Verses: 9.
Forms: ἐξουθενεῖτε, ἐξουθενείτω, ἐξουθενεῖς, ἐξουθενημένα, ἐξουθενημένους, ἐξουθενήσῃ, ἐξουθενημένος, ἐξουθενηθεὶς, ἐξουθενήσατε
Act. 4:11
οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ᾿ ὑμῶν τῶν οἰκοδόμων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας
This is the ‘stone which was rejected by you builders, which has become the chief cornerstone.’
Rom. 14:3
ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, ὁ δὲ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω, ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο
Let not him who eats despise him who does not eat, and let not him who does not eat judge him who eats; for God has received him
Rom. 14:10
σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ θεοῦ·
But why do you judge your brother? Or why do you show contempt for your brother? For we shall all stand before the judgment seat of Christ
1 Cor. 1:28
καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ θεός, τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ
and the base things of the world and the things which are despised God has chosen, and the things which are not, to bring to nothing the things that are
1 Cor. 6:4
βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ τούτους καθίζετε
If then you have judgments concerning things pertaining to this life, do you appoint those who are least esteemed by the church to judge?
1 Cor. 16:11
μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός με, ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν
Therefore let no one despise him. But send him on his journey in peace, that he may come to me; for I am waiting for him with the brethren
2 Cor. 10:10
ὅτι, Αἱ ἐπιστολαὶ μέν, φησίν, βαρεῖαι καὶ ἰσχυραί, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς καὶ ὁ λόγος ἐξουθενημένος
“For his letters,” they say, “are weighty and powerful, but his bodily presence is weak, and his speech contemptible.”
Gal. 4:14
καὶ τὸν πειρασμὸν ὑμῶν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, ἀλλὰ ὡς ἄγγελον θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν
And my trial which was in my flesh you did not despise or reject, but you received me as an angel of God, even as Christ Jesus
1 Thess. 5:20
προφητείας μὴ ἐξουθενεῖτε·
Do not despise prophecies