Verses: 11.
Forms: κατέχειν, κατέχετε, κατέχον, κατέχων, κατειχόμεθα, κατέχοντες, κατέχωμεν, κατεῖχον
Act. 27:40
καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν, ἅμα ἀνέντες τὰς ζευκτηρίας τῶν πηδαλίων, καὶ ἐπάραντες τὸν ἀρτέμωνα τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν
And they let go the anchors and left them in the sea, meanwhile loosing the rudder ropes; and they hoisted the mainsail to the wind and made for shore
Rom. 7:6
νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου, ἀποθανόντες ἐν ᾧ κατειχόμεθα, ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος καὶ οὐ παλαιότητι γράμματος
But now we have been delivered from the law, having died to what we were held by, so that we should serve in the newness of the Spirit and not in the oldness of the letter
1 Cor. 7:30
καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες, καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες
those who weep as though they did not weep, those who rejoice as though they did not rejoice, those who buy as though they did not possess
1 Cor. 11:2
Ἐπαινῶ δὲ ὑμᾶς ὅτι πάντα μου μέμνησθε καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις κατέχετε
Now I praise you, brethren, that you remember me in all things and keep the traditions just as I delivered them to you
1 Cor. 15:2
δι᾿ οὗ καὶ σῴζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε
by which also you are saved, if you hold fast that word which I preached to you—unless you believed in vain
2 Cor. 6:10
ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες
as sorrowful, yet always rejoicing; as poor, yet making many rich; as having nothing, and yet possessing all things
1 Thess. 5:21
πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε
Test all things; hold fast what is good
2 Thess. 2:6
καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ
And now you know what is restraining, that he may be revealed in his own time
2 Thess. 2:7
τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας· μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται
For the mystery of lawlessness is already at work; only He who now restrains will do so until He is taken out of the way
Philem. 1:13
ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου
whom I wished to keep with me, that on your behalf he might minister to me in my chains for the gospel
Heb. 10:23
κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ, πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος·
Let us hold fast the confession of our hope without wavering, for He who promised is faithful