Lexeme «συνεργός» in the Bible

Verses: 13. Forms: συνεργῷ, συνεργοί, συνεργοὶ, συνεργὸν, συνεργῶν, συνεργούς, συνεργός

3 John. 1:8
ἡμεῖς οὖν ὀφείλομεν ὑπολαμβάνειν τοὺς τοιούτους, ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ
We therefore ought to receive such, that we may become fellow workers for the truth
Rom. 16:3
Ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ
Greet Priscilla and Aquila, my fellow workers in Christ Jesus
Rom. 16:9
ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ καὶ Στάχυν τὸν ἀγαπητόν μου
Greet Urbanus, our fellow worker in Christ, and Stachys, my beloved
Rom. 16:21
Ἀσπάζεται ὑμᾶς Τιμόθεος ὁ συνεργός μου, καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου
Timothy, my fellow worker, and Lucius, Jason, and Sosipater, my countrymen, greet you
1 Cor. 3:9
θεοῦ γάρ ἐσμεν συνεργοί· θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε
For we are God’s fellow workers; you are God’s field, you are God’s building
2 Cor. 1:24
οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν, τῇ γὰρ πίστει ἑστήκατε
Not that we have dominion over your faith, but are fellow workers for your joy; for by faith you stand
2 Cor. 8:23
εἴτε ὑπὲρ Τίτου, κοινωνὸς ἐμὸς καὶ εἰς ὑμᾶς συνεργός· εἴτε ἀδελφοὶ ἡμῶν, ἀπόστολοι ἐκκλησιῶν, δόξα Χριστοῦ
If anyone inquires about Titus, he is my partner and fellow worker concerning you. Or if our brethren are inquired about, they are messengers of the churches, the glory of Christ
Phil. 2:25
Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς
Yet I considered it necessary to send to you Epaphroditus, my brother, fellow worker, and fellow soldier, but your messenger and the one who ministered to my need
Phil. 4:3
ναὶ ἐρωτῶ καὶ σέ, γνήσιε σύζυγε, συλλαμβάνου αὐταῖς, αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς
And I urge you also, true companion, help these women who labored with me in the gospel, with Clement also, and the rest of my fellow workers, whose names are in the Book of Life
Col. 4:11
καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία
and Jesus who is called Justus. These are my only fellow workers for the kingdom of God who are of the circumcision; they have proved to be a comfort to me
1 Thess. 3:2
καὶ ἐπέμψαμεν Τιμόθεον, τὸν ἀδελφὸν ἡμῶν καὶ συνεργὸν τοῦ θεοῦ ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ, εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι ὑπὲρ τῆς πίστεως ὑμῶν
and sent Timothy, our brother and minister of God, and our fellow laborer in the gospel of Christ, to establish you and encourage you concerning your faith
Philem. 1:1
Παῦλος δέσμιος Χριστοῦ Ἰησοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν
Paul, a prisoner of Christ Jesus, and Timothy our brother, To Philemon our beloved friend and fellow laborer
Philem. 1:24
Μᾶρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου
as do Mark, Aristarchus, Demas, Luke, my fellow laborers