗ Κωνσταντῖνος ἐλέει θεοῦ ἐπίσκοτος πόλεως Δαλισανδοῦ ὁμοίως ὑπέγραψα

ΡΜΘ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ὄλρβης ἐπαρχίας Ἰσαυρίας ὁμοίως ὑπέγραψα

ΡΝ Κωνσταντῖνος ἐλέει θεοῦ ἐπίσκοττος Λαμψάκον ὁμοίως ὑπέγραψα

ΡΝΑ Δομέτιος ἐλέει θεοῦ ἐττίσκοττος Πρυμνησοῦ ὁμοίως ὑπέγραψα

ΡΝΒ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοτος τῆς Τραπεζουντίων πόλεως ὁμοίως ὑπέγραψα

ΡΝΓ Λεόντιος ἐλέει θεοῦ ἐπίσκοπος Ἑλενουπόλεως Βιθυνίας ὁμοίως ὑπέγραψα

ῬΝΔ θϑεοδόσιος ἐλέει θεοῦ ἐπίσκοπος πόλεως Ψιβήλων τῆς Λυκαόνων ἐπαρχίας ὁμοίως ὑ

ῬΝΕ Κοσμᾶς ἐλέει θεοῦ ἔπίσκοττος τοῦ Κοτυαείου ὁμοίως ὑπέγραψα

ΡΝΣΤ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς ᾿Αδραμυτοῦ τῆς ᾿Ασίας ὁμοίως ὑπέγραψα.

Ἡ ἁγία σύνοδος εἶπεν"

Αἰτοῦμεν τὸ εὐσεβὲς καὶ θεόστετττον κράτος τοῦ δεσπότου καθὼς καὶ διὰ τοῦ προσαχθέν-τος τῇ εὐσεβεῖ ὑμῶν βασιλείᾳ προσφωνητικοῦ ἐδεήθημεν, διὰ θείας ὑμῶν ὑποσημειώσεως τὸ κῦρος παρασχέσθαι τῷ παρ᾽ ἡμῶν ἐκφωνηθέντι ἐνυπογράφῳ ὅρῳ τῷ καὶ ἐπὶ τῆς θεοσόφου ὑμῶν γαληνότητος τανῦν ἀναγνωσθέντι.

Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς εἶπε"

Τὸ αἰτηθὲν παρὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς ὑμῶν συνόδου παραυτίκα διαπραξόμεθα᾽ ἐπεὶ δὲ τὰ πρὸς ἀκριβῆ κατάληψιν τῶν ἀναφερομένων τῇ ἡμετέρᾳ εὐσεβείᾳ διαπραττόμενοι οὐδὲν ἀνεξέταστον καταλιμπάνειν ἐθέλομεν Κιτονάτου τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου τῆς Σαρδώων νήσου κατηγορηθέντος περί τινων κεφαλαίων πρὸς ἐναντίωσιν ὁρώντων τῆς τε ἡμετέρας δουλείας καὶ τῆς φιλοχρίστου ἡμῶν πολιτείας, καὶ τούτων ψευδῶν ἀποδει-χθέντων ἀθώου τε τοῦ τοιούτου ὁσιωτάτον ἀνδρὸς ἀναδειχθέντος προτρέπομεν τὴν ἁγίαν καὶ οἰκουμενικὴν ὑμῶν σύνοδον τὸν αὐτὸν ὁσιώτατον Κιτονάτον προσδέξασθαι, ἕνα τε ὑμῶν τοῦτον καταριθμῆσαι καὶ ἐν τῷ ἐκφωνηθέντι τταρὰ τοῦ ἁγίου πνεύματος διὰ τῆς ἁγίας ὑμῶν συνόδου τῆς ὀρθοδόξου πίστεως ὅρῳ παρασκευάσαι καθυπογράψαι.

Καὶ μετὰ τὸ τὸν αὐτὸν ὁσιώτατον Κιτονάτον ὑπογράψαι ἐν τῷ τοιούτῳ ὅρῳ καὶ Θεόδοτον ἐπίσκοπον Αὐριλλιουπόλεως, λαβὼν ἐν χερσὶν ὁ αὐτὸς εὐσεβέστατος βασιλεὺς τὸν κατὰ παρουσίαν τῆς αὐτοῦ γαληνότητος ἀναγνωσθέντα ἐνυπόγραφον ὅρον τῆς ἁγίας συνόδου ὑπεσημήνατο ἰδιοχείρως καθὼς ἐν αὐτῷ τῷ προτεταγμένῳ ἐν τῇ παρούσῃ πράξει ὅρῳ ἐμφέρεται.

Ἡ ἁγία σύνοδος εἶπεν"

Αἰτοῦμεν τὸ θεόσοφον τοῦ δεσπότου κράτος πρὸς μείζονα τῆς ὀρθοδόξου πίστεως ἀσφάλειάν τε καὶ βεβαίωσιν ἰσοτύπους ἐνυττογράφους ὅρους τοῦ ἀναγνωσθέντος κατὰ παρουσίαν τοῦ γαληναίου ὑμῶν κράτους ὅρου ἐκδοθῆναι τοῖς πέντε πατριαρχικοῖς θρόνοις μετὰ τῆς εὐσεβοῦς ὑμῶν ὑποσημειώσεως.

Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς εἰπτε᾿

Τὸ καὶ νῦν παρὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς ὑμῶν συνόδου αἰτηϑὲν εὐσεβῶς διαπραξόμεθα.

Ἰστέον ὡς κατὰ τὰ διαλαληθέντα παρὰ τοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου βασιλέως Κωνσταντίνου ἤγουν ὑποσχεθέντα ἰσοτύπους ὅρους μεθ’ ὑποσημειώσεως τῆς αὐτοῦ πανημέρου γαλήνης παρέσχετο τοῖς πέντε πατριαρχικοῖς θρόνοις οὕτως"

Τῷ ἀποστολικῷ θρόνῳ τοῦ ἁγίου καὶ κορυφαίου τῶν ἀποστόλων Πέτρου ἤγουν ᾿Αγάθωνι τῷ ἁγιωτάτῳ πάπᾳ τῆς πρεσβυτέρας Ῥώμης.

Τῷ θρόνῳ τῆς ἁγιωτάτης καθολικῆς καὶ ἀποστολικῆς μεγάλης ἐκκλησίας Κωνσταντι-νουπόλεως ἤγουν Γεωργίῳ τῷ ἁγιωτάτῳ καὶ μακαριωτάτῳ πατριάρχῃ.

Τῷ ἀποστολικῷ θρόνῳ τοῦ ἁγίου εὐαγγελιστοῦ Μάρκου τῷ τιμωμένῳ ἐν τῇ ᾿Αλεξαν-δρέων μεγαλοπόλει διὰ Πέτρου τοῦ θεοφιλεστάτου πρεσβυτέρου μοναχοῦ καὶ τοποτηρη-τοῦ.

Τῷ θρόνῳ τῆς ᾿Αντιοχέων ἤτοι Θεουπολιτῶν μεγαλοπόλεως διὰ Θεοφάνους τοῦ ὁσιω-τάτου καὶ ἁγιωτάτου πατριάρχου.

Τῷ θρόνῳ τῆς ἁγίας Χριστοῦ τοῦ θεοῦ ἡμῶν ᾿Αναστάσεως ἤτοι Ἱεροσολύμων ἐπέχοντος τῆς τοποτηρησίας τοῦ αὐτοῦ τιμιωτάτου θρόνου Θεοδώρου τοῦ θεοφιλεστάτου πρεσβυ-τέρου διὰ Γεωργίου πρεσβυτέρου καὶ μοναχοῦ τοῦ Σεβαστηνοῦ, ὅστις μετέπειτα καὶ πατριάρχης ᾿Αντιοχείας ἐγένετο.

55
Δημοσιεύτηκε από: Rodion Vlasov
Θέλετε να διορθώσετε ή να προσθέσετε κάτι; Πες μας: https://t.me/bibleox_live
Ή επεξεργαστείτε αυτό το άρθρο μόνοι σας: Επεξεργασία