De xii gemmis ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΕΠΙΦΑΝΙΟΥ Ἐπισκόπου Κύπρου πρὸς ∆ιόδωρον ἐπίσκοπον Τύρου περὶ τῶν ιβʹ λίθων τῶν ὄντων ἐν τοῖς στολισμοῖς τοῦ Ἀαρὼν βιβλίον. ΠΡΟΛΟΓΟΣ
1.1 Πρῶτος λίθος σάρδιος ὁ Βαβυλώνιος οὕτω καλούμενος· ἔστι δὲ πυρωπὸς τῷ εἴδει καὶ αἱματοειδής, σαρδίῳ τῷ ἰχθύι τεταριχευμένῳ ἐοικώς· διὸ καὶ σαρδίος λέγεται ἀπὸ τοῦ εἴδους λαβὼν τὸ ἐπώνυμον. Ἐν Βαβυλῶνι δὲ τῇ πρὸς Ἀσσυρίαν γίνεται. Ἔστι δὲ διαυγὴς ὁ λίθος· δυνάμεως δέ ἐστι θεραπευτικῆς, ᾧ κέχρηνται οἱ ἰατροὶ πρὸς οἰδήματα καὶ ἄλλας πληγὰς ὑπὸ σιδήρου γιγνομένας. Ἔστι δὲ καὶ ἄλλος σαρδόνυξ ὃς καλεῖται μολοχάς· μαλακτικὸς δέ ἐστι στεατωμάτων, τῆς δὲ αὐτῆς ἰδέας τυγχάνει ὑποχλωρίζων, ἐμβριθέστατος δὲ μᾶλλον παρὰ τὴν ἀρχὴν τοῦ ἔαρος, ὅτε ἡ ἀρχὴ τῶν Παθῶν.
1.2 Λίθος τοπάζιον, ἐρυθρὸς τῷ εἴδει ὑπὲρ τὸν ἄνθρακα· γίνεται δὲ ἐν Τοπάζῃ, πόλει τῆς Ἰνδίας, ὑπὸ τῶν ἐκεῖσέ ποτε λίθους λατομούντων, ἐν καρδίᾳ ἑτέρου λίθου ὃν οἱ λατομοῦντες θεασάμενοι φαιδρόν, καὶ ὑποδείξαντες ἀλάβαστρόν τισιν ἀπέδοντο ὀλίγου τιμήματος. Θηβαῖοι δὲ προσήνεγκαν τῇ κατ' ἐκεῖνον καιρὸν βασιλίσσῃ· ἡ δὲ λαβοῦσα ἐν τῷ αὑτῆς διαδήματι μέσον τοῦ μετώπου περιέθετο. Ἔχει δὲ ὁ λίθος δοκιμὴν τοιάνδε· τριβόμενος ἐν ἰατρικῇ ἀκόνῃ οὐκ ἐρυθρὸν ἀποδίδωσι κατὰ τὸ χρῶμα τὸν χυλόν, ἀλλὰ γαλακτώδη· ἐμπίπλησι δὲ κρατῆρας ὅσους ἂν θέλῃ ὁ ἀποτρίβων, καὶ τοῦ προτέρου σταθμοῦ οὐκ ἐλαττοῦται οὐδ' ὅλως. Χρησιμεύει δὲ καὶ ὁ ἐξ αὐτοῦ οὗτος χυλὸς πρὸς πάθος ὀφθαλμῶν· καὶ πινόμενος δὲ ἀντιπαθεῖ πρὸς ὕδρωπας καὶ τοῖς ἀπὸ σταφυλῆς θαλασσίας μαραινομένοις.
1.3 Λίθος σμάραγδος.Οὗτος καλεῖται καὶ πράσινος· ἔστι δὲ καὶ χλωρὸς τῷ εἴδει, καὶ διαφορά τις ἐν αὐτοῖς· τινὲς μὲν γὰρ αὐτοὺς νερωνιανοὺς καλοῦσιν, ἄλλοι δὲ δομετιανούς. Καὶ ὁ μὲν νερωνιανὸς πικρός ἐστι, τῷ εἴδει σφόδρα χλωρίζων, διειδὴς δὲ καὶ στίλβων. Καλεῖσθαι δὲ νερωνιανὸν εἴτ' οὖν δομετιανὸν διὰ τοιαύτην αἰτίαν, ὅτι φασὶν ἔλαιον Νέρωνα εἴτε ∆ομετιανὸν ἐν σκεύεσι βαλεῖν ἱκανοῖς, καὶ ἐκ τοῦ ἰοῦ τῷ χρόνῳ χλωραίνεσθαι τὸ ἔλαιον, καὶ ἐκ τούτου τὴν πέτραν ποτιζομένην περισσοτέρως ἐξανθεῖν τῇ χροιᾷ. Ἄλλοι δέ φασι Νέρωνά τινα τεχνίτην τῶν παλαιῶν πιναροποιῶν, εἴτ' οὖν λιθουργῶν ἐφευρεῖν τὸ ἀναγκαιότατον τοῦ σμαράγδου, καὶ ἐκ τούτου νερωνιανὸν καλεῖσθαι, οἱ δὲ δομετιανόν. Ἀλλὰ καὶ ἄλλοι εἰσὶ σμάραγδοι, ὁ μὲν πρῶτος ἐν τῇ Ἰουδαίᾳ πάνυ ἐοικὼς τῷ νερωνιανῷ, ὁ δὲ ἕτερος ἐν τῇ Αἰθιοπείᾳ, ὃν καὶ ἐν τῷ Φεισσῶνι ποταμῷ λέγεται γεγενῆσθαι. Φεισσὼν δέ ἐστιν ὁ παρὰ τοῖς Ἕλλησιν Ἰνδὸς καλούμενος, παρὰ τοῖς βαρβάροις δὲ Γάγγης. Λέγουσι δὲ καὶ τὸν ἄνθρακα ἐν αὐτῷ γίνεσθαι· ἐκεῖ γάρ, φησὶν ὁ Μωϋσῆς, ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος. Ἡ δὲ δύναμις, φασί, τοῦ λίθου, δηλαδὴ τοῦ σμαράγδου πρὸς τὸ ἐνοπτρίζεσθαι πρόσωπον. Λέγεται δὲ καὶ παρὰ τοῖς μυθοποιοῖς προγνωστικὸς εἶναι.
1.4 Λίθος ἄνθραξ. Οὗτος εἶδος ὀξὺ φοινίσσον ἔχει. Γίνεται δὲ ἐν Καρχηδόνι τῆς Λιβύης, ἥτις Ἀφρικὴ καλεῖται. Ἕτεροι δέ φασι τὸν λίθον τοῦτον οὕτως εὑρίσκεσθαι,οὐκ ἐν ἡμέρᾳ κατοπτευόμενον, ἀλλὰ κατὰ τὴν νύκτα πόρρωθεν δίκην λαμπάδος, ἢ ἄνθρακος σπινθηρίζοντος, καὶ ὡς μακρόθεν φαίνοντος, κἀκ τούτου ἐπιγινώσκοντες οἱ τοῦτον ἀνερευνῶντες ῥαδίως εὑρίσκουσιν αὐτόν· βασταζόμενον δὲ ἀδύνατον διαλαθεῖν, ὁποίοις γὰρ ἂν ἱματίοις κατακρυβῇ ἡ ἀνταύγεια αὐτοῦ ἔξωθεν τῆς περιβολῆς φαίνεται, ὅθεν καὶ ἄνθραξ κέκληται. Ὀλίγον δὲ ὁ κεραύνιος λίθος παραπλήσιος τούτῳ, ὅτι καὶ ἐκ τοῦ αὐτοῦ τόπου εὑρίσκεται.
1.5 Λίθος σάπφειρος πορφυρίζων, ὡς βλάττης πορφύρας τῆς μελαίνης τὸ εἶδος. Πολλὰ δὲ γένη τούτου ὑπάρχουσιν· ἔστι γὰρ ὁ βασιλικός, χρυσοστιγής· οὐ πάνυ δὲ οὗτος θαυμαζόμενος ὡς ὁ διόλου πορφυρίζων. Καὶ οὗτος δὲ λέγεται εἶναι ἐν τῇ Ἰνδίᾳ καὶ Αἰθιοπείᾳ. ∆ιὸ τὸ τέμενος παρὰ Ἰνδοῖς φασιν εἶναι τοῦ ∆ιονύσου τξεʹ ἀναβαθμοὺς ἔχον ἐκ σαπφείρου λίθου, εἰ καὶ τοῖς πολλοῖς ὑπάρχει ἄπιστον. Ἔστι δὲ θαυμαστὸς ὁ λίθος καὶ εὐειδέστατος καὶ χαριέστατος. ∆ιὸ καὶ ἐν τοῖς χλιδῶσι καὶ ὁρμίσκοις κατατιθέασι τοῦτον, μάλιστα οἱ βασιλεῖς. Ἀλεξίπονος δέ ἐστι· τριβόμενος γὰρ καὶ ψυδράκων καὶ φυμάτων γινομένας πληγὰς σὺν γάλακτι ἰᾶται χριόμενος τοῖς ἡλκωμένοις τόποις. Γέγραπται δὲ καὶ ἐν τῷ Νόμῳ τὴν τῷ Μωϋσεῖ ὀφθεῖσαν ὀπτασίαν ἐν τῷ ὄρει, καὶ δοθεῖσαν νομοθεσίαν ἐπὶ λίθου σαπφείρου πεφυκέναι λέγεται.
1.6 Λίθος ἴασπις. Οὗτός ἐστι τῷ εἴδει σμαραγδίζων· παρὰ δὲ τὰ χείλη τοῦ Θερμόδωντος ποταμοῦ εὑρίσκεται, καὶ περὶ Ἀμαθοῦντα τὴν ἐν Κύπρῳ. Ἀλλ' ἔστιγένος πολὺ καλούμενον ἀμαθούσιον· τὸ εἶδος τοιόνδε ἐστὶ τοῦ λίθου, κατὰ τὴν σμάραγδόν ἐστι χλωρίζουσα, ἀλλὰ ἀμβλυτέρα καὶ ἀμαυροτέρα· καὶ ἔνδοθεν χλωρὸν ἔχει τὸ σῶμα, ἐοικυῖα ἰῷ χαλκοῦ ἔχοντι φλέβας τετραστίχους. Ὡς δὲ τοῦτο ἠκούσαμεν εἶναι φαντασίας, ὡς οἱ μυθολόγοι λέγουσιν. Ἄλλη δέ ἐστι γλαυκοτέρα θαλάσσης, βαθυτέρα τῷ ἄνθει καὶ τῇ βαφῇ· ἄλλη δὲ ἐν τοῖς σπηλαίοις, ἐν τῷ ὄρει τῆς Ἴδης ἐν τῇ Φρυγίᾳ, ὁμοιάζουσα τῇ ἀπὸ τοῦ αἵματος κόχλου, διαυγεστέρα μᾶλλον, ὥσπερ οἴνῳ ὁμοιάζουσα ἢ ἀμεθύστου ξανθοτέρα· οὐ γάρ ἐστι μιᾶς χροιᾶς οὐδὲ τῆς αὐτῆς δυνάμεως· ἀλλ' ἡ μέν ἐστι χαυνοτέρα καὶ λευκοτέρα, οὔτε πάνυ στίλβουσα, οὔτε πάλιν ἀποδέουσα. Ἄλλη δὲ κρυστάλλου ὕδατι ὁμοία· λέγεται δὲ ὑπὸ μυθοποιῶν ἄκος εἶναι φαντασιῶν. Εὑρέθη δὲ παρὰ Ἴβηρσι καὶ ποιμέσιν Ὑρκανῶν τοῖς κατὰ τὴν Κασπίαν γῆν. Ἄλλη δὲ ἴασπις οὐ πάνυ λάμπουσα, χλωρά, ἥτις ἔχει γραμμὰς μέσας. Καὶ ἄλλος ἴασπις ὁ παλαιὸς καλούμενος ὅμοιος ἢ χιόνι ἢ ἀφρῷ θαλάσσης. Τοῦτόν φασιν οἱ μυθοποιοὶ τοὺς θῆρας ἐν ἀγρῷ φοβεῖσθαι, καὶ τὰ φάσματα.
1.7 Λίθος λιγύριον. Τούτου δὲ τὴν εὕρεσιν οὐδαμῶς ἔγνωμεν, οὔτε παρὰ φυσιολόγοις, οὔτε παρά τισιν ἀρχαίοις τοῖς περὶ τούτων μεμεριμνηκόσιν. Εὕρομεν δὲ λαγκούριον οὕτω καλούμενον λίθον, ὅν τινες τῇ τρανῇ διαλέκτῳ λαγούριον καλοῦσι· καὶ τάχα τοῦτο οἶμαι τὸ λιγύριον, ἐπειδὴ αἱ θεῖαι γραφαὶ τὰ ὀνόματα ἑτέρως μετεποιήσαντο, ὡς τὸν σμάραγδον πράσινον, καὶ ὅτι πως ἐν τῇ τῶν λίθων τούτων ὀνομασίᾳ οὐκ ἐμνήσθησαν καὶ ὑακίνθου, καίτοι γε προόπτου καὶ ἐντίμου ὄντος λίθου· ὥστε εἰς νοῦν ἡμᾶς λαβεῖν μήποτε τὸ λιγύριον τοῦτο καλεῖ ἡ θεία γραφή. Ὑάκινθος οὖν τὰς μὲν ἰδέας ἔχει διαφόρους· ὅσῳ γὰρ εὑρίσκεται ὁ λίθος βαθύτερος τῇ χροιᾷ, τοσοῦτον ἀναγκαιότερός ἐστι τῶν ἄλλων. Ἔοικε δὲ ὑάκινθος τῇ ἐρέᾳ ἢ ὑποπορφυρίζων ποσῶς. ∆ιὸ καὶ ἡ θεία γραφὴ ἐξ ὑακίνθου καὶ πορφύρας τὰ ἱερατικὰ ἐνδύματα κεκοσμῆσθαί φησι. Καὶ ὁ μὲν πρῶτος λίθος καλεῖται θαλασσίτης, ὁ δὲ δεύτερος ῥοδινός, ὁ τρίτος νάτιβος· ὁ τέταρτος λέγεται χαννιαῖος, ὁ δὲ πέμπτος περιλεύκιος. Εὑρίσκονται δὲ οὗτοι ἐν τῇ ἐσωτέρᾳ βαρβαρίᾳ τῆς Σκυθίας. Οὗτοι δὲ οἱ λίθοι μετὰ τοῦ εἶναι πολύτιμοι ἔχουσι καὶ ἐνέργειαν τοιαύτην· βαλλόμενοι εἰς ἄνθρακας πυρὸς αὐτὰ μὲν οὐ βλάπτονται, τοὺς δὲ ἄνθρακας σβεννύουσιν· οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ εἰ λαβών τις τὸν λίθον ἐνειλίσσῃ ὀθόνῃ καὶ ἐπιθῇ ἐπ' ἄνθρακας πυρός, οὐδ' αὐτὴ ἡ καλύπτουσα ὀθόνη φλογίζεται, ἀλλὰ μένει ἀσινής. Λέγεται δὲ ὁ λίθος ταῖς τικτούσαις γυναιξὶν εἰς εὐτεκνίαν χρησιμεύειν· ἔστι δὲ καὶ φασμάτων ἀπελαστικός.
1.8 Λίθος ἀχάτης. Οὗτος ὑπελήφθη εἶναι περίλευκος καλούμενος, ὃς ὑπὸ τὸν ὑάκινθον εὑρίσκεται· θαυμαστὸς δέ ἐστι, τῷ εἴδει ὑποκυανίζων, ἔξωθεν περιφέρειαν λευκὴν ἔχων, μαρμάρου τρόπον ἢ ἐλεφαντίνου. Καὶ οὗτος δὲ περὶ τὴν Σκυθίαν εὑρίσκεται. Ἔστι δὲ ἐκ τούτων τῶν λίθων ἀχάτης χρῶμα ἔχων λέοντος. Τριβόμενος δὲ μεθ' ὕδατος καὶ χριόμενος ἐπὶ δήγματος θηρίου ἀποτρέπει ἰὸν σκορπίου καὶ ἐχιδνῶν καὶ τῶν τοιούτων.
1.9 Λίθος ἀμέθυστος. Οὗτος κατὰ τὴν αὐτοῦ περιφέρειαν φλογίζων ἐστὶ βαθέως· ἡ δὲ αὐτή ἐστι λευκοτέρα ἐκ τοῦ μέσου, οἰνωπὸν ἀποπέμπουσα εἶδος. Ἡ δὲ μορφὴ αὐτοῦ διάφορος· τάχα δὲ καὶ αὐτὸς ἐν τοῖς ὄρεσι γίνεται τῆς Λιβύης· ὁ μὲν γὰρ αὐτῶν ἐστιν ὑακίνθῳ καθαρῷ παραπλήσιος, ὁ δὲ ἀμφικόχλῳ. Γίνεται ἐν ταῖς ὄχθαις τῆς θαλάσσης τῆς αὐτῆς Λιβύης.
1.10 Λίθος χρυσόλιθος. Τοῦτόν τινες χρυσόφυλλον κεκλήκασι. Χρυσίζων μέν ἐστιν· εὑρίσκεται δὲ ἐν τῷ φρέατι διπέτρῳ παρὰ τὸ τεῖχος τῆς Ἀχαιμενίτιδος Βαβυλῶνος· τὴν γὰρ Βαβυλῶνα καὶ τὸ φρέαρ ἐκεῖνο Ἀχαιμενίτιδα καλοῦσιν, ὅτι, φασίν, ὁ πατὴρ Κύρου τοῦ βασιλέως Ἀχιμενεὺς ἐκαλεῖτο. Ἔστι δὲ καὶ χρυσόπαστος. Οὗτος στομαχικοῖς καὶ κοιλιακοῖς τριβόμενος καὶ πινόμενος ἰαματικὸς ὑπάρχει.
1.11 Λίθος βηρύλλιον γλαυκίζων μέν ἐστι, θαλασσοβαφής, ἔχων εἶδος καὶ τῆς ὑδαρεστέρας ὑακίνθου. Γίνεται δὲ περὶ τὸ τέρμα τοῦ ὄρους τοῦ καλουμένου Ταύρου. Εἰ δέ τις θελήσει κατ' ἀντικρὺ τοῦ ἡλίου τοῦτον ἀνακλάσαι, φαίνεται ὡς ὕελος κέγχρους ἔχων ἔνδοθεν διαυγεῖς. Ἄλλη δέ τις βήρυλλος ταῖς κόραις τῶν ὀφθαλμῶν τοῦ δράκοντός ἐστι παραπλησία. Ἔστι δὲ καὶ ἄλλη πάλιν ὁμοία κηρῷ· ἐφάνη δὲ αὕτη περὶ τὴν ἔξοδον τοῦ Εὐφράτου ποταμοῦ.
1.12 Λίθος τὸ ὀνύχιον. Οὗτος ὁ λίθος ξανθὴν πάνυ ἔχει τὴν χροιάν. Τέρπεσθαι δὲ τῷ λίθῳ τούτῳ φασὶ τὰς νύμφας τῶν βασιλέων ἢ καὶ πλουσίων ἀνδρῶν, αἵ τινες καὶ εἰς ἐκπώματα ἴδια ἀνατρεψάσασαι ἔχουσι τὸν λίθον τοῦτον. Εἰσὶ δὲ καὶ ἄλλοι ὀνυχίται ὁμωνύμως καλούμενοι, οἵ τινες κηρῷ τῷ μελιχρόῳ εἰσὶ παραπλήσιοι· τινὲς δέ φασιν αὐτοὺς ἐξ ὕδατος στακτοῦ πεπῆχθαι. Ὀνυχίτας δὲ αὐτοὺς λέγουσι φυσιολογικῶς, ἐπεὶ ὁ ὄνυξ τῶν ἀστείων ἀνδρῶν μαρμάρῳ ἐστὶ συνιδιαζόμενος σὺν τῇ τοῦ αἵματος ἰδέᾳ· ἄλλοι δέ που καὶ τὸν λίθον τὸν μαρμάρινον ἀπὸ τοῦ ∆οκιμίου ψευδωνύμως ὀνυχίτην καλοῦσι διὰ τὸ καθαρὸν τῆς λευκότητος.