Homilia in ficum arefactam Βʹ. Τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου μοναχοῦ καὶ πρεσβυτέρου τῆς ἁγίας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἀναστάσεως, ἤτοι Μανσοὺρ, λόγος εἰς τὴν ξηρανθεῖσαν συκῆν, καὶ εἰς τὴν παραβολὴν τοῦ ἀμπελῶνος.

Κινεῖ με πρὸς τὸ λέγειν ὁ ἐνυπόστατος τοῦ Θεοῦ καὶ Πατρὸς Λόγος· ὁ τῶν πατρικῶν κόλπων μὴ ἀποστὰς, καὶ ἐν μήτρᾳ Παρθένου ἀπεριγράπτως κυοφορηθείς· ὁ δι' ἐμὲ γενόμενος, ὃ εἰμί· ὁ ἀπαθὴς ὢν τῇ θεότητι, καὶ ὁμοιοπαθές μοι περιθέμενος σῶμα· ὁ ἐπὶ Χερουβικῶν ἁρμάτων ἐποχούμενος, καὶ ἐπὶ γῆς ἐπὶ πῶλον ὄνου ἐπιβεβηκώς· ὁ βασιλεὺς τῆς δόξης, ὁ ὑπὸ Σεραφὶμ ἅγιος σὺν τῷ Πατρὶ καὶ Πνεύματι εὐφημούμενος, καὶ τὰ τῶν παίδων ψελλίσματα ἐξ ἀπειροκάκου γλώττης ἀποδεχόμενος· Θεὸς ὢν, καὶ ἐν τῇ δούλου μορφῇ ὑπάρχων, καὶ μορφὴν δούλου λαβὼν, ὁ ἄϋλος καὶ ἀόρατος ὢν ὡς Θεὸς, καὶ ὁρατὸν καὶ ψηλαφητὸν σῶμα ἀναδεξάμενος· ὁ ἑκουσίως ἐπὶ τὸ πάθος ἐλθὼν, ἵνα μοι τὴν ἀπάθειαν χαρίσηται. Ἐπειδὴ γὰρ εἶδεν τὸ πλάσμα τῶν χειρῶν αὐτοῦ τῇ ἀπάτῃ τοῦ ὄφεως δελεασθέντα, τὸν ἄνθρωπον, ὃν κατ' εἰκόνα ἰδίαν καὶ ὁμοίωσιν ἔπλασεν, καὶ τῆς αὐτοῦ ἐντολῆς ἐν παραβάσει γενόμενον, καὶ φθορᾷ ὑποχείριον, καὶ θανάτῳ ὑπεύθυνον, οὐκ ἤνεγκεν ὁ φύσει συμπαθὴς τοῦ ποθουμένου τὴν στέρησιν, ἀλλὰ πολυτρόπως αὐτὸν πρὸς ἐπιστροφὴν καὶ μετάνοιαν ἐκάλεσεν, παιδεύσας ὡς δοῦλον ἀγνώμονα, ὡς υἱὸν νηπιάζοντα πολυμερῶς καὶ πολυτρόπως, καὶ πάντα μηχανησάμενος τρόπον, ὅπως τὴν τοῦ τυράννου δουλείαν ἀποσεισάμενος, ἐπανέλθῃ πρὸς τὸν πλαστουργήσαντα. Ἀλλ' ἀδυνάτως εἶχεν πρὸς τὴν ἐπιστροφὴν, ἅπαξ ἑαυτὸν καταδουλώσας τῇ ἁμαρτίᾳ, καὶ συγκραθεὶς τῇ γηΐνῃ ἐπιθυμίᾳ ἐκ προαιρέσεως. ∆ιὸ δὴ ὁ ὑπεράγαθος ∆εσπότης ἐξασθενήσασαν τὴν φύσιν ἰδὼν, ταύτην ἀναλαμβάνει. Λόγῳ γὰρ καὶ ἐντολαῖς καὶ προστάγμασι σωτηρίοις ἀπειθοῦντα τὸν ἄνθρωπον βλέπων, τί φησι; ∆εῖ με ἔργῳ παιδεῦσαι τὸν ἀγνοοῦντα. ∆εῖ με ἐπιλαβέσθαι πρὸς τὴν ἀρετὴν, ὅπως συνεθισθεῖσαν ταύτας αὐτὸς ἐργάσηται. ∆εῖ με ὁραθῆναι, καὶ οὕτως ἰατρεῦσαι τὸν ἀσθενοῦντα. ∆εῖ με ἐπιστρέψαι τὸ πλανώμενον πρόβατον, καὶ ὁδηγῆσαι πρὸς τὴν ἀρχαίαν τοῦ παραδείσου μονήν. Πῶς οὖν ἐπιστρέψω μὴ θεωρούμενος; Πῶς ὀδηγήσω τὸν τὰ ἴχνη μου μὴ βλέποντα; ∆ιὰ τοῦτο γέγονεν ἄνθρωπος, ἵνα δι' ὧν ἔπραξέ τε καὶ ἔπαθεν, ἔργῳ διδάξῃ τὸν ἀγνοοῦντα τὸν τρόπον τῆς ἐργασίας τῆς ἀρετῆς· ὅπως αὐτὸν ἰδόντες ἐκ τῶν πατρικῶν κόλπων ἐπὶ γῆν καταβάντα δι' ἡμᾶς οἰκονομικῶς, καὶ ἡμεῖς ἐκ τῆς μητρὸς ἡμῶν τῆς γῆς πρὸς αὐτὸν ἀνέλθωμεν προαιρετικῶς· ἵνα ἐνδείξηται τὸν ὑπερβάλλοντα πλοῦτον τῆς ἀγάπης αὐτοῦ τῆς πρὸς ἡμᾶς. Μείζονα γὰρ ἀγάπην οὐδεὶς δύναται ἐνδείξασθαι, ἢ ἵνα τις τὴν ψυχὴν αὐτοῦ θέσῃ ὑπὲρ τῶν φίλων αὐτοῦ. Πῶς οὖν ὁ μὴ ἔχων ψυχὴν, τὴν ἀγάπην ἐνδείξηται;

βʹ. ∆ιὰ τοῦτο ἀναλαμβάνει σάρκα, ἵνα ὀφθῇ ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συναναστραφῇ. ∆ιὰ τοῦτο ἀναλαμβάνει ψυχὴν, ἵνα τὴν ἑαυτοῦ ψυχὴν θέσῃ ὑπὲρ τῶν φίλων αὐτοῦ. Φίλων δὲ λέγω, οὐ τῶν φιλούντων αὐτὸν, ἀλλ' ὑπὲρ τῶν ποθουμένων παρ' αὐτοῦ. Ἡμεῖς μὲν γὰρ ἐμισήσαμεν αὐτὸν, καὶ ἀπεστράφημεν, ἑτέρῳ δουλεύσαντες, ἀλλ' αὐτὸς ἕστηκεν ἄτρεπτον ἔχων τὴν πρὸς ἡμᾶς ἀγάπην. ∆ιὰ τοῦτο ἔδραμεν ὀπίσω ἡμῶν. Ἦλθεν πρὸς τοὺς μισοῦντας, κατεδίωξε τοὺς φεύγοντας, καὶ φθάσας οὐ τραχύτητι ἤλεγξεν, οὐ μάστιγι ἐπέστρεψεν, ἀλλ' ὡς ἰατρὸς ἄριστος ὑπὸ φρενιτιῶντος ὑβριζόμενος, ἐμπτυόμενος, ῥαπιζόμενος, τὰς ἰάσεις προσέφερεν. Ὡς μέγεθος ἰατρείας τὴν αὐτοῦ θεότητα προσήνεγκεν τῇ φύσει τῆς ἀνθρωπότητος φάρμακον, φάρμακον ἐνεργέστατον, φάρμακον πανταδύναμον. Αὕτη τὸ ἀσθενὲς σαρκίον, τῶν ἀοράτων ἀνέδειξεν δυνατώτερον. Ὥσπερ γὰρ ἀπρόσιτος ὁ σίδηρος τῷ πυρὶ ἑνούμενος, οὕτως ὁ χόρτος τῆς ἡμετέρας φύσεως ἑνωθεὶς τῷ πυρὶ τῆς θεότητος, ἀπρόσιτος τῷ διαβόλῳ γέγονε· καὶ ἐπειδὴ τὰ ἐναντία τῶν ἐναντίων ἰάματα οἱ τῶν ἰατρῶν παῖδές φασιν, διὰ τῶν ἐναντίων καταβάλλει τὰ ἐναντία· τὴν ἡδονὴν, διὰ τῶν πόνων· τὴν ὑπερηφανίαν, διὰ τῆς ταπεινώσεως. Οὐ μόνον γὰρ ἐταπείνωσεν ἑαυτὸν, πλούσιος ὢν θεότητι, καὶ γενόμενος ἄνθρωπος, ἀλλὰ καὶ ἐν ἀνθρώποις ἐταπείνωσεν ἑαυτόν. Τίς γὰρ ἀνθρώπων τοσοῦτον ταπεινός; Οὐκ ἔχει μὲν γὰρ ποῦ τὴν κεφαλὴν κλῖναι. Οὐκ ἦν αὐτῷ ὑποζύγιον, οὐ δισσὸν περιβόλαιον, οὐ χιτὼν ἄλλος. Λοιδορούμενος οὐκ ἀντελοι δόρει· πάσχων οὐκ ἠπείλει· ὡς ἀρνίον ἄκακον ἤγετο τοῦ θύεσθαι, οὐκ ἐρίζων, οὐ κραυγάζων· ῥαπιζόμενος ἐδίδου προθύμως τὴν σιαγόνα τῷ πταίοντι· οὐκ ἀπέστρεψεν τὸ πρόσωπον ἀπὸ αἰσχύνης ἐμπτυσμάτων· Σαμαρείτης καὶ δαιμονῶν ἀποκαλούμενος, διωκόμενος ταῦτα ὑπομένει, ὅπως καὶ ἡμεῖς τοῖς αὐτοῦ ἀκολουθήσωμεν ἴχνεσι. Ταῦτα πάντα εὐδοκίᾳ πατρικῇ ἐπετέλει. Ἐξ αὐτοῦ γὰρ ὢν Υἱὸς μονογενὴς καὶ ὁμοούσιος, τὴν πατρικὴν αὐτοῦ περὶ ἡμᾶς ἀγάπην ἐδημιοσίευσεν. Οὕτως γὰρ ἠγάπησεν ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκε λύτρον ὑπὲρ ἡμῶν. Ὢ ἀγάπης ἀνυπερβλήτου! Υἱὸν μονογενῆ συμβασιλεύοντα αὐτῷ ὑπὲρ δούλων παρηκόων, ὑπὲρ ἐχθρῶν βλασφημούντων, καὶ τῷ ἐχθρῷ λατρευόντων, καὶ τοῦτον Θεὸν ἀναγορευόντων. Ὢ βάθος πλούτου τῆς τοῦ Θεοῦ ἀγαθότητος! Ἀλλ' οὐκ ἀντέστη ὁ μονογενὴς Υἱός· οὐκ ἠθέτησε τὴν πατρικὴν βουλήν. Αὐτὸς γὰρ ἦν ἡ βουλὴ καὶ ἡ θέλησις τοῦ Πατρός. ∆ιὸ δὴ ὡς τῆς φύσεως κοινωνός τε καὶ μέτοχος· μία γὰρ φύσις ἐστὶ Πατρὸς καὶ Υἱοῦ μία· ὡς οἰκείῳ ἐξυπηρετεῖται θελήματι, καὶ ἄνθρωπος γίνεται, καὶ καθίσταται ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, τὴν ἐμὴν παρακοὴν ἰώμενος.

γʹ. Ἔρχεται τοίνυν παθεῖν ἐπειγόμενος, καὶ σπεύδων πιεῖν τὸ τοῦ θανάτου ποτήριον τὸ παντὸς τοῦ κόσμου σωτήριον. Ἔρχεται πεινῶν τὴν τῶν ἀνθρώπων σωτηρίαν, καὶ οὐχ εὑρίσκει ἐν αὐτῇ καρπόν· ταύτην γὰρ ἡ συκῆ παραβολικῶς αἰνίττεται. Τίς γὰρ πρωῒ ἐσθίει; Ὁ βασιλεὺς, ὁ Κύριος, ὁ ∆ιδάσκαλος· πρωῒ πεινῶν, οὐκ ἔχει τὴν ἐπιθυμίαν τῆς βρώσεως. Οὐ κρατεῖ τῆς φύσεως, ἀλλ' ὥσπερ τις ἀκρατὴς καὶ ἀκόλαστος, ἀλόγως ὁρμᾷ πρὸς τὴν βρῶσιν, ἐν καιρῷ τῷ μὴ προσήκοντι. Καὶ πῶς παιδεύει τοὺς μαθητὰς νηστεύειν, καὶ μὴ ἡττᾶσθαι πάθει ἐπιθυμίας; Οὐχ οὕτως τοῦτό ἐστιν· ἀλλ' ὥσπερ λόγῳ διὰ παραβολῶν διδάσκων ἐλάλει, οὕτω καὶ ἔργῳ τὰς παραβολὰς διεξέρχεται. Προσῆλθε τῇ συκῇ πεινάσας. Ἡ συκῆ ὑπέγραφε τὴν τῆς ἀνθρωπότητος φύσιν. Γλυκὺς καρπὸς τῆς συκῆς, τραχεῖα τὰ φύλλα, καὶ ἄχρηστα, καὶ πρὸς καῦσιν ἕτοιμα· ἀλλὰ καὶ ἡ φύσις τῆς ἀνθρωπότητος γλυκύτατον εἶχε τὸν καρπὸν τῆς ἀρετῆς, παρὰ Θεοῦ ταύτην καρποφορεῖν προστεταγμένη. Ἐπεκτήσατο δὲ διὰ τῆς ἀκαρπίας τῆς ἀρετῆς τὴν τῶν φύλλων τὴν τραχύτητα. Τί γὰρ τραχύτερον τῶν βιωτικῶν μεριμνῶν; Γυμνὸς ἦν ποτε ὁ Ἀδὰμ καὶ ἡ Εὔα, καὶ οὐκ ᾐσχύνοντο· γυμνὸς τῇ ἁπλότητι, καὶ ἀτέχνῳ ζωῇ. Οὐκ ἦσαν αὐτοῖς τέχναι καὶ βιωτικαὶ μέριμναι· οὐκ ἐπενόουν πῶς ἐπικαλύψουσι τοῦ σώματος τὴν γύμνωσιν· οὐκ ἐπῃσχύνοντο τῇ ἀκτημοσύνῃ· οὐ τῇ τῆς ζωῆς λειότητι, ἀλλ' εἰ καὶ γυμνοὶ ἦσαν τῷ σώματι, ἐσκέποντο τῇ θείᾳ χάριτι. Οὐκ ἦν αὐτοῖς σωματικὸν περιβόλαιον, ἀλλ' ἦν αὐτοῖς ἔνδυμα ἀφθαρσίας· ὅσον γὰρ διὰ τῆς ὑπακοῆς ᾠκειοῦντο τῷ Θεῷ, τοσοῦτον τῷ τῆς ἀφθαρσίας ἐνδύματι. Παρακούσαντες δὲ, ἐμακρύνθησαν τῆς σκεπούσης αὐτοὺς χάριτος. Ἐγυμνώθησαν τῆς πρὸς Θεὸν ἐκστάσεως καὶ θεωρίας· εἶδον ἑαυτῶν τὴν τοῦ σώματος γύμνωσιν· ἐπεπόθησαν τὰ τοῦ βίου τερπνά· ἐπεισήχθησαν τῷ λιτῷ καὶ ἀκτήμονι βίῳ· ἔῤῥαψαν ἑαυτοῖς φύλλα συκῆς, καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα· ἐζήτησαν λογισμοὺς πολλοὺς, καὶ εὗρον τὸν τραχὺν καὶ ἐμμέριμνον, καὶ κατόδυνον βίον. Ἐν ἱδρῶτι γὰρ τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου. Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ εἰς γῆν ἀπελεύσῃ. Φρόνημα γήϊνον ἔσχες, εἰς γῆν ἔσται ἡ ἀποστροφή σου. Παρασυνεβλήθης τοῖς κτήνεσι τοῖς ἀνοήτοις· οὐ γὰρ συνῆκας ἐν τιμῇ ὤν. Ἐν τῷ Θεῷ ἦς, καὶ ἀρετὴν καρποφόρον οὐκ ἔγνως· ἀλλὰ προέκρινας τὴν τῶν γηΐνων ἀπόλαυσιν· τὸν ἀλόγων ἀγαπήσας βίον. Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Τῶν ἀλόγων δίκην κληρονομήσεις τὸν θάνατον. Ἐντεῦθεν καὶ δερματίνους χιτῶνας περιβάλλεται. Μέσον γὰρ ζωῆς καὶ θνητότητος ὢν τῷ σώματι, πρότερον ὢν ἐν παραδείσῳ τρυφῆς, καὶ βασιλικῷ θαλάμῳ ἀναστρεφόμενος, θνητὸν ὕστερον καὶ παχὺ τὸ σῶμα ἐκτήσατο, δυνάμενον ἀνισχεῖν πρὸς τοὺς πόνους. Ὄντως τραχεῖα τὰ φύλλα τῆς συκῆς τῆς ἡμῶν φύσεως, ἡ ἀνώμαλος κακία τῆς ἡμῶν φύσεως. Πρὸς ταύτην τὴν συκῆν, τουτέστι τὴν φύσιν τῆς ἀνθρωπότητος ἦλθεν ὁ Σωτὴρ πεινῶν, καὶ ζητῶν ἐξ αὐτῆς καρπὸν τὸν γλυκύτατον, τουτέστι τὴν γλυκυτάτην Θεῷ ἀρετὴν, δι' ἧς ἡ σωτηρία προσγίνεται. Ἀλλ' οὐχ εὗρε καρπὸν, ἀλλ' ἢ μόνον φύλλα, τὴν τραχυτάτην καὶ μοχθηροτάτην ἁμαρτίαν, καὶ τὰ ἐκ ταύτης φυόμενα κακά. ∆ιὸ δὴ πρὸς ταύτην ἀντιφθέγγεται, ὅτι Οὐκέτι ἐκ σοῦ καρπὸς ἐλεύσεται. Οὐ γὰρ ἐξ ἀνθρώπων ἡ σωτηρία· οὐκ ἐξ ἀνθρωπίνης δυνάμεως ἡ ἀρετή. Ἐγὼ τὴν σωτηρίαν ἐργάσομαι, διὰ τοῦ ἐμοῦ πάθους τὴν ἀνάστασιν χαριζόμενος, καὶ τὴν ἀπαλλαγὴν τοῦ τραχυτάτου βίου χαρίζομαι. Ὃ δὴ καὶ πεποίηκεν.

δʹ. Εἶτα τὴν δι' ἔργου παραβολὴν ποιησάμενος, εἰσῄει εἰς τὸ ἱερὸν, τὸν πατρικὸν οἶκον ἐπισκεψόμενος, καὶ εὑρίσκει τοὺς κακοὺς γεωργοὺς τοὺς ἀρχιερεῖς, τοὺς καθίσαντας μὲν ἐπὶ τῆς καθέδρας Μωϋσέως, ἐνδειξαμένους τοὺς λύκους, τοὺς προβάτων ἔξωθεν περικειμένους ἔνδυμα, τοὺς συκῇ ἀκάρπῳ ἀπεικασμένους, τοὺς οὐκ ἔχοντας καρπὸν γλυκύτατον, ἀλλὰ φύλλων τραχύτητα. Ὅρα γὰρ αὐτῶν τὴν τῶν λόγων τραχύτητα. Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην· Ὁρᾷς ἀκαρπίαν ψυχῆς καὶ ἀπιστίας; Ἀνθ' ὧν ἔδει λέγειν· Εὖ, διδάσκαλε ἀγαθὲ, ὅτι Λάζαρον νεκρὸν τετραήμερον ἤγειρας· ὅτι χωλοὺς ὀξὺ βαδίζειν ἐδίδαξας· ὅτι τυφλοῖς τὴν τῆς ὁράσεως ἐδωρήσω δύναμιν· ὅτι ἰάσω τοὺς συντετριμμένους, καὶ πᾶσαν νόσον, καὶ πᾶσαν μαλακίαν ἀπήλασας· ὅτι δαίμονας ἐφυγάδευσας· ὅτι διδάσκεις τὴν τῆς σωτηρίας ὁδόν· Ἐν ποίᾳ, φασὶν, ἐξουσίᾳ ταῦτα ποιεῖς; Ὦ ἀγνώμονες! Καὶ ἐὰν ὑμῖν εἴπῃ· Πιστεύετε; εἰ μὴ δὲ Ἰωάννην πιστεύσαντες, πρὸς ἐκεῖνον ὥσπερ ῥεῦμα ποτάμιον ἐξεπορεύεσθε, καὶ ἐξομολογούμενοι τὰς ἁμαρτίας ὑμῶν τὸ δοκεῖν ἐβαπτίζεσθε, καὶ οὐκ ἐπιστεύσατε, κἀγὼ ἐὰν εἴπω ὑμῖν, πιστεύετε; Ὦ γενεὰ πονηρὰ καὶ ἄπιστος! Ὑμεῖς ἐστε οἱ πονηροὶ γεωργοὶ, οἱ τὸν ἀμπελῶνα Κυρίου Σαβαὼθ κατεσθίοντες. Τίνα τῶν προφητῶν οὐκ ἀπεκτείνατε; Ἀπέστειλεν ὑμῖν ὁ Πατὴρ τοὺς δούλους μου τοὺς προφήτας, ἀπαιτοῦντας τὸν καρπὸν τοῦ ἀμπελῶνος. Ἀμπελῶνα ἐξ Αἰγύπτου διὰ Μωϋσέως μετῆρα, ἣν κατεφύτευσα ἐν γῇ πίονι, ἐκβαλὼν ἔθνη, καὶ ἐν σχοινίῳ κληροδοσίας ἐκληροδότησα· ἧς τὰς ῥίζας κατεφύτευσα νόμῳ καὶ λόγῳ προφητῶν, καὶ ἐπλήρωσε τὴν γῆν· ἧς τὰ κλήματα ἕως θαλάσσης ἔφθασε, καὶ ποταμοὺς ἐθνῶν αἱ παραφυάδες ἐπλήρωσαν. Ὑμεῖς δὲ καθείλατε τὸν φραγμὸν αὐτῆς τὴν ἐκ τοῦ νόμου βοήθειαν, καὶ τρυγῶσιν αὐτὴν ἀφύλακτον οἱ τὴν ὁδὸν τοῦ βίου πορευόμενοι δαίμονες· Ὗς ἐκ δρυμοῦ, ὁ λῃστὴς αὐτὴν ἐλυμήνατο, καὶ ἄγριος μονιὸς ταύτην κατενεμήσατο. Ταύτης τῆς καλῆς φυτευθείσης, τῆς καρποφόρου καὶ ἀληθινῆς τὸν καρπὸν ὑπὸ τῶν δούλων μου τῶν προφητῶν ἀπαιτούμενοι, ὃν μὲν ἐραπίσατε, ὃν δὲ ἐν λάκκῳ βορβόρου κατεδικάσατε, ὃν δὲ ἐλιθοβολήσατε. Ἰδοὺ ἐγὼ αὐτὸς ὁ υἱὸς καὶ κληρονόμος πάρειμι, αἰδέσθητέ μου τὴν υἱότητα, ἐντράπητέ μου τῆς πατρικῆς φύσεως τὸ ἀξίωμα. Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, καὶ πρὸς ὑμᾶς ἐλήλυθα. Ἐλεῶ τοῦ ἀμπελῶνός μου· εἰ καὶ πρὸς γῆν καταβέβηκα, ἀλλ' ἐν τοῖς κόλποις τοῦ Πατρός μου αὐλίζομαι. Ἀπόδοτέ μοι τοῦ ἀμπελῶνός μου τὸν καρπόν. Ἀλλ' ὄντως ὡς πονηροὶ γεωργοὶ ὑμεῖς τὸ ἔργον τῶν πατέρων ὑμῶν ἐκπληρώσετε. Ἐκεῖνοι προφητοκτόνοι, ὑμεῖς καὶ θεοκτόνοι γενήσεσθε. Ἐπιδαψιλεύεσθε γὰρ τῇ κακίᾳ. Ἐγώ εἰμι ὁ κληρονόμος, ὁ λίθος ὁ ἀκρογωνιαῖος, ὃν ὑμεῖς εἰ καὶ ἀπώσησθε, ἀλλὰ συντριβήσεσθε μὲν, ἐγὼ δὲ τοὺς δύο λαοὺς συνάψω, τὰ διεστῶτα, τοῖς ἐπουρανίοις τὰ ἐπίγεια. ∆ι' ἐμοῦ ἀγγέλων καὶ ἀνθρώπων μία Ἐκκλησία γενήσεται. ∆ι' ἐμοῦ ἐχθροὶ ὄντες τῷ Πατρί μου καταλλαγήσεσθε. Εἰρηνεύσω γὰρ, καὶ σπονδὰς ποιήσομαι τῆς εἰρήνης τὸ ἐμοῦ αἷμα, ὅπερ ὑπὲρ τῆς κοσμικῆς ἐκχυθήσεται σωτηρίας.

εʹ. Ταῦτα διὰ τῶν παραβολῶν αἰνιττόμενος, οὐκ ἔπειθεν. Ἐκάμμυσαν γὰρ τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν. ∆ιὸ οὐκ ηὔγασεν αὐτοῖς τὸ φῶς τοῦ Εὐαγγελίου. Ὢ τῆς ἀτόπου τῶν ἀνιέρων ἱερέων πωρώσεως! Αὐτοὶ ἑαυτοὺς κατεδίκαζον, οὐκ εἰδότες τί λέγουσιν. Αὐτοὶ γὰρ καθ' ἑαυτῶν ἐξήνεγκαν ψῆφον. Ἐρωτώμενοι γὰρ τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις, ἄκοντες ἀληθῶς ἀπεκρίναντο. Κακοὺς κακῶς ἀπολέσει αὐτούς. ∆ίκαιον ὡς ἀληθῶς πάσχειν τὸν κακὸν ἐξ οἰκείας γενόμενον προαιρέσεως. Τὸν δὲ ἀμπελῶνα ἐκδώσεται ἑτέροις γεωργοῖς, οἵτινες ἀποδώσουσι τὸν καρπὸν ἐν καιρῷ. Ὡς ἱερεῖς καὶ τὸ τῆς ἱερωσύνης ἔχοντες ἀξίωμα, καὶ μὴ εἰδότες τὰ ἀληθῆ, προφητεύουσιν. Ἐκδέδοται γὰρ ὁ ἀμπελὼν, ὁ λαὸς Κυρίου, τοῖς γεωργοῖς οἳ ἀπέδωκαν τῷ ∆εσπότῃ πολύχουν καὶ πολυφόρον τὸν καρπόν. Εἰς γὰρ πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά! Οὗτοι ὡς πρόβατα ἐν μέσῳ λύκων πορευόμενοι, τοὺς λύκους εἰς πρόβατα μετεποίησαν, τοὺς πάλαι διώκοντας Ἕλληνας, Χριστοῦ πρόβατα ἀπειργάσαντο, καὶ

ϛ

ἐκτήσαντο κυρίῳ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων. ʹ. ∆εῦτε οὖν, ἀδελφοὶ, ὅσοι τὸ τῆς πίστεως ἐλάβομεν ὄνομα, οἱ Χριστοῦ λαὸς ὀνομάζεσθαι κατηξιωμένοι, μὴ ἀθετήσωμεν τὴν κλῆσιν ἡμῶν μὴ τὴν πίστιν διὰ τῶν ἀτόπων ἔργων καταρυπώσωμεν. Οὐκ ἀρκεῖ τὸ ἀκούειν πιστὸν μόνον, ἀλλ' ἔργῳ τὴν πίστιν ἡμῶν ἐπιδειξώμεθα. ∆ύο γὰρ υἱοὶ, φησὶν, ἦσαν ἑνὶ πατρὶ, καὶ εἶπεν τῷ ἑνί· Πορεύου, ἐργάζου εἰς τὸν ἀμπελῶνα. Ὁ δὲ ὑπέσχετο μὲν, οὐκ ἐπλήρωσε δὲ τὴν ὑπόσχεσιν. Εἶτά φησι πρὸς τὸν ἕτερον. Ὁ δὲ ἀπηρνήσατο μὲν λόγῳ, ἔργῳ δὲ τὸ προσταχθὲν ἐξεπέρανε. Καὶ ψέγεται μὲν ὁ πρότερος, εὐφημεῖται δὲ ὁ δεύτερος. Καὶ ἡμεῖς τοίνυν μνησθῶμεν τῆς ἀποταγῆς, καὶ συνταγῆς τῆς γενομένης ἐν τῷ βαπτίσματι. Ἀπεταξάμεθα τῷ διαβόλῳ, καὶ τοῖς ἀγγέλοις αὐτοῦ, καὶ πάσῃ τῇ λατρείᾳ αὐτοῦ· τηρήσωμεν τὴν ἀπόταξιν· μὴ ὡς κύων ἐπὶ τὸν ἴδιον ἔμετον ἐπιστρέψωμεν. Ἔργα τοῦ διαβόλου εἰσὶν, μοιχεῖαι, πορνεῖαι, ἀκαθαρσίαι, φθόνοι, ἔριδες, φιλονεικίαι, ὑποκρίσεις, καταλαλιαὶ, εἰρωνεῖαι, θυμοὶ, μνησικακίαι, κατακρίσεις, βλασφημίαι, ἐπαοιδίαι, ἐπιλαλιαί. Τὰ τῆς ἀπιστίας σημεῖα, ἀσπλαγχνίαι, προσπάθειαι, ἀντιπάθειαι, φιληδονίαι, φειδωλίαι, κῶμαι, μέθαι. Καὶ ἡ τοῦ διαβόλου πομπὴ, ὑπερηφανίαι, κενοδοξίαι, οἴησις, ἔπαρσις, τύφος, ἐπίδειξις, καλλωπισμὸς τοῦ σώματος. Τούτων ἁπάντων ἀρνησάμενοι τὴν κοινωνίαν, καθὰ συνεταξάμεθα τῷ Χριστῷ, τὰς ἐναντίας τούτων ἀρετὰς ζηλώσωμεν· ἁγνείαν, σωφροσύνην, πτωχείαν, ὑπομονὴν, εἰρήνην, ἀγάπην, συμπάθειαν, ἐλεημοσύνην, τὴν εἰς τοὺς δεομένους μετάδοσιν, σχῆμα, καὶ στολὴν, καὶ βάδισμα κόσμιον, λόγον ἀληθῆ, ταπείνωσιν, ἐπὶ πᾶσιν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ, ὅπως κοινω νοὶ γενόμενοι τῶν παθημάτων αὐτοῦ, καὶ τῆς δόξης αὐτῷ κοινωνήσωμεν, προσαγόμενοι τῷ Θεῷ καὶ Πατρὶ θυσίαν ζῶσαν, ἄμωμον, ἐν τῇ Ἐκκλησίᾳ τῶν πρωτοτόκων, ἔνθα εὐφραινομένων ἡ κατοικία.

ζʹ. Πάλαι δὲ, πρὸς σὲ τρέψω τὸν λόγον, πεποθημένη νύμφη Χριστοῦ, πόθησον ἀξίως τὸν σὲ ποθήσαντα. Ὅλον ἄνοιξον αὐτῷ τὸ ταμεῖον τῆς καρδίας σου, ἵν' ὅλως οἰκήσῃ ἐν σοὶ Χριστὸς σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι. Ἐκχόησον ἐξ αὐτῆς πάντα τὰ γήϊνα, ἵνα εὕρῃ ἐν αὐτῇ τὴν εἴσοδον. Οἶκος γὰρ γῆν καὶ πνεῦμα ἀέρος ἅμα οὐχ ὑποδέξεται. Ὅσον ἐνοικίσεις τὸν χοῦν, ἀπελάσεις τὸ τοῦ ἀέρος πνεῦμα καὶ ὅσον εἰσοικίσεις ἐν τῇ καρδίᾳ σου τὰ γήϊνα, ἀποικίσεις τὸ Πνεῦμα τὸ ἅγιον. Πόθεν πορνεῖαι; πόθεν μοιχεῖαι; πόθεν ἔριδες, φιλονεικίαι, φθόνοι, φόνοι, καὶ πᾶς ὁ τῶν κακῶν ἐσμός; οὐκ ἐκ τῆς ἐπιθυμίας τῶν γηΐνων; Ἀπέλασον πᾶσαν κενοδοξίαν, τὴν τῆς ἀπιστίας μητέρα.

Οὐ γὰρ δύνασθε. φησὶν ὁ Χριστὸς, πιστεύειν εἰς ἐμὲ, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες. Ἐξόρισον ἐκ τῆς σῆς καρδίας πᾶσαν οἴησιν, ὑπερηφανίαν, ἔπαρσιν. Ἀκάθαρτος γὰρ παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος. Ὑπερηφάνοις ἀντιτάσσεται Κύριος, ταπεινοῖς δὲ δίδωσι χάριν. Ἀπάρνησαι πᾶσαν αὐθάδειαν, αὐταρέσκειαν, ἵνα μόνῳ ὑποτάσσῃ τῷ νόμῳ τοῦ Θεοῦ. Καὶ αὐτὸς ὁδηγήσει σε ἐπὶ λιμένα θελήματος αὐτοῦ. Μὴ εἰσαγάγῃς ἄλλον νυμφίον ἐν τῇ παστάδι τῆς καρδίας σου. Ζηλωτὴς γάρ ἐστιν ὁ σὸς νυμφίος Χριστός· ὁ γλυκύτατος, ὁ μόνος ποθητὸς, ὅλος γλυκασμὸς, ὅλος ἐπιθυμία. Αὐτῷ μόνῳ τὴν σὴν ἀναπέτασον καρδίαν, καὶ βόησον αὐτῷ. Τετρωμένης καρδίας εἰμὶ ἐγώ· ἐξέστησέ με ὁ πόθος σου· ἠλλοίωσέ με ἡ ἀγάπη σου, ∆έσποτα. ∆εσμία εἰμὶ τῷ σῷ ἔρωτι. Εἴσελθε εἰς τὸ ταμιεῖόν σου· φιλήσω σου τὰ ἴχνη. Οὐκ εἰμὶ γὰρ ἀξία εἰπεῖν, Φίλησόν με ἀπὸ φιλημάτων στόματός σου; Ἐνοίκησον ἐν ἐμοὶ, καὶ ἐμπεριπάτησον, κατὰ τὴν ἀψευδῆ σου ἐπαγγελίαν, καὶ ποίησόν με ναὸν τοῦ παναγίου Πνεύματος. Κατακυρίευσον τῆς καρδίας μου, ∆έσποτα, καὶ κατακληρονόμησον αὐτὴν, καὶ μονὴν παρ' ἐμοὶ ποίησαι, ἅμα ὑπὸ τῷ Πατρὶ καὶ τῷ Πνεύματι. Πλάτυνόν σου ἐν ἐμοὶ τὰ σχοινίσματα, τὰς ἐνεργείας τοῦ παναγίου Πνεύματος. Σὺ γὰρ Θεός μου, καὶ δοξάσω σε, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ, ἅμα τῷ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

βιβλιογραφικές αναφορές

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

4
Δημοσιεύτηκε από: Rodion Vlasov
Θέλετε να διορθώσετε ή να προσθέσετε κάτι; Πες μας: https://t.me/bibleox_live
Ή επεξεργαστείτε αυτό το άρθρο μόνοι σας: Επεξεργασία