Lexeme «φθείρω» in the Bible

Verses: 7. Forms: φθείρονται, φθαρήσονται, φθειρόμενον, φθείρει, φθερεῖ, Φθείρουσιν, ἔφθειρεν, φθαρῇ

2 Pet. 2:12
οὗτοι δέ, ὡς ἄλογα ζῷα γεγεννημένα φυσικὰ εἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσιν βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν καὶ φθαρήσονται
But these, like natural brute beasts made to be caught and destroyed, speak evil of the things they do not understand, and will utterly perish in their own corruption
Jude. 1:10
οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασιν βλασφημοῦσιν, ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται, ἐν τούτοις φθείρονται
But these speak evil of whatever they do not know; and whatever they know naturally, like brute beasts, in these things they corrupt themselves
1 Cor. 3:17
εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς
If anyone defiles the temple of God, God will destroy him. For the temple of God is holy, which temple you are
1 Cor. 15:33
μὴ πλανᾶσθε· Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί
Do not be deceived: “Evil company corrupts good habits.”
2 Cor. 11:3
φοβοῦμαι δὲ μή πως, ὡς ὁ ὄφις ἐξηπάτησεν Εὕαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος [καὶ τῆς ἁγνότητος] τῆς εἰς τὸν Χριστόν
But I fear, lest somehow, as the serpent deceived Eve by his craftiness, so your minds may be corrupted from the simplicity that is in Christ
Eph. 4:22
ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης
that you put off, concerning your former conduct, the old man which grows corrupt according to the deceitful lusts
Rev. 19:2
ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ· ὅτι ἔκρινεν τὴν πόρνην τὴν μεγάλην ἥτις ἔφθειρεν τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐξεδίκησεν τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς
For true and righteous are His judgments, because He has judged the great harlot who corrupted the earth with her fornication; and He has avenged on her the blood of His servants shed by her.”