Verses: 16.
Forms: δοκιμάζετε, δεδοκιμάσμεθα, δοκιμάζοντι, δοκιμαζέσθωσαν, δοκιμάζοντες, δοκιμάζειν, δοκιμάζεις, δοκιμάζει, δοκιμάσει, δοκιμάσητε, δοκιμάζων, ἐδοκιμάσαμεν, δοκιμαζέτω
1 John. 4:1
Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον
Beloved, do not believe every spirit, but test the spirits, whether they are of God; because many false prophets have gone out into the world
Rom. 2:18
καὶ γινώσκεις τὸ θέλημα καὶ δοκιμάζεις τὰ διαφέροντα κατηχούμενος ἐκ τοῦ νόμου
and know His will, and approve the things that are excellent, being instructed out of the law
Rom. 12:2
καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοός, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον
And do not be conformed to this world, but be transformed by the renewing of your mind, that you may prove what is that good and acceptable and perfect will of God
Rom. 14:22
σὺ πίστιν [ἣν] ἔχεις κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ θεοῦ. μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει·
Do you have faith? Have it to yourself before God. Happy is he who does not condemn himself in what he approves
1 Cor. 3:13
ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται, ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστιν τὸ πῦρ [αὐτὸ] δοκιμάσει
each one’s work will become clear; for the Day will declare it, because it will be revealed by fire; and the fire will test each one’s work, of what sort it is
1 Cor. 11:28
δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω·
But let a man examine himself, and so let him eat of the bread and drink of the cup
1 Cor. 16:3
ὅταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε, δι᾿ ἐπιστολῶν τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἰερουσαλήμ·
And when I come, whomever you approve by your letters I will send to bear your gift to Jerusalem
2 Cor. 8:8
Οὐ κατ᾿ ἐπιταγὴν λέγω, ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆς καὶ τὸ τῆς ὑμετέρας ἀγάπης γνήσιον δοκιμάζων·
I speak not by commandment, but I am testing the sincerity of your love by the diligence of others
2 Cor. 8:22
συνεπέμψαμεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν ὃν ἐδοκιμάσαμεν ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα, νυνὶ δὲ πολὺ σπουδαιότερον πεποιθήσει πολλῇ τῇ εἰς ὑμᾶς
And we have sent with them our brother whom we have often proved diligent in many things, but now much more diligent, because of the great confidence which we have in you
2 Cor. 13:5
Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε· ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς ὅτι Χριστὸς Ἰησοῦς ἐν ὑμῖν; εἰ μήτι ἀδόκιμοί ἐστε
Examine yourselves as to whether you are in the faith. Test yourselves. Do you not know yourselves, that Jesus Christ is in you?—unless indeed you are disqualified
Gal. 6:4
τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει καὶ οὐκ εἰς τὸν ἕτερον·
But let each one examine his own work, and then he will have rejoicing in himself alone, and not in another
Eph. 5:10
δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ·
finding out what is acceptable to the Lord
Phil. 1:10
εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ
that you may approve the things that are excellent, that you may be sincere and without offense till the day of Christ
1 Thess. 2:4
ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον οὕτως λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες ἀλλὰ θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν
But as we have been approved by God to be entrusted with the gospel, even so we speak, not as pleasing men, but God who tests our hearts
1 Thess. 5:21
πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε
Test all things; hold fast what is good
1 Tim. 3:10
καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν ἀνέγκλητοι ὄντες
But let these also first be tested; then let them serve as deacons, being found blameless