1 |
ἐργάτης μέθυσος οὐ πλουτισθήσεται· ὁ ἐξουθενῶν τὰ ὀλίγα κατὰ μικρὸν πεσεῖται.
|
2 |
οἶνος καὶ γυναῖκες ἀποστήσουσιν συνετούς, καὶ ὁ κολλώμενος πόρναις τολμηρότερος ἔσται·
|
3 |
σήπη καὶ σκώληκες κληρονομήσουσιν αὐτόν, καὶ ψυχὴ τολμηρὰ ἐξαρθήσεται.
|
4 |
Ὁ ταχὺ ἐμπιστεύων κοῦφος καρδίᾳ, καὶ ὁ ἁμαρτάνων εἰς ψυχὴν αὐτοῦ πλημμελήσει.
|
5 |
ὁ εὐφραινόμενος καρδίᾳ καταγνωσθήσεται,
|
6 |
καὶ ὁ μισῶν λαλιὰν ἐλαττονοῦται κακίᾳ.
|
7 |
μηδέποτε δευτερώσῃς λόγον, καὶ οὐθέν σοι οὐ μὴ ἐλαττονωθῇ.
|
8 |
ἐν φίλῳ καὶ ἐχθρῷ μὴ διηγοῦ, καὶ εἰ μή ἐστίν σοι ἁμαρτία, μὴ ἀποκάλυπτε·
|
9 |
ἀκήκοεν γάρ σου καὶ ἐφυλάξατό σε, καὶ ἐν καιρῷ μισήσει σε.
|
10 |
ἀκήκοας λόγον; συναποθανέτω σοι· θάρσει, οὐ μή σε ῥήξει.
|
11 |
ἀπὸ προσώπου λόγου ὠδινήσει μωρὸς ὡς ἀπὸ προσώπου βρέφους ἡ τίκτουσα.
|
12 |
βέλος πεπηγὸς ἐν μηρῷ σαρκός, οὕτως λόγος ἐν κοιλίᾳ μωροῦ.
|
13 |
Ἔλεγξον φίλον, μήποτε οὐκ ἐποίησεν, καὶ εἴ τι ἐποίησεν, μήποτε προσθῇ.
|
14 |
ἔλεγξον τὸν πλησίον, μήποτε οὐκ εἶπεν, καὶ εἰ εἴρηκεν, ἵνα μὴ δευτερώσῃ.
|
15 |
ἔλεγξον φίλον, πολλάκις γὰρ γίνεται διαβολή, καὶ μὴ παντὶ λόγῳ πίστευε.
|
16 |
ἔστιν ὀλισθάνων καὶ οὐκ ἀπὸ ψυχῆς, καὶ τίς οὐχ ἥμαρτεν ἐν τῇ γλώσσῃ αὐτοῦ;
|
17 |
ἔλεγξον τὸν πλησίον σου πρὶν ἢ ἀπειλῆσαι καὶ δὸς τόπον νόμῳ ὑψίστου.
|
18 |
.
|
19 |
.
|
20 |
Πᾶσα σοφία φόβος κυρίου, καὶ ἐν πάσῃ σοφίᾳ ποίησις νόμου·
|
21 |
.
|
22 |
καὶ οὐκ ἔστιν σοφία πονηρίας ἐπιστήμη, καὶ οὐκ ἔστιν ὅπου βουλὴ ἁμαρτωλῶν φρόνησις.
|
23 |
ἔστιν πανουργία καὶ αὕτη βδέλυγμα, καὶ ἔστιν ἄφρων ἐλαττούμενος σοφίᾳ·
|
24 |
κρείττων ἡττώμενος ἐν συνέσει ἔμφοβος ἢ περισσεύων ἐν φρονήσει καὶ παραβαίνων νόμον.
|
25 |
ἔστιν πανουργία ἀκριβὴς καὶ αὕτη ἄδικος, καὶ ἔστιν διαστρέφων χάριν τοῦ ἐκφᾶναι κρίμα.
|
26 |
ἔστιν πονηρευόμενος συγκεκυφὼς μελανίᾳ, καὶ τὰ ἐντὸς αὐτοῦ πλήρη δόλου·
|
27 |
συγκρύφων πρόσωπον καὶ ἐθελοκωφῶν, ὅπου οὐκ ἐπεγνώσθη, προφθάσει σε·
|
28 |
καὶ ἐὰν ὑπὸ ἐλαττώματος ἰσχύος κωλυθῇ ἁμαρτεῖν, ἐὰν εὕρῃ καιρόν, κακοποιήσει.
|
29 |
ἀπὸ ὁράσεως ἐπιγνωσθήσεται ἀνήρ, καὶ ἀπὸ ἀπαντήσεως προσώπου ἐπιγνωσθήσεται νοήμων·
|
30 |
στολισμὸς ἀνδρὸς καὶ γέλως ὀδόντων καὶ βήματα ἀνθρώπου ἀναγγελεῖ τὰ περὶ αὐτοῦ.
|