Lexeme «δουλόω» in the Bible

Verses: 6. Forms: δεδούλωται, δεδουλωμένοι, ἐδούλωσα, δουλώσουσιν, δεδουλωμένας

Act. 7:6
ἐλάλησεν δὲ οὕτως ὁ θεὸς ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια·
But God spoke in this way: that his descendants would dwell in a foreign land, and that they would bring them into bondage and oppress them four hundred years
2 Pet. 2:19
ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται, τούτῳ δεδούλωται
While they promise them liberty, they themselves are slaves of corruption; for by whom a person is overcome, by him also he is brought into bondage
1 Cor. 7:15
εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω· οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις· ἐν δὲ εἰρήνῃ κέκληκεν ὑμᾶς ὁ θεός
But if the unbeliever departs, let him depart; a brother or a sister is not under bondage in such cases. But God has called us to peace
1 Cor. 9:19
Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω·
For though I am free from all men, I have made myself a servant to all, that I might win the more
Gal. 4:3
οὕτως καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἤμεθα δεδουλωμένοι·
Even so we, when we were children, were in bondage under the elements of the world
Titus. 2:3
πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους μηδὲ οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους
the older women likewise, that they be reverent in behavior, not slanderers, not given to much wine, teachers of good things—