Lexeme «γεμίζω» in the Bible

Verses: 6. Forms: ἐγέμισεν, ἐγεμίσθη, γεμίζεσθαι, γεμίσας, Γεμίσατε, ἐγέμισαν

Mark. 4:37
καὶ γίνεται λαῖλαψ μεγάλη ἀνέμου, καὶ τὰ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε ἤδη γεμίζεσθαι τὸ πλοῖον
And a great windstorm arose, and the waves beat into the boat, so that it was already filling
Mark. 15:36
δραμὼν δέ τις καὶ γεμίσας σπόγγον ὄξους περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν, λέγων, Ἄφετε ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν
Then someone ran and filled a sponge full of sour wine, put it on a reed, and offered it to Him to drink, saying, “Let Him alone; let us see if Elijah will come to take Him down.”
John. 2:7
λέγει αὐτοῖς ὁ Ἰησοῦς, Γεμίσατε τὰς ὑδρίας ὕδατος. καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω
Jesus said to them, “Fill the waterpots with water.” And they filled them up to the brim
John. 6:13
συνήγαγον οὖν, καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἃ ἐπερίσσευσαν τοῖς βεβρωκόσιν
Therefore they gathered them up, and filled twelve baskets with the fragments of the five barley loaves which were left over by those who had eaten
Rev. 8:5
καὶ εἴληφεν ὁ ἄγγελος τὸν λιβανωτόν, καὶ ἐγέμισεν αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου καὶ ἔβαλεν εἰς τὴν γῆν· καὶ ἐγένοντο βρονταὶ καὶ φωναὶ καὶ ἀστραπαὶ καὶ σεισμός
Then the angel took the censer, filled it with fire from the altar, and threw it to the earth. And there were noises, thunderings, lightnings, and an earthquake
Rev. 15:8
καὶ ἐγεμίσθη ὁ ναὸς καπνοῦ ἐκ τῆς δόξης τοῦ θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ, καὶ οὐδεὶς ἐδύνατο εἰσελθεῖν εἰς τὸν ναὸν ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων
The temple was filled with smoke from the glory of God and from His power, and no one was able to enter the temple till the seven plagues of the seven angels were completed