Κύριλλος Αλεξανδρείας, 5ος αιώνας

Ὑπομνήματα εἰς Ἰωάννην 2

Commentarii in Joannem 2 / Толкования на Иоанна 2

1.254 ΚΕΦΑΛΗ ∆. Ὅτι οὐ μεταληπτῶς ἐν Υἱῷ τὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἴδια, ἀλλ' οὐσιωδῶς καὶ κατὰ φύσιν. Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. ΕΠΕΙ∆Η γὰρ εἴρηκεν, ὡς ἐκ Θεοῦ πεφηνότα Θεὸν τὸν Υἱὸν μὴ ἑτέροις δύνασθαι χρῆσθαι λόγοις ἢ οἷσπερ ἂν χρή σαιτο καὶ ὁ γεννήσας αὐτὸν, ἀληθέσι δηλαδή· "Ὃν γὰρ "ἀπέστειλεν ὁ Θεὸς τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ," φησίν· ἀναγκαίως διὰ τῶν προκειμένων ἐπεξεργάζεται καί φησιν Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱόν· οὐκ ἀνιάσομεν, φησὶ, τὸν Θεὸν καὶ Πατέρα, τὴν ἴσην τῷ ἐξ αὐτοῦ γεννηθέντι περιτιθέντες τιμὴν, οὐ προσκρούσομεν τῇ θεοπρεπεῖ στεφανοῦντες δόξῃ τὸν τῶν τοῦ Πατρὸς ἀγαθῶν οὐσιωδῶς κληρονόμον. ἀγαπᾷ γάρ φησι τὸν Υἱόν. οὐκοῦν ἐφησθήσεται μὲν δοξαζομένῳ πρὸς ἡμῶν, βαρυνθήσεται δὲ πρὸς τὸ ἐναντίον. καὶ μή τις οἰέσθω, φησὶν, ὡς ἑνὸς δὴ τούτου καὶ μόνου θεοπρεποῦς ἀξιώματος κληρονόμον ἔχει τὸν ἴδιον Υἱόν· πάντα γὰρ δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ, τουτέστι σύμπαν ὅσον ἐστὶν οὐ σιωδῶς ἀγαθὸν ἐν Πατρὶ, τοῦτο πάντως ἐστὶν ἐν δυνάμει 1.255 τοῦ Υἱοῦ. χεῖρα γὰρ ἐν τούτοις ὀνομάζει τὴν δύναμιν, ὥσπερ ὅταν δι' ἑνός που προφήτου λέγῃ "Ἡ χείρ μου ἐστερέωσε "τὸν οὐρανὸν," ἀντὶ τοῦ Ἡ δύναμις· ἔχει δὲ σύμπαν ἐν ἑαυτῷ τὸ τοῦ Πατρὸς ἴδιον ὁ Υἱὸς, οὐ μεταληπτῶς, εἰ καὶ δεδωκέναι λέγεται ὁ Πατήρ· ἢ γὰρ ἂν ἐπίκτητον ἔχοι καὶ οὐ φυσικὴν τὴν θεότητα· δίδωσι δὲ οὕτως ὁ Πατὴρ τῷ Υἱῷ πάντα τὰ ἑαυτοῦ, ὡσπερανεὶ καὶ ἄνθρωπος τῷ ἐξ αὐτοῦ φύντι παιδὶ διδόναι νοοῖτο τὰ τῆς ἀνθρωπότητος ἴδια, ἢ ὡσπερανεὶ καὶ τὸ πῦρ τῇ ἐξ αὐτοῦ κατ' ἐνέργειαν προϊούσῃ θερμότητι διδόναι λέγοιτο τῆς ἰδίας φύσεως τὸ ἰδίωμα. ἐν δὲ τοῖς τοιούτοις, καὶ τὸ παρασχεῖν τοῖς παρέχουσιν ἀζήμιον, οὐ γὰρ κατὰ μερισμὸν ἢ ἀποκοπὴν τῶν παρέχεσθαι νοου μένων ἡ πρόοδος· καὶ αὐτὸ δὲ τὸ δόξαι λαβεῖν, τοῖς λα βοῦσιν ἀκατηγόρητον· διὰ γὰρ μόνον τό Ἐξ οὗ τὰ τοιαῦτα λέγεται, καὶ φυσική τις, ἵν' οὕτως εἴπω, ποιότης τῶν γεν νώντων νοεῖται τὰ γεννώμενα, τὸ τί κατ' οὐσίαν ἐστι τὸ γεννῶν ἐκφαίνοντα, καὶ καταλαμπρύνοντα τῆς οἰκείας πηγῆς τὴν κατὰ φύσιν ἐνέργειαν. καὶ ταῦτα μὲν πάλιν, ὡς ἐπὶ παραδειγμάτων, ἀνωτέρω δὲ τούτων δηλονότι Θεός· διά τοι τοῦτο τὸν ἀνθρώπινον ἀσθενοῦντα λόγον οὐκ αἰτιασόμεθα, "∆όξα γὰρ Κυρίου κρύπτει λόγον," καθὰ γέγραπται. καὶ εἰ βλέπομεν δι' ἐσόπτρου καὶ δι' αἰνίγματος, καὶ νοοῦμεν ἐκ μέρους, πῶς ἂν οὐχὶ πολλῷ δὴ μειζόνως τοῖς διὰ γλώττης ἀτονήσαιμεν ῥήμασιν; νοήσεις τοιγαροῦν εὐσεβῶς, ἢ κατὰ τοῦτον τὸν τρόπον τὸ πάντα δεδόσθαι παρὰ Πατρὸς τῷ Υἱῷ· ἢ παραλήψῃ πάλιν τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν λόγον, οὐκέτι τὸ δοῦναι καὶ λαβεῖν ἐπὶ τῶν φυ σικῶν ἰδιωμάτων εἰσφέροντα, ἀλλ' ἐπὶ τῇ κατὰ πάντων 1.256 τῶν γενητῶν ἐξουσίᾳ τιθέντα τὸν Υἱὸν, ἵνα πάλιν νοῇς τι τοιοῦτον. Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. Μὴ ἀπαυθαδιζέσθω, φησὶν, ὁ δυσήκοος, ἄνθρωπον ὁρῶν τὸν ἁπάντων Κύριον, μηδὲ νομιζέτω ψεύδεσθαι τὴν ἀλήθειαν, τὸ χρῆναι πιστεύειν ὡς Θεῷ διὰ τὴν σάρκα παραιτούμενος. δεχέσθω τὴν μαρτυρίαν αὐτοῦ, κατασφραγιζέτω δὲ προ θύμως, ὅτι ὁ Θεὸς ἀληθής ἐστιν, ἵνα μὴ λυπῇ τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα. ἀγαπᾷ γὰρ τὸν ἴδιον Υἱὸν, ἀπόδειξις δὲ τῆς εἰς αὐτὸν ἀγάπης, τὸ πάντων αὐτῷ δεδόσθαι τὴν ἐξου σίαν. ὃ δὴ καὶ αὐτὸς ἔφασκεν ὁ Σωτήρ "Πάντα μοι παρε "δόθη ὑπὸ τοῦ Πατρός μου." καὶ πάλιν "Ἐδόθη μοι πᾶσα "ἐξουσία ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς." καὶ οὐ δήπου διὰ τὸ δόξαι λαβεῖν ὁ Υἱὸς, εὐλόγως ἂν ὡς ἐλάττων ὑπό του κατηγοροῖτο, καὶ διατί; λαμβάνει γὰρ, ὅτε γέγονεν ἄν θρωπος, ὅτε τεταπείνωκεν ἑαυτὸν δι' ἡμᾶς, ὅτε δοῦλος ἐχρη μάτισεν ὁ ∆εσπότης, ὅτε γέγονεν ἐν οἰκέταις ὁ ἐλεύθερος Υἱός. ἐπεὶ κατὰ τίνα τρόπον τεταπείνωκεν ἑαυτὸν, ἢ πῶς ἐξ ἰσότητος τῆς πρὸς τὸν Θεὸν καὶ Πατέρα καταβεβηκέναι λέγεται; ἢ γὰρ οὐχ ὁρᾷς ἐν τούτοις τὸν μὲν διδόντα θεοπρεπῶς, τὸν δὲ ἀνθρωπίνως τε καὶ οἰκετικῶς λαμβάνειν λεγόμενον, ἅπερ εἶχεν ὡς Θεός; οὐ δόσις δὲ κυρίως ἐστὶν ἡ παρὰ Πατρὸς εἰς ἀρχὴν τεθεῖσα τῆς κατὰ πάντων κυριότητος τὸν Υἱόν· ἐπαναδρομὴ δὲ μᾶλλον καὶ ἐπανάληψις καὶ μετὰ σαρκὸς εἰς τὴν πρὸ σαρκὸς ἐξουσίαν· οὐ γὰρ ὅτε γέγονεν ἄνθρωπος, τότε τῆς κτίσεως ἄρχεται κρατεῖν. Ἐπεὶ πρὸς ποίαν ἐρεῖ τις αὐτὸν καταβεβηκέναι ταπεί νωσιν, εἴπερ ὅτε γέγονεν ἄνθρωπος, τότε τοῦ κυριεύειν 1.257 ἄρχεται; ἢ πῶς ἐν τῇ τοῦ δούλου φανεῖται μορφῇ, τότε δὴ καὶ μόλις ἁπάντων ἀναδεδειγμένος ∆εσπότης; ἄπαγε τῆς ἐν τούτοις ἀτοπίας τῶν λογισμῶν· ἀλλ' ἐπείπερ ἄνθρωπος γέγονε, τότε καὶ οὕτως ἄρχεται κρατεῖν, οὐκ ἀποβαλὼν τὸ θεοπρεπὲς ἀξίωμα διὰ τὴν σάρκα, ἀναβαίνων δὲ αὖθις καὶ μετὰ σαρκὸς ἐφ' ὅπερ ἦν ἐξ ἀρχῆς. ὅτι δὲ τῶν ἀρχαιοτέρων ἐπανάληψις ἦν τὰ ἐπὶ Χριστοῦ θρυλούμενα, πληροφορήσει λέγων αὐτός "Πάτερ δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ "τὸν κόσμον εἶναι παρὰ σοί." ὁρᾷς ὅπως οὐ δόξης ἀρχὴν, ἀλλ' ἐπανανέωσιν τὴν εἰς τὸ ἀρχαῖον αἰτεῖ, καὶ τοῦτο λέγων ὡς ἄνθρωπος; ὅτι δὲ πάλιν διὰ τὴν τῆς ἀνθρωπότητος αἰτίαν δεδόσθαι λέγεται τὰ πάντα τῷ Υἱῷ, πανταχόθεν μὲν ὁ φιλομαθὴς ἐπισωρεύσει σοφῶς, καὶ συνιέναι δυνήσεται, μάλιστα δὲ δι' ἐκείνης τῆς τοῦ ∆ανιὴλ φρικωδεστάτης ὀπτα σίας, ἐν ᾗ τὸν μὲν παλαιὸν τῶν ἡμερῶν τεθεᾶσθαί φησιν ἱδρυμένον ἐπὶ τοῦ θρόνου, χιλίας δὲ χιλιάδας, καὶ μυρίας μυριάδας, τὰς μὲν λειτουργεῖν, τὰς δὲ παριστάναι διισχυρί ζεται. προσετίθει δὲ τούτοις τό "Καὶ ἰδοὺ μετὰ τῶν νεφε "λῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν, καὶ ἕως "τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν, καὶ ἐνώπιον αὐτοῦ "προσηνέχθη, καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ "βασιλεία, καὶ πάντες οἱ λαοὶ φυλαὶ γλῶσσαι αὐτῷ δου "λεύσουσιν." ὁρᾷς ὅπως ἐν τούτοις ὅλον ἡμῖν ἀκριβῶς καταγράφεται τῆς ἐνανθρωπήσεως τὸ μυστήριον· ὁρᾷς ὅπως λαμβάνειν λέγεται τὴν βασιλείαν παρὰ Πατρὸς ὁ Υἱός· οὐ γυμνὸς τῷ προφήτῃ Λόγος, ἀλλ' ὡς υἱὸς ἀνθρώπου, φαινό μενος· ἐταπείνωσε γὰρ ἑαυτὸν, καθὰ γέγραπται, σχήματι δι' ἡμᾶς εὑρεθεὶς ὡς ἄνθρωπος· ἵνα καὶ πρῶτος εἰς βασιλείαν ἀνενεχθεὶς, ἀρχὴ πάλιν ἡμῖν καὶ ὁδὸς τῆς εἰς βασιλείαν δόξης 1.258 ἀναδειχθῇ. καὶ ὥσπερ ὑπάρχων κατὰ φύσιν ζωὴ καταβέβηκε δι' ἡμᾶς εἰς τὸν ὑπὲρ πάντων κατὰ σάρκα θάνατον, ἵνα ἡμᾶς καὶ θανάτου καὶ φθορᾶς ἐξέληται, διὰ τῆς πρὸς ἡμᾶς ὁμοιώ σεως οἷον ἀναμίξας ἑαυτῷ, καὶ ζωῆς τῆς αἰωνίου μετόχους ἀπεργασάμενος· οὕτω καὶ ταῖς ἡμετέραις ὀλιγοτιμίαις συσχη ματίζεται Κύριος τῆς δόξης ὑπάρχων, ὡς Θεὸς, ἵνα καὶ εἰς τὴν βασιλίδα τιμὴν ἀναγάγῃ τὴν ἀνθρώπου φύσιν. γέγονε γὰρ "ἐν πᾶσιν αὐτὸς πρωτεύων," ὡς ὁ Παῦλός φησιν, καὶ ὁδὸς καὶ θύρα καὶ ἀπαρχὴ τῶν τῆς ἀνθρωπότητος ἀγαθῶν ἐκ θανάτου πρὸς ζωὴν, ἐκ φθορᾶς εἰς ἀφθαρσίαν, ἐξ ἀσθενείας εἰς δύναμιν, ἐκ δουλείας εἰς υἱοθεσίαν, ἐξ ἀτιμίας καὶ ἀδοξίας εἰς τιμὴν καὶ δόξαν τὴν βασιλικήν. οὐκοῦν ὅταν φαίνηται λαμβάνων ὡς ἄνθρωπος ὁ Υἱὸς, ἅπερ εἶχεν ὡς Θεὸς, σκαν δαλιζώμεθα μὲν μηδαμῶς, ἐννοῶμεν δὲ μᾶλλον τῆς δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν οἰκονομίας τὸν τρόπον. οὕτω γὰρ ἄτρωτόν τε καὶ ἀζήμιον τὸν ἑαυτῶν διατηρήσομεν νοῦν. Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον. Οὐχ ἁπλῶς, οὐδὲ ἀζητήτως τοῖς πιστεύουσιν εἰς Χριστὸν ζωὴν προκεῖσθαι τὸ γέρας ὁ σοφώτατος ἐπιμαρτυρεῖ βαπ τιστὴς, ἀλλ' ἐξ αὐτῆς ἡμῖν, ἵν' οὕτως εἴπω, τῆς τῶν πραγ μάτων ποιότητος εἰσκομίζει τὴν ἀπόδειξιν· ζωὴ μὲν γὰρ κατὰ φύσιν ἐστὶν ὁ Μονογενής· "Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ "κινούμεθα καὶ ἐσμέν." εἰσοικίζεται δὲ πάντως ἡμῖν διὰ τῆς πίστεως, καὶ κατοικεῖ διὰ τοῦ Ἁγίου Πνεύματος· καὶ μαρτυ ρήσει λέγων ὁ μακάριος Ἰωάννης ὁ Εὐαγγελιστὴς ἐν οἰκείαις ἐπιστολαῖς "Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν, ὅτι "ἐκ τοῦ Πνεύματος αὐτοῦ ἔδωκεν ἡμῖν." ζωοποιήσει τοι γαροῦν ὁ Χριστὸς τοὺς πιστεύοντας εἰς αὐτὸν, ὡς αὐτὸς ὑπάρχων κατὰ φύσιν ζωὴ, καὶ λοιπὸν κατοικῶν ἐν αὐτοῖς. ὅτι 1.259 δὲ διὰ τῆς πίστεως ἐν ἡμῖν ὁ Υἱὸς αὐλίζεται, πληροφορήσει λέγων ὁ Παῦλος "Τούτου χάριν κάμπτω τὰ γόνατά μου "πρὸς τὸν Πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ "γῆς ὀνομάζεται, ἵνα δῷ ὑμῖν κατὰ τὸ πλοῦτος τῆς δόξης "τῆς ἁπλότητος αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύ "ματος αὐτοῦ, κατοικῆσαι τὸν Χριστὸν ἐν ταῖς καρδίαις "ὑμῶν διὰ τῆς πίστεως." ὅτε τοίνυν διὰ τῆς πίστεως ἡ κατὰ φύσιν ἡμῖν ἐπεισκρίνεται ζωὴ, πῶς οὐκ ἀληθὴς ὁ λέγων Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον; αὐτὸν δη λονότι τὸν Υἱὸν καὶ οὐχ ἑτέραν τινὰ παρ' αὐτὸν νοουμένην ζωήν. Ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωήν. Ἆρ' οὖν, ἐρεῖ τις τυχὸν, ἑτέραν ἡμῖν πρεσβεύει δόξαν ὁ βαπτιστὴς, καὶ τὸν τῆς ἀναστάσεως παραφθείρει λόγον, ζωοποιηθήσεσθαι μὲν τὸν πιστεύοντα λέγων, τὸν δὲ μὴ τοιοῦτον οὐκ ὄψεσθαι ζωὴν ὅλως διαβεβαιούμενος; ἐγερθη σόμεθα δὲ κατά γε τὸ εἰκὸς οὐ πάντες, ταύτην ἡμῖν εἰσκεκο μικότος τοῦ λόγου τὴν διαφοράν· εἶτα ποῖ ποτε χωρήσει τὸ ἀπολύτως καὶ ὡς ἐφ' ἅπασιν εἰρημένον "Ἀναστήσονται "οἱ νεκροί;" τί δ' ἂν καὶ δρῴη λέγων ὁ Παῦλος "Τοὺς γὰρ "πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ "Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς "ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον." Ἐπαινεῖσθαι μὲν οὖν οἰήσομαι δεῖν τὸν φιλομαθῆ, χρῆναι δὲ ὅμως ἀκριβεστάτην ἐν τοῖς ἱεροῖς γράμμασι ποιεῖσθαι τὴν βάσανον. ὅρα γάρ μοι σαφῶς τὴν τῶν εἰρημένων δια στολήν· περὶ μὲν γὰρ τοῦ πιστεύοντός φησιν, ὅτι ζωὴν ἕξει τὴν αἰώνιον, περὶ δὲ τοῦ ἀπειθήσαντος, ἑτέραν ὁ λόγος ἔχει τὴν ἔμφασιν. οὐ γὰρ ἔφη ζωὴν οὐχ ἕξειν αὐτόν· ἐγερθή σεται γὰρ τῷ κοινῷ τῆς ἀναστάσεως νόμῳ· ἀλλὰ ζωὴν οὐκ 1.260 ὄψεσθαί φησιν, τουτέστιν, οὐδ' ὅσον εἰς θεωρίαν ψιλὴν τῆς τῶν ἁγίων ἐφίξεται· ζωῆς, οὐχ ἅψεται τῆς ἐκείνων μακαριό τητος, ἄγευστος διαμενεῖ τῆς ἐν εὐφροσύναις διαγωγῆς· ζωὴ γὰρ ὄντως ἐκείνη· τὸ δὲ ἐν κολάσεσιν ἀναπνεῖν, θανάτου παντὸς ἀνιαρώτερον, ἐπὶ μόνῃ τῇ τῶν κακῶν αἰσθήσει ψυχὴν συνέχον ἐν σώματι. τοιαύτην τινὰ καὶ ὁ Παῦλος ζωῆς εἰσφέρει διαφοράν. ἄκουε τί φησι πρὸς τοὺς ἐν κακίᾳ νενεκρωμένους διὰ Χριστόν "Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ "ὑμῶν κέκρυπται ἐν τῷ Θεῷ σὺν τῷ Χριστῷ· ὅταν ὁ "Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ "φανερωθήσεσθε ἐν δόξῃ." ὁρᾷς ὅπως τὸ ἐν δόξῃ φανερω θῆναι μετὰ Χριστοῦ τὴν τῶν ἁγίων ὀνομάζει ζωήν; τί δὲ ὅταν ἡμῖν καὶ ὁ ψαλμῳδὸς ἀναμέλπῃ λέγων "Τίς ἐστιν "ἄνθρωπος ὁ θέλων ζωὴν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; "παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ·" ἆρ' οὐχὶ τὴν τῶν ἁγίων ἐν τούτοις ἐροῦμεν κατασημαίνεσθαι ζωήν; ἀλλ' ἔστιν, οἶμαι, πᾶσι καταφανές. οὐ γὰρ δήπου τῶν φαύλων ἀποσχέ σθαι κελεύει τινὰς, ἵνα δὴ τύχοιεν τῆς εἰσαῦθις ἀναβιώσεως τῆς σαρκός· ἀναστήσονται γὰρ καὶ εἰ μὴ πεπαύσοιντο τοῦ κακοῦ· πρὸς ἐκείνην δὲ μᾶλλον ἐρεθίζει τὴν ζωὴν, ἐν ᾗ πάντως ἐστὶν ἡμέρας ἰδεῖν ἀγαθὰς, ἐν μακαριότητι καὶ δόξῃ τὸν μακραίωνα τρίβοντας βίον. Ἀλλ' ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτόν. Γυμνότερον ἡμῖν διὰ τῆς ἐν τούτοις ἐπαγωγῆς τὸν τῶν εἰρημένων σκοπὸν ὁ μακάριος ἔδειξε βαπτιστής. περιαθρείτω δὲ πάλιν ὁ φιλοζητητὴς τὴν τοῦ νοήματος δύναμιν. "Ὁ "ἀπειθῶν, φησὶ, τῷ Υἱῷ οὐκ ὄψεται ζωὴν," ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτόν. ἀλλ' εἴπερ ἦν ὄντως ἔρημον ἔσεσθαι 1.261 τῆς ἐν σώματι ζωῆς ἐννοῆσαι τὸν ἀπειθήσαντα, πάντως ἂν ὅτι καὶ ἐπήνεγκεν εὐθύς Ἀλλ' ὁ θάνατος μένει ἐπ' αὐτόν. ἐπειδὴ δὲ ὀργὴν ὀνομάζει Θεοῦ, δῆλον ἂν εἴη λοιπὸν ταῖς τῶν ἁγίων εὐθυμίαις τὴν τῶν ἀσεβῶν ἀντιδιαστέλλων κόλασιν, καὶ ζωὴν μὲν ἀποκαλῶν τὴν ὄντως ζωὴν ἐν δόξῃ μετὰ Χριστοῦ, τὰς δὲ ἐπὶ τοῖς ἀσεβοῦσιν αἰκίας ὀργὴν τοῦ Θεοῦ. ὅτι δὲ ὀργὴ πολλάκις ἡ κόλασις παρὰ ταῖς θείαις εἴρηται γραφαῖς, δύο παροίσω τοὺς μάρτυρας, Παῦλόν τε καὶ Ἰω άννην· ὁ μὲν γὰρ ἔφη πρὸς τοὺς ἐξ ἐθνῶν ἐπιστρέφοντας "Καὶ ἦμεν τέκνα ὀργῆς φύσει, ὡς καὶ οἱ λοιποί·" ὁ δὲ τοῖς γραμματεῦσι καὶ Φαρισαίοις "Γεννήματα ἐχιδνῶν, τίς ὑπέ "δειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;" Ὡς οὖν ἔγνω ὁ Κύριος ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης· καίτοι γε αὐτὸς Ἰησοῦς οὐκ ἐβάπτιζεν, ἀλλ' οἱ μαθηταὶ αὐτοῦ· ἀφῆκε τὴν Ἰουδαίαν καὶ ἀπῆλθε πάλιν εἰς τὴν Γαλιλαίαν. Πόθεν ἡμῖν εἰς τοῦτο πρόεισιν ὁ λόγος, ἢ ἐκ ποίας ἀρχῆς ἡ τοῦ διηγήματος καθέλκουσα τάξις, ἐγνωκότα τὸν Κύριον εἰσφέρει τοὺς Φαρισαίους ἅπερ ἐπύθοντο μαθεῖν, οὐκ ἄκομψον, ὡς ἔοικεν, εἰπεῖν. τὸ γάρ Ὡς οὖν ἔγνω λέγειν τὸν ἅγιον Εὐαγγελιστὴν, ἔμφασίν τινα προϋποκειμένου σαφῶς ἀνατίκτει πράγματος· πάντα μὲν γὰρ, οὐδενός τι καταμη νύοντος, αὐτομάτως οἶδεν, ὡς Θεὸς, καὶ οὐχ ὅτε γίγνεται πρῶτον, ἀλλὰ καὶ "πρὶν γενέσεως αὐτῶν," ὡς ὁ προφήτης διεμαρτύρατο. περιμένει δὲ τοὺς ἐφ' ἑκάστῳ καιροὺς, καὶ ταῖς τῶν πραγμάτων ἀκολουθίαις, ἢ τῇ προγνώσει, μᾶλλον ἐνδίδωσιν· ἦν γὰρ δὴ καὶ τοῦτο θεοπρεποῦς οἰκονομίας ἄξιον. 1.262 Ζητήσεως τοιγαροῦν γενομένης "ἐκ τῶν μαθητῶν Ἰω "άννου μετὰ Ἰουδαίου περὶ καθαρισμοῦ," πολὺς παρ' ἀμφοῖν ἦν ὁ λόγος. οἱ μὲν γὰρ τῷ οἰκείῳ διδασκάλῳ συναγορεύ οντες, τῶν νομικῶν περιῤῥαντηρίων καὶ τῶν παρ' ἐκείνοις τυπικῶν καθαρισμῶν ἐν ἀμείνοσιν ἤδη μέτροις τὸ δι' αὐτοῦ γενέσθαι διετείνοντο βάπτισμα· καὶ δὴ κατὰ τὸ εἰκὸς εἰς ἀπόδειξιν ἐποιοῦντο τοῦ πράγματος, τὸ πολλοὺς μὲν ἰέναι πρὸς αὐτὸν, τῶν δὲ ἀρχαιοτέρων τε καὶ ἄνωθεν ἐθῶν ἥδιστα λίαν ἀποφοιτᾶν. οἱ δὲ αὖ πάλιν, ἐπείπερ τοῖς δι' ἐναντίας ὁ λόγος ἐφέρετο κατὰ πρανοῦς, καὶ ὑδάτων δίκην καταῤῥοί ζουσα τῆς ἀληθείας ἡ δύναμις τὸν ἀδρανῆ τῶν ἀνθεστηκότων ἐβάπτιζε νοῦν, ἐπὶ τὸ παρὰ γνώμην χωροῦσι, καὶ ἄκοντες, πολὺ δὴ κάλλιον εἶναι λέγοντες τὸ διὰ Χριστοῦ χορηγού μενον βάπτισμα· καὶ κατεκράτουν ἤδη τοῖς ἴσοις εἰς ἀπό δειξιν ἀποχρησάμενοι λογισμοῖς, καὶ διὰ τῶν αὐτῶν ἐνθυμη μάτων τοῖς νενικηκόσιν ἀντεγειρόμενοι· πολλῷ γὰρ ὁρᾶσθαι πλείους διισχυρίζοντο τοὺς προσιόντας Χριστῷ, καὶ πάντας ἐκείνῳ μᾶλλον ἤπερ Ἰωάννῃ προστρέχειν· ὅθεν οἶμαι καὶ εἰς λύπην ἀνακαυθέντας τοὺς Ἰωάννου μαθητὰς τῷ οἰκείῳ προσ ελθεῖν διδασκάλῳ λέγοντας "Ῥαββὶ, ὃς ἦν μετὰ σοῦ πέραν "τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει, καὶ "πάντες ἔρχονται πρὸς αὐτόν." τὰς γὰρ ἐξ ἔριδος τῶν Ἰουδαίων προτάσεις, ἤτοι λόγους ἀποδεικτικοὺς, ὡς ἐν ἐρω τήσει προΐσχονται. ἐντεῦθεν τοιγαροῦν ἐγνωκέναι φησὶν ὁ Εὐαγγελιστὴς τὸν Κύριον ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ ἢ Ἰωάννης, εἶτα τὸν ἐξαίσιον αὐτῶν παραιτούμενος φθόνον, καὶ καιρῷ φυλάττων ἰδίῳ τὸ παθεῖν, τῆς μὲν τῶν Ἰουδαίων ὑπέξεισι χώρας, ἀναχωρεῖ δὲ πάλιν εἰς τὴν Γαλιλαίαν. 1.263 Ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας· ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχὰρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ. Ὦ πολλῆς ἀγχινοίας καὶ ἀκράτου νήψεως· φθάνει ταῖς ἀπολογίαις τὰ ζητηθήσεσθαι προσδοκώμενα. εἶπε γὰρ ἄν τις εὐθὺς, ἢ ἑτέρῳ προσλαλῶν, ἢ λεληθότως διενθυμούμενος Τοῦ δὴ χάριν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, οὐκ ἐν καιρῷ τῷ καθήκοντι τὸν Σαμαρειτῶν ἐποιήσατο φωτισμόν; προσ ῆλθε μὲν γὰρ ἡ Συροφοινίκισσά ποτε, τὸν ἐπὶ τῇ ταλαιπώρῳ θυγατρὶ μετὰ δακρύων ἔλεον ἐξαιτοῦσα, καὶ τί πρὸς αὐτὴν ὁ φιλοικτίρμων; "Οὐ καλὸν, φησὶ, λαβεῖν τὸν ἄρτον τῶν "τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις·" οὐ γὰρ, οἶμαι, δεῖν ἐδοκίμαζε, πρόωρον τοῖς ἐξ ἐθνῶν τὴν τοῖς ἐξ Ἰσραὴλ ἀπο νεμηθεῖσαν ἐπιδαψιλεύσασθαι χάριν· ὃ δὴ καὶ σαφέστερον αὐτὸς ἐποίει λέγων "Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα "τὰ ἀπολωλότα οἴκου Ἰσραήλ." πῶς οὖν ἄρα, φήσειεν ἄν τις, ὁ πρὸς μόνον ἀπεσταλμένος τὸν Ἰσραὴλ τὸ Σαμαρειτῶν ἐπαίδευε γένος, καίτοι τοῦ Ἰσραὴλ οὔπω παντελῶς τὴν χάριν ἀπολακτίσαντος; πρὸς δὴ τὰ τοιαῦτα, πιθανὴν μετ' ἐξουσίας τὴν ἀπολογίαν εἰσφέρει τό Ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας· οὐ γὰρ δὴ τούτου γε ἕνεκα καὶ μόνου τὴν πρὸς Σαμαρείτας ἀποδημίαν ἐστείλατο, ἐφ' ᾧ τε κηρύξαι παρ' αὐτοῖς τὸν λόγον, καὶ ὅλην ἐξ ὅλου μεταστῆσαι τὴν εὐλο γίαν τοῦ Ἰσραήλ· ἀλλ' ἐπείπερ ἔδει παρέρχεσθαι, διὰ τοῦτο διδάσκει, τὸ σοφίας ἔργον ἀποτελῶν. Ὥσπερ γὰρ οὐκ ἄν ποτε τῆς ἐνούσης αὐτῷ κατὰ φύσιν καυστικῆς ἐνεργείας καταλήξαι τὸ πῦρ, οὕτως οἶμαι κατὰ τὸ παντελὲς ὑπάρχειν ἀμήχανον τὴν τῶν ὅλων σοφίαν μὴ οὐχὶ τὸ σοφίᾳ πρέπον ἐνεργεῖν· καὶ ὥσπερ οὐκ ἐξεῖναι λέγων 1.264 λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις, δακρυῤῥοοῦντι καὶ πολλοῖς εἰς ἔλεον ἐκλιπαροῦντι λόγοις, προσέῤῥιψε τῷ γυναίῳ τὴν χάριν, οὐ παρ' ἑτέρου νομοθετού μενος τὸν τοῦ διδόναι καιρὸν, ἀλλ' αὐτὸς ὑπάρχων μετὰ Πατρὸς ὁριστὴς, ὡς Υἱὸς καὶ Θεὸς καὶ Κύριος· οὕτω καὶ Σαμαρείτας ἠλέει, καὶ τῆς θεοπρεποῦς ἐξουσίας τὴν ἄφρα στον ἀνακαλύπτων δύναμιν, ὁδοῦ πάρεργον χώρας ὅλης ποιεῖται τὸν φωτισμόν. Ἦν δὲ καὶ ἑτέρως ἄτοπον, ἤδη ταῖς ἀπονοίαις λελυττη κότα καὶ φονῶντα κατὰ τοῦ Κυρίου τὸν Ἰσραὴλ ἀγαπᾶσθαι τελείως. ἐπειδὴ δὲ οὔπω μὲν ὁλοτελῶς, διώκει δ' οὖν ὅμως ἔτι συμμέτρως, διὰ τοῦτο καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς οὔπω μὲν αὐτὸν ὁλοκλήρως ἀπογυμνοῖ τῆς χάριτος, ἐξέλκει δ' οὖν ὅμως εἰς ἑτέρους τὴν εὐλογίαν κατὰ βραχύ. τὸ δὲ ὅλως τῆς Ἰουδαίων ἀπανίστασθαι χώρας, καὶ εἰς τὴν τῶν ἀλλογενῶν σπουδάζειν ἰέναι, διὰ τὴν τῶν διωκόντων ἀπανθρωπίαν, ἀπειλή τις ἦν, καθάπερ ἐν τύπῳ ζωγραφου μένη τῇ τοῦ πράγματος φύσει, ὡς ὁλόκληρον ἤδη τῆς χάριτος ὑπομενοῦσι ζημίαν, καὶ παραπέμψουσιν εἰς ἑτέρους τὸ οἰκεῖον ἀγαθὸν, τουτέστι τὸν Χριστὸν, εἰ μὴ τῆς εἰς αὐτὸν παροινίας ἀπόσχοιντο. Ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ· ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκτῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ. Τοὺς τῆς Ἰουδαίας ὅρους ἐκβεβηκὼς, καὶ παρὰ τοῖς ἀλλογενέσιν ἤδη γεγονὼς ὁ Σωτὴρ ἐπὶ τῇ πηγῇ καταλύει τοῦ Ἰακώβ· ὡς ἐν τύπῳ πάλιν ἡμῖν καὶ δι' αἰνίγματος ὑπο δεικνὺς, ὅτι κἂν τῆς Ἱερουσαλὴμ τὸ εὐαγγελικὸν ἐκφοιτήσῃ κήρυγμα, καὶ εἰς ἔθνη λοιπὸν ὁ θεῖος ἐκδράμοι λόγος, οὐ συναποβληθήσεται τῷ Ἰσραὴλ ἡ εἰς τοὺς πατέρας ἀγάπη, 1.265 ἀλλὰ πάλιν αὐτῶν ἀνθέξεται Χριστὸς, καὶ ἐπαναπαύσεται καὶ καταλύσει πάλιν ὡς ἐν ἁγίοις, ἀμάραντον αὐτοῖς τὴν ἐν ἀρχαῖς ἀποσώζων χάριν. ἐμφιλοχωρεῖ δὲ ταῖς τῶν ἁγίων μνήμαις, ἵνα τύπον ἡμῖν ἑαυτὸν κἀν τούτῳ παράσχοι, καὶ ἀρχὴ καὶ θύρα τῆς εἰς τοὺς πατέρας γένοιτο τιμῆς. καταλύει δὲ κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας, ὡς γέγραπται, ἵνα κἀν τούτῳ τῆς τῶν ἐλαυνόντων αὐτὸν ἀσεβείας κατηγορῇ. δέον γὰρ ταῖς εὐγνώμοσιν ἀνακτᾶσθαι τιμαῖς, αἰδοῖ τε καὶ φόβῳ περιθάλπειν ὡς εὐεργέτην, ἱδρῶτι καὶ πόνοις καταικίζονται τὸν Κύριον, ἵνα καὶ ἀληθεύοι λέγων περὶ αὐτῶν ἐν βίβλῳ ψαλμῶν "Καὶ ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν." Ἰουδαίων μὲν οὖν ἐν τούτοις ὁρᾶται τὸ θράσος. τί δὲ ἄρα φήσουσι πρὸς τοῦτο πάλιν ἡμῖν καὶ οἱ τῆς ἐκείνων ἀπονοίας γείτονες Ἀρειανοὶ, μᾶλλον δὲ πρὸς οὓς ἂν λέγοιτο δικαίως Ἐδικαιώθη Σόδομα ἐκ σοῦ; οἱ μὲν γὰρ κατὰ σάρκα σταυ ροῦσι Χριστὸν, οἱ δὲ εἰς αὐτὴν ἐμπαροινοῦσι τὴν ἄῤῥητον τοῦ Λόγου φύσιν. ἰδοὺ κεκοπίακεν ἐκ τῆς ὁδοιπορίας· τίς ὁ τοῦτο παθών; ἆρα καὶ ἰσχύος ἡμῖν ἐπιδεᾶ τὸν τῶν δυνά μεων εἰσοίσετε Κύριον, καὶ αὐτῷ τῷ ἐκ Πατρὸς Μονογενεῖ τὸν ἐκ τῆς ὁδοιπορίας ἀναθήσετε πόνον, ἵνα καὶ παθητὸς νοῆται λοιπὸν ὁ παθεῖν οὐκ εἰδώς; ἢ φρονεῖν μὲν οὕτω παραιτήσεσθε ποιοῦντες ὀρθῶς, μόνῃ δὲ τῇ τοῦ σώματος φύσει περιθήσετε τὰ ἐπὶ τούτοις ἐγκλήματα, μᾶλλον δὲ τῇ ἀνθρωπότητι πρέπειν ἐρεῖτε τὸν πόνον, ἤπερ ὄντι καὶ νοου μένῳ γυμνῷ καὶ καθ' ἑαυτὸν τῷ Λόγῳ; ὅνπερ οὖν τρόπον ἐν ἰδίᾳ φύσει τὸ πάντα δύνασθαι κεκτημένος, καὶ αὐτὸς ὑπάρχων ἡ πάντων ἰσχὺς κεκοπιακέναι λέγεται· μὴ γάρ μοι, μὴ διέλῃς εἰς υἱῶν δυάδα τὸν ἕνα Χριστὸν, κἂν τὰ τῆς ἀνθρωπότητος εἰς ἑαυτὸν οἰκειοῦται πάθη· καίτοι μένων 1.266 ἀπαθὴς, ἐπείπερ ἄνθρωπος γέγονεν, ὁ κοπιᾶν μὴ πεφυκώς· οὕτως εἴ τι καὶ λέγοι τῶν ὅσα δὴ πρέπειν ἀνθρώπῳ μᾶλλον οἰησόμεθα δεῖν, καὶ οὐκ ἄρα τῷ Θεῷ, μὴ λεξιθηρῶμεν εὐθὺς, μηδὲ ὅτε μάλιστα τέχνης ἡμῖν τῆς εἰς εὐσέβειαν δεῖ, τότε δὴ διαφερόντως ἀμαθαίνοντες ἁλισκώμεθα, τὸν μὲν τῆς μετὰ σαρκὸς οἰκονομίας ὡς ποῤῥωτάτω ποιούμενοι λόγον, ἐπ' αὐτὴν δὲ θερμῶς ἀναβαίνοντες τὴν τοῦ Λόγου θεότητα, καὶ τῶν ὑπὲρ ἡμᾶς πραγμάτων ἐκ πολλῆς τῆς ἀμαθίας ἁπτό μενοι. εἰ μὲν γὰρ ὅλως οὐ κεχρημάτικεν ἄνθρωπος, εἰ μὴ γέγονεν ἐν τῇ τοῦ δούλου μορφῇ, θορυβεῖσθαι δίκαιον, ὅταν τι λέγῃ δουλοπρεπὲς, ἀπαιτεῖσθαι δὲ μᾶλλον πάντα κατὰ τὸν πρέποντα τῷ Θεῷ λόγον· εἰ δὲ σωζόμενον ἐν πίστει βεβαίᾳ καὶ ἀνενδοιάστως τεθαρσήκαμεν, ὅτι κατὰ τὴν Ἰωάννου φωνήν "Ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν," ὅταν ἴδῃς ὡς σάρκα λαλοῦντα, τουτέστιν ὡς ἄνθρωπον, δέχου πρὸς ἀσφάλειαν τοῦ κηρύγματος τὸν ἀνθρώπῳ πρέ ποντα λόγον. οὐ γὰρ ἦν ἑτέρως ἐπιγνῶναι σαφῶς, ὅτι Θεὸς ὢν καὶ Λόγος, γέγονεν ἄνθρωπος, εἰ μή τι καὶ παθεῖν ὁ ἀπαθὴς, καὶ λαλῆσαί τι ταπεινὸν ὁ ὑψηλὸς ἀναγέγραπτο. Ὥρα ἦν ὡς ἕκτη. Εὐαφόρμως ἐπὶ τῇ πηγῇ καταλύοντα δεικνύει τὸν Ἰησοῦν. ἡλίου γὰρ ἀκμαιοτάτην ἀπὸ μέσων ἁψίδων τοῖς ἐπὶ τῆς γῆς τὴν ἀκτῖνα καταχέοντος, καὶ ἀκράτοις τὰ σώματα κατα φλέγοντος βολαῖς, τὸ μὲν ἔτι πρόσω βαδίζειν οὐκ ἀζήμιον, τὸ δὲ ἀναπνεῦσαι βραχὺ μᾶλλον ἦν ἀκολουθότερον, ὅτε δὴ μάλιστα καὶ τὴν ἐπὶ τρυφαῖς αἰτίαν ῥᾳδίως ἂν ἀπεκρούσατο, καιροῦ τοῦ πρέποντος συνηγοροῦντος τῷ πράγματι. ἕκτην δ' οὐκ ἀκριβῶς, ἀλλ' ὡς ἕκτην εἶναι τὴν ὥραν φησὶν, ἵνα καὶ 1.267 ἡμεῖς μανθάνωμεν μηδὲ ἐν τοῖς ἐλαχίστοις ἀδιαφορεῖν, πει ρᾶσθαι δὲ μᾶλλον καὶ τὴν ἐν τοῖς τυχοῦσιν ἐπιτηδεύειν ἀλήθειαν. Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. λέγει αὐτῇ ὁ Ἰησοῦς ∆ός μοι πιεῖν. οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσι. λέγει αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις. Οὐκ ἠγνόει τοῦ γυναίου τὴν ἄφιξιν ὁ Σωτήρ. εὖ γὰρ δὴ καὶ λίαν ἠπίστατο Θεὸς ὑπάρχων ἀληθινὸς, ὡς αὐτίκα παρέσται ψυχρὸν ἀπὸ κρήνης ἀρυσομένη τὸ νᾶμα· ἐπειδὴ δὲ ἤδη παρῆν, εἴσω βρόχων ἐποιεῖτο τὸ θήραμα, καὶ τὸν τῆς διδασκαλίας εὐθὺ κατατείνων λόγον, ἀπὸ τῶν ἐν χερσὶ πραγμάτων ἐποιεῖτο τὴν διάλεξιν. Τὸ μὲν οὖν μηδαμόθεν χρῆναι καταμολύνεσθαι, τοῖς Ἰουδαίοις ὁ νόμος ἐπραγματεύετο· διά τε τοῦτο παντὸς ἀναχωρεῖν ἀκαθάρτου διετύπου πράγματος, καὶ μήτε ἀλλο γενέσιν ἢ ἀπεριτμήτοις ἀναμιγνύσθαι. οἱ δὲ εἰς πολύ τι πλέον ἀναφέροντες τῆς ἐντολῆς τὴν δύναμιν, καὶ εἰκαιοτάταις μᾶλλον ἐπιτηρήσεσιν, ἢ ταῖς ἀκριβείαις τῶν λεγομένων ἀκολουθήσαντες, οὐδ' ὅσον ἀποθίγειν τῆς τῶν ἀλλοφύλων σαρκὸς ἀποτολμῶντες, ἁπάσης δὲ εἴσω πεσεῖν ἀκαθαρσίας ἐνόμιζον, εἰ κατά τι γοῦν ὀφθεῖεν ὅλως Σαμαρείταις συμβαί νοντες. εἰς τοσοῦτον δὲ αὐτοῖς τὰ τῆς διαστάσεως ἐχώρει λοιπὸν, ὡς καὶ ὕδατος καὶ τροφῆς ἀπογεύεσθαι ναρκᾶν, τῆς διὰ χειρὸς ἀλλοφύλων προσκομιζομένης. ἵνα τοίνυν ξενοφω νήσῃ τὸ γύναιον, καὶ τὸ ἀσύνηθες αὐτῷ καλέσῃ πρὸς ζήτησιν, τίς μὲν εἴη, καὶ πόθεν, ἢ καὶ ὅπως τῶν Ἰουδαϊκῶν κατεφρόνησεν ἐθῶν· οὕτω τε λοιπὸν ὁ λόγος ἐπὶ τὸν οἰκεῖον 1.268 βαδίζοι σκοπὸν, καὶ τὸ διψῆν ὑποκρίνεται, λέγων ∆ός μοι πιεῖν. ἡ δὲ ἔφη· Πῶς σὺ Ἰουδαῖος ὢν παρ' ἐμοῦ ζητεῖς πιεῖν ὕδωρ γυναικὸς Σαμαρείτιδος οὔσης; οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρεί ταις. ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ. Ἀρχὴ μαθήσεως ζήτησις, καὶ ῥίζα τῆς ἐπί τισιν ἀγνοου μένοις συνέσεως ἡ περὶ αὐτῶν ἐπαπόρησις. ταύτην ὁ λόγος ἑλεῖν ἐπιθυμεῖ τὴν ἀρχήν· διά τοι τοῦτο καὶ τὸ δοκεῖν ἡγεῖσθαι μηδὲν τὰ τῶν Ἰουδαίων ἔθη σοφῶς ὁ Σωτὴρ ὑπεπλάττετο. Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι ∆ός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκέ σοι ὕδωρ ζῶν. λέγει αὐτῷ ἡ γυνή. Τὴν ὑπερκόσμιόν τε καὶ ὑπερουράνιον οὐκ εἰδυῖα τοῦ Μονο γενοῦς οὐσίαν, μᾶλλον δὲ ἀγνοοῦσα παντελῶς τὸν ἐνανθρω πήσαντα Λόγον, Ἰουδαῖον οὖν αὐτὸν ὠνόμαζεν ἡ γυνή. καὶ σιωπᾷ μὲν πρὸς τοῦτο χρησίμως, ἵνα σώζηται πάλιν ἡ τοῦ πρὸς αὐτὴν ὑπόθεσις λόγου· ἀναφέρει δ' οὖν ὅμως εἰς ὑψη λοτέραν τὴν περὶ αὐτοῦ διάληψιν, οὐκ εἰδέναι λέγων, τίς ὁ ποτὸν αἰτήσας ἐστὶν, ἢ καὶ ὅσην ἔχει τὴν χάριν τὰ θεόθεν χορηγούμενα, ὡς εἴπερ ἔχοι τὴν γνῶσιν, οὐκ ἂν ὑστερίζειν ἠνέσχετο, ᾔτησε γὰρ ἂν προλαβοῦσα τὸν Κύριον. ἐρεθίζει μὲν οὖν διὰ τούτων εἰς τὸ καὶ λίαν ἐσπουδασμένως ἐθελῆσαι μαθεῖν. ἐπιτήρει δὲ ὅπως εὐφυᾶ δὴ καὶ νῦν καὶ κόμπου γυμνὸν ἐπιτηδεύων λόγον, Θεὸν ἑαυτὸν εἶναί φησιν, εἰ καὶ βραδεῖα πρὸς τὸ δύνασθαι νοεῖν ἡ γυνή. ἀποθαυμάζειν γὰρ ἀναπείθων τὴν τοῦ Θεοῦ δωρεὰν, ταύτης ἑαυτὸν εἰσφέρει 1.269 χορηγόν· εἰ γὰρ ᾔδεις φησὶ τὴν δωρεὰν τοῦ Θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι, σὺ ἂν ᾔτησας αὐτόν. τίνι δ' ἂν καὶ πρέποι τὸ χαρίζεσθαι τὰ Θεοῦ; μὴ οὐχὶ κατὰ φύσιν ὄντι Θεῷ; Ὕδωρ δὲ ζῶν ἀποκαλεῖ τὴν ζωοποιὸν τοῦ Πνεύματος δόσιν, δι' ἧς καὶ μόνης ἡ ἀνθρωπότης, καίτοι τοῖς ἐν ὄρεσι πρέμνοις αὐαινομένη παραπλησίως, ξηρά τε ἤδη καὶ πάσης ἄγονος ἀρετῆς ταῖς τοῦ διαβόλου κακουργίαις ἀναδεδειγμένη, πρὸς τὸ ἀρχαῖον ἐπανατρέχει τῆς φύσεως κάλλος, καὶ τὴν ζωο ποιὸν ἐκπίνουσα χάριν, πολυτρόποις ἀγαθῶν ἰδέαις περιανθί ζεται, καὶ εἰς ἕξιν ἀναβλαστῶσα τὴν φιλάρετον, εὐτραφε στάτους τῆς εἰς Θεὸν ἀγάπης ἀνίησι κλῶνας. τοιοῦτον δέ τι καὶ διὰ τοῦ προφήτου φησὶν Ἡσαΐου πρὸς ἡμᾶς ὁ Θεός "Εὐλογήσει με τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες καὶ θυγατέρες "στρουθῶν, ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ ποταμοὺς ἐν "τῇ ἀνύδρῳ, ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτὸν, λαόν μου "ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθαι." ἔσεσθαι δὲ καὶ τὴν τοῦ δικαίου ψυχὴν, "ὡς ξύλον ἔγκαρπον," ἕτερός τις φησὶ τῶν ἁγίων, καὶ ἀνατελεῖν μὲν, ὡσεὶ χόρτον ἀνα μέσον ὕδατος, ὀφθήσεσθαι δὲ ὡς ἰτέαν ἐπὶ παραῤῥέον ὕδωρ. ∆υνατὸν μὲν οὖν τοῖς εἰρημένοις καὶ ἑτέρας ἡμᾶς ἐπισω ρεύειν τὰς ἀπὸ τῆς θείας γραφῆς μαρτυρίας, δι' ὧν ἦν καὶ μάλα ῥᾳδίως ἐπιδεικνύειν, ὡς ἐν ὕδατος προσηγορίᾳ τὸ θεῖον πολλάκις κατωνόμασται πνεῦμα. τὸ δὲ τούτοις ἡμᾶς ἐμφι λοχωρεῖν οὐ καιρός· διὸ δὴ πάλιν ἑτέροις ἐπινηξόμεθα πρὸς τὸ μέγα καὶ πλατὺ τῶν θείων θεωρημάτων ἐπειγόμενοι πέλαγος. Κύριε, οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; Οὐδὲν τῶν ἐν συνηθείᾳ πλέον ἡ γυνὴ φαντάζεται, καὶ 1.270 συνίησι μὲν οὐδαμῶς τῶν εἰρημένων τὴν δύναμιν, οἴεται δὲ ὅτι κατά τινας τῶν ἐξ ἐπῳδῆς καὶ δαιμονιώδους ἀπάτης θαυματουργεῖν εἰωθότων, σχοινίου τε δίχα καί τινος ἑτέρας μηχανῆς, αὐτόματον αὐτῇ τὸ ὕδωρ ἐκ τῶν φρεατίων ἀνοίσει πυθμένων. ὕδωρ δὲ ζῶν, ὡς πρὸς τὸν οἰκεῖον ὀνομάζει σκοπὸν, τὸ νεωστὶ τῶν πηγαίων ἀνομβρῆσαν μαστῶν. Μὴ σὺ μείζων τοῦ πατρὸς ἡμῶν Ἰακὼβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ τοῦτο καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ. Ἑαυτῆς ἐπιλαμβάνεται καὶ σφόδρα τὴν ταχίστην ἡ γυνὴ, συνορᾷ δὲ οὐχ ὁσίως, οὐδὲ πάντως ἀληθεῖς λαβοῦσα τὰς ὑπονοίας περὶ αὐτοῦ· οὐ γὰρ ἦν μὴ πάντως ὠφελεῖσθαι πρὸς νῆψιν, τὴν ὅλως τῶν θείων ἀπολαύουσαν λόγων. ὡς ἐνδεχομένου τοιγαροῦν ἐπῳδὸν μὲν οὐκ εἶναι τὸν λέγοντα, προφήτην δὲ μᾶλλον, καὶ τῶν ἐν ἁγιασμῷ διαπρεπεῖ, διά τε τοῦτο παρέξειν αὐτῇ τὸ ὕδωρ τὸ ζῶν κατεπαγγέλλεσθαι, καὶ δίχα τῶν κατὰ συνήθειαν ἀντλημάτων, ἢ πολὺ πρὸς χρῆσιν τὸ ἄμεινον ἐξ ἑτέρας ἀνευρίσκοντα πηγῆς, μετατίθησι τὸν λόγον εὐθὺς ἐπὶ τὸ σωφρονέστερον, καὶ ὡς ἅγιον ἁγίῳ συγκρίνει λέγουσα Μὴ σὺ μείζων τοῦ πατρὸς ἡμῶν Ἰακὼβ ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ τοῦτο; δέχου τοῦ νοήματος τὴν περίνοιαν, ἐκ τοῦ μηκέτι θαυμάζειν αὐτὴν, εἰ σχοινίον οὐκ ἔχων τὸ ὕδωρ ἐπαγγέλλεται, τῆς δὲ κατὰ γεῦσιν ποιότητος πέρι διαλέγεσθαι μόνης. Σαμαρεῖται μὲν οὖν ἀλλογενεῖς· Βαβυλωνίων γὰρ ἄποικοι· πατέρα δὲ καὶ αὐτοὶ τὸν Ἰακὼβ ἐπιγράφονται κατὰ δύο τρό πους· ὡς γὰρ ὅμορόν τε καὶ γείτονα τῆς Ἰουδαίων οἰκοῦντες χώραν, ὀλίγα τῆς ἐκείνων λατρείας εἰς ἑαυτοὺς ἀνεμάττοντο, καὶ τοῖς Ἰουδαίων πατράσιν ἐπαυχεῖν ἐμελέτων. ἄλλως τε καὶ 1.271 ἦν ὄντως ἀληθὲς, ὅτι τῆς Ἰακὼβ ἐξέφυσαν ῥίζης τῶν τὴν Σαμάρειαν οἰκούντων οἱ πλείους. ὁ γὰρ τοῦ Ναβὰτ Ἱεροβοὰμ, δέκα τοῦ Ἰσραὴλ συναγείρας φυλὰς, καὶ τὸ ἥμισυ φυλῆς Ἐφραῒμ, ἀπαίρει μὲν τῆς Ἱερουσαλὴμ κατὰ καιρὸν τῆς Ῥοβοὰμ βασιλείας υἱοῦ Σολομῶνος, καταλαβὼν δὲ τὴν Σαμάρειαν, καὶ οἴκους ἐν αὐτῇ καὶ πόλεις ἀνεδείματο. Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ οὐ μὴ διψήσει εἰς τὴν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. λέγει πρὸς αὐτὸν ἡ γυνή. "Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακὼβ," ὥσπερ τι μέγα καὶ δυσκαταγώνιστον πρόβλημα προτεινούσης τῆς Σαμαρείτιδος, εὐφυέστατα πάλιν ὁ Σωτὴρ παραιτεῖται μὲν τὸν ἐν ῥήμασι κόμπον, ὅτι μείζων ὑπάρχοι σαφῶς οὐκ εἰπὼν, ἀπὸ δὲ τῆς τῶν πραγμάτων ποιότητος δοκιμάζειν ἀναπείθει τὸν προύχοντα. διάτοι τοῦτο καὶ ἀσύγκριτον οὖσαν τῶν νοητῶν ὑδάτων πρὸς τὰ ἐν αἰσθήσει καὶ γεωδέστερα τὴν δια φορὰν ἐπιδεικνύει λέγων Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν, ὁ δὲ τῶν ἐμῶν, φησὶν, ὑδάτων ἐμφορησά μενος, οὐχ ὅπως τοῦ διψῆν ἔτι κρείττων ἀποφανθήσεται, ἀλλ' ἕξει πηγὴν ἐν ἑαυτῷ πρὸς ζωὴν αἰώνιον ἀποτρέφειν ἰσχύουσαν. οὐκοῦν ὁ τὰ μείζω δωρούμενος ἐν μείζοσιν ἔσται, φησὶ, τοῦ τὸ ἔλαττον ἔχοντος, καὶ τὴν αὐτὴν οὐκ ἀποίσεται δόξαν τῷ νικῶντι τὸ ἡττώμενον. Ἰστέον δὲ πάλιν, ὡς ὕδωρ ἐν τούτοις τὴν τοῦ Ἁγίου Πνεύματος χάριν ὁ Σωτὴρ ἀποκαλεῖ, ἧς εἴπερ τις γένοιτο μέτοχος, ἀναπηγάζουσαν ἕξει λοιπὸν ἐν ἑαυτῷ τῶν θείων μαθημάτων τὴν χορηγίαν, ὡς μηκέτι μὲν αὐτῷ τῆς παρ' ἑτέρων νουθεσίας ἐνδεῖν, ἐξαρκεῖν δὲ μᾶλλον εἰς τὸ δύνασθαι 1.272 ῥᾳδίως παρακαλεῖν, τοὺς οἷσπερ ἂν γένοιτο διψῆν τὸν θεῖόν τε καὶ οὐράνιον λόγον, ὁποῖοί τινες ἦσαν κατὰ τὸν παρόντα βίον καὶ ἐπὶ γῆς ἔτι πολιτευόμενοι, ἅγιοί τε προφῆται καὶ ἀπόστολοι, καὶ οἱ τῆς ἐκείνων κληρονόμοι λειτουργίας, περὶ ὧν γέγραπται "Καὶ ἀντλήσατε ὕδωρ μετ' εὐφροσύνης ἐκ "τῶν πηγῶν τοῦ σωτηρίου." ∆ός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν. λέγει αὐτῇ ὁ Ἰησοῦς. Μόνα πάλιν τὰ συνήθη καὶ λαλεῖ καὶ φαντάζεται, συνίησι δὲ ὅλως τῶν λεγομένων οὐδέν· ἐν δὲ τῷ μικρῶν ἀπαλλάτ τεσθαι πόνων, ὅλην ἕξειν οἴεται τοῦ Σωτῆρος ἡμῶν τὴν φιλοτιμίαν, καὶ ἐν τῷ μηκέτι διψῆν, τῆς τοῦ Θεοῦ χάριτος ὁρίζει τὸ μέτρον, οὐδ' ὅσον ἐν ἐννοίαις ψιλαῖς δεχομένη τὰ ὑπερκείμενα. Ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε. Ἦν ἄρα καλῶς τε καὶ οὐκ ἐψευσμένως εἰπεῖν, ὅτι θήλειαί πως εἰσὶ θηλειῶν αἱ φρένες, καὶ μαλακὸς ἐνῴκισται νοῦς γυναιξὶν, οὐδαμόθεν ἔχων τὸ δύνασθαί τι συνιέναι γοργῶς· εὐμαθεστέρα δέ πως ἡ ἀνδρῶν ἐστι φύσις, καὶ πολὺ πρὸς λόγους ἑτοιμοτέρα, διεγηγερμένον εἰς νῆψιν καὶ ἵν' οὕτως εἴπω θερμόν τε καὶ ἀπηρσενωμένον ἔχουσα τὸν νοῦν. διὰ ταύτην οἶμαι τὴν αἰτίαν τὸν ἄνδρα καλεῖν τῷ γυναίῳ παρεκε λεύετο λεληθότως ἐλέγχων, ὡς ἀμαθεστάτην μὲν ἔχοι τὴν καρδίαν, τοῖς δὲ εἰς σοφίαν λόγοις ἀμεταχείριστον, ὁμοῦ δέ τι καὶ ἕτερον ἐπὶ τούτῳ κάλλιστον οἰκονομῶν. 1.273 Λέγει αὐτῷ ἡ γυνή Ἄνδρα οὐκ ἔχω. λέγει αὐτῇ ὁ Ἰησοῦς Καλῶς εἶπες ὅτι ἄνδρα οὐκ ἔχω· πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας. λέγει αὐτῷ ἡ γυνή. Καὶ τίνι λοιπὸν οὐκ ἂν εἴη καταφανὲς, ὡς οὐκ ἠγνόει μὲν ὁ Σωτὴρ τοῦ κατὰ νόμου συνῳκηκότος ἔρημον ὑπάρχειν αὐτὴν, πρόφασιν δὲ τοῦ ἀνακαλύψαι τὰ κεκρυμμένα τὴν τοῦ μὴ ὄντος ἀνδρὸς ἐποιήσατο ζήτησιν; ἦν γὰρ ἦν οὕτω μόλις ὠφελῆσαι θαυμάζουσαν οὐκέτι λοιπὸν ὡς ἕνα τῶν καθ' ἡμᾶς, ἀλλ' ὡς ὑπὲρ ἄνθρωπον ἤδη διὰ τοῦ παραδόξως εἰδέναι τὰ ἐν αὐτῇ. ἀποδέχεται δὲ χρησίμως ἄνδρα λέγουσαν οὐκ ἔχειν, καίτοι τοσούτοις συνεφθαρμένην· οὐ γὰρ σύνοδος ἐκ φιληδονίας, ἀλλ' ἡ κατὰ νόμον συναίνεσις καὶ σύνδεσμος ἐξ ἀγάπης καθαρᾶς τὸν ἀκατηγόρητον ἀποτελοῦσι γάμον. Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ. Μόλις ἀναλάμπει πρὸς νῆψιν, καὶ πάλιν οὔπω τελείαν. προφήτην γὰρ ἔτι καλεῖ τὸν προφητῶν ∆εσπότην· πλὴν ἀμείνων ἢ πρότερον ἀνεδείχθη κατὰ βραχὺ, κατ' οὐδένα μὲν τρόπον πρὸς τοὺς ἐλέγχους ἀσχάλλουσα, τὴν δὲ ἀπὸ τοῦ σημείου δύναμιν εἰς ὠφέλειαν ἁρπάζουσα, καὶ μαλακῆς μὲν οὕτως ἐκβαίνουσα φρενὸς, μετρίως γεμὴν εἰς νεανικὸν ἀνα βαίνουσα νοῦν, καὶ τῆς καρδίας τὸν ὀφθαλμὸν εἰς ἀήθη πραγμάτων θεωρίαν ἐκτείνουσα. ἐφ' ᾧ δὴ μάλιστα θαυμά ζειν ἀκόλουθον τὴν τοῦ Σωτῆρος ἡμῶν ἀνεξικακίαν τε ὁμοῦ καὶ δύναμιν, καὶ τὰς ἀπαιδεύτους διανοίας εἰς ἀξιάγαστον ἕξιν εὐκόλως μεταῤῥυθμίζοντος. 1.274 Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου προσκυνεῖν δεῖ. λέγει αὐτῇ ὁ Ἰησοῦς. Προφήτην ὄντως ὑπάρχειν καὶ Ἰουδαῖον οἰηθεῖσα τὸν Κύριον, τοῖς ἐπιχωρίοις ἔθεσι πολὺ δὴ λίαν ἐναβρύνεται, καὶ τῆς Ἰουδαίων ὑπονοίας βεβουλεῦσθαι τὰ κρείττω τοὺς Σαμα ρείτας διισχυρίζεται. Ἰουδαῖοι μὲν γὰρ παχυτέρας ἔτι τὰς περὶ τῆς θείας τε καὶ ἀσωμάτου φύσεως διαλήψεις δεχό μενοι, ἐν μόνοις τοῖς Ἱεροσολύμοις, ἤτοι Σιὼν τῇ γείτονι χρῆναι προσκυνεῖσθαι τὸν ἐπὶ πάντας Θεὸν διετείνοντο, ὡς ὅλης ἅπαξ τῆς ἀῤῥήτου καὶ ἀκαταλήπτου φύσεως κατα λυούσης ἐκεῖσε, καὶ χειροποιήτοις ἐναποκλεισθείσης ναοῖς. διὸ δὴ καὶ λίαν ἀσυνετοῦντες ἐπὶ τούτῳ διὰ τῆς τῶν προ φητῶν ἠλέγχοντο φωνῆς, τοῦ Θεοῦ λέγοντος "Ὁ οὐρανός "μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον "οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος, ἢ τίς τόπος τῆς "καταπαύσεώς μου;" Σαμαρεῖται δὲ πάλιν οὐ πόῤῥω τῆς Ἰουδαίων ἀμαθίας κείμενοι, χώραν τε ὁμοῦ καὶ ἀπαιδευσίαν ἔχοντες ὅμορον, ἐν ὄρει τῷ Γαρίζειν οὕτω καλουμένῳ, καὶ προσεύχεσθαι δεῖν καὶ προσκυνεῖν οἰόμενοι, τὸ γελᾶσθαι δικαίως οὐ διαφεύγουσι. γέγονε δὲ καὶ αὐτοῖς τῆς ἀνοίας ἡ πρόφασις, τὸ δεδόσθαι τὴν εὐλογίαν ἐν ὄρει Γαρίζειν, καθὼς ἐν τῷ ∆ευτερονομίῳ γεγραμμένον εὑρίσκομεν. ταύτην ἡ γυνὴ τῷ Σωτῆρι τὴν ζήτησιν, ὥς τι μέγα καὶ δυσκατά ληπτον πρόβλημα προΐσχεται λέγουσα Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, καὶ τὰ ἑξῆς. 1.275 Πίστευσόν μοι, γύναι, ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν Ἱεροσολύμοις οὔτε ἐν τῷ ὄρει τούτῳ προσκυνήσετε τῷ Πατρί. Ὁμοῦ τῆς ἁπάντων ἀμαθίας καταψηφίζεται, μετατεθή σεσθαι λέγων ἐπὶ τὸ ἀληθέστερον τῆς παρ' ἀμφοῖν λατρείας τὸ σχῆμα. οὐ γὰρ ἔτι, φησὶ, ζητηθήσεται τόπος, ἐν ᾧ δὴ κυρίως οἰήσονται κατοικεῖν τὸν Θεὸν, ἀλλ' ὡς τὰ πάντα πληροῦντι καὶ συνέχειν ἰσχύοντι "προσκυνήσουσι τῷ Κυρίῳ, "ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ," καθάπερ τις φησὶ τῶν ἁγίων προφητῶν. ὥραν δὲ καὶ καιρὸν τῆς τῶν τοιούτων ἐθῶν μεταστάσεως, τὴν ἑαυτοῦ μετὰ σώματος ἐπιδημίαν ἐν κόσμῳ φησίν. Ἐπιτήρει δὲ ὅπως ἀστειοτάτῃ τοῦ λόγου χρησάμενος ἀγωγῇ πρὸς ἐννοίας τὰς περὶ Υἱοῦ ποδηγεῖ τοῦ γυναίου τὸν νοῦν, Πατέρα καλῶν τὸν Θεόν· πῶς γὰρ ἂν ὅλως νοοῖτο Πατὴρ οὐκ ὄντος Υἱοῦ; 1.276 ΚΕΦΑΛΗ Ε. Ὅτι οὐκ ἐν τοῖς προσκυνοῦσίν ἐστιν ὁ Υἱὸς, ᾗ Λόγος ἐστὶ καὶ Θεὸς, προσκυνεῖται δὲ μᾶλλον μετὰ Πατρός. Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. ΛΑΛΕΙ μὲν πάλιν ὡς Ἰουδαῖος καὶ ὡς ἄνθρωπος, τοῦτον καὶ νῦν ἀπαιτούσης τὸν τρόπον τῆς τοῦ πράγματος οἰκονο μίας· οὐδὲ γὰρ ἂν καιροῦ τοῦ πρέποντος ἀπεσφάλη Χριστός· ἀπονέμει δέ τι καὶ πλέον εἰς σύνεσιν ταῖς Ἰουδαίων λα τρείαις. Σαμαρεῖται μὲν γὰρ, ὡς ἐν ἁπλῷ τε καὶ ἀζητήτῳ λόγῳ προσκυνοῦσι τὸν Θεόν· Ἰουδαῖοι δὲ, διὰ νόμου καὶ προφητῶν τὴν τοῦ ὄντος γνῶσιν κατὰ τὸ ἐγχωροῦν δεχό μενοι. διὰ τοῦτο Σαμαρείτας μὲν οὐκ εἰδέναι φησὶν, ἐξεπί στασθαι δέ πως Ἰουδαίους, ἐξ ὧν καὶ ἀναδειχθήσεσθαι τὴν σωτηρίαν, ἑαυτὸν δηλονότι διισχυρίζεται. ἀπὸ γὰρ σπέρ ματος ∆αυεὶδ τὸ κατὰ σάρκα Χριστὸς, φυλῆς δὲ τῆς Ἰούδα γέγονεν ὁ ∆αυείδ. ἐν δὲ τοῖς προσκυνοῦσιν ἑαυτὸν κατα τάττει πάλιν ὡς ἄνθρωπος, ὁ μετὰ τοῦ Θεοῦ καὶ Πατρὸς, πρός τε ἡμῶν καὶ τῶν ἁγίων ἀγγέλων προσκυνούμενος. ἐπειδὴ γὰρ τὸ οἰκετικὸν περιεβάλετο σχῆμα, τὴν οἰκέτῃ πρέπουσαν ἀποπληροῖ λειτουργίαν, οὐκ ἀπολέσας τὸ εἶναι Θεὸς καὶ Κύριος καὶ προσκυνητός· μένει γὰρ ὁ αὐτὸς εἰ καὶ 1.277 γέγονεν ἄνθρωπος, ἀποσώζων δὲ πανταχῆ τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν λόγον. Κἂν μεγάλην ἴδῃς καὶ ὑπερφυᾶ τὴν ταπείνωσιν, θαυ μαστὴς εἰσέρχου, μὴ κατήγορος, μὴ φιλεγκλήμων, μᾶλλον δὲ μιμητής. τοιούτους ὁ Παῦλος ἡμᾶς ὁρᾶσθαι βούλεται λέγων "Τοῦτο φρονεῖτε ἕκαστος ἐν ὑμῖν αὐτοῖς ὃ καὶ ἐν "Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν "ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν "δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ "σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτόν." ὁρᾷς ὅπως ταπεινοφροσύνης ὑπόδειγμα γέγονεν ἡμῖν ὁ Υἱὸς ἐν ἰσότητι μὲν ὑπάρχων τοῦ Πατρὸς καὶ ἐν μορφῇ, καθὰ γέ γραπται· καταβεβηκὼς δὲ δι' ἡμᾶς εἰς ἑκούσιον ὑπακοὴν καὶ ταπείνωσιν; πῶς οὖν ἄρα τὸ τῆς ὑπακοῆς, πῶς δὲ τὸ τῆς ταπεινώσεως ἔδει φαίνεσθαι σχῆμα, ἢ δηλονότι διὰ πραγ μάτων καὶ λόγων τῆς θεοπρεποῦς ἀξίας ὑποβεβηκότων, καὶ πολὺ τὸ ἔλαττον ἐχόντων ἢ ἐν οἷσπερ ἦν γυμνὸς ἔτι παρὰ Πατρὶ Λόγος, καὶ ἀσύμπλοκος τῆς τοῦ δούλου μορφῆς; ποῦ γὰρ ὅλως αὐτὸν καταβεβηκέναι φήσομεν, εἰ μή τι καὶ τῶν παρ' ἀξίαν ὑπομεῖναι δώσομεν; γέγονε δὲ πῶς ἐν ἀνθρώπων ὁμοιώματι κατὰ τὴν τοῦ Παύλου φωνὴν, εἰ μὴ τὸ ἀνθρώποις πρέπον ἐμιμήσατο; πρᾶγμα δὲ ἀνθρώποις πρεπωδέστατον ἡ προσκύνησις, ὡς ἐν ὀφλήματος τάξει κατατιθεμένη τε καὶ προσαγομένη πρὸς ἡμῶν τῷ Θεῷ. οὐκοῦν προσκυνεῖ μὲν ὡς ἄνθρωπος, ὅτε γέγονεν ἄνθρωπος, προσκυνεῖται δὲ ἀεὶ μετὰ Πατρὸς, ἐπεὶ Θεὸς ἦν ἐστί τε καὶ ἔσται κατὰ φύσιν καὶ ἀληθινός. Ἀλλ' οὐκ ἀνέξεται πάλιν ὁ δι' ἐναντίας, ἐκεῖνο δὲ λέγων ἀνταναστήσεται Μὴ ξενίζου προσκυνεῖν ὅτε φαμὲν τὸν Υἱόν· 1.278 οὐ γὰρ οὕτως οἰόμεθα χρῆναι προσκυνεῖν αὐτὸν τῷ Πατρὶ, ὥσπερ οὖν ἀμέλει καὶ ἡμᾶς ἢ καὶ ἀγγέλους τυχὸν, ἀλλ' ἐξαίρετός τις ἐστὶν ἡ Υἱοῦ προσκύνησις, καὶ πολὺ τῆς παρ' ἡμῶν ἐν ἀμείνοσι. Τί οὖν πρὸς ταῦτα πάλιν ἐροῦμεν ἡμεῖς; Ὡς ἀξιολογω τάτην, ὦ ἄνθρωπε, περιτιθεὶς τῷ Μονογενεῖ τὴν δουλείαν, καὶ οἰκετικὸν ἀξίωμα τοῖς ἐξ ἀπάτης καταχρυσώσας λόγοις τισὶν, οἴει παρακρουόμενος. παῦσαι δοξάζων ἐν ἀτιμίᾳ τὸν Υἱὸν, ἵνα μείνῃς τιμῶν τὸν Πατέρα· "Ὁ γὰρ μὴ τιμῶν τὸν "Υἱὸν, οὐδὲ τὸν Πατέρα τιμᾷ," καθὰ γέγραπται. τί γὰρ εἰπέ μοι πρὸς ἐλευθερίαν ὀνήσει τὸν Μονογενῆ, τὸ ἐξαίρετον παρ' ἡμᾶς ποιεῖσθαι τῷ Πατρὶ τὴν προσκύνησιν; ἕως γὰρ ἂν ἐν τοῖς προσκυνοῦσιν εὑρίσκηται, δοῦλος ἔσται πάντως, καὶ εἰ νοοῖτο προσκυνητὴς ἐξαίρετος, διοίσει δὲ τῶν κτισ μάτων κατὰ μὲν τὸ εἶναι γενητὸς οὐδαμῶς, ὑπεροχαῖς δὲ μόνον ταῖς ἄλλαις, ὥσπερ ἀνθρώπων ὁ Μιχαὴλ, ἢ καὶ ἑτέρα τις τῶν ἁγίων καὶ λογικὴ δύναμις, ᾗ τὸ μὲν προὔχειν τῶν ἐπὶ τῆς γῆς οὐσιωδῶς ὁρᾶται προσπεφυκὸς, ἢ κατὰ τὸν τῆς ἁγιότητος λόγον, ἢ καί τινι δόξης πλεονασμῷ, δόξαν οὕτω τῷ πάντων ἀριστοτέχνῃ Θεῷ· τὸ γεμὴν τοῖς γενητοῖς συντετάχθαι, κατὰ τὸν τοῦ πεποιῆσθαι λόγον, πρὸς τὰ ἄλλα κοινόν. οὐκοῦν οὐδαμόθεν τὸ εἶναι γενητὸς ὁ ἐν Πατρὶ καὶ ἐκ Πατρὸς φυσικῶς διαφεύξεται Λόγος, κἂν ἐξαιρέτως λέ γηται προσκυνεῖν. εἶτα πῶς Υἱὸς ἔτι τὸ ποιηθὲν, ἢ πῶς κατὰ φύσιν Κύριος ὁ δοῦλος καὶ λάτρης; οἶμαι γὰρ ἔγωγε τὸ μὲν βασιλικόν τε καὶ δεσποτικὸν ἐν τῷ προσκυνεῖσθαι διαλάμπειν ἀξίωμα· τὸ δὲ οἰκετικόν τε καὶ δουλοπρεπὲς ὁρί ζεσθαι μέτρον ἐν τῷ προσκυνεῖν. τῷ γὰρ ὑποπίπτειν 1.279 ἡμᾶς οἴεσθαι δεῖν τὴν ὑπερκειμένην καὶ ἐπάνω πάντων ὁμο λογοῦμεν φύσιν. τοιγάρτοι καὶ πάσῃ τῇ κτίσει διὰ τοῦ πανσόφου προσεφωνεῖτο Μωυσέως "Κύριον τὸν Θεόν σου "προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις·" ὥστε ὅτῳ κατὰ φύσιν ἐστὶν ἡ δουλεία, καὶ ὑπὸ τὸν τῆς θεότητος πίπτει ζυγὸν, τοῦτο δὴ πάντως καὶ ἀνάγκη προσκυνεῖν, καὶ τῷ τῆς λατρείας ὑποκεῖσθαι σχήματι. ἐν μὲν γὰρ τῷ εἰπεῖν Κύριον, διορίζει τὸ δοῦλον, ἐν δὲ τῷ Θεὸν, τὸ πεποιημένον· συνεπινοεῖται γάρ πως καὶ ἀντιδιαστέλλεται, τῷ μὲν κατὰ φύσιν Κυρίῳ τὸ δοῦλον, τῇ δὲ ἀγενήτῳ θεότητι τὸ παραχθὲν εἰς γένεσιν. Ὁ δὲ Υἱὸς ἀϊδίως ὢν ἐν Πατρὶ καὶ Κύριός τε ὑπάρχων ὡς Θεὸς, πόθεν ἂν φαίνοιτο τὸ προσκυνεῖν ἐποφείλων, ἀπορῶ μὲν ἐπιδεικνύειν ἐγώ· φλυαρούντων δὲ πάλιν ἐκεῖνοι Προσ κυνήσει, φησὶν, ὁ Μονογενὴς τῷ Πατρὶ, οὔτε ὡς δοῦλος, οὔτε ὡς ποίημα, ἀλλ' ὡς Υἱὸς τῷ γεννήσαντι. παραληπτέον οὖν ἄρα τὴν προσκύνησιν ἐν τῷ τῆς υἱότητος ὅρῳ, καὶ χρῆναι πάντως ἐροῦμεν τὸν Υἱὸν προσκυνεῖν τῷ Πατρὶ, ὡς ἐν τούτῳ τὸ εἶναι λαχόντα, καθάπερ οὖν καὶ ἡμεῖς ἐν τῷ εἶναι ζῷα λογικὰ θνητὰ, νοῦ καὶ ἐπιστήμης δεκτικὰ, ἢ τοῖς ἔξωθεν καὶ κατὰ νοῦν κινήμασι καὶ μόναις ταῖς ἐκ θελη μάτων ῥοπαῖς ἐπιτρέψομεν. εἰ μὲν γὰρ ἐνέσπαρται κατὰ φύσιν τῷ Μονογενεῖ τὸ χρῆναι πάντως καὶ ὡς ἐξ ἀνάγκης προσκυνεῖν, οὕτω τε νοοῦσι καὶ λέγουσι, πῶς οὐ γυμνῶς εἰς αὐτὸν δυσσεβοῦντες ἁλώσονται τὸν Πατέρα; πᾶσα γὰρ καὶ αὐτὸν ἀνάγκη νοεῖσθαι τοιοῦτον, ἐπείπερ καὶ εἰκὼν αὐτοῦ καὶ χαρακτὴρ αὐτοῦ ἐστιν ὁ Υἱὸς, καὶ ὅσαπερ ἂν ἐν ἀπαραλ λάκτοις ὑπάρχοι τοῖς ὁμοιώμασι, ταῦτα δὴ πάντως κατ' οὐδὲν ἀλλήλων διοίσει. εἰ δὲ ἐν μόνῳ κεῖσθαί φασι τῷ 1.280 θελῆσαι τὸν Υἱὸν προσάγειν τῷ Πατρὶ τὴν προσκύνησιν, στοχασταὶ μᾶλλόν εἰσιν ἢ τῆς ἀληθείας ἐπιστήμονες. τί δ' ἂν κωλύσαι καὶ ἑτέρους εἰπεῖν, ῥιψοκίνδυνόν τινα πλαττο μένους εὐσέβειαν, ὅτι θελητὸν τῷ Πατρὶ προσκυνεῖν τῷ Υἱῷ, καίτοι κατὰ φύσιν οὐκ ὄντι προσκυνητῇ; Ἀλλ' αὐτὸ, φησὶ, τὸ πρέπον, τὸ μὲν τοῦ Πατρὸς ὑπεξελεῖται πρόσωπον, ὑποθήσει δὲ τῷ πράγματι τὸν Υἱὸν, οὐκ ἀβούλητον ἔχοντα τὸ προσ κυνεῖν τῷ Πατρί. Τί φῂς, ὦ οὗτος; πάλιν ἡμῖν ὡς ἐξ ἀδύτων, ἤτοι τριπόδων Ἑλληνικῶν, ἀναφέρεις τὰς μαντείας, ἢ κατ' ἐκεῖνον ἔρχῃ "τὸν ἐλαμίτην Σαμέαν" τὰ ἀπὸ καρδίας ἐρευγόμενος σῆς, καὶ οὐκ ἀπὸ στόματος Κυρίου; τὸ δὲ πρέπον ἡμῖν, ὡς ἀκαταγώνιστον ἐν τούτοις, ἀντεξάγων οὐκ ἐρυθριᾷς; ἢ γὰρ οὐκ οἴῃ πρέπειν τὸν ὄντα κατὰ φύσιν Θεὸν, Θεὸν ἔχειν τὸν ἐξ αὐτοῦ γεννηθέντα Λόγον καὶ τὸν ᾧ προσκυνεῖ πᾶσα ἡ κτίσις, προσκυνουμένου δὲ μᾶλλον ἢ προσκυνοῦντος Υἱοῦ Πατέρα καλεῖσθαι καὶ εἶναι τῇ φύσει; ἀλλ' οἶμαι τοῖς ὄντως σοφοῖς οὐκ ἀπᾴδοντα λέγειν. πῶς δὲ καὶ πρέπειν ὁριούμεθα προσκυνεῖσθαι παρὰ τοῦ ἰδίου γεννήματος τὸν Πατέρα, τοσαύτην ὑπομενούσης ζημίαν τῆς ἐπ' ἀμφοῖν ὑπολήψεως; πρῶτον μὲν γὰρ οὔτε ἐν ἰσότητι τῆς ἀξίας, οὔτε ἐν ἀπαραλ λάκτῳ τῆς φύσεως εἰκόνι τὸ μὴ προσκυνοῦν τῷ προσκυ νοῦντι κείσεται. προσκυνεῖ γὰρ ὡς ἐλάττων, καὶ οὐ ποσότητι μετρητὸς τῇ κατά τι τῶν προσπεφυκότων· οὐ γὰρ ἐλάττων ἔσται Θεὸς ἢ Κύριος· ἀλλ' ὡς ὅρῳ διαφέρων τῷ κατὰ τὸν τοῦ πῶς εἶναι λόγον. εἶτα πῶς ἀληθὴς ἀναφανεῖται λέγων "̔Ο ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα;" πῶς δὲ χρῆναι τιμᾶσθαί φησιν ἑαυτὸν οὐκ ἐν ἐλάττονι μοίρᾳ τοῦ Πατρὸς, τὸ ἴσον οὐκ ἔχων ἐν δόξῃ κατά γε τὸν τοῦ προσκυνοῦντος λόγον; εἶτα πρὸς τούτῳ, καὶ αὐτὸς ἡμῖν ὁ Πατὴρ οὐ τῆς 1.281 τυχούσης ἀκοσμίας εἴσω γεγονὼς ὀφθήσεται. δόξα μὲν γὰρ αὐτῷ τὸ γεννῆσαι τοιοῦτον, ὁποῖός περ ἂν ὑπάρχοι κατὰ φύσιν αὐτός· ἐκ δὲ τῶν ἐναντίων αἶσχος οὐ μικρὸν ἑτερογενῆ τε καὶ ἔκφυλον ἔχειν τὸν ἐξ ἑαυτοῦ, καὶ παθεῖν τι τοιοῦτον, ὃ καὶ αὐτὴ τῶν γενητῶν ἀπενάρκησεν ἡ φύσις. τίκτει γὰρ ἑαυτῶν οὐκ αἰσχίονα τὰ τοῦ τίκτειν λαχόντα τὴν δύναμιν, ὅρῳ καὶ βουλήσει τοῦ πάντων ∆ημιουργοῦ. "Ἐξενεγκάτω "γὰρ, φησὶν, ἡ γῆ βοτάνην χόρτου, καὶ ξύλον κάρπιμον "φέρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοίωσιν." οὐκοῦν ἐν δευτέροις μὲν τῶν γενητῶν ἔσται τὸ θεῖον, εἴπερ ἐκεῖνα μὲν ἐν τούτοις, τὸ δὲ οὐδαμῶς· ὃ δὲ πρέπειν τε ὁμοῦ καὶ διωρίσθαι καλῶς ἐπὶ ταῖς ἐκ τῶν ὄντων διαδοχαῖς ἐπεψηφίζετο, τούτου δὴ καὶ μόνος ἁλώσεται διαμαρτών. Τίς ἂν οὖν, ὦ βέλτιστοι, λεγόντων ἀνάσχοιτο, πρέπειν τῷ ἰδίῳ γεννήτορι προσκυνεῖν τὸν Υἱόν; ἐπειδὴ δὲ τοῖς παρ' ὑμῶν προστέθειται λόγοις, ὡς οὐδὲ ἀνεθέλητον τῷ Μονο γενεῖ τὸ πρᾶγμά ἐστι, καὶ ταύτην ἡμῖν ἐπιτειχίζετε τὴν ἀναπόδεικτον ἀφορμὴν ἀπὸ μόνου λαβόντες τοῦ πρέποντος, φέρε πάλιν ἐκ τῶν ἱερῶν γραμμάτων καὶ τοῦτο κατασκεψώ μεθα, ὅθεν οἶμαι μάλιστα προσήκειν θηρᾶσθαι σπουδάζειν τὴν ἐφ' ἑκάστῳ τῶν ζητουμένων ἀπόδειξιν. οὐκοῦν ὁ μὲν νόμος συντελεῖσθαι παρ' ἑκάστου τῶν Ἰουδαίων τῷ ἐπὶ πάντας ὄντι Θεῷ "τὸ ἥμισυ τοῦ διδράχμου" προσέταττεν, οὐκ ἀργυρολογίας ἐπινοήσας εὕρεσιν, οὐδὲ χρημάτων εἰκαῖον ἐρανισμὸν, ἀλλὰ παίδευσίν τινα δι' ἐναργεστάτων ὑπεμ φαίνουσαν τύπων· πρῶτον μὲν, ὅτι κύριός ἐστιν οὐδεὶς τῆς ἰδίας κεφαλῆς, ἕνα δὲ οἱ πάντες κεκτήμεθα τῇ τῶν τελεσ μάτων καταθήκῃ πρὸς δουλείαν καταγραφόμενοι· εἶτα πρὸς τούτοις τὰς ἐκ νοῦ τε καὶ πνευματικὰς καρποφορίας, ὡς ἐν παχυτέρῳ πάλιν ζωγραφοῦσαν γράμματί τε καὶ πράγματι. 1.282 "Τίμα γὰρ, φησὶ, τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ "ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης·" ὃ δὴ καὶ γενέσθαι συμβέβηκε διὰ τῆς Εὐαγγελικῆς διδασκαλίας, τῆς κατὰ νόμον ἤδη λατρείας συνεσταλμένης. οὐ γὰρ ἔτι ταῖς ἔξωθεν δωροφορίαις θεραπεύειν οἰόμεθα δεῖν τὸν ἁπάντων Κύριον, τὸ ἐξ ὕλης φθαρτῆς συντελεῖν ἐπειγόμενοι δί δραχμον· ἀληθινοὶ δὲ ὄντες προσκυνηταὶ, προσκυνοῦμεν ἐν πνεύματι καὶ ἀληθείᾳ τῷ Θεῷ καὶ Πατρί. ταύτην ἐγκεκρύ φθαι τῷ νομικῷ γράμματι τὴν διάνοιαν ὑποτοπητέον. Ὡς οὖν ἐν τοῖς Ἱεροσολύμοις ὁ Κύριος ἦν, οἱ τοῦ δι δράχμου πρακτῆρες ἀνεπυνθάνοντο τοῦ Πέτρου λέγοντες "̔Ο διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; εἰσελθόντα δὲ "εἰς τὴν οἰκίαν, ὡς γέγραπται, προέφθασεν αὐτὸν ὁ Ἰησοῦς "λέγων Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνος λαμβάνουσι τέλη ἢ "κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν, ἢ ἀπὸ τῶν ἀλλοτρίων;" εἰπόντος δὲ αὐτοῦ "Ἀπὸ τῶν ἀλλοτρίων, ἔφη ὁ Ἰησοῦς " Αρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί· ἵνα δὲ μὴ σκανδαλίζωμεν "αὐτοὺς, πορευθεὶς εἰς θάλασσαν βάλε ἄγκιστρον, καὶ τὸν "ἀναβάντα πρῶτον ἰχθῦν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ "εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ "σοῦ." ὁρᾷς οὐκ ἀνεχόμενον ὑποτελῆ γενέσθαι τὸν Υἱὸν, οὐδὲ ὡς ἕνα τῶν ὑπὸ τὸν τῆς δουλείας ζυγὸν, ὑπομεῖναι πρᾶγμα δουλοπρεπές; εἰδὼς γὰρ τῆς ἑαυτοῦ φύσεως τὸ ἐλεύθερον ἀξίωμα, οἰκετικὸν οὐδὲν ἐποφείλειν τῷ Θεῷ καὶ Πατρὶ διισχυρίζεται· "Ἐλεύθεροι γάρ εἰσιν οἱ υἱοί" φησιν. πῶς οὖν οὐκ ἀνεθέλητον ἔχει τὴν δουλοπρεπῆ προσκύνησιν; ὁ δὲ καὶ πρὸς μόνον ἀποναρκήσας τὸν τοῦ πράγματος τύπον, 1.283 πῶς ἂν ταύτην ἔτι καταδέξαιτο τὴν ἀλήθειαν; ἢ γὰρ οὐχ ὡς τέλος καὶ καρποφορίαν πνευματικὴν λογιούμεθα τὴν προσκύνησιν, καὶ λατρείας εἶδος ὑπάρχειν ἐροῦμεν αὐτήν; ἐπεὶ διὰ ποίαν ὁ νόμος αἰτίαν τῇ προσκυνήσει συνέδησε τὴν λατρείαν εἰπών "Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ "αὐτῷ μόνῳ λατρεύσεις." πύλη γὰρ ὥσπερ τις ἐστὶ καὶ ὁδὸς τῆς ἐν ἔργοις λατρείας ἡ προσκύνησις, ἀρχὴν ἔχουσα δουλείας τῆς ὡς πρὸς Θεόν. διὸ δὴ καὶ πρός τινας ὁ μελῳδός που φησί "∆εῦτε προσκυνήσωμεν καὶ προσπέ "σωμεν αὐτῷ, καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιή "σαντος ἡμᾶς." ὁρᾷς παρεπόμενόν τε καὶ συνεζευγμένον τῷ προσκυνεῖν τὸ χρῆναι προσπίπτειν; οὗ τί ἂν γένοιτο δουλοπρεπέστερον, παρά γε τοῖς ὀρθῶς δοκιμάζουσι τὰς τῶν πραγμάτων ποιότητας, εἰπεῖν οὐκ ἔχω. Εἰ δὲ ἐπιμένουσιν οἱ δι' ἐναντίας ἐπ' ἀθραύστοις ἔτι ταῖς ἀναισχυντίαις σοβαρευόμενοι, καὶ τῶν ἐπὶ τούτοις ἀπαι δεύτων οὐ καταλήγουσι λογισμῶν, ἐπιδεικνύντων ἡμῖν ὅλην τὴν ἁγίαν περινοστοῦντες γραφὴν προσκυνήσαντα τῷ Θεῷ καὶ Πατρὶ τὸν Υἱὸν, ὅτε γυμνὸς ἦν ἔτι Λόγος, πρὸ τῶν τῆς ἐνανθρωπήσεως χρόνων καὶ τοῦ τῆς δουλείας σχήματος. νῦν μὲν γὰρ ὡς ἄνθρωπος ἀκατηγόρητον προσκυνεῖ, τότε δὲ, οὐκέτι. ἀλλ' οὐχ ἕξουσι μὲν ἐκ τῶν θείων τε καὶ ἱερῶν ἐπιδεῖξαι τοῦτο γραμμάτων· στοχασμοὺς δὲ ἡμῖν καὶ σαθρῶν ἐνθυμημάτων ἐπινοίας συναγείροντες, εὐλόγως ἀκούσονται "Πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς, μηδὲ" τὴν δόξαν τοῦ Μονογενοῦς. ὅτι γὰρ ᾗ μὲν Λόγος ἐστὶ καὶ Θεὸς οὐ προσ κυνεῖ, γεγονὼς δὲ καθ' ἡμᾶς, καὶ τοῦτο παθεῖν ἀνθρωπο πρεπῶς κατεδέξατο διὰ τὴν οἰκονομίαν τὴν μετὰ σαρκὸς, οὐ θύραθεν ἡμῖν ἡ πληροφορία ζητηθήσεται, διὰ δὲ τῶν αὐτοῦ πάλιν εἰσόμεθα λόγων. τί γὰρ δὴ καί φησι πρὸς τὴν ἐκ 1.284 τῆς Σαμαρείας γυναῖκα; Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν. ἆρ' οὐχὶ παντί τῳ καὶ διὰ τούτου καταφανὲς, ὅτι τῷ πληθυντικῷ χρησάμενος ἀριθμῷ, καὶ τοῖς ἐξ ἀνάγκης καὶ δουλείας προσκυνοῦσιν ἑαυτὸν ἐναριθμῶν, ὡς ἐν δούλῃ τῇ ἀνθρωπότητι γεγονὼς τὰ τοιαῦτά φησι; τί γὰρ ἦν, εἰπέ μοι, τὸ κωλύον αὐτὸν εἰς οἰκεῖον πρόσωπον ἑλκῦσαι μοναδικῶς τὴν προσκύνησιν, εἰ νοεῖσθαι παρ' ἡμῶν ἐπεθύμει προσκυνητής; ἔδει γὰρ μᾶλλον εἰπεῖν Ἐγὼ προσκυνῶ ὃ οἶδα, ἵνα τοῖς ἄλλοις ἀσύντακτος ὢν, ἐφ' ἑαυτῷ καὶ μόνῳ τὴν τῶν εἰρημένων ἁρπάσῃ δύναμιν. νυνὶ δὲ τό Ἡμεῖς ἄριστά τε φησὶ καὶ λίαν ἀσφαλῶς, ὡς ἐν δούλοις ἤδη κατατεταγμένος διὰ τὴν ἀνθρωπότητα, ὡς τοῖς προσκυνοῦσιν ἐναρίθμιος, ὡς Ἰουδαῖος διὰ τὴν χώραν. Ἀλλ' ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ. καὶ γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. λέγει αὐτῷ ἡ γυνή. Σημαίνει μὲν τῆς ἑαυτοῦ παρουσίας τὸν ἤδη παρόντα καιρὸν, μετασκευασθήσεσθαι δὲ τοὺς τύπους φησὶν εἰς ἀλή θειαν, καὶ τὴν τοῦ νόμου σκιὰν εἰς λατρείαν πνευματικήν. διὰ δὲ τῆς εὐαγγελικῆς παιδεύσεως εἰς εὐάρεστον τῷ Πατρὶ πολιτείαν χειραγωγηθήσεσθαι λέγει τὸν ἀληθινὸν προσκυνητὴν, τὸν ἄνθρωπον δηλονότι τὸν πνευματικὸν, ἑτοιμότερόν πως εἰς οἰκειότητα τρέχοντα τὴν πρὸς Θεόν. πνεῦμα γὰρ ὁ Θεὸς, ὡς πρὸς ἐνσώματον νοεῖται φύσιν. διά τοι τοῦτο δικαίως τὸν πνευματικὸν ἀποδέχεται προσκυνητὴν, οὐκ ἐν μορφώσει καὶ τύποις φοροῦντα τῆς εὐσεβείας τὴν μόρφωσιν Ἰου δαϊκῶς, ἀλλὰ τοῖς μὲν ἐξ ἀρετῆς κατορθώμασιν εὐαγγελικῶς 1.285 διαλάμποντα, τῇ δὲ τῶν θείων δογμάτων ὀρθότητι τὴν ὄντως ἀληθῆ πληροῦντα προσκύνησιν. Οἴδαμεν ὅτι μεσίας ἔρχεται, ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα. Ὥραν ἀφίξεσθαι καὶ καιρὸν, μᾶλλον δὲ ἤδη παρεῖναι, διδάσκοντος τοῦ Χριστοῦ, καθ' ὃν οἱ ἀληθινοὶ προσκυνηταὶ τὴν ἐν πνεύματι λατρείαν προσοίσουσι τῷ Θεῷ καὶ Πατρὶ, παραχρῆμα τὸ γύναιον εἰς τὴν λαλουμένην παρὰ τοῖς Ἰου δαίοις ἐλπίδα τοῖς ὑπὲρ ἕξιν ἀναπτεροῦται νοήμασιν. εἰδέναι δὲ τὸν μεσίαν ὡς ἥξει κατὰ καιρὸν οἰκεῖον ὁμολογεῖ, καὶ ἥξει μὲν ἐπὶ τίσιν, ἀκριβῶς οὐ φησὶν, ἀπεριεργάστους, ὡς ἔοικε, τοὺς ἐπ' αὐτῷ λαμβάνουσα θρύλους, ἅτε δὴ φιλόγελώς τε καὶ φιλοσαρκοῦσα γυνή· οὐ μὴν ἠγνόησε παντελῶς, ὡς ἀστειοτέρων μαθημάτων εἰσηγητὴς ἐπὶ τὸν Ἰσραὴλ ἀνα δειχθήσεται, καὶ τοῦτο δὴ πάντως ἐν τοῖς περὶ αὐτοῦ λόγοις εὑρίσκουσα. Λέγει αὐτῇ ὁ Ἰησοῦς Ἐγώ εἰμι, ὁ λαλῶν σοι. Οὐ ταῖς ἀπαιδεύτοις ψυχαῖς ἢ καὶ ἀμαθέσι παντελῶς ἑαυτὸν ἀνακαλύπτει Χριστὸς, ἀλλ' ἐκείναις μᾶλλον ἐπι λάμπει καὶ φαίνεται, αἵπερ ἂν εἶεν ἤδη πρὸς τὸ βούλεσθαί τι μαθεῖν ἑτοιμότεραι, καὶ τῆς πίστεως τὴν ἀρχὴν ἐν ἁπλοῖς ὠδίνουσαι λόγοις, πρὸς τὴν τῶν τελειοτέρων ἐπείγονται γνῶσιν. τοιαύτη τις ἡμῖν καὶ ἡ Σαμαρεῖτις ἀνεδείχθη γυνὴ, παχύτερον μὲν ἤπερ ἐχρῆν τοῖς ὄντως θείοις προσβαλοῦσα θεωρήμασιν, οὐ μὴν τοῦ βούλεσθαί τι καὶ νοεῖν ἐξῳκισμένη παντελῶς. πρῶτον μὲν γὰρ αἰτήσαντι τῷ Χριστῷ τὸ ποτὸν, προχείρως οὐ δίδωσι, παραλύοντα δέ πως, ὅσον ἧκεν ἀνθρω πίνως εἰπεῖν, τὰς ἐπιχωρίους τῶν Ἰουδαίων συνηθείας κατα θεωμένη, τοὺς τῆς παραβάσεως προανεζήτει λόγους, μονον 1.286 ουχὶ διὰ τῆς ὑπομνήσεως εἰς ἐξήγησιν καλοῦσα τὸν Κύριον· "Πῶς γὰρ σὺ, φησὶν, Ἰουδαῖος ὢν παρ' ἐμοῦ πιεῖν αἰτεῖς "γυναικὸς Σαμαρείτιδος οὔσης;" ἐπειδὴ δὲ, τοῦ τῆς κατη χήσεως προϊόντος λόγου, καὶ προφήτην ὡμολόγει εἶναι λοι πὸν, φάρμακον εἰς σωτηρίαν λαβοῦσα τὸν ἔλεγχον, ἑτέραν αὐτῷ προσῆγε τὴν πεῦσιν λέγουσα φιλομαθῶς "Οἱ πατέρες "ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, καὶ ὑμεῖς λέγετε "ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου προσκυνεῖν δεῖ." ἀλλ' ἐδιδάσκετο τοῦτο πάλιν, ὡς ἥξει ποτὲ, μᾶλλον δὲ ἤδη πάρεστιν ὁ καιρὸς, καθ' ὃν οἱ ἀληθινοὶ προσκυνηταὶ τὸ ἐν ὄρεσι τοῖς ἐπὶ γῆς προσκυνεῖν παρωσάμενοι, τὴν ὑψηλοτέραν καὶ ἐν πνεύματι λατρείαν προσοίσουσι τῷ Θεῷ καὶ Πατρί. μόνῳ δὲ πρέπειν ἀναθεῖσα τὰ κάλλιστα τῷ Χριστῷ, καὶ τὴν ἐπὶ τοῖς ἀμείνοσι γνῶσιν τοῖς ἐκείνου χρόνοις τηρήσασα "Οἴδαμεν, φησὶν, ὅτι μεσίας ἔρχεται, ὁ λεγόμενος Χριστὸς, "ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα." ὁρᾷς ὅπως ἤδη τὸ γύναιον εὐτρεπὲς εἰς τὸ πιστεύειν ἐγίγνετο, καὶ ὥσπερ τινὰ βαθμῶν ἀναβαίνουσα θέσιν, ἐκ μικρῶν ἐρωτημάτων εἰς ὑψηλοτέραν ἕξιν ἀναπηδᾷ; ἔδει τοίνυν αὐτῇ τρανοτέραις μὲν ἤδη φωναῖς ἀπογυμνοῦν τὸ ποθούμενον, τὸ δὲ ἐν ἐλπίσι σωζόμενον ἀγαθαῖς παρατιθέναι λοιπὸν ἐν ὄψει λέγοντα Ἐγώ εἰμι ὁ λαλῶν σοι. Ἐπιτρεπόντων τοιγαροῦν τοῖς νεήλυσιν, οἱ τὸ διδασκα λικὸν ἐν ἐκκλησίαις ἔχοντες ἐπιτήδευμα, τὸν τῆς κατηχήσεως ἀναμασᾶσθαι λόγον, οὕτω τε λοιπὸν καταδεικνύντων αὐτοῖς τὸν Ἰησοῦν, ἐκ μικρᾶς παιδαγωγίας ἐπὶ τὴν ἐντελεστέραν τῆς πίστεως ἀναβιβάζοντες γνῶσιν. οἱ δὲ τὸν ἀλλογενῆ καὶ οὕτω προσήλυτον ἁρπάζοντες, καὶ σκηνῆς μὲν εἴσω τῆς ἐσωτέρας ποιούμενοι, θύειν δὲ ἀνίπτοις ἔτι χερσὶ τὸν ἀμνὸν ἐπιτρέποντες, καὶ τῷ τῆς ἱερωσύνης καταστέφοντες ἀξιώματι 1.287 τὸν οὔπω κατηχούμενον, πρὸς μεγάλους ἐν ἡμέρᾳ κρίσεως εὐτρεπιζέσθωσαν λόγους. ἀρκεῖ γάρ μοι τοῦτο καὶ μόνον εἰπεῖν. Καὶ ἐπὶ τούτῳ ἦλθον οἱ μαθηταὶ αὐτοῦ. Τέλος τῶν πρὸς τὴν γυναῖκα λόγων, ἡ τῶν μαθητῶν παρουσία. σιωπᾷ γὰρ, φησὶ, λοιπὸν ὁ Χριστὸς, καὶ τὸν θερμὸν τῆς πίστεως σπινθῆρα Σαμαρείταις ἐνθεὶς, ἐπιτρέπει ταῖς ἐνδόσεσιν εἰς μεγάλην ἐξάπτεσθαι φλόγα. οὕτω νοήσεις τὸ παρ' αὐτοῦ λεγόμενον "Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, "καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;" Καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει. Καταπλήττονται πάλιν οἱ μαθηταὶ τοῦ Σωτῆρος τὴν ἡμερότητα, καὶ τὸν ὑφειμένον ἀποθαυμάζουσι τρόπον. οὐ γὰρ δὴ κατά τινας τῶν ἐπ' ἀκράτοις εὐλαβείαις ἠγριωμένων, τὴν πρὸς γυναῖκα διάλεξιν ἀποφρίττειν ἀξιοῖ, ἐξαπλοῖ δὲ εἰς ἅπαντας τὴν φιλανθρωπίαν, καὶ δι' αὐτοῦ δεικνύει τοῦ πράγματος, ὅτι δὴ πάντως εἷς ὑπάρχων ∆ημιουργὸς, οὐ μόνοις ἀνδράσι τὴν διὰ πίστεως ἀπονέμει ζωὴν, ἀλλὰ καὶ τὸ θῆλυ πρὸς αὐτὴν σαγηνεύει γένος. Κερδαινέτω πάλιν καὶ τοῦτο πρὸς ὑπογραμμὸν ὁ διδά σκων ἐν ἐκκλησίαις, καὶ μὴ παραιτείσθω γυναῖκας ὠφελεῖν. οὐ γὰρ θελήμασι τοῖς ἰδίοις, ἀλλὰ τῇ τοῦ κηρύγματος χρείᾳ δεῖ πάντως ἀκολουθεῖν. Οὐδεὶς μέντοι εἶπε Τί λαλεῖς; ἢ Τί ζητεῖς μετ' αὐτῆς; Μαθητῶν ἦν ἔργον ἐπιστημόνων, καὶ τὴν πρέπουσαν τῷ διδασκάλῳ τιμὴν περισώζειν εἰδότων, μὴ περιέργοις ἐρωτή σεσιν εἰς ἐκτόπους δοκεῖν ὑπονοίας ἀποδημεῖν, ὅτι μετὰ γυ ναικὸς ἐλάλει, αἰδοῖ δὲ μᾶλλον καὶ φόβῳ τὴν μὲν γλῶτταν εἴργειν ὀδόντων ἐντὸς, περιμένειν δὲ μᾶλλον αὐτομολοῦντα 1.288 πρὸς λόγους τὸν Κύριον, καὶ ἐθελούσιον αὐτοῖς προστιθέντα τὴν ἐξήγησιν. θαυμαστέον τοιγαροῦν διὰ τούτων ἐφ' ἡμερό τητι μὲν τὸν Χριστὸν, ἐπὶ δὲ σοφίᾳ καὶ συνέσει τοὺς μα θητὰς καὶ τῇ τοῦ πρέποντος γνώσει. Ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν. Κρείττων ἤδη καὶ ὑψηλοτέρα φαίνεται τῶν εἰς τὸ σῶμα φροντίδων, ἡ κατὰ τὴν ἐχθὲς καὶ τρίτην πολύανδρος οὖσα γυνὴ, καὶ ἡ ψυχραῖς πολλάκις εὐάλωτος ἡδοναῖς, πλεονεκτεῖ τῆς σαρκὸς τὴν ὡς ἐξ ἀνάγκης χρείαν, δίψης τε ὁμοῦ καὶ ποτῶν ἀλογήσασα, πρὸς ἑτέραν ἕξιν διὰ τῆς πίστεως ἀνε χαλκεύετο. ἀγάπην δὲ παραχρῆμα τὴν καλλίστην πασῶν ἀρετὴν καὶ τὸν φιλάλληλον μελετῶσα τρόπον, ὅπερ αὐτῇ πέφηνεν ἀγαθὸν, τοῦτο καὶ ἑτέροις ἐξαγγέλλουσα γοργῶς δρόμῳ τῷ πρὸς τὴν πόλιν συντείνεται. ὑπεφώνει γὰρ ἐν αὐτῇ, κατά γε τὸ εἰκὸς, ὁ Σωτὴρ, καὶ λεληθότως κατὰ τὸν νοῦν ἐψιθύριζε λέγων "∆ωρεὰν ἐλάβετε, δωρεὰν δότε." μανθάνωμεν διὰ τούτου μὴ ζηλοῦν μὲν ἐκεῖνον τὸν ὀκνόφιλον οἰκέτην, διά τε τοῦτο εἰς γῆν καταχωννῦντα τὸ τάλαντον, ἐπεργάζεσθαι δὲ μᾶλλον αὐτὸ σπουδάζωμεν. ὃ δὴ καὶ δρῶσα καλῶς ἡ πολυθρύλητος αὕτη γυνὴ, κοινοποιεῖται τοῖς ἄλλοις τὸ προσπεσὸν ἀγαθὸν, ὕδωρ μὲν, ὅπερ ἧκεν ἀρυσομένη, τῶν πηγαίων οὐκέτι λαβοῦσα μαστῶν, οὐδὲ τὴν ἐκ γῆς ὑδρίαν οἴκοι πάλιν ἀποκομίζουσα, θείᾳ δὲ μᾶλλον καὶ οὐρανίῳ χάριτι καὶ πανσόφῳ τοῦ Σωτῆρος διδασκαλίᾳ τὰς τῆς διανοίας ἀπο θήκας ἐμπλήσασα. Ἰστέον ἐντεῦθεν, ὡς ἐν τύπῳ πάλιν καὶ γραφῇ, ὅτι μικρῶν δὴ λίαν ὑπερφρονοῦντες καὶ σωματικῶν, πολλαπλασίονά τε 1.289 καὶ ἀμείνω τὰ παρὰ Θεοῦ ληψόμεθα. τί γὰρ ὕδωρ τὸ ἀπὸ τῆς γῆς, ὡς πρὸς τὴν ἄνωθεν σύνεσιν; Καὶ λέγει τοῖς ἀνθρώποις ∆εῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα ἃ ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός; Ὢ παραδόξου μεταβολῆς, ὢ μεγάλης ὄντως καὶ θεοπρε ποῦς ἰσχύος ἐπ' ἀῤῥήτῳ διαφανοῦς τῷ θαύματι. τεχνῖτις ἤδη πρὸς λόγους καὶ μυσταγωγὸς, ἡ συνιεῖσα μὲν οὐδὲν τῶν ἐν ἀρχῇ λεγομένων, διὰ δὲ τοῦτο δικαίως ἀκούσασα "Ὕπαγε "φώνησόν σου τὸν ἄνδρα καὶ ἐλθὲ ἐνθάδε." ὅρα γὰρ ὅπως ἐντέχνως τὴν πρὸς Σαμαρείτας ἐποιεῖτο διάλεξιν. οὐκ εὐθὺς εὑρηκέναι φησὶ τὸν Χριστὸν, οὐδὲ ἐν πρώτοις αὐτοῖς εἰσ φέρει διηγήσ[εσ]ιν τὸν Ἰησοῦν· ἢ γὰρ ἂν καὶ διεπτύσθη δικαίως, ὡς πολὺ μὲν τὸ μέτρον τῶν αὐτῇ πρεπόντων ἀναβαίνουσα λόγων, οὐκ ἀγνῶτας δὲ τῶν αὐτῆς τρόπων τοὺς ἀκροωμένους εὑρίσκουσα. προεξευμαρίζει τοιγαροῦν τῷ θαύματι, καὶ τῷ παραδόξῳ προκαταπλήξασα, λειοτέραν ὥσπερ τῇ πίστει τὴν ὁδὸν ἀπεργάζεται. δεῦτε καὶ ἴδετέ φησι συνετῶς, μονονουχὶ θερμοτέραις βοῶσα φωναῖς Ἀρ κέσει καὶ μόνη πρὸς πίστιν ἡ θέα, καὶ πληροφορήσει παρόντας ἀξιολογωτέροις τοῖς θαύμασιν. ὁ γὰρ γινώσκων τὰ κεκρυμμένα, καὶ τὸ μέγα τοῦτο καὶ θεοπρεπὲς ἀξίωμα λαχὼν, πῶς οὐκ ἐξ οὐρίας δραμεῖται πρὸς τὴν ὧν ἂν βούλοιτο πλήρωσιν; Ἐξῆλθον ἐκ τῆς πόλεως, καὶ ἤρχοντο πρὸς αὐτόν. Ἔλεγχος τῆς Ἰουδαίων σκληροκαρδίας ἡ Σαμαρειτῶν εὐπείθεια, καὶ τὸ ἐν ἐκείνοις ἀπάνθρωπον ἐν τῇ τούτων ἡμερότητι διαφαίνεται. καὶ ὁράτω πάλιν ὁ φιλομαθὴς τῆς ἐν ἀμφοῖν ἕξεως τὴν διαφορὰν, ἵνα δὴ καὶ μάλα δικαίως 1.290 ἀποθαυμάζῃ τὸν Ἰησοῦν τῆς μὲν τῶν Ἰουδαίων ἀποδημοῦντα 1.290 Συναγωγῆς, ἑαυτὸν δὲ μᾶλλον τοῖς ἀλλογενέσι δωρούμενον. Ἰουδαίοις μὲν γὰρ ὅτι καὶ ἥξει καὶ ἐπὶ τίσιν ἀναφανεῖται Χριστὸς, ὁ διὰ Μωυσέως διήγγελλε νόμος, προφητῶν δὲ ὁ πάνσεμνος ἀνεκήρυττε χορὸς, καὶ μονονουχὶ παρόντα λοιπὸν ἐπὶ θύραις ἐπεδείκνυε λέγων "Ἰδοὺ ὁ Θεὸς ἡμῶν, ἰδοὺ "Κύριος·" καὶ τελευταῖος ἐπὶ πᾶσιν ὁ μέγας "ἐν γεννητοῖς "γυναικῶν" Ἰωάννης, ἤδη πεφηνότα καὶ συνδιαιτώμενον φανερὸν καθίστη λέγων "Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων "τὴν ἁμαρτίαν τοῦ κόσμου." καὶ τό γε πάντων παραδοξό τερον, διὰ πολλῶν πραγμάτων δυνάμεώς τε καὶ ἐξουσίας θεοπρεποῦς ἑαυτὸν ὁ Σωτὴρ ἐξεκάλυπτε. τί δὴ λοιπὸν ἐπὶ τούτοις οἱ πρὸς ἐκτόπους ἀχάλινοι μελετῶσι βουλάς; φο νῶσιν ἀδίκως, ἐπιβουλεύουσι δυσσεβῶς, φθονοῦσι δυστρό πως, γῆς τε καὶ πόλεως τῆς ἑαυτῶν ἐξελαύνουσι τὴν ζωὴν, τὸ φῶς, τὴν ἁπάντων σωτηρίαν, τὴν εἰς βασιλείαν ὁδὸν, τῶν πλημμελημάτων τὴν ἄφεσιν, τῆς υἱοθεσίας τὸν χορηγόν. διά τοι τοῦτο δικαίως ἔφασκεν ὁ Σωτήρ "Ἱερουσαλὴμ "̔Ιερουσαλὴμ ἡ ἀποκτένουσα τοὺς προφήτας καὶ λιθοβο "λοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν, ποσάκις ἠθέλησα "ἐπισυναγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ὄρνις ἐπισυνάγει "τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε· "ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν." Σαμαρεῖται δὲ τῆς Ἰουδαίων ἀπονοίας ἀναφαίνονται κρείττονες, καὶ τὴν ἐνοῦσαν αὐτοῖς δυσμαθίαν ταῖς εὐπειθείαις νικήσαντες, ἑνὸς καὶ μόνου κατακούσαντες θαύματος, δρομαῖοι βαδίζουσιν ἐπὶ τὸν Ἰησοῦν, οὐ ταῖς τῶν ἁγίων προφητῶν ἀναπεπεισμένοι φω 1.291 ναῖς, οὐ Μωυσαϊκοῖς κηρύγμασιν οὐδὲ ταῖς Ἰωάννου δακτυ λοδειξίαις, ἀλλὰ μιᾶς αὐτοῖς ἐξηγουμένης, καὶ τοῦτο ἁμαρ τωλοῦ, γυναικός. εὐλόγως τοιγαροῦν τὴν ἐπ' αὐτοὺς τοῦ Σωτῆρος ἀποθαυμάζοντες ψῆφον, καὶ ἡμεῖς ἀναφθεγξώμεθα "∆ίκαιος εἶ Κύριε, καὶ εὐθὴς ἡ κρίσις σου." Ἐν τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες Ῥαββὶ, φάγε. ὁ δὲ εἶπεν αὐτοῖς. Οἰκονομεῖ μὲν ἄριστα τοῦ βιβλίου τὴν συγγραφὴν ὁ θεσπέσιος Εὐαγγελιστὴς, παραλιμπάνει δὲ οὐδὲν τῶν ὅσα δὴ πάντως τοῖς ἐντευξομένοις ἔσεσθαι πιστεύει λυσιτελῆ. ἄκουε τοίνυν ὅπως ἡμῖν ἀξιολογωτάτου πράγματος γεγονότα πάλιν ὑπογραμμὸν εἰσφέρει τὸν Ἰησοῦν. οὐδὲν γὰρ οἶμαι τεθεῖσθαι μάτην ἐν ταῖς τῶν ἁγίων συγγραφαῖς, ἀλλὰ καὶ ὅπερ ἄν τις οἴηται μικρὸν, οὐκ εὐκαταφρόνητον ὠδῖνον ἔσθ' ὅτε τὴν ὠφέλειαν εὑρίσκεται. ἀρξαμένης τοιγαροῦν τῆς Σαμαρειτῶν ἐπιστροφῆς, καὶ ὅσον οὐδέπω προσδωκωμένων αὐτῶν· ᾔδει γὰρ ἥξοντας ὡς Θεός· ὅλος μὲν ἐξ ὅλου πρὸς τὴν τῶν κεκλημένων σωτηρίαν συντείνεται, ποιεῖται δὲ λόγον οὐδένα τῆς τοῦ σώματος τροφῆς, καίτοι καὶ κεκμηκὼς "ἐκ "τῆς ὁδοιπορίας," ὡς γέγραπται, ἵνα πάλιν διὰ τούτου τοὺς ἐν ταῖς ἐκκλησίαις ὠφελήσῃ διδασκάλους, καὶ καμάτου μὲν παντὸς ἀναπείσῃ περιορᾶν, κρείττονα δὲ τῆς περὶ τὸ σῶμα φροντίδος τὴν ἐπὶ τοῖς σωζομένοις ποιεῖσθαι σπουδήν· "Οὐαὶ γὰρ, φησὶν ὁ προφήτης, οἱ ποιοῦντες τὸ ἔργον "Κυρίου ἀμελῶς." ἵνα τοίνυν μανθάνωμεν ἐν τοῖς τοιούτοις μάλιστα καιροῖς ἀσιτεῖν εἰωθότα τὸν Κύριον, ἐρωτῶντας εἰσφέρει τοὺς μαθητὰς, καὶ μονονουχὶ προκυλινδουμένος, ἵνα δὴ βραχύ τι τῶν πεπορισμένων, ὡς ἀπαραίτητόν τε καὶ 1.292 ἀναγκαίαν ποιήσαιτο τροφήν. "ἀπεληλύθησαν γὰρ εἰς τὴν "πόλιν ἵνα τροφὰς ἀγοράσωσιν," ἃς καὶ παρῆσαν ἤδη συγκομισάμενοι. Ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε. Χαριέντως μὲν ὁ Σωτὴρ ἀπὸ τῶν ἐν χερσὶ πραγμάτων ἐξυφαίνει τὴν ἀπόκρισιν. μόνον δὲ οὐχί φησιν ἐπεσκια σμένως, ὡς εἴπερ εἰδεῖεν αὐτοὶ τὴν Σαμαρειτῶν ἐπὶ θύρας οὖσαν ἐπιστροφὴν, ἐκείνης ἔχεσθαι μᾶλλον ὡς τρυφῆς, ἢ σάρκα τρέφειν ἀνέπειθον. ἐκ δὲ δὴ τούτου πάλιν ὅσην ἔχει τὴν εἰς ἀνθρώπους ἀγάπην ἡ θεία φύσις ἔξεστι μαθεῖν· τροφὴν γὰρ ὥσπερ ἡγεῖται καὶ τρυφὴν τῶν ἀπολωλότων τὴν εἰς σωτηρίαν ἀναδρομήν. Ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους Μήτις ἤνεγκεν αὐτῷ φαγεῖν; λέγει αὐτοῖς ὁ Ἰησοῦς. Σκοτεινὸν ὄντα τὸν λόγον οὔπω συνέντες οἱ μαθηταὶ, τὰ πολλάκις καθ' ἑαυτοὺς ἐλογίζοντο γεγονότα, καὶ πρὸς τὰς συνήθεις καταβαίνουσιν ἐννοίας, προσῆχθαι μὲν ὑπό του τροφὴν ὑποπτεύοντες αὐτῷ, τιμιωτέραν δέ πως ἢ καὶ ἡδίονα τῆς παρ' αὐτῶν συλλεγείσης ὑπάρχειν αὐτήν. Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. Ὅλον ἀποῤῥήξας τοῦ λόγου τὸ κατακάλυμμα διαφανε στάτην αὐτοῖς ἀνέδειξε τὴν ἀλήθειαν, ὡς δὲ ὅσον οὐδέπω τῆς οἰκουμένης διδασκάλοις ἐσομένοις τύπον ἑαυτὸν εἰσφέρει, συντόνου τε καὶ λίαν ἀρίστης σπουδῆς, τῆς ἐπὶ τὸ χρῆναι διδάσκειν δηλαδὴ, καὶ τῆς ἀναγκαίας τοῦ σώματος χρείας 1.293 δευτέραν ἀξίως ἐχούσης διὰ τοῦτο τὴν φροντίδα. βρῶμα γὰρ εἶναι λέγων ἑαυτῷ θυμηρέστατον τὸ ποιῆσαι τὸ θέλημα τοῦ πέμψαντος αὐτὸν καὶ τελειῶσαι αὐτοῦ τὸ ἔργον, τῆς μὲν ἀποστολικῆς λειτουργίας διαγράφει τὸ ἐπιτήδευμα, ποταποὶ δὲ τὴν ἕξιν ὑπάρχειν ὀφείλουσι καταμηνύει σαφῶς. συντε τάσθαι γὰρ δὴ κατὰ τὸ εἰκὸς ἀναγκαῖον αὐτοὺς ἐπὶ μόνοις τοῖς διδασκαλικοῖς φροντίσμασι, δεῖν δὲ τοσοῦτον ἀποφοιτᾶν τῆς εἰς σάρκα τρυφῆς, ὡς μηδ' αὐτήν ἐσθ' ὅτε προσίεσθαι τὴν ὡς ἐξ ἀνάγκης θεραπείαν, διὰ μόνην ἐπιτελουμένην τὴν τοῦ τεθνάναι παραίτησιν. Καὶ ταῦτα μὲν ἡμῖν εἰρήσθω πρὸς τὸ παρὸν, ὡς εἰς τύπον καὶ ὑπογραμμὸν ἀποστολικῆς συντείνοντα πολιτείας· εἰ δὲ χρὴ τοῖς εἰρημένοις καὶ δογματικώτερον προσβάλλοντας εἰπεῖν, ἀπεστάλθαι φησὶ, δῆλον δὲ ὅτι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἢ κατὰ τὸν τῆς ἐνανθρωπήσεως τρόπον, καθ' ὃν ἐπέλαμψε τῷ κόσμῳ μετὰ σαρκὸς, εὐδοκίᾳ καὶ συναινέσει τοῦ Πατρὸς, ἢ ὡς Λόγος ἐκ τοῦ γεννήσαντος νοῦ προκύπτων τρόπον τινὰ καὶ πεμπόμενος καὶ τὸ δόξαν ἀποπληρῶν, οὐχ ὡς ἀλλοτρίων θελημάτων παραληφθεὶς ὑπουργὸς, ἀλλ' αὐτὸς ὑπάρχων ὁμοῦ καὶ Λόγος ὁ ζῶν καὶ θέλημα τοῦ Πατρὸς ἐναργέστατον, διασώζων ἑτοίμως τοὺς ἀπολωλότας. διὰ γάρ τοι τοῦτο, καὶ τοῦ πεπομφότος αὐτὸν εἶναι τὸ ἔργον εἰπὼν, αὐτὸς ὁρᾶται τελειωτής· πάντα γὰρ παρὰ Πατρὸς δι' Υἱοῦ ἐν Πνεύματι. ὅτι γὰρ καὶ Λόγος καὶ βουλὴ καὶ θέλημα καὶ δύναμις τοῦ Πατρός ἐστιν ὁ Υἱὸς, εἶναι μὲν ἅπασι νομίζω καταφανές· λυπεῖ δὲ οὐδὲν καὶ ἀπὸ τῆς θείας πιστώσασθαι γραφῆς. οὐκοῦν ὁράτω μέν τις ὑπάρχοντα Λόγον ἐν τῷ "̓Εν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ "Θεὸς ἦν ὁ Λόγος." ὁράτω βουλὴν ἐν τῷ λέγειν, ὡς πρὸς Θεὸν καὶ Πατέρα, τὸν μελῳδόν "Ἐν τῇ βουλῇ σου ὡδή 1.294 "γησάς με, καὶ μετὰ δόξης προσελάβου με·" ὁράτω θέλημα πάλιν ἐν τῷ λέγειν αὐτόν "Κύριε ἐν τῷ θελήματί σου "παράσχου τῷ κάλλει μου δύναμιν." νευροῖ γὰρ τῶν ἁγίων τὸ κάλλος, τουτέστι τὴν εἰς ἅπασαν ἀρετὴν εὐεξίαν, τὸ ζῶν τε καὶ ἐνυπόστατον θέλημα τοῦ Πατρὸς, τουτέστιν ὁ Υἱός. ὅτι γάρ ἐστι καὶ δύναμις, πάλιν ἐντεῦθεν συνήσεις " Εντειλαι, φησὶν, ὁ Θεὸς τῇ δυνάμει σου, δυνάμωσον ὁ "Θεὸς τοῦτο ὃ κατηρτίσω ἡμῖν." ὁρᾶς ἐν τούτοις ἀκριβῶς εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς, σαρκωθεῖσαν αὐτοῦ τὴν δύ ναμιν, τουτέστι τὸν Υἱὸν, ἵνα δυναμώσῃ τοῦτο ὅπερ ἡμῖν κατηρτίσατο σῶμα. εἰ μὴ γὰρ ἐσκήνωσεν ἐν ἡμῖν, οὐδ' ἂν ὅλως τὴν ἀπὸ φθορᾶς ἀσθένειαν ἡ τῆς σαρκὸς ἀπεδύσατο φύσις. αὐτὸς τοιγαροῦν ὑπάρχων ὁ Υἱὸς τὸ ἀγαθὸν τοῦ Πατρὸς θέλημα, τελειοῖ τὸ ἔργον αὐτοῦ, σωτηρία τοῖς πι στεύουσιν εἰς αὐτὸν ἀναδεικνύμενος. Ἀλλ' ἐρεῖ τις πρὸς τοῦτο τυχόν Εἰ αὐτός ἐστιν ὁ Υἱὸς τὸ θέλημα τοῦ Πατρὸς, ποῖον ἀπεστάλη πληρώσων θέλημα; δεῖ γὰρ ἕτερον εἶναι παρὰ τὸν πληροῦντα τὸ πληρούμενον. τί οὖν ἄρα πρὸς τοῦτό φαμεν; ἀπαιτεῖ μὲν ὄντως τῶν ὀνομάτων ἡ θέσις τῶν σημαινομένων τὴν ἑτερότητα, ἀδια φορεῖ δὲ πολλάκις ἐπὶ Θεοῦ, καὶ τὸ ἀκριβὲς ἐν τούτοις ὁ περὶ τῆς ἀνωτάτω φύσεως παραιτεῖται λόγος. λαλεῖται γὰρ τὰ περὶ αὐτῆς, οὐχ ὡς ἔχει πάντως ἀληθείας, ἀλλ' ὅπως ἂν δύναιτο διερμηνεύειν ἡ γλῶττα, καὶ οὖς κατακροᾶσθαι τὸ ἀνθρώπινον. ὁ γὰρ ἐν αἰνίγματι βλέπων, ἐν αἰνίγματι καὶ λαλεῖ. ἐπεὶ τί ποιήσεις ὅταν ὁ ἁπλοῦς ἡμῖν τὴν φύσιν εἰσβαίνῃ διπλοῦς, διὰ τοῦ λέγειν περὶ τῶν ἐξ Ἰσραήλ Καὶ τὰ τέκνα αὐτῶν διῆγον διὰ πυρὸς, "ὃ οὐκ ἐνετειλάμην αὐτοῖς "καὶ οὐκ ἀνέβη ἐπὶ τὴν καρδίαν μου." ἢ γὰρ οὐκ ἀνάγκη 1.295 τὴν καρδίαν ἑτέραν ὑπάρχειν παρὰ τὸν ἐν ᾧπέρ ἐστι; καὶ πῶς ἁπλοῦς ἡμῖν ἔτι νοηθήσεται Θεός; οὐκοῦν ἀνθρωπίνως μὲν λαλεῖται τὰ περὶ Θεοῦ· νοεῖται δὲ οὕτως, ὡς ἂν ἁρμόττοι Θεῷ, καὶ τὸ μέτρον τῆς ἡμετέρας γλώττης τὴν ἐπὶ πάντας οὐκ ἀδικήσει φύσιν. κἂν εὑρίσκηται τοιγαροῦν ὁ Υἱὸς, ὡς περί τινος ἑτέρου λέγων τοῦ θελήματος τοῦ Πατρὸς, ἀδια φορήσεις οἰκονομικῶς τῇ τῶν λόγων ἀσθενείᾳ περιτιθεὶς τὸ μὴ δύνασθαί τι μεῖζον εἰπεῖν, μήτε μὴν ἑτέρως κατασημῆναι τὸ δηλούμενον. καὶ ταῦτα μὲν εἰρήσθω πάλιν εἰς ἀπόδειξιν τοῦ νοεῖσθαι καὶ θέλημα τοῦ Πατρὸς τὸν Υἱόν· ἐν δέ γε τῷ προκειμένῳ ῥητῷ, λόγος μὲν οὐδεὶς ἀναγκάσει θέλημα νοεῖ σθαι τοῦ Πατρὸς τὸν Υἱὸν, ἀδιαφόρως δὲ μᾶλλον παρα δεξόμεθα τὴν ἐπὶ τοῖς ἀπολωλόσι βουλὴν ἀγαθήν. Οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστι καὶ ὁ θερισμὸς ἔρχεται; ∆έχεται πάλιν τοῦ λόγου τὰς ἀφορμὰς ἀπὸ καιροῦ καὶ πράγματος, καὶ ἀπὸ τῶν ἐν αἰσθήσει τῇ παχυτέρᾳ πνευμα τικῶν θεωρημάτων ἀναπλάττει διήγησιν. ὥρα μὲν γὰρ ἦν χειμῶνος ἔτι κατ' ἐκεῖνο καιροῦ, ἀρτιθαλὴς δὲ καὶ νέος τῶν σπερμάτων ὁ κάλαμος μόγις μὲν τῆς ἀρούρας ἐξέφριττε· καιροῦ δὲ τεσσάρων μηνῶν διιπεύσαντος εἰς τὴν τοῦ θερί ζοντος χεῖρα πεσεῖσθαι προσεδοκᾶτο. Οὐχ ὑμεῖς οὖν φησιν οἱ ἄνθρωποί φατε ὅτι ἔτι τετράμηνός ἐστι καὶ ὁ θερισμὸς ἔρχεται; Ἰδοὺ λέγω ὑμῖν ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμόν. Τουτέστιν ὀλίγον τῶν ἐπὶ γῆς πραγμάτων τὸν τῆς δια νοίας ὀφθαλμὸν ἀνοχλίσαντες, τὸν πνευματικὸν ἐπαθρεῖτε 1.296 σπόρον, ὅτι λελευκάνθισται μὲν ὡς ἐπὶ τὴν ἅλω βαδιούμενος ἤδη, καλεῖ δὲ λοιπὸν ἐφ' ἑαυτῷ τὸν ἀμητῆρα σίδηρον. ἀπὸ δὲ τῆς ὁμοιότητος τῶν ἐν ἱστορίᾳ πραγμάτων θεωρήσεις τὸ δηλούμενον· σπόρον μὲν γὰρ νοήσεις τὸν νοητὸν καὶ πληθὺν ἀσταχύων πνευματικῶν, τοὺς διὰ τῆς τῶν προφητῶν προ γεωργηθέντας φωνῆς εἰς τὴν μέλλουσαν ἀναδειχθήσεσθαι πίστιν διὰ Χριστοῦ· λευκαίνεται δὲ πέπειρός τε καὶ ἕτοιμος ἤδη πρὸς τὸ πιστεύειν γεγενημένος καὶ συμπεπηγμένος εἰς εὐλάβειαν. ὁ δὲ τοῦ θερίζοντος σίδηρος, ὁ λαμπρός τε ἐστὶ καὶ τομώτατος τῶν ἀποστόλων λόγος, τῆς μὲν κατὰ νόμον λατρείας ἀποκείρων τοὺς ἀκροωμένους, ἐπὶ δὲ τὴν ἅλω μετα τιθεὶς, τουτέστιν, ἐπὶ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ· ἔνθα δὴ τριβόμενοί τε καὶ πόνοις ἀγαθοῖς ἐνθλιβόμενοι, καθαρὸς ἀποδειχθήσονται σῖτος τῆς τοῦ συνάγοντος ἀποθήκης ἐπάξιος. Ἤδη ὁ θερίζων μισθὸν λαμβάνει, καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων. ἐν γὰρ τούτῳ ὁ λόγος ἀληθινός ἐστιν, ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων. Λόγου, φησὶν, ὁ καιρὸς τοῦ καλοῦντος εἰς πίστιν, καὶ τῶν νομικῶν τε καὶ προφητικῶν κηρυγμάτων τὴν εἰς τέλος ἄφιξιν τοῖς ἀκροωμένοις ἐπιδεικνύοντος. ὁ μὲν γὰρ νόμος, ὡς ἐν σκιαῖς ταῖς ἐν τύπῳ λατρείαις, προεδήλου τὸν ἀφιξό μενον, τουτέστι Χριστόν· προφῆται δὲ μετ' αὐτὸν, τοὺς παρὰ τοῦ Πνεύματος διαπορθμεύοντες λόγους "μικρὸν ὅσον "ὅσον" καὶ ὡς ἤδη παρεσόμενόν τε καὶ ἥξοντα προεμήνυον. ἐπειδὴ δὲ εἴσω βέβηκε θυρῶν, οὐκ εἰς ἐλπίδα μακρὰν ἀνα θήσει τὸ προσδοκηθὲν τῶν ἀποστόλων ὁ λόγος, ἀλλ' ἤδη παρὸν ἐπιδείξει· καὶ θεριεῖ μὲν ἐκ νομικῆς λατρείας τοὺς ἔτι 1.297 νόμῳ δουλεύοντας, καὶ μόνῳ προσκαθημένους τῷ γράμματι, μεταθήσει δὲ δίκην δραγμάτων εἰς ἕξιν τε καὶ πολιτείαν εὐαγγελικὴν, ἀποκερεῖ δὲ ὁμοίως πολυθέου μὲν πλάνης τὸν τῶν εἰδώλων προσκυνητὴν, μετοίσει δὲ πρὸς ἐπίγνωσιν τοῦ κατ' ἀλήθειαν ὄντος Θεοῦ, καὶ τὸ σύμπαν ὡς ἔνι καὶ συλ λήβδην εἰπεῖν, τοὺς φρονοῦντας ἔτι τὰ ἐπὶ τῆς γῆς πρὸς τὴν τῶν ἀγγέλων μεταστήσει ζωὴν διὰ πίστεως τῆς εἰς Χριστόν. Ταῦτα μὲν δὴ, φησὶν, ὁ τῶν θεριστῶν ἐξεργάσεται λόγος. ἔσται δ' οὖν ὅμως οὐκ ἀμισθεὶ, συνάξει γὰρ δὴ πάντως αὐτοῖς τὸν εἰς ζωὴν αἰώνιον ἀποτρέφοντα καρπόν· καὶ οὐ δή που λαβόντες μόνοι καθ' ἑαυτοὺς εὐφρανθήσονται, ἀλλ' ὡς τοῖς τῶν προφητῶν ἐπικεκμηκότες πόνοις, καὶ τὸν παρ' ἐκείνων προγεωργηθέντα θερίσαντες σπόρον, μίαν σὺν αὐτοῖς ἐπιτελέσουσι τὴν πανήγυριν. οἶμαι δ' ἔγωγε τὸν σοφώ τατον Παῦλον, τοὺς ἐπὶ τοῖς μέλλουσι τύπους ἐκμεμαθηκότα σαφῶς, ἐντεῦθεν εἰπεῖν περί τε τῶν ἁγίων πατέρων καὶ προφητῶν, ὅτι "Καὶ οὗτοι πάντες τελειωθέντες διὰ τῆς "πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ "ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν "τελειωθῶσιν." ὁμοῦ γὰρ χρῆναι χαίρειν ἐδοκίμασεν ὁ Σωτὴρ τῷ προεσπαρκότι τὸν θεριστήν. Ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε. Ἤδη τὸ σύμπαν αὐτοῖς ἀποκαλύπτει μυστήριον, καὶ τὴν αἰνιγματώδη τῶν λόγων ἀποστήσας περιβολὴν ἐναργεστάτην τοῦ σημαινομένου παρίστησι τὴν διάνοιαν. φιλοπροφήτης δὲ ὢν ὁ Σωτὴρ καὶ φιλαπόστολος, οὔτε τὸν ἐκείνων πόνον ἔξω τῆς τῶν ἀποστόλων τίθησι χειρὸς, οὔτε μὴν ὁλοκλήρως ἀπονέμει τοῖς ἁγίοις ἀποστόλοις τὸ ἐπὶ τοῖς μέλλουσιν 1.298 ἀνασωθήσεσθαι καύχημα διὰ πίστεως τῆς εἰς αὐτόν· ἀνακε ράσας δὲ ὥσπερ καὶ ταῖς εἰς ἀλλήλους συνεργίαις ἀναμίξας τὸν ἑκατέρων πόνον, μίαν ἔσεσθαί φησι, καὶ μάλα εἰκότως, ἐπ' ἀμφοῖν τὴν φιλοτιμίαν. εἰσβεβηκέναι γεμὴν ἐπὶ τοῖς τῶν ἁγίων προφητῶν τοὺς ἀποστόλους διαβεβαιοῦται πόνοις, ταῖς τῶν προλαβόντων εὐκλείαις οὐκ ἐπιτρέπων ἐνάλλεσθαι, τιμᾶν δὲ μᾶλλον ἀναπείθων αὐτοὺς, ὡς ἡγησαμένους ἔν τε πόνῳ καὶ χρόνῳ· κάλλιστον δὲ δήπου καὶ ἡμῖν ὅτι δὴ πάντως ἔσται τὸ μάθημα, τίς ὁ συναινεῖν παραιτούμενος; Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν, διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης ὅτι εἶπέ μοι πάντα ὅσα ἐποίησα. Κατακρίνεται πάλιν καὶ διὰ τούτων ὁ Ἰσραὴλ, καὶ διὰ τῆς τῶν Σαμαρειτῶν εὐπειθείας, ἀφιλομαθής τε ὁμοῦ καὶ ἀπηνὴς ἐξελέγχεται. θαυμάζει γὰρ λίαν ὁ Εὐαγγελιστὴς πολλοὺς εἰς Χριστὸν πεπιστευκέναι λέγων διὰ τὸν λόγον τῆς γυναικὸς, καίτοι τῶν διὰ νόμου παιδαγωγουμένων εἰς τὴν ἐπὶ τούτῳ γνῶσιν, οὔτε τὰς Μωυσέως παραδεξαμένων φωνὰς οὔτε τοῖς προφητῶν ὅτι πείθεσθαι χρὴ διεγνωκότων κη ρύγμασι προκατασκευάζει δὲ διὰ τούτων, μᾶλλον δὲ προ απολογεῖται σοφῶς, ὅτι χάριτός τε καὶ ἐλπίδος τῆς εἰς Χριστὸν ἐξωσθήσεται μὲν εὐλόγως ὁ Ἰσραὴλ, ἀντεισβήσεται δὲ τῶν ἐθνῶν ἤτοι τῶν ἀλλογενῶν ἡ εὐπειθεστέρα πληθύς. Ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ' αὐτοῖς. καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ. Ἐξηγεῖται μὲν ὡς ἐν ἁπλότητι λόγων, ὃ δὴ γενέσθαι συμβέβηκεν. ἑτέραν δὲ ὥσπερ ἐξαρτύει πάλιν ἀπόδειξιν, 1.299 τοῦ χρῆναι δικαίως ἀποῤῥίπτεσθαι μὲν τῆς ἐλπίδος τὸν Ἰσραὴλ, μεταμοσχεύεσθαι δὲ τοὺς ἀλλογενεῖς ἐπ' αὐτήν. Ἰουδαῖοι μὲν γὰρ θαυματουργοῦντα ποικίλως τὸν Ἰησοῦν, καὶ ἐν δόξῃ τῇ θεοπρεπεῖ διαλάμποντα, πικραῖς τε καὶ ἀφορήτοις ὑπονοίαις ὑβρίζουσι, καὶ τοσοῦτον ἐμπαροινεῖν οὐκ ἐρυθριῶντες ἁλίσκονται, ὡς ἔξοικόν τε ποιεῖσθαι καὶ πόλεως τῆς σφετέρας ἐλαύνειν ἐπείγεσθαι τὸν ἁπάσης αὐτοῖς εὐθυ μίας πρόξενον· Σαμαρεῖται δέ γε μιᾶς γυναικὸς ἀναπεπει σμένοι λόγοις, δρομαίους μὲν ὅτι χρὴ πρὸς αὐτὸν ἀφικνεῖσθαι λογίζονται. ἐπειδὴ δὲ ἧκον, ἐκλιπαροῦν ἐσπούδαζον, εἴς τε τὸ ἄστυ παρελθεῖν καὶ τὸν σωτήριον αὐτοῖς ἐπιδαψιλεύεσθαι λόγον· ἐπινεύει δὲ προχείρως εἰς ἄμφω Χριστὸς, οὐκ ἄκαρπον ἔσεσθαι τὴν χάριν εἰδώς. πολλοὶ γὰρ ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ. ἴστω δὲ πάλιν διὰ τούτων ὁ φιλόθεός τε καὶ φιλευλαβὴς, ὅτι τῶν μὲν λυπούντων αὐτὸν ἀπανίσταται Χριστὸς, ἐνοικίζεται δὲ τοῖς εὐφραίνουσι δι' ὑπακοῆς τε καὶ πίστεως ἀγαθῆς. Τῇ τε γυναικὶ ἔλεγον ὅτι οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου. Ἀπὸ τῶν μειζόνων Σαμαρείταις ἡ πίστις, καὶ οὐκ ἐξ ὧν ἔτι παρ' ἑτέρων μανθάνουσιν, ἀλλ' ἐξ ὧν αὐτήκοοι γεγονότες θαυμάζουσιν. ἐγνωκέναι δέ φασιν, ὅτιπερ εἴη σαφῶς ὁ τοῦ κόσμου Σωτὴρ, πίστεως ἐνέχυρον τῆς εἰς αὐτὸν ἐλπίδος τὴν ὁμολογίαν ποιούμενοι. Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν εἰς τὴν Γαλιλαίαν. αὐτὸς γὰρ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει. Ἔξεισι μὲν ἀπὸ τῆς Σαμαρείας, κατασπείρας ἤδη τὸν 1.300 σωτήριον λόγον, καὶ γεωργοῦ τινος δίκην τὴν πίστιν ἐγκατα κρύψας τοῖς οἰκοῦσιν αὐτὴν, οὐχ ἵνα ταῖς τῶν λαβόντων καταδεσμοῖτο σιωπαῖς, ἠρεμοῦσα τρόπον τινὰ καὶ κατακε χωσμένη, ἀλλ' ἵνα δὴ μᾶλλον ταῖς ἁπάντων ἐγκαταφύοιτο ψυχαῖς, ἕρπουσά τε καὶ διικνουμένη πρὸς τὸ μεῖζον ἀεὶ, καὶ πρὸς τὴν ἐκφανεστέραν τρέχουσα δύναμιν. ἐπειδὴ δὲ διὰ μέσου κειμένην παρατρέχει τὴν Ναζαρὲτ, ἐν ᾗπερ αὐτὸν καὶ τετράφθαι λόγος, ὡς ἐντεῦθεν ἤδη καὶ ἀστὸν εἶναι δοκεῖν, καταίρει δὲ μᾶλλον εἰς τὴν Γαλιλαίαν· ἀναγκαίαν ποιεῖται τὴν ἀπολογίαν τῆς παραδρομῆς καὶ φησὶν, ὅτι μεμαρτύρηκεν αὐτὸς ὁ Ἰησοῦς ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει. πεφύκαμεν γάρ πως οὐδὲν ἡγεῖσθαι τὸ σύνηθες, κἂν ὑπάρχοι μέγα καὶ τίμιον. καὶ οὐ δήπου τὰς παρ' ἐκείνων ὅτι δεήσοι θηρᾶσθαι τιμὰς ὁ Σωτὴρ ἐδοκίμαζεν, ἐν ἀνδρὸς φιλοδόξου τινὸς τάξει καὶ φιλοκομπαστοῦ, ἀλλ' ἠπίστατο σαφῶς, ὅτι τοῖς μηδόλως οἰομένοις ὅτι προσήκοι τιμᾶν τὸν διδάσκοντα, οὐδ' ἂν ἔτι γλυκύς τε καὶ εὐπαρά δεκτος ὁ τῆς πίστεως γένοιτο λόγος. παρελαύνει τοιγαροῦν εἰκότως, εἰς ὠφελουμένους οὐδὲν εἰκαίους ἀναλῶσαι πόνους οὐκ ἀξιῶν, καὶ χάριν δὲ διὰ τούτου τοῖς καταφρονοῦσι κατα τιθείς. οὐ γὰρ ἦν εἰκὸς εἰς τοσοῦτον ἐξαμαρτάνοντας νηποινὶ τοῦτο δράσειν αὐτοὺς, ὁμολογουμένου δὴ πάντως καὶ ἀναμ φισβητήτως ἔχοντος, ὡς τὴν ἐπὶ τοῖς ἐσχάτοις ἀποίσονται κόλασιν οἱ καταφρονεῖν ἐγνωκότες αὐτοῦ, καὶ τὴν οὕτως ἀξιοθαύμαστον περιπτύοντες δωρεάν. Ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες ὅσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ· καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν. Οὐκ ἀπερισκέπτως οἱ Γαλιλαῖοι δέχονται τὸν Ἰησοῦν, 1.301 ἀλλὰ καὶ αὐτοὶ δι' ὧν ἤδη θαυματουργοῦντα τεθέανται δικαίως καταπληττόμενοι, καὶ διὰ τῆς εἰς αὐτὸν εὐλαβείας τὰς τῶν Ἰουδαίων ἀπονοίας καταδικάζοντες, καὶ πολὺ πρὸς εὐγνωμοσύνην ἀμείνους τῶν νομομαθῶν εὑρισκόμενοι. Ἦλθεν οὖν πάλιν εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας, ὅπου ἐποίησε τὸ ὕδωρ οἶνον. Ἐμφιλοχωρεῖ τοῖς εὐγνώμοσιν ὁ Χριστὸς, καὶ τοῖς ἑτοι μότερόν πως ἰοῦσι πρὸς τὴν ὧν ἂν εὖ πάθοιεν αἴσθησίν τε καὶ γνῶσιν, καὶ μειζόνων ἀγαθῶν ἐπιδαψιλεύεται χορηγίας. ἔρχεται τοίνυν τερατοποιήσων ἐν Κανᾷ, προσωφελεῖν μὲν ὅτι προσήκοι τοὺς ἐν αὐτῇ λογιζόμενος, προκατεσπαρμένην δὲ ὥσπερ, διὰ τῶν ἤδη προτετελεσμένων ἐν αὐτῇ σημείων, τὴν τοῦ πάντα δύνασθαι δρᾶν ὑπόληψιν ἔχων. Ἦν δέ τις βασιλικὸς, οὗ ὁ υἱὸς ἠσθένει ἐν Καφερναούμ. οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν, ἀπῆλθε πρὸς αὐτὸν καὶ ἠρώτα ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν· ἔμελλε γὰρ ἀποθνήσκειν. εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν. Πρόσεισι μὲν ὁ βασιλικὸς, ὡς θεραπεύειν ἰσχύοντι· νοεῖ δὲ οὔπω κατὰ φύσιν ὄντα Θεόν· καὶ Κύριος μὲν ἀποκαλεῖ, τὸ δ' ἀληθὲς τῆς κυριότητος ἀξίωμα δίδωσιν οὐδαμῶς. ἢ γὰρ ἂν εὐθὺς ἐδεῖτο προσπεσὼν, οὐχ ἵνα δὴ πάντως ἐπὶ τὴν ἑστίαν βαδίζοι, καὶ καταβαίνοι σὺν αὐτῷ πρὸς τὸ ἀῤῥωστοῦν μειράκιον, ἀλλ' ἵνα δὴ μᾶλλον ἐξουσιαστικῶς καὶ θεοπρεπεῖ προστάγματι τὴν ἐπισκήψασαν ἐξελάσαι νόσον. τί γὰρ ἔδει παρεῖναι τῷ κάμνοντι τὸν ᾧπερ ἦν δύνασθαι διασώζειν καὶ ἀπόντι ῥᾳδίως; πῶς δὲ λίαν οὐκ ἀμαθὲς, ὅτι μέν ἐστι 1.302 θανάτου κρείττων ὑπολαμβάνειν αὐτὸν, Θεὸν δὲ ὑπάρχειν οἴεσθαι μηδαμῶς τὸν θεοπρεποῦς ἰσχύος πεπληρωμένον; Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε. λέγει πρὸς αὐτὸν ὁ βασιλικός. Ἀπηνὴς μὲν ἔτι τοῖς πλανωμένοις ἐναυλίζεται νοῦς, λόγου δέ πως ἔσται τοῦ καλοῦντος εἰς πίστιν κρεῖττον τὸ θαυμα τουργότερον· διά γε τοι τοῦτο τεράτων δεῖσθαι μᾶλλον αὐτοὺς ἔφασκεν ὁ Σωτὴρ εἰς τὸ δύνασθαι ῥᾳδίως εἰς τὸ συμφέρον μεταπαιδεύεσθαι, καὶ τὸν ὄντα κατὰ φύσιν ἐπιγινώσκειν Θεόν. Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου. Ὀλίγος μὲν κομιδῆ πρὸς σύνεσιν ὁ βασιλικὸς, νηπιάζει δέ πως περὶ τὴν τῆς χάριτος αἴτησιν, καὶ ἠρέμα παραληρῶν οὐκ αἰσθάνεται. οὐ γὰρ ὅτι μόνον ἰσχύσει παρὼν, ἀλλ' ὅτι δὴ πάντως καὶ ἀπὼν ἐνεργήσει πεπιστευκὼς, ἀξιοπρεπεστάτην ἂν ἐπ' αὐτῷ τὴν διάληψιν ἐποιήσατο. νυνὶ δὲ φρονῶν τε καὶ πράττων παραλογώτατα, τὴν Θεῷ μὲν ἁρμόζουσαν ἰσχὺν ἀπαιτεῖ, ὡς δὲ Θεὸν οὐκ οἴεται τὰ πάντα πληροῦν, ἀλλ' οὐδὲ θανάτου γενήσεσθαι κρείττονα, καίτοι τῷ πλείστῳ κρατηθέντα πλεονεκτεῖσθαι παρακαλῶν· "Ἔμελλε γὰρ ἀπο "θνήσκειν" ὁ παῖς. Λέγει αὐτῷ ὁ Ἰησοῦς Πορεύου· ὁ υἱός σου ζῇ. Οὕτως ἔδει πιστεύοντα προσελθεῖν, ἀλλ' οὐ ταῖς ἡμῶν ἀμαθίαις φιλονεικῶν ὁρᾶται Χριστός· εὐεργετεῖ δὲ πάλιν καὶ πταίοντας, ὡς Θεός. ὅπερ οὖν ἔδει δρῶντα θαυμάζεσθαι, τοῦτο καὶ μὴ δεδρακότα διδάσκει τὸν ἄνθρωπον, ὁμοῦ καὶ τῶν καλλίστων εἰσηγητὴς, καὶ τῶν ἐν εὐχαῖς ἀγαθῶν χορηγὸς ἀναδεικνύμενος. ἐν μὲν γὰρ τῷ Πορεύου τὸ πιστεύειν ἐστὶν, 1.303 ἐν δὲ τῷ Ὁ υἱός σου ζῇ, τῶν ποθουμένων ἡ πλήρωσις μετὰ πολλῆς τινος καὶ θεοπρεποῦς ἐξουσίας ἐκφερομένη. Ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ᾧ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐπορεύετο. ἤδη δὲ αὐτοῦ καταβαίνοντος, οἱ δοῦλοι αὐτοῦ ἀπήντησαν αὐτῷ καὶ ἀπήγγειλαν λέγοντες ὅτι ὁ υἱός σου ζῇ. Ἓν τοῦ Σωτῆρος ἐπίταγμα δύο παραχρῆμα θεραπεύει ψυχάς. τῷ μὲν γὰρ βασιλικῷ τὴν ἀσυνήθη πίστιν ἐνεργά ζεται, θανάτου δὲ τὸ μειράκιον ἐξέλκει σωματικοῦ. τίς δὲ πρὸ τίνος ὅλως ὑγιάζεται χαλεπὸν εἰπεῖν· ἄμφω γὰρ οἶμαι κατὰ ταὐτὸν συνέδραμον, τοῖς τοῦ Σωτῆρος ἡμῶν ἐπιτάγμασι τῆς νόσου λαβούσης τὴν λύσιν. ἀπαγγέλλουσι δὲ τὴν τοῦ παιδὸς θεραπείαν ὑπαντῶντες οἰκέται ὁμοῦ, καὶ τῶν θείων ἐπιταγμάτων ἀπολευκαίνοντες τὴν ὀξύτητα· καὶ τοῦτο δὴ μάλα σαφῶς οἰκονομοῦντος Χριστοῦ· καὶ τῷ τέλει τῆς ἐλπίδος ταχὺ βεβαιοῦντες εἰς πίστιν ἀσθενοῦντα τὸν δε σπότην. Ἐπύθετο οὖν παρ' αὐτῶν τὴν ὥραν ἐκείνην, ἐν ᾗ κομψότερον ἔσχε, καὶ εἶπον αὐτῷ ὅτι χθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός. ἔγνω οὖν ὁ πατὴρ ὅτι ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι ὁ υἱός σου ζῇ, καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη. τοῦτο πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν. Ἀναπυνθάνεται παρ' αὐτῶν τὴν ὥραν τῆς ἐπὶ τὸ κρεῖττον τοῦ νοσοῦντος ῥοπῆς, εἰ συντρέχει δοκιμάζων τῷ τῆς χάριτος χρόνῳ. ἐπειδὴ δὲ οὕτως ἔχειν, καὶ οὐχ ἑτέρως ἐδιδάσκετο, σώζεται πανοικὶ, τὴν τοῦ παραδόξου δύναμιν ἀναθεὶς τῷ σωτῆρι Χριστῷ, καὶ ὥσπερ τινὰ τῆς ἐπὶ τούτοις εὐχαριστίας καρπὸν ἀσφαλεστέραν προσάγων τὴν πίστιν. 1.304 Μετὰ ταῦτα ἦν ἡ ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις ἡ ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδὰ, πέντε στοὰς ἔχουσα. ἐν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκ δεχομένων τὴν τοῦ ὕδατος κίνησιν. ἄγγελος γὰρ Κυρίου κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ καὶ ἐτάρασσε τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο, ᾧ δήποτε κατείχετο νοσήματι. Οὐ μάτην εὐθὺς ἐπισυνάπτει τοῖς εἰρημένοις ὁ μακάριος Εὐαγγελιστὴς τὴν ἐντεῦθεν εἰς Ἱεροσόλυμα τοῦ Σωτῆρος ἐπάνοδον· ἀλλ' ἦν αὐτῷ κατὰ τὸ εἰκὸς ἐπιδεῖξαι σκοπὸς, ὅσον μὲν ἀμείνους εἰς εὐπείθειαν Ἰουδαίων ἀλλογενεῖς, πόση δὲ ἐν ἀμφοῖν ἕξεώς τε καὶ τρόπων ὁρᾶται διαφορά. ἦν γὰρ οὕτως ἡμᾶς, καὶ οὐχ ἑτέρως, ἐκμαθεῖν ὅτι ψήφῳ δικαίᾳ τοῦ πάντων κρατοῦντος Θεοῦ, καὶ ἀνθρώπου πρόσωπον οὐκ εἰδότος λαβεῖν, ἀποπίπτει μὲν εἰκότως τῆς ἐλπίδος ὁ Ἰσραὴλ, ἀντεισφέρεται δὲ τῶν ἐθνῶν ἡ πληθύς. χαλεπὸν δὲ οὐδὲν τῇ τῶν κεφαλαίων ἀντιπαραθέσει προσβλέποντας τὴν ἐπὶ τοῖς λεγομένοις ποιεῖσθαι βάσανον. ἔδειξε τοίνυν αὐτὸν ἐν ἑνὶ μὲν σημείῳ τὴν Σαμαρειτῶν ἀνασώσαντα πόλιν, ἐν ἑνὶ δὲ ὡσαύτως ἐν τῇ Γαλιλαίᾳ τὸν βασιλικὸν, καὶ δι' ἐκείνου τοὺς ἐν αὐτῇ πάντως δήπου καὶ λίαν ὠφεληκότα. ἐπιμαρτυρήσας δὲ διὰ τούτων πολὺ τὸ πρόχειρον τοῖς ἀλλογενέσιν εἰς εὐπεί θειαν, ἀναφέρει πάλιν εἰς Ἱεροσόλυμα τὸν θαυματουργὸν, πρᾶγμα δὲ θεοπρεπὲς ἐπιτελοῦντα δεικνύει. παλαιοτάτης γὰρ παραδόξως ἐλευθεροῖ τὸν παράλυτον νόσου, ὥσπερ οὖν ἀμέλει θανατοῦντα τοῦ βασιλικοῦ τὸν υἱόν. ἀλλ' ὁ μὲν ἐπίστευσε πανοικὶ, καὶ Θεὸν ὡμολόγει τὸν Ἰησοῦν· οἱ δὲ καταπλήττεσθαι δέον φονῶσιν εὐθὺς καὶ διώκουσι 1.305 τὸν εὐεργέτην ὡς παρανομοῦντα δυσσεβῶς, αὐτοὶ καθ' ἑαυτῶν τὴν ἐπὶ τοῖς αἰσχίοσιν ὁρίζοντες ψῆφον, δι' ὧν τῆς ἐν τοῖς ἀλλογενέσι συνέσεως καὶ τῆς εἰς Χριστὸν εὐλαβείας ὀπίσω πεσόντες ἁλίσκονται. καὶ τοῦτο ἦν ἄρα τὸ περὶ αὐτῶν ἐν ψαλμοῖς εἰρημένον, ὡς πρὸς τὸν Κύριον Ἰησοῦν "Ὅτι "θήσεις αὐτοὺς νῶτον·" οἱ γὰρ πρῶτοι κατατεταγμένοι διὰ τὴν τῶν πατέρων ἐπιλογὴν, ὕστερον καὶ κατόπιν τῆς τῶν ἐθνῶν βαδιοῦνται κλήσεως· ὅταν γὰρ "τὸ πλήρωμα τῶν "ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται." Τοῦτον ἡμῖν τῶν θεωρημάτων ὠδίνει τὸν σκοπὸν τῆς τῶν κεφαλαίων συνθήκης ἡ εὔρυθμος τάξις· ποιησόμεθα δὲ κατὰ μέρος καὶ τῆς ἐν τοῖς στίχοις διανοίας ἀκριβῆ τὴν ζήτησιν. Ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ· τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει. Τὴν ἐπὶ τοῖς ἀζύμοις ἑορτὴν ἐπιτελεσάντων τῶν Ἰουδαίων, ἐν ᾗ καὶ τὸ πρόβατον ἀποσφάττειν ἔθος αὐτοῖς, κατὰ τὸν τοῦ πάσχα δηλονότι καιρὸν, ἀπαίρει μὲν τῆς Ἱερουσαλὴμ, Σαμαρείταις δὲ καὶ ἀλλογενέσιν ὁ Χριστὸς ἐπιμίσγεται, καὶ διδάσκει παρ' αὐτοῖς, ἐπὶ ταῖς τῶν Φαρισαίων δυστροπίαις λελυπημένος· ὑπονοστήσας δὲ μόλις κατὰ τὸν καιρὸν τῆς ἁγίας πεντηκοστῆς· αὕτη γὰρ ἦν ἐφεξῆς καὶ γείτων ἐν τοῖς Ἱεροσολύμοις ἡ πανήγυρις· ἐπὶ τοῖς τῆς κολυμβήθρας ὕδασιν ὑγιάζει τὸν παράλυτον, μακρὸν μὲν ἐν ἀῤῥωστίᾳ δαπανή σαντα χρόνον· ἦν γὰρ δὴ καὶ ὄγδοον ἔτος ἐπὶ τριακοστῷ· πλὴν οὔπω πρὸς τὸν ἐκ νόμου τέλειον ἀριθμὸν ἀναβεβηκότα, φημὶ δὲ δὴ τὸν ἐκ δέκα τετράκις, ἤτοι τεσσαράκοντα. Ὁ μὲν οὖν τῆς ἱστορίας ἐν τούτοις ἡμῖν καταλύσει λόγος· 1.306 μετασκευαστέον δὲ πάλιν εἰς θεωρίαν πνευματικὴν τὸν ἀπὸ τοῦ γράμματος τύπον. τὸ μὲν τῆς Ἱερουσαλὴμ λελυπημένον ἀπανίστασθαι τὸν Ἰησοῦν μετὰ τὴν τοῦ προβάτου σφαγήν· Σαμαρείταις δὲ καὶ Γαλιλαίοις ἐπιφοιτᾶν, καὶ τὸν σωτήριον παρ' ἐκείνοις κηρύττειν λόγον, τί ἂν βούλοιτο σημαίνειν ἕτερον, ἢ τὴν γενομένην ἐκ τῶν Ἰουδαίων ἀναχώρησιν αὐτοῦ, μετὰ τὴν ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῷ τιμίῳ σταυρῷ σφαγήν τε καὶ θάνατον, ὅτε δὴ καὶ τοῖς ἐξ ἐθνῶν τε καὶ ἀλλογενέσιν ἑαυτὸν ἐχαρίζετο, δηλοῦσθαι κελεύων τοῖς ἑαυτοῦ μαθηταῖς μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ὅτι προάγει πάντας εἰς τὴν Γαλιλαίαν; τὸ δὲ ἐπὶ τέλει τῶν ἑβδομάδων τῆς ἁγίας Πεντηκοστῆς παλινδρομεῖν αὐτὸν εἰς Ἱεροσόλυμα, καθάπερ ἐν τύποις καὶ αἰνίγμασιν ὑποφαίνει πάλιν τὴν ἐσομένην εἰς Ἰουδαίους τῆς τοῦ Σωτῆρος ἡμῶν ἐκ φιλανθρωπίας ὑπο στροφὴν ἐν ἐσχάτοις τοῦ παρόντος αἰῶνος καιροῖς, καθ' ὅνπερ οἱ διὰ τῆς εἰς αὐτὸν ἀνασεσωσμένοι πίστεως τὰς ἐπὶ τῷ σωτηρίῳ πάθει πανσέμνους ἐπιτελοῦμεν ἑορτάς. τὸ δὲ θεραπεύεσθαι τὸν παράλυτον πρὸ καιροῦ τοῦ κατὰ νόμον τελείου, σημαίνει πάλιν ὡς διὰ τύπου τοῦ συμβεβηκότος, ὅτι δυσσεβῶς ἐμπαροινήσας ὁ Ἰσραὴλ τῷ Χριστῷ ἀσθε νήσει μὲν καὶ παραλυθήσεται καὶ μακροὺς ἐν ἀργίᾳ κατα τρίψει χρόνους, οὐ μὴν εἰς τελείαν οἰχήσεται κόλασιν, ἀλλ' ἔσται τις αὐτῷ παρὰ τοῦ Σωτῆρος ἐπισκοπὴ, καὶ ὑγιασθή σεται καὶ αὐτὸς ἐπὶ τῇ κολυμβήθρᾳ δι' ὑπακοῆς καὶ πίστεως. ὅτι δὲ τέλειος κατὰ νόμον τὸν θεῖόν ἐστιν ὁ τεσσαράκοντα ἀριθμὸς, οὐδαμόθεν ἂν γένοιτο χαλεπὸν ἐκμαθεῖν, τοῖς ἅπαξ ταῖς θείαις ὁμιλοῦσι γραφαῖς. Λέγει αὐτῷ ὁ Ἰησοῦς Θέλεις ὑγιὴς γενέσθαι; ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν. Ἀπόδειξις ἐναργὴς τῆς εἰς ἄκρον ἀγαθότητος τοῦ Χρισ 1.307 τοῦ, τὸ μὴ πάντως τὰς ἀπὸ τῶν καμνόντων ἱκετείας ἐκδέ χεσθαι, φθάνειν δὲ αὐτῶν τῇ φιλανθρωπίᾳ τὴν αἴτησιν. ἐπιτρέχει γὰρ ὡς ὁρᾷς τῷ κειμένῳ, καὶ κατοικτείρει τὸν κάμνοντα παρακλήσεως δίχα. τὸ δὲ εἰ βούλοιτο τῆς ἀῤῥω στίας ἀπαλλάττεσθαι φιλοπευστεῖν, οὐ διερωτῶντος ἦν ἐξ ἀγνοίας τὸ πᾶσιν ὁμολογουμένως καταφανὲς, ἀλλ' εἰς θερμο τέραν διανιστάντος ἐπιθυμίαν τοῦ πράγματος, καὶ πρὸς τὸ λίαν ἐσπουδασμένως αἰτεῖν παροτρύνοντος. τὸ δὲ εἰ βούλοιτο τῶν ποθουμένων τυχεῖν ἐρωτᾶν, ἔμφασίν τινα καὶ λόγον ὠδίνει τοῦ δύνασθαι παρασχεῖν, εὐτρεπῆ τε ἤδη πρὸς τοῦτο γενέσθαι, μόνην ἔτι περιμένοντα τοῦ τὴν χάριν κομιζομένου τὴν αἴτησιν. Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ γὰρ ἔρχομαι ἐγὼ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. λέγει αὐτῷ ὁ Ἰησοῦς Ἔγειραι. Κατὰ τὴν ἡμέραν τῆς ἁγίας Πεντηκοστῆς, ἄγγελοι κατα φοιτῶντες ἐξ οὐρανοῦ τὸ τῆς κολυμβήθρας ἐξετάραττον ὕδωρ, εἶτα τὸν ἐντεῦθεν ἐποιοῦντο κτύπον τῆς ἑαυτῶν ἐπι στασίας τὸν κήρυκα. καὶ τὸ μὲν ὕδωρ ὡς ἐξ ἁγίων πνευ μάτων ἡγιάζετο· εἰ δέ τις ἔφθη προκατελθὼν τῆς τῶν νοσούντων πληθύος, τὸ συνθλίβον αὐτὸν ἀποφορτισάμενος ἀνέβαινε πάθος, εἰς ἕνα δὲ μόνον τὸν προαρπάζοντα συνεμε τρεῖτο τῆς θεραπείας ἡ δύναμις. ἀλλ' ἦν καὶ τοῦτο σημεῖον τῆς δι' ἀγγέλων νομικῆς ὠφελείας ἐφ' ἓν καὶ μόνον τὸ τῶν Ἰουδαίων γένος ἐκτεινομένης, ἕτερον δὲ ἐπ' αὐτοῖς θεραπευ ούσης οὐδένα. ἀπὸ γὰρ ∆ὰν τῆς καλουμένης καὶ ἕως Βηρ σαβεὲ τὰ διὰ Μωυσέως ἐλαλεῖτο προστάγματα, διακονηθέντα δι' ἀγγέλων ἐν ὄρει Σινᾷ κατὰ τὰς ἡμέρας τῆς ὕστερον ὁρισθείσης ἁγίας Πεντηκοστῆς. διὰ γάρ τοι τοῦτο, καὶ τῆς 1.308 κολυμβήθρας τὸ ὕδωρ οὐκ ἐν ἑτέρῳ συνεταράττετο καιρῷ, τὴν τῶν ἁγίων ἀγγέλων εἰς ἑαυτὸ σημαῖνον διὰ τούτου καταδρομήν. οὐκ ἔχων τοιγαροῦν ὁ παράλυτος τὸν εἰς τὸ ὕδωρ ἐξακοντίζοντα, μετὰ τοῦ συνέχοντος πάθους, καὶ τὴν τῶν θεραπευόντων ἐρημίαν ἐθρήνει λέγων Ἄνθρωπον οὐκ ἔχω, τὸν εἰς τὸ ὕδωρ κατακομίζοντα δηλαδή. τοῦτο γὰρ πάντως ἐρεῖν τε καὶ συμβουλεύειν αὐτῷ προσεδόκησε τὸν Ἰησοῦν. Ἆρον τὸν κράββατόν σου καὶ περιπάτει. καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρε τὸν κράββατον αὐτοῦ καὶ περιε πάτει. ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Θεοπρεπὲς τὸ ἐπίταγμα, καὶ τῆς ὑπὲρ ἄνθρωπον δυνά μεώς τε καὶ ἐξουσίας ἐναργεστάτην ἔχον τὴν ἀπόδειξιν. οὐ γὰρ ἐπεύχεται τῷ κειμένῳ τῆς ἀῤῥωστίας τὴν λύσιν, ἵνα μὴ κατά τινας φαίνοιτο καὶ αὐτὸς τῶν ἁγίων προφητῶν, ἀλλ' ὡς τῶν δυνάμεων Κύριος ἐξουσιαστικῶς ἐπιτάττει γενέσθαι· χαίροντα μὲν οἴκαδε βαδίζειν εἰπὼν, ἐπωμάδιον δὲ ποιεῖσθαι τὸ κλινίδιον, ὑπόμνημα τῆς τοῦ θεραπεύσαντος ἰσχύος τοῖς ὁρῶσιν ἐσόμενον. πράττει δὲ παραχρῆμα τὸ προσταχθὲν ὁ νοσῶν, καὶ δι' ὑπακοῆς καὶ πίστεως τὴν τριπόθητον ἑαυτῷ πραγματεύεται χάριν. ἐπειδὴ δὲ διὰ τῶν προλαβόντων εἰς εἰκόνα καὶ τύπον τῆς τῶν Ἰουδαίων πληθύος αὐτὸν εἰσηγά γομεν, ὡς μελλούσης ἐν ὑστέροις θεραπεύεσθαι καιροῖς· φέρε δή τι πάλιν ἐπινοήσωμεν ταῖς εἰς τοῦτο συμβαῖνον ἐννοίαις ἀναλόγως τοῖς προεξητασμένοις. Ἐν σαββάτῳ τὸν ἄνθρωπον ὑγιάζει Χριστὸς, ὑγιασθέντα δὲ παραχρῆμα, τὴν νομικὴν ἐπιτάττει παραλύειν συνήθειαν, περιπατεῖν ἀναπείθων ἐν σαββάτῳ, καὶ τοῦτο τῷ κλινιδίῳ πεφορτισμένον, καίτοι διαῤῥήδην βοῶντος τοῦ Θεοῦ δι' ἑνός που τῶν ἁγίων προφητῶν "Καὶ οὐκ ἐξοίσετε βαστάγματα 1.309 "ἐξ οἰκιῶν ὑμῶν τῇ ἡμέρᾳ τοῦ σαββάτου·" καὶ οὐ δήπου φήσειεν ἄν τις, ὅς γε σωφρονοίη, καταφρονητήν τινα καὶ ἐξήνιον τῶν θείων ἐνταλμάτων ἀποτελεῖσθαι τὸν ἄνθρωπον, ἀλλ' ὡς ἐν τύπῳ τοῖς Ἰουδαίοις φανερὸν ἐποίει Χριστὸς, ὅτι θεραπευθήσονται μὲν δι' ὑπακοῆς καὶ πίστεως ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς· τοῦτο γὰρ οἶμαι τό Σάββατον ὑποδηλοῦν, τελευταίαν οὖσαν τῆς ἑβδομάδος ἡμέραν· κομισαμένους δὲ ἅπαξ τὴν διὰ πίστεως θεραπείαν, καὶ εἰς καινότητα μεταῤ ῥυθμισθέντας ζωῆς, τὴν μὲν τοῦ νομικοῦ γράμματος παλαιό τητα παρ' οὐδὲν ἀνάγκη ποιεῖσθαι, παραιτεῖσθαι δὲ τὴν ὡς ἐν σκιαῖς αἰνιγματώδη λατρείαν καὶ τῆς Ἰουδαϊκῆς συνηθείας τὴν εἰκαίαν ἐπιτήρησιν. ἐντεῦθεν οἶμαι λαβόντα τοῦ λόγου τὰς ἀφορμὰς καὶ τὸν μακάριον ἐπιστεῖλαι Παῦλον τοῖς μετὰ τὴν πίστιν παλινδρομοῦσιν ἐπὶ τὸν νόμον "Λέγω δὲ ὑμῖν "ὅτι ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει," καὶ πάλιν "Κατηργήθητε ἀπὸ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαι "οῦσθε, τῆς χάριτος ἐξεπέσατε." Ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ Σάββατόν ἐστι· καὶ οὐκ ἔξεστί σοι ἆραι τὸν κράββατόν σου. Ἐπικαιρότατον οἶμαι βοᾶν ἐπὶ τούτοις "Ἰδοὺ λαὸς μωρὸς "καὶ ἀκάρδιος, ὀφθαλμοὶ αὐτοῖς καὶ οὐ βλέπουσι." τί γὰρ ἂν γένοιτο τῶν τοιούτων ἀπαιδευτότερον, ἢ τί πρὸς ἀναι σθησίαν τὸ μεῖζον; τὸ μὲν γὰρ ὅτι προσήκοι θαυμάζειν αὐτοὺς τὴν τοῦ θεραπεύσαντος δύναμιν οὐ δέχονται κατὰ νοῦν· πικροὶ δὲ ὄντες ἐπιτιμηταὶ, καὶ μόνον εἰδότες τοῦτο καλῶς, παρανομίας ἐγκλήματι περιβάλλουσι τὸν ἄρτι καὶ μόγις τῆς μακρᾶς ἀνακύψαντα νόσου, κεῖσθαι δὲ πάλιν ἐπιτάττουσιν ἀμαθῶς, ὡς καὶ ἐν τῷ χρῆναι νοσεῖν τῆς εἰς τὸ σάββατον πληρουμένης τιμῆς. 1.310 Ὁ δὲ ἀπεκρίθη αὐτοῖς Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν Ἆρον τὸν κράββατόν σου καὶ περιπάτει. ἠρώτησαν οὖν αὐτόν. Σοφωτάτην ὁ λόγος ὠδίνει τὴν ἔννοιαν, καὶ τῆς Ἰουδαίων δυστροπίας ἀποκρουστικήν. ἐπειδὴ γὰρ οὐκ ἔξεστιν ἐν σαββάτῳ, φησὶν, οἴκαδε τὴν κλίνην ἑλόντα βαδίζειν, παρα νομίας τῷ τεθεραπευμένῳ ῥάπτοντες γραφὴν, ἀναγκαίως αὐτοῖς γοργοτέραν ἀντεξάγει τὴν ἀπολογίαν, ἐκεῖνον αὐτῷ περιπατεῖν ἐντέλλεσθαι λέγων, ὃς καὶ τῆς ὑγείας ἀνεδείχθη δοτὴρ, μόνον δὲ οὐχὶ τοιοῦτόν τι φησίν Ἀξιολογώτατον, ὦ οὗτοι, φημὶ πρὸς τὸ χρῆναι τιμᾶσθαι, κἂν λυπεῖν ἐπιτάττει τὰς τοῦ σαββάτου τιμὰς, τὸν ᾧ τοσαύτη πρόσεστιν ἰσχύς τε καὶ χάρις; ὡς τὴν ἐμὴν ἐξελάσαι νόσον. εἰ γὰρ τοῦ τυχόντος ἐστὶ τὸ ἐν τούτοις διαπρέπειν ἀλλότριον, ἁρμόσει δὲ μᾶλλον ἐνεργείᾳ καὶ δυνάμει θεοπρεπεῖ, πῶς ἂν ἁμάρτοι, φησὶν, ὁ τούτων ἐργάτης; ἢ πῶς ἂν οὐ πάντως τὰ κεχαρισμένα Θεῷ συμβουλεύσειεν ὁ θεοπρεπῆ τὴν δύναμιν ἔχων; τρέφει τοίνυν ἐν ἑαυτῷ πικρὰν ὁ λόγος τὴν ἔμφασιν. Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι Ἆρον τὸν κράββατόν σου καὶ περιπάτει; ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν· ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ. μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ, καὶ εἶπεν αὐτῷ. Ἄπληστος εἰς μιαιφονίαν τῶν Ἰουδαίων ὁ νοῦς. διερευ νῶσι τὸν ἐπιτάξαντα, συνεπιπλέκειν αὐτὸν τῷ παραδόξως ὑγιασθέντι βουλευόμενοι· μόνος γὰρ, ὡς εἰκὸς, κινδυνεύων ἐλύπει διὰ τὸ σάββατον, ὁ βρόχους ἄρτι καὶ παγίδας ἀφύ κτους διαδραμὼν, καὶ αὐτῶν ἐξειλκυσμένος τῶν τοῦ θανάτου πυλῶν· εἰπεῖν δὲ τὸν ἰατρόν. καίτοι σφόδρα φιλοπευστοῦσιν οὐκ ἔχει, καλῶς τε καὶ οἰκονομικῶς κατακρύψαντος ἑαυτὸν 1.311 τοῦ Χριστοῦ, ἵνα τὸ παραυτίκα θερμὸν τῆς ἐκείνων ὀργῆς διεξίοι. καὶ οὐχ ὥς τι παθεῖν ὡς ἐξ ἀνάγκης δυνάμενος, εἰ μὴ βούλοιτο παθεῖν, ἐπιτηδεύει τὴν φυγὴν, ἀλλ' ἡμῖν ὑπο γραμμὸν καὶ τούτῳ δὴ πάλιν ἑαυτὸν καθιστάς. Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοι τι γένηται. Οἰκονομικῶς τὰ πρῶτα λαθὼν ἐμφανίζεται πάλιν οἰκονο μικῶς, τὸν ἁρμόδιον ἑκάστῳ τηρήσας καιρόν. οὐ γὰρ ἦν τι γενέσθαι παρὰ τοῦ μὴ εἰδότος ἐξαμαρτεῖν, ὃ μὴ πάντως ἔχει λόγον ὑφ' ἑαυτῷ τὸν πρέποντα. πρόφασιν τοίνυν τῆς πρὸς αὐτὸν διαλέξεως τὸ ψυχωφελὲς ἐποιεῖτο παράγγελμα, μηκέτι πλημμελεῖν χρῆναι λέγων, ἵνα μὴ χείροσι τῶν παρῳχηκότων ἐπαλγύνοιτο κακοῖς· διδάσκει δὲ διὰ τούτων, ὡς οὐ μόνον εἰς τὴν μέλλουσαν ἔσεσθαι κρίσιν ἀποθησαυρίζει Θεὸς τοῖς ἀνθρώποις τὰ πλημμελήματα, μαστιγοῖ δὲ ποικίλως ἔτι ζῶντας ἐν σώμασι, καὶ πρὸ τῆς μεγάλης καὶ ἐπιφανοῦς ἡμέρας τοῦ πᾶσι δικάσοντος. ὅτι δὲ πολλάκις πληττόμεθα πταίοντές τε καὶ λυποῦντες τὸν Θεὸν, ἐπιμαρτυρήσει βοῶν ὁ σοφώτατος Παῦλος "∆ιὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ "ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί· εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, "οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ τοῦ Κυρίου παιδευό "μεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν." Ἀπῆλθεν ὁ ἄνθρωπος, καὶ εἶπε τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦςἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ. Καταμηνύει τοῖς Ἰουδαίοις τὸν Ἰησοῦν, οὐχ ἵνα τι δρᾶν εἰς αὐτὸν ἀποτολμῶντες δεινὸν δυσσεβοῦντες ἁλίσκωνται, ἀλλ' ἵν', εἴπερ βούλοιντο καὶ αὐτοὶ θεραπεύεσθαι, τὸν ἀξιο θαύμαστον εἰδεῖεν ἰατρόν. ἐπιτήρει γὰρ ὅπως οὗτος ἦν ἐκείνῳ σκοπός. οὐ γὰρ κατά τινα τῶν φιλεγκλημόνων 1.312 ἀπαγγέλλει προσελθὼν, ὅτι Ἰησοῦς ἐστιν ὁ περιπατεῖν ἐπι τάξας ἐν σαββάτῳ, ἀλλ' ὁ ποιήσας αὐτὸν ὑγιῆ. τοῦτο δὲ ἦν ἕτερόν τι ποιοῦντος οὐδὲν, ἀλλ' ἢ μόνον τὸν ἰατρὸν ση μαίνοντος. Καὶ διὰ τοῦτο ἐδίωκον οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν, καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι, ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ. ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς. Οὐχ ἁπλῆν ὁ λόγος ἔχει ἐν τούτοις τῆς Ἰουδαίων παρα νοίας τὴν ἐξήγησιν. οὐ γὰρ ὅτι διώκουσι μόνον, ἀλλ' ἐπὶ τίσι τοῦτο δρᾶν οὐκ αἰσχύνονται, κατασημαίνει πάλιν ὁ Εὐαγγελιστὴς ἐμφαντικώτατα λέγων Ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ. διώκουσι γὰρ ἀμαθῶς τε καὶ δυσσεβῶς, ὡς ἀγαθοεργεῖν ἐν σαββάτῳ τοῦ νόμου διακωλύοντος, ὡς οὐκ ἐξὸν ἐλεεῖν τε καὶ κατοικτείρειν τοὺς κάμνοντας, ὡς ἀποδύ σασθαι δέον τὸν τῆς ἀγάπης θεσμὸν, τὸν τῆς φιλαδελφίας ἔπαινον, τὴν τῆς ἡμερότητος χάριν· καὶ τί γὰρ οὐχὶ τῶν ἀγαθῶν ἀποπτῦσαι κατὰ ποικίλους μὲν ἔχοι τις ἂν ἀπο δεῖξαι τρόπους, οὐκ εἰδότας Ἰουδαίους τὸν περὶ τὸ σάββατον τοῦ νομοθέτου σκοπὸν, εἰκαιοτάτην τε λίαν ἐπ' αὐτῷ ποιου μένους τὴν ἐπιτήρησιν; καὶ γὰρ ὡς αὐτὸς ἔφη που Χριστὸς, ἕκαστος αὐτῶν τὸν ἴδιον βοῦν ἤτοι τὸ πρόβατον ἀπαγαγὼν ποτίζει, καὶ "περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ "ἵνα μὴ λυθῇ ὁ νόμος Μωυσέως," εἶτα χολῶσιν "ὅτι ὅλον "ἄνθρωπον ὑγιῆ ἐποίησεν ἐν σαββάτῳ," διὰ πολλὴν ἠθῶν δυστροπίαν τε ὁμοῦ καὶ ἀπαιδευσίαν, οὐδὲ τῶν ἀλόγων τὸν κατ' εἰκόνα τὴν θείαν γεγονότα προτάττοντες, ἀλλ' ἐξεῖναι μὲν πρόβατον ἐλεεῖν οἰόμενοι δεῖν ἐν σαββάτῳ, καὶ λιμοῦ καὶ δίψης ἀπαλλάττειν ἀνεγκλήτως, παρανομίαις δὲ καὶ ταῖς 1.313 ἐπὶ τοῖς ἐσχάτοις ὑποκεῖσθαι γραφαῖς, τοὺς οἵπερ ἂν γένοιντο χρηστοί τε καὶ ἀγαθοὶ περὶ τὸν πέλας κατὰ τὸ σάββατον. Ἵνα δὴ πάλιν θεωρῶμεν αὐτοὺς οὐ μετρίως ἀνοηταίνοντας, διά τε τοῦτο δικαίως ἀκούειν ὀφείλοντας "Πλανᾶσθε μὴ "εἰδότες τὰς γραφὰς," φέρε δή τι καὶ ἐκ τῶν ἱερῶν λαβόντες γραμμάτων ἐπιδεικνύωμεν ἐναργῶς καὶ πάλαι προαναζω γραφούμενον ὡς ἐν τύπῳ τὸν Ἰησοῦν ἀδιαφοροῦντα περὶ τὸ σάββατον. οὐκοῦν ἐν γήρᾳ μακρῷ, καθὰ γέγραπται, τῶν ἀνθρωπίνων ἀποδημήσαντος τοῦ πανσόφου Μωυσέως καὶ εἰς τὰς ἄνω μεθορμισθέντος μονὰς, κρίσει καὶ ψήφῳ τοῦ πάντων κρατοῦντος Θεοῦ, τὴν ἡγεμονίαν τὴν ἐπὶ τὸν Ἰσραὴλ ἔλαχέ τε καὶ ἐκληρώσατο παῖς ὁ τοῦ Ναυῆ Ἰησοῦς. ἐπειδὴ δὲ μυριάνδρους ὁπλιτῶν ἀριθμοὺς κύκλῳ περιστήσας τῆς Ἱεριχοῦς, ἑλεῖν τε ἤδη καὶ καταστρέφειν αὐτὴν ἐβουλεύετο, σύνθημα μὲν τοῖς λευίταις ἐδίδου, κύκλῳ περιάγειν τὴν κιβωτὸν ἐφ' ὅλαις ἓξ τὸν ἀριθμὸν ἡμέραις, τῇ δὲ ἑβδόμῃ, τουτέστι κατὰ τὸ σάββατον, συναλαλάζειν ταῖς σάλπιγξι τὴν ἄμετρον τῶν στρατευμάτων ἐκέλευσε πληθὺν, καὶ κατε σείσθη μὲν οὕτω τὸ τεῖχος, εἰσδραμόντες δὲ εἴσω, χειροῦνται τὴν πόλιν, οὐ τὴν ἄκαιρον τοῦ σαββάτου τιμῶντες ἀργίαν, οὐδὲ τὸ νικᾶν ἐν αὐτῷ παραιτούμενοι διὰ τὸν ἐξείργοντα νόμον, ἀλλ' οὐδὲ τοῖς Ἰησοῦ στρατηγήμασιν ἀντιπράττον τες τότε, λοιδορίας δὲ παντελῶς ἐλευθέραν τοῦ ἀνδρὸς τὴν ἡγεμονίαν τηρήσαντες. καὶ ὁ μὲν τύπος ἐν τούτοις. ἐπειδὴ δὲ παρῆν ἡ ἀλήθεια, τουτέστι Χριστὸς, τὴν ἐπιτειχισθεῖσαν κατὰ τῆς ἀνθρώπου φύσεως παρὰ τοῦ διαβόλου φθορὰν καθελών τε καὶ χειρωσάμενος, εἶτα τοῦτο ποιῶν ὁρᾶται κατὰ τὸ σάββατον, ὡς ἐν προοιμίοις καὶ ἀρχῇ τοῦ πράγματος ἐν τῷ παραλελυμένῳ, δυσφοροῦσιν ἀπαιδεύτως καὶ τῆς τῶν 1.314 πατέρων εὐπειθείας καταδικάζουσι, τὴν ἐκ τῶν ἀῤῥωστημάτων ἐπήρειαν νικᾶν ἐν σαββάτῳ τὴν φύσιν οὐκ ἐπιτρέποντες, ὅσον εἰς τὸ χρῆναι διώκειν ἐπείγεσθαι τὸν Ἰησοῦν εὐεργε τοῦντα κατὰ τὸ σάββατον. Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. ∆ιαλέγεται μὲν ὡς ἐν σαββάτῳ Χριστός. τοῦτο γὰρ ἀνάγκη τό Ἕως ἄρτι δηλοῦν, ἵνα τὸν ἑαυτῇ πρέποντα λόγον ἡ τοῦ θεωρήματος δέχηται δύναμις. ἀπαιδεύτους δὲ ὄντας τοὺς Ἰουδαίους, καὶ τίς μέν ἐστι κατὰ φύσιν οὐκ εἰδότας ὁ Μονογενὴς, μόνῳ δὲ ἀνατιθέντας τῷ Θεῷ καὶ Πατρὶ τοῦ διὰ Μωυσέως νόμου τὸν ὁρισμὸν, αὐτῷ τε χρῆναι καὶ πείθεσθαι μόνῳ διαβεβαιουμένους, ἀναπείθειν πειρᾶται σαφῶς, ὅτι πάντα τῷ Πατρὶ συνεργάζεται, καὶ τὴν τοῦ γεννήσαντος φύσιν ἔχων ἐν ἑαυτῷ, διὰ τὸ μὴ ἕτερόν τι παρ' ἐκεῖνον ὑπάρχειν, ὅσον ἧκεν εἰς τὴν τῆς οὐσίας ταυτότητα, οὐχ ἕτερόν τι φρονήσει ποτὲ παρὰ τὸ τῷ φύσαντι δοκοῦν. ὡς δὲ τῆς αὐτῆς ὑπάρχων οὐσίας ταῦτα καὶ βουλεύσεται, μᾶλλον δὲ αὐτὸς ὑπάρχων ἡ ζῶσα βουλὴ καὶ δύναμις τοῦ Πατρὸς, ἐνεργεῖ τὰ πάντα ἐν πᾶσι μετὰ Πατρός. Ἵνα τοίνυν τὸν εἰκαῖον τῶν Ἰουδαίων ἀποκρούσηται γογ γυσμὸν, καὶ δυσωπήσῃ διώκοντας ἐφ' οἷς χαλεπαίνειν ἐδό κουν, ὡσανεὶ τῆς περὶ τὸ σάββατον καταφρονηθείσης τιμῆς, Ὁ Πατήρ μου φησὶν ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι. μόνον γὰρ οὐχὶ τοιοῦτόν τι κατασημαίνειν βούλεται Εἰ πιστεύεις ἄνθρωπε, νεύματί τε καὶ βουλήσει τοῦ τὰ πάντα συμπήξαντός τε καὶ τεχνησαμένου Θεοῦ τὴν κτίσιν διοικεῖ σθαι καὶ κατὰ τὸ σάββατον, ὡς ἀνίσχειν μὲν ἥλιον, ὀμβρο τόκους τε ὁμοίως ἀνίεσθαι πηγὰς, καὶ καρποὺς μὲν ἐκ γῆς ἀνατρέχειν, οὐ παραιτουμένους τὴν αὔξην διὰ τὸ σάββατον, 1.315 ἐνεργεῖν δὲ τὰ οἰκεῖα τὸ πῦρ, ταῖς τῶν ἀνθρώπων χρείαις ἀδιακωλύτως ὑπηρετοῦν· ἴσθι δὴ πάντως ὁμολογῶν ἐνεργεῖν τὸν Πατέρα τὰ θεοπρεπῆ καὶ κατὰ τὸ σάββατον. τί τοι γαροῦν ἀπαιδεύτως, φησὶν, αἰτιᾷ τὸν δι' οὗ τὰ πάντα ἐργά ζεται; ἐνεργήσει γὰρ οὐχ ἑτέρως ὁ Θεὸς καὶ Πατὴρ, ἀλλ' ὡς διὰ δυνάμεως καὶ σοφίας τοῦ Υἱοῦ. διὰ τοῦτό φησιν ὅτι κἀγὼ ἐργάζομαι· δυσωπεῖ τοιγαροῦν ταῖς εἰς ἄτοπον ἐννοίαις τὸν ἀχάλινον τῶν διωκόντων θυμὸν, οὐχ ἑαυτῷ τοσοῦτον ἀντιτείνοντας δεικνὺς, ὅσον εἰπεῖν τῷ Πατρὶ, ᾧ δὴ καὶ μόνῳ τὴν τοῦ νόμου τιμὴν ἀναγράφειν ἐσπούδαζον, οὔπω γινώ σκοντες τὸν ἐξ αὐτοῦ καὶ δι' αὐτοῦ κατὰ φύσιν Υἱόν· διὰ γάρ τοι τοῦτο καὶ μοναδικῶς ἑαυτοῦ Πατέρα φησὶ τὸν Θεὸν, εὐφυέστατα χειραγωγῶν εἰς τὸ κάλλιστον δὴ τοῦτο καὶ τίμιον μάθημα. ∆ιὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Ἐπιτείνεται πρὸς ἀπανθρωπίαν τῶν Ἰουδαίων ὁ νοῦς, καὶ δι' ὧν ἐχρῆν θεραπεύεσθαι, νοσοῦσι μειζόνως, ἵνα δὴ δικαίως ἀκούσειαν "Πῶς ἐρεῖτε ὅτι σοφοί ἐσμεν ἡμεῖς;" δέον γὰρ αὐτοὺς ἐξημεροῦσθαι τὴν γνώμην, λογισμῷ τῷ πρέποντι μεταποιουμένους εἰς εὐλάβειαν, καὶ φονῶσιν ἤδη κατὰ τοῦ πληροφοροῦντος διὰ πραγμάτων, ὡς οὐδὲν ὅλως εἰς τὸν θεῖον ἡμάρτηται νόμον, ὑγιασθέντος ἀνθρώπου κατὰ τὸ σάββατον. συνεπιπλέκουσι δὲ ταῖς διὰ τὸ σάββατον ὀργαῖς, ὡς βλασ φημίας ἔγκλημα τὴν ἀλήθειαν, σειραῖς τῶν οἰκείων πλημ μελημάτων εἰς ἀλύτους ὀργὰς ἑαυτοὺς κατασφίγγοντες. εὐσεβεῖν γὰρ ἐδόκουν, ἴδιον ὅτι λέγοι πατέρα τὸν Θεὸν 1.316 ἄνθρωπος ὢν ἀσχάλλοντες. οὐ γὰρ ᾔδεσάν πω τὸν ἐν 1.316 δούλου μορφῇ δι' ἡμᾶς γεγονότα Θεὸν Λόγον, τὴν ἐκ Θεοῦ Πατρὸς ἀναβρύουσαν ζωὴν, τουτέστι τὸν Μονογενῆ, ᾧ δὴ καὶ μόνῳ κυρίως τε καὶ ἀληθῶς ἐπιγράφεταί τε καὶ ἔστι πατὴρ ὁ Θεὸς, ἡμῖν δὲ οὐκέτι· θετοὶ γὰρ ἡμεῖς, εἰς τὸ ὑπὲρ φύσιν ἀξίωμα διὰ τὴν τοῦ τιμήσαντος θέλησιν ἀναβαίνοντες, καὶ τὸ θεοὶ καὶ υἱοὶ καλεῖσθαι κερδαίνοντες διὰ τὸν ἐν ἡμῖν ἐνοικοῦντα Χριστὸν διὰ τοῦ Ἁγίου Πνεύματος. εἰς τὴν σάρκα τοιγαροῦν ἀφορῶντες μόνην, τὸν δὲ ἐν τῇ σαρκὶ κατοικοῦντα Θεὸν οὐκ ἐπιγινώσκοντες, οὐκ ἀνέχονται πρὸς τὸ ὑπερέκεινα τῆς ἀνθρώπου φύσεως ἀναπηδῶντος μέτρον, διὰ τοῦ πατέρα λέγειν ἑαυτοῦ τὸν Θεόν· τῷ γὰρ εἰπεῖν "Ὁ "Πατήρ μου," ταύτην ἂν εἰκότως εἰσφέροι τὴν ἔννοιαν· οἴονται δὲ δεῖν τὸν ᾧπέρ ἐστιν ἰδιαζόντως πατὴρ ὁ Θεὸς, ἴσον εἶναι κατὰ φύσιν αὐτῷ, τοῦτο δὴ μόνον νοοῦντες ὀρθῶς· ἔχει γὰρ οὕτως, καὶ οὐχ ἑτέρως. ὡς οὖν καὶ ταύτην τοῦ λόγου τὴν ἔννοιαν παρεισάγοντος, ἀγανακτοῦσι μειζόνως τὸν ὀρθὸν τῆς ἀληθείας ἐκτρεπόμενοι λόγον.

1.317 ΚΕΦΑΛΗ . Ὅτι οὐκ ἐλάττων κατὰ δύναμιν ἢ κατ' ἐνέργειαν τὴν ἐπί τισιν ὁ Υἱὸς τοῦ Πατρὸς, ἀλλ' ἰσοσθενής τε καὶ ὁμοούσιος, ὡς ἐξ αὐτοῦ καὶ κατὰ φύσιν. Ἀπεκρίνατο οὖν ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα· ἃ γὰρ ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. ΟΠΕΡ ἐν τοῖς προλαβοῦσιν εἰρήκαμεν, τοῦτο πάλιν ἑτέρῳ διερμηνεύει τρόπῳ, πανταχόθεν ἐπὶ τὴν τῆς ἀληθείας εὕρεσιν σαγηνεύων τοὺς ἀκροωμένους· τὸν δὲ ἐν πρώτοις οὐ παραδεχθέντα λόγον, διὰ τὴν τῶν συνιέναι μὴ δυνη θέντων ἀσθένειαν, ἑτεροτρόπως ἀναμορφοῖ, καὶ διὰ τῶν αὐτῶν ἰόντα θεωρημάτων, εἰσφέρει ποικίλως. ἔργον δ' ἂν εἴη καὶ τοῦτο τῆς διδασκάλῳ πρεπούσης ἀρετῆς, τὸ μὴ τρέχοντα δηλονότι καὶ παριπτάμενον τῶν διδασκομένων τὴν γνῶσιν ποιεῖσθαι τὸν λόγον, ἀλλ' εὐπάρυφόν τε καὶ διαφόρως ἐξορχούμενον, καὶ τῷ τῆς φράσεως ἐξηλλαγ μένῳ, πολλάκις τὴν ἐν τοῖς θεωρήμασι ψιλοῦντα δυσχέρειαν. ἀναμίξας τοίνυν τῷ θεοπρεπεῖ τὸ ἀνθρώπινον, καὶ μέσον ἐξ ἀμφοῖν ἕνα κεράσας λόγον· ὡς ἠρέμα μὲν ὑφιζάνει τὸ τῷ Μονογενεῖ πρέπον ἀξίωμα, ἀναβαίνει δὲ τὴν ἀνθρώπου φύσιν· ὡς ∆εσπότης ἅμα καὶ ἐν δούλοις κατατεταγμένος, φησίν 1.318 Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα· ἃ γὰρ ἐκεῖνος ποιεῖ ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. ἐν μὲν γὰρ τῷ δύνασθαι ποιεῖν ἀπαραλλάκτως τὰ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ὁμοίως ἐνεργεῖν τῷ γεννήσαντι, τῆς οὐσίας αὐτῷ μαρτυρεῖ τὴν ταυτότητα. ἐνεργήσει γὰρ ὁμοίως τὰ τὴν αὐτὴν ἀλλήλοις λαχόντα φύσιν, οἷς δὲ ὁ τοῦ πῶς εἶναι λόγος ἐξηλλαγμένος, τούτοις ἂν εἴη καὶ ὁ τῆς ἐφ' ἅπασιν ἐνεργείας τρόπος οὐχ ὁ αὐτός. οὐκοῦν ὡς Θεὸς ἀληθινὸς ἐκ Θεοῦ Πατρὸς ἀληθινοῦ, ταῦτα δύνασθαι ποιεῖν ὁμοίως ἐκείνῳ φησὶν, ἀλλ' ἵνα μὴ μόνον ἴσος ὢν ἐν δυνά μει φαίνηται τῷ Πατρὶ, ὁμογνώμων δὲ κατὰ πάντα, καὶ μίαν ἔχων αὐτῷ τὴν ἐφ' ἅπασι θέλησιν, μὴ δύνασθαι λέγει ποιεῖν ἐξ ἑαυτοῦ μηδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. Ὅμοιον δὲ ὡς εἰ λέγοι τρανώτερον πρὸς τοὺς διώκειν ἐπιχειρήσαντας, ἀνδρὸς ἐν σαββάτῳ τεθεραπευμένου Κατα λελύσθαι νομίζετε τὴν τοῦ σαββάτου τιμὴν, ἀλλ' οὐκ ἂν ἔδρασα τοῦτό ποτε μὴ οὐχὶ τὸν ὅμοιον ἐργάτην ὁρῶν τὸν Πατέρα· ἐνεργεῖ γὰρ τὰ πρὸς σύστασιν κόσμου καὶ κατὰ σάββατον, εἰ καὶ δι' ἐμοῦ. ἀδύνατον οὖν ἐμὲ, φησὶν, τὸν ἐξ αὐτοῦ κατὰ φύσιν Υἱὸν, μὴ οὐχὶ πάντως ἐν πᾶσι τὰ τοῦ Πατρὸς ἐνεργεῖν τε καὶ βούλεσθαι, οὐχ ὡς ἔξωθεν λαβόντα διδακτῶς τὸν τοῦ ποιεῖν ὑπογραμμὸν, ἢ καὶ ἐκ προαιρε τικοῦ κινήματος ἐπὶ τὸ ταὐτὸ βούλεσθαι τῷ Πατρὶ κεκλη μένον, ἀλλ' ὡς φύσεως ἀπαραποιήτου νόμοις ἐπὶ τὴν ἴσην ἀναβαίνοντα τῷ Θεῷ καὶ Πατρὶ βουλήν τε καὶ πρᾶξιν. τὸ γὰρ μὴ δύνασθαι ποιεῖν ἀφ' ἑαυτοῦ μηδὲν, ἐν τούτοις εὖ μάλα περιορίζεται· οὕτως οἶμαι χρῆναι νοοῦντας εὐσεβῶς, αἰχμα λωτίζειν "πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ," καθὰ γέγραπται. 1.319 Ἀπειθήσει δὲ ἴσως ὁ τῇ ἀληθείᾳ μαχόμενος, καὶ τροφὴν ὥσπερ τινὰ τῆς ἑαυτοῦ δυσβουλίας ποιήσεται τὸ εἰρημένον Εἴπερ ἦν ἐν ἰσότητι, λέγων, τοῦ Πατρὸς ὁ Υἱὸς, οὐδεμίαν ἀπονέμων ὡς ἐξ ἀνάγκης αὐτῷ τὴν ὑπεροχὴν, διὰ τὸ τῆς οἰκείας φύσεως μειονέκτημα, τί τὸ πεπεικὸς οὕτως αὐτὸν ἀκατακαλύπτως εἰπεῖν, μὴ δύνασθαι ποιεῖν ἀφ' ἑαυτοῦ μηδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα; σαφῶς γὰρ ἐν τούτοις, φησὶν, ὁμολογεῖ μηδὲν ὅλως ἐξ ἑαυτοῦ δύνασθαι ποιεῖν, ὡς εἰδὼς δηλονότι τὸν ἀμείνω καὶ ὑπερέχοντα· σὺ δὲ αὖ πάλιν ἡμῖν κατασοφίζῃ τὸν λόγον. Τί οὖν πρὸς ταῦτα καὶ παρ' ἡμῶν; Ἀνδρίζεται πάλιν εἰς δυσφημίας ὁ χριστομάχος, καὶ μεθύων ἐξ ἀπαιδευσίας οὐκ αἰσθάνεται. χρῆν γὰρ, ὦ βέλτιστε, δοκιμάζειν ἀκριβῶς τῶν εἰρημένων τὴν δύναμιν, καὶ μὴ προχείρως ἐπιπηδᾶν τοῖς ἐξ ἀμαθίας εἰσβαίνουσι λογισμοῖς. κατὰ τίνα γὰρ τρόπον τῆς ἰσότητος τῆς πρὸς τὸν Πατέρα κατακομίζειν οἴει χρῆναι τὸν Υἱὸν, διὰ τὸ φάναι μὴ δύνασθαι ποιεῖν ἐξ ἑαυτοῦ μηδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα; ἆρα γὰρ ὡς οὐκ ἔχων ἐν δυνάμει τὸ ἴσον τὰ τοιαῦτά φησι, καίτοι καὶ ἐξ αὐτῶν ἔστιν τῶν προκειμένων ἰδεῖν ἰσοσθενοῦντα τῷ φύσαντι τὸν Υἱὸν, ἤπερ ἰσχύος τῆς θεοπρεποῦς ἐπιδεᾶ; οὐ γὰρ φαίνεται λέγων Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν, ἐὰν μὴ λάβῃ τὸ δύνασθαι παρὰ τοῦ Πατρός· τοῦτο γὰρ ἦν ὄντως ἀσθεν οῦντος εἰπεῖν· ἀλλ' Ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. ὅτι δὲ διὰ τῆς ὀπτικῆς αἰσθήσεως οὐκ εἰς τὸ δυναμοῦσθαι μᾶλλον, ἀλλ' εἰς θεωρίαν τὴν τινῶν, καλεῖσθαι πεφύκαμεν, ἀντιστατήσειν οἶμαι μηδένα. οὐκοῦν τοῖς τοῦ γεννήσαντος ἔργοις ἐνατενίζειν ἑαυτὸν εἰρηκὼς ὁ Υἱὸς οὐκ ἀσθενοῦντα δεικνύει, ζηλωτὴν δὲ μᾶλλον ἤτοι θεατὴν, καὶ ὅπως ἀκρι βέστερον ἡμῖν ἐν τοῖς ἐφεξῆς εἰρήσεται. ὅτι δὲ διὰ τῆς 1.320 ἀπαραλλάκτου καὶ ὁμοιοτάτης ἐνεργείας, τῆς εἰς ἅπαντά φημι, τὸ ἴσον ἔχων ἐν δυνάμει φαίνεται, διδάξει σαφῶς ἐν τοῖς ἐφεξῆς ἐπιλέγων αὐτὸς ὡς περὶ τοῦ ἰδίου Πατρός Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ ταῦτά φησιν καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. πῶς οὖν ἐλάττων ἐστὶν, ὁ ταῖς ἰσοῤῥόποις τῷ Θεῷ καὶ Πατρὶ διαπρεπὴς ἐνεργείαις; ἆρα γὰρ ἐνεργήσει τὰ πυρὸς ἕτερόν τι παρὰ τὸ πῦρ, οὐδεμιᾶς κατὰ τὴν ἐνέργειαν θεωρουμένης ἐξαλλαγῆς; καὶ πῶς ἂν γένοιτο τοῦτό ποτε; πῶς οὖν ὁμοίως ἐργάσεται τὰ τοῦ Πατρὸς ὁ Υἱὸς, εἰ διὰ τοῦτο ἔλαττον ἔχειν τῆς ἴσης ὡς πρὸς αὐτὸν ἰσχύος ἀπολιμ πάνεται; Καὶ ταῦτα μὲν ἡμῖν, ὡς ἐκ τοῦ προκειμένου πρὸς τὸ παρὸν ἐλήφθη ῥητοῦ· ἴδωμεν δὲ πάλιν καὶ δι' ἑτέρων ἰόντες θεωρημάτων, εἰ ἐπιδέχεταί ποι τὸ ἐν δευτέροις εἶναι τοῦ Πατρὸς ἡ τοῦ Υἱοῦ φύσις· προκείσθω δὲ ὁμοίως ἡμῖν ὁ περὶ δυνάμεως λόγος. Ἆρα Θεὸν ἐκ Θεοῦ κατὰ φύσιν καὶ ἀληθινὸν, καὶ ἐκ τῆς οὐσίας ὄντως τοῦ Πατρὸς ὁμολογοῦσιν ὑπάρχειν τὸν Υἱὸν, ἢ Θεὸν μὲν εἶναί φασι, τὸ δὲ ἔξω κεῖσθαι τῆς οὐσίας τοῦ Πατρὸς, δυσσεβοῦντες προσάπτου σιν. εἰ μὲν οὖν οὐκ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς εἶναι λέ γουσιν αὐτὸν, οὔτε Θεὸς ἔσται κατὰ φύσιν, οὔτε Υἱὸς ἀληθινός. τὸ γὰρ μὴ ἐκ Θεοῦ κατὰ φύσιν ὑπάρχον, οὐδ' ἂν ὅλως νοοῖτο κατὰ φύσιν Θεὸς, ἀλλ' οὐδὲ Υἱὸς εἰ μὴ ἐκ τῆς οὐσίας γεννηθῇ τοῦ Πατρὸς, νόθον δὲ ἡμῖν καὶ πρόσ φατόν τινα παρεισάγουσι θεόν. εἰ δὲ τοῦτο μὲν οὐκ ἐροῦσι, τὴν ἐν τοῖς οἰκείοις δόγμασιν ἀτοπίαν ἐρυθριάσαντες, δώσουσι δὲ ἀληθῶς ἐκ Πατρὸς ὑπάρχειν τὸν Μονογενῆ, καὶ εἶναι Θεὸν κατὰ φύσιν καὶ ἀληθινῶς· πῶς ἐν ἐλάττοσιν ἔσται τοῦ Πατρὸς, ἢ πῶς ἀτονήσει περί τι, καὶ οὐχὶ τῆς τοῦ 1.321 τεκόντος οὐσίας κατηγορήσει τὸ πρᾶγμα; εἰ γὰρ ὅλως ἀσθενεῖν ἐνδέχεται τὸν κατὰ φύσιν ὄντα Θεὸν, τί τὸ κωλύον ἐστὶ τοῦτο παθεῖν τὸν Πατέρα, ἐχούσης ἅπαξ τὸ δύνασθαι παθεῖν τῆς θείας καὶ ἀῤῥήτου φύσεως, καὶ οὕτως ἤδη φαινο μένης ἐν Υἱῷ κατὰ τὸν ἐκείνων λόγον; οὐκοῦν οὐδὲ ἀπαθὲς διὰ τοῦτο τὸ θεῖον, ἀλλ' οὐδὲ ἐν ταυτότητι καὶ ἀμεταβλήτῳ κείσεται πάντως μακαριότητι. εἶτα τίς, εἰπέ μοι, τῶν τὰ τοιαῦτα δοξαζόντων ἀνέξεται; τίς δὲ τῆς θείας βοώσης γραφῆς, ὅτι Κύριος τῶν δυνάμεών ἐστιν ὁ Υἱὸς, οὐ καταναρ κήσει λέγων, δυναμοῦσθαι χρῄζειν αὐτὸν, καὶ ἀτελῆ κατὰ τοῦτο ὑπάρχειν, ὃ κυρίως καὶ μόνῳ πρόσεστιν αὐτῷ μετὰ Πατρὸς καὶ Ἁγίου Πνεύματος; Ἐρεῖ δὲ πάλιν ἡμῖν ὁ δι' ἐναντίας Κατὰ τοῦτό φαμεν ὑπερκεῖσθαι τοῦ Υἱοῦ τὸν Πατέρα. ὁ μὲν γάρ ἐστι τῶν ἔργων προκαταρκτικὸς, ὡς ἔχων ἔν τε τῇ δυνάμει καὶ ἐν τῷ πάντα εἰδέναι τὸ τέλειον· ὁ δὲ πρότερον γίνεται θεατὴς, εἶθ' οὕτως ἐργάτης τῆς τοῦ Πατρὸς ἐνεργείας ἀναματτόμενος εἰς ἑαυτὸν τὴν μίμησιν, ἵνα διὰ τῆς τῶν ἔργων ὁμοιότητος καὶ αὐτὸς νοῆται Θεός· τοῦτο γὰρ ἡμᾶς ἐκδιδάσκει λέγων, μὴ δύνασθαι ποιεῖν ἀφ' ἑαυτοῦ μηδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. τί φῂς ὦ πάντολμε σύ; τῆς τοῦ Πατρὸς ἐνερ γείας ἀναμάττεται τοὺς τύπους εἰς ἑαυτὸν ὁ Υἱὸς, ἵνα διὰ τούτου νοῆται Θεός; διδακτῶς οὖν ἔσται Θεὸς, καὶ οὐκέτι κατὰ φύσιν· ὥσπερ δὲ ἐν ἡμῖν ἐπιστήμη καὶ τέχνη τυχὸν, οὕτως ἄρα ἐν αὐτῷ ἐστι τὸ ἀξίωμα, καὶ τεχνίτης μᾶλλόν ἐστι τῶν τῆς θεότητος ἔργων ἢ Θεὸς ἀληθινός· ἕτερος δὲ δήπου πάντως αὐτὸς παρὰ τὴν ἐν αὐτῷ τέχνην, κἂν ὑπάρχῃ θεοπρεπής. πῶς οὖν ἄρα τὸν τῶν τῆς θεότητος ὅρων ἐκβε βηκότα, καὶ ἐν μόνῃ τῇ τέχνῃ φοροῦντα τὴν δόξαν, προσ κυνοῦσι μὲν ἄγγελοι κατ' οὐρανὸν, προσκυνοῦμεν δὲ καὶ ἡμεῖς ἀνεγκλήτως, τὸ μὴ χρῆναι λατρεύειν ἑτέρῳ παρὰ τὸν 1.322 ὄντως ὄντα Θεὸν τῆς ἁγίας νομοθετούσης ἡμῖν γραφῆς; "Κύριον γὰρ τὸν Θεόν σου φησὶ, προσκυνήσεις, καὶ αὐτῷ "μόνῳ λατρεύσεις." ἀλλ' οὐκ ἂν ἀπεσφάλη τοῦ πρέποντος ἡ ἁγία μάλιστα τῶν ἀγγέλων πληθὺς, προσκυνεῖ δὲ τὸν Υἱὸν καὶ λατρεύει μεθ' ἡμῶν, κατὰ φύσιν ὄντα Θεὸν ἐπι γινώσκουσα, καὶ οὐ διδακτῶς, ὡς ἐκεῖνοι ληροῦντές φασιν· οὐ γὰρ αἰσθάνονται, κατὰ τὸ εἰκὸς, ὅσοις ἐντεῦθεν περιπε σοῦνται τοῖς ἀτοπήμασι. πρῶτον μὲν γὰρ ὁ Υἱὸς ἀλλοίωσίν τε καὶ τροπὴν τὴν ἐπὶ τὸ μεῖζον ὡς ἐξ ἐλάττονος ἐπιδέξεται, καίτοι διὰ τοῦ προφήτου λέγων αὐτός "Ἴδετε, ἴδετε ὅτι ἐγώ "εἰμι, καὶ οὐκ ἠλλοίωμαι·" διαψεύσεται δὲ πάντως καὶ ὁ ψαλ μῳδὸς ἐν πνεύματι, "Σὺ δὲ ὁ αὐτὸς εἶ," βοῶν πρὸς τὸν Υἱόν. περιμένει γὰρ, ὡς ἐκεῖνοί φασιν, ἐνεργοῦντα τὸν Πατέρα περί τι τῶν ὄντων, οἱονεὶ καθηγητήν τινα καὶ διδάσκαλον, ἵνα θεωρήσας γένηται μιμητής· εἶτα πῶς ὁ τοιοῦτος οὐκ ἄν τῳ δόξαι λοιπὸν ἐξ ἀγνοίας τῆς τινῶν ἀναβαίνειν εἰς γνῶσιν, καὶ ἀπὸ τοῦ χείρονος μετατρέπεσθαι πρὸς τὸ ἄμεινον, εἴπερ εἶναι λογιούμεθα τὸ εἰδέναι τι τῶν ἀγαθῶν τοῦ μὴ εἰδέναι κάλλιον; Εἶτα τί πρὸς τούτοις ὁρᾶται τὸ ἄτοπον; λεγόντων ἡμῖν οἱ παιδευτὴν, ἢ Πατέρα μᾶλλον εἰσφέροντες τὸν Θεόν Πότε ρόν ποτε τῶν ἔργων τοῦ Πατρὸς ἐν ἀγνοίᾳ καθεστηκὼς ὁ Υἱὸς περιμένει τὸ ἰδεῖν, ἢ τὴν ἐπὶ τούτοις γνῶσιν ἔχων ἀκριβεστάτην; εἰ μὲν οὖν εἰδότα περιμένειν ἐροῦσιν αὐτὸν, περιττότατόν τι ποιοῦντα σαφῶς ἐπιδείξουσι, καὶ εἰκαιοτάτου πράγματος ἐπιτηδευτὴν τὸν Πατέρα· ὁ μὲν γὰρ, ὅπερ οἶδεν ἀκριβῶς, ὡς ἀγνοῶν ἐπισκέπτεται, ὁ δὲ τὸν εἰδότα διδάσκειν ἐπιχειρεῖ· καὶ τίνι τῶν ὄντων οὐκ ἔσται καταφανὲς, ὅτι τῆς ἐσχάτης γελοιότητος εἴσω κείσεται τὰ τοιαῦτα; ἀλλὰ τοῦτο μὲν οὐκ ἐροῦσι τυχόν· μεταβήσονται δὲ πρὸς τὸ ἐναντίον. 1.323 περιμένειν γὰρ αὐτὸν ἀναγκαίως ἐνεργοῦντα διαβεβαιώσονται τὸν Πατέρα πρὸς τὸ θεωρήσαντα μαθεῖν. πῶς οὖν οἶδε "τὰ "πάντα πρὶν γενέσεως αὐτῶν;" ἢ πῶς ἀληθεύσει λέγων αὐτὸς περὶ ἑαυτοῦ "Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ "οὐχὶ Θεὸς πόῤῥωθεν· μὴ ἀπ' ἐμοῦ κρυβήσεταί τι;" πῶς δὲ οὐκ ἄτοπόν τε καὶ ἀμαθὲς τὸ μὲν Πνεῦμα πιστεύειν ἐρευνᾶν τε καὶ εἰδέναι τὰ βάθη τοῦ Θεοῦ, τὸν δὲ τοῦ Πνεύματος χορηγὸν ἐν ἀγνοίᾳ καθεστάναι νομίζειν τῶν ἔργων τοῦ Πατρὸς καὶ τοῦ ἰδίου Πνεύματος, ὅσον εἰς γνῶσιν ἀπολιμπάνεσθαι; ἆρα γὰρ οὐκ ἀποβαλεῖ καὶ τὸ εἶναι σοφία λοιπὸν ὁ Υἱὸς, ἐπείπερ ὅλως ἀγνοεῖ καὶ λαμβάνει διὰ μαθήσεως; σοφίας γὰρ μᾶλλον ἔσται δεκτικὸς ἤπερ αὐτὸ κατὰ φύσιν σοφία. σοφία γὰρ τὸ σοφοῦν, οὐ τὸ σοφοῦσθαι πεφυκὸς, ὥσπερ οὖν ἀμέλει καὶ φῶς τὸ φωτίζον, οὐ τὸ φωτίζεσθαι πεφυκός. οὐκοῦν ἕτερόν τι πάλιν αὐτὸς παρὰ τὴν ἐν αὐτῷ σοφίαν, καὶ πρῶτον μὲν οὐχ ἁπλοῦς, ἀλλ' ἐκ δύο λοιπὸν συγκείμενος· εἶτα πρὸς τούτῳ, καὶ τὸ εἶναι Θεὸς ἀπολέσει, Θεὸν δέ φημι κατὰ φύσιν καὶ οὐσιωδῶς· μαθήσεως γὰρ τῆς ἀπό τινος ὅλως καὶ διπλόης τῆς κατὰ σύνθεσιν ἡ θεία φύσις οὐκ ἀνέχε ται, καὶ τὸ ἁπλοῦν ὡς ἴδιον ἀγαθὸν καὶ τὸ παντέλειον ἔχουσα. καὶ εἰ μὴ ἔστι Θεὸς κατὰ φύσιν ὁ Υἱὸς, πῶς τὰ μόνῳ πρέποντα τῷ Θεῷ καὶ ἐνεργεῖ καὶ ἐργάζεται; ἆρα γὰρ ἐξαρκέσειν ἐροῦσιν αὐτῷ καὶ πρὸς δύναμιν τὴν θεοπρεπῆ, τὸ μόνον ἰδεῖν ἐνεργοῦντα τὸν Πατέρα, καὶ διὰ ψιλῆς ἀπο κερδαίνει τῆς θέας τὸ εἶναι κατὰ φύσιν Θεὸς, καὶ τοσαῦτα δύνασθαι ποιεῖν, ὅσαπερ ἂν καὶ ὁ δεικνύων αὐτῷ; οὐδὲν οὖν ἄρα τὸ κωλύον ἐστὶ, καὶ πολλοὺς ἡμῖν ἑτέρους ἀναδει χθῆναι θεοὺς, ἐθελήσαντος καὶ αὐτοῖς ἐπιδεῖξαι τοῦ Πατρὸς τῶν οἰκείων ἔργων τὴν ὁδὸν, καὶ ἐν τῷ μαθεῖν τι περιττὸν 1.324 τῆς τοῦ Πατρὸς οὐσίας κείσεται τὸ ἐξαίρετον· ὁ γὰρ διδακτὸς, ὡς ἐκεῖνοί φασιν, εἰς ἀξίωμα τὸ τῆς κατὰ φύσιν θεότητος ἀναδραμὼν εὑρίσκεται λέγων "Ἐγὼ καὶ ὁ Πατὴρ "ἕν ἐσμεν· ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα." Ἀναμετρείτωσαν τοίνυν ὅσος αὐτοῖς δυσφημίας ὄχλος ἐκ τοῦ τοιῶσδε νοεῖν ἐθέλειν ἐπισωρεύεται, καὶ φρονείτωσαν ἀληθῆ περὶ τοῦ Υἱοῦ καθὰ γέγραπται. οὔτε γὰρ ἐκ θεωρίας τῆς ἐν τοῖς ἀποτελέσμασι τοῦ Πατρὸς, οὔτε μὴν ὡς προ καταρκτικῶς ἐν τοῖς ἔργοις ἔχων αὐτὸν, ποιητής ἐστιν ἢ θαυματουργὸς, καὶ διὰ τοῦτο Θεὸς ὁ Υἱὸς, ἀλλ' ὅτι φυσικὸς ὥσπερ τις αὐτὸν ἀποφέρει νόμος ἐπὶ τὴν τοῦ γεννήσαντος ἀπαράλλακτον ὁμοιότητα, εἰ καὶ διὰ τῆς τῶν ἔργων ἀνελ λιποῦς ἐμφερείας ἀναλάμπει καὶ φαίνεται. παραθέντες δὲ καὶ εἰσαῦθις, εἰ δοκεῖ, τὸ τοῦ λόγου κεφάλαιον, καὶ δριμυτέ ραις ἐρεύναις αὐτὸ βασανίζοντες, θεωρῶμεν ἀκριβῶς, τίς ἂν εἴη λοιπὸν τῶν λεγομένων ἡ δύναμις, καὶ ὅπως προσήκει νοοῦντας εὐσεβεῖν, ἤδη περισκεπτώμεθα. οὐκοῦν Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναταί φησιν ἀφ' ἑαυτοῦ ποιεῖν ὁ Υἱὸς οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. Ὁρᾷς ὅπως καὶ διὰ τῆς ἐν τοῖς ἔργοις ἀπαραλλάκτου ταυτότητος, ὅμοιον ἑαυτὸν κατὰ πάντα δεικνύει τῷ Πατρὶ, ἵνα δὴ φαίνηται διὰ τούτου καὶ τῆς οὐσίας αὐτοῦ κληρο νόμος; ὡς γὰρ ἀναγκαίως τε καὶ ἀναντιῤῥήτως νοηθησο μένου Θεοῦ κατὰ φύσιν ὑπάρχειν τοῦ τὴν ἴσην ἐνέργειαν ἔχοντος τῷ Θεῷ καὶ Πατρὶ, τὰ τοιαῦτά φησιν ὁ Σωτήρ. σκανδαλιζέσθω δὲ μηδεὶς, ὅταν φαίνηται λέγων οἰκονομικῶς, μὴ δύνασθαι ποιεῖν ἀφ' ἑαυτοῦ μηδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. ὡς γὰρ ἤδη τὴν τοῦ δούλου μορφὴν 1.325 περικείμενος καὶ ἄνθρωπος γενόμενος διὰ τὸ ἑνωθῆναι σαρκὶ, οὐκ ἐλευθέραν οὐδὲ ἀνειμένην παντελῶς εἰς θεοπρεπῆ παῤ ῥησίαν ἐποιεῖτο τὴν διάλεξιν· ἐχρῆτο δὲ μᾶλλον τοιαύτῃ δι' οἰκονομίαν ἔσθ' ὅτε, ἥπερ ἂν πρέποι Θεῷ τε ὁμοῦ καὶ ἀνθρώπῳ· καὶ γὰρ ἦν ὄντως κατὰ ταὐτὸν ἀμφότερα. Εἷς μὲν δὴ λόγος οὗτος ἀληθής· οἶμαι δὲ δεῖν καὶ ἑτέρῳ πάλιν ἐπεξηγεῖσθαι τρόπῳ τὸ προκείμενον, καὶ ὀξύτερόν πως τῇ τοῦ θεωρήματος ἀκριβείᾳ προσβαλεῖν. οὐ δύναταί φησιν ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. τό Οὐ δύναται ἤτοι τὸ ἀδύνατον κατηγορεῖται τινῶν, ἤτοι τῶν ὄντων τισὶν ἐπιφέρεται. τοῦτο γὰρ δὴ τὸ κατηγορεῖσθαι, φαμὲν, οὐχὶ πάντως ἀνάγκης οὐδὲ ἀσθενείας ἐστὶ σημαντικόν· διδάσκει δὲ πολλάκις καὶ φύσεων ἑδραιό τητα καὶ οὐσιῶν ἀκλόνητον στάσιν, τὴν ἐφ' οἷς ἤ ἐστιν ἢ γέγονεν ἑκάστη τῶν σημαινομένων, καὶ ἅπερ οἶδε φυσικῶς τε καὶ ἀμεταθέτως ἐνεργεῖν. ἡκέτω δὲ εἰ δοκεῖ καὶ διὰ παρα δειγμάτων ὁ λόγος· ὅταν ἄνθρωπος εἴπῃ τυχὸν, ἄπηχύ τε εἰκὸς καὶ βαρὺ μὴ δύνασθαί ποι διακομίζειν ξύλον, τῆς ἐνούσης αὐτῷ ἀσθενείας κατηγορεῖ· ὅταν δέ τις ἕτερος εἴπῃ Ἄνθρωπος ὢν λογικὸς κατὰ φύσιν, καὶ ἐκ λογικοῦ κατὰ φύσιν γεγεννημένος πατρὸς, οὐ δύναμαι ποιεῖν ὥσπερ ἴδιόν τι καὶ ἀπ' ἐμαυτοῦ, ὃ μὴ βλέπω προσπεφυκὸς τῇ τοῦ γεννή σαντος φύσει, τότε τό Οὐ δύναμαι τὴν τῆς οὐσίας ἑδραιότητα καὶ τὸ ἀμετάπτωτον εἰς ἕτερόν τι παρ' ὅπερ ὑπάρχει δηλοῖ. οὐ δύναμαι γὰρ, φησὶν, ἀπ' ἐμαυτοῦ μὴ εἶναι ζῷον λογικὸν, τῶν τῇ φύσει προσόντων κατευμεγεθήσας πλεονεκτημάτων· οὐ γὰρ ὁρῶ τὸ δύνασθαι τοῦτο παθεῖν ἐν τῇ τοῦ τεκόντος φύσει· κατὰ τοῦτον οὖν ἄρα τὸν τρόπον ἀκούσῃ λέγοντος τοῦ Χριστοῦ Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν ἐὰν μή 1.326 τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. μὴ ἐπιτιμᾶτε γὰρ, φησὶ, τοῖς ἔργοις τοῦ Υἱοῦ· τὴν γὰρ τοῦ τεκόντος αὐτὸν ὡς ἐν ἰδίαις ἐννοίαις ἤτοι φυσικοῖς κινήμασιν ἀναθεωρῶν οὐσίαν, ὧνπερ ἂν ἴδοι πρεπόντως ἐργάτιν αὐτὴν, ταῦτα δὴ πράττει, καὶ ἕτερον οὐδὲν, παθεῖν τι τῶν παρὰ φύσιν διὰ τὸ ἐξ αὐτῆς ὑπάρχειν οὐ δυνάμενος· οἷον, ἔχει τὸ θέλειν ἐλεεῖν ἡ τοῦ Πατρὸς φύσις· τοῦτο δὴ καὶ ἐνυπάρχον αὐτῇ θεωρῶν ὁ Υἱὸς, ὡς ἐξ αὐτοῦ φυσικῶς, ἐλεήμων ἐστὶν, οὐ δυνάμενος ἕτερόν τι παρ' ὅπερ ἐστὶν ἐκείνη γενέσθαι. ἔχει γὰρ ἐκ Πατρὸς, ὥσπερ τὴν οὐσίαν, οὕτω καὶ τὰ τῆς οὐσίας ἀγαθά· ἁπλῶς δὲ δῆλον ὅτι καὶ ἀσυνθέτως ὡς Θεός· διάτοι τοῦτο τοῖς πρώτοις ἐπιλέγει σοφῶς Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ· ὅλην, ὡς ἔπος εἰπεῖν, τὴν περίνοιαν τοῦ μὴ δύνασθαι ποιεῖν ἀφ' ἑαυτοῦ μηδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα, συνάγων ἐν τούτοις. ἀναλογιζόμενος δὲ τὴν αἰτίαν, ἐφ' ᾗ τὰ τοιαῦτά φησιν ὁ Υἱὸς, ἀκριβέστερον τοῖς παρ' ἡμῶν εἰρημένοις ἐπιστήσεις τὸν νοῦν. Οὐκοῦν ἐπειδήπερ ἐν ἡμέρᾳ σαββάτου τὸν παράλυτον ἠλέει, διώκειν αὐτὸν ἐπεχείρουν οἱ Ἰουδαῖοι· δυσωπεῖ δὲ αὐτοὺς ὁ Χριστὸς, ἐλεοῦντα δεικνὺς τὸν Θεὸν καὶ Πατέρα κατὰ τὸ σάββατον. οὐ γὰρ ᾠήθη δεῖν ἀποκωλῦσαί ποτε τὰ ὅσα πέρ ἐστιν εἰς σωτηρίαν τὴν ἡμετέραν συντείνοντα· καὶ δὴ καὶ ἔφασκεν ἐν ἀρχαῖς "Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, "κἀγὼ ἐργάζομαι." ἐπειδὴ δὲ καὶ ἀσχάλλοντες πρὸς ταῦτα διὰ πολλὴν ἐφαίνοντο δυσβουλίαν, ἐπιλέγει πάλιν Οὐ δύνα ται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. ἐπειδὴ γὰρ οὐ παραιτεῖται, φησὶν, ὁ Πατὴρ ἐλεεῖν ἐν σαββάτῳ, βλέπων ὄντα διὰ παντὸς φιλοικτίρμονα, ταύτῃτοι κἀγὼ διὰ παντὸς ἐλεῶ, καινοτομῆσαί πως τοῦ Πατρὸς τὴν 1.327 οὐσίαν ἐν ἐμαυτῷ μὴ δυνάμενος, διὰ τοῦ με φαίνεσθαι καὶ εἶναι τοιοῦτος, ὁποῖός ἐστι κατὰ φύσιν αὐτός· ἐνεργῶ γὰρ πάντως ὡς ἐξ αὐτοῦ, τὰ αὐτοῦ. Τὸ δὲ λέγειν προκαταρκτικὸν τῶν ἔργων τὸν Πατέρα ὑπάρχειν, ἀμαθίας τῆς ἐσχάτης οὐκ ἀμοιρήσει. πῶς γὰρ ἂν αὐτὸς ἰδίᾳ καὶ μόνος προκατάρξαιτό ποτε, δύναμιν ἔχων τὴν ἐφ' ἅπασιν ἐνεργητικὴν τὸν Υἱὸν, συνυπάρχοντα μὲν ἀϊδίως αὐτῷ, θελήσεως δὲ τῆς ἐπί τι καὶ κινήσεως τῆς κατ' ἐνέργειαν τὴν ἐπί τισιν ἐκφαντικόν. καὶ εἰ περιμένειν αὐτὸν τὴν ἐφ' ἑκάστῳ τῶν ἔργων ἰδικὴν ἐνέργειαν τοῦ Πατρὸς ἀπαιδεύτως διισχυρίζονται, πρὸς τὸ ἴσον ἀπομιμήσασθαι, δεικνύτωσαν ἡμῖν ἰδίᾳ καὶ καθ' ἑαυτὸν ἐργασάμενόν τι τὸν Πατέρα πώποτε, ἢ καὶ ποῖον αὐτὸς προθεραπεύσας παρά λυπον, δέδωκεν ὡς ἐν τύπῳ τὸ πρᾶγμα τῷ γεννήματι. Ὁ γὰρ Πατὴρ φιλεῖ τὸν Υἱόν. Ἀσυνέτως ἐξαγριουμένους εἰς εἰκαίαν ὀργὴν, τοὺς οἵπερ ἦσαν δυσσεβοῦντες εἰς αὐτὸν ἀφυλάκτως διὰ τὸ σάββατον ἐξελέγχει Χριστὸς, ἐναργεστάτην τοῦ πράγματος ποιούμενος τὴν ἀπόδειξιν διὰ τοῦ φιλεῖσθαι λέγειν παρὰ τοῦ ἰδίου γεννήτορος. εἰ γὰρ ὅλως φιλεῖ τὸν Υἱὸν ὁ Πατὴρ, οὐ λυποῦντα δῆλον ὅτι φιλεῖ, κατευφραίνοντα δὲ μᾶλλον ἐφ' οἷς ἂν ποιῇ καὶ ἐργάζηται. μάτην οὖν ἄρα διώκουσι τὸν ἐλεεῖν ἐν σαββάτῳ μὴ παραιτούμενον, καὶ ταῖς τοῦ Θεοῦ καὶ Πατρὸς ἀντιτείνοντες ψήφοις διὰ τούτου πάλιν ἁλίσκονται. χρῆναι γὰρ οἴονται μισεῖν, ὃν αὐτὸς ἀγαπᾷ, δῆλον δὲ δήπου πάντως ἐστὶν, ὡς οὐκ ἂν ἠγάπησέ ποτε τὴν τοῦ τεκόντος αὐτὸν παρατρέχοντα βούλησιν, καὶ ἰδίᾳ καὶ μόνον ὅπερ ἂν αὐτὸς ἐθελήσαι ποιεῖν εἰθισμένον. ἐπειδὴ δὲ δικαίως ἀγαπᾷ, συναινεῖ δηλονότι καὶ συγκατανεύει τοῦ σαββάτου τὴν λύσιν, 1.328 καὶ οὐδὲν ἔχουσαν ἐπιδεικνύει τὸ ἐφ' ᾧπερ ἂν εἰκότως ἀγα νακτήσαι Θεὸς ὁ τοῦ νόμου Κύριος. Καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ. Ἀναγκαίως καὶ ταῦτα τοῖς προλαβοῦσιν ἐπάγει, καὶ διὰ ποίαν αἰτίαν, ἐρῶ δὴ πάλιν. πατέρες μὲν γὰρ οἱ παρ' ἡμῖν, φυσικαῖς ἔσθ' ὅτε φιλοστοργίαις ἡττώμενοι, καὶ λυπούντων ἀνέχονται τῶν υἱῶν, καὶ τοῖς παρὰ γνώμην ἐπιχειροῦντας ὁρῶντ[ε]ς ἀνεξικακοῦσι πολλάκις. δριμὺς γάρ τις αὐτοῖς ὁ περὶ παῖδας ἐνῴκισται πόθος, πᾶσαν ἀναπείθων τὴν ἐπ' ἐκείνοις μικροψυχίαν πλεονεκτεῖν. ἀλλ' οὐχ οὕτως, φησὶν, ἀγαπᾷ τὸν Υἱὸν ὁ Θεὸς καὶ Πατήρ· οὐ δύναται γάρ τι ποιεῖν, ὃ μὴ πέφυκεν ἐργάζεσθαι καὶ αὐτός· ὡς δὲ μίαν ἔχων πρὸς αὐτὸν τὴν οὐσίαν, φυσικοῖς τισιν, ἵν' οὕτως εἴπωμεν, νόμοις πρὸς ἀπαράλλακτον καλεῖται θέλησίν τε καὶ δύναμιν. οὐδὲν οὖν ἄρα, φησὶ, παρὰ τὸ τῷ τεκόντι δοκοῦν ἢ πρέπον ὁ Υἱὸς ἐργάζεται, οὐδὲ τῆς τοῦ Πατρὸς ἀγάπης καταπερπερεύεται, φιλόκαινός τις ὑπάρχων ἐν τοῖς ἔργοις καὶ ἐξήνιος, ἀλλ' ὧνπερ ὄντα θεάσαιτο ποιητὴν, ὡς ἐν ἐννοίαις δὲ πάλιν, ταῦτα δὴ πάντως ἐπιτελεῖ τῇ ταυ τότητι τῆς οὐσίας εἰς τὸ μηδαμοῦ παρεκπίπτειν τὸ Θεῷ πρέπον διακρατούμενος. τροπῆς γὰρ τῆς ἐπί τι καὶ ἀλλοιώ σεως ἀμοιρεῖ· μένει δὲ "ὁ αὐτὸς" ἀδιαλείπτως, ὡς ὁ ψαλ μῳδός που φησί. δεικνύει δὲ πάλιν ὁ Πατὴρ τῷ Υἱῷ ἃ αὐτὸς ποιεῖ, οὐ καθάπερ ἐν πίνακι διαγεγραμμένα παρατιθεὶς, ἢ ὡς ἀγνοοῦντα διδάσκων· πάντα γὰρ οἶδεν ὡς Θεός· ἀλλ' ὅλον ἑαυτὸν ἐν τῇ τοῦ γεννήματος φύσει ζωγραφῶν, καὶ τὰ ἰδίως αὐτῷ προσπεφυκότα δεικνύων ἐν ἑαυτῷ, ἵνα ἐξ ὧν 1.329 αὐτὸς ὑπάρχει καὶ φαίνεται, ποταπός τε καὶ τίς κατὰ φύσιν ἐστὶν εἰδείη τὸν γεννήτορα. διὰ γὰρ τοῦτό φησιν ὁ Χριστὸς, ὡς "Οὐδεὶς γινώσκει τίς ἐστιν ὁ Υἱὸς εἰ μὴ ὁ Πατὴρ, οὐδὲ "τὸν Πατέρα τίς ἐπιγινώσκει τίς ἐστιν εἰ μὴ ὁ Υἱός." κεῖται γὰρ ἐν ἀμφοῖν ἡ ἑκατέρου γνῶσις ἀκριβὴς, οὐ διδακτῶς, ἀλλὰ φυσικῶς· καὶ ὁρᾷ μὲν ὁ Θεὸς καὶ Πατὴρ ἐν ἑαυτῷ τὸν Υἱὸν, ὁρᾷ δὲ αὖ πάλιν ὁ Υἱὸς ἐν ἑαυτῷ τὸν Πατέρα· διάτοι τοῦτό φησιν "Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν "ἐμοί ἐστι." τὸ δὲ ὁρᾶν τε καὶ ὁρᾶσθαι, πάλιν ἐν τούτοις νοείσθω θεοπρεπῶς. Καὶ μείζονα τούτων ἔργα δείξει αὐτῷ, ἵνα ὑμεῖς θαυμάζητε. Ἐν τοῖς ἀνωτέρω φησὶν ὁ μακάριος Εὐαγγελιστὴς ὡς "̓Εζήτουν οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν ἀποκτεῖναι, ὅτι οὐ μόνον "ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ Πατέρα ἴδιον ἔλεγε τὸν "Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ." τὴν μὲν οὖν ἐπὶ τῷ σαββάτῳ κατηγορίαν ἀπεσκευάζετο, καὶ αὐτὸν ἐπιδεικνὺς ἐνεργὸν ἐν σαββάτῳ τὸν Πατέρα, καὶ μακρὸν ἐπὶ τούτῳ προσαναλώσας λόγον· ὅτι δέ ἐστιν ἐν ἰσότητι τῇ πρὸς τὸν Πατέρα, καὶ ἄνθρωπος γεγονὼς δι' ἡμᾶς, πειρᾶται διδάσκειν. τοῦτο γὰρ ἦν ἔτι τῷ λόγῳ τὸ λεῖπον· καὶ διὰ τοῦτό φησιν ὅτι Καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα ἵνα ὑμεῖς θαυμάζητε. καὶ τί πάλιν ἡμῖν βούλεται διὰ τούτου δηλοῦν; Τεθεράπευται, φησὶν, ὁ παράλυτος "τριάκοντα καὶ ὀκτὼ "ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ." καὶ θαυμαστὴ μὲν ὄντως ἡ τοῦ θεραπεύσαντος δύναμις, θεοπρεπής τε λίαν ἡ ἐξουσία· τὸν δὲ οὕτω θαυματουργὸν, οὐκ ἄν τις, οἶμαι, σωφρονῶν αἰτιάσαιτο Θεὸν ἑαυτὸν εἶναι λέγοντα, καὶ ἐπείπερ ἐστὶν Υἱὸς, ἴσον κατὰ πάντα τῷ γεγεννηκότι· ἐπειδὴ δὲ φρο νοῦντες, φησὶ, κάκιστά τε καὶ ἀλογώτατα, διὰ τὸ ἐπίκηρον 1.330 τουτὶ σκανδαλίζεσθε σῶμα, ἀναγκαῖον ὑμᾶς ἐκμαθεῖν, ὡς οὐ μέχρι τούτων τὰ τῆς ἐμῆς ἐξουσίας τε καὶ ἰσχύος στήσεται· μειζόνων γὰρ ἔσεσθε παραδόξων, κἂν μὴ βούλησθε, θεωροὶ, τῆς τῶν νεκρῶν ἀναστάσεως δηλαδὴ, καὶ τότε μειζόνως καταπλαγήσεσθε, τὴν τῷ Θεῷ πρέπουσαν ἰσχύν τε καὶ δόξαν ἐν ἐμοὶ κειμένην ὁρῶντες, ὃν δυσφημίας ἐγκλήματι περιβάλλετε νῦν, καὶ διώκειν οὐκ αἰσχύνεσθε, διὰ τὸ μόνον εἰπεῖν, ὅτι "Υἱὸς Θεοῦ εἰμι." ∆εικνύει δὲ ὅπως ὁ Θεὸς καὶ Πατὴρ τὰ ἔργα τῷ Υἱῷ, προλαβόντες ἤδη διὰ πολλῶν εἰρήκαμεν. Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Θέα δὴ πάλιν ἐν τούτοις σαφῆ τῆς ἰσότητος τὴν ἀπό δειξιν. ὁ γὰρ ἴσως ἐνεργὸς περὶ τὴν τῶν νεκρῶν ἀναβίωσιν, πῶς ἂν ἔχοι κατά τι τὸ ἔλαττον; ἢ πῶς ἂν εἴη πρὸς τὸν Πατέρα λοιπὸν ἑτεροφυής τε καὶ ἔκφυλος ὁ τοῖς αὐτοῖς διαλάμπων ἰδιώμασιν; ἴδιον δὲ τῆς θείας οὐσίας, τὸ δύ νασθαι ζωογονεῖν, ὅπερ ἐστὶν ὁμοίως ἐν Πατρὶ καὶ ἐν Υἱῷ. ζωογονεῖ δὲ πάλιν οὐκ ἰδίως μὲν πάλιν τινὰς καὶ καθ' ἑαυτὸν ὁ Πατὴρ, ἰδίως δέ τινας καὶ κεχωρισμένως ὁ Υἱός· ἔχων γὰρ ἐν ἑαυτῷ φυσικῶς τὸν Πατέρα, τὰ πάντα ἐργάζεται, καὶ ἐνεργεῖ τὰ πάντα δι' Υἱοῦ ὁ Πατήρ. ἀλλ' ἐπείπερ ἔχει τὸ δύνασθαι ζωογονεῖν ὁ Πατὴρ ἐν τῇ ἰδίᾳ φύσει, καθάπερ οὖν καὶ αὐτὸς, ὡς καὶ ἰδίως ἑκατέρῳ προσὸν ἀπονέμει τὸ δύ νασθαι ζωογονεῖν τοὺς νεκρούς. 1.331 ΚΕΦΑΛΗ Ζ. Ὅτι τῶν θεοπρεπῶν ἀξιωμάτων ἤτοι πλεονεκτημάτων οὐδὲν ὡς ἐκ μετοχῆς ἢ ἐπακτὸν ἐν Υἱῷ. Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ. ἝΤΕΡΟΝ εἰσφέρει πρᾶγμα θεοπρεπές τε καὶ ἐξαίσιον, διὰ πολλῶν ἀναπείθων ὅτι Θεός ἐστι κατὰ φύσιν καὶ ἀλη θινῶς. τίνι γὰρ ἂν καὶ ἑτέρῳ πρέποι τὸ κρῖναι τὴν οἰκου μένην, εἰ μὴ μόνῳ τῷ ἐπὶ πάντας ὄντι Θεῷ, ὃν δὴ καὶ πρὸς τοῦτο καλοῦσιν αἱ θεῖαι λέγουσαι γραφαὶ, ποτὲ μὲν "̓Ανάστα ὁ Θεὸς, κρῖνον τὴν γῆν·" ποτὲ δὲ αὖ πάλιν " Οτι ὁ Θεὸς κριτής ἐστι, τοῦτον ταπεινοῖ καὶ τοῦτον ὑψοῖ." δεδόσθαι γεμὴν τὴν κρίσιν ἑαυτῷ φησι παρὰ τοῦ Πατρὸς, οὐχ ὡς ἔξω τῆς ἐπὶ τούτῳ κείμενος ἐξουσίας, ἀλλ' ὡς ἄνθρωπος οἰκονομικῶς, πρεπωδέστερον ἀνακεῖσθαι τῇ θείᾳ φύσει τὰ πάντα διδάσκων, ἧς καὶ αὐτὸς εἴσω βεβηκὼς, ᾗ μέν ἐστι Λόγος καὶ Θεὸς, οἴκοθεν ἔχει τὴν ἐφ' ἅπασιν ἐξουσίαν· ᾗ δὲ γέγονεν ἄνθρωπος, πρὸς ὃν εἴρηταί που "Τί "γὰρ ἔχεις ὃ οὐκ ἔλαβες," δεδέχθαι πρεπόντως ὁμολογεῖ. Πρὸς δὴ ταῦτα πάλιν ἐρεῖ τις τυχὸν τῶν δι' ἐναντίας Ἰδοὺ διαῤῥήδην ὁ Υἱὸς τὴν κρίσιν δεδέχθαι φησὶ παρὰ τοῦ Πατρός. λαμβάνει δὲ ὡς οὐκ ἔχων δηλαδή. πῶς οὖν οὐκ ἂν εἴη μείζων καὶ μεγαλοφυέστερος ὁ διδοὺς μετ' ἐξουσίας, τοῦ δεομένου λαβεῖν; 1.332 Τί δὴ οὖν ἄρα πρὸς τοῦτό φαμεν; ὁ μὲν λόγος ἡμῖν ὁ προτεταγμένος οὐκ ἀκόμψως, ὡς οἶμαι, διήρτισται, θεω ρίαν εἰσφέρων τὴν τῷ καιρῷ μάλιστα πρέπουσαν τῆς ἐνανθρωπήσεως δηλαδὴ, καὶ οἰκονομίᾳ τῇ μετὰ σαρκὸς ἁρμοδιωτάτην, ὅτε δοῦλος ἐχρημάτισεν, ὅτε τεταπείνωκεν ἑαυτὸν, ἐν ὁμοιώματι τῷ ἡμετέρῳ γενόμενος· ἐπειδὴ δέ σοι δοκεῖ τῶν μὲν ἁπλουστέρων κατασοβαρεύεσθαι δογ μάτων, περιεργοτέραν δὲ μᾶλλον ποιεῖσθαι τὴν ζήτησιν, ἄγε δὴ πάλιν τοῖς σοῖς ἐναντίως ἰόντες προβλήμασι, πρῶτον μὲν ἐκεῖνο λέγωμεν Οὐχὶ πάντως, οὐδὲ ἀναγκαίως, ὦ οὗτος, ὁ δοῦναί τι λεγόμενος, ὡς οὐκ ἔχοντι τῷ δεχομένῳ προσνέμει, ἀλλ' οὐδὲ μείζων ἀεὶ τοῦ λαμβάνοντος ὁ διδούς. ἐπεὶ τί ποιήσεις, ὅταν ἴδῃς ἐν πνεύματι τὸν ἱερὸν λέγοντα ψαλμῳδόν "∆ότε δόξαν τῷ Θεῷ;" δόξης ἆρα καθεστάναι τὸν Θεὸν ἐπιδεᾶ λογιούμεθα, ἢ καὶ μείζους τοῦ κτίσαντος διὰ τοῦτο πάντως ἡμεῖς, οἱ ταύτην αὐτῷ προσάγειν ἐπιταττόμενοι; ἀλλ' οὐδ' ἂν αὐτὸς ἀποτολμήσῃς εἰπεῖν, ὁ τὸν ἐπὶ ταῖς δυσφημίαις ὄκνον οὐ παραιτούμενος· πλῆρες γὰρ δόξης τὸ θεῖον, κἂν μὴ δέχηται παρ' ἡμῶν· ὃ δὲ οἴκοθεν ἔχει λαμ βάνων ἐν τάξει τιμῆς, οὐκ ἂν ἐλάττων νοοῖτό ποτε, τῶν οἵπερ αὐτῷ τὴν δόξαν ὡς δῶρον προσάγουσιν. ἔστι τοίνυν πολλάκις ὁρᾶν τὸν εἰληφότα τι τοῦ δεδωκότος οὐκ αἰσχίονα, καὶ οὐ διὰ τοῦτο μεγαλοφυέστερος ὁ Πατὴρ τοῦ ἰδίου γεννή ματος, ἐπεὶ πᾶσαν αὐτῷ δέδωκε τὴν κρίσιν. Εἶτα πρὸς τούτῳ κἀκεῖνο περισκεπτέον· τὸ κρίνειν, ἤτοι δικάζειν, ἐνέργειαι μᾶλλόν εἰσι καὶ πράγματα τῶν περὶ τὰς οὐσίας νοουμένων, ἢ αὐτὸ κατ' ἀλήθειαν οὐσίαι· ἐνεργοῦμεν γάρ τι δικάζοντες, ἰδιαζόντως ὑπάρχοντες ὅπερ ἐσμέν. εἰ δὲ τὸ κρίνειν, ἤτοι δικάζειν, οὐσίας εἶναι δώσομεν, πῶς οὐκ 1.333 ἀνάγκη καὶ οὐχ ἑκόντας ὁμολογεῖν, μηδὲ ὑπάρχειν ὅλως δύνασθαι τῶν ὄντων τινὰς, εἰ μὴ φαίνοιντο κριταὶ, συγκατα λήγειν τε πάντως αὐτοῖς τῷ τέλει τῆς κρίσεως τὴν οὐσίαν; ἀλλ' ἔστι τὸ οὕτως νοεῖν τῶν ἀτοπωτάτων· ἐνέργειά τις τοιγαροῦν τὸ κρίνειν ἐστὶ, καὶ ἕτερον οὐδέν. τί οὖν ἄρα δέδωκεν ὁ Πατὴρ τῷ Υἱῷ; πλεονέκτημα μὲν ὡς ἐξ ἰδίας φύσεως οὐδὲν, ἔν γε τῷ τὴν κρίσιν ἐπιτρέψαι πᾶσαν αὐτῷ, ἐνέργειαν δὲ μᾶλλον τὴν κατὰ τῶν κρινομένων. πῶς οὖν ἔσται κατὰ τοῦτο μείζων, ἢ μεγαλοφυέστερος, τι προστε θεικὼς, ὅπερ οὐκ ἦν ἐν Υἱῷ τῷ λέγοντι "Πάντα ὅσα ἔχει "ὁ Πατὴρ ἐμά ἐστι;" Πῶς οὖν ἄρα τὸ δοῦναι νοητέον, ἄκουε λοιπόν. ὥσπερ ἔχων τὸ δύνασθαι δημιουργεῖν ὁ Θεὸς καὶ Πατὴρ, δι' Υἱοῦ τὰ πάντα δημιουργεῖ, ὡς διὰ δυνάμεως καὶ ἰσχύος ἰδίας· οὕτως ἔχων καὶ τὸ δύνασθαι κρίνειν, ἐνεργήσει καὶ αὐτὸ δι' Υἱοῦ, ὡς διὰ δικαιοσύνης ἰδίας. ὥσπερ ἂν εἰ λέγοιτο καὶ τὸ πῦρ τῇ ἐξ ἑαυτοῦ κατὰ φύσιν ἐνεργείᾳ τὸ καῦσαί τι παρα χωρεῖν, ταύτην ἔχοντος τοῦ πράγματος τὴν ὁδόν· οὕτω τό ∆έδωκεν εὐσεβῶς ἑρμηνεύοντες, τὴν τοῦ διαβόλου παγίδα διαφευξόμεθα. εἰ δὲ ἐπιμένουσιν ἀναιδῶς προστεθεῖσθαι δόξαν αὐτῷ παρὰ τοῦ Πατρὸς διαβεβαιούμενοι, διὰ τοῦ κριτὴν ἀναφαίνεσθαι τῆς γῆς, διδασκόντων ἡμᾶς, πῶς ἂν ἔτι νοοῖτο τῆς δόξης Κύριος, ὁ καὶ ἐν ἐσχάτοις καιροῖς ταῖς ἐπὶ τούτῳ τιμαῖς στεφανούμενος.

1.334 ΚΕΦΑΛΗ Η. Ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς, καὶ εἰκὼν τοῦ γεννήσαντος ἀκριβὴς, ἴσην ἔχει πρὸς αὐτὸν καὶ τιμὴν καὶ δόξαν. Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν καθὼς τιμῶσι τὸν Πατέρα· ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐ τιμᾷ τὸν Πατέρα τὸν πέμψαντα αὐτόν. ΑΙΤΙΑ καὶ πρόφασις ἤδη τῶν προκατηριθμημένων ὁρᾶ ται, τὸ χρῆναι τιμᾶσθαι τὸν Υἱὸν ἐν ἰσότητί τε καὶ ὁμοιότητι τῇ πρὸς τὸν Πατέρα. βραχὺ δὲ ἀναλαβὼν, καὶ εἰς τὴν τῶν κατόπιν ἀνακομιζόμενος μνήμην, περιαθρήσῃ ἀκριβῶς τοῦ λόγου τὴν δύναμιν. οὐκοῦν ἴδιον μὲν ἔφασκε "Πατέρα τὸν "Θεὸν ὑπάρχειν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ·" εἶτα πάλιν ἰσοσθενῆ καὶ ὁμότεχνον ἀπεδείκνυε λέγων "Ἃ γὰρ ἂν "ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ·" ὅτι δὲ καὶ ζωὴ καὶ ζωοποιὸς κατὰ φύσιν ἐστὶν, ὥσπερ οὖν καὶ ὁ γεν νήσας αὐτὸν, διεσάφει προστιθείς "Ὥσπερ γὰρ ὁ Πατὴρ "ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς "θέλει ζωοποιεῖ." ἀλλ' ὡς ἔσοιτο καὶ πάντων κριτὴς, συνευδοκοῦντος ἐφ' ἅπασι καὶ συγκατανεύοντος τοῦ Πατρὸς, ἐξηγεῖτο λέγων "Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ "τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ." τίς οὖν ἡ τούτων αἰτία; τί δὲ ἄρα τὸ πεπεικὸς διὰ τοιούτων ἔρχεσθαι λόγων τὸν Μονογενῆ; Ἵνα πάντες φησὶ τιμῶσι τὸν Υἱὸν καθὼς τιμῶσι τὸν Πατέρα. εἰ γὰρ πάντα ἔστιν ὅσα καὶ ὁ Πατὴρ, ὅσον 1.335 ἧκεν εἰς ἀξίωμα θεοπρεπὲς, πῶς οὐκ ἂν εἴη πρέπον ἰσοστάθ μοις ἐκείνῳ στεφανοῦσθαι τιμαῖς, τὸν ᾧπερ οὐδὲν εἰς ταυτό τητα τῆς οὐσίας ἐνδεῖ; τί οὖν ἄρα πάλιν καὶ πρὸς τοῦτό φασιν "οἱ πάντα τὰ ὀρθὰ διαστρέφοντες," ὡς ὁ προφήτης φησὶν Ἡσαΐας; Εἰ διὰ τὸ λέγεσθαι, φησίν Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν καθὼς τιμῶσι τὸν Πατέρα, νομίζετε χρῆναι τὸν Υἱὸν ἰσομέτροις τῷ Πατρὶ κατασεμνύνειν τιμαῖς, ἀγνοεῖτε τῆς ἀληθείας μακράν που βαδίζοντες. οὐ γὰρ πάντως τό Καθὼς ἰσότητα πραγμάτων εἰσφέρει, καθ' ὧν ἂν φαίνοιτο τεθὲν, ὁμοίωσιν δέ τινα χαρακτηρίζει πολλάκις, οἷον, φησὶν, ὁ Σωτήρ που συμβουλεύει λέγων "Γίνεσθε οἰκτίρμονες, καθὼς "καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν." ἆρ' οὖν ἐσόμεθα φιλοικτίρμονες οὕτως, ὡς ὁ Πατὴρ, διὰ τό Καθώς; καὶ πάλιν ὁ Χριστὸς λέγει πρὸς τὸν ἑαυτοῦ Πατέρα περὶ τῶν μαθητῶν "Ἠγάπησας αὐτοὺς, καθὼς ἐμὲ ἠγάπησας." ἀλλ' οὐχ οὕτω δώσομεν ἠγαπῆσθαι τοὺς μαθητὰς, ὡς τὸν Υἱὸν πάλιν, διὰ τό Καθώς. τί οὖν εὑρεσιλογεῖς καὶ ἀποβιάζῃ τὴν λέξιν εἰς δυσφημίαν, οὐδεμίαν τοῖς ἀκροωμένοις ἀνάγκην εἰσφέρουσαν, εἰς τὸ χρῆναι τιμᾶν τὸν Υἱὸν ἐν ἴσῳ μέτρῳ τῷ φύσαντι; Τί οὖν πρὸς ταῦτα καὶ παρ' ἡμῶν; πικροῖς μὲν ἡμῶν καθυλακτοῦσι λόγοις οἱ θεομάχοι, ἀλλ' "Ἔξω τοὺς κύνας," ὡς ὁ Παῦλός φησιν, "ἔξω τοὺς κακοὺς ἐργάτας, ἔξω" τῆς ὀρθῆς πίστεως "τὴν κατατομήν." ἡμεῖς μὲν γάρ ἐσμεν ἀλη θείας υἱοὶ, καὶ τέκνα φωτός· διάτοι τοῦτο τὸν Μονογενῆ τῷ Θεῷ καὶ Πατρὶ συνδοξάζομεν, οὐ κατά τινα διαφορὰν, ἀλλ' ἐν ἰσότητι τιμῆς τε καὶ δόξης, ὡς Θεὸν ἐκ Θεοῦ, καὶ φῶς ἐκ φωτὸς, καὶ ζωὴν ἐκ ζωῆς. καὶ περιεργάζεσθαι μὲν τὸ πίστει παραδεκτὸν, ὡς ἐπὶ πλεῖστον οὐκ ἀσφαλές· βασανιστέον δ' οὖν ὅμως καὶ τοῦ Καθὼς τὴν δύναμιν, ἵνα μὴ μέγα φρονῶσιν ἐφ' ἑαυτοῖς οἱ δι' ἐναντίας. οὐκοῦν ἐπὶ μὲν τῶν ἀνομοίων 1.336 κατὰ τὴν φύσιν ὅτε τάττεται τό Καθὼς, οὐ πάντως ἀπαράλ λακτον ἡμῖν εἰσφέρει τὴν ἰσότητα, ὁμοιότητα δὲ μᾶλλον καὶ εἰκονισμὸν, ὡς καὶ αὐτοὶ προλαβόντες ὡμολογήκατε. ἐπὶ δὲ τῶν ἀλλήλοις κατὰ πάντα προσεοικότων εἴπερ ὁρῷτο τεθὲν, καὶ ἰσότητα τὴν ἐν πᾶσι καὶ ὁμοιότητα δηλοῖ, καὶ εἴ τι τούτοις ἕτερον ἰσοδυναμοῦν εὑρίσκεται. οἷόν τι φημί· λαμ πρὸς μὲν ὁ κατ' οὐρανόν ἐστιν ἥλιος, λαμπρὸς δὲ ὁμοίως καὶ ὁ γῆθεν ἄργυρος. ἀλλ' ἡ μὲν φύσις τῶν εἰρημένων διάφορος. νοείσθω δέ τις τυχὸν τῶν ἐπὶ γῆς πλουσίων τοῖς κατ' οἶκον οἰκέταις Λαμπέτω λέγων ὁ ἄργυρος, καθὼς καὶ ὁ ἥλιος· ἐν τούτῳ δὴ μάλα δικαίως οὐκ εἰς τὴν ἴσην ἀναβαίνειν λαμπρό τητα τῷ ἡλίῳ τὴν ἐκ γῆς ὕλην φαμὲν, ἀλλ' εἰς ὁμοίωσίν τινα καὶ ἐμφέρειαν, καὶ εἰ φέροιτο κατ' αὐτοῦ τό Καθώς· Πέτρου δὲ καὶ Ἰωάννου τυχὸν τῶν ἁγίων μαθητῶν παρενεχθέντων εἰς μέσον, οἳ καὶ τῷ τῆς φύσεως λόγῳ, καὶ τῇ εἰς Θεὸν εὐσεβείᾳ τῆς πρὸς ἀλλήλους ἀκριβοῦς ὁμοιότητος οὐκ ἀπολιμπάνονται, τετάχθω τό Καθὼς, λέγοντός του περὶ αὐτῶν, ὡς ἐν ὑποκειμένῳ Τιμάσθω παρὰ πάντων Ἰωάννης, καθὼς καὶ ὁ Πέτρος· ἆρα τό Καθὼς ἀτονήσει πάλιν εἰς τὸ μὴ δεῖν ἐπ' ἀμφοῖν τὴν ἴσην ἄγεσθαι τιμήν; ἀλλ' οὐκ ἂν οἶμαί τις τὸ τοιοῦτον ἐρεῖ· θεωρήσει γὰρ δὴ τὸ κωλύον οὐδέν. Κατὰ ταύτην τοῦ νοήματος τὴν ἀναλογίαν, ὅταν ἐφ' Υἱοῦ καὶ Πατρὸς φέρηται τό Καθὼς, διὰ ποίαν αἰτίαν ἀποναρκή σομεν ἰσομέτροις ἄμφω καταστέφειν τιμαῖς; προανασκεψά μενος γὰρ ὡς Θεὸς τὰ ἐσόμενα, καὶ τὴν βάσκανον τῆς σῆς ἀμαθίας περιαθρήσας ἀντιλογίαν, οὐ γυμνὸν εὐθὺς, οὐδὲ τῆς αὐτῷ πρεπούσης ἔρημον ἐπικουρίας, τό Καθὼς εἰσενήνοχεν, ἀλλὰ ταῖς μὲν καθηκούσαις προοχυρώσας πληροφορίαις, προαποδείξας δὲ ὅτι καὶ Θεὸς ὑπάρχοι κατὰ φύσιν· ἴδιον 1.337 γὰρ ἐποιεῖτο Πατέρα τὸν Θεόν· προκατασκευάσας δὲ πάλιν, ὅτι καὶ Θεὸς ∆ημιουργὸς καὶ ζωὴ κατ' ἀλήθειάν ἐστι, καὶ ὅλως, ἵν' οὕτως εἴπω, τοῖς τοῦ Θεοῦ καὶ Πατρὸς ἐπαγλαϊζό μενον ἰδιώμασι προεισενεγκὼν, εὐκαίρως ἐπάγει λοιπόν Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν καθὼς τιμῶσι καὶ τὸν Πατέρα. εἶτα τί τὸ ἀντιστατοῦν ἀναφανεῖται λοιπὸν, τί δὲ τὸ κωλύον ἐστὶ τὸν, ᾧπερ οὐσιωδῶς ἐνυπάρχει τὰ τοῦ γεννήσαντος ἴδια καὶ ἐξαίρετα, πρὸς τὸ ἴσον τῆς τιμῆς ἀναβαίνειν μέτρον; αὐτὴν γὰρ ἤδη τιμῶντες τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἁλωσό μεθα φύσιν, καλῶς ἐν Υἱῷ διαλάμπουσαν· διὰ γὰρ τοῦτό φησιν ἐφεξῆς Ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐ τιμᾷ τὸν Πατέρα τὸν πέμψαντα αὐτόν. ἀναβήσεται γὰρ οὐκ ἐφ' ἕτερόν τινα μᾶλλον τῆς εἰς Υἱὸν ἀτιμίας τὸ ἔγκλημα, καὶ τῆς δυσφημίας ἡ δύναμις, ἢ εἰς αὐτὸν ἀληθέστερον τὸν Πατέρα, καθάπερ ἀπὸ πηγῆς τῆς οἰκείας φύσεως ἀνέντα τὸν Υἱὸν, εἰ καὶ συνυπάρχων ἀϊδίως αὐτῷ διὰ πάσης ὁρᾶται τῆς ἁγίας γραφῆς. Ἀλλὰ ναὶ, φησὶν ὁ δι' ἐναντίας, ἡκέτω τῆς εἰς Υἱὸν ἀτιμίας τὸ ἔγκλημα πρὸς ὅπερ ἂν βούλοιο, μᾶλλον δὲ εἰς αὐτὸν ἀφικνείσθω τὸν Θεὸν καὶ Πατέρα. ἀγανακτήσει γὰρ δὴ καὶ μάλα εἰκότως, ἀλλ' οὐχὶ πάντως, ὡς τῆς αὐτοῦ φύσεως ὑβρισμένης ἐν Υἱῷ, κατὰ τὸν ἀρτίως ἡμῖν φιλο τεχνηθέντα λόγον, ἀλλ' ἐπείπερ ἐστὶν εἰκὼν αὐτοῦ καὶ χαρακτὴρ, ὡς πρὸς τὴν θείαν τε καὶ ἄῤῥητον αὐτοῦ φύσιν ἄριστα μεμορφωμένος, χαλεπαίνει μὲν εὐλόγως, ἀνοίσει δὲ πάντως εἰς ἑαυτὸν τὸ ἀδίκημα. καὶ γὰρ ἦν ὄντως τῶν ἀτοπωτάτων, τὸν τοῖς θείοις χαρακτῆρσιν ἐμπαροινήσαντα, μὴ οὐχὶ πάντως τῆς εἰς ἀρχέτυπον ἁμαρτίας ἀποτιννύναι δίκας. ὥσπερ οὖν ἀμέλει, καὶ ὁ ταῖς εἰκόσι τῶν ἐπὶ γῆς βασιλέων ἐμπαροινήσας, ὡς εἰς αὐτὸν ἤδη πεπλημμεληκὼς τὸν κρατοῦντα κολάζεται· ὡρισμένον δέ τι τοιοῦτον παρὰ 1.338 Θεοῦ καὶ ἐφ' ἡμῶν αὐτῶν εὑρήσομεν "Ὁ γὰρ ἐκχέων," φησὶν, "αἷμα ἀνθρώπου ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθή "σεται, ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον." ὁρᾷς οὖν, φησὶν, ἤδη διὰ τούτου, καὶ μάλα σαφῶς, ὅτι τῆς εἰκόνος ἀδικουμένης, καὶ οὐχὶ πάντως τῆς θείας αὐτοῦ φύσεως, ἀγανακτεῖν οἴεται δεῖν ὁ Θεὸς καὶ Πατήρ; οὐκοῦν κατὰ τοῦτον νοείσθω τε καὶ ἐσχηματίσθω τὸν τρόπον τὸ εἰρημένον παρὰ Χριστοῦ Ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐδὲ τὸν Πατέρα τιμᾷ. Ἆρ' οὖν ἔξω κείσεται μεθ' ἡμῶν τῆς τοῦ Πατρὸς οὐσίας ὁ Μονογενής; πῶς οὖν ἔτι κατὰ φύσιν Θεός ἐστιν, εἴπερ ὅλως ἐξώλισθε τῶν τῆς θεότητος ὅρων, ἐν ἰδίᾳ τινὶ φύσει καὶ ἑτεροίᾳ κείμενος, ἢ ἐν ᾗπέρ ἐστιν ὁ Πατήρ; ἀδικοῦμεν δὲ κατὰ τὸ εἰκὸς, εἰς ἕνα θεότητος ἀναβιβάζοντες λόγον, τῆς ἁγίας Τριάδος τὴν σύνταξιν. ἔδει γὰρ ἔδει λοιπὸν προσ κυνεῖν μὲν ἡμᾶς ὡς Θεὸν τὸν Πατέρα, δόξαν δέ τινα πάλιν ἰδίαν ἀπονέμειν τῷ Υἱῷ καὶ τῷ Πνεύματι, ὡς εἰς διαφόρους κατασχίζοντας φύσεις, καὶ ἴδιον ἑκάστῳ τὸν τοῦ πῶς ἐστι διορίζοντας λόγον· ἀλλ' ἕνα Θεὸν ἡμῖν αἱ θεῖαι πρεσβεύουσι γραφαὶ, τὸν Υἱὸν τῷ Πατρὶ καὶ τὸ Πνεῦμα συντάττουσαι, ὡς διὰ τῆς οὐσιώδους καὶ ἀπαραλλάκτου ταυτότητος, εἰς ἕνα θεότητος ἀναφερομένης λόγον τῆς ἁγίας Τριάδος. οὐκ ἄρα ἐστὶ τῆς τοῦ γεννήσαντος φύσεως ἀλλότριος ὁ Μονογενὴς, ἀλλ' οὐδ' ἂν ὅλως Υἱὸς ὑπάρχων νοοῖτο κατὰ ἀλήθειαν, εἰ μὴ ἐκ τῆς τοῦ τεκόντος ἐξέλαμψεν οὐσίας· τοιοῦτος γὰρ, καὶ οὐχ ἕτερος ἐν πᾶσιν ὁ τῆς ἀληθοῦς υἱότητος ὅρος τε καὶ τρόπος· Υἱοῦ δὲ οὐκ ὄντος, συναναιρεθήσεται πάντως καὶ τὸ εἶναι Πατέρα τὸν Θεόν. πῶς οὖν ἀληθεύσει λέγων ὁ Παῦλος περὶ αὐτοῦ "Ἐξ οὗ πᾶσα πατριὰ ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς "ὀνομάζεται;" εἰ γὰρ μὴ γεγέννηκεν ἐξ ἑαυτοῦ θεοπρεπῶς τὸν Υἱὸν, πῶς ἐν αὐτῷ τῆς πατρότητος ἡ ἀρχὴ διήκουσα κατὰ μίμησιν ἐπί τε τοὺς ὄντας ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς; 1.339 ἀλλ' ἔστι Πατὴρ κατ' ἀλήθειαν ὁ Θεός· Υἱὸς ἄρα κατὰ φύσιν ὁ Μονογενὴς, εἴσω τε πάντως ἐστὶ τῶν τῆς θεότητος ὅρων· Θεὸς γὰρ ἐκ Θεοῦ τεχθήσεται, καθάπερ οὖν ὁ ἄν θρωπος ἐξ ἀνθρώπου τυχὸν, καὶ οὐ διαψεύσεται τοῦ Θεοῦ καὶ Πατρὸς ἡ τὰ πάντα ὑπερκειμένη φύσις, τὸν αὐτῇ μὴ πρέποντα τεκοῦσα καρπόν. Ἐπειδὴ δὲ δυσσεβῶς τε καὶ ἀνοήτως φασὶν οὐ τὴν τοῦ Θεοῦ τε καὶ Πατρὸς ἐξυβρίζεσθαι φύσιν ἐν Υἱῷ, μὴ τῆς προσηκούσης ἀπολαύοντι δόξης πρός τινων, ὡς εἰκόνος δὲ μᾶλλον ἰδίας ἠτιμασμένης ἐν αὐτῷ χαλεπαίνειν, εἰκότως γε δὴ ποιοῦντα καὶ καλῶς· ἐρωτητέον αὐτοὺς, κατὰ τίνα τρόπον εἰκόνα βούλονται τοῦ Πατρὸς εἶναί τε καὶ λέγεσθαι τὸν Υἱόν. μᾶλλον δὲ αὐτοὶ τὸν παρ' ἐκείνων φθάσαντες λόγον προδια στέλλωμεν τῆς εἰκόνος τὰ εἴδη, κατά γε τὸν ἐγχωροῦντα λόγον· οὕτω γὰρ ἂν γένοιτο σαφής τε καὶ λίαν εὐκρινεστέρα τῶν ζητουμένων ἡ εὕρεσις. οὐκοῦν μία μὲν ἤδη καὶ πρώτη τῆς κατὰ φύσιν ταυτότητος ἐν ἀπαραλλάκτοις τοῖς ἰδιώμασιν ἡ εἰκὼν, ὡς ἐξ Ἀδὰμ ὁ Ἄβελ, ἢ Ἰσαὰκ ἐξ Ἁβραάμδευτέρα δὲ πάλιν ἡ κατὰ μόνην τὴν τοῦ χαρακτῆρος ἐμφέ ρειαν, καὶ τὸ ἀκριβὲς τοῦ εἴδους ἐκτύπωμα, καθάπερ ἡ τοῦ βασιλέως ἐν ξύλῳ γραφὴ, ἢ καὶ καθ' ἕτερόν τινα πεποιημένη τρόπον, ὡς πρὸς αὐτὸν ἄριστά τε καὶ ἐντεχνέστατα. εἰκὼν δὲ ἑτέρα λαμβάνεται πάλιν πρὸς ἤθη καὶ τρόπους καὶ πολι τείαν καὶ θέλημα τὸ ἐπί τισιν ἀγαθοῖς ἢ φαύλοις, ὡς ἐοικέναι λέγεσθαι τυχὸν τὸν μὲν ἀγαθοεργοῦντα τῷ Παύλῳ, τὸν δὲ μὴ τοιοῦτον τῷ Κάϊν. τὸ γὰρ ἐν τοῖς ἴσοις ὁρᾶσθαι φαύλοις τε καὶ ἀγαθοῖς, τὴν ὁμοίωσιν ἑκάστῳ πραγματεύεται καὶ περιτίθησιν εἰκότως. εἶδος δέ πως εἰκόνος ἐστὶν ἕτερον, καὶ τὸ ἐν ἀξιώματι καὶ τιμῇ καὶ δόξῃ καὶ ὑπεροχῇ, ὥσπερ ἂν εἴ τις τυχὸν τήν τινος ἀρχὴν διαδέχοιτο, καὶ πάντα δρῴη μετ' 1.340 ἐξουσίας, ἅπερ ἂν ἐκείνῳ προσήκοι τε καὶ πρέποι. εἰκὼν δὲ ἑτέρως, ἢ καθ' ἑτέραν τινὰ ποιότητα πράγματος ἢ πο σότητα, σχῆμά τε καὶ ἀναλογίαν· δεῖ γὰρ ἤδη συλλήβδην εἰπεῖν. ∆ιδασκέτωσαν τοίνυν οἱ τῆς θείας εἰκόνος ἀκριβέστατοι ζητηταὶ, πότερόν ποτε τὴν οὐσιώδη καὶ φυσικὴν ἀπονέμειν ὁμοίωσιν οἴονται δεῖν τῷ Μονογενεῖ, καὶ οὕτως εἰκόνα φασὶν ὑπάρχειν τοῦ Πατρὸς τὸν Μονογενῆ τὸν ἐξ αὐτοῦ προελ θόντα Λόγον, ὡσπερανεὶ καὶ τὸν Ἄβελ ἐξ Ἀδὰμ, ὅλην ἀποσώζοντα τοῦ τεκόντος τὴν φύσιν ἐν ἑαυτῷ, καὶ ὁλό κληρον τῆς ἀνθρωπότητος φοροῦντα τὸν λόγον; ἢ δυσχε ρανοῦσι μὲν ἐπὶ τούτῳ λίαν, ὡς Θεὸν ὄντως ἐκ Θεοῦ κατὰ φύσιν ὁμολογεῖν ἀναγκαζόμενοι τὸν Υἱὸν, ἐπὶ δὲ τὸ μάχε σθαι τῇ ἀληθείᾳ συνήθως ἐκνεύοντες, ἐπὶ τὸν δεύτερον τῆς εἰκόνος ἀναβαδιοῦνται τρόπον, ὃς ἐν μόνῃ νοεῖται μορφῇ καὶ χαρακτῆρι καὶ σχήματι. ἀλλ' οἶμαι μὲν τοῦτο λέγειν ἀπο ναρκήσειν αὐτούς. οὐ γὰρ πεποσῶσθαι τὸ θεῖον, ἢ καὶ σχήματι περιγραπτὸν, καὶ χαρακτῆρι μετρούμενον, ἢ καὶ ὅλως τὰ σωμάτων ὑπομένειν τὸ ἀσώματον, ὑπολήψεταί τις, οὐδ' εἰ σφόδρα φαίνοιτο ληρῶν. ἆρ' οὖν ὡς πρὸς ἤθη καὶ τρόπους καὶ θέλημα μεμορφῶσθαι λέγουσιν αὐτὸν, καὶ ταύτην αὐτῷ περιτιθέντες οὐκ αἰσχύνονται τὴν εἰκόνα; πῶς γὰρ ἔτι κατὰ φύσιν νοεῖται Θεὸς ὁ ἐν μόνῳ τῷ θέλειν τὴν πρὸς αὐτὸν ἔχων ὁμοίωσιν, ἕτερον δέ τι καθ' ἑαυτὸν ἰδίως ὑπάρχων; ὑφεστάναι γὰρ πάντως ὁμολογήσουσιν αὐτόν. εἶτα τί τὸ πλέον ἐν αὐτῷ παρὰ τὴν κτίσιν φανεῖται λοιπόν; ἢ γὰρ οὐχὶ καὶ ἀγγέλους πιστεύσομεν πρὸς τὸ θεῖον αὐτοὺς ἐπείγεσθαι διαπράττειν θέλημα, ἕτερόν τι παρὰ τὸν Θεὸν κατὰ φύσιν ὑπάρχοντας; τί δὲ ὅταν καὶ ἐφ' ἡμῶν νοῆται τὸ 1.341 εἰρημένον; ἆρα γὰρ τοῖς ὑπὲρ φύσιν παραλόγως ἐπιπηδᾶν, καὶ τῶν ἀδυνάτων ἐφίεσθαι διδάσκει λέγων αὐτὸς ὁ Μονο γενής "Γίνεσθε οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ "οὐράνιος οἰκτίρμων ἐστί;" τοῦτο γὰρ ἦν ἀνενδοιάστως εἰπεῖν, χρῆναι δὴ πάντως ἡμᾶς τὴν ἐν ταυτότητι θελημάτων ἀναλαμβάνειν εἰκόνα τοῦ Πατρός. μιμητὴς δὲ καὶ ὁ Παῦλος ἐγίνετο τοῦ Χριστοῦ, τῆς, ὡς ἐκεῖνοι ληροῦντές φασιν, ἐν θελήμασι μόνοις εἰκόνος τοῦ Πατρός. ἀλλὰ καὶ τούτων μὲν ἀπαναστήσονται κατὰ τὸ εἰκὸς τῶν ἀθλίων νοημάτων, ὥσπερ δέ τι μεῖζον ἐπινοοῦντες καὶ ἄμεινον, ἐκεῖνο δὴ πάντως ἐροῦσιν Εἰκών ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Μονογενὴς, ὅσον ἐν ταυτότητι θελημάτων, ὅσον ἐπὶ ἀξίωμα καὶ δόξαν καὶ δύναμιν τὴν θεοπρεπῆ, ὅσον εἰς ἐνέργειαν τὴν ἐπὶ τῷ κτίζειν καὶ θαυματουργεῖν, ὅσον εἰς τὸ βασιλεύειν καὶ πάντων κρατεῖν, ὅσον εἰς τὸ κρίνειν καὶ προσκυνεῖσθαι πρός τε ἀγγέλων καὶ ἀνθρώπων καὶ πάσης ἁπαξαπλῶς τῆς κτίσεως. διὰ τούτων ἁπάντων ἡμῖν ἐν ἑαυτῷ δεικνύων τὸν Πατέρα, οὐκ ἐκ τῆς ὑποστάσεώς φησιν, ἀλλὰ "χαρακτήρ ἐστι τῆς "ὑποστάσεως αὐτοῦ." οὐκοῦν, ὅπερ ἔφημεν ἀρτίως, οὐδέν ἐστι τῶν εἰρημένων κατὰ φύσιν ὁ Υἱὸς, ἔξω δὲ πάντων ἀθρόως κείσεται, κατά γε τὸν παρ' ὑμῶν ἀνοητότατον λόγον, οὔτε δὲ Θεὸς ἀληθινὸς, οὔτε Υἱὸς, οὐ βασιλεὺς, οὐ Κύριος, οὐ δημιουργὸς, οὐ δυνατὸς, οὔτε μὴν ἐν θελήμασιν ἀγαθὸς κατὰ φύσιν ἰδίοις ἐστίν· ἐν δὲ γυμνοῖς καὶ μόνοις τοῖς θεοπρεπέσιν ὁρᾶται καυχήμασι. καὶ ὅπερ ἐστὶ ταῖς ἐν πίναξι γραφαῖς ἡ τῶν χρωμάτων ἐπιβολὴ, μόναις αὐταῖς ταῖς τῶν ὁρωμένων ποικιλίαις ἐξωραΐζουσα, φοροῦσα δὲ ἀληθὲς οὐδέν· τοῦτο καὶ ἐν Υἱῷ τῶν τοῦ Θεοῦ καὶ Πατρὸς ἀξιωμάτων τὸ κάλλος, ἐν μὲν ψιλοῖς καὶ μόνοις ὀνόμασι περιανθίζεται, ἔξωθεν δὲ ὥσπερ χρωμάτων τινῶν ἐπαλείφεται δίκην· 1.342 σκιαγραφεῖται δὲ μᾶλλον ἡ θεία φύσις ἐν αὐτῷ, καὶ ὡς ἐν ψιλῷ φαίνεται τύπῳ. Εἶτα πῶς οὐκ ἄντικρυς ἁπάσαις φανήσεσθε ταῖς ἁγίαις πολεμοῦντες γραφαῖς, ἵνα δὴ καὶ δικαίως ἀκούσητε "Σκλη "ροτράχηλοι καὶ ἀπερίτμητοι καρδίαις καὶ τοῖς ὠσὶν, ὑμεῖς "ἀεὶ τῷ Πνεύματι τῷ Ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες "ὑμῶν καὶ ὑμεῖς." πότε γὰρ οὐ Θεὸν ἀληθινὸν ὀνομάζουσι τὸν Υἱὸν, ἢ πότε τῆς τοῦ τεκόντος οὐσίας ἔξω φέρουσιν αὐτόν; τίς δὲ ὁ τολμήσας εἰπεῖν ὡς οὔτε φύσει δημιουργὸς οὔτε βασιλεὺς οὔτε παντοκράτωρ ἢ προσκυνητός ἐστιν; ὁ μὲν γὰρ θεσπέσιος μελῳδὸς, ὡς πρὸς αὐτόν που φησὶ τὸν Μονογενῆ "Ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος." Θωμᾶς δὲ πάλιν ὁμοίως ὁ νουνεχέστατος μαθητὴς, καὶ Θεὸν ὁμοῦ καὶ Κύριον ἀποκαλεῖ. παντοκράτωρ δὲ καὶ δημιουργὸς, διὰ πάσης ἁγίου καλεῖται φωνῆς, καὶ ὡς οὐκ ἐπακτὸν ἔχων καθ' ὑμᾶς τὸ ἀξίωμα, ἀλλ' ὡς τοῦτο κατὰ φύσιν ὑπάρχων, ὅπερ εἶναι λέγεται, διά τε τοῦτο προσκυνεῖται παρά τε τῶν ἁγίων ἀγγέλων καὶ πρὸς ἡμῶν, καίτοι μηδενὶ προσκυνεῖν ἑτέρῳ τῆς θείας λεγούσης χρῆναι γραφῆς, πλὴν μόνῳ Κυρίῳ τῷ Θεῷ. Εἰ μὲν οὖν ἐπίκτητον αὐτῷ καὶ δοτὸν ἐνυπάρχειν τὸ θεοπρεπὲς ἀξίωμα πεπιστεύκασιν, εἶτα τῷ τοιούτῳ προσ κυνεῖν οἴονται δεῖν, ἴστωσαν παρὰ τὸν κτίστην τῇ κτίσει λατρεύοντες, πρόσφατόν τε καὶ νέον ἑαυτοῖς ζωγραφοῦντες θεὸν, ἤπερ ὄντως τὸν κατὰ φύσιν ἐπιγινώσκοντες. εἰ δὲ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἔξω κεῖσθαι λέγοντες τὸν Υἱὸν, καὶ Υἱὸν αὐτὸν καὶ Θεὸν ὁμολογοῦσιν ὑπάρχειν ἀλη θινὸν καὶ βασιλέα καὶ κύριον καὶ δημιουργὸν καὶ οὐσιωδῶς ἐν ἑαυτῷ τὰ τοῦ Πατρὸς ἔχειν ἴδια καὶ ἐξαίρετα· βλεπέτω σαν ὅποι ποτὲ πάλιν αὐτοῖς τὸ τῶν τῇδε δοκούντων ἀπο 1.343 κινδυνεύσει τέλος. οὐδὲν γὰρ ὅλως ἐν τῇ θείᾳ φύσει τὸ ἀξιόπιστον εὑρεθήσεται, δυναμένης ἤδη καὶ τῆς τῶν γενητῶν φύσεως ὑπάρχειν τοῦτο κατ' ἀλήθειαν, ὅπερ ἂν νοοῖτο καὶ αὐτή. ἀποδέδεικται γὰρ κατά γε τὸν παρὰ τοῖς δι' ἐναντίας ἀδρανέστατον λόγον, τῆς μὲν θείας φύσεως οὐχ ὑπάρχων ὁ Μονογενὴς, ἔχων δ' οὖν ὅμως ἀληθινῶς ἐν ἑαυτῷ τὰ ἐκείνης ἐξαίρετα. εἶτα τίς οὐκ ἀποφρίξει, καὶ μόνον ἀκούων τὴν τῶν δογμάτων δυσσέβειαν; πάντα γὰρ ἄνω τε καὶ κάτω στρέφεται λοιπὸν, τῆς μὲν τὰ πάντα ὑπερκειμένης φύσεως καταβαινούσης ἐπὶ τὸ συντάττεσθαι τοῖς γενητοῖς, αὐτῆς δὲ τῆς κτίσεως εἰς τὸ ὑπερέκεινα καὶ οὐχ ὡρισμένον αὐτῇ παρα λόγως ἀναπηδώσης μέτρον. Οὐκοῦν, ὡς ὁλκάδος ἐν πελάγει βαπτιζομένης, τῆς τῶν τοιούτων δογμάτων ἀτοπίας ἀπονηχόμενοι, σπεύδωμεν ὡς ἐπ' ἀσφαλῆ καὶ ἀκύμονα λιμένα τὴν ἀλήθειαν, καὶ εἰκόνα τοῦ Θεοῦ τε καὶ Πατρὸς ὁμολογῶμεν τὸν Υἱὸν, οὐκ ἐπική ροις ὥσπερ τισὶ περιπεπλασμένον ἀξιώμασιν, οὐδὲ μόνοις τοῖς θεοπρεπέσι κατηγλαϊσμένον ὀνόμασιν, ἀλλ' οὐσιωδῶς πρὸς τὴν τοῦ τεκόντος ἐμφέρειαν ἀπηκριβώμενον, καὶ ἀπα ραλλάκτως ὑπάρχοντα κατὰ φύσιν, ὅπερ ἂν νοοῖτο καὶ ὁ γεννήσας αὐτὸν, τουτέστι Θεὸν ἀληθινὸν ἐκ Θεοῦ κατὰ ἀλήθειαν, παντοκράτορα, δημιουργὸν, δεδοξασμένον, ἀγαθὸν, προσκυνητὸν, καὶ εἴ τι τοῖς εἰρημένοις ὡς Θεῷ πρέπον παρέζευκται. τότε γὰρ δὴ κατὰ πάντα προσεοικότα δεικνύ οντες τῷ Θεῷ καὶ Πατρὶ, καὶ ἀληθεύοντα παραστήσομεν, ὡς εἰ μή τις βούλοιτο τιμᾶν τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα τιμᾷ τὸν ἀποστείλαντα αὐτόν· περὶ τούτου γὰρ ἡμῖν ἡ ζήτησις, καὶ ἡ τῶν ἀρτίως ἐξητασμένων κεκίνηται βά σανος. 1.344 Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον· καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. Ἀποδείξας ἤδη διὰ τῶν προλαβόντων ἀρκούντως, ὡς οὐκ εἰς μόνον ἁμαρτάνουσι τὸν Υἱὸν οἱ τάλανες Ἰουδαῖοι, τολ μῶντες ἐπιτιμᾶν οἷσπερ ἂν λέγῃ διδάσκων, ἢ καὶ ἐργάζηται παρ' αὐτοῖς, ἀλλὰ καὶ εἰς αὐτὸν ἀμαθαίνοντες πλημμελοῦσι τὸν Πατέρα, καὶ ὅσον ἧκεν εἰς τὴν τῶν εἰρημένων ἐνέργειαν, περιστείλας τῷ φόβῳ τὸ θράσος, καὶ ζῆν ἀναπείσας ἐπιει κέστερον τῇ τῶν ἐσομένων ἐλπίδι, λοιπὸν σαγηνεύει πρὸς εὐπείθειαν. οὐκ ἀτέχνως δὲ πάλιν τὸν ἐπὶ τούτοις ἐποιήσατο λόγον. ἐπειδὴ γὰρ οἶδεν ἔτι νοσοῦντας τοὺς Ἰουδαίους, σκανδαλιζομένους τε ἔτι περὶ αὐτοῦ, πάλιν ἀναφέρει τὴν πίστιν εἰς τὸ πρόσωπον τοῦ Θεοῦ καὶ Πατρὸς, οὐχ ὡς ἑαυτὸν ἔξω τιθεὶς, ἀλλ' ὡς διὰ τὴν ταυτότητα τῆς οὐσίας καὶ ἐν Πατρὶ τιμώμενος. τοὺς δέ γε πιστεύοντας, οὐ μετό χους ἔσεσθαι μόνον τῆς αἰωνίου ζωῆς, ἀλλὰ καὶ τὸν ἐκ τῆς κρίσεως διαφεύξεσθαι κίνδυνον, δικαιουμένους δηλονότι διισχυρίζεται, κεκερασμένον ἐλπίδι προτείνων τὸν φόβον. οὕτω γὰρ ἦν ἐνεργέστερόν πως καὶ δεικτικώτερον τοῖς ἀκροωμένοις ἀπεργάσασθαι τὸν λόγον. Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν ὅτε οἱ νεκροὶ ἀκούσωσι τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ οἱ ἀκούσαντες ζήσουσιν. Ἐκ θανάτου πρὸς ζωὴν μεταβήσεσθαι τοὺς πιστεύοντας εἰπὼν, ἑαυτὸν εἰσφέρει τῆς ἐπαγγελίας ἐργάτην καὶ ὅλου τοῦ 1.345 πράγματος ἀποτελεστὴν, ὁμοῦ μὲν ἐκεῖνο τοῖς Ἰουδαίοις ὑπαινιττόμενος, ὅτι θαυμαστὴ μὲν ὄντως ἐστὶν ἡ ἐπὶ τῷ παραλελυμένῳ δύναμις, ἀξιολογωτέρων δ' οὖν ὅμως ἀναδει χθήσεται δημιουργὸς ὁ Υἱὸς, οὐκ ἀῤῥώστημα μόνον, οὐδὲ τὰς ἐκ νόσου μαλακίας τῶν ἀνθρωπίνων ἐξελαύνων σωμάτων, ἀλλὰ καὶ αὐτὸν ἤδη τὸν θάνατον καὶ τὴν ἐπισκήψασαν ἀνατρέπων φθοράν· τοῦτο γὰρ ἦν τὸ καὶ μικρῷ πρότερον εἰρημένον "Ὁ Πατὴρ φιλεῖ τὸν Υἱὸν καὶ πάντα δείκνυσιν "αὐτῷ ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ "ἔργα, ἵνα ὑμεῖς θαυμάζητε." τὸ γὰρ ἐν τῷ θαυμάζεσθαι μεῖζον, ἐν τῇ τῶν νεκρῶν ἀναστάσει φαίνεται. ὁμοῦ δὲ πάλιν ἐκεῖνο κατασκευάζων, ὅπερ ἦν εἰκὸς οὐκ ἐν ὀλίγῳ μέ τρῳ καταπτοήσειν τοὺς ἀκροωμένους· ὅτι γὰρ καὶ ἀναστήσει τοὺς νεκροὺς, καὶ πρὸς κρίσιν ἄξει τὸ ποίημα, διαγορεύει σαφῶς, ἵνα τῷ προσδοκᾶν αὐτῷ παραστήσεσθαί ποτε, καὶ τὸν ἐφ' ἑκάστοις ἀποδώσειν λόγον, ὀκνηρότεροι μέν πως εἰς τὴν ἐπὶ τὸ διώκειν αὐτὸν εὑρίσκοιντο τόλμαν, δέχοιντο δὲ προθυμότερον ἤδη τὸν τῆς διδασκαλίας τε καὶ ὑφηγήσεως λόγον. Εἰς ταῦτα μὲν οὖν ὁ τοῦ κεφαλαίου σκοπὸς ὁρᾶται καὶ συντείνεται· τὸ δὲ πρὸς λέξιν ἡμᾶς ἀναγκαῖον ἀπολευκάναι λοιπόν. ὁ μὲν οὖν κοινὸς, ὡς ἔοικεν, ἔχει λόγος, ὡς ἥξει ποτὲ καιρὸς καθ' ὃν ἀκούσονται τῆς τοῦ διανιστῶντος φωνῆς οἱ νεκροί· παρεῖναι δὲ καὶ νῦν οὐδὲν ἧττον ὑπολαμβάνουσιν αὐτὸν, ἢ ὡς Λαζάρου τυχὸν τῆς τοῦ Σωτῆρος ἀκουσομένου φωνῆς, ἢ καὶ νεκροὺς εἶναι λέγοντες τοὺς οὔπω διὰ τῆς πίστεως εἰς αἰώνιον ἀνακεκλημένους ζωὴν, οἳ δὴ καὶ πάντως εἰς αὐτὴν ἔμελλον ἀναβήσεσθαι, τὴν τοῦ Σωτῆρος διδασκα λίαν παραδεξάμενοι. καὶ σώζει μὲν ὄντως τῆς θεωρίας ὁ τρόπος τὸ ἐν πιθανότητι σχῆμα, τὸ δὲ ἀκριβὲς οὐ πάνυ· διὸ δὴ πάλιν τὴν τῶν λεγομένων ἀναμασώμενοι δύναμιν, τὸν 1.346 πρεπωδέστερόν πως αὐτοῖς ἐφαρμόσομεν νοῦν, διαστελοῦ 1.346 μεν δὲ οὕτω τὸ ἀνάγνωσμα. Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν ὅτε οἱ νεκροὶ ἀκούσωσι τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ· ὥρα δηλονότι πάλιν ὅτε καὶ οἱ ἀκούσαντες ζήσουσι. διὰ μὲν οὖν τῶν ἐν ἀρχῇ, τὸν τῆς ἀναστάσεως ἡμῶν σημαίνει καιρὸν, καθ' ὃν εἰς ἀπολογίαν τῆς ἐν κόσμῳ ζωῆς ἀναστήσεσθαι τοὺς κεκοι μημένους διὰ τῆς τοῦ δικάζοντος ἐκδιδάσκει φωνῆς, ἵνα καθάπερ ἤδη προεῖπον, ὥσπερ τινὰ χαλινὸν τὸν ἐντεῦθεν αὐτοῖς ἐπινοήσας φόβον, καλῶς δὴ σφόδρα καὶ ἐπιστημόνως ἀναπείσῃ βιοῦν· διὰ δὲ τῶν ἐν ὑστέροις τὸν τοῦ χρῆναι πιστεύειν αὐτῷ ἐπιδεικνύει παρόντα καιρὸν, ἀλλὰ καὶ τῆς εὐπειθείας μισθὸν τὴν αἰώνιον ἔσεσθαί φησι ζωὴν, μονονουχὶ τοιοῦτόν τι δηλῶν Ἥξετε πάντες εἰς κρίσιν, ὦ οὗτοι, κατὰ τὸν τῆς ἀναστάσεως δηλονότι καιρὸν, ἀλλ' εἰ πικρὸν ὑμῖν εἶναι τὸ κολάζεσθαι δοκεῖ, καὶ ἀπεράντους λελυπημένῳ τῷ κρίνοντι τὰς δίκας ὑπέχειν, μὴ παρατρέχειν ἐᾶτε τὸν τῆς εὐπειθείας καιρὸν, ἀλλ' ἔτι παρόντος ἐπιδραττόμενοι, πρὸς τὴν αἰώνιον ἀναβαίνειν ἐπείγεσθε ζωήν. Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως καὶ τῷ Υἱῷ ἔδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ· καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν. Ὅρα δή μοι πάλιν καὶ τὴν ἐν τούτοις οἰκονομίαν, ἵνα τοῦ λόγου θαυμάσῃς τὸ σχῆμα, καὶ μὴ τοῖς ἐξ ἀμαθίας περι πίπτων σκανδάλοις, αὐτὸς ἐπὶ σεαυτῷ καλέσῃς τὴν ἀπώ λειαν. ἄνθρωπος ὑπάρχων, ὅσον εἰς τὴν φύσιν τοῦ σώμα τος, ὁ Μονογενὴς, καὶ ὡς εἷς ἐξ ἡμῶν ἐπὶ τῆς γῆς ἔτι μετὰ 1.347 σαρκὸς ὁρώμενος, καὶ τοῖς Ἰουδαίοις πολυτρόπως τὰ πρὸς σωτηρίαν εἰσηγούμενος, δύο πραγμάτων θεοπρεπῶν ἑαυτῷ περιτέθεικε τὴν λαμπρότητα. ὅτι δὲ καὶ ἀναστήσει τοὺς νεκροὺς, καὶ κριθησομένους παραστήσει τῷ οἰκείῳ βήματι, διεβεβαιοῦτο σαφῶς· ἀλλ' ἦν καὶ σφόδρα εἰκὸς δυσχεραίνειν ἐπὶ τούτῳ τοὺς ἀκροωμένους, ἐγκαλοῦντας ἤδη καὶ διώκειν εὐλόγως αὐτὸν ὑποπτεύοντας, ὅτι "πατέρα ἴδιον ἔλεγε τὸν "Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ." ἀνακεράσας τοίνυν ἐξουσίᾳ καὶ λαμπρότητι τῇ θεοπρεπεῖ τὸν ἁρμόζοντα τῇ ἀνθρωπότητι λόγον, ὑποκλέπτει τὸ βαρὺ τῆς ὀργῆς, ἐπιει κέστερόν πως καὶ ὑφειμένως, ἢ ᾗπερ ἐχρῆν, λέγων Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ οὕτω καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ. μὴ θαυμάζετε τούτῳ, φησὶν, εἰ καθ' ὑμᾶς νῦν ὑπάρχων, καὶ ὁρώμενος ἄνθρωπος, ἀναστήσειν ὑπι σχνοῦμαι τοὺς νεκροὺς, καὶ εἰς κρίσιν ἄγειν ἀπειλῶ· δέδωκέ μοι τὸ δύνασθαι ζωογονεῖν ὁ Πατὴρ, δέδωκέ μοι τὸ κρίνειν ἐπ' ἐξουσίας. ἐπειδὴ δὲ διὰ τούτων τὴν εὐόλισθον τῶν Ἰου δαίων τεθεράπευκεν ἀκοὴν, φροντίδα ποιεῖται γοργὴν καὶ τῆς τῶν ἐφεξῆς ὠφελείας, καὶ τὴν αἰτίαν εὐθὺς τοῦ δεδέχθαι λέγειν ἑαυτὸν ἐξηγούμενος, τὴν οὐδὲν ἔχουσαν ἐξ ἑαυτῆς ἀνθρωπότητα προΐσχεται λέγων Ὅτι Υἱὸς ἀνθρώπου ἐστίν. Ὅτι γὰρ καὶ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Μονογενὴς, καὶ οὐ ζωῆς τῆς παρ' ἑτέρου μέτοχος, ζωογονεῖ τε οὕτως ὥσπερ καὶ ὁ Πατὴρ, περιττὸν οἶμαι λέγειν πρὸς τὸ παρὸν, ἐπεί περ ἡμῖν οὐ βραχὺς ἐν τούτῳ δεδαπάνηται λόγος ἐν ἀρχῇ τοῦ βιβλίου, προκειμένου ῥητοῦ Ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν. Μὴ θαυμάζετε τοῦτο· ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσωσι τῆς φωνῆς αὐτοῦ καὶ ἐξελεύσονται, οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. Σημαίνει μὲν διὰ τούτων τῆς ἁπάντων ἀναστάσεως τὸν 1.348 καιρὸν, ὅτε, καθάπερ ἡμῖν ὁ θεσπέσιος ἐπέστειλε Παῦλος "Αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, ἐν "σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ" κρῖναι "τὴν "οἰκουμένην ἐν δικαιοσύνῃ," καὶ ἀποδώσειν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· χειραγωγεῖ δ' οὖν ὅμως διὰ τῆς τῶν αὐτῶν ἐπαναλήψεως τὴν ἀμαθεστάτην τῶν Ἰουδαίων διά νοιαν εἰς τὸ δύνασθαι συνιέναι σαφῶς, ὅτι καὶ μειζόνων ἔσται τερατουργὸς, ἢ ἐν οἷς ὁ παράλυτος ἦν, καὶ τῆς οἰκου μένης ἀναδειχθήσεται κριτής· ἀντιπαρατιθεὶς δὲ χρησίμως τῇ τῶν νεκρῶν ἀναστάσει τὴν ἐφ' ἑνὶ τῶν νοσούντων θερα πείαν, μείζονά τε καὶ ἀξιολογωτέραν ἐπιδεικνύει τὴν θανάτου λυτικὴν ἐνέργειαν, καὶ φθορᾶς τῆς ἁπάντων ἀναιρετικὴν, εἰκότως τε καὶ ἀναγκαίως ὡς ἐπ' ἐλάττονι τῷ παραδόξῳ φησί Μὴ θαυμάζετε τοῦτο. καὶ οὐ δήπου πάντως νομιοῦμεν αὐτὸν τῆς τῶν οἰκείων ἔργων λαμπρότητος διὰ τούτων κατηγορεῖν, ἢ καὶ τοῖς ἀκροωμένοις ἐπιτάττειν, μὴ χρῆναι θαύματος ἀξιοῦν τὰ ἐφ' οἷς ἂν εἰκότως θαυμάζοιεν, ἀλλ' εἰδέναι τε καὶ πιστεύειν βούλεται τοὺς ἐπ' ἐκείνῳ καταπε πληγμένους, ὅτι μικρὸν αὐτῷ τὸ μέχρι τούτου θαυμάζεσθαι. ἐγείρει γὰρ λόγῳ καὶ ἐνεργείᾳ θεοπρεπεῖ, οὐχ ὅπως ἐκ μικρῶν ἀῤῥωστημάτων τοὺς κάμνοντας, ἀλλὰ καὶ αὐτοὺς ἤδη τοὺς τῷ θανάτῳ βεβαπτισμένους, καὶ ἀκράτῳ νενικη μένους φθορᾷ· καὶ διὰ τοῦτό φησι, τὸ μεῖζον εἰσφέρων Ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσωσι τῆς φωνῆς αὐτοῦ. ὁ γὰρ λόγῳ τὰ οὐκ ὄντα ποτὲ πρὸς τὸ εἶναι παρενεγκὼν, πῶς οὐκ ἂν ἰσχύσαι τὸ ἤδη πεποιημένον παλιν δρομεῖν ἀναπεῖσαι πρὸς γένεσιν; εἶεν γὰρ ἂν οὕτω τῆς αὐτῆς ἐνεργείας ἑκάτερα, καὶ μιᾶς ἐξουσίας τὸ ἐπ' ἀμφοῖν 1.349 ἀξιάγαστον ἀποτέλεσμα. ἐπιλέγει δὲ χρησίμως, ὅτι προ ελεύσονται τῶν μνημάτων οἱ μὲν ἐπ' αἰσχροῖς ἁλόντες καὶ πονηρίᾳ συμβιοτεύσαντες, τὴν ἀτελεύτητον ὑφέξοντες δίκην, οἱ δὲ διαπρεπεῖς ἐν ἀρεταῖς τῆς ἐπιεικείας μισθὸν ἀντικομιού μενοι τὴν αἰώνιον ζωήν· ὁμοῦ μὲν, καθάπερ ἤδη προείπομεν, ἑαυτὸν διανομέα τῶν ἑκάστῳ διαπρεπόντων καὶ διὰ τούτων εἰσφέρων, ὁμοῦ δὲ ἀναπείθων, ἢ τῷ φόβῳ τοῦ παθεῖν τὰ δεινὰ, παραιτεῖσθαι τὸ φαῦλον καὶ συνελαύνεσθαί πως εἰς τὸ βιοῦν ἐθέλειν ἤδη σωφρονέστερον, ἢ ἐφέσει νυττομένους τρόπον τινὰ τῇ περὶ τὴν αἰώνιον ζωὴν, συντονωτέραν ποιεῖ σθαι σπουδάζειν τὴν ἐπ' ἀγαθοῖς προθυμίαν. 1.350 ΚΕΦΑΛΗ Θ. Ὅτι κατ' οὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ἀλλ' ἰσοσθενὴς κατ' ἐνέργειαν τὴν ἐφ' ἅπασίν ἐστιν ὡς Θεὸς ἐκ Θεοῦ. Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ' ἐμαυτοῦ οὐδέν. καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστὶν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πα τρός. ἘΠΙΣΤΗΣΟΝ πάλιν τοῖς λεγομένοις ἀκριβέστερον, καὶ δέχου τοῦ θεωρήματος ὡς ἐν περινοίᾳ τὴν δύναμιν. οὐκ εἰδότες Ἰουδαῖοι τὸ βαθὺ τῆς μετὰ σαρκὸς οἰκονομίας μυστή ριον, ἀλλ' οὐδὲ τὸν ἐνοικοῦντα τῷ ἐκ παρθένου ναῷ Θεὸν Λόγον ἐπιγινώσκοντες, ζήλῳ πολλάκις πεπλανημένῳ, καὶ "οὐ τῷ κατ' ἐπίγνωσιν," ὡς ὁ Παῦλός φησιν, εἰς ἀγριότητα τρόπων καὶ ἀνημέρους ὀργὰς ἐξεκαίοντο· καὶ δὴ καὶ κατα λεύειν ἐπεχείρουν αὐτὸν, ὅτιπερ "ἄνθρωπος ὢν, ἑαυτὸν "ἐποίει Θεὸν," καὶ πάλιν, ὅτι "Πατέρα ἴδιον ἔλεγε τὸν "Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ." ἐπειδὴ δὲ ἦσαν οὕτω δυσμαθεῖς, καὶ θεοπρεπῶν μὲν ὅλως οὐκ ἀνεχόμενοι λόγων, μικρὰ δὲ περὶ αὐτοῦ καὶ φρονοῦντες καὶ λέγοντες, οἰκονο μικῶς ὁ Σωτὴρ συννηπιάζει μὲν αὐτοῖς, κεκραμένην δ' οὖν ὅμως ἐποιεῖτο τὴν ἐξήγησιν, οὔτε τοὺς Θεῷ πρέποντας λό γους ὁλοτελῶς παραιτούμενος, οὔτε μὴν εἰς ὁλόκληρον τῶν ἀνθρωπίνων ῥημάτων ἀποφοιτῶν· εἰπὼν δέ τι τῆς θεϊκῆς 1.351 ἐξουσίας ἄξιον, παραχρῆμα κολάζει τὸν ἀπαίδευτον τῶν ἀκροωμένων θυμὸν, ἐπαγαγών τι καὶ ἀνθρώπινον, καὶ πάλιν ἀνθρώπινόν τι διὰ τὴν οἰκονομίαν εἰπὼν, οὐκ ἐν μικροῖς ὁρᾶσθαι μόνοις τὰ καθ' ἑαυτὸν ἐπιτρέπει, Θεὸν ὄντα κατὰ φύσιν ἐπιδεικνύων διὰ τῆς ὑπὲρ ἄνθρωπον ἰσχύος, ἢ καὶ λόγων πολλάκις. τοιαύτην τινὰ καὶ νῦν ἐν τοῖς ἀρτίως ἡμῖν προκειμένοις εὑρήσεις τὴν τέχνην· τί γὰρ ἔφη φθάσας; " Ωσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, "οὕτως καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ," εἶτα πάλιν "Ὅτι "ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσωσι "τῆς φωνῆς αὐτοῦ·" καὶ πρὸς τούτοις, ὅτι καὶ ἐξελεύσονται κριθησόμενοι, καὶ ἀναλόγως ὧνπερ ἂν εἶεν ἐργάται τὴν ἀντιμισθίαν ἀποληψόμενοι. ὁ δὲ δύνασθαι λέγων οὕσπερ ἂν ἐθέλει ζωογονεῖν, καὶ οὕτως, ὡς ὁ Πατήρ· πῶς ἂν οὐχὶ τὴν Θεῷ πρέπουσαν δύναμιν ἑαυτῷ νοοῖτο περιτιθείς; ἔσται δὲ ὅτι καὶ πάντων κριτὴς ὁ διαῤῥήδην εἰπὼν, πῶς οὐκ ἂν ἐκταράξαι δικαίως τοὺς ἄνθρωπον ἔτι γυμνὸν οἰομένους ὑπάρχειν αὐτόν; ἦν γὰρ δὴ κατὰ τὸ εἰκὸς, Ἑβραίους ὄντας αὐτοὺς, καὶ τοῖς ἱεροῖς παιδαγωγουμένους γράμμασιν, οὐκ ἀγνοῆσαι παντελῶς ὅτι Θεὸς ἔσται τῆς οἰκουμένης κριτὴς, ἐπεὶ καὶ παρ' αὐτοῖς πολλάκις ἐψάλλετο "Ἀνάστα ὁ Θεὸς, "κρῖνον τὴν γῆν." καὶ πάλιν "Ὅτι ὁ Θεὸς κριτής ἐστιν." Ἐπεὶ οὖν τούτοις ἀσχάλλοντας ᾔδει τοὺς ἀνοήτους τῶν Ἰουδαίων λαοὺς, τῆς αὐτῆς συνήθους ὀργῆς ἐξίστησι λέγων ἀνθρωπινώτερον Οὐ δύναμαι ποιεῖν ἐγὼ ἀπ' ἐμαυτοῦ οὐδὲν, καθὼς ἀκούω κρίνω. ὅσον μὲν οὖν ἐστιν ἐκ τοῦ προχείρου λαβόντας εἰπεῖν, διαγελᾷ τῶν Ἰουδαίων τὸν νοῦν· ἀσθενείας γάρ τινος, καὶ οὐ παντελῶς ἐλευθέρας ἐξουσίας, ὑπόληψιν πλάττεται τοῦ λόγου τὸ σχῆμα, ἔχει δὲ οὐχ οὕτω κατ' ἀλήθειαν, ἐπείπερ ἴσος ὢν ὁ Υἱὸς κατὰ πάντα τῷ Πατρὶ, 1.352 τὴν αὐτὴν ἐφ' ἅπασιν ἐνέργειάν τε καὶ ἐξουσίαν ἔχει φυσι κῶς. λέγει δὲ μὴ δύνασθαί τι ποιεῖν ἀφ' ἑαυτοῦ, κρίνειν δὲ οὕτως, ὥσπερ ἂν ἀκοῦσαι· τρόπῳ πάλιν ἑτέρῳ, καὶ ἰσογνώ μονα καὶ ἰσοσθενῆ δεικνύων ἑαυτὸν τῷ Θεῷ καὶ Πατρί. οὐδὲ γὰρ ἐνεργὸς περί τι τῶν ὄντων δίχα τοῦ Υἱοῦ νοοῖτ' ἂν μόνος καὶ καθ' ἑαυτὸν ὁ Πατὴρ, ἰσχὺν ἔχων αὐτὸν καὶ δύναμιν· διὸ δὴ "πάντα δι' αὐτοῦ, καὶ χωρὶς αὐτοῦ ἐγένετο "οὐδὲ ἕν·" οὐδ' αὖ πάλιν ἐξεργάσεταί τι καθ' ἑαυτὸν ὁ Υἱὸς, μὴ οὐχὶ συνόντος αὐτῷ τοῦ Πατρός. διὰ γάρ τοι τοῦτο καί φησιν "Ἀπ' ἐμαυτοῦ οὐδὲν ποιῶ· ὁ δὲ Πατὴρ ὁ "ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός." καὶ οὐ δήπου διακει σόμεθα δυναμοῦσθαι μὲν ὡς ἐξ ἀσθενείας παρὰ τοῦ Πατρὸς τὸν Υἱὸν, χορηγεῖσθαι δὲ πάλιν αὐτῷ καὶ τὴν ἐφ' ἅπασιν ἐξουσίαν· ἢ γὰρ ἂν οὐκέτι ᾖ κατὰ φύσιν Θεὸς, ἐπακτὸν ὥσπερ ἔχων τὸ τῆς θεότητος κάλλος· ἀλλ' οὐδὲ αὐτὸς ὁ Πατὴρ ἐν ἀκράτοις τῶν ἀγαθῶν ὑπεροχαῖς ἔτι κείσεται, δυνάμεως τῆς παρ' ἑτέρου καὶ ἐξουσίας δεόμενον ἔχων τὸν τῆς ἰδίας φύσεως χαρακτῆρα Λόγον. ζητηθήσεται γὰρ ἀνα λόγως τῇ εἰκόνι καὶ τῷ ἀρχετύπῳ τῶν εἰρημένων ὁ χορηγὸς, οὕτω τε λοιπὸν εἰς ἀπέραντον ζήτησιν ὁ λόγος ἡμῖν οἰχή σεται, καὶ εἰς βαθὺ βλασφημιῶν ἐκδραμεῖται πέλαγος. ἀλλ' ἐπείπερ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας ὑπάρχων ὁ Υἱὸς, πάντα τὰ τοῦ γεννήσαντος ἴδια κατὰ φύσιν ἐπάγεται, καὶ οὐσιωδῶς ἀνατρέχει πρὸς μίαν αὐτῷ θεότητα διὰ τὸ τῆς φύσεως ἀπαράλλακτον, ἔστι μὲν αὐτὸς ἐν Πατρὶ, ἔχει δ' αὖ πάλιν ἐν ἑαυτῷ τὸν Πατέρα· διάτοι τοῦτο, πολλάκις ἀκατηγορήτως τε καὶ ἀληθῶς ἀνατίθησι τῷ Πατρὶ τῶν οἰκείων ἔργων τὴν δύναμιν, οὐκ ἔξω τοῦ δύνασθαι τιθεὶς ἑαυτὸν, ἀλλὰ τῇ ἐνερ γείᾳ τῆς μιᾶς θεότητος τὰ πάντα προσνέμων· μία δὲ ἡ θεότης ἐν Πατρὶ καὶ ἐν Υἱῷ καὶ ἐν Ἁγίῳ Πνεύματι. 1.353 Ὅτι δὲ οὐκ ἐλάττων ἐστὶ τοῦ Πατρὸς ὁ Υἱὸς, ἢ κατὰ δύναμιν ἢ κατ' ἐνέργειαν τὴν ἐπί τισιν, ἀλλ' ὅμοιος κατὰ πάντα καὶ ἰσοσθενὴς, καὶ δι' ἑτέρων ἡμῖν ἀποδέδεικται, προκειμένου ῥητοῦ "Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ "οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα, ἃ γὰρ ἂν "ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ." ἐπειδὴ δὲ τὴν ἐν τοῖς θείοις δόγμασιν ἀξιεραστοτάτην σπουδὴν, ὄκνου παντὸς ἀναφαίνεσθαι κρείττονα, δίκαιόν τε καὶ πρέπον ὑπο λαμβάνω· φέρε δὴ πάλιν τοῖς ἐν θαλάττῃ ναυτίλοις ποι οῦντες τὰ παραπλήσια, σχοινίου τινὸς δίκην, ὅλον εἰσαῦθις τὸν τοῦ κεφαλαίου λόγον ἀναμηρυσώμεθα. ἔστι γὰρ οὕτως ἰδεῖν, οὐ τῆς ἑαυτοῦ φύσεως κατηγοροῦντα τὸν Υἱὸν δι' αὐτοῦ τοῦ λέγειν μὴ δύνασθαί τι ποιεῖν ἀφ' ἑαυτοῦ, ἀλλὰ μᾶλλον τὴν τῶν Ἰουδαίων ἀπόνοιαν ἐξελέγχοντα, καὶ αὐτὸν δὲ τὸν διὰ Μωυσέως πατήσαντας νόμον διαῤῥήδην ἐπιδει κνύοντα. τὸ γὰρ εὐθὺς ἐπεισάγεσθαι τῷ Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ' ἐμαυτοῦ οὐδὲν, τό Καθὼς ἀκούω κρίνω, λοιδορίας μὲν ἁπάσης τῆς ἐπὶ τῷ μή τι δύνασθαι δρᾶν ἐξ οἰκείας δυνάμεως ἐλευθεροῖ τὸν Υἱόν· φιλοπάτορα δὲ μᾶλλον καὶ συνεθελητὴν τῷ γεννήσαντι κατὰ πάντα σαφῶς ἀποφαίνει. εἰ γὰρ ὡσ περεὶ τυχὸν ἀτονήσας τὴν ἐκ Πατρὸς ἐδανείζετο δύναμιν, ὡς οὐκ ἐξαρκοῦσαν ἔχων ἀφ' ἑαυτοῦ, πῶς οὐκ ἔδει μᾶλλον εἰπεῖν Οὐ δύναμαι ἐγὼ ἀπ' ἐμαυτοῦ ποιεῖν οὐδὲν, λαμβάνω δὲ τὸ δύνασθαι παρὰ τοῦ Πατρός; νυνὶ δὲ τοῦτο μὲν οὐκ εἰπὼν, ἐπενεγκὼν δὲ μᾶλλον τῷ μή τι δύνασθαι δρᾶν ἀφ' ἑαυτοῦ, τὸ κρίνειν οὕτως ὥσπερ ἂν καὶ ἀκοῦσαι, δῆλος ἂν εἴη λοιπὸν, οὐκ ἐπ' ἀσθενείᾳ τῇ κατ' ἐνέργειαν τὴν ἐπί τισι τὸ μὴ δύνασθαι τεθεικὼς, ἀλλ' ἐπὶ τῷ μὴ ἐνδέχεσθαι παρα βαίνειν αὐτὸν κατά τι γοῦν τὸ θέλημα τοῦ Πατρός. μιᾶς 1.354 γὰρ θεότητος τῆς ἐν Πατρὶ καὶ Υἱῷ νοουμένης, ἔσται δήπου πάντως καὶ θέλημα ταὐτὸν, οὔτε δὲ ἐν Πατρὶ, οὔτε μὴν ἐν Υἱῷ, ἢ καὶ τῷ Ἁγίῳ Πνεύματι στασιάζουσά ποτε καθ' ἑαυτῆς ἡ θεία φύσις νοηθήσεται, ἀλλ' ὅπερ ἂν δόξαι τῷ Πατρὶ τυχὸν, τοῦτο πάσης ἐστὶ τῆς θεότητος θέλημα. Ἀναγκαίως τοιγαροῦν ὁ Υἱὸς, συνευδοκητὴν ὥσπερ τινὰ καὶ συγκατανεύοντα τῷ Πατρὶ πρὸς τὴν ἐφ' ᾧπερ ἂν δόξειε ψῆφον, ἑαυτὸν εἰσφέρει, μὴ δύνασθαί τι δρᾶν ἐξηγούμενος, ὃ μὴ πάντως ἐστὶ κατὰ γνώμην τοῦ Πατρός· τοῦτο γὰρ ἡμῖν σημαίνει τό Ἀπ' ἐμαυτοῦ. ὥσπερ ἂν εἰ λέγοι μὴ δύνασθαι δρᾶν ἁμαρτίαν, οὐκ ἄν τῳ δόξαι δικαίως ἀσθενείας ὑπομεῖναι γραφὴν, ἐξηγεῖσθαι δὲ μᾶλλον ἀξιάγαστόν τι καὶ θεοπρεπὲς τῆς οἰκείας φύσεως ἰδίωμα· ὅτι γὰρ ἄτρεπτός τε καὶ ἀναλ λοίωτος ὑπάρχει δίδωσι νοεῖν· οὕτως ὅταν ἀφ' ἑαυτοῦ μὴ δύνασθαί τι ποιεῖν ὁμολογῇ, καταπλαγησόμεθα μᾶλλον φύσεως ἀτρέπτου καρπὸν ὁρῶντες τὸ ἄτρεπτον, ἤπερ οὐκ εὐκαίρως ὡς ἀσθενείας σημαντικὸν τὸ μὴ δύνασθαι λο γιούμεθα. Ταῦτα δὲ πάλιν ἡμῖν ἀναλόγως μὲν τοῖς ἡμετέροις εἰ ρήσθω μέτροις· ἐρευνάτω δὲ ὁ φιλομαθὴς τὰ βελτίονα. διερμηνεῦσαι γεμὴν καὶ ἑτέρως τὸ ῥητὸν οὐκ ὀκνήσομεν, βραχύ τι τῶν τῆς θεότητος ὅρων καὶ τῆς τοῦ Μονογενοῦς ὑπεροχῆς τὸν λόγον ὑποβιβάζοντες· καὶ ἐπείπερ ἄνθρωπος γέγονέ τε ὄντως καὶ κεχρημάτικεν ὁ Υἱὸς, ἐπὶ τὴν μετὰ σαρκὸς οἰκονομίαν τὴν τῶν θεωρημάτων μεταῤῥυθμίζοντες δύναμιν, συγγενῆ τε καὶ συνημμένα τοῖς προαποδεδομένοις καὶ τὰ ἐφεξῆς ἐπιδεικνύντες. οὐκοῦν ὅτι καὶ "ἀκούσονται "τῆς φωνῆς αὐτοῦ πάντες οἱ ἐν τοῖς μνημείοις," καὶ ὅτι καὶ κριθησόμενοι προελεύσονται διεμαρτύρατο σαφῶς. ἐπειδὴ δὲ ἅπαξ εἰς τὸν περὶ τοῦ κρίνειν αὐτὸν τὴν οἰκουμένην 1.355 ἐκβέβηκε λόγον, οὐ μόνον ὅτι κατ' ἐκεῖνο καιροῦ, καθ' ὃ ἔσεσθαί φησι τὴν τῶν νεκρῶν ἀναβίωσιν, δίκαιος ἔσται κριτὴς ἐπαγγέλλεται, ἀλλὰ γὰρ ἤδη καὶ τὰ ἐν τῷδε τῷ βίῳ πράγματα κρίνειν ὀρθῶς καὶ δικαίως διισχυρίζεται. τί δὲ ἦν τὸ ζητούμενον ἢ καὶ ἐπὶ τίσιν ὅλως ὁ λόγος, ἄκουε λοιπόν. ἐγεννήθη δι' ἡμᾶς ἐκ γυναικός· ὡς γὰρ ὁ Παῦλός φησιν "Οὐκ ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἁβραάμ· "ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι." ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος καὶ ἐν τῇ τοῦ δούλου μορφῇ, γέγονε καὶ ὑπὸ νόμον ὁ νομοθέτης ὡς Θεὸς καὶ Κύριος. λαλεῖ τοιγαροῦν ποτὲ μὲν ὡς ὑπὸ νόμον, ποτὲ δὲ αὖ πάλιν ὡς ὑπὲρ τὸν νόμον, καὶ ἀκατηγόρητον ἐπ' ἀμφοῖν ἔχει τὴν ἐξουσίαν. διαλέγεται δὲ νυνὶ πρὸς Ἰουδαίους, ὡς νομοφύλαξ καὶ ἄνθρωπος, ὡς οὐκ εἰδὼς παραβαίνειν τὰς ἄνωθεν ὁρι σθείσας ἐντολὰς, οὐδὲ ἀπὸ γνώμης οἰκείας ἀνεχόμενός τι ποιεῖν, ὃ μὴ τῷ θείῳ νόμῳ συνδοκεῖ. διὰ τοῦτό φησιν Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ' ἐμαυτοῦ οὐδὲν, καθὼς ἀκούω κρίνω· ἑαυτῷ δὲ τὸ μὴ δύνασθαί τι ποιεῖν ἀφ' ἑαυτοῦ μαρτυρῶν, ὃ μὴ πάντως ἐστὶ καὶ θελητὸν τῷ νόμῳ, κρίνειν τε οὕτω καὶ δικάζειν τοῖς πράγμασιν, ὥσπερ ἂν ἀκοῦσαι, διαγορεύοντος δηλονότι τοῦ νόμου, τὰς τῶν Ἰουδαίων ἀπειθείας ἐξελέγχει, καὶ τρόπων αὐτῶν ἀπογυμνοῖ τὸ ἐξήνιον. τοῦτο γὰρ δὴ καὶ ὑπεμφαίνει καλῶς τεθειμένον τό Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ' ἐμαυτοῦ οὐδὲν, ἀντὶ τοῦ Ὑμεῖς ἀφυλάκτως τὰς δοθείσας ὑμῖν παραβαίνοντες ἐντολὰς, πάντα πράττειν ἀφ' ἑαυτῶν ὡς ἐξ ἀκινδύνου λοιπὸν ἐθαρσήσατε, καὶ τὰς ἐφ' ἑκάστῳ τῶν πραγμάτων κρίσεις οὐκ ἀκολουθούσας τοῖς θεόθεν διατε ταγμένοις ποιεῖσθαι σπουδάζετε. διδάσκετε γὰρ "διδασκα "λίας ἐντάλματα ἀνθρώπων," καὶ νόμον ὡρίσασθε τὸ οἰκεῖον θέλημα. 1.356 Τίς οὖν ὁ τῆς διασκευῆς τῆς ἐν τούτῳ τρόπος, ἢ πῶς ἑαυτὸν μὲν εἰσάγει κρίνοντα δικαίως, ἐκείνους δὲ οὐδαμῶς, εἰρήσεται πάλιν. τεθεράπευκεν ἐν σαββάτῳ τὸν παράλυτον, ἠλέησεν ἄνθρωπον μακροὺς ἐν νοσήματι κατατρίψαντα χρό νους, ὀρθὴν δηλονότι καὶ ἀγαθὴν ἐπ' αὐτῷ τὴν κρίσιν ἐξε νεγκών. ἔδει γὰρ ἐποικτείρειν καὶ ἐν σαββάτῳ τὸν κείμενον, καὶ συστεῖλαι μὲν τὸν ἔλεον οὐδαμῶς αἰδοῖ τῇ περὶ τὸ σάββατον, εἰκαιοτάτην ἐπιτηδεύοντα τὴν εὐλάβειαν. ὥσπερ δὲ καὶ ἐν σαββάτῳ καὶ ὁ Πατὴρ ἐνεργὸς περὶ τὴν τῶν κτισμάτων οἰκονομίαν ἐστὶ, πάντως δὲ δι' Υἱοῦ, οὕτω καὶ αὐτός· οὐδὲ γὰρ ἀποστερεῖσθαι δεῖν τὸν ἐλέου δεόμενον ἐν σαββάτῳ διὰ τὸ σάββατον ἐδοκίμαζεν, ἐπεὶ κύριον ᾔδει τοῦ σαββάτου τὸν υἱὸν τοῦ ἀνθρώπου· οὐδὲ γὰρ ὁ ἄνθρωπος διὰ τὸ σάββατον ἐγένετο, ἀλλὰ τὸ σάββατον διὰ τὸν ἄνθρωπον. οὐκοῦν ὀρθὴ μὲν ἐπὶ τούτοις καὶ ἀγαθὴ τοῦ Σωτῆρος ἡ κρίσις, οὐ διὰ τὸ σάββατον τὴν ἐπὶ τῷ κειμένῳ φιλανθρωπίαν ἀποκωλύσαντος, ἀλλ' ὅπερ οἶδεν ὡς Θεὸς ἐνεργεῖν· πηγὴ γὰρ ἀγαθότητος ἡ θεία φύσις ἐστί· τοῦτο καὶ ἐν σαββάτῳ ποιήσαντος. ἡ δέ γε τῶν Ἰουδαίων κρίσις ἡ ἐπ' αὐτῷ λυπουμένων διὰ τὸ σάββατον, καὶ διὰ τοῦτο φονώντων κατὰ τοῦ μηδὲν ἀδικήσαντος, πῶς οὐ λίαν ἐστὶ τοῖς μὲν θείοις ἀπᾴδουσα νόμοις· γέγραπται γάρ "Ἀθῷον καὶ δίκαιον "οὐκ ἀποκτενεῖς;" ἐξ ὠμότητος δὲ μᾶλλον τῆς ἀπ' αὐτῶν, καὶ οὐκ ἐκ τῶν ἱερῶν ηὑρημένη γραμμάτων; ∆έχου τοίνυν ἐπὶ τούτοις μετ' ἐμφάσεώς τινος λέγοντα τὸν Ἰησοῦν πρὸς τοὺς ἐφ' οἷς εὐεργετεῖ χαλεπαίνοντας, καὶ τοῖς μὲν ὁσίοις αὐτοῦ κρίμασιν ἐπισκήπτοντας, ἀκολου θοῦντας δὲ μοναῖς ταῖς ἑαυτῶν ἐννοίαις, καὶ τὸ δόξαν ἔχειν ὀρθῶς νόμον ὥσπερ ὁριζομένους, κἂν ἀπᾴδῃ τῷ νόμῳ Οὐ 1.357 δύναμαι ἐγὼ ποιεῖν ἀπ' ἐμαυτοῦ οὐδὲν, ἀντὶ τοῦ Πάντα κατὰ νόμον πράττω τὸν ὁρισθέντα διὰ Μωυσέως, οὐδὲν ἀπ' ἐμαυτοῦ ποιεῖν ἀνέχομαι, καθὼς ἀκούω κρίνω. τί γὰρ ὁ νόμος βούλεται; "Οὐ λήψῃ πρόσωπον ἐν κρίσει, ὅτι ἡ κρίσις τοῦ "Θεοῦ ἐστι." τί τοίνυν "ἐμοὶ χολᾶτε, φησὶν, ὅτι ὅλον "ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ," Μωυσέα μὴ κρί νοντες καὶ ἐν σαββάτῳ περιτέμνεσθαι δεῖν τὰ βρέφη διατα ξάμενον; "Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν "κρίνετε. εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ, "ἵνα μὴ λυθῇ ὁ νόμος Μωυσέως," ἀπερισκέπτως οὕτως ἀσχάλλετε τεθεραπευμένον ὅλον ἄνθρωπον ἐν σαββάτῳ θεώ μενοι. οὐκοῦν ἐγὼ μὲν ἔκρινα δικαίως, ὑμεῖς δὲ οὐκέτι, πάντα γὰρ ἀφ' ἑαυτῶν ποιεῖτε. ἐγὼ δὲ οὐ δύναμαι ποιεῖν ἀπ' ἐμαυτοῦ οὐδὲν, καθὼς ἀκούω κρίνω καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστὶν, ὅτι οὐ ζητῶ τὸ ἐμὸν θέλημα, καθάπερ ὑμεῖς, ἀλλὰ τὸ τοῦ πέμψαντός με Πατρός. Τίς δὲ ὁ τρόπος τῆς ἀποστολῆς, καὶ ὁ τοῦ πεπέμφθαι λόγος, διὰ πολλῶν ἤδη πρότερον εἰρηκότες, τὸ λέγειν ἔτι περὶ τούτων παρήσομεν· πλὴν ἐκεῖνο χρησίμως ἐπιτηρητέον, ὅτι θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς τὸν νόμον εἶναί φησιν. Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής· ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ. Ὁ σοφώτατος Σολομὼν τὰ ἐφ' οἷσπερ ἄν τις καὶ μάλα εἰκότως ἐπισεμνύνοιτο, καὶ ἀξιοζήλωτον τὸν οἰκεῖον ἀποφαίνει τρόπον, συλλέγων τε ἅμα καὶ προτιθεὶς τοῖς ἐπιεικεστέροις εἰς τὸ μαθεῖν "∆ίκαιος, φησὶν, ἑαυτοῦ κατήγορος ἐν πρωτο 1.358 "λογίᾳ·" καὶ πάλιν "Ἐγκωμιαζέτω σε ὁ πέλας καὶ μὴ τὸ "σὸν στόμα, ἀλλότριος καὶ μὴ τὰ σὰ χείλη." ἔστι γὰρ ὄντως φορτικὸν καὶ χρῆμα τοῖς ἀκροωμένοις δυσφορητότατον τὸ μὴ διὰ τῆς ἑτέρων ἐπαινεῖσθαι φωνῆς ἐθελῆσαί τινας, ἀλλ' ἑαυτοῖς ἀνέδην ἐπιμαρτυρεῖν τὰ κάλλιστα καὶ ἐξαίρετα. ἀπιστοῖτο δ' ἂν καὶ λίαν εἰκότως ὁ τοιοῦτος λόγος· πεφύ καμεν γὰρ ὥσπερ τισὶ φυσικοῖς τε καὶ ἀναγκαίοις φιλαυτίας ὁλκοῖς καλεῖσθαι σπουδαίως εἰς τὸ φαῦλον μὲν ἑαυτοῖς ἐπιγράφειν οὐδὲν, ἀεὶ δὲ περιτιθέναι, καὶ οὐ πάντως ἀλη θεύοντας, τὰ ἐφ' οἷς ἂν οἴηταί τις ὁρᾶσθαι κόσμιός τε καὶ ἀγαθός. Ἐπειδὴ τοίνυν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἑαυτῷ τὸ τὰ δίκαια κρίνειν ἐπεψηφίζετο, μὴ δύνασθαί τι δρᾶν ἀφ' ἑαυτοῦ διαῤῥήδην εἰπὼν, κανόνα δὲ ὥσπερ ἐφ' ἅπασι τοῖς πρακτέοις ποιεῖσθαι τὴν τοῦ Πατρὸς βούλησιν, καὶ τοῦτο λέγων, αὐτὸς ἐφ' ἑαυτῷ μάρτυς εἰσβέβηκεν, εἰ καὶ ἦν ἀληθὴς, ἀναγκαίως καὶ τῆς παρὰ τῶν Φαρισαίων εὑρεσιλογίας φρον τίσας, ὅπερ ἔμελλον ἐρεῖν ἀμαθαίνοντες· οὐ γὰρ ᾔδεσάν πως κατὰ φύσιν ὄντα Θεόν· εἰς μέσον ἄγει προλαβὼν, καὶ φησίν Ἐρεῖτε δὴ πάντως, ταῖς τῶν πολλῶν συνηθείαις ἑπό μενοι, καὶ τὴν Ἰουδαίοις πρέπουσαν ἀπόνοιαν οὐκ ἐκβαί νοντες "Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ "ἔστιν ἀληθής·" ἀλλὰ πρὸς τοῦτο πάλιν ἀντακούσεσθε, φησίν Ἀνέχομαι δυσφημούντων ἔτι, χαλεπαίνω δὴ λίαν οὐδαμῶς τὰ ἐξ ἀμαθίας τῆς ὑμῖν φιλαιτάτης ἐρευγομένων ῥήματα· δίδωμι καθ' ὑπόθεσιν, καλῶς παρ' ὑμῶν εἰρῆσθαι καὶ τοῦτο· ἔστω, τὴν ἐμὴν παρακρούεσθε φωνὴν, ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ. σημαίνει δὲ διὰ τούτου τὸν ἐν τοῖς 1.359 οὐρανοῖς ὄντα Θεὸν καὶ Πατέρα, κατὰ πολλοὺς ἤδη τρόπους τὸ γνήσιον τῆς οὐσίας ἐπιμαρτυρήσαντα τῷ ἰδίῳ γεννήματι, οὗ καὶ εἰδέναι τὴν μαρτυρίαν φησὶν, ὡς ἔστιν ἀληθὴς, ἀξιοπι στοτάτην ὄντως καὶ ἀληθῆ καὶ τὴν ἑαυτοῦ ψῆφον ἐπιδεικνύς· ἵνα γὰρ μὴ καταδεξάμενος ὥσπερ τὸ ψευδῆ λέγειν ἑαυτὸν περὶ ἑαυτοῦ, χώραν τινὰ πάλιν κακονοίας καὶ παρείσδυσιν τοῖς ἑτεροδοξεῖν εἰθισμένοις παράσχοι καθ' ἑαυτοῦ, ἀναγκαίως ἐπιδοὺς τῷ πρέποντι καὶ τῇ συνηθείᾳ τὸ μὴ χρῆναι πάντως ὡς ἀληθῆ πιστεύεσθαι τὸν ἑαυτὸν ἐπαινοῦντα καὶ ἀποδεχό μενον, ἀνατρέχει πάλιν ὡς Θεὸς ἐπὶ τὴν ἑαυτῷ χρεωστου μένην ἀξίαν, καὶ εἰδέναι φησὶ τὴν τοῦ Πατρὸς μαρτυρίαν ὡς ἔστιν ἀληθὴς, μονονουχὶ τοῦτο διδάσκων, ὅτι Θεὸς ὢν ἀλη θινὸς, οἶδα, φησὶν, ἐμαυτὸν, κεχαρισμένον δὲ οὐδὲν ὁ Πατὴρ ἐρεῖ περὶ ἐμοῦ· ἔχω γὰρ οὕτω κατὰ φύσιν, ὥσπερ ἂν οὖν καὶ αὐτὸς ἀληθὴς ὢν ἐπιψηφίσαιτο. οὐκοῦν ἐν ἐκείνῳ μὲν συγκαταβατική τις ὥσπερ συναίνεσις ἦν, καὶ ὑποθετικὸς μᾶλλον ἤπερ ἀληθὴς ὁ λόγος· ἐν δὲ τῷ εἰδέναι λέγειν τὴν τοῦ Πατρὸς μαρτυρίαν ἀληθῆ, τῆς Θεῷ πρεπούσης ἀξιοπι στίας ἐπίδειξις. Σημειωτέον δὲ πάλιν, ὅτι κατ' ἰδίαν ὑπόστασιν ἄλλος ἐστὶν ὁ Πατὴρ παρὰ τὸν Υἱὸν, καὶ οὐχ ὥσπερ ἔδοξέ τισι τῶν ἀπαιδεύτων αἱρετικῶν, υἱοπάτωρ εἰσφέρεται. Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ. Ὥσπερ ἀρτίως αἰσχρὸν εἶναι διεβεβαιούμεθα, καὶ τῆς ἐσχάτης εὐηθείας οὐκ ἀμοιρεῖν, τὸ τῶν οἰκείων πλεονεκτη μάτων θαυμαστὴν ὁρᾶσθαί τινα, καὶ εἰ παραιτοῖτο τὸ ψεύ δεσθαι διὰ πολλὴν ἀρετὴν, οὕτως ἀδελφὴν ὥσπερ ἔχει καὶ γείτονα τὴν ἀτοπίαν ἐκείνῳ, τὸ μὴ κεκλημένους ἐπὶ τὴν ἐπί τισι μαρτυρίαν ἰέναι τινὰς, αὐτομόλους δὲ τοῖς δικάζουσιν, ἤγουν τοῖς διερωτᾶν ἐθέλουσιν ἀναφαίνεσθαι. δόξαι γὰρ ἂν 1.360 ὁ τοιοῦτος καὶ οὐκ ἀπὸ σκοποῦ μὴ πάντως ἐπείγεσθαι λέγειν τὸ ἀληθὲς, τὸ δὲ λίαν προθύμως ἐθελῆσαι μαρτυρεῖν, οὐχ ὅπερ ἔχει τοῦ πράγματος ἡ φύσις, ἑαυτῷ δὲ μᾶλλον τὸ δοκοῦν ἀποφαίνεσθαι. ἐντεχνέστατα τοίνυν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, μᾶλλον δὲ ὡς Θεὸς, καὶ τὴν ἐπὶ τούτοις τῶν Φαρισαίων προανατρέπων αἰτίαν φησίν Ὑμεῖς ἀπεστάλ κατε πρὸς Ἰωάννην· οὐκ αὐτόκλητος, φησὶ, πρὸς τὴν ἐπ' ἐμοὶ ψῆφον ὁ βαπτιστὴς, ἔξω τῆς ἐπὶ τούτῳ κείσεται γραφῆς, ἐλευθέραν ἐποιήσατο τὴν μαρτυρίαν. ὑμεῖς ἐρωτῶντες ἀπε στείλατε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ. ἐρωτώ μενος γὰρ παρ' ἐκείνων, οἵπερ ἦσαν πρὸς αὐτὸν ἀπεσταλ μένοι, εἰ αὐτός ἐστιν ὁ Χριστός "Ὡμολόγησε καὶ οὐκ "ἠρνήσατο· ὡμολόγησεν ὅτι ἐγὼ οὐκ εἰμὶ ὁ Χριστὸς, ἀλλ' "ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου." μεμαρτύρηκεν οὖν τῇ ἀληθείᾳ, ἀλήθεια γὰρ ὁ Χριστός. Ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε. Οὐχ ὡς ἄχρηστον ἀποπέμπεται τὴν Ἰωάννου φωνὴν, οὐδὲ ἀργὸν ἀποφαίνει τῆς ἀληθείας τὸν μάρτυρα· ἢ γὰρ ἂν ἔδοξε δικαίως αὐτός τι καθ' ἑαυτοῦ τῶν ἀτόπων ἐργάζεσθαι, τοῦ χρῆναι πιστεύεσθαι παραλόγως ἐκπέμπων ὃν αὐτὸς ἔπεμψε βοᾶν "Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς "τρίβους τοῦ Θεοῦ ἡμῶν·" ἀλλ' ὡς ἀμετρήτῳ δυσηκοΐᾳ τῶν Ἰουδαίων μαχόμενος, ἐπὶ τὰ μείζω τε καὶ ἀξιολογώτερα χωρεῖ, οὐκ ἀναγκαίως μὲν ἐξ ἀνθρώπου φωνῆς τὴν ἐφ' ἑαυτῷ δέχεσθαι μαρτυρίαν εἰπὼν, μᾶλλον δὲ ἀπὸ τῆς πρε πούσης ἐξουσίας τῷ κατὰ φύσιν ὄντι Θεῷ, καὶ ἀπὸ τῆς ἐν ταῖς θεοσημείαις ὑπεροχῆς, λαμπροτέραν ποιήσασθαι τὴν ἀπόδειξιν. ἀνθρώπου μὲν γὰρ ἔσθ' ὅτε παρακρούσαιτ' ἄν τις φωνὴν, ὡς οὐκ ἀληθεύουσαν, εἰ καί τις εἴη τυχὸν τῶν ἐν 1.361 ἁγίοις κατατεταγμένων· ὃ δὴ καὶ ποιεῖν οὐ κατοκνοῦντές τινες, τοῖς τῶν προφητῶν ἀντέπραττον λόγοις "Ἄλλα ἡμῖν "λαλεῖτε, βοῶντες, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν." ἔτι τε πρὸς τούτοις, καὶ τῶν ἐξ Ἱεροσολύμων, ἤτοι τῆς Ἰουδαίων χώρας, εἰς τὴν Αἰγυπτίων καταπεφευγότες τινές· Ἀζαρίας δὲ ἦν υἱὸς Ὡσηὲ καὶ Ἰωάννης υἱὸς Καρηὲ, καὶπάντες οἱ ἄνδρες οἱ ὑπερήφανοι, καθὰ γέγραπται, διαῤῥήδην ταῖς Ἱερεμίου προφητείαις ἀπειθοῦντες, ἔφασκον "Ψεύδῃ, "οὐκ ἀπέστειλέ σε Κύριος πρὸς ἡμᾶς εἰπεῖν Μὴ εἰσέλθητε "εἰς Αἴγυπτον·" ἡ δὲ διὰ τῶν θαυμάτων ἀπόδειξις, ποίαν ἂν λάβοι τὴν ἀντιλογίαν, καὶ τὸ τοῖς τοῦ Θεοῦ καὶ Πατρὸς ἐπιμαρτυρεῖσθαι πλεονεκτήμασι, ποῖον ἔτι δώσει τοῖς φιλεγ κλήμοσι τῆς δυστροπίας τὸν τρόπον; καὶ γοῦν ὁ Νικόδημος· εἷς δὲ ἦν οὗτος τῶν παρ' ἐκείνοις καθηγητῶν, καὶ ἐν τοῖς τὸ ἄρχειν λαχοῦσι κατατεταγμένος· ἀναντίῤῥητον τὴν ἀπὸ τῶν θαυμάτων ἐποιεῖτο μαρτυρίαν λέγων "Ῥαββὶ, οἴδαμεν ὅτι "ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ δύναται τὰ "σημεῖα ταῦτα ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ' "αὐτοῦ." Ὡς οὖν οὐκ ἐκβαίνοντος τὴν Ἰουδαίων κακόνοιαν τοῦ καὶ αὐτὸν ἀπειθεῖσθαι τὸν ἅγιον βαπτιστὴν, τὴν ὅσον ἧκεν εἰς λόγους μαρτύριαν εἰσάγοντα, πάλιν ὡς ἐν ἤθει φησί Μεμαρτύρηκε μὲν τῇ ἀληθείᾳ, καίτοι παρ' ὑμῶν ἐρωτώμενος, ὁ μακάριος βαπτιστὴς, ἀλλ' ἐπείπερ ὑμῖν ἀνεπιχείρητον οὐδὲν, καὶ τὸ ῥιψοκινδύνως ἐπὶ πᾶσαν ἰέναι λοιδορίαν κατεί θισται, καὶ τὴν ἐκείνου κατὰ τὸ εἰκὸς παρεκρούσασθε φωνήν. ἐπειδὴ δὲ ὀρθῶς μὲν ὑμῖν ἔχειν καὶ τοῦτο δοκεῖ, ἔστω δὴ, πείθομαι τυχὸν, κατανεύω σὺν ὑμῖν, ἀποστήσομαι δι' ὑμᾶς καὶ τῆς Ἰωάννου φωνῆς, καὶ τὴν ἐκείνου μαρτυρίαν μεθ' 1.362 ὑμῶν παραγράψομαι· ἔχω τὸν ἄνωθεν μαρτυροῦντα Πατέρα. διδάσκων δὲ πάλιν, ὅτι συναίνεσιν ὑποθετικὴν ὁ λόγος ὠδίνει, χρησίμως ἐπήνεγκε Ταῦτα δὲ λέγω ἵνα ὑμεῖς σωθῆτε, ἀντὶ τοῦ Τοὺς τοιούτους πρὸς ὑμᾶς ἐποιησάμην λόγους, οὐχ οὕτως ἐχούσης τῆς ἀληθείας, ἀλλ' ὑποθετικῶς, ἵνα ὑμεῖς διὰ παντὸς σώζησθε τρόπου. Καὶ μέχρι δὴ τούτου τὸ δεύτερον ἡμῖν βιβλίον στήσεται.

ΚΥΡΙΛΛΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΤΟΥ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΠΛΗΡΩΘΗ ΒΙΒΛΙΟΝ Βʹ.

1.363 ΚΕΦΑΛΑΙΑ ΕΝ ΤΩι ΤΡΙΤΩι ΒΙΒΛΙΩι ΠΛΑΤΥΤΕΡΟΝ ΕΙΡΗΜΕΝΑ.

α. Ζήτησις ἀκριβὴς, διατί μὴ μόνον λύχνος, ἀλλὰ καιόμενος καὶ φαίνων ὁ μακάριος βαπτιστὴς εἴρηται παρὰ Χριστοῦ, προκειμένου ῥητοῦ Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος. β. Ὅτι εἰκών ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ἐν ᾧ καὶ πρὸς Ἰουδαίους ἔλεγχος, ὡς μὴ νοοῦντας τὰ διὰ Μωυσέως αἰνιγματωδῶς μᾶλλον εἰρημένα, προκειμένου ῥητοῦ Οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε, καὶ τὰ ἑξῆς. γ. Ὅτι τοῦ Σωτῆρος τὴν ἄφιξιν ἐσήμαινεν ὁ Μωυσῆς, λέγων Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ὡς ἐμέ. δ. Ὅτι πολλάκις αἱ Χριστοῦ μεταβάσεις ἀπὸ τῆς Ἱερουσαλὴμ τὸ μετατεθήσεσθαι τὴν χάριν ἐπὶ τὰ ἔθνη δηλοῦσιν, ἐν ταὐτῷ δὲ καὶ ὁ λόγος περὶ τῶν πέντε ἄρτων τῶν κριθίνων καὶ τῶν δύο ὀψαρίων, προκειμένου ῥητοῦ Καὶ μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Τιβεριάδος. ε. Ὅτι χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Μονο γενὴς, καὶ οὐχ ἕτερος παρ' αὐτὸν ἢ ἔστιν ἢ νοεῖται χαρακτὴρ, προκειμένου ῥητοῦ Ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει, καὶ τὰ ἑξῆς. . Περὶ τοῦ μάννα, ὅτι τύπος ἦν τῆς Χριστοῦ παρουσίας καὶ τῶν δι' αὐτοῦ χαρισμάτων πνευματικῶν, προκειμένου ῥητοῦ Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωυσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ.

1.365 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ Γ.

Ζήτησις ἀκριβὴς διατί μὴ μόνον ὁ λύχνος, ἀλλὰ καιόμενος καὶ φαίνων ὁ μακάριος βαπτιστὴς εἴρηται παρὰ Χριστοῦ. ἌΡΤΙ καὶ μόλις τὸν ἐπὶ τῷ δευτέρῳ βιβλίῳ στήσαντες κάλαμον, καὶ τῶν θείων θεωρημάτων τὸ πλατύ τε καὶ βαθὺ διανηξάμενοι πέλαγος, καταίρειν τε οὕτω νομίσαντες, ὡς εἰς λιμένα τὸ τέλος, καὶ μονονουχὶ τῆς ἠπείρου τὸ σκά φος ἐξάπτοντες, θαλάττης ὁρῶμεν ἑτέρας ἀρχὴν, τὸν ἐπὶ τοῖς ἐφεξῆς δηλονότι δρόμον, ὃν καὶ ὅτι προσήκοι μετὰ πάσης ἡμᾶς ἐξανύειν σπουδῆς, καὶ αὐτὸς δυσωπεῖ τοῦ πράγματος ὁ σκοπὸς, ἀναπείθει δὲ οὐδὲν ἧττον καὶ τὸ ὑπό του λεγόμενον "Ἀγαθῶν γὰρ πόνων καρπὸς εὐκλεής." φέρε δὴ οὖν εἰς εὔτολμον πάλιν ἀναβαίνοντες φρόνημα, τῷ μὲν ἀγαθῷ καὶ φιλανθρώπῳ Θεῷ τὰ καθ' ἡμᾶς οἰακοστρο 1.366 φεῖν ἐπιτρέπωμεν· ἀναπετάσαντες γὰρ καθάπερ ἱστίον τῆς διανοίας τὸ πλάτος, καὶ τὴν τοῦ Πνεύματος χάριν ἐγκολ πούμενοι καθάπερ ἐκ πρύμνης οὐρίαν ἠχὴν, εἰς βαθείαν ἐκτρέχωμεν ζήτησιν. Χριστὸς γάρ ἐστιν "ὁ διδοὺς ἐν θα "λάσσῃ ὁδὸν καὶ ἐν ὕδατι τρίβον." κατέληξε μὲν οὖν τὸ δεύτερον ἡμῖν βιβλίον, ἐν τῷ "Ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου "τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς "σωθῆτε." ἀρξώμεθα δὲ τοῦ τρίτου, στοιχηδὸν ἐπισυν άπτοντες τὰ ἐφεξῆς τὰ περὶ τοῦ ἁγίου βαπτιστοῦ λέγον τος τοῦ Χριστοῦ· Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ. Λύχνῳ παρεικάζει τὸν ἅγιον βαπτιστὴν, ἅτε δὴ κατὰ τὸ προσεῖναι πεφυκὸς ἀνθρώπῳ μέτρον προαναλάμψαντα μὲν τῆς παρουσίας αὐτοῦ, πλὴν οὐκ ἰδίῳ κεχρημένον φωτί· οὐ γὰρ ἴδιον ἐν τῷ λύχνῳ τὸ φῶς, ἀλλ' ἔξωθέν τε καὶ ἐπακτὸν καὶ προστεθειμένον· οὕτω δ' ἂν ἴδοις καὶ ἐν τοῖς ἁγίοις τὸν παρὰ Χριστοῦ φωτισμὸν ἐν πνεύματι· διὸ δὴ καὶ λίαν εὐγνωμονέστατα καὶ φρονοῦντες καὶ πράττοντες αὐτοὶ δι' οἰκείας ὁμολογοῦσι φωνῆς "Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ "ἡμεῖς πάντες ἐλάβομεν." φῶς μὲν γάρ ἐστι κατὰ φύσιν ὁ Μονογενὴς, ἅτε δὴ καὶ ἐκ φωτὸς ἀναλάμψας, τῆς τοῦ Πατρὸς οὐσίας φημί· μετέχει δὲ ἡ κτίσις αὐτοῦ, καὶ πᾶν εἴ τι τὴν τοῦ λογικεύεσθαι καὶ φρονεῖν ἐπάγεται δύναμιν, σκεῦος ὥσπερ ἐστὶν εἰς τὸ δύνασθαι θείου πληροῦσθαι φωτὸς, ἄριστα διηρτισμένον ὑπὸ τοῦ πάντων ἀριστοτέχνου Θεοῦ. λύχνος οὖν ὁ μακάριος βαπτιστὴς κατὰ τὸν ἤδη προαποδο θέντα λόγον. τοῦτο δὲ λέγων ὁ Σωτὴρ οἰκονομικῶς τοὺς 1.367 ἀνοήτους Φαρισαίους καλεῖ πρὸς ὑπόμνησιν τῆς τοῦ Θεοῦ καὶ Πατρὸς φωνῆς, λέγοντός που περὶ αὐτοῦ "Ἡτοίμασα "λύχνον τῷ Χριστῷ μου." σφόδρα δὲ χρησίμως τε καὶ ἀναγκαίως τοῖς ἤδη προειρημένοις ἐπάγει νυνὶ τὰ τοιαῦτα Χριστός. ἐπειδὴ γὰρ πᾶσαν ἀποκλείων τοῖς Ἰουδαίοις ἀπειθείας ἀφορμὴν, καὶ πανταχόθεν αὐτοὺς συνελαύνων εἰς τὸ χρῆναι πιστεύειν αὐτῷ, συναινεῖν ἔδοξέ πως εἰς τὸ μὴ δέχεσθαι τὴν μαρτυρίαν τὴν παρ' αὐτοῦ, εἰπών "Ἐγὼ δὲ "οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω·" ἵνα μὴ δοκοῖεν ὄντως τε καὶ ἀληθῶς οὕτω διακεῖσθαι περὶ τοῦ προδρόμου τὸν Κύριον, ὥσπερ οὖν ἔχει τοῦ λόγου τὸ σχῆμα, χρησίμως εἰς τὸ παρὸν, οὐχ ἑαυτόν τι λέγοντα περὶ αὐτοῦ, διὰ δὲ τῆς τοῦ Πατρὸς φωνῆς εἰσφέρει βοώμενον· ᾤετο γὰρ δεῖν αἰδοῖ μάλιστα τῇ πρὸς Θεὸν καὶ Πατέρα, τὸν ἀντιτεί νοντα δυσωπεῖν, ἤγουν ἤδη γυμνότερον θεομαχοῦντα δεικνύ ειν, ὡς καὶ αὐτοῖς τοῖς τοῦ Θεοῦ καὶ Πατρὸς ἀνέδην ὑπαν τιάζοντα λόγοις. Ἦν οὖν φησιν ἐκεῖνος ὁ λύχνος, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλ λιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ. ἔδει γὰρ οὐ μόνον τοῦ πρέποντος ἀποφοιτῶντας εὐκόλως, καὶ διὰ πολλὴν ἀνοσιό τητα τρόπων τὸ ἐθελῆσαι πιστεύειν ἐξωθουμένους, ἐπιδεῖξαι τοὺς Φαρισαίους, ἀλλὰ καὶ ἁψικόρους ὄντας ἐλέγχειν, καὶ προσεδρεύειν μὲν τῇ ἐφέσει τῶν ἀγαθῶν οὐδαμόθεν κατει θισμένους, ἀπογευομένους δὲ μόλις, καὶ ὅσον ἐν ῥήμασιν ἐπαινέσαντας μόνον τοὺς οἵπερ ἂν δόξειαν εἶναι σεπτοὶ, ταχὺ πρὸς τὴν ἐναντίαν ἕξιν μεταχωρεῖν οὐκ αἰσχυνομένους· τοῦτο γὰρ οἶμαι σημαίνειν τὸ ἐθελῆσαι πρὸς ὥραν ἀγαλλια θῆναι ἐν τῷ φωτὶ αὐτοῦ. ἀπεθαύμαζον μὲν γὰρ ἐν ἀρχαῖς τὸν ἅγιον βαπτιστὴν, ὡς ἀσκητὴν, ὡς φιλόθεον, ὡς εὐλαβείας ἁπάσης ὑπογραμμὸν, ἀλλ' οἱ τιμῶντες τῷ θαύματι, πάλιν 1.368 ὑβρίζουσιν, οὐκ ἀνεχόμενοι λέγοντος τό "Ἑτοιμάσατε τὴν "ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν." τοῦτο γὰρ δὴ καὶ ποιοῦντες σαφῶς διὰ τῆς ἀπειθείας ἁλί σκονται. Ἤδη μὲν οὖν, καθάπερ ὑπολαμβάνω, τὸν εὐτριβῆ καὶ κατειθισμένον τοῖς πολλοῖς τῆς ἑρμηνείας τρόπον τοῦ προ κειμένου τηρήσαντες, τὴν ἐπ' αὐτῷ θεωρίαν κατὰ τὴν ἐνοῦ σαν ἡμῖν ἐξεθέμεθα δύναμιν· ἐπειδὴ δὲ τοῦ Σωτῆρος ὁ λόγος εἰς βαθείας ἡμᾶς κατατείνων ἐννοίας, καὶ πικροτέρων ἅψα σθαι νοημάτων μονονουχὶ καὶ ἐπαναγκάζων ὁρᾶται, οὐχ ἁπλῶς ὅτι λύχνος ἦν Ἰωάννης σημαίνων, ἀλλ' ὅτι καὶ καιόμενος καὶ φαίνων, ἀναγκαῖον ἡγούμεθα, προσβαλόντας ὀξυωπέστερον τῇ τῶν εἰρημένων δυνάμει, τῆς ἀληθείας τὸ κάλλος ἰχνηλατεῖν. αὐτὸ δὲ δὴ πάλιν εἰς μέσον ἡμῖν παροι σθήσεται τὸ ῥητόν. Ἐκεῖνος ἦν ὁ λύχνος φησίν. ἐξήρκει καὶ διὰ τούτου μόνου κατασημῆναι τὸν ἅγιον βαπτιστὴν, ὥστε καὶ εἰς ἔννοιαν τοὺς ἀκροωμένους ἀναδραμεῖν τῆς περὶ αὐτοῦ προφητείας, ἐχούσης ὧδε "Ἡτοίμασα λύχνον τῷ Χριστῷ "μου." ἐπειδὴ δὲ προστίθησι τῷ λύχνον εἰπεῖν, ὁ καιόμενος καὶ φαίνων, δῆλος ἂν εἴη δήπουθεν οὐκ εἰς μόνην τὴν τοῦ προφήτου φωνὴν ἀναφέρων τὸν ἀκροατὴν, ἀλλὰ καὶ εἰς νομι κήν τινα διατύπωσιν, ὡς ἐν σχήματι πάλιν καὶ σκιᾷ τὴν Ἰωάννου δᾳδουχίαν προαναπλάττουσαν, ἣν καλῶς ἐποιήσατο μαρτυρήσας τῷ δεσπότῃ Χριστῷ. ὡς δὲ τοῖς Μωυσαϊκοῖς ὁμιλοῦντας λόγοις καὶ τοῦτο ἐνδελεχῶς τοὺς οἰησίφρονας Φαρισαίους, ἐξελέγχει πάλιν ἀμαθαίνοντας, καὶ δοκήσει μᾶλ λον ὄντας σοφοὺς, ἤπερ ὄντως νομομαθεῖς. οὗτος μὲν οὖν σύμπας ἐστὶν ὁ τοῦ λόγου σκοπός· δεῖν δὲ ἡμᾶς ἀναμφι λόγως ὑπολαμβάνω καὶ τὸ θεῖον αὐτὸ παρακομίζοντας λό γιον, ἐπιδεικνύειν ἤδη λύχνον οὐχ ἁπλῶς, ἀλλὰ καὶ καιόμενον καὶ φαίνοντα τὸν μακάριον βαπτιστήν. 1.369 Ὅτε τοίνυν τὰ περὶ τῆς ἁγίας σκηνῆς διετύπου Θεὸς, μετὰ τὴν τῶν αὐλαίων τῶν δέκα συμπλήρωσιν, λέγει πρὸς τὸν ἱεροφάντην Μωυσέα "Καὶ σὺ σύνταξον τοῖς υἱοῖς "̓Ισραὴλ, καὶ λαβέτωσάν σοι ἔλαιον ἐξ ἐλαίων ἄτρυγον "καθαρὸν κεκομμένον εἰς φῶς καῦσαι, ἵνα καίηται ὁ λύχνος "διὰ παντὸς ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ἔξωθεν τοῦ κατα "πετάσματος τοῦ ἐπὶ τῆς διαθήκης· καύσει αὐτὸν ὁ Ἀαρὼν "καὶ οἱ υἱοὶ αὐτοῦ ἀπὸ ἑσπέρας ἕως πρωῒ ἐναντίον Κυρίου, "νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν παρὰ τῶν υἱῶν "̓Ισραήλ. καὶ σὺ προσαγάγου πρὸς σεαυτὸν τόν τε Ἀαρὼν "τὸν ἀδελφόν σου καὶ τοὺς υἱοὺς αὐτοῦ ἐκ τῶν υἱῶν Ἰσραὴλ "ἱερατεύειν μοι." τὸ μὲν οὖν θεῖον λόγιον ἐν τούτοις ἡμῖν ἑστάτω, χωρητέον δὲ ἤδη πρὸς τὴν ἐνδεχομένην σαφήνειαν αὐτοῦ· τὸ ἔλαιον τὸ ἄτρυγόν τε καὶ καθαρὸν, ἔοικεν ὑποδη λοῦν τὴν καθαρωτάτην καὶ ἀθόλωτον τοῦ Ἁγίου Πνεύματος φύσιν, ἥτις ἐν ἡμῖν ἐλαίου δίκην ἀπερινοήτως εἰστρέχουσα ἀποτρέφει καὶ συνέχει καὶ αὔξει τὸν ἐν ψυχῇ φωτισμὸν, καθάπερ ἐν λύχνῳ κείμενον. οὕτω δὲ καὶ τὸν θεσπέσιον βαπτιστὴν τῆς περὶ τοῦ Σωτῆρος ἡμῶν μαρτυρίας τὸ φῶς ἐκλάμψαι πιστεύομεν, οὐχ ἑτέρωθεν τὴν τοῦ δύνασθαι φωτα γωγεῖν κομισάμενον δύναμιν, ἢ διὰ τοῦ ἐλαίου τοῦ νοητοῦ, δυνατῶς τε καὶ ἐπιτηδείως ἔχοντος εἰς τὸ φῶς καῦσαι τὸ θεῖον ἐν ἡμῖν, ὃ δὴ καὶ αὐτὸς ὡς ἐν αἰνίγματι ὁ Σωτὴρ κατεμήνυσε λέγων "Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί "θέλω εἰ ἤδη ἀνήφθη;" λύχνος οὖν ὡς ἐν τύπῳ πάλιν ὁ καιόμενος καὶ φαίνων διὰ παντὸς ἐν τῇ σκηνῇ τοῦ μαρτυ ρίου ὁ μακάριος ἦν βαπτιστής· καὶ τὸ μὲν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου φαίνειν αὐτὸν, σημαίνει καὶ καλῶς, ὅτι δεκτὸς ἐν ἐκκλησίαις ὁ παρ' αὐτοῦ φωτισμὸς, καὶ οὐκ ἔξω κείσεται τῆς 1.370 ἱερᾶς τε καὶ θείας τοῦ Σωτῆρος αὐλῆς. τὸ γεμὴν ἔξω τοῦ καταπετάσματος ὁρᾶσθαι τὸν λύχνον, ἔοικεν ὑποδηλοῦν, ὅτι τὸν ἁπλούστερόν τε καὶ εἰσαγωγικὸν εἰσοίσει φωτισμὸν, "Μετανοεῖτε λέγων, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν·" τῶν δὲ ἔσω τοῦ καταπετάσματος ἀποκεκρυμμένων, δηλαδὴ τοῦ Σωτῆρος ἡμῶν μυστηρίων, οὐδὲν ὅλως ἐπιδεικνύει. οὐ γὰρ ἐβάπτισεν εἰς μετουσίαν Ἁγίου Πνεύματος, οὐδὲ εἰσ ήνεγκεν ὁ παρ' αὐτοῦ φωτισμὸς εἰς τὸ ἔσω τοῦ καταπε τάσματος· ἦν γὰρ ἐπὶ τῆς ἔξω σκηνῆς "τῆς ἐχούσης ἔτι τὴν "στάσιν" κατὰ τὴν τοῦ Παύλου φωνήν. ἐπειδὴ δέ φησιν, ὅτι καὶ "Καύσει αὐτὸν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἀπὸ ἑσπέ "ρας ἕως πρωῒ ἐναντίον Κυρίου, νόμιμον αἰώνιον εἰς τὰς "γενεὰς ὑμῶν," τοιῶσδε πάλιν νοῆσαι προσήκειν οἶμαι τὸ εἰρημένον. Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τοὺς ἐν ταῖς ἐκκλησίαις κατὰ καιρὸν ἱερουργοῦντας ὑποσημαίνουσι, τουτέστι τοὺς ἐν αὐταῖς διδασκάλους, καὶ τῶν θείων θυσιαστηρίων λειτουρ γούς· οὗτοι τὸν λύχνον τὸν νοητὸν, τουτέστι τὸν Ἰωάννην, ἀεὶ διαλάμποντα τηρεῖν ἐπιτάττονται· τοῦτο γάρ ἐστι τό "Καύσουσιν αὐτὸν ἀπὸ ἑσπέρας ἕως πρωΐ." ὁ γὰρ σύμπας καιρὸς, ἐν ᾧ προσῆκε τὸ τοῦ λύχνου φαίνεσθαι φῶς, τὸ μῆκός ἐστι τῆς νυκτὸς, δι' οὗ σημαίνεται τοῦ παρόντος αἰῶνος τὸ μέτρον. φῶς γὰρ τὸν μέλλοντα νοοῦμεν αἰῶνα. καίεται γεμὴν, ἤτοι λαμπρὸς ὁ λύχνος διαφυλάττεται, δεκτὴν ἀεὶ τοῖς πιστεύουσιν εἰς Χριστὸν τὴν ἐπ' αὐτῷ δᾳδουχίαν ποιούμενος, καὶ ὅτιπέρ ἐστιν ἀληθὴς τὰ τοιαῦτα λέγων περὶ Χριστοῦ διὰ φωνῆς τῶν κατὰ καιροὺς ἱερέων ἐπιμαρτυρού μενος. Ἵνα δέ σε διδάξῃ Θεὸς, ὅτι διὰ τούτου τὸν τοῦ Σωτῆρος προανετύπου προάγγελον, εὐθὺς ἐπισυνάπτει τὴν τῶν ἱερα 1.371 τευόντων ἐπιλογήν. ἀναβήσῃ δὲ πάλιν ὅλον τοῦ κεφαλαίου τὸν λόγον ἀναμασώμενος εἰς τοιαύτην τινὰ θεωρίαν, καὶ οὐκ ἄκομψον, ὥς γε μοι δοκεῖ· ἐπὶ τέλει τῆς σκηνῆς ἡ ἐπὶ τῷ λύχνῳ διάταξις εἰσενήνεκται, μεθ' ἣν εὐθὺς ἡ τῶν ἱερέων προβολή τε καὶ χρῆσις. ἐπὶ γὰρ τέλει τοῦ νόμου καὶ τῶν προφητῶν, ἡ τοῦ προβαδίζοντος ἐξέλαμψε "Φωνὴ βοῶντος "ἐν τῇ ἐρήμῳ, καθὰ γέγραπται, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, "εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν," μεθ' ὃν εὐθὺς ἡ τῶν ἁγίων ἀποστόλων διὰ Χριστοῦ χειροτονία τε καὶ ἀνάδειξις· ἐξελέξατο γὰρ ὁ Κύριος "δώδεκα, οὓς καὶ ἀπο "στόλους ὠνόμασεν." Καὶ ἐν τούτοις ἡμῖν τῆς ἐπὶ τῷ λύχνῳ θεωρίας συμπεπε ρασμένης, ἴδωμεν πάλιν τὴν τοῦ Σωτῆρος φωνήν Ἐκεῖνος ἦν ὁ λύχνος φησὶν ὁ καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ. ἕξιν ἀμαθῆ καὶ δυσάγωγον εἰς ὑπακοὴν τοῖς Φαρισαίοις ἐγκαλεῖ, καὶ διε λέγχει πάλιν, ὡς ἀσύγκριτον νοσοῦσι τὴν ἀπαιδευσίαν, οὐδὲ ἅπερ εἰδέναι κατεπαγγέλλοντο νοεῖν ἰσχύοντες, καὶ πολὺ μὲν λίαν τῆς ἀκριβοῦς νομομαθείας ἐξῳκισμένοι, ἀγνοοῦντες δὲ κατὰ τὸ παντελὲς, ἅπερ ὡς ἐν σχήμασιν ὁ νομοθέτης προ ανετύπου διὰ Μωυσέως. διὰ μὲν γὰρ τοῦ λέγειν, ὅτι ὁ λύχνος ἦν ἐκεῖνος ὁ καιόμενος καὶ φαίνων, δυσωπεῖ κατὰ τὸ εἰκὸς ὡς οὔπω νενοηκότας τὸ ἐν νομικοῖς αἰνίγμασι καὶ πάλαι σκιαγραφούμενον· διὰ δὲ τοῦ εἰπεῖν Ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ, τῆς ἄνωθεν ψήφου τὸ οἰκεῖον ἀεὶ προτάττοντας θέλημα πάλιν εἰσφέρει, καὶ οἷσπερ ἂν βούλωνται μόνοις ἀκολουθεῖν εἰθισμένους. τοῦ γὰρ νομοθέτου, φησὶ, διὰ παντὸς φαίνειν τε καὶ καίεσθαι τὸν λύχνον διατεταχότος, οὐκ εἰς ἀεὶ φαίνειν αὐτὸν ὑμεῖς 1.372 ἠθελήσατε, ἀλλὰ πρὸς μόνην ὥραν, τουτέστι πρὸς ὀλιγοστὸν κομιδῆ τὸν καιρόν. ἐν ἀρχῇ γὰρ θαυμάσαντες κατεσβέσατε, τὸ ὅσον ἐφ' ἑαυτοῖς, τοῦ λύχνου τὸ φῶς, ἀλογώτατα μὲν ἐπισκήπτοντες τῷ θεόθεν ἀπεσταλμένῳ, καὶ οὐ μόνον αὐτοὶ τὸ βαπτίζεσθαι παραιτούμενοι, ἀλλὰ καὶ τοῦ βαπτίζειν ἑτέ ρους ἀποκωλύοντες· ἀπεστείλατε γὰρ πρὸς αὐτὸν λέγοντες "Τί οὖν βαπτίζεις;" τουτέστι τί φωτίζεις εἰς μετάνοιαν καὶ ἐπίγνωσιν τοῦ Χριστοῦ; οὐκοῦν εὐηθείας ἅμα καὶ παρανο μίας ἐπήνεγκε γραφὴν τοῖς ἀνοήτοις γραμματεῦσι καὶ Φαρι σαίοις, ταῖς Ἰωάννου πάλιν ἐπαγωνιζόμενος φωναῖς ὁ Σωτήρ· ὅπερ οἶμαι συνεὶς, ἄριστά τε διειληφὼς καὶ ὁ μακάριος Λου κᾶς τῆς ἐκείνων ἀπονοίας καταβοᾷ λέγων "Καὶ πᾶς ὁ λαὸς "ἀκούσας" τῶν τοῦ Σωτῆρος ῥημάτων δηλαδὴ, "ἐδικαίωσαν "τὸν Θεὸν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου. οἱ δὲ "Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν "ἐν ἑαυτοῖς, μὴ βαπτισθέντες ὑπ' αὐτοῦ." Ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάννου· τὰ γὰρ ἔργα ἃ δέδωκέ μοι ὁ Πατὴρ ἵνα τελειώσω αὐτὰ, αὐτὰ τὰ ἔργα ἃ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ Πατήρ με ἀπέσταλκε. καὶ ὁ πέμψας με Πατὴρ, αὐτὸς μεμαρτύρηκε περὶ ἐμοῦ. Εἰ καὶ λύχνος ἦν ἐκεῖνος, φησὶ, καὶ διὰ νομικῶν συν ταγμάτων ζωγραφούμενος, καὶ διὰ φωνῆς τῶν ἁγίων προ φητῶν προβοώμενος, ὡς ἀναδειχθήσεταί ποτε τοῦ κατ' ἀλή θειαν προαναλάμπων φωτὸς, καὶ διαγγέλλων ἐν ὑμῖν, ὅτι προσήκει τὴν ὁδὸν εὐτρεπῆ ποιεῖσθαι τοῦ Κυρίου καὶ Θεοῦ· ἀλλ' ἐπείπερ ὑμῖν οὐκ ἀξιόπιστος ἴσως ὁρᾶται, καίτοι τοσοῦτος ὑπάρχων ἐν ἀρετῇ, διὰ τὴν ἐνοῦσαν ὑμῖν ἀχάλινόν τε καὶ ἐκτοπωτάτην ἀπόνοιαν, ἐπὶ τὸ μεῖζον ἤδη χωρῶ, καθ' οὗ κατὰ τὸ εἰκὸς ἐρεῖτε πάλιν οὐδὲν, αὐτὸ τῆς ἀληθείας τὸ κάλλος καὶ παρὰ βούλησιν τὴν ἑαυτῶν δυσωπούμενοι. οὐ 1.373 γὰρ λόγοις ἔτι καὶ ταῖς ἐξ ἀνθρώπων ψήφοις ἐπισεμνύνομαι, οὐδὲ τὰς ἐκ ῥημάτων ψιλῶν συλλέγειν ἐπ' ἐμαυτῷ μαρτυρίας οἰήσομαι δεῖν, ἀξιολογωτέροις δὲ καὶ πολὺ μείζοσι τῶν εἰρημένων ἐπιτρέψω τὰ κατ' ἐμαυτὸν, καὶ ἐξ αὐτῆς ἤδη καταλαμπρύνω τῆς ἐν ἔργοις μεγαλειότητος, ὅτι Θεὸς κατὰ φύσιν εἰμὶ, καὶ ἐκ Θεοῦ πέφηνα Πατρὸς, ἀδικῶ δὲ οὐδὲν τοὺς ἐμοὺς, ἐφ' ὅπερ ἂν βούλωμαι μεταῤῥυθμίζων, νόμους, καὶ ἐκ τῆς κατὰ τὸ γράμμα παχύτητος εἰς πνευματικὴν θεωρίαν μεταστοιχειῶν τὰ τοῖς ἀρχαιοτέροις αἰνιγματωδῶς εἰρημένα. κατανοείτω δὲ πάλιν ὁ φιλομαθὴς, ὅτι λέγων ὁ Σωτὴρ διὰ τῶν ἔργων ἐπιμαρτύρεσθαι καλῶς εἰς τὸ εἶναι κατὰ φύσιν Θεὸς, ἐκδιδάσκει σαφῶς, ὡς οὐκ ἂν εἴη τῶν ἐνδεχομένων ἀπαραλλάκτως ἐνυπάρχειν τινὶ τὴν Θεῷ πρέ πουσαν ἐνέργειάν τε καὶ δύναμιν, εἰ μὴ καὶ αὐτὸς κατὰ φύσιν ὑπάρχοι Θεός. μαρτυρεῖται γὰρ διὰ τῶν ἔργων, οὐ καθ' ἕτερον οἶμαι τρόπον, ἀλλὰ κατὰ τοῦτον αὐτόν. εἰ γὰρ τῶν τοῦ γεννήσαντος ἔργων ὁρᾶται τελειωτὴς, καὶ ἅπερ ἂν ἐκείνῳ καὶ μόνῳ φαίνοιτο πρεπωδέστερα, ταῦτα καὶ αὐτὸς ἐξ οἰκείας ἰσχύος ἀποπληροῖ· πῶς οὐκ ἂν γένοιτο παντί τῳ σαφὲς, ὅτι τὴν αὐτὴν ἐκείνῳ φύσιν ἀπεκληρώσατο, καὶ τοῖς τοῦ τεκόντος ἰδιώμασι διαλάμπων, ὡς ἐξ αὐτοῦ, τὴν ἴσην αὐτῷ δύναμίν τε καὶ ἐνέργειαν ἔχει; εἰληφέναι γεμὴν παρ' αὐτοῦ τὰ ἔργα φησὶν, ἢ διὰ τὸ τῆς ἀνθρωπότητος σχῆμα καὶ τὴν τοῦ δούλου μορφὴν, ταπεινότερόν πως ἤπερ ἐχρῆν καὶ τοῦτο λαλῶν οἰκονομικῶς, ἢ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς εὐδοκίαν τε καὶ συναίνεσιν, τὴν ἐφ' ἅπασι τοῖς παραδόξως ἐπιτελουμένοις, τῷ τῆς δόσεως ἀποσεμνύνων ὀνόματι. οὕτω γὰρ καὶ ἀπεστάλθαι διισχυρίζεται, ἅτε δὴ καὶ κενώσας ἑαυτὸν, καθὰ γέγραπται, τῆς ἀκράτως πρεπούσης ἀξίας τῷ Θεῷ διὰ τὴν εἰς ἡμᾶς ἀγάπησιν· ἐταπείνωσε γὰρ ἑαυτὸν, καὶ τὴν τοῦ τεταπεινῶσθαι σμικροπρέπειαν οὐκ ἐν 1.374 ἑτέροις εὑρήσομεν τρόποις, ἢ ἐφ' οἷσπερ ἂν ὡς ἄνθρωπος ἔσθ' ὅτε λαλῇ. τούτῳ συνᾴδει τὸ διὰ τοῦ ψαλμῳδοῦ πάλιν ὡς ἐξ αὐτοῦ δι' ἡμᾶς ἀνθρωποπρεπῶς εἰρημένον "Ἐγὼ δὲ "κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον "αὐτοῦ διαγγέλλων τὸ πρόσταγμα Κυρίου." ὁ γὰρ βασι λεὺς ὢν ἀεὶ μετὰ τοῦ Πατρὸς, ὁ σύνθρονός τε καὶ σύνεδρος, ὡς Θεὸς Θεῷ τῷ γεννήσαντι, κεχειροτονῆσθαί φησιν εἰς βασιλέα καὶ κύριον, ἅπερ εἶχεν ὡς Θεὸς λαμβάνειν εἰπὼν, ὅτε πέφηνεν ἄνθρωπος, ᾧ τὸ βασιλεύειν κατὰ φύσιν οὐκ ἔνεστιν, ἀλλὰ γὰρ καὶ τὸ τῆς κυριότητος ὄνομά τε καὶ πρᾶγμα πάντως ἐπακτόν.

1.375 ΚΕΦΑΛΗ Β. Ὅτι εἰκών ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ἐν ᾧ καὶ πρὸς Ἰουδαίους ἔλεγχος, ὡς μὴ νοοῦντας τὰ διὰ Μωυσέως αἰνιγματωδῶς μᾶλλον εἰρημένα. Οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε, οὔτε εἶδος αὐτοῦ ἑωρά κατε, καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέσταλκεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε. ΟΥΧ ἁπλῆν ἄν τις ἴδοι νοημάτων διασκευὴν τῷ προτε θέντι πάλιν ἐπιχεομένην ῥητῷ, ἀλλὰ κεκρυμμένων θεωρη μάτων ἑσμὸν, πολὺ δὴ λίαν εὐκόλως τὸν τῶν ἀζητήτως ἐπακροωμένων παριππεύοντα νοῦν, μόνοις δὲ τάχα τοῖς πικρότερον ἐξετάζουσιν ὁρᾶσθαι καταδεχόμενον. τί γὰρ δὴ τὸ πεπεικὸς, ἐρεῖ τις τυχὸν, ἀπὸ τῆς θεοπρεποῦς ἐνεργείας μαρτυρεῖσθαι λέγοντα τὸν Ἰησοῦν, ὡς ἐπί τι τῶν παρακει μένων ἐλθεῖν τὸ πολὺ λίαν ἀπεσχοινισμένον, τὸ μήτε ἀκηκοέναι φημὶ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς φωνῆς τοὺς Φαρι σαίους πώποτε, μήτε μὴν τεθεᾶσθαι τὸ εἶδος αὐτοῦ, ἀλλὰ μηδὲ τὸν λόγον ἔχειν ἐνοικοῦντα αὐτοῖς τὸν ἐκείνου. καὶ συνθήσομαί γε, καὶ πᾶς τις οἶμαι τῶν ἄλλων, ὡς οὐκ ἔξω τοῦ πρέποντος γένοιτ' ἂν ἡ τοιαύτη παρά τινων ἐπαπόρησις. ποῖον οὖν ἄρα τοῖς προκειμένοις ἐφαρμόσομεν νοῦν, τί δὲ πάλιν εὑρεσιλογοῦντες ἐξαρτύσομεν, τῆς ἀληθείας ἐχόμενοι πανταχῆ, διὰ τῆς τοῦ Πνεύματος ἐνεργείας τε καὶ χάριτος ἐξειπεῖν πειράσομαι. 1.376 Ἔθος τῷ Σωτῆρι Χριστῷ, ποιουμένῳ πολλάκις τὰς ἐπω φελεῖς διαλέξεις πρὸς τοὺς ἀσυνέτους μάλιστα Φαρισαίους, εἰς τὸ τῆς καρδίας αὐτῶν ἀτενίζειν βάθος, καὶ περισκέπτε σθαι θεοπρεπῶς τὰ ἐν λογισμοῖς ἀφώνως ἔτι κατὰ τὸν νοῦν στρεφόμενά τε καὶ ἀνακινούμενα, καὶ πρὸς ταῦτα μάλιστα καὶ τὰς ἀποκρίσεις ποιεῖσθαι καὶ τοὺς λόγους ἔσθ' ὅτε καὶ τοὺς ἐλέγχους ἐπ' αὐτοῖς, καὶ οὐ πάντως τῶν οἰκείων ῥημά των ἀνεξίτητον διατηρεῖ τὸν εἱρμὸν, ἀλλὰ πρὸς ὅπερ ἂν ἐκεῖνοι βουλεύωνται καὶ καθ' ἑαυτοὺς ἐννοῶσι, δριμὺς ὑπαντᾷ, καὶ διὰ τούτου δεικνὺς, ὅτι πέρ ἐστι κατὰ φύσιν Θεὸς, ὡς γινώσκων τὰ ἐν τῷ βάθει κείμενα, καὶ καρδίας ἐρευνῶν καὶ νεφρούς· δεχέσθω δὲ, εἴ τῳ δοκεῖ, τὴν ἐπὶ τοῖς εἰρημένοις ἐναργεστάτην ἀπόδειξιν παρὰ τῶν ἑτέρων εὐαγγελιστῶν, Λουκᾶ δὴ φημὶ καὶ τῶν σὺν αὐτῷ. γέγραπται τοίνυν ἐν τοῖς εὐαγγελίοις, ὡς ἦσάν ποτε συνεληλυθότες ἀπὸ πάσης τῆς περιχώρου τῆς Ἰουδαίας Φαρισαῖοι καὶ νομοδιδάσκαλοι. "Καὶ ἰδοὺ, φησὶν, ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς "ἦν παραλελυμένος, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναι "ἐνώπιον αὐτοῦ· καὶ μὴ εὑρόντες ποίας εἰσενέγκωσιν αὐτὸν "διὰ τὸν ὄχλον, ἀναβάντες ἐπὶ τὸ δῶμα διὰ τῶν κεράμων "καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν "τοῦ Ἰησοῦ. καὶ ἰδὼν τὴν πίστιν αὐτῶν εἶπε τῷ παραλυ "τικῷ Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου· καὶ "ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι "λέγοντες Τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας; τίς δύνα "ται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ Θεός; ἐπιγνοὺς δὲ ὁ "̓Ιησοῦς, φησὶ, τοὺς διαλογισμοὺς αὐτῶν, ἀποκριθεὶς εἶπε "πρὸς αὐτούς Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; τί "ἐστιν εὐκοπώτερον εἰπεῖν Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ 1.377 "εἰπεῖν Ἔγειραι καὶ περιπάτει;" ὁρᾷς ὅπως οὐ περιμείνας τὴν ἐν προφορᾷ ῥημάτων ἀπόκρισιν, ἤτοι γογγυσμὸν, πρὸς τὰς ἐν αὐτοῖς ἐννοίας ὡς Θεὸς ἀποκρίνεται; εὑρήσεις δὲ πάλιν καὶ ἑτέραν πράγματος εἰκόνα κατὰ τοῦτο διηρτημένην τὸ σχῆμα. λέγει γὰρ οὕτως ὁ μακάριος Λουκᾶς "Ἐγένετο "δὲ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν "καὶ διδάσκειν, καὶ ἦν ἄνθρωπος ἐκεῖ καὶ ἡ χεὶρ αὐτοῦ ἡ "δεξιὰ ἦν ξηρά. παρετηροῦντο δὲ αὐτὸν οἱ γραμματεῖς καὶ "οἱ Φαρισαῖοι εἰ ἐν τῷ σαββάτῳ θεραπεύει, ἵνα εὕρωσι "κατηγορίαν κατ' αὐτοῦ· αὐτὸς δὲ ᾔδει, φησὶν, τοὺς διαλο "γισμοὺς αὐτῶν, καὶ εἶπε τῷ ἀνδρὶ τῷ ξηρὰν ἔχοντι τὴν "χεῖρα Ἔγειραι καὶ στῆθι εἰς τὸ μέσον. καὶ ἀναστὰς ἔστη. "εἶπε δὲ ὁ Ἰησοῦς πρὸς αὐτούς Ἐπερωτήσω ὑμᾶς εἰ ἔξεστι "τῷ σαββάτῳ ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι." ὁρᾷς δὴ πάλιν ἀνακεκαλυμμένως ἐν τούτοις, ὡς εἰς αὐτὴν ὁρῶν τὴν καρδίαν τῶν ἀνοήτως αἰτιᾶσθαι πειρωμένων αὐτὸν, ἐποιήσατο τοὺς λόγους; τοιοῦτόν τι πάλιν καὶ ἐπὶ τῷ προκειμένῳ ῥητῷ τεθεωρῆσθαι παρὰ τοῦ Σωτῆρος ἐν ταῖς τῶν Φαρισαίων διανοίαις ὑποτοπήσομεν. ὄψει δὲ τὴν εὐθεῖαν ἢ τὴν τοῦ πράγματος θέσιν οὐκ ἀπολακτίσαντα τὸν λόγον, ἕκαστα τῶν ἤδη προειρημένων ἀναμηρύσασθαι κατοκνήσας οὐδα μῶς. Γέγονε τοίνυν ἐν ἀρχῇ πρὸς ἐκείνους ὁ πολύς τε καὶ μακρὸς οὑτοσὶ λόγος ἐπὶ τῷ τεθεραπευμένῳ κατὰ τὸ σάβ βατον, καὶ διὰ ποικίλων εὑρημάτων καὶ συλλογισμῶν ἀνα πείθειν ἐπειρᾶτο Χριστὸς τοὺς οἵπερ ἦσαν ἐπὶ τῇ τοῦ σαββάτου λύσει δυστρόπως ἀσχάλλοντες, ὡς ἔξεστι καὶ ἐλεεῖν ἐν σαββάτῳ, καὶ εἰς πάντας ἐργάζεσθαι τὸ ἀγαθὸν, καὶ πρὸς τούτοις, ὅτι πράγματος ἀξιολογωτάτου σκιὰν ὁ νόμος ἐποιεῖτο τὴν κατὰ τὸ σάββατον ἀργίαν, ἄλλως τε καὶ 1.378 ὅσον ἧκεν εἰς τὴν ἐκείνων ψῆφον παραλύσας τὴν τοῦ σαβ βάτου τιμὴν, ἢ καὶ τὸν νόμον ὡς διὰ τούτου δὴ μάλιστα παραβεβηκὼς, καὶ ἀπεστάλθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ λίαν εὐτόνως διισχυρίζετο, καὶ προσέτι μαρτυρεῖσθαι παρ' αὐτοῦ, καὶ συνευδοκήσειν ἐφ' ἅπασιν οἷσπερ ἂν ἐργά σαιτο, διελάλει σαφῶς. πρὸς ταῦτα κατά γε τὸ ἐν λογισμοῖς πιθανὸν, διενθυμοῦνται πάλιν οἱ Φαρισαῖοι καθ' ἑαυτοὺς, ἅτε δὴ τοῖς νομικοῖς προσεδρεύοντες γράμμασιν, ἀεί τε τὰς διὰ Μωυσέως ἐντολὰς προϊσχόμενοι καὶ ἀνεγνωκέναι λέ γοντες Τίς ὁ παρὰ τούτου λόγος· πῶς δὲ αὐτῷ συνευδοκήσει παραλύοντι τὸν νόμον ὁ Θεὸς καὶ Πατήρ; πότε δὲ μεμαρ τύρηκεν, ἢ τίνα ψῆφον ἐποιήσατο περὶ αὐτοῦ; ἐκ μὲν γὰρ τῶν Μωυσαϊκῶν συνταγμάτων ἐγνώκαμεν ὅτι καταβέβηκεν ὁ Θεὸς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, ὤφθη τοῖς πατράσι τὸ εἶδος αὐτοῦ, ἀκουστὴ, φησὶ, γέγονεν ἡ φωνὴ αὐτοῦ· λελάληκεν ὅλῃ τῇ Συναγωγῇ, τηρεῖν ἐκέλευσε τὴν ἡμέραν τοῦ σαβ βάτου, σαφῶς διαστείλας ὡδί "Μνήσθητι τὴν ἡμέραν τῶν "σαββάτων ἁγιάζειν αὐτήν· ἓξ ἡμέρας ἐργᾷ καὶ ποιήσεις "πάντα τὰ ἔργα σου, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα "ἅγια Κυρίῳ τῷ Θεῷ σου· οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον." καὶ οὐχ ἑτέρου, φησὶ, ταῦτα λέγοντος ἠκούσαμεν, αὐτήκοος ἦν τῆς θεόθεν φωνῆς ἡ τῶν πατέρων πληθὺς, καὶ μετ' ἐκείνους ἐν ἡμῖν ὁ λόγος τοῦ Θεοῦ· τίς δὲ οὗτός ἐστιν; Ταῦτα πάλιν ἐπείπερ ἐνθυμουμένους ἐθεᾶτο, πικρῶς ἀμα θαίνοντας ἐξελέγχει λέγων Οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε οὔτ' εἶδος αὐτοῦ ἑωράκατε, καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος τούτῳ ὑμεῖς οὐ πιστεύετε. τὰ γὰρ ἐν τύπῳ γεγονότα κατ' ἐκεῖνο τοῦ καιροῦ, καὶ δι' ὧν αὐτοῖς ἡ ἐπὶ τὸ ὄρος τὸ Σινᾶ κάθοδος ἐσχηματίζετο τοῦ Θεοῦ, ταῦτα πάλιν εἰδότες οὐδὲν, οὐκ εἰς εἰκόνας πραγμάτων ἐδέχοντο νοητῶν, ἀλλ' ὄντως καὶ τοῖς τοῦ σώματος ὀφθαλ 1.379 μοῖς ὁρατὴν εἶναι δύνασθαι τὴν θείαν ᾤοντο φύσιν, καὶ φωνῇ σωματικῇ κεχρῆσθαι πεπιστεύκεισαν. ὅτι δὲ ἀληθὴς ἐπ' αὐτοῖς τοῦ Σωτῆρος ὁ λόγος ἦν, καὶ οὔτε φωνῆς ἀκηκόασί ποτε τοῦ Θεοῦ καὶ Πατρὸς, οὔτε μὴν ὄψει τῇ διὰ σώματος τεθέαταί τις τὸ εἶδος αὐτοῦ, τουτέστι τὸν ὅμοιον αὐτῷ κατὰ πάντα Λόγον, χρῆναι πάλιν ἐπιδεῖξαι σαφῶς ὑπολαμβάνω, τὰ ἐν τῇ ἐξόδῳ γεγραμμένα παραθέντα πρὸς ἔρευνάν τε καὶ βάσανον πνευματικήν. ἔχει δὲ οὕτως "Καὶ ἐξήγαγε Μωυσῆς "τὸν λαὸν εἰς τὴν συνάντησιν τοῦ Θεοῦ ἐκ τῆς παρεμβολῆς, "καὶ παρέστησαν ὑπὸ τὸ ὄρος τὸ Σινᾶ. τὸ δὲ ὄρος τὸ Σινᾶ "ἐκαπνίζετο ὅλον διὰ τὸ καταβεβηκέναι τὸν Θεὸν ἐπ' αὐτοῦ "ἐν πυρὶ, καὶ ἀνέβαινεν ὁ καπνὸς ὡς καπνὸς καμίνου· καὶ "ἐξέστη πᾶς ὁ λαὸς σφόδρα. ἐγίνοντο δὲ αἱ φωναὶ τῆς "σάλπιγγος προβαίνουσαι ἰσχυραὶ σφόδρα· Μωυσῆς ἐλά "λει, ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ." ὧδε μὲν οὖν ἡμῖν τὸ τοῦ πανσόφου Μωυσέως λόγιον ἔχει· δεῖν δὲ οἶμαι καὶ νῦν εἰς γελοιοτάτην κατολισθαίνοντας περὶ Θεοῦ δόξαν τοὺς Ἰουδαίους ἐλέγχειν, καὶ αὐτὸ τεθεᾶσθαι τὸ εἶδος οἰηθέντας αὐτοῦ, καὶ ἀκοῦσαι τῆς ὄντως ἐνούσης τῇ θείᾳ φύσει φωνῆς. Ἄγε δὴ τοίνυν τῇ τοῦ Σωτῆρος ἐπιθαρσοῦντες χορηγίᾳ καὶ χάριτι, τὴν τοῦ νομικοῦ παχύτητα γράμματος εἰς πνευ ματικὴν θεωρίαν ἀπολεπτύνωμεν· οὕτω γὰρ μάλιστα φα νεῖται καὶ ἀληθὲς τὸ πρὸς Φαρισαίους εἰρημένον περὶ Θεοῦ Οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε οὔτε εἶδος αὐτοῦ ἑωράκατε. τὸ μὲν οὖν διὰ Μωυσέως ἐξάγεσθαι τὸν λαὸν εἰς ἀπάντησιν τοῦ Θεοῦ, καθὰ γέγραπται, σημεῖον ἂν γένοιτο σαφὲς καὶ λόγος ὡς ἐν αἰνίγματι, τοῦ μὴ δύνασθαί τινας ἀπαιδαγω γήτως τε καὶ ἀνεπιστήτως ἰέναι πρὸς Θεὸν, νόμῳ δὲ μᾶλλον χειραγωγουμένους εἰς ἐπίγνωσιν ὧν ζητοῦσι μαθεῖν. Μωυσῆς 1.380 γὰρ εἰς νόμον ἡμῖν νοηθήσεται κατὰ τὸ εἰρημένον ὑπό τινος " Εχουσι Μωυσέα καὶ τοὺς προφήτας." ἡ δέ γε παρά στασις ἡ ὑπὸ τὸ ὄρος καταβεβηκότος ἤδη καὶ ὄντος ἐν αὐτῷ τοῦ Θεοῦ, τὴν ἑτοιμότητα τῆς γνώμης καὶ τὸ γοργὸν εἰς δουλείαν τῶν καλουμένων ὑποδηλοῖ, οὐκ ἀνανευόντων τρόπον τινὰ καὶ τοῖς ὑπὲρ δύναμιν καὶ ὑψηλοτέροις ἢ κατὰ τὴν φύσιν προσβαλεῖν, συμπαρόντος αὐτοῖς τοῦ Θεοῦ. τοιοῦτοι δὲ πάντως τοῦ Σωτῆρος οἱ μέτοχοι. διὸ δὴ καὶ τὴν ὑπὲρ ἄνθρωπον μελετῶντες ἀνδρείαν "Τίς ἂν ἡμᾶς χωρίσαι, "φασὶν, ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις ἢ στενο "χωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μά "χαιρα;" πάντα γὰρ τοῖς εὐσεβοῦσιν οἰστὰ τὰ δεινὰ διὰ τὴν εἰς Χριστὸν ἀγάπησιν· κἂν ὡς ὄρος ἡ θλίψις ἐγείρηται, παντὸς ἐκεῖνοι κινδύνου κατανεανιεύσονται, καὶ τῆς πρὸς Θεὸν φιλίας τὴν γνώμην οὐκ ἀποστήσουσι. κατελθεῖν δὲ λεγόμενος, οὐκ εἰς χθαμαλόν τινα χῶρον, ἀλλ' ἄνω που πάλιν καὶ ἐν ὄρει φαίνεται Θεὸς, ἵνα δή τι τοιοῦτον ἐννοήσῃς κατὰ σαυτὸν, ὅτι κἂν ταῖς ἡμετέραις διανοίαις ἡ θεία φύσις συγκαταβαίνουσα, ἑαυτὴν ἡμῖν προσάγῃ πρὸς κατανόησιν, ἀλλ' ἔστι πάλιν ἐν τοῖς πολὺ λίαν ὑπὲρ ἡμᾶς καὶ λόγοις καὶ θεωρήμασι. τὸ γὰρ ὑψηλόν τε καὶ ὑπέρτονον τῶν περὶ αὐτῆς δογμάτων διὰ τοῦ ὄρους σημαίνεται, ὃ καὶ σύμπαν ἡμῖν τῷ καπνῷ καταμελαίνεσθαι λέγει. δριμεῖς γὰρ ὄντως καὶ οὐ σφόδρα λαμπροὶ παρ' ἡμῖν οἱ περὶ τῆς θεότητος λόγοι, τὸν τῆς διανοίας ὀφθαλμὸν καπνοῦ δίκην ἀμύττοντες. διὰ τοῦτο Παῦλος μὲν ὁ σοφώτατος ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι βλέπειν ἡμᾶς διεμαρτύρατο· τεθεικέναι δὲ "σκότος ἀποκρυφὴν αὐτοῦ," τὸν Θεὸν δηλονότι, φησί που πάλιν ὁ μελῳδὸς, τῷ τοῦ σκότους ὀνόματι τὴν περὶ αὐτὸν ἀκαταληψίαν ὑποδηλῶν, ἧσπερ ἂν εἰς τύπον ληφθείη καλῶς 1.381 ὁ περὶ τὸ πῦρ ἐν τῷ ὄρει καπνός· ἐν πυρὸς δὲ σχήματι κάτεισι τὸ θεῖον αὐτὸ, κατ' ἐκεῖνο δὴ μάλιστα καιροῦ, πρεπόντως τε καὶ ἀναγκαίως τῇ τοῦ πράγματος φύσει. ἔδει γὰρ ἔδει τὸν εἰς δουλείαν καὶ σύνεσιν διὰ τοῦ μέλ λοντος ὁρισθήσεσθαι νόμου καλοῦντα τὸν Ἰσραὴλ, φω τιστὴν ὁρᾶσθαι καὶ κολαστήν· ἄμφω δὲ ταῦτα τελεῖται διὰ πυρός. ἀλλὰ καὶ "φωναὶ, φησὶν, αἱ τῆς σάλπιγγος "ἐγίνοντο προβαίνουσαι ἰσχυρότεραι σφόδρα," ἵνα πάλιν ἡμῖν τοιαύτη τις νοημάτων ἐξυφαίνηται δύναμις· ἐξεφω νήθη μὲν γὰρ καὶ ὁ νόμος παρὰ Θεοῦ, πλὴν οὐ συντόνως ἐν ἀρχῇ διὰ τὴν τῶν παιδαγωγουμένων ἀσθένειαν, ἀλλ' ἰσχνοφώνως, ἵν' οὕτως εἴπω, καὶ οὐχ ὅλην ἔχων τὴν τοῦ σαλπίζοντος δύναμιν. διὸ δὴ καὶ βραδύγλωσσον ἑαυτὸν ὠνόμαζεν ὁ Μωυσῆς. προβαίνοντος δὲ τοῦ καιροῦ, καὶ ἐκ τῆς κατὰ τὸ γράμμα σκιᾶς εἰς πνευματικὴν ἀναφέροντος λατρείαν τοὺς πιστεύοντας εἰς Χριστὸν, ἰσχυρότεραι σφόδρα τῆς θείας σάλπιγγος ἐξέδραμον αἱ φωναὶ, τοῦ σωτηρίου τε καὶ εὐαγγελικοῦ κηρύγματος πᾶσαν τρόπον τινὰ περιη χοῦντος τὴν οἰκουμένην. οὐ γὰρ, καθάπερ ὁ λεπτοβόης τε καὶ σμικροκῆρυξ νόμος εἰς μόνην τὴν Ἰουδαίων ἠκούσθη χώραν, ἢ καὶ ἀπὸ ∆ὰν καὶ ἕως Βηρσαβεὲ κατηγγέλλετο, μᾶλλον δὲ "εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν," καθὰ γέγραπται. τί δὲ δὴ πάλιν ἐπὶ τούτοις; "Μωυσῆς "ἐλάλει, φησὶν, ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ." ∆ριμὺς ἔστω πάλιν τῶν εὐμαθεστέρων ὁ νοῦς, ἐπιτηρείτω δὲ ἀκριβῶς τὴν τοῖς θείοις λογίοις ἐνοῦσαν ἀσφάλειαν. λαλεῖ μὲν γὰρ ὁ Μωυσῆς, ἀποκρίνεται δὲ τούτῳ Θεὸς φωνῇ, οὐκ ἰδίᾳ πάντως φωνῇ, τοῦτο γὰρ οὐ φησὶν, ἀλλ' ἁπλῶς τε καὶ ἀπολελυμένως φωνῇ, τῇ διὰ κτύπου ῥημάτων ἀνθρω πινώτερον παραδόξως ἀποτελουμένῃ· περὶ τί γὰρ ἂν τῶν 1.382 ἔργων ἀτονήσαι Θεός; τί δ' οὐκ ἂν ἐξανύσῃ Θεὸς θελήσας, καὶ λίαν εὐκόλως; ἐλάλει τοιγαροῦν ὁ Μωυσῆς, ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ. καὶ ὁ μὲν τύπος ἐν τούτοις· ἴδωμεν δὲ τὴν ἀλήθειαν. ἔχεις τοιγαροῦν ἐν εὐαγγελίοις τοῖς ἁγίοις λαλοῦντα τὸν Κύριον "Πάτερ, δόξασόν σου τὸν Υἱὸν," ἀποκρινόμενον δὲ διὰ φωνῆς τὸν Πατέρα "Καὶ ἐδόξασα καὶ "πάλιν δοξάσω." οὐκ εἶναι δὲ τὴν φωνὴν ἀληθῶς τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Σωτὴρ ἔδειξεν, εἰπὼν τοῖς τὸ τηνικάδε παροῦσιν "Οὐ δι' ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι' ὑμᾶς·" ὁρᾷς ὅπως γεγενῆσθαι σαφῶς διισχυρίσατο τὴν φωνὴν, ἐπεὶ μὴ τῇ διὰ κτύπου κεχρῆσθαι φωνῇ τὴν θείαν οἴεσθαι φύσιν ἀκόλουθον, κἂν ταῖς ἡμετέραις συσχηματίζηται χρείαις, καὶ λαλῇ καθ' ἡμᾶς οἰκονομικῶς. Ταῦτα πάλιν ἡμῖν ἀναγκαίως εἰσεκομίσθη πρὸς τὸ παρὸν τῷ λόγῳ τὰ θεωρήματα· χρῆναι δὴ πάντως ἐλογισάμεθα τοῖς ἐντευξομένοις ἀληθεύοντα φαίνεσθαι τὸν Ἰησοῦν, ὅταν εὑρίσκηται λέγων πρὸς Ἰουδαίους περὶ τοῦ ἰδίου γεννήτορος Οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε οὔτε εἶδος αὐτοῦ ἑωράκατε, καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε. ὅτι δὲ πάλιν οἱ Φαρισαῖοι πρὸς ἐκτόπους ἀλαζονείας ἀναφυσώμενοι, τὸν θεῖον εἶναι σὺν αὐτοῖς τε καὶ ἐν αὐτοῖς ἐπλάττοντο λόγον, διά τε τοῦτο πρὸς ἀξιάγαστον ἐλάσαι σοφίαν ἀνοήτως διισχυρίζοντο, μαρτυ ρήσει καὶ αὐτὸ τὸ Πνεῦμα, Χριστοῦ διὰ τοῦ προφήτου λέγοντος Ἱερεμίου πρὸς αὐτούς "Πῶς ἐρεῖτε ὅτι σοφοί ἐσμεν "ἡμεῖς, καὶ ὁ λόγος Κυρίου μεθ' ἡμῶν ἐστίν; εἰς μάτην "ἐγενήθη σχοῖνος ψευδὴς γραμματεῦσιν, ᾐσχύνθησαν σο "φοὶ, ἐπτοήθησαν καὶ ἑάλωσαν, σοφία τίς ἐστιν ἐν αὐτοῖς; "ὅτι τὸν λόγον Κυρίου ἀπεδοκίμασαν." πῶς γὰρ τὸν ζῶντα καὶ ἐνυπόστατον τοῦ Θεοῦ Λόγον ἀποδοκιμάσαντες οὐχ 1.383 ἁλώσονται, τὴν εἰς αὐτὸν οὐ παραδεξάμενοι πίστιν, ἀλλὰ τὸν τοῦ Θεοῦ καὶ Πατρὸς ἀτιμάσαντες χαρακτῆρα, καὶ τὸ ἀληθέστατον ὥσπερ εἶδος αὐτοῦ, διὰ τῆς θεοπρεποῦς ἐξουσίας τε καὶ δυνάμεως θεωρῆσαι παραιτησάμενοι; καταληπτὴ γὰρ ἡμῖν οὐχ ἑτέρως κατὰ τὸ ἐνδεχόμενον ἡ θεία τε καὶ ἀπόῤ ῥητος φύσις, ἢ δι' ὧν ἐπιτελεῖ καὶ ἐργάζεται· διὰ γάρ τοι τοῦτο, καὶ ἀπὸ "μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως" ἐπὶ τὴν τοῦ γενεσιουργοῦ θεωρίαν ὁ μὲν Παῦλος ἡμᾶς ἰέναι προστάττει, ξεναγεῖ δὲ πάλιν εἰς τὴν ἐφ' ἑαυτῷ κατάληψιν ὁ Σωτήρ "Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, λέγων, μὴ "πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς "ἔργοις μου πιστεύετε." κατῃτιᾶτο δέ που καὶ λίαν εὐλόγως τὸν οἰκεῖον μαθητὴν, Φίλιππος οὗτος ἦν, ὡς ἑτέρως δύνασθαι πρὸς τὴν ἐπὶ τῷ Θεῷ καὶ Πατρὶ θεωρίαν ἐλθεῖν ἀζητήτως ὑποτοπήσαντα, καίτοι παρὸν ἐπ' ἐξουσίας αὐτῷ τὴν ἀπαρα ποίητον εἰκόνα κατασκέπτεσθαι, δεικνύουσαν ἀκριβῶς ἐν ἑαυτῇ τὸν γεννήσαντα· διὸ δὴ καὶ ἔφασκε "Τοσοῦτον "χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ "ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα." Ἐρευνᾶτε τὰς γραφὰς, ὅτι ἐν αὐταῖς δοκεῖτε ὑμεῖς ζωὴν αἰώνιον ἔχειν, καὶ αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ, καὶ οὐ θέλετε ἐλθεῖν πρὸς μὲ, ἵνα ζωὴν ἔχητε. Ἡ μὲν λεία καὶ ἱππήλατος τοῖς πολλοῖς καὶ τετριμμένη διάνοια τοῦ ῥητοῦ προστακτικῶς εἰρῆσθαι νομίζειν παρὰ τοῦ Σωτῆρος ἡμῶν πρὸς τοὺς Φαρισαίους ἀναπείθει, τὸ χρῆναι τὰς θείας ἐρευνῶντας γραφὰς τὰς περὶ αὐτοῦ μαρτυρίας πρὸς ζωὴν ἐρανίζεσθαι. ἐπειδὴ δὲ σύνδεσμον ἐν τῷ μεταξὺ θείς· φημὶ δὲ τό Καί· συνάπτει τό Οὐ θέλετε ἐλθεῖν πρὸς μὲ, δῆλος ἂν εἴη λοιπὸν ἕτερόν τι σημαίνων, συγγενὲς μὲν τοῖς εἰρη 1.384 μένοις, ἔχον δέ τι βραχὺ τὸ ἐξηλλαγμένον. εἰ γὰρ ἔδει νοεῖσθαι προστακτικῶς, πῶς οὐκ εἶναι φήσομεν ἀναγκαῖον κατὰ τόδε τὸ σχῆμα τυχὸν τὸ σύμπαν εἰπεῖν Ἐρευνᾶτε τὰς γραφὰς ὅτι ἐν αὐταῖς δοκεῖτε ὑμεῖς ζωὴν αἰώνιον ἔχειν καὶ αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· ἐρευνήσαντες δὲ ἔλθετε πρὸς μέ· ἀλλ' ὡς μὴ ἐθέλοντας ἐλθεῖν, καίτοι διὰ τῆς ἐρεύνης ἐπὶ τοῦτο χειραγωγουμένους καταιτιᾶται λέγων Καὶ οὐ θέλετε ἐλθεῖν πρὸς μέ. Ἀναγνωσόμεθα τοίνυν ἐπὶ τὸ χρησιμώτερον βλέποντες, καὶ τὸ τοῖς προαποδοθεῖσιν ἀκολουθοῦν, οὐ πάντως προσ τακτικῶς, ἀλλ' ὡς ἐν συνέσει μᾶλλον καὶ ὑποστιγμῇ. ἔσται δὲ πάλιν τοῦ προκειμένου τοιοῦτος ὁ νοῦς. ἐπειδὴ γὰρ ἐθεάσατο αὐτοὺς τρέχοντας ἐπὶ τὰ Μωυσέως ἀεὶ συγγράμ ματα, καὶ συλλέγοντας ἐκεῖθεν ἀπαιδεύτως τὰς τῶν ἀντι λογιῶν ἀφορμὰς, ζητοῦντας δὲ ἕτερον οὐδὲν, ἢ καὶ δεχομένους, ὅπερ ἂν αὐτοῖς τὸ χρῆναι πιστεύειν περιποιῇ· διὰ τοῦτο πάλιν ἀναγκαίως ἄχρηστον αὐτοῖς καὶ ἀνόνητον τὸν τῆς ἐπὶ τούτοις ἐρεύνης ἀποφαίνει πόνον, καὶ ὡς ἐπὶ μεγάλῳ τε καὶ ἐπωφελεστάτῳ πράγματι μεμελετήκασιν οὐ κατὰ λόγον κεχρῆσθαι τὸν πρέποντα διελέγχει σαφῶς. τί γὰρ εἰπέ μοι τὸ χρήσιμον, ὅτι τὰς μὲν θείας, φησὶν, ἐρευνᾶτε γραφὰς, οἰόμενοι δι' αὐτῶν εἰς αἰώνιον ἀναβήσεσθαι ζωήν· ἐπὰν δὲ ταύτας ἐμοὶ μαρτυρούσας εὑρίσκητε, καὶ ζωὴν ὀνομαζούσας ἐμὲ τὴν αἰώνιον, οὐ θέλετε ἐλθεῖν πρὸς μὲ ἵνα ζωὴν ἔχητε; οὐκοῦν ὅθεν ἔδει σώζεσθαι, φησὶν, ἐκεῖθεν τὰ μέγιστα τὰς ἑαυτῶν ζημιοῦντες οὐ νοεῖτε ψυχὰς, πρὸς μὲν μόνον τὸ ἀντι λέγειν ἐκ Μωυσαϊκῶν ἀκονώμενοι λόγων, τὰ δὲ ἐφ' οἷς ἦν ὑμᾶς τὴν αἰώνιον ἀποκερδαίνειν ζωὴν, οὐδ' ὅσον εἰς νοῦν τὸν ἑαυτῶν εἰσοικίζοντες. 1.385 Ὅτι δὲ πολὺς ἔν τε τῷ νόμῳ καὶ τοῖς ἁγίοις προφήταις ὁ λόγος περὶ τῆς κατὰ φύσιν ζωῆς, τουτέστι τοῦ Μονογενοῦς, πᾶσιν οἶμαι τοῖς φιλομαθέσιν ὑπάρχειν καταφανές. ∆όξαν παρὰ ἀνθρώπου οὐ λαμβάνω, ἀλλ' ἔγνωκα ὑμᾶς ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς. Αἰσθάνεται πάλιν, μᾶλλον δὲ ὁρᾷ θεοπρεπῶς, τὸ δυ σπειθὲς καὶ δυσήνιον τῶν Φαρισαίων καταδακνόμενον στῖφος, καὶ οὐ πάντως ἐφ' οἷς ᾐτιᾶτο τὰς θείας ὡς οὐ δεόντως ἐρευ νῶντας γραφὰς, ἀλλ' ἐπὶ τῷ μᾶλλον εἰπεῖν "Οὐ θέλετε "ἐλθεῖν πρὸς μέ." ἃ γὰρ αὐτοὶ νοσοῦσιν εὐκόλως, ταῦτα δύνασθαι κρατεῖν καὶ ἐπὶ τοῦ Σωτῆρος πιστεύουσιν· ᾤοντο γὰρ δὴ κατὰ τὸ εἰκὸς, ἐκ πολλῆς καὶ τοῦτο παθόντες ἀνοίας φιλαρχεῖν ἤδη κατ' αὐτῶν τὸν Κύριον, καὶ τὰς παρὰ πάντων τιμὰς ἑαυτῷ πραγματεύεσθαι θέλειν, διὰ τοῦ καλεῖν εἰς μαθητείαν αὐτούς. τοιαύτην τινὰ τὴν ὑπόνοιαν λαβόντες εἰς νοῦν, ἐκπεσεῖσθαι μὲν ὅσον οὐδέπω τῆς κατὰ τοῦ ἔθνους ἐξουσίας προσεδόκων αὐτοί· διεπρίοντο δὲ οὐ μικρῶς τὸν κληρονόμον ὁρῶντες ἀπαιτεῖν ἐθέλοντα τὸν τοῦ ἀμπελῶνος καρπόν. διὸ δὴ πάλιν, ὅσον ἧκεν εἰς ὀργὴν καὶ τοὺς ἐπὶ τοῖς εἰρημένοις φθόνους, μονονουχὶ λέγουσι τὸ ἐν ταῖς εὐαγ γελικαῖς παραβολαῖς "∆εῦτε ἀποκτείνωμεν αὐτὸν καὶ σχῶ "μεν τὴν κληρονομίαν αὐτοῦ." ἀναιρῶν τοιγαροῦν τὴν ἐξ εἰκαιότητος ἐν αὐτοῖς κατεσπαρμένην ὑπόνοιαν, καὶ τὰ ἐκ φθόνου καὶ βασκανίας προαποῤῥιζῶν βλαστήματα, γυμνῇ λέγει τῇ φωνῇ ∆όξαν παρὰ ἀνθρώπου οὐ λαμβάνω. οὐ γὰρ καλῶ, φησὶν, εἰς μαθητείαν τὴν παρ' ἐμοὶ τοὺς ἀκροω μένους, ἢ τὰς παρ' ὑμῶν ἢ τὰς παρ' ἑτέρων τιμὰς, καθάπερ ὑμεῖς, θηρώμενος, οὐδὲ τοῦτον τῆς διδασκαλίας ἀντικομι σαίμην ἂν τὸν μισθὸν, πληρεστάτην ἔχων τὴν δόξαν ἐξ 1.386 ἐμαυτοῦ, καὶ οὐχ ὑστερίζουσαν τῆς παρ' ὑμῶν, ἀλλ' εἴρηκα μὴ θέλειν ὑμᾶς ἔρχεσθαι πρὸς μὲ διὰ τὸ γνῶναι σαφῶς Ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς. ἔρημοι γὰρ ὄντες τῆς εἰς Θεὸν ἀγάπης, φησὶ, πῶς ἂν ἐφίκοισθε πρὸς μὲ τὸν ἐκ Θεοῦ πεφηνότα Θεὸν Μονογενῆ; Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβά νετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε. Ἵνα μὴ δοκοῖεν οἱ Φαρισαῖοι διαλοιδορεῖσθαι μάτην αὐτοῖς τὸν Κύριον, διὰ τοῦ λέγειν "Οὐκ ἔχετε τὴν ἀγάπην "τοῦ Θεοῦ ἐν ἑαυτοῖς," πρᾶγμα δεικνὺς ἀληθὲς τὸ εἰρημένον, παρατίθησιν εὐθὺς τοῖς ἀνωτέρω καὶ τοῦτο· ὅτι γὰρ, φησὶν, οὐ διαψεύδομαι τῆς πρὸς τὸ θεῖον ἀγάπης ἐρήμους ὑμᾶς ὑπάρχειν εἰπὼν, δι' ἑνὸς ὑμῖν παραστήσω πράγματος. ἐγὼ μὲν γὰρ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου· πάντα γὰρ εἰς δόξαν τοῦ Θεοῦ καὶ Πατρὸς ἐπείγεσθαι πράττειν ὑμᾶς ἀναπείθω· ἀλλὰ ταῖς ἀπειθείαις ἀπετινάξασθε μὲν τὸν ἄνωθεν ἥκοντα καὶ θεόθεν ὁρμώμενον· λήψεσθε δὲ πάντως· οἶδα γὰρ ὡς Θεὸς τὰ ἐσόμενα· τὸν ψευδώνυμον, οὐ τῷ Θεῷ καὶ τῷ Πατρὶ τὴν δόξαν ἀνατιθέντα, καὶ τὴν παρ' ὑμῶν ἀπαιτοῦντα πίστιν, ἀλλ' ὀνόματι τῷ ἰδίῳ πραγματευόμενον· ἐντεῦθεν, οἶμαι, συνεὶς καὶ ὁ μακάριος Παῦλος ἀληθές τι φησὶ περί τε τῶν Ἰουδαίων καὶ τοῦ τῆς ἀνομίας υἱοῦ "Ἀνθ' "ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι "αὐτοὺς, διὰ τοῦτο πέμπει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης "εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, ἵνα κριθῶσιν ἅπαντες "οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ' εὐδοκήσαντες τῇ "ἀδικίᾳ." ἀπόδειξις τοίνυν τοῦ μὴ λόγοις εἰκαίοις βεβλῆ 1.387 σθαι τοὺς Φαρισαίους παρὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τὸ εἰρημένον ἐστὶ, πράγματος ἐσομένου κατ' οἰκεῖον καιρὸν προ φητείαν εἰσφέρον. Πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες, τὴν δὲ δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε; Φιλαρχοῦντας ἤδη καὶ τὰς ἐξ ἀνθρώπων τιμὰς ποιου μένους περὶ πολλοῦ τοὺς Φαρισαίους ἐλέγχει, λεληθότως ὑπαινιττόμενος ὅτιπερ σφόδρα ποιοῦσι κακῶς, τὰ νοσήματα τῆς οἰκείας ψυχῆς περιτιθέντες ἀβούλως τῷ κατὰ μηδένα τρόπον νοσεῖν εἰδότι Θεῷ. εἶτα τῆς φιλοδοξίας ἀπρὶξ ἐχο μένους, δι' αὐτὴν τὰ κάλλιστα ζημιοῦσθαί φησι, τὴν πίστιν δὴ λέγων τὴν εἰς αὐτόν· ὅπερ δὴ καὶ ὁ Παῦλος ἡμῖν ὁρᾶται εἰπὼν σαφῶς "Εἰ γὰρ ἔτι, φησὶν, ἀνθρώποις ἤρεσκον, "Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην." πέφυκε τοίνυν ὥσπερ ἐξ ἀνάγκης συμβαίνειν τοῖς τὰς ἐξ ἀνθρώπων θηρωμένοις τιμὰς, τὸ τῆς ἄνωθεν ἀποπίπτειν δόξης καὶ παρὰ Θεοῦ τοῦ μόνου, καθά φησιν ὁ Σωτήρ. μόνον δὲ πάλιν φησὶ τὸν Θεὸν τοῖς τῶν ἐθνῶν ἀντιδιαστέλλων, καὶ οὐκ ἔξω τιθεὶς ἑαυτὸν τῆς τοῦ μόνου τιμῆς. ἀναβαίνει γὰρ, καθάπερ ἤδη πολλάκις εἰρή καμεν, εἰς μίαν θεότητος φύσιν τε καὶ δόξαν τῆς ἁγίας τε καὶ ὁμοουσίου Τριάδος τὸ πλήρωμα. Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωυσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. Φιλοδόξως μᾶλλον ἤπερ εὐσεβῶς διαζῆν ἐπείγεσθαι τοὺς Φαρισαίους εἰπὼν, διά τε τοῦτο πρὸς ἄμετρον ἀπείθειαν ἀποκλῖναι διδάξας, καὶ ἐξ αὐτοῦ φησι κατηγορηθήσεσθαι Μωυσέως, ἐφ' ᾧπερ ἦν ἔθος αὐτοῖς καὶ λίαν εὐτόνως ἀπο σεμνύνεσθαι. καὶ γοῦν λέγοντός ποτε τοῦ ἐκ γενετῆς τυφλοῦ 1.388 πρὸς αὐτοὺς περὶ Χριστοῦ "Μὴ καὶ ὑμεῖς θέλετε μαθηταὶ "αὐτοῦ γενέσθαι;" διαῤῥήδην εὐθὺς ἀνακεκραγότες φασί "Σὺ μαθητὴς εἶ ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωυσέως ἐσμὲν "μαθηταί." κατηγορήσει τοίνυν, φησὶ, καὶ αὐτὸς ὑμῶν ὁ Μωυσῆς, ἐφ' ᾧ πᾶσαν ἔθεσθε τὴν ἐλπίδα, καὶ τῆς ἐνούσης ὑμῖν ἀπονοίας καταβοήσει παρὰ Θεῷ μετὰ τῶν ἄλλων κατα φρονούμενος. καὶ οὐ δήπου νομιοῦμεν ἀνεγκλήτους εἶναι παρὰ Χριστῷ τοὺς ἀπειθοῦντας αὐτῷ, διὰ τὸ φάναι πρὸς Ἰουδαίους Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πα τέρα. τί γὰρ δὴ καὶ ἐροῦμεν, ὅταν ἀκούσωμεν αὐτοῦ λέγοντος "Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώ "πων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός "μου τοῦ ἐν τοῖς οὐρανοῖς· ὅστις δ' ἂν ἀρνήσηταί με ἔμ "προσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν "τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς;" ἆρ' οὐκ εὐλόγως ὑπονοήσομεν κατηγορηθήσεσθαί ποτε παρὰ τῷ Θεῷ καὶ Πατρὶ διὰ τῆς ἀρνήσεως, τοὺς οἷσπερ ἂν τοῦτο συμβαίνῃ διὰ Χριστοῦ; ἀλλ' ὑπάρχειν οἶμαι τοῦτο παντί τῳ σαφές. οὐκοῦν οὐκ ἐλεύθεροι τοῦ κατηγορεῖσθαι πάντως εἰσὶν Ἰου δαῖοι, διὰ μακρᾶς ἀπειθείας ἀρνησάμενοι τὸν Χριστὸν, ἀλλ' εὐφυέστατα πάλιν ὁ πρὸς αὐτοὺς ἔχει λόγος. ἐπειδὴ γὰρ τὰς παρ' αὐτοῦ νουθεσίας ἀποσειόμενοι, καὶ ἐν τῷ μηδενὶ κατατάττοντες λόγῳ τὴν θείαν τε καὶ οὐράνιον διδασκαλίαν αὐτοῦ, ἐπὶ τὸ χρῆναι φυλάττειν ἀεὶ τὰ Μωυσέως βαδίζουσιν, ὡς καὶ γυμνότερον ἤδη βοῶντας ὁρᾶσθαι "Ἡμεῖς οἴδαμεν "ὅτι Μωυσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν "πόθεν ἐστίν·" ἀναγκαίως δὴ σφόδρα καὶ εἰς αὐτὸν πλημ μελοῦντας ἐλέγχει τὸν ἐφ' ᾧ μεγαλαυχῶσι Μωυσέα, καὶ δεηθήσεσθαι μὲν μηδαμῶς ἑτέρου κατηγοροῦντός φησιν, ἐξαρκέσειν δὲ μόνον αὐτοῖς καὶ τὸν δι' ἐκείνου νόμον, δι' ὧν ἀπειθοῦσιν αὐτῷ πρὸς τὸ χρῆναι λοιπὸν εὐλόγως κατη 1.389 γορεῖσθαι πεσοῦσι, κἂν ἡ τοῦ κρίνοντος ἀργήσῃ φωνὴ, του τέστι Χριστοῦ. Εἰ γὰρ ἐπιστεύετε Μωυσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν. Ὑπὸ τοῦ πανσόφου Μωυσέως κατηγορηθήσεσθαι τοὺς Ἰουδαίους εἰπὼν, καὶ τὴν ἐπὶ ταῖς εἰς αὐτὸν ἀπειθείαις ὑπο μεῖναι γραφὴν, ἐπιφέρει καὶ ταῦτα χρησίμως τὸ μὴ μάτην αὐτοῖς ἐπισκῆψαι διδάσκων, ἢ καὶ ὡς ἄλλως τὴν ἐπὶ τῷ λοιδορεῖσθαι φιλεῖν ὑπόληψιν παραιτούμενος· πρᾶγμα γὰρ λέγων οὐ διεψευσμένον ὁρᾶται· Ἔστω τοίνυν, φησὶ, τοὺς ἐμοὺς ὅτι παρακρούεσθε λόγους, καρτερήσω καὶ ἀπειθούμε νος· καταδέξασθε Μωυσέα τὸν ἑαυτῶν· δότε τῷ παρ' ὑμῶν θαυμαζομένῳ τὴν πίστιν, καὶ γνώσεσθε πάντως, ὃν οὐκ εἰδότες ἀτιμάζετε· ἀναῤῥήξατε τοὺς τύπους ὠδίνοντας τὴν ἀλήθειαν. ἐγὼ γὰρ ἐν τοῖς ἐκείνου σκιαγραφοῦμαι βιβλίοις. οὐκοῦν καὶ αὐτὸς ὑμῶν κατηγορήσει, φησὶν, ὁ Μωυσῆς, ὅταν ἀπειθοῦντας ἴδῃ τοῖς περὶ ἐμοῦ συγγράμμασιν. Ἔδει μὲν οὖν ἴσως ἡμᾶς καὶ τὸν ἐν τοῖς προκειμένοις διερμηνεύσαντας νοῦν, ἰέναι πάλιν ἐπὶ τὰ ἐφεξῆς, ἐπιτρέ ψαντας τοῖς ὄντως φιλομαθέσιν ἀναζητεῖν τὰς ἐπὶ Χριστῷ διὰ Μωυσέως εἰκόνας. πλήρη μὲν γὰρ τῶν εἰρημένων τὰ ἐκείνου συγγράμματα, καὶ πολὺς ὁ λόγος ὁ παρ' αὐτῷ· δυσχερείας δ' οὖν ὅμως τῆς εἰς τὸ συνιέναι μεστὸς, λεπτῶν δὲ σφόδρα καὶ κεκρυμμένων θεωρημάτων ἀνάπλεως. ἵνα δὲ μὴ δοκῶμεν ὄκνῳ μὲν τὸ κρατεῖν ἐπιτρέψαι, ἱδρῶτα δὲ οὕτω τὸν ἀξιάγαστον οὐκ εὐλόγως ἀναδύεσθαι, περιτιθέντες ἁπλῶς τοῖς Μωυσαϊκοῖς συγγράμμασι τὴν δυσχέρειαν, ἑαυτοὺς καὶ πρὸς τοῦτο καθήσομεν, τὸ γεγραμμένον εἰδότες "Κύριος 1.390 "δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ·" μακροῦ δὲ ὄντος τοῦ περὶ τούτων λόγου, καθάπερ εἰρήκαμεν, καὶ διὰ πολλῶν σχημάτων τοῦ πανσόφου Μωυσέως τὸ ἐπὶ Χριστῷ προανατυποῦντος μυστήριον, οὐκ ἀμέτρητόν τινα τοῖς ἐντευ ξομένοις ἐπισωρεύειν ὄχλον οἰησόμεθα δεῖν, ἀλλ' ἓν ἑλόντες ἐκ πάντων, σαφῆ τὴν ἀπόδειξιν ποιεῖσθαι σπουδάσομεν, ὅτι τοῦ Σωτῆρος ἡμῶν ἀληθὴς ἦν ὁ λόγος, ὃν ἐποιεῖτο πρὸς Ἰουδαίους εἰπών Εἰ ἐπιστεύετε Μωυσεῖ ἐπιστεύετε ἂν ἐμοὶ, περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.

1.391 ΚΕΦΑΛΗ Γ. Ὅτι τοῦ Σωτῆρος τὴν ἄφιξιν ἐσήμαινεν ὁ Μωυσῆς. Ἐκ τοῦ ∆ευτερονομίου περὶ Χριστοῦ. "ΠΡΟΦΗΤΗΝ ὑμῖν ἐκ τῶν ἀδελφῶν σου ὡς ἐμὲ ἀνα "στήσει σοι Κύριος ὁ Θεός σου, αὐτοῦ ἀκούσεσθε. κατὰ "πάντα ὅσα ᾐτήσω παρὰ τοῦ Κυρίου τοῦ Θεοῦ σου ἐν "Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας λέγοντες Οὐ προσθήσομεν "ἀκοῦσαι τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν, καὶ τὸ πῦρ τὸ "μέγα τοῦτο οὐκ ὀψόμεθα ἔτι, οὐδὲ μὴ ἀποθάνωμεν· καὶ "εἶπε Κύριος πρὸς μέ Ὀρθῶς πάντα ὅσα ἐλάλησαν· προ "φήτην ἀναστήσω αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ "σὲ, καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ "λαλήσει αὐτοῖς καθότι ἂν ἐντείλωμαι αὐτῷ· καὶ ἄνθρωπος "ὃς ἂν μὴ ἀκούσῃ ὅσα ἂν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ "ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ." ἐπανάληψίν τινα καὶ ἀνακεφαλαίωσιν τῶν Μωυσαϊκῶν βιβλίων τὸ ∆ευτερο νόμιον ἔχει· διὸ δὴ τύπον ἐξ αὐτοῦ καὶ εἰκόνα τὴν ἐκ νομικῆς ἱερουργίας οὐκ ἔνεστιν ἑλόντας εἰπεῖν. ὅμως ἐπείπερ ἀσυνετεῖν οὐκ εἰθίσμεθα πάντα νοοῦντες ὀρθῶς διὰ Χριστὸν, τοῖς ἐντευξομένοις ἐροῦμεν, καὶ τὸν ἐν τοῖς προκειμένοις ἀναμοχλεύοντες νοῦν Ἰδοὺ δὴ πάλιν ἀκατακαλύπτως ἡμῖν τὸ ἐπὶ Χριστῷ λαλεῖται μυστήριον, ἐξ ὁμοιότητος τῆς κατὰ Μωυσέα διὰ λεπτοτάτης θεωρίας ἐντέχνως μεταπλαττόμενον. 1.392 "Προφήτην γὰρ ὑμῖν ἀναστήσει, φησὶ, Κύριος ὁ Θεὸς ὑμῶν "ἐκ τῶν ἀδελφῶν σου ὡς ἐμέ·" διερμηνεύων δὲ αὐτὸς, καὶ μάλα γοργῶς, ὁποίαν ἡμῖν εἰσφέρει τὴν ἐξ εἰκονισμοῦ τοῦ κατ' αὐτὸν θεωρίαν τὸ διηγγελμένον, ἐπιφέρει σαφῶς "Κατὰ "πάντα ὅσα ᾐτήσω παρὰ Κυρίου τοῦ Θεοῦ σου ἐν τῷ ὄρει "Σινᾷ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας λέγοντες Οὐ προσθήσομεν "ἀκοῦσαι τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν, καὶ τὸ πῦρ τὸ "μέγα τοῦτο οὐκ ὀψόμεθα ἔτι, καὶ οὐ μὴ ἀποθάνωμεν." ἑαυτὸν μὲν γὰρ τὸ τηνικάδε μεσίτην εἰρῆσθαι διισχυρίζεται, τοῖς ὑπὲρ τὴν φύσιν προσβαλεῖν ἀτονούσης ἔτι τῆς Ἰουδαίων Συναγωγῆς, καὶ τὰ ὑπὲρ δύναμιν διὰ τοῦτο σωφρόνως παραι τουμένης. τοῦτο δὲ ἦν θεοπτία δηλονότι, ταῖς οὐκ ἐξ ἔθους φαντασίαις τὴν ὄψιν ξενίζουσα, καὶ σαλπίγγων ὑπερφυῆ καὶ ἀφόρητα τοῖς ἀκροωμένοις ἀπηχήματα. Οὐκοῦν ἀσθενείας μὲν τοῖς τὸ τηνικάδε φάρμακα ἡ Μωυ σέως ἀνεδείκνυτο μεσιτεία, διακονοῦντος τῇ συναγωγῇ τὰ θεόθεν τεθεσπισμένα. μεταλήψῃ δὲ πάλιν τὸν τύπον ἐπὶ τὴν ἀλήθειαν, καὶ τὸν μεσίτην Θεοῦ καὶ ἀνθρώπων διὰ τούτων ἐννοήσεις Χριστὸν, διακονοῦντα τοῖς εὐμαθεστέροις διὰ φω νῆς ἀνθρωπίνης, ὅτε δι' ἡμᾶς ἐκ γυναικὸς ἐγεννήθη, τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἀπόῤῥητον θέλησιν, γνωριζομένην αὐτῷ δὴ καὶ μόνῳ, καθὸ καὶ Υἱὸς ἐξ αὐτοῦ καὶ σοφία νοεῖται πάντα εἰδὼς "καὶ τὰ βάθη τοῦ Θεοῦ." ἐπειδὴ γὰρ τοῖς τοῦ σώματος ὀφθαλμοῖς οὐκ ἦν ἀκράτῳ καὶ γυμνῇ προσβαλεῖν τῇ θείᾳ τε καὶ ἀῤῥήτῳ δόξῃ τῆς τὰ πάντα ὑπερκειμένης οὐσίας· "Οὐδεὶς γὰρ ὄψεται τὸ πρόσωπόν μου, φησὶ, καὶ "ζήσεται·" ἀναγκαίως ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος ταῖς ἡμετέραις ἀσθενείαις συνεσχηματίζετο, τὸ ἀνθρώπινον δὴ τοῦτο κατὰ τὸν ἄῤῥητον τῆς οἰκονομίας λόγον ἠμφιεσμένος σῶμα, καὶ τὴν ἄνωθεν ἡμῖν, τουτέστι τοῦ Θεοῦ καὶ Πατρὸς, φανερὰν ἐποιεῖτο βουλὴν, λέγων "Πάντα ὅσα ἤκουσα παρὰ 1.393 "τοῦ Πατρὸς, ταῦτα ἀναγγελῶ ὑμῖν·" καὶ πάλιν "Ὅτι "ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ' ὁ πέμψας με Πατὴρ "αὐτός μοι ἐντολὴν δέδωκε τί εἴπω καὶ τί λαλήσω." οὐκ οῦν κατὰ μὲν τὴν τῆς μεσιτείας εἰκόνα, τύπος ἂν νοοῖτο Χριστοῦ καὶ πάλαι Μωυσῆς, τὰ θεόθεν διωρισμένα τοῖς υἱοῖς Ἰσραὴλ εὖ δὴ καὶ μάλα διακονούμενος· ἀλλ' ἡ μὲν Μωυσέως μεσιτεία διακονικὴ, ἐλευθέρα δὲ ἡ διὰ Χριστοῦ καὶ μυστικωτέρα, φυσικῶς τῶν μεσιτευομένων ἐπιθιγγάνοντος, καὶ πρὸς ἄμφω διήκοντος, τήν τε μεσιτευομένην ἀνθρωπό τητά φημι, καὶ Πατέρα Θεόν. Ἦν μὲν γὰρ φύσει Θεὸς ὡς ἐκ Θεοῦ Μονογενὴς, οἱονεὶ τῆς τοῦ γεννήσαντος οὐ κεχωρισμένος οὐσίας, καὶ αὐτῇ προσπεφυκὼς, καθὸ νοεῖται καὶ ἐξ αὐτῆς· ἦν δὲ καὶ ἄνθρω πος, καθὸ γέγονε σὰρξ ἑαυτὸν ἡμῖν ἐξομοιῶν, ἵνα δι' αὐτοῦ συνάπτηται Θεῷ τὸ πολὺ κατὰ φύσιν διῃρημένον. ὅταν οὖν λέγῃ Μωυσῆς "ἀναστήσει Κύριος ὑμῖν προφήτην ὡς ἐμὲ," νοήσεις οὐχ ἑτέρως, ἢ ὅνπερ τρόπον ἀρτίως εἰρήκαμεν· ἐπεὶ καὶ αὐτὸς τὸν ἐπὶ τούτῳ λόγον ἐπισφραγίζει λέγων ὁ Θεός "̓Ορθῶς πάντα ὅσα ἐλάλησαν, προφήτην αὐτοῖς ἀναστήσω "ὥσπερ σὲ, καὶ θήσω τὰ ῥήματά μου ἐπ' αὐτῷ, καὶ λαλήσει "αὐτοῖς κατὰ πάντα ὅσα ἂν ἐντείλωμαι αὐτῷ." "φέρει γὰρ "τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως" ὁ Υἱὸς, ὡς ὁ Παῦλός φησι, καὶ τὰς τοῦ Πατρὸς ἡμῖν ἀναγγέλλει φωνὰς, ἅτε δὴ παρ' αὐτοῦ μεσίτης κεχειροτονημένος, κατὰ τὸ ἐν ψαλμοῖς ᾀδόμενον, ὡς ἐξ αὐτοῦ τοῦ Χριστοῦ "Ἐγὼ δὲ κατεστάθην "βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγ "γέλλων τὸ πρόσταγμα Κυρίου." Εἰ δέ τῳ δοκεῖ καὶ ἐξ ἑτέρων ἐννοιῶν ἐπὶ τὸν τῆς ὁμοιό τητος ἀναβιβάζεσθαι τρόπον, ἐκλήψεται μὲν νομοθέτην τό Ὡς ἐμὲ, καὶ παροίσει πρὸς ἀπόδειξιν τό "Ἐῤῥέθη τοῖς 1.394 "ἀρχαίοις Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν" Οὐκ ἐπιθυ μήσεις. ἐκλήψεται δὲ πάλιν ὁμοίως τό Ὡς ἐμὲ, χειραγωγὸν οἱονεί τινα καὶ καθηγούμενον λέγων, εἰς τὸ δύνασθαι νοεῖν τὰ ἐν θελήσει Πατρὸς καὶ δι' ὧν ἂν γένοιτο τῆς εἰς οὐρανοὺς βασιλείας ἡ ὁδὸς ἱππήλατος· ὥσπερ οὖν ἀμέλει καὶ τοῖς ἀρχαιοτέροις ὁ μακάριος Μωυσῆς τῆς διὰ νόμου παιδαγω γίας διδάσκαλος ἀνεφαίνετο, πανταχῆ τοῖς ἰδίοις ἐπιτιθεὶς λόγοις τό "Ἵνα πολὺν ζήσῃς χρόνον, καὶ εἰσάξῃ σε Κύριος ὁ "Θεός σου εἰς τὴν γῆν ἣν ὤμοσε τοῖς πατράσι σου." ἐπειδὴ δὲ τοῖς εἰρημένοις ἐπήνεγκε "Καὶ ἄνθρωπος ὃς ἂν μὴ "ἀκούσῃ ὅσα ἂν λαλήσῃ ὁ προφήτης ἐκεῖνος ἐπὶ τῷ ὀνό "ματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ," ἀμαθαίνοντες Ἰουδαῖοι, καὶ πρὸς ἐσχάτην δυσηκοΐαν τὸν οἰκεῖον ἀποτραχύνοντες νοῦν, αὐτόκλητον ἤδη βλεπέτωσαν ταῖς ἑαυτῶν κεφαλαῖς ἐπαντλοῦντες τὸν ὄλεθρον· ἔσονται γὰρ ὑπὸ θείαν ὀργὴν, ὀψώνια τῆς εἰς Χριστὸν παροινίας τὸ ἐν ὁλοκλήρῳ τῶν ἀγαθῶν ζημίᾳ γενέσθαι λαμβάνοντες· Εἰ γὰρ ἐπίστευον Μωυσεῖ, ἐπίστευον ἂν τῷ Χριστῷ· περὶ γὰρ αὐτοῦ ἐκεῖνος ἔγραψεν. Εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύετε; Πολλὴν ἄν τῳ δόξαι καὶ λίαν εἰκότως ὁ λόγος ἔχειν τὴν ἀσάφειαν. οἰχήσεται γὰρ καὶ οὐκ ἀπὸ σκοποῦ πρὸς ὑπονοίας οὐκ ἀληθεῖς, ὑπερκεῖσθαι τὰς Μωυσέως συγγραφὰς τῶν τοῦ Σωτῆρος ῥημάτων ὑπολαβών· ἔχει γάρ τινα τοιοῦτον ὁ λόγος τὸν σχηματισμὸν, καὶ ὅσον ἔστιν οὐκ ἐξ ἀκριβοῦς θεωρίας ἑλόντας εἰπεῖν, ἀξιολογωτέραν τῶν τοῦ Σωτῆρος ῥημάτων τοῖς Μωυσαϊκοῖς συγγράμμασιν ἐκπορίζει τὴν ὑπόληψιν. διὰ γὰρ τοῦ λέγειν Εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, 1.395 πῶς τοῖς ἐμοῖς ῥήμασιν πιστεύετε; τὸ ἐν ἀμείνοσι κεῖσθαι τὰς ἐκείνου συγγραφὰς, ἢ ἐν οἷς ἂν εἶεν οἱ παρ' αὐτοῦ λόγοι, δίδωσί πως ἐννοεῖν· ἀλλ' αὐτὴ τοῦ πράγματος ἡ φύσις τῆς ἐσχάτης εὐηθείας ἀνάπλεων τὴν οὕτως ἀπίθανον ἐπιδείξει διάνοιαν. πῶς γὰρ ἂν νοοῖτο τὰ Μωυσέως γράμματα τῶν τοῦ Σωτῆρος διενεγκόντα ῥημάτων, ὅπου τύποι μὲν ἦσαν τὰ δι' ἐκείνου καὶ σκιαὶ, ἀλήθεια δὲ τὰ διὰ Χριστοῦ; καὶ μακρὸν μὲν ἦν ἴσως οὐ χαλεπὸν ἐπὶ τούτῳ δαπανῆσαι λόγον· τὰ δὲ λίαν ἐναργῆ καὶ οὐ θύραθεν, ἀλλ' ἐξ ἑαυτῶν τοὺς ἐλέγχους λαμβάνοντα, περιττὸν οἶμαι λέγειν, ὡς οὐκ ἂν ἔχοι κακῶς ἢ καλῶς. τί γὰρ ἄν τις τοῖς τοιούτοις ἐπιδιατρίψαι λεπτομυθῶν; καὶ τὰ μηδαμόθεν δυσχερῆ κατακερματίζων εἰς οὐκ εὐκαίρους πολυλογίας; Ἔχει τοίνυν τὸ διὰ τοῦ Σωτῆρος λεγόμενον τοιοῦτόν τινα νοῦν. εἰ νόμον, φησὶ, τὸν διὰ Μωυσέως ἔχοντες γεγραμμένον, ἄνω τε καὶ κάτω τὰ ἐκείνου μελετῶντες γράμματα παρ' οὐδὲν ποιεῖσθε τὴν ἐπ' αὐτοῖς παράβασιν, ἐκτόπῳ λήθῃ βαπτίζοντες τὸ πολλάκις ἀνεγνωσμένον, πῶς ἂν γένοισθε περὶ τοὺς ἐμοὺς εὐγνωμονέστεροι λόγους, ἢ πῶς ἂν ἑτοιμότεροί τε καὶ εὐπει θέστεροι πρὸς τὰς ἐμὰς ἀναφανεῖσθε φωνὰς, οὐ πολλάκις οὐδὲ ἀεὶ προσεδρεύοντες, ἀλλ' ὡς ἐκ παραδρομῆς ἀκροώ μενοι, καὶ μόνον ἅπαξ ἔσθ' ὅτε ταῖς τοῦ σώματος ἀκοαῖς εἰσοικίζοντες; ἢ γὰρ κατὰ τὸ σχῆμα τόδε τοῖς εἰρημένοις προσβαλεῖς, ἢ ἑτέρως ἐπαθρήσεις· χρηστομαθὴς γὰρ λίαν ἡ ἐν τούτοις περιεργία καὶ ζήτησις. οὐκοῦν τὰ μὲν Μωυσέως γράμματα, παιδαγωγίαν τινὰ καὶ τὸν διὰ τύπου σχημα τισμὸν τῶν ἐπὶ Χριστῷ μυστηρίων εἰσφέρει, καὶ οἱονεὶ στοι χεῖά τινα τῆς περὶ αὐτοῦ γνώσεως, τὰ ἐν ἐκείνῳ σκιαγρα φούμενα, ἃ καὶ διὰ τῶν ἤδη προεξητασμένων πλατύτερον ἐπεδείξαμεν. τέλος δὲ παιδεύσεως νομικῆς ὁ Χριστὸς, κατὰ 1.396 τὸ γεγραμμένον "Πλήρωμα νόμου καὶ προφητῶν ὁ Χρι "στός." οἱ τοίνυν, φησὶ, "τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν "λόγων τοῦ Θεοῦ" μὴ παραδεξάμενοι, καὶ τὸν δι' ἐμφα νεστέρου τοῦ γράμματος χειραγωγοῦντα νόμον ταῖς εὐηθείαις ἐξωθούμενοι, πῶς ἂν ἔτι τῆς τελειοτέρας ἐφίκοιντο γνώσεως; ἢ πῶς ἂν αὐτοῖς εὐπαράδεκτον ἔτι τὸ μεῖζον, χωρηθέντος οὐδαμῶς τοῦ μικροῦ τε καὶ ὑποβεβηκότος;

1.397 ΚΕΦΑΛΗ ∆. Ὅτι πολλάκις αἱ Χριστοῦ μεταβάσεις ἀπὸ τῆς Ἱερουσαλὴμ τὸ μετατεθήσεσθαι τὴν χάριν ἐπὶ τὰ ἔθνη δηλοῦσιν· ἐν ταὐτῷ δὲ καὶ λόγος περὶ τῶν πέντε ἄρτων τῶν κριθίνων καὶ τῶν δύο ὀψαρίων. Καὶ μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Τιβεριάδος. ΠΡΩΤΟΝ ἐκεῖνο χρῆναι τοῖς ἀκροωμένοις εἰπεῖν ὑπολαμ βάνω ἀναγκαῖον, ὅτι τὰς ἐκ τῶν Ἱεροσολύμων μεταβάσεις ὁ Κύριος οὐ δίχα τινὸς ἀναγκαιοτάτης αἰτίας ὁρᾶται ποιῶν· οἰκονομεῖ δέ τι σχεδὸν ἐφ' ἑκάστῃ, καὶ ἐν τῇ τῶν πραγμά των φύσει, καθάπερ ἐν πίνακι, καταγράφει μυστήρια. ὁποῖος μὲν οὖν τῆς μεταστάσεως ὁ σκοπὸς, καὶ τί τὸ ἐντεῦθεν ὑπο δηλούμενον, ἐν οἰκείῳ καιρῷ καταφανὲς καταστήσομεν, ἐκβε βηκότων εἰς πέρας τῶν προκειμένων ἡμῖν κεφαλαίων· ἕκαστα γὰρ διελόντες κατὰ βραχὺ, καὶ τὸ ἐκ τῶν γραμμάτων διερ μηνεύσαντες χρήσιμον, οὕτω τε τοῖς ἐντευξομένοις παρα θέντες εἰς νόησιν, τελευταίαν ἐποίσομεν τὴν ἐπὶ τῷ παντὶ θεωρίαν τὰ πολυμερῶς εἰρημένα κεφαλαιωδέστερον ἐπιτέμ νοντες· ὃ δὲ νῦν ἐν χερσὶν ὑπάρχει, τοῦτο καὶ πρῶτον εἰπεῖν οἰήσομαι δεῖν. Μετὰ ταῦτά φησιν ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Τιβεριάδος. μετὰ ποῖα ταῦτα, ζητητέον οὐ παρειμένως. παράδοξος τοίνυν ἐν τοῖς Ἱεροσολύμοις ἰατρὸς ἀνεδείχθη 1.398 Χριστός· τεθεράπευκεν ἄνθρωπον "τριάκοντα καὶ ὀκτὼ ἔτη "ἔχοντα ἐν τῇ ἀσθενείᾳ αὐτοῦ," οὐ φάρμακον ἐπιθεὶς, οὐ νοσημάτων ἀποκρουστικὸν ἐπινοήσας βοήθημα, λόγῳ δὲ μᾶλλον, ὡς Θεὸς, ἐξουσίᾳ παντουργῷ καὶ θεοπρεπεῖ τῷ νεύματι· "Ἐγερθεὶς γὰρ, φησὶν, ἆρον τὸ κλινίδιόν σου, καὶ "ὕπαγε εἰς τὸν οἶκόν σου." ἐπειδὴ δὲ σάββατον ἦν, χαλε παίνουσιν ἀμαθῶς οἱ τὴν παχύτητα νοσοῦντες τοῦ γράμματος Ἰουδαῖοι, οἱ πλέον ἢ ἐκεῖνος ταῖς συντρόφοις αὐτῶν ἀλογίαις συνδεδεμένοι, οἱ πάντων ὁμοῦ τῶν ἀγαθῶν ἀδρανῆ νοσοῦντες ἀργίαν, οἱ παράλυτοι τὸν νοῦν, καὶ τὴν ἕξιν ἐκλελυμένοι, πρὸς οὓς ἂν εἰκότως καὶ λέγοιτο "Ἰσχύσατε χεῖρες ἀνει "μέναι καὶ γόνατα παραλελυμένα." χαλεπαίνουσι δὲ, τὴν ὀφειλομένην τῷ σαββάτῳ τιμὴν χρῆναι λέγοντες καὶ παρ' αὐτοῦ τοῦ νομοθέτου φυλάττεσθαι· καταδικάζουσιν ὡς παρα βαίνοντος τοῦ Χριστοῦ, τὸ γεγραμμένον εἰς νοῦν οὐ δεχό μενοι "Ἀσεβὴς ὁ λέγων βασιλεῖ Παρανομεῖς." ἐπὶ τούτοις ἔλεγχοι μὲν ἦσαν παρὰ τοῦ Σωτῆρος δριμεῖς· λόγος δὲ διεσκευάζετο πολύς τε καὶ μακρὸς, ὅτι τυπικῶς τοῖς ἀρχαιο τέροις ἡ κατὰ τὸ σάββατον ἀργία νενομοθέτητο, καὶ ὅτι "Κύριός ἐστι τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου." ἀλλ' οἱ πρὸς μηδὲν μὲν τῶν ἀγαθῶν ἐπιτήδειοι, πρὸς δὲ πάσας ἑτοιμότατοι δυστροπίας καταστασιάζουσι τοῦ διδάσκοντος ἅπερ ἔδει μαθεῖν, καὶ φονῶσιν ἤδη κατὰ τοῦ σοφοῦν ἐθέ λοντος, "πονηρὰ, κατὰ τὸ γεγραμμένον, ἀντὶ ἀγαθῶν" ἀπο διδόντες αὐτῷ. Μετὰ τοίνυν ταῦτα τὰ πεπραγμένα τε καὶ εἰρημένα ἀπανί σταται τῶν Ἱεροσολύμων ὡς ἐξ ἀνάγκης ὁ Κύριος, καὶ ἐπείπερ ἦν ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων, ὡς ὀλίγον ἐν τοῖς ἐφεξῆς εὑρήσομεν, καὶ αὐτὴν διέπλευσε τὴν Τιβεριάδος 1.399 θάλασσαν, ἤτοι λίμνην οὕτω καλουμένην ἐν τῇ χώρᾳ τῶν Ἰουδαίων. ἐπειδὴ δὲ τὸ δὴ μάλιστα κατασοβῆσαν αὐτὸν, καὶ μεταχωρεῖν ἀναπεπεικὸς εἰς ἑτέρους τε οἴχεσθαι τόπους καὶ τοσοῦτον τῆς Ἱερουσαλὴμ ἀπεσχοινισμένους, ἐκεῖνο δὴ μά λιστα ὑπάρχειν ἀρτίως εἰρήκαμεν, τὸ ἐγγὺς εἶναι τὸ πάσχα τῶν Ἰουδαίων· δεικνύναι πρέπειν ὑπολαμβάνω, καλῶς δὴ λίαν τὸ ἐν τοῖς Ἱεροσολύμοις εὑρίσκεσθαι κατ' ἐκεῖνο καιροῦ παραιτησάμενον τὸν Ἰησοῦν. Οὐκοῦν νόμος ὁ διὰ Μωυσέως ἀπὸ πάσης τῆς περιοικίδος ἀνατρέχειν εἰς Ἱεροσόλυμα τοὺς Ἰουδαίους ἐκέλευεν, ἐκεῖ τὴν ἐν τύπῳ τῆς σκηνοπηγίας ἐπιτελέσοντας ἑορτήν. καὶ νοήσει μὲν ἐντεῦθεν ὁ πνευματικὸς τὴν ἁπάντων τῶν ἁγίων ἐπισυναγωγὴν εἰς Χριστὸν, ὅτε δὴ καὶ ἀπὸ πάσης τῆς οἰκουμένης μετὰ τὴν τῶν νεκρῶν ἀναβίωσιν εἰς τὴν ἄνω συνενεχθήσονται πόλιν τὴν ἐπουράνιον Ἱερουσαλὴμ, ἀναθή σοντες ἐκεῖσε τὰ χαριστήρια τῆς σκηνοπηγίας τῆς ἀληθοῦς, τουτέστι τῆς τῶν σωμάτων συμπήξεώς τε καὶ διαμονῆς, λελυμένης δηλονότι τῆς φθορᾶς, καὶ τοῦ θανάτου πεσόντος εἰς θάνατον. τὸ δὲ ὅσον εἰπεῖν εἰς τὸ ἐκ τῆς ἱστορίας γενέσθαι πεφυκὸς, ἀριθμὸν οὐκ ᾔδει τῶν ἀναβαινόντων εἰς Ἱερουσαλὴμ ἡ πληθὺς, καὶ ἦν δὴ μάλιστα κατ' ἐκεῖνο καιροῦ πολλὰ δύνασθαι τοὺς Φαρισαίους εἰκὸς, συναγορεύειν τῷ νόμῳ προσποιουμένους, καὶ ὡς ἐν πλήθει τοσούτῳ κατα βοῶντας τοῦ παραβαίνοντος, ἢ καὶ παραβαίνειν οἰηθέντος αὐτοῖς. οὐδὲν γὰρ ὅλως τὸ χαλεπὸν, τὸν ἀμέτρητον τῶν ἀγελαίων ἀναῤῥιπίζειν ἑσμὸν, ὅταν τις αὐτὸν ἠδικῆσθαι λέγῃ καὶ παροτρύνειν ἐπιχειρῇ καὶ κατὰ τῶν λυπούντων οὐδέν· ὕδατος γὰρ δίκην, ἢ καὶ πυρὸς ἀδιακρίτοις καὶ ἀπρο βουλεύτοις ὁρμαῖς διαῤῥιπτεῖται πανταχῆ, καὶ πρὸς ἅπαντα 1.400 χωρεῖ τὰ παθεῖν ἀνεχόμενα. ταῦτα τοίνυν οὐκ ἀγνοήσας ὁ Κύριος ὑπεκκλέπτει μὲν τῆς Ἱερουσαλὴμ ἅμα τοῖς μαθηταῖς ἑαυτὸν, ἀφικνεῖται δὲ τῆς θαλάσσης πέραν τῆς Τιβεριάδος· ὅτι δὲ φονῶντας παραιτεῖται τοὺς Ἰουδαίους, καλῶς δὴ μάλα ποιῶν, εἰσόμεθα πάλιν καὶ διὰ τούτων. λέγει γὰρ αὐτὸς ὁ μακάριος Εὐαγγελιστής "Καὶ μετὰ ταῦτα περιεπάτει ὁ "̓Ιησοῦς ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ "περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι." Ὅτι μὲν οὖν παραιτεῖται τὸ ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ἵνα μὴ πρόωρον ὑπομείνῃ τὸν θάνατον, συγκατανεύσω, φησὶν, ἐρεῖ τις τυχὸν, ἀλλ' εἰ καὶ φεύγει τὴν ἑορτὴν, οὔπω μαν θάνω. οὐκοῦν οἱ μὲν νομισθέντες ἀδελφοὶ προσίασι λέγοντες ἐν τῇ Γαλιλαίᾳ τῷ Χριστῷ "Ἀνάβηθι ἐντεῦθεν καὶ ὕπαγε "εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου βλέπωσι τὰ "σημεῖα ἃ ποιεῖς." πρὸς αὐτοὺς δὲ ὁ Κύριος "Ὑμεῖς ἀνά "βητε εἰς τὴν ἑορτὴν, ἐγὼ οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν "ταύτην, ὅτι ὁ ἐμὸς καιρὸς οὔπω πεπλήρωται." Πρόδηλον οὖν ἄρα καὶ σαφὲς, ὅτι τῶν Ἱεροσολύμων ἐκκεχώρηκεν ὁ Σωτὴρ, οὐκ αὐθαίρετον τὴν ὡς ἐξ ἐκεῖθεν ἀποδημίαν στειλάμενος, ἀλλὰ καὶ τὰς τῶν ἀπειθούντων βδελυρίας ἐκμυσαττόμενος, καὶ τῶν διωκόντων τὴν ἀγριότητα τῆς εὐστοχίας περιπλανῶν, καὶ τέχνῃ τοῦ φθόνου τὸ βέλος ἀποκρουόμενος. ὑπεκνεύει δὲ πάλιν, καίτοι παθεῖν ἰσχύων οὐδὲν, εἴ γε καὶ παρῆν, ἵνα τύπον ἡμῖν ἀναγράψῃ καλὸν, οὐ δειλίας μᾶλλον, ἀλλ' εὐλαβείας καὶ ἀγάπης τῆς εἰς τὸν πέλας. εἰσόμεθα γὰρ, ὡς ἐκ τύπου πρὸς ἐπίγνωσιν χρη σίμου χειραγωγούμενοι πράγματος, ὅτι διωκόντων ἡμᾶς τῶν ἐχθρῶν, καὶ εἰ μηδὲν ὁρῷτο παντελῶς ἐν τῷ παρεῖναι τὸ βλάβος, ἀλλ' ἐξιστάμενοί πως, καὶ διὰ τούτου σοφιζόμενοι τὰς τῶν ἐφόδων ἀκμὰς, ὑπεκτρέχοντές τε τὸ παραυτίκα θερμὸν, ἐξήβοις ἤδη περιτευξόμεθα ταῖς τῶν ἀδικούντων 1.401 ὀργαῖς, καὶ τὸ θράσος τῆς καθ' ἑαυτῶν πλεονεξίας ὑπο τεμνόμεθα, ὠφελοῦντες μᾶλλον τοὺς οἵπερ ἂν γένοιντο περὶ ἡμᾶς οὐκ ἀγαθοὶ, καὶ ἀδίκως, ἤπερ ὠφελούμενοι, ὅπερ ἐστὶν ἐναργῶς, μὴ τὰ ἑαυτῶν ζητοῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων. ἔργον οὖν ἀγάπης, τὸ τοῖς ἐθελοκακοῦσι μὴ ἀντεγείρεσθαι πάντως, μηδὲ ἀποκεχρημένους τῷ δύνασθαι πάσχειν οὐδὲν κἂν παρόντες ἁλισκώμεθα, δριμύτερον ὥσπερ ἐν ἐκείνοις ἀπεργάζεσθαι τὸν θυμὸν, πλεονεκτεῖν οὐκ ἔχοντα τοῦ μισου μένου τὴν δύναμιν· ἡ τοίνυν ἀγάπη, φησὶ καθάπερ ὁ Παῦ λος, "οὐ ζητεῖ τὰ ἑαυτῆς," ἥπερ ἦν ἐν Χριστῷ καθαρῶς. Ὀξὺ δὲ δὴ πάλιν ἐνερείσας τοῖς γεγραμμένοις τῆς δια νοίας τὸ ὄμμα, θαυμάσεις ἀρίστην εὑρίσκων οἰκονομίαν ἐν ταῖς τοῦ Σωτῆρος ἡμῶν ἀποστάσεσι, ταῖς ἐκ τῶν Ἱεροσο λύμων φημί. ἐξελαύνεται μὲν γὰρ ὑπὸ τῆς τῶν Ἰουδαίων ἀπονοίας πολλάκις, καταλύων δὲ παρὰ τοῖς ἀλλογενέσι, καὶ ἀνασώζεσθαί πως δοκεῖ παρ' ἐκείνοις, καὶ τῆς δεούσης ἀπο λαύει τιμῆς· τὴν ἀμείνω ψῆφον τῇ ἐξ ἐθνῶν Ἐκκλησίᾳ διὰ τούτου διδοὺς, καὶ τὸ μισόθεον τῶν ἐξ Ἰσραὴλ διὰ τῆς ἑτέρων εὐλαβείας ἐξελέγχεσθαι ποιῶν, καὶ τὸ ἐν ἐκείνοις ὠμὸν διὰ τῆς ἐν τούτοις ἡμερότητος ἐπιδεικνύων, ἵνα δὴ διὰ πάντων φαίνοιντο λοιπὸν κεχρεωστημένως ἤδη καὶ καλῶς τῆς εἰς τοὺς πατέρας ἐπαγγελίας ἐξωθούμενοι. ἀποπηδήσας δὲ τῶν Ἱεροσολύμων ὁ Κύριος, οὐκ εἰς μίαν τῶν περιοικίδων καταλύει πόλιν, οὐδὲ ἐν ταῖς ὁμόροις αὐλίζεται κώμαις, πέραν δὲ ἄπεισι τῆς θαλάσσης τῆς Τιβεριάδος, μονονουχὶ δι' ἐμφανε στάτου πράγματος ἀπειλῶν τοῖς ὅτι προσήκοι διώκειν αὐτὸν δυσσεβῶς ᾑρημένοις, ὅτι τοσοῦτον αὐτῶν ἀποστήσεται, καὶ παντὸς τοῦ ἔθνους ἑαυτὸν ἀπονοσφιεῖ, ὡς καὶ ἄβατον αὐτοῖς τρόπον τινὰ τῆς πρὸς αὐτὸν ἐπιστροφῆς κατασκευάσαι τὴν ὁδόν· βατὴ γὰρ οὐδαμῶς τοῖς ἀνθρώπων ποσὶν ἡ θάλασσα. τοιοῦτον δέ τι καὶ ἐν τοῖς ἐφεξῆς πρὸς αὐτούς που λέγων 1.402 εὑρεθήσεται "Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε, καὶ ὅπου ἐγὼ "ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν." λειοτάτη μὲν γὰρ καὶ εὐπόρευτος καὶ οὐδὲν ἔχουσα τὸ τραχὺ τοῖς διὰ πίστεως πρὸς αὐτὸν ἰοῦσιν ἡ διὰ τῆς δικαιοσύνης ὁδὸς, ἐκτετραχυμένη δὲ καὶ ἀνάντης, μᾶλλον δὲ καὶ ἀδιόδευτος παντελῶς τοῖς παρορ γίζουσιν αὐτὸν, κατὰ τὸ εἰρημένον δι' ἑνὸς τῶν ἁγίων προ φητῶν "∆ιότι εὐθεῖαι αἱ ὁδοὶ τοῦ Κυρίου, καὶ δίκαιοι "πορεύσονται ἐν αὐταῖς, οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν "αὐταῖς." οὐκοῦν τὸ δυσήνυτον ὥσπερ, μᾶλλον δὲ καὶ ἀνήνυτον, τοῖς Ἰουδαίοις, τῆς ὡς ἐπ' αὐτὸν νοουμένης ὁδοῦ, τὸ μεταξὺ τῆς θαλάσσης κατασημαίνει διάστημα, ἐπεὶ καὶ τῆς δυσσεβούσης ψυχῆς ἀναφράττειν ἐπαγγέλλεται τὰς ὁδοὺς ἐν προφήταις ὁ Θεὸς λέγων "∆ιὰ τοῦτο ἰδοὺ ἐγὼ "φράσσω τὴν ὁδὸν αὐτῆς ἐν σκόλοψι καὶ τὴν τρίβον αὐτῆς "οὐ μὴ εὕρῃ." ὅπερ οὖν ἐν ἐκείνοις ἐδήλουν οἱ σκόλοπες, τοῦτο καὶ ἐν τούτοις ἡ θάλασσα τῶν ἀφυλάκτως ἐμπαροινεῖν ἑλομένων τὸν ἐμπαροινηθέντα χωρίζουσα καὶ διιστῶσα τῶν οὐχ ὁσίων τὸν ὅσιον. Ἔοικε δέ τι καὶ ἕτερον ἡμῖν ὡς ἐν ὠδῖσιν ὁ τύπος κεκρυμ μένον ἔχειν μυστήριον. ὅτε γὰρ τῆς Αἰγυπτίων ἐξεπέμπετο χώρας ὁ Ἰσραὴλ, ἠκολούθει μὲν λίαν ἐκτεθηγμένος ὁ Φαραὼ, ἐπὶ δὲ ταῖς ἀδοκήτοις εὐπραγίαις τοῦ ἔθνους ἐξοιστρούμενος, τὰ ἐκ φθόνου καὶ λύπης ἀποτολμᾶν νόμῳ τῷ μάχης ἠπεί γετο· ἠκολούθει δὲ, δύνασθαι παλινδρομεῖν εἰς δουλείαν ἀναγκάσειν οἰόμενος τοὺς ὀψὲ καὶ μόλις τῆς ὑπ' αὐτῷ θητείας ἐκδεδυκότας· ἀλλὰ διεβίβαζε μὲν τὸν λαὸν διὰ θαλάσσης μέσης Θεὸς, ὁ δὲ διώκων ἐντόνως καὶ χαλᾶσαι μὲν τὴν ὀργὴν μηδαμῶς ἀνεχόμενος, θεομαχεῖν δὲ παρα λόγως ἀναπεπεισμένος ἐξ ἀκράτου θυμοῦ, κατὰ μέσην αὐτὴν πανστρατιᾷ κατεπνίγετο, διεσώζετο δὲ μόνος ὁ Ἰσραήλ. 1.403 ἀλλ' ἡκέτω καὶ νῦν εἰς μέσον ἡμῖν ὁ τὰς τῶν Ἰουδαίων ἀπονοίας προαναθρηνήσας Μωυσῆς, καὶ λεγέτω πρὸς αὐτοὺς ἐπὶ ταῖς εἰς Χριστὸν ἀσεβείαις ἀγανακτῶν "Γενεὰ πονηρὰ "καὶ μοιχαλὶς, ταῦτα τῷ Κυρίῳ ἀνταποδίδοτε;" τὸν διενεγ κόντα διὰ θαλάσσης μέσης καὶ κυμάτων σφοδρῶν πέραν ἐλαύνεις θαλάσσης, καὶ διώκων οὐκ ἐρυθριᾷς; σὸν οὖν ἄρα τὸ παθεῖν Ἰουδαῖε, σὲ καταπνίξει λοιπὸν ἡ θάλασσα· τῶν γὰρ καταδιωκόντων, οὐ τῶν διωκομένων, ὁ θάνατος, καὶ ἐν ἐκείνοις ἦν τότε, καὶ νῦν ἐπὶ Χριστοῦ καὶ τῶν ἀνοσίων Ἰουδαίων. ψάλλει δέ που καὶ ὁ θεσπέσιος ἡμῖν ∆αυείδ "Μή με καταποντισάτω καταιγὶς ὕδατος, λέγων, μηδὲ κατα "πιέτω με βυθός·" τὸ παγχάλεπον τῆς Ἰουδαίων συναγωγῆς ὑπεμφαίνων ναυάγιον, καὶ τὸ σὺν ἐκείνοις ἐναποπνίγεσθαι τῷ τῆς ἀγνωσίας βυθῷ παραιτούμενος. ἀλλ' Αἰγυπτίοις μὲν καὶ τῷ παρ' ἐκείνοις κρατοῦντι, τότε περὶ σώματος ἐκ γῆς ὁ κίνδυνος ἦν, Ἰουδαῖοι δὲ παθόντες εἰς τὰ τιμιώτερα μει ζόνως κολάζονται· ψυχῆς γὰρ ὑπομένουσι ζημίαν, ἀναλόγως τοῖς ἰδίοις κακουργήμασι τὰ ἐπίχειρα κομιζόμενοι. ἐκολάζετο μὲν γὰρ εὐλόγως ὁ Φαραὼ, πλεονεκτεῖν εἰς δουλείαν τὸ ἐλεύθερον ἐπιχειρῶν· τιμωρεῖται δὲ πάλιν ἐξ ἀντιστρόφου δικαίως ὁ Ἰσραὴλ τὴν ὑπὸ τῷ πάντων ∆εσπότῃ δουλείαν οὐκ εἰσερχόμενος, ἀλλ' ὅπερ ἦν ὡς ἐν δυνάμει πλεονεξίας ἐκεῖνος αὐτῷ, τοῦτο καὶ αὐτὸς ἐκ πολλῆς ἀλαζονείας εἰς Θεὸν εὑρισκόμενος. Σημειωτέον δὲ, ὅτι τὴν Τιβεριάδος λίμνην θάλασσαν ἀπο καλεῖ, τοῖς τῆς θείας γραφῆς ἑπόμενος λόγοις· "τὰ γὰρ "συστήματα τῶν ὑδάτων θαλάσσας" ἐκάλεσεν ὁ ∆ημι ουργός· ἀδιαφορεῖ δὲ πολλάκις καὶ ὁ παρὰ τοῖς ἔξω λόγος, ὡς καὶ λίμνην ἔσθ' ὅτε τὴν θάλασσαν ὀνομάζειν οὐ παραι τεῖσθαί τινας. 1.404 Ἠκολούθει δὲ αὐτῷ ὄχλος πολὺς, ὅτι ἐθεώρουν τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων· ἀνῆλθε δὲ εἰς τὸ ὄρος ὁ Ἰησοῦς, καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ· ἦν δὲ ἐγγὺς τὸ πάσχα ἡ ἑορτὴ τῶν Ἰουδαίων. Ὅτε γὰρ τῶν Ἱεροσολύμων ἐκπεφοίτηκεν ὁ Χριστὸς, κατὰ τὸ ἐν προφήταις εἰρημένον "Ἐγκαταλέλοιπα τὸν οἶκόν "μου, ἀφῆκα τὴν κληρονομίαν μου," ὅτε τὸν ἀπειθῆ καὶ δυσήνιον τῶν Ἰουδαίων ἀπολακτίσας λαὸν τοῖς ἀλλογενέσιν ἑαυτὸν ἐχαρίζετο, τότε πολὺς μὲν ὄχλος ἀκολουθεῖ. ἄνεισι δὲ καὶ εἰς ὄρος αὐτὸς, κατ' ἐκεῖνο δὴ πάντως ὅπερ εἴρηκε φθάσας "Κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω "πρὸς ἐμαυτόν." ὑψώθη μὲν γὰρ ἐκ τῆς γῆς, καὶ εἰς τὸν ὑπὲρ ἡμῶν ἀναβαίνων σταυρόν· ὑψώθη δὲ πάλιν ἑτέρως, καθάπερ εἰς ὄρος ἀναβεβηκὼς τὴν θεοπρεπῆ τιμήν τε καὶ δόξαν· οὐ γὰρ ὡς ἄνθρωπον ἀτιμάζομεν κατὰ τὸν Ἰσραὴλ, ἀλλ' ὡς Θεὸν καὶ Σωτῆρα καὶ Κύριον προσκυνοῦμεν ἡμεῖς. παρ' ἐκείνοις μὲν γὰρ ταπεινός τις ὑπάρχειν, καὶ οὐδὲν ὅλως κατὰ τὸ παντελὲς, ἐνομίζετο· καὶ γοῦν Σαμαρείτην ἀποκα λοῦντες οὐκ ἔφριττον, σεμνότερον δέ πως ἀτιμάζοντες τὸν τοῦ τέκτονος αὐτὸν ἀπεκάλουν υἱόν· παρὰ δέ γε τοῖς πιστεύουσιν εἰς αὐτὸν, ὡς μεγαλουργὸς καὶ Θεὸς, ὡς τῶν παραδόξων ἐργάτης ἀποθαυμάζεται. ἀκούῃς γὰρ, ὅπως εὐ σεβὴς τοῖς ἀκολουθήσασιν ἐνυπάρχει σκοπός. ὅτι γὰρ ἐθεώρουν τὰ ἐπὶ τῶν ἀσθενούντων σημεῖα, διὰ τοῦτο δὴ μάλα θερμῶς ἕπεσθαι δεῖν ὑπελάμβανον, ὡς ἀπὸ τῶν τελουμένων ἀνα λόγως ἐπὶ τὴν τοῦ τελοῦντος ἐπίγνωσιν ποδηγούμενοι, καὶ ἀπὸ τῆς θεοπρεποῦς ἐξουσίας τὸν ταύτην ἠμφιεσμένον φυ σικῶς ἐννοοῦντες Υἱόν. διὰ ταύτης δὲ χρῆναι βαδίζειν ἡμᾶς τῆς ὁδοῦ πρὸς τὴν ἐφ' ἑαυτῷ πίστιν ἐκέλευσεν ὁ Σωτήρ· 1.405 "Τὰ γὰρ ἔργα, φησὶν, ἃ ἐγὼ ποιῶ, αὐτὰ τὰ ἔργα μαρτυρεῖ "περὶ ἐμοῦ." καὶ πάλιν "Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός "μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, "τοῖς ἔργοις μου πιστεύετε." ὥσπερ οὖν "ἀπὸ μεγέθους "καλλονῆς κτισμάτων ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται" Θεὸς, οὕτως ἀπὸ τῆς θεοσημείας, κατὰ τὴν ἴσην τῶν νοη μάτων διασκευὴν, ὁ τῶν σημείων ὁρᾶται τελειωτὴς, καὶ ἡ τῶν ἀκολουθούντων πίστις δικαίως ἂν θαυμάζοιτο. Οἶμαι δ' ἔγωγε περιεργοτέραν τινὰ καὶ οὐχ ἁπλῆν τοῖς εἰρημένοις ἐγκεκρύφθαι διάνοιαν. ὁρῶμεν γὰρ λέγονται τὸν Εὐαγγελιστὴν, οὐχ ὅτι μόνον σημείων ἦσαν φιλοθεάμονες οἱ ἀκολουθήσαντες τῷ Χριστῷ, ἀλλὰ καὶ ποίων ἦσαν σημείων δικαιότατοι θαυμασταί. προστίθησι γὰρ ὅτι Ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων, ἵνα διὰ τούτων ἐναντίως ἔχουσαν τῇ τῶν Ἰουδαίων τὴν τῶν ἀκολουθούντων ἀποδείξῃ διάνοιαν. οἱ μὲν γὰρ ὅτι τὸν παράλυτον ἀσθενοῦντα τεθεράπευκε, δυσσεβῶς χαλεπαίνουσιν, οἱ δὲ οὐ μόνον ἐπὶ τούτοις παρόντα θαυμά ζουσιν, ἀλλὰ καὶ ἀποδημοῦντι συνεκτρέχουσιν, ὡς θαυμα τουργῷ καὶ Θεῷ. φύγωμεν τοίνυν τὴν Ἰουδαίοις πρέπουσαν ἀμαθίαν, οἱ Χριστὸν δεσπότην ἐπιγραφόμενοι, προσεδρεύ σωμεν αὐτῷ διὰ τῆς ὑπομονῆς, ὅπερ ἔδρων τληπαθῶς οἱ σοφώτατοι μαθηταί· χωρίζεσθαι μὲν καὶ λειποτακτεῖν ἀνεχό μενοι μηδαμῶς, αὐτοῖς δὲ λοιπὸν ἀναβοῶντες τοῖς πράγμασι τὸ νεανικῶς ὑπὸ τοῦ Παύλου λεγόμενον "Τίς ἡμᾶς χωρίσει "ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;" ἀκολουθήσωμεν τοίνυν αὐτῷ καὶ διωκομένῳ καὶ φεύγοντι τὰς τῶν μαχομένων αὐτῷ δυστροπίας, ἵνα καὶ εἰς ὄρος ἀναβαίνωμεν, καὶ ἐκεῖ καθίσωμεν σὺν αὐτῷ, τουτέστιν εἰς περιφανῆ καὶ εὐκλεεστάτην ἀναπη δήσωμεν χάριν, διὰ τοῦ συμβασιλεύειν αὐτῷ, καθάπερ οὖν 1.406 ἔφασκεν αὐτός "Ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τοῖς "πειρασμοῖς μου, ἐν τῇ παλιγγενεσίᾳ ὅταν καθίσῃ ὁ υἱὸς "τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθήσεσθε καὶ "ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ "̓Ισραήλ." ταύτας γὰρ οἶμαι τὰς θεωρίας εἰσφέρειν τὸ καὶ προσεδρεύειν λέγεσθαι τῷ Σωτῆρι τοὺς μαθητὰς, καὶ ἀνελ θόντας ἐν ὄρει συγκαθίσαι. Ἐπάρας οὖν τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν, λέγει πρὸς Φίλιππον Πόθεν ἀγορά σομεν ἄρτους ἵνα φάγωσιν οὗτοι; τοῦτο δὲ ἔλεγε πειράζων αὐτόν· αὐτὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν. ἀπεκρίθη αὐτῷ Φίλιππος. Μάθημα δὴ πάλιν ἄριστόν τε καὶ ἀνδράσι τοῖς ἱερωτάτοις πρεπωδέστατον τοῖς ἑαυτοῦ μαθηταῖς ἐπενόησεν ὁ Χριστὸς, καὶ ἐν δυσχωρίαις ἀκράτοις νικᾶν ἀναπείθων τὴν ἐπὶ τρόπῳ τῷ φιλοξένῳ δειλίαν, καὶ ὄκνον μὲν τὸν ἐπὶ τούτῳ διαῤῥίπτειν που μακρὰν, θερμοτέροις δὲ μᾶλλον ἐπὶ τὴν ἀρετὴν ἀφικνεῖ σθαι κινήμασιν· οὗ τί ἂν γένοιτο μεῖζον, παρά γε τοῖς εἰδόσι καὶ θέλουσι δι' ὧν ἂν πρέποι τὴν ἄνωθεν ἑαυτοῖς ἐξωνεῖσθαι φιλίαν; ὄχλου γὰρ δὴ πρὸς αὐτὸν ἰόντος οὐ μικροῦ, καὶ ἀναριθμήτου πληθύος ὑδάτων δίκην ἐπεισχεομένης τοῖς τό ποις, ἐν οἷς ηὐλίζετο, πρὸς τὸ ἑτοιμάζεσθαι τρέφειν αὐτοὺς παραχρῆμα διεκελεύετο. καὶ ἦν μὲν ὄντως οὐκ ἀπεικὸς καὶ τοῦ σφόδρα πλουσίου καταναρκήσειν τὴν προθυμίαν, τῷ πλήθει τῶν ὁρωμένων καταπτοουμένην εἰς φόβον τὸν ἐπὶ τῷ μὴ δύνασθαι φιλοξενεῖν· ἀλλ' οὐδὲν ὅλως δεικνύει τὸ μέγα Χριστὸς, ὅταν εἰς ὀλίγους γίγνηται παρ' ἡμῶν ἡ φιλαδελφία, κατανεανιεύεσθαι δέ πως καὶ τῶν παρ' ἐλπίδα βούλεται, τῇ εἰς αὐτὸν πεποιθήσει βεβαιουμένους πρὸς τὴν ἐφ' ἅπασι τοῖς ἀγαθοῖς εὐτολμίαν. 1.407 Κατὰ μὲν οὖν τῆς ἱστορίας τὸν λόγον, οὐκ ἀπὸ σκοποῦ συντείνεται τῶν εἰρημένων ἡ δύναμις, μεταβαλόντες δὲ πάλιν αὐτὰ πρὸς θεωρίαν πνευματικὴν, καὶ τὸ ἐν τύπῳ παχὺ περι κείροντες σχῆμα, γυμνότερον ἤδη φαμὲν, ὡς διὰ προθυμίας ἀγαθῆς καὶ πίστεως τοὺς ἐπιζητοῦντας αὐτὸν, καθάπερ ἐξ ὄρους, ἐξ ὑψηλῆς δηλονότι καὶ θεοπρεποῦς τῆς προγνώσεως, προαναβλέπει Θεὸς, κατὰ τὸ εἰρημένον παρὰ τοῦ Παύλου "Οὓς γὰρ προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος "τοῦ Υἱοῦ αὐτοῦ, τούτους καὶ ἐκάλεσεν." ἐπαίρει τοίνυν τοὺς ὀφθαλμοὺς ὁ Χριστὸς, οἱονεὶ τῆς θείας ἐπισκέψεως ἀξίους ὄντας ἐπιδεικνύων τοὺς ἀγαπῶντας αὐτόν· ὥσπερ οὖν ἀμέλει καὶ ἐν εὐλογίας τρόπῳ πρὸς τὸν Ἰσραὴλ ἐλέγετο "̓Επάραι Κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ καὶ δώῃ σοι "εἰρήνην·" ἀλλ' οὐ μέχρι μόνης τῆς ἐπισκέψεως ἡ ἐπὶ τοῖς τιμῶσιν αὐτὸν ὁρίζεται χάρις, ἀλλά τι καὶ ἕτερον προστιθεὶς ὁ μακάριος Εὐαγγελιστὴς, οὐκ ἀπρονοήτως ἔχοντα τῶν ὄχλων δεικνύει τὸν Κύριον, ἀλλ' εἰς τροφὰς ἤδη καὶ πανδαι σίαν εὐτρεπιζόμενον· ἵνα δὴ πάλιν διὰ τούτου νοῇς τὸ ἐν παροιμίαις φερόμενον "Οὐ λιμοκτονήσει Κύριος ψυχὴν "δικαίαν·" ἑαυτὸν γὰρ παρατίθησι, καθάπερ ἄρτον ἐξ οὐ ρανοῦ, καὶ τὰς τῶν φοβουμένων αὐτὸν ἀποθρέψει ψυχάς· πάντα δὲ αὐτοῖς ἑτοιμάζει τὰ ζωαρκῆ, καθάπερ οὖν ἐν ψαλμοῖς λέγει τό "Ἡτοίμασας τὴν τροφὴν αὐτῶν, ὅτι "οὕτως ἡ ἑτοιμασία σου." καὶ αὐτὸς δέ που φησὶν ὁ Χριστός "Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ ἐρχόμενος πρὸς μὲ οὐ "μὴ πεινάσῃ πώποτε·" ἐπιδώσει γὰρ, καθάπερ ἤδη προεί πομεν, τὰς ἐξ οὐρανοῦ δηλονότι τροφὰς, καὶ τὴν πολυειδῆ τοῦ Πνεύματος ἐπιδαψιλεύσεται χάριν. εὐτρεπίζεται γεμὴν πρὸς τὸ δοῦναι τοῖς προσιοῦσι τὰς τροφὰς, οὐδὲ περιμείνας τὴν αἴτησιν. "Τὸ γὰρ τί προσευξόμεθα καθ' ὃ δεῖ οὐκ 1.408 "οἴδαμεν," αὐτὸς δὲ ὀρέγει προλαβὼν, ἅπερ ἡμᾶς εἰς ζωὴν συνέχει τὴν αἰώνιον. Λέγει τοίνυν πρὸς Φίλιππον Πόθεν ἀγοράσομεν ἄρτους; διατί πρὸς Φίλιππον, καίτοι τῶν ἄλλων συμπαρεστώτων τε καὶ προσκαρτερούντων αὐτῷ μαθητῶν, ἀναγκαῖον ἰδεῖν. οὐκοῦν ζητητικὸς μὲν ὁ Φίλιππος καὶ φιλομαθὴς, ὀξὺς δὲ οὐ λίαν εἰς τὸ δύνασθαι συνιέναι θερμῶς τὰ θεοπρεπέστερα. τοῦτο δ' ἂν μάθοις, ἐκεῖνο κατὰ σαυτὸν ἀναλογισάμενος, ὅτι χρό νους ἀκολουθήσας τῷ Σωτῆρι μακροὺς, καὶ ποικίλως τὰ περὶ τῆς θεότητος αὐτοῦ συλλέγων μαθήματα, καὶ πλουσιωτάτην διά τε πραγμάτων καὶ λόγων ἐρανιζόμενος ἐπ' αὐτῷ τὴν κατάληψιν, ὡς οὐδὲν οὔπω μαθὼν, ἐν τελευταίοις τῆς οἰκονο μίας καιροῖς λέγει πρὸς τὸν Ἰησοῦν "Κύριε, δεῖξον ἡμῖν τὸν "Πατέρα, καὶ ἀρκεῖ ἡμῖν·" ἀλλ' ὡς ἀκακοήθως εἰπὼν εὖ μάλα μετεπαιδεύετο· "Τοσοῦτον γὰρ χρόνον μεθ' ὑμῶν "εἰμι, καὶ οὐκ ἔγνωκάς με Φίλιππε," φησὶν ὁ Χριστός. ὡς οὖν παχυτέρῳ πρὸς νόησιν, καὶ βραδύτερόν πως ἤπερ ἐχρῆν πρὸς τὴν τῶν θειοτέρων ἰόντι κατάληψιν, προτείνει τὴν πεῦσιν, γυμνάζων εἰς πίστιν τὸν μαθητήν. τοῦτο γὰρ σημαίνει τό Πειράζων ἐν τούτοις, εἰ καὶ καθάπερ ὁ μακάριος Εὐαγγελιστὴς διισχυρίσατο Αὐτὸς δὲ ᾔδει τί ἔμελλε ποιεῖν. Τὸ δέ Πόθεν ἀγοράσομεν λέγων, τῶν συνόντων αὐτῷ τὸ ἀφιλοχρήματον, καὶ τὴν ἑκούσιον διὰ Θεὸν πτωχείαν ἐπι δεικνύει, οὐδ' ὅσον εἰς τὸ πρίασθαι τὰς ἀναγκαίας ἐχόντων τροφάς. ὁμοῦ δέ τι τούτῳ προσεργάζεται, καὶ διὰ τέχνης οἰκονομεῖ. τὸ γάρ Πόθεν, οὐ μάτην, ὡς πρὸς οὐδὲν ὅλως ἐπικομίζεσθαι μελετήσαντας, ἀλλὰ καὶ εἰς ἄκρον ἀφιλαρ γυρεῖν εἰθισμένους φησίν. ἀποκλείσας δὴ οὖν καὶ ἀποτεμὼν εὐφυεστάτως τὴν ἐπ' ἀργύροις ἐλπίδα, μονονουχὶ καὶ ἀνα 1.409 πείθει λοιπὸν ἐπ' ἐκεῖνο βαδίζειν, ὅτι δεήσει τὸν Κύριον, εἰ μηδενὸς ἐνόντος αὐτοῖς, ἀποτρέφειν βούλοιτο τοὺς πρὸς αὐτὸν ἐρχομένους ἀφάτῳ δυνάμει καὶ ἐξουσίᾳ θεοπρεπεῖ δημιουρ γῆσαι τροφάς. τοῦτο γὰρ ἦν ἔτι τὸ λειπόμενον, καὶ εἰς μόνας ὁρᾶν τὰς ἐντεῦθεν ἐλπίδας ἐκάλει λοιπὸν, κατὰ τοὺς παρ' Ἕλλησι ποιητὰς, –σιδήρεον ἕλκος ἀνάγκης. ∆ιακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἕκαστος βραχύ τι λάβῃ. Ἀδρανῶς ὁ Φίλιππος οὐκ ἐπὶ τὸ πάντα δύνασθαι καὶ λίαν εὐκόλως τὸν Ἰησοῦν ἀναβαίνει πάλιν, ἀλλὰ τό Πόθεν ἀγοράσομεν ἀκούσας πειραστικῶς παραχρῆμα συναρπάζεται, καὶ εἰς μόνην ὁρᾷ τὴν διὰ χρημάτων ὁδὸν, οὐχ ἑτέρως ἀνυσθήσεσθαι τὴν τοῦ πράγματος ἐννοήσας φύσιν, εἰ μὴ θεσμῷ τῷ κοινῷ καὶ τῷ παρὰ πᾶσι κατειθισμένῳ· τοῦτο δὲ ἦν ἡ ἐκ δαπάνης φιλοτιμία. οὐκοῦν ὅσον εἴς τε τῶν μαθητῶν τὸ ἀφιλοχρήματον καὶ τὸ κεκτῆσθαι μηδὲν, καὶ εἰς αὐτὴν δὲ τοῦ Φιλίππου τὴν διάνοιαν, οὔπω τελείως πρὸς τὸ ἐξαίσιον τοῦ Σωτῆρος ἡμῶν ἀφορῶσαν ἀξίωμα, εἰς ἀδύνατόν πως περιτρέπεται λοιπὸν ἡ ἐπὶ τοῖς ὄχλοις φιλοτιμία. τοῦτο δὲ οὐ γέγονε, διεξάγεται δὲ τοῦ Σωτῆρος εἰς πέρας ἡ βούλησις. "Τὸ ἀδύνατον ἄρα παρὰ ἀνθρώποις δυνατὸν παρὰ τῷ Θεῷ," καὶ τῆς ἐνούσης ἀκολουθίας ἐν τῇ φύσει τῶν καθ' ἡμᾶς πραγμάτων, πανταχόθεν ἀμείνων ἡ θεία φαίνεται δύναμις, πάντα παραδόξως ἐξανύειν ἰσχύουσα, καὶ ὅσα τὸν ἐν ἡμῖν ἐξάλλεται νοῦν. 1.410 Λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου Ἔστι παιδάριον ὧδε, ὃ ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; εἶπε δὲ ὁ Ἰησοῦς. Ἀδελφὰ τῷ Φιλίππῳ καὶ φρονεῖ καὶ λογίζεται, καὶ συγ γενῆ πως ἔχων ἐν ἑαυτῷ τὴν ἐπὶ τῷ Σωτῆρι διάληψιν καὶ αὐτὸς ἐξελέγχεται. οὐ γὰρ ἐννοήσας τὴν δύναμιν, οὔτε μὴν ἐκ τῆς τῶν φθασάντων μεγαλουργίας ἐπὶ τὸ πάντα δύνασθαι τὸν Ἰησοῦν καὶ λίαν εὐπετέστατα παιδαγωγούμενος, κατα μηνύει δὲ τὰ παρὰ τῷ παιδαρίῳ κείμενα, πλὴν ἀτονήσας ὁρᾶται περὶ τὴν πίστιν· ταῦτα γὰρ τί ἐστι φησὶν εἰς τοσού τους; καίτοι· χρὴ γὰρ ἤδη λέγειν· οὐχ ὑπεσταλμένως, μᾶλλον δὲ δεῖ πρὸς ἀνάμνησιν ἰέναι γοργῶς τῶν ἤδη παραδόξως τετελεσμένων, λογίζεσθαι δὲ ὅτι ξένον ἦν ἔργον ἢ καὶ ἀλλότριον οὐδαμῶς τοῦ μετασκευάσαντος εἰς οἶνον τὴν τοῦ ὕδατος φύσιν, τοῦ θεραπεύσαντος τὸν παράλυτον, καὶ τὴν οὕτω μακρὰν ἀῤῥωστίαν ἑνὶ κατασοβήσαντος λόγῳ, καὶ ἐκ τοῦ μὴ ὄντος δημιουργῆσαι τροφὰς, καὶ ὀλίγας κομιδῆ τὰς ηὑρημένας πολυπλασιάσαι θεϊκῶς. ἡ γὰρ ἐν ἐκείνοις ἐξουσία, πῶς οὐκ ἂν ἔχοι καὶ τὸ ἐν τούτοις δραστικόν; οὐκοῦν ἀδρα νέστερον μέν πως ἤπερ ἐχρῆν ἡ τῶν μαθητῶν ἀπεκρίνετο ξυνωρίς. πλὴν ἀθρητέον ἐν τούτῳ πάλιν ἐκεῖνο. τὰ γὰρ δοκοῦντα τοῖς ἁγίοις καὶ διεπταῖσθαι κατὰ βραχὺ, τοῦ χρη σίμου πολλάκις οὐκ ἀμοιρεῖ, ἀλλ' ἔχει τι συμπεπλεγμένον, ὃ τῇ τοῦ πράγματος φύσει λυσιτελεῖ, περὶ ἣν ἂν γένοιτο τῆς δοκούσης ἀσθενείας αὐτῶν τὰ ἐγκλήματα· λογισάμενοι γὰρ οἱ μνημονευθέντες ἅγιοι μαθηταὶ, καὶ σαφῶς εἰρηκότες, ὁ μὲν ὅτι "∆ιακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς "ἵνα ἕκαστος βραχύ τι λάβῃ·" ὁ δὲ, περί τε τῶν πέντε ἄρτων καὶ τῶν δύο ἰχθύων, ὅτι ταῦτα τί ἐστιν εἰς τοσούτους; 1.411 αἴρουσί πως εἰς ὕψος τὸ θαῦμα, καὶ περιφανεστάτην ἀπερ γάζονται τὴν τοῦ Σωτῆρος ἰσχὺν, τὴν ὅσον οὐδέπω κορεσθη σομένην πληθὺν διὰ τῶν οἰκείων κατασημήναντες λόγων, καὶ περιτέτραπται τῆς ἀπιστίας ἡ δύναμις εἰς ἀγαθὴν μαρτυρίαν τὴν ἐπὶ Χριστῷ. δι' ὧν γὰρ τοῖς ὄχλοις οὐκ ἐξαρκέσειν ὡμολογήκασι πρὸς βραχεῖαν ἀπόλαυσιν τῶν τοσούτων ἀργυρίων τὸ μέτρον, διὰ τούτων αὐτῶν τὴν ἀπόῤ ῥητον τοῦ ἑστιῶντος καταστέφουσι δύναμιν, ὅτε δὴ καὶ ἐνόντος οὐδενός· τί γὰρ ἦν εἰς τοσούτους τὰ παρὰ τῷ παι δαρίῳ κατὰ τὸν Ἀνδρέου λόγον; τὰ τῆς εἰς τοὺς ὄχλους ἀγάπης καὶ σφόδρα πλουσίως ἐκβέβηκε. Τοιαύτην τινὰ κατὰ τὴν ἔρημον καὶ τὴν τοῦ πανσόφου Μωυσέως ὀλιγοπιστίαν εὑρήσομεν. ἔκλαιον μὲν γὰρ οἱ ἐξ Ἰσραὴλ, καὶ πρὸς βδελυρὰν ἐπιθυμίαν τῶν ἐν Αἰγύπτῳ τραπεζῶν κατηρεθισμένοι, λέβητας μὲν ἀκαθάρτους ἐφαντά ζοντο κρεῶν, κρομμύων δὲ καὶ σκορόδων καὶ τῆς ἐν τοῖς ὁμοειδέσι χυδαιότητος εἰς ἐκτοπωτάτην ἐκνεύοντες ἡδονὴν, καὶ τῶν θείων ἀλογήσαντες ἀγαθῶν, ἐπεφύοντό πως καὶ τῷ μεσιτεύοντι καὶ παιδαγωγοῦντι Μωυσεῖ. ἀλλ' οὐκ ἠγνόει Θεὸς τὰ ἐφ' οἷς ἀνοιμώζειν ἡ πληθὺς ἠπείγετο, καὶ δὴ καὶ ἐπιδώσειν αὐτοῖς κρέα κατεπηγγέλλετο. ἐπειδὴ δὲ ἦν ἐν ἐρήμῳ τῆς φιλοτιμίας ἡ ὑπόσχεσις, καὶ δυσήνυτόν πως, ὅσον ἧκεν εἰς ἀνθρώπινον νοῦν, ἐδόκει τὸ πρᾶγμα, πρόσεισιν ἀνα βοῶν ὁ Μωυσῆς "Ἑξακόσιαι χιλιάδες πεζῶν ὁ λαὸς ἐν οἷς "εἰμι ἐν αὐτοῖς, καὶ σὺ εἶπες Κρέα δώσω αὐτοῖς, καὶ φά "γονται μῆνα ἡμερῶν· μὴ πρόβατα καὶ βόες σφαγήσονται "αὐτοῖς, καὶ ἀρκέσει αὐτοῖς;" καὶ τί πρὸς ταῦτα Θεός; "Μὴ χεὶρ Κυρίου οὐκ ἀρκέσει;" περὶ τί γὰρ ἂν καὶ ἀδυνα τήσαι Θεός; Οὐκοῦν ἐρεῖ τις εὐλόγως, καὶ ἐπὶ τοῖς παρὰ Φιλίππου τε 1.412 καὶ Ἀνδρέου λόγοις Μὴ χεὶρ Κυρίου οὐκ ἀρκέσει; δεχόμενοι δὲ καὶ ἡμεῖς εἰς παραδείγματος τρόπον τὴν τοῦ πράγματος φύσιν, νοσημάτων ἔσχατον καὶ παντὸς ἐπέκεινα κακοῦ τὴν ὀλιγοπιστίαν ἡγώμεθα, κἂν ἐργάζηται Θεὸς, ἢ καὶ δράσειν ἐπαγγέλληται, πίστει δὴ πάντως ἀπεριεργάστῳ γινέσθω δεκτὸν, καὶ μὴ τῷ μὴ δύνασθαι νοεῖν, ὅπως ἔσται τὰ ὑπὲρ ἡμᾶς, ἐπ' ἀσθενείᾳ τῇ ἐπί τισι κατηγορείσθω τὸ θεῖον. πρέποι δ' ἂν τῷ ἀγαθῷ καὶ σώφρονι καὶ βεβηκότα καλῶς φρονοῦντι τὸν λογισμὸν, κἀκεῖνο λαμβάνειν εἰς νοῦν, ὡς καὶ ὁ τοῦ σώματος ὀφθαλμὸς, οὐκ ὅσον ἂν βούλοιτό τις, τοσοῦτο δὴ πάντως καὶ κατόψεται, ἀλλ' ὅσον ἐνδέχεται, καὶ τὸ τῆς φύσεως ἡμῶν ἐφίησι μέτρον· τὰ δὲ ἐν ὕψει πολλῷ λίαν ἀνατεθειμένα, κἂν ὅλως φαντάζηται, διακρίνειν οὐ δύναται, λεπτοτάτην ἐπ' αὐτοῖς καὶ μόλις ἁρπάζων τὴν θεωρίαν. οὕτω μοι νόει καὶ τὸν ἀνθρώπινον νοῦν· μέχρι γὰρ τῶν δοθέντων ὅρων αὐτῷ παρὰ τοῦ πεποιηκότος ἐφικνεῖται καὶ ἐκτείνεται, κἂν ὅλως ὑπάρχῃ κεκαθαρμένος· ὄψεται γὰρ οὐδὲν τῶν ὑπερκειμένων, παραχωρήσει δὲ καὶ οὐχ ἑκὼν τοῖς ὑπὲρ τὴν φύσιν, οὐδαμόθεν ἔχων αὐτῶν περιδράττεσθαι· πίστει τοίνυν τὰ ὑπὲρ ἡμᾶς, καὶ οὐ ζητήσει λαμβάνεται, καὶ θαυμάζεται μὲν ὁ οὕτω πιστὸς, ἐπεὶ ἀνεπιτίμητος δὲ οὐδαμῶς ὁ τοῖς ἐναντίοις περιπεσών· καὶ ἐπὶ τούτῳ πάλιν αὐτὸς ἡμῖν ὁ Σωτὴρ μαρτυρήσει λέγων "Ὁ πιστεύων εἰς τὸν Υἱὸν οὐ "κρίνεται, ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται." ∆ιειληφότες δὲ ἅπαξ τὸν λόγον τὸν ἐπὶ τῷ χρῆναι μὴ ἀπιστεῖν τῷ Θεῷ, φέρε δή τι πάλιν ἐκ τῶν ἱερῶν γραμμά των ἀναδεξάμενοι παραθῶμεν εἰς μέσον, καὶ τὴν ἐπὶ ταῖς ἀπιστίαις κόλασιν ἐκλαμπρύνωμεν πρὸς ὠφέλειαν τῶν ἐντευ ξομένων. οὐκοῦν· ἐπ' αὐτὸν γὰρ εἶμι πάλιν τὸν ἱεροφάντην Μωυσέα· ἐκελεύετό ποτε κατὰ τὴν ἔρημον ἀφορήτῳ δίψει 1.413 καταβαρυνθέντος τοῦ λαοῦ, κοινωνὸν μὲν ποιεῖσθαι τὸν Ἀαρὼν, κατακρούειν δὲ τῇ ῥάβδῳ τὴν πέτραν, ἵνα καὶ ὑδάτων ἀνομβρήσῃ πηγάς. ἀλλ' οὐ σφόδρα τοῖς τοῦ προσ τάττοντος ἀναπεπεισμένος λόγοις, ὀλιγοψυχήσας δέ πως διὰ τὸ ἀνθρώπινον "Ἀκούσατέ μου, φησὶν, οἱ ἀπειθεῖς· "μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ; καὶ ἐπάρας "Μωυσῆς τὴν χεῖρα αὐτοῦ ἐπάταξε τῇ ῥάβδῳ τὴν πέτραν "ἅπαξ καὶ δὶς, καὶ ἐξῆλθεν ὕδωρ πολύ· καὶ εἶπε Κύριος "πρὸς Μωυσῆν καὶ Ἀαρών Ὅτι οὐκ ἐπιστεύσατε ἁγιάσαι "με ἐναντίον τῶν υἱῶν Ἰσραὴλ, διὰ τοῦτο οὐκ εἰσάξετε "ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν ἣν δέδωκα "αὐτοῖς." ἆρ' οὖν ἐντεῦθεν οὐκ ἂν γένοιτο παντί τῳ σαφὲς, ὅπως ἐστὶ χαλεπὰ τῆς ἀπιστίας τὰ ὀψώνια; καὶ εἰ τοσοῦτος ὑπάρχων ἐπετιμήθη Μωυσῆς, τίνος ἔτι φείσεται Θεὸς, τίνι δὲ οὐκ ἐποίσει τὸν ἐφ' οἷς ἂν ἀπιστήσῃ θυμὸν ὁ οὕτως ἀπροσωπόληπτος, ὡς μηδὲ αὐτὸν ἐθελῆσαι δυσωπεῖσθαι Μωυσέα, πρὸς ὃν εἴρηται παρ' αὐτοῦ "Οἶδά σε παρὰ πάν "τας, καὶ χάριν εὗρες παρ' ἐμοί." Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν· ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ· ἀνέπεσον οὖν ἄνδρες τὸν ἀριθμὸν ὡς πεντακι σχίλιοι. Πρᾳότητα μὲν τὴν συνήθη τετίμηκεν ὁ Σωτὴρ, καὶ τὸ μὲν δριμὺ τῶν ἐλέγχων ἀφίστησιν· οὐκ ἐπιτιμᾷ γὰρ δηκτι κῶς, καίτοι καὶ λίαν νυστάζουσι τοῖς μαθηταῖς, ὅσον ἧκεν εἰς τὸ ἐπ' αὐτῷ μικρόψυχόν τε καὶ ὀλιγόπιστον· παιδαγωγεῖ δὲ μᾶλλον διὰ πραγμάτων αὐτῶν εἰς κατάληψιν ὧν οὔπω πιστεύουσι. τὸ γάρ Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν, οὐ μετρίαν ἔχει τὴν ἔμφασιν, μόνον δὲ οὐχὶ καὶ τοιοῦτόν τι 1.414 λέγοντα δεικνύει τὸν Ἰησοῦν Ὢ βραδεῖς εἰς τὸ τὴν ἐμὴν συνιέναι δύναμιν, καὶ νοῆσαι τίς ὁ λαλῶν Ἀνακλίνατε τοὺς ἄνδρας, ἵν' ἐκ μηδενὸς τοῦ παρ' ὑμῖν κειμένου κατακορεσθέν τας ὁρῶντες θαυμάζητε. ἀνακλίνατε τοὺς ἄνδρας. τοῦτο γὰρ αὐτοῖς τὸ λεῖπόν ἐστιν· οὐ γὰρ δηνάρια μὲν διακόσια τὰ ζωαρκῆ τοῖς ὄχλοις περιποιεῖν ἂν ἴσχυσε, χρημάτων δὲ τῶν ἐν ἀνθρώποις τὸ μεῖον ἐν τῷ δύνασθαι σώζειν, ἡ ἐμὴ κεκτήσεται δύναμις, ἡ πάντα πρὸς τὸ εἶναι καλοῦσα καὶ τῶν ἐξ οὐκ ὄντων δημιουργός· οὐδὲ Ἡλίας μὲν ὁ προφήτης ἀνενδεᾶ τὸν ἐλαιοφόρον τῆς χήρας ἐτίθει καμψάκην, μητέρα τε ἀνεκλείπτου τροφῆς τὴν ὑδρίαν ἀπετέλει, ὁ δὲ κἀκείνῳ τὸ δύνασθαι διδοὺς, οὐκ ἂν ἐξίσχυσε πολυτλασιάσαι τὸ μηδὲν, καὶ τὸ προστυχὸν ἁπλῶς τῆς ἀῤῥήτου φιλοτιμίας ἐργάσα σθαι πηγὴν, καὶ ἀδοκήτου χάριτος ἀρχήν τε καὶ ῥίζαν; Τοιαῦτα μὲν οὖν ἐννοῆσαι τυχὸν οὐκ ἀπίθανον διὰ τῆς ἐμφάσεως οἱονεὶ λέγοντα τὸν Χριστόν· ἐπισημαίνεται δὲ χρησίμως ὁ μακάριος Εὐαγγελιστὴς, ὅτι καὶ χόρτος ἦν ἐν τῷ τόπῳ πολὺς, ἐπιτηδείως ἔχοντα τὸν χῶρον πρὸς τὸ καὶ δεῖν ἀνακλίνεσθαι τοὺς ἄνδρας ἐπιδεικνύς. ἐπιτήρει δὲ ὅπως ἀναμεμιγμένης εἰς ἑαυτὴν τῆς τῶν τρεφομένων πληθύος, καὶ γυναικῶν δηλονότι παρουσῶν σὺν τέκνοις, μόνους τοὺς ἄνδρας ἀπηριθμήσατο, ταῖς κατὰ τὸν νόμον ὡς οἶμαι συνη θείαις ἀκολουθῶν. διατάττοντος γὰρ τοῦ Θεοῦ, καὶ πρὸς τὸν ἱεροφάντην λέγοντος Μωυσέα "Λάβετε ἀρχὴν πάσης "συναγωγῆς υἱῶν Ἰσραὴλ κατὰ συγγενείας, κατ' οἴκους "πατριῶν, κατὰ ἀριθμὸν ἐξ ὀνόματος, κατὰ κεφαλὴν αὐτῶν, "πᾶν ἄρσεν ἀπὸ εἰκοσαετοῖς καὶ ἐπάνω·" ἀπετελεῖτο τὸ προσταχθὲν, καὶ μακρὸν μὲν ὀνομάτων ὁ προφήτης συνετίθει 1.415 κατάλογον, θηλειῶν δὲ παντελῶς καὶ μειρακιώδους ἡλικίας ἀλογήσας ὁρᾶται, καταγράφει δὲ ὄχλον τὸν ἡβήσαντα. τίμιον γὰρ καὶ ἐν βίβλῳ Θεοῦ πᾶν ὅσον ἀνδρῶδες καὶ νεανικὸν, καὶ οὐ νηπιάζον εἰς φρόνησιν τὴν ἐπ' ἀγαθοῖς. οὐκοῦν καὶ συνήθειαν διὰ τούτου τετίμηκε νομικὴν, καὶ θεώ ρημά τι πάλιν διαπλάττει πνευματικόν· ἢ γὰρ οὐκ εὐλόγως ἐροῦμεν εἰς ὅλην τοῦ προκειμένου τὴν διάνοιαν βλέποντες, ὅτι τὸν μὲν ὑβριστὴν καὶ ἀλαζόνα τῶν Ἰουδαίων λαὸν, καὶ ἐκτρέπεται δικαίως καὶ καταλιμπάνει Χριστὸς, προσδέχεται δὲ καὶ λίαν ἡδέως τοὺς προσιόντας αὐτῷ, καὶ ταῖς οὐρανίοις καταπιαίνει τροφαῖς, ἄρτον ὀρέγων τὸν νοητὸν, τὸν στηρί ζοντα καρδίαν ἀνθρώπου; ἀποτρέφει δὲ οὐκ ἐπιπόνως αὐτοὺς, ἀλλ' ἱλαρῶς τε καὶ ἀνειμένως, καὶ μετὰ πολλῆς τῆς ἐν εὐλαβείᾳ τέρψεως. τοῦτο γὰρ ἡμῖν ἡ ἐπὶ τῷ χόρτῳ τῶν ὄχλων κατάκλισις σημαίνει, ὡς ἤδη καὶ πρέπειν ἑκάστῳ τῶν τῆς τοιαύτης ἠξιωμένων χάριτος τὸ ἐν ψαλμοῖς ἐκεῖνο λέγειν "Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει· εἰς τόπον "χλόης ἐκεῖ με κατεσκήνωσεν." ἐν πολλῇ γὰρ τέρψει καὶ τρυφῇ ταῖς τοῦ Πνεύματος χορηγίαις ὁ τῶν ἁγίων ἐκτρέ φεται νοῦς, κατὰ τὸ εἰρημένον ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων "Φάγετε καὶ πίετε καὶ μεθύσθητε οἱ πλησίον." πολλῶν δὲ ὄντων καὶ ἀναμὶξ, καθάπερ ἤδη προειρήκαμεν, τῶν ἀνακει μένων ἀνδρῶν ἐπεμνήσθη μόνων, ἀποσιωπήσας γυναῖκας καὶ τέκνα χρησίμως τῷ θεωρήματι. διδάσκει γὰρ ἡμᾶς ὡς δι' αἰνίγματος, ὅτι τοῖς ἀνδριζομένοις, εἰς τὸ ἀγαθὸν δηλονότι, πρεπωδέστερόν πως καὶ οἰκειότερον ἡ παρὰ τοῦ Σωτῆρος χορηγηθήσεται τροφὴ, καὶ οὐχὶ τοῖς ἐκθηλύνεσθαι πεφυ κόσιν εἰς ἕξιν οὐκ ἀγαθὴν, ἀλλ' οὐδὲ τοῖς νηπιάζουσι ταῖς φρεσὶν, ὡς διὰ τοῦτο μηδὲν συνιέναι δύνασθαι τῶν ἀναγ καίων εἰς γνῶσιν. 1.416 Ἔλαβεν οὖν τοὺς ἄρτους ὁ Ἰησοῦς καὶ εὐχαριστήσας διέδωκε τοῖς ἀνακειμένοις· ὁμοίως δὲ καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον. Εὐχαριστεῖ μὲν εἰς τύπον ἡμέτερον, καὶ τῆς ὀφειλούσης ἡμῖν ἐνυπάρχειν εὐλαβείας ὑπογραμμόν. ἀνατίθησι δὲ πάλιν, ὡς ἄνθρωπος, τῇ θείᾳ φύσει τὴν ἐπὶ τῷ παραδόξῳ δύναμιν. κατείθισται γάρ πως οὗτος ὁ τρόπος αὐτῷ, καὶ ὠφελοῦντι πρὸς ὑπογραμμὸν εὐλαβείας, καθάπερ εἰρήκαμεν, τοὺς ἐφ' οἷς ἀναδειχθῇ τῶν καλλίστων εἰσηγητὴς, καὶ οἰκονομικῶς κατακρύπτοντί πως ἔτι τὸ θεοπρεπὲς ἀξίωμα, πρὶν ἐπιστῆναι τοῦ παθεῖν τὸν καιρόν· ἦν γὰρ δὴ καὶ διὰ φροντίδος αὐτῷ τὸ λαθεῖν ἐπείγεσθαι τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου. διάτοι τοῦτο καὶ ἐν ἑτέροις τὰς μὲν ἀνθρώποις πρεπούσας σχημα τίζεται φωνὰς, ὡς ἄνθρωπος· θεραπεύει δὲ πάλιν τῶν ἀκροωμένων τὸν νοῦν, σοφωτάτην ἔσθ' ὅτε ποιούμενος τὴν ἐπαγωγὴν, ὡς ἐν τῷ "Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς "μου." ὁρᾷς, ὅπως ἀνθρωποπρεπὴς ὁ λόγος, καὶ τὴν τῶν ἀκεραιοτέρων διάνοιαν ἐκταράξαι δυνάμενος; ἀλλ' ὅτε τοῦτό φησιν, ὡς ἄνθρωπος, τότε δὴ πάλιν εὐθὺς τῆς οἰκονομίας ἐξηγεῖται τὸν τρόπον, καὶ τὸν ἐπὶ τῷ βούλεσθαι λανθάνειν σκοπὸν, ἄριστα δὴ λίαν οἰκονομῶν καὶ ἀνατειχίζων παραλε λυμένον τῶν ἁπλουστέρων τὸν νοῦν. "Ἐγὼ γὰρ ᾔδειν," φησὶν, "ὅτι πάντοτέ μου ἀκούεις." τίνος οὖν ἕνεκα τοιαῦτα λαλεῖς; "∆ιὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύ "σωσι, φησὶν, ὅτι σύ με ἀπέστειλας." ἆρ' οὖν οὐκ ἂν γένοιτο διὰ τούτων καταφανὲς, ὅτι πολυτρόπως ἡμᾶς ὠφε λῶν, καὶ τὸν κεκρυμμένον τῆς μετὰ σαρκὸς οἰκονομίας, ὡς ἂν αὐτῷ πρέποι, διανύων σκοπὸν, ταπεινότερά πως, ἢ ἐν οἷς ἐστιν ἀληθῶς, ἔσθ' ὅτε λαλεῖ; ὡς οὖν ἐν ἐκείνοις οἰκονομι 1.417 κῶς τό Εὐχαριστῶ σοι λαμβάνεται, οὕτως καὶ ἐνταῦθα τό Εὐλογήσας ἐπὶ τῶν ἄρτων νοεῖται. Σημειωτέον δὲ, ὅτι ἀντὶ τοῦ Εὐχαριστήσας, τό Εὐλογή σας εἴρηκεν ὁ Ματθαῖος, διαφωνήσει δὲ οὐδαμῶς τῶν ἁγίων ἡ ἔκδοσις. ἓν γὰρ ἀποδείξει τὸ συναμφότερον ὁ Παῦλος εἰπών "Ὅτι πᾶν βρῶμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον, "ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως·" εὐλογεῖται δὲ πάντως τὸ ἁγιαζόμενον διὰ τῆς ἐν ἐντεύξει προσευχῆς, ἣν ἐπὶ τραπέζαις ἀεὶ ποιεῖν εἰθίσμεθα. Ἐπειδὴ δὲ ἀζήτητον τῶν συμφερόντων οὐδὲν καταλιμ πάνεσθαι πρέπει· φέρε δή τι βραχὺ καὶ εἰς τοὺς πέντε λέγωμεν ἄρτους, οἵπερ ἦσαν παρὰ τῷ παιδαρίῳ καὶ εἰς τὰ δύο ὀψάρια· λόγον γὰρ ὠδίνει μυστικὸν τῶν ηὑρημένων αὐτό τε τὸ εἶδος, καὶ μὴν καὶ ὁ ἀριθμός. διὰ τί γὰρ, τυχὸν ἐρεῖ τις τῶν φιλομαθεστέρων, οὐχὶ μᾶλλον τέσσαρες οἱ ἄρτοι, καὶ τρεῖς οἱ ἰχθύες; διατί δὲ μὴ πέντε, καὶ τέσσαρα ὀψάρια; τί δὲ ἦν ὅλως τὸ ἀναγκάζον καὶ τῶν ηὑρημένων ἐξηγεῖσθαι τὸν ἀριθμὸν, καὶ οὐχὶ μᾶλλον ἁπλούστερόν τε καὶ ἀπολύτως εἶπεν ἐξ ὀλίγων κομιδῆ τῶν ηὑρημένων τὴν ἀμέτρητον τῶν ἀκολουθούντων ἀποτετράφθαι πληθύν; τὸ δὲ λίαν ἐσπου δασμένως καὶ περὶ τούτων ἐξηγεῖσθαι τὸν μακάριον Εὐαγ γελιστὴν, δίδωσί τι πάντως ἐννοεῖν, ὃ καὶ ζητεῖν ἀναγ καῖον. Οὐκοῦν, πέντε μὲν εἶναί φησι τοὺς ἄρτους, καὶ τοῦτο κριθίνους, δύο δὲ τὰ ὀψάρια, καὶ διὰ τούτων ἀποτρέφει Χριστὸς τοὺς ἀγαπῶντας αὐτόν. οἶμαι δὲ ἔγωγε· καὶ σκο πείτω τὸ κρεῖττον ὁ φιλομαθής· ὅτι διὰ μὲν τῶν πέντε ἄρτων τῶν κριθίνων, τὸ πενταμερὲς τοῦ πανσόφου Μωυσέως βιβλίον σημαίνεται, τουτέστι σύμπας ὁ νόμος, παχυτέραν ὥσπερ εἰσφέρων τὴν διὰ τοῦ γράμματος καὶ τῆς ἱστορίας 1.418 τροφήν· τοῦτο γὰρ ὑποδηλοῖ, τὸ ἀπὸ κριθῆς. διὰ δὲ τῶν ὀψαρίων ἡ διὰ τῶν ἁλιέων τροφὴ, τουτέστι τὰ τρυφερώτατα τῶν τοῦ Σωτῆρος μαθητῶν συγγράμματα· καὶ δύο ταῦτα, φησὶν, ἀποστολικὸν ἐν ἡμῖν καὶ εὐαγγελικὸν διαλάμπει κήρυγμα. ἄμφω δὲ ταῦτα τῶν ἁλιέων εὑρήματα καὶ λογο γραφίαι πνευματικαί. ἀναμίξας τοιγαροῦν ὁ Σωτὴρ τοῖς παλαιοῖς τὰ νέα, διὰ νόμου καὶ μαθημάτων διαθήκης καινῆς τῶν εἰς αὐτὸν πιστευόντων τὰς ψυχὰς ἀποτρέφει πρὸς ζωὴν, δῆλον ὅτι τὴν αἰώνιον. ὅτι γὰρ ἐξ ἁλιέων οἱ μαθηταὶ, πρό δηλον δήπου καὶ σαφές· εἰ γὰρ καὶ μὴ πάντες τυχὸν, ἀλλ' ἐπείπερ εἰσὶν ἐν αὐτοῖς οἱ τοιοῦτοι, οὕτω τῆς ἐπὶ τοῖς εἰρημέ νοις ἀληθείας ὁ λόγος ἡμῖν οὐκ ἐξοιχήσεται. Ὡς δὲ ἐνεπλήσθησαν, λέγει τοῖς μαθηταῖς αὐτοῦ Συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται. συνήγαγον οὖν, καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων, ἅπερ ἐπερίσσευσε τοῖς βεβρωκόσι. ∆όξειε μὲν ἄν τῳ φειδοῖ τῶν περισσευμάτων τοῖς ἑαυτοῦ μαθηταῖς ἐπιτάξαι Χριστὸς συλλέγειν αὐτά. ἀλλ', οἶμαι, παστισοῦν ἐννοήσαι πρεπόντως, ὡς οὐκ ἂν εἰς τοῦτο μικρο λογίας καταβαίνειν ἠνέσχετο· καὶ τί λέγω Χριστός; ἀλλ' οὐδὲ εἷς τις τῶν καθ' ἡμᾶς. τί γὰρ ἦν ἐκ πέντε ἄρτων κριθίνων τὸ περιλελεῖφθαι προσδοκώμενον; ἀλλ' ἔχει πολ λὴν οἰκονομίαν ὁ λόγος, καὶ τὸ θαῦμα τοῖς ἀκροωμένοις δια φανὲς ἐργάζεται. τοσαύτη γάρ τις ἐνέργεια θεοπρεποῦς ἐξουσίας περὶ τὸ πρᾶγμά ἐστιν, ὡς μὴ μόνον ἐκ πέντε τὸν ἀριθμὸν κριθίνων καὶ ὀψαρίων δυοῖν δῆμον οὕτω κατακορε σθῆναι πολὺν, ἀλλ' ἔτι πρὸς τοῦτο καὶ συγκομισθῆναι λειψάνων κοφίνους δώδεκα. ἄλλως τε καὶ ἑτέραν τινὰ κατὰ τὸ εἰκὸς τὸ θαῦμα τὴν ὑπόνοιαν ἀπεκρούσατο, τῇ τῶν λει 1.419 ψάνων εὑρέσει βεβαιούμενον εἰς πίστιν τοῦ πάντως τε καὶ ἀληθῶς τροφῆς γενέσθαι πλεονασμὸν, καὶ οὐχὶ μᾶλλον φαν τασίας ἐπίδειξιν ἀπατώσης καὶ τὸν τῶν ἑστιωμένων καὶ τὸν τῶν διακονούντων αὐτοῖς ὀφθαλμόν. τὸ δέ γε μεῖζόν τε καὶ ἀξιολογώτερον, καὶ λίαν ἡμᾶς ὠφελοῦν, ἐκεῖνό ἐστι· κατα νόει γὰρ ὅπως προθυμοτάτους ἡμᾶς διὰ τοῦ θαύματος ἀπερ γάζεται πρὸς τὸ βούλεσθαι καὶ λίαν ἀσμένως φιλοξενεῖν, μονονουχὶ δι' αὐτῶν ἡμῖν ἀναβοήσας τῶν γεγενημένων, ὡς οὐκ ἐπιλείψει τὰ παρὰ Θεοῦ τὸν κοινωνικὸν, καὶ τῷ φιλαλ λήλῳ χαίροντα τρόπῳ, καὶ τὸ γεγραμμένον ἀποπληροῦν ἐθελήσαντα "∆ιάθρυπτε πεινῶντι τὸν ἄρτον σου." ὄκνῳ μὲν γὰρ τῷ περὶ τοῦτο κατειλημμένους τοὺς μαθητὰς εὑρί σκομεν ἐν ἀρχῇ, ἀλλ' ἐπείπερ ἦσαν οὕτω διακείμενοι, πλου σίαν αὐτοῖς ὁ Σωτὴρ τὴν ἀπὸ τῶν λειψάνων ἐτίθει συγκο μιδήν· διδάσκει δὲ καὶ ἡμᾶς διὰ τούτων, ὅτι βραχύ τι δαπανῶντες εἰς δόξαν Θεοῦ, πλουσιωτέραν ἀντιληψόμεθα χάριν κατὰ τὸ εἰρημένον παρὰ Χριστοῦ "Μέτρον καλὸν "πεπιεσμένον καὶ σεσαλευμένον ὑπερεκχυνόμενον δώσουσιν "εἰς τὸν κόλπον ὑμῶν." οὐκ ὀκνητέον τοιγαροῦν εἰς κοινω νίαν τὴν ἐξ ἀγάπης τῆς εἰς ἀδελφοὺς, ἰτέον δὲ μᾶλλον εἰς εὐτολμίαν ἀγαθὴν, καὶ ὄκνον μὲν καὶ δειλίαν τὴν ἀφιλοξενεῖν ἀναπείθουσαν, ὡς ποῤῥωτάτω ποιησώμεθα, βεβαιούμενοι δὲ πρὸς ἐλπίδα διὰ τῆς πίστεως τοῦ καὶ τὰ μικρὰ πολυπλασιάζειν δύνασθαι τὸν Θεὸν, ἀνοίξωμεν τοῖς δεομένοις τὰ σπλάγχνα, κατὰ τὴν τοῦ νόμου διάταξιν "Ἀνοίγων γὰρ, φησὶν, "ἀνοίξεις τὰ σπλάγχνα σου τῷ ἀδελφῷ σου τῷ ἐπιδεομένῳ "ἐν σοί·" πότε γὰρ ἐλεήμων ὀφθήσῃ, σκληρὸς διαμείνας τὸν ἐν τῷδε τῷ βίῳ χρόνον; πότε δὲ πληρώσεις τὴν ἐντο λὴν, τὸν τοῦ δύνασθαι δρᾶν ἐν ἀργίᾳ παριππεύειν ἐπιτρέπων 1.420 καιρόν; μέμνησο λέγοντος τοῦ μελῳδοῦ "Ὅτι οὐκ ἔστιν ἐν "τῷ θανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολο "γήσεταί σοι;" ποῖος γὰρ ἔτι τῶν νεκρῶν ὁ καρπὸς, ἢ πῶς ἔτι μεμνήσεταί τις Θεοῦ διὰ τοῦ πληροῦν ἐντολὴν τῶν ἐν ᾅδου καταβεβηκότων; "Συνέκλεισε γὰρ ὁ Θεὸς κατ' αὐτοῦ," κατὰ τὸ γεγραμμένον· διάτοι τοῦτο καὶ ὁ σοφώτατος ἡμᾶς ἐπαίδευε Παῦλος "Ἕως καιρὸν ἔχομεν ἐργαζώμεθα τὸ ἀγα "θὸν," ἐπιστέλλων τισί. Καὶ ταῦτα μὲν ἡμῖν εἰς τὸ ἐκ τῆς ἱστορίας λελέξεται χρήσιμον· ἐπειδὴ δὲ πνευματικῶς ἐκλαμβάνοντες τὰ εἰρη μένα· χρῆν γὰρ οὕτω, καὶ οὐχ ἑτέρως· διὰ μὲν τῶν πέντε κριθίνων τὸ Μωυσαϊκὸν ἔφημεν ὑποδηλοῦσθαι βιβλίον, διὰ δὲ τοῖν δυοῖν ὀψαρίοιν, τὰ σοφὰ τῶν ἁγίων ἀποστόλων συγγράμματα· χρῆναι πάλιν ὑπολαμβάνω καὶ ἐπὶ τῆς τῶν λειψάνων συλλογῆς, μυστικόν τε καὶ πνευματικὸν ἐπινοῆσαι θεώρημα, τῇ τῶν εἰρημένων ἀκολουθίᾳ συντρέχον. οὐκοῦν ἐκέλευε μὲν ὁ Σωτὴρ ἀναπίπτειν μὲν τοὺς ὄχλους, εὐλογήσας δὲ τοὺς ἄρτους καὶ τὰ ὀψάρια παρετίθει, διὰ τῆς τῶν μαθητῶν ὑπουργίας δηλαδή· ἐπειδὴ δὲ κατεκορέσθησαν παραδόξως οἱ βεβρωκότες, συλλέγειν ἐπιτάττει τὰ λείψανα, καὶ πληροῦνται κόφινοι δώδεκα, εἷς ἑκάστῳ τῶν μαθητῶν κατὰ τὸ εἰκός· ἦσαν γὰρ τοσοῦτοι καὶ αὐτοί. τί οὖν ἐντεῦθεν ὑπονοήσομεν, ἢ πάντως ἐκεῖνο, καὶ οὐκ ἐψευσμένως, ὅτι πανηγυριάρχης μὲν τῶν ἐπ' αὐτῷ πιστευόντων ἐστὶν ὁ Χριστὸς, καὶ τοὺς πρὸς αὐτὸν ἰόντας ἀποτρέφει τοῖς θείοις τε καὶ οὐρανίοις, δῆλον ὅτι μαθήμασι, νομικοῖς τε καὶ προ φητικοῖς, εὐαγγελικοῖς τε καὶ ἀποστολικοῖς. ἀλλ' οὐ πάντως αὐτὸς ὁρᾶται τούτων ὁ αὐτουργὸς, διακονοῦσι δὲ ἡμῖν τὴν ἄνωθεν χάριν οἱ μαθηταί· αὐτοὶ γὰρ οὐκ εἰσὶν "οἱ λαλοῦντες" κατὰ τὸ εἰρημένον, "ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς τὸ 1.421 "λαλοῦν ἐν" αὐτοῖς· ἀλλ' οὐκ ἀμισθὶ τοῖς ἁγίοις ἀποστό λοις ὁ πρὸς τοῦτο γενήσεται πόνος. παραθέντες γὰρ ἡμῖν τὰς πνευματικὰς δῆλον ὅτι τροφὰς, καὶ τὰ παρὰ τοῦ Σωτῆρος ἡμῶν ἀγαθὰ διακονησάμενοι, πλουσιωτάτην ἀποί σονται τὴν ἀνταπόδοσιν, καὶ πληρεστάτην εὑρήσουσι παρὰ Θεοῦ τῆς φιλοτιμίας τὴν χάριν. οἶμαι γὰρ τοῦτο, καὶ οὐχ ἕτερόν τι, δηλοῦν τὸ μετὰ τοὺς πόνους καὶ τὴν ὑπουργίαν τὴν ἐπὶ τοῖς δαιτυμόσι δεδαπανημένην, κόφινον ἑκάστῳ συνειλέχθαι μεστὸν διὰ προστάγματος τοῦ Χριστοῦ. ὅτι δὲ μετ' ἐκείνους τὰ ἐκ τοῦ τύπου διαβήσεται καὶ εἰς τοὺς τῶν ἁγίων ἡγουμένους ἐκκλησιῶν, οὐκ ἀμφίλογον. Οἱ οὖν ἄνθρωποι ἰδόντες ὃ ἐποίησεν σημεῖον ὁ Ἰησοῦς, ἔλεγον ὅτι οὗτός ἐστιν ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον. Θαυμάζουσι τὸ σημεῖον οἱ δοκιμάζειν εἰδότες τὰ θεοπρεπῆ, καὶ ἀνθρωπίνῳ μᾶλλον λογισμῷ διοικούμενοι, ἤπερ κτηνώδη νοσοῦντες τὴν ἀβουλίαν, ὁποῖοί τινες ἦσαν οἱ δυσσεβεῖς Ἰουδαῖοι, δέον ὠφελεῖσθαι τῇ τῶν τελουμένων περιφανείᾳ, καὶ τὸ κρίνειν ὀρθῶς δύνασθαι ζημιούμενοι. χρῆναι γὰρ ἤδη καὶ καταλιθοῦσθαι τὸν Ἰησοῦν ἐδοκίμαζον, τῶν παραδόξων ὅτι δὴ πολλάκις ὁρῷτο δημιουργός. ἀμείνους τοιγαροῦν καὶ οὐ κατά τι μέρος βραχὺ τῆς ἐκείνων ἀπονοίας, οἱ τῇδε θαυ μάζοντες, καὶ ἐφ' ἑνὶ τούτῳ καὶ μεγάλῳ σημείῳ σωφρόνως ἀναπεπεισμένοι λοιπὸν, ὅτιπερ εἴη πάντως αὐτὸς ὁ καὶ ἥξειν εἰς κόσμον ἐν προφήτου τάξει προκεκηρυγμένος· ἐπιτήρει δὲ, ὅση πάλιν ἐντεῦθεν ὁρᾶται διαφορὰ, γένους τε φημὶ τοῦ ἐξ Ἰσραὴλ, καὶ τῶν ἔξω τῆς Ἰουδαίας κειμένων· οἱ μὲν γὰρ καίτοι πολλῶν καὶ οὐκ ἀναξίων εἰς τὸ θαυμάζεσθαι γεγονό τες θεωροὶ, σκληροὶ μὲν οὐχ ὅπως εἰσὶ καὶ ἀπάνθρωποι 1.422 μόνον, ἀλλὰ δὴ καὶ φονῶσιν ἀδίκως τὸν ὅτι προσήκοι δια σώζειν αὐτοὺς προθυμούμενον, ἀτιθάσοις ἀπονοίαις πόλεώς τε τῆς ἑαυτῶν καὶ χώρας ἐλαύνοντες· οἱ δὲ τῆς Ἱερουσαλὴμ ἐξῳκισμένοι, καὶ διὰ τούτου τὸ ἀλλογενὲς ὑπεμφαίνοντες, ἑνὶ καὶ μόνῳ σημείῳ δοξάζουσι, καὶ ἀνενδοιάστως τῇ πίστει παραδέχεσθαι δεῖν τὰς ἐπ' αὐτῷ διαλήψεις εὐγενῶς δοκιμά ζουσιν. ἀπὸ δὴ τούτων ἁπάντων, αὐτοκατάκριτος μὲν καὶ αὐτόκληρος εἰς τὸ χρῆναι λοιπὸν ἀποῤῥίπτεσθαι δικαίως ὁ Ἰσραὴλ ἀνεδείκνυτο, φειδοῦς δὲ τῆς ἄνωθεν καὶ ἀγαπήσεως τῆς διὰ Χριστοῦ τὸ χρῆναι λαχεῖν ἤδη τοῖς ἐθνῶν χρεω στούμενον. Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν ἵνα ποιήσωσι βασιλέα, ἀνεχώρησε πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος. Ἀξιεπαινετωτάτην μὲν ἄν τις ἐποίησε τὴν ψῆφον, καὶ σφόδρα δικαίως τοῖς ἀπὸ τοῦ μεγάλου θαύματος ἀναπε πεισμένοις εὐκόλως, ὅτι δὴ πρέποι τὰ πάντων ἐξαίρετα προσεῖναι Χριστῷ, καὶ τὴν ἀκροτάτην ὡς ἐν μοίρᾳ τιμῆς ἀνατίθεσθαι. τὸ γὰρ ἐθέλειν αὐτὸν εἰς βασιλέα προχειρί ζεσθαι, τί ἂν ἡμῖν ἕτερον ἢ τοῦτο σημαίνῃ; ἀγασθείη δ' ἄν τις εἰκότως μετὰ τῶν ἄλλων καὶ τοῦτο, ὑπογραμμὸς γὰρ ἡμῖν ἀφιλοδοξίας εὑρίσκεται Χριστὸς, καὶ τοὺς ὅτι προσήκοι τιμᾶν ἑλομένους αὐτὸν ἀποφεύγων, καὶ βασιλείαν τὴν ἀνω τάτω τῶν ἐν ἡμῖν παραιτούμενος, εἰ καὶ ἀζήλωτον αὐτῷ ἀληθῶς τὸ πρᾶγμα, διὰ τὸ πάντων βασιλεύειν μετὰ Πατρὸς, ὁμοῦ δὲ καὶ δίδωσιν ἐννοεῖν τοῖς εἰς ἐλπίδα τὴν μέλλουσαν ἀποβλέπουσιν, ὅτι μικρὸν αὐτοῖς τὸ ἐν κόσμῳ μέγα, καὶ ὅτι τὰς ἐν τῷδε τῷ βίῳ, ἤγουν κόσμῳ, τιμὰς, κἂν αὐτομολῶσι, 1.423 μὴ προσίεσθαι καλὸν, ἵν' εἰς ἐκείνην ἀναβαίνωσι τὴν παρὰ Θεοῦ· ἀπρεπὲς γὰρ ὄντως τὸ ἐν τούτοις διαλάμψαι φιλεῖν, τοὺς οἵ γε πρὸς θείαν ἐπείγονται χάριν, καὶ δόξαν διψῶσι τὴν αἰώνιον. Παραιτητέον τοιγαροῦν τὴν ὑπεροψίας ἀδελφὴν καὶ γεί τονα φιλοδοξίαν, καὶ οὐ πολὺ τῷ μέτρῳ τῶν ἐκείνης ὅρων ἀπεσχοινισμένην. καὶ τὸ μὲν ἐπιφανὲς ἐν τιμῇ κατὰ τὸν παρόντα βίον, ὡς ἀδικοῦν ἀποφύγωμεν, ζητῶμεν δὲ μᾶλλον τὸ ἐν ταπεινώσει σεμνὸν, παραχωροῦντες ἀλλήλοις, καθάπερ ἡμᾶς καὶ ὁ μακάριος Παῦλος ἐνουθέτει λέγων "Τοῦτο φρο "νείτω ἕκαστος ἐν ὑμῖν αὐτοῖς ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς "ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι "ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, ἐν "ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς "ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι "θανάτου, θανάτου δὲ σταυροῦ· διὸ καὶ ὁ Θεὸς αὐτὸν "ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν "ὄνομα." ὁρᾷς ὅπως ἡ ἑκούσιος ταπείνωσις λαμπρὸν ἔχει τὸ τέλος, καὶ ῥίζα πολλῶν ἡμῖν ἀγαθῶν τὸ μέτριον ἀναφαί νεται φρόνημα; ἐν μορφῇ μὲν γὰρ ὑπάρχων τοῦ Θεοῦ καὶ Πατρὸς τεταπείνωκεν ἑαυτὸν ὁ Μονογενὴς ἄνθρωπος γενό μενος δι' ἡμᾶς, ἀλλ' εἰ καὶ πέφηνεν ἐν τῷδε τῷ βίῳ μετὰ σαρκὸς, ἀλλ' οὐκ ἔμεινε ταπεινός· ἀνατρέχει γὰρ εἰς τὸ ἀρχαῖον ἀξίωμα καὶ εἰς δόξαν τὴν θεοπρεπῆ, καὶ εἰ γέγονεν ἄνθρωπος. τὸν αὐτὸν δὴ τοῦτον νοήσαι τις τρόπον καὶ ἐφ' ἡμῶν. ὅταν γὰρ ἑαυτοὺς τῶν διακένων ὑψωμάτων τοῦ παρόντος βίου κατακομίζωμεν καὶ ζητῶμεν τὰ ταπεινὰ, τότε δὴ πάντως καὶ τὴν ἄνωθεν ἀντικομιούμεθα δόξαν, καὶ εἰς τὸ εἶναι θεοὶ κατὰ χάριν ἀναβησόμεθα, καθ' ὁμοιότητα λαμβά νοντες τὴν ὡς πρὸς τὸν ἀληθῶς καὶ κατὰ φύσιν Υἱὸν τὸ 1.424 καλεῖσθαι τέκνα Θεοῦ· καὶ ἵνα τι τοῖς προκειμένοις εἴπω τὸ συγγενὲς, καὶ αὐτὴν, εἰ πρόσεισι, τὴν ἐπὶ γῆς ἀκρότητα παραιτώμεθα τὴν ἁπάσης μητέρα τιμῆς, εἰ φρονοῦμεν τὰ ἐπουράνια, καὶ τοῖς ἄνω πολιτευόμεθα μᾶλλον ἤπερ τοῖς ἐπὶ τῆς γῆς. Πνευματικῶν δὲ θεωρημάτων ὁ λόγος ἡμῖν οὐκ ἀμοιρεῖ, διὸ δὴ πάλιν ἐροῦμεν, ὅλην ὥσπερ ἀνακεφαλαιούμενοι τῶν γεγενημένων τὴν δύναμιν, καὶ τὸν ἐξ ἀρχῆς τῶν προκει μένων ἀναμηρυσάμενοι λόγον· οὕτω γὰρ ἡμῖν ἔσται κατα φανὲς τὸ ῥηθήσεσθαι μέλλον, μάλισθ' ὅτι προστέθεικεν ὁ μακάριος Εὐαγγελιστὴς, ὥσπερ ἀναγκαῖόν τι καὶ ἀπαραί τητον ὑποδηλῶν, τὸ, ὅτι ἀνεχώρησεν εἰς τὸ ὄρος αὐτὸς μόνος. οὐκοῦν τὴν τῶν Ἰουδαίων ἀπανθρωπίαν παραιτούμενος, ἀπε δήμει μὲν τῆς Ἱερουσαλὴμ ὁ Χριστὸς, ὅπερ ἐστὶν ἐναργῶς "̓Εγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν "μου." διαπεραιωσάμενος δὲ τὴν Τιβεριάδος θάλασσαν, καὶ πολὺ λίαν τῆς ἐκείνων ἀπονοίας ἀπεσχοινισμένος, ἀνεπήδα πρὸς ὄρος ἅμα τοῖς μαθηταῖς· ἃ δὴ καὶ ὑποδηλοῦν εἰρήκαμεν τό τε ἄβατον ὥσπερ καὶ ἀνήνυτον τοῖς Ἰουδαίοις τῆς ὡς ἐπ' αὐτὸν ὁδοῦ, καὶ τὴν ἐξ ὀργῆς τῆς ἐπὶ τῷ πάθει γενομένην ἀναχώρησιν τοῦ Χριστοῦ μέχρι καιροῦ, δῆλον ὅτι τοῦ πρέποντος, καὶ ὅτι περιφανὴς ἔσται Χριστὸς ἅμα τοῖς ἑαυτοῦ μαθηταῖς, ὅταν ἐκβαίνῃ τὴν Ἰουδαίαν καὶ πρὸς τὰ ἔθνη βαδίζῃ μετατιθεὶς ἐπ' ἐκεῖνα τὴν χάριν· ἀπὸ δέ γε τοῦ ὄρους τοὺς ἑπομένους αὐτῷ κατεσκέπτετο, καὶ προσέτι τούτῳ διενοεῖτο περὶ τροφῆς. καὶ τοῦτο δὲ πάλιν ἐλέγομεν καθάπερ ἐν τύπῳ σημαίνειν καὶ τὴν ἄνωθεν τοῖς ἁγίοις χρεωστου μένην ἐπισκοπὴν, κατὰ τό "Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους," καὶ ὅτι τῶν σεβομένων αὐτὸν οὐκ ἀπρονοήτως ἔχει ὁ Χρισ τός. εἶτα παραδόξως ὁ πολὺς ἀπετρέφετο δῆμος, διά γε τῶν 1.425 πέντε ἄρτων καὶ τοῖν δυοῖν ὀψαρίοιν· ἐφ' ᾧ δὴ χρῆναι νοεῖσθαι διωριζόμεθα τῶν ἁγίων συγγράμματα παλαιῶν τε καὶ νέων τὴν διὰ τῶν ἀποστόλων παράθεσιν τοῖς ἀγαπῶσι Χριστόν. πρὸς δὲ τούτοις, ὅτι καὶ τὸν τῆς εἰς ἡμᾶς διακονίας καρπὸν πλούσιον κομιεῖται παρὰ Θεοῦ τῶν μαθητῶν ὁ χορὸς, καὶ μετ' ἐκείνους, οἱ τῶν ἁγίων τοῦ Θεοῦ προεστῶτες ἐκκλη σιῶν· ἐπὶ γὰρ πάντας ἐν ἐκείνοις ὁ τύπος ἦν ἐν ἀρχῇ. εἶτα θαυμάζουσιν οἱ θεωροὶ τὸ σημεῖον καὶ ἁρπάζειν εἰς βασιλέα βουλεύονται τὸν Ἰησοῦν. ὃ δὴ καὶ συνεὶς, ἀναχωρεῖ μόνος εἰς τὸ ὄρος ὡς γέγραπται· ὅτε γὰρ παρὰ τοῖς ἔθνεσιν ὡς μεγαλουργὸς καὶ Θεὸς ἐθαυμάσθη Χριστὸς, ὅτε πάντες αὐτὸν ἐπεγράψαντο βασιλέα καὶ κύριον, τότε καὶ ἀνελήφθη μόνος εἰς τὸν οὐρανὸν, οὐδενὸς αὐτῷ τὸ παράπαν ἀκολουθή σαντος· ἀπαρχὴ γὰρ τῶν νεκρῶν ἀναβέβηκεν ὅλως μόνος εἰς τὸ ὄρος τὸ μέγα καὶ ἀληθέστερον κατὰ τὸ εἰρημένον διὰ τοῦ ψαλμῳδοῦ "Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου, ἢ τίς "στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; ἀθῷος χερσὶ καὶ καθαρὸς "τῇ καρδίᾳ." ἀκολουθήσει γὰρ ὁ τοιοῦτος τῷ Χριστῷ καὶ εἰς ὄρος τὸ νοητὸν ἀναβήσεται, κατὰ τὸν τῆς τῶν οὐρανῶν βασι λείας καιρόν· ἀνακεχώρηκε δὲ εἰς τὸ ὄρος, τουτέστιν, ἀναβέ βηκεν εἰς τὸν οὐρανὸν, οὐ τὸ βασιλεύειν τῶν πεπιστευκότων αὐτῷ παραιτούμενος, ἀλλ' ὑπερτιθέμενος τὸν τῆς βασιλείας τῆς ἐκφανεστέρας καιρὸν εἰς τὴν ἄνωθεν ὡς ἡμᾶς ἐπιστρο φὴν, ὅτε καὶ ἐν δόξῃ τῇ τοῦ Πατρὸς καταβήσεται, οὐκέτι διὰ σημείων, καθάπερ καὶ πρότερον, ἐπιγινωσκόμενος ὅτιπερ ὄντως ἐστὶ κατὰ φύσιν Κύριος, ἀλλ' ἐκ δόξης θεοπρεποῦς ὅτιπερ ὑπάρχει βασιλεὺς ἀνενδοιάστως ὁμολογούμενος. Οὐκοῦν· ἐρῶ γὰρ αὖθις ἐν ὀλίγῳ συνενεγκὼν τῶν εἰρημένων τὸ πλάτος· ὅτε διὰ σημείων ἐπιστεύθη καὶ ἐπεγνώσθη Θεὸς, τῶν Ἰουδαϊκῶν ἐκφοιτήσας λαῶν, τότε δὴ πάντες αὐτὸν καὶ εἰς βασιλέα λαμβάνειν ἐπείγονται· ἀναβαίνει δὲ μόνος εἰς 1.426 οὐρανοὺς καιρῷ τῷ πρέποντι τὴν τῆς βασιλείας ἐκφανε στέραν ἐπίδειξιν ἀποταμιευόμενος. Ὡς δὲ ὀψία ἐγένετο, κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν, καὶ ἐμβάντες εἰς πλοῖον ἤρχοντο πέραν τῆς θα λάσσης εἰς Καφαρναούμ. Παραδόξως ἀποτελεσθέντος τοῦ πρώτου σημείου, ῥίζα πάλιν καὶ ἑτέρου καὶ πρόφασις ἡ ἐπ' ἐκείνῳ φυγή τε καὶ ἀναχώρησις οἰκονομικῶς εὑρίσκεται, καὶ πορεύεται, κατὰ τὸ γεγραμμένον, "ἐκ δυνάμεως εἰς δύναμιν" ὁ θαυματουργός. ἐπειδὴ γὰρ ἐζητεῖτο μὲν εἰς βασιλέα παρὰ τῶν ἐπ' ἐκείνῳ τῷ μεγάλῳ καταπεπληγμένων θαύματι, παρῃτεῖτο δὲ αὐτὸς τὰς ἐν κόσμῳ τιμὰς κατὰ τοὺς ἤδη προαποδοθέντας λόγους· ἔδει δὴ πάντως καὶ τόπων αὐτὸν, μᾶλλον δὲ ἁπάσης τῆς ἐκείνων ἀπανίστασθαι χώρας. ἵνα τοίνυν καὶ ἀποπλεῦσαι δοκῇ, καὶ τὸν τῶν ἐπιζητούντων ὑποχαυνώσῃ τόνον, προαποδημεῖν ἐπιτάττει τοῖς μαθηταῖς, ἀπομένει δὲ αὐτὸς εὐαφόρμως ἐπὶ τὸ ἐφεξῆς σημεῖον ἐρχόμενος· ἦν γὰρ δὴ καὶ λίαν ἐσπουδασ μένον αὐτῷ τὸ διὰ πάσης ἀφορμῆς καὶ πράγματος βεβαιοῦν εἰς πίστιν τὴν ἐφ' ἑαυτῷ τῶν ἀποστόλων τὸν νοῦν. ἐπειδὴ γὰρ ἔμελλον ἔσεσθαι τῆς οἰκουμένης διδάσκαλοι, καὶ ὥσπερ τινὲς "φωστῆρες διαλάμψειν ἐν κόσμῳ," κατὰ τὴν τοῦ Παύλου φωνὴν, ἀναγκαίαν αὐτοῖς τὴν ἐφ' ἅπασι τοῖς ὠφε λεῖν πεφυκόσιν ἐποιεῖτο χειραγωγίαν. τοῦτο γὰρ ἦν οὐχ ὅπως ἐκείνοις χαρίζεσθαι μόνοις, ἀλλὰ καὶ τοῖς παρ' αὐτῶν παιδαγωγηθήσεσθαι μέλλουσιν εἰς τὴν ἐπ' αὐτῷ κατάληψιν ἀπλανῆ. Ἀλλὰ τοῦ δὴ χάριν, ἐρεῖ τις τυχὸν, μετὰ τὴν ἐπ' ἐκείνῳ μεγαλουργίαν εὐθὺς τὸ δύνασθαι καὶ ἐπ' αὐτῆς ἰέναι θα λάσσης τὸν Ἰησοῦν εἰσφέρεται; πιθανὴν δὲ σφόδρα τὴν αἰτίαν ὁ τοιοῦτος ἀντακούσεται. ἐπειδὴ γὰρ τοὺς μὲν ὄχλους 1.427 αὐτὸς ἀποτρέφειν ἐβούλετο, ἀτονήσειν δέ πως αὐτὸν περὶ τοῦτο Φίλιππός τε καὶ Ἀνδρέας ὑπέλαβον, ὁ μὲν ἀργυρίων οὐκ ἐλάχιστον ἀριθμὸν μόλις αὐτοῖς ἐξαρκέσειν εἰς ὀλίγην κομιδῆ τὴν ἀπόλαυσιν εἰρηκὼς, ὁ δὲ πέντε μὲν ἄρτους καὶ ὀψάρια δύο παρ' ἑνὶ τῶν παιδαρίων ηὑρῆσθαι διδάσκων, μὴ μὴν εἶναί τι τὸ ηὑρημένον εἰς ὄχλον οὕτω πολὺν, καὶ ἀπὸ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν οἰκείων ῥημάτων μηδὲν ἔξω δύνασθαι τῆς χρεωστουμένης ἀκολουθίας τοῖς καθ' ἡμᾶς πράγμασιν ἐνόμισαν αὐτόν· ἀναγκαίως, ἵνα τῆς οὕτω σμικρο πρεποῦς ὑπολήψεως ἑαυτὸν ἀπαλλάξῃ, καὶ ἀτονοῦντά πως ἔτι τῶν ἀποστόλων τὸν νοῦν ἀναπείθῃ δύνασθαι μαθεῖν, ὅτι πάντα παραδόξως ἅπερ ἂν ἐθελήσαι ποιεῖ τῇ τῶν πρα γμάτων φύσει μὴ κωλυόμενος, μήτε μὴν κατά τι γοῦν ὅλως παραποδιζούσης αὐτῷ τῆς ὡς ἐξ ἀνάγκης ἀκολουθίας, ὑπὸ πόδας ἐτίθει τοὺς ἑαυτοῦ τὴν ὑγρὰν τῶν ὑδάτων φύσιν, καίτοι τοῖς ἀνθρωπίνοις σώμασιν ὑποκεῖσθαι μελετήσασαν· πάντα γὰρ ἦν ὡς Θεῷ δυνατά. ὀψίας τοιγαροῦν ἤδη γεγενη μένης, καὶ τῶν ζητούντων αὐτὸν τὴν ἀκρίβειαν παραλύοντος τοῦ καιροῦ, καταβαίνει μὲν ἐπὶ θάλασσαν τῶν ἁγίων μαθη τῶν ὁ χορὸς, ἀπέπλει δὲ παραχρῆμα, τῷ Θεῷ καὶ διδασκάλῳ τὰ πάντα καὶ ἀμελητὶ πειθόμενος. Καὶ σκοτία ἤδη ἐγεγόνει, καὶ οὔπω ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς, ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διηγείρετο. Πολλὰ κατὰ ταὐτὸν οἰκονομεῖται χρησίμως, καὶ συνε λαύνει τοὺς μαθητὰς εἰς θερμοτέραν τοῦ Σωτῆρος τὴν ἐπιζή τησιν τὰ συμβαίνοντα· θορυβεῖ μὲν γὰρ βαθὺς ὢν ὁ τῆς νυκτὸς σκότος, καὶ τοῖς μὲν ὕδασι μαινομένοις καπνοῦ δίκην ἐπινηχόμενος, τὴν δὲ ὅποι λοιπὸν ἀπευθύνεσθαι χρῆν ἀναι ρούμενος γνῶσιν. ἐκταράττει δὲ οὐ μικρῶς καὶ πνευμάτων 1.428 ἀγριότης, ῥοιζηδὸν τοῖς κύμασιν ἐπεμβαίνουσα, καὶ πρὸς ὕψος ἤδη τὸ ἀσύνηθες διανιστῶσα τὸν κλύδωνα. ἀλλὰ καὶ τούτων ἤδη γεγενημένων, οὔπω φησὶν ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς· ἐν τούτῳ γὰρ ἦν μάλιστα τὸ κινδύνευμα, καὶ τὸ τοῦ φόβου πλέον τὸ μὴ παρεῖναι Χριστὸν τοῖς πλέουσιν ἐνειργάζετο. Οὐκοῦν ἀνάγκη χειμάζεσθαι τοὺς μὴ συνόντας αὐτῷ, διατεμνομένους δέ πως, ἢ καὶ δοκοῦντας ἀποδημεῖν διὰ τοῦ τῶν θείων ἐξοίχεσθαι νόμων, καὶ χωριζομένους διὰ τὴν ἁμαρτίαν τοῦ διασώζειν ἰσχύοντος. οὐκοῦν εἰ βαρὺ τὸ ἐν σκότῳ γενέσθαι τῷ νοητῷ, καὶ εἰ χαλεπὸν τὸ ἐν θαλάσσῃ πικρᾷ τῶν ἡδονῶν καταπνίγεσθαι, προσδεξώμεθα τὸν Ἰη σοῦν· τοῦτο γὰρ ἡμᾶς καὶ κινδύνων ἀπαλλάξει, καὶ τῆς εἰς θάνατον ἁμαρτίας. ὁ δὲ τύπος τῶν εἰρημένων ἐν τοῖς γεγο νόσιν ὀφθήσεται· ἥξει δὴ οὖν πάντως ἐπὶ τοὺς μαθητάς. Ἐληλακότες οὖν ὡς σταδίους εἰκοσιπέντε ἢ τριάκοντα, θεωροῦσι τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον· καὶ ἐφοβήθησαν. ὁ δὲ εἶπεν αὐτοῖς Ἐγώ εἰμι, μὴ φοβεῖσθε. Ὅτε μακροῖς διαστήμασι τῆς ἠπείρου χωρίζονται, καὶ παθόντας ἦν εἰκὸς διασώζεσθαι μηδαμῶς· μέσην γὰρ ἤδη εἶχον τὴν θάλασσαν· τότε δὴ μάλα τριποθήτως αὐτοῖς ἐπι φαίνεται ὁ Χριστός· ἦν γὰρ οὕτω καὶ χαριεστάτην τοῖς κινδυνεύουσιν ἐπιδοῦναι τὴν σωτηρίαν, πᾶσαν αὐτοῖς τὴν ἐπὶ τῷ ζῆν ἐλπίδα προαποτεμόντος ἤδη τοῦ φόβου. ἐπιφαίνεται δὲ παραδόξως αὐτοῖς· τοῦτο γὰρ ἦν μάλιστα τὸ πρὸς ὠφέ λειαν οἰκονομούμενον· καταπλήττονται δὲ διὰ μέσης θαλάσ σης καὶ ἐπ' αὐτῶν ὑδάτων ἰόντα βλέποντες τὸν Ἰησοῦν, καὶ προσθήκην τῷ φόβῳ τὸ θαῦμα λαμβάνουσιν· ἀπαλλάττει 1.429 δὲ αὐτοὺς τῶν συμβεβηκότων παραχρῆμα Χριστός Ἐγώ εἰμι, μὴ φοβεῖσθε λέγων· ἔδει γὰρ ἔδει πάντα μὲν ἐκποδὼν οἴχεσθαι θόρυβον, παντὸς δὲ κινδύνου φαίνεσθαι κρείττονας, τοὺς οἷς ἤδη παρῆν ὁ Χριστός· εἰσόμεθα τοίνυν καὶ διὰ τούτου πάλιν, φρόνημα μὲν ἔχειν ἐν πειρασμοῖς εὔτολμόν τε καὶ νεανικὸν, ὑπομονῇ δὲ κεχρῆσθαι συντόνῳ τῇ εἰς Χριστὸν ἐλπίδι, βεβαιουμένους εἰς εὐθαρσίαν τὴν ἐπὶ τῷ πάντως διασωθήσεσθαι, κἂν πολλοί τινες ἡμᾶς οἱ ἐκ τοῦ πειράζεσθαι περικλύζωσι φόβοι. Ἐπιτήρει γὰρ ὅπως οὐκ εὐθὺς ἀποπλεύσασιν, οὐδὲ ἐν ἀρχῇ τῶν κινδύνων, τοῖς ἐν τῷ σκάφει Χριστὸς ἐπιφαίνεται, ἀλλ' ὅτε σταδίοις ἀπενοσφίζοντο τῆς ἠπείρου πολλοῖς. οὐ γὰρ εὐθὺς ἀρχομένης τῆς ἐκταρασσούσης ἡμᾶς περιστάσεως ἡ τοῦ διασώζοντος χάρις ἐπιφοιτᾷ, ἀλλ' ὅταν ἀκμάσῃ μὲν ὁ φόβος, φαίνηται δὲ ἤδη κατὰ κράτος ὁ κίνδυνος, καὶ ἐν μέσοις, ἵν' οὕτως εἴπω, τοῖς κύμασι τῶν θλίψεων εὑρισκώ μεθα· τότε δὴ καὶ ἀδοκήτως ἐπιφαίνεται Χριστὸς, καὶ περι στέλλει μὲν τὸν φόβον, κινδύνου δὲ ἀπαλλάξει παντὸς, ἀφάτῳ δυνάμει μετατιθεὶς τὰ δεινὰ, καθάπερ εἰς γαλήνην τὴν εὐθυμίαν. Ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως ἐγένετο τὸ πλοῖον ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον. Οὐ κινδύνων μόνον ἀπαλλάττει τοὺς πλωτῆρας ὁ Κύριος παραδόξως αὐτοῖς ἐπιλάμψας, ἀλλ' ἤδη καὶ πόνου καὶ ἱδρώτων ἐλευθεροῖ, δυνάμει τῇ θεοπρεπεῖ τῇ κατ' ἀντίπεραν γῇ προσερείσας τὸ σκάφος· οἱ μὲν γὰρ προσεδόκουν, ἐρέτ τοντες ἔτι μόλις δύνασθαι διεκπλεῖν, ὁ δὲ καὶ τούτων ἐξίστησι τῶν πόνων αὐτοὺς, πολλῶν ἐν ὀλίγῳ κομιδῇ τῷ καιρῷ θαυμάτων δημιουργὸς πρὸς πληροφορίαν αὐτοῖς ἀνα 1.430 δεικνύμενος· οὐκοῦν ὅταν ἡμῖν ἐπιφαίνηται καὶ ἐπιλάμπῃ Χριστὸς, ἀκονιτὶ κατορθώσομεν καὶ τὸ μεῖζον ἢ κατ' ἐλπίδα τὴν ἐν ἡμῖν, καὶ οἱ διὰ τοῦ μὴ ἔχειν αὐτὸν κινδυνεύοντες, οὐδενὸς ἔτι προσδεησόμεθα πόνου πρὸς τὸ δύνασθαι κατορ θοῦν τὰ λυσιτελῆ, παρόντος αὐτοῦ. λύσις οὖν ἄρα παντὸς κινδύνου Χριστὸς, καὶ κατορθωμάτων ἔκβασις τῶν ὑπὲρ ἐλπίδα τοῖς προσδεχομένοις αὐτόν. Ἐπειδὴ δὲ τὸν ἐφ' ἑκάστῳ τῶν προκειμένων ἀνὰ μέρος ἐποιησάμεθα λόγον, ἄγε δὴ πάλιν ταῖς τῶν ἤδη φθασάντων ἀκολουθίαις καὶ τὸν ἐν τούτοις συνείροντες νοῦν, πνευμα τικὴν ἐξυφήνωμεν θεωρίαν. οὐκοῦν ὥσπερ εἰς ὄρος ἀναβε βηκέναι τὸν οὐρανὸν ἐλέγομεν τὸν Ἰησοῦν, ἀναληφθέντα δηλονότι, μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν· ἀλλ' ὅτε τοῦτο γενέσθαι συμβέβηκε, τότε μόνοι καὶ καθ' ἑαυτοὺς οἱ μαθηταὶ τύπον ἐπέχοντες τῶν ἐφεξῆς καὶ κατὰ πάντα καιρὸν διδα σκάλων ἐκκλησιαστικῶν, καθάπερ τινὰ θάλασσαν, τὸν ἐν τῷ παρόντι βίῳ διανήχονται κλύδωνα, συχνοῖς καὶ μεγάλοις περιπίπτοντες πειρασμοῖς, καὶ τοὺς ἐπὶ τῷ διδάσκειν κινδύ νους οὐκ εὐκαταφρονήτους ὑπομένοντες παρὰ τῶν ἀνθεστη κότων τῇ πίστει καὶ μαχομένων τοῖς εὐαγγελικοῖς δηλονότι κηρύγμασιν· ἀλλὰ καὶ τοῦ φόβου πεπαύσονται καὶ κινδύνου παντὸς, καταλήξουσι δὲ καὶ τῆς ἐν πόνοις ταλαιπωρίας, ὅταν αὐτοῖς καὶ εἰσαῦθις ἐπιφαίνηται Χριστὸς ἐν δυνάμει θεο πρεπεῖ, καὶ πᾶσαν ἔχων ὑπὸ πόδας τὴν οἰκουμένην. τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ ἐπὶ θαλάσσης περιπατεῖν, ἐπεὶ καὶ εἰς κόσμου τύπον πολλάκις ἡ θάλασσα παρὰ τῇ θείᾳ λαμβά νεται γραφῇ κατὰ τὸ ἐν ψαλμοῖς εἰρημένον "Αὕτη ἡ θά "λασσα ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν "ἀριθμὸς, ζῷα μικρὰ μετὰ τῶν μεγάλων." ὅταν οὖν ἔλθῃ ὁ Χριστὸς ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, καθὰ γέγραπται, 1.431 τότε τῶν ἁγίων ἀποστόλων τὸ σκάφος, τουτέστιν ἡ Ἐκκλη σία, καὶ οἱ πλέοντες ἐν αὐτῇ, τουτέστιν οἱ διὰ πίστεως καὶ ἀγάπης τῆς εἰς Θεὸν, ἄνω τῶν ἐν κόσμῳ γεγονότες πραγ μάτων, ἀμελητὶ καὶ δίχα πόνου παντὸς καταλύσουσιν εἰς γῆν εἰς ἣν ὑπῆγον. ἦν γὰρ αὐτοῖς ὁ σκοπὸς, καθάπερ εἰς εὔδιον καταλῦσαι λιμένα, τὴν τῶν οὐρανῶν βασιλείαν δηλαδή· βεβαιοῖ δὲ τὴν ἐφ' ἅπασι τοῖς εἰρημένοις διάνοιαν ὁ Σωτὴρ, λέγων πρὸς τοὺς ἑαυτοῦ μαθητὰς, ποτὲ μὲν ὅτι "Μικρὸν καὶ "οὐκέτι θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με," ποτὲ δὲ πάλιν "Θλίψιν ἕξετε ἐν τῷ κόσμῳ· ἀλλὰ θαρσεῖτε, ἐγὼ "νενίκηκα τὸν κόσμον." κάτεισι γεμὴν διὰ νυκτὸς ἀπὸ τοῦ ὄρους ὁ Κύριος, καὶ τοῖς ἑαυτοῦ μαθηταῖς ἀγρυπνοῦσιν ἐπιφοιτᾷ· καὶ γοῦν ἰόντα προσβλέπουσι δειλίας οὐ δίχα· καταφρίττουσι γὰρ, ἵνα δή τι τὸ ἀναγκαῖον εἰς νόησιν καὶ διὰ τούτων ἡμῖν ἀναφαίνηται. καταβήσεται γὰρ ἐξ οὐρανοῦ καθάπερ ἐν νυκτὶ κοιμωμένου τρόπον τινὰ τοῦ κόσμου, καὶ εἰς πολλὴν ῥέγχοντος ἁμαρτίαν. διὰ γὰρ τοῦτο καὶ πρὸς ἡμᾶς που φησί "Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ "κύριος ὑμῶν ἔρχεται." διδάξει δὲ οὐδὲν ἧττον ἡμᾶς καὶ ἡ ἐπὶ ταῖς παρθένοις παραβολὴ τὸ λεγόμενον. πέντε μὲν γὰρ τὰς φρονίμους εἶναί φησι, μωρὰς δὲ τὰς πέντε· ἀλλὰ βραδύνοντος "τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον· "μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν Ἰδοὺ ὁ νυμφίος, ἐξέρ "χεσθε εἰς ἀπάντησιν." ὁρᾷς ὅπως διὰ μέσης νυκτὸς ὁ νυμφίος ἡμῖν ἀγγέλλεται; τίς δὲ λοιπὸν ἡ κραυγὴ, καὶ ὁ τῆς ἀπαντήσεως τρόπος, σαφηνιεῖ λέγων ὁ θεσπέσιος Παῦ λος, ποτὲ μὲν "ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ "ἀρχαγγέλου, ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ·" ποτὲ δὲ πάλιν περὶ τῶν ἐγηγερμένων ἁγίων, ὅτι καὶ "ἡμεῖς "οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα αὐτοῖς ἐν νεφέλαις ἁρπα 1.432 "γησόμεθα εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω "πάντοτε σὺν Κυρίῳ ἐσόμεθα." τὸ δὲ φόβῳ βεβλῆσθαι τοὺς μαθητὰς, καίτοι θεωροῦντας ἐρχόμενον, καὶ ἐν πόνῳ καὶ ἐγρηγόρσει κατειλημμένους, ἐκεῖνο δηλοῖ, ὅτι φοβερὸς μὲν ἐπὶ πάντας ἥξει κριτὴς, καταπτήξει δὲ πάντως ἐφ' ἑαυτῷ καὶ ὁ δίκαιος, ὡς διὰ πυρὸς δοκιμαζόμενος, καίτοι καὶ προανα βλέπων ἀεὶ τὸν ἀφιξόμενον, καὶ οὐκ ὀκνήσας εἰς πόνους τοὺς ἐπ' ἀρετῇ, νήψει τε ὁμοίως καὶ ἀγαθῇ γρηγόρσει συντεθραμ μένος. οὐ συνεισέρχεται δὲ τοῖς ἑαυτοῦ μαθηταῖς, ὡς συμ πλεύσων ὁ Κύριος, ἐφορμίζει δὲ μᾶλλον τῇ χέρσῳ τὸ σκάφος. οὐ γὰρ συνεργήσων ἔτι πρὸς κατόρθωσιν ἀρετῆς τοῖς αὐτὸν σεβομένοις ἐπιφανεῖται Χριστὸς, ἀλλὰ τοῖς ἤδη κατωρθωμένοις πέρας ἐπιθήσων τὸ προσδοκώμενον. Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστὼς πέραν τῆς θαλάσσης ἰδὼν ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἓν ἐκεῖνο εἰς ὃ ἀνέβησαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ὅτι οὐ συνῆλθε τοῖς μαθηταῖς αὐτοῦ εἰς τὸ πλοῖον ὁ Ἰησοῦς, ἀλλ' οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον· ἄλλα δὲ ἦλθε πλοιάρια ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον εὐχαριστήσαντος τοῦ Κυρίου. Οὐ λανθάνει τὸ παράδοξον, τὸ ἐπ' αὐτῆς τῆς θαλάσσης φημὶ περιπατῆσαι τὸν Ἰησοῦν, καίτοι διὰ νυκτὸς καὶ ἐν σκότῳ γεγενημένον καὶ λεληθότως οἰκονομηθέν. ὑπαισθά νεται δὲ τῶν ἀκολουθεῖν εἰωθότων ὁ δῆμος, διὰ πολλῆς τινος, ὡς ἔοικε, τῆς ἐπιτηρήσεως, ὅτι μήτε συμπλεύσοι τοῖς ἑαυτοῦ μαθηταῖς πληροφορούμενος, μήτε μὴν ἑτέρῳ διαπορθ μεύσαι τῷ σκάφει· μόνον γὰρ ἦν ἐκεῖσε τὸ τῶν ἀποστόλων, ὃ δὴ καὶ λαβόντες προῴχοντο. οὐδὲν οὖν ἄρα λανθάνει τῶν ἀγαθῶν, κἂν λεληθότως ὑπό του τελῆται τυχὸν, καὶ ἀληθὲς 1.433 ἐντεῦθεν ὀψόμεθα, τό "Οὐδὲν κρυπτὸν ὃ οὐ φανερωθήσεται, "οὐδὲ ἀπόκρυφον ὃ οὐ μὴ γνωσθῇ καὶ εἰς φανερὸν ἔλθῃ." χρῆναί φημι τοιγαροῦν τὸν τοῖς ἴχνεσιν ἀκολουθεῖν ἐθέλοντα τοῦ Χριστοῦ, καὶ κατὰ τὸ ἐγχωροῦν ἀνθρώπῳ πρὸς τὸν ἐν ἐκείνῳ διαπλάττεσθαι τύπον, μὴ φιλοκόμπως ἐπείγεσθαι διαζῆν, μηδὲ εἰς θήραν ἐπαίνων ἐξέλκεσθαι ποιοῦντα τὴν ἀρετὴν, μηδὲ εἰ παράδοξόν τινα καὶ λίαν ἐξησκημένον ἐπανέ λοιτο βίον, οὐ μετρίως δοξάζεσθαι διὰ τοῦτο φιλεῖν, ἀλλὰ μόνοις ὁρᾶσθαι θέλειν τοῖς τῆς θεότητος ὀφθαλμοῖς ἀπογυμ νούσης τὰ κρυπτὰ, καὶ τὸ λεληθότως ἐπιτελεσθὲν εἰς ἐμφανε στάτην ἀγούσης κατάληψιν. Ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησαν αὐτοὶ εἰς τὰ πλοιάρια καὶ ἦλθον εἰς Καφαρναοὺμ ζητοῦντες τὸν Ἰησοῦν. Ἀκολουθοῦσιν οὗτοι θαυμασταὶ μὲν ἴσως τῶν σημείων ὑπάρχοντες, οὐ μὴν εἰς τὸ χρῆναι πιστεύειν τὴν ἐξ αὐτῶν ὠφέλειαν δεχόμενοι, ἀλλ' ὥσπερ τινὰ τῷ παραδοξοποιῷ τὴν ἀντίδοσιν διὰ τοῦ καὶ μόνον αὐτὸν ἐπαινεῖν οὐκ ἀνεθέλητον προσκομίζοντες. φρενὸς δὲ τοῦτο νόσημα ψυχρὸν, καὶ ψυχῆς οὐδαμόθεν ἐπὶ τὴν τοῦ συμφέροντος αἵρεσιν παιδαγωγεῖσθαι κατειθισμένης. αἴτιον δὲ τούτων αὐτοῖς, τὸ μόνον ἐπιτέρπε σθαι ταῖς τῆς σαρκὸς ἡδοναῖς, καὶ τροφῇ μᾶλλον τῇ εὐτελε στάτῃ καὶ προσκαίρῳ προθύμως ἐπιπηδᾶν, ἤγουν τοῖς πνευ ματικοῖς ἐπιτρέχειν ἀγαθοῖς, καὶ πειρᾶσθαι κερδαίνειν, ὅσα πρὸς ζωὴν ἂν ἀποτρέφῃ τὴν αἰώνιον. τοῦτο δ' ἂν μάθοις ἀκριβῶς, καὶ διὰ τῶν ἐφεξῆς. 1.434 Καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης εἶπον αὐτῷ Ῥαββὶ, πότε ὧδε γέγονας; Εἰς διάθεσιν μὲν ὁ λόγος τὴν ἐξ ἀγαπώντων σχηματί ζεται, καὶ ὑποπλάττεταί πως τὸ γλυκὺ, πλὴν ἀνόητος κομιδῆ καὶ μειρακιώδης ἐξελέγχεται· οὐ γὰρ ἔδει τῷ τοσούτῳ περι τυχόντας διδασκάλῳ, μάταιόν τι λέγειν καὶ μαθεῖν ἐπείγε σθαι τὸ μηδέν. τί γὰρ ἔδει φιλοπευστεῖν, πότε μὲν αὐτὸς ἀφίκοιτο τυχόν; τί δὲ ἦν εἰκὸς τοῦτο μαθόντας ὠφεληθή σεσθαι; σοφὰ τοιγαροῦν παρὰ σοφῶν ζητητέον, καὶ προτε τιμήσθω λόγων ἀπαιδεύτων ἡ ἐν συνέσει σιγή. ἅλατι μὲν γὰρ ἠρτύσθαι δεῖν ἐπιτάττει τὸν λόγον ἡμῶν ὁ Χριστοῦ μαθητής· ἕτερος δέ τις εἰς τοῦτο προτρέπει τῶν σοφῶν "Τέκνον, εἰπὼν, εἰ μέν ἐστι σοι λόγος συνέσεως, ἀποκρί "θητι· εἰ δὲ μὴ, χεὶρ ἔστω ἐπὶ στόματί σου." ὅπως δὲ φαῦλόν ἐστι τὸ ἐπ' ἀπαιδεύτῳ γλώττῃ καταγινώσκεσθαι, καὶ δι' ἑτέρου γνωσόμεθα "Εἴ τις γάρ, φησι, δοκεῖ θρῆσκος "εἶναι ἐν ὑμῖν, μὴ χαλιναγωγῶν γλῶτταν αὐτοῦ, ἀλλὰ ἀπα "τῶν καρδίαν αὐτοῦ, τούτου μάταιος ἡ θρησκεία." Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν Ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με οὐχ ὅτι εἴδετε σημεῖον, ἀλλ' ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε. Ἐροῦμεν δή τι κοινὸν, πλὴν ἔθει μικρῷ τετριμμένον. πεφύκασί πως αἱ μεγάλαι τῶν διδασκάλων ἕξεις οὐ μετρίως χαλεπαίνειν πολλάκις, ὅταν τι τῶν εἰκαίων καὶ ἀνωφελῶν ἐξετάζωνται· καὶ οὐ δήπου τοῦτο παθόντας αὐτοὺς ἐξ ἀλαζο νείας εὑρήσομεν, ἀλλὰ μᾶλλον ταῖς τῶν ἐρωτώντων ἀμαθίαις ἐπιστυγνάζοντας. ἐπὶ μὲν οὖν ἡμῶν τε καὶ τῶν καθ' ἡμᾶς οὐκ ἀκόμψως εἰρῆσθαι τὸ τοιοῦτο ὑπολαμβάνω· θερμὸν δὲ 1.435 τοῖς ἐκεῖνα διερωτήσασιν ἐπιφέρει τὸν ἔλεγχον ὁ Σωτὴρ, ὡς λαλοῦσιν ἀπαιδεύτως, καὶ ἀσυνέτως διεσκεμμένοις, οὐχ ὅτι προσήκοι ζητεῖν τὰ ἐφ' οἷς ἂν γένοιντο καλοί τε καὶ ἀγαθοὶ, ἀλλ' ἐπὶ μισθῷ σωματικῷ καὶ τούτῳ εὐτελεστάτῳ κατα κολουθεῖν αὐτῷ. τί γὰρ ἂν γένοιτο τροφῆς τῆς ἐφημέρου, καὶ οὐκ ἐν πολυτελεῖ, τὸ ἔλαττον; ἐπιτηδευτέον τοιγαροῦν τὴν εἰς Χριστὸν καὶ εὐλάβειαν καὶ ἀγάπησιν, οὐχ ἵνα τι τῶν σωματικῶν εὑρίσκωμεν, ἀλλ' ἵνα τὴν δι' αὐτοῦ σωτηρίαν ἀποκερδαίνωμεν, καὶ μὴ λέγωμεν μὲν ἀγαθὰ πρὸς αὐτὸν, ὥσπερ οὖν ἐκεῖνοι τό Ῥαββὶ, ἐμπορίας δὲ ἄλλως ὑπόθεσιν καὶ ἀπλήστου χρημάτων συγκομιδῆς τὴν χρηστολογίαν ἀρτύωμεν· ἤγουν ὁ τοιούτοις ἐπιχειρῶν, οὐκ ἀγνοήσει λοιπὸν ὅτι πικρῶς ἐλέγχοντι προσβαλεῖ τῷ Χριστῷ, καὶ τὴν κεκρυμ μένην ἐν αὐτῷ κακίαν ἀποκαλύπτοντι. Θαυμάσαι δὲ πάλιν ἀκόλουθον καὶ τὴν ἐπὶ τούτοις οἰκονο μίαν. ἐπειδὴ γὰρ νόσῳ κατειλημμένους ἐθεᾶτο τῇ προειρη μένῃ, καθάπερ τις ἀριστοτέχνας καὶ ἐπιστήμων ἰατρὸς, διπλοῦν αὐτοῖς ἐπενόησε φάρμακον, ἀξιολογωτάτῳ σημείῳ τὸν ἐπωφελῆ παραπλέξας ἔλεγχον. τὸ μὲν οὖν σημεῖον εὑρήσομεν ἐν τῷ εἰδέναι τὰ ἐν αὐτοῖς, ἐν δὲ τῷ κυρίως μὴ δι' εὐσέβειαν ζητεῖν ἐπείγεσθαι λέγειν αὐτοὺς τὸν θαυμα τουργὸν, θεωρήσεις τὸν ἔλεγχον· ὠφελεῖ δὲ διττῶς. τῷ μὲν γὰρ ἐξεπίστασθαι σαφῶς τὰ ἐν αὐτοῖς βουλεύματα καὶ γνωρίζειν ἀκριβῶς, ἀσυνέτους ὄντας ἐπιδεικνύει, ὅτι δὴ λή σονται τὸν θεῖον ὀφθαλμὸν οἰομένους, καταχώσαντες μὲν ἐν καρδίᾳ τὴν πονηρίαν, ἐπιτηδεύοντες δὲ τὸ ἐν γλώττῃ γλυκύ. τοῦτο δὲ ἦν ἀναπείθοντος ἤδη νόσου μὲν τῆς ἐπὶ τούτοις ἀποφοιτᾶν, ἁμαρτίας δὲ καταλήγειν οὐ μικρᾶς· ὑβριστὴς γὰρ ὄντως καὶ παράνομος, ὁ ταύτην ἔχων ἐπὶ Θεῷ τὴν διά ληψιν· τῷ δὲ χρησίμως ἐλέγχειν ἡμαρτηκότας, ἀνασειράζων τρόπον τινὰ τοῦ κακοῦ τὸν ἐπέκεινα δρόμον· ἕρπει μὲν γὰρ 1.436 καὶ ἐκτείνεται τὸ κωλύον ἔχον οὐδέν· φωραθὲν δέ πως μονονουχὶ καὶ αἰσχύνεται, καὶ σχοινίου δίκην εἰς ἑαυτὸ συστέλλεται. ὠφελεῖ τοιγαροῦν καὶ ἐλέγχων ὁ Κύριος, καὶ δι' ὧν ἄν τις αὐτὸν ὅτι πλήττοι νομίσειε, διὰ τούτων αὐτῶν εὐεργετοῦντα θεάσαιτο. νοητέον ἐντεῦθεν, ὅτι κἂν θωπεύωσί τινες, ἢ καὶ χρηστοῖς περισαίνωσι λόγοις τοὺς τῶν ἐκκλησιῶν ἡγουμένους, μὴ ὀρθοποδῶσι δὲ περὶ τὴν πίστιν, οὐ συναρπάζεσθαι ταῖς κολακείαις ἀκόλουθον αὐτοὺς, οὐδὲ ὥσπερ τινὰ μισθὸν τῶν ἐπαίνων ἀντικιχρᾶν τοῖς ἐπα νορθώσεως δεομένοις, τὴν ἐφ' οἷσπερ ἂν πταίωσι σιωπήν· ἐλέγχειν δὲ μᾶλλον ἐκ παῤῥησίας, καὶ μεταχωρεῖν ἀναπεί θειν ἐπὶ τὸ ἄμεινον, ἤγουν διὰ τούτου κἂν ἑτέρους ὠφε λεῖν, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Παύλου "Τοὺς ἁμαρτά "νοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον "ἔχωσι." Τὰ μὲν οὖν ἐν τοῖς προκειμένοις ἡμῖν ἀνὰ μέρος ἐν τούτοις, ἀκόλουθα γεμὴν καὶ ἀναγκαίως ἐπενηνεγμένα τοῖς ἤδη προτεθεωρημένοις, ἀναδείκνυσθαι δεῖν ὑπολαμβάνω καὶ αὐτά. οὐκοῦν ἐν ἐκείνοις ἐλέγομεν τοῦ Σωτῆρος ἡμῶν τὴν ἐκ τοῦ ὄρους κάθοδον τὴν δευτέραν ἡμῖν καὶ εἰσαῦθις ἐσο μένην ἐκ τῶν οὐρανῶν ἐπιδημίαν ἀνατυποῦν, καὶ ὡς ἐν συναιρέσει τοῦ παντὸς θεωρήματος προσεπετίθεμεν, ὅτι καὶ ἀγρυπνοῦσι καὶ ἐν τῷ πονεῖν ὑπάρχουσιν ἔτι τοῖς ἑαυτοῦ μαθηταῖς ἐπιφαίνεται, καὶ δειλίας ἀπαλλάξας παραχρῆμα τὸ σκάφος ἐτίθει πρὸς γῆν. καὶ τί τὸ ἐν τούτοις ὡς ἐν τύποις ἡμῖν ζωγραφούμενον, ἐν ἐκείνοις ἐσαφηνίζομεν. ἀλλ' ἐπι τήρει καὶ νῦν, ὅτι μετὰ τὸ κατελθεῖν ἐκ τοῦ ὄρους τὸν Ἰησοῦν, ὑστεροῦσί τινες περὶ τὴν ἀκολούθησιν, καὶ τελευ ταῖοι βαδίζουσιν ἐπ' αὐτόν. ἔρχονται γὰρ "τῇ ἐπαύριον," 1.437 οὐκ ἀπαρατηρήτως καὶ τοῦτο προστεθεικότος τοῦ εὐαγγε λιστοῦ· εἶτα περιτυχόντες, χρηστοῖς κολακεύειν ἐπιχειροῦσι λόγοις, ἐπιπλήττει δὲ αὐτοῖς ὁ Χριστὸς, ζέοντα καὶ δριμὺν ἐπαγαγὼν τὸν ἔλεγχον, ἵνα πάλιν ἐκεῖνο διενθυμώμεθα, ὅτι μετὰ τὸ ἀφικέσθαι τὸν Κύριον ὡς ἡμᾶς ἐξ οὐρανῶν, εἰκαιο τάτη λοιπὸν καὶ ἀνωφελὴς ἀνθρώποις ἡ τῶν ἀγαθῶν ἐπι ζήτησις, καὶ τὸ ἀκολουθεῖν ἐθέλειν αὐτῷ καιρὸν οὐκ ἔχει τὸν πρέποντα. ἀλλὰ κἂν προσίωσί τινες, προσηνεστάτοις αὐτὸν καταμαλθάξειν οἰόμενοι λόγοις, οὐκέτι χρηστῷ περιτεύξονται καὶ πράῳ τῷ κρίνοντι, ἀλλ' ἐλεγκτικῷ τε καὶ πληκτικῷ· τὴν γὰρ τῶν ἐλεγχομένων θωπείαν, καὶ αὐτὸν δὲ τὸν ἔλεγχον ἐν τοῖς τοῦ Σωτῆρος θεωρήσεις λόγοις, ὅτε δὴ καί φησι "Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ·" τῇ τῆς κρίσεως δηλονότι "Κύριε κύριε, οὐ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβά "λομεν;" ἀλλὰ "Τότε, φησὶν, ὁμολογήσω αὐτοῖς, ὅτι "ἀμὴν λέγω ὑμῖν οὐδέποτε ἔγνων ὑμᾶς·" οὐ γὰρ ἐζητήσατέ με, φησὶ, καθαρῶς, ἀλλ' οὐδὲ τὸ ἐν ἁγιασμῷ διαπρέπειν ἠγαπήσατε, ἔγνων γὰρ ἂν διὰ τούτων ὑμᾶς, ἀλλ' ἐπείπερ εἰς εὐπορίας εὕρεσιν τὴν ἐν δοκήσει καὶ ἐν ψιλαῖς ὑπονοίαις εὐλάβειαν ἐποιήσασθε, καὶ ἠγνοηκέναι δικαίως ὁμολογῶ· ὅπερ οὖν ἐν τούτοις εἶναί φαμεν τό Κύριε, κύριε, τοῦτο καὶ ἐν θάδε τό Ῥαββί. οὐκοῦν ὅτῳ τὸ κολάζεσθαι πικρὸν, μὴ κατα πιπτέτω πρὸς ἀνανδρίαν, μηδὲ ἀσθενείτω ποικίλως εἰς τὸ πλημμελεῖν, εἰς χρηστότητα βλέπων τὴν ἐν Θεῷ, ἀλλ' ἑτοι μαζέτω "εἰς τὴν ἔξοδον αὐτοῦ τὰ ἔργα αὐτοῦ," καθὰ γέγραπ ται, "καὶ παρασκευαζέσθω εἰς τὸν ἀγρὸν," τουτέστιν, ἕως ἐστὶν ἐν τῷδε τῷ κόσμῳ. ἀγρὸν γὰρ τὸν κόσμον ἡρμήνευσεν ὁ Σωτήρ. παρασκευαζέσθω δὲ πρὸς ἀπόδειξιν ἁγιασμοῦ καὶ δικαιοσύνης ἐπὶ τοῦ θείου βήματος. οὐ γὰρ ἀκαίρως ὄντα φιλάνθρωπον θεωρήσει τὸν δικαστὴν, ἀλλ' οὐδὲ τοῖς εἰς 1.438 ἔλεον εἴκοντα λόγοις, τὸν ᾧπερ ἐχρῆν ἀμελητὶ καταπείθε σθαι καλοῦντι πρὸς σωτηρίαν, ὅτε καὶ ὁ τῆς ἡμερότητος ἐπεδίδου καιρὸς, καὶ τὴν ἐπὶ τοῖς ἤδη προεπταισμένοις ἐξαι τεῖν ἀμνηστίαν, καὶ τὴν ἐκ Θεοῦ τοῦ σώζοντος φιλανθρω πίαν ἐπιζητεῖν. Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον. Τοιοῦτόν τι πάλιν ἐπὶ τὸ καθόλου καὶ γενικώτερόν πως ἐκπλατύνων τὸν λόγον, ὁ Παῦλος ἡμᾶς ἐκδιδάσκει λέγων "̔Ο σπείρων εἰς τὴν σάρκα ἐκ τῆς σαρκὸς θερίσει φθοράν· "ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν "αἰώνιον." σπείρειν μὲν γὰρ εἰς τὴν σάρκα φησὶ τοὺς οἵ γε ταῖς τῆς σαρκὸς ἡδοναῖς ὅλας ὥσπερ ἐπιτρέψαντες τὰς ἡνίας δρομαῖοι βαδίζουσιν ἐφ' ὅπερ ἂν βούλωνται, διακρίνοντες μὲν οὐδαμῶς τὸ σφίσι λυσιτελὲς ἀπὸ τοῦ κατασίνεσθαι καὶ ἀδι κεῖν πεφυκότος, δοκιμάζειν δὲ ὅλως τὸ τῷ νομοθέτῃ δοκοῦν οὐδαμόθεν κατειθισμένοι, ἐπὶ δὲ μόνον τὸ ἡδύ τε καὶ πρόσ καιρον ἀπερισκέπτως κατασυρόμενοι, καὶ τῶν ὁρωμένων προ κρίνοντες οὐδέν· σπείρειν δὲ πάλιν εἰς τὸ πνεῦμα διισχυ ρίζεται, τὰ ἐφ' οἷς ἂν βούλοιτο διαπρέπειν ἡμᾶς τὸ Ἅγιον Πνεῦμα, ὅλον μὲν τῆς ἑαυτῶν διανοίας δαπανῶντας τὸ σπούδασμα, συντόνῳ δὲ οὕτως ἀποκεχρημένους φροντίδι πρὸς γεωργίαν τῶν ἀγαθῶν, ὡς εἰ μή τις αὐτοὺς κατήπειξε λόγος φυσικός τε καὶ ἀνυπέρθετος τὰς ἀναγκαίας τῇ σαρκὶ χαρίζεσθαι τροφὰς, οὐδ' ἂν εἰς τοῦτό ποτε καταβαίνειν ἠνέσχοντο. οἶμαι τοίνυν προσήκειν ἡμᾶς, "τῆς μὲν σαρκὸς "εἰς ἐπιθυμίας" μηδεμίαν ὅλως τίθεσθαι πρόνοιαν, προσ κεῖσθαι δὲ μᾶλλον τοῖς ἀναγκαιοτάτοις, καὶ ἐπιτηδεύειν ἐπεί γεσθαι τὰ ὅσαπερ ἡμᾶς εἰς τὴν αἰώνιόν τε καὶ θείαν ἀνα 1.439 φέρει ζωήν. τὸ μὲν γὰρ τὰς τοῦ σώματος ἀποθαυμάζειν 1.439 τρυφὰς, καὶ μηδὲν ἡγεῖσθαι τὸ ἄμεινον τῶν περὶ γαστέρα πλεονασμῶν, θηριῶδες ὄντως, καὶ τῆς ἐπὶ τοῖς ἐσχάτοις ἀλογίας οὐκ ἀμοιροῦν. τὸ δὲ προσκεῖσθαι τοῖς ἀγαθοῖς, καὶ λίαν ἐπείγεσθαι διαπρέπειν ἐν ἀρεταῖς καὶ τοῖς τοῦ πνεύματος ὑποκεῖσθαι νόμοις, προσίεσθαί τε καὶ λίαν ἀσμένως τὰ παρὰ Θεοῦ πρὸς σωτηρίαν ἐφοδιάζειν ἡμᾶς ἰσχύοντα, δοίην ἂν ἔγωγε πρέπειν ὄντως τῷ τὴν ἰδίαν ἐπιγινώσκοντι φύσιν, καὶ ὅτι ζῷον πεποίηται λογικὸν κατ' εἰκόνα τοῦ κτίσαντος οὐκ ἠγνοηκότι. οὐκοῦν ὡς αὐτός που φησὶν ὁ Σωτήρ "Μὴ "μεριμνῶμεν τί φάγωμεν ἢ τί πίωμεν ἢ τί περιβαλώμεθα," λογιζόμενοι δὲ ὅτι κρείττων ἐστὶν "ἡ ψυχὴ τῆς τροφῆς, "καὶ τὸ σῶμα τοῦ ἐνδύματος," ὅπως ἂν ἔχοι καλῶς τὰ τιμιώτερα μᾶλλον τῶν ἐν ἡμῖν ἐνθυμώμεθα. Εὐπαθοῦντος μὲν γὰρ τοῦ σώματος, καὶ ταῖς αὐτῷ καταλ λήλοις πιαινομένου τρυφαῖς, ὄνησις μὲν οὐδεμία τῇ ἀθλίᾳ ψυχῇ· ἐκ δὲ τῶν ἐναντίων, καὶ πολύ τι τὸ βλάβος ἀνατελεῖ. κατοιχήσεται γὰρ εἰς τὸ πῦρ τὸ αἰώνιον, ἐπείπερ ἀνάγκη τοὺς οὐδὲν τῶν ἀγαθῶν εἰργασμένους, τῆς ἐπὶ τούτοις εἴσω γε νέσθαι δίκης, λογισμῷ δὲ τῷ πρέποντι χαλιναγωγηθέντος τοῦ σώματος, καὶ τοῖς τοῦ πνεύματος ὑπεζευγμένου νόμοις, σώζε σθαι πάντως ἀνάγκη τὸ συναμφότερον. ἔστι τοίνυν τῶν ἀτο πωτάτων, τῆς μὲν προσκαίρου καὶ ὅσον οὐδέπω φθαρησομένης σαρκὸς οὕτως ἡμᾶς προνοεῖν, ὡς οἴεσθαι δεῖν οὐδενὸς ὅλως ἀπολιμπάνεσθαι τῶν φιλαιτάτων αὐτῇ· ἐν παρέργου δὲ τάξει λαβεῖν, ἢ καὶ τῷ μηδενὶ παρισοῦν τὴν ἐπὶ ψυχῇ φροντίδα, καίτοι τοσοῦτον οἶμαι προσήκειν ἐπείγεσθαι μᾶλλον ἡμᾶς προσκεκλίσθαι τοῖς ἐπὶ ψυχῇ φροντίσμασιν, ὅσον καὶ ἐν ἀμεί νοσιν ἢ κατὰ σάρκα ἐστίν· οὕτω γὰρ ὄντως, καὶ τῶν ἡττωμέ 1.440 νων προτάττοντες τὸ ὡς ἐν συγκρίσει νικῶν, καὶ δικαίαν τὴν ἐπὶ τούτοις ὁρίζοντες ψῆφον, ὅσιοί τε καὶ σοφοὶ γενησόμεθα δικασταὶ, καὶ οὐχ ἑτέροις τισὶ τὴν ἐκ λογισμῶν ἀγαθῶν ὀρθό τητα χαριούμεθα, μᾶλλον δὲ ταῖς οἰκείαις περιθήσομεν κεφα λαῖς. ἐργαζώμεθα τοίνυν καθά φησιν ὁ Σωτὴρ μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην· χωρήσασα γὰρ εἰς γαστέρα καὶ εἰς ὀλίγον κομιδῆ τὸν καιρὸν πρὸς εὐτελεστάτην ἡδονὴν τὸν νοῦν διαπαίξασα πρὸς ἀφεδρῶνα χωρεῖ, καὶ ἐκ γαστρὸς αὖθις μετοχετεύεται. ἡ δὲ βρῶσις ἡ πνευματικὴ τὴν καρδίαν στηρίζουσα, συνέχει τὸν ἄνθρωπον εἰς ζωὴν αἰώνιον, ἣν καὶ χορηγήσειν αὐτὸς ἡμῖν ὁ Χριστὸς ἐπαγγέλλεται, λέγων " Ην ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει·" συναναπλέξας ὁμοῦ τῷ θεοπρεπεῖ τὸ ἀνθρώπινον, καὶ συζεύξας ὅλον τῆς οἰκονομίας τῆς μετὰ σαρκὸς τὸ ἐν κόσμῳ μυστήριον. ὑπαινίττεται δέ πως τὴν μυστικήν τε καὶ πνευματικωτέραν τροφὴν, δι' ἧς καὶ σῶμα καὶ ψυχὴν ἁγιαζόμενοι διαζῶμεν ἐν αὐτῷ. γυμνότερον δέ πως ἐν τοῖς ἐφεξῆς τοῦτο λέγοντα θεωρήσομεν. τετηρήσθω τοιγαροῦν ὁ λόγος τῷ χρεωστου μένῳ καιρῷ τε καὶ τόπῳ.

1.441 ΚΕΦΑΛΗ Ε. Ὅτι χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Μονογενὴς, καὶ οὐχ ἕτερος παρ' αὐτὸν ἢ ἔστιν ἢ νοεῖται χα ρακτήρ. Ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει· τοῦτον γὰρ ὁ Πατὴρ ἐσφράγισεν ὁ Θεός. ΟΥΚ ἠγνόησε πάλιν, ὡς Θεὸς, τὰ ἐκ τῆς Ἰουδαϊκῆς ἀμαθίας ἐσόμενα τυχὸν ἐγκλήματα, καὶ τὰ ἐφ' οἷς ἐξαγρι οῦσθαι πολλάκις αὐτοὺς ἀπαιδεύτως συμβέβηκεν. ᾔδει δὲ ὅτι λογιοῦνται καθ' ἑαυτοὺς, εἰς μόνην ὁρῶντες τὴν σάρκα, καὶ τὸν ἐν αὐτῇ Θεὸν Λόγον οὐκ ἐννοήσαντες Τίς οὗτος ἄρα ἐστὶν ὁ τοῖς θεοπρεπέσι λόγοις ἐπιπηδῶν; τίς γὰρ ἂν ἀνθρώποις χορηγήσαι τροφὴν, τὴν εἰς ζωὴν συνέχουσαν τὴν αἰώνιον; φύσεως μὲν γὰρ ἀνθρωπίνης παντελῶς ἀλλότριον τὸ τοιοῦτόν ἐστι, μόνῳ δ' ἂν πρέποι τῷ ἐπὶ πάντας ὄντι Θεῷ. προαπολογεῖται τοιγαροῦν ὁ Σωτὴρ, καὶ δυσωπεῖ ταῖς εὐκαίροις τῶν λόγων ἐπαγωγαῖς, τὴν προσδοκουμένην αὐτῶν ἀθυρογλωττίαν. ἐπιδώσειν μὲν γὰρ τὴν βρῶσιν αὐτοῖς τὴν εἰς ζωὴν ἀποτρέφουσαν τὴν αἰώνιον τὸν υἱὸν τοῦ ἀνθρώπου φησὶν, ἐσφραγίσθαι γεμὴν ἀπὸ τοῦ Πατρὸς ἑαυτὸν παραχρῆμα διισχυρίσατο· ἢ τὸ ἐσφραγίσθαι πάλιν, ἀντὶ τοῦ κεχρίσθαι τεθεικώς· κατασφραγίζεται γὰρ ὁ χριόμενος· ἤγουν ὅτι μεμόρφωται φυσικῶς πρὸς τὸν Πατέρα δεικνύς. ὅμοιον γὰρ ὡς εἰ ἔλεγεν Οὐκ ἀδυνατήσω βρῶσιν ὑμῖν ἐπιδοῦναι τὴν 1.442 μένουσαν καὶ εἰς αἰώνιον ζωήν τε καὶ τρυφὴν ἀναφέρουσαν. εἰ γὰρ καὶ ὁρῶμαι καθάπερ εἷς ἐξ ὑμῶν, ἄνθρωπος δηλονότι μετὰ σαρκὸς, ἀλλ' ἐχρίσθην καὶ κατεσφραγίσθην παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς εἰς ἀπαράλλακτον ὁμοιότητα, τὴν ὡς πρὸς αὐτόν. ὄψεσθε γὰρ, φησὶν, ἐν ἐμοὶ μὲν ἐκεῖνον, ἐμὲ δὲ αὖ πάλιν ἐν ἐκείνῳ φυσικῶς, καὶ εἰ γεγέννημαι δι' ὑμᾶς ἄνθρω πος ἐκ γυναικὸς κατὰ τὸν ἄῤῥητον τῆς οἰκονομίας λόγον· ἔχω γὰρ δὴ τὸ πάντα δύνασθαι δρᾶν ἐν ἐξουσίᾳ θεοπρεπεῖ, ἀπολειφθήσομαί τε κατ' οὐδένα τρόπον τῆς ἐνούσης ἰσχύος τῷ φύσαντι· καὶ εἰ δίδωσι τροφὴν ὑμῖν τὴν πνευματικὴν τὴν διασώζουσαν εἰς ζωὴν αἰώνιον ὁ Θεὸς καὶ Πατὴρ, ἐπι δώσει δῆλον ὅτι καὶ ὁ Υἱὸς, καὶ ἐν σαρκὶ γεγονὼς, εἰκὼν ἀπαράλλακτος ὑπάρχων αὐτοῦ, νοουμένης δηλονότι τῆς κατὰ πᾶν ὁτιοῦν ἐμφερείας, οὐ κατὰ τοὺς τῆς σαρκὸς χαρακτῆρας, ἀλλ' οὐδὲ κατά τι γοῦν τῶν ὅλως ἐν σωματικῷ νοουμένων σχήματι, ἀλλ' ἐν δόξῃ θεοπρεπεῖ καὶ ἰσοστάθμῳ δυνάμει, καὶ ἐν ἐξουσίᾳ βασιλικῇ. ἐπιτηρητέον δὲ πάλιν, ὅτι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐπιχορηγήσειν εἰπὼν τὰ θεοπρεπῆ, καὶ κατεσφραγίσθαι πρὸς εἰκόνα τοῦ Θεοῦ καὶ Πατρὸς, οὐκ ἀνέ χεται μερισμοῦ τοῦ διατέμνοντος τῆς κατ' ἀλήθειαν υἱότητος τὸν ἐκ παρθένου ναὸν, ἀλλ' ἕνα πάλιν ἑαυτὸν ὁρίζει τε καὶ νοεῖσθαι βούλεται· καὶ γὰρ εἷς ὄντως ἐστὶν ἐφ' ἡμᾶς ὁ Χριστὸς, καθάπερ ἁλουργίδα βασιλικὴν τὸ ἴδιον φόρημα περικείμενος, φημὶ δὴ τὸ ἀνθρώπινον σῶμα, ἤτοι ναὸν τὸν ἐκ ψυχῆς δηλονότι καὶ σώματος, εἰ καὶ εἷς ἐξ ἀμφοῖν ὁ Χριστός. Ἀλλ', ὦ βέλτιστε, πάλιν ὁ χριστομάχος ἐρεῖ, δίδου ταῖς ἀληθείαις τὸ δύνασθαι κρατεῖν, μὴ κατασοφίζου τὸν λόγον, ἐφ' ὅπερ ἂν αὐτὸς ἐθελήσαις περιέλκων οὐκ εὐγενῶς. ἰδοὺ 1.443 σαφῶς, καὶ διὰ τούτων ἡμῖν οὐκ ἐκ τῆς οὐσίας ὑπάρχων τοῦ Πατρὸς ὁ Υἱὸς ἀναδείκνυται, ἀλλὰ μᾶλλον ἀπεικόνισμα τῆς οὐσίας αὐτοῦ. ἔστω δὲ δή τι τοιοῦτον, φησὶν, ὅ φαμεν· ἡ σφραγὶς, ἤτοι τὸ σήμαντρον, κηρῷ τυχὸν ἤγουν ἑτέραις ὕλαις ἐπιτηδείως ἐχούσαις εἰς τὸ λαβεῖν ἐνθλιβόμενον, καὶ τὴν ὁμοιότητα μόνην ἐγχαράξαν τὴν ἑαυτοῦ, πάλιν ἐπανα κομίζεται παρὰ τοῦ προσθλίβοντος, ζημιωθὲν ἐξ ἑαυτοῦ μηδέν· οὕτως ὁ Πατὴρ πρὸς τὸν Υἱὸν ὅλον ἑαυτὸν ἐνιεὶς καὶ ἐνσημάνας τρόπον τινὰ δι' ἀκριβεστάτης τῆς ὁμοιώ σεως, οὐκ ἐξ ἑαυτοῦ πάντως ἔχει μέρος ὡσπεροῦν τῆς οὐσίας, ἤγουν ἐξ αὐτῆς νοούμενον, ἀλλ' ὡς εἰκόνα μόνην καὶ ὁμοίω σιν ἀκριβῆ. Ὁράτω δὴ πάλιν ὁ φιλομαθὴς, ὅτι καὶ νῦν ἡμῖν ὡς ὄφις ὁ δι' ἐναντίας ἐπιπηδᾷ, καὶ εἰς ὕψος αἴρει τὴν ἰοῦ γέμουσαν κεφαλήν· ἀλλ' ὁ συνθραύων τὰς κεφαλὰς τοῦ δράκοντος, συνθραύσει καὶ ταύτην, καὶ δώσει πάλιν ἡμῖν τὸ δύνασθαι τὰς πολυτρόπους αὐτῶν δυστροπίας ὑπεκδραμεῖν. λεγέτω τοίνυν ἡμῖν ὁ δεινοῖς ἡμᾶς ἀρτίως περικτυπήσας λόγοις· ἡ σφραγὶς ἤτοι τὸ σήμαντρον τὸ ἐξ ὕλης τυχὸν πεποιημένον ἤτοι σιδηρᾶς ἤγουν τῆς ἀπὸ χρυσοῦ, ἆρ' οὐχὶ πάντως ἐν χαρακτῆρί τινι κατασημαίνει τὰ ἐν οἷς γίνεται, ἢ καὶ δίχα χαρακτῆρος ἔσται τε καὶ νοηθήσεται σήμαντρον; ἀλλ' οἶμαι πᾶς τις οὖν ὅτι καὶ τῶν παρ' ἐκείνοις, καὶ οὐχ ἑκὼν ὁμολο γήσειεν ἀπὸ τοῦ πρέποντος πρὸς αὐτὴν συνελκόμενος τὴν ἀλήθειαν, ὅτι δὴ πάντως ἐν χαρακτῆρι σφραγιεῖ· χαρακ τῆρος δὲ δίχα, κατά γε τὸν ἐν τῷ πρέποντι λογισμὸν, οὐδαμῶς. ὅτε τοίνυν, καθάπερ ἡμῖν ἡ θεία διαμαρτύρεται γραφὴ, "χαρακτὴρ τῆς ὑποστάσεως" τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Υἱὸς, ἐν αὐτῇ τε ὢν δηλονότι, καὶ ἐξ αὐτῆς φυσικῶς, αὐτὸς ἐν τίνι κατασημαίνεται, ἢ διὰ τίνος ἑτέρου σφραγιεῖ χαρακτῆρα τὸν ἴδιον ὁ Πατήρ; οὐ γὰρ δή τις ἐρεῖ τὸν 1.444 Πατέρα μὴ εἶναι πάντως ἐν εἴδει θεοπρεπεῖ, ὅπερ ἐστὶν ὁ Υἱὸς ἡ μορφὴ τοῦ τεκόντος αὐτὸν, ὃν εἴπερ τις θεάσαιτο νοητῶς, αὐτὸν δῆλον ὅτι κατόψεται τὸν Πατέρα. διὰ γάρ τοι τοῦτο καὶ ἑαυτὸν εἶναί φησιν ἐν αὐτῷ φυσικῶς, κἂν ἐξ αὐτοῦ νοῆται κατὰ τὸ ἰδιοσύστατον, ὡσπεροῦν καὶ τὸ ἀπαύ γασμα τυχὸν ἐν τῷ ἀπαυγάζοντι καὶ ἐκ τοῦ ἀπαυγάζοντος, καὶ ἕτερόν τι κατά γε τὸν ἐν νοήσει λόγον, καὶ πάλιν οὐχ ἕτερον, ὡς πρὸς αὐτὸ θεωρούμενον, διὰ τὸ ἐξ αὐτοῦ λέγε σθαι, καὶ ἐν αὐτῷ πάλιν ὑπάρχειν. καὶ οὐ δήπου κατὰ τὸ ἐν μερισμῷ καὶ ἀποκοπῇ τῇ καθόλου, καὶ κατ' οὐσίαν τὰ τοιαῦτα λαμβάνεται· ἐμπεφυκότα γὰρ κατὰ τὴν ταυτότητα τῆς οὐσίας τοῖς ἀφ' ὧν εἰσι, καὶ ἐξ αὐτῶν εἶναι πιστεύονται, προκύπτοντα μέν πως κατὰ τὴν ἔκφανσιν τὴν ὡς ἐν νοήσει πρὸς ἕτερόν τι καὶ ἰδικῶς, πλὴν οὐ μεμερισμένως. σφρα γίζεται τοίνυν παρὰ τοῦ Πατρὸς, οὐ γυμνὸς ἢ ἄσαρκος ὁ ἐκ τῆς οὐσίας αὐτοῦ Λόγος, ἀλλὰ μᾶλλον δι' αὐτοῦ τὰ πρὸς ὁμοίωσιν ἀναγόμενα τὴν ὡς πρὸς Θεὸν κατὰ τὸ ἐνδεχόμενον, ὥσπερ οὖν ἐν ἐκείνῳ νοοῦμεν, ἐν τῷ τινας λέγειν "Ἐση "μειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε." πρόσωπον μὲν γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς τὸν Υἱὸν εἶναί φησιν, ὅπερ ἐστὶ πάλιν ὁ χαρακτήρ· φῶς δὲ τὸ ἐξ αὐτοῦ, τὴν διὰ τοῦ Πνεύματος ἐπὶ τὴν κτίσιν διήκουσαν χάριν, δι' ἧς ὡς πρὸς Θεὸν ἀναπλαττόμεθα διὰ πίστεως, οἱονεὶ σημάν τρῳ τινὶ τὴν πρὸς τὸν Υἱὸν συμμορφίαν ἀναλαμβάνοντες δι' αὐτοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Πατρὸς, ἵνα σώζηται καλῶς ἐν ἡμῖν τὸ καθ' ὁμοίωσιν καὶ εἰκόνα γεγενῆσθαι τοῦ κτίσαντος. ἐπειδὴ δὲ ὁμολογουμένως πρόσωπόν ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, εἴη δήπου πάντως ἂν αὐτὸς καὶ ὁ χαρακτὴρ ἐν ᾧ σφραγίζει Θεός. Ἀλλὰ ναὶ, φησὶν ὁ δι' ἐναντίας, ὅτι μὲν διὰ τοῦ Πνεύ ματος κατασφραγίζει Θεὸς τοὺς ἁγίους πιστεύομεν, πλὴν 1.445 οὐδὲν ὅλως τὰ παρὰ σοῦ πρὸς τὴν προκειμένην εὑρίσκεται ζήτησιν· διὸ δὴ πάλιν ἀναλαβόντες ἐροῦμεν Ἡ σφραγὶς ἡ ἀπὸ σιδήρου τυχὸν ἢ καὶ χρυσοῦ νοουμένη ἐγχαράττει τὴν ὁμοίωσιν τὴν ἑαυτῆς ταῖς ὕλαις, ταῖς ἐφ' αἷς ἂν γένοιτο, ἀποβαλοῦσα μὲν ἐξ ἑαυτῆς οὐδὲν, μόνην δὲ κατ' ἐνέργειαν τὴν ἐκ τοῦ προστεθλίφθαι κατασημαίνουσα τὰ δεχόμενα· οὕτω νοοῦμεν ἐσφραγίσθαι παρὰ τοῦ Πατρὸς τὸν Υἱὸν, οὐδὲν ἔχοντα τῆς οὐσίας αὐτοῦ, ἀπολαύσαντα δὲ μόνης τῆς ἀκριβοῦς ὁμοιώσεως, καὶ ἕτερόν τι παρ' αὐτὸν ὑπάρχοντα, καθάπερ εἰκόνα πρὸς τὸ ἀρχέτυπον. Ὢ παρανοίας ἀμέτρου καὶ ῥιψοκινδύνου φρονήματος· ὡς εὐκόλως ἐπελάθου τῶν ἄρτι γεγυμνασμένων. χαρακτῆρα μὲν γὰρ τοῦ Πατρὸς τὸν Υἱὸν εἰρήκαμεν, σφραγίζεσθαι δὲ ἐν αὐτῷ τὸ ἀλλότριον, καὶ οὐκ αὐτὸν, ἵνα μὴ αὐτὸς ἑαυτοῦ νοοῖτο χαρακτήρ. σὺ δὲ ἡμῖν οὐκ ὀρθῶς τὸν ἐπὶ τούτοις ἀπολακτίσας λόγον, μόνην αὐτῷ τὴν κατ' ἐνέργειαν ὁμοιό τητα περιτιθεὶς οὐκ ἐρυθριᾷς. ἐν μόνοις οὖν ἄρα χαρακτῆρσι Θεὸς ἔσται καθ' ὑμᾶς ὁ Υἱὸς, καὶ φύσει μὲν οὐδαμῶς, κατὰ δὲ τὸ μεμορφῶσθαι μόνον καὶ ἐσχηματίσθαι καλῶς πρὸς τὴν τοῦ τεκόντος ἐμφέρειαν. τάχα δὲ οὐκέτι τεκόντος ὅλως· ὥρα γὰρ ὑμᾶς διὰ τούτων ἀναιρεῖν καὶ τὴν γέννησιν, μᾶλλον δὲ ἀνάγκη πᾶσα, καὶ εἰ μὴ βούλεσθε. περὶ μὲν οὖν τοῦ χρῆναι πιστεύειν γεγεννῆσθαι τὸν Υἱὸν ἐκ Πατρὸς, πολὺς ἡμῖν ἤδη δεδαπάνηται λόγος, ἢ καὶ ἐν οἰκείῳ καιρῷ δαπανη θήσεται· πρεπωδέστερον δέ πως ἐπὶ τὸ ἐν χερσὶ βαδιούμεθα, τοῖς ἀθυρογλωττεῖν ἀφυλάκτως εἰωθόσιν ἐκεῖνο προτείνοντες εἰς ἐρώτησιν Ἆρ' οὐχὶ πάντως τὸ δοτὸν ἐροῦσι καὶ ἀφαι ρετὸν καὶ τὸ προσγεγονὸς ὅλως ἐγχωρεῖν ὁμολογοῦσι καὶ ἀποβάλλεσθαι; ἢ γὰρ οὐχὶ καὶ ἀποπτύεσθαι πᾶν ὁτιοῦν ἔσθ' ὅτε συμβαίνει, ὃ μὴ κατὰ φύσιν ἐνεῤῥιζώθη τισίν; ἀλλ' 1.446 ἔστι δῆλον, κἂν εἰ μή τις ἐκείνων συννεύσειεν. ἔσται δὴ οὖν, κατά γε τὸν ἐν τοῖς ἐνδεχομένοις λόγον, γυμνός ποτε τῆς ὁμοιώσεως ὁ Υἱός· μόνην γὰρ ὥς φατε κατ' ἐνέργειαν τὴν ὡς ἐκ Πατρὸς πρὸς αὐτὸν ἐσημάνθη, τὸ ἐκ φυσικῶν πλεονε κτημάτων οὐκ ἔχων ἀσφαλὲς, ἀλλ' ἕτερός τις παντελῶς νοούμενος καὶ ὑπάρχων παρὰ τὸν γεννήσαντα, καὶ ὁλο σχερῶς ἀποκεκομμένος τῆς οὐσίας αὐτοῦ. καλῶς γὰρ δὴ σφόδρα ποιοῦντες, καὶ σοφωτάτοις τὰ πράγματα προανα βλέποντες λογισμοῖς, ἠσφαλίσασθε τὸν Πατέρα, μηδὲν ἐξ ἑαυτοῦ λέγοντες ἐπιδοῦναι τῷ· Υἱῷ, πλὴν ὁμοιώσεως ἀξιῶσαι μόνης, ἵνα μή τι πάθος νοῆται περὶ αὐτόν. τοῦτο γὰρ ὑμῶν τὸ ἀπόῤῥητον εὔηθες. ἠγνοήσατε γὰρ κατὰ τὸ εἰκὸς, ὅτι πάντα ποιῶν ἀπαθῶς ὁ Θεὸς καὶ Πατὴρ, γεννήσει καὶ ἀπαθῶς, καὶ πυρός ἐστι κρείττων· καταφέρει γὰρ καὶ εἰς ταύτην ἡμᾶς ὁ λόγος τὴν χρείαν· οὐκ ἐν πάθει καὶ ἀποκοπῇ τῇ κατὰ σῶμα νοουμένῃ γεννῶντος τὴν ἐξ αὐτοῦ πύρωσιν. ἀκουέτωσαν τοίνυν οἱ πρὸς μόνας ὑπονοίας νεανικοὶ, καὶ τὸ δυσφημεῖν ἀφυλάκτως χρῆμα μὲν οὐκ ἀνόσιον, ἀρετὴν δὲ μᾶλλον εἶναι λογιζόμενοι, ὅτι περ εἰ ἐν μόνῃ τῇ καθ' ὁμοί ωσιν οἰκειότητι συντετάχθαι φασὶ τῷ Πατρὶ τὸν Υἱὸν, ἐν οὐδεμιᾷ τῶν ἀγαθῶν ἀσφαλείᾳ κείσεται, ἀποκινδυνεύσει δὲ πάντως καὶ εἰς τὸ εἶναι φύσει Θεὸς, ἐπιδέξεται δὲ κατά γε τὸ ἐνδεχόμενον καὶ τὴν εἰς τὰ χείρω παρατροπήν. καὶ γὰρ δὴ καὶ πρὸς ἐκεῖνον ἐλέγετο τὸν Τυρίων ἡγούμενον, ἃ καὶ λόγος ἡμᾶς ἀναγκαίως ἀναπείθει προσάπτειν τῷ τοῦ ∆ιαβόλου προσώπῳ "Σὺ εἶ ἀποσφράγισμα ὁμοιώσεως·" ἀλλ' εὑρί σκεται τῆς ὁμοιώσεως ἀποπεσὼν, ὁ πρὸς ὃν ὁ τοιοῦτος εἴρηται λόγος. ὁρᾷς οὖν ἤδη, καὶ μάλα σαφῶς, ἀπὸ δὴ τῶν τοιούτων, ὡς οὐκ ἀσφαλὲς εἰς ἀκλόνητον στάσιν τοῖς νοη τοῖς τὸ ἐν ὁμοιότητι κεῖσθαι μόνῃ τῇ πρὸς Θεὸν, ἀλλ' οὐδὲ 1.447 ἀπόχρη πρὸς ἀπαραποίητον διαμονὴν τὴν ἐφ' οἷσπερ ἂν εἶεν ἀγαθοῖς, τὸ κατεσφραγίσθαι καλῶς πρὸς τὴν τοῦ ποιήσαντος φύσιν. καταπίπτει γὰρ καὶ αὐτὰ καὶ φέρεται κάτω μεταχω ροῦντα πολλάκις εἰς αἰσχίονα γνώμην, ἤπερ ἦν ἐν ἀρχαῖς. ἐνδέχεται δὴ οὖν κατὰ τὸν οὕτως ἡμῖν ἔχοντα λόγον, κατὰ μόνην τὴν ταυτοεργίαν εἰς ὁμοίωσιν ἀναβαίνοντα τῷ Πατρὶ τὸν Υἱὸν, καὶ ὑποβάθρᾳ μὲν οὐκ ἐρηρεισμένον φυσικῇ, ἐν δὲ μόναις ταῖς ἐξ οἰκείων θελημάτων ῥοπαῖς τὴν ἀσφάλειαν ἔχοντα, ὑπομεῖναι καὶ τροπὴν ἢ, κἂν μὴ πάθοι, προαιρέσεως ἀξιαγάστου καρπὸν εὑρήσει τὸ μὴ παθεῖν, καὶ οὐ φυσικῆς ἀσφαλείας ἑδραιότητα μᾶλλον ὡς Θεός. Τί οὖν, ὦ βέλτιστοι, γέγονεν ἡμῖν οὐκέτι Θεὸς κατ' ἀλή θειαν ὁ Υἱός; καὶ εἰ καθ' ὑμᾶς οὕτως ἔχων ἁλώσεται, τί προσκυνοῦμεν αὐτῷ; διατί δὲ τῷ Θεῷ καὶ Πατρὶ συνδοξά ζεται; τί δὲ καὶ ταῖς ἀνωτάτω δυνάμεσιν, ὡς Θεὸς ἐποχεῖται; ἠγνόησεν ἆρα μεθ' ἡμῶν καὶ αὐτὰ τὰ ἅγια Σεραφὶμ, ὅτι πολὺ τοῦ πρέποντος ἀποσφάλλεται, τὸν οὐκ ὄντα κατὰ φύσιν δοξολογοῦντα Θεόν; πλανᾶται δὲ, κατὰ τὸ εἰκὸς, Κύριον σαβαὼθ ὀνομάζοντα τὸν τοῖς ἴσοις τετιμημένον. ἢ γὰρ οὐκ ἐροῦμεν, καὶ τὰς ἀνωτάτω δυνάμεις, ἀρχάς τε καὶ θρόνους καὶ ἐξουσίας καὶ κυριότητας συμμόρφους ὁρᾶσθαι σπουδάζειν κατὰ τὸ ἐγχωροῦν τῷ Θεῷ; εἰ γὰρ τὸ ἐκ τῆς γῆς μικρὸν οὕτω ζῷον ὡς πρὸς ἐκείνην τὴν κτίσιν, φημὶ δὴ τὸν ἄνθρωπον, τῷ τοιούτῳ κάλλει τετίμηται, ποῖον ἔχει λόγον μὴ οὐχὶ πάντως οἴεσθαι, καὶ πολὺ τῶν ἐν ἡμῖν ἐν ἀμείνοσι, τὰ πολὺ τίθεσθαι κρείττονα; πῶς οὖν αὐτὸν καὶ Κύριον σαβαὼθ ὀνομάζουσι, καὶ ἐν δορυφόρων τάξει περιε στᾶσι, καθάπερ τῷ βασιλεῖ τῶν ὅλων ὑπηρετούμενα; ὅτου δὲ χάριν καὶ αὐτῷ συνεδρεύει τῷ Πατρὶ, καὶ τοῦτο ἐκ δεξιῶν, τὸ δοῦλον τῷ δεσπότῃ, τῷ πεποιηκότι τὸ ποίημα; 1.448 ἢ γὰρ οὐχὶ τοῖς γενητοῖς, τὸ ἐκ προσοχῆς καὶ γρηγόρσεως ἀπαθὲς καὶ ἀπαραποίητον μᾶλλον ἂν πρέπῃ προσάγειν, ἢ τῷ κατ' οὐσίαν Θεῷ φυσικῶς ἔχοντι τὸ μὴ δύνασθαι παθεῖν; ἀλλ' ἔστι δῆλον, κἂν ἐκεῖνοι μὴ λέγωσι. τίς οὖν ἔτι τούτων ληρούντων ἀνέξεται, ἢ πῶς οὐκ εὐλόγως ἀκούσονται "Οὐαὶ "οἱ μεθύοντες ἄνευ οἴνου;" Ἀλλ' ἴσως δυσωπηθήσονται μὲν τὰς ἐκ τῶν τοιούτων συλλογισμῶν ἀτοπίας, ἐπ' ἐκεῖνο δὲ βαδιοῦνται, καὶ κατασε σημάνθαι μὲν παρὰ τοῦ Πατρὸς εἰς ὁμοίωσιν ἀκριβεστάτην ἐροῦσι τὸν Υἱὸν, ἐν ἀτρέπτῳ δ' οὖν ὅμως εἶναι τῇ φύσει, καὶ εἰ μὴ ἔστιν ἐκ Πατρός. Εἶτα πῶς εἰπέ μοι τὸ μὴ ἐκ Θεοῦ κατὰ φύσιν, φορέσει τὸ ἴδιον αὐτοῦ, καὶ τῶν τῆς θείας οὐσίας πλεονεκτημάτων οὐκ ἀμοιροῦν οὐσιωδῶς εὑρεθήσεται, τὸ μὴ ἐξ αὐτῆς προελθὸν κατὰ τὸν ἀληθῆ τῆς γεννήσεως τρόπον; ἔστι γὰρ, οἶμαι, παντί τῳ σαφὲς καὶ ὁμολογούμενον, ὡς ἄβατα παντελῶς τὰ τῆς θεότητος ἴδια τῇ πεποιημένῃ κτίσει, καὶ τὰ ἐκείνῃ προσόντα φυσικῶς οὐκ ἂν γένοιτό ποτε παρ' ἑτέρῳ τῶν ὄντων τινὶ, κατὰ τὸν ἴσον τε καὶ ἀπαράλλακτον τρόπον· οἷον τὸ ἄτρεπτον ἐν Θεῷ φυσικῶς, οὕτω δὲ καὶ ἐν ἡμῖν οὐδαμῶς, ἀσφάλεια δέ τις ἡμᾶς ὡς πρὸς αὐτὸ σχηματίζει διὰ προσοχῆς καὶ νήψεως, ἐφ' ἃ μὴ προσῆκεν οὐκ ἐπιτρέ πουσα προχείρως μεταβιβάζεσθαι. εἰ δὲ ὅλως ἐνδέχεταί τι κατ' ἐκείνους τῶν θεϊκῶν ἰδιωμάτων ἐνυπάρχειν τινὶ τῶν οὐκ ἐξ αὐτῆς κατ' οὐσίαν καὶ οὕτως ἐνυπάρξει καθάπερ αὐτῇ, τί τὸ κωλύον εἰπέ μοι, καὶ πάντα λοιπὸν τὰ θεοπρεπῆ κατα χωρεῖν ἤδη, καὶ ἐν τοῖς μὴ ὑπάρχουσι κατὰ φύσιν θεοῖς; ἑνὸς γὰρ ὅλως ἀδιακωλύτως χωρήσαντος, τοῦ ἀτρέπτου φημὶ, τόπον ἕξει καὶ τὰ λοιπά· καὶ τί τὸ ἐντεῦθεν; συγκέ χυται τὸ πᾶν ἡμῖν. ἢ γὰρ οὐχὶ τὰ μὲν ἄνω χωρήσει κάτω, ἀναβήσεται δὲ πρὸς τὸν ἄνω τόπον τὰ κάτω; τί γὰρ δὴ τὸ 1.449 παραποδίζον ἔτι τὸν μὲν ἀνωτάτω Θεὸν πρὸς τὴν ἡμετέραν καταβιβάζεσθαι θέσιν, ἡμᾶς δὲ αὖ πάλιν εἶναι θεοὺς, καὶ οὕτως ὡς ὁ Πατὴρ, οὐδεμιᾶς ἔτι μεταξὺ κειμένης τε καὶ ὁρωμένης διαφορᾶς, εἰ χωρήσει καὶ ἐν ἡμῖν καὶ ἐνυπάρξει φυσικῶς τὰ Θεῷ προσόντα μόνῳ πλεονεκτήματα; καὶ ἐπεί περ ἐν ἑαυτῷ μόνῳ συνέχει κατὰ τὸ εἰκὸς ὁ Θεὸς καὶ Πατὴρ τὰ δι' ὧν ἐσόμεθα κατ' αὐτὸν, μεμενήκαμεν ἄνθρωποι, καὶ ἄγγελοι δὲ σὺν ἡμῖν τοῦθ' ὅπερ εἰσὶν, ἐπὶ τὸ ἐπάνω πάντων οὐκ ἀναβαίνοντες. ὡς εἴπερ εἰδείη φθόνου κρείττων ὁρᾶσθαι Θεὸς, διὰ τοῦ προσθεῖναι πᾶσιν εἰς ἐξουσίαν τὸ ἴδιον αὐτοῦ, πολλοὶ δὴ πάντως ἂν ἦσαν οἱ κατὰ φύσιν θεοὶ, γῆν τε καὶ οὐρανὸν καὶ τὴν ἄλλην ἅπασαν κτίσιν δημιουργεῖν ἰσχύ οντες· τὰ γὰρ ἅπαξ κεχωρηκότα τὰ ἐν τῷ κατὰ φύσιν ∆ημιουργῷ πλεονεκτήματα, πῶς οὐκ ἂν γένοιντο κατ' αὐτόν; ἢ τί τὸ κωλύον ἐν ἴσῃ φαίνεσθαι δόξῃ τὸ τοῖς ἴσοις δια λάμπον ἀγαθοῖς; ἀλλ' ὁρᾷ που πάντως ὁ θεομάχος, ὅση τις ἐντεῦθεν τῶν ἐκτόπων ἡμῖν ἐννοιῶν ἡ πληθὺς ἐπισωρεύεται, καὶ τῆς ἐνούσης αὐτῷ δυσμαθίας καταβοᾷ· ἐν ἰδίᾳ γὰρ φύσει τὸ θεῖον κείσεται, καὶ μεθέξει μὲν αὐτοῦ τὸ πεποιη μένον δι' οἰκειότητος πνευματικῆς, ἀναβήσεται δὲ οὐδαμῶς εἰς τὸ ἐκείνῃ προσὸν ἀπαραλλάκτως ἀξίωμα. διεσκευα σμένων δὲ οὕτως ἡμῖν τῶν λόγων, οὐσιωδῶς τῷ Υἱῷ τὸ ἄτρεπτον ἐνυπάρχον εὑρήσομεν· Θεὸς οὖν ἄρα κατὰ φύσιν ἐστὶν, ἀναγκαίως τε λοιπὸν ἐκ Πατρὸς, ἵνα μή τι φαίνηται τῶν οὐκ ἐξ αὐτοῦ κατὰ φύσιν πρὸς τὸ ἴσον ἐν θεότητι διαβαῖνον ἀξίωμα. Ἐπειδὴ δὲ ὡς ἀκαταμάχητον ἡμῖν προΐσχονται λογισμὸν, ἕτερον εἶναι τὸν Υἱὸν λέγοντες παρὰ τὸν Πατέρα, καθάπερ εἰκόνα πρὸς ἀρχέτυπον, καὶ διὰ τῆς τοιαύτης εὑρεσιλογίας διατεμεῖν οἴονται τῆς οὐσίας αὐτὸν τοῦ γεννήσαντος· ἁλώ σονται πάλιν ἀνοηταίνοντες οὐ μικρῶς, καὶ ἐπὶ μηδενὶ τὸ 1.450 παράπαν διισχυρίζεσθαι μελετήσαντες, ὡσανεὶ καὶ κατ' ἀλή θειαν δυναμένῳ τοῦθ' ὅπερ αὐτοῖς κατὰ νοῦν ἐστιν ἐξανύειν καλῶς. τί γὰρ ὅλως ἐπὶ τούτῳ καὶ διατείνονται μάτην, ἢ πόθεν ἀπὸ μόνης τῆς κατ' ἰδίαν ὕπαρξιν ἑτερότητος διατέ μνουσι τοῦ Πατρὸς τὸν Υἱόν; οὐ γὰρ δήπου τὸ ὑπάρχειν αὐτὸν ἰδιοσυστάτως, καὶ τῆς τοῦ τεκόντος οὐσίας ἀλλότριον ἀποφαίνει. ἔστι μὲν γὰρ ἐκ Πατρὸς ὁμολογουμένως, ὡς ἐκ τῆς οὐσίας αὐτοῦ, ἔστι δὲ αὖ πάλιν ἐν Πατρὶ διὰ τὸ ἐν αὐτῷ κατὰ φύσιν ὑπάρχειν· καὶ αὐτοῦ λέγοντος ἀκούσῃ, ποτὲ μέν "Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω·" ποτὲ δὲ αὖ πάλιν "Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί." ἀναχωρήσει μὲν γὰρ οὐκ εἰς ἰδιότητα παντελῶς καὶ ὁλο τρόπως κεχωρισμένην, διὰ τὸ ἐν μιᾷ θεότητι τὴν ἁγίαν νοεῖσθαι Τριάδα, ἀλλ' ὢν ἐν Πατρὶ κατὰ λόγον, ἤτοι σχέσιν ἀδιάστατον τὴν ὡς ἐν ὁμοουσιότητι, καὶ ἐξ αὐτοῦ νοηθήσεται κατὰ πρόοδον ἀποῤῥήτως τὴν ἐκφαντικὴν, ἤτοι τὴν ὡς ἐν ἀπαυγάσματι. φῶς γάρ ἐστιν ἐκ φωτός. οὐκοῦν ἐν Πατρὶ καὶ ἐκ τοῦ Πατρὸς, ἀδιαστάτως τε ἅμα καὶ κεχωρισμένως, ὡς μὲν χαρακτὴρ ἐνυπάρχων, εἰκὼν δὲ ὡς πρὸς ἀρχέτυπον ἐν ἰδίᾳ νοούμενος ὑπάρξει. ποιησόμεθα δὲ οὐχ ἁπλῶς τὸν ἐπὶ τούτῳ λόγον, ἀλλ' ἐκ παραδείγματος νομικοῦ βεβαιώ σομεν πανταχόθεν τοῖς ἑτεροδόξοις τὴν ἐκ τῆς ἀληθείας ἐπιτειχίζοντες δύναμιν. Οὐκοῦν προσκομίζειν ὁ νόμος τοῖς ἐξ Ἰσραὴλ διετάξατο λύτρον τῆς οἰκείας ἕκαστον κεφαλῆς, "τὸ ἥμισυ τοῦ διδρά "χμου." ἐν δὲ ἑνὶ στατῆρι τὸ δίδραχμον ἦν. ἀλλὰ καὶ ἐν τούτῳ πάλιν αὐτὸς ἡμῖν ἐσκιαγραφεῖτο Χριστὸς, ὁ ὑπὲρ πάντων, ὡς παρὰ πάντων, λύτρον ἑαυτὸν προσαγαγὼν τῷ Θεῷ καὶ Πατρὶ, καὶ νοούμενος μὲν, ὡς ἐν μιᾷ δραχμῇ, πλὴν τῆς ἑτέρας οὐ κεχωρισμένως, διὰ τὸ ὡς ἐν νομίσματι τῷ ἑνὶ, καθάπερ ἤδη προειρήκαμεν, τὰς δύο κεῖσθαι δραχμάς. οὕτω 1.451 δ' ἂν νοοῖτο καὶ Υἱὸς πρὸς Πατέρα, καὶ Πατὴρ αὖ πάλιν ὡς πρὸς Υἱὸν, ἐν μιᾷ μὲν ἄμφω τῇ φύσει, διῃρημένως δὲ ἀνὰ μέρος ἑκάτερος, ὡς ὑπάρχων ἰδιοσυστάτως, πλὴν οὐ πάντη διακε κομμένως, οὐδὲ δίχα τοῦ ἑτέρου τὸ ἕτερον. καὶ ὥσπερ ἦσαν ἐν ἑνὶ τῷ νομίσματι δύο δραχμαὶ, τὸ ἐν ποσότητι μέτρον ἰσομοιροῦν ἀλλήλαις καὶ οὐδαμόθεν ἐλαττούμενον ἔχουσαι, οὕτω νοήσεις τὸ ἐν μηδενὶ παραλλάττον τῆς οὐσίας τοῦ Υἱοῦ πρὸς Θεὸν καὶ Πατέρα, ἢ αὖ πάλιν ἐκείνου πρὸς αὐτὸν, ὑγιᾶ τε λοιπὸν τὸν ἐφ' ἅπασι τοῖς περὶ αὐτοῦ λαλουμένοις ἐκδέξῃ λόγον. Εἶπον οὖν αὐτῷ Τί ποιοῦμεν, ἵνα ἐργαζώμεθα τὸ ἔργον τοῦ Θεοῦ; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς. Οὐκ ἐξ ἀγαθῆς διανοίας ἡ πεῦσις, ἀλλ' οὐδὲ, ὥσπερ ἄν τις ὑποτοπήσαι τυχὸν, ἐκ φιλομαθείας αὐτοῖς πρόεισιν ἡ ἐρώτησις, γέγονε δὲ μᾶλλον ἐκ πολλῆς ἄγαν τῆς ἀλαζονείας ὁ λόγος. ὥσπερ γὰρ οὐδὲν πρὸς οἷς ᾔδεσαν ἀξιοῦντες ἔτι μαθεῖν μονονουχὶ τοιοῦτόν τι φασίν Ἅλις, ὦ οὗτος, ἡμῖν τὰ διὰ Μωυσέως· ἴσμεν οὐκ ἔλαττον, ἤπερ ἐχρῆν, τὰ ἐφ' οἷς ἂν δεήσαι συντείνεσθαι τὸν τῶν θείων ἔργων ἐπιστήμονα. τί δὲ ἄρα τὸ καινὸν ἐποίσεις αὐτὸς τοῖς κατ' ἐκεῖνο καιροῦ διατεταγμένοις; τί δὲ διδάξεις τὸ ξένον, ὃ μὴ διὰ τῶν θείων ἡμῖν προεσημάνθη λόγων; οὐκοῦν ἐξ ἀπονοίας μᾶλλον ἤπερ ὄντως ἐκ φιλομαθοῦς προαιρέσεως ἡ ἐρώτησις. ἔχεις τι τοιοῦτο καὶ παρὰ τῷ μακαρίῳ Ματθαίῳ· νεανίας μὲν γάρ τις, οὐκ εὐποριστάτῳ κτημάτων περιουσίᾳ περιχεόμενος, ὑπαινίττετό πως εἰς τὸ χρῆναι λοιπὸν τὴν ὑπὸ Θεῷ δουλείαν εἰσέρχεσθαι. ἐπειδὴ δὲ ἧκεν εἰς τὸν Ἰησοῦν, σπουδαίως ἀνεπυνθάνετο, τί χρὴ δρᾶν αὐτὸν, ἵνα καὶ τῆς αἰωνίου ζωῆς 1.452 εὑρίσκοιτο κληρονόμος. πρὸς αὐτὸν δὲ ὁ Κύριος "Τὰς "ἐντολάς που πάντως οἶσθα, φησὶν, οὐ φονεύσεις, οὐ "μοιχεύσεις, οὐκ ἐπιορκήσεις," καὶ ὅσα τούτοις συνήρμο σται. ἀλλ' ὡς τούτων οὐδενὸς ἐκεῖνος ἔτι δεόμενος, ἢ καὶ μαθημάτων ἐξήγησιν πολὺ τῆς ἐνούσης ἕξεως ὑστερίζουσαν οὐ καταδεχόμενος "Ταῦτα, φησὶ, πάντα ἐκ νεότητός μου "τετήρηκα· τί δὲ ἔτι ὑστερῶ;" ὅπερ οὖν ἐκεῖνος ἀμαθίᾳ συζεύξας τὴν ὑπεροψίαν τό Τί ἔτι φησὶν ὑστερῶ, τοῦτο καὶ οὗτοι διὰ πολλὴν ἄγαν ἀλαζονείαν τε ὁμοῦ καὶ δοκησισοφίαν λέγουσι Τί ποιοῦμεν ἵνα ἐργαζώμεθα τὸ ἔργον τοῦ Θεοῦ; Ἀγαθὸν οὖν ἄρα τὸ μέτριον φρόνημα, καὶ ψυχῆς ἔργον εὐγενοῦς, τὸ τοῖς διδάσκουσιν ἐπιτρέπειν τὸ λυσιτελὲς ἐξεπί στασθαι μᾶλλον, παραχωρεῖν τε οὕτω μαθήμασιν, ἐνεστιᾶν οἷσπερ ἂν ἔχειν οἴωνται καλῶς, ἅτε δὴ καὶ τὸ μεῖζον ἔχουσιν ἐν γνώσει. πῶς γὰρ ἂν ὅλως καὶ ἐν διδασκάλου παραληφ θήσονται τάξει, μὴ οὐχὶ πάντως ἑλόντες τὸ ἐν συνέσει πλεονεκτοῦν ἢ ὥσπερ ἂν ἔχοι τῶν παιδευομένων ὁ νοῦς, ὅτε καὶ εἰς τὸ ἐκείνων μέτρον καταλήξει μόλις αὐτοῖς ἡ εἰς τὸ μεῖζον ἐπίδοσις, κατά γε τὸ ὑπὸ τοῦ Σωτῆρος εἰρημένον "Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον," καί "Ἀρκετὸν "τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ;" Τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. Πληκτικώτατα πάλιν ὁ Κύριος, εἰ καὶ λεληθότως ἔτι καὶ ἐπεσκιασμένως ταῖς τῶν ἐρωτώντων ἀπονοίαις ἐπιπηδᾷ· οἰήσεται μὲν γάρ τις ὅσον ἧκεν εἰπεῖν εἰς ἁπλότητα λόγου, μηδὲν ἕτερον αὐτοῖς ἐπιτάττειν τὸν Ἰησοῦν, ἢ ὅτι προσήκοι πιστεύειν αὐτῷ. περισκεπτόμενος δὲ τῶν εἰρημένων τὸν νοῦν, καὶ πρὸς ἕτερόν τι βαδίζουσαν θεωρήσει τὴν ἀναφοράν. καλῶς γὰρ δὴ σφόδρα ποιῶν, ταῖς τῶν ἐρωτώντων ἀπονοίαις 1.453 πρέποντα τὸν ἐπὶ τούτοις διεσκευάζετο λόγον. ἐκεῖνοι μὲν γὰρ, ὡς ἅλις διὰ νόμου μανθάνοντες τῷ Θεῷ θυμῆρες ἐργά ζεσθαι, ἀθετοῦσι δυσσεβῶς τοῦ Σωτῆρος ἡμῶν τὴν διδασκα λίαν "Τί ποιοῦμεν, λέγοντες, ἵνα ἐργαζώμεθα τὸ ἔργον τοῦ "Θεοῦ;" ἀλλ' ἔδει καὶ πολὺ τῆς Θεῷ φιλαιτάτης λατρείας ἀπεσχοινισμένους ἔτι δεικνύειν αὐτοὺς, καὶ οὐδὲν ὅλως ἐγνω κότας τῶν ἀληθῶς ἀγαθῶν, τοὺς οἵ γε τῷ γράμματι τῷ νομικῷ προσεδρεύοντες, τύπων ἁπλῶς καὶ σχημάτων μεστὸν ἔχουσι τὸν νοῦν. διά τοι τοῦτο μετὰ πολλῆς τινος τῆς ἐμφά σεως λέγει ταῖς κατὰ νόμον λατρείαις τὸν ἐκ τῆς πίστεως ἀντιδιαστέλλων καρπόν Τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. τοῦτό ἐστιν, οὐχ ὅπερ ὑμεῖς ἐνομίσατε, φησὶν, εἰς μόνους ὁρῶντες τοὺς τύπους, ἀλλ' ἴστε δὴ πάλιν, κἂν μὴ βούλησθε μαθεῖν, ὡς οὐ ταῖς παρ' ὑμῖν βουθυσίαις ὁ νομοθέτης ἠγάσθη ποτὲ, μηλοσφα γεῖν δὲ οὐ δεῖ σε ἐθέλοντί τε καὶ ἀπαιτοῦντι τοῦτο Θεῷ· τί δ' ἂν εἴη λιβανωτὸς, κἂν εὐόσμοις εἰς ἀέρα περιελίττηται καπνοῖς, τί δὲ ὁ τράγος ὀνήσει, φησὶ, καὶ αἱ δυσπόριστοι τοῦ κινναμώμου προσαγωγαί; οὐ φάγεται κρέα ταύρων Θεὸς, ἀλλ' οὐδὲ αἷμα τράγων πίεται· ἔγνω "πάντα τὰ πετεινὰ τοῦ "οὐρανοῦ, καὶ ὡραιότης ἀγροῦ μετ'" αὐτοῦ ἐστι. μεμίσηκε δὲ καὶ ἀπεώσατο τὰς ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῇ ἐν ταῖς πανηγύρεσιν ὑμῶν, ὡς αὐτός που φησίν· ἀλλ' οὐδὲ ἐλάλησε "πρὸς τοὺς πατέρας ὑμῶν περὶ ὁλοκαυτωμάτων καὶ "θυσιῶν." οὐκοῦν οὐ τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἀλλ' ἐκεῖνο μᾶλλον, ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν αὐτός. καὶ γὰρ δὴ καὶ ὄντως ἀμείνων ἐστὶ τῆς νομικῆς καὶ ὡς ἐν τύπῳ λατρείας ἡ διὰ πίστεως σωτηρία, καὶ τῆς κατακρινούσης ἐντολῆς ἡ δικαιοῦσα χάρις. 1.454 Ἔργον οὖν ἄρα τῇ φιλοθέῳ ψυχῇ πίστις ἡ εἰς Χριστὸν, καὶ ἀξιολογώτερον σφόδρα τὸ ἐπείγεσθαι μᾶλλον τοῖς περὶ αὐτοῦ κατασοφοῦσθαι λόγοις, ἤγουν ταῖς ἐν τύπῳ προσε δρεύειν σκιαῖς. ἀποθαυμάσεις δὲ πάλιν κἀκεῖνο πρὸς τούτοις· ἔχων γὰρ ἐν ἔθει Χριστὸς λόγον ποιεῖσθαι μηδένα τῶν διερωτώντων πειραστικῶς, αὐτὸ πρὸς τὸ παρὸν οἰκονομικῶς ἀποκρίνεται· εἰ καὶ ᾔδει πάλιν ὠφεληθησομένους οὐδέν· εἰς κατάκριμα αὐτοῖς· ὥσπερ οὖν καὶ ἐν ἑτέροις φησίν "Εἰ μὴ "ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν· νυνὶ δὲ "πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν." Εἶπον οὖν αὐτῷ Τί οὖν ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐργάζῃ; οἱ πατέρες ἡμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ, καθώς ἐστι γεγραμμένον Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν. Ἐκκαλύπτεται κατὰ βραχὺ τῶν Ἰουδαίων ἡ γνώμη, καίτοι λανθάνουσά πως καὶ ἐν ἀφανεστέροις ἔτι κατακε χωσμένη τοῖς λογισμοῖς· ἔφασκον μὲν γὰρ ἐξ ἀπονοίας "Τί ποιῶμεν, ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ Θεοῦ," ἅτε δὴ, καθάπερ ἤδη προείπομεν, ἐξαρκοῦσαν ἔχοντες τὴν διὰ Μωυ σέως ἐντολὴν, εἰς τὸ δύνασθαι πρὸς πᾶσαν αὐτοὺς ἀπευθῦναι σοφίαν, δι' ἧς ἂν εἰδεῖεν τὸ εὐάρεστον ἐπιτελεῖν τῷ Θεῷ· ἀλλ' ἠγνοεῖτό πως καίτοι τοιοῦτος ὢν ἐν αὐτοῖς ὁ σκοπὸς, ἀπογυμνοῦται δὲ νυνὶ καὶ κατὰ βραχὺ πρόεισιν εἰς τὸ ἐμφανέστερον· "Οὐ γάρ ἐστι κρυπτὸν," κατὰ τὴν τοῦ Σωτῆ ρος φωνὴν, "ὃ οὐ φανερωθήσεται." τί τοίνυν ἤδη, φασὶ, τί ποιεῖς σὺ σημεῖον; τετίμηται, φησὶ, καὶ λίαν εἰκότως ὁ μακάριος Μωυσῆς, παρεδέχθη πρὸς μεσιτείαν Θεοῦ καὶ ἀνθρώπων. καὶ γὰρ δὴ καὶ ἀρκοῦν ἔδωκε σημεῖον· ἔφαγον 1.455 ἐν τῇ ἐρήμῳ τὸ μάννα πάντες οἱ σὺν αὐτῷ. σὺ δὲ δὴ λοιπὸν, ἐπείπερ εἰς τόπον ἡμῖν εἰσέρχῃ τὸν ἐκείνου μείζονα, καὶ τοῖς πάλαι διωρισμένοις ἐπιδιατάττειν οὐ παραιτῇ, ποίοις ἡμᾶς πιστώσεις σημείοις, ἢ τί δεικνύων τῶν ὅσα θαυμάζεσθαι πρέπει καινοτέρων ἡμῖν παιδευμάτων εἰστρέχεις εἰσηγητής; ἀληθὴς δὲ διὰ τούτων καὶ αὐτὸς ὁ τοῦ Σωτῆρος ἡμῶν ἀναδείκνυται λόγος· ὅτι γὰρ ᾤοντο χρῆναι ζητεῖν, οὐχ ἵνα θαυμάζωσιν αὐτὸν, ἐφ' οἷς ἄν τι δράσαι θεοπρεπῶς, ἀλλ' ἐπείπερ ἔφαγον ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθησαν, ἐξ ὧν ἤδη φασὶν καὶ ἐλέγχονται. σημεῖον γὰρ ἀπαιτοῦσιν αὐτὸν, οὐχ ἁπλῶς τὸ τυχὸν, ἀλλ' ὅπερ ὡς ᾤοντο πεποίηκε Μωυσῆς, οὐκ εἰς μίαν ἡμέραν, ἀλλ' ἐν ὅλοις τοῖς ἔτεσι τεσσαράκοντα τὸν ἐξ Αἰγύπτου λαὸν διαθρέψας κατὰ τὴν ἔρημον, διὰ τῆς τοῦ μάννα χορηγίας. παντελῶς γὰρ, ὡς φαίνεται, τῶν ἐν τῇ θείᾳ γραφῇ μυστηρίων εἰδότες οὐδὲν, οὐ τῇ θείᾳ τοῦτο πεποιηκότος δυνάμει τὴν ἐπ' ἐκείνῳ θαυμα τουργίαν ἀνακεῖσθαι πρέπειν διελογίζοντο, ἀνοήτως δὲ σφόδρα τὴν Μωυσέως ἐπ' αὐτῷ καταστέφουσι κεφαλήν. αἰτοῦσι τοιγαροῦν τὸ ἴσον ἐκείνῳ παρὰ Χριστοῦ σημεῖον, οὐδὲν ὅλως τὸ θαῦμα διδόντες τῷ πρὸς ἡμέραν αὐτοῖς ἐπιδειχθέντι σημείῳ, καὶ εἰ μέγα τυχὸν εὑρίσκοιτο, χρῆναι δὲ καὶ εἰς μακρὸν ἐκτείνεσθαι χρόνον τῆς τροφῆς τὴν ἐπίδοσιν. οὕτω γὰρ ἂν, καὶ μόλις δυσωπήσειν αὐτοὺς εἰς τὸ κατανεύειν καὶ συμψηφίζεσθαι λοιπὸν ἀξιολογωτάτην εἶναι τοῦ Σωτῆρος τὴν δύναμιν, εὐπαράδεκτόν τε διὰ τούτου τὴν διδασκαλίαν. πρόδηλον οὖν ἐστι, καὶ εἰ μὴ σφόδρα φασὶν ἐναργῶς, ὅτι σημείων μὲν ἀλογοῦσι παντελῶς, προφάσει δὲ τοῦ θαυμάζειν ἐθέλειν αὐτὰ, τὴν ἀκάθαρτον τῆς γαστρὸς ἡδονὴν θεραπεύειν ἐπείγονται.

1.456 ΚΕΦΑΛΗ ς . Περὶ τοῦ μάννα, ὅτι τύπος ἦν τῆς Χριστοῦ παρουσίας καὶ τῶν δι' αὐτοῦ χαρισμάτων πνευματικῶν. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωυσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον τὸν ἐκ τοῦ οὐρανοῦ. ΠΛΗΚΤΙΚΩΤΑΤΑ καὶ νῦν ὁ Σωτὴρ ἀσυνέτους ὄντας ἐλέγχει, καὶ πολὺ λίαν ἠγνοηκότας τὰ ἐν τοῖς Μωυσαϊκοῖς συγγράμμασι. χρῆν γὰρ δήπου λίαν αὐτοὺς ἐξεπίστασθαι σαφῶς, ὅτι διηκόνει μὲν ὁ Μωυσῆς τὰ παρὰ τοῦ Θεοῦ πρὸς τὸν λαὸν, καὶ αὖ πάλιν τὰ ἐξ υἱῶν Ἰσραὴλ πρὸς Θεὸν, καὶ αὐτουργὸς μὲν αὐτὸς ἐπ' οὐδενὶ τῶν θαυμάτων ὑπῆρχεν, ὑπηρέτης δὲ μᾶλλον καὶ ὑπουργὸς ὧν ἂν βούλοιτο δρᾶν ἐπ' ὠφελείᾳ τῶν ἐκ δουλείας ἀνακεκλημένων ὁ πάντων αὐτοῖς τῶν ἀγαθῶν χορηγός. ὅπερ οὖν ἦν ἐν ὑπονοίᾳ δυσσεβεῖ παρ' ἐκείνοις, τοῦτο καὶ μάλα γοργῶς ὑποτέμνεται Χριστός. τὸ γὰρ δὴ τὰ μόνῃ πρέποντά τε καὶ χρεωστούμενα τῇ θείᾳ φύσει, ταῖς ἀνθρώπων ἀνατιθέναι τιμαῖς, καὶ οὐχὶ μᾶλλον αὐτῇ, πῶς οὖν οὐκ ἂν εἴη λοιπὸν μωρίας τε ὁμοῦ καὶ δυσσε βείας ἀνάπλεων; ἀποστήσας δὲ λοιπὸν τὸν ἱεροφάντην Μωυσέα τοῦ θαύματος, καὶ τῆς ἐκείνου χειρὸς ὑπεξελὼν τὸ παράδοξον, δῆλος ἂν εἴη δήπουθεν ἑαυτῷ μᾶλλον ἀνατιθεὶς μετὰ Πατρὸς τὴν δόξαν, εἰ καὶ παραιτοῖτο λέγειν ἐναργέ στερον, διὰ τὴν τῶν ἀκροωμένων ἀπαιδευσίαν. ἦν γὰρ δὴ 1.457 καὶ ὄντως ἐλπίδος οὐ μακρὰν, ἅτε δὴ Μωυσέως διὰ τῶν τοιούτων ἐξυβρισμένου ῥημάτων, ἀποταυροῦσθαι πάλιν αὐτοὺς, καὶ εἰς ἀκράτους ὀργὰς ἀνακαίεσθαι, τὸ μὲν ἀληθὲς ὅπως ἂν ἔχοι διερευνῶντας οὐδαμῶς, οὐδὲ τὴν τοῦ λαλοῦντος ἀξίαν ἐπιγινώσκοντας, ἐπὶ δὲ μόνον ἀπερισκέπτως ἰόντας τὸ χρῆναι τιμᾶσθαι Μωυσέα, καὶ οὐκ εὐλόγως τυχὸν, ὅτε καὶ πρός τι τὸ ὑπερτεροῦν συγκρίνοιτο. Μανθάνωμεν τοίνυν, εὐκρινέστερόν τε καὶ λογικώτερον, τὴν εἰς τοὺς ἁγίους ἡμῶν πατέρας ἐπιτηδεύειν εὐλάβειαν, καὶ ἀποδιδόναι κατὰ τὸ γεγραμμένον, "τῷ τὸν φόβον τὸν φόβον, "τῷ τὴν τιμὴν τὴν τιμήν." ἀδικήσομεν γὰρ οὐδαμῶς, τὸ ἑκάστῳ πρέπον ἀναλόγως προσάπτοντες, ἐπεὶ "καὶ πνεύματα "προφητῶν προφήταις ὑποτάσσεται·" ὅταν δὲ δή τις λόγος εἰσέρχηται περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, τότε καὶ λέγειν ἡμᾶς ἀναγκαῖον "Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ, "ἢ τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ;" Ἀλλ' ὁ Πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν. ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Ἔδει μὴ μόνον ἀποστῆσαι Μωυσέα τῆς θεοπρεποῦς ἐξουσίας, κατά γε τὴν ἐνοῦσαν ἐν ἐκείνοις διάληψιν, καὶ τῆς ἐπ' ἐκείνῳ θαυματουργίας ὑπηρέτην ἀναδεῖξαι μᾶλλον ἢ χορηγὸν, ἀλλ' ἤδη καὶ αὐτὸ καίτοι παραδόξως γεγενημένον κατασμικρύνειν τὸ θαῦμα, καὶ ἀντιπαραθέσει τῇ πρὸς τὸ μεῖζον ἐπιδεικνύειν ὑπάρχον ὅλως οὐδέν. δέχου γάρ μοι πάλιν τοιοῦτόν τι βοῶντα Χριστόν Ἐν μικροῖς, ὦ οὗτοι, καὶ εὐτελεστάτοις τὰ μεγάλα λογίζεσθε, καὶ τὴν τοῦ πάντων ∆εσπότου φιλοτιμίαν ἐν ὀλίγοις κομιδῆ διωρίσασθε μέτροις. ἀμαθαίνοντες γὰρ οὐ κατά τι βραχὺ τὸ μάννα λογίζεσθε τὸν ἄρτον εἶναι τὸν ἐξ οὐρανοῦ, καίτοι μόνον ἐν ἐρήμῳ τὸ τῶν 1.458 Ἰουδαίων ἀποθρέψαν γένος, ἀναριθμήτων ὄντων ἑτέρων, τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐθνῶν· καὶ συνεσταλμένην οὕτω τὴν φιλανθρωπίαν ἐλογίσασθε θέλειν ἐπιδεῖξαι Θεὸν, ὡς ἑνὶ καὶ μόνῳ λαῷ χορηγῆσαι τροφάς· τύποι μὲν γὰρ ἐκεῖνα τῶν γενικωτέρων, καὶ τῆς καθόλου φιλοτιμίας εἰς τὸ κατὰ μέρος ἐπίδειξις ἦν, ὡς ἐν ἀῤῥαβῶνι τοῖς προειληφόσιν. ἀλλ' ὅτε τῆς ἀληθείας ἐπὶ θύραις ἡμῖν ὁ καιρὸς, ὁ Πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, ὃς διὰ τῆς τοῦ μάννα χορηγίας τοῖς ἀρχαιοτέροις ὡς ἐν σκιαῖς κατεγράφετο. μὴ γὰρ δή τις οἰέσθω, φησὶ, κατ' ἀλήθειαν ἐκεῖνον εἶναι τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, κατανευέτω δὲ μᾶλλον ἐκείνῳ τὴν ψῆφον, ᾧπερ ἂν φαίνοιτο προσὸν τὸ πᾶσαν ἀποτρέφειν δύνασθαι τὴν οἰκου μένην, καὶ ὅλως χαρίζεσθαι τῷ κόσμῳ τὴν ζωήν. Καταιτιᾶται τοίνυν τοῖς ἐν τύπῳ γεγενημένοις προσπεπη γότα τὸν Ἰουδαῖον, καὶ τὸ ἐκ τῆς ἀληθείας κάλλος ἀναζητεῖν παραιτούμενον. ἦν γὰρ οὐκ ἐκεῖνο τὸ μάννα κυρίως, ἀλλ' ἢ αὐτὸς ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ὁ ἐκ τῆς οὐσίας ἐρχό μενος τοῦ Πατρὸς, ἐπείπερ ἐστὶ κατὰ φύσιν ζωὴ, τὰ πάντα ζωογονῶν. ἐπειδὴ γὰρ ἐκ ζῶντος ἀνέφυ Πατρὸς, ζωὴ καὶ αὐτὸς κατὰ φύσιν ἐστὶ, καὶ ἐπείπερ ἔργον τῇ κατὰ φύσιν ζωῇ τὸ ζωοποιεῖν, ζωοποιεῖ τὰ πάντα Χριστός. ὅπερ γὰρ ἄρτος ἡμῖν ὁ ἐκ γῆς εὑρίσκεται, τὴν ἀσθενῆ τῆς σαρκὸς φύσιν οὐκ ἐῶν καταφθείρεσθαι· τοῦτο καὶ αὐτὸς διὰ τῆς τοῦ Πνεύματος ἐνεργείας τὸ πνεῦμα ζωοποιῶν, καὶ οὐ μέχρι τούτων, ἀλλὰ καὶ αὐτὸ τὸ σῶμα συνέχων εἰς ἀφθαρσίαν. Ἐπειδὴ δὲ ἅπαξ ἡμῖν εἰς τὸν ἐπὶ τῷ μάννα λόγον ἐκτρέχει τὰ θεωρήματα, τὸ λυποῦν κατά γε τὸ εἰκὸς οὐδὲν, καὶ ἐπ' αὐτῷ τι βραχὺ κατασκεψαμένους εἰπεῖν, ἐξ αὐτῶν παρα θέντας τῶν Μωυσαϊκῶν βιβλίων ἀνὰ μέρος τὰ ἐπ' αὐτῷ γεγραμμένα· οὕτω γὰρ ἂν καὶ εὐκρινεστάτην ποιησάμενοι 1.459 τοῦ λόγου τὴν παράθεσιν, ἕκαστα τῶν ἐπ' αὐτῷ νοουμένων ὀρθῶς διοψόμεθα. ἐπιδείξομεν δὲ διὰ πάντων, ὅτι τὸ μάννα τὸ ἀληθινὸν αὐτός ἐστιν ὁ Χριστὸς, ὡς ἐν τύπῳ τῷ μάννα χορηγεῖσθαι τοῖς ἀρχαιοτέροις νοούμενος παρὰ τοῦ Θεοῦ καὶ Πατρός. ἔχει δὲ οὕτως ἡ τῶν λογίων ἀρχή "Τῇ τε πεντε "καιδεκάτῃ ἡμέρᾳ τῷ μηνὶ τῷ δευτέρῳ ἐξεληλυθότων αὐτῶν "ἐκ γῆς Αἰγύπτου, διεγόγγυζε πᾶσα ἡ συναγωγὴ υἱῶν "̓Ισραὴλ ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν, καὶ εἶπαν πρὸς αὐτοὺς "οἱ υἱοὶ Ἰσραήλ Ὄφελον ἀπεθάνομεν πληγέντες ὑπὸ Κυρίου "ἐν γῇ Αἰγύπτῳ, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν "κρεῶν καὶ ἠσθίομεν ἄρτους εἰς πλησμονὴν, ὅτι ἐξη "γάγετε ἡμᾶς εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι πᾶσαν "τὴν συναγωγὴν ταύτην ἐν λιμῷ." τὰ μὲν οὖν ἐκ τῆς ἱστορίας διαφανῆ καὶ λίαν εὐσύνοπτα, καὶ οὐδενὸς οἶμαι προσδεόμενα λόγου τοῦ τὴν πρόχειρον βασανίζοντος γνῶσιν· ἐροῦμεν δὲ πάλιν εἰς μόνον ὁρῶντες τὸ πνευματικόν. οὐκοῦν ἔτι τὴν Αἰγυπτίων ἔχοντες χώραν οἱ ἐξ Ἰσραὴλ, διὰ θείου προστάγματος τὴν ἐπὶ Χριστῷ τυπικῶς ἐπετέλουν ἑορτὴν, καὶ τῆς τοῦ προβάτου θοίνης ἁψάμενοι, μόλις οὕτω τῆς τοῦ Φαραῶ τυραννίδος τὴν πλεονεξίαν ἐξέβησαν, καὶ τὸν τῆς δουλείας ἀφόρητον ἀπεσείοντο ζυγόν· εἶτα πρὸς τούτῳ παρα δόξως τὴν ἐρυθρὰν διαπεραιωσάμενοι θάλασσαν ἐν ἐρήμῳ γεγόνασι· καὶ δὴ καὶ ἐν αὐτῇ λιμώττοντες κρεωφαγεῖν ἐπεθύμουν, καὶ εἰς τὴν συνήθη τῶν ἄρτων ἐπιθυμίαν ὑπε σύροντο· ἐγόγγυζόν τε οὕτω κατὰ Μωυσέως καὶ εἰς μετά γνωσιν τῆς παρὰ Θεοῦ δωρεᾶς καταπίπτουσι, δέον ἐπὶ τούτοις οὐ μετρίως εὐχαριστεῖν. Αἴγυπτος τοίνυν σκοτασμὸς ἂν εἴη, καὶ νοηθήσεταί πως εἰς τὴν τοῦ παρόντος αἰῶνος κατάστασιν καὶ εἰς ἕξιν τὴν κοσμικὴν, ἣν ὥσπερ τινὰ χώραν ἐπιγραψάμενοι, πικρὰν ὑπομένομεν ἐν αὐτῇ τὴν θητείαν, 1.460 ἐργαζόμενοι μὲν τὸ παράπαν οὐδὲν τῷ Θεῷ, μόνῳ δὲ τῷ διαβόλῳ τελοῦντες τὰ θυμηρέστατα, καὶ καθάπερ εἰς πηλὸν ἢ δυσώδη βόρβορον, τὰς τῆς ἀκαθάρτου σαρκὸς καταπη δῶντες ἡδονὰς, ἄμισθόν τε καὶ ἀνόνητον τληπαθοῦντες πόνον, καὶ οὐκ ἀταλαίπωρον, ἵν' οὕτως εἴπω, τὴν φιληδονίαν ἐπιτηδεύοντες. Ἀλλ' ὅταν ἡμῖν ὁ τοῦ Θεοῦ νόμος κατὰ νοῦν προσλαλῇ, καὶ πικρὰν ἤδη βλέπωμεν τὴν ἐν τούτοις δουλείαν, τότε δὴ τότε τὴν ἐξ ἁπάσης φαυλότητος ἀποδημίαν διψήσαντες, ὥσπερ εἰς τὴν τῆς ἐλευθερίας ἀρχὴν καὶ θύραν ἐπ' αὐτὸν ἐρχόμεθα τὸν Χριστὸν, καὶ τὴν δι' αἵματος τοῦ τιμίου λοιπὸν ἀσφάλειάν τε καὶ χάριν ἐφοδιαζόμενοι, καθάπερ τινὰ θάλασσαν ταραχώδη καὶ συγκεχυμένην, τὰς ἐν τῷδε τῷ βίῳ περιστάσεις ἀφέντες σαρκικὰς, ἔξω τε παντὸς θορύβου γεγονότες κοσμικοῦ, πρὸς ἕξιν ἤδη τὴν ἀϋλοτέραν καὶ καθα ρωτέραν ἐρχόμεθα, οἷάπερ εἰς ἔρημον καταλύοντες χῶρον. ἐπειδὴ δὲ οὐκ ἀγύμναστος εἰς ἀρετὴν ὁ διὰ νόμου πρὸς αὐτὴν παιδαγωγούμενος, ὅταν ἐν τούτοις ἤδη γεγόνοτες εὑρισκώμεθα, τότε τοῖς δοκιμάζουσι περιπίπτοντες πειρα σμοῖς, ὑπομνήσει τῇ τῶν σαρκικῶν ἐπιθυμιῶν ἔσθ' ὅτε καταδακνόμεθα, εἶτα πολὺ λίαν ἡμᾶς καταπυρούσης τῆς ἐπιθυμίας, καταβοῶμεν ἐξ ἀκηδίας πολλάκις, καίτοι πρὸς ἐλευθερίαν ἀνακεκληκότος ἡμᾶς τοῦ θείου νόμου, ἐν λιμῷ δὲ ὥσπερ γεγονότες τῶν ἀρχαιοτέρων καὶ κατειθισμένων ἡμῖν ἡδονῶν, καὶ πρὸς πόνους ἤδη τοὺς ἐπὶ ταῖς ἐγκρατείαις ὀλιγωρήσαντες, οὐκέτι φαύλην ὁρῶμεν τὴν ἐν κόσμῳ δου λείαν. καὶ γὰρ ὄντως ἱκανὸν τὸ ἐν τῇ σαρκὶ θέλημα πρὸς ἅπασαν ὀλιγοψυχίαν τὴν ἐπ' ἀγαθοῖς ἑλκῦσαι τὸν νοῦν. "Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν Ἰδοὺ ἐγὼ ὕω ὑμῖν ἄρτους "ἐκ τοῦ οὐρανοῦ." ἔχεις ἤδη καὶ μάλα σαφῶς ἐν τούτοις 1.461 ὁρᾶν τὸ ἐν ψαλμοῖς μελῳδούμενον "Ἄρτον οὐρανοῦ ἔδωκεν "αὐτοῖς, ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος·" ἀλλ' ἔστιν, οἶμαι, πᾶσι διαφανὲς, ὅτι τῶν ἐν τοῖς οὐρανοῖς δυνάμεων λογικῶν, οὐχ ἕτερος ἂν νοοῖτο καὶ ἄρτος καὶ τροφὴ παρὰ τὸν ἐκ Θεοῦ Πατρὸς Μονογενῆ. αὐτὸς οὖν ἄρα τὸ μάννα τὸ ἀληθὲς, ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ, ὁ πάσῃ κτίσει λογικῇ παρὰ Θεοῦ Πατρὸς χορηγούμενος. εἰς δέ γε τῶν προκειμένων τὴν τάξιν εἰσβαίνοντες, ἐκεῖνό φαμεν Κατανόησον ὅπως ἡ θεία τε καὶ ἄνωθεν χάρις, καὶ νοσοῦσαν ἔσθ' ὅτε τὰ συνήθη, τὴν ἀνθρώπου φύσιν ἀνθέλκει πρὸς ἑαυτὴν καὶ ἀνασώζει ποι κίλως. κατωθεῖ μὲν γὰρ λίθου δίκην ἐπιπίπτον τῷ νῷ τὸ φρόνημα τῆς σαρκὸς, καὶ πρὸς τὸ ἴδιον θέλημα τυραννικῶς ἐκβιάζεται, ἀντιπεριάγει δὲ πάλιν ἡμᾶς ὁ Χριστὸς, καθάπερ τινὶ χαλινῷ, πρὸς τὴν τῶν ἀμεινόνων ἐπιθυμίαν, καὶ εἰς ἕξιν ἀνακομίζει τοὺς νενοσηκότας τὴν φιλόθεον. ἰδοὺ γὰρ ἰδοὺ τοῖς κατολισθαίνουσιν εἰς σωματικὰς ἡδονὰς, τὰς ἐξ οὐρανῶν χορηγήσειν ὑπισχνεῖται τροφὰς, τὴν διὰ τοῦ Πνεύματος παράκλησιν δηλονότι, τὸ μάννα τὸ νοητόν. διὰ γάρτοι τούτου πρὸς πᾶσαν ὑπομονὴν καὶ ἀνδρείαν διακρατούμεθα, καὶ τὸ μὴ πίπτειν ἐξ ἀσθενείας ἐφ' ἃ μὴ προσῆκεν ἀποκερ δαίνομεν. ἐστήριζε τοίνυν ἡμᾶς εἰς εὐσέβειαν καὶ πάλαι τὸ μάννα τὸ νοητὸν, τουτέστι Χριστός. ἐπειδὴ δὲ ἅπαξ διὰ τὴν χρείαν, ὡς ἐν ἐκβάσει τοῦ λόγου γεγόναμεν, οὐκ ἀζή τητον αὐτὸν οἶμαι πρέπειν ἐᾶν, ἐπείπερ ἔχει πολὺ τὸ τελοῦν εἰς ὄνησιν. Οὐκοῦν ἐρεῖ τις εὐλόγως Ὅτου δὴ χάριν ὁ φιλάνθρωπός τε καὶ φιλάρετος οὕτω Θεὸς, δέον φθάσαι μὲν τὴν αἴτησιν, ὑστερίζει περὶ τὴν ὑπόσχεσιν· κολάζει γεμὴν οὐδαμῶς τοὺς οὕτω διεστραμμένους τὴν ἕξιν, καίτοι κολάσας ἐν τοῖς 1.462 ἐφεξῆς, ὅτε τὴν ἴσην νοσοῦντες ἐπιθυμίαν, καὶ ἄρτους εἰς πλησμονὴν καὶ κρεῶν ἐφαντάζοντο λέβητας, καὶ δυσωδε στάτων κρομμύων εἰσεδέχοντο πόθον. ἐν γὰρ τοῖς ἀριθμοῖς εὑρήσομεν ὅτι καὶ τετιμώρηνταί τινες, καὶ Μνήματα τῆς ἐπιθυμίας ὁ χῶρος ἐκλήθη, ἐν ᾧπερ ἐστρατοπέδευον τότε. "̓Εκεῖ γὰρ ἔθαψαν, φησὶ, τὸν λαὸν τὸν ἐπιθυμητήν." οὐκοῦν πρὸς μὲν τὸ πρῶτον ἐροῦμεν, ὅτι δὴ πάντως ἐχρῆν περιμεῖναι τὰς ἐπιθυμίας, οὕτω τε λοιπὸν εὐκαίρως ἀνα δείκνυσθαι χορηγόν· χαριεστάτη γάρ πως ἐστὶ τοῖς εὖ παθοῦσιν ἡ δόσις, ὅταν αὐτῆς τινες προαναφαίνωνται καὶ προβαδίζωσιν ἡδοναὶ, διψῆν ἀναπείθουσαι τὸ οὔπω παρόν· αἰσθήσεως δὲ τῆς χαριεστέρας ἀμοιρήσειεν ἂν ἡ τοῦ ἀν θρώπου ψυχὴ, μὴ ταῖς εἰς τὸ εὖ παθεῖν ἡδοναῖς προσυν τεινομένη καὶ κάμνουσα. ἀλλ' ἴσως αἴτησιν μὲν οὐδαμῶς γεγενῆσθαι, τὴν ὡς παρ' ἐκείνων ἐρεῖς, γογγυσμὸν δὲ μᾶλλον καὶ μετάγνωσιν καὶ καταβοήν· τοῦτο γὰρ ἦν ὄντως καὶ ἀληθέστερον εἰπεῖν. πρὸς δὴ καὶ τοῦτό φαμεν, ὅτι πρέποι μὲν ἂν τοῖς μὲν τελείοις τὴν ἕξιν, ἡ δι' ἐντεύξεως αἴτησις· ἰσομοιρήσει δέ πως αὐτῇ καὶ ὁ τῶν ἀσθενεστέρων ἐξ ἀκηδίας, ἢ ὅπως ἂν γένοιτο, γογγυσμός· χαλεπαίνει δὲ οὐ πάντως φιλάνθρωπος ὢν ὁ πάντων Σωτήρ. ὅνπερ γὰρ τρόπον τοῖς ἔτι κομιδῇ νηπίοις ὁ κλαυθμὸς ἔσθ' ὅτε συντελεῖ πρὸς αἴτησιν τῶν χρησίμων αὐτοῖς, καὶ καλεῖται πρὸς ἔρευναν ἡ τεκοῦσα διὰ τούτου πολλάκις τῶν ἐν ἡδοναῖς τῷ βρέφει, οὕτω τοῖς ἔτι νηπίοις καὶ βεβηκόσιν οὔπω πρὸς σύνεσιν, ὁ ἐξ ἀκηδίας, ἵν' οὕτως εἴπω, κλαυθμὸς αἰτήσεως ἔχει δύναμιν τὴν ὡς πρὸς Θεόν. κολάζει δὲ οὐκ ἐν ἀρχῇ, καίτοι καὶ ταῖς γηΐναις ἐπιθυμίαις ἡττωμένους ὁρῶν, ἀλλ' ἐν μέσοις ἤδη τοῖς χρόνοις, δι' αἰτίαν τοιαύτην, ὥς γε μοι φαίνεται. οὔπω μὲν γὰρ τὸ μάννα λαβόντες οἱ νεωστὶ τῆς Αἰγυπτίων ἀποδημήσαντες, οὐδὲ τὸν ἄρτον ἔχοντες τὸν ἐξ 1.463 οὐρανοῦ, τὸν στηρίζοντα καρδίαν ἀνθρώπου, καταπίπτουσιν εἰκότως εἰς ἐπιθυμίας σαρκικὰς, διάτοι τοῦτο καὶ συγγινώ σκονται· οἱ δὲ ἤδη τοῦ Κυρίου κατατρυφήσαντες, καθὰ γέγραπται, τῶν πνευματικῶν ἀγαθῶν τὰ σαρκικὰ προτιμή σαντες, δικαιοτάτην ἤδη τὴν δίκην ὑπέχουσι, καὶ προσέτι τῷ παθεῖν ἐπίσημον τῆς συμφορᾶς τὴν μνήμην ἀποκληρώ σονται. μνήματα γὰρ τῆς ἐπιθυμίας ὄνομα κεῖται τῷ τῆς κολάσεως τόπῳ. "Καὶ ἐξελεύσεται ὁ λαὸς καὶ συλλέξουσι τὸ τῆς ἡμέρας "εἰς ἡμέραν." εἰς τύπον τοῦ μάννα τοῦ νοητοῦ τὸ αἰσθητὸν λογιούμεθα. καὶ τὸ μὲν μάννα τὸ νοητὸν αὐτὸν ἡμῖν κατα σημαίνει τὸν Χριστὸν, τὴν δέ γε παχυτέραν τοῦ νόμου παίδευσιν τὸ αἰσθητὸν ὑπαινίττεται. ἐφήμερος οὖν εὐλόγως ἡ συγκομιδὴ, καὶ ἀποκωλύει τηρεῖν ὁ νομοθέτης εἰς τὴν αὔριον, ὡς δι' αἰνιγμάτων τοῖς ἀρχαιοτέροις ὑποδηλῶν, ὅτι τοῦ σωτηρίου λοιπὸν ἀναλάμψαντος χρόνου, καθ' ὃν ἐν κόσμῳ μετὰ σαρκὸς πέφηνεν ὁ Μονογενὴς, καταργηθήσονται πάντως οἱ διὰ τοῦ νόμου τύποι, καὶ τὸ συλλέγειν ἔτι τροφὰς ἐκεῖθεν εἰκαῖον, αὐτῆς ἤδη παρακειμένης τῆς ἀληθείας ἡμῖν εἰς τρυφὴν καὶ ἀπόλαυσιν. "Καὶ ἔσται τῇ ἡμέρᾳ τῇ ἕκτῃ καὶ ἑτοιμάσουσιν ὃ ἐὰν "εἰσενέγκωσι, καὶ ἔσται διπλοῦν ὃ ἐὰν συναγάγωσιν." ἐπιτήρει δὴ πάλιν, ἵνα νοῇς, ὅτι οὐκ ἐᾷ συλλέγειν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ τὸ μάννα τὸ αἰσθητὸν, τὸ δὲ ἤδη πορισθὲν καὶ συνειλεγμένον κατὰ τὴν πρὸ αὐτῆς ποιεῖσθαι κελεύει τροφήν. ἡ μὲν γὰρ ἑβδόμη σημαίνει τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδη μίας τὸν χρόνον, καθ' ὃν ἐν ἁγιασμῷ σαββατίζομεν, τῶν τῆς ἁμαρτίας ἔργων ἀποπαυσάμενοι, καὶ δεχόμενοι μὲν εἰς τροφὴν, καὶ πληροφορίαν τῆς πίστεως καὶ τὴν ἤδη συγκε 1.464 κοσμημένην ἐν ἡμῖν διὰ τοῦ νόμου γνῶσιν, οὐ μὴν ὡς ἐξ ἀνάγκης ἔτι συλλέγοντες, λαμπροτέρας ἤδη παρακειμένης τροφῆς, καὶ τὸν ἄρτον ἔχοντες τὸν ἐξ οὐρανοῦ. ἐν διπλῷ δὲ τῷ μέτρῳ πρὸ τῆς ἁγίας ἑβδόμης τὸ μάννα συλλέγεται· καί μοι πάλιν νοήσεις ἐντεῦθεν, ὅτι κατακλειομένου τοῦ νόμου πρὸς τὸ ἐν τῷ χρόνῳ τέλος, καὶ ἀρχομένης ἤδη τῆς ἁγίας ἑβδόμης, τουτέστι τῆς ἐπιδημίας Χριστοῦ, ἐν διπλῷ τρόπον τινὰ τῷ μέτρῳ γενήσεται τῶν οὐρανίων ἀγαθῶν ἡ εὕρεσις, καὶ διττή τις ἡ χάρις, πρὸς τοῖς ἐκ νόμου χρησίμοις καὶ τὴν εὐαγγελικὴν εἰσάγουσα παίδευσιν. ὅπερ ἂν καὶ αὐτὸς νοοῖτο διδάσκων ὁ Κύριος, ὅτε φησί που καθάπερ ἐν εἴδει παρα βολῆς "∆ιὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ "τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ πλουσίῳ, ὅστις ἐκ "βάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ νέα καὶ παλαιά·" παλαιὰ μὲν τὰ ἐκ τοῦ νόμου, νέα δὲ τὰ διὰ Χριστοῦ. "Καὶ εἶπε Μωυσῆς καὶ Ἀαρὼν πρὸς πᾶσαν συναγωγὴν "υἱῶν Ἰσραήλ Ἑσπέρας γνώσεσθε ὅτι Κύριος ἐξήγαγεν "ὑμᾶς ἐξ Αἰγύπτου, τὸ πρωῒ ὄψεσθε τὴν δόξαν Κυρίου ἐν "τῷ διδόναι Κύριον ὑμῖν ἑσπέρας κρέα φαγεῖν καὶ ἄρτους "τὸ πρωῒ εἰς πλησμονήν." ἐπαγγέλλεται τοῖς ἐξ Ἰσραὴλ ὁ Μωυσῆς χορηγηθήσεσθαι μὲν παρὰ Θεοῦ τὴν ὀρτυγομήτραν τὸ πρὸς ἑσπέραν, ἐπιγνώσεσθαι δὲ διισχυρίζεται διὰ τούτου σαφῶς, ὅτι Κύριος ἀνήγαγεν αὐτοὺς ἐξ Αἰγύπτου· πρωῒ γεμὴν διαῤῥήδην ὄψεσθε, φησὶ, τὴν δόξαν Κυρίου, ἐν τῷ λαβεῖν ἄρτους εἰς πλησμονήν. καί μοι πάλιν τὴν ἐφ' ἑκάστῳ τῶν εἰρημένων ἐννόει διαφοράν· ἡ μὲν γὰρ ὀρτυγο μήτρα σημαίνει πως τὸν νόμον· χθαμαλοπετὲς γὰρ ὄντως ἀεὶ καὶ περὶ γῆν τὸ στρουθίον· οὕτω δ' ἂν ἴδοις καὶ τοὺς διὰ νόμου παιδαγωγουμένους εἰς χθαμαλωτέραν διὰ τύπων 1.465 θεοσέβειαν, ὅσον δὲ ἧκεν εἰς θυσίας φημὶ καὶ περιῤῥαντήρια καὶ καθάρσεις Ἰουδαϊκάς· ὀλίγον γὰρ οὗτοι τῆς γῆς ἀνοχλί ζονταί πως, καὶ ἀναβαίνειν δοκοῦσιν αὐτῆς, εἰσὶ δ' οὖν ὅμως ἐν αὐτῇ καὶ περὶ αὐτήν· οὐ γὰρ ἐν νόμῳ τὸ τελείως ἀγαθὸν καὶ ὑψηλὸν εἰς σύνεσιν. χορηγεῖται γεμὴν ἐν ἑσπέρᾳ· ἤτοι τὸ ἐν τῷ γράμματι σκοτεινὸν τοῦ λόγου πάλιν ἡμῖν διὰ τῆς ἑσπέρας σημαίνοντος, ἢ τὴν ἀφεγγῆ τοῦ κόσμου κατάστασιν, οὔπω τὸ φῶς ἔχοντος τὸ ἀληθινὸν, τουτέστι Χριστὸν, ὃς ἐνανθρωπήσας φησίν "Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα." γνώσεσθαι δὲ λέγει τοὺς υἱοὺς Ἰσραὴλ, ὅτι Κύριος αὐτοὺς ἀνήγαγεν ἐξ Αἰγύπτου· γνῶσις γὰρ μόνη τῆς καθόλου διὰ Χριστοῦ σωτηρίας ἐν τοῖς Μωυσαϊκοῖς ὁρᾶται συγγράμ μασιν, οὔπω παρούσης αὐτοπροσώπως τῆς χάριτος. αὐτὸ γὰρ δὴ τοῦτο καὶ ὑπεδήλου προστιθείς "Τὸ πρωῒ ὄψεσθε "τὴν δόξαν Κυρίου ἐν τῷ διδόναι ὑμῖν ἄρτους εἰς πλησμο "νήν." λελυμένης γὰρ ὥσπερ ἐν τάξει νυκτὸς τῆς νομικῆς ἀχλύος, καὶ ἡλίου τοῦ νοητοῦ πᾶσιν ἡμῖν ἀνατείλαντος, τὴν δόξαν Κυρίου παρόντος ἤδη κατοπτριζόμεθα, τὸν ἄρτον εἰς πλησμονὴν τὸν ἐξ οὐρανοῦ κομιζόμενοι, αὐτὸν δὲ ἤδη πάλιν φημὶ τὸν Χριστόν. "Ἐγένετο δὲ ἑσπέρα, καὶ ἀνέβη ὀρτυγομήτρα καὶ ἐκά "λυψε τὴν παρεμβολήν· τὸ πρωῒ ἐγένετο δὲ καταπαυομένης "τῆς δρόσου κύκλῳ τῆς παρεμβολῆς, καὶ ἰδοὺ ἐπὶ πρόσωπον "τῆς ἐρήμου λεπτὸν ὡσεὶ κόριον λευκόν." ὅρα δὴ πάλιν τὴν τῶν νοημάτων διασκευήν· περὶ μὲν γὰρ τῆς ὀρτυγομήτρας φησὶν, ὅτι ἐκάλυψε τὴν παρεμβολὴν, περὶ δέ γε τοῦ μάννα πάλιν, ὅτι πρωῒ καταβέβηκε, καταπαυομένης τῆς δρόσου, κύκλῳ τῆς παρεμβολῆς ἐπὶ πρόσωπον τῆς ἐρήμου. ἡ μὲν 1.466 γὰρ διὰ νόμου παίδευσις, ἡ ἐν τύποις φημὶ καὶ σχήμασιν, ἣν τῷ τῆς ὀρτυγομήτρας εἴδει παραβεβλήκαμεν, τὴν τῶν Ἰουδαίων καλύπτει Συναγωγήν· "κεῖται" γὰρ, ὡς ὁ Παυλός φησι, "κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν," καὶ "πώρωσις "ἀπὸ μέρους." ἐπὰν μέντοι γένηται πρωῒ, τουτέστιν ἀνί σχοντος ἤδη καὶ τὴν οἰκουμένην ὅλην περιαστράπτοντος τοῦ Χριστοῦ, ἐπὰν καὶ ἡ δρόσος καταλήγῃ λοιπὸν, τουτέστιν ἡ παχεῖα καὶ ἀχλυώδης τῶν νομικῶν ἐπιταγμάτων εἰσήγησις· τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστός· τότε δὴ πάντως τὸ ἀληθὲς ἡμῖν καὶ ἐξ οὐρανοῦ καταβήσεται μάννα· εὐαγγε λικὴν δὲ δηλονότι διδασκαλίαν τοῦτό φαμεν· οὐκ ἐπὶ τὴν τῶν Ἰσραηλιτῶν συναγωγὴν, ἀλλὰ κύκλῳ τῆς παρεμβολῆς, εἰς πάντα δηλονότι τὰ ἔθνη, καὶ ἐπὶ πρόσωπον τῆς ἐρήμου, τουτέστι τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, περὶ ἧς εἴρηταί που " Οτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης "τὸν ἄνδρα." ἐπὶ γὰρ πᾶσαν τὴν οἰκουμένην ἡ τοῦ νοητοῦ μάννα κατασκεδάννυται χάρις, ἣ καὶ τῷ κορίῳ παραβάλ λεται, καὶ λεπτὸν ὀνομάζεται. λεπτὴ γὰρ ὄντως καὶ ἀπο ψυκτικὴ τῶν ἐν ζέσει παθῶν ἡ τοῦ θείου λόγου δύναμις, τὴν ἐκ σαρκικῶν κινημάτων πύρωσιν ἐν ἡμῖν κατευνάζουσα, καὶ εἰς τὸ βάθος τῆς καρδίας εἰσδύνουσα. ψυχροτάτην δὲ εἶναί φασι, καὶ αὐτῆς τῆς πόας, τουτέστι τοῦ κορίου, τὴν ἐνέργειαν τὴν ἐν ποιότητι φυσικῇ. "Ἰδόντες δὲ αὐτὸ οἱ υἱοὶ Ἰσραὴλ εἶπαν ἕτερος τῷ ἑτέρῳ "Τί ἐστι τοῦτο; οὐ γὰρ ᾔδεισαν τί ἦν." ἀσυνήθεις ὄντες τοῦ παραδόξως γεγενημένου, καὶ οὐκ ἔχοντες ἐκ πείρας εἰπεῖν ὅπερ ἂν εἴη σαφῶς Τί ἐστι τοῦτο πρὸς ἀλλήλους φασίν· αὐτὸ δὲ δὴ τοῦτο τὸ ὡς ἐν ζητήσει ῥηθὲν, ὄνομα ποιοῦνται τῷ πράγματι, καὶ τῇ Σύρων ἀποκαλοῦσι γλώττῃ Μάννα, 1.467 τουτέστι πάλιν Τί ἐστι τοῦτο; καὶ νοήσεις ἐντεῦθεν, ὡς ἔμελλε παρὰ τῶν Ἰουδαίων ἀγνοηθήσεσθαι Χριστός. τὸ γὰρ ὡς ἐν τύπῳ κρατοῦν, καὶ ἐπ' αὐτῆς ἔδειξε τῆς ἀληθείας ἰσχύσαν ἡ πεῖρα. "Εἶπε δὲ Μωυσῆς πρὸς αὐτούς Μηδεὶς ἐγκαταλιπέτω "ἀπ' αὐτοῦ ἕως τὸ πρωΐ· καὶ οὐκ ἤκουσαν Μωυσῇ, ἀλλὰ "κατέλιπον ἀπ' αὐτοῦ τινες εἰς τὸ πρωῒ, καὶ ἐξέζεσε σκώ "ληκας καὶ ἐπώζεσε, καὶ ἐπικράνθη ἐπ' αὐτοὺς Μωυσῆς." τὸ πρωῒ πάλιν ἐν τούτοις, τὸν λαμπρὸν ἡμῖν καὶ διαφανέ στατον τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας κατασημαίνει καιρὸν, ὅτε λελυμένης τρόπον τινὰ τῆς τε κατὰ νόμον σκιᾶς, καὶ τῆς ἐν τοῖς ἔθνεσιν ἀχλύος διαβολικῆς, φωτὸς ἡμῖν δίκην ἀνέτειλεν ὁ Μονογενὴς, καὶ ὄρθρος ἐδείχθη πνευματικός. ἐπιτάττει τοίνυν ὁ μακάριος Μωυσῆς τὸ ἐν τύπῳ πάλιν μάννα μὴ καταλιμπάνειν εἰς τὸ πρωΐ. ἀνατείλαντος γὰρ ἡμῖν τοῦ μνημονευθέντος ἀρτίως καιροῦ, περιτταὶ λοιπὸν καὶ ἄκαιροι παντελῶς αἱ κατὰ τὸν νόμον σκιαὶ, διὰ τὴν ἤδη παροῦσαν ἀλήθειαν· πρᾶγμα δὲ ὄντως ἀχρεῖον, ἀναλάμ ψαντος ἤδη Χριστοῦ, τὴν ἐν νόμῳ δικαιοσύνην ὁ Παῦλος ἀπέδειξε λέγων περὶ αὐτοῦ, "δι' ὃν τὰ πάντα ἐζημιώθην," τὰ ἐν νόμῳ δηλονότι καυχήματα, "καὶ ἡγοῦμαι σκύβαλα "εἶναι, ἵνα Χριστὸν κερδανῶ καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων "ἐμὴν δικαιοσύνην τὴν ἐν νόμῳ, ἀλλὰ τὴν διὰ πίστεως "̓Ιησοῦ Χριστοῦ." ὁρᾷς οὖν ὅπως ὡς σοφὸς ἐφυλάξατο τὸ μὴ καταλιμπάνειν εἰς τὸ πρωΐ; τύπος δ' ἂν εἶεν οἱ πρὸς τὸ πρωῒ τηρήσαντες, τῆς ἀπειθήσειν μελλούσης αὐτῷ πλη θύος Ἰουδαϊκῆς, οἷς καὶ τὸ ἐντόνως ἐθέλειν τὸν ἐν γράμμασι τηρῆσαι νόμον, καὶ σαπρίας καὶ σκωλήκων ἔσται παραί 1.468 τιον. ἀκούεις γὰρ ὅπως ἐκπικραίνεται λίαν ὁ νομοθέτης ἐπ' αὐτοῖς; "Καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρών Λάβε στάμνον χρυσοῦν "ἕνα καὶ ἐμβάλετε εἰς αὐτὸν πλῆρες τὸ γόμορ Μὰν, καὶ "ἀποθήσεις αὐτὸ ἐναντίον τοῦ Θεοῦ εἰς διατήρησιν." εὔ καιρον ὄντως καὶ ἐπὶ τούτῳ δὴ λίαν ἀποθαυμάζοντας λέγειν " Ω βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ·" ἀκατά ληπτος γὰρ ὄντως ἡ ἐγκεκρυμμένη σύνεσις ταῖς θεοπνεύ στοις γραφαῖς, "καὶ βαθὺ βάθος, κατὰ τὸ γεγραμμένον, τίς "εὑρήσει αὐτό;" ὁρᾷς τοίνυν ὅπως ἡμῖν καὶ ὁ τελευταῖος ἐπὶ τούτοις διήρτισται λόγος. ἐπειδὴ γὰρ αὐτὸς ἡμῖν τὸ μάννα τὸ ἀληθινὸν ἀνεδείχθη Χριστὸς, ὡς ἐν εἰκόνι τοῖς ἀρχαιοτέροις διὰ τύπου δηλούμενος, ἀναγκαίως διὰ τοῦ προ κειμένου διδάσκει, τίνος ἔσται καὶ πόσης ἀνάπλεως ἀρετῆς τε καὶ δόξης, ὁ τὸ μάννα τὸ νοητὸν ἀποθησαυρίζων ἐν ἑαυτῷ, καὶ εἰς τὰ ἐσώτατα τῆς ἑαυτοῦ καρδίας εἰσφέρων τὸν Ἰη σοῦν διὰ τῆς εἰς αὐτὸν πίστεώς τε ὀρθῆς καὶ ἀγάπης ὁλοτελοῦς. ἀκούεις γὰρ ὅπως ἐν σκεύει χρυσῷ πλῆρες τὸ γόμορ τοῦ Μὰν ἐνετέθη διὰ χειρὸς Ἀαρὼν εἰς διατήρησιν ἐναντίον τοῦ Θεοῦ [κατετέθη]· ἡ γὰρ ὁσία καὶ θεοφιλὴς ὄντως ψυχὴ, τελείως ἐν ἑαυτῇ τὸν ἐπὶ Χριστῷ λόγον ὠδίνουσα, καὶ ὅλον λαβοῦσα τὸν οὐράνιον θησαυρὸν, σκεῦος μὲν ἔσται τίμιον, ὡς ἀπὸ χρυσοῦ, προσενεχθήσεται δὲ διὰ τοῦ πάντων ἀρχιερέως τῷ Θεῷ καὶ Πατρὶ, καὶ εἰς ὄψιν ἀνενεχθήσεται τοῦ τὰ πάντα συνέχοντός τε καὶ διασώζοντος εἰς διατήρησιν, καὶ τὸ φθειρόμενον ὅσον εἰς οἰκείαν φύσιν, οὐκ ἐῶντος κατα φθείρεσθαι. καταγράφεται τοιγαροῦν ὁ δίκαιος, ὡς ἐν σκεύει χρυσῷ τὸ νοητὸν ἔχων μάννα, τουτέστι Χριστὸν, ἀναβαίνων 1.469 εἰς ἀφθαρσίαν, ὡς ἐν ἐπισκέψει Θεοῦ, καὶ μένων εἰς διατή ρησιν, εἰς μακραίωνα δηλονότι βίον καὶ ζωὴν τὴν ἀπέραντον. ἀφραίνοντας τοιγαροῦν οὐ μετρίως τοὺς Ἰουδαίους, οἰομένους τε ὅτι παρὰ τοῦ πανσόφου Μωυσέως τοῖς ἀρχαιοτέροις ἐχορηγήθη τὸ μάννα, καὶ μέχρι τούτων ἱστῶντας τὸν ἐπ' αὐτῷ λόγον, ἐννοοῦντας δὲ παντελῶς τῶν δι' αὐτοῦ προση μαινομένων οὐδὲν, εὐλόγως ἐλέγχει λέγων ὁ Χριστός "Ἀμὴν "λέγω ὑμῖν οὐ Μωυσῆς δέδωκεν ὑμῖν" τὸ μάννα. ἔδει γὰρ μᾶλλον ἐκεῖνο διενθυμεῖσθαι καὶ νοεῖν, ὅτι μόνην εἰς τοῦτο τὴν διὰ τῆς μεσιτείας ὑπουργίαν εἰσενήνοχεν ὁ Μωυσῆς· ἦν δὲ τὸ δῶρον οὐκ ἀνθρωπίνης εὕρημα χειρὸς, ἀλλ' ἔργον τῆς ἄνωθεν χάριτος, ἐν τοῖς παχυτέροις καταγραφούσης τὸ νοητὸν, καὶ τὸν ἄρτον ἡμῖν σημαινούσης τὸν ἐξ οὐρανοῦ, τὸν ὅλῳ τῷ κόσμῳ διδόντα τὴν ζωὴν, καὶ οὐχ ἓν ὡς κατὰ πρόσκλισιν ἀποτρέφοντα γένος τὸ ἐξ Ἰσραήλ. Εἶπον οὖν πρὸς αὐτόν Κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον. εἶπε δὲ αὐτοῖς ὁ Ἰησοῦς. Ἀπογυμνοῦται σαφῶς διὰ τούτων, καὶ πολὺ λίαν ἐπιθυ μήσας λαθεῖν, ὁ τῶν Ἰουδαίων σκοπὸς, καὶ ὅτι μὴ θέμις ψεύδεσθαι τὴν ἀλήθειαν κατίδοι τις ἂν, οὐχ ὅτι σημείων γεγόνασι θεωροὶ, διὰ τοῦτο καὶ ἀκολουθεῖν αὐτοὺς ἐπείγε σθαι, λέγουσαν, ἀλλ' ὅτι φαγόντες ἐκ τῶν ἄρτων ἐχορτά σθησαν. ἐπὶ πολλῇ δ' ἂν εἰκότως δυσμαθίᾳ καταγινώ σκοιντο, καὶ χρῆναι λέγειν ἐπ' αὐτοῖς ὄντως ὑπολαμβάνω "̓Ιδοὺ λαὸς μωρὸς καὶ ἀκάρδιος, ὀφθαλμοὶ αὐτοῖς καὶ οὐ "βλέπουσιν, ὦτα αὐτοῖς καὶ οὐκ ἀκούουσι." διὰ γάρ τοι πολλῶν, ὥσπερ οὖν ἔξεστι καταθεάσασθαι, λόγων ἀφι στῶντος αὐτοὺς τῶν σωματικῶν ἐννοιῶν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ ἀναπτεροῦντος διὰ τῆς πανσόφου διδασκαλίας 1.470 εἰς θεωρίαν πνευματικὴν, οὐκ ἀναβαίνουσι τῶν τῇ σαρκὶ χρησίμων, καὶ ἄρτον ἀκούοντες τὸν ζωὴν διδόντα τῷ κόσμῳ, τὸν ἀπὸ γῆς ἔτι φαντάζονται, θεὸν ἔχοντες τὴν κοιλίαν, κατὰ τὸ γεγραμμένον, καὶ τοῖς περὶ γαστέρα κεκρατημένοι κακοῖς, ἵνα δικαίως ἀκούσειαν, ὧν "ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν." ἐοικότα δὴ λίαν τὸν τοιοῦτον εὑρήσεις λόγον τῷ διὰ γυ ναικὸς ἐκείνης τῆς Σαμαρείτιδος· μακρὸν γὰρ καὶ ἐπ' αὐτῇ δαπανῶντος λόγον τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ περὶ ὑδάτων τῶν νοητῶν ἐκδιδάσκοντος, λέγοντός τε σαφῶς "Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν, ὃς δ' "ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει "εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω ἐγὼ αὐτῷ γενήσεται "ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον·" συνηρ πάζετο διὰ τὴν ἐνοῦσαν αὐτῇ δυσμαθίαν, καὶ τὴν νοητὴν ἀφεῖσα πηγὴν, οὐδέν τε τὸ σύμπαν περὶ αὐτῆς ἐννοήσασα, ἐπὶ τὴν τῶν αἰσθητῶν ὑδρευμάτων χορηγίαν κατολισθαί νουσά φησι "Κύριε δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ "μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν." συγγενὴς οὖν ἄρα τοῖς παρ' ἐκείνης λόγοις ὁ τῶν Ἰουδαίων· ὥσπερ γὰρ ἐκείνη διὰ τὴν φύσιν ἐμαλακίζετο, τὸν αὐτὸν οἶμαι καὶ οὗτοι τρόπον, τὸ μὲν ἄρσεν, ἵν' οὕτως εἴπω, καὶ νεανικὸν εἰς φρόνησιν ἔχουσιν οὐδαμῶς, ἐκθηλύνονται δέ πως εἰς ἀνάνδρους ἐπιθυμίας τὰς ἐπὶ γαστρὶ, καὶ τὸ γεγραμμένον ἐφ' ἑαυτοῖς δεικνύουσιν ἀληθές "Ὁ γὰρ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ "μάταια νοήσει." Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. Ἔθος τῷ Σωτῆρι Χριστῷ τὰς περὶ τῶν θειοτέρων καὶ τῶν ἤδη προκατηγγελμένων μυστηρίων ποιουμένῳ διηγήσεις, αἰνιγματώδη πως καὶ οὐ σφόδρα διαφανῆ τὰ ἐπ' αὐτοῖς 1.471 ἐξυφαίνειν διηγήματα. οὐ γὰρ ἀκατακάλυπτον προκεῖσθαι τοῖς ἐθέλουσιν ἁπλῶς βεβήλοις τε καὶ ἀνοσίοις εἰς κατα πάτημα τὸν οὕτω σεπτὸν ἐφίησι λόγον, ἐπικρύψας δέ πως ταῖς δι' αἰνιγμάτων ἐπιβολαῖς οὐκ ἀσυμφανῆ μὲν τοῖς συνε τοῖς ἐργάζεται· ἐπὰν δέ τινας τῶν ἀκροωμένων ἀμαθαίνοντας βλέπῃ, καὶ νοοῦντας τὸ παράπαν τῶν λαλουμένων οὐδὲν, ἀπολευκαίνει σαφῶς, ὅπερ ἂν ἐθέλοι δηλοῦν, καὶ πᾶσαν ὥσπερ ἀχλῦν τὴν ἐν τῷ λόγῳ περιελὼν, γυμνήν τε καὶ εὐσύνοπτον παρατίθησι τοῦ μυστηρίου τὴν γνῶσιν, ἀναπο λόγητον αὐτοῖς καὶ διὰ τούτου τὴν ἀπιστίαν ἀποτελῶν. ὅτι δὲ ἦν σύνηθες αὐτῷ, καθάπερ εἰρήκαμεν, ἐπεσκιασμένῳ καὶ λεληθότι μάλιστα κεχρῆσθαι τῷ λόγῳ, καὶ αὐτὸς μὲν διδάξει λέγων ἐν βίβλῳ ψαλμῶν "Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα "μου." βεβαιώσει δὲ οὐδὲν ἧττον τὴν ἐπὶ τούτοις ἡμῖν ἐξήγησιν, καὶ διεσφαλμένην οὐδαμῶς ἀποδείξει καὶ ὁ μακά ριος προφήτης Ἡσαΐας ἀναβοῶν "Ἰδοὺ δὴ βασιλεὺς δίκαιος "βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσι, καὶ ἔσται "ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ." βασιλέα γὰρ δίκαιον ἐφ' ἡμᾶς βεβασιλευκέναι φησὶ τὸν λέγοντα "Ἐγὼ "δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον "αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου." κρίσει δὲ, τουτέστιν ὀρθότητι τῇ κατὰ πᾶν συμβιοτεύοντας ἄρχοντας, καὶ τοὺς ἁγίους φησὶ μαθητὰς, οἳ καὶ τῷ Σωτῆρι Χριστῷ κρύπτοντι πολλάκις τοὺς λόγους αὐτοῦ προσῄεσαν λέγοντες "Φράσον ἡμῖν τὴν παραβολήν·" ὅτε καὶ αὐτός "∆ιατί τοῖς "ὄχλοις λαλεῖς ἐν παραβολαῖς" ἀκούσας ποτὲ, σαφεστάτην αἰτίαν εὑρίσκεται διειπών "Ὅτι βλέποντες, φησὶν, οὐ βλέ "πουσι καὶ ἀκούοντες οὐκ ἀκούουσιν οὐδὲ συνιοῦσιν." οὐ γὰρ ἦσαν ἄξιοι πάντως δήπου κατὰ τὸ εἰκὸς, τοιαύτην ἐπ' αὐτοῖς ὁρισαμένου τὴν ψῆφον τοῦ τὰ δίκαια κρίνοντος Θεοῦ. 1.472 μυρίας τοιγαροῦν ὁ Σωτὴρ ἐπινοήσας τοῖς λόγοις τὰς περι στροφὰς, ἐπείπερ ἐθεᾶτο συνέντας οὐδὲν τοὺς ἀκροωμένους, γυμνότερον ἤδη φησίν Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς, μόνον δὲ οὐχὶ ταῖς ἀμετρήτοις αὐτῶν ἀλογίαις ἐνάλλεται λέγων Ὦ πρὸς μόνην ἀπαιδευσίαν ἀσύγκριτον ἔχοντες τὴν κατὰ πάν των ὑπεροχὴν, χορηγήσειν ὑμῖν ἄρτους ἐξ οὐρανοῦ διειπόντος τοῦ Θεοῦ, καὶ τοσαύτην ἐφ' ὑμᾶς πεποιημένου τὴν ὑπόσχεσιν ἐν τῇ τοῦ μάννα τροφῇ, τὴν θείαν ὡρίσασθε φιλοτιμίαν, καὶ μέχρι τούτων ἱστῶντες οὐκ ἐρυθριᾶτε τὴν ἄνωθεν χάριν, ἀγνοοῦντες ὅτι μικρὸν καὶ ὑμῖν τὸ λαβεῖν τὰ τοιαῦτα παρὰ Θεοῦ, καὶ αὐτῷ δὲ τῷ Θεῷ τὸ χαρίζεσθαι. μὴ τοίνυν ἐκεῖνον, φησὶ, τὸν ἄρτον εἶναι τὸν ἐξ οὐρανοῦ πιστεύετε. ἐγὼ γάρ εἰμι ὁ ἄρτος τῆς ζωῆς, ὁ πάλαι μὲν ὑμῖν ὡς ἐν ὑποσχέσει προκατηγγελμένος καὶ ὡς ἐν τύπῳ δηλούμενος· παρὼν δὲ νυνὶ καὶ χρεωστουμένην ὑπόσχεσιν ἀποπληρῶν. εἰμὶ δὲ ἄρτος ζωῆς, οὐκ ἄρτος σωματικὸς, μόνα τὰ ἐκ λιμοῦ περικόπτων πάθη, καὶ καταφθορᾶς τῆς ἐντεῦθεν ἀπαλλάττων τὴν σάρκα, ἀλλ' ὅλον ἐξ ὅλου τὸ ζῷον εἰς ζωὴν ἀναπλάττων τὴν αἰώνιον, καὶ θανάτου κρείττονα τὸν εἰς τὸ εἶναι ἀεὶ πεποιημένον ἄνθρωπον ἀποδεικνύς· ὑπαινίττεται δὲ διὰ τού των τὴν διὰ τῆς ἁγίας σαρκὸς ζωήν τε καὶ χάριν, δι' ἧς ἐν ἡμῖν τὸ τοῦ Μονογενοῦς ἴδιον ἐπεισκρίνεται, τουτέστιν ἡ ζωή. Ἰστέον δὲ ὅτι· δεῖν γὰρ οἶμαι φιλομαθῶς τὸ εἰς ὠφέλειαν τελοῦν θηρᾶσθαι σπουδάζειν· ἐφ' ὅλοις μὲν ἔτεσι τὸν ἀριθ μὸν τεσσαράκοντα τὸ τυπικὸν τοῖς ἐξ Ἰσραὴλ ἐχορηγήθη μάννα παρὰ Θεοῦ, συνόντος ἔτι Μωυσέως σὺν αὐτοῖς· ἐπειδὴ δὲ εἰς τὸ κοινὸν τοῦ βίου κατήντηκε τέλος, καθηγητὴς δὲ ἤδη καὶ στρατηγὸς τῶν Ἰουδαϊκῶν ταγμάτων κατεστάθη 1.473 Ἰησοῦς, διεβίβαζε μὲν αὐτοὺς τὸν Ἰορδάνην, καθὰ γέγραπται, περιτεμὼν δὲ μαχαίραις πετρίναις, καὶ εἰς τὴν γῆν τῆς ἐπαγγε λίας εἰσκεκομικὼς, ἄρτῳ λοιπὸν ἀποτρέφεσθαι παρεσκεύαζε, στήσαντος ἤδη τοῦ μάννα τὴν χορηγίαν τοῦ πανσόφου Θεοῦ. οὐκοῦν· ὁ τύπος γὰρ ἤδη μετασκευασθήσεται πρὸς τὸ ἀλη θέστερον· ὅτε συνεστάλη Μωυσῆς, τουτέστιν, ὅτε τῆς κατὰ νόμον λατρείας ἤργησαν οἱ τύποι, ἀνεδείχθη δὲ Χριστὸς ἐφ' ἡμᾶς ὁ ἀληθὴς Ἰησοῦς· αὐτὸς γὰρ διέσωσε "τὸν λαὸν ἀπὸ "τῶν ἁμαρτιῶν αὐτῶν·" τότε διέβημεν τὸν Ἰορδάνην, τότε τὴν ἐν πνεύματι περιτομὴν διὰ τῆς διδασκαλίας τῶν δυοκαί δεκα λίθων ἐδεξάμεθα, τουτέστι τῶν ἁγίων μαθητῶν, περὶ ὧν ἐν προφήταις γέγραπται, "ὅτι λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς "γῆς·" οἱ γὰρ δὴ πᾶσαν περινοστοῦντές τε καὶ καταθέοντες τὴν οἰκουμένην ἅγιοι λίθοι, αὐτοὶ δὴ πάντως εἰσὶ, δι' ὧν καὶ περιετμήθημεν περιτομῇ ἀχειροποιήτῳ τῇ ἐν πνεύματι, διὰ Πνεύματος δηλαδή. ὅτε τοίνυν εἰς τὴν τῶν οὐρανῶν ἐκλή θημεν βασιλείαν διὰ Χριστοῦ· τοῦτο γὰρ οἶμαι δηλοῦν, καὶ οὐχ ἕτερόν τι πάλιν, τὸ εἰσβῆναί τινας εἰς τὴν γῆν τῆς ἐπαγ γελίας· τότε μάννα μὲν οὐκέτι τὸ τυπικὸν ἐφ' ἡμᾶς· οὐ γὰρ τοῖς Μωυσαϊκοῖς ἔτι τρεφόμεθα γράμμασιν· ἄρτος δὲ λοιπὸν ὁ ἐξ οὐρανοῦ, τουτέστι Χριστὸς, ἀποτρέφων ἡμᾶς εἰς μα κραίωνα ζωὴν, διά τε τῆς ἐπιχορηγίας τοῦ Ἁγίου Πνεύματος καὶ μεθέξει τῆς ἰδίας σαρκὸς, ἐντιθείσης ἡμῖν τὴν Θεοῦ μετοχὴν, καὶ νεκρότητα τὴν ἐκ τῆς ἀρχαίας ἀφανιζούσης ἀρᾶς. Ὁ ἐρχόμενος πρὸς μὲ οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσῃ πώποτε. Κέκρυπταί τι πάλιν ἐν τούτοις, ὅπερ εἰπεῖν ἀναγκαῖον. ἔθος γὰρ τῷ Σωτῆρι Χριστῷ, ταῖς τῶν ἁγίων δόξαις οὐ σφόδρα φιλονεικεῖν, ἀλλ' ἐκ τῶν ἐναντίων καὶ ἀξιαγάστοις 1.474 αὐτοὺς καταστέφειν τιμαῖς. ἐπὰν μέντοι τινὲς τῶν ἀμαθε στέρων, ὅσην ἔχει κατ' ἐκείνων τὴν ὑπεροχὴν οὐκ ἐπιγινώ σκοντες τὴν ἀμείνω προσαγάγωσι δόξαν αὐτοῖς, τότε δὴ σφόδρα χρησίμως φρονεῖν μεταπείθει τὰ πρεπωδέστερα, τίς μέν ἐστιν ὁ Μονογενὴς διενθυμουμένους, καὶ ὅτι δὴ πάντως ἀσυγκρίτοις διοίσει ταῖς ὑπεροχαῖς· ἀλλ' οὐ σφόδρα σαφῆ τὸν ἐπὶ τούτοις ποιεῖται λόγον, ἐπεσκιασμένον δέ πως, καὶ δίχα κόμπου παντὸς, ἀπὸ δὲ τῆς ἐν πράγμασι θεωρίας, ἤτοι συγκρίσεως, τὴν ἐπὶ τοῖς κρείττοσιν ἁρπάζοντα ψῆφον. οἷον, φέρε εἰπεῖν, διελέγετό ποτε πρὸς τὴν ἐκ Σαμαρείας γυναῖκα, ᾗ καὶ δώσειν ὕδωρ τὸ ζῶν ἐπηγγέλλετο· συνεῖσα δὲ οὐδὲν τῶν εἰρημένων ἡ γυνή "Μὴ σὺ μείζων εἶ τοῦ "πατρὸς ἡμῶν Ἰακὼβ, ἔφη, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ;" ἐπειδὴ δὲ μεταπείθειν αὐτὴν ὁ Σωτὴρ ἐβούλετο, ὅτιπερ εἴη καὶ κρείττων αὐτοῦ, καὶ οὐκ ἐν ὀλίγοις τισὶν ἀξιοπιστότερος μέτροις, ἐπὶ τὴν τῶν ὑδάτων βαδίζει διαφορὰν, λέγων "Πᾶς "ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν, ὃς δ' ἂν πίῃ "ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ "πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον." καὶ τί τὸ ἐντεῦθεν, ἢ πάντως ἐκεῖνο νοεῖν ἀναπείθει, ὅτι περ ἀνάγκη τὸν τῶν ἀμεινόνων χορηγὸν κεῖσθαι δὴ πάντως καὶ ἐν ἀμείνοσιν, ἢ ἐν οἷσπερ ἂν εἴη τυχὸν ὁ πρὸς ὃν ἡ σύγκρισις; τοιοῦτόν τινα τρόπον ὑφηγήσεώς τε καὶ διδασκαλίας ἐπιτη δεύει καὶ νῦν. ἐπειδὴ γὰρ κατεσοβαρεύοντό πως αὐτοῦ, καὶ μεγαλοφρονεῖν ἀπετόλμων Ἰουδαῖοι, Μωυσέα τε τὸν νομο θέτην ἄνω τε καὶ κάτω προϊσχόμενοι, καὶ τοῖς δι' ἐκείνου μᾶλλον ἀκολουθεῖν, ἤπερ τοῖς διὰ Χριστοῦ, χρῆναι πολλάκις διισχυρίζοντο, τὴν τοῦ μάννα χορηγίαν καὶ τὴν ἐκ πέτρας τῶν ὑδάτων ἐκδρομὴν, ἀξιολογωτάτην ἀπόδειξιν λογιζόμενοι τῆς κατὰ πάντων πλεονεξίας, καὶ αὐτοῦ δὲ τοῦ Σωτῆρος 1.475 ἡμῶν Ἰησοῦ Χριστοῦ, λοιπὸν ἀναγκαίως ἐπὶ τὴν συνήθη κεχώρηκε μέθοδον, καὶ γυμνότερον μὲν οὔ φησιν, ὅτι κρείτ των εἴη Μωυσέως, διὰ τὸ τῶν ἀκροωμένων ἀχάλινον θράσος, καὶ τὸ πολὺ λίαν εἰς ὀργὴν ἐκκεκρεμασμένον· ἐπ' αὐτὸ δὲ πάλιν τὸ θαυμαζόμενον ἔρχεται πρᾶγμα, καὶ ἀπὸ συγκρίσεως τῆς πρὸς τὸ μεῖζον, ἐλέγχει μικρόν· Ὁ γὰρ ἐρχόμενος πρὸς μέ φησιν οὐ μὴ πεινάσῃ καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσῃ πώποτε· ναὶ γὰρ, φησὶ, καὶ αὐτὸς ὑμῖν ἐγὼ συνθήσομαι δεδόσθαι τὸ μάννα διὰ Μωυσέως, ἀλλ' οἱ φαγόντες ἐπεί νασαν· ἐρῶ δὲ ὅτι καὶ ἐκ πετρῶν ὑμῖν ὠδῖνος ἐξεδόθη τὸ ὕδωρ, ἀλλ' οἱ πιόντες ἐδίψησαν, καὶ πρόσκαιρόν τινα κομιδῇ τὴν ἀπόλαυσιν ἡ τῶν εἰρημένων ἐνεποίησε δόσις· ὁ δέ γε πρὸς ἐμὲ βαδίζων οὐ μὴ πεινάσῃ πώποτε, καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσῃ πώποτε. Τί δὴ οὖν ἄρα Χριστὸς ἐπαγγέλλεται; φθαρτὸν μὲν οὐδὲν, εὐλογίαν δὲ μᾶλλον τὴν ἐν μεταλήψει τῆς ἁγίας σαρκός τε καὶ αἵματος, ὁλοκλήρως εἰς ἀφθαρσίαν ἀνακομι ζούσης τὸν ἄνθρωπον, ὡς οὐδενὸς ἐπιδεῖσθαι τῶν ὅσα τὸν τῆς σαρκὸς ἀπελαύνει θάνατον, τροφῆς δὲ δηλονότι φημὶ καὶ ποτοῦ. ἔοικε δὲ πάλιν ὕδωρ ὀνομάζειν ἐν τούτοις, τὸν διὰ Πνεύματος ἁγιασμὸν, ἢ αὐτὸ τὸ θεῖόν τε καὶ ἅγιον Πνεῦμα, οὕτω πολλάκις παρὰ ταῖς θείαις ὠνομασμένον γραφαῖς. ζωοποιεῖ τοιγαροῦν τὸ ἅγιον σῶμα Χριστοῦ τοὺς ἐν οἷς ἂν γένοιτο, καὶ συνέχει πρὸς ἀφθαρσίαν, τοῖς ἡμετέ ροις ἀνακιρνάμενον σώμασι. σῶμα γὰρ οὐχ ἑτέρου τινὸς, ἀλλ' αὐτῆς νοεῖται τῆς κατὰ φύσιν ζωῆς, ὅλην ἔχων ἐν ἑαυτῷ τὴν τοῦ ἑνωθέντος Λόγου δύναμιν, καὶ πεποιωμένον ὥσπερ, μᾶλλον δὲ ἤδη καὶ ἀναπεπλησμένον τῆς ἐνεργείας αὐτοῦ, δι' ἧς τὰ πάντα ζωοποιεῖται καὶ πρὸς τὸ εἶναι φυλάτ τεται. ἐπειδὴ δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἴστωσαν 1.476 ἤδη λοιπὸν οἱ βεβαπτισμένοι καὶ τῆς θείας ἀπογευσάμενοι χάριτος, ὅτι βαδίζοντες μὲν ὀκνηρῶς καὶ μόλις ἐν ταῖς ἐκκλησίαις, ἀποφοιτῶντες δὲ καὶ εἰς χρόνους μακροὺς τῆς εὐλογίας τῆς διὰ Χριστοῦ, καὶ τὴν ἐπιζήμιον εὐλάβειαν πλαττόμενοι, διὰ τοῦ μὴ βούλεσθαι μετέχειν αὐτοῦ μυστι κῶς, ὅτι τῆς αἰωνίου ζωῆς ἑαυτοὺς ἐκπέμπουσι, ζωοποιεῖσθαι παραιτούμενοι· περιτρέπεται δὲ εἰς παγίδα καὶ εἰς σκάν δαλον, καίτοι καρπὸς εὐλαβείας δοκοῦσά πως εἶναι παρ' αὐτοῖς, ἡ παραίτησις. χρῆν γὰρ δὴ μᾶλλον ἐπείγεσθαι τὴν ἐνοῦσαν αὐτοῖς εἰσκομίζειν δύναμίν τε καὶ προθυμίαν, ὅπως ἂν φαίνοιντο γοργοὶ πρὸς ἀποκάθαρσιν ἁμαρτίας, καὶ πει ρᾶσθαι μᾶλλον ἀστειοτάτην ἐπιτηδεύειν τοῦ βίου τὴν ἀγω γὴν, τρέχειν τε οὕτω λοιπὸν καὶ σφόδρα τεθαῤῥηκότως εἰς μετάληψιν τῆς ζωῆς. ἀλλ' ἐπείπερ ἐστὶ ποικίλος εἰς ἀπάτην ὁ σατανᾶς, σωφρονεῖν μὲν αὐτοὺς οὐδαμόθεν ὅτι πρέποι λογίζεσθαι συγχωρεῖ, κατασπιλώσας δὲ τοῖς κακοῖς, καὶ αὐτὴν ἀποφρίττειν ἀναπείθει τὴν χάριν, δι' ἧς ἦν εἰκὸς, ὥσπερ ἐξ οἴνου καὶ μέθης τῆς ἐπὶ φαυλότητα καλούσης ἡδονῆς ἀνανήφοντας, τὸ συμφέρον ὁρᾶν τε καὶ περισκέπτε σθαι. ἀποῤῥήξαντες τοίνυν τὸν ἐκείνου δεσμὸν, ἀποσεισά μενοί τε τὸν ἐκ πλεονεξίας ἡμῖν ἐπιῤῥιφέντα ζυγὸν, δουλεύ σωμεν ἐν φόβῳ τῷ Κυρίῳ, καθὰ γέγραπται, καὶ τῶν τῆς σαρκὸς ἡδονῶν ἀμείνους ἤδη δι' ἐγκρατείας ἀναδεικνύμενοι, προσίωμεν τῇ θείᾳ τε καὶ οὐρανίῳ χάριτι, καὶ εἰς ἁγίαν μετάληψιν ἀναβαίνωμεν τοῦ Χριστοῦ· οὕτω γὰρ οὕτω καὶ ἀπάτης διαβολικῆς περιεσόμεθα, θείας τε φύσεως γεγονότες κοινωνοὶ, πρὸς ζωὴν καὶ ἀφθαρσίαν ἀναβησόμεθα. Ἀλλ' εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε. ∆ιὰ πολλῶν μὲν αὐτοὺς καταγωνίζεται λόγων, καὶ ἐκ παντὸς συνελαύνει τρόπου πρὸς τὴν διὰ πίστεως σωτηρίαν· 1.477 ἀλλ' οὐκ ἠγνόησε πάλιν ὡς Θεὸς, ὅτι πρὸς ἀδελφὴν ὥσπερ τινὰ καὶ συνήθη δραμοῦνται τὴν σύντροφον ἀπιστίαν, περι όψονται δὲ ὡς οὐδὲν τὸν καλοῦντα πρὸς ζωήν. ἵνα τοίνυν εἰδεῖεν οὐκ ἠγνοηκότα τὸν Ἰησοῦν, ὁποῖοί τινες εὑρεθήσονται πάλιν, μᾶλλον δὲ, ὅπερ ἐστὶ πρεπωδέστερον εἰπεῖν, ὑπὸ θείαν ὄντας ἑαυτοὺς ἐκμάθοιεν ὀργὴν, ἐπιφέρει πάλιν Ἀλλ' εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε. προέγνων, φησὶ, καὶ προείρηκα σαφῶς, ὅτι δὴ πάντως διαμενεῖτε σκλη ροὶ, καὶ τῆς ὑμῖν φιλαιτάτης ἀπειθείας ἀπρὶξ ἡμμένοι, τῶν ἐμῶν ἀμέτοχοι χαρισμάτων καταλειφθήσεσθε. καὶ πότε τι τοιοῦτον ἐπ' αὐτοῖς εἴρηκεν ὁ Χριστός; ἀναμιμνήσκου λέ γοντος πρὸς τὸν μακάριον προφήτην Ἡσαΐαν "Πορεύθητι "καὶ εἰπὸν τῷ λαῷ τούτῳ Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, "καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ "καρδία τοῦ λαοῦ τούτου." ἢ γὰρ οὐκ ἀληθὴς καὶ διὰ τῶν ἐν χερσὶ κειμένων ἡμῖν πραγμάτων ὁ λόγος ἀναδειχθήσεται; εἶδον γὰρ εἶδον Θεὸν ὄντα κατὰ φύσιν τὸν Κύριον, ὅτε τὴν ἀριθμοῦ κρείττονα τῶν ἐπ' αὐτὸν ἰόντων πληθὺν πέντε κρι θίνοις διέθρεψεν ἄρτοις, καὶ δύο διακλάσας ὀψάρια. ἀλλ' ἑωρακότες οὐ πιστεύουσι, διὰ τὴν ἐκ τῆς θείας ὀργῆς ταῖς διανοίαις αὐτῶν ἀχλύος δίκην ἐπισκήψασαν πώρωσιν. ἦσαν γὰρ δήπου καὶ ἀναμφιλόγως ἄξιοι τοῦτο παθεῖν, ἐπείπερ ἀμέτροις ἐνεχόμενοι πταίσμασι, καὶ ἀῤῥήκτοις κατεσφιγμένοι σειραῖς παρανομημάτων, οὐδὲ αὐτὸν ἐπιδημήσαντα τὸν ἐλευ θεροῦν ἰσχύοντα παρεδέχοντο. διὰ ταύτην ἐπαχύνθη τὴν αἰτίαν ἡ καρδία τοῦ λαοῦ τούτου. Ὅτι δὲ διὰ τῆς τοῦ σημείου μεγαλειότητος Θεὸν ὄντα κατὰ φύσιν ἐθεώρει τὸν Ἰησοῦν ἡ τῶν Ἰουδαίων πληθὺς, δι' ἐκείνου δὴ μάλιστα συνιέναι δυνήσῃ· ἀποθαυμάσαντες γὰρ τὸ γεγενημένον, ὥσπερ οὖν ἐν τοῖς ἀνωτέρω φησὶν ὁ Εὐαγγε 1.478 λιστὴς, ἐζήτουν "ἁρπάζειν αὐτὸν ἵνα ποιήσωσι βασιλέα." σκῆψις τοιγαροῦν οὐδεμία τῆς ἀπονοίας περιλιμπάνεται τοῖς Ἰουδαίοις. καταπληττόμενοι γὰρ, καὶ λίαν εἰκότως, τὰς θεοσημείας, καὶ ἀναλόγως ἐπὶ τὴν τοῦ τερατοποιοῦντος δύ ναμιν ἀπὸ τῶν ἔργων ἐρχόμενοι, μονονουχὶ καταφρίττουσι τὴν εὐπείθειαν, καὶ τῶν ἀγαθῶν ἐξάλλονται τρόπων, ἐπ' αὐτὸν ὥσπερ κατακυβιστῶντες ἡδέως τὸν τῆς ἀπωλείας πυθμένα. Πᾶν ὃ δίδωσί μοι ὁ Πατὴρ πρὸς ἐμὲ ἥξει. Οὐχ ἁπλῶς εἰπεῖν ἔδει τὸν Κύριον "Ὅτι καὶ ἑωράκατέ "με καὶ οὐ πιστεύετε," ἀλλ' ἦν ἀναγκαῖον, καὶ τὴν τοῦ πεπωρῶσθαι πρόφασιν τοῖς εἰρημένοις ἐπενεγκεῖν, ἵνα δὴ μάθοιεν ὑπὸ θείαν πεσόντες ὀργήν. οὐκοῦν ὡσπερεί τις ἀριστοτέχνης ἰατρὸς, καὶ τὴν ἀῤῥωστίαν αὐτοῖς ἐπιδεικνύει, καὶ τῆς ἀῤῥωστίας ἀνακαλύπτει τὴν πρόφασιν, οὐχ ἵνα μαθόντες ἐπ' αὐτῷ δὴ τούτῳ μένοιεν ἡσυχῆ, ἀλλ' ἵνα διὰ παντὸς ἐκμειλίσσοιντο τρόπου λελυπημένον ἐπ' αὐτοῖς τὸν ἁπάντων ∆εσπότην, ἐπ' εὐλόγοις δὲ δηλονότι ταῖς αἰτίαις· οὐ γὰρ ἂν ἀδίκως ἐλυπήθη ποτὲ, ἀλλ' οὐδ' ἂν ὁ τὰ δίκαια κρίνειν εἰδὼς, τοιαύτην τινὰ τὴν ἐπ' ἐκείνοις ἐποιήσατο κρίσιν, εἰ μὴ λόγος ἐκάλει πρὸς τοῦτο, τὸ κατηγορεῖσθαι δεῖν πανταχόθεν διαπηδῶν. ἀφίξεσθαι γεμὴν πρὸς αὐτὸν ὁ Σωτὴρ διὰ τούτων διισχυρίσατο πᾶν ὅπερ ἂν ἐπιδοίη ὁ Θεὸς καὶ Πατὴρ, οὐχ ὡς αὐτὸς ἀτονήσας εἰς τὸ προσκομίζειν ἑαυτῷ τοὺς πιστεύοντας· ἐξήνυσε γὰρ ἂν ἐθελήσας καὶ τοῦτο λίαν εὐπετῶς "κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑπο "τάξαι αὐτῷ τὰ πάντα" κατὰ τὴν τοῦ Παύλου φωνήν· ἀλλ' ἐπείπερ ἀναγκαῖόν πως εἶναι δοκεῖ καὶ πρεπωδέστερον, τὸ διὰ τῆς θείας φύσεως φωταγωγεῖσθαι λέγειν τοὺς ἐν ἀγνω 1.479 σίᾳ, πάλιν ὡς ἄνθρωπος ἀνατίθησι τῷ Πατρὶ τὴν ἐπὶ τοῖς θεοπρεπεστέροις ἐνέργειαν. ἔθος γὰρ αὐτῷ τοῦτο ποιεῖν, ὥσπερ οὖν ἀμέλει πολλάκις εἰρήκαμεν. εἰκὸς δὲ ὅτι προσ αχθήσεσθαι λέγων ἑαυτῷ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς πᾶν ὃ δίδωσιν αὐτῷ, παρεσόμενον ἤδη καὶ ὅσον οὐδέπω πιστεύοντα τὸν ἐξ ἐθνῶν ὑπαινίττεται δῆμον. τοῦτο δὲ ἦν ἀπειλοῦντος εὐφυῶς, ὅτι καὶ ἀποπεσοῦνται τῆς χάριτος αὐτοὶ, καὶ ἀντανα βήσονται πάντες οἱ ἐξ ἐθνῶν προσαγόμενοι διὰ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἡμερότητος, ὡς σωτῆρι καὶ ζωοποιῷ κατὰ φύσιν ὑπάρχοντι τῷ Υἱῷ, ἵνα τῆς εὐλογίας μετεσχηκότες τῆς ἀπ' αὐτοῦ, κοινωνοὶ μὲν ἤδη τῆς θείας ἀποτελοῖντο φύσεως, ἀνακομίζοιντο δὲ οὕτως εἰς ἀφθαρσίαν καὶ ζωὴν, καὶ εἰς τὸ ἀρχαῖον τῆς φύσεως μεταπλάττοιντο σχῆμα. ὥσπερ οὖν εἴ τις ἰατρῷ προσάξαι τὸν ἄῤῥωστον, ἵνα τὴν ἐπισκή ψασαν ἀποκρούσαιτο νόσον, οὕτω προσφέρειν ἐροῦμεν τῷ Υἱῷ τὸν Θεὸν καὶ Πατέρα, τοὺς οἵπερ ἂν φαίνοιντο τῆς παρ' αὐτοῦ σωτηρίας ἄξιοι. πικρὸν οὖν ἄρα καὶ ὀλέθριον κομιδῇ τοῖς ἔχουσιν ἡ σκληροκαρδία. διά τοι τοῦτο καὶ προφητικὸς τοῖς Ἰουδαίοις ἐπισκήπτει λόγος "Περιτμήθητε τῷ Θεῷ" διαῤῥήδην ἀναβοῶν, "καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν "ὑμῶν, ἄνδρες Ἰούδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ." ἀλλ' οὐκ ἐκείνοις, ἡμῖν δὲ μᾶλλον, ὁ Θεὸς καὶ Πατὴρ τὴν ἐν καρδίᾳ τετήρηκε περιτομὴν, τὴν διὰ Πνεύματος Ἁγίου δη λονότι κατὰ τὸν ἐν τῷ κρυπτῷ τελουμένην Ἰουδαῖον. δίκαιον οὖν ἄρα τῆς ἐκείνων ἀπειθείας ἀποπηδᾶν, καὶ παραιτεῖσθαι σπουδάζειν τὴν σκληροκαρδίαν, εἰς τρυφερὰν δὲ μᾶλλον μεταποιεῖσθαι διάνοιαν, εἰ τὴν ἐπ' ἐκείνοις ὀργὴν ὡς ὀλέθριον παραιτούμεθα. 1.480 Καὶ τὸν ἐρχόμενον πρὸς μὲ οὐ μὴ ἐκβάλω ἔξω. Οὐκ ἀνόνητον ἔσεσθαί φησι τοῖς πρὸς αὐτὸν ἰοῦσι τὴν διὰ πίστεως ἐπιστροφήν· ἔδει γὰρ ὄντως ἀξιεραστότατόν τι χρῆμα, καὶ μυρίων παραίτιον ἀγαθῶν, τὴν ἐκ Θεοῦ καὶ Πατρὸς ἐπιδεῖξαι προσαγωγήν. ἔσται τοίνυν, φησὶ, καὶ ὑπάρξει τὰ κάλλιστα τοῖς διὰ τῆς ἄνωθεν χάριτος ὡς ἐμὲ καλουμένοις καὶ βαδίζουσιν. οὐ γὰρ ἐκβάλω ἔξω τὸν ἐρχό μενον, τουτέστιν, οὐ καθάπερ τι σκεῦος ἄχρηστον ἀποπέμ ψομαι κατὰ τὸ εἰρημένον δι' ἑνὸς τῶν προφητῶν "Ἠτιμώθη "̔Ιεχονίας ὡς σκεῦος οὗ οὐκ ἔστι χρεία αὐτοῦ, ἀπεῤῥίφη καὶ "ἐξεβλήθη εἰς γῆν ἣν οὐκ ᾔδει. γῆ γῆ ἄκουε λόγον Κυρίου, "γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον." οὐκοῦν οὐκ ἐκκηρυχθήσεται, φησὶν, ἀλλ' οὐδὲ ὡς ἄτιμος ἔξω ῥιφή σεται, ἢ καὶ ἀμέτοχος ἀπομενεῖ τῆς ἐμῆς φιλοτιμίας, ἀλλ' εἰς ἀποθήκην εἰσκομισθήσεται, καὶ ἐν ταῖς οὐρανίαις κατα λύσει μοναῖς, εἴσω τε πάσης ἐλπίδος τῆς ὑπὲρ νοῦν ἀνθρώ πινον ἑαυτὸν γεγονότα κατόψεται· "Ὀφθαλμὸς γὰρ οὐκ "εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ "ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν." εἰκὸς δὲ δὴ πάλιν ὑποδηλοῦν, τό Οὐ μὴ ἐκβάλω ἔξω τὸν ἐρχόμενον πρὸς μὲ, τὸ μὴ παραδοθήσεσθαι τῇ κρίσει τὸν πιστεύοντα καὶ τῇ θείᾳ προσερχόμενον χάριτι. τὸ γάρ Ἔξω τοιοῦτόν τι σημαῖνον εὑρήσεις, ὡς ἐν ἐκείνῃ τῇ παραβολῇ τῇ παρὰ τῷ μακαρίῳ Ματθαίῳ "Ὁμοία γὰρ, φησὶν, ἐστὶν ἡ βασιλεία "τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ "παντὸς γένους συναγαγούσῃ, ἣν ἀναβιβάσαντες καὶ ἐπὶ "τὸν αἰγιαλὸν ἑλκύσαντες, συνέλεξαν τὰ καλὰ εἰς ἄγγεια, "τὰ δὲ σαπρὰ ἔξω ἔβαλον." τὸ μὲν γὰρ εἰς τὰς θείας καὶ οὐρανίους αὐλὰς συγκομισθήσεσθαι τοὺς ἀγαθοὺς, διὰ τοῦ συλλελέχθαι λέγειν τὰ καλὰ εἰς ἄγγεια νοήσομεν· διὰ δὲ 1.481 τοῦ τὸ ἀχρεῖον ἔξω βεβλῆσθαι, τὸ πάντων ἀποπεσεῖσθαι τῶν ἀγαθῶν καὶ εἰς κρίσιν κατοιχήσεσθαι τὸν ἀσεβῆ θεωρή σομεν. οὐκοῦν ὅταν λέγῃ Χριστός Τὸν ἐρχόμενον πρὸς μὲ οὐ μὴ ἐκβάλω ἔξω, τὸ μηδαμόθεν περιπεσεῖσθαι κολάσει τὸν διὰ πίστεως αὐτῷ προσιόντα λαὸν παραδεξώμεθα. σοφώ τατα δέ μοι δοκεῖ τοῖς ἐκτόπως ἀπονοουμένοις διὰ τούτων ὑπαπειλεῖν, ὡς, εἰ μή τις αὐτοὺς τὴν ταχίστην ἀγαθὴν πρὸς εὐπείθειαν μεταποιεῖσθαι βουληθείη, ἔξω μὲν κείσονται παν τὸς ἀγαθοῦ, τῆς δὲ εἰς αὐτὸν φιλίας καὶ οὐχ ἑκόντες ἀποδη μήσουσι· δι' ὧν γὰρ οὐκ ἐκβάλλειν ἔξω τὸν ἐρχόμενον ἐπαγ γέλλεται, διὰ τούτων αὐτῶν ὅτι πάντως ἐκβαλεῖ τὸν οὐκ ἰόντα σημαίνει.

ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ, ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ.

1.483 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΤΕΤΑΡΤΩι ΒΙΒΛΙΩι

α. Ὅτι κατ' οὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, διὰ τὸ ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχειν, κἂν ὑποτάττεσθαι λέγηται παρὰ τινῶν, προκειμένου ῥητοῦ Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός. ἐν αὐτῷ δὲ τούτῳ καὶ λόγος χρησιμώτατος περὶ τοῦ τιμίου σταυροῦ τοῦ Χριστοῦ. β. Ὅτι ζωοποιὸν τὸ ἅγιον σῶμα Χριστοῦ, προκειμένου ῥητοῦ Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς, καὶ τῶν ἐφεξῆς, ἐν οἷς ὡς περὶ ἄρτου φησὶ τοῦ ἰδίου σώματος. γ. Ὅτι οὐ ζωῆς τῆς παρ' ἑτέρου μέτοχός ἐστιν ὁ Υἱὸς, μᾶλλον δὲ κατὰ φύσιν ζωὴ ὡς ἐκ ζωῆς τῆς κατὰ φύσιν γεγεννημένος τοῦ Θεοῦ καὶ Πατρὸς, προκειμένου ῥητοῦ Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ κἀγὼ ζῶ διὰ τὸν Πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι' ἐμέ. δ. Ὅτι τύπος ἦν τοῦ Χριστοῦ προηγουμένη τοῦ λαοῦ κατὰ τὴν ἔρημον ἡ ἁγία σκηνὴ καὶ ἡ κιβωτὸς δὲ ἡ ἐν αὐτῇ καὶ ἡ λυχνία καὶ τὰ θυσιαστήρια δὲ, τό τε τοῦ θυμιάματος καὶ τὸ τῶν καρπωμάτων, αὐτὸν ἐσήμαινε τὸν Χριστόν· προκειμένου ῥητοῦ Ποῦ ἔχομεν ἀπελθεῖν; ῥήματα ζωῆς αἰωνίου ἔχεις. ε. Περὶ τῆς ἑορτῆς τῆς σκηνοπηγίας, ὅτι τῆς ὀφειλομένης τοῖς ἁγίοις ἐλπίδος τὴν ἀποκατάστασιν δηλοῖ, καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν· προκειμένου ῥητοῦ Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία. 1.484 . Λόγος περὶ τῆς ἀργίας τῆς κατὰ σάββατον, τίνος ἐστὶ σημαντικὴ πολυτρόπως ἐπιδεικνὺς, προκειμένου ῥητοῦ Εἰ περιτομὴν λαμ βάνει ἄνθρωπος ἐν σαββάτῳ, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; ζ. Λόγος περὶ τῆς ἐν ὀγδόῃ περιτομῆς, τίνος ἐστὶ σημαντικὴ πολυτρόπως ἐπιδεικνὺς, προκειμένου ῥητοῦ Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ, καὶ τῶν ἐφεξῆς.

1.485 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ.

ΚΕΦΑΛΗ Α. Ὅτι κατ' οὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, διὰ τὸ ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχειν, κἂν ὑποτάττεσθαι λέγηται παρὰ τινῶν. Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός. τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν ὁ δέδωκέ μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. ∆ΟΞΕΙΕΝ μὲν ἄν τῳ κατὰ τὸ πρόχειρον σχῆμα δυ σχερὴς ὁ λόγος, καὶ σκανδάλου τοῦ περὶ τὴν πίστιν οὐ λίαν ἀπηλλαγμένος, ὡς ἐντεῦθεν ἤδη προσδοκᾶν δυσκαταγωνί στοις ἡμᾶς περιπεσεῖσθαι προβλήμασι τοῖς ἐκ τῶν δι' ἐναντίας. ἀλλ' οὐδὲν ὅλως ἐν τούτῳ τὸ χαλεπὸν, "Πάντα "γὰρ ἐνώπια τοῖς συνιοῦσι, κατὰ τὸ γεγραμμένον, καὶ ὀρθὰ 1.486 "τοῖς εὑρίσκουσι γνῶσιν," τουτέστι τοῖς εὐσεβῶς μελετή σασι διερμηνεύειν τε καὶ νοεῖν τὰ ἐν ταῖς θείαις γραφαῖς μυστήρια. ἀπόδειξιν τοίνυν ὥσπερ τινὰ καὶ πληροφορίαν ἐναργῆ τοῦ μὴ ἐκβληθήσεσθαι ἔξω τὸν ἐρχόμενον πρὸς αὐτὸν, ἐν τούτοις ἡμῖν τοῖς λόγοις ποιεῖται Χριστός. ταύτης γὰρ δή τοι, φησὶν, ἕνεκα τῆς αἰτίας κατέβην ἐξ οὐρανοῦ, τουτέστιν, ἄνθρωπος γέγονα κατὰ τὴν εὐδοκίαν τοῦ Θεοῦ καὶ Πατρὸς, μόνον δὲ οὐχὶ καὶ ἀβουλήτοις ὁμιλῆσαι πρά γμασιν οὐ παρῃτησάμην, ἄχρις ἂν ἐξανύσαιμι τοῖς εἰς ἐμὲ πιστεύουσι τὴν αἰώνιον ζωὴν καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, καταργήσας τοῦ θανάτου τὸ κράτος. τί δὲ ἦν ἄρα τὸ ἀνεθέ λητόν τε καὶ θελητὸν τῷ Χριστῷ; ἡ παρὰ τῶν Ἰουδαίων ἀτιμία, λοιδορίαι καὶ ὕβρεις καὶ αἰκίαι καὶ μάστιγες καὶ ἐμπτύσματα, καὶ πρὸς τούτοις ἔτι συκοφαντίαι, καὶ τὸ τελευταῖον ἐφ' ἅπασιν, ὁ τῆς σαρκὸς θάνατος. ταῦτα μὲν γὰρ δι' ἡμᾶς ἑκὼν ὑπέμεινεν ὁ Χριστὸς, ἀλλ' εἴπερ ἐνεδέ χετο μὴ παθόντα κατορθοῦν τὸ ἐφ' ἡμῖν σπουδαζόμενον, οὐκ ἂν ἠθέλησε παθεῖν· ἐπειδὴ δὲ πάντως τε καὶ ἀπαραιτήτως ἔμελλον Ἰουδαῖοι κατατολμᾶν τὰ ἐπ' αὐτῷ γεγονότα, κατα δέχεται τὸ παθεῖν, ποιεῖται δὲ θελητὸν τὸ ἀνεθέλητον, διὰ τὰ ἐκ τοῦ πάθους χρήσιμα, συνευδοκοῦντος αὐτῷ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ χρῆναι πάντα προθύμως ὑπενεγκεῖν ὑπὲρ τῆς ἁπάντων σωτηρίας συγκατανεύοντος. ἐν γὰρ δὴ τούτῳ μάλιστα τὴν ἄμετρον τῆς θείας φύσεως ἀγαθότητα κατο ψόμεθα, ὡς καὶ αὐτὸ δι' ἡμᾶς αἱρετὸν ποιεῖσθαι τὸ ἀπό βλητον οὐ παραιτουμένης. ὅτι δὲ καὶ ἀνεθέλητον μέν πως ἐστι τῷ Σωτῆρι Χριστῷ τὸ ἐπὶ τῷ σταυρῷ πάθος, θελητὸν δὲ δι' ἡμᾶς καὶ τὴν εὐδοκίαν τοῦ Θεοῦ καὶ Πατρὸς, συνήσεις 1.487 ἐντεῦθεν. μέλλων γὰρ ἀναβαίνειν ἐπ' αὐτὸν, τὰς πρὸς Θεὸν ἐποιεῖτο διαλέξεις, ὡς ἐν προσευχῆς δηλονότι σχήματι λέγων "Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο· "πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ·" ὅτι μὲν γὰρ Θεὸς ἦν ὁ Λόγος ἀθάνατός τε καὶ ἀδιάφθορος, καὶ αὐτὸ κατὰ φύσιν ζωὴ, καταπτήσσειν οὐκ ᾔδει τὸν θάνατον, πᾶσιν οἶμαι προδηλότατον· ἐπιτρέπει γεμὴν ὡς ἐν σαρκὶ γεγονὼς ὑπο μένειν τὰ ἴδια τῇ σαρκὶ, καὶ γεγονότα λοιπὸν ἐπὶ θύραις ὑποπτήσσειν τὸν θάνατον, ἵνα φαίνηται κατὰ ἀλήθειαν ἄνθρωπος· διὰ τοῦτό φησιν "Εἰ δυνατὸν, παρελθέτω ἀπ' "ἐμοῦ τὸ ποτήριον τοῦτο." εἰ ἐνδέχεται, φησὶν, ὦ Πάτερ, μὴ παθόντα τὸν θάνατον κατορθῶσαι τοῖς εἰς αὐτὸν πεσοῦσι τὴν ζωὴν, εἰ ἀποθνήσκει θάνατος μὴ τεθνεῶτος ἐμοῦ, κατὰ τὴν σάρκα δὲ δηλονότι, παροιχέσθω, φησὶ, τὸ ποτήριον· πλὴν ἐπειδήπερ οὐκ ἂν γένοιτο, φησὶν, ἑτέρως, οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ. ὁρᾷς ὅπως ἀτονοῦσα μὲν πάλιν ἡ ἀνθρώπου φύσις καὶ ἐν αὐτῷ τῷ Χριστῷ, τὸ ὅσον εἰς ἑαυτὴν, εὑρίσκεται· ἀνακομίζεται δὲ διὰ τοῦ ἑνωθέντος αὐτῇ Λόγου πρὸς εὐτολμίαν θεοπρεπῆ, καὶ εἰς φρόνημα νεανικὸν μεταπαιδεύεται, ὡς μὴ τοῖς ἰδίοις τὸ δοκοῦν ἐπιτρέψαι θελή μασιν, ἀλλὰ σκοπῷ μᾶλλον ἀκολουθεῖν τῷ θείῳ, καὶ πρὸς ἐκεῖνο τρέχειν ἐπείγεσθαι, πρὸς ὅπερ ἂν ἡμᾶς ὁ τοῦ πεποιη κότος ἀνακαλῇ νόμος. ὅτι δὲ τὰ τοιαῦτά φαμεν ἀληθεύοντες, καὶ ἐξ αὐτοῦ μαθήσῃ τοῦ συνεζευγμένου "Τὸ μὲν γὰρ "πνεῦμα, φησὶ, πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής·" οὐ γὰρ ἠγνόησε Χριστὸς, ὅτι τῆς θεοπρεποῦς ἀξίας πολὺ δὴ λίαν ἀπελιμπάνετο, τὸ δοκεῖν ἡττᾶσθαι θανάτῳ καὶ τῆς ἀπ' 1.488 αὐτοῦ δειλίας αἰσθάνεσθαι· διὰ τοῦτο θερμοτάτην τοῖς εἰρη μένοις ἐπήνεγκε τὴν ἀπολογίαν· ἠσθενηκέναι μὲν γὰρ τὴν σάρκα διὰ τὸ αὐτῇ πρέπον καὶ φύσει προσὸν εἰπών· πρό θυμον δ' οὖν ὅμως ὑπάρχειν τὸ πνεῦμα, τὸ παθεῖν οὐδὲν τῶν ἀδικούντων εἰδός· ὁρᾷς ὅπως ἀβούλητος τῷ Χριστῷ διά τε τὴν σάρκα καὶ τὴν ἐκ τοῦ πάθους ἀδοξίαν ὁ θάνατος ἦν· θελητὸς δ' οὖν ὅμως, ἄχρις ἂν εἰς αἴσιον διεξάγηται πέρας τῷ κόσμῳ παντὶ τὸ ἐν εὐδοκίᾳ τοῦ Πατρὸς, τουτέστιν, ἡ πάντων σωτηρία καὶ ζωή; ἢ γὰρ οὐχὶ πάντως δήπου καὶ ἀληθῶς τὸ τοιοῦτον ἡμῖν κατασημαίνων ὁρᾶται, τοῦτο λέγων εἶναι τὸ θέλημα τοῦ Πατρὸς, ἵνα τῶν προσαγομένων ἀπολέσῃ μηδὲν, ἀλλ' ἀναστήσῃ αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ; ὡς γὰρ ἤδη φθάσαντες προεδιδάξαμεν, ὡς ζωῇ καὶ Σωτῆρι τῷ Χριστῷ, τὸν ζωῆς καὶ σωτηρίας ἐπιδεᾶ προσκομίζει φιλάνθρωπος ὢν ὁ Θεὸς καὶ Πατήρ. Ἀλλ' αἰσθάνομαι πάλιν ἀπᾴδοντα λέγων τῷ τῆς ἀλη θείας ἐχθρῷ. συγκατανεύσει μὲν γὰρ τοῖς ἀρτίως ἡμῖν εἰρημένοις οὐδαμῶς· ἀναβοήσει δὲ μέγα καὶ διαπρύσιόν τι κεκραγὼς ἀφίξεται Ποῖ δὴ πάλιν ἡμῖν περιπλανᾷς, ὦ οὗτος, τὰ θεωρήματα, καὶ πολυπλόκους μὲν ἐπινοεῖς νοη μάτων ἐπεισφορὰς, ἐξέλκεις δὲ τῆς ἀληθείας τὸν λόγον; ἐρυθριᾷς δὲ κατὰ τὸ εἰκὸς ὁμολογῆσαι, φησὶ, τὴν ἀκούσιον ὑποταγὴν τοῦ Υἱοῦ. ἢ γὰρ οὐκ ἔσται καὶ διὰ τούτων ἡμῖν καταφανὲς, ὅτι κατάρξει μὲν αὐτὸς καὶ καθηγήσεται τῆς ἐν τοῖς πράγμασιν οἰκονομίας οὐδαμῶς, ὑπόκειται δὲ μᾶλλον τοῖς θελήμασι τοῦ Πατρός; οἶδε γὰρ οὕτως ἑαυτὸν τῆς πρὸς αὐτὸν ἰσότητος ἡττώμενον, ὡς καὶ ἀναγκάζεσθαι τρόπον τινὰ καὶ τὰ ἀνεθέλητα ποιεῖσθαι θελητὰ, καὶ πράττειν οὐ πάντως τὸ αὐτῷ δοκοῦν, ἀλλὰ μᾶλλον τὸ τῷ Πατρί. καὶ μὴ λέγε 1.489 μοι πάλιν, φησὶν, εἰς τὴν ἐνανθρώπησιν περιέλκων τὸ εἰρη μένον Ὡς ἄνθρωπος ὑποτάσσεται. ἰδοὺ γὰρ ὡς ὁρᾷς, Θεὸς ὢν ἔτι καὶ Λόγος γυμνὸς καὶ ἀσύμπλοκος τῆς σαρκὸς κατα βέβηκεν ἐξ οὐρανοῦ, καὶ πρὶν ὅλως τὴν τοῦ δούλου περιτε θῆναι μορφὴν ὑπετάττετο προὔχοντι δηλονότι καὶ κατάρχοντι τῷ Πατρί. ∆εινοῖς μὲν ἡμῶν, ὦ γενναῖε, καθάπερ οἴει δὴ πάντως, καὶ λίαν εὐτροχωτάτοις καθιππεύεις λόγοις, οὐ μὴν δι' εὐθείας ἰοῦσιν, ἀλλ' ἐκτὸς ὁδοῦ τῆς βασιλικῆς τε καὶ τετριμμένης ἐκσεσοβημένοις, ἀφεὶς δὲ, ὡς ὁ παρ' Ἕλλησιν ἔχει λόγος, τὴν ἁμαξιτὸν, ἐπὶ κρημνοὺς ἐπείγῃ καὶ πέτρας. διατείνεσθε μὲν γὰρ εἰκῇ πρὸς ἡμᾶς τὸ πείθεσθαι τῷ Πατρὶ τὸν Υἱὸν, ἄνω τε καὶ κάτω λέγοντες, ὡσανεὶ καί τινος τῶν ὀρθὰ φρονεῖν εἰωθότων, ὅτι χρὴ πρεσβεύειν τὸ ἐναντίον, ἐνθυμου μένου, καὶ οὐχὶ δὴ μᾶλλον καὶ συναγορεύειν ὑμῖν ἐπὶ τούτῳ διεγνωκότος. οὐ γὰρ στασιάζουσάν ποτε καθ' ἑαυτῆς τὴν ἁγίαν τε καὶ ὁμοούσιον Τριάδα νοήσομεν, ἀλλ' οὐδὲ εἰς διαφόρους κατασχίζεσθαι γνώμας, ἢ καὶ καταμερίζεσθαί πως εἰς τὸ ἰδίᾳ δοκοῦν, ἢ τὸν Πατέρα τυχὸν, ἢ τὸν Υἱὸν, ἢ τὸ Πνεῦμα τὸ Ἅγιον, ἀλλὰ συμφέρεσθαι μὲν ἐφ' ἅπασιν, ὡς ἐκ μιᾶς δὲ δῆλον ὅτι θεότητος, ἓν ἀεὶ πάντως καὶ τὸ αὐτὸ θέλημα ἐν ὅλῃ τῇ ἁγίᾳ κεῖσθαι Τριάδι. ἀργείτω τοιγαροῦν ὁ μακρὸς ἡμῖν περὶ τούτων λόγος, καὶ ἡσυχαζέτω τὸ φιλο νεικεῖν ἀναπεῖθον ἐφ' οἷς ἥκιστα χρή· οὐδενὸς γὰρ ἐπὶ τούτῳ χαλεπαίνοντος, περιττὸν ὑμῖν ἔτι τὸ διατείνεσθαι. Ἐπειδὴ δὲ δυστροπώτατα φρονεῖν τε καὶ νοεῖν εἰθισμένοι, τὸ συμφέρεσθαι τοῖς θελήμασι τοῦ Πατρὸς τὸν Υἱὸν, τὴν ὡς ἐξ ἀνάγκης ὑποταγὴν ὀνομάζετε, πρὸς τοῦτο δὴ πάλιν τὰ εἰκότα πρὸς ὑμᾶς διαλεξόμεθα. ἐν ἁπλότητι μὲν γὰρ εἰ προεκομίσθη παρ' ὑμῶν ἡ τοιαύτη φωνὴ, κἂν εἰκότως 1.490 ἐφησυχάζοντες, τὸ περὶ τὴν λέξιν ἀδιάφορον οὐ πάντως ἐβασανίζομεν. ἐπειδὴ δὲ μετὰ πολλῆς τινος τῆς κακοηθείας προκεκομισμένην ὁρῶμεν, ἀναγκαίως ἀντιταξώμεθα, τῇ δυ νάμει τοῦ Ἁγίου Πνεύματος, καὶ οὐ τοῖς ἐνοῦσιν ἡμῖν θαρσήσαντες λόγοις. μάλιστα μὲν γὰρ οὐκ ἀπολύτως, οὐδὲ εἰς πᾶσαν ἁπλῶς ὑπόθεσιν, ἀλλ' οὐδὲ ἐπὶ παντὸς πράγματος, μὴ πάντη τε καὶ πάντως τῶν οἰκείων ἔχεσθαι θελημάτων ὁ Υἱὸς διισχυρίσατο, φυλάξαι γεμὴν τὸ τοῦ Πατρὸς λέγει κατὰ πράγματος ὡρισμένου, διὰ τὰς σὰς, ὥς γε μοι πρόσ εστι νοεῖν, εὑρεσιλογίας, προνοήσας τῆς ἡμετέρας ἀσφαλείας, ὡς Θεός. ὑπομένει δὲ τὸ ἀβούλητον, καὶ ποιεῖται θελητὸν δι' ἡμᾶς· πάθος δέ φημι τὸ ἐπὶ τῷ σταυρῷ, δηλονότι συναρέσαν οὕτω καὶ τῷ γεννήσαντι, καθάπερ ἡμῖν ἤδη προείρηται. καὶ γοῦν ἔξεστιν ὁρᾶν παρατεθεῖσαν εὐθὺς τὴν ἀπόδειξιν, καὶ παρακειμένην ἐναργῶς τὴν ὑπόθεσιν, ἐφ' ἣν, καθάπερ αὐτός φησι, τῶν μὲν οἰκείων ἀπέστη θελημάτων, ἀποπληροῖ δὲ τὸ τοῦ Πατρός. τοῦτο γάρ ἐστι φησὶ τὸ θέλημα τοῦ Πατρὸς ἵνα πᾶν ὃ δέδωκέ μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ ἀλλ' ἀναστήσω αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ. καὶ ὅτι μὲν ὄντως ἀνεθέ λητόν τε ὁμοῦ καὶ θελητὸν τῷ Μονογενεῖ τὸ ἐπὶ τῷ σταυρῷ πάθος ὁρᾶται, προείρηται μὲν ἤδη σαφῶς, διαληψόμεθα δὲ καὶ ἐσαῦθις ἀκριβεστέραις ἐρεύναις, τοῖς ἐντευξομένοις ἁπλοῦντες τὴν ἀλήθειαν. βαδιοῦμαι δὲ πρότερον ἐπὶ ζήτησιν τῆς λεγομένης παρ' ὑμῶν ὑποταγῆς, προϋποκειμένου δηλονότι καὶ ἀνενδοιάστως ὁμολογουμένου παρ' ὑμῶν, ὅτι συντρέχει τῆς ἁγίας Τριάδος εἰς μίαν βουλήν τε καὶ γνώμην ἀεὶ τὰ θελήματα· λεγέτωσαν τοίνυν ἡμῖν οἱ δεινοὶ σοφισταὶ, πότε ρόν ποτε ἐν τῷ τῆς ὑποταγῆς ὀνόματί τε καὶ πράγματι τὸ 1.491 εἶναί ἐστι τοῦ Υἱοῦ, καὶ τοῦτο αὐτῷ φύσις, ὥσπερ ἀνθρώπῳ τυχὸν ἡ ἀνθρωπότης, ἢ ὑπάρχων πρότερον αὐτὸς ὡς ἐν ἰδίῳ λόγῳ ὑποτάττεται τῷ Πατρὶ, ὥσπερ οὖν ἂν εἴ τις νοήσαι τυχὸν ἐπ' ἀγγέλου καὶ ἑτέρας τινὸς δυνάμεως λογικῆς. ὄντα γὰρ ταῦτα καὶ ὑφεστῶτα, τὸν τῆς ὑποταγῆς δέχεται τρόπον. Εἰ μὲν οὖν ἐν τῷ ὑποτάττεσθαι τῷ Πατρὶ τὸ εἶναί φατε τοῦ Υἱοῦ, ὑποταγὴ μᾶλλον ἔσται καὶ οὐχ υἱός. εἶτα πῶς οὐ λίαν, εἰπέ μοι, ληροῦντες ἀναφανήσεσθε λοιπόν; ὑποταγὴ γὰρ αὐτὴ καθ' ἑαυτὴν πῶς ἂν ὑφεστάναι νοοῖτο μὴ ἐνυπάρ χουσα τῶν ὄντων τινί; τὰ γὰρ τοιαῦτα προϋποκειμένων ἀναγκαίως τῶν ἐν οἷς γίνεσθαι φιλεῖ συμβαίνειν ἔθος, καὶ οὐχ ἑτέρως. θεωροῦνται δὲ μᾶλλον περὶ τὰς οὐσίας, ἤτοι ταῖς οὐσίαις συμβαίνοντα, ἤγουν ὑφεστῶτα καθ' ἑαυτά. καὶ ὥσπερ ἐπιθυμία τυχὸν, ἡ ἐπί τι τῶν ὄντων καλοῦσα καὶ φέρουσα, οὐκ ἂν ὑπάρξαι καθ' ἑαυτὴν, ἐντίκτεται δὲ μᾶλλον τῷ δέχεσθαι πεφυκότι· οὕτως ἡ ὑποταγὴ θελημάτων τινὰ ῥοπὴν ὑπεμφαίνουσα πρὸς τὸ δεῖν ὑποτάττεσθαί τισιν, οὐκ ἐν ἰδίᾳ φύσει νοηθήσεται, ἀλλ' ὡς πάθος ἢ θέλησις ἢ ἐπιθυμία τυχὸν λοιπὸν ἐνυπάρξαι μᾶλλον τῶν ὄντων τινί. ἄλλωστε τὸ τῆς ὑποταγῆς ὄνομά τε καὶ πρᾶγμα, κατ' οὐ δενὸς ἂν νοοῖτο κυρίως ἀδιακρίτως ἐκφωνηθὲν, ἀλλ' οὐδὲ ὅτι φαῦλόν ἐστιν ἢ ἀγαθόν τις διαγνώσεται, εἰ μὴ προσκείμενον ἔχοι τὸ τίνος ἐστὶν ὑποταγή· ὑποτάττεται μὲν γάρ τις τῷ Θεῷ, ἀλλὰ καὶ τῷ διαβόλῳ· καὶ ὥσπερ τὸ σοφὸς ὄνομα μέσον τι ἐστί· "σοφοὶ γάρ εἰσι τοῦ κακοποιῆσαί" τινες, "σοφοὶ δὲ πάλιν κληρονομήσουσι δόξαν," ἔχοντες δὲ δῆλον ὅτι τὴν σοφίαν ἐπ' ἀγαθοῖς· οὕτως ἡ ὑποταγὴ μεσότητά τινα μᾶλλον ἔχει, καὶ οὐκ ἀλήθειαν ὡρισμένως. ἄδηλον γὰρ τίνος ὅλως ὑποταγὴ ἔσται. τοιγαροῦν, καὶ ἐπ' ἀδήλοις ἡμῖν ἡ τοῦ Υἱοῦ φύσις, εἰ νοοῖτο παρ' ὑμῶν ὑποταγή. τίνος γὰρ 1.492 ὑποταγὴ, προσκειμένου μηδενὸς, οὐκ ἂν δύναιτό τις ἀψευ δήσας εἰπεῖν. ὅτι δὲ αὐτὴ καθ' ἑαυτὴν οὐχ ὑπάρξει ποτὲ κατ' ἴδιον λόγον ἡ ὑποταγὴ, παχύτερόν πως καὶ ἐναργέ στερον ἐπ' αὐτῶν ἤδη τῶν ποιημάτων καταγαγόντες τὸν λόγον, θεωρήσομεν· δέχου δέ τινα ἐπὶ τούτοις συλλογισμόν. εἰ γὰρ ἐν τῷ ὑποτάττεσθαι τὸ εἶναι δώσομεν τῷ ἀνθρώπῳ τυχὸν, τὸ μὴ εἶναι πάντως αὐτὸν ἐν τῷ μὴ ὑποτάττεσθαι λογιούμεθα· πῶς οὖν ἐλέγετο πρός τινα παρὰ τοῦ μελῳδοῦ, ὡς ὄντα μὲν ἤδη καὶ ὑπάρχοντα, οὐ μὴν ἔτι καὶ ὑποτεταγ μένον "Ὑποτάγηθι τῷ Κυρίῳ καὶ ἱκέτευσον αὐτόν;" ὁρᾷς οὖν ὅπως ἀνόητον κομιδῇ τὸ αὐτὴν ὑφεστάναι καθ' ἑαυτὴν οἴεσθαι τὴν ὑποταγήν; οὐκοῦν ἀνάγκη καὶ συνομολογεῖν ὑπάρχειν τε καὶ εἶναι τὸν Υἱὸν ἐν ἰδίᾳ φύσει πρότερον, εἶθ' οὕτως καὶ ὑποτάττεσθαι λέγειν τῷ Πατρί. τί οὖν, εἰπέ μοι, τὸ ἀναγκάζον ἐστὶ, τὸν ἐκ τῆς οὐσίας ὄντα τοῦ γεννήσαντος, τὸν ἀπαραποίητον τῆς φύσεως αὐτοῦ χαρακτῆρα, τῆς πρὸς αὐτὸν ἀποπίπτειν ἰσότητος, διὰ τὸ πειθήνιον; ἡμεῖς μὲν γὰρ ὀρθὰ φρονοῦντες καὶ λέγοντες, ὁμοούσιον ὄντα τῷ γεγεννη κότι γινώσκομεν, καὶ τὴν ἐφ' ἅπασιν ἰσοτιμίαν αὐτῷ περιτί θεμεν, καὶ κατ' οὐδένα τρόπον τῆς θεοπρεποῦς ἀξίας ἡττᾶ σθαι λογιούμεθα· σὺ δέ μοι σκόπει κατὰ τίνα τρόπον ἐκβαλεῖς τῆς ἰσομέτρου πρὸς τὸν Πατέρα τιμῆς διὰ τὴν λεγομένην ὑποταγὴν, τὸν τοῖς ἴσοις ἐπαγλαϊζόμενον ἀγαθοῖς διὰ τὴν ταυτότητα τῆς οὐσίας. Ἀλλ' αὐτὸ δὴ τοῦτο, φησὶ, τοῖς παρ' ἡμῶν ἐπαγωνιεῖται λόγοις, τὸ πείθεσθαι τῷ Πατρὶ τὸν Υἱὸν, καὶ θελημάτων μὲν τῶν ἰδίων οὐ σφόδρα φροντίζειν, εἴκειν δὲ μᾶλλον τοῖς τοῦ Πατρὸς, ὡς ὑπερκειμένου δηλονότι καὶ μείζονος. Ἀλλ' αὐτὸ δὴ τοῦτο κατὰ τὴν σὴν, ὦ οὗτος, φωνὴν, ὅπερ οἴει τοὺς σοὺς ὠφελήσειν λόγους, πάλιν ἕτερον εὑρήσεις οὐδὲν, ἢ τῆς ἐνούσης ὑμῖν ἀμαθίας καρπόν. εἰ μὲν γὰρ τὸ 1.493 τίς ἀμείνων ἐν ἀξιώματι, καὶ τὸ μεῖζον ἔχων ἐν δόξῃ, διεκρί νομεν, ἔδοξεν ἄν πως καὶ τότε δὴ μόλις εὔκαιρόν τινα λόγον ἔχειν ὑμῖν τὸ θρυλούμενον· ἐπειδὴ δὲ ὁ τῆς ὁμοουσιότητος ἐξετάζεται τρόπος, πῶς οὐ μετρίως ἀσυνετοῦντες ἁλώσεσθε, τὸ μεῖζον ἐν αὐτῇ κατὰ τοῦ ἰδίου γεννήματος ἀπονέμοντες τῷ Θεῷ καὶ Πατρί; τὸ μὲν γὰρ μεῖζον, ἤτοι τὸ ἔλαττον, ἢ ὅπερ ἂν λέγηταί τι τοῖς τοιούτοις ὁμοειδὲς, οὐκ αὐτὰ κυρίως οὐσίας εἶναι δώσομεν· ὥσπερ οὖν ἐλέγομεν καὶ ἐπὶ τῆς ὑποταγῆς, ἀλλ' ἔξωθέν πως εἰσὶ καὶ τῶν περὶ τὰς οὐσίας. τὸ γὰρ ἤδη προϋφεστηκὸς καὶ ὑπάρχον, ἐπιδέξεται τυχὸν ὡς ἐν συγκρίσει τῇ πρὸς ἕτερον τὸ μεῖζον ἢ ἔλαττον· μὴ ὑπο κειμένου δέ τινος καὶ προϋφεστῶτος περὶ ὃ τὰ τοιαῦτα γίνεσθαι φιλεῖ, πῶς ἂν εἶεν αὐτὰ καθ' ἑαυτὰ, καίτοι κατὰ τὴν τοῦ συμβεβηκότος τάξιν νοούμενά τε καὶ ὁριζόμενα; οὐκοῦν ὅταν τὸ ἔλαττον ἢ καὶ τὸ μεῖζον ἡμῖν ὀνομάζηται, τῆς οὐσίας μὲν οὐχ ἅψεσθε τοῦ Μονογενοῦς, ἀλλ' οὐδὲ τῆς τοῦ Πατρὸς, μόναις δὲ ταῖς ἔξωθεν ὑπεροχαῖς ἤτοι μειονε κτήμασι, κατασεμνυνεῖτε μὲν ὥσπερ οὖν οἴεσθε τὸν Πατέρα, διαλοιδορηθήσεσθε δὲ τῷ Υἱῷ, καίτοι διαῤῥήδην ἀκούοντες βοῶντος αὐτοῦ "Ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐδὲ τὸν Πατέρα "τιμᾷ," καὶ ὅτι προσήκοι πάντας τιμᾶν τὸν Υἱὸν καθὼς τιμῶσι τὸν Πατέρα· ἰσοστάθμῳ γὰρ χρῆναι περιβαλέσθαι δόξῃ τὰ μηδαμόθεν εἰς ἔκφυλον ἀλλοτριότητα μερισθῆναι δυνάμενα, λαχόντα δὲ μίαν καὶ τὴν αὐτὴν οὐσίαν, καλῶς γε σφόδρα ποιῶν ἐδίδασκεν ὁ Χριστὸς, "οὐ παρ' ἀνθρώπων "τὴν ἐφ' ἑαυτῷ μαρτυρίαν" λαβεῖν ἐκδεξάμενος, καθάπερ ἔφασκεν αὐτὸς, ἀλλὰ τῶν ὄντων ἁπάντων ἀξιόχρεώς τε καὶ ἀξιώτερος αὐτὸς ἐφ' ἑαυτῷ μάρτυς εἰσβεβηκώς. ἐρεῖ δὲ δὴ πάντως ἀληθῆ κατὰ φύσιν ὑπάρχων ἀλήθεια, καθάπερ οὖν ἔξεστι καὶ ἐξ αὐτῆς ἡμᾶς δοκιμάζειν τοῦτο τῆς τῶν πρα 1.494 γμάτων ποιότητος. τὸ μὲν γὰρ μεῖζον, ἤτοι τὸ ἔλαττον χωρήσῃ ἂν εἰκότως, οὐ κατ' αὐτῆς τῆς τινων οὐσίας, ἀλλὰ κατά τινων τῶν περὶ τὰς οὐσίας τῶν ὄντων· οἷον δὲ δή τι φημί Ἄνθρωπος ἑτέρου τυχὸν ἀνθρώπου, καθ' ὅπερ ἂν ἄν θρωπος νοοῖτο καὶ λέγοιτο, οὐδαμόθεν ἕξει τὸ μεῖζον, ἢ ἔλαττον· οὔτε γὰρ ἐλάττων ἄνθρωπος ἀνθρώπου καθὸ ἄν θρωπος, οὔτε μείζων καθὸ πάλιν ἄνθρωπος. ἴσος γὰρ ἐφ' ἅπασιν ὁ τῆς φύσεως θεωρεῖται λόγος· ὁ αὐτὸς δ' ἂν σώζοιτο λόγος καὶ ἐπ' ἀγγέλων, ἢ καὶ ἐπὶ παντὸς τοῦ πεποιημένου καὶ ἐν τῇ κτίσει κατηριθμημένου. οὐκοῦν ἀχώρητα παντελῶς ἐπ' αὐτῶν τὰ τοιαῦτα τῶν οὐσιῶν εὑρί σκεται, συμβαίνει δὲ ταῖς οὐσίαις, ἤγουν τισὶ τῶν περὶ αὐτὰς, καθάπερ ἐν τοῖς ἀνωτέρω δεδώκαμεν. πῶς οὖν ἔσται μείζων ὁ Πατὴρ τοῦ Υἱοῦ, φύσει Θεὸς ὑπάρχων τοῦ κατὰ φύσιν Θεοῦ; τὸ γὰρ ἐξ αὐτοῦ γεγεννῆσθαι τὸν Υἱὸν, ἀναγ κάσει δὴ πάντως καὶ οὐχ ἑκόντας ὑμᾶς ἀποδοῦναι τὸ ὁμοού σιον αὐτῷ. Προϋποκειμένου τοιγαροῦν καὶ ἀναμφιλόγως εἰσβαίνοντος τοῦ κατὰ φύσιν εἶναι Θεὸν τὸν Υἱὸν, ἐπιζητῶμεν, εἰ δοκεῖ, πότερόν ποτε τὴν μὲν ἴσην αὐτῷ τιμὴν ἀπονέμοντες, ὡς πρὸς τὸν ἐξ οὗπέρ ἐστι, καὶ μὴν καὶ δόξαν περιθήσομεν τῷ γεγεννηκότι, ἢ τὸ ἐναντίον ἐξεργασόμεθα, τοῖς κατωτέρω καὶ ἐλάττοσιν ἐξυβρίζοντες τὸν γεγεννημένον, ὅπερ ὄντως ἐστὶ καὶ ἀληθέστερον· δόξα μὲν γὰρ τῷ Πατρὶ τὸ γεννῆσαι τοιοῦτον, ὁποῖός περ ἂν ὑπάρχοι κατὰ φύσιν αὐτός. συμβή σεται δὲ πάντως τὸ ἐναντίον· εὐφημεῖν γὰρ ἀκόλουθον· εἰ μὴ διασώζοι τὴν αὐτῷ πρέπουσαν εὐφυΐαν ὁ Υἱὸς, τὸ μεῖον ἔχων ἢ κατὰ τὴν δόξαν ἢ κατά τι γοῦν τῶν ὅσα προσεῖναι πάντως ἐχρῆν, ἵνα δὴ φαίνοιτο διὰ πάντων παντέλειός τε καὶ ἀληθινὸς ὑπάρχων Θεός. ἔχων δὲ οὕτω φύσεως, εἰ τιμᾷ 1.495 τὸν Πατέρα, μὴ γελάσῃς ἄνθρωπε, μηδὲ ὀφλήσεις δίκην κακύνων ἀμαθῶς, ὅπερ ἥκιστα χρῆν. ἔστι γὰρ δήπου θαυ μάζειν αὐτὸν καὶ ἐπὶ τούτῳ πρέπον, ὅτι καὶ τιμᾷ καὶ ἀγαπᾷ τὸν γεννήσαντα· πᾶν γὰρ εἶδος ἀρετῆς, πηγὴν ὥσπερ τινὰ καὶ ῥίζαν ἔχει τὴν ἀνωτάτω πασῶν οὐσίαν· ἐκφανέντα δὲ πρῶτον ἐν ἐκείνῃ τὰ ἀγαθὰ, καὶ εἰς ἡμᾶς καταῤῥεῖ, τοὺς οἵπερ ἐσμὲν γεγονότες κατὰ τὴν ἐκείνης εἰκόνα. διὰ τοῦτο καὶ ἡμῖν ὁ νομοθέτης τιμᾶν ὅτι χρὴ πατέρα καὶ μητέρα διήγγελλεν, ἀλλὰ καὶ γέρα τούτοις ἐπετίθει τὰ κάλλιστα· μέγιστον οἶμαι δὴ πάντων τὸ πρᾶγμα εἰδὼς, καὶ λοιδορίας ἁπάσης τοσοῦτον ἀπηλλαγμένον, ὡς καὶ μακραίωνος βίου φαίνεσθαι πρόξενον· ὅνπερ οὖν τρόπον ἡμεῖς διὰ τὸ ὑπο τάττεσθαι καὶ καταπείθεσθαι τοῖς γεννήσασιν, οὐχ ἕτεροί τινες κατὰ τὴν φύσιν ὡς πρὸς αὐτοὺς ἀποτελούμεθα, ἀλλ' ὄντες ὅπερ εἰσὶν ἐξ ἀνθρώπων ἄνθρωποι, καὶ τέλειον ἔχοντές τε καὶ ἀποσώζοντες τὸν τῆς ἀνθρωπότητος ὅρον, ἐπιτη δεύομεν ὡς ἐν τάξει λαμπρᾶς ἀρετῆς τὸ πειθήνιον· οὕτω νοήσεις ἐπί τε Πατρὸς καὶ τοῦ Υἱοῦ. ὢν γὰρ ὅ ἐστιν, ἐκ Θεοῦ Θεὸς δηλονότι, τέλειος ἐκ τελείου, χαρακτὴρ ἀπαρα ποίητος τῆς τοῦ γεννήσαντος οὐσίας, λογιεῖται μὲν ἕτερον οὐδὲν, ἢ ὅπερ ἂν καὶ αὐτὸς λογίσαιτο τυχὸν, οὗπέρ ἐστι καὶ βουλὴ καὶ Λόγος· ἐθελήσει δὲ πάντως τὰ αὐτὰ τῷ Πατρὶ, τοῖς αὐτοῖς, ἵν' οὕτως εἴπω, τῆς ὁμοουσιότητος νόμοις, εἰς τὸ πάντα συνεθέλειν τὰ ἀγαθὰ τῷ Πατρὶ συνδιακρατούμενος. Σκανδαλίζου τοιγαροῦν, ἄνθρωπε, μηδαμῶς, ὅταν ἀκούσῃς λέγοντος Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. ὃ γὰρ ἐλέγομεν ἐξ ἀρχῆς, τοῦτο πάλιν ἐροῦμεν. κατὰ πράγματος ὡρισμένου καὶ ἐναργοῦς τὸν ἐπὶ τούτῳ λόγον ἐποιήσατο ὁ Χριστός. 1.496 διδάσκων γὰρ, ὅτι τὸ ὑπὲρ πάντων τεθνάναι θελητὸν μὲν ἔχει διὰ τὸ οὕτω βεβουλῆσθαι τὴν θείαν φύσιν, ἀνεθέλητον δὲ διὰ τὰ ἐπὶ τῷ σταυρῷ πάθη, καὶ τὸ ὅσον ἧκεν εἰς τὴν σάρκα παραιτουμένην τὸν θάνατον, τὰ τοιαῦτά φησι. καὶ μακρὸς μὲν ἡμῖν ἤδη προανήλωται λόγος· ὅτι δὲ καὶ ἀνεθέ λητόν πως ὁρᾶται τῷ Σωτῆρι Χριστῷ, καθόπερ ἦν ἄνθρω πος, τὸ ἐπὶ τῷ σταυρῷ πάθος, καὶ ἐξ αὐτῆς ἀκόλουθον ἡμᾶς τῆς τῶν πραγμάτων φύσεως κατιδεῖν. φαμὲν οὖν, ὅτι τῆς Ἰουδαϊκῆς ἔργον ἦν ἀπονοίας, τὸ πάντη τε καὶ πάντως σταυ ρωθήσεσθαι τὸν Χριστὸν, καὶ τοῦτο ἀνυπερθέτως ἔμελλεν ἔσεσθαι παρ' αὐτῶν, οὐκ ἀμελέτητον ἐχόντων τὴν τόλμαν τὴν ἐπὶ τούτοις, ἀφ' ὧν ἤδη πεπράχεσαν εἴς τε τοὺς ἁγίους προφήτας, καὶ τοὺς οἵπερ ἂν ἦσαν κατ' ἐκεῖνο καιροῦ γεγο νότες ἅγιοι. ἐπειδὴ δὲ οὐχ ἑτέρως ἦν τὸ πεπτωκὸς εἰς θάνατον, ἐξαναστῆσαι πάλιν εἰς ζωὴν, εἰ μὴ γέγονεν ἄν θρωπος ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ἔδει δὲ πάντως γεγο νότα παθεῖν· τὸ ἀνεθέλητον ἐποιήσατο θελητὸν, καὶ τοῦτο τῆς θείας φύσεως διὰ τὴν εἰς ἡμᾶς καταδεξαμένης ἀγάπην. Ἡ γὰρ πάντων τεχνῖτις σοφία, τουτέστιν ὁ Υἱὸς, τὸ ἐκ διαβολικῆς δυστροπίας σκευωρηθὲν, φημὶ δὲ τὸν ἑαυτοῦ κατὰ σάρκα θάνατον, ὁδὸν ἡμῖν σωτηρίας καὶ θύραν ἀνέδειξε ζωῆς, καὶ ἀντέστραπται τῷ διαβόλῳ τὰ ἐν ἐλπίσι, καὶ μόλις ἔγνω παθὼν, ὅτι σκληρὸν αὐτῷ τὸ θεομαχεῖν. δοκεῖ δέ μοι καὶ ὁ θεσπέσιος μελῳδὸς τοῖς περὶ τούτων συμφέρεσθαι λόγοις, καί τι τοιοῦτον ὑποδηλοῦν, ὅτε φησὶν, ὡς περὶ Χριστοῦ καὶ τοῦ διαβόλου "Ἐν τῇ παγίδι αὐτοῦ ταπεινώσει "αὐτόν·" παγίδα μὲν γὰρ συνεπήξατο τῷ Χριστῷ τὸν 1.497 θάνατον ὁ διάβολος, ἀλλ' ἐν αὐτῇ τεταπείνωται τῇ οἰκείᾳ παγίδι. λέλυται γὰρ ὁ θάνατος ἐν θανάτῳ Χριστοῦ, καὶ κατηργήθη τύραννος ὁ πεσεῖσθαι μὴ προσδοκῶν. καὶ μα κρὸν μὲν ἦν ἐπὶ τούτοις ἐπιθεῖναι λόγον οὐ χαλεπὸν, ὃ δὲ ἦν ἐν χερσὶν, αὐτὸ δὴ πάλιν ἐροῦμεν. εἰ μὴ κυρίως τε καὶ ἀληθῶς θελημάτων ἦν ἔργον Ἰουδαϊκῶν, καὶ τῶν ἐν ἐκείνοις ἀνοσίων τολμημάτων καρπὸς ὁ θάνατος τοῦ Χριστοῦ, κρῖμα δὲ ἦν τὸ θεῖον, ὥσπερ οἴονταί τινες, τὸ πάντως ἄγον εἰς τοῦτο· πῶς οὐκ ἔδει λοιπὸν καὶ ὡς ἐξ ἀνάγκης ἤδη πληροῦ σθαι τὸ δόξαν δι' ἀνθρώπων δὴ πάντως, καὶ οὐχ ἑτέρως; εἶτα πῶς ἂν, εἰπέ μοι, δικαίως ἔτι κολάζοιντο ταῖς ἀπαραι τήτοις τοῦ Θεοῦ ψήφοις ὑπηρετοῦντές τινες; πῶς δὲ δείλαιος καὶ ἐν ἀμείνοσιν "εἰ μὴ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος" δι' οὗ παρεδόθη ὁ Χριστός; εἰ γὰρ θελητὸν τῷ Σωτῆρι τὸ πάθος, καὶ ἀνεθέλητον οὐδαμῶς καθ' ἕτερόν τινα τρόπον νοοῖτο, ποίαν ἂν εὐλόγως εἰσπράττοιτο δίκην, ὁ θελημάτων δεσπο τικῶν καὶ τῶν ἐσομένων ἀπαραιτήτως ὑπηρέτης ἀναδεδειγ μένος; ἢ γὰρ οὐχ ἅπασιν ἔσται διαφανὲς, ὅτι πάντως ἔδει γενέσθαι τὰ τῇ θείᾳ τε καὶ ἀῤῥήτῳ δόξαντα φύσει, γενέσθαι δὲ πάντως διά τινων; ἀλλ' ἔστι καὶ διὰ τούτων καὶ διὰ πλειόνων ἑτέρων συνιδεῖν, ὡς ἐπείπερ ἐξ οὐρανῶν καταβέ βηκεν ὁ Υἱὸς τὸν ὑπὲρ ἁπάντων ὑπομεῖναι θάνατον, ἑκών τε ὁμοῦ καὶ ἄκων, ἵνα πάντας ἀναστήσῃ τῇ ἐσχάτῃ ἡμέρᾳ, δόξαν οὕτω καὶ αὐτῷ τῷ Πατρὶ διὰ τὸ πᾶσι συμφέρον· ἑτεροφυᾶ δὲ οὐδαμῶς, ἢ κατά τι γοῦν ἡττώμενον τοῦ γεγεν νηκότος ἑαυτὸν νοεῖσθαι διὰ τούτων βούλεται. Τὸν μὲν οὖν δι' ἐναντίας ὑπερυθριάσειν ἤδη, καὶ τοῖς περὶ τούτων ἡμῖν οὐκ ἀντιτάξεσθαι λόγοις ὑπολαμβάνω· 1.498 ἐνισταμένῳ δὲ πάλιν καὶ φιλονεικεῖν ὅτι πρέποι διεγνω κότι μακρότερον ἐκεῖνό φημι. Εἰ καταβέβηκεν ἐξ οὐρανῶν ὁ Υἱὸς οὐ τὸ οἰκεῖον ἀποπληρώσων θέλημα, καθάπερ αὐτός φησιν, ἀλλὰ τὸ τοῦ Πατρὸς, καί σοι τῆς ἀρτίως ἡμῖν εἰρη μένης ἐπὶ τούτῳ θεωρίας οὐχ ἡδεῖς οἱ λόγοι φανοῦνται τυχόν· ἆρ' οὐκ ἀναγκαῖον εἰπεῖν ἀντιτετάχθαι πως αὐτοῖς τὰ θελήματα, καὶ διωρίσθαι κατὰ τὸ ἐναντίον τὴν βούλησιν; ἀλλ' ἔστι δὴ πᾶσιν ὁμολογούμενον. εἰ μὲν γὰρ τὸ διεῖργον οὐδὲν, μία δήπου πάντως ἐν ἀμφοῖν ἡ θέλησις· εἰ δὲ ὡς ἑτέραν τινὰ παρὰ τὴν τοῦ Πατρὸς ὑπάρχουσαν παρελαύνει μὲν τὴν ἑαυτοῦ, πληροῖ δὲ ἐκείνην, πῶς οὐκ ἀσυνέτως ἐροῦμεν μίαν εἶναι, καὶ οὐχ ἑτέραν ὡς πρὸς ἑτέραν; Ἴδωμεν τοίνυν ἐν τίσιν ἐστὶν ἡ θέλησις τοῦ Πατρός· οὕτω γὰρ δὴ καὶ τὴν ἑτέραν, ὅποι ποτὲ βλέποι, διαγνωσό μεθα. οὐκοῦν ἡ μὲν βούλησις τοῦ Πατρὸς, ὡς αὐτὸς εἴρηκεν ὁ Σωτὴρ, ἵνα πᾶν ὃ δέδωκεν αὐτῷ μὴ ἀπολέσῃ ἐξ αὐτοῦ ἀλλ' ἀναστήσῃ αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ. καὶ ἀγαθὴ μὲν ὅτι καὶ φιλάνθρωπος οὐδεὶς ἀντερεῖ· μεθιστάντες δὲ πρὸς τὴν ἐναν τίως ἔχουσαν βούλησιν τοῦ Υἱοῦ τὰς ἐννοίας, οὔτε φιλάν θρωπον, οὔτε μὴν ὅλως εὑρήσομεν ἀγαθὸν, φρονοῦντα δὴ πάντως τἀναντία τῷ Πατρὶ, καὶ οὔτε διασώζειν ἡμᾶς, οὔτε μὴν ἐκ θανάτου διανιστᾶν ἐθέλοντα. πῶς οὖν ἔτι ποιμὴν ἀγαθὸς, πῶς δὲ σημεῖον ἡμῖν τῆς ἐνούσης αὐτῷ φιλανθρω πίας ἐτίθει, τὸ διδόναι τὴν ψυχὴν ὑπὲρ ἡμῶν; εἰ μὲν γὰρ καταβέβηκεν ἐξ οὐρανῶν, ἵνα τοῦτο πληρώσῃ καθ' ἑκούσιον βούλησιν, πῶς οὐ τὸ ἴδιον θέλημα πληροῖ, μήτε ἀπολλύων τὸ προσαγόμενον, ἀλλὰ καὶ διανιστὰς κατὰ τὴν ἐσχάτην ἡμέραν; εἰ δὲ οὐκ ἔστιν ἐν θελήσει τοῦτο αὐτῷ, ὑπηρετεῖ δὲ μᾶλλον τοῖς θελήμασι τοῦ Πατρὸς, καὶ διανιστὰς καὶ δια σώζων, τοὺς ἀπολωλότας δηλονότι καὶ τῷ θανάτῳ κεκρατη μένους, πῶς οὐκ ἀληθεύσομεν, οὔτε ἀγαθὸν, οὔτε μὴν 1.499 ἑτέρως φιλάνθρωπον εἶναι διαβεβαιούμενοι τὸν Υἱόν; παυ έσθω τοίνυν ὁ χριστομάχος, πανταχόθεν αὐτῷ πρὸς δυσφη μίαν κατηγορουμένου τοῦ προβλήματος, καὶ πικροῖς ἡμᾶς περὶ τούτων μὴ καθυλακτείτω λόγοις. Τοῦτο γάρ ἐστι τὸ θέλημα τοῦ Πατρός μου, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ. Ὁρισάμενος ἤδη τὸ ἀγαθὸν θέλημα τοῦ Πατρὸς, ἀπολευ καίνει πάλιν αὐτὸ, καὶ πλατύτερον εἰς ἐπίσκεψιν τοῖς ἀκροω μένοις προτίθησι, διὰ τοῦ καὶ ἐσαῦθις ἀναλαβεῖν. τίς γὰρ ἂν γένοιτο τῆς προσαγωγῆς ὁ τρόπος, καὶ τί τὸ ἐκ τοῦ προσῆχθαι κερδανοῦσί τινες, ἐξηγεῖται λαμπρῶς. δίδωσι τοίνυν ὁ Πατὴρ τῷ Υἱῷ ζωοποιεῖν ἰσχύοντι τὰ ζωῆς ἐπιδεᾶ· δίδωσι δὲ οὕτως, ὡς διὰ γνώσεως ἐντιθεὶς ἑκάστῳ δηλονότι τὴν ἐφ' Υἱῷ κατάληψιν ἀληθῆ, καὶ τὸ δύνασθαι συνιέναι καθαρῶς ὅτιπερ εἴη Θεὸς ἐκ Θεοῦ Πατρὸς ἀληθινοῦ, ἵν' οὕτως διατεθεὶς, καὶ ταῖς ἐπ' αὐτῷ θεωρίαις κατηγλαϊσμένος, ἐπὶ τὸ ἐκ τῆς πίστεως ἀναφέροιτο γέρας, τουτέστι τὴν μακραίωνα ζωὴν, καὶ τὸν ἀμήρυτον ἐν μακαριότητι βίον. προσάγει μὲν οὖν ὁ Πατὴρ διὰ γνώσεως καὶ θεοπρεποῦς θεωρίας τῷ Υἱῷ, τοὺς οἷς ἂν τὴν θείαν ἐπιψηφίσαιτο χάριν. ζωοποιεῖ δὲ λαβὼν ὁ Υἱὸς, καὶ τὸ ἴδιον ἀγαθὸν τοῖς ἐξ οἰκείας φύσεως καταφθείρεσθαι πεφυκόσιν ἐντιθεὶς, καὶ κα θάπερ σπινθῆρα πυρὸς ἐγκαταχώσας αὐτοῖς τὴν ζωοποιὸν τοῦ Πνεύματος δύναμιν, ὅλους δι' ὅλου μεταπλάττει εἰς ἀθανασίαν. ἀκούων δὲ πάλιν, ὅτι προσκομίζει μὲν ὁ Πατὴρ, τὸ δὲ ἀναβιοῦν δύνασθαι χορηγεῖ τοῖς προστρέχουσιν ὁ Υἱὸς, μὴ πρὸς ἐκτόπους ἀποδημήσεις ἐννοίας, ὡς ἰδίᾳ καὶ μεμερι 1.500 σμένως οἴεσθαί τι ποιεῖν ἑκάτερον, πρὸς ὅπερ ἂν ἔχοι φύσεως ἐπιτηδείως, δέχου δὲ μᾶλλον εἰς νοῦν ὅτι συνεργάτης μέν ἐστιν ὁ Πατὴρ τῷ Υἱῷ καὶ ὁ Υἱὸς αὖ πάλιν τῷ Πατρὶ, καὶ ὅλης, ἵν' οὕτως εἴπω, τῆς ἁγίας Τριάδος ἔργον ἐστὶν ἡ καθ' ἡμᾶς σωτηρία καὶ ἡ ἐκ θανάτου πάλιν εἰς ζωὴν ἐπάνοδος, ἀρκούντως δὲ ἴσθι καὶ τὸν Πατέρα πρὸς πᾶσαν ἔχειν ἰσχύν τε καὶ χρείαν, ὁμοίως δὲ καὶ τὸν Υἱὸν, καὶ προσέτι τὸ Ἅγιον Πνεῦμα· ἔρχεται δὲ διὰ πάσης τῆς ἁγίας Τριάδος τὰ εἰς ἡμᾶς ἀγαθὰ, καὶ τὰ πάντα ἐν πᾶσιν ὁ Θεὸς καὶ Πατὴρ ὁλοκλήρως εὑρίσκεται δι' Υἱοῦ ἐν Πνεύματι. Ἐπιτηρητέον δ' οὖν ὅμως κἀκεῖνο, ὡς πολύ τι τὸ ἀξιό λογον ἐν τῷ πιστεύειν εἰς τὸν Υἱὸν εὑρίσκεται. ζωὴν γὰρ ἔχει τὸ γέρας· εἰ δὲ ἐν Υἱῷ κατὰ φύσιν ἐπιγινώσκεται ὁ Πατὴρ καὶ Θεὸς, τίς ἂν ἀνάσχοιτο λοιπὸν τῶν ἔξω φερόν των αὐτὸν τῆς οὐσίας τοῦ Πατρὸς, καὶ ἀπύλωτον ἐχόντων εἰς τὴν ἐπὶ τούτῳ δυσφημίαν τὸ στόμα; δι' ὧνδε δύνασθαι διανιστᾶν εἰς ζωὴν τὸ πεπτωκὸς εἰς θάνατον ἐπαγγέλλεται, διὰ τούτων αὐτῶν, οὐδεμιᾶς ἤδη μεσολαβούσης ἐξαλλαγῆς, εἰς ταυτότητα φυσικὴν ἀναβαίνει τῷ γεγεννηκότι· ζωῆς γὰρ ἔργον ἴδιον τὸ ζωοποιεῖν, καὶ ἐπείπερ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ, ζωὴ πάντως καὶ ὁ κατὰ φύσιν ἐξ αὐτοῦ νοηθή σεται, τουτέστι ὁ Μονογενής. Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι εἶπεν Ἐγώ εἰμι ὁἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ. Ἀγανακτοῦσι πάλιν οἱ τῶν εἰρημένων παρὰ Χριστοῦ συνιέντες οὐδέν· πέφυκε δέ πως ἐν τούτοις ὁρᾶσθαι κατὰ τὸ πλεῖστον ὁ ἀπαίδευτος νοῦς· οὐ γὰρ ἔχοντες περιδράττεσθαι 1.501 τῶν ἐννοιῶν, δι' ὧν ἦν εἰκὸς μεταποιηθήσεσθαί πως ἐπὶ τὸ ἄμεινον, εἰς ἀκαίρους ὀλιγοψυχίας ἐκτελευτᾷ. ἢ γὰρ οὐχὶ καὶ ἀληθὲς ἐπ' αὐτοῖς δὴ πάλιν τοῖς Ἰουδαίοις τὸ εἰρημένον εὑρήσομεν; χαλεπαίνουσι γὰρ διὰ ποίαν αἰτίαν; τίς δὲ αὐτοὺς εἰς τοῦτο κέκληκε λόγος; γογγύζουσι δὲ διατί; καίτοι μᾶλλον ἐχρῆν φιλομαθέστερον τοῖς εἰρημένοις ἐπι στῆσαι τὸν νοῦν, καὶ ἐξ αὐτῶν ἤδη κατασκέπτεσθαι τῶν πραγμάτων τὴν ἀλήθειαν, διά τε τῆς ἐν τοῖς ἀποτελεσθεῖσι μεγαλουργίας, εἰς δοκιμωτάτην ἰέναι σύνεσιν, πότερόν ποτε

διαψεύδοιτο Χριστὸς, ἄρτον ἑαυτὸν, καὶ τοῦτο ἐξ οὐρανοῦ καταβεβηκότα καλῶν, ἤγουν ἀληθεύει, καὶ τοῦτον ἔχων αὐτοῖς τὸν τρόπον ἁλίσκοιτο. οὕτω γὰρ ἦν κρίνοντας ὀρθῶς παιδαγωγεῖσθαι καλῶς πρὸς τὴν τοῦ συμφέροντος εὕρεσιν· ἀλλὰ ζητοῦντες οὐδὲν χαλεπαίνουσι, καίτοι διὰ τῶν ἤδη παρῳχηκότων, ἄρτον ὄντως ζωῆς καὶ ἀληθινὸν ἐπιδεί ξαντος ἑαυτὸν τοῦ Χριστοῦ, ἀντιδιαστέλλοντός τε τῷ ἐν τύπῳ καὶ σκιᾷ χορηγηθέντι μάννα κατὰ τὴν ἔρημον τοῖς πατράσιν αὐτῶν. "Ὁ γὰρ ἐρχόμενος πρὸς μὲ, φησὶν, οὐ "μὴ πεινάσῃ πώποτε·" ὡς τῶν ἐκεῖνο φαγόντων τὸ μάννα, βραχεῖάν τινα καὶ εὐαπόβλητον κομιδῆ τὴν ἀπόλαυσιν ἐσχη κότων περὶ τὴν σάρκα· τῶν δὲ πρὸς αὐτὸν ἰόντων διὰ τῆς πίστεως, οὐκ εἰς ὁμοίαν τοῖς τότε τὴν ὄνησιν ἀναβησομένων, καρπωσομένων δὲ μᾶλλον διηνεκῆ τῆς εὐλογίας τὴν χάριν. Σφάλλεται τοίνυν τῶν Ἰουδαίων ὁ νοῦς, μόνα βλέπων τὰ ἐπὶ τῆς γῆς· καὶ τοῦτο ἦν ἄρα τὸ ἐπ' αὐτοῖς ᾀδόμενον "Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ "τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον," ἵνα μηδαμόθεν πρὸς τὴν τῶν θείων μυστηρίων ἀνανεύοντες γνῶσιν, κακοὶ κακῶς ἀπόλοιντο διὰ τὰς σφῶν αὐτῶν ἀπονοίας, καὶ τὸ λίαν ἀκρατὲς εἰς ἀπείθειαν. ἀναμιμνησκόμενοι δέ πως τὰ ἐν τοῖς 1.502 Μωυσαϊκοῖς συγγράμμασι, πατρῷον ὥσπερ τινὰ τοῖς Ἰου δαίοις κλῆρον ἐνόντα τὸν ἐπὶ τοῖς ἀρίστοις τε καὶ ἀγαθοῖς γογγυσμὸν εὑρήσομεν· ἀλλ' εἰς πικρὸν καταλῆγον τὸ πρᾶ γμα τέλος, καὶ πάλαι μὲν ἐν ἐκείνοις ἡ πεῖρα, καὶ νῦν ἐπὶ τούτοις οὐδὲν ἧττον ἐπέδειξεν. ἐγόγγυζον ἐκεῖνοι κατὰ τὴν ἔρημον, καὶ ἀχάριστον ἐποιοῦντο κατὰ Θεοῦ τὴν καταβοὴν, ἀλλ' "ὑπὸ τῶν ὄφεων ἀπώλλυντο," καθάπερ που καὶ ὁ σοφὸς διεμαρτύρατο Παῦλος· γογγύζουσι καὶ οὗτοι κατὰ Χριστοῦ, καὶ τὸν νομοθέτην καὶ λυτρωτὴν ταῖς οὕτω μα κραῖς ἀπειθείαις ὑβρίζουσιν· ἀλλ' ἐντελεῖται "τῷ δράκοντι "καὶ δήξεται αὐτοὺς," κατὰ τὸ γεγραμμένον· προκείσονται δὲ θοίνη τῷ παμφάγῳ θηρὶ, καταλήγει γὰρ ὡς ἐξ ἀνάγκης ἀεὶ πρὸς τέλος ἡ ἀπείθεια τὸ παγχάλεπον. Καὶ ἔλεγον Οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσὴφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς οὖν λέγει ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; Ὦ πολλῆς ἀμαθίας, καὶ ἀκράτῳ μέθῃ κατεσκοτισμένης διανοίας· "ἐπαχύνθη, κατὰ τὸ γεγραμμένον, ἡ καρδία τοῦ "λαοῦ τούτου." θεωρεῖ γὰρ ὄντως οὐδὲν, ὧν ἔδει συνιέναι λαμπρῶς, καὶ γέλωτος ἄξια καὶ φρονεῖ καὶ φθέγγεται· χρῆν γὰρ δήπου μᾶλλον αὐτοὺς τὴν τοῦ πανσόφου Μωυσέως ἐκμελετῶντας συγγραφὴν, τοῖς τε τῶν ἁγίων προφητῶν ἐντρυφῶντας κηρύγμασιν ἐκεῖνο νοεῖν, ὡς οὐ δίχα σαρκὸς, οὐδὲ τῶν διὰ σώματος περιβλημάτων, ὡς ἡμᾶς ἀφίξεσθαι προσεδοκᾶτο Χριστὸς, ἀλλ' ἐν ἀνθρωπείᾳ μορφῇ φανή σεσθαι προεκηρύττετο, καὶ ἐν τῷ κοινῷ δὴ τούτῳ πάντων εὑρεθήσεσθαι σχήματι· διάτοι τοῦτο τὴν μὲν ἁγίαν παρθένον ἕξειν ἐν γαστρὶ, τέξεσθαι δὲ καὶ υἱὸν, προφητικὸς ἡμῖν ἀναφωνεῖ λόγος· ὀμόσας δὲ τῷ μακαρίῳ ∆αυεὶδ ἀλήθειαν 1.503 εὑρίσκεται Κύριος, ἣν δὴ καὶ ἀθετήσειν οὐδαμῶς ἐπηγγέλ λετο, ὅτι θήσει τὸν ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ ἐπὶ τοῦ θρόνου αὐτοῦ, καθὰ γέγραπται· ἐξελεύσεσθαι δὲ καὶ "ῥάβδον "ἐκ τῆς ῥίζης Ἰεσσαὶ" προαπήγγελτο. οἱ δὲ εἰς τοσαύτην ἀλογίαν ἐκτρεχόντες οὐκ αἰσθάνονται, ὡς εἴπερ εἰδεῖεν τὴν κατὰ σάρκα μητέρα τοῦ μετὰ σαρκὸς ἀφίξεσθαι προκεκη ρυγμένου, διὰ τοῦτο χρῆναι δὴ πάντως ἀπειθεῖν οἰομένων, ὅτι καταβέβηκεν ἐκ τῶν οὐρανῶν· εἰ γὰρ καὶ μὴ κατὰ σῶμα τοῦτο γεγονὸς εὑρήσομεν, ἀλλ' ἦν ὡς ἐν οἰκείῳ ναῷ τῷ ἐκ παρθένου σώματι Λόγος ὁ θεῖος, ἄνωθεν ἐκ Πατρὸς ὡς ἡμᾶς ἀφιγμένος, καὶ διὰ τὴν ἁπάντων σωτηρίαν σπέρματος Ἁβραὰμ ἐπιδραξάμενος, ἵνα "κατὰ πάντα τοῖς ἀδελφοῖς" ὁμοιωθῇ, καὶ καλέσῃ πρὸς υἱοθεσίαν τὴν ὡς πρὸς Θεὸν τὴν ἀνθρώπου φύσιν, Θεὸς ἅμα καὶ ἄνθρωπος ἀναδεδειγμένος. ἀλλ' οὐ συνέντες τὴν μετὰ σαρκὸς οἰκονομίαν τοῦ Σωτῆρος ἡμῶν Ἰουδαῖοι, ἀπὸ τοῦ τὴν μητέρα γινώσκειν αὐτοῦ καὶ τὸν πατέρα, καίτοι μὴ ὄντα πατέρα, οὐκ ἐρυθριῶσιν ἀσχάλλοντες, ὅτι καταβῆναι λέγοι Χριστὸς ἐξ οὐρανοῦ. Τύπος δὲ πάλιν ἡμῖν ὠφελείας ἀνατέλλει κἀν τούτῳ πολλῆς· παιδευόμεθα γὰρ διὰ τούτων ἐν τοῖς καθ' ἡμᾶς, ὅτι πολλὴν ἂν ἡμῖν προσοίσῃ ζημίαν τὸ μὴ μᾶλλον τοῖς νοητοῖς τῆς καρδίας ὄμμασι τὴν ἐνοῦσαν τοῖς ἁγίοις περιαθρεῖν ἀρε τὴν καὶ εἰς τὴν ἐγκεκρυμμένην αὐτοῖς δόξαν ἀφορᾶν, ἀλλ' ἐκ τῆς περὶ τὸ σῶμα σμικροπρεπείας πολλάκις οὐδενὸς ἐν τάξει τιθέναι τὸ μέγα παρὰ Θεῷ καὶ τίμιον. οὕτω περὶ τῶν ἁγίων ἐν προφήταις ὁ Θεός που φησὶν, ὡς ἐν ἑνὶ κατὰ πάντων ἁπλώσας τὸν λόγον "Εὐλογημένος ὁ ἄνθρωπος ὃς πέποιθεν "ἐπὶ τῷ Κυρίῳ, καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ, καὶ ἔσται ὡς "ξύλον εὐθηνοῦν παρ' ὕδατι, καὶ ἐπὶ ἰκμάδα βαλεῖ ῥίζαν "αὐτοῦ, ἐν ἐνιαυτῷ ἀβροχίας οὐ φοβηθήσεται, καὶ οὐ δια 1.504 "λείψει ποιῶν καρπόν. βαθεῖα καρδία παρὰ πάντα, καὶ "ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν; ἐγὼ Κύριος "ἐτάζων καρδίας, δοκιμάζων νεφρούς." ὅταν τοίνυν ἡμεῖς τὸν ἐγνωσμένον παρὰ Θεῷ, καὶ ἐν ταῖς ἀρτίως εἰρημέναις τεθαυμασμένον ἀρεταῖς, ταῖς ἀλαζονείαις κατασμικρύνωμεν, εἰς μόνην αὐτοῦ τὴν ἐξωφανῆ καὶ ἐπίκηρον ἀποβλέποντες σάρκα, καὶ τὴν ἐκ τοῦ σώματος ἀδοξίαν πρόφασιν τῆς ἐπ' αὐτῷ σμικροψυχίας ποιησάμενοι, πῶς οὐχὶ τἀναντία φρο νοῦντες τῷ πάντων ἁλωσόμεθα βασιλεῖ, δίκην τε οὕτως ὑφέξομεν οὐ μετρίαν, ἔσθ' ὅτε τὸ ὑψηλὸν λέγοντες ταπεινὸν, καὶ τὸ φῶς τιθέμενοι σκότος, καὶ τὸ γλυκὺ πικρὸν ὁρι ζόμενοι; Φυλακτέον τοιγαροῦν τοῖς ἁγίοις τὰς αὐτοῖς πρεπούσας τιμὰς, καὶ θεωρητέον μᾶλλον αὐτοὺς διὰ τῆς ἔσωθεν καὶ κεκρυμμένης εὐκλείας, ἢ ἐν οἷς ἂν εἶεν διὰ τὴν σάρκα. ἀλλὰ γὰρ οἱ πλεῖστοι τῶν ἐν ἡμῖν, τὸ μὲν ἐν κόσμῳ ταπει νὸν τιμῆς μὲν ὅλως ἢ καί τινος δόξης ἀξιοῦν οὐκ ἀνέχονται, κἂν ὑπάρχοι διαπρεπὴς ἐν ἀρεταῖς, εἰς δὲ μόνην ἀποβλέ ποντες τὴν ἐκ πλούτου πλεονεξίαν, καὶ τὴν εὐδιάφθορόν τε καὶ ὅσον οὐδέπω τεθνηξομένην εὔκλειαν ἐνορῶντες οὐ σφόδρα δικαίοις ὀφθαλμοῖς, παρ' οὐδὲν ποιοῦνται τὸ κρίνειν ὀρθῶς. τοὺς γὰρ δὴ τοιούτους καὶ λίαν εἰκότως διαγελᾷ τοῦ Σω τῆρος ὁ μαθητὴς, λέγων "Ὑποκριταὶ, ἐὰν γάρ τις εἰσέλθῃ "εἰς τὴν συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι "λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι," εἶτα λέγητε, φησὶ, τῷ μὲν πλουσίῳ πρὸς τῷ δεξιῷ καθέζεσθαι τόπῳ, τῷ δὲ "πτωχῷ Στῆθι ἐκεῖ ἢ κάθου ὑπὸ τὸ ὑποπόδιόν "μου, οὐ διεκρίθητε ἐν ἑαυτοῖς;" καίτοι σκοπεῖν ἐντεῦθεν ἀκόλουθον, πόσης ἂν εἶεν εὐλόγου μομφῆς ὑπαίτιοι γεγο νότες, οἱ τοῖς ἔξωθεν περιβλήμασι, καὶ οὐχὶ τοῖς ἔσωθεν 1.505 ἀγαθοῖς τὸν ἄνδρα θαυμάζοντες. καὶ πλοῦτος μὲν γὰρ καὶ τὸ ἐκ πλούτου λαμπρὸν, ἀλλοτρίαν τινὰ καὶ νόθην τοῖς κεκτημένοις προσοίσειεν ἂν εἰκότως τὴν δόξαν· ἡ δὲ ἐν καρδίᾳ λαμπρότης, καὶ τὸ ἐν ἔργοις ἀγαθοῖς διαφανὲς, γνήσιος ἂν εἶεν καὶ ἐμπεφυκὼς τοῖς ἔχουσι πλοῦτος, οὐ συναπομένων τῇ σαρκὶ, καὶ σὺν αὐτῇ κατασηπόμενος, ἀλλ' ἐνδημούσῃ μὲν ἔτι τῇ ψυχῇ κατὰ τόνδε τὸν βίον συνῳκισ μένος, ἐκδημούσῃ δὲ πάλιν συναφιπτάμενος, ὅποι περ ἂν ὁ τοῦ παντὸς νεύσειεν ἡγεμών. πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρὶ, καθάπερ ἠκούσαμεν. Τιμητέον τοιγαροῦν οὐχὶ πάντως ἢ ἀναγκαίως τὸν ἐν πλούτῳ διαφανῆ, καὶ τοῖς ἐπὶ γῆς δοξαρίοις καθάπερ ἐν πίνακι κατακεχρωσμένον, ἐκείνους δὲ μᾶλλον, οἷς ἡ τῶν ἔργων φαιδρότης ἀμάραντον ἀποτίκτει διὰ Θεοῦ τὴν εὔ κλειαν, καὶ τὸ ἔσωθεν ἐναστράπτει κάλλος διὰ πάσης ἰδέας ἀγαθῶν ἐκλελαμπρυσμένους. Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Μὴ γογγύζετε μετ' ἀλλήλων. οὐδεὶς δύναται ἐλθεῖν πρὸς μὲ, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτὸν, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Κατασμικρύνουσιν Ἰουδαῖοι τὸν Ἰησοῦν, τὸν μὲν ἐν τοῖς οὐρανοῖς ἀγνοοῦντες Πατέρα, καὶ ὅτι περ εἴη κατὰ φύσιν Υἱὸς τοῦ πάντων δεσπόζοντος, οὐδαμόθεν ἐπιγινώσκοντες, εἰς δὲ μόνην ἀποβλέποντες τὴν ἐπὶ τῆς γῆς μητέρα καὶ τὸν Ἰωσήφ. διὰ τοῦτο θερμότερόν πως αὐτοῖς ὑπαντᾷ, καὶ παραχρῆμα πάλιν ἐπ' αὐτὸ τὸ θεοπρεπὲς ἀξίωμα χρησίμως ἀναπηδᾷ· δι' ὧν οἶδεν, ὡς Θεὸς, καὶ τὸ λάθρα ψιθυρισθὲν καὶ εἰς νοῦν αὐτοῖς ἀναβεβηκὸς, διὰ τούτων αὐτῶν ἐπιτρέπων ἐννοεῖν, ὅτι τῆς ἀληθείας ἐκπίπτουσι, καὶ μικρὰν κομιδῆ τὴν 1.506 ἐπ' αὐτῷ διάληψιν ἐποιήσαντο. τὸν γὰρ ὅλως εἰδότα καρ δίας, ἐξετάζοντά τε τὰ ἐν νῷ κινήματα, καὶ οὐδὲν ἠγνοηκότα τῶν ἐν ψυχαῖς βουλευμάτων, πῶς οὐχὶ μᾶλλον ἐχρῆν δόξῃ μὲν ἤδη καταστέφειν τῇ θεοπρεπεῖ, καὶ ἀνακομίζειν δὲ εἰς τοσοῦτον τῆς ἐν ἀνθρώποις σμικροπρεπείας, ὅσον δὴ ὑπερ κέοιτο τῶν ἐπὶ γῆς ὁ Θεός; ἀνακαλύπτων τοίνυν τὸν ἐν ἀφθόγγοις ἔτι μομφαῖς κατακεχωσμένον λογισμὸν, καὶ τὸν λάθρα διαψιθυρισθέντα γογγυσμὸν ἐν αὐτοῖς φανερὸν καθι στὰς δι' αἰτίαν ἤδη τὴν εἰρημένην Μὴ γογγύζετέ φησι μετ' ἀλλήλων· εἶτα δεικνὺς, ὅτι θεοδίδακτον ἐν ἀνθρώποις ἀγαθὸν τὸ περὶ αὐτοῦ μυστήριον, καὶ τῆς ἄνωθεν χάριτος ἔργον ἐστὶν ἡ περὶ αὐτοῦ γνῶσις, μηδὲ δύνασθαί φησιν ὡς αὐτὸν ἀφικέσθαι, μὴ οὐχὶ ταῖς τοῦ Πατρὸς νουθεσίαις καθειλ κυσμένον· ἦν δὲ τοῦτο πάλιν ἕτερον ποιοῦντος οὐδὲν ἢ σκοπεῖν ἀναπείθοντος, ὅτι δεήσοι μὲν αὐτοὺς κλάοντας καὶ πικραινομένους, ἐφ' οἷς μὲν ἤδη λελυπήκεσαν ἐλευθεροῦσθαι ζητεῖν, ἀνέλκεσθαι δέ πως καὶ εἰς σωτηρίαν διὰ πίστεως τῆς εἰς αὐτὸν, διὰ βουλῆς τοῦ Πατρὸς, καὶ τῆς ἄνωθεν ἐπικουρίας κατευμαριζούσης αὐτοῖς τὴν ἐν τούτοις ὁδὸν, καὶ λείαν ὥσπερ ἀποτελούσης, τὴν ἐπείπερ ἡμάρτανον ἀφειδῶς ἐκτετραχυ μένην· ἀναστήσειν γεμὴν ἐκ νεκρῶν τὸν πιστεύοντα χρησί μως διεβεβαιοῦτο, καὶ διὰ τούτου πάλιν Θεὸν ὄντα κατὰ φύσιν καὶ ἀληθινὸν τοῖς ἀνοήτοις ἑαυτὸν παριστάς· τὸ γὰρ ὅλως δύνασθαι ζωοποιεῖν, καὶ παλινδρομῆσαι πρὸς ἀναβί ωσιν ἀναγκάσαι τῷ θανάτῳ κεκρατημένον, μόνῃ μὲν ἂν πρέποι δικαίως τῇ τοῦ Θεοῦ φύσει, προσγράφοιτο δὲ τῶν γενητῶν οὐδενί. τοῦ γὰρ ζῶντός ἐστι τὸ ζωοποιεῖν, καὶ οὐχὶ τοῦ παρ' ἑτέρου δανειζομένου τὴν χάριν. 1.507 Ἔστι γεγραμμένον ἐν τοῖς προφήταις Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ. Τὴν ἐνυπάρχουσαν τοῖς ἀκροωμένοις ἀπόνοιαν ἐννοήσας ὡς Θεὸς, οὐκ ἀμαρτύρητον ἐᾷ τὸν ἐπὶ τούτῳ λόγον, ἄνωθεν δὲ διὰ τῶν ἁγίων προφητῶν προκεκηρυγμένον ἤδη καὶ προ αναφωνηθέντα δεικνύει, καὶ τὰς τῶν ἀντερεῖν ὅτι πρέποι πάλιν αὐτῷ διενθυμουμένων προαναιρῶν ἀφορμὰς, καὶ τὴν ἐνοῦσαν αὐτοῖς ἀμαθίαν οὐδὲν ἧττον ἀπογυμνῶν, διὰ τοῦ καὶ τοῦτο δὴ πάλιν ἀγνοοῦντας ὁρᾶσθαι, καίτοι νόμῳ παιδαγω γουμένους πρὸς τὴν τῶν ἐσομένων κατάληψιν. ἀναπείθει τοίνυν καὶ οὐχ ἑκόντας ἤδη συννεύειν· οὐ γὰρ ἦν εἰκὸς καὶ ταῖς τῶν ἁγίων προφητῶν ἀντιστατήσειν φωναῖς, ὅτι τοῖς ἀξίοις ἐνηχήσει ὁ Θεὸς καὶ Πατὴρ τὸ περὶ αὐτοῦ μυστήριον, καὶ ἀποκαλύψει τὸν ἴδιον Υἱὸν, ἀποῤῥήτως ἑκάστῳ προσ λαλῶν, καὶ θεοπρεπῶς τὴν ἐπὶ τούτοις σύνεσιν ἐντιθείς. Ἀνωτέρω δὲ λέγων "Οὐδεὶς δύναται ἐλθεῖν πρὸς μὲ, "ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτὸν," οὐκ ἀναγκαστικὴν, οὐδὲ βιαιοτάτην οὖσαν ἐπιδεικνύει τὴν ἕλξιν προστιθείς· Πᾶς ὁ ἀκούσας παρὰ τοῦ Πατρός μου καὶ μαθὼν ἔρχεται πρὸς μέ. Ὅπου γὰρ ἀκοὴ καὶ μάθησις καὶ τὸ ἐκ παιδεύσεως ἀγαθὸν, διὰ πειθοῦς δηλονότι καὶ οὐκ ἐξ ἀνάγκης ἡ πίστις· ἀντιληπτικὴ δὲ μᾶλλον, ὡς ἐξ ἀγάπης τοῖς ἀξίοις ἡ ἐπὶ Χριστῷ σύνεσις χορηγεῖται παρὰ τοῦ Πατρὸς ἤπερ ἀναγκα στική· περισώζεσθαι γὰρ ὁ δογματικὸς ἀναγκάζει λόγος τὸ αὐτεξούσιον καὶ αὐτοπροαίρετον τῇ τοῦ ἀνθρώπου ψυχῇ, ἵνα 1.508 δικαίους μὲν ἐπ' ἀγαθοῖς ἀπαιτῇ τοὺς μισθοὺς, σφαλλομένη δὲ τοῦ πρέποντος, καὶ τὸ τῷ νομοθέτῃ δοκοῦν ἐκ ῥᾳθυμίας ἐκβαίνουσα, τὴν ἐπὶ τῷ κολάζεσθαι δίκην καὶ εὐλογωτάτην ἀποκομίζοιτο. Ἰστέον δὲ ὅτι κἂν λέγοιτό τινας ἐκπαιδεύειν ὁ Πατὴρ τὸ ἐπὶ Χριστῷ μυστήριον, ἀλλ' οὐ μόνος ἐνεργήσει περὶ τοῦτο, ἐπιτελέσει δὲ μᾶλλον ὡς διὰ σοφίας ἰδίας αὐτὸ τοῦ Υἱοῦ. ἐννοεῖν γὰρ ἀκόλουθον, ὡς οὐ δίχα σοφίας ἡ κατὰ σύνεσιν ἔν τισιν ἀποκάλυψις ἔσται παρὰ τοῦ Πατρός. σοφία δὲ τοῦ Πατρός ἐστιν ὁ Υἱός. οὐκοῦν ὡς διὰ σοφίας ἐνεργήσει τοῦ ἰδίου γεννήματος τὴν ἐν τοῖς ἀξίοις ἀποκάλυψιν ὁ Πατήρ. καὶ ἁπαξαπλῶς εἰπεῖν, ἀληθῶς δὲ δὴ πάντως, καὶ οὐχ ἑτέρως, οὐκ ἄν τις ἁμάρτοι, πάνθ' ὅσα πέρ ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ἐνεργήματα τὰ ἐπί τισιν, ἤτοι θελήματα, πάσης εἶναι λέγων τῆς ἁγίας Τριάδος, ὁμοίως δὲ καὶ τὰ αὐτοῦ τοῦ Υἱοῦ, καὶ τὰ τοῦ Ἁγίου Πνεύματος. διὰ γάρτοι ταύτην, ὡς ἐγῷμαι, τὴν αἰτίαν, τοῦ Θεοῦ καὶ Πατρὸς ἀποκαλύπτειν λεγομένου τὸν ἴδιον Υἱὸν, καὶ καλεῖν ἐπ' αὐτῷ τοὺς εἰς τὸ πιστεύειν ἑτοιμοτέρους, καὶ αὐτὸς ὁ Υἱὸς τοῦτο ποιῶν εὑρί σκεται, καὶ τὸ Πνεῦμα δὲ οὐδὲν ἧττον τὸ Ἅγιον. Πέτρῳ μὲν γὰρ τῷ μακαρίῳ φησὶν ὁ Σωτὴρ, τὴν εἰς αὐτὸν πίστιν εὐθαρσέστατα διωμολογηκότι "Μακάριος εἶ Σίμων Βὰρ "̓Ιωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ "Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς." αὐτὸς δὲ τοῦτο ποιῶν ἐν ἑτέροις ὁρᾶται. καὶ γοῦν ἐφ' ἑαυτῷ καλῶς δὴ λίαν ὁ Παῦλος ἀποσεμνύνεται, περὶ τοῦ κατὰ Χριστὸν μυστηρίου βοῶν "Οὐδὲ γὰρ ἐγὼ παρ' ἀνθρώπου παρέλαβον αὐτὸ, ἢ ἐδιδά "χθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ." ἴδοις δὲ ἂν ὅτι καὶ αὐτὸ τὸ Πνεῦμα τὸ Ἅγιον οὐδὲν ἧττον ἡμῖν ἀποκαλύπτει Χριστόν. ἐπιστέλλει γοῦν ὁ σοφώτατος Ἰω 1.509 άννης "Καὶ ὑμεῖς τὸ χρίσμα ὃ ἐλάβετε ἀπ' αὐτοῦ μένει ἐν "ὑμῖν, καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς, ἀλλ' ὡς "τὸ αὐτοῦ χρίσμα διδάσκει ὑμᾶς περὶ πάντων." καὶ αὐτὸς δέ που φησὶν ὁ Σωτὴρ, ὡς περὶ τοῦ παρακλήτου, τουτέστι τοῦ Πνεύματος "Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ "δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα "τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς ἐν τῇ ἀληθείᾳ πάσῃ· οὐ γὰρ "λαλήσει ἀφ' ἑαυτοῦ, ἀλλ' ὅσα ἀκούει λαλήσει, καὶ τὰ "ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ "ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν." πνεῦμα γὰρ ἀληθείας ὑπάρχον, φωταγωγήσει τοὺς ἐν οἷς ἂν γένοιτο, καὶ ἐπὶ τὴν τῆς ἀληθείας χειραγωγήσει κατάληψιν. καὶ ταῦτά φαμεν, οὐχ ὡς κατασχίζοντες εἰς ἀλλοτριότητα, καὶ εἰς τὸ διῃρη μένως κατὰ τὸ πᾶν ἢ τὸν Πατέρα τιθέντες τοῦ Υἱοῦ, ἤγουν τὸν Υἱὸν τοῦ Πατρὸς, ἀλλ' οὐδὲ τὸ Πνεῦμα τὸ Ἅγιον τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, ἀλλ' εἴπερ μία θεότης ἐστί τε ὄντως καὶ οὕτω κηρύττεται ἐν τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ θεωρουμένη Τριάδι, τὰ ἑκάστῳ προσαπτόμενα καὶ ἰδίως ἀνατεθεῖσθαι δοκοῦντα, πάσης εἶναι διοριζόμενοι τῆς θεότητος βουλάς τε καὶ ἐνεργείας. ἐνεργήσει γὰρ δι' ἑαυτῆς οὐ μεμερισμένως ἡ θεία τε καὶ ἀδιαίρετος φύσις, ὅσον ἧκεν εἰς τὸν ἕνα τῆς θεότητος λόγον, εἰ καὶ ὑφέστηκε τῶν νοουμένων ἕκαστον ἰδιοσυστάτως· ἔστι γὰρ ὅ ἐστιν ὁ Πατὴρ, καὶ ὁ Υἱὸς ὁμοίως καὶ τὸ Ἅγιον Πνεῦμα. πρὸς δέ γε τοῖς εἰρημένοις περιαθρη τέον κἀκεῖνο· τὰ πρός τι πως ἔχοντα τῶν ὀνομάτων, αὐτὰ δι' ἀμφοῖν γνωρίζεται, καὶ τὴν τοῦ ἑνὸς δήλωσιν ἐν τῇ τοῦ ἑτέρου κατίδοι τις ἄν. οὐκοῦν ἀνάγκη μὲν πᾶσα διὰ Πατρὸς ἀποκαλύπτεσθαι τὸν Υἱὸν, δι' Υἱοῦ δ' αὖ πάλιν τὸν Πατέρα· συνεισάγεται γὰρ πάντως θατέρῳ τὸ ἕτερον, καὶ εἴ τις εἰδείη Πατέρα τῇ φύσει τὸν Θεὸν, ἐννοήσει δὴ πάντως 1.510 τὸν ἐξ αὐτοῦ γεννηθέντα Υἱὸν, ὥσπερ οὖν ἀμέλει καὶ τὸ ἕτερον. ὁ γὰρ Υἱὸν ὁμολογῶν οὐκ ἀγνοήσει τὸν γε γεννηκότα. Οὐκοῦν ᾗ μέν ἐστι Πατὴρ ὁ Θεὸς, οὕτω τε νοεῖται καὶ κηρύττεται, τὴν περὶ τοῦ ἰδίου γεννήματος τοῖς ἀκροωμένοις ἐντίθησι γνῶσιν· ᾗ δὲ Υἱὸς ὁ ἐξ αὐτοῦ κατὰ φύσιν ὀνομά ζεται καὶ ἔστιν ἀληθῶς, διαγγέλλει τὸν Πατέρα· διάτοι τοῦτό φησιν ὡς πρὸς αὐτόν "Ἐφανέρωσά σου τὸ ὄνομα "τοῖς ἀνθρώποις." ἐπειδὴ γὰρ ἐγνώσθη παρὰ τοῖς πεπι στευκόσιν ὁ Υἱὸς, πεφανερῶσθαί φησι τὸ τοῦ γεννήσαντος ὄνομα· νοηθείη δ' ἂν τὴν περὶ τοῦ ἰδίου γεννήματος γνῶσιν ἐντιθεὶς ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ, οὐ φωνῆς ἄνωθεν καταῤ ῥηγνυμένης, καὶ βροντῆς τινος δίκην περικτυπούσης τὴν οἰκουμένην, ἀλλὰ θείας δηλονότι φωταγωγίας ἀναλαμπούσης ἐν ἡμῖν πρὸς κατανόησιν τῆς θεοπνεύστου γραφῆς· εὑρήσεις δὲ πάλιν καὶ πρὸς τοῦτο ἐν ἡμῖν ἐνεργὸν τὸν Υἱόν· γέγραπται γάρ που περὶ τῶν ἁγίων μαθητῶν ὅτι "Τότε διήνοιξεν "αὐτῶν τοὺς ὀφθαλμοὺς," εἰς τὸ νοεῖν δηλονότι τὰς ἁγίας γραφάς. Οὐχ ὅτι τὸν Πατέρα ἑώρακέ τις, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ· οὗτος ἑώρακε τὸν Πατέρα. Προανασκοπήσας πάλιν, ὡς Θεὸς, ὅτι παραδέξονται μὲν οὐδαμῶς τὴν διὰ τοῦ Πνεύματος ἀποκάλυψιν, οὐδὲ τὴν ἄνωθεν μὲν ἐν φωταγωγίαις ἐννοήσουσι σύνεσιν, ἀπαιτή σουσι δὲ διὰ πολλὴν δυσβουλίαν καὶ αὐτὸ τὸ χρῆναι θεωρεῖν τὸν Πατέρα, καὶ, ἵνα οὕτως εἴπωμεν, δι' αὐτοπρο σώπου παιδεύεσθαι θέας, ὅπερ ὡς ᾤοντο τοῖς πατράσιν αὐτῶν ὑπήρχθη ποτὲ, καταφοιτώσης ἐπὶ τὸ ὄρος τὸ Σινᾶ τῆς δόξης τοῦ Θεοῦ· προανασειράζει πάλιν, καὶ ὥσπερ τινὶ 1.511 χαλινῷ περιτρέπει πρὸς τὸ χρῆναι μὴ παχεῖαν ἔχειν ἐπὶ τῷ Θεῷ τὴν διάληψιν, μηδὲ ὁρατὴν ἔσεσθαί ποτε τὴν ἀόρατον οἴεσθαι φύσιν· οὐδεὶς γὰρ πώποτε, φησὶ, τεθέαται τὸν Πα τέρα. ἔοικε δὲ πάλιν καὶ αὐτὸν ὑπαινίττεσθαι τὸν ἱεροφάντην Μωυσέα. ᾤοντο μὲν γὰρ ἀνοήτως δὴ σφόδρα καὶ τοῦτο φρονοῦντες οἱ Ἰουδαῖοι, διὰ τὸ εἰσελθεῖν "εἰς τὸν γνόφον" αὐτὸν, τεθεᾶσθαι τὴν ἄῤῥητον τοῦ Θεοῦ φύσιν, καὶ τοῖς τοῦ σώματος ὀφθαλμοῖς κατιδεῖν, ὅπερ ἐστὶ κατὰ φύσιν τὸ ἀκήρατον κάλλος. ἀλλ' ἵνα μή τι γυμνότερον λέγων ἐπὶ τῷ πανσόφῳ Μωυσεῖ, δοκῇ πως αὐτοὺς ἐπὶ τὸ σύνηθες παρο τρύνειν θράσος, ἀδιορίστως τε ἅμα κατὰ πάντων καὶ ὡς ἐπ' ἐκείνῳ φησίν Οὐχ ὅτι τὸν Πατέρα ἑώρακέ τις. μὴ γὰρ δὴ τὰ ὑπὲρ τὴν φύσιν ἀπαιτεῖτε, φησὶ, μηδὲ εἰς τὸ πᾶσι τοῖς γεγο νόσιν ἀνέμβατον παραλόγοις φέρεσθε ταῖς ὁρμαῖς. ἀπέδρα τε γὰρ καὶ διαλέληθεν ἡ θεία καὶ ἀπερινόητος φύσις, οὐχ ὅπως τοὺς ἐν ἡμῖν ὀφθαλμοὺς ὄντας μόνους, ἀλλ' ἤδη καὶ τοὺς ἁπάσης τῆς κτίσεως· ἐν γὰρ τῷ Οὐδεὶς, τὰ πάντα περισχοινίζεται, ἑαυτὸν δὲ καὶ μόνον εἶναί τε ἐκ Θεοῦ καὶ τεθεᾶσθαι τὸν Πατέρα διοριζόμενος, ἔξω τίθησι δηλονότι τῶν πάντων, καθ' ὧν ἂν νοοῖτο τό Οὐδεὶς ἀποφαντικῶς· ἐπειδὴ δὲ ἔξω πάντων ἐστὶ, καὶ οὐδενὸς ὁρῶντος τὸν Πατέρα, μόνος αὐτὸς τοῦ βλέπειν οὐχ ἁμαρτάνει, πῶς οὐκ ἂν νοοῖτο λοιπὸν οὐκ ἐν τοῖς πᾶσιν ὑπάρχων, ὡς εἷς ἐξ αὐτῶν, ἀλλ' ἔξω τῶν πάντων, ὡς ὑπὲρ πάντα; καὶ εἰ πάντων εἶναι λεγομένων παρὰ τοῦ Θεοῦ, καὶ μηδενὸς ὁρῶντος τὸν Πατέρα· "τὰ γὰρ πάντα ἐκ τοῦ Θεοῦ" κατὰ τὴν τοῦ Παύλου φωνήν· μόνος αὐτὸς θεωρεῖ τὸν Πατέρα διὰ τὸ ὑπάρχειν παρὰ Θεοῦ· τό παρὰ τοῦ Θεοῦ ληψόμεθα νοοῦντες ὀρθῶς, ἐπ' αὐτοῦ δὴ καὶ μόνου τὸ ἐκ τῆς οὐσίας τοῦ Πατρός. εἰ γὰρ μὴ τοῦτον ἔχει τὸν τρόπον, ὅτου δὴ χάριν, καθάπερ ἤδη προείπομεν, 1.512 πάντων εἶναι λεγομένων παρὰ Θεοῦ, μόνος αὐτὸς ἐπὶ τὴν τοῦ γεννήσαντος ἀναβαίνει θέαν, διὰ τὸ εἶναι παρὰ Θεοῦ; οὐκοῦν εἰρήσεται μὲν ἐπὶ τῶν ποιημάτων καταχρηστικώτερον· παρὰ Θεοῦ γὰρ τὰ πάντα δημιουργητῶς διὰ τὸ παρῆχθαι δι' αὐτοῦ πρὸς γένεσιν· ἐπὶ δὲ τοῦ Υἱοῦ, καθ' ἕτερόν τε καὶ ἀληθέ στερον τρόπον τὸ παρὰ τοῦ Θεοῦ, ὡς ἐξ αὐτοῦ κατὰ φύσιν, δεδέξεται. διὸ τοῖς πᾶσιν οὐ συναριθμούμενος, ἀλλ' ἔξω πάντων ὑπάρχων καὶ ἐπάνω πάντων μετὰ Πατρὸς, οὐ συνα σθενήσει τοῖς πᾶσιν, ἅτε δὴ τῆς ἐκείνων ὁμοφυΐας ἐξῃρη μένος, ὡς δὲ εἰς τὴν τοῦ γεννήσαντος ἀνατρέχων φύσιν, κατόψεται πάντως τὸν ἐξ οὗπέρ ἐστι. Τὸ δὲ ὅπως ἢ κατὰ τίνα τρόπον, ἢ αὐτὸς θεωρήσει τὸν Πατέρα, ἢ αὖ πάλιν παρὰ τοῦ Πατρὸς ὀφθήσεται, τῆς μὲν ἡμετέρας γλώττης οὐκ ἔργον εἰπεῖν· νοητέον δ' οὖν ὅμως θεοπρεπῶς. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον. Θύρα τοιγαροῦν καὶ ὁδὸς εἰς ζωὴν ἡ πίστις, καὶ ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν ἀναδρομή. θαυμάσαι γεμὴν οὐδὲν ἧττον παρέσται τοῖς ἀκροωμένοις καὶ τὴν ἐν τούτοις οἰκονο μίαν. ἐπειδὴ γὰρ οὐδὲν τὸ παράπαν συνέντας αἰσθάνεται, ἀλλ' οὐδὲ ὅτι προσήκοι τοῖς ἐκ προφητῶν ὑποπείθεσθαι λόγοις οἰομένους ὁρᾷ, τὸ μὲν ὅσον ἦν ἀσθενοῦν εἰς πίστιν ὡς ἐκ λογισμῶν ἀνθρωπίνων, ὅρκῳ τῷ πρὸς ἀλήθειαν ὑπο τέμνεται. γέρα δὲ τοῖς πιστεύουσι προτιθεὶς τὰ ἀξιοζήλωτα, καθάπερ τισὶν ὁλκοῖς, ἐπιθυμίαις δηλονότι ταῖς εἰς αὐτὰ, μονονουχὶ καὶ οὐχ ἑκόντας ἐκβιάζεται καὶ ἀναπείθει βαδίζειν ἐπὶ τὸ κηρυττόμενον. τί γὰρ ἂν γένοιτο τῆς αἰωνίου ζωῆς προτιμότερον, τοῖς οἷς γε πικρὸς ὁ θάνατος καὶ τὰ ἐκ τῆς 1.513 φθορᾶς ἀναφαίνεται πάθη; πρέποι δ' ἂν καὶ τοῦτο σοφῷ διδασκάλῳ, τὸ διὰ πάσης φημὶ τῆς εἰς ζωὴν καλούσης ὁδοῦ, τοὺς ἀσύνετόν τι φρονεῖν ἑλομένους μεταπαιδεύειν ἐπὶ τὸ ἄμεινον· αὐτὸς δὲ ὑπάρχων ἡ αἰώνιος ζωὴ, ἑαυτὸν τοῖς πιστεύουσιν ἐπιδώσειν ἐπαγγέλλεται, ὅπερ ἐστὶ τὸ "κατοι "κῆσαι Χριστὸν ἐν ταῖς καρδίαις ἡμῶν διὰ τῆς πίστεως."

1.514 ΚΕΦΑΛΗ Β. Ὅτι ζωοποιὸν τὸ ἅγιον σῶμα Χριστοῦ, ἐν οἷς ὡς περὶ ἄρτου φησὶ τοῦ ἰδίου σώματος. Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ καὶ ἀπέθανον· οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ. ΣΑΦΩΣ δὴ λίαν ἐν τούτοις ἐκεῖνο καταθεάσασθαι παρ έσται τὸ διὰ τοῦ προφήτου προαναφωνούμενον Ἡσαΐου "̓Εμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ηὑρέθην τοῖς "ἐμὲ μὴ ἐπερωτῶσιν· εἶπα Ἰδού εἰμι τῷ ἔθνει ὃς οὐκ ἐκά "λεσεν τὸ ὄνομά μου· ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς "χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα." ὅλην γὰρ τοῦ λόγου τὴν λεβηρίδα περιελὼν, καὶ πᾶσαν, ἵν' οὕτως εἴπω, περιστολὴν ἀποστήσας, ἀκατακαλύπτως ἤδη τοῖς ἐξ Ἰσραὴλ ἑαυτὸν ἐμφανίζει λέγων Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς, ἵνα δὴ μάθοιεν, ὡς, εἴπερ ἔχουσι θελητὸν τὸ κρείττους εἶναι τῆς φθορᾶς, καὶ αὐτὸν τὸν ἐκ παραβάσεως ἐπισκήψαντα θάνατον ἀποδύσασθαι, δεήσει βαδίζειν αὐτοὺς εἰς μετάληψιν τοῦ ζωοποιεῖν ἰσχύοντος, καὶ ἀφανίζοντος μὲν τὴν φθορὰν, καταργοῦντος δὲ καὶ τὸν θάνατον· ἔργον γὰρ ὄντως τοῦτο τῆς κατὰ φύσιν ζωῆς ἴδιόν τε καὶ πρεπωδέστατον. ἐπειδὴ δὲ δεδόσθαι τὸ μάννα κατὰ τὴν ἔρημον τοῖς πατράσιν αὐτῶν διαβεβαιούμενοι, τὸν ἄρτον ἀληθῶς τὸν ἐξ οὐρανοῦ κατα φοιτήσαντα, τουτέστι τὸν Υἱὸν, οὐκ ἐδέχοντο, ἀναγκαίαν τοῦ 1.515 τύπου πρὸς τὸ ἀληθὲς ποιεῖται τὴν σύγκρισιν, ἵν' οὕτως εἰδεῖεν οὐκ ἐκεῖνον ὄντα τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, ἀλλ' ὃν ἡ τοῦ πράγματος πεῖρα τοιοῦτον κατὰ φύσιν ὄντα δεικνύει· οἱ μὲν γὰρ ὑμέτεροι, φησὶ, πατέρες τε καὶ πρόγονοι φαγόντες τὸ μάννα, τῇ τοῦ σώματος φύσει τὸ χρέος ἀποδεδώκασι, πρόσκαιρον δι' ἐκείνου τὴν ζωὴν ἀποκερδάναντες, καὶ ἐφή μερον τὴν ἐξ αὐτοῦ τροφὴν τῇ σαρκὶ προσκομίζοντες, τὸ μὴ παραυτίκα τεθνάναι μόλις ἐπραγματεύοντο. εἴη δ' ἂν ἐναρ γεστάτη, φησὶν, ἀπόδειξις τοῦ μὴ ἄρτον εἶναι τὸν ἐξ οὐρανοῦ κατὰ τὸ ἀληθέστερον, τὸ μηδαμόθεν εἰς ἀφθαρσίαν ὠφελεῖ σθαι δι' αὐτοῦ τοὺς μετεσχηκότας· σημεῖον δὲ πάλιν ὁμοίως τοῦ κυρίως τε καὶ ἀληθῶς ἄρτον εἶναι ζωῆς τὸν Υἱὸν, τὸ καὶ αὐτῶν ἀναδείκνυσθαι κρείττονας τῶν ἐκ θανάτου δεσμῶν τοὺς ἅπαξ μετεσχηκότας, καὶ ἀνακεκραμένους τρόπον τινὰ διὰ τῆς κοινωνίας αὐτῷ. ὅτι γὰρ πάλιν εἰς εἰκόνα μᾶλλον, ἢ σκιὰν, τοῦ Χριστοῦ τὸ μάννα λαμβάνεται, καὶ τὸν ἄρτον ὑπεδήλου τῆς ζωῆς, αὐτὸ δὲ οὐκ ἦν ὁ τῆς ζωῆς ἄρτος, εἴρηται μὲν ἡμῖν διὰ πολλῶν· συνεργεῖ δέ πως καὶ ὁ ψαλμῳδὸς ἐν πνεύματι βοῶν "Ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς, ἄρτον ἀγ "γέλων ἔφαγεν ἄνθρωπος." δοκεῖ μὲν γάρ πως ὁ λόγος ἐπὶ τοῖς ἐξ Ἰσραὴλ εἰρῆσθαι παρὰ τοῦ πνευματοφόρου, ἔχει δὲ οὐχ οὕτω τὸ ἀληθὲς, ἐφ' ἡμῖν δὲ μᾶλλον ὁ τῶν εἰρημένων σκοπὸς συντείνεται. ἢ γὰρ οὐκ εὔηθες καὶ ἀνόητον κομιδῇ τοὺς ὄντας κατὰ τὸν οὐρανὸν ἁγίους ἀγγέλους, καίτοι φύσιν λαχόντας τὴν ἀσώματον, παχυτέρας μετίσχειν οἴεσθαι τρο φῆς, καὶ δεῖσθαι βοηθημάτων εἰς τὸ διακρατεῖσθαι πρὸς ζωὴν, ὁποίων περ ἂν καὶ τουτὶ τὸ ἐκ γῆς ἐπιθυμήσαι σῶμα; ἀλλ' οὐδὲν οἶμαι χαλεπὸν ἐννοεῖν, ὡς ἐπείπερ εἰσὶ πνεύματα, τοιαύτης ἂν δέοιντο καὶ τροφῆς, πνευματικῆς δηλονότι καὶ νοητῆς. πῶς οὖν ἄρτος ἀγγέλων τοῖς τῶν Ἰουδαίων προ γόνοις κεχορηγῆσθαι λέγεται, εἰ ἀληθεύοι τὰ τοιαῦτα βοῶν ὁ 1.516 προφήτης; ἀλλ' ἔστι δῆλον, ὡς ἐπείπερ ἦν τὸ μάννα τὸ τυπικὸν εἰς εἰκόνα Χριστοῦ, τοῦ συνέχοντός τε καὶ διακρα τοῦντος εἰς τὸ εἶναι τὰ πάντα, καὶ ἀποτρέφοντος μὲν ἀγγέ λους, ζωογονοῦντος δὲ τὰ ἐπὶ τῆς γῆς, τὸ ὡς ἐν σκιαῖς ὑποδηλούμενον ὀνόματι τῷ τῆς ἀληθείας ὁ προφήτης ἀπε κάλει, τῷ μὴ δύνασθαι τοὺς ἁγίους ἀγγέλους γεωδεστέρας μετίσχειν τροφῆς, παχείας ὥσπερ ἐννοίας, τῆς ἐπὶ τῷ μάννᾳ φημὶ, καὶ οὐχ ἑκόντας ἐξέλκων τοὺς ἀκροωμένους, ἀνακο μίζων δέ πως εἰς λόγον πνευματικὸν, τὸν ἐπ' αὐτῷ δηλονότι τῷ Χριστῷ, ὃς καὶ αὐτῶν ἄρτος τῶν ἁγίων ἐστὶν ἀγγέλων. Οὐκοῦν οἱ μὲν φαγόντες τὸ μάννα, φησὶ, τετελευτήκασιν, ὡς οὐδεμιᾶς δηλονότι ζωῆς μετουσίαν παρ' αὐτοῦ δεξάμενοι· οὐ γὰρ ἦν ὄντως ζωοποιὸν, λιμοῦ δὲ μᾶλλον ἐπίκουρον σαρκικοῦ, καὶ ὡς ἐν τύπῳ τοῦ ἀληθεστέρου παραληφθέν. οἱ δὲ τὸν ἄρτον ἐν ἑαυτοῖς εἰσκομίζοντες τῆς ζωῆς, γέρας ἕξουσι τὴν ἀθανασίαν, φθορᾶς τε καὶ τῶν ἐκ ταύτης κακῶν παντελῶς ἀλογήσαντες, πρὸς ἀμήρυτόν τε καὶ ἀτελεύτητον βίου τοῦ κατὰ Χριστὸν ἀναβήσονται μῆκος. διαλυμανεῖται δὲ τοῖς περὶ τούτων ἡμῶν λόγοις οὐδὲν τὸ καὶ ἀπογεύσασθαι δεῖν θανάτου σαρκικοῦ διὰ τὸ τῇ φύσει πρέπον, τοὺς ἐν μεταλήψει γεγονότας τοῦ Χριστοῦ· ὅτι κἂν εἰ τῷ κοίνῳ δὴ τούτῳ περιολισθαίνοντες τέλει πάθωσι τὸ ἀνθρώπινον, ἀλλ' ὡς ὁ Παῦλός φησι, ζῶσι τῷ Θεῷ ζήσειν μέλλοντες. Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τοῦ ἄρτου τούτου, ζήσει εἰς τὸν αἰῶνα. "Τὰ αὐτὰ λέγειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ "ἀσφαλὲς," ἐπιστέλλει τισὶν ὁ θεσπέσιος Παῦλος, ἐξ αὐτῶν οἶμαι καὶ τοῦτο τῶν τοῦ Σωτῆρος πεπαιδευμένος ῥημάτων. 1.517 ὅνπερ γὰρ τρόπον τοῖς ἀγριαίνουσι τῶν τραυμάτων, οὐχ ἑνὸς δεῖ φαρμάκου προσβολῆς, πολυειδοῦς δὲ μᾶλλον τῆς θεραπείας, καὶ οὐχ ἅπαξ τυχὸν προσκομιζομένης, ἀλλὰ τῇ συνεχείᾳ τῆς ἐπαγωγῆς ἐκπολιορκούσης τὸ πάθος· οὕτως οἶμαι δεῖν καὶ ἀπηνεστάτῃ ψυχῇ καὶ νῷ κατεσκληκότι, συχνὰς ἐπαρτύεσθαι, καὶ ἀλλεπαλλήλους ἰέναι τὰς ἐκ τῶν διδασκάλων ἐπικουρίας· καταμαλθάξαι γὰρ ἂν εἴη μὴ διὰ μιᾶς καὶ πρώτης ὑφηγήσεως, ἀλλά γε διὰ τῆς καὶ ἐσαῦθις προσκομιζομένης αὐτῷ, καὶ εἰ διὰ τῶν αὐτῶν ἔρχοιτο λόγων. πολλάκις τοιγαροῦν ὁ Σωτὴρ τὸν αὐτὸν τοῖς Ἰουδαίοις ἀνα κυκλήσας λόγον παρατίθησι ποικίλως, ποτὲ μὲν αἰνιγματώδη καὶ ἀσαφείᾳ πολλῇ κατημφιεσμένον, ποτὲ δὲ διπλόης ἁπά σης ἀπηλλαγμένον, ἀφειμένον τε καὶ ἄνετον, ἵνα λοιπὸν ἀπειθήσαντες, μηδενὸς ἔτι δέοιντο πρὸς κατάκρισιν, κακοὶ δὲ ἀπόλοιντο κακῶς, αὐτοὶ τῆς ἑαυτῶν κατωθοῦντες ψυχῆς τῆς ἀπωλείας τὸ ξίφος. Οὐδὲν τοιγαροῦν ἐπικρυψάμενος ἔτι φησὶν ὁ Χριστός Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. τύπος ἦν ἐκεῖνό φησι, καὶ σκιὰ καὶ εἰκών. ἀκούσατε διαῤῥήδην ἤδη καὶ οὐκέτι κεκαλυμμένως Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ἐάν τις φάγῃ ἐκ τοῦ ἄρτου τούτου ζήσεται εἰς τὸν αἰῶνα. οἱ ἐξ ἐκείνου φαγόντες ἀπέθανον· οὐ γὰρ ἦν ζωοποιός· ὁ δὲ τοῦτον ἐσθίων τὸν ἄρτον, τουτέστιν ἐμὲ, ἤτοι τὴν σάρκα τὴν ἐμὴν, ζήσεται εἰς τὸν αἰῶνα. παραφυλακτέον τοιγαροῦν καὶ παραιτητέον ὁμοῦ τὸ σκληρύνεσθαι τοῖς εἰς εὐσέβειαν λόγοις, οὐχ ἅπαξ ἡμᾶς, ἀλλὰ καὶ πολλάκις μεταπείθοντος τοῦ Χριστοῦ. εἴη γὰρ ἂν οὐκ ἀμφίλογον, ὡς ἔνοχοι πάντως ἔσονται παγχαλέ ποις ἐγκλήμασιν, οἱ πρὸς ἐσχάτην ἐκνενευκότες ἀπόνοιαν, καὶ δι' ὑπερμέτρου τῆς ἀπειθείας ἐμπαροινεῖν οὐ παραιτού μενοι τῷ τῶν καλλίστων εἰσηγητῇ. διὰ τοῦτό φησι περὶ 1.518 τῶν Ἰουδαίων "Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν 1.518 "οὐκ εἴχοσαν· νυνὶ δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρ "τίας αὐτῶν." οἱ μὲν γὰρ οὐδαμῶς διὰ τῆς ἀκοῆς εἰς καρδίαν εἰσοικισάμενοι τῆς σωτηρίας τὸν λόγον, ἡμερωτέρῳ τυχὸν περιτεύξονται τῷ κριτῇ, τὸ μηδόλως ἀκοῦσαι προτεί νοντες, εἰ καὶ ὅτι μάλιστα τὸν ἐπὶ τῷ μὴ ζητῆσαι μαθεῖν ἀποδώσουσι λόγον· οἱ δὲ καὶ πολλάκις διὰ τῶν αὐτῶν νουθεσιῶν τε καὶ λόγων εἰς τὴν τοῦ συμφέροντος θήραν ἐκπαιδαγωγούμενοι, σφᾶς δὲ αὐτοὺς ὅτι χρὴ τῶν καλλίστων ἀποστερεῖν ἀνοήτως λογιζόμενοι, πικροτάτην ἀποτίσουσι κό λασιν, καὶ οἷον λελυπημένῳ περιπεσοῦνται τῷ κρίνοντι, πρόφασιν τῆς αὐτῆς ἀπονοίας δυσωποῦσαν αὐτὸν ἀνευρί σκειν οὐχ ἔχοντες. Καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μου ἐστὶν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Ἀποθνήσκω, φησὶν, ὑπὲρ πάντων, ἵνα πάντας ζωοποιήσω δι' ἐμαυτοῦ, καὶ ἀντίλυτρον τῆς ἁπάντων σαρκὸς τὴν ἐμὴν ἐποιησάμην. τεθνήξεται γὰρ ὁ θάνατος ἐν θανάτῳ τῷ ἐμῷ, καὶ συναναστήσεταί μοι, φησὶν, ἡ πεσοῦσα τοῦ ἀνθρώπου φύσις. γέγονα γὰρ διὰ τούτου καθ' ὑμᾶς, ἄνθρωπος δη λονότι καὶ ἐκ σπέρματος Ἁβραὰμ, ἵνα "κατὰ πάντα τοῖς "ἀδελφοῖς" ὁμοιωθῶ. συνεὶς δὲ τοῦτο καλῶς ὅπερ ἀρτίως ἡμῖν ἔφη Χριστὸς, καὶ αὐτός φησιν ὁ μακάριος Παῦλος "̓Επεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ "αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ "θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, "τουτέστι τὸν διάβολον·" οὐ γὰρ ἦν ἑτέρως τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου καταργηθῆναί ποτε, καὶ αὐτὸν δὲ τὸν θάνατον, εἰ μὴ δέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν ὁ Χριστὸς, εἷς 1.519 ὑπὲρ πάντων ἀντίλυτρον· ἦν γὰρ ὑπὲρ πάντας. διὰ τοῦτο καὶ ἐν ψαλμοῖς που φησὶν ἑαυτὸν ὑπὲρ ἡμῶν ὥσπερ ἄμωμον ἱερεῖον ἀνατιθεὶς τῷ Θεῷ καὶ Πατρί "Θυσίαν καὶ προσ "φορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· ὁλοκαυτώ "ματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας· τότε εἶπον Ἰδοὺ "ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι "τὸ θέλημά σου ὁ Θεὸς ἠβουλήθην·" ἐπειδὴ γὰρ "αἷμα "ταύρων καὶ τράγων καὶ σποδὸς δαμάλεως" οὐκ ἐξήρκει πρὸς ἀποκάθαρσιν ἁμαρτίας, ἀλλ' οὐδὲ ἡ τῶν ἀλόγων σφαγὴ κατήργησεν ἄν ποτε τοῦ θανάτου τὸ κράτος, αὐτὸς εἰσβαίνει Χριστὸς τρόπον τινὰ τὰς ὑπὲρ ἁπάντων ὑφέξων δίκας. "Τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν," ὡς ὁ προ φήτης φησὶ, καὶ "τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν "τῷ σώματι αὐτοῦ εἰς τὸ ξύλον·" ἐσταυρώθη δὲ ὑπὲρ πάντων καὶ διὰ πάντας, ἵνα ἑνὸς ὑπὲρ πάντων ἀποτεθνη κότος, οἱ πάντες ζήσωμεν ἐν αὐτῷ· οὐ γὰρ ἦν δυνατὸν "κρατεῖσθαι αὐτὸν ὑπὸ" τοῦ θανάτου, ἀλλ' οὐδ' ἂν τῆς κατὰ φύσιν ζωῆς κατεκράτησεν ἡ φθορά. ὅτι δὲ ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς τὴν ἑαυτοῦ προσήγαγε σάρκα Χριστὸς, καὶ διὰ τῶν αὐτοῦ γνωσόμεθα λόγων· "Πάτερ γὰρ, φησὶν, ἅγιε "τήρησον αὐτούς·" καὶ πάλιν "Ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω "ἐμαυτόν·" ἑαυτὸν δέ φησιν ἁγιάζειν ἐν τούτοις, οὐκ εἰς ἁγιασμὸν ὠφελῶν τὸν ἐν καθάρσει ψυχῆς, ἤτοι πνεύματος, ὡς ἐφ' ἡμῶν νοούμενον, ἀλλ' οὐδὲ τὴν τοῦ Ἁγίου Πνεύ ματος μέθεξιν· ἦν γὰρ ἐν αὐτῷ τὸ Πνεῦμα φυσικῶς· ἦν τε καὶ ἔστιν ἅγιος ἀεὶ, καὶ ἔσται κατὰ τὸ διηνεκές· τὸ δέ Ἁγιάζω φησὶν ἐν τούτοις, ἀντὶ τοῦ Ἀνατίθημι καὶ προσάγω καθάπερ ἄμωμον ἱερεῖον εἰς ὀσμὴν εὐωδίας. ἡγιάζετο γὰρ, ἤτοι κατὰ νόμον ἐκαλεῖτο ἅγιον τὸ τῷ θείῳ θυσιαστηρίῳ προσκομιζόμενον. 1.520 ∆έδωκε τοιγαροῦν ὑπὲρ τῆς ἁπάντων ζωῆς τὸ ἴδιον σῶμα ὁ Χριστὸς, ἐνοικίζει δὲ πάλιν ἡμῖν δι' αὐτοῦ τὴν ζωὴν, καὶ ὅπως, ἐρῶ κατὰ δύναμιν. ἐπειδὴ γὰρ ὁ ζωοποιὸς τοῦ Θεοῦ Λόγος ἐνῴκηκε τῇ σαρκὶ, μετεσκεύασεν αὐτὴν εἰς τὸ ἴδιον ἀγαθὸν, τουτέστι τὴν ζωὴν, καὶ ὅλος αὐτῇ κατὰ τὸν ἄῤῥητον τῆς ἑνώσεως λόγον συμβεβηκὼς ζωοποιὸν ἀπέδειξε, καθάπερ οὖν ἐστι κατὰ φύσιν αὐτός. διὰ τοῦτο ζωοποιεῖ τοὺς μετέ χοντας αὐτοῦ τὸ σῶμα Χριστοῦ· ἐξελαύνει γὰρ τὸν θά νατον, ὅταν ἐν τοῖς ἀποθνήσκουσι γένηται, καὶ ἐξίστησι τὴν φθορὰν, τὸν τὴν φθορὰν ἀφανίζοντα Λόγον τελείως ὠδῖνον ἐν ἑαυτῷ. Ἀλλ' ἐρεῖ τις τυχὸν, εἰς τὴν τῶν κεκοιμημένων ἀναβίωσιν τὸν τῆς διανοίας ὀφθαλμὸν ἀπερείσας Οἱ γὰρ πίστιν μὲν τὴν εἰς Χριστὸν οὐ παραδεξάμενοι, μέτοχοί τε οὐ γεγονότες αὐτοῦ, κατὰ τὸν τῆς ἀναστάσεως οὐκ ἀναβιώσονται χρόνον. τί δέ; οὐχὶ παλινδρομήσει πρὸς ζωὴν σύμπαν τὸ ποίημα τὸ πεπτωκὸς εἰς θάνατον; Ἀλλὰ ναὶ πρὸς ταῦτα ἐροῦμεν, ἀναβιώσεται πᾶσα σάρξ· ἐγερθήσεσθαι γὰρ τοὺς νεκροὺς ὁ προφητικὸς προαγορεύει λόγος. λογιούμεθα γὰρ ἐπὶ πᾶσαν διήκειν τὴν ἀνθρωπότητα τὸ διὰ τῆς ἀναστάσεως τοῦ Χριστοῦ μυστήριον, καὶ ἐν αὐτῷ καὶ πρώτῳ πᾶσαν ἀπολελῦσθαι πιστεύομεν τῆς φθορᾶς τὴν ἡμετέραν φύσιν. πάντες γὰρ ἀναστήσονται, καθ' ὁμοιότητα τοῦ δι' ἡμᾶς ἐγηγερμένου καὶ πάντας ἔχοντος ἐν ἑαυτῷ, καθάπερ ἦν ἄνθρωπος. καὶ ὥσπερ ἐν τῷ πρωτοπλάστῳ κατεκλίθημεν εἰς θάνατον, οὕτως ἐν τῷ πρωτοτόκῳ πάλιν, τῷ δι' ἡμᾶς, ἐκ νεκρῶν ἀναβιώσονται σύμπαντες· ἀλλ' "οἱ "μὲν τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς," καθάπερ γέγραπται, "οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν "κρίσεως." δοίην δ' ἂν ἔγωγε καὶ οὐ τῷ τυχόντι μέτρῳ, 1.521 θανάτου πικρότερον τὸ ἀναστῆναι πρὸς κόλασιν, καὶ εἰς μόνας αἰκίας τὸ ἀναβιῶναι λαβεῖν. κυριώτερον τοιγαροῦν ζωὴν ὄντως τὴν ἐν Χριστῷ νοητέον, τὴν ἐν ἁγιασμῷ καὶ μακαριότητι καὶ ἀδιαπτώτῳ τῇ θυμηδίᾳ· ἐπεὶ καὶ ταύτην ἀληθῶς οὖσαν τὴν ζωὴν ἐξεπίσταται καὶ ὁ σοφὸς Ἰωάννης λέγων "Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον, ὁ δὲ "ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ "μενεῖ ἐπ' αὐτόν." ἰδοὺ γὰρ ἰδοὺ τὸν ἐν ἀπειθείᾳ κατειλημ μένον τὴν ζωὴν οὐκ ὄψεσθαί φησι· καίτοι παντὸς τοῦ ποιή ματος παλινδρομήσειν εἰς ζωὴν καὶ ἀναστήσεσθαι προσδο κωμένου. πρόδηλον οὖν, ὅτι τὴν τοῖς ἁγίοις ηὐτρεπισμένην, τὴν ἐν δόξῃ φημὶ καὶ ἐν ἁγιασμῷ, ζωὴν εἰκότως ἀπεκάλεσεν ὁ Σωτὴρ, ἣν ὅτι διώκειν δεήσει πρὸς μετάληψιν ἰόντας τῆς ζωοποιούσης σαρκὸς, οὐδενὶ τῶν εὖ φρονούντων ἀμφίβολον. Ἐπειδὴ δὲ διὰ πολλῶν ἤδη τῶν προκειμένων ἄρτον ἑαυτὸν ἀπεκάλεσεν ὁ Σωτὴρ, ἴδωμεν πάλιν, εἰ μήτι τῶν προκατηγγελμένων εἰς νοῦν ἀναφέρεσθαι τὸν ἡμέτερον καὶ διὰ τούτου βούλεται, καὶ τῶν ἐν τοῖς ἱεροῖς κειμένων ἀναμι μνήσκει γραμμάτων, ἐν οἷς ὡς ἐν ἄρτου σχήματι καὶ πάλαι κατεσημαίνετο. γέγραπται τοίνυν ἐν τοῖς ἀριθμοῖς "Καὶ "ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων Λάλησον τοῖς υἱοῖς "̓Ισραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς Ἐν τῷ εἰσπορεύεσθαι ὑμᾶς "εἰς τὴν γῆν εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ, καὶ ἔσται ὅταν "ἔσθητε ὑμεῖς ἀπὸ τῶν ἄρτων τῆς γῆς, ἀφελεῖτε ἀφαίρεμα "ἀφόρισμα Κυρίῳ· ἀπαρχὴν φυράματος ὑμῶν ἄρτον ἀφαίρεμα "ἀφοριεῖτε αὐτὸ, ὡς ἀφαίρεμα ἀπὸ ἅλωνος, οὕτως ἀφοριεῖτε "αὐτὸν, ἀπαρχὴν φυράματος ὑμῶν, καὶ δώσετε τῷ Κυρίῳ "ἀφαίρεμα εἰς τὰς γενεὰς ὑμῶν." αἰνιγματωδῶς μὲν οὖν καὶ παχεῖαν ὥσπερ τὴν ἀπὸ τοῦ γράμματος περιστολὴν ἔχων ὁ 1.522 νόμος τὰ τοιαῦτα διετύπου· προανεφώνει δὲ πάλιν τὸν ἄρτον ὄντως τὸν ἀληθινὸν τὸν ἐξ οὐρανοῦ καταφοιτῶντα, τουτέστι Χριστὸν, καὶ ζωὴν διδόντα τῷ κόσμῳ. ἐννόει γὰρ ὅπως ἄνθρωπος καθ' ἡμᾶς διὰ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν γεγενη μένος, ἀπαρχή τις ὥσπερ τοῦ ἡμετέρου φυράματος καὶ ἀφόρισμα κατὰ τὸ γεγραμμένον, ἀνετέθη τῷ Θεῷ καὶ Πατρὶ πρωτότοκος ἐκ νεκρῶν ἀναδεδειγμένος, καὶ ἀπαρχὴ τῆς ἁπάντων ἀναστάσεως εἰς αὐτὸν ἀναβαίνων τὸν οὐρανόν· ἐλήφθη μὲν γὰρ ἐξ ἡμῶν, σπέρματος Ἁβραὰμ ἐπελάβετο, καθάπερ ὁ Παῦλός φησιν, ἀνετέθη δὲ ὡς ἐξ ἁπάντων καὶ ὑπὲρ πάντων, ἵνα τοὺς πάντας ζωοποιήσῃ, καὶ καθάπερ ἐξ ἅλωνος δράγμα τὸ πρῶτον ἀναφέρηται τῷ Θεῷ καὶ Πατρί. ὥσπερ δὲ ὑπάρχων κατ' ἀλήθειαν φῶς, ἐπετίθει τοῖς ἑαυτοῦ μαθηταῖς τὴν ἀπὸ τοῦ πράγματος χάριν· "Ὑμεῖς γάρ ἐστε," φησὶ, "τὸ φῶς τοῦ κόσμου·" οὕτω καὶ ἄρτος ὑπάρχων ὁ ζῶν καὶ ὁ πάντα ζωογονῶν καὶ πρὸς τὸ εἶναι συνέχων, καθ' ὁμοιότητα πάλιν καὶ διὰ σκιᾶς τῆς κατὰ τὸν νόμον, ὡς ἐν ἄρτοις δώδεκα τὸν ἱερὸν ἀνετύπου τῶν ἀποστόλων χορόν. λέγει γὰρ οὕτως ἐν τῷ Λευιτικῷ "Καὶ ἐλάλησε Κύριος "πρὸς Μωυσῆν λέγων Ἔντειλαι τοῖς υἱοῖς Ἰσραὴλ, καὶ "λαβέτωσάν σοι ἔλαιον ἐλάϊνον καθαρὸν κεκομμένον εἰς "φῶς, καῦσαι λύχνον διὰ παντὸς ἔξωθεν τοῦ καταπετά "σματος ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου." εἶτά φησιν ἐπὶ τούτοις "Καὶ λήψεσθε σεμίδαλιν καὶ ποιήσετε αὐτὴν δώ "δεκα ἄρτους, δύο δεκάτων ἔσται ὁ ἄρτος ὁ εἷς· καὶ ἐπιθή "σετε αὐτοὺς δύο θέματα, ἓξ ἄρτους τὸ ἓν θέμα, ἐπὶ τὴν "τράπεζαν τὴν καθαρὰν ἔναντι Κυρίου, καὶ ἐπιθήσετε ἐπὶ "τὸ θέμα λίβανον καθαρὸν καὶ ἅλας, καὶ ἔσται εἰς ἄρτους "εἰς ἀνάμνησιν προκείμενα τῷ Κυρίῳ." Λύχνον μὲν οὖν τὸν ἐν τῇ ἁγίᾳ σκηνῇ, καὶ ἔξωθεν τοῦ καταπετάσματος τὸν καταφωτίζοντα, τὸν μακάριον Ἰωάννην 1.523 ἐν τοῖς προλαβοῦσιν εἶναι δεδώκαμεν, τρεφόμενον μὲν ἐλαίῳ τῷ καθαρωτάτῳ, τουτέστι, τῷ διὰ τοῦ Πνεύματος φωτισμῷ· ἔξω γεμὴν τοῦ καταπετάσματος, ἐπείπερ ἐστὶν ὁ λόγος αὐτῷ κατηχητικός "Ἑτοιμάσατε γὰρ τὴν ὁδὸν Κυρίου, φησὶν, "εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν." τὰ δὲ ἔσω τοῦ καταπετάσματος, τουτέστι, τὸ ἀποκεκρυμμένον περὶ Χριστοῦ μυστήριον, οὐ λίαν ἐκφαίνει. "Ἐγὼ μὲν" γὰρ, φησὶν, "ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν, ὁ δὲ ὀπίσω "μου ἐρχόμενος ἰσχυρότερός μου ἐστὶν, οὗ οὐκ εἰμὶ ἱκανὸς "τὰ ὑποδήματα βαστάσαι, αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύ "ματι Ἁγίῳ καὶ πυρί." ὁρᾷς οὖν ὅπως καταλάμπει μὲν αὐτὸς, ὡς ἐν ἁπλουστέρῳ τῷ λόγῳ καλῶν εἰς μετάνοιαν, τὰ γεμὴν ἔσω τοῦ καταπετάσματος ἀπογυμνοῦν ἐπιτρέπει τῷ βαπτίζοντι διὰ πυρὸς καὶ Πνεύματος; καὶ πλατύτερον μὲν τὰ περὶ τούτων διειλήφαμεν, προτεθέντος ἡμῖν ῥητοῦ, κατὰ τὴν ἀρχὴν τοῦ βιβλίου "Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος "καὶ φαίνων·" ἡψάμεθα δέ πως ἐκ παραδρομῆς ἀρτίως, ἐπείπερ ἦν ἀναγκαῖον, μετὰ τὴν Ἰωάννου πάροδον, γείτονα δεικνύειν καὶ εὐθὺς κειμένην τῶν ἁγίων ἀποστόλων τὴν ἀνάῤῥησιν. ∆ιὰ γὰρ ταύτην οἶμαι τὴν αἰτίαν ὁ λόγος προκαταση μήνας αὐτὸν διὰ τοῦ λύχνου, τὴν ἐπὶ τοῖς δώδεκα ἄρτοις θεωρίαν ἡμῖν παρατίθησι· "Ποιήσετε γὰρ, φησὶ, δώδεκα "ἄρτους· δύο δεκάτων ἔσται ὁ ἄρτος ὁ εἷς." ἔθος τῇ θείᾳ γραφῇ τὸν ἀριθμὸν τὸν δέκα, τέλειον ἀεὶ προσδέχεσθαι καὶ εἰδέναι πληρέστατον, ἐπείπερ ἡ τῶν ἐφεξῆς ἀριθμῶν πάροδός τε καὶ θέσις, ἀνακύκλησίν τινα καὶ πολυπλασιασμὸν τῶν αὐτῶν εἰς τὰ αὐτὰ δεχομένη, πρὸς ὅπερ ἄν τις ἐθελήσαι βαδίζει καὶ ἐκτείνεται. ἐκ δύο τοιγαροῦν δεκάτων ἕκαστον εἶναι κελεύει, ἵνα τὸ τέλειον ἴδῃς ἐν τοῖς μαθηταῖς, ἐν ἴσῃ τῇ ξυνωρίδι, τῇ τε πραγματικῇ φημι καὶ τῇ κατὰ θεωρίαν 1.524 ἀρετῇ. ἐπιτίθεσθαι γεμὴν δύο θέματα κελεύει χρησίμως, μονονουχὶ καὶ τὴν στάσιν αὐτὴν ὑποδεικνὺς, ἣν ἔθος ἦν κατὰ τὸ εἰκὸς ποιεῖσθαι, μέσον ἀεὶ τὸν Κύριον δεχομένους, καὶ ὥσπερ τινὰ καθηγητὴν ἀεὶ κυκλοῦν εἰθισμένους αὐτόν. ἵνα δὲ μάθωμεν, ὅτι καθάπερ ὁ Παῦλός φησι, Χριστοῦ γεγόνασιν εὐωδία τῷ Θεῷ καὶ Πατρὶ, ἐπιτίθεσθαι τοῖς ἄρτοις κελεύει τὸν λιβανωτὸν, καταπάττεσθαι δὲ καὶ ἁλσίν. εἴρηται γάρ που πρὸς αὐτούς "Ὑμεῖς ἐστε τὸ ἅλας τῆς "γῆς·" ἀλλὰ καὶ τῇ τῶν σαββάτων ἡμέρᾳ προσκομίζεσθαι κελεύει χρησίμως· ἀνεδείχθησαν γὰρ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, ἐσχάτη δὲ τῆς ἑβδομάδος ἡμέρα τὸ σάββατον. καὶ οὐχὶ τοῦτο μόνον, ἀλλ' ἐπείπερ κατὰ τὸν καιρὸν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας ἐσαββατίσαμεν πνευματικῶς· ἠρ γήσαμεν γὰρ ἐξ ἁμαρτιῶν. συνέβη δὲ καὶ τοὺς ἁγίους τότε ἡμῖν ἀποστόλους ἀναδειχθῆναι, ὧν καὶ τὰ θεῖα τρεφόμενοι συγγράμματα πρὸς ζωὴν ἀναβαίνομεν τὴν ἐν ἁγιασμῷ. διὰ τοῦτο κατὰ τὴν τῶν σαββάτων ἡμέραν προκεῖσθαι μάλιστα κελεύει τοὺς ἄρτους ἐν τῇ ἁγίᾳ τραπέζῃ, τουτέστιν ἐν τῇ Ἐκκλησίᾳ· σημαίνεται γὰρ πολλάκις ἀπὸ μέρους τὸ πᾶν. τί δ' ἂν γένοιτο τῆς ἁγίας Χριστοῦ τραπέζης τὸ ἁγιώτερον; οὐκοῦν ὡς ἄρτος μὲν ὁ Σωτὴρ προανετυποῦτο κατὰ τὸν νόμον· ἄρτοι δὲ πάλιν οἱ μαθηταὶ καθ' ὁμοιότητα τὴν αὐτοῦ· πάντα γὰρ ἀληθινῶς μὲν ἦν ἐν Χριστῷ, καθ' ὁμοιότητα δὲ τὴν ὡς πρὸς αὐτὸν, καὶ ἐφ' ἡμᾶς διὰ τῆς αὐτοῦ χάριτος. Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες Πῶς δύ ναται ἡμῖν οὗτος δοῦναι τὴν σάρκα φαγεῖν; εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς. "Πάντα ἐνώπια τοῖς συνιοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι "γνῶσιν," κατὰ τὸ γεγραμμένον· σκοτεινὸν δὲ τοῖς ἀνοήτοις 1.525 καὶ τὸ λίαν εὐμαθές. ὁ μὲν γὰρ συνετὸς ὄντως ἀκροατὴς, τὸ μὲν τῶν μαθημάτων εὐσυνοπτότερον τῷ τῆς διανοίας ἐγκατακλείει θησαυρῷ, μελησμὸν ἐπὶ τούτῳ μηδένα κατα δεξάμενος· τὰ δὲ ἐφ' οἷς ἂν φαίνηται χαλεπὸς ὁ λόγος, ταῖς ἐρεύναις περινοστεῖ, καὶ φιλοπευστῶν οὐ παύεται. καί μοι δοκεῖ τοιοῦτόν τι χρησίμως ἐπείγεσθαι δρᾶν, ὁποῖόν τι φασὶ τὰς εὐδρομωτάτας καὶ θηρευτικὰς ἀπεργάζεσθαι κύνας, αἳ πρὸς αἴσθησιν τὴν διὰ ῥινῶν πολλὴν ἔχουσαι παρὰ τῆς φύσεως τὴν ὀξύτητα, τὰς τῶν ζητουμένων καταδύσεις ἀεὶ περιθέουσιν. ἢ γὰρ οὐχὶ πρὸς τοιαύτην τινὰ τὴν ἕξιν καλέσει τὸ σοφὸν καὶ προφητικὸν ὧδε λόγιον ἔχον "Ζητῶν "ζήτει, καὶ παρ' ἐμοὶ οἴκει;" χρὴ γὰρ ζητοῦντα ζητεῖν, τουτέστι, συντονωτάτην εἰς τοῦτο τὴν προθυμίαν εἰσφέροντα μὴ ἀπονοσφίζεσθαί ποι πρὸς ἐξιτήλους ἐννοίας, ἀλλ' ὅσῳπερ ἂν ἀποτραχύνηταί τι πρὸς δυσχέρειαν, τοσούτῳ δὴ μᾶλλον ὀξυτέρῳ προσέχεσθαι νῷ, καὶ γοργοτέραις ἐνθυμημάτων ἐκπολιορκεῖν προσβολαῖς τὸ κρυπτόμενον. ἀλλὰ γὰρ ὁ ἀτριβής τε καὶ ἀχειραγώγητος νοῦς, ὅπερ ἂν αὐτὸν ἀνατρέχῃ, τοῦτο πάντως ἐξυβρίζει ταῖς ἀπειθείαις, καὶ ὡς κίβδηλον ἐκτρέπεται τὸ νικῶν, ἐξ ἀπαιδεύτου θράσους καὶ εἰς ἐσχάτην ἀναβαίνων ὑπεροψίαν. τὸ γὰρ μηδενὶ παραχωρεῖν ἐθέλειν, μηδὲ οἴεσθαί τι μεῖζον ὑπάρχειν αὐτοῦ, πῶς οὐκ ἂν εἴη λοιπὸν, ὅπερ ἀρτίως εἰρήκαμεν; Τούτῳ περιπεσόντας τῷ πάθει καὶ τοὺς Ἰουδαίους εὑρή σομεν εἰς τὴν τοῦ πράγματος ἀφορῶντες φύσιν. δέον γὰρ αὐτοὺς παραδέχεσθαι μὲν ἀμελ[λ]ητὶ τοῦ Σωτῆρος τοὺς λό γους, προτεθαυμακότας ἤδη διὰ πολλῶν τὴν θεοπρεπῆ δύ ναμιν αὐτοῦ καὶ τὴν ἐφ' ἅπασιν ἄμαχον ἐξουσίαν, ἐπὶ δὲ τοῖς δυσεφίκτοις φιλοπευστεῖν, καὶ παιδεύεσθαι μᾶλλον παρα 1.526 καλεῖν περὶ ὧν ἂν φαίνοιντο δυσχεραίνοντες· πάλιν τό Πῶς ἀνοήτως ἐπὶ Θεοῦ λέγουσιν, ὥσπερ οὐκ εἰδότες, ὅτι δυσφη μίας ἁπάσης ἀνάπλεως ὁ λόγος ὁρᾶται. τὸ γὰρ πάντα δύνασθαι κατορθοῦν ἀκονιτὶ πρόσεστι τῷ Θεῷ· ψυχικοὶ δὲ ὄντες, καθάπερ φησὶν ὁ μακάριος Παῦλος, οὐκ ἐδέχοντο "τὰ "τοῦ πνεύματος τοῦ Θεοῦ, μωρία" δὲ αὐτοῖς τὸ σεπτὸν οὕτως ὁρᾶται μυστήριον. ∆εῖ τοιγαροῦν ἐντεῦθεν ἡμᾶς ὠφελουμένους, καὶ ἐξ ὧν ἕτεροι πταίουσι τὸν οἰκεῖον ἐπανορθοῦντας βίον, ἐν ταῖς παραλήψεσι τῶν θείων μυστηρίων πίστιν μὲν ἔχειν ἀζή τητον, μηδενὶ δὲ τῶν λεγομένων ἐπιφέρειν τό Πῶς· Ἰουδαϊκὸν γὰρ τὸ ῥῆμα, καὶ κολάσεως δὲ τῆς ἐσχάτης διὰ τοῦτο παραίτιον· ἐπεὶ καὶ ὁ τῆς Ἰουδαίων συναγωγῆς ἡγούμενος· Νικόδημος δὲ οὗτος ἦν· τό "Πῶς δύναται ταῦτα γενέσθαι" λέγων, ὅτε τῶν θείων κατηκροᾶτο λόγων, ἐγελᾶτο δικαίως ἀκούσας "Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ καὶ ταῦτα οὐ "γινώσκεις;" ἐντεχνέστεροι τοίνυν πρὸς τὴν τοῦ συμφέροντος θήραν καὶ διὰ τῆς ἑτέρων ἀτοπίας εὑρισκόμενοι, τό Πῶς λέγειν ἐφ' οἷς ἂν ἐργάζηται Θεὸς παραιτώμεθα, ἀνατιθέναι δὲ μᾶλλον μελετήσωμεν αὐτῷ τῶν ἰδίων ἔργων τὴν ὁδὸν ἐξεπίστασθαι· ὅνπερ γὰρ τρόπον εἴσεται μὲν οὐδεὶς, τὸ τί κατὰ φύσιν ἐστὶν ὁ Θεὸς, δικαιοῦται δὲ πιστεύων "ὅτι ἐστὶ, "καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται," οὕτως ἀγνοήσει μὲν πάλιν τὸν ἐφ' ἑκάστῳ τῶν τελουμένων παρ' αὐτοῦ τρόπον, ἀνατιθεὶς δὲ τῇ πίστει τὴν ἔκβασιν, καὶ τὸ πάντα δύνασθαι συναινῶν τῷ ὑπὲρ πάντας Θεῷ, κομιεῖται τῆς οὕτως ἀγαθῆς διαλήψεως οὐκ εὐκαταφρόνητον τὸν μισθόν. οὕτω γὰρ ἡμᾶς διακεῖσθαι καὶ αὐτὸς ἐθέλων ὁ πάντων ∆εσπότης διὰ τοῦ προφήτου φησὶν Ἡσαίου "Οὐ "γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδὲ "ὥσπερ αἱ ὁδοὶ ὑμῶν αἱ ὁδοί μου, λέγει Κύριος· ἀλλ' ὡς 1.527 "ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχουσιν αἱ ὁδοί "μου ἀπὸ τῶν ὁδῶν ὑμῶν καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς "διανοίας μου·" ὁ δὲ τοσοῦτον ἡμῶν κατά τε σοφίαν καὶ δύναμιν ὑπερκείμενος, πῶς οὐχὶ καὶ ἐργάσεται παραδόξως, καὶ τὴν ἡμετέραν ὑπεραλεῖται κατάληψιν; Βουλοίμην δ' ἂν ἔτι καὶ λογισμὸν ἐπὶ τούτοις οὐκ ἄκομψον, ὥς γε μοι φαίνεται, παρεισενεγκεῖν. οἱ μὲν γὰρ κατὰ τονδὲ τὸν βίον τῆς καλουμένης μηχανικῆς τὴν ἐπιστή μην ἐπανελόμενοι, μέγα τι πολλάκις κατορθοῦν ἐπαγγέλ λονται, καὶ τῶν μὲν ἀκροωμένων διαλανθάνει τὸν νοῦν πρὸ τῆς θεωρίας τῶν δρωμένων ἡ μέθοδος· εἰς δὲ τὴν ἐνοῦσαν αὐτοῖς ἀποβλέποντες τέχνην, καὶ πρὸ πείρας αὐτῆς ποιού μεθα τῇ πίστει δεκτὸν, τὸ ἀντιτείνειν ἔτι δυσωπούμενοι. πῶς οὖν, ἐρεῖ τις, οὐκ ἂν εἶεν εἰκότως δεινοῖς ἐγκλήμασιν ἔνοχοι, τὸν ἁπάντων ἀριστοτέχνην Θεὸν ταῖς ἀπειθείαις ἀτιμάζειν κατατολμῶντες, οἱ τό Πῶς ἐφ' ὧν ἂν ἐργάζηται λέγειν οὐ παραιτούμενοι, καίτοι σοφίας ἁπάσης χορηγὸν ἐγνωκότες αὐτὸν, καὶ ὅτι πάντα δύναται διὰ πάσης παιδευό μενοι τῆς θείας γραφῆς; εἰ δὲ ἐπιμένεις Ἰουδαῖε λέγων τό Πῶς, ἐρῶ σοι κἀγὼ τὴν σὴν ἀμαθίαν διὰ σὲ μιμούμενος Πῶς ἐξῆλθες ἐξ Αἰγύπτου; πῶς δὲ, εἰπέ μοι, καὶ εἰς ὄφιν μετετράπη ῥάβδος ἡ Μωυσαϊκή; πῶς ἐλεπρώθη μὲν ἡ χεὶρ, ἀποκατεστάθη δὲ αὖθις, ὡς γέγραπται; πῶς εἰς τὴν αἵματος φύσιν μετῆλθε τὸ ὕδωρ; πῶς διῆλθες διὰ μέσης θαλάσσης "ὡς διὰ ξηρᾶς;" πῶς δὲ διὰ ξύλου τὸ πικρὸν τῆς Μεῤῥᾶς ὕδωρ εἰς γλυκὺ μετεσκευάζετο; πῶς δέ σοι καὶ ὕδωρ ἐκ τῶν πετραίων ἀνεδόθη μαστῶν; πῶς ἐπὶ σὲ κατηνέχθη τὸ μάννα; πῶς δὲ κατὰ χώραν ἔστη πάλιν ὁ Ἰορδάνης; ἢ πῶς κατεσείσθη διὰ μόνης κραυγῆς τῆς Ἱεριχοῦς τὸ ἀπόρθητον τεῖχος, καὶ οὐκ ἐπιλείψει λέγοντά σε τό Πῶς; πολλὰ γὰρ 1.528 ἤδη προτεθαυμακὼς ἁλώσῃ μεγαλουργήματα, οἷς εἴπερ ἐπάγεις τό Πῶς, ὅλῃ παντελῶς ἀπειθήσεις τῇ θείᾳ γραφῇ, καὶ πάντας τῶν ἁγίων προφητῶν ἀνατρέψεις τοὺς λόγους, καὶ αὐτοῦ δὲ πρὸ πάντων τοῦ σοῦ Μωυσέως τὰ ἱερὰ συγ γράμματα. οὐκοῦν ἔδει μᾶλλον πιστεύοντας τῷ Χριστῷ, καὶ τοῖς παρ' αὐτοῦ λεγομένοις ἀμελλητὶ κατανεύοντας μαν θάνειν ἐπείγεσθαι μᾶλλον τῆς εὐλογίας τὸν τρόπον, οὐκ ἀπερισκέπτως ἐμπαροινεῖν λέγοντας Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα αὐτοῦ φαγεῖν; ὅτι καὶ τό Οὗτος, ἐν ὑπερ οψίᾳ φασί· τοιοῦτόν τι γὰρ πάλιν αὐτοῖς τὸ ὑπέρογκον ὑπαινίττεται ῥῆμα. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Μακρόθυμος ὄντως καὶ πολυέλεος ὁ Χριστὸς, ὥσπερ οὖν ἔξεστι καὶ ἐξ αὐτῶν ἤδη τῶν προκειμένων ἰδεῖν. φιλονει κήσας γὰρ οὐδαμῶς ταῖς τῶν ἀπειθούντων μικροψυχίαις, πάλιν αὐτοῖς τὴν ζωοποιὸν τοῦ μυστηρίου γνῶσιν ἐπιδαψι λεύεται, καὶ νικήσας ὡς Θεὸς τὴν τῶν λυπούντων ἀλαζο νείαν, τὰ δι' ὧν εἰς μακραίωνα βίον ἀναβήσονταί φησι· καὶ τίνα μὲν τρόπον αὐτοῖς τὴν σάρκα δώσει φαγεῖν, οὔπω διδάσκει· ᾔδει γὰρ ὄντας ἐν σκότει καὶ νοεῖν οὐδαμόθεν ἰσχύοντας τὸ ἀπόῤῥητον· ὅσον δὲ αὐτοῖς ἐκ τοῦ φαγεῖν ἀγαθὸν ἐκβήσεται, παραδεικνύει χρησίμως, ἵνα τάχα πως αὐτοὺς ταῖς εἰς τὸ βούλεσθαι ζῆν ἀπεράντοις ἡδοναῖς ἑτοι 1.529 μότερον πείθων, τὸ πιστεύειν διδάξειε. πεπιστευκόσι γὰρ ἤδη καὶ τὸ μανθάνειν δύνασθαι πρεπόντως ἀκολουθεῖ. ἐπεὶ καὶ οὕτω φησὶν ὁ προφήτης Ἡσαΐας "Ἐὰν γὰρ μὴ πιστεύσητε, "οὐδ' οὐ μὴ συνῆτε." οὐκοῦν ἔδει προεῤῥιζωμένης ἐν αὐτοῖς τῆς πίστεως, δευτέραν ἐπεισκρίνεσθαι τὴν ἐφ' οἷς ἀγνοοῦσι σύνεσιν, καὶ οὐ πρεσβυτέραν. τῆς πίστεως ὁρᾶσθαι τὴν ζήτησιν. ∆ιὰ ταύτην οἶμαι τὴν αἰτίαν παρεὶς εἰκότως ὁ Κύριος τὸ λέγειν αὐτοῖς, τίνα τρόπον ἐπιδώσει τὴν σάρκα αὐτοῦ φαγεῖν, ἐπὶ τὸ χρῆναι πιστεύειν πρὸ τῆς ἐρεύνης καλεῖ. τοῖς γὰρ ἤδη πεπιστευκόσι, διακλάσας τὸν ἄρτον ἐδίδου, λέγων "Λάβετε, φάγετε, τοῦτό ἐστι τὸ σῶμά μου·" ὁμοίως δὲ καὶ εἰς πάντας τὸ ποτήριον περιενεγκών Λάβετε "πίετε," φησὶν, "ἐξ αὐτοῦ πάντες· τοῦτο γάρ ἐστι τὸ αἷμά μου τῆς "διαθήκης τὸ ὑπὲρ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρ "τιῶν." ὁρᾷς ὅπως τοῖς μὲν ἀνοηταίνουσιν ἔτι, καὶ τὸ πιστεύειν ἀζήτητον ἐξωθουμένοις, οὐκ ἐξηγεῖται τοῦ μυστη ρίου τὸν τρόπον, τοῖς δὲ ἤδη πεπιστευκόσι σαφέστατα διειπὼν εὑρίσκεται; ἀκουέτωσαν τοίνυν οἱ τὴν πίστιν τὴν εἰς Χριστὸν ἐξ ἀνοίας οὔπω παραδεξάμενοι Ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν αἰώνιον ἐν ἑαυτοῖς· ἀμέτοχοι γὰρ παντελῶς καὶ ἄγευστοι διαμένουσι τῆς ἐν ἁγιασμῷ καὶ μακαριότητι ζωῆς, οἱ διὰ τῆς μυστικῆς εὐλογίας οὐ παραδεξάμενοι τὸν Ἰησοῦν. ζωὴ μὲν γὰρ κατὰ φύσιν ἐστὶ, καθὸ καὶ ἐκ ζῶντος ἐγεννήθη Πατρός· ζωοποιὸν δὲ οὐδὲν ἧττον καὶ τὸ ἅγιον αὐτοῦ σῶμα, συνενηνεγμένον τρόπον τινὰ καὶ ἀῤῥήτως ἑνωθὲν τῷ τὰ πάντα ζωογονοῦντι Λόγῳ· διὸ αὐτοῦ λελόγισται, καὶ ὡς εἷς νοεῖται σὺν αὐτῷ. ἀδιαίρετος γὰρ μετὰ τὴν ἐνανθρώπησιν, πλὴν ὅσον εἰς τὸ εἰδέναι τὸν ἐκ Θεοῦ Πατρὸς ἥκοντα Λόγον 1.530 καὶ τὸν ἐκ τῆς παρθένου ναὸν, οὐ ταὐτὸν μὲν οὖν ὄντα τῇ φύσει· οὐ γὰρ ὁμοούσιον τῷ ἐκ Θεοῦ Λόγῳ τὸ σῶμα· ἓν δὲ τῇ συνόδῳ καὶ τῇ ἀπερινοήτῳ συνδρομῇ· καὶ ἐπείπερ ζωο ποιὸς γέγονε τοῦ Σωτῆρος ἡ σὰρξ, ἅτε δὴ τῇ κατὰ φύσιν ἡνωμένη ζωῇ, τῷ ἐκ Θεοῦ δηλονότι Λόγῳ, ὅταν αὐτῆς ἀπογευσώμεθα, τότε τὴν ζωὴν ἔχομεν ἐν ἑαυτοῖς συνενού μενοι καὶ ἡμεῖς αὐτῇ, καθάπερ οὖν αὐτὴ τῷ ἐνοικήσαντι Λόγῳ. διὰ γάρ τοι τοῦτο καὶ ἐν τῷ τοὺς νεκροὺς διανιστᾶν, οὐ λόγῳ μόνον, οὐδὲ τοῖς θεοπρεπέσιν ἐπιτάγμασιν ὁ Σωτὴρ ἐνεργῶν εὑρίσκεται, ἀλλὰ συνεργάτην ὥσπερ τινὰ πρὸς τοῦτο δὴ μάλιστα τὴν ἁγίαν αὐτοῦ λαμβάνειν ἠπείγετο σάρκα, ἵνα δεικνύῃ ζωοποιεῖν δυναμένην, καὶ ὡς ἓν ἤδη γενομένην πρὸς αὐτόν. καὶ γὰρ ἦν ὄντως ἴδιον αὐτοῦ, καὶ οὐχ ἑτέρου τὸ σῶμα. καὶ γοῦν ὅτε τὸ τοῦ ἀρχισυναγώγου κόριον διανίστη λέγων "Ἡ παῖς ἔγειραι," ἐκράτησε τῆς χειρὸς αὐτῆς, καθὰ γέγραπται· ζωοποιῶν μὲν ὡς Θεὸς, τῷ παντουργῷ προστάγματι· ζωοποιῶν δὲ αὖ πάλιν καὶ διὰ τῆς ἁφῆς τῆς ἁγίας σαρκὸς, μίαν τε καὶ συγγενῆ δι' ἀμφοῖν ἐπιδείκνυσι τὴν ἐνέργειαν. ἀλλὰ καὶ ὅτε εἰσεπορεύετο εἰς πόλιν καλουμένην Ναῒν, καὶ "ἐξεκομίζετο μονογενὴς υἱὸς "τεθνηκὼς τῇ μητρὶ αὐτοῦ," πάλιν "ἥψατο τῆς σοροῦ, "λέγων Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι." καὶ οὐ μόνον δίδωσιν ἐνεργεῖν τῷ λόγῳ τὴν τῶν νεκρῶν ἀναβίωσιν, ἀλλ' ἵνα δείξῃ ζωοποιὸν τὸ ἴδιον σῶμα, καθάπερ οὖν ἤδη προεί πομεν, τῶν τεθνεώτων ἅπτεται, καὶ δι' αὐτοῦ τὴν ζωὴν ἐντιθεὶς τοῖς ἤδη κατεφθαρμένοις. καὶ εἰ διὰ μόνης ἁφῆς τῆς ἁγίας σαρκὸς ζωοποιεῖται τὸ διεφθαρμένον, πῶς οὐχὶ πλουσιωτέραν ἀποκερδανοῦμεν τὴν ζωοποιὸν εὐλογίαν, ὅταν 1.531 αὐτῆς καὶ ἀπογευσώμεθα; μεταποιήσει γὰρ πάντως εἰς τὸ ἴδιον ἀγαθὸν, τουτέστι τὴν ἀθανασίαν, τοὺς μετεσχηκότας αὐτῆς. Καὶ μὴ θαυμάσῃς ἐπὶ τούτῳ, μηδὲ εἴπῃς κατὰ σεαυτὸν Ἰουδαϊκῶς τό Πῶς· ἐννόει δὲ μᾶλλον ὅτι ψυχρὸν τῇ φύσει τὸ ὕδωρ ἐστίν· ἀλλ' ὅταν εἰς λέβητα κεχυμένον ὁμιλήσῃ τῷ πυρὶ, τότε τῆς μὲν ἰδίας μονονουχὶ καὶ ἐπιλανθάνεται φύ σεως, εἰς δὲ τὴν τοῦ νενικηκότος ἐνέργειαν ἀποφοιτᾷ. τὸν αὐτὸν οὖν ἄρα καὶ ἡμεῖς τρόπον, εἰ καὶ φθαρτοὶ διὰ τὴν φύσιν ἐσμὲν τῆς σαρκὸς, ἀλλὰ τῇ μίξει τῆς ζωῆς τὴν ἑαυτῶν ἀφέντες ἀσθένειαν, εἰς τὸ ἐκείνης ἴδιον ἀναστοιχειού μεθα, τουτέστι τὴν ζωήν. ἔδει γὰρ ἔδει, μὴ μόνον διὰ τοῦ Ἁγίου Πνεύματος εἰς ζωῆς καινότητα τὴν ψυχὴν ἀνακτί ζεσθαι, ἀλλὰ γὰρ καὶ τὸ παχὺ τοῦτο καὶ γεῶδες σῶμα διὰ παχυτέρας καὶ συγγενοῦς ἁγιάζεσθαι μεταλήψεως καὶ καλεῖ σθαι πρὸς ἀφθαρσίαν. οἰέσθω δὲ μηδαμῶς ὁ νωθρὸς εἰς σύνεσιν Ἰουδαῖος, νεωτέρων ἡμῖν μυστηρίων ἀνηυρῆσθαι τρόπον. θεωρήσει γὰρ ἐν ἀρχαιοτέροις συγγράμμασι, φημὶ δὲ τοῖς Μωυσαϊκοῖς, προκαταγραφόμενον ἤδη καὶ τῆς ἀλη θείας φοροῦντα τὴν δύναμιν, ὅτι καὶ ἐν ψιλοῖς ἐτελεῖτο τοῖς σχήμασι. τί γὰρ ἐδυσώπησεν, εἰπέ μοι, τὸν ὀλοθρευτήν; τί δὲ καὶ τοὺς προγόνους ἐκείνων μὴ συναπολέσθαι τοῖς Αἰγυπτίοις παρεσκεύασεν, ὅτε κατὰ τῶν πρωτοτόκων ὁ πάντα νικῶν ἐξωπλίζετο θάνατος; ἆρ' οὐχὶ πᾶσιν ἂν γένοιτο συμφανὲς, ὡς ἐπείπερ τῷ θείῳ νόμῳ καταπειθόμενοι τεθύ κασι τὸν ἀμνὸν, καὶ τῶν ἐκείνου σαρκῶν ἀπογευσάμενοι κατέχρισαν τῷ αἵματι τὰς φλιὰς, παρελαύνειν αὐτοὺς ὡς ἡγιασμένους ὁ θάνατος ἠναγκάζετο; παρετέτακτο μὲν γὰρ κατὰ πάσης τῆς ἀνθρωπείας φύσεως ὁ ὀλοθρευτὴς, τουτ έστιν, ὁ τῆς σαρκὸς θάνατος, διὰ τὴν ἐν τῷ πρωτοπλάστῳ 1.532 παράβασιν. τότε γὰρ πρῶτον ἠκούσαμεν "Γῆ εἶ καὶ εἰς "γῆν ἀπελεύσῃ." ἀλλ' ἐπείπερ ἔμελλε τὸν οὕτω δεινὸν ἀνατρέψειν τύραννον ὁ Χριστὸς, διὰ τῆς ἁγίας αὐτοῦ σαρκὸς ἐν ἡμῖν γινόμενος ὡς ζωὴ, προανετυποῦτο τοῖς πάλαι τὸ μυστήριον, καὶ ἀπεγεύοντο τῶν τοῦ προβάτου κρεῶν, ἁγιαζόμενοί τε τῷ αἵματι διεσώζοντο, παρατρέχοντος αὐτοὺς, κατὰ βούλησιν Θεοῦ, τοῦ ὀλοθρεύειν τεταγμένου, τοὺς οἵπερ ἦσαν μέτοχοι τοῦ ἀμνοῦ. τί τοιγαροῦν χαλε παίνεις, Ἰουδαῖε, πρὸς τὴν ἐκ τῶν τύπων ἤδη καλούμενος ἀλήθειαν, ὅταν λέγῃ Χριστός Ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς; καίτοι μᾶλλον ἐχρῆν εὐθαρσέστερόν πως ἐπὶ τὴν τῶν μυστηρίων ἰέναι κατάληψιν, διὰ τῶν Μωυσαϊκῶν προ παιδαγωγηθέντα βιβλίων, καὶ διὰ σχημάτων ἀρχαιοτάτων ἐπὶ τὸ χρῆναι πιστεύειν ἀνενδοιάστως χειραγωγούμενον. Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Κἀν τούτῳ δὴ μάλιστα θαυμάσαι προσήκει τὸν ἅγιον Εὐαγγελιστήν "Καὶ ὁ Λόγος σὰρξ ἐγένετο," διαῤῥήδην ἀνακεκραγότα· οὐ γὰρ ὅτι γέγονεν ἐν σαρκὶ, ἀλλ' ὅτι γέγονε σὰρξ, οὐκ ἀπενάρκησεν εἰπεῖν, ἵνα δείξῃ τὴν ἕνωσιν. καὶ οὐ δήπου φαμὲν, ἢ τὸν ἐκ Πατρὸς Θεὸν Λόγον εἰς τὴν τῆς σαρκὸς μεταπεποιῆσθαι φύσιν, ἤγουν τὴν σάρκα μετα χωρῆσαι πρὸς Λόγον· μένει γὰρ ἑκάτερον, ὅπερ ἐστὶ τῇ φύσει, καὶ εἷς ἐξ ἀμφοῖν ὁ Χριστός· ἀποῤῥήτως δὲ καὶ ὑπὲρ νοῦν τὸν ἀνθρώπινον ἡνωμένος ὁ Λόγος τῇ ἰδίᾳ σαρκὶ, καὶ ὅλην ὥσπερ εἰς ἑαυτὸν μεταστήσας κατ' ἐνέργειαν τὴν ἐν τῷ δύνασθαι ζωοποιεῖν τὰ ζωῆς δεόμενα· τῆς μὲν ἡμε τέρας φύσεως ἐξήλασε τὴν φθορὰν, ἐξέστησε δὲ καὶ τὸν 1.533 πάλαι διὰ τὴν ἁμαρτίαν ἰσχύσαντα θάνατον. οὐκοῦν ὁ τρώγων τὴν ἁγίαν σάρκα Χριστοῦ, ζωὴν αἰώνιον ἔχει· ἔχει γὰρ ἡ σὰρξ ἐν ἑαυτῇ τὸν Λόγον κατὰ φύσιν ὄντα ζωήν. διὰ γὰρ τοῦτό φησιν, ὅτι ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. ἀντὶ δὲ τοῦ εἰπεῖν, ὅτιπερ αὐτὸν, τὸν ἐσθίοντα δηλονότι, τὸ ἐμὸν ἀναστήσει σῶμα, τό Ἐγὼ τέθεικεν, ὡς οὐχ ἕτερος ὢν παρὰ τὴν ἰδίαν σάρκα· καὶ οὐ πάντως τῇ φύσει, διατέμνε σθαι γὰρ ὅλως εἰς υἱῶν δυάδα μετὰ τὴν ἕνωσιν οὐκ ἀνέ χεται. ἐγὼ τοιγαροῦν, φησὶν, ὁ ἐν αὐτῷ γεγονὼς, διὰ τῆς ἐμῆς δηλονότι σαρκὸς, ἀναστήσω τὸν ἐσθίοντα τῇ ἐσχάτῃ ἡμέρᾳ. ἦν γὰρ δὴ καὶ ἀμήχανον μὴ οὐχὶ πάντως νικῆσαι τὴν φθορὰν καὶ κρατῆσαι θανάτου τὸν κατὰ φύσιν ὄντα ζωήν. διὰ τοῦτο κἂν βιάζηται τὸ ἀνθρώπινον σῶμα πρὸς τὸ καταφθείρεσθαι δεῖν ὁ διὰ τῆς παραβάσεως ἐπιπηδήσας θάνατος, ἀλλ' ἐπείπερ ἐν ἡμῖν ὁ Χριστὸς διὰ τῆς ἰδίας γίνεται σαρκὸς, ἀναστησόμεθα πάντως· ἀπίθανον γὰρ, μᾶλλον δὲ καὶ ἀδύνατον, μὴ ζωοποιεῖν τὴν ζωὴν τοὺς ἐν οἷς ἂν γένοιτο. ὥσπερ γὰρ εἴ τις σπινθῆρα λαβὼν ἀχύροις ἐγκαταχώσαι πολλοῖς, ἵνα σωζόμενον ἔχοι τὸ τοῦ πυρὸς σπέρμα· οὕτω καὶ ἐν ἡμῖν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς διὰ τῆς ἰδίας σαρκὸς ἐναποκρύπτει τὴν ζωὴν, καὶ ὥσπερ τι σπέρμα τὴν ἀθανασίαν ἐντίθησιν, ὅλην τὴν ἐν ἡμῖν ἀφανίζον φθοράν. Ἡ γὰρ σάρξ μου ἀληθής ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστι πόσις. Ἀντιδιαστέλλει πάλιν τῇ τοῦ μάννα χορηγίᾳ τὴν μυστι κὴν εὐλογίαν, καὶ τοῖς ἐκ πετραίων λαγόνων νάμασι τοῦ ποτηρίου τὴν γεῦσιν. ὅπερ δὲ ἤδη καὶ δι' ἑτέρων εἴρηκε 1.534 φθάσας, τοῦτο πάλιν ἐνταῦθά φησι, πολυτρόπως τὸν αὐτὸν ἐξυφαίνων λόγον. οὐ γὰρ δὴ χρῆναι λίαν ἀποθαυμάζειν αὐτοῖς τὸ μάννα παρεγγυᾷ, προσδέχεσθαι δὲ μᾶλλον αὐτὸν, ὡς ἄρτον ἐξ οὐρανοῦ καὶ χορηγὸν τῆς αἰωνίου ζωῆς. "Οἱ "μὲν γὰρ πατέρες ὑμῶν, φησὶν, ἔφαγον τὸ μάννα ἐν τῇ "ἐρήμῳ καὶ ἀπέθανον· οὗτος δέ ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ "οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ "ἀποθάνῃ·" ἡ μὲν γὰρ τοῦ μάννα τροφὴ πρὸς ὀλίγον, φησὶ, κομιδῇ τὸν καιρὸν τὴν τοῦ σώματος χρείαν διαπαί ξασα, καὶ τὸ ἐκ τῆς ἐνδείας δυσωπήσασα βλάβος, ἠσθένησε πάλιν οὐκ ἐντιθεῖσα τοῖς βεβρωκόσι τὴν αἰώνιον ζωήν. οὐκ ἦν οὖν ἄρα βρῶσις ἀληθὴς καὶ ἄρτος ἐξ οὐρανοῦ τουτέστι· τὸ δὲ ἅγιον σῶμα τοῦ Χριστοῦ, πρὸς ἀθανασίαν καὶ ζωὴν αἰώνιον ἀποτρέφον, βρῶσις ὄντως ἀληθής. ἀλλ' ἔπιον καὶ ὕδωρ ἐκ πέτρας ἐκεῖνοι. καὶ τί τὸ ἐντεῦθεν, φησὶ, ποία δὲ τοῖς πεπωκόσιν ἡ ὄνησις; τετελευτήκασι γάρ. ἦν οὖν ἄρα κἀκεῖνο πόσις οὐκ ἀληθὴς, ἀληθὴς δὲ κατ' ἀλήθειαν εὑρί σκεται πόσις τὸ τίμιον αἷμα Χριστοῦ, ὅλην ἐκ βάθρων ἀποῤῥιζοῦν τὴν φθορὰν, καὶ ἀναμοχλεῦον τὸν ἐν τῇ ἀνθρω πείᾳ σαρκὶ κατοικήσαντα θάνατον. αἷμα γάρ ἐστιν οὐχ ἑνὸς τῶν τυχόντων ἁπλῶς, ἀλλ' αὐτῆς τῆς κατὰ φύσιν ζωῆς. διὰ τοῦτο καὶ σῶμα καὶ μέλη Χριστοῦ χρηματίζομεν, ὡς διὰ τῆς εὐλογίας αὐτὸν ἐν ἑαυτοῖς δεχόμενοι τὸν Υἱόν. Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. Πολυτρόπως ἡμᾶς διὰ τούτων μυσταγωγεῖ, καὶ ἐπείπερ ἐστὶ δυσέφικτός πως τοῖς ἀμαθεστέροις ὁ λόγος, τὴν ἀπὸ τοῦ πιστεύειν σύνεσιν ἐφ' ἑαυτῷ μᾶλλον ἀπαιτῶν ἢ ζή τησιν, ἄνω τε καὶ κάτω τῶν αὐτῶν ἑλίττων ἐξευμαρίζει 1.535 ποικίλως, καὶ πανταχόθεν ἡμῖν τὸ ἐκ τοῦ πράγματος κατα λαμπρύνει χρήσιμον, θεμέλιον ὥσπερ τινὰ καὶ κρηπῖδα τῇ πίστει τὴν ἐπ' αὐτῷ καλλίστην ἐπιθυμίαν καταπηγνύς. ὁ γὰρ τρώγων μου φησὶ τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. ὥσπερ γὰρ εἴ τις κηρὸν ἑτέρῳ συνάψειε κηρῷ, πάντως δήπου καὶ ἕτερον ἐν ἑτέρῳ γεγονότα κατόψεται· τὸν αὐτὸν οἶμαι τρόπον καὶ ὁ τὴν σάρκα δεχό μενος τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ πίνων αὐτοῦ τὸ τίμιον αἷμα, καθά φησιν αὐτὸς, ἓν ὡς πρὸς αὐτὸν εὑρίσκεται συν ανακιρνάμενος ὥσπερ καὶ ἀναμιγνύμενος αὐτῷ διὰ τῆς μετα λήψεως, ὡς ἐν Χριστῷ μὲν αὐτὸν εὑρίσκεσθαι, Χριστὸν δὲ αὖ πάλιν ἐν αὐτῷ. οὕτω πως ἡμᾶς καὶ ἐν τῷ κατὰ Ματ θαῖον Εὐαγγελίῳ, Χριστὸς ἐπαιδαγώγει λέγων "Ὁμοία "ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ "ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον." τίς μὲν οὖν ἡ γυνὴ, τίς δὲ τῶν καλουμένων σάτων ἡ τριὰς, ἢ καὶ τί τὸ σάτον ὅλως ἐστὶν, ἐν οἰκείῳ λελέξεται τόπῳ· πρὸς δέ γε τὸ παρὸν εἰς μόνην ἐροῦμεν τὴν ζύμην. ὥσπερ οὖν ὁ Παῦλός φησιν, "ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα "ζυμοῖ," οὕτως ὀλιγοστὴ πάλιν εὐλογία σύμπαν ἡμῶν εἰς ἑαυτὴν ἀναφύρει τὸ σῶμα, καὶ τῆς ἰδίας ἐνεργείας ἀναπληροῖ, οὕτω τε ἐν ἡμῖν γίνεται Χριστὸς, καὶ ἡμεῖς αὖ πάλιν ἐν αὐτῷ. καὶ γὰρ δὴ καὶ ἀληθεύων ἐρεῖ τις ὅτι καὶ ἐν παντὶ μέν ἐστιν ἡ ζύμη τοῦ φυράματος, καὶ τὸ φύραμα δὲ κατὰ τὸν ἴσον λόγον ἐν ὅλῃ γίνεται τῇ ζύμῃ· ἔχεις ὡς ἐν βραχέσι τῶν εἰρημένων τὸν νοῦν. ἀλλ' εἴπερ ἐσμὲν τῆς αἰωνίου ζωῆς ἐρασταὶ, εἰ τὸν τῆς ἀθανασίας χορηγὸν ἐν ἑαυτοῖς ἔχειν εὐχόμεθα, μὴ κατά τινας τῶν ἀμελεστέρων τὸ εὐλογεῖσθαι παραιτώμεθα, μηδὲ παγίδα καὶ βρόχον ἡμῖν ἐξαρτυέτω τὴν ἐπιζήμιον εὐλάβειαν ὁ βαθὺς εἰς πανουργίαν διάβολος. Ναὶ γὰρ γέγραπται, φησίν "Ὁ ἐσθίων ἐκ τοῦ ἄρτου καὶ 1.536 "πίνων ἐκ τοῦ ποτηρίου ἀναξίως κρῖμα ἑαυτῷ ἐσθίει καὶ "πίνει·" δοκιμάσας δὲ τὰ κατ' ἐμαυτὸν, οὐκ ἄξιον ὄντα βλέπω. Πότε τοίνυν ἄξιος ἔσῃ, καὶ παρ' ἡμῶν ὁ τοῦτο λέγων ἀκού σεται, πότε σαυτὸν παραστήσεις τῷ Χριστῷ; εἰ γὰρ μέλλοις ἀεὶ καταπτοεῖσθαι τοῖς ὀλισθήμασιν, ὀλισθάνων δὲ οὐκ ἀπο παύσῃ· "Τίς γὰρ συνήσει παραπτώματα," κατὰ τὸν ἅγιον ψαλμῳδὸν, ἀμέτοχος εὑρεθήσῃ παντελῶς τοῦ διασώζοντος ἁγιασμοῦ. οὐκοῦν λογιῇ μὲν εὐσεβέστερον σύννομον ἐπιτη δεύειν βίον, μεταλήψῃ δὲ οὕτω τῆς εὐλογίας, οὐ θανάτου μόνον, ἀλλὰ καὶ τῶν ἐν ἡμῖν νοσημάτων ἀποκρουστικὴν εἶναι πιστεύσας· κατακοιμίζει γὰρ ἐν ἡμῖν γεγονὼς ὁ Χρι στὸς τὸν ἐν τοῖς μέλεσι τῆς σαρκὸς ἀγριαίνοντα νόμον, καὶ ἀναζωπυρεῖ μὲν τὴν εἰς Θεὸν εὐλάβειαν, ἀπονεκροῖ δὲ τὰ πάθη, μὴ λογιζόμενος ἡμῖν τὰ ἐν οἷς ἐσμεν παραπτώματα, θεραπεύων δὲ μᾶλλον ὡς νενοσηκότας. καταδεσμεῖ γὰρ τὸ συντετριμμένον, ἐγείρει τὸ πεπτωκὸς, ὡς ποιμὴν ἀγαθὸς καὶ τὴν ψυχὴν ἑαυτοῦ τεθεικὼς ὑπὲρ τῶν προβάτων.

1.537 ΚΕΦΑΛΗ Γ. Ὅτι οὐ ζωῆς τῆς παρ' ἑτέρου μέτοχός ἐστιν ὁ Υἱὸς, μᾶλλον δὲ κατὰ φύσιν ζωὴ ὡς ἐκ ζωῆς τῆς κατὰ φύσιν γεγεννημένος τοῦ Θεοῦ καὶ Πατρός. Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ, κἀγὼ ζῶ διὰ τὸν Πατέρα· καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσει δι' ἐμέ. ΑΣΥΜΦΑΝΕΣΤΕΡΟΣ μὲν τῶν προκειμένων ὁ νοῦς, καὶ οὐ τῇ τυχούσῃ δυσχερείᾳ κατημφιεσμένος· πλὴν οὐ παντελῶς ἀποσκιρτήσει πρὸς τὸ δυσεύρετον, καταληφθή σεται γὰρ καὶ ἁλώσιμος ἔσται τοῖς ὀρθῶς ἐθέλουσι νοεῖν. ὅτε τοίνυν ἀπεστάλθαι φησὶν ἑαυτὸν ὁ Υἱὸς, τότε τὸ σεσαρ κῶσθαι δηλοῖ, καὶ ἕτερον οὐδέν· τὸ σεσαρκῶσθαι δὲ ὅταν λέγωμεν, ἄνθρωπον ὁλοκλήρως γενέσθαι φαμέν. ὥσπερ τοίνυν ἄνθρωπόν με, φησὶ, πεποίηκεν ὁ Πατὴρ, καὶ ἐπείπερ ἐκ τῆς κατὰ φύσιν ἐγεννήθην ζωῆς Θεὸς ὢν Λόγος ζωὴ, καὶ ἄνθρωπος γεγονὼς τῆς ἐμαυτοῦ φύσεως τὸν ἐμὸν ἐμπλήσας ναὸν, τουτέστι τὸ σῶμα· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ τὴν ἐμὴν ἐσθίων σάρκα ζήσει δι' ἐμέ· ἔλαβον γὰρ τὴν ἀποθνή σκουσαν σάρκα, ἀλλ' ἐπείπερ ἐνῴκηκα ταύτῃ, ζωὴ κατὰ φύσιν ὑπάρχων, διὰ τὸ ἐκ ζῶντος εἶναι Πατρὸς, πᾶσαν εἰς ζωὴν ἀνεστοιχείωσα τὴν ἐμαυτοῦ. οὐ νενίκημαι τῇ φθορᾷ τῆς σαρκὸς, νενίκηκα δὲ μᾶλλον αὐτὴν ὡς Θεός. ὥσπερ οὖν· ἐρῶ γὰρ αὖθις ὀκνήσας οὐδὲν διὰ τὸ χρήσιμον· εἰ καὶ 1.538 γέγονα, φησὶ, σάρξ· τοῦτο γὰρ τὸ ἀπεστάλθαι σημαίνει· ζῶ πάλιν διὰ τὸν ζῶντα Πατέρα, τουτέστι, τὴν τοῦ τεκόντος εὐφυΐαν ἐν ἐμαυτῷ διασώζων, οὕτω καὶ ὁ διὰ τῆς μετα λήψεως τῆς ἐμῆς σαρκὸς ἐμὲ δεχόμενος ἐν ἑαυτῷ ζήσεται, πάντως ὅλος εἰς ἐμὲ μεταστοιχειούμενος, τὸν ζωογονεῖν ἰσχύοντα διὰ τὸ ὡς ἐκ ῥίζης εἶναι τῆς ζωοποιοῦ, τουτέστι τοῦ Θεοῦ καὶ Πατρός. σεσαρκῶσθαι δὲ λέγει παρὰ τοῦ Πατρὸς, καίτοι τοῦ μὲν Σολομῶνος λέγοντος "Ἡ σοφία "ᾠκοδόμησεν ἑαυτῇ οἶκον·" τοῦ δὲ μακαρίου Γαβριὴλ τῇ τοῦ Πνεύματος ἐνεργείᾳ τὴν τοῦ θείου σώματος ἀνατιθέντος ποίησιν, ὅτε τῇ ἁγίᾳ προσελάλει παρθένῳ "Πνεῦμα" γὰρ, φησὶν, "ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις ὑψίστου "ἐπισκιάσει σοι·" ἵνα πάλιν ἐννοῇς, ὅτι μιᾶς οὔσης τῆς κατὰ φύσιν θεότητος, καὶ ἐν Πατρὶ καὶ Υἱῷ νοουμένης καὶ ἐν τῷ Ἁγίῳ Πνεύματι, οὐ μεμερισμένως ἕκαστος ἐνεργήσει περί τι τῶν ὄντων, ἀλλ' ὅπερ ἂν λέγοιτο γενέσθαι καὶ δι' ἑνὸς, τοῦτο πάντως ἐστὶν ὅλης ἔργον τῆς θείας φύσεως. μιᾶς γὰρ οὔσης τῆς ἁγίας Τριάδος κατά γε τὸν τῆς ὁμοου σιότητος λόγον, μία δήπου πάντως καὶ ἡ ἐφ' ἅπασιν ἔσται δύναμις. πάντα γὰρ ἐκ Πατρὸς δι' Υἱοῦ ἐν Πνεύματι· ὃ δὲ πολλάκις εἰρήκαμεν, τοῦτο πάλιν ἐροῦμεν· τὰ αὐτὰ γὰρ λέγειν εἰ καὶ φορτικὸν, ἀλλ' οὖν ἔχει τὸ ἀσφαλές. ἔθος γὰρ τῷ Σωτῆρι Χριστῷ τὰ ὅσαπέρ ἐστι τὴν ἀνθρώπῳ πρέ πουσαν ἀναπηδῶντα δύναμιν, τῇ τοῦ Πατρὸς ἐνεργείᾳ χρησίμως ἀνατιθέναι. τεταπείνωκε γὰρ ἑαυτὸν ἄνθρωπος γεγονώς· καὶ ἐπείπερ τὴν τοῦ δούλου μορφὴν κατεδέξατο, τὸ δουλοπρεπὲς οὐκ ἀτιμάζει μέτρον, πλὴν οὐκ ἔξω κείσεται τοῦ πάντα ποιεῖν μετὰ Πατρός· ἐνεργεῖ δὲ ὁ γεννήσας αὐτὸν δι' αὐτοῦ τὰ πάντα, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν "̔Ο Πατὴρ γὰρ, φησὶν, ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα 1.539 "αὐτός." ἀποδιδοὺς τοίνυν τῇ οἰκονομίᾳ τῇ μετὰ σαρκὸς τὸ πρέπον, ἀνατίθησι τῷ Θεῷ καὶ Πατρὶ τὰ ὑπὲρ ἀνθρώπου δύναμιν. τὸ γὰρ κτίσαι ναὸν ἐν παρθένῳ τὴν ἀνθρώπου δύναμιν ἐξάλλεται. Ἀλλ' ἐρεῖ πρὸς ταῦτα πάλιν ὁ δι' ἐναντίας Καὶ πῶς ἂν ἑτέρως τὸ τί κατὰ φύσιν ἐστὶν ἐξεκάλυψεν ὁ Υἱὸς, ἢ πῶς ἂν ἔδειξε σαφῶς ὅτι μείζων ἐστὶν ὁ Πατὴρ, εἰ μὴ διὰ τοῦ λέγειν ὅτι ζῶ διὰ τὸν Πατέρα; εἰ γὰρ χορηγός ἐστιν ὁ Πατὴρ τῷ Υἱῷ τῆς ζωῆς, τίς εἰς τοσαύτην ἀβελτερίαν ἐλάσει λοιπὸν, ὡς μὴ πάντως ἐννοεῖν ὅτι τὸ μέτοχον ζωῆς οὐ ταὐτὸν ἔσται κατὰ φύσιν τῇ ζωῇ, ἤτοι τῷ ζωοποιεῖν ἰσχύοντι; Πρὸς δὴ τὰ τοιαῦτα, καὶ ἡμεῖς τὸν τῆς ἀληθείας ἀντεξά γοντες λόγον, ἐροῦμεν εὐκαίρως "Ὁ μωρὸς μωρὰ λαλήσει, "καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει, τοῦ συντελεῖν ἄνομα "καὶ λαλεῖν πρὸς Κύριον πλάνησιν." τί γὰρ ἂν γένοιτο τῆς τοιαύτης τῶν αἱρετικῶν ἐννοίας τὸ παρανομώτερον; πῶς δὲ οὐκ ἐσχάτη πλάνησις λαλεῖται παρ' αὐτῶν κατὰ τοῦ πάντα ζωογονοῦντος Χριστοῦ, ὅτε λέγειν οὐκ ἐρυθριῶσιν οἱ παραφρονέστατοι, ζῆν αὐτὸν τῆς παρ' ἑτέρου μέτοχον ζωῆς, καθάπερ τὰ δι' αὐτοῦ γεγονότα; ἆρ' οὖν ἔσται λοιπὸν καὶ ζῷον ἡμῖν ὁ Υἱὸς, ἅτε δὴ καὶ ζωῆς ὑπάρχον μέτοχος, ἀλλ' οὐκ αὐτὸ κατὰ φύσιν ζωή; τὸ γὰρ ζῷον ἕτερον εἶναι δεῖ πάντως παρὰ τὴν οὖσαν ἐν αὐτῷ ζωήν. εἰ δὲ νομίζουσι ταὐτὸν εἶναι δύνασθαι, λεγέσθω πᾶν ζῷον ζωή· ἀλλ' οὐκ ἂν οἶμαί τις οὕτω ποιήσαι σωφρονῶν· οὐκοῦν οὐδὲ ζῷον ἡμῖν ὁ Μονογενὴς, ἀλλὰ ζωὴ κατὰ φύσιν νοηθήσεται. πῶς γὰρ ἂν καὶ ἀληθεύσαι λέγων "Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ "ζωή;" ζωὴ γάρ ἐστι τὸ ζωογονοῦν, οὐ τὸ τῆς παρ' ἑτέρου ζωῆς ἐπιδεὲς, ὥσπερ οὖν ἀμέλει καὶ σοφία νοεῖται τὸ 1.540 σοφοῦν δυνάμενον, οὐ τὸ σοφοῦσθαι πεφυκός. οὐκοῦν καθ' ὑμᾶς διαψεύσεται μὲν ἡ ἀλήθεια, καὶ οὐκ ἀληθεύσει λέγων ὁ Χριστός Ἐγώ εἰμι ἡ ζωή. ψευδομυθήσει δὲ πάλιν καὶ ὁ λαμπρὸς τῶν ἁγίων χορὸς, τοὺς διὰ τοῦ Πνεύματος ἐρευγό μενος λόγους, καὶ ζωὴν ἀποκαλῶν τὸν Μονογενῆ. ὁ μὲν γὰρ θεῖος ἡμῖν ψαλμῳδὸς ὡς πρὸς τὸν Πατέρα λέγων εὑρίσκεται "Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς·" ὁ δὲ θαυμάσιος Εὐαγγελιστὴς Ἰωάννης ἐν οἰκείαις ἐπιστολαῖς οὕτω φησίν " Ο ἦν ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλ "μοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, "περὶ τοῦ λόγου τῆς ζωῆς· καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωρά "καμεν, καὶ μαρτυροῦμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν "τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη "ἡμῖν." ὁρᾷς ἀληθεύοντα τὸν ψαλμῳδὸν, καὶ διὰ τῆς Ἰωάννου φωνῆς, ὅτε φησὶ πρὸς τὸν τῶν ὅλων Πατέρα Θεόν " Οτι παρὰ σοὶ πηγὴ ζωῆς;" ἦν γὰρ καὶ ἔστι παρ' αὐτῷ πηγὴ ζωῆς ὁ Υἱός· ὅτι γάρ φησιν περὶ αὐτοῦ τὰ τοιαῦτα ὁ πνευματοφόρος, διὰ τῶν αὐτοῦ πάλιν πληροφορήσει λόγων· ἐπιστέλλει γὰρ οὕτως "Καὶ οἴδαμεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ "ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀλη "θινὸν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ "Χριστῷ· οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ἡ ζωὴ ἡ "αἰώνιος." εἶτα τίς εἰπέ μοι λοιπὸν τῆς τῶν ἑτεροφρόνων τερθρείας ἀνέξεται; ἢ τίς τῆς ἐκείνων δυσσεβείας οὐ κατα βοήσει δικαίως, ζωῆς τῆς παρ' ἑτέρου μέτοχον ἀποτολ μώντων εἰπεῖν τὸν Υἱὸν, καίτοι τῆς ἁγίας καὶ θεοπνεύστου γραφῆς οὐδὲν μὲν τοιοῦτον λεγούσης περὶ αὐτοῦ, διαῤῥήδην δὲ μᾶλλον βοώσης, ὅτι καὶ Θεὸς εἴη κατὰ φύσιν, καὶ ἀλη θινὸς, καὶ πηγὴ ζωῆς, καὶ ζωὴ πάλιν αἰώνιος; πῶς γὰρ ἂν νοοῖτο Θεὸς ὑπάρχειν ἀληθινὸς ὁ ζωῆς τῆς παρ' ἑτέρου 1.541 δεόμενος, καὶ οὐχὶ μᾶλλον ὑπάρχων αὐτὸς κατὰ φύσιν ζωή; ἢ πῶς ἂν λέγοιτο ζωῆς ἔτι πηγὴ, ταῖς παρ' ἑτέρου χορηγίαις εἰς τὸ δύνασθαι ζῆν βοηθούμενος; Ἀλλὰ ναὶ, φησὶν ὁ δι' ἐναντίας, κατὰ τοῦτο ζωὴν εἶναι δώσομεν τὸν Υἱὸν, καθὸ καὶ αὐτὸς δύναται ζωοποιεῖν, ὡς ἔχων ἐν ἑαυτῷ τὸν ζῶντα Πατέρα. Ἀλλ' οὐκ ἀρκέσει ταῦτα πρὸς ἀπολογίαν ὑμῖν, ὦ βέλ τιστοι, τῆς κατὰ τοῦ Μονογενοῦς δυσφημίας· ἀπαίδευτος δὲ καὶ πανταχῆ διαπίπτων ὁ λόγος ὑμῖν κἀν τούτῳ πάλιν ἁλώ σεται. τὸ γὰρ χρῆναι λέγειν ζωὴν ἀποκαλεῖσθαι τὸν Υἱὸν, ἐπείπερ οἶδε ζωογονεῖν τὰ ζωῆς δεκτικὰ, διὰ τὸ ἔχειν ἐν ἑαυτῷ τὸν Πατέρα, πῶς οὐκ ἄμετρόν τινα τὴν ἀμαθίαν ὠδίνει; οὐ γὰρ ἴστε δήπου κατὰ τὸ εἰκὸς, τί μέν ἐστι τὸ κατὰ φύσιν, τί δὲ τὸ ἐκ τοῦ κατὰ φύσιν, ὡς αὐτὸ συντιθέ μενον, ὅπερ ἐστὶ τὸ κατὰ θέσιν. οἷον θερμὸν μὲν τῇ φύσει τὸ πῦρ, θερμὰ δὲ καὶ ἕτερα, τῆς ἐνεργείας μετασχόντα τῆς ἀπ' αὐτοῦ, σίδηρος τυχὸν ἢ ξύλον· ἀλλ' οὐκ ἐπείπερ ἐθερ μάνθη, διὰ τοῦτο λέγοιντ' ἂν εἶναι καὶ πῦρ· ἀλλοτρίαν γὰρ καὶ οὐ φυσικὴν ἐν ἑαυτοῖς τὴν ἐνέργειαν ἔχει. ἥξει δὲ καὶ ἐφ' ἡμᾶς αὐτοὺς τῶν παραδειγμάτων ὁ λόγος· ἡ γραμμα τικὴ τυχὸν ἤτοι γεωμετρικὴ, λογικῆς μὲν ἐπιστήμης εἴδη πιστεύεται, ἀλλ' ὅταν τις ἴδρις γένηται γραμματικῆς ἤτοι τῆς ἑτέρας, οὐκ αὐτὸ γραμματικὴ νοηθήσεται τυχὸν, ἤτοι γεωμετρικὴ, ἀλλ' ἐκ τῆς ἐν αὐτῷ γενομένης γραμματικῆς, γραμματικὸς ὀνομάζεται, καὶ πάλιν ὁμοίως τὸ ἕτερον· οὕτω καὶ ἡ κατὰ φύσιν ζωὴ, ἕτερόν τι πάντως ἐστὶ παρὰ τὰ ἐν οἷς γίνεται, μετασκευάζουσα πρὸς ἑαυτὴν τὸ μὴ φύσει τοιοῦτον. οὐκοῦν ὅταν ἐν Υἱῷ λέγητε τὸν Πατέρα ὑπάρ χειν, ὥσπερ ἐν ὕλῃ τυχὸν, ἵνα, ἐπείπερ ἐστὶ ζωὴ κατὰ φύσιν, 1.542 ζωογονεῖν δύνηται καὶ αὐτὸς, ἀνοήτως ἔτι ζωὴν εἶναι δώσετε, καὶ οὐχὶ μᾶλλον ζωῆς τῆς παρ' ἑτέρου μέτοχον, σχέσει δὲ μᾶλλον καὶ οὐκ οὐσιωδῶς εἰς τὸ τοῦ χορηγοῦντος ἀνακεκλη μένον ἀξίωμα. καὶ ὥσπερ οὐκ ἄν τις εὐλόγως τὸν θερμαν θέντα σίδηρον ἀποκαλέσειε πῦρ, κἂν τὴν τοῦ πυρὸς ἐνέργειαν ἔχῃ, διὰ τὸ ἐξ αὐτοῦ τεθερμάνθαι· ἢ καὶ πάλιν οὐκ ἄν τις νοῦν ἔχων ὀνομάσαι γραμματικὴν τὸν γραμματικὸν, διὰ τὸ καὶ ἑτέρους δύνασθαι χειραγωγεῖν εἰς τὴν ἐπιστήμην· οὕτως καὶ οὐκ ἂν οἶμαί τις τὰ εἰκότα φρονῶν, ζωὴν ὀνομάσαι τὸν Υἱὸν διὰ τὸ καὶ ἑτέρους δύνασθαι ζωογονεῖν, οὐ κατὰ φύσιν ἔχοντα κατ' ἐκείνους τὸ εἶναι ζωὴ, ἀλλ' ἐκ τῆς τοῦ Πατρὸς ἐνεργείας ἐνεσπαρμένον, ἤτοι διὰ τὸν ἐνοικοῦντα Πατέρα. τί δ' ἂν, εἰπέ μοι, καὶ διακωλύσαι λοιπὸν, ὡς ἐξ ἡμῶν ἕνα νοεῖσθαι τὸν Υἱὸν, φθαρτῆς δηλονότι φύσεως, εἰ ζῇ διὰ τὸν Πατέρα, τουτέστι, τὴν ἐκ τοῦ τεκόντος ζωὴν χορηγούμενος, ὡς νοοῦσιν αὐτοί; ἐφθάρη γὰρ ἂν κατὰ τὴν τῶν νοημάτων ἀναλογίαν, εἰ μὴ ἔσχεν ἐν ἑαυτῷ τὸν ζῶντα Πατέρα. καὶ εἰ συγχωροῦμεν ἀληθεύειν λέγοντι "Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ "Πατὴρ ἐν ἐμοὶ," ἔχει μὲν αὐτὸς ἐν ἑαυτῷ τὸν Πατέρα ζωὴν ὄντα κατὰ φύσιν· ἔστι δὲ αὐτὸς ἐν Πατρὶ, καίτοι ζωὴ κατὰ φύσιν οὐκ ὤν· καὶ σιωπῶ τὸ δύσφημον, εἰ καὶ λέγειν ἐχρῆν εἰς ἔλεγχον τῆς τῶν θεομάχων ἀσεβείας· ἁλώσεται γὰρ ἔχων ὁ Πατὴρ ἐν ἑαυτῷ τὸ ζωῆς ἔρημον, τουτέστι φθορὰν, ἤτοι φύσιν τὴν φθειρομένην. ὅτι γὰρ ἡ τοῦ πράγματος φύσις οὕτως νοεῖν ἡμᾶς ἀναγκάσῃ περὶ τοῦ Υἱοῦ, ζητητέον ἡμῖν καὶ ἐσαῦθις, καὶ διὰ ποικίλων ἰτέον θεωρημάτων, ἐπείπερ ἡμῖν σκοπὸς ταῖς προσηκούσαις ἀκριβείαις κατα λεπτύναι τὸ ζητούμενον. ζωὴν εἶναι φῂς κατὰ φύσιν τὸν Θεὸν καὶ Πατέρα· καλῶς, ἔχει γὰρ οὕτως, ἀλλ' ἔστι καὶ ἐν Υἱῷ. τοῦτο γὰρ καὶ ὁ παρ' ὑμῶν δίδωσι λόγος. ἐροίμην δ' 1.543 ἂν εἰκότως ἤδη λοιπὸν, ἐκεῖνο μανθάνειν ἐπιθυμῶν, τί ἐνερ γήσει περὶ τὸν Υἱὸν, ὑπάρχων ἐν αὐτῷ; ἆρα μεταδώσει τῆς ἑαυτοῦ ζωῆς τῷ ἰδίῳ γεννήματι, καθάπερ δεομένῳ καὶ οὐχ ἔχοντι τὴν ζωὴν ἐξ ἑαυτοῦ; καὶ πῶς οὐκ ἀνάγκη πᾶσα νοεῖν ἔρημον εἶναι ζωῆς τὸν Υἱόν; τὸ δὲ ζωῆς ἔρημον, τί ἂν ἕτερον εἴη λοιπὸν, ἢ φθαρτόν; ἀλλ' οὐ μεταδώσει τῆς ἑαυτοῦ ζωῆς τῷ γεννήματι· ζωὴ γὰρ, καὶ εἰ μὴ δέχοιτο παρ' αὐτοῦ. Πῶς οὖν ἔτι συκοφαντοῦσί τινες ἀθυρογλωττοῦντες ἀφυ λάκτως, καὶ διὰ τοῦτο λέγουσι ζῆν τὸν Υἱὸν, ἐπείπερ ἔχει ζωὴν ὄντα κατὰ φύσιν ἐν ἑαυτῷ τὸν Πατέρα; εἰ μὲν γὰρ ζῇ καὶ δίχα τοῦ Πατρὸς, ὡς ὑπάρχων οὐσιωδῶς καὶ αὐτοζωὴ, οὐκέτι ζῇ διὰ τὸν Πατέρα, τουτέστι, διὰ τὴν ἐκ Πατρὸς μετά ληψιν. εἰ δὲ χορηγὸν τῆς ἰδίας ζωῆς ἔχει τὸν Πατέρα, ζωὴν ἰδίαν οὐκ ἔχων αὐτὸς ἀναδειχθήσεται· διανείζεται γὰρ τὴν παρ' ἑτέρου, καὶ ὅπερ ἐξ ἀρχῆς ἐλέγομεν, ζῷον μᾶλλόν ἐστιν ἢ ζωὴ, καὶ φθαρτῆς ἤδη φύσεως. πῶς οὖν ἑαυτὸν ἀπεκάλει ζωήν; ἢ γὰρ ἐξέσται καὶ ἡμῖν ἀκινδύνως εἰπεῖν Ἐγώ εἰμι ἡ ζωὴ, ἢ εἴπερ ἐστὶ σφαλερὸς ὁ λόγος· οὐ γὰρ ἐξέσται ποιήματι τοῖς θεοπρεπέσιν ἀξιώμασιν ἐπιπηδᾶν· οἶδεν ἄρα ζωὴν ὄντα κατὰ φύσιν ἑαυτὸν ὁ Υἱός. ἐπεὶ πῶς ἔσται "χαρακτὴρ τῆς ὑποστάσεως" τοῦ γεννήσαντος αὐτὸν, πῶς δὲ εἰκὼν καὶ ὁμοίωσις ἀκριβής; ἢ πῶς οὐκ ὀρθῶς ἐποίει λέγων ὁ Φίλιππος "∆εῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ "ἡμῖν;" καὶ γὰρ δὴ καὶ ὄντως ἐννοῆσαι προσήκει, ὅτι τὸν Υἱόν τις τεθεαμένος, οὔπω τεθεώρηκε τὸν Πατέρα, εἴπερ ὁ μέν ἐστι κατὰ φύσιν ζωὴ, ὁ δὲ ζωῆς τῆς παρ' αὐτοῦ μέτοχος. οὐ γὰρ ἄν τις ἴδοι τὸ ζωοποιοῦν ἐν τῷ ζωοποιουμένῳ ποτὲ, ἐν τῷ δεομένῳ τὸν ἀπροσδεᾶ. οὐκοῦν καὶ καθ' ἕτερον 1.544 ψεύσεται τρόπον, εἰπών "Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν "Πατέρα." Ἀλλ' ὁρᾷ που πάλιν ὁ τῶν εὐσεβῶν τῆς Ἐκκλησίας δογμάτων ἐραστὴς, ὅσα ταῖς ἐκείνων φλυαρίαις ἀκολουθήσει τὰ ἄτοπα. ἐκκλινέτω τοιγαροῦν ἀπ' αὐτῶν καὶ παραλλατ τέτω κατὰ τὸ γεγραμμένον· καὶ ποιείτω μὲν τροχιὰς ὀρθὰς, τὰς δὲ ὁδοὺς κατευθυνέτω τὰς ἑαυτοῦ, καὶ πρὸς τὸ ἁπλοῦν τῆς ἀληθείας ὁράτω κάλλος, ζωὴν μὲν κατὰ φύσιν εἶναι πιστεύων τὸν Θεὸν καὶ Πατέρα, ζωὴν δὲ πάλιν ὁμοίως τὸν ἐξ αὐτοῦ γεγεννημένον Υἱόν. ὡς γὰρ φῶς ἐκ φωτὸς εἶναι λέγεται, οὕτω καὶ ζωὴ ἐκ ζωῆς· καὶ ὥσπερ τὰ φωτὸς δεό μενα φωτίζει ὁ Θεὸς καὶ Πατὴρ, ὡς διὰ φωτὸς ἰδίου τοῦ Υἱοῦ, καὶ σοφοῖ τὰ σοφίας δεκτικὰ, ὡς διὰ σοφίας ἰδίας, καὶ δυναμοῖ τὰ δυνάμεως χρῄζοντα, ὡς διὰ δυνάμεως πάλιν ἰδίας, οὕτω καὶ ζωοποιεῖ τὰ ὅσαπέρ ἐστι τῆς παρ' αὐτοῦ δεόμενα ζωῆς, ὡς διὰ ζωῆς ἰδίας καὶ ἐξ αὐτοῦ προχεομένης, τουτέστι τοῦ Υἱοῦ. ὅταν οὖν λέγῃ Ζῶ διὰ τὸν Πατέρα, μὴ νομίσῃς ὅτι διὰ τὸ δέχεσθαι τὴν παρὰ τοῦ Πατρὸς ζωὴν, ζῆν ἑαυτὸν ὁμολογεῖ, ἀλλ' ἐπείπερ ἐκ ζῶντος ἐγεννήθη Πατρὸς, διὰ τοῦτο καὶ ζῆν ἑαυτὸν διισχυρίσατο. οὐ γὰρ ἐνεχώρει μὴ ζῆν τὸν ἐκ ζῶντος Πατρός· καὶ ὥσπερ εἴ τις λέγοι τῶν καθ' ἡμᾶς Ἄνθρωπός εἰμι λογικὸς διὰ τὸν πατέρα, ἀνθρώπου γὰρ λογικοῦ γέγονα τέκνον· οὕτω νοή σεις καὶ ἐπ' αὐτοῦ τοῦ Μονογενοῦς· ζῶ φησι διὰ τὸν Πατέρα. ἐπειδὴ γὰρ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ γεννήσας με Πατὴρ, εὐφυὲς δέ εἰμι καὶ γνήσιον γέννημα, τὸ ἴδιον αὐτοῦ κατὰ φύσιν ἐπάγομαι, τουτέστι, τὸ εἶναι ζωὴ, τοῦτο γάρ ἐστι καὶ ὁ Πατήρ. ἐπειδὴ δὲ εἷς ἐξ ἑνὸς νοεῖταί τε καὶ ἔστιν· ἐκ Πατρὸς γὰρ ὁ Υἱὸς, εἰ καὶ συνῆν ἀϊδίως· εἰκότως τοῖς φυσι κοῖς τοῦ γεννήσαντος ἀξιώμασιν, ὡς ἰδίοις ἐπισεμνύνεται. 1.545 Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ καταβὰς, οὐ καθὼς ἔφαγον οἱ πατέρες ὑμῶν τὸ μάννα καὶ ἀπέθανον· ὁ τρώγων μου τοῦτον τὸν ἄρτον ζήσει εἰς τὸν αἰῶνα. Μεγάλα, φησὶν, εἶναι δεῖ τὰ ἐκ μεγάλων ἀποτελέσματα, καὶ τὰ διὰ τῆς ἄνωθεν χορηγούμενα χάριτος, ὁρᾶσθαι προσήκει θεοπρεπῆ, καὶ τῆς θείας μεγαλοδωρεᾶς ἄξια. εἰ γὰρ ὅλως ἐποιήσω παραδεκτὸν ἐν πίστει τὸ ἐξ οὐρανοῦ κατα βαίνειν τὸν ἄρτον, ἐμποιείτω τοῖς ἐφιεμένοις διηνεκῆ τὴν ζωὴν, καὶ ἀκατάληκτον ἐχέτω τῆς ἀθανασίας τὴν ἐνέργειαν. εἴη γὰρ ἂν ἀπόδειξις αὕτη σαφὴς τοῦ εἶναι τὸν ἄρτον ἐξ οὐρανοῦ, τουτέστι, παρὰ Θεοῦ· ἐπεὶ καὶ πρέπειν ἐροῦμεν αἰώνια τῷ αἰωνίῳ χαρίζεσθαι, καὶ μὴ προσκαίρου τρυφῆς ἀπόλαυσιν, εἰς ὀλιγοστὸν κομιδῆ τὸν καιρὸν καὶ μόλις ἀντέχειν ἰσχύουσαν. λογιεῖται γάρ τις οὐκ ἔτι σοφῶς ἄρτον εἶναι τὸν παρὰ Θεοῦ καὶ ἄνωθεν, ὃν βεβρωκότες οἱ πρόγονοι θανάτῳ νενίκηνται, καὶ τὴν ἀπὸ τῆς φθορᾶς οὐκ ἀπεκρούσαντο βλάβην, καὶ θαυμαστὸν οὐδέν· ἄρτος γὰρ ἀπαθανατίζειν ἰσχύων, ἐκεῖνος οὐκ ἦν. οὐκοῦν οὐδὲ ἐξ οὐρανοῦ δικαίως ἂν ὑπό του νοοῖτο καὶ λέγοιτο. ἦν γὰρ δὴ καὶ ἔργον τῷ ἐκεῖθεν καθικνουμένῳ πρέπον, καὶ θανάτου καὶ φθορᾶς ἀμείνους ἀποτελεῖν τοὺς μετέχοντας αὐτοῦ. ἀναμ φιλόγῳ δὲ πάλιν ἀποδείξει βεβαιωθήσεται, ἄρτον εἶναι τοῦτον ἐξ οὐρανοῦ, τὸν διὰ Χριστοῦ δηλαδὴ, τουτέστι, τὸ σῶμα αὐτοῦ. ζῆν γὰρ εἰς αἰῶνα ποιεῖ τὸν ἀπογευσάμενον. πολὺ δὲ δή τι τὸ ἀξιόπιστον τῆς θείας φύσεως κἀν τοιούτοις ὁρᾶται, οὐδὲν ἀξιούσης χαρίζεσθαι μικρὸν, πάντα δὲ μᾶλλον ὑπερφυῆ, εἰ καὶ τὴν ἡμετέραν διάνοιαν ὑπερτέλλοντα, ὡς διὰ τὸ μέγεθος ἤδη τῆς χάριτος καὶ ἀπιστεῖσθαι παρὰ τῶν 1.546 ἁπλουστέρων. τῇ γὰρ οὕτω πλουσίᾳ χειρὶ πῶς οὐκ ἔδει προσεῖναι τὸ πλούσια χαρίζεσθαι θέλειν; διὸ καὶ ὁ Παῦλος ἀποθαυμάζει λέγων "Ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ "ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν "ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν·" ἐν μικροῖς δὲ ὁ νόμος παραδείγμασι τὰ μεγάλα διετύπου, "σκιὰν ἔχων τῶν μελ "λόντων ἀγαθῶν, οὐκ αὐτὴν δὲ τὴν εἰκόνα τῶν πραγμάτων," καθὰ γέγραπται· ὡς ἐν τῇ τοῦ μάννα τροφῇ τὴν εὐλογίαν ὁρᾶσθαι τὴν διὰ Χριστοῦ· σκιὰ γὰρ τῶν μελλόντων ἐκεῖνα τοῖς ἀρχαιοτέροις προκατεγράφετο. Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καφαρναούμ. Θαυμαστῶν ἡμῖν μυστηρίων ἐξήγησιν εἰσενεγκὼν ὁ σο φώτατος Εὐαγγελιστὴς, ἀνατίθησιν εἰκότως τῷ Σωτῆρι Χριστῷ τὴν τῆς ἐπ' αὐτοῖς διδασκαλίας ἀρχὴν, τῇ τοῦ προσώπου περιφανείᾳ τὸν ἀντιπράττοντα δυσωπῶν, καὶ τοὺς οἵπερ ἔμελλον ἀντεροῦντες ἀφίξεσθαι προκαταπτοῶν· ἡ γὰρ τῶν διδασκόντων ἔσθ' ὅτε λαμπρότης ἑτοιμότερόν πως εἰς πίστιν τὸν ἀκροατὴν ἐργάζεται, καὶ γοργοτέραν παρὰ τῶν παιδευομένων ἀπαιτεῖ τὴν συναίνεσιν. εὖ δὲ δὴ λίαν ἐπάγει τό Ἐν τῇ συναγωγῇ· μόνον γὰρ οὐχὶ τοῦτο δηλούμενος ὁ λόγος Ἀλλ' οὐδὲ εἷς που τυχὸν ἢ δύο κατήκουσαν ταῦτα λέγοντος τοῦ Χριστοῦ, διαῤῥήδην ἐπὶ πάντων ἐν συναγωγῇ διδάξας ὁρᾶται, ὥσπερ οὖν αὐτὸς καὶ διὰ τοῦ προφήτου Ἡσαΐου φησίν "Οὐκ ἐν κρυφῇ λελάληκα οὐδὲ ἐν τόπῳ γῆς "σκοτεινῷ·" ἐποιεῖτο γὰρ ἐν παῤῥησίᾳ τοὺς περὶ τούτων λόγους, ἀναπολόγητον τοῖς Ἰουδαίοις τὴν κρίσιν ἀποτελῶν, καὶ τοῖς ἀπειθήσασι τὰ ἐκ τοῦ μὴ πιστεύειν αὐτῷ δυσαχθέ στερα ποιῶν ἐγκλήματα. οὔπω μὲν γὰρ τὸ οὕτω σεπτὸν 1.547 παιδευθέντες μυστήριον, εὔλογον ἂν ἐποιήσαντο τοῦ κολά ζεσθαι τὴν παραίτησιν, καὶ τὸ μηδὲ ὅλως εἰδέναι προϊσχό μενοι, μετριωτέραν ἂν τὴν τοῦ κρίνοντος ὑπέμειναν κίνησιν. ἐγνώκοτες δὲ καὶ πολλάκις μυσταγωγούμενοι, εἶτα ταῖς ἀπειθείαις ὑβρίζοντες, πῶς οὐκ ἂν εἰκότως παντὸς ἀνῃρη μένου λοιπὸν ἐλέου κολάζοιντο, καὶ πικροτάτην ἀποτίσειαν τῷ παρ' αὐτῶν ἠτιμασμένῳ τὴν δίκην; τοιοῦτόν τι καὶ αὐτὸς ἐπ' αὐτοῖς εἴρηκεν ὁ Σωτήρ "Εἰ μὴ γὰρ ἦλθον, φησὶ, "καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν· νυνὶ δὲ πρό "φασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν." Παραφυλακτέον τοιγαροῦν, μᾶλλον δὲ παραιτητέον, ὡς θανάτου πρόξενον τὸ δυσήκοον, καὶ ζωῆς παρεκτικὴν τὴν πίστιν ἡγώμεθα τὴν ἐφ' οἷς ἂν διδάσκῃ Χριστός. διαφευ ξόμεθα γὰρ οὕτω τὸ μετ' ἐκείνων κολάζεσθαι. προστίθησι δὲ ὅτι καὶ ἐν τῇ Καφαρναοὺμ ταῦτα λελάληκεν ὁ Χριστὸς, ἵνα φαίνηται μεμνημένος ἀκριβῶς. ὁ γὰρ εἰδὼς καὶ τόπον καὶ κώμην, πῶς ἂν ἁμάρτοι περὶ τὴν τῶν διδαχθέντων ἐξήγησιν; Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπον Σκληρός ἐστιν ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν; εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσι περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς. Τοῦτο τοῖς ἀνοήτοις ἔθος· ἀεὶ γὰρ τῶν μαθημάτων καται τιῶνται τὰ λεπτότερα, καὶ τὴν ὑψηλοτέραν ἢ κατ' αὐτοὺς θεωρίαν ἀμαθῶς διασύρουσιν, ἐπεὶ μὴ νοοῦσιν αὐτοί· καίτοι μᾶλλον ἐχρῆν μανθάνειν ἐπείγεσθαι, καὶ τοῖς λαλουμένοις συναπολεπτύνεσθαι φιλεῖν, οὐκ ἐκ τῶν ἐναντίων τῶν οὕτω σοφῶν κατεξανίστασθαι λόγων, καὶ σκληρὸν ἀποκαλεῖν, ὃ καὶ θαυμάζεσθαι πρέπει. πάσχουσι γάρ τι τοιοῦτον, ὁποῖόν 1.548 περ ἄν τις ὑπομένοντας βλέποι τοὺς τῶν ὀδόντων ἐστερη μένους. ἐκεῖνοι μὲν γὰρ τοῖς τρυφερωτέροις ἐπιτρέχοντες σιτίοις, ἀτιμάζουσι πολλάκις τὰ τῶν ἐδωδίμων χρηστότερα, καὶ τὸ κρεῖττον ἔσθ' ὅτε κακύνουσιν, οὐχ ὁμολογοῦντες τὴν νόσον, ὑφ' ἧς αὐτὸ παραιτεῖσθαι βιάζονται. οἱ δὲ ἀμαθίᾳ σύντροφοι, καὶ φρενὸς τῆς ἀγαθῆς ἡττώμενοι, καταφρίττουσι τὴν γνῶσιν, ἣν ἔδει καὶ σφόδρα πολλοῖς καταθηρᾶσθαι πόνοις, καὶ διὰ συντόνου μᾶλλον ἐξανύειν σπουδῆς. ἀνὴρ μὲν οὖν ὁ πνευματικὸς τοῖς τοῦ Σωτῆρος ἡμῶν ἐντρυφήσει λόγοις, ἀναβοήσει δὲ ἂν μᾶλλον καὶ δικαίως "Ὡς γλυκέα "τῷ λάρυγγί μου τὰ λόγιά σου· ὑπὲρ μέλι καὶ κηρίον τῷ "στόματί μου." ὁ δὲ ψυχικὸς Ἰουδαῖος μωρίαν εἶναι λογι ζόμενος ἀσυνέτως τὸ πνευματικὸν μυστήριον, καὶ διὰ τῶν τοῦ Σωτῆρος ῥημάτων ἐπὶ τὴν ἀνθρώπῳ πρέπουσαν σύνεσιν ἀναβαίνειν παρακαλούμενος, ἐπὶ τὴν σύντροφον ἀεὶ κατα πίπτει μωρίαν, τὸ μὲν πονηρὸν καλὸν λέγων, τὸ δὲ καλὸν πονηρὸν, κατὰ τὴν τοῦ προφήτου φωνήν. πατρώζει δὲ πάλιν, καὶ τὰς τῶν προγόνων ἀμαθίας ἀπομιμούμενος κἀν τούτοις ἁλώσεται· οἱ μὲν γὰρ τὸ μάννα παρὰ τοῦ Θεοῦ χορηγού μενοι, καὶ τῆς ἄνωθεν μετίσχοντες εὐλογίας ἐπὶ τὴν συνήθη χυδαιότητα κατεφέροντο, καὶ τὰς ἐν Αἰγύπτῳ δυσωδίας ἐζήτουν, κρόμμυα καὶ πράσα καὶ κρεῶν λέβητας ἐπιθυ μοῦντες ἰδεῖν· οἱ δὲ τὴν ζωοποιὸν τοῦ Πνεύματος χάριν δέχεσθαι παρακαλούμενοι, καὶ τὸν ἄρτον τὸν ἀληθινὸν, τὸν ἐκ Θεοῦ καὶ Πατρὸς ἥκοντα τρέφεσθαι διδασκόμενοι, πρὸς τὴν ἑαυτῶν ἐκνεύουσι πλάνην, "φιλήδονοι μᾶλλον ὄντες ἢ "φιλόθεοι·" καὶ ὥσπερ οἱ τούτων πρόγονοι καὶ αὐτῆς κατη γόρουν τῆς διὰ τοῦ μάννα τροφῆς, ἀποτολμῶντες λέγειν "̔Η δὲ ψυχὴ ἡμῶν κατάξηρος" ἐν τῷ μάννᾳ τούτῳ· οὕτω 1.549 καὶ οὗτοι πάλιν τὸν ἄρτον ἀποπέμπονται τὸν ἀληθινὸν, οὐκ ἐρυθριῶντες λέγειν Σκληρός ἐστιν ὁ λόγος οὗτος. ∆εῖ τοιγαροῦν σοφοὺς εἶναι τοὺς τῶν θείων μυστηρίων ἀκροατὰς, δεῖ δοκίμους εἶναι τραπεζίτας, ὡς εἰδέναι τὸ δόκιμον καὶ τὸ παράσημον νόμισμα, καὶ μήτε τοῖς πίστει παραδεκτοῖς ἀκαίρως ἐπάγειν τὴν ἀνεξίτητον ζήτησιν, μήτε τοῖς τῆς ζητήσεως δεομένοις ἐπασωτεύεσθαι πίστιν ἔσθ' ὅτε τὴν ἐπιζήμιον, ἀποδιδόναι δὲ τὸ ἑκάστῳ πρέπον τῶν λαλου μένων, καὶ δι' εὐθείας ὥσπερ ἰέναι τρίβου, τὸ ἐκκλίνειν ἐπ' ἄμφω παραιτουμένους. ὁδῷ γὰρ βασιλικῇ πορεύεσθαι πρέ πει τὸν εἰς ὀρθότητα πίστεως τρέχοντα τῆς ἐν Χριστῷ. Τοῦτο ὑμᾶς σκανδαλίζει; ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; Ἐκ πολλῆς ἄγαν τῆς ἀμαθίας τῶν ὑπὸ τῷ Σωτῆρι Χριστῷ μαθητευομένων τινὲς ἐπὶ τοῖς παρ' αὐτοῦ λόγοις ἐσκανδαλίζοντο. ἐπειδὴ γὰρ ἐπηκροῶντο λέγοντος "Ἀμὴν "ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ "ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν "ἑαυτοῖς·" εἰς ὠμότητά τινα θηριοπρεπῆ καλεῖσθαι σφᾶς ὑπελάμβανον, ὡς σαρκοφαγεῖν μὲν ἀπανθρώπως, αἷμα δὲ ῥοφεῖν ἐπιτάττεσθαι, καὶ ὅσα καὶ μόνον ἀκοῦσαι φρικτὰ ταῦτα ποιεῖν ἀναγκάζεσθαι. οὐ γὰρ ᾔδεσάν πως τοῦ μυστη ρίου τὸ κάλλος, καὶ τὴν ηὑρημένην ἐπ' αὐτῷ καλλίστην οἰκονομίαν· ἐπὶ δέ γε τούτῳ κἀκεῖνό που πάντως καθ' ἑαυτοὺς ἐλογίζοντο Πῶς ἂν ἡμῖν τὸ ἀνθρώπινον σῶμα τὴν αἰώνιον ἐμφυτεύσαι ζωήν; τί δὲ ὀνήσει πρὸς ἀθανασίαν τὸ ἡμῖν ὁμοφυές; συνεὶς τοιγαροῦν ὁ Χριστὸς τὰ ἐν αὐτοῖς βουλεύματα· "πάντα γὰρ γυμνὰ καὶ τετραχηλισμένα "τοῖς ὀφθαλμοῖς αὐτοῦ·" θεραπεύει πάλιν εἰς κατάληψιν 1.550 τῶν ἀγνοουμένων ἔτι πολυτρόπως χειραγωγῶν. ἀνοήτως γὰρ λίαν, ὦ οὗτοι, φησὶν, ἐπὶ τοῖς παρ' ἐμοῦ σκανδαλίζεσθε λόγοις. εἰ γὰρ οὔπω πιστεύειν ἐγνώκατε, καίτοι πολλάκις μυσταγωγούμενοι, ὅτι ζωὴν ὑμῖν ἐνήσει τὸ ἡμέτερον σῶμα, τίνα τρόπον διατεθήσεσθε, φησὶν, ὅταν αὐτὸ καὶ εἰς οὐρανὸν ἀνιπτάμενον βλέπητε; οὐ γὰρ ὑπισχνοῦμαι μόνον, ὅτι καὶ εἰς αὐτὸν ἀναβήσομαι τὸν οὐρανὸν, ἵνα μὴ πάλιν λέγητε τό Πῶς· ἀλλ' ἐν ὀφθαλμοῖς ὑμῖν ἡ θέα στήσεται, πάντα δυσω ποῦσα τὸν ἀντιλέγοντα. ἐὰν οὖν βλέπητε, φησὶν, εἰς τὸν οὐρανὸν ἀναβαίνοντα τὸν υἱὸν τοῦ ἀνθρώπου, τί ἐρεῖτε πάλιν; ἐλεγχθήσεσθε γὰρ οὐ μετρίως ἀφραίνοντες. εἰ γὰρ μὴ δύνασθαι τὴν ἐμὴν σάρκα τὴν ζωὴν ὑμῖν ἐνθεῖναι λογίζεσθε, πῶς πτηνοῦ δίκην εἰς οὐρανὸν ἀναβήσεται; εἰ γὰρ μὴ δύναται ζωοποιεῖν, ὅτι μὴ πέφυκε ζωοποιεῖν, πῶς ἀεροβα τήσει, πῶς δὲ εἰς οὐρανοὺς ἀναβήσεται; καὶ τοῦτο γὰρ ὁμοίως ἀδύνατον τῇ σαρκί. εἰ δὲ ἀναβαίνει παρὰ φύσιν, τί τὸ κωλύον ἔτι καὶ ζωοποιεῖν αὐτὴν, καὶ εἰ μὴ πέφυκε ζωοποιεῖν, ὅσον εἰς ἰδίαν φύσιν; ὁ γὰρ οὐράνιον ἀποδείξας τὸ ἀπὸ γῆς, καὶ ζωοποιὸν ἀποτελέσει, καὶ εἰ πέφυκε φθείρε σθαι κατὰ τὸν ἴδιον λόγον. Ἐπιτηρητέον δὲ ὅπως οὐκ ἀνέχεται πάλιν εἰς δύο καταμε ρίζεσθαι χριστοὺς, κατὰ τὴν τινῶν ἀβουλίαν. ἀμέριστον γὰρ ἑαυτὸν πανταχῇ φυλάττει μετὰ τὴν ἐνανθρώπησιν. τὸν γὰρ υἱὸν τοῦ ἀνθρώπου φησὶν ἀναβαίνειν ὅπου ἦν τὸ πρότερον, καίτοι τοῦ ἐκ γῆς σώματος οὐκ ὄντος ἄνω πρὸ τούτου, μόνου δὲ ἔτι καὶ καθ' ἑαυτὸν τοῦ Λόγου, πρὸ συνδρομῆς τῆς εἰς σάρκα· καλῶς οὖν ὁ Παῦλος τό "Εἷς Κύριος Ἰησοῦς Χριστὸς" ἐν ἰδίαις τέθεικεν ἐπιστολαῖς. εἷς γὰρ Υἱὸς, καὶ πρὸ τῆς σαρ 1.551 κώσεως καὶ μετὰ τὴν σάρκωσιν, καὶ οὐκ ἀλλότριον τοῦ Λόγου τὸ ἴδιον αὐτοῦ λογιούμεθα σῶμα· διὰ γάρ τοι τοῦτο καὶ υἱὸν ἀνθρώπου φησὶ τὸν ἄνωθεν ἐξ οὐρανοῦ καταφοιτήσαντα Λόγον· σὰρξ γὰρ ἐγένετο, κατὰ τὸν μακάριον Εὐαγγελιστὴν, καὶ οὐκ εἰς σάρκα μεταχωρήσας ἐκ παρατροπῆς· ἄτρεπτος γὰρ καὶ ἀναλλοίωτος κατὰ φύσιν ἐστὶν, ὡς Θεός· ἀλλ' ὡς ἐν ἰδίῳ κατοικήσας ναῷ, τῷ ἐκ παρθένου φημὶ, καὶ ἄνθρωπος γε γονὼς κατὰ λόγον ἀληθινόν. ἀναβήσεσθαι δὲ λέγων, ἔνθα καὶ πρότερον ἦν, δίδωσί πως ἐννοεῖν τοῖς ἀκροωμένοις, ὅτι καταβέβηκεν ἐξ οὐρανοῦ· ἦν γὰρ οὕτως εἰκὸς συνέντας τοῦ λόγου τὴν δύναμιν, οὐχ ὡς ἀνθρώπῳ προσέχειν μόνον, ἀλλ' εἰδέναι λοιπὸν καὶ τὸν ἐν σαρκὶ Θεὸν Λόγον, πιστεύειν τε ὅτι καὶ ζωοποιὸν ἔσται τὸ σῶμα αὐτοῦ. Τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. Οὐ σφόδρα, φησὶν, ἀσυνέτως τὸ μὴ δύνασθαι ζωοποιεῖν περιτεθείκατε τῇ σαρκί· ὅταν γὰρ μόνη νοῆται καὶ καθ' ἑαυτὴν ἡ τῆς σαρκὸς φύσις πως, οὐκ ἔσται δηλονότι ζωο ποιός· ζωογονήσει μὲν γάρ τι τῶν ὄντων οὐδαμῶς, δεῖται δὲ μᾶλλον αὐτὴ τοῦ ζωογονεῖν ἰσχύοντος. ἐπὰν δὲ τὸ περὶ τῆς ἐνανθρωπήσεως πολυπραγμονῆται μυστήριον, εἶτα τίς ὁ ἐνοικῶν τῇδε τῇ σαρκὶ μανθάνητε, διατεθήσεσθε πάντως, φησὶν, εἰ μὴ καὶ αὐτοῦ κατηγορεῖτε τοῦ θείου Πνεύματος, ὅτι δύναται ζωοποιεῖν, κἂν μηδὲν ὅλως ἡ σὰρξ ἐξ ἑαυτῆς ὠφελῇ. ἐπειδὴ γὰρ ἥνωται τῷ ζωοποιοῦντι Λόγῳ, γέγονεν ὅλη ζωοποιὸς πρὸς τὴν τοῦ βελτίονος ἀναδραμοῦσα δύναμιν, οὐκ αὐτὴ πρὸς τὴν ἰδίαν βιασαμένη φύσιν, τὸν οὐδαμόθεν ἡττώμενον. κἂν ἀσθενῇ τοιγαροῦν ἡ τῆς σαρκὸς φύσις, ὅσον ἧκεν εἰς ἑαυτὴν, εἰς τὸ δύνασθαι ζωοποιεῖν, ἀλλ' οὖν ἐνερ γήσει τοῦτο τὸν ζωοποιὸν ἔχουσα Λόγον, καὶ ὅλην αὐτοῦ τὴν 1.552 ἐνέργειαν ὠδίνουσα. σῶμα γάρ ἐστι τῆς κατὰ φύσιν ζωῆς, 1.552 καὶ οὐχ ἑνός τινος τῶν ἀπὸ τῆς γῆς, ἐφ' οὗπερ ἂν καὶ ἰσχύσαι δικαίως τό Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. οὐ γὰρ ἡ Παύλου τυχὸν, ἀλλ' οὐδὲ ἡ Πέτρου, ἤγουν ἑτέρου τινὸς τοῦτο ἐν ἡμῖν ἐργάσεται· μόνη δὲ καὶ ἐξαιρέτως ἡ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ἐν ᾧ κατῴκησε "πᾶν τὸ πλήρωμα "τῆς θεότητος σωματικῶς." καὶ γὰρ ἂν εἴη τῶν ἀτοπω τάτων τὸ μὲν μέλι τοῖς οὐκ ἔχουσι κατὰ φύσιν τὸ γλυκὺ τὴν ἰδίαν ἐντιθέναι ποιότητα, καὶ εἰς ἑαυτὸ μετασκευάζειν δύνασθαι τὸ, ᾧπερ ἂν ἀναμίσγηται, τὴν δὲ τοῦ Θεοῦ Λόγου ζωοποιὸν φύσιν μὴ ἀνακομίζειν οἴεσθαι πρὸς τὸ ἴδιον ἀγα θὸν, τὸ ἐν ᾧπερ ἐνῴκησε σῶμα. οὐκοῦν ἐπὶ μὲν τῶν ἄλλων ἁπάντων ἀληθὴς ἔσται λόγος, ὅτι ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· ἀτονήσει δὲ ἐπὶ μόνου Χριστοῦ, διὰ τὸ ἐν αὐτῇ κατοικῆσαι τὴν ζωὴν, τουτέστι τὸν Μονογενῆ. πνεῦμα δέ φησιν ἑαυ τόν· "Πνεῦμα γὰρ ὁ Θεός·" καὶ κατὰ τὸν μακάριον Παῦλον "̔Ο γὰρ Κύριος τὸ πνεῦμά ἐστιν." καὶ οὐκ ἀναιροῦντες τὸ ἰδίως ὑφεστάναι τὸ Πνεῦμα τὸ Ἅγιον τὰ τοιαῦτά φαμεν, ἀλλ' ὥσπερ υἱὸν ἀνθρώπου φησὶν ἑαυτὸν, ἐπειδὴ γέγονεν ἄνθρωπος, οὕτω πάλιν ἀπὸ τοῦ ἰδίου πνεύματος ἑαυτὸν ὀνο μάζει. οὐ γὰρ ἀλλότριον αὐτοῦ τὸ Πνεῦμα αὐτοῦ. Τὰ ῥήματα ἃ λελάληκα ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή ἐστιν. Ὅλον ἤδη τῇ ζωοποιῷ τοῦ Πνεύματος ἐνεργείᾳ τὸ ἴδιον σῶμα πληροῖ. πνεῦμα γὰρ λοιπὸν τὴν σάρκα καλεῖ, καὶ οὐκ ἀνατρέπων τὸ εἶναι σάρκα αὐτήν· διὰ δὲ τὸ ἄκρως ἡνῶσθαί τε αὐτῷ, καὶ ὅλην αὐτοῦ τὴν ζωογόνον ἐνδύσασθαι δύναμιν, ὀφείλουσαν ἤδη καλεῖσθαι καὶ πνεῦμα. καὶ θαυ 1.553 μαστὸν οὐδὲν, μηδὲ γὰρ ἐπὶ τούτῳ σκανδαλισθῇς. εἰ γὰρ "ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι," πῶς οὐχὶ μᾶλλον τὸ ἴδιον αὐτοῦ σῶμα ἓν ὡς πρὸς αὐτὸν ὀνομασθή σεται; σημαίνει τοιγαροῦν διὰ τῶν προκειμένων τοιοῦτόν τι πάλιν Ἐκ τῶν ἐνόντων ὑμῖν διαλογισμῶν ὑπαισθάνομαι, φησὶν, ἀσυνετοῦντες ὅτι διαλογίζεσθε γεγονέναι μοι λόγον τὸν πρὸς ὑμᾶς, ὅτι τῇ φύσει ζωοποιόν ἐστι τὸ ἀπὸ γῆς σῶμα· ἀλλ' οὐχ οὗτός ἐστιν ἐν τοῖς ἐμοῖς ῥήμασιν ὁ σκοπός· ὅλη γὰρ ἦν πρὸς ὑμᾶς περὶ τοῦ θείου Πνεύματος ἡ ἐξήγησις καὶ περὶ τῆς αἰωνίου ζωῆς. οὐδὲ γὰρ ἡ τῆς σαρκὸς φύσις ζωοποιὸν τὸ πνεῦμα ἐργάζεται, ἀλλ' ἡ τοῦ Πνεύματος δύ ναμις ζωοποιὸν τὸ σῶμα ποιεῖ. τὰ ῥήματα τοίνυν ἅπερ ὑμῖν διείλεγμαι, πνεῦμά ἐστι, τουτέστι πνευματικὰ καὶ περὶ τοῦ Πνεύματος, καὶ ζωή ἐστιν, ἀντὶ τοῦ ζωοποιὰ καὶ περὶ τῆς κατὰ φύσιν ζωῆς. καὶ οὐκ ἀθετῶν τὴν ἰδίαν σάρκα τὰ τοιαῦτά φησιν, ἀλλ' ὅπερ ἐστὶν ἀληθὲς, τοῦτο διδάσκων ἡμᾶς· ὅπερ γὰρ εἰρήκαμεν ἀρτίως, τοῦτο πάλιν ἐροῦμεν ἀναλαβόντες διὰ τὸ χρήσιμον· ἡ τῆς σαρκὸς φύσις, αὐτὴ καθ' ἑαυτὴν οὐκ ἂν δύναιτο ζωογονεῖν· ἐπεὶ τί τὸ πλέον ἐν τῷ κατὰ φύσιν Θεῷ; ἀλλ' οὐ μόνη καὶ καθ' ἑαυτὴν καὶ ἐν Χριστῷ νοηθήσεται· ἔχει γὰρ ἑνωθέντα τὸν Λόγον, ὅς ἐστι κατὰ φύσιν ζωή. ὅταν οὖν ζωοποιὸν αὐτὴν ὀνομάζῃ Χριστὸς, οὐκ αὐτῇ τοσοῦτον, ὅσον ἑαυτῷ, ἤτοι τῷ ἰδίῳ Πνεύματι τὸ ζωογονεῖν δύνασθαι μαρτυρεῖ. δι' αὐτὸν γὰρ καὶ τὸ ἴδιον αὐτοῦ σῶμα ζωοποιόν ἐστιν, ἐπείπερ αὐτὸ πρὸς τὴν ἰδίαν ἀνεστοιχείωσε δύναμιν· τὸ δὲ ὅπως, οὔτε νῷ καταληπτὸν, οὔτε γλώττῃ λεκτὸν, σιωπῇ δὲ καὶ πίστει τῇ ὑπὲρ νοῦν τιμώμενον. Ὅτι δὲ πολλάκις τῷ τοῦ Πνεύματος ὀνόματι παρὰ ταῖς 1.554 θεοπνεύστοις γραφαῖς καλεῖται καὶ ὁ Υἱὸς, διὰ τῶν ὑποτε ταγμένων εἰσόμεθα. γράφει τοίνυν ὁ μακάριος Ἰωάννης περὶ αὐτοῦ "Οὗτός ἐστιν ὁ ἐλθὼν δι' ὕδατος καὶ πνεύματος "̓Ιησοῦς Χριστὸς, οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλὰ καὶ ἐν τῷ "ὕδατι καὶ τῷ πνεύματι, καὶ τὸ πνεῦμά ἐστι τὸ μαρτυροῦν, "ὅτι τὸ πνεῦμά ἐστιν ἡ ἀλήθεια." ἰδοὺ γὰρ πνεῦμα τὴν ἀλήθειαν ὀνομάζει, καίτοι βοῶντος διαῤῥήδην τοῦ Χριστοῦ "̓Εγώ εἰμι ἡ ἀλήθεια·" Παῦλος δὲ πάλιν ἡμῖν ἐπιστέλλων φησίν "Οἱ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται· ὑμεῖς "δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ' ἐν πνεύματι, εἴπερ πνεῦμα Θεοῦ "οἰκεῖ ἐν ὑμῖν. εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος "οὐκ ἔστιν αὐτοῦ. εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα "νεκρὸν διὰ τὴν ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιο "σύνην." ἰδοὺ γὰρ δὴ πάλιν ἐν τούτοις τὸ τοῦ Θεοῦ Πνεῦμα κατοικεῖν ἐν ἡμῖν ἀποφηνάμενος, αὐτὸν εἴρηκεν ἐν ἡμῖν εἶναι τὸν Χριστόν. ἀδιαίρετον γὰρ τοῦ Υἱοῦ τὸ Πνεῦμα αὐτοῦ, κατά γε τὸν ἐν ταυτότητι φύσεως λόγον, εἰ καὶ νοοῖτο ὑπάρχειν ἰδιοσυστάτως. διὰ τοῦτο πολλάκις ἀδιαφορεῖ, ποτὲ μὲν τὸ Πνεῦμα, ποτὲ δὲ ἑαυτὸν ὀνομάζων. Ἀλλ' εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν· ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς, τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. καὶ ἔλεγε ∆ιὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρὸς μὲ, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ Πατρός μου. Ἐν τούτῳ δὴ πάλιν ἐστὶ διαῤῥήδην ὁρᾶν πληρούμενον τὸ δι' ἑνὸς τῶν ἁγίων προφητῶν προκεκηρυγμένον "Ἀκοῇ "ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ "οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, 1.555 "καὶ τὰ ὦτα αὐτῶν ἐβάρυναν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν "ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς αὐτῶν, καὶ τῇ "καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι, καὶ ἰάσομαι αὐτούς." αὐτήκοοι γὰρ τῶν τοῦ Σωτῆρος γιγνόμενοι διδαγμάτων, καὶ οὐ παρ' ἑτέρου τινὸς τῶν ἁγίων μανθάνοντες, διὰ φωνῆς δὲ μᾶλλον τοῦ πάντων ∆εσπότου μυσταγωγούμενοι, ἀλλὰ γὰρ καὶ τοῖς τοῦ σώματος ὁρῶντες αὐτὸν ὀφθαλμοῖς, ταῖς σφῶν αὐτῶν ἀνοίαις ἐξεπαχύνοντο, καὶ τὸν τῆς διανοίας καταμύ σαντες ὀφθαλμὸν, τὸν τῆς δικαιοσύνης ἥλιον ἀπετρέποντο, τὸν τῆς εὐαγγελικῆς παιδεύσεως φωτισμὸν οὐ παραδεχό μενοι· πονηροὶ γὰρ ἦσαν καὶ πολλοῖς ἤδη τοῖς παρῳχη κόσιν ἔνοχοι πταίσμασι. διὰ τοῦτο καὶ "πώρωσιν ἀπὸ "μέρους γεγενῆσθαι τῷ Ἰσραὴλ" ὁ σοφὸς ἡμῖν διεμαρ τύρατο Παῦλος. ἐπεὶ δὲ καὶ οὐ τῆς τυχούσης φρονήσεως ἔργον ἦν τὸν ἐν ἀνθρωπείᾳ μορφῇ κρυπτόμενον ἐπιγνῶναι Θεὸν, μὴ δύνασθαί φησι πρὸς αὐτὸν ἰέναι τὸν οὔπω λαβόντα, σύνεσιν δὲ δηλονότι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ μάλα εἰκότως. εἰ γὰρ "πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα "τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἐκ τοῦ πατρὸς τῶν φώ "των·" πῶς ἂν οὐχὶ μᾶλλον καὶ τὸ ἐπιγνῶναι Χριστὸν, δῶρον ἂν γένοιτο τῆς τοῦ Πατρὸς δεξιᾶς; καὶ ἡ τῆς ἀληθείας κατάληψις, πῶς οὐκ ἂν νοοῖτο πάσης ἐπέκεινα χάριτος; ὅσῳ γὰρ ἂν φαίνοιτο τῶν ἀνωτάτω πρόξενος ἀγαθῶν, τοσούτῳ μᾶλλον ἂν πρέποι τῆς θείας αὐτὴν ἠρτῆσθαι φιλοτιμίας. δίδωσι γεμὴν οὐ τοῖς ἀκαθάρτοις ὁ Πατὴρ τὸ ἐπιγνῶναι Χριστὸν, οὐδὲ τοῖς εἰς ἐκτόπους ἀπειθείας ἀποφοιτᾶν μελε τήσασι τὴν ἐπωφελεστάτην τοῦ Πνεύματος ἐνίησι χάριν· οὐ γὰρ ἔδει βορβόρῳ τὸ τίμιον ἐπιχεῖσθαι μύρον. καὶ γοῦν ὁ μακάριος προφήτης Ἱερεμίας, προαποκαθαίρεσθαι δεῖν ταῖς 1.556 εἰς πᾶν ἔργον ἀγαθὸν ἐπιθυμίαις, τοὺς ἐγγίζειν ἐθέλοντας τῷ Χριστῷ διὰ τῆς πίστεως ἐπιτάττει βοῶν "Ζητήσατε τὸν "Θεὸν, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε· ἡνίκα δ' "ἂν ἐγγίζῃ ὑμῖν, ἀπολιπέτω ὁ ἀσεβὴς τὴν ὁδὸν αὐτοῦ καὶ "ἀνὴρ ἄνομος τὴν βουλὴν αὐτοῦ καὶ ἐπιστραφήτω ἐπὶ "Κύριον, καὶ ἐλεηθήσεται, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρ "τίας ὑμῶν." ὁρᾷς ὅπως προεξανίστασθαι χρῆναί φησι τῆς ἀρχαίας ὁδοῦ, καὶ τῶν παρανόμων ἀπανίστασθαι βου λευμάτων, ἵνα τὴν τῶν ἁμαρτιῶν ἄφεσιν κομισώμεθα, διὰ πίστεως δὲ δηλονότι τῆς ἐν Χριστῷ. δεδικαιώμεθα γὰρ οὐκ "ἐξ ἔργων νόμου," ἀλλὰ κατὰ χάριν τὴν ἐξ αὐτοῦ, καὶ τὴν δωρηθεῖσαν ἡμῖν ἄνωθεν ἀμνησικακίαν. Ἀλλ' ἐρεῖ τις τυχόν Τοιγαροῦν τί τὸ κωλῦσαν αὐτὸν ἀμνησικακῆσαι καὶ Ἰουδαίοις, καὶ τῷ Ἰσραὴλ σὺν ἡμῖν τὴν ἄφεσιν ἐπιδαψιλεύσασθαι; ἦν γὰρ δὴ καὶ οὕτως πρέπον τῷ τελείως ἀγαθῷ. πῶς δὲ καὶ ἀληθεύσει, φησὶν, ὅταν λέγῃ πρὸς ἡμᾶς "Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς "εἰς μετάνοιαν;" Τί οὖν πρὸς ταῦτα; μόνοις τοῖς ἐξ Ἰσραὴλ καὶ πρώτοις ἡ διὰ τοῦ Σωτῆρος προσεπινοεῖται χάρις· ἀπεστάλη γὰρ, ὡς αὐτὸς διεβεβαιώσατο, πρὸς μόνα τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ. καὶ γοῦν τοῖς ἐθέλουσι πιστεύειν ἐξῆν καὶ εἰς τὴν ζωὴν ἀνατρέχειν τὴν αἰώνιον. ἀλλ' οἱ μὲν εὐγενε στέρῳ συζῶντες τρόπῳ, καὶ τῆς ἀληθείας ὄντες ἐρευνηταὶ, τὴν τοῦ Θεοῦ καὶ Πατρὸς χάριν συνεργὸν λαβόντες εἰς σωτηρίαν διὰ πίστεως ἀνεσώζοντο· ὁ δὲ ἀλαζὼν Φαρισαῖος καὶ οἱ σκληροκάρδιοι μετ' ἐκείνων ἀρχιερεῖς καὶ πρεσβύτεροι τοῦ λαοῦ, πιστεύειν οὐκ ἤθελον, καίτοι προπεπαιδευμένοι διὰ Μωυσέως καὶ τῶν προφητῶν. ἐπειδὴ δὲ διὰ τὴν ἑαυτῶν δυσβουλίαν ἀνάξιοι λοιπὸν τῆς αἰωνίου ζωῆς ἀνεδείκνυντο, τὸν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς οὐκ ἐκομίσαντο φωτισμόν. 1.557 ἔχεις καὶ τούτου τὸν τύπον ἐν ἀρχαιοτέροις συγγράμμασιν. ὅνπερ γὰρ τρόπον τοῖς κατὰ τὴν ἔρημον ἀπιστήσασι τῷ Θεῷ, τὸ εἰσελθεῖν εἰς τὴν γῆν τῆς ἐπαγγελίας οὐ δέδοται, οὕτω καὶ τοῖς διὰ τῆς ἀπειθείας ἀτιμάζουσι τὸν Κύριον, οὐκ ἐδόθη τὸ εἰσελθεῖν εἰς τὴν τῶν οὐρανῶν βασιλείαν, ἧς ἦν ὁ τύπος τῆς ἐπαγγελίας ἡ γῆ. καὶ οὐκ "ἄδικος ὁ Θεὸς ὁ "ἐπιφέρων ἑκάστῳ τὴν ὀργήν·" δίκαιος γὰρ ὢν κατὰ φύσιν ὁριεῖ πάντως ὀρθὰ, καὶ τὸ οἰκεῖον ἀπευθυνεῖ κρῖμα πρεπόντως τῇ ἰδίᾳ φύσει, κἂν μὴ νοοῖμεν αὐτοὶ τῆς ὑπὲρ ἡμᾶς οἰκονο μίας τὴν ὁδόν. Χρησίμως γεμὴν ὁ μακάριος Εὐαγγελιστὴς πάντα φησὶν εἰδέναι τὸν Ἰησοῦν, καὶ οὐκ ἀγνοῆσαι πάλιν τίνες μὲν οἱ ἀπειθήσειν μέλλοντες, τίς δὲ ὁ τῆς εἰς αὐτὸν δυσσεβείας ὑπουργὸς, ἵνα πάλιν νοῆται Θεὸς, ὡς "εἰδὼς τὰ πάντα πρὶν "γενέσεως αὐτῶν." Ἐκ τούτου πολλοὶ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ' αὐτοῦ περιεπάτουν. Σκληρά πως ἐστὶ τοῖς ἀσυνέτοις ἀεὶ τὰ σοφὰ, καὶ ὅπερ ἂν οἴηταί τις καὶ οὐ μετρίως ὀνήσειν αὐτοὺς, τοῦτο πολλάκις ὁρᾶται καὶ ἐπιζήμιον. ὅνπερ γὰρ τρόπον τοῖς τὴν ὄψιν ἀλγοῦσι τὴν σωματικὴν μάχεται μὲν τοῦ ἡλίου τὸ φῶς, ἡδὺ δέ πως ἐστὶ τὸ ἀφεγγέσιν ἐγκαθιδρύεσθαι τόποις, οὕτω τοῖς νοσοῦσι τὰ κατὰ τὸν νοῦν, ἀπεχθῆ μὲν τῶν μαθημάτων τὰ περισκελέστερα, καὶ τὰ δυσευρέτοις ἐννοίαις ἐπεσκιασμένα, βδελυρώτατα, κἂν πολὺ τὸ ὠφέλιμον ἔχοι, προσφιλῆ δὲ μᾶλλον τὰ μικρὰ καὶ ἡδίονα, κἂν μηδὲν ἔσθ' ὅτε περιποιῇ τὸ λυσιτελές. ἢ γὰρ οὐκ ἐκ τῶν προκειμένων τὸ εἰρημένον ἀληθὲς ὂν εὑρήσομεν; τὸ θεῖον καὶ μέγα μυστήριον παρα 1.558 τιθέντος Χριστοῦ, καὶ διὰ ποικίλων θεωρημάτων ἀνοιγνύντος τὴν ἐπ' αὐτῷ κατάληψιν, καὶ μονονουχὶ περιστέλλοντος ἤδη τὸ καταπέτασμα τοῦ ναοῦ, καὶ τὴν ἐσωτέραν σκηνὴν ἐκκα λύπτοντος, καταμυσάττονται μὲν τὸν οὕτω σοφόν τε καὶ οὐράνιον λόγον, ἀπονεύουσι δὲ πάλιν εἰς ἀμαθίαν κτηνο πρεπῆ, καὶ ἀπῆλθον εἰς τὰ ὀπίσω, καθάπερ φησὶν ὁ Εὐαγγε λιστὴς, καὶ τὸ περιπατεῖν ἔτι σὺν αὐτῷ παραιτούμενοι. τοῦτο γὰρ ὄντως ἐστὶ τὸ ὀπίσω πεσεῖν. διὰ τοῦτο καὶ διὰ τοῦ προφήτου φησὶ πάλιν Ἱερεμίου πρὸς τὴν ἀγνώμονα καὶ φιλόνεικον Ἱερουσαλὴμ, τὴν τῶν ἀπειθούντων δηλονότι τροφόν "Σὺ ἀπεστράφης με, λέγει Κύριος, καὶ ὀπίσω "πορεύσῃ·" καὶ γὰρ δὴ κατὰ λόγον ἀληθῆ τῇ τῶν ἀγαθῶν ἀποστροφῇ τὸ ὀπίσω πίπτειν ἀκολουθεῖ· Θεὸς δὲ τὸ πᾶν ἀγαθόν. οὐκοῦν ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ πεπτώκασιν ἀνόπιν οἱ δείλαιοι, τῷ Σωτῆρι μὴ συμβαδίζοντες ἔτι, πρὸς ἑτέρας δὲ ὥσπερ τραπόμενοι τρίβους, καὶ εἰς τὰ συνήθη κατασυρόμενοι πάθη. Ἀλλ' ἴδωμεν πάλιν, εἰ μὴ καὶ τούτου τὸν τύπον ἐν τοῖς τοῦ Μωυσέως εὑρίσκομεν λόγοις. οὐκοῦν ὅτε μακρὰς διιπ πεύσαντες ὁδοὺς, καὶ τὴν ἀγρίαν ἐκείνην διελάσαντες ἔρημον, ἐπ' αὐτῇ λοιπὸν ἦσαν τῆς ἐπαγγελίας τῇ γῇ, κατασκεψό μενοι ταύτην κατὰ θεῖον ἀπεστέλλοντο πρόσταγμα Ἰησοῦς τε ὁ τοῦ Ναυῆ, καὶ σὺν αὐτῷ τινες ἕτεροι. ὡς δὲ διοπτεύ σαντες ἅπασαν ἐπὶ Μωυσέα πάλιν ἀνεκομίζοντο, προσελά λουν τῇ συναγωγῇ πικρὰ μέν τινες· γῆ γὰρ, ἔφασκον, ἣν κατεσκεψάμεθα αὐτὴν, χαλεποὺς ἔχει τοὺς οἰκήτορας, καὶ υἱοὺς γιγάντων ἑωράκαμεν ἐκεῖ, καὶ ὅσαπερ ἦν τοὺς ἀκροω μένους ὀῤῥωδεῖν ἀναπείθοντα προστιθέντες διετέλουν. Ἰη σοῦς δὲ μετ' ἐκείνους πολλοῖς μὲν ἐπαίνοις καταστέφειν ἐπειρᾶτο τὴν γῆν, παρεκάλει δὲ λέγων "Ἡ γῆ, ἣν κατεσκε 1.559 "ψάμεθα αὐτὴν, ἀγαθὴ σφόδρα· εἰ αἱρετίζει ἡμᾶς Κύριος, "εἰσάξει ἡμᾶς εἰς αὐτήν." ἀλλὰ τῶν Ἰουδαίων οἱ πρόγονοι καταλιθοῦν μὲν ὅτι πρέποι τὸν Ἰησοῦν διετείνοντο· τοῦ δὲ πάντα ἰσχύοντος Θεοῦ τὸ μηδὲν δύνασθαι καταψηφιζόμενοι, "καθίσαντες ἔκλαιον," καθὰ γέγραπται, καὶ παροξύνουσι μὲν ἐπὶ τούτοις εἰκότως τὸν ἁπάντων ∆εσπότην. ἐπειδὴ δὲ ἦσαν ἀπειθεῖς οὕτω καὶ ὑβρισταὶ, τῆς ἐπαγγελίας ἀποπεπτώ κασιν· "Ὡς γὰρ ὤμοσα, φησὶν, ἐν τῇ ὀργῇ μου Εἰ εἰσε "λεύσονται εἰς τὴν κατάπαυσίν μου." εἶτα τί τὸ ἐπὶ τούτοις; παλινδρομεῖν αὐτοῖς, καὶ ὀπίσω βαδίζειν ἐσαῦθις ἐπιτάττει Θεός· λέγει γὰρ πρὸς Μωυσέα "Αὔριον ἀπάραντες "ἐπιστράφητε ὑμεῖς ὁδὸν θάλασσαν ἐρυθράν." ἐπειδὴ γὰρ εἰσελθεῖν οὐκ ἐβουλήθησαν, εἰς ἣν ἐκλήθησαν γῆν, πέμ πονται πρὸς ἀποστροφὴν, καὶ τὴν αὐτὴν αὖθις ἀνελίττειν ὁδὸν ἀναγκάζονται· οὐ γὰρ ἠθέλησαν ἀκολουθῆσαι τοῖς Ἰησοῦ λόγοις, οὐδὲ ἀγαθὴν ἀκούοντες τὴν γῆν, ἐτίμων τῇ συναινέσει τὸν σύμβουλον. ὅπερ οὖν ἐκεῖνοι τότε πεπόνθασι, τοῦτο καὶ οὗτοι νυνί. διδασκόμενοι γὰρ τὴν ὁδὸν τῆς αἰωνίου ζωῆς, καὶ εἰς τὴν τῶν οὐρανῶν βασιλείαν εἰστρέχειν παρα καλούμενοι, ταῖς ἀπειθείαις ὑβρίζουσι· διὰ τοῦτο δικαίως ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ τὸ συμβαδίζειν ἔτι τῷ καθηγου μένῳ πρὸς σωτηρίαν ταῖς ἑαυτῶν δυστροπίαις ζημιούμενοι. 9Εἶπεν οὖν τοῖς δώδεκα ὁ Ἰησοῦς Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; Οὐ προτρέπει πρὸς ἀπόστασιν τοὺς ἁγίους ἀποστόλους ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, οὐδὲ ἐλευθέραν αὐτοῖς καὶ ἀκατηγόρητον τοῦ πράγματος ἐπιδεικνύει τὴν ἄδειαν, ἀλλ' οὐδὲ προχείρως ἀπονεύειν ἐφίησιν, ὡς οὐδὲν πεισομένους ἐκ τούτου τὸ βλάβος· ἀπειλεῖ δὲ μᾶλλον εὐφυῶς, ὡς εἰ μὴ 1.560 φαίνοιντο κρείττους τῆς Ἰουδαίων ἀπαιδευσίας, ὀπίσω καὶ αὐτοὶ πεμφθήσονται, καὶ οὐκέτι σὺν αὐτῷ βαδιοῦνται, κατοι χήσονται δὲ πρὸς ἀπώλειαν. οὐ γὰρ ὁ πολὺς ἐν ἀριθμῷ προσκυνητὴς πάντως ἔσται παρὰ Θεῷ καὶ τίμιος, ἀλλ' ὁ ἐν ὀρθῇ διαπρέπων πίστει, καὶ εἰ φαίνοιτο βραχύς. διὰ τοῦτο πολλοὺς μὲν εἶναι τοὺς κεκλημένους ἡ θεία λέγει γραφὴ, παραδεχθήσεσθαι δὲ μόνους τοὺς ἐκλεκτοὺς, καὶ δοκιμω τάτους ὀλίγους ὄντας κομιδῆ. καὶ τοῦτο γὰρ αὐτὸς ὁ θεῖος ἡμῖν διεμαρτύρατο λόγος. ὅμοιον τοίνυν ὡς εἰ καὶ ἔφασκε τοῖς ἑαυτοῦ μαθηταῖς ὁ Σωτήρ Εἰ μὲν τοῖς ἡμετέροις ἀμελλητὶ καταπείθεσθε λόγοις, εἰ τὸ κατηγοροῦν ἐνδοιάζειν ἀφέντες ἀπεριεργάστῳ πίστει λοιπὸν παραδέχεσθε τὸ μυ στήριον, εἰ πικρὸν ὑμῖν φαίνεται καὶ βδελυρίας οὐ τῆς τυχούσης ἀνάμεστον τὸ σκληρίαν τῶν ἐμῶν κατηγορῆσαι λόγων, εἰ παραιτεῖσθε λέγειν Ἰουδαϊκῶς "Πῶς δύναται "ἡμῖν οὗτος δοῦναι τὴν σάρκα αὐτοῦ φαγεῖν;" ὄψομαί τε συνόντας ἡδέως, καὶ συνδιαιτήσομαι χαίρων, καὶ γνησίους ὄντας ἀγαπῶ· εἰ δὲ τοῖς ὀπίσω πεσοῦσι τὰ ἴσα φρονεῖν ἐγνώκατε, καὶ συναποτρέχειν ἐφίημι, καὶ συναπελαύνω δι καίως. οὐ γὰρ ἐπιλείψουσι προσκυνηταὶ, τῶν εὐαγγελικῶν κηρυγμάτων οὐκ εἰς μόνην λαληθησομένων τὴν Ἰουδαίαν, ἀλλ' εἰς πᾶσαν ἤδη περιφοιτώντων τὴν οἰκουμένην, καὶ καθάπερ εἰς θίασον ἕνα τοὺς ἁπανταχόσε καλούντων, καὶ συναγειρόντων εὐπετῶς ἐπὶ τὴν τῆς ἀληθείας ἐπίγνωσιν. " Ιδε τοιγαροῦν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ," καθάπερ ὁ Παῦλός φησι· καὶ ἀποτομίαν μὲν ἐπὶ τοῖς ἀπειθήσασι, χρηστότητα δὲ πάλιν ἐπὶ τοῖς μέλλουσιν ἐπιγινώσκειν αὐτὸν, ἐὰν ἐπιμένωσι τῇ χρηστότητι, καθάπερ που πάλιν ὁ Παῦλος διισχυρίσατο· ἐπεὶ καὶ αὐτοὶ ἐκκοπήσονται· ὁ γὰρ τῶν κατὰ φύσιν οὐ φεισάμενος κλάδων, οὐδὲ τῶν ἐγκεντρισθέντων 1.561 φείσεται. ἴστω τοιγαροῦν καὶ παιδευέσθω διὰ τούτων ὁ χωλεύων ἐξ ἀνοίας περὶ τὴν πίστιν, ὡς εἰ μὴ βούλοιτο τῆς τοιαύτης καταλῆξαι νόσου, βαδιεῖται μὲν εἰς τὰ ὀπίσω, καὶ τὸν καθηγούμενον ἔτι πρὸς ζωὴν αἰώνιον οὐκ ἔχων κατοιχή σεται μὲν εἰς ᾅδου στυγνὸς, ἀνοιμώξει δὲ τὴν ἑαυτοῦ δυσβου λίαν· "Ἐκεῖ γὰρ ἔσται, φησὶν, ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς "τῶν ὀδόντων." εἰκὸς δὲ δὴ πάλιν καὶ ἕτερον ἡμῖν ὑποση μαίνεσθαι χρήσιμον διὰ τοῦ λέγειν τοῖς ἑαυτοῦ μαθηταῖς τὸν Ἰησοῦν Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; ἵνα γὰρ μὴ νομί ζοιντο καὶ αὐτοὶ ταῖς Ἰουδαϊκαῖς ἀμαθίαις συναποφέρεσθαι, καὶ συγκατολισθάνειν τοῖς ἀπειθήσασιν, ἢ καὶ ἄλλως κατα βοῆσαι μετ' ἐκείνων αὐτοῦ, ὡς σκληρὰ μὲν διδάσκοντος, ἀδύνατα δὲ μυσταγωγεῖν ἐπιχειροῦντος τοὺς ἀκροωμένους, ἐπυνθάνετο χρησίμως εἰ θελητὸν αὐτοῖς εἴη τὸ μετ' ἐκείνων ἀποφοιτᾶν, ἵνα διὰ τούτου καλέσῃ πρὸς ὁμολογίαν τῆς ὀρθῆς καὶ ἀκηράτου πίστεως, ὃ δὴ καὶ γέγονεν.

βιβλιογραφικές αναφορές

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

3
Δημοσιεύτηκε από: Rodion Vlasov
Θέλετε να διορθώσετε ή να προσθέσετε κάτι; Πες μας: https://t.me/bibleox_live
Ή επεξεργαστείτε αυτό το άρθρο μόνοι σας: Επεξεργασία