Collectio dictorum veteris testamenti ΣΥΝΑΓΩΓΗ ΤΩΝ ΑΝΑΓΩΓΙΚΩΣ ΕΡΜΗΝΕΥΟΜΕΝΩΝ ΡΗΤΩΝ ΤΗΣ ΠΑΛΑΙΑΣ ΑΓΙΑΣ ΓΡΑΦΗΣ Ἐρανισθεῖσα κατὰ σύνοψιν καὶ σαφεστέραν ἀπαγγελίαν, ἔκ τε τῶν τοῦ θεσπεσίου Κυρίλλου, καὶ τῶν τοῦ μεγάλου Μαξίμου, καὶ λοιπῶν ἐξηγητῶν. ΒΙΒΛΟΣ ΓΕΝΕΣΕΩΣ.
Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου. Κατηραμένη γῆ ἐν τοῖς ἔργοις τοῦ Ἀδὰμ, ἡ σάρξ ἐστι τοῦ γεωθέντος νοῦ· οὗ ἔργα τὰ πάθη τῆς ἀτιμίας. ∆ιὸ καὶ κατήραται. Ἥτις σὰρξ ἀναδίδωσιν αὐτῷ, ὡς μὲν ἀκάνθας, μερίμνας, καὶ φροντίδας· ὡς δὲ τριβόλους, πειρασμοὺς, καὶ κινδύνους, κατά τε λόγον καὶ θυμὸν καὶ ἐπιθυμίαν. Τὸ δὲ, Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου, λαμβάνοιτ' ἂν καὶ περὶ πράξεως καὶ θεωρίας· ἐν πόνῳ γὰρ τῆς πρακτικῆς φάγῃ τὸν ἄρτον τῆς θεωρητικῆς. Κάϊν μὲν, τὸ φρόνημα τῆς σαρκὸς, ὃ πρῶτον ἐγέννησεν ὁ Ἀδὰμ, διὰ τῆς παρακοῆς· Ἄβελ δὲ, τὸ φρόνημα τοῦ πνεύματος, ὅπερ ὕστερον ἐγέννησεν ὁ αὐτὸς Ἀδὰμ, διὰ τῆς μετανοίας. Τὸ τοίνυν κατὰ τὸν Ἄβελ φρόνημα τοῦ πνεύματος πρὸ τῆς τελείας ἕξεως συνεξελθεῖν τῷ κατὰ τὸν Κάϊν φρονήματι τῆς σαρκὸς εἰς τὸ πεδίον, λέγω δὲ τὸ πλάτος τῆς φυσικῆς θεωρίας, ἀποκτείνεται παρ' αὐτοῦ. Καλὸν γὰρ πρὸ τῆς τελείας ἕξεως, μὴ ἅπτεσθαι φυσικῆς θεωρίας, ἵνα μὴ λόγους πνευματικοὺς ἐκ τῶν αἰσθητῶν ἐπιζητοῦντες ..... πάθη συλλέγοντες. Ἐν γὰρ τοῖς ἀτελέσι, πλέον τὰ φαινόμενα τῶν αἰσθητῶν σχήματα δυναστεύει πρὸς τὴν αἴσθησιν, ταῖς πρὸς τὴν ψυχὴν, οἱ ἐγκεκρυμμένοι φαινομένοις σχήμασι, λόγοι τῶν γεγονότων. Πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. Κάϊν μὲν ὁ τῆς γαστριμαργίας λογισμός. Ἑπτὰ δὲ ἐκδικούμενα, τοῦτ' ἔστι, κολάσεως ἄξια. Ὁ τῆς πορνείας λογισμὸς καὶ τῆς φιλαργυρίας, καὶ ὁ τῆς λύπης, καὶ ὁ τῆς ὀργῆς, καὶ ὁ τῆς ἀκηδίας, καὶ ὁ τῆς κενοδοξίας καὶ ὁ τῆς ὑπερηφανίας. Ὁ τοίνυν τὴν γαστριμαργίαν ἀποκτείνας δι' ἐγκρατείας συναπέκτεινεν αὐτῇ καὶ τὰ παρεπόμενα αὐτῇ· πάθη, παραλύσας τὰς συναφείας.
Περὶ τῆς πυργοποιΐας. Οἱ τὸν τῆς Χαλάνης πύργον οἰκοδομοῦντες, τῆς τοῦ φωτὸς χώρας τῆς ἀνατολῆς κινηθέντες, λέγω δὲ τῆς μιᾶς καὶ ἀληθοῦς θεογνωσίας, ἦλθον εἰς τὴν γῆν Σενὰρ τὴν ἑρμηνευομένην Βλασφήμους ὀδόντας, καὶ εἰς πολλὰς περὶ Θεοῦ δόξας καταπεσόντες, τὸν ἑκάστης λόγον δόξης οἱονεὶ πλίνθους τινὰς συνθέντες, ᾠκοδόμησαν καθάπερ πύργον τὴν πολύθεον ἀθεΐαν. Ὥσπερ τῷ Ἀβραὰμ οἰκοῦντι μὲν ἐν τῇ ἰδίᾳ γῇ οὐκ ὤφθη Κύριος· κληθέντι δὲ καὶ ἐξελθόντι, καὶ εἰς τὴν ὑποδειχθεῖσαν γῆν ἀφικομένῳ ὤφθη καὶ τὰς μεγάλας ἐπαγγελίας δέδωκε, καὶ θυσιαστήριον ἀφῆκεν οἰκοδομεῖν καὶ θῦσαι· οὕτω καὶ ἡμῖν παραμένουσι τῷ κόσμῳ, καὶ ταῖς οἰκοδομικαῖς ἡδοναῖς, οὐδεμία γίνεται θεόθεν ἔλλαμψις· πειθομένοις δὲ τοῖς θείοις προστάγμασι, καὶ ἔνθα κελεύει Κύριος ἀφικνουμένοις, ἐμφανίζει μὲν τὴν περὶ αὐτοῦ γνῶσιν, ὅσον ἐγχωρεῖ· παρέχει δὲ μεγάλας ἐλπίδας, ῥωννύει δὲ τὸν νοῦν ἡμῶν· ὡς ἐγεῖραι μὲν αὐτῷ θυσιαστήριον, τὴν καρδίαν· θύειν δὲ πράξεις ἀγαθὰς, καὶ θεωρίας πνευματικάς. Καὶ ἐγένετο λιμὸς ἐπὶ τῆς γῆς, καὶ κατέβη Ἀβραὰμ εἰς Αἴγυπτον. Ὅταν ὁ νοῦς ἑκάστου λιμῷ περιπέσῃ θείων ἐννοιῶν καὶ τῆς διατρεφούσης τὴν ψυχὴν πνευματικῶς βρώσεως, ἀναγκάζεται καταβαίνειν εἰς τὴν ἀλλοτρίαν ἕξιν· εἴ τινα δὲ συμπερινοστοῦσαν αὐτῷ ἀγαθὴν σύνεσιν ἴδοιεν οἱ δαίμονες, σπεύδουσιν ὑπαγαγεῖν αὐτὴν τοῖς σπερματισμοῖς τοῦ ἄρχοντος αὐτῶν· ὡς τῷ Φαραὼ τὴν Σάῤῥαν οἱ Αἰγύπτιοι. Θεοῦ δὲ μόνου ἐστὶν ἐξελέσθαι καὶ τοῦτον καὶ ταύτην, ὡς τὸν Ἀβραὰμ καὶ τὴν Σάῤῥαν, τῆς τοῦ τυράννου χειρὸς καταδυναστευομένους καὶ κινδυνεύοντας. Ἀνέβη δὲ Ἀβραὰμ ἐξ Αἰγύπτου, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ, καὶ πάντα τὰ αὐτοῦ, καὶ Λὼτ μετ' αὐ τοῦ, εἰς τὴν ἔρημον. Χρὴ γὰρ τὸν ἐξ ἄκρας κοσμικῆς καὶ ἐφαμάρτου ζωῆς εἰς ἱερὰν πολιτείαν ἀνατρέχοντα, μηδέν τι τῶν ἑαυτοῦ καταλιπεῖν ὀπίσω, μὴ διάνοιαν, μὴ φαντασίαν, μή ποτε δι' ἐκεῖνο παλινοστεῖν ἀναγκάζοιτο. Μεθαρμόζεσθαι δὲ πρῶτον εἰς κατάστασιν ἔρημον κακίας καὶ ἀπαρενόχλητον ἐπιμιξίας φαυλότητος. Ὥσπερ Ἀβραὰμ, αἰχμαλωτισθέντος ὑπὸ τῶν πολεμίων τοῦ συγγενοῦς αὐτοῦ Λὼτ, παραλαβὼν τοὺς οἰκογενεῖς αὐτοῦ καί τινας ἀλλογενεῖς μὲν, φίλους δὲ, κατεδίωξεν ὀπίσω αὐτοῦ· καὶ συμμαχῶν καὶ τροπωσάμενος ἀπέστρεψε τὸν συγγενῆ, καὶ πᾶσαν τὴν αἰχμαλωσίαν· οὕτω καὶ οἱ ἀπόστολοι πνευματικῶς ἐξοπλίσαντες τοὺς τροφίμους τῆς Ἐκκλησίας, συμπαραλαβόντες δὲ καί τινας τῶν κοσμικὰ μὲν φρονούντων ἔτι, φίλων δὲ τῇ εὐσεβείᾳ, κατέδραμον τῶν αἰχμαλωτισάντων ἡμᾶς δαιμόνων, καὶ καταγωνισάμενοι τούτους, ἐπέστρεψαν τοὺς αἰχμαλωτισθέντας συγγενεῖς αὐτῶν κατὰ τὸν λόγον τῆς ἀνθρωπότητος.
Τῆς δὲ τοιαύτης ἀνδραγαθίας ἀμοιβὴν λαμβάνουσι κοσμικὸν μὲν οὐδὲν, εὐφημίας δὲ παρὰ τῶν σεσωσμένων, καὶ εὐλογίας παρὰ Χριστοῦ, καθάπερ καὶ Ἀβραάμ. Εὐλόγησε γὰρ αὐτὸν ὁ Μελχισεδὲκ, ὃς ἦν Χριστοῦ τύπος, καθὼς ὁ μέγας Παῦλος ἐδίδαξε· καὶ μηδέ τι λάφυρον λαβόντα, ἄρτῳ καὶ οἴνῳ διέθρεψεν. Ἄξιος γὰρ, φησὶν, ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ. Οἱ μέντοι φίλοι μερίδας λαφύρων ἔλαβον, αὔξοντος τοῦ Θεοῦ κἀνταῦθα πολλάκις τὰς οὐσίας τῶν συναθλούντων τοῖς ἁγίοις. Εἰς τὸν Μελχισεδέκ. Ἀπάτωρ μὲν καὶ ἀμήτωρ καὶ ἀγενεαλόγητος, ὡς κατὰ τὴν ἀρετὴν ὑπὲρ τὴν φύσιν, καὶ τὰ ἐν τῇ φύσει γενόμενος· μήτε δὲ ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων, ὡς κατὰ τὴν γνῶσιν ὑπεριπτάμενος τὰ ὑπὸ χρόνον καὶ αἰῶνα, καὶ εἰς αὐτὸν εἰσδὺς τὸν Θεόν. Ἀφωμοιωμένος δὲ Θεῷ τῷ ὑψίστῳ, κατὰ τὴν ἐκ πράξεων καὶ θεωριῶν πρὸς Θεὸν ὁμοίωσιν, καὶ ὡς τῷ Θεῷ ποιηθείς τε καὶ μεταποιηθεὶς εἰς Θεόν. Μένει δὲ ἱερεὺς εἰς τὸν αἰῶνα, ὡς μηδενὶ θανάτῳ κακίας παυόμενος τοῦ λειτουργεῖν καὶ παρίστασθαι τῷ Θεῷ. Μόνος δὲ ταῦτα κεκτῆσθαι λέγεται, ὡς πρῶτος ταῦτα κτησάμενος. Τῶν ἀγγέλων ἐντειλαμένων τῷ Λὼτ, σώζεσθαι εἰς τὸ ὄρος, εἶπεν αὐτός· Οὐ δυνήσομαι διασωθῆναι εἰς τὸ ὄρος, μὴ καταλάβῃ με τὰ κακὰ καὶ ἀποθάνω. Ἰδοὺ ἡ πόλις αὕτη ἐγγὺς τοῦ καταφυγεῖν με ἐκεῖ, ἥ ἐστι μικρά· καὶ ἐκεῖ σωθήσεται ἡ ψυχή μου. Οἱ γὰρ ἄρτι τῆς κακίας ἐκβαίνοντες, οὐ δύνανται πρὸς ὕψος εὐθέως πολιτείας ἀναδραμεῖν, ἀλλὰ ἀποφοιτῶσι μὲν τῶν πονηρῶν τέως ἐθῶν, μεταθέουσι δὲ πρὸς τὰ οὐ πόῤῥω καλὰ, καὶ τὴν ὑποκαθημένην τῷ τελείως ἔχοντι ἀγωγήν. Καὶ οὕτως ἐκεῖθεν ἀναβαίνουσιν εἰς τὴν ὑπερκειμένην ζωὴν, ἐκ πράξεως εἰς θεωρίαν ὑψούμενοι. Ἀνέβη δὲ Λὼτ ἐκ Σηγώρ. Καὶ ἐκάθητο ἐν τῷ ὄρει αὐτὸς, καὶ αἱ δύο θυγατέρες αὐτοῦ μετ' αὐτοῦ, καὶ ᾤκησεν ἐν τῷ σπηλαίῳ μετ' αὐτῶν. Ἄνεισι μὲν ὥσπερ διὰ βαθμῶν ὁ νοῦς ἐπὶ τὸ μετεωρότερον, ἔχων μεθ' ἑαυτοῦ τὴν φρόνησιν καὶ τὴν ἀνδρείαν ὡς θυγατέρας. Ἡ γὰρ ἡδυπάθεια ἐξέπεσεν καὶ ἀπεβλήθη δίκην τῆς γυναικὸς τοῦ Λώτ. Οἰκεῖ δὲ ὡς ἐν σπηλαίῳ τῇ παγιότητι καὶ ἑδραιότητι τοῦ καλοῦ. Γέγραπται γὰρ ὅτι κατοικήσει ὁ δίκαιος ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς. Εἴη δ' ἂν πέτρα μὲν ἰσχυρὰ ὁ Χριστὸς, διὰ τὸ πανσθενές· σπήλαιον δὲ αὐτοῦ ἡ Ἐκκλησία, ἡ περιβολὴ καὶ σκέπη τῶν ἁγίων. Πέτραν γὰρ, φησὶ, περιεβάλοντο ἣν οἰκοῦσιν, οἱ τὸ πῦρ τῆς ἁμαρτίας φεύγοντες, καὶ τὸ πῦρ τῆς γεέννης διαδιδράσκοντες. Ἡ μὲν δάμαλις πρώτη ληφθεῖσα τὴν πρώτην ἐσήμαινε γενεάν. Ὥσπερ γὰρ ἡ δάμαλις, ἀποδυσπετεῖ πρὸς τὸν ζυγὸν, οὕτω καὶ ἡ τοῦ κατελθόντος εἰς Αἴγυπτον λαοῦ πρώτη φορὰ, ἀπεδυσπέτει πρὸς τὴν δουλείαν. Ἡ δ' αἲξ δευτέρα ληφθεῖσα τὴν δευτέραν γενεὰν ᾐνίττετο. Ὥσπερ γὰρ ἡ αἲξ ὀλίγην παρέχει τοῖς δεσπόταις πρόσοδον, οὕτω καὶ ἡ δευτέρα γενεὰ ὀλίγην ἀπένειμε δουλείαν τοῖς Αἰγυπτίοις. Ὁ δὲ κριὸς τρίτος ληφθεὶς τὴν τρίτην προεμήνυε γενεάν. Ὥσπερ γὰρ οὗτος πλείονα δίδωσι πρόσοδον, οὕτω καὶ αὕτη πλείονα δοῦλον παρέσχεν. Ἡ μὲν οὖν διαίρεσις τῶν τριῶν γενεῶν· ἡ δ' ἀντιπρόσωπος θέσις τῶν διχοτομημάτων, τὴν κοινωνίαν τῆς κακουχίας. Καὶ ἡ πρώτη γὰρ γενεὰ ἐδυσφόρει παροικοῦσα τοῖς Αἰγυπτίοις. Συνεχώρησε δὲ τὴν ἐν Αἰγύπτῳ κάκωσιν ὁ Θεὸς, ἵνα δυσχερῶν τοσούτων ὕστερον ἀπαλλαγέντες, γνῶσι μειζόνως τὸν ἀπαλλάξαντα· γνωσθῇ δὲ καὶ αὐτὸς ἐν πάσῃ τῇ γῇ δι' ὧν ἐποίει σημείων. Ἀσύμφωνος τῷ νέῳ λαῷ, ὁ κατὰ χρόνον πρωτότοκος. Τοῦτο γὰρ ᾐνίττετο τὰ ἐν τῇ νηδύϊ τῆς Ῥεβέκας διασκιρτῶντα, καὶ ταρασσόμενα βρέφη, τὴν ἐσομένην ἔχθραν ὑποσημαίνοντα. Τῆς πτέρνης τοῦ Ἡσαῦ ὁ Ἰακὼβ ἐπείληπτο τικτόμενος. Ἐδήλου δὲ τὸ γενόμενον, ὡς ὁ νοῦς ὁ βλέπων Θεὸν διὰ καθαρότητα (τοῦτο γὰρ ἑρμηνεύεται Ἰσραὴλ) πτερνίζει τὰ πάθη τῆς γαστριμαργίας, ἀφ' ὦν καὶ τἄλλα ψυχικὰ νοσήματα τίκτονται. Ἐρίφων δέρματα νεκρὰ περιθέμενος ὁ Ἰακὼβ, ἐτύπου Χριστὸν σάρκα περιθέμενον νεκρὰν ὅτι πρὸς ἁμαρτίαν, δι' ἧς τὴν ἡμετέραν σωτηρίαν βρῶσιν ἡδίστην τῷ Πατρὶ προσεκόμισε, καὶ τὴν ἀναφαίρετον εὐλογίαν, ὡς ἀπόδεκτος γενόμενος, ἐκομίσατο καὶ τοῖς Χριστιανοῖς ἐχαρίσατο. Ἀλείφων τὸν λίθον Ἰακώβ. ∆είκνυσιν ὡς ἡ σκληροκάρδιος ψυχὴ τῶν ἐθνῶν χρισθήσεται μὲν τῷ ἁγίῳ Πνεύματι, ἀφορισθήσεται δὲ τῷ Θεῷ. Ἠνίξατο δὲ καὶ ὅτι χρισθήσεται τῇ θεότητι ἡ προσληφθεῖσα σάρξ· λίθος γὰρ ὁ Χριστὸς ἀκρογωνιαῖος συνάπτων δι' ἑαυτοῦ τοὺς δύο λαούς. Καὶ εἶπε Φαραὼ πρὸς Ἰωσήφ· Εἶπον τοῖς ἀδελ φοῖς σου, Παραλαβόντες τὸν Πατέρα ὑμῶν καὶ τὰ ὑπάρχοντα ὑμῶν, ἥκετε πρός με, καὶ δώσω ὑμῖν πάντων τῶν ἀγαθῶν Αἰγύπτου. Ὁ διάβολος εἰ μόνον λάβοι τινὰς ὑπηκόους, πάσης φιληδονίας αὐτοὺς ἐμπίπλησιν. Αἴγυπτος μὲν γὰρ ἡ ἁμαρτία, ἀγαθὰ δὲ αὐτῆς αἱ κατ' αὐτὴν ἡδοναί. Ἀλλὰ καὶ ἁμάξας δίδωσιν εἰς μετακομιδὴν τῶν ὑπαρχόντων αὐτοῖς, εὔοδον τιθεὶς τὴν πρὸς αὐτὸν πορείαν, καὶ ἄπονον. Πατὴρ μὲν οὖν τῶν ἁλισκομένων, ὁ νοῦς. Ὑπάρχοντα δὲ οἱ λογισμοὶ καὶ αἱ πράξεις. Ὁμοίως δὲ πάλιν ὁ βασιλεὺς Ἀσσυρίων τοῖς ἐν Ἱερουσαλὴμ ἐπηγγέλλετο λέγων· Ἐκπορεύεσθε πρός με καὶ φάγεσθε ἕκαστος τὴν ἄμπελον αὑτοῦ, καὶ τὴν συκῆν αὑτοῦ, καὶ πίεσθε ὕδωρ τοῦ λάκκου ὑμῶν. Ἐπειδὴ γὰρ διττὸς ὁ τρόπος τῆς ἁμαρτίας, καὶ ἢ τῶν ἐμφύτων ἡδονῶν, ἢ τῶν θύραθεν ἡττώμενοι πλημμελοῦμεν, εἶεν ἂν ἄμπελος μὲν καὶ συκῆ αἱ θύραθεν ἡδοναὶ, ὕδωρ δὲ τοῦ λάκκου ἡμῶν αἱ ἔμφυτοι, τοῦ σώματος ἡμῶν ἀναβλύζουσαι. Καὶ αἱ μὲν θύραθεν, εἰσὶ πρόσκαιροι, αἱ δὲ ἔμφυτοι μακροχρονιώτεραι. Ὧν ἁπάντων τὴν ἀπόλαυσιν ὁ διάβολος ὑπισχνεῖται τοῖς ἀπὸ τῆς ἁγιοπρεποῦς πολιτείας, ὡς ἐξ Ἱερουσαλὴμ, αὐτομολοῦσι πρὸς αὐτὸν, καὶ δουλεύειν αὐτῷ καταδεχομένοις. Τῆς ἐξόδου περὶ τοῦ Φαραώ. Ὁ Φαραὼ πρῶτον μὲν ἀγρίοις πόνοις ἐκάκου τὸν Ἰσραηλιτικὸν λαὸν, τὴν εἰς πλῆθος αὔξησιν αὐτοῦ κωλύειν οἰόμενος. Ἀντιπράττοντος δὲ τοῦ Θεοῦ· Καθ' ὅ τι γὰρ, φησὶν, ἐταπείνουν αὐτοὺς οἱ Αἰγύπτιοι, τοσούτῳ πλείους ἐγίνοντο, καὶ ἴσχυον· ἐφ' ἑτέραν λαθραίως ἔρχεται μηχανὴν, καὶ προστάττει ταῖς μαίαις τῶν Ἑβραίων ἀποκτείνειν μὲν τὰ ἄρσενα τῶν τικτομένων, τὰ θήλεα δὲ περιποιεῖσθαι. Ἐπεὶ δὲ καὶ τοῦτο κεκώλυκεν ὁ Θεός· Ἐφοβήθησαν γὰρ, φησὶν, αἱ μαῖαι τὸν Θεὸν, καὶ οὐκ ἐποίησαν ὡς συνέταξεν αὐταῖς Φαραώ· τρίτης ἐπιβουλῆς ἅπτεται, καὶ φανερῶς ἐντέλλεται τοῖς ὑπ' αὐτὸν, πᾶν μὲν τικτόμενον ἄρσεν ῥίπτειν εἰς τὸν ποταμὸν, πᾶν δὲ θῆλυ ζωογονεῖν. Καὶ ὁ διάβολος γὰρ ὁ νοητὸς Φαραὼ κατὰ τοῦ νοητοῦ Ἰσραὴλ, τὸν εὐσεβῆ λέγω λαὸν, τριπλοῦν τρόπον ἐπιβουλῆς ἐνόησε, διὰ κακούργων σκεμμάτων τὴν εἰς ἀρετὴν ἐπίδοσιν αὐτοῦ κωλύειν πειρώμενος. Καὶ πρῶτα μὲν πόνον, καὶ κακοπάθειαν αὐτοῖς ἐπιφέρει· διαμαρτὼν δὲ τοῦ σκοποῦ, τοὺς κατὰ πίστιν ἀδελφοὺς αὐτῶν καὶ φίλους ἐφοπλίζει τοῖς ἀνδρείοις εἰς τὴν εὐσέβειαν. Τοῖς γὰρ θηλυπρεπέσιν ὡς ἀσθενέσιν οὐκ ἐπιβουλεύει, χρησίμους ἑαυτῷ πρὸς ἁμαρτίαν τούτους εἰδώς. Ἀδελφαὶ δὲ καὶ φίλαι τῶν Ἑβραίων αἱ μαῖαι, διὰ τὴν ἐκ τοῦ γένους οἰκείωσιν. Ἀποτυγχάνων δὲ καὶ τῆς δευτέρας ἐπιβουλῆς, τοῦ θείου φόβου τοὺς ἐφοπλισθέντας ἐπέχοντος, ἀναφανδὸν ἐπιτρέπει τοῖς οἰκείοις ὑπασπισταῖς τὴν κατὰ τῶν ἁγίων ἀγριότητα καὶ μιαιφονίαν. Ὁ Φαραὼ τῆς ἡμετέρας πολιτείας, τὸ μὲν θῆλυ καὶ ἀσθενὲς καὶ εὐπειθὲς αὐτῷ φιλεῖ καὶ ζωογονεῖ· τὸ δὲ ἄῤῥεν καὶ ἀνδρεῖον καὶ πρὸς ἐπανάστασιν ὕποπτον φονεύειν ἐπείγεται. Οἱ δὲ σώφρονες καὶ προνοητικοὶ λογισμοὶ γεννήσαντες τὴν ἀρετὴν, ὡς οἱ γονεῖς τὸν Μωσέα, καὶ τῇ κιβωτῷ τῆς παιδεύσεως ἐνασφαλισάμενοι, τὸν ἐνάρετον οὐ συγχωροῦσι καταποντισθῆναι τῷ ῥείθρῳ τοῦ βίου. Κομισθέντα δὲ τοῦτον ἐπὶ τὴν ὄχθην τῆς σταθερότητος, ἡ ἔξω φιλοσοφία λαβοῦσα, θυγάτηρ μὲν οὖσα τῷ Φαραὼ, διὰ τὸν τῦφον καὶ τὴν ἀσέβειαν, ἄγονος δὲ διὰ τὸ μηδένα τόκον αὐτῆς εἰς φῶς προάγειν θεογνωσίας, ὑποβαλλομένη υἱοθετεῖ τῷ μητρῴῳ γάλακτι τιθηνούμενον. Οὐ γὰρ ἀφίσταται τῶν ἱερῶν δογμάτων, εἰ καὶ τὴν Ἑλληνικὴν μετέρχεται παίδευσιν. Πρὸς ὕψος δὲ πνευματικῆς ἡλικίας ἀναδραμὼν, μέσος γίνεται δύο μαχομένων, ὁμογενοῦς καὶ ἀλλοφύλου. τοῦτ' ἕστιν, εὐσεβοῦς λόγου καὶ ἀσεβοῦς, ἢ ἀρετῆς καὶ κακίας, καὶ τῷ οἰκείῳ συστὰς ἀναιρεῖ τὸ ἀλλότριον. Φοβηθεὶς δὲ τὸν ἀπὸ τοῦ Φαραὼ κίνδυνον, φεύγει ποῤῥωτάτω τῆς ἐξουσίας αὐτοῦ, πρὸς ὑψηλοτέραν πολιτείαν ἀνατεινόμενος, καὶ τοὺς πονηροὺς ποιμένας ἀδίκως χρωμένους τῷ νάματι διδασκαλίας, ἀπελαύνει τῇ ῥάβδῳ τῶν ἐλέγχων, κἂν ἀλλοφύλῳ πάλιν συνοικῆσαι δέῃ, τοῦτ' ἔστι συγγενέσθαι τῇ θύραθεν φιλοσοφίᾳ, καταδέχεται τοῦτο διὰ τὴν χρείαν, ἐν γαλήνῃ διάγων καὶ ποιμαίνων τὰ κινήματα τῆς ψυχῆς. Οὕτω δὲ βιοῦντι φανήσεται τὸ κατὰ τὴν βάτον μυστήριον ἐλλάμπον αὐτῷ, καὶ διδάσκον ὅτι τὸ πῦρ τῆς θεότητος περιλαβὸν τὴν ἀνθρωπίνην φύσιν, κατὰ τὴν ἐνανθρώπησιν, ταύτην μὲν ἐπυράκτωσε καὶ ἐθέωσε, σῶαν συντηρῆσαν. Τὰς δὲ προβαλλομένας ἀκάνθας τῆς ἁμαρτίας κατέκαυσε. Καὶ ὅτι προτύπωσίς ἐστι τῆς ἐξ ἐθνῶν Ἐκκλησίας. Ὥσπερ γὰρ ἡ βάτος χαμαιπετής ἐστι, καὶ διηπλωμένη κατὰ τῆς γῆς, καὶ πεφρικυῖα ταῖς ἀκάνθαις· οὕτω καὶ τὰ ἔθνη περὶ τὰ γεηρὰ πρότερον ἐσύροντο νοήματα, καὶ τὰ πάθη τῆς ἁμαρτίας, μηδὲν ὑψηλὸν δυνάμενα φαντασθῆναι· καὶ κατὰ τῆς γῆς ἦσαν ἐσκεδασμένα, καὶ τὰς ἀκάνθας τῆς ἁμαρτίας περιεβέβληντο. Τὸ δὲ διὰ τοῦ θείου βαπτίσματος ἄϋλον πῦρ φλογίζον ἀπαθῶς αὐτὰ καθαίρει, μόνας ἐμπιπρῶν τὰς ἀκάνθας τῆς ἁμαρτίας· Αὐτὸς γὰρ, φησὶν, ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Καὶ ὅτι σκιαγραφεῖ τὴν νηδὺν τῆς θεομήτορος· ἐν ᾗ τὸ πῦρ τῆς θεότητος ἀστράψαν ἀκατάφλεκτον αὐτὴν διεφύλαξεν. Ὥσπερ ὁ Μωσῆς βραδύγλωσσος ἦν, οὕτω καὶ ὁ Μωσαϊκὸς νόμος βραδύγλωσσός ἐστι πρὸς τὸ διαρθροῦν τὸν περὶ τοῦ ὄντος λόγον, καὶ τρανοῦν τὴν περὶ τῆς ἁγίας Τριάδος θεολογίαν. Καὶ ἰσχνόφωνος δὲ, ὡς ὀλίγους προσλαλεῖν δυνάμενος. Ὀλίγοι γὰρ οἱ Ἰσραηλῖται πρὸ ὅλα τὰ ἔθνη. ∆ιὸ προστίθεται τούτῳ καὶ Ἀαρὼν ὁ ἀδελφὸς αὐτοῦ, τοῦτ' ἔστιν, ὁ εὐαγγελικὸς νόμος. Ὥσπερ γὰρ ὁ Χριστὸς ἀδελφός ἐστι Μωσέως κατὰ τὸ ἀνθρώπινον· οὕτω καὶ ὁ εὐαγγελικὸς νόμος ἀδελφός ἐστι καὶ σύμφωνος τῷ Μωσαϊκῷ κατὰ τὸ πνευματικὸν αὐτοῦ καὶ νοούμενον. Ὃς καὶ διαλέγεται πᾶσι τοῖς ἔθνεσιν, ὡς καὶ Ἀαρὼν παντὶ τῷ λαῷ. Καὶ ὁ μὲν εὐαγγελικὸς τῷ Μωσαϊκῷ γίνεται στόμα, ἐπεὶ καὶ Ἀαρὼν τῷ Μωσεῖ καὶ διερμηνεύει ἃ πνευματικῶς καὶ ἀσυμφανῶς ἐκεῖνος λαλεῖ, καὶ τὸ ἰσχνόφωνον αὐτοῦ πρὸς τὸ εὐηχέστερον μετατίθησιν. Οὐκ ἦλθον γὰρ, φησὶ, καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι διὰ τῆς τοῦ ἐλλείποντος προσθήκης. Ὁ δὲ Μωσαϊκὸς τῷ εὐαγγελικῷ γίνεται τὰ πρὸς τὸν Θεόν· τῷ γὰρ εὐαγγελικῷ αἱ ἀφορμαὶ τῆς θεοσεβείας ἐκ τοῦ Μωσαϊκοῦ γεγόνασι. Μωσῆς δὲ, φησὶν, ἦν ἐτῶν πʹ, ὅτε ἐλάλησε πρὸς Φαραώ. Ἀαρὼν δὲ πγʹ ἦν ἐτῶν· κατὰ χρόνον μὲν γὰρ ὁ πρῶτος ὁ Ἀαρών. Ἐπεὶ καὶ ἡ εὐαγγελικὴ πολιτεία πρὸ τῆς νομικῆς ἐν Ἀβραὰμ, καὶ τοῖς κατ' ἐκεῖνον, ἐφάνη. Κατὰ δὲ τὴν ἀποστολὴν καὶ διακονίαν, δεύτερος, ἐπεὶ καὶ τὸ εὐαγ γέλιον ὕστερον τοῦ νόμου δέδοται. Ὑπερέχει δὲ Τριάδι ἐτῶν ὁ Ἀαρὼν, ἐπεὶ καὶ ὁ Χριστὸς κατὰ τὴν θεότητα. Καὶ ἑτέρως δὲ πρεσβύτερος μὲν ὁ Χριστὸς, κατὰ τὴν θεότητα· ὑστερογενέστερος δὲ κατὰ τὴν ἀνθρωπότητα καὶ οἰκονομίαν. Ἀποπεσοῦσα τῆς χειρὸς τοῦ Μωσέως ἡ ῥάβδος, καὶ εἰς ὄφιν μετασχηματισθεῖσα, καὶ πάλιν ἐν χειρὶ αὐτοῦ ληφθεῖσα τῆς κέρκου, καὶ εἰς ῥάβδον ἀποκαταστᾶσα, ἐσήμανεν, ὡς ὁ πρωτόπλαστος ἐν χειρὶ Θεοῦ κατ' ἀρχὰς ὢν ἀπέπεσεν εἰς τὰ γήϊνα, παραβὰς τὴν ἐντολὴν, καὶ διὰ τῆς κακίας, εἰς θανατηφόρον πονηρίαν ὄφεως εἵρπυσε. Πάλιν δὲ ὁ δημιουργὸς Θεὸς ἐπιλαβόμενος αὐτοῦ διὰ τῆς ἐνανθρωπήσεως εἰς τὴν πρώτην ἀπεκατέστησεν εἰκόνα, καὶ τὸ ἀρχαῖον κάλλος ἐνέδυσε διὰ τῆς φυλακῆς τῶν ἐντολῶν. Ἡ δὲ κέρκος ἔσχατον μέρος οὖσα, τὴν ἐπ' ἐσχάτων ἡμερῶν ἐνανθρώπησιν παρεδήλου. Εἰσενεχθεῖσα εἰς τὸν κόλπον Μωσέως ἡ χεὶρ αὐτοῦ, καὶ ἐν τῷ ἐξάγεσθαι λεπρωθεῖσα, καὶ αὖθις εἰσενεχθεῖσα, καὶ ἐξενεχθεῖσα καθαρὰ, ἐσήμανεν ὡς ὁ κατ' εἰκόνα Θεοῦ πεποιημένος ἄνθρωπος, ἕως μὲν ἦν τῇ σκέπῃ τοῦ Θεοῦ, καθάπερ ἐν κόλπῳ, καθαρὸς καὶ κάλλιστος ἦν. Ἐν δὲ τῷ ἐξάγεσθαι ταύτης διὰ φιληδονίας καὶ παρακοῆς, ἐλεπρώθη τῇ εἰδεχθείᾳ καὶ βδελυρίᾳ τῆς ἁμαρτίας. Αὖθις δὲ ἐν τῇ σκέπῃ τοῦ Θεοῦ, δι' ἐγκρατείας καὶ ὑπακοῆς, καὶ υἱοθεσίας γενόμενος, ἀποκατέστη πρὸς τὴν ἐξ ἀρχῆς ὡραιότητα, καὶ ἐφάνη καθαρὸς καὶ λαμπρός. Ἡ ἔρημος ἀφ' ἧς πέμπεται Μωσῆς εἰς Αἴγυπτον, ἔστιν ὁ κόσμος οὗτος, ἡ ἀνθρωπίνη φύσις, ἢ ἡ τῶν παθῶν ἐστερημένη ἕξις καὶ κατάστασις, ὅπου διὰ θεωρίας τὴν τῶν ὄντων γνῶσιν παιδευθεὶς ὁ νοῦς, κελεύεται παρὰ τοῦ Θεοῦ κατὰ τὸ τῆς καρδίας ἀφανὲς, ἐξαγαγεῖν τῆς σαρκὸς καὶ τῆς αἰσθήσεως, ὡς ἐξ Αἰγύπτου, καθάπερ Ἰσραηλίτας τὰ θεῖα τῶν ὄντων νοήματα, περὶ τὸν πηλὸν τῶν παθῶν πονούμενα. Πρὸς τοῦτο δὲ βαδίζων μετὰ καὶ τῆς συμβίου σοφίας, καὶ τοῦ ἐξ αὐτῆς αὐτῷ γεννηθέντος ἐναρέτου λογισμοῦ, καὶ τρόπου σεμνοῦ, ὅτε καταλύσῃ καὶ στῇ τοῦ δρόμου τῆς ἀρετῆς, ἧς ἡ στάσις κίνησις κακίας ἐστὶν, ἀσχοληθεὶς περί τι τῶν ἑκατέρωθεν τῇ ὁδῷ ταύτῃ παρακειμένων ὑλικῶν· τηνικαῦτα τοῦ δηλωθέντος υἱοῦ αὐτοῦ γινομένου ἀκροβύστου καὶ βεβήλου, ὁρᾷ καθάπερ ἄγγελον ἀπότομον τὸν ἐλέγχοντα λόγον τῆς συνειδήσεως ἀπειλοῦντα θάνατον. Ὃν ἡ σύνοικος αὐτοῦ δυσωπεῖ σοφία, τὴν ἐγγενομένην ὑλικὴν φαντασίαν τῷ παιδὶ λογισμῷ περιτεμοῦσα, καὶ καθάπερ αἵματος ῥύσιν τὴν κίνησιν ἐμπαθοῦς ζωῆς ἀποξηράνασα. Μωσῆς μὲν προχειρισθεὶς εἰς ἀποστολὴν ὑποδειλιᾷ καὶ οὐκ εὐθυδρομεῖ, ἀλλὰ καὶ τοῖς κατὰ γένος προσήκουσι κοινολογεῖται περὶ τῆς ἀποδημίας, καὶ συμπαραλαμβάνει τὴν γυναῖκα καὶ τὰ παιδία. Ἀαρὼν δὲ μηδέν τι τοιοῦτον δράσας εὐθὺς ὁρμᾷ. Οἱ μὲν γὰρ τοῦ Μωσαϊκοῦ νόμου δειλοί τέ εἰσι πρὸς πειρασμοὺς καὶ ὀκλάζοντες, καὶ μεριζόμενοι πρός τε τὰς θείας ἐντολὰς, καὶ πρὸς τὰς σωματικὰς καὶ κοσμικὰς σχέσεις. Οἱ δὲ τοῦ Εὐαγγελίου, καὶ ὧν τύπος ὁ Ἀαρὼν, τολμηροί τε πρὸς κινδύνους καὶ πρόθυμοι, καὶ μεριζόμενοι πρὸς Θεὸν καὶ κόσμον, μόνων δὲ τῶν θείων ἐντολῶν ἐξεχόμενοι. Σεπφώρα ἡ Μαδιανῖτις τύπος ἦν τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, ἥτις ὑπαχθεῖσα τοῖς σπερματισμοῖς Μωσέως, ἤτοι ταῖς τοῦ Μωσαϊκοῦ νόμου περὶ τῆς ἁγίας Τριάδος ἀμυδραῖς θεολογίαις τοῦ παιδαγωγοῦντος ἐπὶ τὸ κατὰ Χριστὸν Εὐαγγέλιον, υἱὸν ἔσχε τὸ πλῆθος τῶν διὰ τοῦ ἁγίου Πνεύματος ἀναγεννωμένων αὐτῇ· ὃν καὶ περιέτεμε πετρίνῃ μαχαίρᾳ, περιελοῦσα πᾶσαν φιληδονίαν καὶ ἁμαρτίαν αὐτοῦ τῷ κατὰ Χριστὸν λόγῳ, ὃς λέγεται πέτρα μὲν διὰ τὸ στεῤῥὸν, μάχαιρα δὲ, διὰ τὸ διαιρεῖν τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος. Ἔστη δὲ, φησὶ, τὸ αἷμα τῆς περιτομῆς, ἀντὶ τοῦ, πεπλήρωται ἐντελῶς ἡ δηλωθεῖσα πνευματικὴ περιτομή. ∆ιὸ καὶ ἀνεχώρησεν ὁ τὸν θάνατον ἐπανατεινόμενος τῷ Μωσεῖ ἄγγελος. Ὡς εἶναι δῆλον, ὅτι κινδύνου πολλάκις διδάσκαλος ἐλευθεροῦται, καθαίρων τὸν μαθητὴν, καὶ τῆς ὠφελείας τούτου σωτηρίαν ἰδίαν κομίζεται. Ὥσπερ ὁ Φαραὼ ἀπῄτει μὲν ἀπαραιτήτως τοὺς Ἑβραίους τὴν πλινθείαν, οὐκ ἐδίδου δὲ ἄχυρα δι' ὧν αὐτὴ γίνεται· οὕτω καὶ ὁ διάβολος ἀπαιτεῖ μὲν ἀναγκαστικῶς τοὺς αὐτῷ δουλεύοντας ἀνθρώπους τὸν μολυσμὸν, καὶ τὴν ἀκαθαρσίαν, ἐκκαίων αὐτοὺς ἀγρίως εἰς λυσσώδεις ἐπιθυμίας· δυσπόριστον δὲ τὸ πρᾶγμα τίθησιν, ἵνα μὴ τῷ ῥᾳδίῳ ταχέως εἰς κόρον ἴοι καὶ καταφρόνησιν. Εἶπε Μωσῆς πρὸς Φαραώ· Πορευσόμεθα ὁδὸν τριῶν ἡμερῶν, εἰς τὴν ἔρημον, ὅπως θύσωμεν Κυρίῳ τῷ Θεῷ ἡμῶν· μήποτε συναντήσῃ ἡμῖν θάνατος ἢ φόνος. Ἐπειδὴ γὰρ Αἰγύπτιοι ἐν τῷ θύειν ἀπετροπιάζοντο τοὺς νεκρούς· πρόφασιν ὁ Μωσῆς τοῦτο ποιεῖται τῆς εἰς μακρὰν ἀποχωρήσεως. Μήποτε, φησὶ, καὶ τῶν ἀλλοφύλων θύοντες περιτύχωμεν νεκρῷ, καὶ καταλύσωμεν τὴν θυσίαν. Θάνατον μὲν λέγων, τὸν φυσικῶς ἀποθανόντα· φόνον δὲ τὸν ἐξ ἐπιβουλῆς φονευθέντα. Χρὴ δὲ καὶ ἡμᾶς ποῤῥωτάτω τῆς ἁμαρτίας γινομένους, θύειν Θεῷ, καὶ ἀποτρεπομένους τὰ νεκρωτικὰ καὶ φονευτικὰ πάθη τῶν ἡμετέρων ψυχῶν. Καὶ εἶπε Μωσῆς πρὸς Φαραώ· Πορευσόμεθα σὺν τοῖς νεανίσκοις ἡμῶν, καὶ τοῖς πρεσβυτέροις, σὺν τοῖς υἱοῖς ἡμῶν καὶ θυγατράσι, καὶ προβάτοις καὶ βουσὶν ἡμῶν· ἔστι γὰρ ἑορτὴ Κυρίῳ τῷ Θεῷ ἡμῶν.
Χρὴ τοὺς τῆς τῶν δαιμόνων καὶ παθῶν ἐλευθερίας ἐπιθυμοῦντας, φεῦγεν πειρᾶσθαι τελείως, μηδέν τι λείψανον τῆς ἑαυτῶν ψυχῆς καὶ διανοίας ἀφέντας ὀπίσω, δι' οὗ μέλλοιεν ὑπενεχθῆναι πάλιν, καὶ ἁλῶναι τοῖς προτέροις κακοῖς. Εἶεν δ' ἂν οἱ νεανίσκοι μὲν εἰς τύπον ἀνδρείας, οἱ πρεσβύτεροι δὲ εἰς σύμβολον φρονήσεως, οἱ δὲ υἱοὶ καὶ θυγατέρες εἰς εἰκόνα τῆς ἐν Χριστῷ νηπιότητος καὶ ἁπλότητος. Σὺν ἀνδρείᾳ γὰρ καὶ φρονήσει καὶ κατὰ Θεὸν ἁπλό τητι ἀποφοιτητέον ἐξ ἁμαρτίας εἰς ἁγιασμόν. Ἀνδρίζεσθε γὰρ, φησὶ, καὶ κραταιούσθω καρδία ὑμῶν· καὶ, Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Τὰ πρόβατα δὲ καὶ οἱ βόες, τύπος τῶν σωματικῶν τε καὶ ἀλογωτέρων κινημάτων· ἃ μηδὲ αὐτὰ μεθετέον τῷ διαβόλῳ. Ἀλλ' ὁ Φαραὼ τοὺς μὲν ἄνδρας ἀνίησι καὶ ἄκων· τὰ γύναια δὲ καὶ τοὺς ἀνήβους παῖδας, καὶ τοὺς ἀσθενεῖς γέροντας, καὶ τὰ ἄλλα ζῶα, πειρᾶται παρακατέχειν. ∆έδιε μὲν γὰρ τοὺς ἀνδρείους εἰς ἀρετὴν, ὡς ἀνθίστασθαι δυναμένους· ἀντιποιεῖται δὲ τῶν θηλυπρεπῶν τε καὶ μαλθακῶν ψυχῶν, καὶ τῶν ἠσθενηκότων καὶ ἀπομάχων φρονημάτων, καὶ περιποιεῖται ὅσον νηπιῶδες εἰς σύνεσιν, καὶ ὅσον παχὺ καὶ ἄλογον. Εἶπε δὲ Μωσῆς πρὸς Φαραώ· Ἀλλὰ καὶ σὺ δώ σεις ἡμῖν ὁλοκαυτώματα καὶ θυσίας ἃς ποιή σομεν τῷ Κυρίῳ Θεῷ ἡμῶν. Λαμβάνει τις ἐξ Αἰγύπτου καὶ Φαραὼ, καὶ προσφέρει τῷ Θεῷ, λαμβάνων ἐκ τῆς ἀθέου σοφίας καὶ τῆς παιδεύσεως τῶν ἔξω, καθάπερ ἱερεῖα τὴν εὐγλωττίαν καὶ καλλιέπειαν, καὶ ἀναμιγνύων αὐτὰ τοῖς τῆς εὐσεβείας δόγμασι, καὶ διὰ τῶν ἐντέχνων τῇ θεοσεβείᾳ βοηθῶν, καὶ τὰ ὅπλα τοῦ ψεύδους ὅπλα τῆς ἀληθείας ποιούμενος· ἀλλὰ καὶ τὸ θεωρητικόν τε καὶ ἐξεταστικὸν, καὶ τὸ φιλομαθὲς καὶ τὸ φερέπονον καὶ εἴ τι τοιοῦτον, ἀπὸ τῶν βλαβερῶν ἐπὶ τὰ ὠφέλιμα μεταλαμβάνοντες, ἐξ Αἰγύπτου καὶ Φαραὼ πρὸς Θεὸν μετάγομεν. Καὶ οὐχ ὡδήγησεν αὐτοὺς Θεὸς ὁδὸν Φυλιστιεὶμ, ὅτι ἐγγὺς ἦν, μήποτε μεταμελήσῃ τῷ λαῷ, ἰδόντι πόλεμον, καὶ ἀποστρέψῃ εἰς τὴν Αἴ γυπτον. Ἐγγὺς μὲν γὰρ καὶ εὐσύνοπτον τὸ περὶ Χριστοῦ μυστήριον. Οὐκ εὐθὺς δὲ πρὸς τοῦτο τοὺς Ἰουδαίους ὁ Θεὸς ἤγαγε, διὰ δὲ τοῦ μακροῦ νόμου καὶ τῶν πολλῶν αἰνιγμάτων, ὡς διὰ μακρᾶς τινος ὁδοῦ, τούτους ὡδήγει πρὸς τοῦτο· μήποτε πολεμηθέντες τοῖς λογισμοῖς τῆς ὑπερβολῆς, ἀποστρέψωσι πάλιν εἰς τὴν Αἰγυπτιακὴν ἀσέβειαν, ἀλλ' ἵνα πόῤῥωθεν ἐμμελετῶντες τῇ σκιᾷ τῆς ἀληθείας, καὶ γυμναζόμενοι κατὰ τὸν πρέποντα καιρὸν, εὐμαρῶς ἐπὶ τὸ τέλειον ἔλθοιεν. Φυλιστιεὶμ μὲν οὖν ἡ θαυμαστὴ ἑρμηνεύεται, ὁδὸς δὲ θαυμαστὴ ἡ σύντομος, ὁποία ἐστὶν ἡ τοῦ θείου Εὐαγγελίου. Ὁ δὲ Θεὸς ἡγεῖτο αὐτῶν, ἡμέρας μὲν ἐν στύλῳ νεφέλης, δεῖξαι αὐτοῖς τὴν ὁδόν· τὴν δὲ νύκτα ἐν στύλῳ πυρός. Στύλος ἐστὶ τῆς ἀληθείας, ὁ Θεὸς ἀπὸ γῆς ἕλκων εἰς οὐρανόν. Καὶ νὺξ μὲν ὁ πρὸ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου καιρός· διὰ τὸν σκότον τῆς πλάνης, καὶ τὸν ἐπιπολάζοντα ζόφον τῶν παθῶν· ἡμέρα δὲ ὁ τῆς ἐπιδημίας αὐτοῦ, καθ' ὃν ἀνέτειλεν αὐτὸς ὁ ἥλιος τῆς δικαιοσύνης, φωτίζων καὶ λαμπρύνων τὰς τῶν πιστευόντων ψυχάς. Λοιπὸν οὖν μὲν Ἰουδαίους ὡδήγει τῷ κολάζοντι νόμῳ· κολάσεως γὰρ σύμβολον τὸ πῦρ. Τοὺς Χριστιανοὺς δὲ ὁδηγεῖ τῇ διὰ τοῦ ἁγίου βαπτίσματος σωτηρίᾳ. Ὕδωρ γὰρ ἡ νεφέλη καὶ σύμβολον τοῦ θείου ὕδατος τοῦ βαπτίσματος.
Οὐ γὰρ ἔστιν εἰς τὴν ἄνω τε καὶ ἁγίαν ἀφικέσθαι πόλιν, μὴ καθοδηγουμένου Χριστοῦ, καὶ τὴν ὁδὸν τῆς σωτηρίας ὑποδεικνύοντος. Ἐξῆρε δὲ καὶ ὁ στύλος τῆς νεφέλης ἀπὸ προσ ώπου αὐτῶν, καὶ ἔστη ἐκ τῶν ὀπίσω αὐτῶν, καὶ εἰσῆλθεν ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν Αἰγυπτίων, καὶ ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν υἱῶν Ἰσραὴλ, καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν νύκτα. Νυκτὸς γὰρ οὔσης, ἤτοι καιροῦ δειλίαν τοῖς εὐσεβέσιν ἐπάγοντος, ἵσταται μέσον αὐτῶν τε καὶ τῶν καταδιωκόντων αὐτοὺς, ὁρατῶν ἢ ἀοράτων ἐχθρῶν, ἡ τοῦ Κυρίου δύναμις· οὐκ ἐῶσα συῤῥήγνυσθαι μέχρις ἂν ὁ φόβος παρέλθῃ. Ἢ καὶ περὶ τῶν ἄρτι κατηχουμένων τὸν τῆς εὐσεβείας λόγον ὁ λόγος, οἷς ἀσθενέσιν οὖσιν ἔτι συμπλέκεσθαι κωλύει τοὺς πολεμίους. Μεθ' ὃ δὲ καθάπερ διὰ θαλάσσης, διὰ τοῦ θείου βαπτίσματος ἔλθοιεν, ἀφίησι μάχεσθαι, τὴν δειλίαν ἀποθεμένους. Τὴν γὰρ Ἐρυθρὰν θάλασσαν διαβάντες οἱ Ἰσραηλῖται, μαχιμώτατοι καὶ δυσκαταγώνιστοι γεγόνασιν. Ἡ προσγενομένη δίψα τοῖς Ἰσραηλίταις κατὰ τὴν ἔρημον τύπος ἦν τῶν ἐν ἀσκήσει πόνων, καὶ γυμνασίας προοίμιον. Ὅρα γὰρ, ὅτι οὐκ ἐν ἀρχῇ προσέβαλεν αὐτοῖς πόλεμος ἐχθρῶν· οὔπω γὰρ ἐγυμνάσθησαν εἰς τὸ ἀριστεύειν. ∆ιὰ τοῦτο τοῖς τῆς σαρκὸς πρότερον δοκιμάζονται πόνοις. Εἰς τοῦτο δὲ βλέπει καὶ τό· Πειρασμὸς ὑμᾶς οὔπω κατέλαβεν, εἰ μὴ ἀνθρώπινος. Ξύλῳ κατεγλυκάνθη τὸ τῆς Μερᾶς πικρὸν ὕδωρ. Ἐν Χριστῷ γὰρ τῷ τῆς ζωῆς ξύλῳ καταγλυκαίνονται μὲν τὰ πικρά· φορητὰ δὲ τὰ δύσοιστα γίνονται. Ὥσπερ οἱ Ἰσραηλῖται τῶν κρεῶν ὑπομνησθέντες ἐπεθύμησαν ἐν Αἰγύπτῳ γενέσθαι, καὶ δουλεύειν πάλιν ὥστε ἐμπλησθῆναι αὐτῶν, οὕτω καὶ τοὺς ἀνοητοτέρους ἐν ἡμῖν δριμεῖαι πολλάκις ἀναπείθουσιν ἡδοναὶ παθῶν, φορητὴν ἡγεῖσθαι τὴν τοῦ διαβόλου δουλείαν, ἕνεκεν τοῦ ἀπολαύειν αὐτῶν. Ἐφίησι δὲ τούτοις ὁ Θεὸς, ἀκαθέκτως ἔχουσι. Τοῦτο γὰρ ἡ τῆς ὀρτυγομήτρας εἰκονίζει μετάληψις. Ἀλλ' ὥσπερ ἐκείνοις προτιμήσασι τοῦ μάννα τὸ κρέας εἰς χολέραν κατέληξεν ἡ βρῶσις· οὕτω καὶ τούτοις προτιμῶσι τῆς οὐρανίου τρυφῆς τὴν γεηρὰν, καὶ τῆς πνευματικῆς ἡδονῆς τὴν σαρκικὴν, εἰς ψυχικὸν ὄλεθρον ἡ μετάληψις καταλήξει. Περὶ τοῦ μάννα. Τὸ μὲν μάννα πρωῒ κατήρχετο, προτυποῦν τὸν Χριστὸν, ὅς ἐστιν οὐράνιος ἄρτος τρέφων τὰς ψυχὰς τῶν πινῶν· ὃς καὶ ἀνατολὴ ἡλίου τοῖς ἐν σκότει καθημένοις ἐπιδεδήμηκεν· ἡ δὲ ὀρτυγομήτρα πρὸς ἐσπέραν, δηλοῦσα τῆς νομικῆς λατρείας τὴν ζωοθυσίαν, ἥτις ἐν σκιαῖς τε καὶ ἀμυδροῖς ἴχνεσι τῆς ἀληθείας ἐπετελεῖτο, καὶ πέρας ἔμελλε δέξασθαι. Πέρας γὰρ τῆς ἡμέρας ἡ ἑσπέρα. Ἐντειλάμενος ὁ Μωσῆς Ἰησοῦ τοῦ Ναυῆ ἐπιλέξασθαι ἄνδρας δυνατοὺς καὶ ἐξελθεῖν καὶ παρατά ξασθαι Ἀμαλὴκ, ὑπεσήμαινεν ὅτι Ἰησοῦς ὁ Χριστὸς ὑποταγήσεται ταῖς ἐντολαῖς τοῦ Μωσαϊκοῦ νόμου. Οὐκ ἦλθον γὰρ, φησὶ, καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι. Καὶ ἐπιλεξάμενος ἐκ παντὸς τοῦ Ἰσραὴλ, καὶ ἐκ παντὸς ἔθνους, ἄνδρας δυνατούς· φημὶ δὴ τοὺς ἱεροὺς ἀποστόλους καὶ τοὺς διαδόχους αὐτῶν· παρατάξεται τῷ διαβόλῳ τῷ βασιλεῖ τῆς κακίας καὶ ἁμαρτίας, καὶ καταπολεμήσει αὐτόν.
Εἰσαύριον δὲ τὴν παράταξιν διωρίσατο ποιήσασθαι· δηλῶν τὸν μετέπειτα καιρὸν τῆς ἐνανθρωπήσεως τὸν μετὰ τὸ πλήρωμα τοῦ νομικοῦ χρόνου. Ἄνεισι δὲ ἐπὶ τὴν κορυφὴν τοῦ βουνοῦ Μωσῆς, ἵν' ἔχῃ καθορᾷν τὴν μάχην. Ἀναβιβάζει γὰρ καὶ ἡ κατὰ νόμον μυσταγωγία πρὸς ὕψος σύμμετρον γνώσεως· ὅθεν ἂν Ἰουδαῖοι δύναιντο καθορᾷν τὰ τῶν περὶ Χριστὸν στρατηγήματα· καὶ ἀνατείναντος μὲν Μωσέως τὰς χεῖρας κατίσχυεν Ἰσραήλ· καθιέντος δὲ κατίσχυεν Ἀμαλήκ. Χεῖρες μὲν γὰρ ἀποτάδην εἰς ἀέρα δεικνύμεναι, τὸ τοῦ σταυροῦ σχῆμα γράφουσι, πᾶς δὲ σταυροφόρος νικᾷ· καθάπερ αὖ πᾶς μὴ τὸν σταυρὸν φέρων, ἀλλὰ τὴν κατὰ Χριστὸν πίστιν προέμενος, πολεμεῖται. Βαρεῖαι δὲ αἱ χεῖρες Μωσέως, καὶ μόλις ἐπαιρόμεναι πρὸς τὸν εἰρημένον τύπον. Ὅτι καὶ οἱ τοῦ νόμου μόλις ἥκουσιν εἰς τὸ φορέσαι τὸν σταυρὸν τοῦ Χριστοῦ. Καὶ λαβόντες, φησὶ, λίθον ὑπέθηκαν ὑπ' αὐτὸν, καὶ ἐκάθητο ἐπ' αὐτοῦ· καὶ Ἀαρὼν καὶ Ὢρ, ἐστήριζον τὰς χεῖρας αὐτοῦ, ἐντεῦθεν εἷς, καὶ ἐντεῦθεν εἷς. Λίθος μὲν γὰρ τίμιος καὶ ἐκλεκτὸς ὁ Χριστὸς, ἐφ' ὃν ἐρειδόμενοι ἀναπαύονται, οἱ ἐξ Ἰσραὴλ πιστεύοντες. Ὁ αὐτὸς δὲ Χριστὸς νοεῖται καὶ Ἀαρὼν καὶ Ὢρ, ὡς ἀρχιερεὺς καὶ κριτής· Ἀαρὼν μὲν γὰρ ἀρχιερεὺς, κριτὴς δὲ Ὤρ. Ὃς Χριστὸς δι' ἀμφοτέρων νοούμενος, ὑπερείδει τοὺς ἐξ Ἰσραὴλ πιστοὺς, εἰς τὴν διὰ τοῦ σταυροῦ καὶ πίστιν, καὶ νίκην, καὶ οὐκ ἐᾷ βαρεῖσθαι καὶ κατασπᾶσθαι. Ἐνηχηθεὶς θεόθεν ὁ Μωσῆς προσέταξε τῷ λαῷ πλῦναι τὰ ἱμάτια ἑαυτῶν, καὶ ἀποσχέσθαι γυναικὸς, καὶ οὕτως ὑπὸ τὸ ὄρος Σινᾶ παραστῆναι τῷ Θεῷ. Χρὴ γὰρ ἀποπλύνασθαι τὸ αἶσχος τῆς κακίας καὶ ἐνδύσασθαι τὸ κάλλος τῆς ἀρετῆς, καὶ καθαρεύειν σωματικῆς ἡδονῆς καὶ μολυσμοῦ. Τοῦτο δὲ προστάττων ὁ νόμος, οὗ τύπος ὁ Μωσῆς, παρίστησι Χριστῷ τῷ Θεῷ τοὺς πειθομένους παιδαγωγῶν καὶ ῥυθμίζων, καὶ προσάγων τῇ τελειότητι.
Κατέβη δὲ ὁ Θεὸς οὐ πρὸς τὸν λαὸν, ἀλλὰ πρὸς τὸ ὄρος. Ὁ μὲν γὰρ τῶν Ἑβραίων λαὸς χαμαίζηλος καὶ γεώδης, ὁ δὲ τῶν Χριστιανῶν, ὑψίνους, καὶ τῇ θεωρίᾳ μετέωρος, καὶ τῶν γηίνων ὑπερῃρμένος. Οἷς καὶ σωματικῶς ὁ Θεὸς ἐπεδήμησε καὶ συνανεστράφη ἐνανθρωπήσας. Πῦρ δὲ περὶ τὸ ὄρος, εἰς φόβον μὲν τοῦ παχέος λαοῦ, ᾧ οὐκ ἦν πνεῦμα υἱοθεσίας, ἀλλὰ δουλείας εἰς φόβον, βιαίως ἠγμένῳ καὶ οὐκ ἐθελουσίως εὐσεβοῦντι· εἰς κάθαρσιν δὲ τοῦ νέου· ἔστι γὰρ καὶ πῦρ καθαρτήριον. Ὁ δὲ καπνὸς τὸ ἀπόκρυφον ᾐνίττετο τῆς θείας φύσεως. Ἔθετο γὰρ, φησὶ, σκότος ἀποκρυφὴν αὐτοῦ. Ἢ καὶ ἄλλως, ὁ μὲν καπνὸς εἰς σύμβολον τῆς ἀχλύος, ἣ κατακέχυται τῆς διανοίας τῶν Ἰουδαίων, μὴ συγχωροῦσα ἐντρανίζειν ταῖς τῆς ἀληθείας αὐγαῖς. Τὸ δὲ πῦρ εἰς εἰκόνα τοῦ φωτὸς ὃ καταλάμπει τὸν νοῦν τῶν εἰς Χριστὸν πιστευόντων. Προβαίνουσαι δὲ αἱ φωναὶ τῆς σάλπιγγος ἐγίνοντο ἰσχυρότεραι· ἐπιδημήσαντος γὰρ τοῦ Χριστοῦ ἡμῖν, τρανότερα καὶ γνωριμώτερα γεγόνασι τὰ περὶ αὐτοῦ τῷ νόμῳ διαγορευόμενα. Ἀκούσατε γὰρ ταῦτα, φησὶ, πάντα τὰ ἔθνη. Ἀλλ' Ὁ μὲν Μωσῆς ἐλάλει, φησὶν, ὁ δὲ Θεὸς ἀπεκρίνετο αὐτῷ φωνῇ. Ὁ μὲν γὰρ οἷον παιδαγωγὸς ἐζήτει τὸν νόμον ᾧ βελτιωθῆναι μέλλοιεν· ὁ δὲ Θεὸς ἐνομοθέτει. Φωνὴ δὲ τοῦ Πατρὸς ὁ Υἱὸς, ὡς Λόγος. Ἐξ αὐτοῦ γὰρ ὁ νόμος, εἰ καὶ δι' ἀγγέλων τῷ Μωσεῖ λελάληται. Κελεύσαντος δὲ τοῦ Θεοῦ, ἄνεισι Μωσῆς εἰς τὴν κορυφὴν τοῦ ὄρους· καλέσαντος γὰρ τοῦ Χριστοῦ τὸν πιστὸν λαὸν, τὸν ὑπερκείμενον τοῦ λαοῦ τῶν Ἰουδαίων, καὶ θεράποντα τοῦ Θεοῦ, ἄνεισιν οὗτος ἐπὶ τὴν ὑψηλοτάτην θεογνωσίαν· ὁ δὲ λαὸς εἴργεται ἐγγίζειν, ἵνα μὴ ἀποθάνῃ. Τοῖς γὰρ κοσμικοῖς καὶ φιλοσάρκοις ἐπικίνδυνος ἡ ὑψηλοτέρα θεωρία, ἀλλὰ καὶ τοῖς ἀνάγνοις ἱερεῦσιν· Ἁγιασθήτωσαν γὰρ, φησὶ, μήποτε ἀπαλλάξῃ ἀπ' αὐτῶν ὁ Κύριος· τοῦτ' ἔστιν, ἀνέλῃ, ἢ καὶ ἀπαναχωρήσῃ διὰ τὴν ἀκαθαρσίαν αὐτῶν. Καταβάντος δὲ Μωσέως καὶ διαμαρτυραμένου τῷ λαῷ· συγκαταβατικῶς γὰρ καὶ οἱονεὶ γεωδῶς καὶ σωματικῶς ὁ νόμος Ἰουδαίοις διαλέγεται· συνάνεισιν αὐτῷ καὶ Ἀαρὼν, τοῦ Θεοῦ κελεύσαντος. Ἐγγίζει γὰρ τῷ Θεῷ πρότερος ὁ Μωσαϊκὸς νόμος ὡς ἅγιος, ὕστερον δὲ καὶ ὁ εὐαγγελικὸς, ὡς ἱερώτατος, καὶ συζεύγνυνται κατὰ Θεὸν, ἤτοι κατὰ τὴν πνευματικὴν θεωρίαν· συνᾴδουσι γὰρ κατά γε τὸ πνευματικῶς θεωρούμενον. Κωλύεται δὲ τὸ λοιπὸν ἱερατικὸν γένος ἀνελθεῖν εἰς τὴν κορυφὴν τοῦ ὄρους. Τοῖς γὰρ ἔτι τὴν ἐν σκιαῖς τελοῦσι λατρείαν οὐ δίδοται παρὰ Θεοῦ, τὸ πρὸς ὕψος ἀνάγεσθαι δογμάτων, τετήρηται δὲ τοῖς ἐν πνεύματι καὶ ἀληθείᾳ λατρευταῖς τοῦ Θεοῦ. Ὑμῖν γὰρ, φησὶ, δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται. Ὁ Μωσῆς ἀφεὶς τὴν πεδιάδα, καὶ περὶ τοὺς πρό ποδας τοῦ ὄρους γενόμενος, ἀνῆλθεν εἰς αὐτὸ, καὶ διασχὼν τὴν νεφέλην, λαμπρότητα Θεοῦ εἶδε καὶ ἔπαθε. Πεδιὰς ἀναγωγικῶς ὁ ἐνάρετος βίος· παντὶ γὰρ ῥᾴδιος. Πρόποδες δὲ τοῦ ὄρους ἡ πρακτικὴ ἀρετὴ, καὶ τοῖς ἀνδρειοτέροις εὐεπιχείρητος, δι' ἧς ἐπὶ τὸ τῆς θεωρίας ὕψος χειραγωγούμεθα. Ὄρος δὲ τὸ περίοπτον καὶ κορυφαῖον τῆς θεωρητικῆς ἀρετῆς, ὃ τοῖς τελείοις καὶ μόνοις βάσιμον. Ἀλλ' οὐδὲ ἐνταῦθα γενόμενος, ἴσχυσε τοῦ ποθουμένου τυχεῖν· ἐνεπόδιζε γὰρ ἡ νεφέλη, τοῦτ' ἔστι, τὸ πάχος τῆς σαρκός. Καὶ διασχὼν καὶ οἷον ὑπερβὰς ταῖς πρὸς Θεὸν νεύσεσιν, εἶδέ τε δόξαν Θεοῦ, λόγους ἀποῤῥήτους μαθὼν, καὶ πέπονθε λαμπρυνθεὶς τὸ πρόσωπον, ὡς ἐπικαλύμματος δεῖσθαι, πρὸς τὸν λαόν.
Καὶ γὰρ οἱ συγγραφέντες αὐτῷ λόγοι κάλυμμα μὲν ἔχουσι τὴν σωμα τικὴν γνῶσιν· λαμπρότητα δὲ, τὰ εἰς Χριστὸν ἀναγόμενα. Τὴν διὰ ξηρᾶς ἐν θαλάσσῃ διόδον, τὴν διὰ ῥάβδου τῶν ὑδάτων πληγὴν, τὸν στύλον τῆς νεφέλης καὶ τοῦ πυρὸς, καὶ τὰ τοιαῦτα ἅπαντα σωματικῶς μὲν νοοῦσιν Ἰουδαῖοι. Τοῦ δὲ περικαλύμματος ἀφαιρουμένου, τῇ λαμπρότητι τῆς ἀληθείας ἐντρανίζειν οὐ σθένοντες καταπίπτουσιν· εἰ μή τις Ἀαρὼν εἴη τῷ χρίσματι τοῦ βαπτίσματος ἱερωμένος, καὶ πρὸς λατρείαν τῷ Θεῷ ἀνακείμενος. Ὁ νόμος τὸ Σάββατον δέδωκεν, ἵνα ἀναπαύση ται, φησὶ, τὸ ὑποζύγιόν σου καὶ ὁ παῖς σου. Ἀμφότερα δὲ ταῦτα τὸ σῶμα αἰνίττονται. Τοῦτο γὰρ τοῦ μὲν πρακτικοῦ νοὸς ὑποζύγιόν ἐστιν, ἀχθοφορεῖν αὐτῷ τὰς πράξεις ἀναγκαζόμενον, τοῦ δὲ θεωρητικοῦ νοὸς παῖς ἐστι, λογικῶς ὑπηρετούμενον ταῖς ἐπιταγαῖς αὐτοῦ. Καὶ τούτῳ δὲ τῷ νοῒ κἀκείνῳ Σάββατόν ἐστι τὸ πέρας τῶν ἐνεργουμένων αὐτοῖς καλῶν κατά τε πρᾶξιν καὶ θεωρίαν, τὴν πρόσφορον ἀνάπαυσιν ἑκάστῳ παρέχον. Σάββατόν ἐστι μυστικὸν ἀπραξία παθῶν τελεία, διὰ τῆς πρακτικῆς φιλοσοφίας κατορθωθεῖσα. Σάββατόν ἐστιν ἐλευθερία ψυχῆς λογικῆς καὶ αὐτὴν ἀποβαλούσης τὴν πρὸς τὰ αἰσθητὰ φυσικὴν ἐνέργειαν, διὰ τῆς ἐν πνεύματι φυσικῆς θεωρίας. Σάββατα Σαββάτων ἐστὶν ἠρεμία πνευματικὴ ψυχῆς, τὸν νοῦν συστειλάσης, καὶ ἀπ' αὐτῶν πάντων τῶν ἐν τοῖς οὖσι θειοτέρων λόγων, καὶ μόνῳ τῷ Θεῷ κατ' ἐρωτικὴν ἔκστασιν ὁλικῶς αὐτὸν ἐνδησάσης, καὶ παντελῶς ἀμετακίνητον τοῦτον ἀπ' ἐκείνου διὰ τῆς μυστικῆς θεολογίας ποιησάσης. Τὸν ἐν Σαββάτῳ συλλέγοντα ξύλα λιθόλευστον ὁ Θεὸς γενέσθαι προσέταξεν. Ἐπεὶ γὸρ τὸ ξύλον μὲν τροφὴ τοῦ αἰσθητοῦ πυρὸς, ἡ δὲ ἁμαρτία τροφὴ τοῦ αἰωνίου πυρός· τὸν ἐν καταπαύσει τῶν πονηρῶν ἔργων γενόμενον, διὰ τοῦ θείου βαπτίσματος ἢ τῆς μετανοίας, καὶ ἐν τῇ καταστάσει ταύτῃ τὰ ἁμαρτήματα μετερχόμενον, τὴν ἐσχάτην ταύτην ἀπαιτεῖ δίκην, ὡς μετὰ τὸ ἀπαλλαγῆναι τοῦ βάρους τῆς ἁμαρτίας, αὖθις αὐτῇ καθυπαγόμενον ἑκουσίως. Ἐνετείλατο δὲ καὶ διὰ φωνῆς Ἱερεμίου, μὴ αἴρειν βαστάγματα ἐν τῇ ἡμέρᾳ τῶν Σαββάτων, μηδὲ ποιεῖν ἔργον, μηδὲ ἐκπορεύεσθαι ἐξ Ἱερουσαλήμ. Χρὴ γὰρ τοὺς πνευματικῶς σαββατίζοντας μὴ πάλιν αἴρειν βάρη ἁμαρτίας, μὴ δὲ ποιεῖν ἔργον πονηρόν· μηδ' ἔξω τῆς ἱερωτάτης καὶ θεοσεβοῦς πολιτείας φέρεσθαι. Ὅτι δὲ τὸ πονηρὸν ἔργον ἐκώλυσε, δῆλον ἀπὸ τοῦ τοὺς ἱερεῖς ἐν Σαββάτῳ καὶ σφαγιάζειν τὰ θύματα, καὶ κρεανομεῖν, καὶ περιτέμνειν, καὶ πάντα ἐργάζεσθαι, ὅσα πρὸς θεραπείαν Θεοῦ. Καὶ Ἰησοῦς δὲ ὁ τοῦ Ναυῆ ἐν Σαββάτῳ τὴν Ἱεριχὼ πολιορκήσας, ὑπετύπωσεν ὅτι προσήκει τοῖς πνευματικῶς σαββατίζουσιν ἀνδρίζεσθαι κατὰ τῶν ἀντικειμένων δαιμόνων. Καὶ ἐν τῷ ∆ευτερονομίῳ δὲ περὶ παιδὸς Ἑβραίου καὶ Ἑβραίας πεπραμένων διαλεγόμενος, εἴρηκεν. Ἐν δὲ τῷ ἑβδόμῳ ἔτει ἐξαποστελεῖς αὐτὸν, οὐκ ἐξαποστελεῖς δὲ αὐτὸν κενόν· ἀλλ' ἐφοδιάσεις αὐτὸν, ἀπὸ τῶν προβάτων σου, καὶ ἀπὸ τοῦ σίτου σου, καὶ ἀπὸ τῆς ληνοῦ σου. Ἐπεὶ γὰρ ἕβδομον μὲν τὸ Σάββατον, καὶ ἔσχατον τῆς ὅλης ἑβδομάδος· ἐπ' ἐσχάτων δὲ τῶν ἡμερῶν ὁ Λυτρωτὴς Θεὸς ἐνηνθρώπησε· τότε δὴ τότε ἐξαπέστειλεν ἡμᾶς διὰ τῆς εἰς αὐτὸν πίστεως καὶ υἱοθεσίας, τῆς διὰ τοῦ ἁγίου βαπτίσματος, ἐλευθέρους τῆς δουλείας τῆς ἁμαρτίας, πεπραμένους αὐτῇ· καὶ ἐφωδίασεν ἡμᾶς ἀπὸ τῶν προβάτων αὐτοῦ, τοῦτ' ἔστιν, ἀπὸ τῆς κατ' αὐτὸν θυσίας, καὶ ἀπὸ τοῦ σώματος καὶ αἵματος αὐτοῦ· ἃ δηλοῦνται διὰ τοῦ σίτου καὶ τῆς ληνοῦ. Ὁ γὰρ μυστικὸς ἄρτος καὶ οἶνος σῶμα καὶ αἷμα τοῦ Σωτῆρος λέγονται καὶ πιστεύονται. Ἐν τῇ αὐτῇ δὲ βίβλῳ καὶ τάδε προσέταξε·
∆ι' ἑπτὰ ἐτῶν ποιήσεις ἄφεσιν χρεῶν. Καὶ τὸν μὲν ἀδελφόν σου οὐκ ἀπαιτήσεις, τὸν δὲ ἀλλότριον ἀπαιτήσεις. Ἐπ' ἐσχάτων γὰρ, ὡς εἴρηται, τῶν ἡμερῶν, ὁ Θεὸς ἐνανθρωπήσας, ἀφῆκε πᾶσι τοῖς εἰς αὐτὸν πιστεύουσι τὰς ὀφειλὰς τῶν οἰκείων ἁμαρτημάτων. Καὶ τὸν μὲν ἀδελφὸν αὐτοῦ γενόμενον διὰ τῆς πρὸς τὸν Πατέρα υἱοθεσίας τῆς διὰ τοῦ ἁγίου βαπτίσματος, οὐκ ἀπαιτεῖ, συγχωρήσας τὰ προωφειλημένα. Τὸν δὲ ἀλλότριον τῆς εἰς αὐτὸν πίστεως, ἀπαιτεῖ πάντως πάντα. Ἡ ἕκτη κατὰ τὴν Γραφὴν ἡμέρα τὴν τῶν ὑπὸ φύσιν ὅντων εἰσηγεῖται συμπλήρωσιν. Ἡ ἑβδόμη δὲ τῆς χρονικῆς ἰδιότητος περιγράφει τὴν κίνησιν· ἡ δὲ ὀγδόη τῆς ὑπὲρ φύσιν καὶ χρόνον ὑποδηλοῖ καταστάσεως τὸν τρόπον. Ὁ τὴν ἕκτην θεϊκῶς μετὰ τῶν προσφόρων ἔργων καὶ ἐννοιῶν ἑαυτῷ συμπληρώσας ἡμέραν, καὶ αὐτὸς μετὰ τοῦ Θεοῦ καλῶς τὰ ἐαυτοῦ συντελέσας ἔργα, διέβη τῇ κατανοήσει πᾶσαν τὴν τῶν ὑπὸ φύσιν καὶ χρόνον ὑπόστασιν, καὶ εἰς τὴν τῶν αἰώνων καὶ τῶν αἰωνίων μετετάξατο μυστικὴν θεωρίαν, σαββατίζων ἀγνώστως, κατὰ νοῦν, τὴν ὁλικὴν τῶν ὄντων ἀπόληψίν τε καὶ ὑπέρβασιν. Ὁ δὲ καὶ τῆς ὀγδόης ἀξιωθεὶς, ἐκ τῶν νεκρῶν ἀνέστη, τῶν μετὰ Θεὸν, λέγω, πάντων, αἰσθητῶν τε καὶ νοητῶν, καὶ λόγων καὶ νοημάτων, καὶ ἔζησε τὴν τοῦ Θεοῦ μακαρίαν ζωὴν, τοῦ μόνου κατ' ἀλήθειαν κυρίως ζωὴ καὶ ὄντος καὶ λεγομένου, οἷα καὶ αὐτὸς γενόμενος τῇ θεώσει Θεός. Ἕκτη ἡμέρα ἐστὶν ἡ τῶν πρακτικῶν περὶ τὴν τῶν κατὰ φύσιν ἐνεργειῶν παντελὴς ἀποπλήρωσις. Ἑβδόμη δέ ἐστιν ἡ τῶν θεωρητικῶν περὶ τὴν ἄῤῥητον γνῶσιν, πασῶν τῶν φυσικῶν ἐννοιῶν ἀποπεράτωσις καὶ ἀπόπαυσις. Ὀγδόη δὲ, ἡ πρὸς θέωσιν τῶν ἀξίων μετάταξίς τε καὶ μετάβασις· καὶ μήποτε ταύτην τὴν ἑβδόμην καὶ τὴν ὀγδόην τυχὸν μυστικώτερον ὑποφαίνων ὁ Κυρίος, προσηγόρευσεν ἡμέραν συντελείας, ὡς πάντων περιγράφουσαν τὰ μυστήρια καὶ τοὺς λόγους, ἃ οὐδὲν οὐδαμῶς τὸ παράπαν τῶν ἐπουρανίων καὶ ἐπιγείων δυνάμεων γνῶναι πρὸ πείρας τοῦ παθεῖν δυνήσεται, πλὴν αὐτῆς τῆς ταῦτα ποιησάσης μακαρίας θεότητος. Ἡ ἕκτη ἡμέρα τὸν τοῦ εἶναι τῶν ὄντων λόγον ὑποδηλοῖ. Ἡ δὲ ἑβδόμη τὸν τοῦ εὖ εἶναι τῶν ὄντων τρόπον ὑποσημαίνει. Ἡ δὲ ὀγδόη τὸ τοῦ ἀεὶ εὖ εἶναι τῶν ὄντων, ἀῤῥήτως μυστήριον ὑπαγορεύει. Παρασκευὴ λέγεται ἡ ἕκτη ἡμέρα, διότι ἐν αὐτῇ παρασκευάζονται πρὸς τὸ Σάββατον Ἰουδαῖοι. Ἦν δὲ τύπος τοῦ παρόντος βίου, ἐν ᾧ παρασκευαζόμεθα πρὸς τὸν μέλλοντα, κατάπαυσιν ὄντα τῶν ἐν τῷ παρόντι γινομένων ἔργων. Ἐκεῖ γὰρ οὐδὲν τῶν ὧδε σπουδαζομένων ἐπιτελεῖται. Καὶ καθάπερ Ἑβραῖοι τοῦ κατὰ τὴν Παρασκευὴν συναγομένου μάννα τὸ μὲν κατὰ τὴν ἡμέραν ταύτην ἤσθιον, τὸ δὲ κατὰ τὴν ἑβδόμην· οὕτω καὶ ἡμεῖς τῶν ἐνταῦθα συναγομένων πνευματικῶν ἔργων, τῶν μὲν ἐνταῦθα, τῶν δὲ ἐκεῖ ἀπολαύσομεν. Σαββατίζει δὲ πνευματικῶς ὁ προσκαρτερῶν τῷ Θεῷ, καὶ σχολὴν ἄγων ἀπὸ τῶν βιωτικῶν ἔργων, καὶ τοῖς πνευματικοῖς ἐνασχολούμενος. Περὶ τοῦ Πάσχα λεπτομερὴς θεωρία. Ἐν ἀρχῇ τοῦ ἔτους ὡρίζετο, καὶ ἐν τῷ πρώτῳ μηνὶ, τῆς ἱερουργίας ὁ καιρὸς, ὅτι ἀρχὴ πάντων, καὶ ἐν ἀρχῇ πάντων καὶ πρὸ πάντων ὁ Χριστὸς κατὰ τὴν θεότητα. ∆ούλοις δὲ οὖσιν ἔτι τοῖς Ἰσραηλίταις τῶν Αἰγυπτίων τοῦτο νενομοθέτηται, εἰ καὶ νῦν αὖθις ἐπαναλαμβάνει τὴν περὶ τούτου νομοθεσίαν. Μηδὲ γὰρ ἂν ἄλλως δύνασθαι τοὺς δούλους τῆς ἁμαρτίας διαφυγεῖν τὴν τυραννίδα τῶν δαιμόνων, εἰ μὴ διὰ τῆς τοῦ Χριστοῦ μετουσίας καὶ κοινωνίας τοῦ ἀληθινοῦ ἀμνοῦ, τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου. Λαμβάνεται δὲ τὸ πρόβατον, οὐκ ἐν τῇ πρώτῃ ἡμέρᾳ τοῦ μηνὸς, ἀλλ' ἐν τῇ δεκάτῃ.
Πολλοὶ γάρ τινες αἰῶνες ἦσαν πρὸ τῆς τοῦ κόσμου καταβολῆς, καθ' οὓς ἦν ὁ Χριστὸς τῇ θεότητι, ὥσπερ καὶ πολλαὶ ἡμέραι πρὸ τῆς δεκάτης. ∆ιατηρεῖται δὲ μέχρι τῆς ιδʹ διὰ τοὺς εʹ καιροὺς τῶν καθ' ἡμᾶς αἰώνων. Πρῶτος μὲν γὰρ καθ' ὃν ἦν ἐν παραδείσῳ Ἀδάμ. ∆εύτερος δὲ καθ' ὃν ὁ Νῶε. Τρίτος δὲ καθ' ὃν ὁ Ἀβραάμ. Τέταρτος δὲ καθ' ὃν ὁ Μωσῆς καὶ οἱ προφῆται. Πέμπτος δὲ καθ' ὃν ἐνηνθρώπησεν ὁ Χριστός. Τοῦτον δὲ τὸν καιρὸν αἰνίττεται καὶ τὸ, Πέμπτῃ δὲ γενεᾷ ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ ἐξ Αἰγύπτου. Ἐν τούτῳ γὰρ ἡ ἐλευθερία τῆς δουλίας τῶν δαιμόνων καὶ τῶν παθῶν γέγονε. Τούτους, οἶμαι, τοὺς εʹ καιροὺς ὑποσημαίνει καὶ ἡ παραβολὴ τοῦ μισθωσαμένου τοὺς ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ· ὃς ἐξῆλθεν ἅμα πρωῒ, καὶ περὶ τρίτην ὥραν καὶ ἕκτην καὶ ἐννάτην καὶ ἑνδεκάτην, καθ' ἣν ἐμισθώσατο τὰ ἔθνη Χριστὸς κεκλημένα πρὸς ἐργασίαν τῶν εὐαγγελικῶν ἐντολῶν. Λαμβάνεται μὲν οὖν, ὡς εἴρηται, τὸ πρόβατον ἀπὸ ιʹ τοῦ μηνὸς, καὶ διατηρεῖται μέχρι ιδʹ, ἵνα γνῷς ὅτι ἐφυλάττετο μὲν τὸ κατὰ Χριστὸν μυστήριον ἐν προγνώσει τῆς ἁγίας Τριάδος, ἐξ αὐτῆς ἄρα τῆς τοῦ κόσμου καταβολῆς, ὃς ἦν ὁ πρῶτος καιρός. Ἐτελέσθη δὲ κατὰ τὸν εʹ, ἤτοι τὸν τελευταῖον, καὶ ἐτύθη πρὸς ἑσπέραν, ἔτι τοῦ σκότους τῆς ἀγνοίας καὶ πλάνης κατακεχυμένου τῆς γῆς. Ἦν δὲ ἡ σελήνη τέσσαρες καὶ δεκάτη τηνικαῦτα, καὶ πληροφαής· ἵνα νοήσῃς ὡς τοῦ σκότους ἄρχων διάβολος πλήρη τὴν οἰκείαν εἶχε δόξαν. Σελήνη γὰρ εἰς ἀρχὴν τέθειται τῆς νυκτὸς, καὶ ὥσπερ τι νόθον φῶς τὴν τοῦ κόσμου σοφίαν ταῖς τῶν πλανωμένων καρδίαις ἐντιθεὶς, πληρεστάτην ἑαυτῷ τὴν δόξαν ἐπραγματεύετο· ἀποθανόντος δὲ τοῦ ἀληθινοῦ ἀμνοῦ δι' ἡμᾶς, ἤρξατο καταλύεσθαι τὸ τοιοῦτον ἐκείνου φῶς. Ἀπολήγειν γὰρ ἐκ τότε τὴν σελήνην ἀνάγκη, καὶ δαπανᾶσθαι τὸ ταύτης φῶς. Καὶ τοῦτο ἦν ἄρα τὸ ἐν Ψαλμοῖς ᾀδόμενον, Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη. Ἀνέτειλε γὰρ ἐν ταῖς ἡμέραις Χριστοῦ δικαιοσύνη τε καὶ εἰρήνη, καὶ ὁ τῆς νυκτὸς ἄρχων ἀντανῃρέθη. Ὡς γὰρ ἀνελὼν τὸν ἄνθρωπον, ἀντανῃρέθη παρὰ Χριστοῦ. Λαμβάνεται δὲ ἑκάστον πρόβατον κατ' οἰκίας. ∆εῖ γὰρ ἑκάστῳ τὸν Χριστὸν ὅλον ἐνοικίζεσθαι. Οἱ δὲ μὴ δυνάμενοι καθ' ἑαυτοὺς τὸν Χριστὸν λαμβάνειν, καὶ δι' ἑαυτῶν συνιέναι τὸ κατὰ Χριστὸν μυστήριον, δι' ἀσθένειαν καὶ πενίαν διανοίας, ποιοῦνται κοινωνοὺς καὶ τοὺς γείτονας, ἤτοι τοὺς ὁμοπίστους, ἵνα δι' ἀλλήλων εἰς μείζους θεωρίας ἀναταθῶσιν. Ἔστω δὲ, φησὶ, τὸ πρόβατον τέλειον· τέλειος γὰρ ὁ Χριστὸς ἔν τε θεότητι καὶ ἀνθρωπότητι. Ἀλλὰ καὶ ἄρσεν· αὐτὸς γάρ ἐστιν ὁ πᾶσιν ἡμῖν ἐντιθεὶς τῆς θεογνωσίας τὰ σπέρματα· ἀλλὰ καὶ ἐνιαύσιον, ἵνα καθ' ἕκαστον ἐνιαυτὸν ἐπιτελῆται τὸ πάσχα. Λαμβάνεται δὲ ἀπὸ τῶν ἀμνῶν καὶ ἀπὸ τῶν ἐρίφων, ὡς Θεολόγος ἡρμήνευσε. Χρίονται δὲ τῷ αἵματι οἱ σταθμοὶ καὶ ἡ φλιὰ, τοῦτ' ἔστι τὸ σῶμα. Τοῦτο γὰρ οἰκία τῆς ψυχῆς, καὶ τοῦτο τὴν ἐκ παραβάσεως ἀπελαύνει νέκρωσιν. Καὶ θύραι δὲ τῆς τοιαύτης οἰκίας αἱ ἐν ἡμῖν αἰσθήσεις· δι' ὧν ταῖς ἁπάντων καρδίαις ἡ τῶν πραγμάτων διακονεῖται ποιότης. Ἐσθίεσθαι δὲ τὰ κρέα προστάττει ταύτῃ τῇ νυκτί· τοῦτ' ἔστι, κατὰ τὸν ἐνεστῶτα αἰῶνα. Νύκτα γὰρ αὐτὸν καὶ Παῦλος ἐκάλεσε, λέγων· Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγισεν· ἡμέραν ὀνομάζων τὸν αἰῶνα τὸν μέλλοντα. Ἕως μὲν οὖν ἐσμεν ἐν τῷδε τῷ κόσμῳ, ἐσθίομεν τὴν ἁγίαν τοῦ Χριστοῦ σάρκα διὰ τῆς μεταλήψεως· μεταβαίνοντες δὲ ἐντεῦθεν, τρόπον ἕτερον αὐτοῦ μεταληψόμεθα. Πυρὶ δὲ ὀπτῶντας ἐσθίειν κελεύει τὰ κρέα· δηλαδὴ τῷ πυρὶ τοῦ πνεύματος καὶ τῆς ἀγάπης Χριστοῦ. Ἀλλὰ καὶ ἄρτους ἀζύμους ἐπὶ πικρίδων φαγεῖν· ἤγουν ἀζύμοις καὶ καθαραῖς ἐπιθυμίαις τὴν ἑαυτῶν ψυχὴν ἀποτρέφειν, καὶ ἀμιγέσι φαυλότητος, καὶ προσίεσθαι τὰς ἐκ πειρασμῶν πικρίας. Οὐκ ἔδεσθε δὲ, φησὶν, ἀπ' αὐτῶν ὠμόν. Ἐπὶ γὰρ τὸ ὠμὸν οὐ ῥᾳδίως ἥκει τοῖς ὀδοῦσιν, οὐδ' εἰς πέψιν ἐσθίεται. Ὠμὸν πάντως ἐσθίουσιν οἱ μὴ δι' ἐρεύνης ἀκριβοῦς τὸ κατὰ Χριστὸν μυστήριον καταλεπτύνοντες τοῖς ὀδοῦσι τῆς διανοίας· πυροῦντές τε καὶ δοκιμάζοντες κατὰ τὸ ὑπὸ τοῦ ∆αβὶδ εἰρημένον· Καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ. Κωλύει δὲ ἐσθίειν καὶ ἐψημένον ἐν ὕδατι, τὴν ὑδαρεστέραν καὶ ἐκλελυμένην περὶ αὐτοῦ διάληψιν οὐ καλὴν ἔσεσθαι τροφὴν ὑποφαίνων. Κεφαλὴν δὲ πάλιν σὺν τοῖς ποσὶ καὶ τοῖς ἐνδοσθίοις ἐπιτάττει φαγεῖν, ἵνα ὅλη δι' ὅλου τοῦ κατὰ Χριστὸν μυστηρίου ταῖς διανοίαις ἡμῶν ἡ γνῶσις. Εἴη δ' ἂν κεφαλὴ μὲν ἡ ἀρχὴ τοῦ μυστηρίου, πόδες δὲ, τὸ τέλος. Ἐνδόσθια δὲ οἱ ἀποῤῥητότεροι καὶ κρυφιωδέστεροι λόγοι.
Τὸ δὲ, Οὐχ ὑπολείψεσθε ἀπ' αὐτῶν τῷ πρωΐ· παραδηλοῖ τὸ μὴ παραπέμπεσθαι εἰς ἀναβολὴν, τὴν τελείαν περὶ αὐτοῦ γνῶσιν, ἀλλὰ πάσης μεταλαμβάνειν εἰς ὁλόκληρον. Ὀστοῦν δὲ ἀπ' αὐτοῦ οὐ συντρίψετε, διότι ἄβρωτα τοῖς ὀδοῦσι τοῦ νοῦ, οἱ λευκοὶ καὶ κεκρυμμένοι τῆς θεότητος αὐτοῦ λόγοι διὰ τὴν οἰκείαν στεῤῥότητα. Συντρίβουσι δὲ ὅσον τὸ ἐφ' ἑαυτοῖς, οἱ τὰ ὀρθὰ διαστρέφοντες αἱρετικοὶ τῆς θεογνωσίας διδάγματα. Τὰ δὲ καταλιμπανόμενα ἀπ' αὐτοῦ ἕως πρωῒ πυρὶ κατακαίεσθαι κελεύει, δηλῶν ἐντεῦθεν τὸν εἰς τὸν αἰῶνα τὸν μέλλοντα γενησόμενον φωτισμὸν τῶν ὑπολιμπανομένων περὶ αὐτοῦ λόγων ἀδιαγνώστων. Καὶ τὸ μὲν περιεζῶσθαι τὴν ὀσφὺν, γοργότητος ἂν εἴη σύμβολον καὶ νεανικοῦ φρονήματος. Ζῶσαι γὰρ, φησὶν, ὡς ἀνὴρ τὴν ὀσφύν σου. Καὶ πάλιν περί τινος διὰ τοῦ προφήτου, Καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ, ἀντὶ τοῦ, γοργὸς καὶ ἀνδρεῖος ἐν δικαιοσύνῃ. Σημαίνουσι δὲ τὰ μὲν ὑποδήματα, τὴν ἑτοιμότητα τῆς γνώμης εἰς τὸ βαδίζειν πρὸς ὅπερ ἂν βούλοιτο Θεός. Φησὶ γὰρ καὶ Παῦλος, Καὶ ὑποδυσάμενος τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης. Ἡ δὲ ῥάβδος τὴν ἀντιστηρίζουσαν ἡμᾶς ἐλπίδα, καὶ ἀνέχουσαν πρὸς ὑπομονήν. Τὸ δὲ μετὰ σπουδῆς ἐσθίεσθαι ἀμνὸν, τὸ μὴ νωθρὸν μὴ δὲ παρειμένον ἐν τῇ διαγνώσει τοῦ κατὰ Χριστὸν μυστηρίου. Ἐπάγει δὲ καὶ τὴν αἰτίαν τοῦ δεῖν ὁρᾶσθαι τοιοῦτον, Πάσχα, λέγων, ἐστὶ Κυρίῳ, τοῦτ' ἔστιν, διαβατήριον. ∆ιαβαίνομεν γὰρ ἀπὸ τῆς ἁμαρτίας εἰς τὴν ἀρετήν. Ἐφ' ἑπτὰ δὲ ὅλαις ἡμέραις ἄρτοις ἀζύμοις τρέφεσθαι κελεύει τοὺς τὸν ἱερὸν φαγόντας ἀμνόν. Χρὴ γὰρ καθαραῖς τροφαῖς δογμάτων, καὶ ἀμιγέσι φαυλότητος, ἀποτρέφειν τὴν ἑαυτῶν ψυχὴν τοὺς μεταλαμβάνοντας τοῦ ἀληθινοῦ Ἀμνοῦ, παρ' ὅλον ἑβδοματικὸν τὸν αἰῶνα, τὸν διὰ τῆς ἑβδομάδος μετρούμενον. Ἁγίαν δὲ τὴν πρώτην καὶ τὴν ἑβδόμην καλεῖ· ἅγιος γὰρ ὁ ἐν ἀρχῇ τε χρόνος, καθ' ὃν ἐν παραδείσῳ διῃτᾶτο Ἀδὰμ, καὶ ὁ ἐπ' ἐσχάτων, ὃν ὁ Χριστὸς ἐπιδημήσας ἡγίασεν Περὶ τοῦ Πάσχα, καὶ τῆς Πεντεκοστῆς, καὶ λοιπῶν ἑορτῶν. Τὸ Πάσχα μὲν σύμβολον ἦν πρακτικῆς φιλοσοφίας, διαβιβαζούσης ἀπὸ τῆς ἁμαρτίας εἰς τὴν ἀρετήν. Ἡ Πεντηκοστὴ δὲ τύπος ἦν τῆς ἐν πνεύματι φυσικῆς θεωρίας προσφερούσης τῷ Θεῷ καθάπερ ἀπαρχὰς θέρους τὰς περὶ τῶν ὄντων εὐσεβεῖς δόξας. Αἱ δὲ σάλπιγγες, σύμβολον τῆς κηρυττομένης διὰ τοῦ νόμου καὶ τῶν προφητῶν ἐνανθρωπήσεως τοῦ Θεοῦ. Ὁ δὲ Ἱλὲμ, τύπος τῆς τοῦ Θεοῦ πρὸς ἀνθρώπους καταλλαγῆς, ἢν ἡ τοῦ Θεοῦ καὶ Σωτῆρος Χριστοῦ κατώρθωσεν ἐνανθρώπησις. Ἡ δὲ Σκηνοπηγία προχάραγμα ἦν τῆς παγκοσμίου ἐκ νεκρῶν ἀναστάσεως.
Περὶ τοῦ Σαββάτου. Οὐ τὰς ἡμέρας τιμᾶσθαι βουλόμενος ὁ Θεὸς ὑπὸ τῶν ἀνθρώπων, προσέταξε τιμᾶσθαι τὸ Σάββατον, καὶ τὰς ἡμέρας τῶν νεομηνιῶν καὶ τῶν ἑορτῶν· οὕτω γὰρ ἂν ἐπέτρεπε λατρεύειν τῇ κτίσει παρὰ τὸν κτί σαντα· ἀλλὰ συμβολικῶς διὰ τῶν τοιούτων ἡμερῶν ἑαυτὸν τιμᾶσθαι ἐνομοτέθησεν. Αὐτὸς γάρ ἐστι Σάββατον ....... τῶν ἐν σώματι μόχθων τῆς ψυχῆς ἀνάπαυσις, καὶ τῶν κατὰ δικαιοσύνην πόνων κατάπαυσις. Νεομηνία δὲ, ὡς ἀρχὴ τῆς πρώτης κινήσεως τῶν ἀρετῶν. Παρ' αὐτοῦ γὰρ ἔχομεν τὰ σπέρματα τούτων, τῇ καθ' ἡμᾶς φύσει συγκαταβεβλημένα. Ἐπεὶ δὲ διαφόρους οἶδε τὰς ἑορτὰς ὁ νόμος, αὐτὸς πάλιν ὁ Θεός ἐστι Πάσχα μὲν, ὡς ἐλευθερωτὴς τῶν τῇ πικρᾷ δουλείᾳ τῆς ἁμαρτίας κεκρατημένων, καὶ διάβασις ἀπὸ ἁμαρτίας εἰς ἀρετὴν, καὶ ἀπὸ σκότους εἰς φῶς. Πεντηκοστὴ, ὡς ἀπαρχὴ θέρους τῷ Θεῷ* προσεφέροντο. Θέρος δὲ μυστικὸν οἱ γεωργούμενοι διὰ τῆς τοῦ Σωτῆρος ἐνανθρωπήσεως, ὧν ἀπαρχὴ αὐτὸς κατὰ τὸ ἀνθρώπινον προσηνέχθη διὰ τοῦ ζωοποιοῦ θανάτου αὐτοῦ. Ἐπεὶ δὲ καὶ σαλπίγγων ἦν ἑορτὴ, καὶ ἱλασμοῦ καὶ σκηνοπηγίας, αὐτὸς αὖθίς ἐστι σάλπιγξ μὲν, ὡς ἐνηχῶν ἡμῖν τὰς θείας γνώσεις καὶ τὰς τῶν μυστηρίων ἀποκαλύψεις· ἱλασμὸς δὲ, ὡς γενόμενος ὑπὲρ ἡμῶν ἄνθρωπος, ἵνα ἡμᾶς δι' ἑαυτοῦ καταλλάξῃ τῷ Πατρί. Σκηνοπηγία δὲ ὡς πῆξις τοῦ διαλυομένου σκήνους ἡμῶν· αὐτὸς γὰρ ὄντως ἡ ζωὴ καὶ ἀθανασία τῶν θνητῶν σωμάτων ἡμῶν. Θέρος ἐστὶ μυστικὸν ἡ τῶν κατὰ τὴν πρακτικὴν φιλοσοφίαν καὶ τὴν φυσικὴν θεωρίαν πνευματικωτέρων λόγων συλλογὴ καὶ ἀπόλαυσις. Θέρος θέρους ἐστὶν ἡ μετὰ τὴν τῶν νοητῶν θεωρίαν συλλογὴ καὶ συναγωγὴ τοῦ νοῦ πρὸς τὸν Θεὸν, θεριζομένου μὲν τῇ ἀποδιαιρέσει τῶν ἄλλων πάντων ὅσα μετὰ Θεόν· προσφερομένου δὲ μόνῳ τῷ Θεῷ, τῷ πρὸς μόνον αὐτὸν διηνεκῶς ἀνατείνεσθαι.
Περὶ περιτομῆς. Φυσικὸν ἡ ἀκροβυστία. Πᾶν δὲ φυσικὸν θείας ἔργον δημιουργίας ἐστὶ, καὶ διὰ τοῦτο λίαν καλόν. Καὶ εἶδε γὰρ, φησὶν, ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. Οὐκοῦν ὁ τοῖς συμβόλοις ἐπιβάλλων τοῦ νόμου, γνώσεται πάντως ὡς οὐ τὴν φύσιν ὁ Θεὸς μετὰ τοσαύτας γενεὰς διορθούμενος, ἐνομοθέτησε περιτέμνεσθαι τὴν ἀκροβυστίαν, ὡς βλαβερὰν ἢ ἀκάθαρτον· ἀλλὰ διὰ τῆς τοιαύτης περιτομῆς ὡς συμβόλου τὴν ἐμπαθῆ τῆς ψυχῆς ἐκέλευσε περιτέμνεσθαι διάθεσιν. Καὶ ἐπεὶ ἡ ἀκροβυστία ἡδυντικοῦ μορίου ἐστὶ περίττωμα, τὴν περιττὴν ἡδονὴν ἀποτίθεσθαι προσέταξε· περιττὴ δὲ ἡδονὴ πᾶσα ἁμαρτία. Λοιπὸν οὖν ὁ μὲν τὴν ἁμαρτίαν φέρων, ἀκρόβυστός ἐστιν, εἰ καὶ περιτέμνεται σωματικῶς· ὁ δὲ ταύτην ἀποθέμενος, περιτετμημένος ἐστὶν, εἰ καὶ τὸ σῶμα φέρει ἀκρόβυστον. Περιτομή ἐστι μυστικὴ, ἑκούσιος παθῶν περιαίρεσις. Περιτομὴ περιτομῆς ἐστιν ἡ καὶ αὐτῶν τῶν κατ' αἴσθησιν καὶ νοῦν, περὶ τὰ αἰσθητὰ καὶ νοητὰ φυσικῶν ἐνεργειῶν ἀπόθεσις γινομένη διὰ τῆς παρου σίας τοῦ ἁγίου Πνεύματος, τὸ σῶμά τε καὶ τὴν ψυχὴν ὁλικῶς μεταμορφούσης πρὸς τὸ θειότερον Ἡ μὲν τράπεζα τῶν ἄρτων τὴν ἐκ τῆς γῆς τῶν ἡμῖν ἐπιτηδείων ἀνάδοσιν ὑπῃνίττετο, ἢ τὸν ἐνιαυσιαῖον κύκλον, τεσσάρων καιρῶν τροπαῖς μεριζόμενον· ἡ δὲ λυχνία, τὸ ἐκ τῶν ἀστέρων φῶς, ἢ τὴν ἡμέραν· ὅθεν καὶ ζʹ τοὺς φωστῆρας εἶχε, διὰ τὰς ζʹ τῆς ἑβδομάδος ἡμέρας, ἢ τοὺς ζʹ πλανωμένους ἀστέρας. Ἀλλὰ τοιαῦτα μὲν τὰ τῆς πρώτης σκηνῆς, εἰς σύμβολον τῆς παρούσης καταστάσεως· ὥσπερ τῆς δευτέρας σκηνῆς εἰς σύμβολον τῆς μελλούσης· τὸ μὲν γὰρ θυμιατήριον ἐσήμαινε τὸ κεχαρισμένην εἶναι ταύτην Θεῷ, τὸ δὲ μάννα, τὴν τηνικαῦτα οὐράνιον καὶ πνευματικὴν τροφήν· ἡ δὲ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, τὸ τῆς μελλούσης ἱερωσύνης ἀειθαλές· αἱ δὲ πλάκες τῆς ∆ιαθήκης τὰς πλάκας τῶν καρδιῶν, αἷς ἐνεγράφησαν αἱ ἐντολαὶ τοῦ Θεοῦ. Ὁ δ' ἐν ἅπασι χρυσὸς, τὸ τιμιώτερα τῶν παρόντων εἶναι τὰ μέλλοντα. Τὰ δὲ ἐπὶ τῷ ἱλαστηρίῳ Χερουβὶμ, μίμημα τῶν ἀοράτων λειτουργικῶν δυνάμεων, ὧν ἐν τῷ μέσῳ χρηματίζων ὁ Θεὸς ἐξιλάσκετο. Οἱ μὲν χρυσοῖ κώδωνες ἐδήλουν τὸ τῆς πίστεως καθαρὸν καὶ λαμπρὸν, καὶ εὔηχον ἐν δόγμασι καὶ διδάγμασι· οἱ δὲ ῥοΐσκοι τὸν βίον τοῦ ἱερέως καὶ διδασκάλου. Ὥσπερ γὰρ τῆς μὲν ῥοιᾶς τὸ μὲν φαινόμενον σκληρὸν καὶ στυφὸν, ὁ δ' ἐγκεκρυμμένος καρπὸς ἡδύς· οὕτω καὶ τούτων ὁ βίος κατεσκληκὼς μὲν καὶ δυσπρόσιτος τὸ φαινόμενον. Ἐπειδὰν δὲ ὁ Γεωργὸς ἡμῶν ἀνοίξῃ καὶ φανερώσῃ τὸ ἀπόθετον τούτου κάλλος, τότε γλυκεῖα γίνεται τοῖς ἀπολαύσασιν ἡ μετουσία τῶν ἰδίων καρπῶν. Ὀσσύβους καλεῖ τὰ ἔξω τῆς χρείας ἀπηρτημένα τοῦ χιτῶνος χάριν κόσμου σφαιροειδῆ ἀπαρτήματα. ∆εῖ γὰρ τὸν βίον τοῦ ἱερέως μὴ ταῖς ἐντολαῖς κοσμεῖσθαι μόνον, ἀλλ' ἔχειν τι οἴκοθεν εἰς προσθήκην κόσμου. Καὶ ἐπιθήσεις τῷ λογείῳ τῆς κρίσεως τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν. Οὐκ ἦν ὅλως τέχνημά τι ἡ δήλωσις καὶ ἡ ἀλήθεια· ἦ γὰρ ἂν εἴρηκε καὶ τὸν τρόπον τῆς κατασκευῆς αὐτῶν· ἀλλὰ μόνον γνῶσις ἦν τις πνευματική· ἐπιτιθέντος Μωσέως τὸ λογεῖον τῷ στήθει τοῦ ἱερέως, συνεισήρχετο νοητῶς ἡ δήλωσις καὶ ἡ ἀλήθεια, θεία τις ἀποκάλυψις οὖσα, καὶ τὴν καρδίαν τοῦ ἱερέως καταφωτίζουσα. ∆ιὸ καὶ οἱ λοιποὶ ἑρμηνευταὶ φωτισμοὺς καὶ δήλους ταῦτα ὠνόμασαν· διδασκούσης ἡμᾶς τῆς τοιαύτης διατυπώσεως, ὡς εἰ τις τὸ λογεῖον ἤτοι τὸ ἡγεμονικὸν τῆς ψυχῆς, τὸ διακρῖνον τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος, καθαρὸν φέροι καὶ λαμπρὸν, καὶ ταῖς ἀρεταῖς καθάπερ λίθοις τιμίοις τοῦτον κατακοσμήσοι, τῶν ἐνθυμημάτων ἀνακυκλουμένων εἰς ἑαυτὰ, καὶ ὥσπερ διπλασιαζομένων, ἵνα μηδὲν ἀβασανίστως ἀπὸ τῆς γλώττης προφέροιτο (τοῦτο γὰρ δηλοῖ τὸ προστετάχθαι διπλοῦν εἶναι τὸ λογεῖον), τότε δὴ, τότε παραπόδας καὶ αὐτομάτως παρέσται τούτῳ ἡ δήλωσις καὶ ἡ ἀλήθεια, τὰς φωτεινὰς ἀποκαλύψεις κομίζουσα. Τὸ μὲν λογεῖον ἐπετίθετο τῷ στήθει τοῦ ἀρχιε ρέως, διδάσκον ὅτι χρὴ λόγῳ καταστέλλεσθαι τὸ θυμικὸν αὐτοῦ. Τῷ δὲ λογείῳ ἐπέκειτο ἡ δήλωσις καὶ ἡ ἀλήθεια. Τῷ μὲν γὰρ προφορικῷ λόγῳ πρέπει τὰ τῆς σαφηνείας· τῷ ἐνδιαθέτῳ δὲ τὰ τῆς ἀληθείας.
Ἐπὶ τοῦ στήθους δὲ τοῦ ἱερέως ἦσαν τὰ ὀνόματα τῶν φυλῶν. Ὀφείλει γὰρ ὁ ἱερεὺς ἐν καρδίᾳ καὶ νοῒ φέρειν ἀεὶ τοὺς ὑφ' ἑαυτὸν, καὶ δεῖσθαι ὑπὲρ αὐτῶν. Τὸ αἷμα τοῦ σφαγιαζομένου χιμάρου ἡγίαζε καὶ τὴν ἔσω σκηνὴν, καὶ τὴν ἔξω, προτυποῦν τὸ αἷμα τῆς τυθείσης σαρκὸς τοῦ Χριστοῦ· ὅπερ ἁγιάζει καὶ τὴν ἔσω ψυχὴν, καὶ τὴν ἔξω σάρκα τῶν πιστευόντων· ἢ τούς τε ἔσω τοῦ Μωσαϊκοῦ νόμου, καὶ τοὺς ἔξω, δηλονότι πιστεύοντας. Ὁ ἐξ Αἰγύπτου τῆς ἁμαρτίας ἐξερχόμενος νοῦς, ἐπὰν μικρὸν ἀπολειφθῇ τῆς λογικῆς διακρίσεως, ὡς πάλαι τοῦ Μωσέως ὁ Ἰσραὴλ, εἰδωλολατρεῖ. Ῥίψας γὰρ εἰς τὸ πῦρ τῶν παθῶν ὡς μὲν ἐνώτια τοὺς περὶ θεολογίας λόγους· ὡς δὲ περιτραχήλιον κόσμου, τὰ ὀρθὰ κατὰ τὴν φυσικὴν θεωρίαν δόγματα, ὡς δὲ ψέλλια χειρῶν, τὴν ἐνέργειαν τῆς πρακτικῆς ἀρετῆς, ἀποτελεῖ φαντασίαν εἴδωλον ἁμαρτίας, εἶτα λατρεύει τούτῳ διὰ τῆς πράξεως. Ὁ Μωσῆς ἔξω τῆς παρεμβολῆς πηξάμενος τὴν ἑαυτοῦ σκηνὴν, τοῦτ' ἔστιν, ἔξω τῶν ὁρωμένων ἱδρυσάμενος τὴν ἑαυτοῦ γνώμην καὶ διάνοιαν, προσκυνεῖν ἄρχεται τὸν Θεὸν, καὶ εἰς τὸν γνόφον ἐλθὼν, τὸν ἀειδῆ καὶ ἄϋλον τῆς γνώσεως τόπον, ἐκεῖ τελεῖται τὰς ἱερωτάτας μυήσεις. Ἰδοὺ, φησὶ, τόπος παρ' ἐμοί. Τόπος τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ᾧ τις γενόμενος, θεωρίας ἀξιοῦται θείας. Πέτρα δὲ ἡ στεῤῥὰ πίστις· ὀπὴ δὲ αὐτῆς ἡ ἀμυδρὰ δι' αὐτῆς θεωρία. Ὀπίσθια δὲ Θεοῦ, ἡ ἀρχαιογονία τοῦ κόσμου, ἃ μόνος εἶδε Μωσῆς, μόνος τὰ παρελθόντα προφητεύσας. Τρία δὲ εἴδη προφητείας· τὸ τὰ παρελθόντα δηλοῦν, τὸ, τὰ ἐνεστῶτα, τὸ, τὰ μέλλοντα. Ὥσπερ Μωσῆς ὁ νομοθέτης ἐπὶ τοῦ προσώπου κάλυμμα ἔφερεν· οὕτω καὶ τὰ παρ' αὐτοῦ νομοθετηθέντα κάλυμμα ἔφερε, τὴν ἀσάφειαν. Αἴτιον δὲ καὶ τούτου κἀκείνου τοῦ καλύμματος, ἡ τῶν Ἑβραίων ἀσθένεια, μήτε τὴν αἴγλην τοῦ προσώπου Μωσέως, μήτε τὴν ἀϋλίαν τῶν γεγραμμένων, οἵων τε ὄντων ἰδεῖν, οἷα γεώδη φρονούντων· ἐθησαυρίζετο δὲ ἡμῖν, οἳ καὶ τὸ Χριστοῦ πρόσωπον, οὗ τύπος ἦν ὁ Μωσῆς, χωρὶς ἐπικαλύμματος εἴδομεν, διὰ τῶν ἀποστόλων καὶ διδασκάλων ἡμῶν, κατὰ τὸ ἀνθρώπινον, καὶ τὴν τῶν ἀσαφῶν ἀλήθειαν ἔγνωμεν. Ἀποκαλυφθέντων Μωσῇ τῶν μετὰ Θεὸν δημιουργημάτων, καὶ τῶν περὶ τὴν φύσιν τοῦ Θεοῦ πλεονεκτημάτων· ταῦτα γὰρ ὀπίσθια τοῦ Θεοῦ· καὶ τοῦ τῆς ψυχῆς αὐτοῦ προσώπου δοξασθέντος, ἤτοι τοῦ νοὸς αὐτοῦ φωτισθέντος καὶ λαμπρυνθέντος· ὁ λαὸς οὐκ ἐδύναντο φέρειν τὴν τοιαύτην δόξαν, οὐδ' ἀμέσως ὁμιλεῖν τῇ θεωρίᾳ. Λοιπὸν οὖν καλύμματος ἐδεήθη, λέγω δὴ τῆς παχύτητος τοῦ γράμματος, ἐπισκιαζούσης τὴν λαμπρότητα τῆς θεωρίας τῶν νοημάτων.
ΤΟΥ ΛΕΥΙΤΙΚΟΥ ΠΕΡΙ ΘΥΣΙΩΝ.
Οὐχ ἥδεται ζωοθυσίαις ὁ Θεός· ἐμπαθοῦς γὰρ τοῦτο. Συμβολικῶς δὲ διὰ τούτων τὰς πνευματικὰς θυσίας ἐνομοθέτησε, νέκρωσιν λέγω παθῶν σφαζομένων τῇ μαχαίρᾳ τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, καὶ προσαγωγὴν τῶν φυσικῶν δυνάμεων, τῷ πυρὶ τοῦ πνεύματος ὁλοκαυτουμένων. Σύμβολον γὰρ ὁ μὲν κριὸς τοῦ λογιστικοῦ, διὰ τὸ ἡγεμονικὸν, ὁ δὲ ταῦρος τοῦ θυμικοῦ, ἡ αἲξ δὲ τοῦ ἐπιθυμητικοῦ. Ὁ Μωσῆς κελεύσας ἀφαιρεῖν τῶν ἱερείων τοὺς νεφροὺς, καὶ τὸ στέαρ, καὶ τὸ στηθύνιον, καὶ τὸν λοβὸν τοῦ ἥπατος, ᾐνίξατο διὰ τούτων ἀφαιρεῖν τὰς παρὰ φύσιν δυνάμεις καὶ ἐνεργείας τοῦ τε θυμοῦ καὶ τῆς ἐπιθυμίας, καὶ τῷ θείῳ πυρὶ τῆς κατὰ τὴν πνευματικὴν γνῶσιν δυνάμεως ἐκτήκειν αὐτάς· τῆς μὲν ἐπιθυμίας διὰ τῶν νεφρῶν δηλουμένης, τῆς δὲ ἐνεργείας αὐτῆς, ἥτις ἐστὶν ἡ ἡδονὴ, διὰ τοῦ στέατος. Καὶ αὖθις τοῦ μὲν θυμοῦ, διὰ στηθυνίου· τῆς δὲ ἐνεργείας αὐτοῦ διὰ τοῦ λοβοῦ τοῦ ἥπατος, ἐν ᾧ πέπηγεν ἡ πικρὰ καὶ δριμυτάτη χολή.
Ὁ ἱερουργῶν τῷ Θεῷ δι' εὐσεβοῦς λόγου τὰς τῶν ἄλλων καρδίας αἷς ἀναλογεῖ τὸ στηθύνιον· καὶ τὴν πρακτικὴν αὐτῶν δύναμιν, ᾗ ἀναλογεῖ ὁ βραχίων, ἀφορίζων τῇ ἐνεργείᾳ τῶν ἐντολῶν, γέγονεν ἱερεὺς, λαμβάνων παρὰ τῶν ἑαυτοὺς θυσίαν, τῷ Θεῷ προσαγόντων τὸ στηθύνιον καὶ τὸν βραχίονα. Ἀνεπιτήδειος εἰς ἱερουργίαν ὁ τυφλὸς τὸν νοῦν, καὶ ὁ χωλὸς τῷ μὴ ὀρθοποδεῖν ἐν βίῳ καὶ δόγμασι· καὶ ὁ κολοβόῤῥιν τῷ μὴ τελείαν ἔχειν διάκρισιν. Σύντριμμα δὲ χειρὸς καὶ ποδὸς, ἡ θραῦσις τῆς δυνάμεως τοῦ ἐργάζεσθαι τὰ καλὰ, καὶ βαδίζειν ἐπὶ τὰ ἀγαθά. Κυρτὸς δὲ ὁ πρὸς τὰ κάτω κεκυφὼς, καὶ μὴ δυνάμενος ἀπὸ τῶν γηΐνων ἀνανεύειν. Ἔφηλος δὲ, ὁ ἀπὸ νοσήματος μελανθεὶς τὴν ὄψιν τοῦ δέρματος, ὁποῖός ἐστιν ὁ ἀπὸ ἁμαρτήματος ζοφωθεὶς τὴν ψυχήν. Λιππὸς δὲ τοὺς ὀφθαλμοὺς ὁ βλέπων μὲν, οὐχ ὑγιῶς δὲ, ὡς οἱ αἱρετικοὶ, Θεὸν μὲν εἶναι πιστεύοντες, οὐχ ὑγιῶς δὲ περὶ αὐτοῦ δογματίζοντες. Ψῶρα δὲ ἀγρία κατ' ἀναγωγὴν πάθους δριμὺ ῥεῦμα καταχεόμενον τῆς ψυχῆς, ἐξ ἡδονῆς μὲν ἀρχόμενον, εἰς πικρὸν δὲ πέρας καταλῆγον· λειχὴν δὲ, πᾶν ὁτιοῦν πάθος ἕρπον κατὰ τῆς ψυχῆς, καὶ εὐρυνόμενον εἰς τὸ χεῖρον. Μόνορχις δὲ, ὁ ἐξ ἡμισείας καρπογονῶν. ∆ιατί οἱ Ἰσραηλῖται τὰ μὲν σώματα τῶν θυμάτων ἤσθιον, τὰ δὲ αἵματα πρὸς τὴν βάσιν ἔχεον τοῦ θυσιαστηρίου. Οἱ Ἰσραηλῖται νηπιώδεις κατὰ γνῶσιν ὄντες τύπον ἔφερον τῶν εἰσαγομένων πρὸς εὐσέβειαν.
Ὁ τοίνυν πρὸς εὐσέβειαν εἰσαγόμενος, τὴν μὲν πρᾶξιν τῶν ἐντολῶν ἀποτελεῖ, καθάπερ σάρκας ἐσθίων τῶν ἀρετῶν τὰ φαινόμενα· λέγω δὴ τὴν ἠθικὴν παιδαγωγίαν, τοὺς δὲ λόγους αὐτῶν τῷ Θεῷ παραχωρεῖ διὰ πίστεως, πιστεύων μόνον ὅτι λόγους ἔχουσι θείους. Τὸ μὲν γὰρ θυσιαστήριον Θεοῦ σύμβολον, ἡ δὲ τούτου βάσις, τύπος τῆς πίστεως· θεμέλιος γὰρ αὕτη θεογνωσίας, πᾶσαν τὴν οἰκοδομὴν τῆς εὐσεβείας βαστάζουσα. Χριστὸς δὲ παραγενόμενος ὁ ἀληθὴς ἀρχιερεὺς καὶ θύσας ἑαυτὸν, δέδωκε τοῖς ἀνδρικοῖς εἰς γνῶσιν μετὰ τῆς σαρκὸς καὶ τὸ αἷμα. Ὁ γὰρ τέλειος εἰς ἀρετὴν, καὶ τοὺς λόγους τῶν ἐντολῶν ὡς αἷμα πίνει διὰ τῆς γνώσεως. Περὶ λέπρας τῆς οἰκίας. Ἐν τῷ νόμῳ τῷ περὶ τῆς οἰκίας ἐχούσης λέπραν, ὅλον ὅρα τὸ τοῦ Σωτῆρος ἡμῶν μυστήριον, καὶ τὸν διὰ τοῦ βαπτίσματος καθαρισμόν.* Τὰς δύο τοῦ Χριστοῦ φύσεις, ὧν ἡ μὲν ἄνωθεν κατῆλθεν, ἡ δὲ κάτωθεν ἀνῆλθεν, μετὰ τὴν ἀνάστασιν. Ζῶντα δὲ καὶ καθαρὰ, διότι ζωῆς καὶ καθαρότητος αὗται παρεκτικαί. Καὶ διὰ μὲν τοῦ κεδρίνου ξύλου τὸ ἀδιάφθορον αἰνίττεται τοῦ σώματος τοῦ Χριστοῦ, διὰ δὲ τοῦ κεκλωσμένου κοκκίνου τοὺς ἀναμεμιγμένους δύο κρουνοὺς αἵματος καὶ ὕδατος, ἢ τὸν διπλοῦν λόγον θεότητος καὶ ἀνθρωπότητος. ∆ιὰ δὲ τοῦ ὑσσώπου τὴν ζέσιν τοῦ ἁγίου Πνεύματος· θερμὴ γὰρ καὶ ἡ πόα σμηκτική. Καὶ διὰ μὲν τοῦ ζῶντος ὀρνιθίου, τὸν ζῶντα Λόγον· διὰ δὲ τοῦ αἵματος τοῦ ἐσφαγμένου, τὸ τίμιον αἷμα τῆς προσληφθείσης σαρκός. ∆ιὰ δὲ τοῦ ζῶντος ὕδατος, τὴν ζωοποιὸν χάριν τοῦ βαπτίσματος, ᾧ περιῤῥαίνεσθαι χρὴ τὴν οἰκίαν, ἤτοι τὴν οἰκουμένην ἑπτάκις· εἴτουν μυστικῶς δέ· μυστικώτατος γὰρ οὗτος ὁ ἀριθμός. Τὸ ζῶν ὀρνίθιον, τὸ ἐξαποστελλόμενον ἔξω τῆς πόλεως εἰς τὸ πεδίον, ἐδίδασκεν, ὅτι ζήσεται ὁ ἀποθανὼν Χριστὸς, καὶ ἔξω τοῦ κόσμου γενόμενος μεταστήσεται, καὶ εἰς τὸ πλατὺ δὲ καὶ καθαρὸν πεδίον, τὸν οὐρανὸν ἀναδραμεῖται. Εἴρηκεν ὁ νόμος· Τὴν θυγατέρα σου οὐ δώσεις τῷ υἱῷ τοῦ ἀλλογενοῦς ἄρχοντος, καὶ τὴν θυ γατέρα αὐτοῦ οὐ λήψῃ τῷ υἱῷ σου. Θυγάτηρ μὲν γὰρ τοῦ πιστεύοντος νοὸς, ἡ ἀγαθὴ διάνοια, υἱὸς δὲ αὐτοῦ ὁ ἀγαθὸς λογισμός. Αὖθις δὲ θυγάτηρ μὲν τοῦ ἀλλογενοῦς ἄρχοντος, ἢ τοῦ διαβόλου τοῦ ἄρχοντος τῶν παθῶν, ἡ πονηρὰ διάνοια, υἱὸς δὲ αὐτοῦ ὁ πονηρὸς λογισμός. Οὐ χρὴ δὲ τοῖς ἀγαθοῖς τὰ πονηρὰ ἀναμίγνυσθαι. Τὸ κτῆνός σου οὐ κατοχεύσεις ἑτεροζύγῳ, καὶ τὸν ἀμπελῶνά σου οὐ κατασπερεῖς διά φορον. Κτῆνος ἐνταῦθα λέγει τὸ ὑποζύγον· διὰ τοῦ ὑποζυγίου δὲ τὸ ὑποχείριον ἅπαν αἰνίττεται, κελεύων τοῖς ἡγουμένοις, μὴ συγχωρεῖν ὑπάγεσθαι τοῖς σπερματισμοῖς τῶν ἑτεροδόξων τοὺς ὑπὸ χεῖρα, μή πως ἑτεροφυῆ καὶ νόθα τέκωσι δόγματα. Πάλιν δὲ ἀμπελῶνα καλεῖ τοὺς καταπεφυτευμένους ἐν τῇ Ἐκκλησίᾳ, οὓς οὐ χρὴ παρορᾷν κατασπειρομένους διαφόρως, εἴτουν ποικίλως ἀσεβῶν σπέρμασιν· ἵνα μὴ ταῦτα τὴν ἰκμάδα καὶ πιότητα τῶν ψυχῶν αὐτῶν εἰς ἑαυτὰ δαπανήσαντα, ποιήσωσιν αὐτὰς ἀκάρπους εἰς τὴν εὐσέβειαν. Ἐξοστρακίζων τὴν βλακείαν ὁ Θεὸς, καὶ μόνης γενέσθαι τῆς χρείας τοὺς ὑπηκόους βουλόμενος, διὰ μὲν τοῦ μὴ συνυφαίνειν λίνον καὶ ἔριον, τὴν ποικι λίαν ἐξώρισε· διὰ δὲ τοῦ μὴ πορφύραν τοῖς λίνοις, τὴν πολυτέλειαν καὶ τὸν καλλωπισμόν· διὰ δὲ τοῦ λέπραν ἱματίων καὶ λίθων περιεργάζεσθαι, τὸ κτᾶσθαι πλέον τῆς χρείας ἀπηγόρευσε. Τοῖς γὰρ ἀποθέτοις ἱματίοις καὶ ταῖς κεναῖς οἰκίαις τοῦτο συνέβαινε. Καθ' ἕτερον δὲ λόγον, διὰ τοῦ λίνου καὶ τοῦ ἐρίου τὴν τοῦ τρόπου διπλόην ἐνέφηνεν, ἀπαγορεύων αὐτήν. Οὐκ ἀροτριάσεις ἐν μόσχῳ παὶ ὄνῳ ἐπὶ τὸ αὐτό. Οὐ πολιτεύσῃ συζεύξας τὸ φιλόπονον σου τῷ φιληδόνῳ. Ζυγὰ δίκαια, καὶ σταθμία δίκαια, καὶ χοῦς δίκαιος ἔσται σοι. Τοῖς διαφόροις μέτροις τούτοις τοὺς διαφόρους τρόπους τῆς δικαιοσύνης αἰνίττεται. Καὶ ὁ χοῦς γὰρ, εἶδος μέτρου παρ' Ἑβραίοις· νοῦς γὰρ εὐθής τε καὶ φιλοδίκαιος, ταλαντεύει τρόπον τινὰ καὶ μετρεῖ τὰς τῶν πραγμάτων φύσεις, δοκιμάζων καὶ ἐπιμετρῶν ἑκάστῳ τὸ πρέπον, οὔτε τῷ ἐλλιπεῖ, οὔτε τῷ περιττῷ τὴν ἀκρίβειαν παραλύων.
ΤΗΣ ΒΙΒΛΟΥ ΤΩΝ ΑΡΙΘΜΩΝ.
Ἐκελεύσθησαν Μωσῆς καὶ Ἀαρὼν εἰς παράταξιν καὶ πόλεμον ἐπισκέψασθαι, τοῦτ' ἔστιν, ἀπο γράψασθαι πάντα ἄρσενα τῶν υἱῶν Ἰσραὴλ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πάντα ἐκπορευόμε νον ἐν δυνάμει. Πᾶς γὰρ ὑπερβὰς τὴν παιδικὴν ἀσθένειαν καὶ μαλακίαν, καὶ ἤδη γενόμενος ἀνδρικὸς εἰς πόνους τοὺς ὑπὲρ ἀρετῆς, καὶ ἐκπορευόμενος κατὰ δαιμόνων ἐν δυνάμει καὶ γενναιότητι, εἰς Θεοῦ παράταξιν ἀπογράφεται, καὶ Χριστοῦ γίνεται στρατιώτης. Ὁ μὲν γὰρ εἰκοστὸς ἐνιαυτὸς τοῖς κοσμικῶς στρατευομένοις αὐτάρκως εἰς ἀνδρείαν καὶ σύνεσιν. Ὁ δὲ κατωτέρω χρόνος ἀτελὴς πρὸς ἀμφότερα. Μωσῆς δὲ καὶ Ἀαρὼν ἀπογραφόμενοι τοὺς εἰρημένους, προετύπουν ἄμφω τὸν ἕνα Χριστὸν, τὸν νομοθέτην ἅμα καὶ ἀρχιερέα, καὶ ἀπογραφέα τῶν στρατευομένων αὐτῷ. Ἀπογράφονται δὲ, Θεοῦ προστάξαντος, τάτε ἄρσενα πάντα τῆς Λευὶ φυλῆς, καὶ τὰ ἄρσενα καὶ πρωτότοκα μόνα τῶν ἄλλων φυλῶν, ἀπὸ μηνιαίου καὶ ἐπάνω. Ἀλλ' ὁ μὲν μηνιαῖος χρόνος καὶ τούτοις κἀκείνοις σύμβολον τῆς κατὰ Χριστὸν ἐν ἁπλότητι καὶ ἀκακίᾳ νηπιότητος. Τῶν δὲ νηπίων τούτων τὰ μὲν Λευιτικὰ τοὺς ἱερωμένους ὑποσημαίνουσι· τὰ δὲ κοσμικὰ πρωτότοκα, τοὺς ἐκ τοῦ κοσμικοῦ βίου τὸν ἀληθῶς πρωτότοκον Χριστὸν μιμουμένους, ὅσον ἐγχωρεῖ. Ἀπογράφεται δὲ καὶ τούτους κἀκείνους ὁ Χριστὸς ἐν βίβλῳ τῶν ἄνω λειτουργῶν τε καὶ πρωτοτόκων. Προτέτακται δὲ τὸ ἱερατικὸν γένος, ὡς μόνῳ τῷ Θεῷ ἀνακείμενον, καὶ μὴ μεριζόμενον πρὸς Θεὸν καὶ κόσμον, καθάπερ μερίζονται τὰ πρωτότοκα· ἄρσενα δὲ καὶ ταῦτα κἀκεῖνα, καὶ θηλυπρεπείας ὑπέρτερα. Τὸ γὰρ ἄναλκι καὶ ἀκαταγώνιστον, ἀδόκιμον. Ἀποθανόντων δὲ πάντων ἤδη τῶν προαπογρα φέντων, καὶ οὐδενὸς ὑπολειφθέντος πλὴν Χά λεβ υἱοῦ Ἰεφωνῆ, καὶ Ἰησοῦ υἱοῦ Ναυῆ· πάλιν ἀπογραφὴ γίνεται τῶν υἱῶν τῶν τετελευτηκό των, καὶ ἀπογράφονται εἰς κληρονομίαν τῆς γῆς.
Οἱ τῶν ἕνδεκα φυλῶν ἄρσενες ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω· οὔτε δὲ γυναῖκες, οὔτε παῖδες εἰς ἀπογραφὴν λαμβάνονται. Κλῆρος γὰρ παρὰ Θεοῦ καὶ ἀπόλαυσις τοῖς ἐπιτηδείοις εἰς τὴν νοητὴν παράταξιν τῶν ἀοράτων ἐχθρῶν, καὶ ἀκμαίοις εἰς πνευματικὴν ἀνδραγαθίαν, καὶ βεβηκόσιν εἰς σύνεσιν, ἀλλ' οὐ τοῖς θηλυνομένοις ἐν πάθεσι, καὶ ἀδρανέσιν εἰς ἀντίστασιν τῶν δαιμόνων, οὐδὲ τοῖς παιδαριώδη φρόνησιν ἔχουσιν. Ἀπογράφονται κἀνταῦθα πάλιν ἰδικῶς τὰ ἄρσενα τῆς Λευιτικῆς φυλῆς, ἀπὸ μηνιαίου καὶ ἐπάνω, διὰ τὸν ἀνωτέρω δηλωθέντα λόγον. Οὐ δίδοται δὲ τούτοις κλῆρος ἐν υἱοῖς Ἰσραήλ· ἐπειδὴ τοῖς ἱερεῦσιν οὐκ ἔστιν ἐν γῇ κλῆρος, ὡς τοῖς ἄλλοις ἀνθρώποις, ἀλλ' ἐν οὐρανῷ αὐτὸς ὁ Θεὸς ᾧ μόνῳ λατρεύουσί τε καὶ προσεδρεύουσι. Καὶ τῇ ἡμέρᾳ ᾖ ἐστάθη ἡ σκηνὴ, ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν, καὶ ἡ νεφέλη ἐκάλυ πτεν αὐτὴν ἡμέρας, καὶ εἶδος πυρὸς τὴν νύκτα. Παγείσης δὲ τῆς Ἐκκλησίας τῶν πιστῶν, ὁ Χριστὸς ἄνωθεν ἐσκέπασεν αὐτὴν, τοῖς μὲν τῆς ἡμέρας* ἤως τοῖς πεφωτισμένοις λαμπρότητι βίου καὶ τῶν δογμάτων ἐπισκιάζων, καὶ τὸν καύσωνα τῶν πειρασμῶν ἀπελαύνων, καὶ ἀνάψυξιν καὶ ψυχαγωγίαν ἐνιείς· τοὺς δὲ καθάπερ ἐν νυκτὶ τῷ σκότει τῆς ἀμαθείας καθεύδοντας, πυρσεύων καὶ φωτίζων εἰς ἐπίγνωσιν καὶ ἀλήθειαν. Χρεία γὰρ τοῖς μὲν ἀτελεστέροις φωτισμοῦ, πρὸς ὁδηγίαν τοῦ κρείττονος· τοῖς δὲ τελειοτέροις ἐπικουρίας, ὥστε δύνασθαι διενεγκεῖν τὸ βάρος καὶ τὸν καύσωνα τῆς ἡμέρας. Καὶ ἡ κιβωτὸς τῆς διαθήκης Κυρίου προεπορεύετο προτέρα αὐτῶν κατασκέψασθαι αὐτοῖς ἀνά παυσιν. Κιβωτὸς ὁ Χριστός. Ὥσπερ γὰρ ἐκείνη ἐκ ξύλων ἀσήπτων καὶ χρυσίου καθαροῦ κατασκευασθεῖσα ἔνδον, ἔφερε τὸν νόμον Κυρίου· οὕτω καὶ τὸ ἀνθρώπινον τοῦ Χριστοῦ ἐκ σώματος ἀφθάρτου καθ' ἁμαρτίαν, καὶ ψυχῆς καθαρᾶς καὶ λαμπρᾶς συντεθὲν, ἔνδον εἶχε τὸν Λόγον τοῦ Θεοῦ, καὶ Θεὸν, ὅστις Χριστὸς προεπορεύσατο εἰς τὰ ἐπουράνια μετὰ τὴν οἰκονομίαν, ἑτοιμάσαι τοῖς λατρευταῖς αὐτοῦ τόπον, ὡς αὐτὸς εἴρηκεν, τόπον δὲ τῆς ἀναπαύσεως δηλονότι. Καὶ ἡ νεφέλη ἐσκίαζεν ἐπ' αὐτοὺς ἡμέρας ἐν τῷ ἐξαίρειν αὐτοὺς ἐκ τῆς παρεμβολῆς. Ὁ Χριστὸς γὰρ, ὅς ἐστιν κεφαλὴ τὸν καύσωνα τῶν πειρασμῶν ἀποσκεδάζουσα, καὶ ψυχαγωγοῦσα, ἐπισκιάζει ἐπὶ τοὺς ἀπαίροντας ἐξ ἀγνοίας εἰς γνῶσιν, καὶ ἐξ ἀπιστίας εἰς πίστιν, καὶ κατὰ δρόμον ἀρετῆς προκόπτοντας. Χωρὶς γὰρ, φησὶν, ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.
Ἡμέρας δὲ πρόσκειται, διότι τοῖς ἐν φωτὶ καλῶν ἔργων πορευομένοις εἴωθε συνεργεῖν τε καὶ ἀναψύχειν. ∆ιὰ προστάγματος δὲ Κυρίου τὰς ἐπάρσεις ἐποιοῦντο· διότι χρεία καὶ λόγου τοῦ παροτρύνοντος εἰς προκοπὴν, καὶ ὑπακοῆς τῶν θείων ἐντολῶν. Καὶ ἦν ὁ λαὸς γογγύζων καὶ λαλῶν πονηρὰ ἔν αντι Κυρίου. Καὶ ἐξεκαύθη ἐν αὐτοῖς πῦρ πα ρὰ Κυρίου, καὶ κατέφαγε μέρος τῆς παρεμ βολῆς. Τοὺς γὰρ ἐνώπιον τοῦ Χριστοῦ βλασφημοῦντας καὶ ἀποστρεφομένους αὐτὸν, καταφάγεται τὸ πῦρ τῆς γεέννης. Μέρος δὲ εἶπε, διότι πολλοὶ αὐτῶν ἐπιστρέψαντες, ἐξαιρεθήσονται τῆς κολάσεως. Καὶ καθ' ἕτερον δὲ καιρὸν γογγύζοντες κατὰ τοῦ Θεοῦ, καὶ ἄρτον διάκενον τὸ μάννα προσαγορεύοντες, τοῖς δήγμασι τῶν ὄφεων διεφθείροντο. Οἱ γὰρ ταῖς ἀχαριστίαις τὸν εὐεργετοῦντα Θεὸν ἀτιμάζοντες, τοῖς τοῦ νοητοῦ δράκοντος δήγμασι περιπίπτουσι. ∆ύο σάλπιγγας ἐλατὰς ἀργυρᾶς ὁ Θεὸς ποιεῖν προσέταξε τῷ Μωσεῖ, πρὸς τὸ καλεῖν τὴν συναγωγὴν, καὶ ἐξαίρειν τὰς παρεμβολάς· καὶ ὅτε μὲν δέον μόνους τοὺς ἡγουμένους τοῦ λαοῦ συνάγεσθαι πρὸς αὐτὸν, τῇ μιᾷ σαλπίζειν, ὅτε τὸν λαὸν ταῖς δυσί. Πρὸς δὲ τὰς ἐξάρσεις τῶν παρεμβολῶν, τέσσαρα σημασιῶν ὥρισεν εἴδη διὰ τῶν τοιούτων σαλπίγγων. ∆ύο μὲν οὖν αἱ σάλπιγγες, ὅτι διττὸς λόγος τῆς ἐκκλησιαστικῆς διδασκαλίας, ὁ μὲν βίον ῥυθμίζων, ὁ δὲ δογμάτων ἐπιμελούμενος. Ἐλαταὶ δὲ καὶ ἀργυραῖ καὶ ἄμφω, διὰ τὸ εὔηχες καὶ λαμπρὸν καὶ ἀμώμητον καὶ τούτου κἀκείνου. Καὶ τοὺς μὲν ἡγουμένους μία συνεκάλει σάλπιγξ. Χρεία γὰρ λόγου διορθοῦντος καὶ τοῖς καθηγηταῖς· ἄνθρωποι γὰρ, πλὴν ὀλίγου· ∆ίδου γὰρ, φησὶ, σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται. Τὸν δὲ λαὸν δύο. Πολλῆς γὰρ οὗτος δεῖται προτροπῆς καὶ παρακλήσεως. Τὰ δὲ τέσσαρα τῶν σημασιῶν εἴδη τὰ διὰ τῶν σαλπίγγων γινόμενα, τὰ τέσσαρα βιβλία τῶν εὐαγγελιστῶν προετύπουν, ἃ δι' ὧν σημαίνουσιν, ἐξαίρειν ἡμᾶς ἀπὸ τῶν γεηρῶν τούτων, τῶν ἐν τοῖς τέσσαρσι κλίμασι τῆς οἰκουμένης, καὶ πρὸς τὴν ἄνω Ἱερουσαλὴμ ἐπείγεσθαι διακελεύονται. ∆ιὰ δὲ τῶν δύο σαλπίγγων αἱ τέσσαρες σημασίαι, ὅτι καὶ διὰ τοῦ διπλοῦ Χριστοῦ τοῦ θεανθρώπου τὰ σημαινόμενα τοῖς εὐαγγελισταῖς ἐνηχήθησαν. Ἢ καὶ ἄλλως, τὰ τέσσαρα τῶν σημασιῶν εἴδη σύμβολον ἦσαν τῶν τεσσάρων εἰδῶν τοῦ ἠθικοῦ λόγου. Ὧν τὸ μὲν ἐνηχεῖ τοῖς ἔτι κατηχουμένοις· τὰ τρία δὲ τοῖς τῆς ἀγαθῆς γῆς ἥτις ἐκαρποφόρησεν εἰς τριάκοντα, καὶ εἰς ἑξήκοντα, καὶ εἰς ἑκατόν.
Ἄλλως γὰρ καὶ ἄλλως τούτους διδακτέον. Τοῖς μὲν γὰρ τὸν ἐν γάμῳ βίον προελομένοις ἐρεῖς· ∆έδεσαι γυναικὶ, μὴ ζήτει λύσιν. Τοῖς δὲ τὸν ἐν παρθενίᾳ· Λέλυσαι ἀπὸ γυναικὸς, μὴ ζήτει γυναῖκα. Τοῖς δὲ τὸν ἐν ἀσκήσει· Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς. Καὶ ἑκάστῃ ἰδέᾳ βίου τὸ προσῆκον εἶδος ἁρμόσεις τῆς προτροπῆς καὶ διδασκαλίας. Τοῖς ἱερεῦσι δὲ σαλπίζειν ἀφώρισεν ὁ νόμος, ὅτι καὶ τῶν ἱερέων ἴδιον τὸ διδάσκειν. Αἱ δὲ πυκναὶ τῶν Ἰσραηλιτῶν ἐξάρσεις, τὰς πυκνὰς κατ' ἀρετὴν προκοπὰς τοῦ νέου λαοῦ τῶν πιστῶν, καὶ καθ' ἡμέραν ὀφειλομένας ἐπεκτάσεις ἐπὶ τὰ ἔμπροσθεν, ὑπεσήμαινον. Ἅγιον ὠνόμασεν ὁ νόμος τὸν ὑποσχόμενον τῷ Θεῷ τὴν ἑαυτοῦ κόμην. Λαμβάνεται γὰρ ἡ κεφαλὴ μὲν εἰς τύπον τοῦ νοῦ, ὡς ἐνδιαίτημα νοῦ· αἱ δὲ τρίχες εἰς τὰς ἐννοίας. Νοῦ γὰρ αὗται γεννήματα. Χρὴ τοίνυν ἡμᾶς μὴ γυμνὸν καὶ ἐψιλωμένον ἐννοιῶν ἀγαθῶν ἔχειν τὸν νοῦν, ἀλλὰ βρύοντα ταύταις καὶ κομῶντα Θεῷ. Περὶ τῆς πυῤῥᾶς δαμάλεως. Ὁ καταπιπρῶν τὴν δάμαλιν καὶ ἀναμιγνὺς τῇ σποδιᾷ τὸ κέδρινον ξύλον, καὶ μέντοι καὶ ὁ συλλέγων τὴν σποδιὰν, ἀκάθαρτοι γὰρ, φησὶν, ἕως ἑσπέρας, καίτοι φαιδρυνόμενοι τὰ ἄμφια καὶ ὑπάρχοντες καθαροί, ὑποδηλοῦντος τοῦ νόμου τὸ τῆς ἀνθρωπείας φύσεως ἀσθενὲς, καὶ ὅτιπερ, εἰ ἀκριβῶς ἐρευνῷτο τὰ καθ' ἡμᾶς, οὐδεὶς τῶν τεταγμένων εἰς λειτουργίαν παντελῶς καθαρός. Ἄξιος γὰρ οὐδεὶς ἀποθίγειν τοῦ Σωτῆρος ἡμῶν μυστηρίων· καὶ λοιπὸν εἰ συγκρίνοιτο τὰ καθ' ἡμᾶς καθαρὰ τῇ καθαρότητι τοῦ Χριστοῦ, ἀκάθαρτά ἐστι καὶ μεμολυσμένα, οὗπερ ἐνώπιον οὐδὲ τὰ ἄστρα καθαρὰ, κατὰ τὸν εἰπόντα. Ἀπέκειτο δὲ τὸ ὕδωρ τοῦ ἁγνισμοῦ ἔξω τῆς παρεμβολῆς δηλοῦν ὅτι ἔξω τῆς τῶν Ἰουδαίων Συναγωγῆς, ἡ ἐν Χριστῷ κάθαρσις. Ἀποπεφοίτηκε γὰρ αὐτῆς ἡ ἀφαγνίζουσα χάρις. Ἰδοὺ γὰρ, φησὶν, ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Καὶ νεκρότης μὲν σώματος, σύμβολον φθορᾶς καὶ ἀκαθαρσίας. Ὁ δὲ τοῦ ὕδατος ῥαντισμὸς, τύπος τοῦ ἁγίου βαπτίσματος. Κατεῤῥαίνοντο δὲ τρίτην καὶ ἑβδόμην ἡμέραν. Τὸ γὰρ βάπτισμα πίστιν ἔχει τῆς τε κατὰ τὴν τρίτην ἡμέραν ἀναστάσεως τοῦ Σωτῆρος, καὶ τῆς κατὰ τὴν συντέλειαν τοῦ ἑβδόμου αἰῶνος ἐπιδημίας αὐτοῦ, καθ' ἣν κρίνων, ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Εἰ δὲ καὶ οἶκος καταμιαίνοιτο, φησὶ, τεθνεῶτός τινος ἐν αὐτῷ, ἀκάθαρτοι μὲν οἱ εἰσβαίνοντες ἐν αὐτῷ. Βδελυρὸν δὲ καὶ σκεῦος ἅπαν καὶ ἀγγεῖον οὐ πεπωμασμένον· πλὴν τῷ ὕδατι τοῦ ἁγνισμοῦ, καὶ ταῦτα διακαθαίρειν ἐκέλευσεν ὁ νόμος. Οἶκος μὲν οὖν μεμιασμένος, ἡ Συναγωγὴ τῶν κυριοκτόνων Ἰουδαίων, τεθνεῶτος ἐν αὐτοῖς τοῦ Σωτῆρος· ὅτε καὶ μᾶλλον ἐμιάνθησαν τῷ φόνῳ αὐτοῦ. Καὶ ὅσοι δὲ προσήλυτοι εἰσβαίνουσιν εἰς αὐτὴν, ἀκάθαρτοι καὶ οὗτοι σὺν αὐτῇ. Σκεύη δὲ ἐν αὐτῇ οἱ κατὰ μέρος Ἰουδαῖοι, ἀγγεῖα οὐ πεπωμασμένα, διὰ τὸ ἀφαιρεθῆναι τὴν ἀσφάλειαν τοῦ νοῦ καὶ τῆς ἀκοῆς, καὶ εἶναι προχείρους εἰς πᾶσαν κακίαν. Γνωμοδοτεῖ μὲν ὁ Ἰοθὸρ, ὑπακούει δὲ ὁ Μωσῆς, ἵνα γνῶμεν ὡς ὁ ἐξ ἐθνῶν λαὸς σοφώτερος τοῦ Ἰουδαϊκοῦ λαοῦ διὰ τῆς πίστεως γέγονε· καὶ πολλάκις ἐξ ἐθνῶν τὸν Ἰουδαῖον νομοθετήσας, πειθόμενον λαμβάνει ταῖς κατὰ Χριστὸν ἐντολαῖς. Τὸ μὲν τοῦ Μωσέως πρόσωπον ἐπέχει Χριστός· νομοθέτης γὰρ καὶ οὗτος, καὶ μεσίτης τοῦ Θεοῦ καὶ ἀνθρώπων· τὸ δὲ τοῦ Ἀαρὼν, οἱ ἱερεῖς καὶ ἀρχιερεῖς τῶν Ἰουδαίων· τὸ δὲ τῆς Μαρίας, ἡ Συναγωγὴ τῶν Ἰουδαίων. Οἵ τε γὰρ ἱερεῖς καὶ ὁ λαὸς τῶν Ἑβραίων κατηγόρησαν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ παράβασιν τοῦ νόμου, καὶ ὅτι τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν ἐμνηστεύσατο, τὴν μέλαιναν τῷ ζόφῳ τῆς ἁμαρτίας. Εἰκὸς καρυΐνην εἶναι τὴν ῥάβδον Ἀαρὼν, εἰς σύμβολον ἐγρηγόρσεως. Τῷ Ἱερεμίᾳ γὰρ ὁρῶντι ῥάβδον καρυΐνην φησὶν ὁ Θεός· Ἰδοὺ ἐγρήγορα ἐπὶ τοὺς λόγους μου. Ἐβλάστησε δὲ κάρυα, σημεῖον καὶ τῆς τοῦ ἀνδρὸς ἀρετῆς, ἔνδον ἔχοντος τὸ ταύτης ἐδώδιμον ἐν ἕξει ψυχῆς, οὐκ ἐν ὕψει σώματος. Ἐκ παντὸς πλήθους μόνας δώδεκα χιλιάδας ἐπιλεξάμενος πολεμιστῶν ὁ Μωσῆς, τοῦ Θεοῦ προστάξαντος, ἐπαφῆκε τοῖς Μαδιηναίοις, καὶ δι' αὐτῶν πάντας ἐξωλόθρευσεν. Ἐπανελθόντων δὲ τῶν ἀριστέων τούτων, καὶ πολλῆς αἰχμαλωσίας, ἐκέλευσεν αὐτοῖς παρεμβαλεῖν ἔξω τῆς παρεμβολῆς τοῦ λαοῦ, μέχρις ἑπτὰ ἡμερῶν· ἁγνισθέντας δὲ αὐτοὺς σὺν πᾶσι τοῖς τῆς αἰχμαλωσίας, τῇ τε τρίτῃ ἡμέρᾳ καὶ τῇ ἑβδόμῃ, οὕτως εἰσελθεῖν εἰς τὴν παρεμβολήν. Μετὰ δὲ Μωσέα προσεφώνησεν αὐτοῖς ὁ τότε ἀρχιερεὺς Ἐλεάζαρ, κελεύων μὲν αὐτοὺς πλῦναι τὰ ἑαυτῶν ἱμάτια· τῆς αἰχμαλωσίας δὲ τὸν μὲν χρυσὸν, καὶ τὸν ἄργυρον, καὶ ὅσα τῆς στεῤῥᾶς ὕλης διὰ πυρὸς ἀγαγεῖν· τὴν δὲ ἐσθῆτα, καὶ ὅσα τῆς ἀσθενοῦς ὕλης δι' ὕδατος ἐφαγνίσαι, καὶ τῇ ἑβδόμῃ ἡμέρᾳ καθαρισθῆναι, καὶ οὕτως εἰσελθεῖν εἰς τὴν παρεμβολήν. Ὅρα τοίνυν τὰ μυστικῶς ὑποδηλούμενα. ∆εῖνται μὲν ἁγνισμοῦ τινος οἱ ἀριστεύσαντες· οὐδὲ γὰρ οἱ κατὰ δαιμόνων καὶ παθῶν ἀριστεύσαντες, ἀμώμητοι παντελῶς. Τὸ γὰρ τελείως ἁγνὸν εἰς τὸν αἰῶνα τετήρηται τὸν μέλλοντα. Οὗ σύμβολον ἡ ἑβδόμη ἡμέρα. Ἑβδόμη μὲν ἡμέρα τὸ Σάββατον· κατάπαυσις δὲ τοῦτο ἑρμηνεύεται. Κατάπαυσις δὲ πάσης ἐργασίας ὁ μέλλων αἰών. Ὁ δὲ τῆς τρίτης ἡμέρας ἁγνισμὸς, τὴν διὰ Χριστοῦ νομοθετηθεῖσαν κάθαρσιν ὑπετύπου, δοθεῖσαν κατὰ τὸν τρίτον καιρὸν τῆς τριπλῆς πολιτείας τῶν Ἰουδαίων. Μετὰ γὰρ τὸν καιρὸν τῶν βασιλέων, καὶ τὸν τῶν κριτῶν, ὑπὸ τῶν ἀρχιερέων ἤγοντο. Ἐν ᾧ καιρῷ τὴν διὰ τοῦ ἱεροῦ βαπτίσματος ὁ Χριστὸς ἐνομοθέτησε κάθαρσιν· ἀλλ' ὁ μὲν Μωσῆς τὸν τοῦ ἁγνισμοῦ καιρὸν μόνον ἐδήλωσε τοῖς ἀριστεῦσιν· ὁ δὲ Ἐλεάζαρ καὶ τὸν τοῦ ἁγνισμοῦ τρόπον. Καὶ γὰρ ὁ μὲν κατὰ Μωσῆν νόμος τὸν καιρὸν μόνον τῆς διὰ Χριστοῦ καθάρσεως προηγόρευσε. Τὸ δὲ κατὰ Χριστὸν Εὐαγγέλιον καὶ τὸν τρόπον τῆς τοιαύτης καθάρσεως ὑποδείκνυσι. Τὰ μέντοι τῆς αἰχμαλωσίας ἡμεῖς ἐσμεν· οὓς οἱ ἀριστεύσαντες δώδεκα ἀπόστολοι καὶ οἱ διάδοχοι τούτων ποιμένες καὶ διδάσκαλοι ᾐχμαλώτευσαν ἀπὸ τοῦ διαβόλου καὶ τῶν δαιμόνων, καὶ καθήγνισαν πυρὶ τοῦ ἁγίου Πνεύματος, καὶ ὕδατι τοῦ θείου βαπτίσματος· τῆς μὲν ἑκάστου ψυχῆς εἰς τὴν στεῤῥὰν ὕλην λαμβανομένης διὰ τὴν ἀθανασίαν· τοῦ δὲ σώματος εἰς τὴν ἀσθενῆ διὰ τὸ θνητόν. Πλύσις δὲ τῶν ἱματίων ἡ παρασκευὴ τῆς καθάρσεως, ἢ καὶ αὐτὴ ἡ κάθαρσις τῶν ἁγίων. Οὗτοι γὰρ ἱμάτια κατὰ Χριστὸν, οὓς τρόπον τινα περιβάλλεται, ἐνοικῶν αὐτοῖς. Τῶν λαφύρων τῆς αἰχμαλώσεως διανεμηθέντων εἴς τε τοὺς ἀριστεῖς καὶ εἰς τὴν ἄλλην συναγωγὴν τοῦ λαοῦ, προσέταξεν ὁ Θεὸς ἀποδιελεῖν τῷ Θεῷ καὶ τοῖς Λευΐταις μοίρας ἀπὸ τῆς αἰχμαλωσίας, ἔκ τε ἀνθρώπων, καὶ ἐκ τετραπόδων· καὶ τοὺς μὲν ἀριστεῖς προσαγαγεῖν τῷ Θεῷ, ἐκ πεντακοσίων ἕν· τὸν δὲ λοιπὸν λαὸν προσαγαγεῖν τοῖς Λευΐταις, ἐκ πεντήκοντα ἕν. Οἱ μὲν γὰρ ὀλίγα ἔχοντες ἁμαρτήματα, ὀλίγα ὀφείλουσιν. Οἱ δὲ πλείοσιν ὑπεύθυνοι πλημμελήμασι, πάντως πλείονα. Καίτοι ἐν τῇ διανομῇ οἱ μὲν ἀριστεῖς μόνοι, τὸ ἥμισυ τῆς ὅλης αἰχμαλωσίας ἔλαβον· ἡ δὲ ἄλλη συναγωγὴ πᾶσα, τὸ ἥμισυ. Τοῖς γὰρ εὐδοκιμωτέροις πλείονα χαρίσματα δίδωσιν ὁ Θεός. Ἀλλ' οἱ μὲν ἀριστεῖς τῷ Θεῷ προσάγουσι τὸ λάχος, ἡ δὲ λοιπὴ συναγωγὴ τοῖς Λευΐταις, ὡς εἴρηται. Καὶ γὰρ οἱ μὲν εὐδοκιμώτεροι ἀμέσως καρποφοροῦσι τῷ Θεῷ τὰ ἑαυτῶν κατορθώματα· οἱ δὲ μετ' ἐκείνους εὐδόκιμοι, διὰ μέσων τῶν ἀνακειμένων Θεῷ ἁγίων δωροφοροῦσι Θεῷ, τοῖς προσεδρεύουσιν αὐτῷ τὰ πρὸς τὴν χρείαν παρέχοντες, καὶ ταῖς ἁγίαις Ἐκκλησίαις ἐπικουροῦντες. Ἀλλὰ ταῦτα μὲν ἐκ θείου προστάγματος. Οἴκοθεν δὲ καὶ ἀφ' ἑαυτῶν οἱ τῶν ἀριστέων ἀφηγούμενοι προσήγαγον τῷ Θεῷ χρυσοῦς χλιδόνας καὶ ψέλλια, καὶ δακτύλια, καὶ περιδέξια, καὶ ἐμπλόκια. Οἱ γὰρ ἐν Χριστῷ καθηγούμενοι τοῦ λαοῦ καὶ προὔχοντες ὑπερβαίνουσι πολλάκις τὰς εὐαγγελικὰς ἐντολὰς εἰς κατορθώματα, παρθενίαν οἴκοθεν ἐπιτηδεύοντες τὴν μὴ νενομοθετημένην, καὶ ἄλλα τοιαῦτα. Καὶ γὰρ καὶ Παῦλος κελευσθεὶς ἀπὸ τοῦ Εὐαγγελίου τρέφεσθαι, ταῖς ἰδίαις ἐτρέφετο χερσί. ∆ιὰ δὲ τῶν ἀπηριθμημένων χρυσῶν σκευῶν, τὰ διάφορα τῆς τιμίας καὶ λαμπροτάτης ἀρετῆς εἴδη ὑποσημαίνεται. Ταῦτα δὲ πάντα εἰς τὴν σκηνὴν τοῦ Θεοῦ εἰσήχθησαν, φησὶν, εἰς μνημόσυνον αὐτῶν.
Τὰ γὰρ τοιαῦτα κατορθώματα τῶν ἁγίων τῇ Ἐκκλησίᾳ θησαυρίζονται κόσμος, εἰς μνημόσυνον τῶν κατορθωσάντων. Ἀλλὰ καὶ ὅτε ἡ σκηνὴ πρότερον κατεσκευάζετο, προσέταξε μὲν ὁ Θεὸς ἐπισκοπηθῆναι τὸν λαόν· καὶ προσαγαγεῖν ἕκαστον ἄρσενα τῷ Θεῷ, ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω τὸ ἥμισυ τοῦ διδράχμου. Οἱ δὲ ἄρχοντες οἴκοθεν καὶ ἀφ' ἑαυτῶν προσήγαγον τοὺς τιμίους λίθους, καὶ τὸ ἔλαιον τῆς χρίσεως, καὶ τὴν τοῦ θυμιάματος σύνθεσιν. Λίθοι μὲν οὖν τίμιοι, αὐτοὶ οἱ ἐκλεκτοὶ καθηγούμενοι τῶν Ἐκκλησιῶν τοῦ Χριστοῦ, διὰ τὸ στεῤῥὸν καὶ καθαρὸν καὶ λαμπρὸν καὶ πρὸς τοὺς ἄλλους διαφορώτατον· περὶ ὧν εἴρηται τῷ προφήτῃ, ὅτι Λίθοι κυλίονται ἐπὶ τῆς γῆς. Οἱ δ' αὐτοὶ καὶ ἔλαιον βασιλικόν τε καὶ ἱερατικὸν, οὐ μόνον χύοντες [φ. χρίοντες] βασιλεῖς καὶ ἱερεῖς, ἀλλὰ καὶ πιαίνοντες τὰς ψυχὰς πανσόφοις διδασκαλίαις, καὶ καθιλαρύνοντες. Οἱ αὐτοὶ δὲ καὶ θυμίαμα διὰ τὴν εὐωδίαν τῶν ἀρετῶν· σύνθετον δὲ ὡς ἐκ πράξεως καὶ θεωρίας εὐωδιάζοντες. Περὶ μέν τοι τῶν εἰκοσαετῶν καὶ ἐπάνω, προειρήκαμεν ἐν τοῖς προλαβοῦσι. Κτηνοτρόφοι ὄντες οἱ τῆς φυλῆς Ῥουβεὶμ, καὶ οἱ τῆς φυλῆς Νὰδ, ἐπεὶ χώραν ἐθεάσαντο καλὴν εἰς κτηνοτροφίαν, πρὸ τοῦ Ἰορδάνου, ἐάλωσαν αὐτῆς καὶ παρεκάλεσαν τὸν Μωσῆν, λαβεῖν αὐτὴν εἰς κλῆρον. Ὀργιζομένου δὲ καὶ ὀνειδίζοντος Μωσέως, ἐπηγγείλαντο, εἰ λάβοιεν ταύτην, ἀφεῖναι μὲν ἐπὶ ταύτης τὴν ἑαυτῶν ἀποσκευήν· αὐτοὶ δὲ ἔνοπλοι διαπεράσαι καὶ συμπολεμεῖν τῷ λαῷ· μὴ μέντοι καὶ κληρονομίαν ἄλλην ἐπιζητῆσαι. Τοιοῦτοι τὸν τρόπον εἰσὶν οἱ πολυκτήμονες καὶ τοῦ γεηροῦ πλούτου ἐπιθυμοῦντες. Ὅλον γὰρ τὸν νοῦν τείνοντες εἰς τοῦτον, ὀκνοῦσι μὲν πρὸς τοὺς ὑπὲρ ἀρετῆς ἄθλους, καὶ τὰς ὑπὲρ τοῦ κληρονομῆσαι τῶν ἐπηγγελμένων ἀγαθῶν κακοπαθείας. Ὀνειδίζοντος δὲ τοῦ θείου νόμου, καὶ ὀργῇ τούτοις ἐπανατεινομένου, μόγις διαβαίνουσιν εἰς παράταξιν, καὶ προσβοηθοῦσι τοῖς ἀνδραγαθοῦσι κατὰ τῶν ἀοράτων ἐχθρῶν, καὶ πολεμουμέναις ταῖς Ἐκκλησίαις ἐπικουροῦσιν. Οὐ συγκληρονομοῦσι δὲ τούτοις, ὡς τὴν πρὸ τοῦ Ἰορδάνου κληρονομίαν προτιμήσαντες, ὡς δεδήλωται· λέγω δὴ τὴν παρακειμένην τῷ ῥέοντι καὶ ἀστατοῦντι βίῳ ἀπόλαυσιν, καὶ κτηνῶν, καὶ γυναικῶν, καὶ παίδων ἕνεκα, καὶ ἐπαύλεων, τὸν ἐπὶ τοῖς ἀρίστοις ὄκνον εἰσδεδεγμένοι.
ΤΗΣ ΒΙΒΛΟΥ ΤΟΥ ∆ΕΥΤΕΡΟΝΟΜΙΟΥ.
Ἐκέλευσε μὲν ὁ νόμος Ἑβραίους μὲν παῖδας καὶ παιδίσκας ἓξ ἔτη δουλεύειν, τῷ δὲ ἑβδόμῳ ἐλευθέρους ἀφίεσθαι· ἀλλοφύλους δὲ εἰς τὸν αἰῶνα δουλεύειν, δι' οὗ τὸ πεντηκοστὸν ἔτος ὑποσημαίνεται. Παντὶ πρακτικῷ παιδὸς ὁμοφύλου καὶ παιδίσκης δίκην ὁ λόγος καὶ ἡ διάνοια μοχθοῦσι, τοὺς κατ' ἀρετὴν τῆς πράξεως τρόπους ἐπινοοῦντές τε καὶ δημιουργοῦντες, καὶ ἀντιταττόμενοι τοῖς ἀντικειμένοις τῇ πρακτικῇ πνεύμασι τῆς πονηρίας, πληρώσαντες δὲ τὴν πρακτικὴν φιλοσοφίαν, ἣν ὁ ἓξ τῶν ἐτῶν παρεδήλωσεν ἀριθμός. Ἐν ἡμέραις γὰρ ἓξ ὁ Θεὸς ἔκτισε τὸν κόσμον, τῆς ἀπαθείας παραγινομένης. ἣν αἰνίττεται τὸ ἕβδομον ἔτος. Ἐλεύθεροι λοιπὸν τῆς ἐπὶ τοῖς σωματικοῖς τρόποις ὑπουργίας τῶν ἀρετῶν, πρὸς τὴν τῶν συγγενῶν νοητῶν ἐπανέρχονται θεωρίαν. Ἀλλόφυλος παῖς ἐστι καὶ παιδίσκη ὁ θυμὸς καὶ ἡ ἐπιθυμία· οὓς ὑποζεύγνυσι διὰ παντὸς τῇ δεσποτείᾳ τοῦ λόγου, πρὸς ὑπηρεσίαν τῶν ἀρετῶν, δι' ἀνδρείας καὶ σωφροσύνης, ὁ θεωρητικὸς νοῦς, μὴ διδοὺς αὐτοῖς ἐλευθερίαν, ἕως ἂν καταποθῇ τῷ νόμῳ τοῦ Πνεύματος ὁ νόμος τῆς φύσεως, ὡς ὑπὸ ζωῆς θάνατος. Τοιγαροῦν ἕως ἐν ἡμῖν ὁ κόσμος ζῇ, καὶ ἡ πρὸς τὰ ὑλικὰ τῆς ψυχῆς ἑκούσιος σχέσις, οὐ δεῖ παρέχειν τούτοις ἐλευθερίαν· μήπως μιγέντες τοῖς αἰσθητοῖς ὁμοφύλοις, πολεμήσωσι τῇ ψυχῇ, καὶ λάβωσιν αὐτὴν δορυάλωτον τοῖς πάθεσιν. Ὅταν δὲ περάσωμεν εἰς τὸν αἰῶνα, καὶ φθάσωμεν εἰς ἀπάθειαν, ἐλευθέρους ἀφήσομεν αὐτοὺς, μετασκευασθέντος λοιπὸν τοῦ θυμοῦ μὲν πρὸς ζέσιν πνευματικὴν, καὶ σώφρονα μανίαν· τῆς ἐπιθυμίας δὲ, πρὸς ἔρωτα θεῖον, καὶ ἡδονὴν ἄχραντον. Ἐάν τις ἐκτυφλώσῃ τὸν ὀφθαλμὸν τοῦ οἰκέτου αὑτοῦ ἢ τῆς θεραπαίνης αὑτοῦ, ἐλευθέρους ἐξαποστελεῖ αὐτούς· καὶ ἐὰν τὸν ὀδόντα τοῦ οἰκέτου ἢ τῆς θεραπαίνης αὑτοῦ ἐκκόψῃ, ἐλευ θέρους ἐξαποστελεῖ αὐτούς. Οἰκέτης μὲν καὶ θεράπαινα, οἱ τινὸς ὑπεξούσιοι, ὧν οἱ μὲν ἄνδρες, οἱ δὲ γυναῖκες. Τούτων δὲ τῶν ὑπεξουσίων, ὀφθαλμὸς μὲν ὁ νοῦς, φωτίζων τὰς ψυχὰς αὐτῶν· ὀδοὺς δὲ ἡ διάνοια, δι' ἧς λεπτύνουσι τὴν πνευματικὴν τροφήν.
Εἴ τις τοιγαροῦν ἢ τὸν νοῦν ἐκτυφλώσῃ τῶν ὑπεξουσίων πληγῇ ἀσεβείας, ἢ ἑτέρας ἁμαρτίας, ἢ τὴν διάνοιαν αὐτῶν καταβλάψῃ, ἐκπίπτειν καταδικάζεται τῆς κατ' αὐτῶν ἐξουσίας, καὶ ἀνάξιον τοῦ ἄρχειν ἑαυτὸν ἀποδείκνυσιν. Ἐάν τις κοιμηθῇ μετὰ γυναικὸς συνῳκισμένης ἀνδρὶ, ἀποκτενεῖτε ἀμφοτέρους. Ὁ τὴν ψυχὴν συνημμένην τῷ Θεῷ διὰ πίστεως καὶ ἁγιασμοῦ τολμῶν καταμιᾶναι τῷ σπερματισμῷ τῆς ἐν αὐτῷ δυσσεβοῦς αἱρέσεως, τὴν ἐσχάτην ὑφέξει δίκην σὺν αὐτῇ· ὁ μὲν, ὡς ἐπιβουλεύσας ἀλλοτρίῳ γάμῳ· ἡ δὲ, ὡς ἀτιμάσασα τὴν εἰς τὸν ἄνδρα συνάφειαν. Ἐὰν δὲ, φησὶ, τὴν μεμνηστευμένην ἀνδρὶ παρθένον εὑρών τις ἐν πόλει κοιμηθῇ μετ' αὐτῆς, ἀποθανοῦνται καὶ ἄμφω. Ἡ νεᾶνις, ὅτι οὐκ ἐβόησεν ἐν τῇ πόλει· καὶ ὁ ἄνθρωπος, ὅτι ἐταπείνωσε τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ. Παρθένος ἐστὶ μεμνηστευμένη ἀνδρὶ, ἡ κεκλημένη μὲν εἰς εὐσέβειαν ψυχὴ, καὶ κατηχουμένη, μήπω δὲ συναφθεῖσα τελείως τῷ Χριστῷ διὰ τοῦ ἁγίου βαπτίσματος. Ἀῤῥαβῶνος γὰρ ἐπέχει λόγον ὁ λόγος τῆς κατηχήσεως. Ὁ τοίνυν διαφθείρων ταύτην διὰ μίξεως ἀσεβῶν δογμάτων, τὴν ἐσχάτην καὶ αὐτὸς ἀποτίσει δίκην σὺν αὐτῇ, καὶ ὑποπεσοῦνται τῇ κολάσει τῶν, ὡς εἴρηται, μοιχευσάντων· ὁ μὲν, ὡς πλημμελήσας εἰς τὴν γυναῖκα τὴν ὑπὸ χεῖρα λοιπὸν τοῦ μεταβραχὺ νυμφίου τοῦ πλησίον αὑτοῦ, κατά γε τὸν λόγον τῆς ἀνθρωπότητος· ἡ δὲ, ὡς ἐν πόλει τοῦτο παθοῦσα, λέγω δὴ τῇ Ἐκκλησίᾳ, ἔνθα πολλοὶ οἱ ἐξελέσθαι δυνάμενοι· καὶ διὰ τοῦ μὴ βοῆσαι καταδεξαμένη. Ἐὰν δὲ, φησὶν, ἐν πεδίῳ εὕρῃ ἄνθρωπος τὴν παῖδα τὴν μεμνηστευμένην ἑτέρῳ, καὶ βιασάμενος κοιμηθῇ μετ' αὐτῆς, ἀποκτενεῖτε τὸν κοιμηθέντα μετ' αὐτῆς μόνον. Τῇ δὲ νεάνιδι οὐκ ἔσται ἁμάρτημα θανάτου· ὅτι ἐν τῷ ἀγρῷ εὗρεν αὐτήν. Ἐβόησεν ἡ νεᾶνις ἡ μεμνηστευμένη, καὶ ὁ βοηθήσων· οὐκ ἦν. Ἀγρὸς γὰρ ἡ ἐρημία τῶν ἐπαμῦναι δυναμένων, καὶ ἡ σπάνις τῶν διδασκάλων· ἐνταῦθα τὸ πάθος βίαιον καὶ ἀνεπικούρητον. ∆ιὸ καὶ ὡς ἀβούλητον, ἀκατάγνωστον. Ἐὰν δὲ, φησὶν, εὕρῃ τις παῖδα παρθένον, καὶ βιασάμενος αὐτὴν κοιμηθῇ μετ' αὐτῆς, καὶ εὑρεθῇ, δώσει τῷ πατρὶ τῆς νεάνιδος νʹ δίδραχμα ἀργυρίου, καὶ αὐτοῦ ἔσται γυνή. Παρθένον ἐνταῦθα λέγει, τὴν μήπω κατεγγυηθεῖσαν Χριστῷ διὰ πίστεως, ἀσυναφῆ δὲ πρὸς αὐτὸν ἔτι παντελῶς μένουσαν. Εἴ τις οὖν ἀπατεὼν ἑνωθῇ τῇ τοιαύτῃ δι' ὁμιλίας ἀσεβῶν δογμάτων· ὁποῖόν τι δρῶσιν οἱ αἱρετικοὶ, Ἕλληνας πολλάκις καὶ Ἰουδαίους ἀπατῶντες, καὶ ἐξ ἀσεβείας ἄλλης εἰς ἑτέραν ἀσέβειαν μεταφέροντες· οὐκ ἀζήμιον οὐδ' οὕτως εὑρήσει τὸ ἐγχείρημα. Ἀποτίσει γὰρ τῷ Πατρὶ τῶν πνευμάτων Θεῷ δίκην τοῦ πλημμελήματος, αὐτοῦ δὲ ἔσται γυνὴ, ὡς ἤδη συναφθεῖσα αὐτῷ, καὶ ἀναξίαν τοῦ καθαροῦ νυμφίου ἑαυτὴν καταστήσασα. Γυνὴ, ἥτις προσελεύσεται πρὸς κτῆνος βιασθῆναι ὑπ' αὐτοῦ, ἀποθανεῖται μετὰ τοῦ κτήνους. Αἱῤῥοητικαὶ [ἴσ. αἱρετικαὶ] γὰρ ὁμιλίαι καὶ μίξεις αἱ πρὸς τὰ δόγματα τῶν εἰς ἀλογίαν καὶ κτηνωδίαν ἐμπεσόντων αἱρετικῶν, θάνατον ψυχῆς ἐπάγουσι, τῷ τε μεταδιδόντι τῆς λύμης, καὶ τῷ μεταλαμβάνοντι, θηλυνθέντι πρὸς τὴν ὁμιλίαν, διὰ μαλακίαν ψυχῆς. Ἐὰν μάχωνται δύο ἄνδρες καὶ πατάξωσι γυναῖκα ἐν γαστρὶ ἔχουσαν, καὶ ἐξέλθῃ τὸ παιδίον αὐτῆς μὴ ἐξεικονισμένον, ζημιωθήσεται ὁ πατάξας καθ' ὅ τι ἂν ἐπιβάλλῃ ὁ ἀνὴρ τῆς γυναικός.
Ἐὰν δὲ ἐξεικονισμένον ᾖ, δώσει τὴν ψυχὴν ἀντὶ ψυχῆς. Καρπὸς ἂν εἴη καὶ κύημα νοῦ, ἡ εἰς Χριστὸν πίστις, ἥτις τοὺς θείους ἐνσημαίνεται χαρακτῆρας, καὶ τὴν τοῦ Χριστοῦ μεταμόρφωσιν ἐπιτίθησι ταῖς ψυχαῖς. Ἐὰν οὖν, τινῶν δύο ἀντιθέτων λογομαχούντων περὶ δόγματα, σκανδαλισθῇ ψυχή τις ἀκροωμένη, ἐγκυμονοῦσα ἔτι τὴν εἰς Χριστὸν πίστιν, καὶ ἀποβάληται ταύτην· εἰ μὲν ἀτελὴς ἦν ἔτι καὶ ἀκαλλὴς, ἀποδώσει δίκην ὁ τοῦ σκανδάλου παραίτιος, ἣν ἐπιβάλλῃ ὁ νυμφίος τῆς τοιαύτης ψυχῆς, Χριστός. Ἀποδώσει δὲ, φησὶ, μετὰ ἀξιώματος, τοῦτ' ἔστι, μετὰ καὶ τοῦ ὁμολογεῖν χάριν, ὅτι μὴ καὶ τὴν ἐσχάτην ἀπαιτεῖται δίκην. Εἰ δὲ τελείαν ὤδινε τὴν εἰς Χριστὸν πίστιν, ὅσον εἰς χαρακτῆρα καὶ μόρφωσιν· τοῦτο γὰρ δηλοῖ τὸ ἐξεικονισμένον· λοιπὸν, ὡς ἤδη τελείαν ψυχὴν φονεύσας, τὴν ἑαυτοῦ ζημιωθήσεται ψυχὴν, ἀπαιτούμενος τὴν ἐσχάτην δίκην. Ἐὰν κερατίσῃ ταῦρος ἄνδρα ἢ γυναῖκα, καὶ ἀποκτείνῃ, λίθοις λιθοβοληθήσεται, καὶ οὐ βρωθήσεται τὰ κρέα αὐτοῦ. Ὁ δὲ κύριος τοῦ ταύρου ἀθῶος ἔσται. Ἐὰν ὑπεξούσιός τινος, θυμώδης καὶ ὑβριστὴς, ἢ ἑτέρως αἱρετικὸς ἀνέλῃ ψυχὴν, αἴτιος αὐτῇ ψυχικοῦ θανάτου γενόμενος, αὐτὸς μὲν τὴν ἐσχάτην ὑποστήσεται κόλασιν· τῶν δὲ πράξεων καὶ λόγων αὐτοῦ, οὐδεὶς μεταλήψεται. Ὁ δὲ τούτου κατεξουσιάζων ἀνεύθυνος· ὡς ἀγνοῶν τὴν πονηρίαν καὶ κακίαν αὐτοῦ. Ἐὰν δὲ, φησὶ, διαμαρτύρωνται τῷ κυρίῳ αὐτοῦ, καὶ οὐκ ἀφανίσῃ αὐτὸν, καὶ αὐτὸς προσαποθανεῖται. Εἰδὼς γὰρ καὶ ἀνεχόμενος, κοινωνὸς γίνεται τοῦ φόνου. Ἐὰν δὲ λύτρα, φησὶν, ἐπιβληθῇ αὐτῷ, δώσει λύτρα τῆς ψυχῆς αὐτοῦ, ὅσα ἂν ἐπιβάλωσιν αὐτῷ. Τοῦτ' ἔστιν, Ἐὰν ἐξομολογησάμενος ἐπιτιμίοις ὑποπέσῃ, πληρώσει ὅσα ἂν κελευσθῇ. Ἐὰν δὲ, φησὶν, υἱὸν ἢ θυγατέρα κερατίσῃ, ὁ ταῦρος καὶ ἀνέλῃ, γενήσεται κατὰ τὸ δηλωθὲν δικαίωμα τοῦ νόμου. Ἐὰν δὲ παῖδα ἢ παιδίσκην, ἀργυρίου λʹ δίδραχμα δώσει τῷ κυρίῳ αὐτῶν, καὶ ὁ ταῦρος λιθοβοληθήσεται. Ἐπεὶ γὰρ διάφοροι οἱ ἀναιρούμενοι, ἄνδρα μὲν καὶ γυναῖκα νοήσεις τοὺς παλαιοτέρους εἰς ἀρετήν. Ὧν ὁ μὲν ἰσχυρότερος εἰς φρόνησιν, ὁ δὲ ἀσθενέστερος. Υἱὸν δὲ καὶ θυγατέρα τοὺς νεωτέρους εἰς ἀρετήν· ὧν αὖθις ὁ μὲν ἰσχυρότερος, δεδουλωμένος ταῖς ἁμαρτίαις, ὧν ὁμοίως ὁ μὲν ἰσχυρότερος, ὁ δὲ ἀσθενέστερος. ∆ιὰ δὲ τῆς ἀποτίσεως τοῦ ἀργυρίου, τὴν ἐλάττονα ζημίαν ᾐνίξατο. Οὐ γὰρ ἴσον εἰς ζημίαν ἁμαρτωλοῦ καὶ δικαίου θάνατος. Ἐάν τινος ταῦρος κερατίσῃ τὸν ταῦρον τοῦ πλησίον, καὶ τελευτῇ, ἀποδώσονται τὸν ταῦ ρον τὸν ζῶντα, καὶ διελοῦνται τὸ ἀργύριον αὐ τοῦ, καὶ τὸν ταῦρον τὸν τεθνεῶτα διελοῦνται. Ἐὰν παρ' οὐχ ἑκόντος τινὸς ζημία γενήσεται πρὸς τινὰ, ὁ μὲν ζημιωθεὶς συμμετασχέτω τοῦ παραμείναντος κέρδους τῷ ζημιώσαντι, ὃ δηλοῦται διὰ τοῦ ζῶντος ἔτι ταύρου. Ὁ δ' ἀβουλήτως ζημιώσας, πάλιν συμμετασχέτω τῆς ζημίας· τῷ ζημιωθέντι. Ὃ γενήσεται διὰ τοῦ συλλυπεῖσθαι αὐτῷ.
Ἐὰν δὲ, φησὶ, διαμαρτυρηθείη περὶ τοῦ ταύρου, καὶ μὴ ἀφανίσῃ αὐτὸν, καὶ ἀνέλῃ τὸν ταῦρον τοῦ πλησίον, ἀποτίσει ταῦρον ἀντὶ τοῦ ταύρου, ὁ δὲ τετελευτηκὼς αὐτῷ ἔσται. Εἰδὼς γὰρ καὶ μὴ ἀσφαλισάμενος, δοκεῖ συγκατεργάσασθαι τὴν ἀναίρεσιν τοῦ ἀλλοτρίου· διὸ καὶ ἀπαιτεῖται μὲν δίκην ὑπὲρ τῆς ἀναιρέσεως, αὐτὸς δὲ μόνος ζημιοῦται κατὰ ψυχήν. Τοῦτο γὰρ, οἶμαι, δηλοῖ, τό· Ὁ δὲ τετελυτηκὼς αὐτῷ ἔσται. Ἐὰν ἄνθρωπος κλέπτων ψυχὴν ἐκ τῶν ἀδελ φῶν αὑτοῦ, τῶν υἱῶν Ἰσραὴλ, καταδυνα στεύσας ἀποδῶται, ἀποθανεῖται ὁ κλέπτης ἐκεῖνος. Ὁ δι' ἀπάτης ὑφελὼν τὸν ὀρθὰ φρονεῖν ἑλόμενον, καὶ μετερχόμενον βίον ἐλεύθερον κακίας, καὶ καταδυναστεύσας καὶ ἀποδόμενος εἰς δουλείαν ἀσεβῶν δογμάτων, ἢ σωματικῶν παθῶν, ἀποθανεῖται θάνατον ψυχικόν. Ἐάν τις κλέψῃ μόσχον ἢ πρόβατον, καὶ σφάξῃ ἢ ἀποδῶται, εʹ μόσχους ἀποτίσει ἀντὶ τοῦ μόσχου. Καὶ ὁ μόσχος καὶ τὸ πρόβατον καθαρὰ ὁμοίως καὶ τῷ Θεῷ προσαγόμενα, καὶ ἄμφω τύπος τῶν καθαρθέντων διὰ τῆς εἰς Χριστὸν πίστεως καὶ τοῦ ἀγίου βαπτίσματος, καὶ Θεῷ προσαγομένων. ∆ιχηλοῦντες γὰρ καὶ οὗτοι ὡς διὰ πράξεως καὶ θεωρίας βαδίζοντες, καὶ μηρυκισμὸν ἀνάγοντες, ὡς τὴν παχυτέραν τοῦ λόγου τροφὴν καταλεπτύνοντες εἰς θεωρίαν ὑψηλοτέραν, καὶ ταῖς θείαις αὐλαῖς τῆς Ἐκκλησίας ἐνσεσηκισμένοι. Ἀλλ' ὁ μὲν μόσχος σύμβολον τῶν ὑψηλοτέρων· τὸ δὲ πρόβατον τῶν ὑποβεβηκότων· μείζων μὲν γὰρ ὁ μόσχος, μεῖον δὲ τὸ πρόβατον. Ἐάν τις τοιγαροῦν αἱρετικὸς κλέψῃ τινὰ τούτων λεληθότως, καὶ ἀπαγαγὼν τῆς εὐσεβείας ἀποκτείνῃ τῇ μαχαίρᾳ τῶν ἀσεβῶν δογμάτων, ἣ ἀποδῶται πά θεσι καταδουλοῦσιν αὐτὸν, ἀνάλογον τῇ προτέρᾳ ἀρετῇ τοῦ κλαπέντος, ἀποτίσει δίκην. Τοῦτο γὰρ δηλοῦται διὰ τῆς μείζονος ζημίας καὶ μείονος. Ἐὰν δὲ ἐν τῷ διορύγματι, φησὶν, εὑρεθῇ ὁ κλέπτης, [φ. δ. καὶ] πληγεὶς ἀποθάνῃ, οὐ λογισθήσεται φόνος. Τὸν γὰρ εὑρισκόμενον διορύττοντα τὴν Ἐκκλησίαν, ἵνα κλέψῃ ψυχὴν, εἰ τύχῃ τις ἀνελὼν, οὐκ ἐνέχεται φόνῳ, ὅσον ἐπὶ τῷ πολιτικῷ νόμῳ, ὡς φανερώτερον καὶ ἀναισχύντως λῃστεύοντα. Ἐὰν δὲ ἀνατείλῃ, φησὶν, ἐπ' αὐτὸν ὁ ἥλιος, ἔνοχος ἔσται ὁ ἀνελών. Εἰ γὰρ ἐπὶ τὸν, ὡς εἴρηται, κλέπτοντα ἀνατείλῃ ὁ ἥλιος τῆς μετανοίας καὶ τῆς εὐσεβείας, ἔνοχος ἔσται ὁ ἀνελὼν, ὡς εὐσεβῆ καὶ ὁμόπιστον ἀνῃρηκώς. Ἐὰν δὲ μὴ ὑπάρχῃ αὐτῷ, φησὶ, πραθήτω ἀντὶ τοῦ κλέμματος. Τὸν γὰρ μὴ ἔχοντα λύτροις ἀποκρούεσθαι τὰ ἐγκλήματα κλέπτην, λέγω δὴ τρόπους μετανοίας καὶ ἀντισηκώσεως τῶν ἡμαρτημένων, ἄτιμον οἶδεν ὁ λόγος· ὁ γὰρ πιπρασκόμενος, ἄτιμος. Ἐὰν δὲ καταληφθῇ, φησὶ, καὶ εὑρεθῇ ἐν τῇ χειρὶ αὐτοῦ τὸ κλέμμα, διπλοῦν ἀποτίσει. Μή πω γὰρ ἀποκομίσας εἰς ὄλεθρον, ὀλίγην ὑποστήσεται ζημίαν· ἀναλήψεται γὰρ πάλιν τὸ οἰκεῖον ὁ δεσπότης, καὶ προσαπαιτήσει τὸν κλέπτην λόγους τῆς κλοπῆς. Ἐκέλευσεν ὁ διὰ Μωσέως νόμος μὴ ἐξελθεῖν εἰς πόλεμον, μήτε τὸν οἰκοδομήσαντα οἰκίαν καινὴν, καὶ μὴ ἐγκαινίσαντα αὐτὴν, μήτε τὸν φυτεύσαντα ἀμπελῶνα, καὶ μὴ εὐφρανθέντα ἀπ' αὐτοῦ, μήτε τὸν μνηστευσάμενον γυναῖκα, καὶ μὴ λαβόντα αὐτὴν, μήτε τὸν δειλὸν τῇ καρδίᾳ. Τύπος δὲ τοῦ μὲν κατοικίαν, ἀλλ' οὐ παροικίαν, τὸν παρόντα βίον ἡγουμένου, τὴν καινὴν οἰκίαν οἰκοδομήσανται· τοῦ δὲ φιλοκερδοῦς ὁ τὸν ἀμπελῶνα φυτεύσας· τοῦ φιλοσάρκου ὁ τὴν γυναῖκα μνηστευσάμενος. Ἢ καὶ ἑτέρως· Ὁ πρῶτος μὲν τοῦ φιλοδόξου. Ὁ δεύτερος δὲ τοῦ φιλαργύρου. Ὁ τρίτος δὲ τοῦ φιληδόνου. ∆ιὰ τῶν τριῶν δὲ τούτων τὰ τρία γενικὰ εἴδη τῆς κακίας ἐφαίνετο. Ὁ γὰρ δειλὸς τοῖς τρισὶ τούτοις ἐπιμερίζεται. ∆ειλοὶ γὰρ πάντες οἱ τούτοις ἐνεχόμενοι, καὶ οὐ μόνον ἀδόκιμοι πρὸς νοητὸν πόλεμον, ἀλλὰ καὶ ἄλλοις αἴτιοι γένοιντ' ἂν δειλίας καὶ φυγῆς. Ἐπιστρέφει γὰρ αὐτοὺς ἡ τῶν εἰρημένων παθῶν σχέσις, καὶ φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί.
∆ιὸ καὶ ὁ μέγας Παῦλος ἐπιτιμῶν τοῖς κωλύουσιν αὐτὸν ἀναβαίνειν εἰς Ἱεροσόλυμα, ἕλεγε· Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐὰν δέ τις λάβη γυναῖκα προσφάτως, οὐκ ἐξελεύσεται εἰς πόλεμον· ἐνιαυτὸν ἕνα εὐφρανεῖ τὴν γυναῖκα αὑτοῦ, ἢν ἔλαβεν. Οὐ χρὴ γὰρ τὸν ἄρτι σύνοικον ἑαυτῷ λαβόντα τὴν ἀρετὴν εἰς πόνους καὶ διωγμοὺς ἐξάγεσθαι, μέχρις ἂν καταδεσμηθείη ταῖς φιλοστοργίαις αὐτῆς· τοῦτο γὰρ ἡ ἐνιαύσιος ὑπεδήλωσεν εὐφροσύνη. Τοιοῦτόν τι πεπράχασι καὶ οἱ ἀπόστολοι τοῖς ἐξ ἐθνῶν ἄρτι πρὸς τὴν εὐσέβειαν ἐλθοῦσιν ἐπιστέλλοντες. Ἔδοξε γὰρ, φησὶ, τῷ ἁγίῳ Πνεύ ματι καὶ ἡμῖν μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος, πλὴν ἀπέχεσθαι ὑμᾶς πορνείας, καὶ πνικτοῦ, καὶ αἵματος, καὶ εἰδωλοθύτου. Ἐάν τις ἀνοίξῃ λάκκον, καὶ μὴ καλύψῃ αὐτὸν πώματι, καὶ ἐμπέσῃ ἐκεῖ μόσχος ἢ ὄνος, ὁ κύριος τοῦ λάκκου ἀποτίσει ἀργύριον τῷ κυ ρίῳ αὐτοῦ· τὸ δὲ τετελευτηκὸς ἔσται αὐτῷ. Ὁ ἐμβαθύνων τοῖς περὶ τῆς ἁγίας Τριάδος δόγμασιν, ἢ τοῖς περὶ τῆς θείας ἐνανθρωπήσεως, καὶ ἐξευρίσκων ἰδίαν πηγὴν γνώσεως ἐκεῖθεν, ἀσφαλιζέσθω, μή πως ἑτέροις ὄλεθρος τὸ τοιοῦτον βάθος γένηται καὶ σκανδάλου πρόφασις. Χρὴ γὰρ φροντίζειν καὶ τῶν εἰς ὕστερον ἐντυγχανόντων τῇ ἐξευρεθείσῃ πηγῇ. Ἀλλὰ διὰ μὲν τοῦ μόσχου τὸ καθαρὸν γένος ὑπεμφαίνεται· διὰ δὲ τοῦ ὄνου τὸ ἀκάθαρτον, ἤγουν τὸ ἐν ἁμαρτίᾳ. Ὀφλήσει τε γὰρ δίκην τῷ Κυρίῳ αὐτῶν Θεῷ, καὶ αὐτῷ λογισθήσεται τοῦ πεπονθότος ὁ θάνατος, τοῦτο γὰρ δίδωσι νοεῖσθαι τὸ, Καὶ τὸ τετελευτηκὸς αὐτῷ ἔσται. Ἐὰν ἐξελθὸν πῦρ εὕρῃ ἀκάνθας, καὶ προσεμ πρήσῃ ἅλωνας ἢ ἀστάχυας, ἀποτίσει ὁ τὸ πῦρ ἐκκαύσας. Ὁ τὸ πῦρ τοῦ λόγου ἐπαφεὶς τοῖς ἀκανθώδεσι δόγμασι τῶν αἱρετικῶν, φροντισάτω μή ποτε παραβλάψῃ καὶ ἅλων τῆς Ἐκκλησίας, ἢ στάχυας τῶν εὐσεβῶν δογμάτων τρέφοντας ψυχὰς, ἢ πεδίον τῆς θείας Γραφῆς, λεῖον τοῖς ὁδεύουσιν ὀρθῶς, καὶ μηδὲν ἔχον τραχὺ καὶ ἄναντες. Πάντα γὰρ, φησὶν, ἐνώπια τοῖς συνιοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Οὐ χρὴ δὲ τοῖς βλαβεροῖς συνδιόλλυσθαι τὸ χρηστὸν, οὐδὲ τοῖς ἀγρίοις συνδαπανᾶσθαι τὸ ἥμερον. Κρέας θηριάλωτον οὐκ ἔδεσθε, ἀλλὰ τῷ κυνὶ ὑποῤῥίψατε αὐτό. Βρῶμα πνευματικὸν διασπαραχθὲν ἀγρίοις στόμασιν αἱρετικῶν ἀπαγορεύει φαγεῖν, ἀποῤῥίπτειν δὲ τοῦτο τῷ ἀναιδεῖ καὶ ὑλακτικῷ καὶ ἀκαθάρτῳ συντάγματι τῶν ἄλλων αἱρετικῶν. Ἐάν τις ἀφῇ τὸ κτῆνος αὐτοῦ, καὶ καταβοσκηθῇ ἀγρὸν ἕτερον, ἀποτίσει ἐκ τοῦ ἀγροῦ αὐτοῦ κατὰ τὸ γένημα αὐτοῦ. Ἑὰν δὲ πάντα τὸν ἀγρὸν καταβοσκηθῇ, τὰ βέλτιστα τοῦ ἀγροῦ αὐτοῦ, καὶ τὰ κάλλιστα τοῦ ἀμπελῶνος αὐτοῦ ἀποτίσει. Ἐάν τις συγχωρήσῃ τῷ μαθητῇ αὐτοῦ λυμήνασθαι λήϊον Ἐκκλησίας Χριστοῦ. εἰ μὲν ἐκ μέρους ἡ λύμη γίνεται, ἀνάλογον ὁ διδάσκαλος ὑποστήσεται ζημίαν, οἴκοθεν· εἰ δὲ καθ' ὁλόκληρον, ὅλην ἀπολέσει τὴν ἑαυτοῦ ψυχήν· αὕτη γὰρ τὰ βέλτιστα, καὶ τὰ κάλλιστα αὐτοῦ· πάντως καὶ ὁ καταλυμαινόμενος ὑφέξει τὴν δίκην. Ἐὰν εἰσέλθῃς εἰς τὸν ἄμητον τοῦ πλησίον σου, συλλέξεις ἐν ταῖς χερσί σου στάχυς, καὶ δρέ πανον οὐκ ἐπιβαλεῖς. Ἐὰν δὲ εἰσέλθῃς εἰς τὸν ἀμπελῶνα αὐτοῦ, φάγῃ σταφυλὴν, ὅσον ψυ χὴν ἐμπλησθῆναι, εἰς δὲ ἄγγος οὐκ ἐπιβα λεῖς. Οὐ χρὴ γὰρ κατακεχρῆσθαι ταῖς τῶν ἀδελφῶν ἀγάπαις, τιμᾷν δὲ αὐτάρκειαν, τὸ φιλάλληλον.
Καὶ ἑτέρως δὲ παραινεῖ ὁ νόμος, κερδαίνειν μὲν καὶ ὠφελεῖσθαι ἀπὸ τῆς ὁμιλίας τῶν ἐν ταῖς Ἐκκλησίαις διδασκάλων· αἱ γὰρ Ἐκκλησίαι, λήϊά τε καὶ ἀμπελῶνες· μὴ ἐπιβουλῆς [φ. ἐπιβάλλῃς] τοῦ δρεπάνου, μηδὲ τὸ φαινόμενον ὑπὲρ τὴν χρείαν καὶ περιττὸν, ἐναπογράφεσθαι βίβλῳ, καθάπερ ἐμβάλλοντας εἰς ἄγγος. Ἴσως γὰρ εὑρεθήσονται ἐν αὐτῷ ἀδόκιμοι φωναὶ, καθάπερ τινὲς ἄχρηστοι ῥάγες, μὴ ἐπισκοπηθεῖσαι, μηδὲ τῆς προσηκούσης ἐπιμελείας ἀξιωθεῖσαι, διὰ τὸ αὐτοσχέδιόν τε καὶ πρόχειρον· καὶ γενήσονται σκανδάλου πρόφασις. Εἰς τοῦτο δὲ φέρει καὶ τό· Ἐὰν συναντήσῃς νοσσιᾷ ὀρνέων, καὶ ἡ μήτηρ θάλπῃ ἐπὶ τῶν νεοσσῶν, οὐ λήψῃ τὴν μητέρα μετὰ τῶν τέκνων. Ἀποστελεῖς τὴν μητέρα, τὰ δὲ παιδία λήψῃ σεαυτῷ. Πᾶσα μὲν γὰρ ἀρετὴ μήτηρ ἐστὶ τῶν ἐξ αὐτῆς κατορθωμάτων. Νοσσιὰ δὲ αὐτῆς, ἡ ψυχὴ ἐν ᾗ κατοικεῖ. Χρὴ δὲ τοῖς μὲν κατορθώμασι τῆς ἀρετῆς ὠφελεῖσθαι τοὺς ἐντυγχάνοντας καὶ ἀπολαύειν αὐτῶν, μὴ ἐπιβουλεύειν δὲ τῇ ἀρετῇ τοῦ κατορθοῦντος, μηδὲ ἐπιχειρεῖν ἀνελεῖν, καὶ ἀποσβέσαι αὐτὴν, διά τινος τρόπου. Μὴ ἰδὼν τὸν μόσχον τοῦ ἀδελφοῦ σου, ἢ τὸ πρόβατον αὐτοῦ πλανώμενον ἐν τῇ ὀδῷ, παρ ίδῃς αὐτὰ, ἀλλ' ἀπόστρεψον αὐτὰ τῷ ἀδελ φῷ σου. Κελεύει μὴ παριδεῖν τοὺς ὑπερουσίους [ἴσ. ὑπεξουσίους] τοῦ κατὰ πίστιν ἀδελφοῦ, πλανωμένους ἐν τῇ ὁδῷ τῆς πολιτείας τῶν δογμάτων· ἀλλ' ἀποστρέφειν αὐτοὺς τῆς πλάνης, καὶ ἐπανασώζειν τῷ ἀδελφῷ, καὶ τὸ ὑστέρημα ἐκείνου ἀναπληροῦν διὰ τὴν ἀδελφίαν. Ἐὰν δὲ, φησὶ, συναντήσῃς τῷ βοῒ τοῦ ἐχθροῦ σου, ἢ τῷ ὑποζυγίῳ αὐτοῦ, πλανωμένοις ἐν τῇ ὁδῷ, ἀποστρέψας ἀποδώσεις αὐτῷ. Ὁ αὐτὸς μὲν γὰρ κἀνταῦθα περὶ τῶν ὑπεξουσίων λόγος. Ἀγαπᾶτε δὲ, φησὶ, τοὺς ἐχθροὺς ὑμῶν, εὖ ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς. Ἐὰν δὲ ἴδῃς, φησὶ, τὸ ὑποζύγιον τοῦ ἐχθροῦ σου πεπτωκὸς ὑπὸ τὸν γόμον αὐτοῦ, οὐ παρελεύσῃ αὐτὸ, ἀλλὰ συνεγερεῖς αὐτὸ μετ' αὐτοῦ. Πίπτει γὰρ ὁ καταβαρούμενος τῷ ἄχθει τῶν πειρασμῶν, καὶ τῶν θλίψεων· ὃν δεῖ συνεγείρειν, καὶ διὰ παρακλήσεως καὶ ψυχαγωγίας. Εἰ δὲ [φ. δ. δεῖ] τὸν βοῦν τοῦ ἐχθροῦ σου καὶ τὸ ὑποζύγιον αὐτοῦ ἐπιμελείας ἀξιοῦν· πολλῷ μᾶλλον αὐτὸν δή που τὸν ἐχθρὸν, τὸν τῆς αὐτῆς κεκοινωνηκότα φύσεως. Οὐκ ἐρεῖς κακῶς κωφὸν, καὶ ἀπέναντι τυφλοῦ οὐ προσθήσεις σκάνδαλον. Παραινεῖ μὴ καταλαλεῖν τοῦ ἀπόντος, καὶ διὰ τοῦτο μὴ ἀκούοντος, μηδ' ἐπιβουλεύειν τῷ ἀγνοοῦντι. ∆ιὰ μὲν γὰρ τῆς κωφότητος τὸ μὴ ἀκούειν, διὰ δὲ τῆς τυφλότητος, τὸ μὴ γινώσκειν ὑποδηλοῦται. Ἐκέλευσεν ὁ νόμος τοῖς μαστιγοῦσι τοὺς ἁμαρτήσαντας, μὴ ὑπερβαίνειν τὸν τεσσαρακοστὸν ἀριθμὸν τῶν πληγῶν· αἰνιττόμενος ὅτι αἱ μάστιγες τῶν ἁμαρτησάντων ἄχρις τῆς ἐνανθρωπήσεως τοῦ Χριστοῦ, καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ, τὸ ἐνεργὸν εἶχον, περαιτέρω δὲ οὐ προέβησαν· δωρησαμένου πᾶσι τοῖς θέλουσι πιστεύειν εἰς αὐτὸν διὰ τοῦ ἁγίου βαπτίσματος ἐλευθερίαν τῶν ἐπὶ τοῖς πεπλημμελημένοις κολάσεων. Ἐπεὶ γὰρ ἐνηνθρώπησε μὲν τὸν πέμπτον καιρὸν, ὡς ἐν τῇ περὶ τοῦ Πάσχα λεπτομερεῖ θεωρίᾳ, ἐν τῇ βίβλῳ τοῦ Λευϊτικοῦ προδιείληπται· ἀνέστη κατὰ τὴν ηʹ ἡμέραν. Μετὰ γὰρ τὴν ζʹ, ἤτοι τὸ σάββατον, ηʹ πάντως ἡ μετ' ἐκείνην Κυριακή· πεντάκις ὀκτὼ μετρήσεις, καὶ εὑρήσεις τὸν τεσσαράκοντα, ὃν οὐχ ὑπερβαίνουσιν αἱ μάστιγες τῶν ἁμαρτημάτων. Εἰ δ' ὑπερβήσονται, φησὶν, ἀσχημονήσει ὁ μαστιζόμενος. Ἀσχήμων γὰρ ὄντως καὶ ἄτιμος ὁ μαστιζόμενος ἔτι· λέγω δὴ μετὰ τὴν χάριν τῆς εἰρημένης ἀφέσεως. Ἢ γὰρ ὡς μὴ πιστεύσας μαστίζεται, ἢ ὡς μετὰ τὴν ἄφεσιν ἁμαρτήσας. Οὐ καταστήσεις ἐπὶ σεαυτῷ ἄρχοντα ἄνθρωπον ἀλλότριον. ∆ιὰ τοῦ ἀλλοτρίου ἀνθρώπου, τὸν διάβολον ὑποδηλοῖ· ὂν παρανόμως καθιστῶσιν ἑαυτοῖς ἄρχοντα, οἱ πειθαρχοῦντες ἀνοήτως ταῖς πονηραῖς αὐτοῦ εἰσηγήσεσιν· Ἀλλ' ἐκ τῶν ἀδελφῶν σου, φησὶν, ἐκλέξῃ σεαυτῷ ἄρχοντα. Οὗτος δέ ἐστιν ὁ Χριστὸς, ἀδελφὸς ἡμῶν, κατὰ τὴν ἐνανθρώπησιν γενόμενος, καὶ ἄρχων τῶν πειθομένων ταῖς ἐντολαῖς αὐτοῦ. Νόμιμον ἦν τοὺς ἀκουσίως φονεύσαντας εἰς τοὺς τόπους τῶν ὁρισθέντων φυγαδευτηρίων ἀπ άγεσθαι καὶ φυλάττεσθαι, τοῦ ἀρχιερέως δὲ τελευτήσαντος ἀπολύεσθαι. Εἶεν δ' ἂν τοιοῦτοι φονεῖς αἱ ψυχαὶ τῶν πρὸ τῆς ἐνανθρωπήσεως τοῦ Χριστοῦ τετελευτηκότων, φονεύσασαι μὲν ἑαυτὰς διὰ τὰς ἁμαρτίας· ἀκουσίως δὲ, ὡς παρ' αὐτῆς ἐκβιασθείσας εἰς τοῦτο. Αἳ τῆς ἰδίας γῆς διωχθεῖσαι, καὶ εἰς τὸν ᾅδην ἀπαχθεῖσαι, καθάπερ εἰς φυγαδευτήριον, ἀσφαλῶς κατείχοντο. Τοῦ δὲ μεγάλου ἀρχιερέως Ἰησοῦ Χριστοῦ ἀποθανόντος, ἀφείθησαν ἐκ τῆς κατὰ τὸν ᾅδην εἱρκτῆς. Ὅταν εἰσέλθητε εἰς τὴν γῆν ἢν Κύριος ὁ Θεὸς δίδωσιν ὑμῖν, καὶ καταφυτεύσητε πᾶν ξύλον βρώσιμον, περικαθαριεῖτε τὴν ἀκαθαρσίαν αὐτοῦ, ὁ δὲ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται ὑμῖν ἀπερικάθαρτος. Οὐ βρωθήσεται, καὶ τῷ ἔτει τῷ τετάρτῳ ἔσται πᾶς ὁ καρπὸς αὐτοῦ ἅγιος τῷ Κυρίῳ. Ἐν δὲ τῷ πέμπτῳ ἔτει, φάγεσθε τὸν καρπὸν αὐτοῦ. Ὁ παράδεισος μὲν ἡ Μωσαϊκὴ συγγραφὴ, καθάπερ τισὶ φυτοῖς πολυειδέσι καὶ ὡραίοις βρύουσα τοῖς καλλίστοις καὶ ποικίλοις νομοθετήμασι. Κελεύει δὲ ὁ Θεὸς περιελεῖν τὴν ἑκάστου φυτοῦ ἀκαθαρσίαν· τοῦτ' ἔστι, τὸ ἑκάστου νόμου σωματικόν τε καὶ αἰσθητόν. Ἀκαθαρσία γὰρ τοῦτο τοῖς πνευματικοῖς φυτοκόμοις, ὡς ἄχρηστόν τε καὶ βλαβερόν. Πρὸς τούτους γὰρ ὁ λόγος. Τρία μὲν οὖν ἔτη, καθ' οὓς ἦν ὁ καρπὸς τῶν φυτῶν ἀπερικάθαρτος, οἱ τρεῖς καιροί· ὁ κατὰ Μωσέα, ὁ κατὰ τὸν Ἰησοῦν τοῦ Ναυῆ, ὁ κατὰ τοὺς κριτὰς, καθ' οὓς ἦν ὁ καρπὸς τῶν νόμων ἀσυμφανής· ἤτοι τὸ κεκρυμμένον αὐτοῦ, καὶ πνευματικῶς νοούμενον, τῷ πάχει τῆς ἱστορίας καὶ τῇ σκιᾷ καλυπτόμενον. Τέταρτον δὲ ἔτος ὁ καιρὸς τῶν προφη τῶν, καθ' ὃν ὁ δηλωθεὶς καρπὸς ἅγιος γέγονε τῷ Κυρίῳ, λοιπὸν ἀναφερόμενος εἰς τὸν Χριστὸν, διὰ τῆς μαρτυρίας τῶν προφητικῶν φωνῶν. Πέμπτον δὲ ἕτος, ὁ πέμπτος καιρός· καθ' ὃν ὁ Χριστὸς ἐνηνθρώπησεν, ὡς ἀνωτέρω δεδήλωται. Ἔκτοτε γὰρ περιαιρεθέντος τοῦ καλύμματος, μεταλαμβάνομεν οἱ πιστοὶ χρησίμως τοῦ καρποῦ τῆς Μωσαϊκῆς νομοθεσίας.
ΕΚ ΤΗΣ ΒΙΒΛΟΥ ΙΗΣΟΥ ΤΟΥ ΝΑΥΗ
Γαβαὼ μὲν ἔστιν ὁ ὑψηλὸς νοῦς· φάραγξ δὲ, ἡ τῷ θανάτῳ ταπεινωθεῖσα σάρξ· καὶ ὁ ἥλιος μὲν, ὁ φωτίζων τὸν νοῦν λόγος καὶ χορηγῶν αὐτῷ θεωρημάτων δύναμιν, καὶ πάσης ἀγνοίας ἀπαλλάττων· σελήνη δὲ ὁ φυσικὸς νόμος, ἤγουν ἡ φυσικὴ διάκρισις, μετρίως φωτίζουσα καὶ πείθουσα τὴν σάρκα ὑποταγῆναι τῇ ψυχῇ. Φύσεως γὰρ σύμβολον ἡ σελήνη, διὰ τὸ τρεπτόν. Ὅστις γοῦν δι' εὐσεβοῦς πολιτείας παρατάσσεται πρὸς τοὺς ἀοράτους ἐχθροὺς, Ἰησοῦς ὁ τοῦ Ναυῆ γίνεται· καὶ εὔχεται στῆναι αὐτῷ τὸν μὲν ἥλιον, ὡς εἴρηται, κατὰ Γαβαὼ, τὴν δὲ σελήνην κατὰ φάραγγα· τοῦτ' ἔστι, παραμεῖναι αὐτῷ πρὸς καθαίρεσιν τῶν τῆς κακίας ὀχυρωμάτων, καὶ ἀναίρεσιν τῶν πολεμίων. Ὥσπερ μετὰ τὴν τελευτὴν Μωσέως Ἰησοῦς ὁ τοῦ Ναυῆ τὴν ἡγεμονίαν παρέλαβεν· οὕτω μετὰ τὴν τελευτὴν τοῦ νομικοῦ γράμματος, Ἰησοῦς ὁ Χριστὸς τὴν ἡγεμονίαν τοῦ νέου λαοῦ παρέλαβε· καὶ ὥσπερ διὰ τῶν πετρίνων μαχαιρῶν, διὰ τοῦ στεῤῥοῦ λόγου τῶν ἐντολῶν αὐτοῦ περιέτεμε τούτου τὴν πρὸς τὰ αἰσθητὰ σχέσιν, καὶ παρεσκεύασεν αὐτὸν διαπεράσαι τὸ ῥέον καὶ ἄστατον τοῦ παρόντος βίου, μὴ βραχέντα, τοῦτ ἔστι, μὴ ἐνσχεθέντα τούτῳ· τοῖς ὤμοις δὲ τῶν ἀρετῶν ἐπικειμένην φέροντα τὴν κιβωτόν· λέγω δὴ τὴν δεκτικὴν τῶν θείων μυστηρίων γνῶσιν.
ΤΗΣ ΠΡΩΤΗΣ ΤΩΝ ΒΑΣΙΛΕΙΩΝ.
Περὶ Σαοὺλ καὶ ∆αβίδ. Ὁ παλαιὸς νόμος κατὰ μόνον τὸ γράμμα λαμβανόμενος, Σαούλ ἐστιν, ἐπίληπτος, ἅτε μυρίαις δονούμενος ἐναντιώσεσι, καὶ μηδεμίαν ἔχων πρὸς ἑαυτὸν συμφωνίαν. Ἡνίκα δὲ ἐπηχήσῃ αὐτῷ ἡ κιθάρα τοῦ ∆αβὶδ, ἤγουν ἡ σοφία τοῦ ὑποκεκρυμμένου πνεύματος· τοῦτ' ἔστιν, ὁ πνευματικὸς νοῦς· εὐθὺ σωφρονεῖ, τοῦ πονηροῦ πνεύματος τῆς ἐναντιώσεως ἀπελαυνομένου. Καὶ δώσω, φησὶ, τὴν βασιλείαν τῷ πλησίον σου, τῷ ἀγαθῷ ὑπὲρ σέ. Καθάπερ γὰρ ὁ ∆αβὶδ πλησίον ἦν τοῦ Σαοὺλ, ὡς καὶ αὐτὸς εἰς βασιλέα χρισθείς· οὕτω καὶ τὸ πνεῦμα πλησίον ἦν τοῦ ἐν τῷ νόμῳ γράμματος, ὡς ὑποκεκρυμμένον αὐτῷ. Ὧ καὶ δέδοται λοιπὸν τὸ κράτος, σβεσθέντος μὲν τοῦ κατὰ τὸ γράμμα λαμβανομένου νόμου, λάμψαντος δὲ τοῦ κατὰ τὸ πνεῦμα νοουμένου· ὃς καὶ ἀγαθὸς ἦν ὑπὲρ ἐκεῖνον, ὅσῳ καὶ πολλὰ καλλιόνα τῶν αἰσθητῶν τὰ νοητὰ, καὶ τῶν κατασπώντων εἰς γῆν, τὰ εἰς οὐρανὸν ἀνέλκοντα. Ὁ Σαοὺλ, ὁ φυσι κός ἐστι νόμος, ὁ κατ' ἀρχὰς κυριεύειν τῆς φύσεως παρὰ τοῦ Κυρίου λαχών. Ἐπεὶ δὲ παρέβη τὴν ἐντολὴν διὰ παρακοῆς, φεισάμενος τοῦ Ἀγὰγ βασιλέως Ἀμαλὴκ, τοῦτ' ἔστι τοῦ σώματος, καὶ πρὸς τὰ πάθη κατώλισθεν, ἐξωθεῖται τῆς βασιλείας, ἵνα παραλάβῃ τὸν Ἰσραὴλ ὁ ∆αβὶδ, τοῦτ' ἔστιν, ὁ νόμος τοῦ πνεύματος ὁ γεννῶν τὴν εἰρήνην τὴν οἰκοδομοῦσαν περιφανῶς τῷ Θεῷ τὸν τῆς θεωρίας ναόν. Σαμουὴλ ὑπακοὴ Θεοῦ ἑρμηνεύεται. Οὐκοῦν ἕως ἂν ὁ καθ' ὑπακοὴν λόγος ἐν ἡμῖν ἱερατεύῃ, κἂν φείσηται τοῦ Ἀγὰγ ὁ Σαοὺλ, τοῦτ' ἔστι, τοῦ χοϊκοῦ φρονήματος· ἀλλ' οὖν ἀποκτενεῖ τοῦτον ζηλώσας ὁ ἱερεὺς λόγος, καὶ πλήξει καταισχύνων τὸν φιλαμαρτήμονα νοῦν, ὡς παραβάτην τῶν θείων δικαιωμάτων. Ἐπὰν ὁ νοῦς ὑψηλοφρονήσας, τὸν κατὰ τῶν παθῶν αὐτὸν χρίσαντα τῆς διδασκαλίας λόγον, διὰ τῆς προσηκούσης ἐρεύνης ἐπερωτᾷν περὶ τῶν ποιητέων καὶ οὐ ποιητέων παύσαιτο, τοῖς πάθεσι πάντως ἐξ ἀγνοίας ἁλίσκεται, δι' ὧν κατὰ μέρος τοῦ Θεοῦ χωριζόμενος, ἐν ταῖς ἀκουσίοις περιστάσεσι προσχωρεῖται τοῖς δαίμοσι, τὴν κοιλίαν θεοποιῶν, κἀκεῖθεν εὑρέσθαι θέλων τῶν πιεζόντων παράκλησιν. Καὶ πειθέτω σε Σαοὺλ ἐν πᾶσι σύμβουλον μὴ λαμβάνων τὸν Σαμουὴλ, καὶ ἐξ ἀνάγκης εἰδωλολατρίαν μεταστρεφόμενος, καὶ τὴν ἐγγαστρίμυθον, ὡς δή τινα τὸν θεὸν, ἐπερωτᾷν ἀνεχόμενος.
ΤΗΣ ∆ΕΥΤΕΡΑΣ ΤΩΝ ΒΑΣΙΛΕΙΩΝ.
Περὶ ∆αβὶδ καὶ Ἀβεσσαλώμ. ∆αβὶδ μὲν ὁ πρακτικὸς νοῦς, Ἀβεσσαλὼμ δὲ ἡ οἴησις, ἣν ἀπεγέννησεν ἐκ τῆς πρὸς τὴν αἴσθησιν συνουσίας. Ἑρμηνεύεται μὲν γὰρ Ἀβεσσαλὼμ πατρὸς εἰρήνη νομιζομένη· νομίζοντες δὲ εἰρηνεύειν παθῶν, συνιστῶμεν τὴν οἴησιν· ἣν ἐπαναστᾶσαν αὐτῷ γνοὺς ὁ δηλωθεὶς ∆αβὶδ, ἅτε μετὰ γνώσεως πράττων, ἀφεὶς τὴν ἁγίαν σκηνὴν, καὶ τὴν Ἱερουσαλὴμ καὶ τὴν Ἰουδαίαν, τοῦτ' ἔστιν, τὴν μυστικὴν θεολογίαν καὶ τὴν εἰρηνικὴν τῶν θείων θεωρίαν, καὶ τὴν ἐπὶ τοῖς προλαβοῦσι καλοῖς εὐχαριστήριον ἐξομολόγησιν, φεύγει πρὸς τὴν Γαλαὰδ, ἤτοι μετοικίζεται πρὸς τὸ πένθος. Γαλαὰδ γὰρ μετοικεσία μαρτυρίου .... καὶ πρὸς τοῖς εἰρημένοις ἀποκάλυψις· μετοικίζεται καὶ πρὸς τὸν διὰ τοῦ συνειδότος ἔλεγχον, καὶ πρὸς τὴν κατ' εἶδος τῶν ἁμαρτημάτων φανέρωσιν, καὶ οὕτως ἐν συναισθήσει τῆς ἑαυτοῦ γενόμενος ἀσθενείας, καὶ τὴν ταπεινοφροσύνην εἰς βοήθειαν ἐπισπασάμενος, ἀναιρεῖ τὴν τοῦ τυράννου οἴησιν, καὶ πάλιν ἐπανέρχεται πρὸς τὴν Ἰουδαίαν, καὶ τὴν Ἱερουσαλὴμ, καὶ τὴν ἁγίαν σκηνήν· λέγω δὴ, πρὸς τὴν ἐξομολογητικὴν εὐχαριστίαν, καὶ εἰρηνικὴν καὶ ἀπαθῆ τῶν ὄντων θεωρίαν, καὶ τὴν ὑψηλὴν θεολογίαν. Ἀβεσσαλώμ ἐστι, πᾶς οἰηματίας καὶ ὑπερήφανος, ὃς τὴν κόμην τρέφων, ἤτοι τὴν φαινομένην ἀρετὴν ἢ γνῶσιν, καὶ ἐπὶ ταύτῃ μέγα φρονῶν, διὰ ταύτης ἁλίσκεται, φυσίωσιν ἐμποιησάσης αὐτῷ, καὶ τὴν ἐκ ταύτης ἀπώλειαν, καὶ κρεμᾶται ἀνάμεσον οὐρανοῦ καὶ γῆς. Οὔτε γὰρ ἔχει γνῶσιν ἀληθινὴν, καθάπερ οὐρανὸν ἀνέλκουσαν αὐτὸν, κατασπώσης οἰήσεως· οὔτε μὴν ἀρετὴν ἀληθινὴν, καθάπερ γῆν καθέλκουσαν αὐτὸν, κατασπώσης φυσιώσεως.
Τιτρώσκεται δὲ τρισὶ βέλεσι κυρίως, τῇ τε αἰσχύνῃ τῆς ἀνωφελοῦς διὰ τὴν οἴησιν πράξεως, καὶ τῇ ἐκδοχῇ τῆς αἰωνίου κολάσεως. Θνήσκει δὲ πρὸ αὐτοῦ δι' ἀγχόνης ὁ Ἀχιτόφελ, ἑρμηνευόμενος ἀδελφὸς δόλῳ φιλάζων. Τοιοῦτος δὲ ὁ διάβολος· οὐ φέρων γὰρ τὴν ἧτταν ἀπάγχεται Καὶ ἐγένετο λιμὸς ἐν ταῖς ἡμέραις ∆αβὶδ, γʹ ἔτη· ἐνιαυτὸς ἐχόμενος ἐνιαυτοῦ. Καὶ ἐζήτησε ∆αβὶδ τὸ πρόσωπον Κυρίου, καὶ εἶπε Κύριος· Ἐπὶ Σαοὺλ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἡ ἀδικία, περὶ οὗ ἐθανάτωσε τοὺς Γαβαωνίτας. ∆αβὶδ μὲν ὁ κατὰ τὸ πνεῦμα νόμος, ὁ βασιλεύων τῶν πνευματικῶς Θεῷ λατρευόντων Χριστιανῶν. Σαοὺλ δὲ ὁ κατὰ γράμμα νόμος, ὁ βασιλεύων τῶν σωματικῶς Θεῷ λατρευόντων Ἰουδαίων. Ἐπεὶ καὶ ∆αβὶδ ἑρμηνεύεται ἐξουδένωσις, καὶ ἱκανὸς ὁράσει. Τοιοῦτος δὲ ὁ εὐαγγελικὸς νόμος· τὸ μὲν παρ' Ἰουδαίοις νομιζόμενος, τὸ δὲ παρὰ Χριστιανοῖς. Ὥσπερ καὶ Σαοὺλ ἑρμηνεύεται δεδανεισμένος, ἢ δάνειον. Τοιοῦτος δὲ ὁ Μωσαϊκὸς νόμος, κατὰ τὸ γράμμα λαμβανόμενος. Πρόσκαιρος γὰρ ἐδόθη καὶ μέχρι τῆς ἐπιδημίας τοῦ εὐαγγελικοῦ. Εἰ γὰρ καὶ αἰτητὸς ᾅδης καθ' ἕτερον λόγον ὁ Σαοὺλ ἑρμηνεύεται, ἀλλὰ τὸ δηλωθὲν σημαινόμενον ἐνταῦθα οἰκεῖον. Γαβαωνῖται δὲ, οἱ κατὰ τὴν φυσικὴν θεωρίαν ὑψηλότεροι λόγοι. Γαβαωνῖται γὰρ ὀρεινοὶ ἢ μετέωροι ἑρμηνεύονται. Οὓς διέσωσεν Ἰησοῦς ὁ τοῦ Ναυῆ, ἀποκτείνας τοὺς πολεμοῦντας αὐτοῖς εʹ βασιλεῖς· καὶ κατέστησεν αὐτοὺς τῇ σκηνῇ ξυλοφόρους καὶ ὑδροφόρους, προτυπῶν τὸν Ἰησοῦν Χριστὸν, ὃς ἀπέκτεινε τοὺς κατὰ τὴν πενταδικὴν αἴσθησιν πολεμοῦντας τοῖς κατὰ τὴν φυσικὴν θεωρίαν ὑψηλοτέροις λόγοις, ἐμπαθεῖς λογισμοὺς καὶ τρόπους, καὶ περιποιησάμενος. Τούτους δὲ τοὺς νοητοὺς Γαβαωνίτας κατέστησε τῇ σκηνῇ τῶν θείων μυστηρίων, ξυλοφόρους μὲν, ὡς χορηγοῦντας ὕλην ἐξαπτικὴν τοῦ φωτὸς τῆς γνώσεως· ὑδροφόρους δὲ, ὡς κομίζοντας ῥύψιν τῶν παθῶν· ἡ γὰρ ἐν πνεύματι φυσικὴ θεωρία μέση τις οὖσα τύπων καὶ ἀληθείας, τῶν μὲν ἀπάγει, πρὸς δὲ τὴν ἐπανάγει. Τούτους τοίνυν ἀναιρεῖ καὶ ἔξω ποιεῖ τῆς τῶν θείων μυσταγωγίας Σαοὺλ, ὁ τοῦ γράμματος νόμος, ὁ τῶν κατὰ μόνην τὴν αἴσθησιν ζώντων βασιλεύων· καὶ εἴ τις μόνου τοῦ γράμματος ἀντεχόμενος, ἀθετεῖ τὸ ὑποκρυπτόμενον τῷ γράμματι πνεῦμα. Τυποῦσι δὲ οἱ Γαβαωνῖται καὶ τὴν ἐθνικὴν μερίδα τῷ κληροδότῃ τῶν θείων ἐπαγγελιῶν Ἰησοῦ, καὶ προσταττομένων ξυλοφορεῖν καὶ ὑδροφορεῖν, τοῦτ' ἔστι, τὴν περὶ τοῦ σωτηρίου σταυροῦ καὶ ζωοποιοῦ βαπτίσματος γνῶσιν βαστάζειν· καὶ διὰ μὲν τῆς πρακτικῆς· ὡς ξύλα τὴν νέκρωσιν τῶν ἐπὶ γῆς μελῶν παραφέρειν· διὰ δὲ τῆς θεωρητικῆς, ὡς ὕδωρ τὴν ἐπιῤῥοὴν τῆς γνώσεως.
Ὠργίσθη μὲν οὖν ὁ Θεὸς, διὰ τὴν τῶν Γαβαωνιτῶν ἀναίρεσιν. Ἐπήγαγε δὲ τὸν λιμὸν, οὐκ ἐν ταῖς ἡμέραις τοῦ ἀνελόντος αὐτοὺς Σαοὺλ, ἀλλὰ ἐν ταῖς τοῦ ∆αβίδ· ὅτι μηδὲ πέφυκε, ζῶντος τοῦ νομικοῦ γράμματος καὶ βασιλεύοντος τῶν σωματικῶν καὶ παχῶν τὴν διάνοιαν Ἰουδαίων, γνωσθῆναι τὸν λιμὸν τῆς πνευματικῆς γνώσεως· ἀλλ' ἀποθανόντος ἐκείνου τῷ πέρατι τοῦ χρόνου τοῦ ὁρισθέντος τῇ σωματικῇ λατρείᾳ τοῦ νόμου, μᾶλλον ἐν ταῖς ἡμέραις ∆αβὶδ γενέσθαι, τοῦ νομικοῦ λέγω πνεύματος, τοῦ ὑποκεκρυμμένου τῷ γράμματι, λάμψαντος ἤδη καὶ βασιλεύοντος τῶν πνευματικῶν καὶ λεπτῶν τὴν διάνοιαν Χριστιανῶν. Οἱ μὲν γὰρ περὶ τὸν εἰρημένον Σαοὺλ, μηδέποτε πνευματικῶς γνώσεως ἀπολαύσαντες, οὐδὲ τὸν λιμὸν αὐτῆς ἠδύναντο γνῶναι. Λιμὸς γάρ ἐστιν ἔκλειψις τῶν κατὰ πεῖραν ἀγαθῶν ἐγνωσμένων. Ἐνταῦθα δὲ καὶ σπάνις τῶν πνευματικῶν τῆς ψυχῆς βρωμάτων. Οἱ δ' ἀμφὶ τὸν δηλωθέντα ∆αβὶδ, οὗτοι μάλιστα λιμώττουσι τοῦτον τὸν λιμὸν, ὅταν περιέπωσι τὸ γένος Σαοὺλ, ἐν τῷ περιέπειν τὸ γράμμα, καὶ σωματικῶς ἐκδέχεσθαι τὰ τῆς θείας Γραφῆς. Περὶ οὗ γένους προϊόντες ἐροῦμεν. Λιμὸς δὲ τριῶν ἐτῶν, ἡ ἔλλειψις τῆς κατὰ τοὺς τρεῖς νόμους, τόν τε φυσικὸν καὶ τὸν Μωσαϊκὸν, καὶ τὸν εὐαγγελικὸν, πνευματικῆς γνώσεως. Ἡ γὰρ ἔνδεια τῆς κατὰ τὸν Μωσαϊκὸν νόμον πνευματικῆς θεωρίας, ἔχει παρεπομένην καὶ τὴν κατὰ τὸν φυσικὸν, καὶ τὴν κατὰ τὸν εὐαγγελικόν· διὸ καὶ ἀλλήλων ἔχεσθαι λέγονται. Καὶ ἄλλως γὰρ ὁ τὸν Μωσαϊκὸν νόμον σωματικῶς λαμβάνων, λιμώττει τὰ τρία ταῦτα ἀρετὴν, καὶ θέωσιν. Ὥσπερ δὲ τὸ πρόσωπον χαρακτηριστικόν ἐστι τοῦ καθ' ἕκαστον, οὕτως καὶ ἡ πνευματικὴ γνῶσις ἐμφατικῶς χαρακτηρίζει τὸ Θεῖον· ἣν ὁ ἐκζητῶν, λέγεται ἐκζητεῖν τὸ πρόσωπον τοῦ Κυρίου, κατὰ τὸν ∆αβὶδ, καὶ μανθάνει τὴν αἰτίαν τοῦ τοιούτου λιμοῦ, ὅτι κατὰ τοῦ Σαοὺλ, καὶ κατὰ τοῦ οἴκου αὐτοῦ ἡ ἀδικία αὕτη, ἣν ἠδίκησε τοὺς Γαβαωνίτας. Ἀνθ' ὅτου γὰρ, φησὶν, ἐθανάτωσε τοὺς Γαβαωνίτας, ὡς προτεθεώρηται. Οἶκος δὲ Σαοὺλ τὸ γένος αὐτοῦ, τοῦτ' ἔστιν, οἱ ἀγαπῶντες αὐτόν. Εἶεν δ' ἂν οὗτοι οἱ μόνοι τοῦ γράμματος ἀντεχόμενοι. Καὶ ἐκάλεσε, φησὶ, ∆αβὶδ τοὺς Γαβαωνίτας καὶ εἶπεν αὐτοῖς· Τί ποιήσω ὑμῖν, καὶ ἐν τίνι ἐξιλάσομαι, καὶ εὐλογήσετε τὴν κληρονομίαν Κυρίου; Καὶ εἶπον πρὸς τὸν βασιλέα· Ὁ ἀνὴρ ὃς συνετέλεσεν ἡμᾶς, καὶ ἐδίωξεν ἡμᾶς, καὶ ἐλογίσατο ἐξολοθρεῦσαι ἡμᾶς, ἀφανίσωμεν αὐτὸν, τοῦ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ Ἰσραήλ. ∆ότε ἡμῖν ζʹ ἄνδρας ἐκ τῶν υἱῶν αὐτοῦ, καὶ ἐξηλιάσομεν αὐτοὺς τῷ Κυρίῳ ἐν τῷ βουνῷ Σαούλ. Καὶ ἔλαβεν ὁ βασιλεὺς τοὺς βʹ υἱοὺς Ῥεσφᾶς παλλακῆς Σαοὺλ, τὸν Ἑρμονθὶ, καὶ τὸν Μεμφιβοσὲθ, καὶ τοὺς εʹ υἱοὺς Μερὼβ θυγατρὸς Σαοὺλ, οὓς ἔτεκε τῷ Ἐσριὴλ, καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τῶν Γαβαονιτῶν, καὶ ἐξηλίασαν αὐτοὺς ἐν τῷ ὄρει ἐναντίον Κυρίου, καὶ ἔπεσον ἐκεῖ οἱ ζʹ ἐπὶ τὸ αὐτὸ, καὶ ἐθανατώθησαν ἐν ἡμέραις θερισμοῦ, ἐν ἀρχῇ θερισμοῦ κριθῶν. Πᾶς τοιγαροῦν ὁ μὲν διὰ πράξεως κατανοήσας τὴν ἐπισκήψασαν ὀργὴν τοῦ Θεοῦ, διὰ δὲ θεωρίας ἐκζητήσας τὸν Θεὸν, διδάσκεται μὲν τὴν αἰτίαν, ὡς προείρηται· κελεύεται δὲ ἐκδοῦναι τοὺς βʹ υἱοὺς, καὶ πέντε υἱωνοὺς τοῦ Σαοὺλ, εἰς θάνατον. ∆ύο μὲν υἱοὺς, τήν τε κατὰ σῶμα ἁμαρτίαν, καὶ τὴν κατὰ νοῦν αὖθις ἁμαρτίαν, ἤτοι τὴν κατ' ἐνέργειαν καὶ τὴν καθ' ἕξιν· φημὶ δὴ τὴν κατὰ πρᾶξιν, καὶ τὴν κατὰ συγκατάθεσιν. Πέντε δὲ υἱωνοὺς, τὰς πέντε χρήσεις τῶν πέντε αἰσθήσεων. Μήτηρ μὲν οὖν τῶν υἱῶν τοῦ Σαοὺλ, Ῥεσφὰ, ἥτις ἑρμηνεύεται δρόμος στόματος. Ἡ δὲ διὰ μόνου στόματος προφορὰ τοῦ νόμου, καὶ μὴ δι' ὑψηλοτέρου νοὸς ἀνάβασις, εἰκότως γεννᾷ τοὺς δηλωθέντας βʹ υἱούς. Μήτηρ δὲ τῶν υἱῶν αὐτοῦ Μερώβ· ἥτις ἑρμηνεύεται πλησμονὴ φάρυγγος, ἤτοι γαστριμαργία. Αὕτη δὲ πάλιν ἀκολούθως γεννᾷ τὰς εἰρημένας παραχρήσεις· καὶ ἡ μὲν Ῥεσφὰ, παλλακὴ, διὰ τὴν ἀπρεπῆ καὶ ἀναξίαν τοῦ νόμου μίξιν. ∆εῖ γὰρ μὴ διὰ μόνου στόματος προφέρεσθαι τὸν νόμον· ἀλλὰ καὶ δι' ὑψηλοτέρας θεωρίας· ἣ γεννᾷ τὴν γαστριμαργίαν. Ἵνα δὲ καὶ τὰ ὀνόματα τῶν ἐκ Ῥεσφᾶς υἱῶν ἀναπτύξωμεν, Ἑρμοθὶ μὲν ἑρμηνεύεται ἀνάθεμα· τοιοῦτον δὲ ἡ κατὰ σῶμα ἁμαρτία, ἀνατιθεῖσα τῷ δαίμονι τὸν ταύτην ἐνεργοῦντα. Μεμφιβοσθὲ δὲ αἰσχύνη. Τοιοῦτον δὲ πάλιν ἡ κατὰ νοῦν ἁμαρτία, αἰσχύνουσα τὸν νοῦν, ὅς ἐστι δόξα ψυχῆς. Ἐπειδὴ δὲ καὶ Ἐσδριὴλ, τοῦ ἀνδρὸς τῆς Μερὼβ ἐμνημόνευσεν ὁ λόγος, ἑρμηνεύεται δὲ Ἐσδριὴλ βλέψις δυνατή· τοιοῦτον δὲ ὁ νοῦς· εἴη ἂν Ἐσδριὴλ, ὁ ἐπικλινόμενος τῇ γαστριμαργίᾳ νοῦς, καὶ συγγινόμενος αὐτῇ. Τοιγαροῦν πᾶς ἐκζητῶν τὸ πρόσωπον Κυρίου κατὰ τὸν ∆αβὶδ, ἀναιρεῖ τοὺς εἰρημένους υἱοὺς καὶ υἱωνοὺς τοῦ Σαοὺλ, διὰ μέσης τῆς φυσικῆς θεωρίας, ἐν τῷ ὕψει τῆς γνώσεως, ὥσπερ ἐκεῖνος ἐκείνους διὰ τῶν Γαβαωνιτῶν ἐν τῷ ὄρει, καὶ ἐξηλιάζει αὐτοὺς ἔναντι Κυρίου· τοῦτ' ἔστι, δείκνυσιν αὐτοὺς νεκροὺς ἐνώπιον Κυρίου. Ἐξηλιασμὸν γὰρ ἐνταῦθα νοοῦμεν τὴν φανέρωσιν, ἣν τὰ πάθη πάσχουσι, διὰ τῶν ὑψηλῶν τῆς φύσεως λογισμῶν κατὰ τὴν ὑψηλὴν θεωρίαν θριαμβευόμενα. Καὶ οὕτως ἐξιλεοῦται τὸν Θεόν. Ἀρχὴ δὲ θερισμοῦ κριθῶν, ἡ ἀρχὴ τῆς κατὰ φυσικὴν θεωρίαν εὐσεβείας, ὅτε θερίζονται τὰ θρεπτικὰ τοῦ ἀλόγου μέρους τῆς ψυχῆς νοήματα. Ἀλλὰ πῶς οἱ Γαβαωνῖται λέγουσιν ἀφανίσαι τὸν Σαοὺλ ἐκ παντὸς ὁρίου Ἰσραὴλ, καίτοι Μαριβαὰλ τοῦ υἱοῦ μὲν Ἰωνάθαν, υἱωνοῦ δὲ Σαοὺλ, παρὰ τῷ Θεῷ διασωθέντος, καὶ ἄλλων πολλῶν συγγενείας Σαοὺλ, ὡς ἡ τῶν Παραλειπομένων διδάσκει βίβλος; Ἀλλ', ὡς ἔοικεν, οἰκονομικῶς παρεμίγη τῇ ἱστορίᾳ τὸ παράλογον, ἵνα ζητήσαντες ἐν τῇ ἀναγωγῇ, τὸ εὔλογον εὕρωμεν.
Ὅταν γὰρ οἱ κατὰ τὴν φυσικὴν θεωρίαν ὑψηλότεροι λόγοι τὸ ἐνδόσιμον λαβόντες ἀπὸ τοῦ νοητοῦ ∆αβὶδ, ἤτοι τοῦ κατὰ τὸ πνεῦμα νόμου, τοὺς ἀνωτέρω διαληφθέντας υἱοὺς καὶ υἱωνοὺς τοῦ Σαοὺλ ἀποκτείνωσιν· τότε πάντως ἐξαφανίζεται ἐκ παντὸς ὁρίου Ἰσραὴλ, τοῦτ' ἔστιν, ἐκ παντὸς λόγου τε καὶ τρόπου πνευματικῆς θεωρίας, ὁ σωματικὸς νοῦς τοῦ Μωσαϊκοῦ νόμου, καὶ ἡ κατὰ τὸ γράμμα, κατὰ τὴν αἴσθησιν ἐκδοχή. Καὶ ἔλαβε, φησὶ, Ῥεσφὰ τὸν σάκκον, καὶ διέστρωσεν αὐτὸν ἑαυτῇ ἐπὶ τὴν πέτραν, ἕως ἔσταξεν ἐπ' αὐτοὺς ὕδατα Θεοῦ ἐξ οὐρανοῦ. Ῥεσφὰ μὲν ἔστιν ὡς εἴρηται ἡ διὰ μόνου στόματος προφορὰ τοῦ νόμου, ἥ τις μετὰ τὴν ἀναίρεσιν τῶν ἐξ αὐτῆς παθῶν, ὡς προδιείληπται, καθάπερ σάκκον τὴν μετάνοιαν στρώννυσιν ἑαυτῇ, ἐπὶ τὴν πέτραν τῶν στεῤῥῶν δογμάτων τῆς κατὰ Χριστὸν πίστεως, ἕως καταπεμφθῶσιν αἱ τῶν θείων Γραφῶν γνώσεις ἐκ τοῦ ὕψους τῆς πνευματικῆς θεωρίας, αἱ σβεστικαὶ μὲν τῶν παθῶν, ἐξαπτικαὶ δὲ τῶν ἀρετῶν. Καὶ ἐπήκουσε, φησὶν, ὁ Θεὸς τῇ γῇ. Μετὰ ταῦτα ἐπήκουσεν αὐτῇ, δεομένῃ τῆς ἄνωθεν ῥοπῆς, καὶ τρόπον τινὰ δυσωπούσῃ διὰ τοῦ ἀκόσμου σχήματος. Γῆ μὲν οὖν ἡ καρδία τοῦ μετανοοῦντος, ὄμβροι δὲ, αἱ τῶν δακρύων ἐπιῤῥοαί. Εὐθηνία δὲ καρπῶν ἡ χορηγία τῶν πνευματικῶν χαρισμάτων. Καὶ σῖτος μὲν ὁ διὰ πράξεως στηριγμὸς τῆς ψυχῆς. Οἶνος δὲ ἡ διὰ θεωρίας εὐφροσύνη τοῦ νοῦ. Ἔλαιον δὲ ἡ δι' ἀμφοτέρων ἱλαρότης καὶ κατάστασις, καὶ ὁ διὰ τοῦ ἁγίου Πνεύματος φωτισμός. Καὶ ἔδωκε Κύριος θάνατον ἐν Ἰσραὴλ πρωῒ ἕως ὥρας ἀρίστου. Ἀπὸ πρωῒ γὰρ, τοῦτ' ἔστιν, ἐκ τοῦ πρώτου καιροῦ τῆς ἀνθρωπίνης ζωῆς, ὁ θάνατος διὰ τὴν ἁμαρτίαν κατενεμήθη τοὺς ἀνθρώπους ἕως ὥρας ἀρίστου, τοῦτ' ἔστιν, ἀπὸ Ἀδὰμ ἄχρι τοῦ Χριστοῦ. Οὗτος γάρ ἐστιν ἄριστος ὡς ἄρτος τῆς ζωῆς, καὶ ὡς τρέφων καὶ ποτίζων ἡμᾶς τῷ ἀχράντῳ αὐτοῦ σώματι, καὶ τῷ τιμίῳ αἵματι. Καὶ εἶπε ∆αβίδ· Ἰδοὺ ἐγὼ ἡμάρτηκα, καὶ ἐγὼ ὁ ποιμὴν ἐκακοποίησα· γενέσθω δὴ ἡ χείρ σου ἐν ἐμοὶ, Κύριε. Χριστὸς γὰρ ὁ νέος ∆αβὶδ, ὁ ποιμὴν ὁ καλὸς, εἰς ἑαυτὸν τὰς ἁμαρτίας ἡμῶν ἀναδεξάμενος, ἔθηκε τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων. Καὶ ἐξέτεινεν ὁ ἄγγελος τὴν χεῖρα αὐτοῦ, φησὶν, εἰς Ἱερουσαλὴμ τοῦ διαφθεῖραι ἐν αὐτῇ. Καὶ παρεκλήθη Κύριος καὶ εἶπεν, Ἱκανὸν νῦν, ἄνες τὴν χεῖρά σου. Ἱερουσαλὴμ γὰρ ἡ Ἐκκλησία τῶν πιστῶν ὑπὲρ ἧς ὁ Χριστὸς ἀποθανὼν, καὶ παράκλητος ὑπὲρ ἡμῶν πρὸς τὸν Πατέρα γενόμενος, ἔστησε τὴν θανατηφόρον χεῖρα τοῦ ὀλοθρεύοντος. Ἀναστὰς γὰρ ἐκ νεκρῶν κατήργησε τὸν θάνατον, καὶ ἀπαρχὴ ἀθανασίας τοῖς οἰκήτορσι τῆς Ἐκκλησίας ἐγένετο. Εἶτα κατὰ θείαν ὑπόμνησιν ὁ ∆αβὶδ ἔνθα τὸν ὀλοθρευτὴν ἄγγελον εἶδεν, ἑστήκει διαπήξας θυσιαστήριον, ὁλοκαυτώματα καὶ εἰρηνικὰ ἀνήνεγκε τῷ Θεῷ. Ἵστατο μὲν γὰρ ἐκεῖνος παρὰ τὴν ἅλω τοῦ Ὀρνᾶ. Ἅλως δὲ ἡ Ἐκκλησία τῶν εὐσεβῶν, εἰς ἣν ἀσταχύων δίκην συγκομίζονται οἱ θεριζόμενοι διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος, ἀπὸ τῆς πλάνης καὶ ἀπιστίας, Ἣν ἅλωνα ἐπρίατο νʹ σίκλων. Καὶ γὰρ ὁ Χριστὸς ἐπρίατο τὴν Ἐκκλησίαν πολλοῦ τιμήματος· τοῦ ἰδίου γὰρ αἵματος πηξάμενος θυσιαστήριον, ἐν αὐτῇ, λέγω δὴ τὰ ἐν πάσαις ταῖς κατὰ τόπον ἐκκλησίαις θυσιαστήρια, ἔθυσε δύο βόας, δι' ὧν ὅ τε ἐκ περιτομῆς πιστεύων λαὸς καὶ ὁ ἐξ ἀκροβυστίας ὑποσημαίνονται. Βόες μὲν ὡς ὑπὸ ζυγὸν τοῦ Εὐαγγελίου γεγονότες· θυσιαζόμενοι ὡς θύοντες ἑαυτοὺς, διὰ τοῦ σφαγιάζειν τὰ πάθη. καὶ ἀναλίσκειν αὐτὰ τῷ πυρὶ τοῦ ἁγίου Πνεύματος. Θυσίαι δὲ καὶ εἰρηνικὰ αὐτὸς πάλιν ὁ Χριστὸς διὸ τῆς μυστικῆς καὶ ἀναιμάκτου θυσίας ἑκάστου θυόμενος, καὶ εἰρήνην τοῖς ἐκπεπολεμωμένοις τῷ Θεῷ δωρούμενος, καὶ ἀποκαταλλάττων ἡμᾶς.
ΤΗΣ ΤΡΙΤΗΣ ΤΩΝ ΒΑΣΙΛΕΙΩΝ.
Εἰς τὸν Ἠλίαν, καὶ εἰς τὴν Σαραφθίαν. Πᾶσα ψυχὴ χηρεύουσα ἀρετῆς καὶ γνώσεως, εἴπερ ὑποδέξεται τὸν θεῖον καὶ διαγνωστικὸν λόγον, εἰς μνήμην ἄγοντα τῶν προτέρων ἁμαρτημάτων, καὶ προτιμήσει καὶ αὐτῆς τῆς φύσεως τὴν εἰς αὐτὸν θεραπείαν· ἕξει τὴν σάρκα μὲν ὡς ὑδρίαν, χορηγοῦσαν τὸν ἄρτον τῶν ἀρετῶν, τὸν νοῦν δὲ ὡς καμψάκην, πηγάζοντα τὸ φῶς τῆς γνώσεως· τὸν ἔμφυτον δὲ λογισμὸν, ὡς υἱὸν, τὴν ἐμπαθῆ μὲν ζωὴν ἀποτιθέμενον, τῆς ἀπαθοῦς δὲ καινοπρεπῶς ἀξιούμενον. Ὁ τῆς ἁγίας Γραφῆς λόγος τοῖς ὑψηλοτέροις νοήμασι μικρὸν ἐκδυσάμενος τὴν τῶν ἐπ' αὐτῷ σωματικῶς διαπεπλασμένων ῥητῶν σύνθεσιν, ὡς ἐν φωνῇ αὔρας λεπτῆς γνωρίζεται τῷ διορατικωτέρῳ νοΐ· αἴσθησιν μόνον ἰσχύοντι λαβεῖν τῆς μηνυούσης αὐτὸν ἁπλότητος. Ἐπεὶ δὲ τὸ μὲν Χωρὴβ, Νέωμα ἑρμηνεύεται· πὸ δὲ σπήλαιον κρύφιός ἐστι τόπος· πᾶς κατὰ τὸν μέγαν Ἠλίαν ζητῶν ἀληθῶς τὸν Θεὸν, οὐ μόνον ἐν τῷ Χωρὴβ γενήσεται νεάζων καὶ ἀκμάζων ἐν τοῖς πόνοις τῶν ἀρετῶν, ἀλλὰ καὶ ἐν τῷ σπηλαίῳ τῷ ἐν Χωρήβ· λέγω δὴ τῇ κρυφιότητι τῆς γνώσεως, τῇ οὔσῃ ἐν τῇ ἕξει τῶν ἀρετῶν.
ΤΗΣ ΤΕΤΑΡΤΗΣ ΤΩΝ ΒΑΣΙΛΕΙΩΝ.
Περὶ Ἑλισσαίου καὶ δίφρου. Τὸ ὑπερῷον καὶ ὁ δίφρος τὴν ὑψηλὴν καὶ πεφωτισμένην Ἑλισσαίου πολιτείαν ἐδήλου. Τὰ μὲν ἀτεκνοῦντα ῥεύματα τύπος ἦν τῆς ἀγόνου πρὸς εὐσέβειαν ἀνθρωπότητος. Οἱ δ' ἄλες, τῆς διδασκαλίας τοῦ Σωτῆρος. ∆ιὸ καὶ πρὸς τοὺς ἀποστόλους ὕστερον ἔλεγεν, Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς. Ὁ δ' ἰασάμενος αὐτὰ Ἑλισσαῖος, αὐτοῦ Χριστοῦ, διὰ μιμήσεως ἁπτόμενος τῆς μνήμης τῶν ἁγίων· ἥ τις ὡς λείψανα φέρει τὰς πράξεις αὐτῶν καὶ τὰ κατορθώματα· τὴν μὲν τῶν παθῶν νέκρωσιν ἀποτίθεται, τὴν δὲ τῶν ἀρετῶν ζωὴν ὑποδέχεται.
ΤΗΣ ∆ΕΥΤΕΡΑΣ ΤΩΝ ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ.
Περὶ Ὀζίου. Καὶ ᾠκοδόμησεν Ὀζίας πύργους ἐν Ἱερουσαλὴμ καὶ ἐπὶ τὴν πύλην τῆς γωνίας, καὶ ἐπὶ τὴν γωνίαν τῆς φάραγγος, καὶ ἐπὶ τῶν γωνιῶν, καὶ ᾠκοδόμησε πύργους ἐν τῇ ἐρήμῳ. Ὥσπερ Σολομὼν μέχρι τινὸς ὑπῆρχε Χριστοῦ· οὕτω καὶ Ὀζίας ἕως τινός. Ὀζίας γὰρ ἰσχὺς Θεοῦ ἑρμηνεύεται, ἰσχὺς δὲ καὶ δύναμις ἐνυπόστατος τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Χριστὸς, οἰκοδομῶν ἐν μὲν τῇ ὁράσει τῆς εἰρήνης· τοῦτο γὰρ ἑρμηνεύεται Ἱερουσαλὴμ, λέγω δὴ τοῖς τελειοτέροις εἰς θεωρίας κατάστασιν· πύργους τῶν περὶ τῆς θεότητος αὐτοῦ δογμάτων. Ἐπεὶ δὲ γωνία ἐστὶν ἡ Ἐκκλησία τῶν πιστῶν, καθάπερ βʹ τοίχους ἑνοῦσα καὶ συνέχουσα, τόν τε ἐξ Ἰουδαίων λαὸν, καὶ τὸν ἐξ ἐθνῶν· πύλαι ἂν αὐτῆς νοηθεῖεν, οἱ εἰσαγωγικοὶ καὶ τῶν θεωρητικωτέρων ὑποδεέστεροι· ἐφ' οὓς αὖθις οἰκοδομεῖ πύργους τῶν περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ δογμάτων. Ἐπεὶ δὲ νοεῖται φάραγξ ἡ σὰρξ ἡμῶν, διὰ τὸ εἶναι κάτωθεν, εἴη ἂν γωνία ταύτης, ἡ πρὸς τὴν ψυχὴν ἐν πνεύματι συνάφεια· ἐφ' ἣν οἰκοδομεῖ πύργους τῶν εὐαγγελικῶν ἐντολῶν. Πύργοι δὲ τά τε ῥηθέντα δόγματα καὶ εὐαγγελικαὶ ἐντολαί· ὡς ὑψηλὰ, καὶ φρουροῦντα καὶ φυλάττοντα καὶ ἀσφαλιζόμενα. Ἐπεὶ δὲ καὶ ἐπὶ τῶν γωνιῶν ᾠκοδόμησε πύργους, γωνίας νοήσομεν, τὰς διὰ Χριστοῦ γενομένας διαφόρους ἑνώσεις τῶν διῃρημένων· λέγω δὴ τῆς κτιστῆς καὶ ἀκτίστου φύσεως· ἔτι δὲ τῶν ἀνθρώπων καὶ τῶν ἀγγέλων καὶ ὅσα τοιαῦτα, ἐφ' ὧν οἰκοδομεῖ πύργους τῶν ἐφ' ἑκάστῃ ἑνώσει λόγων καὶ τρόπων. Ἔρημος δέ ἐστιν, ἡ τῶν φαινομένων φύσις, ἤτοι ὁ κόσμος οὗτος, ἐν ᾧ πύργους ᾠκοδόμησε τοὺς λόγους τῶν ὄντων, τὴν γνῶσιν τῆς φυσικῆς ἐν πνεύματι θεωρίας. Καὶ ἐλατόμησε λάκκους πολλοὺς, ὅτι κτήνη πολλὰ ὑπῆρχεν αὐτῷ, ἐν Σεφιλᾷ ἐν τῇ πεδι νῇ, καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ, καὶ ἐν τῇ Καρμήλῳ, ὅτι γεωργὸς ἦν. Λάκκους λατομεῖ ὁ Κύριος ἐν τῇ ἐρήμῳ· λέγω δὲ τῷ κόσμῳ, καὶ τῇ φύσει τῶν ἀνθρώπων, τὰς τῶν ἀξίων καρδίας ἐκχοΐζων καὶ ἀποκαθαίρων τοῦ ὑλικοῦ βάρους τε καὶ φρονήματος, καὶ ποιῶν εὐρυχώρους πρὸς ὑποδοχὴν τῶν θείων τῆς σοφίας καὶ τῆς γνώσεως ὑετῶν· ἵνα ποτίζωσι τὰ κτήνη τοῦ Χριστοῦ· τοὺς δεομένους λέγω, διὰ ψυχῆς νηπιότητα, τῆς ἠθικῆς διδασκαλίας. Λάκκους καλεῖ ἡ Γραφὴ τὰς δεκτικὰς τῶν οὐρανίων χαρισμάτων τῆς αὐτοῦ γνώσεως καρδίας, λαμπομένας τῷ στεῤῥῷ λόγῳ τῶν ἐντολῶν, καὶ ἀποβαλλομένας καθάπερ πωρώματα, τήν τε πρὸς τὰ πάθη φιλίαν, καὶ τὴν πρὸς τὰ αἰσθητὰ τῆς φύσεως σχέσιν, καὶ πληρουμένας τῆς ἄνωθεν φερομένης ῥυπτικῆς τῶν ἀρετῶν ἐν πνεύματι γνώσεως.
Ἐπεὶ δὲ τὸ Σεφιλὰ στενὴν λεκάνην ἑρμηνεύει· κτήνη τοῦ Σεφιλὰ εἶεν ἂν οἱ διὰ τῆς στενοχωρίας τῶν ἀκουσίων πειρασμῶν ἀποκαθαιρόμενοι τῶν ψυχικῶν κηλίδων, καὶ δεόμενοι ποτισθῆναι τὸν περὶ καρτεριᾶς καὶ ὑπομονῆς λόγον. Ἐν τῇ πεδινῇ δὲ οἱ εὐδρομοῦντες κατ' ἀρετὴν, ἢ οἱ ἐμπλατυνόμενοι τῇ κατὰ τὸν βίον εὐπραγίᾳ, δεόμενοι ποτισθῆναι, οἱ μὲν, τὸν περὶ ἐλεημοσύνης καὶ μεταδόσεως. Ἀμπελουργοὶ δὲ τῆς εἰρήνης εἰσὶν οἱ ἐν τῷ ὕψει τῆς θεωρίας γεωργοῦντες τὸν θεῖον λόγον τῆς γνώσεως, εὐφραίνοντα ψυχὴν, καὶ ἐξιστῶντα τῆς ὑλικῆς σχέσεως. Ἐπεὶ δὲ καὶ ὁ Κάρμηλος ἐπίγνωσις περιτομῆς ἑρμηνεύεται, ἀμπελουργοὺς αὐτοῦ φήσομεν, τοὺς κατ' ἐπίγνωσιν τῆς περιτομῆς τῶν ὑλικῶν πραγμάτων, γεωργοῦντας τὸν λόγον τὸν περιτέμνοντα τὴν ψυχὴν τῶν περιττῶν καὶ ἀνωφελῶν φροντίδων καὶ τῆς φιληδονίας. Χρήζουσι δὲ καὶ οὗτοι κἀκεῖνοι διδασκαλίας τῶν παλαιοτέρων τε καὶ τελεωτέρων. Γεωργὸς δὲ ἀληθινὸς ὁ Χριστὸς, γεωργῶν διὰ τοῦ Εὐαγγελίου τοὺς σωζομένους. Ἀλλὰ πῶς Ὀζίας ἠδύνατο ἀμπελουργοὺς ἔχειν ἐν τῷ Καρμήλῳ, αὐτὸς μὲν τὴν τοῦ Ἰούδα βασιλείαν διέπων, τοῦ Καρμήλου δὲ κειμένου ὑπὸ τὴν βασιλείαν τοῦ Ἰσραήλ; Οὐδαμῶς ἑτέρως ἢ κατὰ λόγον ἀναγωγῆς. Καὶ ἦν Ὀζίας ἐκζητῶν τὸν Κύριον ἐν ταῖς ἡμέ ραις Ζαχαρίου τοῦ συνιέντος ἐν φόβῳ Κυρίου· καὶ εὐώδωσεν αὐτῷ ὁ Κύριος. Ἐπείπερ Ὀζίας ἰσχὺς Θεοῦ ἑρμηνεύεται, λοιπὸν πᾶς νοῦς ἰσχὺν ἐκ Θεοῦ λαβὼν εἰς θεωρίαν ἐκζητεῖ τὸν Θεὸν δι' αὐτῆς. Ἐκζητεῖ δὲ αὐτὸν οὐχ ἁπλῶς, ἀλλὰ ἐν ταῖς ἡμέραις τῆς μνήμης τοῦ Θεοῦ, ἐν αἷς μνημονεύει Θεοῦ. Ζαχαρίας γὰρ μνήμη Θεοῦ ἑρμηνεύεται· ἥτις μνήμη συνετίζει τοὺς ἔχοντας αὐτήν. Συνετίζει δὲ αὐτοὺς ἐν φόβῳ τοῦ Κυρίου, τοῦτ' ἔστιν, ἐν τῇ πράξει τῶν ἐντολῶν. Ἀρχὴ γὰρ, φησὶ, σοφίας φόβος Κυρίου. Ὧ καὶ εὐοδοῖ ὁ Κύριος εἰς εὕρεσιν, τούς τε τῶν ἐντολῶν τρόπους διδάσκων, καὶ τοὺς τῶν ὄντων λόγους ἀποκαλύπτων. Τοιγαροῦν ὁ δίχα πράξεως τῶν θείων ἐντολῶν ἐκζητῶν τὸν Θεὸν, οὐχ εὑρίσκει αὐτὸν, μὴ εὐοδούμενος εἰς τοῦτο. Ὁ τοιοῦτος νοῦς ἀποτειχίζει τὴν γινομένην πρὸς τὸν νοῦν διὰ μέσων τῶν αἰσθητῶν εἴσοδον τοῦ διαβόλου, πηξάμενος ἐν τῇ ἐρήμῳ, λέγω δὲ τῇ φυσικῇ θεωρίᾳ, καθάπερ πύργους ἀσφαλεῖς τὰ εὐσεβῆ περὶ τῶν ὄντων δόγματα. Εἰς ἃ ὁ καταφεύγων οὐ φοβεῖται τοὺς κατὰ τὴν ἔρημον ταύτην, φημὶ δὴ τὴν φύσιν τῶν ὁρωμένων, λῃστεύοντας δαίμονας καὶ πλανῶντας τὸν νοῦν διὰ τῆς αἰσθήσεως, καὶ πρὸς ἀπώλειαν κατασύροντας. Ὁ τοιοῦτος νοῦς καὶ ἀληθής ἐστι γεωργὸς, καθαρὰ ζιζανίων, διὰ τῆς οἰκείας σπουδῆς καὶ ἐπιμελείας, τὰ θεῖα τῶν ἀγαθῶν σπέρματα συντηρῶν.
ΕΚ ΤΗΣ ΑΥΤΗΣ ΒΙΒΛΟΥ.
Περὶ Ἐζεχίου. Καὶ εἶδεν Ἐζεχίας ὅτι ἥκει Σεναχηρεὶμ τοῦ πο λεμῆσαι ἐν Ἱερουσαλήμ· καὶ ἐβουλεύσατο μετὰ τῶν πρεσβυτέρων αὐτοῦ καὶ δυνατῶν, ἐμφράξαι τὰ ὕδατα τῶν πηγῶν, ἃ ἦν ἔξω τῆς πόλεως. Καὶ συνεπίσχυσαν αὐτὸν, καὶ συνή γαγε λαὸν πολὺν, καὶ ἐξέφραξε τὰ ὕδατα τῶν πηγῶν, καὶ τὸν ποταμὸν τὸν διορίζοντα διὰ τῆς πόλεως. Ἐπεὶ Ἐζεχίας κράτος Θεοῦ ἑρμηνεύεται, πᾶς νοῦς διὰ πρακτικῆς φιλοσοφίας κτησάμενος κράτος θεῖον, ἐπειδὰν γνῷ κινούμενον κατ' αὐτοῦ τὸν νοητὸν Σεναχηρεὶμ, ὃς ἑρμηνεύεται πειρασμὸς ξηραίνων, ἢ ὀδόντες ἠκονημένοι, ὁποῖός ἐστιν ὁ διάβολος, βουλεύεται μετὰ τῶν πρεσβυτέρων καὶ δυνατῶν τῶν ἀμφ' αὐτόν. Οὗτοι δέ εἰσιν ἥ τε λογιστικὴ δύναμις, καὶ ἡ θυμικὴ, καὶ ἡ ἐπιθυμητική· ἃς εἴληχεν, ὡς πρεσβυτέρους μὲν, ὅτι πρῶται δυνάμεις αὗται τῆς ψυχῆς, καὶ συμπληρωτικαὶ τῆς οὐσίας αὐτῆς, ὡς δυνατοὺς δὲ, ὅτι καὶ αὐτὸ τοῦτο ∆υνάμεις ὀνομάζονται· καὶ ὅτι συνεργοί εἰσι τοῦ νοὸς πρὸς καθαίρεσιν κακίας, καὶ σύστασιν ἀρετῆς, καὶ ὅτι ἄρχουσιν, ἡ μὲν λογικὴ δύναμις, τῶν γνωστικῶν λογισμῶν· ἡ δὲ θυμικὴ, ὁρμῶν· καὶ ἡ ἐπιθυμητικὴ τῶν ἐπιθυμητικῶν ὀρέξεων· ἔτι δὲ ἑκάστη, τῶν κατ' αὐτὴν ἀποτελεσμάτων. Τούτους οὖν τοὺς πρεσβυτέρους ἔχων ὁ νοῦς ὑγιεῖς τε καὶ ἀνεξαπατήτους, βουλεύεται μετ' αὐτῶν, ὡς συνεργῶν, ἐμφράξαι τὰ ὕδατα τῶν πηγῶν τὰ ἔξω τῆς πόλεως.
Ταῦτα δέ εἰσιν αἱ κατὰ τὴν φυσικὴν θεωρίαν γινόμεναι φαντασίαι, καὶ τὰ νοήματα τῶν αἰσθητῶν. Ὧν φαντασιῶν καὶ νοημάτων πηγαὶ, αὐτὰ τὰ αἰσθητὰ ἔξω τῆς πόλεως κείμενα· λέγω δὴ τῆς ψυχῆς· καὶ ἔξωθεν τὰς ἐξ αὐτῶν ῥεούσας φαντασίας εἰς αὐτὴν πέμποντα. Καλῶς οὖν ἐμφράττει τὰ τοιαῦτα ὕδατα, ἵνα μὴ δι' αὐτὰ παραμένων ὁ ἐχθρὸς πολεμῇ τῇ ψυχῇ. Ἐμφράττει δὲ καὶ τὸν ποταμὸν τὸν διερχόμενον διὰ τῆς ψυχῆς· οὖτος δέ ἐστιν ὁ τῆς φυσικῆς θεωρίας ἐπιστημονικὸς λόγος· ἵνα μὴ λάθῃ δι' αὐτοῦ εἰσελθών. Χρὴ γὰρ τὸν μὴ τελέως ἀπαλλαγέντα παθῶν, ἐν τῷ καιρῷ τοῦ πολέμου τῶν παθῶν, μύειν τὰς αἰσθήσεις, καὶ παύειν μὲν καὶ τὰς φαντασίας, καὶ τὰ νοήματα τῶν αἰσθητῶν, καὶ τὴν φυσικὴν φιλοσοφίαν, κακοπαθείᾳ τοῦ σώματος. Ὧν μὲν τῆς προσευχῆς τύπος, ἡ τοῦ βασιλέως εἰς τὸν θεῖον ναὸν ἄνοδος· τῆς δὲ σωματικῆς κακοπαθείας, ἡ τοῦ σάκκου παραβολή. Συνεπισχύουσι δὲ καὶ συνεργοῦσιν αὐτῷ πρὸς ἔμφραξιν, οἵ τε δηλωθέντες πρεσβύτεροι καὶ ὁ συναχθεὶς λαὸς, ὅστις ἐστὶν οἱ εὐσεβεῖς λογισμοὶ ἑκάστης τῶν εἰρημένων τριῶν δυνάμεων. Χρὴ δὲ φυλάττειν καὶ τὰ χείλη τῆς ψυχῆς, ἤτοι τὰς φρουρητικὰς αὐτῆς ἀρετὰς, ἢ τὰς τῶν ἀρετῶν φυλακτικὰς μεθόδους, ἐγκράτειαν καὶ ὑπομονὴν, καὶ ταπείνωσιν· καὶ οὕτως ἀποστέλλεται θεόθεν ἄγγελος, ὁ διαφθείρων τὰ πάθη λόγος τῆς γνωστικῆς σοφίας, καὶ ἀναιρεῖ τὰς ρπεʹ χιλιάδας αὐτῶν. Ἓξ γὰρ δεκάκις ξʹ, καὶ τρὶς ξʹ καὶ ρπʹ, οἷς προστεθέντων καὶ εʹ συναπαρτίζεται ὁ τῶν ἀναιρεθεισῶν χιλιάδων ἀριθμός. Ἐπεὶ γὰρ ἡ περὶ φύσιν τῶν προειρημένων τριῶν δυνάμεων, πᾶσαν κακίαν ποιεῖ· τὸν ἓξ μὲν ἀριθμὸν λαμβάνομεν διὰ τὸ ποιητικὸν τῆς κακίας· ἐν ἓξ γὰρ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν κόσμον. ∆εκάκις δὲ διὰ τὴν ἐν κακίᾳ τελείαν κίνησιν ἑκάστης δυνάμεως. Τέλειος γὰρ ὁ δέκα, τελειῶν καὶ περιορίζων πάντας τοὺς κυρίως ἀριθμούς· τρισσοῦμεν τὰ ἀποτελεσθέντα διὰ τὸ τρισσὸν τῶν δηλωθεισῶν δυνάμεων. Καὶ προστιθέαμεν τὰ πέντε διὰ τὴν αἴσθησιν, περὶ ἣν ἡ κακία ἐνεργεῖται· πενταδικὴ γὰρ ἡ αἴσθησις. Χιλιάδες δὲ τὰ τῆς κακίας ἀποτελέσματα, διὰ τὸ χεῖσθαι λίαν καθ' ἡμῶν. Ὅτι δὲ ταῖς φαντασίαις καὶ τοῖς νοήμασι τῶν αἰσθητῶν ἀποκέχρηται καθ' ἡμῶν ὁ νοητὸς Σεναχηρεὶμ, ἐπηρεάζων καὶ ξηραίνων τὰς ψυχὰς τῶν ἁλισκομένων, τῷ χωρίζειν αὐτὰς τῆς πηγῆς τῶν ἀγαθῶν, παντί που δῆλον. ∆ιὰ γὰρ τῶν φαντασιῶν τυπούμενα τὰ σχήματα καὶ τὰ εἴδη τῶν αἰσθητῶν, πολλάκις ἐναπομένουσι τῇ ψυχῇ, καὶ δεσμοῦσι καὶ κατασύρουσιν εἰς τὴν σύγχυσιν τῶν παθῶν, ἧς ὁ Σεναχηρεὶμ οὗτος βασιλεύει. Ἡ Βαβυλὼν γὰρ σύγχυσις ἑρμηνεύεται. Ὑποστρέφει δὲ μετ' αἰσχύνης τῇ ὁδῷ ᾗ ἦλθεν ὡς γέγραπται· πῶς ὁδός ἐστιν αὐτὰ τὰ φυσικὰ πάθη, τὸ ἐσθίειν, τὸ πίνειν, τὸ ὑπνοῦν, καὶ ὅσα πρὸς σύστασιν τοῦ σώματος· ἃ τῷ μὲν ὑπὲρ τὴν χρείαν τρόπῳ τῆς χρήσεως ἄγουσιν εἰς ἡμᾶς τὸν διάβολον· τῷ δὲ κατὰ τὴν χρείαν τρόπῳ τῆς χρήσεως, δι' ἑαυτῶν αὖθις ἀποστρέφουσιν αὐτὸν, φεύγοντα εἰς τὴν γῆν αὐτοῦ· ἥτις ἐστὶν ἡ παγία τῆς κακίας ἕξις, ὃν φεύγοντα ἀναιροῦσιν οἱ υἱοὶ αὐτοῦ, καὶ φεύγουσιν εἰς Ἀρμενίαν. Υἱοὺς δὲ αὐτοῦ νοήσομεν τοὺς ἐξ αὐτοῦ τικτομένους πονηροὺς λογισμοὺς, ὑφ' ὧν ἀναιρεῖται, ὅτε συγχρησόμεθα τούτοις εἰς ἀγαθόν· καὶ δι' ὧν ἐσπούδασεν ἑλεῖν, διὰ τούτων ἀνέλωμεν αὐτόν. Οἳ καὶ φεύγουσιν εἰς παράθεσιν ἀναπαύσεως. Ἀρμενία γὰρ ἑρμηνεύεται παράθεσις ἀναπαύσεως. Παρατιθέασι γὰρ ἡμᾶς ἀναπαύσει λοιπόν. Ἀλλὰ ταῦτα μὲν οὕτως. Ποταμὸς δὲ διορίζων διὰ τῆς πόλεως, ἡ κατὰ τὴν φυσικὴν θεωρίαν γνῶσις τῶν αἰσθητῶν, ἵνα σαφέστερον εἴπωμεν· ἥτις διερχομένη διὰ μέσης τῆς ψυχῆς, μεθόριον τῶν ἄκρων γίνεται, νοῦ καὶ αἰσθήσεως, δι' ἑαυτῆς συνάπτουσα τὸν νοῦν τῇ αἰσθήσει. Ἡ γὰρ γνῶσις τῶν αἰσθητῶν, καθ' ὃ μὲν εἰς εἶδος τυποῦται τοῖς σχήμασι τῶν αἰσθητῶν, κοινωνεῖ τῷ νῷ. Καὶ ἡ συνθήκη δὲ τῶν λέξεων δηλοῖ τὴν σύνοδον τοῦ νοῦ καὶ τῆς αἰσθήσεως. Γνῶσις γὰρ τῶν αἰσθητῶν. Καὶ ἡ μὲν γνῶσις οἰκεία τῷ νῷ· τὰ δὲ αἰσθητὰ, οἰκεῖα τῇ αἰσθήσει. Καὶ προσηύξατο Ἐζεχίας ὁ βασιλεὺς, καὶ Ἡσαΐας υἱὸς Ἀμμῶς, καὶ ἐβόησαν εἰς τὸν οὐρανὸν, καὶ ἀπέστειλε Κύριος ἄγγελον, καὶ ἐξέτριψε πάντα δυνατὸν καὶ πολεμιστὴν, καὶ ἄρχοντα καὶ στρατηγὸν, ἐν τῇ παρεμβολῇ βασιλέως Ἀσσούρ. Καὶ ἀπέστρεψε μετ' αἰσχύνης προσ ώπου. Χρὴ τὸν γνωστικῶς θεωροῦντα τὴν θείαν Γραφὴν ἀσκηθῆναι καὶ τὰς τῶν ὀνομάτων ἑρμηνείας, αὐτόθεν δυναμένας πολλάκις ὅλην σαφηνίζειν τῶν γεγραμμένων διάνοιαν· εἴπερ μέλλοι μὴ πρὸς σῶμα μόνον καὶ γῆν Ἰουδαϊκῶς κατάγειν τὸ ὕψος τοῦ πνεύματος. Ἄχαζ ἐγέννησε τὸν Ἐζεχίαν. Ἑρμηνεύεται δὲ Ἄχαμὲν ἰσχύς· Ἐζεχίας δὲ κράτος θεῖον. Καὶ λαμβάνε ται ἡ μὲν ἰσχὺς εἰς τὴν πρᾶξιν τῶν ἁγίων ἐντολῶν· τὸ δὲ θεῖον κράτος εἰς τὴν ἀρετήν. Καὶ ὥσπερ ὁ Ἄχαζ ἐγέννησε τὸν Ἐζεχίαν, οὕτω καὶ ἡ πρᾶξις τὴν ἀρετήν· ὑφ' ἧς διαφθείρεται ἡ κακία. Πάλιν οὖν, Ἀμμῶς ἐγέννησε τὸν Ἡσαΐαν. Ἑρμηνεύεται δὲ Ἀμμῶςμὲν λαοῦ πόνος· Ἡσαΐας δὲ ὕψος θεῖον, καὶ λαμβάνεται ὁ μὲν πόνος εἰς τοὺς ἐπὶ τῇ πράξει τῶν ἀρετῶν ἱδρῶτας, ἢ τοὺς ἐπὶ τῇ φυσικῇ θεωρίᾳ καμάτους, τὸ δὲ ὕψος εἰς τὴν γνῶσιν τῆς ἀληθείας, ἣν γεννῶσιν οἱ ἐπὶ τῇ πράξει τῶν ἀρετῶν ἱδρῶτες, ἢ τῆς τῶν γεγονότων θεωρίας οἱ πόνοι, διαφθείρουσαν τὴν ἀντικειμένην αὐτῇ δύναμιν τοῦ ψεύδους. Ὥσπερ εὐχή ἐστιν ὑπόσχεσις τῶν ἐξ ἀνθρώπων Θεῷ κατ' ἐπαγγελίαν προσαγομένων καλῶν· οὕτω προσευχὴ, κατὰ τὸν εἰκότα λόγον, ἔσται σαφῶς ἡ τῶν ἐκ Θεοῦ πρὸς σωτηρίαν χορηγουμένων τοῖς ἀνθρώποις ἀγαθῶν ἐξαίτησις, ἀντίδοσιν φέρουσα τῆς τῶν προηγουμένων καλῆς διαθέσεως.
Βοὴ δέ ἐστιν ἡ τῶν κατὰ τὴν πρᾶξιν ἐναρέτων τρόπων καὶ τῶν κατὰ τὴν θεωρίαν γνωστικῶν θεωρημάτων, ἐν τῷ καιρῷ τῆς τῶν πονηρῶν δαιμόνων ἐπαναστάσεως, ἐπίδοσίς τε καὶ ἐπαύξησις· ἧς πάντων οὐχ ἥκιστα φυσικῶς ἀκούει Θεὸς, ἀντὶ μεγάλης φωνῆς τὴν τῶν ἀρετῆς καὶ τῆς γνώσεως ἐπιμελουμένων λαμβάνων διάθεσιν. Οὐρανὸς δὲ πολλάκις κατὰ τὴν Γραφὴν λέγεται αὐτὸς ὁ Θεὸς, ὡς τὸ, Οὐ δύναται ἄνθρωπος λαμβάνειν ἀφ' ἑαυτοῦ οὐδὲν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ, ἀντὶ τοῦ, ἐκ τοῦ Θεοῦ. Καλεῖ δὲ οὐρανὸν αὕτη καὶ τὰς οὐρανίας δυνάμεις. Ὡς τὸ, Ὁ οὐρανός μοι θρόνος. Λέγεται δὲ οὐρανὸς καὶ τὸ ὕψος τῆς ἐν ἀνθρώποις ἀληθοῦς γνώσεως. Ὁ γὰρ μετὰ πράξεως γινώσκων, καὶ μετὰ γνώσεως πράττων, θρόνος καὶ ὑποπόδιόν ἐστι τοῦ Θεοῦ. Θρόνος μὲν διὰ τὴν γνῶσιν, ᾗ ὁ Θεὸς ἐνθρονίζεται· ὑποπόδιον δὲ διὰ τὴν πρᾶξιν, ἐφ' ἑαυτῆς δεχομένην τὰς θείας βάσεις. Τούτων οὕτω προθεωρηθέντων, λοιπὸν πᾶς εὐσεβὴς ἀρετῇ καὶ γνώσει, ἢ πράξει καὶ θεωρίᾳ φρουρούμενος, ἐπειδὰν ἴδῃ διὰ τῶν παθῶν ἐπαναστᾶσαν αὐτῷ τὴν πονηρὰν καὶ ὀλέθριον δύναμιν, καθάπερ καὶ Ἐζεχίας καὶ Ἡσαΐας εἶδον ἐπερχόμενον αὐτοῖς τὸν βασιλέα τῶν Ἀσσυρίων, καταφεύγει πρὸς τὸν Θεὸν, καὶ ἀλαλήτως βοᾷ πρὸς αὐτὸν, διὰ τῆς κατ' ἀρετὴν καὶ γνῶσιν ἐπιδόσεως, καὶ δέχεται σύμμαχον ἄγγελον· δηλονότι μείζονα σοφίας καὶ γνώσεως λόγον ἐκτρίβοντα τοὺς πολεμίους. Παρεμβολὴ δὲ βασιλέως Ἀσσούρ ἐστιν ὁ πρὸς ἡδονὴν τὰς φυσικὰς ὀρέξεις κινῶν. Πολεμιστὴς δὲ ὁ τὸ θυμικὸν διεγείρων, εἰς τὴν τῶν ἡδονῶν φυλακήν. Ἄρχων δὲ ὁ ταῖς ἐπιφανείαις τῶν ἀρετῶν τὰς αἰσθήσεις διερεθίζων. Στρατηγὸς δὲ ὁ εἰδοποιὸς τῶν παθῶν, καὶ τῆς ἐνεργείας αὐτῶν ἐπινοητικός. Πρόσωπον δὲ τοῦ διαβόλου, τὸ λεῖον τῆς ἡδονῆς, καὶ τὰ θελκτικὰ τῶν αἰσθήσεων αἰσθητά. Καὶ πολλοὶ ἔφερον δῶρα τῷ Κυρίῳ εἰς Ἱερουσα λὴν, καὶ τὰ δόματα τῷ Ἐζεχίᾳ βασιλεῖ Ἰουδαίων. Πᾶς νοῦς ἀρετῇ καὶ γνώσει κατεστεμμένος, καὶ βασιλεύων Ἱερουσαλὴμ, ἤτοι τῆς εἰρήνην ὁρώσης ἕξεως· λέγω δὴ τῆς τῶν στασιαζόντων παθῶν ἀπηλλαγμένης καταστάσεως (ὅρασις γὰρ εἰρήνης Ἱερουσαλὴμ ἑρμηνεύεται)· πάντως ἔχει τὴν φαινομένην κτίσιν προσφέρουσαν αὐτῷ μὲν δόματα, τῷ δὲ Θεῷ δῶρα δι' αὐτοῦ. Κυρίως γὰρ δόματα μὲν τὰ τοῖς ἐνδεέσι διδόμενα· δῶρα δὲ, τὰ τοῖς ἀπροσδεέσιν εἰσκομιζόμενα. ∆ιὸ τῷ μὲν Κυρίῳ δῶρα ὡς πάντων ἀπροσδεεῖ τῷ δὲ Ἐζεχίᾳ δόματα, διότι πᾶς ἄνθρωπος ἐπιδεῖται, καὶ τρόπων εἰς ἀρετὴν, καὶ λόγων εἰς γνῶσιν. Ἀλλὰ δῶρα μὲν, οἱ ἐνυπάρχοντες ἑκάστῳ εἴδει τῶν συμπληρούντων τὴν κτίσιν πνευματικοὶ λόγοι, δι' ὧν ὁ τῆς κτίσεως γνωρίζεται ποιητὴς, διδασκόντων, ὅτι ἐστί τις τῶν φαινομένων κτίστης καὶ δεσπότης. ∆όματα δὲ οἱ ἐνόντες ἑκάστῳ τούτων αὖθις φυσικοὶ νόμοι· τοῦτ' ἔστι, τὰ φυσικὰ πλεονεκτήματα, δι' ὧν παιδεύεταί τις πρὸς ἀρετήν· ἐκλεγόμενος τοῦ μὲν τόδε, τοῦ δὲ τόδε· καὶ τοὺς φυσικοὺς αὐτῶν νόμους τοῖς προαιρετικοῖς αὐτοῦ τρόποις ἀπομιμούμενος.
Ἐγκατέσπειρε γὰρ ὁ Θεὸς τοῖς κατὰ μέρος εἴδεσι τῆς κτίσεως καὶ σοφίας λόγους πνευματικοὺς, μηνύοντας τὸν ποιητὴν αὐτῶν Θεόν· καὶ φυσικοὺς νόμους παιδαγωγοῦντας εἰς ἀρετὴν τὸν θεατὴν αὐτῶν ἄνθρωπον. Ἵνα δὲ ἐκ πολλῶν ὀλίγα παραθῶμεν, ἀετοῦ φυσικὸς νόμος, τὸ πρὸς τὴν ἡλιακὴν μαρμαρυγὴν ἰθυτενῶς ἀτενίζειν. Ὃ μιμήσεταί τις, ἀπευθύνων τὸν νοῦν εἰς τὸ θεῖον φῶς. Μιμήσεται καὶ τὴν ἔλαφον, τὰ ὕψη τῶν θείων θεωρημάτων, καθάπερ ἐκείνη τὰ ὄρη, μεταδιώκων, καὶ τὰ ἐμφωλεύοντα τοῖς ὁρωμένοις εἴδεσι πάθη, καθάπερ ὄφεις, τῷ λόγῳ διαφθείρων τῆς διακρίσεως, καὶ τὸν τῇ μνήμῃ ἐναπολαμβανόμενον ἰὸν τῆς κακίας, ταῖς πολλαῖς καὶ διαφόροις κατασβεννύων πηγαῖς τῆς γνώσεως. Μιμήσεται καὶ τῆς δορκάδος τὴν ὀξυωπτίαν, τοὺς βρόχους τῶν ἐπιβουλευόντων τῇ ἀρετῇ δαιμόνων ὑπερπηδῶν. Ἔτι δὲ καὶ τοῦ ὀρνέου τὴν ἀσφάλειαν, τὰς παγίδας τῶν τῇ γνώσει πολεμούντων πονηρῶν πνευμάτων ὑπεριπτάμενος. Οἱ μὲν θειότεροι τῆς κτίσεως λόγοι φαίνονται ἐν τῇ προνοίᾳ καὶ συνοχῇ τῆς τοῦ καθ' ἕκαστον εἴδους μονιμότητος, οἱ δὲ φυσικοὶ νόμοι ταύτης, ἐν τῇ ταυτότητι τῆς τοῦ καθ' ἕκαστον εἴδους φυσικῆς ἐνεργείας. ∆ι' ὧν ὁμοῦ πάντων δοξάζεται μὲν ὁ Θεὸς, παρ' οὗ γεγόνασι· προκόπτει δὲ ὁ ἄνθρωπος δι' ὃν αὖθις γεγόνασι. Καὶ ὑπερήρθη κατ' ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν. Ὁ διὰ πράξεως καὶ θεωρίας μεγαλυνθεὶς, ὑπεραίρεται διὰ πράξεως μὲν πάντων τῶν σαρκικῶν καὶ διαβεβλημένων παθῶν, ὑπεράνω τούτων γινόμενος τῶν δὲ φυσικῶν λεγομένων σωμάτων, ἤτοι τῶν ὑπὸ γένεσιν ὄντων καὶ φθοράν· καὶ ἁπλῶς εἰπεῖν ὅσα ὑπὸ τὴν αἴσθησιν· διὰ θεωρίας τοὺς ἐν αὐτοῖς λόγους γνωστικῶς διαπεράσας, καὶ πρὸς τὰ συγγενῆ νοητὰ καὶ θεῖα τὸν νοῦν ἀγαγών. Καὶ γὰρ ἡ πρακτικὴ μὲν φιλοσοφία τὸν πρακτικὸν ὑπεράνω ποιεῖ τῶν παθῶν· ἡ θεωρία δὲ τὸν θεωρητικὸν ὑπεράνω τῶν ὁρωμένων καθίστησι. Καὶ οὐ κατὰ τὸ ἀνταπόδομα ὃ ἀνταπέδωκεν αὐτῷ ὁ Θεὸς ἀνταπέδωκεν Ἐζεχίας, ἀλλ' ὑψώθη ἡ καρδία· καὶ ἐγένετο ἐπ' αὐτὸν ὀργὴ καὶ ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἱερουσαλήμ. Πᾶς νοῦς φιλόσοφος ὁμοῦ καὶ φιλόθεος καὶ τὸν Ἰούδαν ἔχει καὶ τὴν Ἱερουσαλήμ· τὸν μὲν εἰς τὴν ἕξιν τῆς ἐξομολογήσεως καὶ μετανοίας λαμβανόμενον· ἐξομολόγησις γὰρ ὁ Ἰούδας ἑρμηνεύεται· τὴν δὲ, εἰς τὴν εἰρηνικὴν τῆς ἀπαθείας κατάστασιν, ὡς ἀνωτέρω δεδήλωται. Καὶ τὸν μὲν ὡς πρακτικὴν φιλοσοφίαν, τὴν δὲ, ὡς θεωρητικὴν μυσταγωγίαν. Ἡνίκα τοίνυν πᾶσαν ἀντικειμένην ἀρετῇ καὶ γνώσει διακρουσάμενος δύναμιν, καὶ τὸ κατὰ τῶν πνευμάτων τῆς πονηρίας ἀναδυσάμενος κράτος, μὴ τὴν δέουσαν εὐχαριστίαν προσαγάγῃ τῷ τῆς νίκης αἰτίῳ Θεῷ, ἀλλ' ὑψωθῇ τὴν καρδίαν, ἑαυτῷ τὸ πᾶν τοῦ κατορθώματος ἐπιγραψάμενος· τηνικαῦτα ὡς μὴ ἀνταποδοὺς τῷ Θεῷ, δέχεται οὐ μόνον αὐτὸς τὴν ὀργὴν τῆς ἐγκαταλείψεως, ἀλλὰ καὶ Ἰούδας καὶ Ἱερουσαλὴμ, τοῦτ' ἔστιν, ἥ τε τῆς πράξεως ἕξις καὶ ἡ τῆς θεωρίας· τῇ πράξει μὲν ἐπανισταμένων παθῶν ἀτιμίας, τῇ θεωρίᾳ δὲ, ψευδῶν ἐννοιῶν συνεπιπλεκομένων. Θεῖος γὰρ ὡς ἀληθῶς ὅρος καὶ νόμος, κελεύων παιδεύεσθαι πρὸς εὐγνωμοσύνην διὰ τῶν ἐναντίων, τοὺς ἐπὶ τοῖς κρείττοσι φανέντας εὐγνώμονας, καὶ τῇ σπάνει τῶν ἀγαθῶν τοὺς ἐπὶ τῇ ἀφθονίᾳ τούτων ἐπαιρομένους. Ἡ γὰρ ἐπὶ κατορθώμασιν οἴησις ἀπαιδαγώγητος μένουσα, τὸ τῆς ἀντιθέου τίκτειν οἶδεν ὑπερηφανίας νόσημα· ἵνα μὴ εὑρεθῶμεν τῷ καλῷ πρὸς τὴν τοῦ κακοῦ γένεσιν χρώμενοι· καὶ δι' ὧν ἔδει πλέον διασφαχθεῖσαν, ἐν ἡμῖν ἀσάλευτον μένειν τὴν θείαν ἐπίγνωσιν, δι' ἐκείνων τὴν ἄγνοιαν νοσήσαντες ταύτης.
Ὁ μὲν γὰρ οἰόμενος δι' ἑαυτοῦ κατορθοῦν, οὐκ ἐπιζητήσει λοιπὸν τὴν πηγαίαν τῶν καλῶν αἰτίαν· ὁ δὲ τῆς ἑαυτοῦ συναισθόμενος περὶ τὰ καλὰ πενίας καὶ ἀσθενείας, τρέχει πρὸς τὸν δοῦναι δυνάμενον τῆς ἐνδείας τὴν πλήρωσιν. Γίνεται τοίνυν ἐπὶ τὸν εἰρημένον νοῦν ἡ σωτήριος ὀργὴ τῆς ἐγκαταλείψεως, ἵνα ταπεινωθῇ, καὶ ἐπιγνῷ τὸν χορηγὸν τῶν κατορθωμάτων· καὶ μὴ ἐπέλθῃ ἐπ' αὐτὸν ἄλλη ὀργὴ τῆς ἀφαιρέσεως τῶν δοθέντων χαρισμάτων. Γέγραπται γὰρ εὐθὺς, ὅτι Καὶ ἐταπεινώθη Ἐζεχίας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ, καὶ οὐκ ἐπῆλθεν ἐπ' αὐτοὺς ὀργὴ Κυρίου ἐν ταῖς ἡμέραις Ἐζεχίου. Πᾶς τοιγαροῦν διὰ Θεοῦ τὴν νίκην, ὡς προδεδήλωται, κτησάμενος, καὶ μὴ κατὰ τὸ ἀνταπόδομα, ὃ ἀνταπέδωκεν αὐτῷ ὁ Θεὸς, ἀνταποδοὺς αὐτῷ· τοῦτ' ἔστι, μὴ τῷ μεγέθει τῆς σωτηρίας ἐξισώσας τὸ πλῆθος τῆς εὐχαριστίας· μηδὲ τῇ εὐεργεσίᾳ τοῦ σώσαντος ἀντιμετρήσας τὴν οἰκείαν διάθεσιν· ἀνταπόδοσις γὰρ τοῦ σωθέντος ἐστὶν, ἡ πρὸς τὸν σώσαντα δι' ἔργων ἀντιμετρουμένη διάθεσις· ἀλλ' ὑψώσας ἑαυτοῦ τὴν καρδίαν, ἅτε μέγα φρονήσας ὡς μὴ παρὰ Θεοῦ λαβὼν, ἐνδίκως δέχεται γινομένην ἐπ' αὐτὸν τὴν πρώτην ὀργὴν, συγχωροῦντος τοῦ Θεοῦ τῷ διαβόλῳ νοητῶς αὐτῷ συμπλακῆναι, καὶ τούς τε κατὰ τὴν πρᾶξιν παρασαλεῦσαι τρόπους τῆς ἀρετῆς· τούς τε κατὰ τὴν θεωρίαν διαυγεῖς ἐπιθολῶσαι λόγους τῆς γνώσεως, ἵνα μαθὼν τὴν οἰκείαν ἀσθένειαν, ἐπιγνῷ τὴν θείαν δύναμιν, τὴν ἐν ἡμῖν τὰ πάθη καταπαλαίουσαν, καὶ ταπεινωθῇ μετανοήσας, καὶ τὸν ὄγκον ἀποβαλὼν τῆς οἰήσεως, καὶ οὕτως ἱλεωσάμενος τὸν Θεὸν ἀποστρέψῃ τὴν ἐπερχομένην τοῖς μετανοοῦσιν ὀργὴν, τὴν ἀφαιρουμένην τὴν φρουρητικὴν χάριν τῆς ψυχῆς, καὶ ἔρημον καταλιμπάνουσαν τὸν ἀγνώμονα. Ἡμέρας δὲ Ἐζεχίου νοήσεις τοὺς διαφόρους φωτισμοὺς τοῦ δηλωθέντος νοὸς, οὓς δημιουργεῖ διὰ τῆς ἰδίας ἀνατολῆς ὁ νοητὸς ἥλιος τῆς δικαιοσύνης. Ὀργὴ Θεοῦ ἐστιν ἡ τῶν παιδαγωγουμένων ἐπίπονος αἴσθησις, ἤτοι ἡ τῶν ἀκουσίων πόνων ἐπαγωγή· δι' ἧς τὸν ἐπ' ἀρετῇ καὶ γνώσει φυσιούμενον νοῦν ὁ Θεὸς πολλάκις ἄγει πρὸς συστολὴν καὶ ταπείνωσιν, αὐτὸν ἑαυτοῦ γενέσθαι διδοὺς ἐπιγνώμονα, καὶ τῆς οἰκείας ἀσθενείας συνίστορα. Ἑτέρα δὲ ὀργὴ Κυρίου ἐστὶν ἡ ἀνακωχὴ τῆς τῶν θείων χαρισμάτων χορηγίας· ἥτις συμφερόντως ἐπὶ πάντα γίνεται νοῦν ὑψηλὸν καὶ μετέωρον, καὶ τοῖς δοθεῖσιν αὐτῷ θεόθεν καλοῖς, ὡς ἐπὶ ἰδίοις μεγαλαυχούμενον κατορθώμασι. Γίνεται κατὰ πρόνοιαν ἐπὶ τὸν ὑψηλόφρονα νοῦν ὀργὴ ἐγκαταλείψεως, ἤτοι συγχώρησις τοῦ διοχληθῆναι αὐτὸν ὑπὸ δαιμόνων, κατά τε τὴν πρᾶξιν, κατά τε τὴν θεωρίαν· ἵνα λάβῃ τῆς μὲν ἑαυτοῦ φυσικῆς ἀσθενείας συναίσθησιν, τῆς δὲ σκεπούσης αὐτὸν, καὶ τὸ πάντων ἀγαθῶν κατορθούσης θείας δυνάμεώς τε καὶ χάριτος ἐπίγνωσιν, καὶ ταπεινωθῇ, πόῤῥω παντελῶς ἑαυτοῦ τὸ ἀλλότριον καὶ παρὰ φύσιν ὕψος ποιούμενος· ὥστε μὴ ἐπανελθεῖν ἐπ' αὐτὸν τὴν ἄλλην ὀργὴν, τὴν τῶν δοθέντων χαρισμάτων ἀφαίρεσιν, ταπεινωθέντα καὶ γενόμενον τῆς τοῦ τὰ καλὰ παρέχοντος ἐπιγνώσεως. Ὁ μὴ σωφρονισθεὶς τῷ πρώτῳ τῆς ὀργῆς, ὑποπίπτει τῷ δευτέρῳ, καὶ ἀφαιρεῖται τὴν τῶν χαρισμάτων ἐνέργειαν, καὶ γίνεται τῆς φρουρούσης δυνάμεως ἔρημος. Φησὶ γὰρ ἐν ἄλλοις ὁ Θεὸς, Ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα, καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ ἀναβήσεται αὐτὸν, ὡς εἰς χέρσον ἄκανθα· καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτόν.
Ἀλλὰ πῶς, τοῦ Ἐζεχίου σφαλέντος, ἐγένετο οὐκ ἐπ' αὐτὸν μόνον ἡ ὀργὴ, ἀλλὰ καὶ ἐπὶ Ἰούδαν, καὶ ἐπὶ Ἱερουσαλὴμ, καίτοι τοῦ Κυρίου σαφῶς ἐν ἄλλοις ἀποφηναμένου μὴ ἀποθανεῖν ἄλλον ὑπὲρ τῆς ἄλλου πλημμελείας, ἀλλ' ἕκαστον ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖσθαι; Ἐπειδὴ τὸν Ἐζεχίαν εἰς τὸν φιλόσοφον καὶ φιλόθεον προδιελάβομεν νοῦν, καὶ τὸν μὲν Ἰούδαν εἰς πρᾶξιν, τὴν δὲ Ἱερουσαλὴμ εἰς τὴν θεωρίαν· ὅταν τι καθ' οἷον δή ποτε τρόπον πεπονθέναι τὸν νοῦν νοήσωμεν, τότε καὶ τὴν πρακτικὴν αὐτοῦ δύναμιν καὶ τὴν θεωρητικὴν συμπεπονθέναι πιστεύομεν. Τοῦ γὰρ ὑποκειμένου πάσχοντος, καὶ τὰ ἐν ὑποκειμένῳ συμπάσχουσιν. Ὑποκείμενον μὲν γὰρ ὁ νοῦς, ὡς ἀρετῆς καὶ γνώσεως δεκτικός. Ἐν ὑποκειμένῳ δὲ πρᾶξις καὶ θεωρία, αἵτινες, πρὸς τὸν νοῦν, συμβεβηκότων λόγον ἐπέχουσι. ∆ιὸ κατὰ πάντα τρόπον καὶ συμπάσχουσι πάσχοντι, τὴν αὐτοῦ ποιὰν κίνησιν, ἀρχὴν τῆς οἰκείας ἀλλοιώσεως ἔχουσαι. Καλῶς οὖν τῷ ῥητῷ τῆς Γραφῆς συμφέρεται τῆς θεωρίας ὁ λόγος, λύων τὸ φαινόμενον ἄπορον. Μόνος γὰρ ὁ νοῦς ὑψοῦται, μεγαλοφρονῶν ἐπὶ κατορθώματι. Ἡ πρᾶξις δὲ καὶ ἡ θεωρία οὐ πεφύκασι τοῦτο πάσχειν, μὴ θεωρούμεναι καθ' ἑαυτὰς ὑποστατικῶς· ὅμως μέν τοι τῷ νῷ κατά τι μολυνομένῳ συγχαίρονται. Καὶ ἔθαψε τὸν Ἐζεχίαν ἐν ἀναβάσει τάφων υἱῶν ∆αβὶδ, καὶ δόξαν καὶ τιμὴν ἔδωκαν αὐτῷ ἐν τῷ θανάτῳ αὐτοῦ πᾶς Ἰούδα, καὶ οἱ κατοι κοῦντες Ἱερουσαλήμ. ∆αβὶδ ἑρμηνεύεται μὲν ἐξουδένωσις, ἑρμηνεύεται δὲ καὶ ἱκανὸς χειρί. Εἴη δ' ἂν τοιοῦτος ὁ Χριστὸς, ὃν ἀποδοκιμάσαντες ἐξουδένωσαν οἱ τῶν Ἰουδαίων ἱερεῖς τε καὶ ἄρχοντες, γενόμενον δι' ἡμᾶς ὄνειδος ἀνθρώπων ἀπιστούντων τῇ ἀληθείᾳ, καὶ ἐξουδένωμα λαοῦ πλήρους ἁμαρτιῶν. Ὁ ποιμὴν ὁ καλὸς, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ ἡμῶν τῶν αὐτοῦ προβάτων· ὁ ἀποκτείνας τὸν λέοντα καὶ τὴν ἄρκτον, τὸν θυμὸν λέγω, καὶ τὴν ἐπιθυμίαν, τὰ σπαράττοντα τῆς ἐν ἡμῖν θείας εἰκόνος τὸ κάλλος. Ὁ πυῤῥάκης, διὰ τὸ πάθημα τῆς σφαγῆς. Μετὰ κάλλους ὀφθαλμῶν, τοῦτ' ἔστι, μετὰ δόξης τῶν κατὰ πρόνοιαν καὶ κρίσιν ὑψηλοτέρων λόγων. Ὀφθαλμοὶ γὰρ εἶεν ἂν τοῦ λόγου ἡ πρόνοια καὶ ἡ κρίσις, δι' ὧν ποιεῖται τοῦ παντὸς τὴν ἐπισκοπήν. Ἢ πυῤῥάκης μὲν διὰ τὴν φαιδρότητα τοῦ βίου. Μετὰ κάλλους δὲ ὀφθαλμῶν, διὰ τὸν ἄμεμπτον λόγον τῆς γνώσεως. Ὁ τοῦ νοητοῦ καὶ ὑπερηφάνου, φημὶ δὴ τοῦ διαβόλου σφαγεὺς, τοῦ πεντάπηχυν ἔχοντος τὴν ἡλικίαν, διὰ τὴν περὶ τὰς πέντε τοῦ σώματος αἰσθήσεις αὔξησιν τῆς αὐτοῦ κακίας· ὁ βασιλεὺς τοῦ ἀληθινοῦ Ἰσραὴλ, καὶ ὁρῶντος Θεὸν, ὅσον ἐφικτόν· εἰ καὶ Σαοὺλ, ὁ παλαιὸς κατὰ τὸν νόμον λαὸς, μαίνεται φθόνῳ, διὰ τὴν ἀπιστίαν τηκόμενος, καὶ μὴ φέρων τῆς προσκαίρου δόξης τὴν στέρησιν. Οὗ ἀφαιρεῖται τὸ δόρυ καὶ τοῦ ὕδατος τὸν φακόν· τοῦτ' ἔστιν, τὸ κράτος τῆς πρακτικῆς ἀρετῆς, καὶ τὴν χάριν τῆς γνωστικῆς θεωρίας, εἰ καὶ ταῦτα πάλιν δίδωσι τοῖς πρὸς αὐτὸν κατὰ τὴν πίστιν διαβαίνουσι, διὰ τοὺς ἐξ Ἰουδαίων μέλλοντας κληρονομεῖν σωτηρίαν. Οὗπερ πάλιν ἐν τῷ σπηλαίῳ τὸ τῆς διπλοΐδος ἀφαιρεῖται πτερύγιον· τοῦτ' ἔστι, τὸ ἦθος τῆς κατὰ τὴν ἠθικὴν φιλοσοφίαν ἀσχημοσύνης· ἢ τὸ ἐν νοήμασιν ὑψηλὸν τῆς τῶν νομικῶν συμβόλων καὶ οἰωνισμάτων περι βολῆς· οὐκ ἄξιον κρίνας ἔχειν αὐτὰ, τὸν ὡς ἐν σπη λαίῳ τῷ σκότει τῶν αἰσθητῶν, καὶ τῇ σκιᾷ τοῦ γράμματος ἐγκεκλεισμένον. ∆ιπλοῒς γὰρ, τὸ διπλοῦν τοῦ νόμου, τὸ φαινόμενόν τε καὶ τὸ νοούμενον, τὸ σωματικόν τε καὶ τὸ πνευματικόν· ὁ ἀληθινὸς ποιμὴν, καὶ βασιλεὺς, καὶ τῶν ἀντικειμένων ἀναιρέτης δυνάμεων.
Ποιμὴν μὲν τῶν τὴν πρακτικὴν μετερχομένων φιλοσοφίαν, καὶ πόας δίκην νεμομένων φυσικὴν θεωρίαν· βασιλεὺς δὲ τῶν νόμοις καὶ λόγοις πνευματικοῖς ἀγομένων, καὶ διὰ θεωρίας θειοτέρας πρὸς αὐτὸν ἀναγομένων. Τούτου τοῦ ∆αβὶδ μὲν υἱοὶ, οἱ ἐξ αὐτοῦ γεννηθέντες ἐν πνεύματι ἅγιοι. Τάφοι δὲ τούτων αἱ μνῆμαι τῆς κατὰ Θεὸν αὐτῶν ἐπὶ γῆς πολιτείας. Ἀναβάσεις δὲ τῶν τάφων αὐτῶν, τὰ ὕψη τῶν ἐν ταῖς μνήμαις ταύταις κατορθωμάτων, δι' ὧν ἐκεῖνοι πρὸς Θεὸν ἀνέβησαν· οἷς ἐνθάπτουσιν οἱ ἐνιδρύοντες, οἵ τε κατὰ πρᾶξιν τρόποι, καὶ οἱ κατὰ θεωρίαν λόγοι· εἰς οὓς λαμβάνονται πᾶς Ἰούδα, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ, τὸν τοῖς οὖσιν ἅπασιν ἐπαινετῶς ἀποθανόντα νοῦν· τοῖς μὲν αἰσθητοῖς, τῇ ἀποθέσει τῆς κατ' αἴσθησιν ἐνεργείας· τοῖς δὲ νοητοῖς, τῇ ἀποπαύσει τῆς νοερᾶς κινήσεως. Τὸν τοίνυν Ἐζεχίαν κράτος Θεοῦ μνημονευόμενον, ὡς νοῦν κραταιὸν περὶ πρᾶξιν καὶ περὶ γνῶσιν λαμπρότατον, θάπτουσιν ἀποθανόντα· τοῦτ' ἔστιν, πάντων τῶν ὄντων κατὰ γνώμην ἀπογενόμενον, καὶ πρὸς τὸν ὑπὲρ τὰ ὄντα γενόμενον. Πᾶς Ἰούδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ, ἡ κατ' ἀρετὴν πρᾶξις αὐτοῦ δηλονότι, καὶ ἡ κατὰ γνῶσιν ἀληθὴς θεωρία, ἐν ἀναβάσει τάφων υἱῶν ∆αβὶδ, ἐν τῷ ὕψει, λέγω, τῆς τῶν ἀπ' αἰῶνος ἁγίων μνήμης, δεδωκότες αὐτῷ δόξαν καὶ τιμήν· δόξαν μὲν διὰ τὸ κατ' εἰκόνα κάλλος, τιμὴν δὲ διὰ τὸ καθ' ὁμοίωσιν μίμημα. Τὸ μὲν γὰρ ποιεῖ λόγων πνευματικῶν ἀληθὴς θεωρία· τὸ δὲ πάλιν ἀκριβὴς πρᾶξις τῶν θείων ἐντολῶν. Τὸ, ἔθαψαν, δὲ νοήσεις, ἀντὶ τοῦ ἔθηκαν. Παρατηρητέον δὲ ὅτι οὐδεὶς ἀναγέγραπται ταφεὶς ἐν τάφοις ∆αβὶδ, ἢ ἐν ἀναβάσει τάφων ∆αβίδ. Τοῦ γὰρ Σωτῆρος ἡμῶν Χριστοῦ ἀσύγκριτος καὶ ἀχώρητος ὁ ἐν σαρκὶ βίος, κατὰ τρόπον ὁμοῦ καὶ λόγον. Ἐκάλυψε γάρ, φησὶν, οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, τοῦτ' ἔστι, καὶ τὰς ἄνω δυνάμεις τῇ ὑπεροχῇ τῆς ὑπερβολῆς.
ΕΚ ΤΗΣ ΒΙΒΛΟΥ ΕΣ∆ΡΑ.
Περὶ Ζοροβάβελ. Καὶ ὅτε ἐξῆλθεν ὁ νεανίσκος, ἄρας τὸ πρόσ ωπον εἰς οὐρανὸν, ἐναντίον Ἱερουσαλὴμ, εὐ λόγησε τὸν βασιλέα τοῦ οὐρανοῦ, λέγων· Παρὰ σοῦ ἡ νίκη, καὶ παρὰ σοῦ ἡ σοφία, καὶ σὴ ἡ δόξα, καὶ ἐγὼ σὸς οἰκέτης. Ὁ Ζοροβάβελ σπορὰ συγχύσεως, ἢ ἀνάπαυσις ἑρμηνεύεται· ἐσπάρη γὰρ ἐν Βαβυλῶνι, ἢ σημαίνει σύγχυσιν, αἰχμαλώτων ἐκεῖ κατεχομένων τῶν γεννητόρων αὐτοῦ. Καὶ ἀνέτειλεν ἐκεῖ, νηπιόθεν αὐγά ζων τὸ κάλλος τῆς ἀρετῆς, καὶ τῆς γνώσεως· καὶ ἀπαλλάξας ὅλον τὸ γένος τῆς ἐκεῖ δουλείας, ἀνάπαυσις αὐτοῖς γέγονεν. Λοιπὸν οὖν εἴη ἂν Ζοροβάβελ, νοῦς φιλόσοφος, πρῶτον μὲν διὰ μετανοίας σπειρόμενος ἐν τῇ συγχύσει τῶν παθῶν, εἶτα φωτίζων, καὶ ὑποδεικνύων τὴν αἰσχύνην αὐτῶν. Ἔπειτα ἐλευθερῶν τοὺς λογισμοὺς καὶ τὴν ψυχὴν ἀπὸ τῆς τοιαύτης αἰχμαλωσίας καὶ ἀναπαύων αὐτούς. Οὗτος τοίνυν ὅτε ἐξέλθῃ ἀπὸ τοῦ βασιλέως ∆αρείου, λέγω δὴ τοῦ φυσικοῦ νόμου, νικήσας παρ' αὐτοῦ, αἴρει τὸ πρόσωπον εἰς τὸν οὐρανὸν, τοῦτ' ἔστι, τὴν διάθεσιν τῆς ψυχῆς, ἐν ᾗ οἱ χαρακτῆρες τῶν καλῶν, εἰς τὸ ὕψος τῆς γνώσεως ἐνώπιον τῆς ἀπαθείας. ∆ιὰ γὰρ τῆς ἀπαθείας εἰς τὸ ὕψος τῆς γνώσεως ἀνατείνεται, ζητῶν τὸν δοτῆρα τῆς νίκης. Ἱερουσαλὴμ γὰρ ὅρασιν εἰρήνης ἑρμηνεύει. Νίκην μὲν οὖν λέγει τὸ κατὰ τῶν παθῶν κράτος τῆς πρακτικῆς· σοφίαν δὲ, τὴν διὰ τῆς θεωρητικῆς γνῶσιν τῆς ἀληθείας. ∆όξαν δὲ τὴν ἐξ ἀμφοτέρων ὡραιότητα καὶ λαμπρότητα. Ἑνούμεναι γὰρ μίαν ἀναστράπτουσιν αἵγλην. Εἶτα προστήρησον· ὅτι Καὶ ἐγὼ σὸς οἰκέτης. ∆ιὰ γὰρ τοῦ τοιούτου νοὸς, ὡς δι' ὑπηρετοῦντος ὀργάνου, τὴν ἀρετὴν καὶ τὴν γνῶσιν ἐν τῷ ἀνθρώπῳ ἐπιτελεῖ, μηδὲν ἕτερον συνεισφέροντι πλὴν τῆς θελούσης τὰ καλὰ διαθέσεως. Ἀλλ' ὁ μὲν πρῶτος νεανίσκος τῷ οἴνῳ δοὺς τὸ κατὰ πάντων κράτος, τῇ ζέσει τῶν σαρκικῶν ἡδονῶν τὴν νίκην κατεχωρήσατο. Ὁ δεύτερος δὲ τῷ βασιλεῖ τοῦτο δοὺς, τὴν κοσμικὴν δόξαν ὑπερισχύειν ᾐνίξατο. Ὁ δὲ τρίτος ὁ Ζοροβάβελ διὰ μὲν τῶν γυναικῶν ἐνέφηνε τὸ τέλος τῶν ἀρετῶν, τὴν εἰς τὸν Θεὸν καὶ εἰς τὸν πλήσιον ἀγάπην διὰ δὲ τῆς ἀληθείας, τὸ τέλος τῶν γνώσεων, ἤτοι τῶν ὄντων ἀρχήν· λέγω δὴ τὸν Θεόν. Καὶ οἱ μὲν βʹ νεανίσκοι τοῦ ἐξ ὕλης καὶ εἴδους συνθέτου σώματος εἰκόνα φέρουσιν· καὶ ὁ μὲν τῇ ἐπιθυμίᾳ, ὁ δὲ τῷ θυμῷ προσνέμει τὸ κύρος. Ὁ μὲν γὰρ νοῦς ἐπιθυμίας σύμβολον, ὁ δὲ βασιλεὺς θυμοῦ· τυραννικὸν γὰρ ὁ θυμός. Ὁ δέ γε Ζοροβάβελ τύπον ἐπέχει τῆς ἁπλῆς καὶ ἀσυνθέτου κατ' οὐσίαν ψυχῆς· διὸ καὶ σοφῆς ἀντέθηκε. Ταῖς μὲν γὰρ σαρκικαῖς ἡδοναῖς, τὴν πνευματικὴν τὴν ἐκ τῆς εἰρημένης ἀγάπης γινομένην· τῷ δὲ φθειρομένῳ κράτει, τὸ ἄφθαρτον. Καὶ διαλεχθεὶς οὕτω καὶ νικήσας, ἠλευθέρωσε τὸν λαὸν, ὡς ἀνωτέρω προδιελάβομεν· καὶ ἐπανήγαγεν εἰς τὴν Ἰουδαίαν, ἢ εἰς μετάνοιαν καὶ ἐξομολόγησιν, καὶ εἰς Ἱερουσαλὴμ, φημὶ δὴ τὴν εἰρηνικὴν καὶ ἀπαθῆ κατάστασιν· καὶ ᾠκοδόμησε τὸν ναὸν, τὴν δεκτικὴν τῆς ἀνωτάτω σοφίας γνῶσιν. Ἑτέρα θεωρία εἰς τὸν Ζοροβάβελ. Ζοροβάβελ νέος ἐστὶν ὁ διὰ τοῦ παλαιοῦ τυπούμενος Ἰησοῦς Χριστὸς, ὁ ἐν τῇ συγχύσει τῆς φύσεως ἡμῶν συλληφθεὶς, καὶ γεννηθεὶς τέλειος ἄνθρωπος, ὁ μὴ γενόμενος μὲν σὺν ἡμῖν αἰχμάλωτος, μηδὲ πρὸς τὴν τῶν παθῶν σύγχυσιν κατασυρείς. Ἁμαρτίαν γὰρ, φησὶν, οὐκ ἐποίησεν, ἐν ἡμῖν δὲ τοῖς αἰχμαλώτοις τεχθεὶς, καὶ μεθ' ἡμῶν τῶν ἀνόμων λογισθείς. Οὗτός ἐστιν ἡ ἀνατολὴ φωτὸς τῆς ἀληθείας τοῦ λάμψαντος τοῖς διασπαρεῖσιν ὑπὸ τῆς πλάνης. Ἀνατελεῖ γὰρ, φησὶν, ἡμῖν ἥλιος δικαιοσύνης, καὶ ἀνατολὴ ὄνομα αὐτοῦ. Οὗτός ἐστιν ὁ καὶ λόγῳ καὶ ἔργῳ νικήσας ὅλον τὸν κόσμον, καὶ ἀληθῶς ἐλευθερῶν τοὺς πειθομένους αὐτῷ, καὶ ἐπανάγων ἀπὸ σκότους εἰς φῶς, καὶ ἀπὸ κακίας εἰς ἀρετὴν, καὶ ἀπὸ θανάτου εἰς ζωὴν, καὶ ἀπὸ γῆς εἰς οὐρανόν. Οὗτός ἐστιν ὁ σοφὸς οἰκοδόμος τοῦ ἐμπρησθέντος τῷ πυρὶ τῶν παθῶν ἡμῶν λογικοῦ ναοῦ, ὁ κατασκευάσας τὸν ἀχειροποίητον ναὸν τοῦ προσλήμματος, ἐν ᾧ καὶ ἐσκήνωσεν. Οὗτός ἐστιν οὗ προείρηκε τὸ Πνεῦμα τὸ ἅγιον· Αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν τήν τε προτέραν δηλοῦν τοῦ ἀνθρώπου διάπλασιν, καὶ τὴν τελευταίαν ἐν ἑαυτῷ ἀνάπλασιν. Οὗ χεῖρας εἶπε τὴν δημιουργικὴν δύναμιν. Οὗτός ἐστιν ὁ Ζοροβάβελ οὗ ἐν τῇ χειρὶ ὁ λίθος ὁ κασσιτέρινος. Ἑπτὰ δὲ τοῦ λίθου τούτου οἱ ὀφθαλμοί. Ὁ γὰρ παλαιὸς Ζοροβάβελ οὐδαμῶς ἱστόρηται λίθον τοιοῦτον κτησάμενος. Χεὶρ μὲν οὖν τοῦ νέου Ζοροβάβελ ἡ πρᾶξις τῶν ἐντολῶν αὐτοῦ. Λίθος δὲ κασσιτέρινος, ἡ εἰς αὐτὸν πίστις. Ἡ γὰρ εἰς αὐτὸν πίστις ἐν τῇ πράξει τῶν ἐντολῶν αὐτοῦ διαφαίνεται. Ἀλλὰ λίθος μὲν αὕτη διὰ τὸ στεῤῥὸν, ὅσον πρὸς τὴν ἀλήθειαν, καὶ ἀμετακίνητον. Κασσιτέρινος δὲ διὰ τὸ τὸν κασσίτερον χαρακτηρίζειν αὐτήν. Ὥσπερ γὰρ ὁ κασσίτερος τῆς τοῦ ἀργύρου καὶ τῆς τοῦ μολίβδου μετέσχηκεν ἰδιότητος. Οὕτω γὰρ αὕτη δοξάζει μὲν φυλαττομένη, κολάζει δὲ μὴ φυλαττομένη. Τιμωρίας μὲν γὰρ σύμβολον ὁ μόλιβδος, λαμπρότητος δὲ ὁ ἄργυρος. Ἑπτὰ δὲ ὀφθαλμοὶ τῆς ἐμπράκτου ταύτης πίστεως, τὰ ζʹ τοῦ ἁγίου Πνεύματος χαρίσματα ἅπερ Ἡσαΐας ἀπηριθμήσατο· πνεῦμα σοφίας, πνεῦμα συνέσεως, πνεῦμα γνώσεως, πνεῦμα ἐπιστήμης, πνεῦμα βουλῆς, πνεῦμα ἰσχύος, πνεῦμα φόβου τοῦ Θεοῦ. Ἴδιον δὲ φόβου μὲν ἡ ἀποχὴ τῶν κακῶν, ἰσχύος δὲ ἡ πρᾶξις τῶν καλῶν· βουλῆς δὲ ἡ διάκρισις τῶν ἀντικειμένων· ἐπιστήμης δὲ ἡ τῶν κατὰ τὰς ἀρετὰς τρόπων εἴδησις· γνώσεως δὲ ἡ τῶν ἐν ταῖς ἐντολαῖς λόγων τῆς θεωρίας· συνέσεως δὲ ἡ πρὸς τοὺς ῥηθέντας τρόπους καὶ λόγους συνδιάθεσις τῆς ψυχῆς. Σοφίας δὲ ἡ τῶν ὑψηλοτέρων ἔτι καὶ θειοτέρων λόγων μυσταγωγία. Ὁ μὲν Ἡσαΐας ἀπὸ τοῦ τῷ Θεῷ μὲν προσεχοῦς, ἡμῖν δὲ τελευταίου ἀρξάμενος, κατῆλθεν ἐπὶ τὸ ἡμῖν μὲν προσεχὲς, τῷ δὲ Θεῷ τελευταῖον, ὅπερ ἐστὶν ὁ φόβος. Ἀρχὴ γὰρ, φησὶ, σοφίας φόβος Κυρίου.
Ἐγὼ δὲ τοὐναντίον ἀπὸ τοῦ φόβου μᾶλλον ἀρξάμενος ἐπὶ τὴν σοφίαν ἀνῆλθον, ἥτις ἐστὶ τῷ μὲν Θεῷ προσεχὴς, ἡμῖν δὲ ποῤῥωτάτω. Ταῦτά εἰσιν οἱ ζʹ ὀφθαλμοὶ τῆς ἐμπράκτου πίστεως, δι' ὧν φωτιζόμεθά τε καὶ πρὸς τὸν Θεὸν ὁδηγούμεθα, καὶ εἰς τὴν μίαν αἰτίαν τῶν χαρισμάτων τὴν διαιροῦσαν αὐτὰ, συναγόμεθα. Περὶ τῶν ἐλευθερωθέντων τῆς αἰχμαλωσίας καὶ δουλείας, συνεξελθόντων τῷ Ζοροβάβελ. Οἱ δὲ πάντες ἦσαν ἐξ Ἰσραὴλ ἀπὸ δωδεκαετοὺς χωρὶς παίδων καὶ γυναικῶν μυριάδες τέσσα ρες τρισχίλιοι τριακόσιοι ἐξήκοντα. Μόνος ὁ γενόμενος ὑπὲρ τὰ αἰσθητὰ χρονικὰ νοῦς. Πενταδικὴ μὲν γὰρ ἡ αἴσθησις· ἑβδοματικὸς δὲ ὁ χρόνος, δι' ὃν ὁ δώδεκα συμπληροῦται· καὶ τῆς πρὸς ταῦτα ψυχῆς ἐν τούτοις ἀπαλλάττεται δουλείας, ἐπειγόμενος πρὸς τὴν ἄνω Ἱερουσαλὴμ, ἔχων χωρὶς παίδων καὶ γυναικῶν μυριάδας δ' τρισχιλίους τξʹ. Παῖδες μὲν οὖν εἰσιν, οἱ τῶν φυσικῶν καὶ ἀδιαβλήτων παθῶν λογισμοί· γυναῖκες δὲ αἱ κατὰ φύσιν ὀρέξεις καὶ ἡδοναί· καὶ ἡ τυχοῦσα γὰρ τροφὴ ποιεῖ κατὰ φύσιν ἡδονὴν, προλαβοῦσαν ἔνδειαν παραμυθουμένη, καὶ ἡ τυχοῦσα πόσις τὴν ὄχλησιν τοῦ δίψους ἀποκρουομένη, καὶ τυχὼν ὕπνος τὴν ἐξ ἐγρηγόρσεως κεκμηκυῖαν ἀνακτώμενος δύναμιν. Οὔτε δὲ οἱ δηλωθέντες λογισμοὶ, οὔτε αἱρεθεῖσαι ἡδοναὶ, συναριθμούμενα τοῖς ἀνδράσιν, ὡς οὐχ ὑφεστῶτα καθ' ἑαυτὰ, ὅμως συνεξέρχονται τούτοις φεύγουσι τὴν ἁμαρτίαν, καὶ πρὸς τὴν δικαιοσύνην ἀπιοῦσιν· ὡς ἀναγκαῖα μὲν εἰς σύστασιν φύσεως, χρήσιμα δὲ πρὸς κτῆσιν ἀρετῆς. Ἢ καὶ ἄλλως· οὐ συναριθμοῦνται, ὡς μὴ συμμεθιστάμενα πρὸς τὴν ἀθάνατον ζωήν· χωρὶς γὰρ καὶ λογισμῶν τοιούτων καὶ ἡδονῶν ἐκεῖ μεταβαίνομεν. ∆ʹ δὲ μυριάδες εἰσὶν, αἱ δ' γενικαὶ ἀρεταὶ, φρόνησις, ἀνδρεία, σωφροσύνη, δικαιοσύνη, μεθ' ὧν καὶ φύσιν καὶ χρόνον διαβὰς ὁ νοῦς, πρὸς τὴν τῆς ἀπαθείας λῆξιν ἀποκαθίσταται, Ἢ αἱ δ' γενικαὶ ἀπάθειαι, ὧν πρώτη μὲν ἡ παντελὴς ἀποχὴ τῆς κατ' ἔργον ἁμαρτίας, ἐν τοῖς εἰσαγωγικοῖς θεωρουμένη. ∆ευτέρα δὲ ἡ παντελὴς ἀποβολὴ τῶν ἐμπαθῶν λογισμῶν, ἐν τοῖς ὑπὲρ τούτους συνισταμένη. Τρίτη δὲ ἡ περὶ τὰ πάθη παντελὴς ἀκινησία ἐν τοῖς ὑψηλοτέροις γινομένη. Τετάρτη δὲ ἡ καὶ αὐτῆς δὴ τῆς ψιλῆς φαντασίας τῶν παθῶν παντελὴς κάθαρσις ἐν τοῖς τελείοις ὁρωμένη. Ὥσπερ δὲ ὑφ' ἑκάστην γενικὴν ἀρετὴν ἢ ἀπάθειαν, πολλαί εἰσι μερικαὶ ἀρεταὶ καὶ ἀπάθειαι. Οἱ δὲ τρισχίλιοι τὴν τελείαν θεολογίαν ὑποδηλοῦσι. Τρεῖς μὲν διὰ τὰς τρεῖς ὑποστάσεις τῆς Θεότητος. Χίλιοι δὲ διὰ τὴν τελειότητα τῆς περὶ ἑκάστου τούτων θεολογίας. Τελείωσις γὰρ ἑκατοντάδων, ἡ χιλιάς· ὥσπερ ἡ μὲν δεκὰς μονάδων, ἡ δὲ ἑκατοντὰς δεκάδων, ἡ δὲ μυριὰς χιλιάδων· οἱ δὲ τριακόσιοι τοὺς περὶ ἀρετῆς καὶ περὶ φύσεως λόγους ὑποσημαίνουσι. Τῶν τριακοσίων γὰρ ἐπινοίᾳ διαιρουμένων εἰς ἑκατόν τε καὶ διακόσια· ὁ μὲν ρʹ ἀριθμὸς μηνύσει τὴν τελείαν ἀρετὴν δεκαπλασιάζουσαν τὴν δεκάδα τῶν θεογράφων ἐντολῶν. Ὁ διακόσια δὲ, τὴν φύσιν ἐξ ὕλης καὶ εἴδους συνεστηκυῖαν. Ἐπεὶ γὰρ τετραδικὴ μὴν ἡ ὕλη, διὰ τὴν τετρακτὺν τῶν στοιχείων αὐτῆς, πενταδικὸν δὲ τὸ εἶδος διὰ τὸ πενταπλοῦν τῆς αἰσθήσεως, τῆς τὰ ὑλικὰ σχηματιζούσης, τετράκις τὸν νʹ συνθεὶς, ποιήσεις ςʹ ὃν τῷ ρʹ πάλιν συνάψας διὰ τῆς ἀρετῆς τὸ εὖ εἶναι. Οἱ δὲ ἑξήκοντα τὴν ποιητικὴν τῶν θείων ἐντολῶν ὑποφαίνουσι δύναμιν· ἐν ἓξ μὲν γὰρ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν κόσμον τοῦτον. ∆έκα δὲ αἱ θεοδώρητοι ἐντολαί· ἑξάκις δὲ τὰ δέκα ἑξήκοντα, μεθ' ὧν ὁμοῦ πάντων ἐξέρχεται ὁ ἀνωτέρω διερμηνευθεὶς Σῦτ. Ἐπεὶ δὲ συνεξῆλθον αὐτοῖς καὶ παῖδες, καὶ παιδίσκαι, καὶ ψάλται, καὶ ψαλτῳδοὶ, καὶ κάμηλοι, καὶ ἵπποι, καὶ ἡμίονοι, καὶ ὑποζύγια, εἶεν ταῦτα τύποι τῶν διαφόρων βαθμῶν τῆς Ἐκκλησίας, δι' ὧν προ ετυποῦντο αἱ διαθέσεις τῶν πιστευόντων. Παῖδες μὲν γὰρ καὶ παιδίσκαι, οἱ φόβῳ τῶν αἰωνίων κολάσεων ὑπερχόμενοι τὸ βάρος τῆς πρακτικῆς φιλοσοφίας, καὶ τὴν ἐν αὐτῇ σκληραγωγίαν· ὧν παῖδες μὲν οἱ ἰσχυρότεροι, παιδίσκαι δὲ οἱ ἀσθενέστεροι. Ψάλται δὲ ὧν ἡ πρᾶξις βοᾷ καὶ κηρύττει τοῦ Θεοῦ τὰ θελήματα τέρποντα τοὺς εὐσεβεῖς. Ψαλτῳδοὶ δὲ, οἱ μὴ μόνον ταῦτα κατωρθωκότες, ἀλλὰ καὶ ἑτέρους εἰς τὴν τούτων πρᾶξιν διὰ τοῦ διδάσκειν καὶ ῥυθμίζειν ἐνάγοντες. Κάμηλοι δὲ οἱ πρὸς ὑψηλοτέρας θεωρίας ἀνατεινόμενοι. Ἵπποι δὲ οἱ τὸ στάδιον τοῦ κατὰ Θεὸν βίου τρέχοντες· ἡμίονοι δὲ οἱ μιγάδες τὸ ἦθος, καὶ ἐν τῷ κοινῷ τὸ ἄκοινον ἐπιδεικνύμενοι, ἢ οἱ ἄγονοι κακίας· ὑποζύγια δὲ οἱ τοὺς ἀσθενεῖς βαστάζοντες καὶ τὰ βάρη τούτων φέροντες· οἱ δὲ διάφοροι ἀριθμοὶ τῶν τε παίδων καὶ παιδισκῶν, καὶ τῶν ψαλτῶν καὶ ψαλτῳδῶν καὶ τῶν ἄλλων, ἐμφαντικοί τινές εἰσι τοῦ διάφορα εἶναι καὶ τὰ πλήθη τῶν ταγμάτων τῆς Ἐκκλησίας. ∆ιάφορα μὲν γὰρ τάγματα, διάφορα δὲ καὶ τὰ ὑπὸ τὰ τάγματα πλήθη, καὶ ἄλλα ἄλλων πλείονα ἢ ἐλάττονα. Καὶ ἀκούσαντες οἱ ἐχθροὶ τῆς φυλῆς Ἰούδα καὶ Βε νιαμὶν, ἐληλύθασιν ἐπιγνῶναι τίς ἡ φωνὴ τῶν σαλπίγγων· καὶ ἐπέγνωσαν ὅτι ἐκ τῆς αἰχμαλω σίας οἰκοδομοῦσι ναὸν Κυρίῳ τῷ Θεῷ Ἰσραήλ. Ἰούδας μὲν ἐξομολόγησις ἐρμηνεύεται. ∆ιττὴ δὲ αὕτη, ἡ μὲν εὐχαριστίαν δεδωρημένων ἀγαθῶν σημαίνουσα, ἡ δὲ ἐξαγορείαν πεπραγμένων κακῶν. Πᾶς τοίνυν ἐξομολογούμενος κατὰ μίαν τούτων, τῆς φυλῆς ἐστι τοῦ Ἰούδα. Ἐπεὶ δὲ καὶ Βενιαμὶν πένθος ἑρμηνεύεται, ἢ στεναγμὸς μητρὸς, ἢ οἰκοδομὴ λαοῦ· πᾶς πενθῶν ἐπὶ τοῖς οἰκείοις ἁμαρτήμασιν, ἢ στενάζων ἐπὶ τοῖς ἀλλοτρίοις, τρόπον μητρὸς συμπαθοῦς, ἢ οἰκοδομῶν τινας τέχνῃ διδασκαλίας, τῆς φυλῆς ἐστι τοῦ Βενιαμίν. Οἱ τοιοῦτοι δὲ τῆς τῶν παθῶν αἰχμαλωσίας ἐλευθερωθέντες, καὶ κατὰ τὴν ἕξιν τῆς ἀπαθείας γενόμενοι, οἰκοδομοῦσι ναὸν Κυρίῳ. τὸν ἐκ διαφόρων τρόπων ἀρετῆς καὶ λόγων γνώσεως οἰκοδομούμενον. Ἐχθροὶ δὲ τούτων εἰσὶ, τὰ τέσσαρα ἔθνη τὰ μετοικισθέντα εἰς γῆν Ἰσραὴλ ὑπὸ Ἀσβακαφὰθ βασιλέως Ἀσσοὺρ, λέγω δὴ Βαβυλωνίους καὶ Ἐχουθαίους, καὶ Αἰμαθαίους, καὶ Εὐσεβαίους. Βαβυλώνιοι μὲν οὖν ἡ ὑπερηφανία συγχέουσα τὸν νοῦν. Ἐχουθαῖοι δὲ ἡ κενοδοξία ἐξιστῶσα τὴν διάνοιαν. Ἐχοὺθ γὰρ ἔκστασις ἑρμηνεύεται. Αἰμαθαῖοι δὲ ἡ ἀνθρωπαρεσκία. Αἰμὰθ μὲν γὰρ ὅρασις φαινομένων· ἑρμηνεύεται· τῶν ὁρωμένων δὲ καὶ φαινομένων ἠθῶν ἐπιμελεῖται ὁ ἀνθρωπάρεσκος. Εὐβαῖοι δὲ ἡ ὑπόκρισις. Εὐβαῖοι γὰρ ὀφιώδεις ἑρμηνεύονται. Ὁ δὲ ὄφις δι' ὑποκρίσεως ἠπάτησε τὸν πρωτόπλαστον. Ἀσβακαφὰθ δὲ ὁ διάβολος, Ἀσβακαφὰθ ἑρμηνεύεται αἰχμαλωτίζων· ὅπισθεν, τοῦτ' ἔστι. κατὰ τὸ ἀφανὲς, ἢ κατὰ τὸ λεληθὸς συναρπάζων. Οὗτος δὲ μετῴκισε τὰ δʹ ταυτὶ πάθη, εἰς τὴν ἕξιν τῆς ἀρετῆς, καὶ τῆς γνώσεως, παρενείρας αὐτὰ τοῖς ἐναρέτοις καὶ γνωστικοῖς, ἵνα διὰ τούτων ἀπὸ τοῦ κατὰ Θεὸν σκοποῦ πρὸς ἕτερον ἀπαγάγῃ τοὺς ἐν ἀγαθοῖς πονοῦντας. Τούτων δὴ τῶν δ' ἀγαθῶν οἱ προεστῶτες δαίμονες ἀκούσαντες τῆς φωνῆς τῶν σαλπίγγων ἐληλύθασιν ἐπιγνῶναι, τίς ἐστιν αὕτη. Σάλπιγγες μὲν οὖν, αἱ θεῖαι ἐντολαὶ, φωνὴ δὲ αὐτῶν αἱ πράξεις αὐτῶν, ἧς αἰσθόμενοι οἱ δαίμονες διανίστανται πρὸς κακουργίαν. Καὶ προσελθόντες τῷ Ζοροβάβελ, καὶ τῷ Ἰησοῦ καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν, λέγουσιν αὐτοῖς· Ἐνοικοδομήσομεν ὑμῖν· ὁμοίως γὰρ ὑμῖν ἀκούομεν τοῦ Κυρίου τοῦ Θεοῦ, καὶ αὐτῷ ἐπιθύομεν ἀφ' ἡμερῶν Ἀσφακαὰθ βασιλέως Ἀσσούρ· ὃς μετῴκισεν ἡμᾶς ἐνθάδε. Καὶ εἶπον αὐτοῖς Ζοροβάβελ, καὶ Ἰησοῦς καὶ οἱ ἡγούμενοι τῶν πατριῶν· Οὐχ ὑμῖν καὶ ἡμῖν τὸ οἰκοδομῆσαι οἶκον Κυρίῳ τῷ Θεῷ ἡμῶν. Ἡμεῖς γὰρ μόνοι οἰκοδομήσομεν. Ζοροβάβελ μὲν ἔστιν ὁ πρακτικὸς νοῦς ὡς πολεμικώτερος. Ἰησοῦς δὲ ὁ θεωρητικὸς, ὡς ἱερώτερος. Ἄρχοντες δὲ τῶν πατριῶν, αἱ τῆς ψυχῆς δυνάμεις, ὑφ' ἃς οἵ τε τρόποι τῆς ἀρετῆς, καὶ οἱ λόγοι τῆς γνώσεως. Προσέρχονται δὲ τούτοις οἱ τῶν εἰρημένων παθῶν δαίμονες, βουλόμενοι συνοικοδομεῖν τὸν οἶκον Κυρίου. Οὐδεὶς γὰρ τῶν δαιμόνων τούτων κωλύει τῶν κατὰ Θεὸν ἀγωνιζομένων τὸ πρόθυμον· ἀλλὰ καὶ μᾶλλον τὰς ἐλλείψεις τῶν καλῶν δολερῶς περικόψας, τὰς ἐπιτάσεις ὑπαγορεύει, καθάπερ συμπροθυμούμενος· ἵνα παραπολέσαντες τὸ ἴσον στάθμιον τῆς μεσότητος, λάθωμεν πρὸς ἄλλο φερόμενοι καταγώγιον τὸ φίλον αὐτοῖς. ∆ιὸ καὶ λέγουσιν, ὅτι Ὁμοίως ὑμῖν ἀκούομεν Κυρίου, καὶ αὐτῷ ἐπιθύομεν, τοῦτ' ἔστιν, ἀποδεχόμεθα τὰς ἐντολὰς Κυρίου, καὶ συνεργοῦμεν τοῖς ἐνεργοῦσιν αὐτὰς, καὶ ὄντως οὐκ ἀποστρέφονται ταύτας, ἕως πρὸς αὐτοὺς νένευκεν ὁ σκοπὸς τῶν ἐνεργούντων παρατραπεὶς τῆς εὐθύτητος. Τοὺς μὲν γὰρ ἄλλους δαίμονας ῥᾳδίως ἄν τις κατανοήσειε· τοὺς δὲ δοκοῦντας συνεργεῖν τῷ δρόμῳ τοῦ κατὰ Θεὸν βίου, μόλις ἂν οἱ κατὰ τὸν Ζοροβάβελ καὶ τὸν Ἰησοῦν διαγνοῖεν, καὶ ἀποκρούσαιντο τὴν συνεργίαν αὐτῶν, εὖ εἰδότες, ὡς ἡ ταύτης ἐπιμιξία, τῆς ὅλης οἰκοδομῆς ποιεῖται καθαίρεσιν. Οὐ γὰρ πρὸς τοῦ Θεοῦ δόξαν ἀμφορᾷ, πρὸς δὲ τὸ πάθος, εἰς ὃ μεταφέρειν οἱ συνεργοῦντες δαίμονες βούλονται. Οἱ μὲν οὖν κατ' ἔλλειψιν ἀρετῆς πολεμοῦντες δαίμονές εἰσιν, οἱ τὰ ἀπὸ τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας πάθη τῆς ἀτιμίας ὑποτιθέμενοι· οἱ δὲ καθ' ὑπερβολὴν, οἱ τῶν τεσσάρων παθῶν προεστηκότες.