Oratio de his qui in fide dormierunt ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΙΩΑΝΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΠΙΣΤΕΙ ΚΕΚΟΙΜΗΜΕΝΩΝ ΟΠΩΣ ΑΙ ΥΠΕΡ ΑΥΤΩΝ ΓΙΝΟΜΕΝΑΙ ΛΕΙΤΟΥΡΓΙΑΙ ΚΑΙ ΕΥΠΟΙΙΑΙ ΤΟΥΤΟΥΣ ΟΝΙΝΗΣΙΝ.

αʹ. Τὰ τῶν βρωμάτων ἡδέα καὶ τίμια προτιθέμενα πολλάκις, οὐ μόνον τοὺς πεινῶντας εἰς βρῶσιν ἕλκουσιν, ἀλλ' ἐνίοτε καὶ τοὺς ἤδη κεκορεσμένους προσερεθίζουσιν· ὥσπερ καὶ τῶν πομάτων τὰ λίαν ἡδύποτα καὶ εὐώδη, οὐ τοὺς διψῶντας μόνον, ἀλλὰ μὴν καὶ τοὺς ἔμπαλιν πρὸς μετάληψιν θέλγουσιν. Ὡσαύτως πάλιν καὶ τοὺς φιλοπλούτους, ὅταν μεγάλης περιουσίας κρατήσωσιν, ἔρως ἀεὶ ἀναγκάζει τούτους ζητεῖν ἀφορμὰς, ὅσαι καθ' ἡμέραν τὸν πλοῦτον τούτοις προσεπεκτείνουσιν. Οὐκοῦν καὶ ὑμᾶς, ὦ τιμιώτατα τῆς Ἐκκλησίας ἐκλόγια, ἱερεῖς καὶ Πατέρες, ἀδελφοὶ καὶ μητέρες καὶ τέκνα φίλτατα, οὐ τῶν θείων λογίων λιμὸς, οὔτε τις δίψα τῶν ἱερῶν μαθημάτων, οὔτ' αὖ πενία γνώσεως τῆς ἐνθέου, ἐπὶ τὸν νῦν ἐκτεθέντα λόγον προσεπικλίνειεν, ἀλλ' ἔφεσις ὄντως θεοχαριτώτατος προσάγουσα ὑμᾶς ἐκ δυνάμεως εἰς δύναμιν, καὶ ἐκ χαρίτων εἰς χάριτας, καὶ ἐκ μνήμης εἰς ἀνάμνησιν. Ὃ γὰρ πολλάκις τελείοις λέλοιπε, τοῦτο παιδίον ηὕρατο· καὶ ὃ σοφοὺς παρέδραμεν, ἰδιώταις ἐνέσκηψε· καὶ ὃ διδασκάλους διέλαθε, μαθηταῖς ἐπεφοίτησεν. Ἡμῖν δὲ οὐδὲ τοῦτο εἰπεῖν τολμητέον, ἀλλ' ὥσπερ ἐπιφυλλίδα μετὰ τὸν τρυγητὸν καταλελειμμένην, καὶ στάχυν μετὰ τὸν ἀμητὸν διὰ τὸ πλῆθος παρεωραμένον, καὶ πᾶσαν ἁπλῶς ἐπὶ δένδροις ὀπώραν μετὰ τὴν συλλογὴν ἐκλελησμένην ἐπισωρεύσαντες, οὕτω τοὺς βουλομένους, Χριστοῦ τοῦ ἀληθινοῦ συνεργοῦντος Θεοῦ, καὶ τὸν λόγον διὰ τῶν ἔργων καὶ ἀποδείξεων βεβαιοῦντος, δεξιωσόμεθα.

βʹ. Ὁ περὶ πάντα τοίνυν τὰ καλὰ καὶ θεοφιλῆ πράγματα καὶ διανοήματα κοιλαινόμενος ὄφις, καὶ σφαττόμενος παλαμναῖος ἐχθρὸς, τῇ μὲν φιλαδελφίᾳ πληττόμενος, τῇ δὲ πίστει ῥηγνύμενος, τῇ ἐλπίδι νεκρούμενος, τῇ συμπαθείᾳ κραδαινόμενος, ἐνέσκηψέ τισιν ὁ παράνομος σκῆψίν τινα ἔκφυλον καὶ ἀλλό τριον, καὶ τῶν ἱερῶν θεσμῶν εἰς ἅπαν ἀντίθετον· ὡς ὅτι τὰ μετὰ θάνατον πάντα τὰ θεοφιλῆ ἔργα οὐδὲ τοὺς προλαβόντας ὀνίνησιν. «Ἀπέκλεισε γὰρ, φησὶν, ὁ Θεὸς κατ' αὐτῶν·» καὶ, «Κομιεῖται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἶτε φαῦλον·» καὶ, ὅτι «Ἐν τῷ ᾅδῃ τίς ὁμολογήσεταί σοι;» καὶ πάλιν, «Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ·» καὶ, «Ὅτι ὃ ἔσπειρεν ἕκαστος, τοῦτο καὶ θερίσει. Ἀλλ', ὦ σοφοὶ, εἴπωμεν πρὸς αὐτοὺς, ἐρευνήσατε καὶ διδάχθητε, ὅτι πολὺς μὲν ὁ φόβος τοῦ τῶν πάντων ∆εσπότου Θεοῦ, πολλῷ πλέον ἡ ἀγαθότης· καὶ φοβεραὶ μὲν αἱ ἀπειλαὶ, ἀνείκαστος δὲ ἡ τοῦ Θεοῦ φιλανθρωπία· καὶ φρικταὶ πάλιν αἱ καταδίκαι, ἄφατον δὲ τῶν οἰκτιρμῶν αὐτοῦ τὸ πέλαγος.

γʹ. Ἴδετε γὰρ τί φησιν ἡ θεία Γραφή· ὡς Ἰούδας ὁ Μακκαβαῖος ἐν τῇ Σιὼν τῇ πόλει τοῦ Βασιλέως τοῦ μεγάλου, ὁπηνίκα τεθανατωμένον εἶδε τὸν ὑπ' αὐτὸν λαὸν ὑπὸ τῶν ἀλλοφύλων ἐχθρῶν, ἐρευνήσας αὐτῶν τοὺς κόλπους καὶ τούτων ἔνδοθεν εὑρὼν εἰδωλεῖα, ἐξιλασμὸν αὐτίκα ὑπὲρ ἑκάστου τούτων πρὸς τὸν εἰς οἶκτον ἕτοιμον Κύριον προσενήνοχε, πανευσεβῶς ποιήσας καὶ φιλαδέλφως λίαν, ὅθεν καὶ παρὰ τῇ θείᾳ Γραφῇ, ὡς ἐν πᾶσι, καὶ ἐν τούτῳ τεθαυμάστωται. Οἱ δέ γε μύσται καὶ αὐτόπται τοῦ λόγου, οἱ τὸν τοῦ κόσμου γύρον ζωγρήσαντες μαθηταὶ τοῦ Σωτῆρος καὶ θεῖοι ἀπόστολοι, ἐπὶ τῶν φρικτῶν καὶ ἀχράντων καὶ ζωοποιῶν μυστηρίων μνήμην ποιεῖσθαι τῶν πιστῶν κοιμηθέντων ἐθέσπισαν· ὃ καὶ κατέχει βεβαίως καὶ λίαν ἀναντιῤῥήτως ἡ τοῦ Χριστοῦ καὶ Θεοῦ ἀπὸ περάτων μέχρι περάτων ἀποστολικὴ καὶ καθολικὴ Ἐκκλησία, ἐκ τότε μέχρι τοῦ νῦν, καὶ τῆς τοῦ κόσμου λήξεως ἄχρι· οὐκ ἀλογίστως πάντως, οὐδὲ ματαίως, οὐδὲ εἰκῆ καὶ ὡς ἔτυχε τοῦτο θεσπίσαντες. Οὐδὲν γὰρ ἀνόνητον ἡ τῶν Χριστιανῶν ἀπλανὴς θρησκεία παρείληφεν, καὶ εἰς αἰῶνα κατέσχεν ἀπαρασάλευτον, ἀλλὰ πάντα ἐπωφελῆ καὶ θεάρεστα καὶ λίαν ὀνησιφόρα, καὶ σωτηρίας μεγίστης πρόξενα.

δʹ. Ἔφη τοιγαροῦν ὁ πολὺς τὰ θεῖα καὶ βαθὺς ∆ιονύσιος ἐν τῇ περὶ τῶν κεκοιμημένων μυστικῇ θεωρίᾳ οὑτωσὶ λέξας· ἵν' ἐκ τῶν αὐτοῦ θείων τε καὶ σεβαστῶν λόγων πρὸς ἐναργῆ ἀπόδειξιν ἐφαψώμεθα· ὡς «Αἱ τῶν ἁγίων προσευχαὶ, καὶ κατὰ τὸν τῇδε βίον, μήτιγε μετὰ θάνατον, εἰς τοὺς ἀξίους ἱερῶν εὐχῶν, ἤγουν εἰς τοὺς πιστοὺς ἐνεργοῦσι.» Τὸ δὲ, μήτιγε, πάντως ἐνταῦθα μηδὲν ἕτερον ἢ τὸ, πόσῳ γε μᾶλλον, ὑποληπτέον. Καὶ μετ' ὀλίγον· «Οὐ γὰρ ὁ θεῖος ἱεράρχης, ὁ τῆς θεαρχικῆς δικαιώσεως ὑπο φήτης, ἐζήτει ποτὲ τὰ μὴ τῷ Θεῷ προσφιλέστατα, καὶ πρὸς αὐτοῦ δοθήσεσθαι θειωδῶς ἐπηγγελμένα· διὸ τοῖς ἀνιέροις, ἤγουν τοῖς ἀφωτίστοις, οὐκ ἐπεύχεται ταῦτα κεκοιμημένοις.» Καὶ αὖθις· «Οὐκοῦν ὁ θεῖος ἱεράρχης ἐξαιτεῖται τὰ φίλα Θεῷ, καὶ πάντως δωρηθησόμεθα.» Καὶ πάλιν· «Ἡ μὲν οὖν εὐχὴ τῆς θεαρχικῆς ἀγαθότητος, δεῖται πάντα μὲν ἀφιέναι τὰ δι' ἀνθρωπίνην ἀσθένειαν τῶν κεκοιμημένων πταίσματα· τάξαι δὲ τοῦτον ἐν χώρᾳ ζώντων εἰς κόλπους Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, ἐν ᾧ ἀπέδρα τόπῳὀδύνη καὶ λύπη καὶ στεναγμός· παρορώσης ἀγαθότητι τῆς θεαρχικῆς εὐσθενείας τὰς ἐγγενομένας τῷ κεκοιμημένῳ ἐξ ἀνθρωπίνης ἀσθενείας κηλίδας, ἐπείπερ, ὡς τὰ λόγιά φησιν, οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου.» Βλέπεις, ὁ ἀντιλέγων, πῶς βεβαιοῖ ἐπωφελεῖς ὑπάρχειν τὰς ὑπὲρ τῶν ἐν ἐλπίδι θείᾳ κατοιχηθέντων δεήσεις;

εʹ. Μετὰ δὲ τοῦτον αὖθις ὁ τῆς θεολογίας ἐπώνυμος θεοῤῥήμων Γρηγόριος ἐν τῷ εἰς Καισάριον τὸν ἀδελφὸν ἐπιταφίῳ λόγῳ, περὶ τῆς ἰδίας μητρὸς, «Ἠκούσθη, φησὶ, κήρυγμα πάσης ἀκοῆς ἄξιον, καὶ μητρὸς πάθος κενοῦται δι' ὑποσχέσεως καλῆς καὶ ὁσίας, δοῦναι τὰ πάντα τῷ παιδὶ τὸν ἐκείνου πλοῦτον ὑπὲρ ἐκείνου δῶρον ἐπιτάφιον.» Καὶ μεθ' ἕτερα· «Τὰ μὲν οὖν παρ' ἡμῶν τοιαῦτα· καὶ τὰ μὲν ἀποδέδωκεν, τὰ δὲ δώσομεν, τὰς δι' ἔτους προσφέροντες τιμάς τε καὶ μνήμας, οἵ γε τῷ βίῳ περιλειπόμενοι.» Ὁρᾷς πῶς βεβαιοῖ, καὶ καλὰς καὶ ὁσίας καλεῖ, τὰς ὑπὲρ τῶν κατοιχομένων τῷ Θεῷ προσαγωγὰς, καὶ τὰς ἐτησίους μνήμας εἰσδέχεται;

ϛ

ʹ. Εἶτα μετ' αὐτὸν ὁ χρυσοῤῥήμων ὄντως καὶ χρυσεπώνυμος Ἰωάννης, ὁ τῆς φιλοπτωχίας καὶ τῆς μετανοίας ὁδηγὸς καὶ διδάσκαλος, ἐν τῇ πρὸς Φιλιππησίους αὐτοῦ καὶ Γαλάτας θεοφεγγεῖ ἑρμηνείᾳ, «Εἰ γὰρ Ἕλληνες, φησὶ, συγκατακαίουσι τοῖς ἀπελθοῦσι τὰ ἑαυτῶν, πόσῳ γε μᾶλλον σὲ τὸν πιστὸν συμπαραπέμψαι δεῖ τῷ πιστῷ τὰ οἰκεῖα, οὐχ ἵνα τέφρα γένωνται, καθὼς ἐκεῖνα καὶ ταῦτα, ἀλλ' ἵνα μείζονα τούτῳ περιβάλῃς τὴν δόξαν· καὶ εἰ μὲν ἁμαρτωλὸς ὁ τεθνηκὼς ᾖ, ἵνα τὰ ἁμαρτήματα λύσῃ, εἰ δὲ δίκαιος, ἵνα προσθήκη γένηται μισθοῦ καὶ ἀνταποδόσεως.» Καὶ πάλιν ἐν ἑτέρῳ λόγῳ, «Ἐπινοήσωμεν, φησὶ, τοῖς ἀπελθοῦσιν ὠφέλειαν· δῶμεν αὐτοῖς τὴν προσοῦσαν βοήθειαν, ἐλεημοσύνας λέγω, καὶ προσφοράς· καὶ φέρει τούτοις πολλὴν τὸ πρᾶγμα τὴν

κέρδος καὶ τὴν ὠφέλειαν. Καὶ γὰρ εἰκῆ καὶ ὡς ἔτυχε ταῦτα

ὄνησιν, καὶ μέγα τὸ

νενομοθέτηται, καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ ὑπὸ τῶν αὐτοῦ πανσόφων μαθητῶν παραδέδοται, φημὶ δὴ τὸ ἐπὶ τῶν φρικτῶν μυστηρίων εὐχὴν ποιεῖσθαι τὸν ἱερέα ὑπὲρ τῶν ἐν πίστει κεκοιμημένων, εἰ μὴ ἴσασιν αὐτοῖς πολὺ τὸ κέρδος ἐκ τούτου καὶ πολλὴν τὴν ὠφέλειαν.»

ζʹ. Εἶτα σὺν τούτοις ὁ πάνσοφος αὖθις Νυσσαέων Γρηγόριος οὕτω φησίν· «Οὐδὲν ἀλογίστως, οὐδ' ἀκερδῶς ὑπὸ τῶν τοῦ Χριστοῦ κηρύκων καὶ μαθητῶν παραδέδοται, καὶ ἐν τῇ τοῦ Θεοῦ πανταχοῦ Ἐκκλησίᾳ διακεκράτηται· ἀλλὰ τὸ πρᾶγμα πάντως ἐπωφελὲς καὶ θεάρεστον, τὸ μνήμην δηλονότι ποιεῖν ἐπὶ τῆς θείας καὶ παμφαοῦς μυσταγωγίας, τῶν ἐν ὀρθῇ τῇ πίστει καὶ κεκοιμημένων.

ηʹ. Τὸ γὰρ εἰπεῖν, ὅτι «Σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ,» καὶ, «Θερίσει πᾶς τις ὃ ἔσπειρε, καὶ τὰ τούτων ἀκόλουθα, περὶ τῆς παρουσίας πάντως τοῦ Κτίστου, καὶ τῆς τότε φρικτῆς ἀποφάσεως εἴρηται, καὶ τῆς τοῦ κόσμου τοῦδε συμπερατώσεως. Τότε γὰρ ὅλως βοηθείας οὐκ ἔσται καιρὸς, ἀλλὰ πᾶσα παράκλησις ἄπρακτος. Τῆς πανηγύρεως γὰρ διαλυθείσης, οὐκ ἔστι πραγματείας ἐμπόρευμα. Ποῦ γὰρ οἱ πένητες τότε; ποῦ λειτουργοί; ποῦ ψαλμῳδίαι; ποῦ εὐποιίαι; ποῦ ἀγαθοεργίαι; ∆ιὸ πρὸ τῆς ὥρας ἐκείνης ἀλλήλοις ἐπικουρήσωμεν, καὶ τῷ φιλαδέλφῳ καὶ φιλανθρώπῳ καὶ φιλοψύχῳ Θεῷ τὰ τῆς φιλαδελφίας προσοίσωμεν· δέχεται γὰρ εὖ μάλα, καὶ τοῖς ἀσυμφθάστως, καὶ οἷον εἰπεῖν, ἀνετοίμως ἐκδημήσασι, τὰς ὑπὸ τῶν τούτοις προσφερομένας τῶν ὑστερημάτων ἀναπληρώσεις εἰς ἔργον τούτοις καὶ πρᾶξιν λογίζεται. Θέλει γὰρ οὕτως ὁ φιλάνθρωπος Κύριος αἰτεῖσθαι, καὶ νέμειν τὰ τῶν ἰδίων κτισμάτων πρὸς σωτηρίαν αἰτούμενα, καὶ τότε μᾶλλον ὁλικῶς ἐπικάμπτεται· οὐχ ὅταν τις μόνον ὑπὸ ἰδίας· ψυχῆς ἀγωνίζηται, ἀλλ' ὅταν ὑπὲρ τοῦ πέλας τοῦτο ἐργάζηται. Ἐντεῦθεν γὰρ ἐπὶ τὸ θεομίμητον ἐκτυποῦται, καὶ τὰς ἑτέρων δωρεὰς, ὡς οἰκείας ἐξαιτεῖ χάριτας, καὶ τῆς τελείας ἀγάπης τὸν ὅρον ἐμπερικλείει, καὶ τὸν μακαρισμὸν ἐκ τούτου πορίζεται, καὶ τὴν ἰδίαν σὺν τῇ τοῦ πέλας εὐεργετεῖ ψυχὴν ὅτι μάλιστα.

θʹ. Τί δὲ καὶ δυσαχθὲς τὸ πρᾶγμα νενόμισται; μήτι τὴν Φαλκονίλλαν ἡ πρωτόμαρτυς οὐκ ἔσωσε μετὰ θάνατον; Ἀλλ' ἴσως ἐρεῖς, ὅτι αὕτη κατ' ἀξίαν, ἐπεὶ πρωτόμαρτυς, καὶ ταύτης δέον εἰσακουσθῆναι τὴν δέησιν. Ἐγὼ δὲ πρὸς τοῦτό φημι· Καλῶς ἡ πρωτόμαρτυς ἐκεῖ. Σκόπει δὲ πάλιν, ὑπὲρ τίνος ἡ αἴτησις· ὅτιπερ ὑπὲρ Ἑλληνίδος, εἰδωλολάτριδός τε καὶ πάμπαν ἀνιέρου καὶ ἀλλοτρίου κυρίου ἐργάτιδος. Ἐνταῦθα δὲ πιστὸς ὑπὲρ πιστοῦ πρὸς τὸν αὐτὸν ∆εσπότην. Θὲς τοίνυν ἐκ θατέρου εἰς θάτερον, ὡς ἂν τὸ πρᾶγμα ἐξισωθήσεται, καὶ τὸ διστάζον οὐχ ὑπολειφθήσεται.

ιʹ. ∆ίελθέ μοι αὖθις ἐκ τούτων εἰς ἕτερα ταυτοδύναμα καὶ ὁμότροπα· λέγω δὴ τὴν Παλλαδίου πρὸς Λαῦσον ἱστορικὴν βίβλον, ἐν ᾗ τὰ κατὰ τὸν μέγαν καὶ θαυματουργὸν Μακάριον παναληθῶς ἀναγέγραπται θαύματα· πῶς τὸ ξηρὸν κρανίον πυθόμενος, τὰ περὶ τῶν κεκοιμημένων μεμάθηκεν ἅπαντα. Εἶτα πρὸς τοῦτο· Οὐδέποτε τοίνυν τινὰ παραμυθίαν εὑρίσκετε; (ἦν γὰρ ὁ ἅγιος συνήθως ποιῶν ὑπὲρ τῶν κεκοιμημένων εὐχὰς, καὶ γνῶναι ἐφίετο εἰ ἄρα πρὸς ὄνησιν γίνονται·) τοῦτο δὲ βουληθεὶς ἐπιδείξασθαι ὁ φιλόψυχος Κύριος, καὶ τὸν ἑαυτοῦ πληροφορῆσαι θεράποντα, τῷ ξηρανθέντι κρανίῳ λόγον ἀληθείας ἐνέπνευσεν. Ὅτε, φησὶν, ὑπὲρ τῶν νεκρῶν τὰς δεήσεις προσφέρεις, τότε μικρὰς παραμυθίας τινὸς αἰσθανόμεθα.

ιαʹ. Ἄλλῳ δὲ πάλιν τῶν θεοφόρων Πατέρων μαθητὴν ἔχοντι ἐν ἀμελείᾳ βιοῦντα, καὶ τοῦτον πρὸς τὸ τοῦ βίου πέρας ῥᾳθύμως ἐπιφθάσαντα, ὁ πανοικτίρμων καὶ φιλόψυχος Κύριος, μετὰ δακρύων αἰτησαμένου τοῦ γέροντος, ὡς τὸν κατὰ τὸν Λάζαρον πλούσιον ἐν τῇ φλογὶ καυσούμενον μέχρι τραχήλου ὑπέδειξεν· ὡς ἐντεῦθεν πολλὰ τοῦ ἁγίου πονήσαντος, καὶ σὺν δάκρυσι τὸν Θεὸν ἐκλιπαρήσαντος, μέχρι τῆς ζώνης πάλιν ὑπέδειξεν. Εἶτα καὶ αὖθις κόπους τοῖς κόποις τοῦ ἁγίου προσθέντος, παντελεύθερον, καὶ τοῦ πυρὸς λελυτρωμένον ἐν ὀπτασίᾳ τῷ γέροντι δέδειχε.

ιβʹ. Καὶ τίς ἂν δυνηθείη καθ' εἱρμὸν τὰς τούτων μαρτυρίας ἐκδιηγήσασθαι, τὰς ἐν τοῖς τῶν ὁσίων βίοις ἐντεταγμένας, ἐν μαρτυρίοις τέ φημι καὶ θείαις ἀποκαλύψεσιν, ἐναργῶς παριστώσας, καὶ μετὰ θάνατον μέγιστα τοὺς κατοιχομένους εὐεργετεῖν, τὰς ὑπὲρ αὐτῶν γινομένας εὐχάς τε καὶ λειτουργίας καὶ ἐλεημοσύνας; Οὐδὲν γὰρ τῶν δανεισθέντων Θεῷ ἀφανίζεται ὅλως, ἀλλὰ σὺν μεγίστῃ προσθήκῃ παρ' αὐτοῦ ἀνταμείβεται.

ιγʹ. Περὶ δὲ τοῦ φάναι τὸν Προφήτην, «Ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογηθήσεταί σοι,» προειρήκαμεν, ὡς αἱ ἀπειλαὶ μὲν φρικώδεις τοῦ παντεπόπτου· νικᾷ δὲ ταύτας ἡ ἄφατος αὐτοῦ φιλανθρωπία. Καὶ γὰρ μετὰ τὸ φάναι τὸν ὑποφήτην ταῦτα, γέγονε πάντως ἐν τῷ ᾅδῃ ἐξομολόγησις· ἐκείνων λέγω τῶν ἐκεῖ πιστευσάντων ἐν τῇ σωτηρίῳ τοῦ ∆εσπότου καθόδῳ. Οὐ γὰρ ἁπλῶς ἔσωσε πάντας ὁ ζωοδότης, ἀλλ' ὡς εἴρηται, κἀκεῖ τοὺς πιστεύσαντας. Τινὲς γοῦν φασι τοὺς προπεπιστευκότας, Οἵ τινές εἰσι πατέρες καὶ προφῆται, Κριταὶ, βασιλεῖς σὺν αὐτοῖς, καὶ τοπάρχαι, Καί τινες ἄλλοι τοῦ λαοῦ τῶν Ἑβραίων Εὐαρίθμητοι, καὶ πρόδηλοι τοῖς πᾶσιν. Ἡμεῖς δὲ πρὸς ταῦτα ἀντεροῦμεν, Τοῖς δοξάζουσιν ὧδε; ὡς οὔτε δῶρον, Οὔτε θαυμαστὸν, καὶ παράδοξον τοῦτο, Τὸ σῶσαι Χριστὸν τοὺς πεπιστευκότας. Ἐπεὶ κριτὴς δίκαιος ὑπάρχει μόνος. Καὶ πᾶς ὁ τούτῳ πιστεύσας οὐκ ὀλεῖται. Ἔδει τοιγαροῦν τούτους σωθῆναι πάντας, Καὶ τῶν τοῦ ᾅδου δεσμῶν ἀπαλλαγῆναι, Τῇ καταβάσει τοῦ Θεοῦ καὶ ∆εσπότου. Ὃ καὶ γέγονε τῇ τούτου προμηθείᾳ. Οἱ δέ γε χάριν φιλανθρωπίας μόνης Σωθέντες ὑπάρχουσιν, ὡς οἶμαι, πάντες, Ὅσοι τὸν βίον καθαρώτατον εἶχον, Καὶ πᾶσαν πρᾶξιν ἀρίστην ἐπετέλουν. Ἰσχνῶς βιοῦντες, ἐγκρατῶς, καὶ σωφρόνως, Τὴν δέ γε πίστιν ἀκραιφνῆ τε καὶ θείαν, Οὐ κατέλαβον, μὴ γυμνασθέντες ὅλως, Ἀλλ' ἀδίδακτοι μείναντες τὸ παράπαν, Τούτους ὁ πάντων ταμίας καὶ ∆εσπότης, Εἵλκυσεν, ἐζώγρησε δικτύοις θείοις. Καὶ τούτους ὑπέκλινε πιστεῦσαι τούτῳ, Λάμψας ἐπ' αὐτοὺς τὰς θεϊκὰς ἀκτῖνας, Καὶ δείξας αὐτοῖς τὸ φῶς τῆς ἀληθείας. Οὐ γὰρ ἠνέσχετο ὁ συμπαθὴς τῇ φύσει, Εἰς κενὸν τούτων τοὺς κόπους γεγενῆσθαι. Ἐκέκτηντο γὰρ ἐργωδέστατον βίον, Ἐπίμοχθόν τε καὶ στενὸν ὑπὲρ λόγον· Αὐτοκράτορες τῶν παθῶν γεγονότες, Καὶ τῶν ἡδονῶν καταπτύσαντες ἅμα, Ἀκτησίαν τε πᾶσαν ἐξησκηκότες, Ἐγκράτειάν τε σὺν ἀγρυπνίᾳ πάλιν, Καὶ πᾶσαν ἁπλῶς ἀρίστην ἐργασίαν· Οὐκ εὐσεβῶς μὲν, ἀλλ' ὅμως διελθόντες, Τὴν ἀνωτάτω πρόνοιαν, ὡς ἐδόκουν, Ἄριστα σεβόμενοι, πλὴν ἐσφαλμένως. Εἰσὶ δέ τινες, οἳ καὶ τὴν θείαν δόξαν, Τῆς πανσθενουργοῦ κατέλαβον Τριάδος Ἰσχνῶς, ἀμυδρῶς· ἀλλ' ἐδόξασαν ὅμως. Ἄλλοι δὲ τὴν σάρκωσιν εἶπον τοῦ Λόγου, Πάθη τε σεπτὰ, καὶ τὴν ἔγερσιν τούτου· Ἕτεροι δὲ γέννησιν τὴν ἐκ Παρθένου, Ὀνομασίαν τε ταύτης προειπόντες. Μαρία γὰρ, φησὶν, ὄνομα τῇ κόρῃ. Αὖθις ἔνιοι προκατέλεξαν πάσας Τὰς ὑπερφυεῖς Χριστοῦ θαυματουργίας. Τῶν νεκρῶν τε καὶ πηρῶν, καὶ μογιλάλων, Λεπρῶν, καὶ κωφῶν, καὶ τῶν πυρεκτιώντων, Παραλελυμένων τε καὶ δαιμονιώντων, Ὑδεριώντων ἅμα καὶ ξηροχείρων, Καὶ τῆς θαλάσσης τὸν περίπατον ἔνθεν, Ἄρτων τὴν εὐλόγησιν καὶ τῶν ἰχθύων, Μεταβολὴν ὕδατος αὖθις πρὸς οἶνον, Αἱμοῤῥοούσης καὶ συγκυπτούσης ἄρδην, Τὰς ῥώσεις προφήσαντες, σὺν ἄλλοις πλείστοις· Τούτους ἡ θεία τοῦ Λόγου δυναστεία, Οὐκ ἠνέσχετο παριδεῖν ὀλωλότας, Οὐδ' ἀπολέσαι τὰς πράξεις τὰς ἀρίστας. Τὸ γὰρ δανεισθὲν αὐτῷ τοῦ χρόνου μέρος, Καθὸ προειρήκαμεν, οὐκ ἀμαυροῦται· Ἀλλὰ φυλαχθὲν, ἀποδίδοται πᾶσι Τοῖς καλῶς βιώσασι, μετὰ προσθήκης. Οἱ δέ γε βίον αἰσχρὸν βεβιωκότες, Καὶ μηδὲν ὅλως τῶν χρηστῶν πεπραχότες, Σπόρον ἢ καρπὸν μηδ' ὅλως κεκτημένοι, Ἀλλὰ καὶ βίῳ, καὶ λόγῳ τε καὶ πίστει, Εἰς ἅπαν ὑπάρχοντες κατεσφαλμένοι, Οὔτε τῆς βροχῆς τῆς θείας οὐρανόθεν Χεθείσης αὐτοῖς, ἐβλάστασαν καθόλου· Οὐ γὰρ, ὡς ἔφθην εἰπὼν, ἔβαλον σπόρον, Οὔτε λάμψαντος τοῦ τῆς δόξης ἡλίου· Ἐπεπάνθησαν, ὡς ἄκαρποι καθόλου· Τούτους οὐκ ὀνίνησι Χριστὸς εἰς ἅπαν, Οὐ συνήγειρεν, ὡς οἶμαι, πεπτωκότας, Ὡς ἀναξίους παντελῶς σωτηρίας. Οὔτε μὴν ἐπίστευσαν αὐτῷ, δοκεῖ μοι. Ἐπήρωσε γὰρ αὐτῶν τὰς διανοίας Καὶ τοὺς νοεροὺς ὀφθαλμοὺς τῆς καρδίας, Ἡ τοῦ σκότους ἔπαρσις, ὁ πρῶτος δράκων, Οὗ θεραπευταὶ γεγόνασιν ἐκ πρώτης, Ἵνα βλέποντες μὴ βλέπωσιν, ὡς θέμις, Καὶ συνιέντες μὴ συνιῶσιν ὅλως. Οἱ δ' ἄλλοι πάντες οἱ σπόρον ἐσχηκότες, Ἐπεπάνθησαν τοῦ ἡλίου φανέντος, Ἐβλάστησάν τε τῆς βροχῆς γεγονυίας. Ἴδε ποῦ φέρων ὁ λόγος ἀνήγαγεν ἡμᾶς, λῦσαι σὺν Θεῷ καὶ διευκρινῆσαι πρᾶγμα μικροῦ δεῖν κεκαλυμμένον· καὶ τοῦτο οὐκ ἀποφαντικῶς, διὰ τὸ ἀνάξιον, ἀλλὰ συλλογιστικῶς, διὰ τὸ φιλάδελφον. Τούτους ἔσωσεν, ὡς ἔγωγε οἶμαι, ὁ Χριστὸς ἐν τῷ ᾅδῃ.

ιδʹ. ∆έδεικται τοίνυν τῇ τοῦ Χριστοῦ συνεργίᾳ, ὅτιπερ γέγονε ἐν τῷ ᾅδῃ ἐξομολόγησις. Ταῦτα δέ φαμεν, οὐχὶ τὴν προφητείαν ἀναιροῦντες· μὴ γένοιτο· ἀλλὰ δεῖξαι βουλόμενοι τὸν ὑπεράγαθον Κύριον ὑπὸ τῆς οἰκείας φιλανθρωπίας νικώμενον· ὥσπερ καὶ τὸ, «Νινευῒ καταστραφήσεται·» καὶ αὕτη οὐ κατέστραπται, ἀλλὰ νενίκηκε τὴν κρίσιν ἡ ἀγαθότης. Καὶ ἐν τῷ Ἐζεκίᾳ, «Τάξαι, φησὶ, περὶ τοῦ οἴκου σου. Ἀποθνήσκεις γὰρ σὺ, καὶ οὐ ζώσεις·» καὶ αὐτὸς οὐκ ἀπέθανε. Καὶ ἐν τῷ Ἀχαάβ· «Ἐπάξω, φησὶ, κακά·» καὶ οὐκ ἐπήγαγεν, ἀλλ' εἶπεν· «Εἶδες πῶς κατενύγη Ἀχαάβ; διὸ οὐκ ἐπάξω ἐν ἡμέραις αὐτοῦ κακά.» Ἀλλὰ καὶ πάλιν τὴν ἀπόφασιν ἡ ἀγαθότης ὑπερενίκησεν, ὡς καὶ ἐν ἄλλοις πλείστοις κρίμασι, καὶ εἰς ἀεὶ νικήσει μέχρι τῆς ἐσχάτης ἀνταποδόσεως, ὅταν ἡ λῆξις τῆς πανηγύρεως ἥξει, καὶ βοηθείας οὐκ ἔσται καιρὸς, ἀλλ' ἄνθρωπος, καὶ τὸ φορτίον αὐτοῦ. Νῦν δὲ καιρὸς πραγματείας, καιρὸς συναλλάγματος, καιρὸς κόπου καὶ δρόμου καὶ μόχθου· καὶ μακάριος ὁ μὴ ὀκλάσας, μήτε χαυνωθεὶς τῇ ἐλπίδι· μακαριώτερος δὲ ὁ καὶ ὑπὲρ ἑαυτοῦ καὶ ὑπὲρ τοῦ πλησίον ἀγωνισάμενος.

ιεʹ. Τοῦτο γὰρ μᾶλλον τέρπει καὶ κατευφραίνει τὸν φιλοικτίρμονα Κύριον, τὸ σπεύδειν ἕκαστον εἰς τὴν τοῦ πέλας βοήθειαν. Τοῦτο καὶ θέλει ὁ ἐλεήμων, καὶ βούλεται, ἵνα ὑπ' ἀλλήλων οἱ πάντες εὐεργετώμεθα, καὶ ζῶντες, καὶ μετὰ θάνατον. Οὐ γὰρ ἂν ἡμῖν ἀφορμὴν ἐδεδώκει, τοῦ μνήμην ἐπὶ τῆς ἀναιμάκτου θυσίας ποιεῖσθαι τῶν προλαβόντων, καὶ πάλιν τρίτα, καὶ ἔννατα, καὶ τεσσαράκοντα, καὶ ἐτησίους μνήμας καὶ τελετάς· ἅτινα πάσης ἀντιῤῥήσεως ἄνευ ἡ καθολικὴ αὐτοῦ καὶ ἀποστολικὴ Ἐκκλησία, καὶ ὁ ταύτης θεοσύλλεκτος καὶ πανευσεβὴς λαὸς ἀπαρασάλευτα κατέχει καὶ ἀδιάβλητα, εἰ μὴ τοῦτο εὐθὲς ἦν ἐν ὀφθαλμοῖς αὐτοῦ. Πάντως γὰρ εἰ χλεύη τὸ πρᾶγμα ἦν, καὶ ἀκερδὲς καὶ ἀνόνητον, πολλῶν γεγονότων θεοφόρων ἁγίων πατριαρχῶν, Πατέρων, καὶ διδασκάλων, ἐνέσκηψεν ἂν τούτων ἑνὶ καταπαῦσαι τὴν πλάνην· ἀλλ' οὐδεὶς τούτων ἀνατρέψαι τοῦτό ποτε δεδοκίμακε, μᾶλλον μὲν οὖν καὶ κεκύρωκε· καὶ ὁσημέραι τὸ πρᾶγμα ἐπαύξεται καὶ προστίθεται, προσθήκην ἐπὶ προσθήκῃ δεχόμενον.

ϛ

ιʹ. ∆έον τοίνυν καὶ ἄλλων ἱστοριῶν ἐπιμνησθῆναι πρὸς τούτους. Γρηγόριος οὖν ὁ ∆ιάλογος, ὁ τῆς πρεσβυτέρας, Ῥώμης ἐπίσκοπος, ἀνὴρ, ὡς ἴσασι πάντες, ἐν ἁγιωσύνῃ καὶ γνώσει ἐξάκουστος, ᾧ, φασὶ, λειτουργοῦντι οὐράνιος συνελειτούργει. καὶ θεῖος ἄγγελος. Οὗτός ποτε ἀνὰ τὴν λίθινον πορείαν ποιούμενος, καὶ στὰς ἐξεπίτηδες, εὐχὴν κραταιὰν πρὸς τὸν φιλόψυχον Κύριον ὑπὲρ συγχωρήσεως ἁμαρτιῶν Τραϊανοῦ τοῦ βασιλέως πεποίηκεν· ὃς παραυτίκα φωνῆς θεόθεν ἐνεχθείσης αὐτῷ ἐπακήκοε ταῦτα φησάσης «Τῆς εὐχῆς σου, φησὶν, ἐπήκουσα; καὶ συγγνώμην Τραϊανῷ δίδωμι· σὺ δὲ μηκέτι προσθῇς ὑπὲρ ἀσεβῶν εὐχὰς προσενέγκαι μοι.» Καὶ ὅτι τοῦτο γνήσιον πέλει καὶ ἀδιάβλητον, μάρτυς ἡ Ἑῴα πᾶσα καὶ Ἑσπέριος. Ἰδοὺ τοῦτο τῆς Φαλκονίλλης ὑπέρτερον. Ἐκείνη μὲν γὰρ οὐδενὸς ἄλλου κακοῦ παραίτιος γέγονεν, οὗτος δὲ πολλῶν μαρτύρων πικρὸν ἐνεστήσατο μόρον.

ιζʹ. Θαυμαστὸς εἶ, ∆έσποτα, καὶ θαυμαστὰ τὰ ἔργα σου· καὶ σοῦ τὴν ἄφατον εὐσπλαγχνίαν δοξάζομεν, ὅτι πάντοτε πρὸς τὸ φιλάνθρωπον νεύεις, τοῖς δούλοις σου τὰς ἀφορμὰς παρέχεις, τῆς τε φιλαδελφίας, καὶ τῆς πρὸς σὲ βεβαίας πίστεως καὶ ἐλπίδος. Καὶ ἐδίδαξας ἡμᾶς διὰ τῶν σῶν θεραπόντων, εὐεργεσίας ποιεῖν ὑπὲρ ἀλλήλων, ἐξιλασμούς τε καὶ ὁλοκαυτώσεις, ὕμνους καὶ ψαλμῳδίας καὶ προσευχὰς, οὐκ εἰκῆ καὶ εἰς μάτην. Σὺ γὰρ ἀπλανὴς καὶ εὐπάροχος καὶ διδοὺς τοῖς πᾶσιν ὁτιοῦν προσφέρουσιν εἰς δόξαν σου μυριοπλασίονα τὴν ἀντίδοσιν· καὶ οὐδὲν ὅλως τῶν ἐπὶ τῷ σῷ ὀνόματι γινομένων ἀνόνητον.

ιηʹ. Μή τις τοιγαροῦν τοῦτο οἰέσθω, ἀδελφοὶ καὶ Πατέρες, ὅτιπερ ὅσα τῷ Θεῷ μετὰ πίστεως προσφέρονται, οὐ πολλαπλασίονα δίδωσι τὴν ἀντάμειψιν, καὶ τῷ ὑφ' οὗ, καὶ δι' οὓς προσάγονται. Ὥσπερ γὰρ μύρον, ἢ ἕτερον ἅγιον ἔλαιον, ὁ περιχρίειν θέλων νοσοῦντα, πρῶτον ἐκεῖνος, εἴτουν ὁ χρίων, μετέχει τῆς χρίσεως· εἶθ' οὕτως διαλείφει τὸν κάμνοντα· οὕτω πᾶς τις ὑπὲρ τῆς τοῦ πλησίον σωτηρίας ἀγωνιζόμενος, πρῶτον ἑαυτὸν ὀνίνησιν, εἶτα τὸν πέλας. Οὐ γὰρ ἄδικος ὁ Θεὸς, ἐπιλαθέσθαι τοῦ ἔργου, κατὰ τὸν θεῖον Ἀπόστολον.

ιθʹ. Ἀθανάσιος αὖθις ὁ πάνυ, ἐν τῷ εἰς κοιμη θέντας αὐτοῦ παναρμονίῳ λόγῳ, τάδε φησίν· «Ὅτι κἂν εἰς ἀέρα ὁ ἐν εὐσεβείᾳ τελειωθεὶς κατατεθῇ, μὴ ἀπαναίνου ἔλαιον καὶ κηροὺς, Χριστὸν τὸν Θεὸν ἐπικαλεσάμενος, ἐν τῷ τάφῳ προσάψαι· δεκτὰ γὰρ ταῦτα παρὰ Θεῷ, καὶ πολλὴν ἐξ αὐτοῦ φέροντα τὴν ἀντίδοσιν· τὸ γὰρ ἔλαιον καὶ ὁ κηρὸς, ὁλοκαύτωσις· ἡ δέ γε θεία καὶ ἀναίμακτος θυσία, ἐξιλασμός· ἡ δὲ πρὸς τοὺς πένητας εὐποιία, προσθήκη πάσης ἀγαθῆς ἀντιδόσεως. Ἔστω οὖν ὁ σκοπὸς τοῦ τὴν προσαγωγὴν ὑπὲρ τοῦ κεκοιμημένου ποιοῦντος· ὃν τρόπον, ὅταν τις νήπιον ἔχῃ τέκνον, καὶ παντελῶς ἄναρθρον καὶ ἀνίσχυρον, εἶτα νοσοῦντος τούτου, ὑπὲρ αὐτοῦ κηροὺς καὶ θυμίαμα σὺν ἐλαίῳ εἰς θεῖον ναὸν μετὰ πίστεως ἄξῃ, ὁλοκαυτώσῃ τε ταῦτα διὰ τὸν παῖδα· οὐχ ὡς αὐτὸς ὁ παῖς ταῦτα καὶ κρατεῖ καὶ προσάγει, ὡς τὰς ἀποταγάς τε καὶ συνταγὰς ἐπὶ τῆς θείας ἀναγεννήσεως· οὕτω καὶ τὸν ἐν Κυρίῳ τελειωθέντα ἐννοείτω καὶ κρατεῖν καὶ προσφέρειν, τούς τε κηροὺς καὶ τὸ ἔλαιον, καὶ τὰ εἰς λύτρον αὐτοῦ προσαγόμενα πάντα· καὶ οὕτω Θεοῦ χάριτι τοῦ μετὰ πίστεως σκοποῦ οὐδόλως ματαιωθήσεται. Πάντα γὰρ οἱ θεηγόροι ἀπόστολοι, καὶ θυηπόλοι διδάσκαλοι, καὶ πνευματοφόροι Πατέρες, ἐν κατοχῇ τοῦ Θείου κατὰ τὸ θεμιτὸν γεγονότες, καὶ τῆς ἐκστατικῆς τούτου δυνάμεως ποσῶς μετειληφότες, ἐνθέῳ στόματι θεοφιλῶς ἐθέσπισαν τὰς λειτουργίας, εὐχάς τε καὶ ψαλμῳδίας, ἐτησίους τε καὶ μνήμας τῶν προλαβόντων, ἅτινα μέχρι τοῦ νῦν τῇ τοῦ φιλανθρώπου Θεοῦ χάριτι ἐπαύξουσι καὶ προστίθενται, ἀπὸ τῶν ἀνατολῶν ἡλίου μέχρι δυσμῶν, καὶ βοῤῥᾶ, καὶ νότου, εἰς δόξαν καὶ αἶνον τοῦ Κυρίου τῶν κυρίων καὶ βασιλέως τῶν βασιλευόντων.» κʹ. Εἶτά φησιν ὁ ὑπεναντίος· Εἰ ταῦτα οὕτως ἔχει, οἱ πάντες σωθήσονται, καὶ οὐδεὶς ἀστοχήσει. Εὖγε τοῦτο, καὶ εἶθε. Αὐτὸ γὰρ διψᾷ, καὶ θέλει, καὶ ζητεῖ, καὶ ἐφίεται, καὶ ἐν τούτῳ χαίρει καὶ κατευφραίνεται ὁ ὑπεράγαθος Κύριος, ἵνα μή τις τῶν αὐτοῦ θείων δωρεῶν ἀστοχήσῃ. Μὴ γὰρ ἀγγέλοις τὰ γέρα καὶ τοὺς στεφάνους ἡτοίμασε; μὴ διὰ τὸ σῶσαι τοὺς οὐρανίους νόας ἐπὶ τῆς γῆς παραγέγονε, καὶ ἐκ Παρθένου ἀδιαφθόρως σεσάρκωται, καὶ βροτὸς ἐχρημάτισε, καὶ παθῶν καὶ θανάτου ἐγεύσατο; μὴ τοῖς ἀγγέλοις ἐρεῖ· «∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν κληρονομήσατε;» Οὐκ ἔχεις τοῦτο εἰπεῖν ὁ ἀντιλέγων· ἀλλὰ πάντα διὰ τὸν ἄνθρωπον, ὥσπερ πέπονθεν, οὕτω καὶ ἡτοίμασε. Τίς γὰρ ποιῶν πανδαισίαν, καὶ συγκαλέσας τοὺς φίλους, οὐ θέλει πάντας ἐληλυθέναι, καὶ τῶν ἑαυτοῦ καλῶν ἐμφορηθῆναι; Εἰς τί γὰρ καὶ τὴν εὐωχίαν ἡτοίμασεν, ἀλλ' ἢ τὸ τοὺς οἰκείους δεξιώσασθαι φίλους; Καὶ εἰ οὖν ἡμῖν τοῦτο ἐπίσπουδον, τί ἂν τῷ μεγαλοδώρῳ, καὶ μόνῳ φύσει ὑπεραγάθῳ, καὶ φιλανθρώπῳ Θεῷ· ὃς νέμων καὶ διδοὺς πλείονα χαίρει καὶ ἐπαγάλλεται, ἢ ὁ λαμβάνων, καὶ σωτηρίαν μεγίστην ἑαυτῷ ποριζόμενος.

καʹ. Τοῦτο οὖν σκόπει πᾶς τις ὁ τοῖς ῥηθεῖσιν ἀμφισβητῶν, ὅτιπερ ἕκαστος τῶν ἀνθρώπων ὁ μικρὰν ἀρετῶν ζύμην κτησάμενος, μὴ πεφθακὼς δὲ ταύτην ἀρτοποιῆσαι, ἀλλὰ βουληθεὶς μὲν, μὴ δυνηθεὶς δὲ τοῦτο, ἢ ῥᾳθυμίας, ἢ ἀμελείας, ἢ ἀνανδρίας ἕνεκεν, ἢ τῆς ἐξ ἡμέρας εἰς ἡμέραν ἀναβολῆς, ἐπιφθασθεὶς δὲ καὶ θερισθεὶς παρ' ἐλπίδα, οὗτος οὐκ ἐπιληθήσεται παρὰ τοῦ δικαίου Κριτοῦ καὶ ∆εσπότου, ἀλλ' ἐγερεῖ ὁ Κύριος αὐτῷ μετὰ τὸν θάνατον αὐτοῦ τοὺς οἰκείους καὶ ἀγγιστεῖς καὶ φίλους, καὶ τούτων τὰς γνώμας ἰθυνεῖ, καὶ τὰς καρδίας ἑλκύσει, καὶ τὰς ψυχὰς ἐπικάμψει πρὸς ἀγωγὴν καὶ βοήθειαν τούτου· καὶ σπεύσουσι κινηθέντες θεόθεν, καὶ ἁψαμένου τοῦ ∆εσπότου τῶν καρδιῶν αὐτῶν, ἀναπληρῶσαι τοῦ οἱχηθέντος ὑστερήματα. Ὁ δὲ αὖ γε βίον πονηρὸν κεκτημένος, συμπεφυρμένον τε ὅλον ἀκάνθαις, καὶ πλήρη ὄντα ὑλῶν τῶν ἀκαθάρτων, ὃς οὐδέποτε τῇ συνειδήσει διῆξεν, ἀλλ' ἀδεῶς καὶ ἀδιαφόρως ταῖς τῶν ἡδονῶν ἐνέκειτο δυσωδίαις, πράττων ἁπάσας τὰς τῆς σαρκὸς ὀρέξεις, καὶ μηδὲν ὅλως περὶ ψυχῆς φροντίζων, ἔχων τε τὸ φρόνημα σαρκικὸν ἅπαν, καὶ οὕτω φθασθεὶς ἐκδημῆσαι τοῦ βίου, τούτῳ παντελῶς οὐδεὶς ὀρέξει χεῖρα· ἀλλ' οὕτω πάντα τὰ κατ' αὐτὸν διαπραχθήσεται, ὡς μήτε ὑπὸ συνεύνου, ἢ τέκνων, ἢ ἀδελφῶν, ἢ συγγενῶν, ἢ φίλων ἐπικουρηθῆναι τὸ σύνολον, ὅτι μηδ' ἔχει Θεὸς ἐν μέτρῳ τοῦτον.

κβʹ. Ἐμοὶ γοῦν, καὶ ὅστις ἐμοὶ φίλος, γένοιτο, εἰ μὲν οἷόν τε, αὑτὸν ἐπικουρῆσαι, καὶ μηδὲν καταλεῖψαι ὑστέρημα· εἰ δ' ἂν φθασθείην μὴ τετελειωμένος, κἂν ὁ Κύριος ὁ πολὺς ἐν ἐλέῳ ἐπικάμψαι μοι τοὺς ἀγχιστεῖς καὶ φίλους, καὶ θερμήναι τούτων τὰς ψυχὰς καὶ καρδίας, ὡς ἂν δι' ἔργων ἀγαθῶν τε καὶ θεαρέστων ἐπικουρήσωσί μοι λίαν προθύμως, καὶ εἴ τι ὡς ἄνθρωπος καταλείψω ὑστέρημα, ἀναπληρώσειάν μοι μετὰ τὸν πότμον. Ναὶ, Κύριε ὁ τῶν θαυμασίων Θεὸς καὶ τῶν ἀπόρων πορίστης, μηδὲν εὑρεθείη μοι ἐν τῇ σῇ παρουσίᾳ μικρὸν ἢ μέγα ὑστέρημα, μήτε μὲν πᾶσι τοῖς ἐπὶ σοὶ πεποιθόσιν· οὕτω γάρ μοι καὶ ὁ προμνημονευθεὶς θεοῤῥήμων Χρυσόστομος διαπρυσίως καὶ διδάσκει καὶ κράζει, ἵνα καὶ αὖθις τῶν χρηστοτάτων αὐτοῦ λογίων ἐφάψωμαι. «Εἰ, φησὶν, οὐκ ἔφθασας περιὼν ἐν τῷ βίῳ τὰ τῆς ψυχῆς σου πάντα διευθετῆσαι, κἂν ἐν τῷ τέλει τοῦ βίου ἐντεῖλαι τοῖς σοῖς μετὰ θάνατον παραπέμψαι σοι τὰ σὰ, καὶ βοήθειαν δοῦναί σοι δι' ἔργων ἀγαθῶν· ἐλεημοσυνῶν λέγω, καὶ προσφορῶν. Κἀντεῦθεν τὸν Λυτρωτὴν καταλλάξειας· δεκτὰ γὰρ αὐτῷ ταῦτα καὶ πρόσφορα.» Καὶ πάλιν αὐτὸς ἀλλαχοῦ· «Γράψον, φησὶν, ἐν τῇ σῇ διατυπώσει μετὰ τῶν τέκνων καὶ συγγενῶν, συγκληρονόμον καὶ τὸν ∆εσπότην. Ἐχέτω σου ὁ χάρτης τοῦ ∆ικάστου τὸ ὄνομα, καὶ μνήμης μὴ ἀμοιρείτω πτωχῶν· κἀγὼ τούτων ἐγγυητής. Οὐ δίδομεν τοίνυν ἀφορμὰς καὶ προφάσεις τοῦ ζῶντά τινα μὴ ποιεῖν ἐλεημοσύνας, ἀλλὰ φυλάττειν ταύτας μετὰ τὸν θάνατον· ἔκτοπον γὰρ τοῦτο πάντη καὶ βέβηλον, καὶ τῆς θείας νομοθεσίας ἀλλότριον· ἀλλὰ καὶ κάλλιστον καὶ θεάρεστον, καὶ εἰς ἅπαν εὐπρόσδεκτον, τὸ πάντα ἄνθρωπον θεοσεβῆ καὶ φιλόχριστον καθαίρειν ἑαυτὸν δι' ἀγαθοεργίας παντοίας, ἀπεχόμενον πάσης ἀκαθαρσίας, ἐχόμενον δὲ τῶν τοῦ Θεοῦ φαεινῶν προσταγμάτων, ὡς ἂν πρὸς τὸ τέλος ἐληλακὼς, μετὰ παῤῥησίας λέξοι πρὸς τὸν ∆εσπότην· Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου· καὶ οὕτως ἡδέως ὑπαντήσοι τοῖς ἐπείκταις ἀγγέλοις. Ἀλλὰ τοῦτο μὲν ὀλίγοι καὶ ὀλιγάκις κατὰ τὸν τοῦ ∆εσπότου λόγον, ὅτι Ὀλίγοι, φησὶν, οἱ σωζόμενοι. Καίτοι γε τοῦτο οὐχ ἁπλῶς εἴρηκεν ἡ τῶν ὅλων Σοφία, ἀλλ' ὡς ἄν τις εἴποι, θαυμαστικῶς, ὅτι Ὀλίγοι οἱ σωζόμενοι· τὸ λοιπὸν ἐπιστάμενοι, ὅτι ἐργῶδες λίαν εὑρεθῆναί τινα τῆς πρώτης μερίδος, ἐξ ἀνάγκης ἐπάγομεν τὴν δευτέραν, ἀποστολικαῖς τε καὶ Πατρικαῖς ἑπόμενοι ῥήσεσιν· ὡς καὶ τοὺς κατοιχομένους Θεοῦ ἀγαθότητι ὠφελεῖσθαι, καὶ τὴν φιλαδελφίαν ἐπαυξάνεσθαι, καὶ τὴν τῆς ἀναστάσεως ἐλπίδα βεβαιοῦσθαι, καὶ τὴν πρὸς Θεὸν εὐχὴν κρατύνεσθαι, καὶ τὴν περὶ τοὺς θείους ναοὺς συνδρομὴν θερμοτέρως πληθύνεσθαι, καὶ τὴν εἰς τοὺς πένητας εὐποιίαν πλατύνεσθαι.» κγʹ–ιδʹ. Ἰδὲ κατὰ πόσους τρόπους τὸ πρᾶγμα ἐπικερδὲς καὶ ὠφέλιμον, παρὰ πόσων ὑποθήσεων ἡ τῶν κατοιχομένων ὠφέλεια· ἀφορμὴ γὰρ γίνεται σωτηρίας τῶν καταλεγέντων. Ἐπεὶ εἰ τὸ αἴτιον ἀναιρήσεις, πάντως καὶ τὰ τούτου ἀκόλουθα. Τίς γὰρ ἀνάγκη τοὺς μικροψύχους διαναστῆναι πείσοι, καὶ ταύτην διαπράξασθαι, εἰ μὴ πληροφορίαν ἔχωσι τοῖς ἑαυτῶν ἀφελεῖν; Παύσονται δὲ καὶ αἱ περὶ τὰς διατυπώσεις τῶν πενήτων ἐγγραφόμεναι μοῖραι, καὶ σὺν ταύταις αἱ ὑπὲρ τῶν νεκρῶν λειτουργίαι, ὑμνῳδίαι τε καὶ ψαλμῳδίαι, τεσσαρακοστὰ σὺν τριτεννάταις, καὶ ἐτήσιοι μνῆμαι καὶ τελεταὶ, αἵτινες οὐκ εἰς μάτην παρὰ τῶν διδασκάλων ἐπενοήθησαν. Ἀλλὰ μὴ γένοιτο, ἢ δοξάσαι καθόλου, ἢ παραλείψασθαί τι τούτων.

κεʹ. Εἰ δέ τις λέγοι περὶ τῶν ξένων καὶ πενήτων, οἳ τοὺς ὑπὲρ αὐτῶν ἀγωνισομένους οὐ κέκτηνται, οὔτε μὴν λειτουργιῶν ἢ διαδόσεων ἀπόμοιραν καταλιπεῖν ἐξισχύουσι· Τί ἄρα, φησὶν, οὗτοι; μὴ διὰ τὸ ἀπορεῖν αὐτοὺς καὶ ξένους ὑπάρχειν καὶ παραλελογισμένους, καὶ συμπόνους μὴ ἔχειν, ἀστοχήσουσι σωτηρίας; Οὐκοῦν ἄδικος ὁ Θεὸς, ἵνα τῷ ἔχοντι δώσει, τῷ δὲ μὴ ἔχοντι παρέξει οὐδέν; Ἄπαγε τοῦτο πᾶς τις ἐξ ἑαυτοῦ· καὶ γὰρ δίκαιος ὁ Θεὸς καὶ ∆εσπότης, ἢ μᾶλλον εἰπεῖν τἀληθέστερον, αὐτοδικαιοσύνη καὶ σοφία καὶ ἀγαθότης καὶ δύναμις ἐνυπόστατος. Ὡς οὖν δίκαιος, ἀντιμετρήσοι τῷ ἀπόρῳ τὰ εὔπορα· ὡς δὲ σοφὸς, τὴν τῶν ὑστερημάτων καταλλαγὴν πραγματεύσεται· ὡς δυνατὸς δὲ, τὸν ἰσχυρὸν κατεάξει, καὶ τὸ ἀσθενὲς ἐνισχύσει· ὡς δὲ ἀγαθὸς, τὸ τῶν οἰκείων χειρῶν διασώσει πλαστούργημα, εἰ μή τίς ἐστι τῶν προδήλως κατεγνωσμένων, καὶ τῶν τῆς ὀρθῆς πίστεως ἀποπτυστῶν, οὗτινος ἡ εὐώνυμος πλάστιγξ ἐπὶ πολὺ βαρυνθήσεται. Φασὶ γὰρ οἱ φωτισθέντες θεόθεν ἄνδρες, ὅτιπερ ὡς ἐν ζυγῷ ἐν τῇ ὑστάτῃ πνοῇ αἱ τῶν ἀνθρώπων δοκιμάζονται πράξεις· καὶ εἰ μὲν ἡ δεξιὰ πλάστιγξ τῆς ἑτέρας ὑπερέξει, εὔδηλον ὡς ἐν τοῖς δεξιοῖς ἀγγέλοις ὁ τυχὼν ἐναποψύξειεν. Εἰ δ' αὖ ἐξ ἴσου ἀμφότερα, νικᾷ πάντως ἡ τοῦ Θεοῦ φιλανθρωπία. Ἀλλ' ὥς φασιν οἱ θεηγόροι, εἰ καὶ μικρὸν ἡ τρυτάνη ἡ ἐν εὐωνύμοις νεύσει, καὶ τηνικαῦτα ὁ τοῦ Θεοῦ ἔλεος ἀναπληρώσει τὸ δέον. Ἰδοὺ τρεῖς αἱ τοῦ ∆εσπότου θεῖαι κρίσεις· ἡ μὲν πρώτη, δικαία· ἡ δὲ δευτέρα, φιλάνθρωπος· ἡ δὲ τρίτη, ὑπεράγαθος. Εἶτα ἐκ τούτων ἡ τετάρτη, ὁπόταν αἱ πονηραὶ πράξεις ὑπερσταθμισθῶσιν ἄγαν. Οἴμοι, ἀδελφοί· καὶ ταύτη δικαιοτάτη πάντως, δίκαια θεσπίζουσα τοῖς κεκριμένοις.

ϛ

κʹ. Εἰ δέ τινες λέγοιεν περὶ Βασιλείου τοῦ μάκαρος καὶ οἰκουμενικοῦ φωστῆρος, ὡς εἰρηκότος αὐτοῦ· «Μὴ πλάνασθε· Θεὸς οὐ μυκτηρίζεται. Νεκρὸς εἰς θυσίαν οὐκ ἀνάγεται. Ζῶσαν, φησὶ, προσάγαγε τὴν θυσίαν σου. Μὴ δύνασαι ἐκ τῶν τῆς τραπέζης σου λειψάνων τοὺς λαμπροὺς δεξιώσασθαι τοῦ βασιλέως· καὶ γὰρ ὁ ἐκ τοῦ

πᾶσαν τὴν ζωὴν ἐπερίσσευσε,

περισσεύματος προσφέρων, ἀπρόσδεκτος. Σὺ δὲ, ἃ μετὰ

ταῦτα προσφέρεις τῷ εὐεργέτῃ;» ἐρῶμεν· Καλῶς ὁ Μέγας Βασιλεῖος καὶ καλεῖ καὶ διδάσκει· ἀλλ' ἴδε καὶ πρὸς τίνας λέγει· πρὸς πλεονέκτας, πρὸς ἅρπαγας, πρὸς παντελῶς ἀσπόνδους τε καὶ ἀνελεήμονας, ὡς αὐτὸς μαρτυρεῖ, λέγων· «Λιθίνῃ διαλεγόμεθα καρδίᾳ.» Καί· «Ὅτι ὃν μὲν ἔζησας χρόνον, καθηδυπαθῶν τοῦ βίου, καὶ τῇ τρυφῇ διαῤῥέων, οὐδὲ προσβλέπειν ἠνείχου τοὺς πένητας. Ἀποθανόντος δέ σου, ποῖος μισθὸς ἐργασίας ὀφείλεται;» Καὶ αὖθις, ὅτι «Ἐπισκοτεῖ μοι ἡ οἰκία τοῦ γείτονος,» καὶ ὅτι «Ὁ πλεονέκτης οὐκ αἰδεῖται χρόνον, οὔτε γνωρίζει ὅρια, ἀλλὰ πυρὸς δικὴν, πάντα καταλαμβάνει καὶ ἐπινέμεται, καὶ ὡς ποταμὸς ὁρμηθεὶς, τῇ φορᾷ παρασύρει τὸ ἐνιστάμενον,» καὶ ἕτερα τούτοις ἐφάμιλλα, ἅτινα πάντες ἴσασιν, οἱ ἐμμελῶς τῇ πανιέρῳ τούτου βίβλῳ προσεπικύψαντες, ὅτι πρὸς τοὺς μηδαμῶς τοῖς πένησιν ἐντολὴν δεδωκότας, ἀλλὰ καὶ τὰ τούτων ἁρπάζοντας, ὁ λόγος ἐξήρτηται.

κζʹ. Καὶ μή τις εἴποι· Καὶ ποῦ φησιν εὑρεθῆναι τοιοῦτον ἄνθρωπον, πλούτῳ κομῶντα, καὶ τοὺς πένητας μὴ οἰκτείροντα; Ναὶ, ὄντως εὑρίσκεται, καθὰ καὶ προείρηται ἐν πολλοῖς μὲν καὶ ἄλλοις χρόνοις, ἐν οἷς καὶ ἐν τοῖς τοῦ ἀοιδίμου καὶ πανοσίου Ἰωάννου τοῦ Ἐλεήμονος, ὁ μετελθὼν ἐξ ἀσπονδίας εἰς παντελῆ ἐλεημοσύνην καὶ ὁσιότητα, Πέτρος ὁ τελώνης ποτέ. Φέρεται γὰρ ἐν τῇ τούτου πανολβίᾳ τοῦ βίου δέλτῳ, ὅτι, φησὶν, ἐν ἐκστάσει αὐτοῦ γεγονότος, καὶ τὰς οἰκείας πράξεις σταθμιζομένας θεασαμένου, κατιδεῖν λέγεται σιλίγνιον ἐν τῇ δεξιᾷ τοῦ ζυγοῦ πλάστιγγι, ὃ καὶ αὐτὸ μετ' ὀργῆς ἀντὶ λίθου εἰς τὸ τοῦ πένητος κατέλευσε πρόσωπον· δι' ἧς ὀπτασίας ἐπὶ τὸ λίαν θεοσεβὲς κατηντηκέναι δέδεικται ὁ μακάριος οὗτος Πέτρος.

κηʹ. Ἰδοὺ τοιγαροῦν ἀναμφίβολος ἐγνώρισται, πρὸς οἵους ὁ μέγας Βασίλειος τὸν λόγον ἐσκεύασε. Γέγονε γὰρ καὶ λιμὸς τηνικαῦτα ἰσχυρός τε καὶ μέγας κατ' ἐκεῖνον τὸν χρόνον· καὶ οἱ μὲν πλουτοῦντες τῇ φειδωλίᾳ νικώμενοι, τὸν πλοῦτον συνεῖχον· οἱ δ' αὖ πένητες ἀπορίᾳ πιεζόμενοι, τῷ λιμῷ διεφθείροντο. Ἤνοιξε τοίνυν ὁ θεῖος οὗτος Ποιμὴν, τοῖς ἀποτόμοις αὐτοῦ καὶ καμπτικοῖς, ἅμα δὲ, καὶ καταπληκτικωτάτοις λόγοις, τὰς τῶν ἐχόντων ἀδεῶς ἀποθήκας. Εἰ μὴ γὰρ οὕτως ἀπέφηνεν, οὐκ ἂν οἱ πένητες διετράφησαν, οὔτε μὴν οἱ πλουτοῦντες πρὸς οἶκτον ἐκάμφθησαν. Καὶ ὁ μὲν ταῦτα.

κθʹ. Ἡμεῖς δὲ σπεύσωμεν, ὅση δύναμις, ἐπὶ τῆς φρικώδους καὶ φοβερᾶς ἡμέρας, τῆς δευτέρας φημὶ τοῦ Κυρίου παρουσίας, ὑπὸ τῶν οἰκείων μὴ ἐγκληθῆναι, ὡς τὰ ὑπὲρ αὐτῶν ἀμελήσαντες· καὶ μάλιστα οἱ παρ' αὐτῶν ἐπιτροπὰς λαβόντες καὶ παραθήκας. Μὴ γὰρ οἰέσθω τις, ὅτι οὐκ ἀναγνωρισμὸς ἑκάστου πρὸς ἕκαστον ἐπὶ τῆς φοβερᾶς ἐκείνης συναγωγῆς γενήσεται. Ναὶ, ὄντως ἕκαστος ἀναγνωριεῖ τὸν πλησίον αὐτοῦ, οὐ τῷ τοῦ σώματος σχήματι, ἀλλὰ τῷ διορατικῷ τῆς ψυχῆς ὄμματι. Πόθεν, ἀπαιτεῖς, τοῦτο παραστησόμεθα; Ἄκουε τοῦ ∆εσπότου Χριστοῦ ἐν τῇ τοῦ πτωχοῦ Λαζάρου παραβολῇ ἀριδήλως διδάσκοντος, ὅτι, φησὶν, «Ἐπάρας τοὺς ὀφθαλμοὺς ὁ πλούσιος, ἐγνώρισε τὸν πτωχὸν Λάζαρον ἐν τῷ τοῦ πατριάρχου Ἀβραὰμ κόλπῳ καθήμενον·» ὡσαύτως δὲ καὶ τὸν Ἀβραάμ. Καὶ μή τις εἴποι, διὰ τὸ παραβολὴν εἶναι τὸ πρᾶγμα, τὸν σκοπὸν ὑπάρχειν ἀναπόδεικτον. Αἱ γὰρ τοῦ Σωτῆρος ἡμῶν θεῖαι παραβολαὶ, πραγμάτων εἰσὶν ἑστώτων, ἐνδεχομένων, καὶ ἀποδεδειγμένων.

λʹ. Ὁ δὲ Χρυσόστομος Ἰωάννης, τάδε φησίν· ὡς, «Οὐ μόνον τοὺς ὧδε γνωστοὺς γνωριοῦμεν, ἀλλὰ καὶ τοὺς μηδέποτε εἰς ἡμετέραν ἀφιγμένους θέαν θεωρήσομεν. Καὶ γὰρ τὸν Ἀβραὰμ οὐχ ἑώρακας, οὐδὲ τὸν Ἰσαὰκ, οὐδὲ τὸν Ἰακὼβ, οὐδὲ τοὺς ἀρχιπάτορας, οὐ τοὺς προφήτας, καὶ ἀποστόλους, καὶ μάρτυρας· ἀλλ' ἰδὼν τούτους ἐπὶ τῆς καθολικῆς ἐκείνης καὶ φρικτῆς πανηγύρεως, γνωρίσας ἐρεῖς· Ἰδοὺ Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, καὶ οἱ λοιποὶ πατριάρχαι. Ἰδοὺ Πέτρος, καὶ Παῦλος, καὶ πάντες οἱ ἀπόστολοι. Ἰδοὺ ∆αβὶδ ὁ Θεοπάτωρ, καὶ προφητῶν ὁ ἐσμός. Ἰδοὺ ὁ πρόδρομος Ἰωάννης, καὶ Στέφανος ὁ πρωτομάρτυς, καὶ ἡ πληθὺς τῶν ἁγίων.» Εἶτ' αὖθις ὁ πολὺς τὰ θεῖα Βασίλειος πρὸς τοὺς πλεονέκτας διαλεγόμενος, «Οὐ πρὸ ὀφθαλμῶν, φησὶ, λήψῃ τὸ τοῦ Χριστοῦ δικαστήριον; ἐπειδάν σε κύκλῳ περιστάντες οἱ παρὰ σοῦ ἠδικημένοι καταβοῶσί σου. Ὅπου γὰρ ἂν περιάγῃς τοὺς ὀφθαλμοὺς, ἐναργεῖς ὄψει τῶν κακῶν τὰς εἰκόνας. Ἔνθεν τοὺς ὀρφανοὺς, ἐκεῖθεν τὰς χήρας· ἑτέρωθεν τοὺς κατακονδυλισθέντας ὑπὸ σοῦ πένητας· τοὺς οἰκέτας, οὓς κατέξαινες· τοὺς γείτονας οὓς παρώργιζες,» καὶ τὰ τούτων ἑξῆς.

λαʹ. Ὁ δὲ τῆς τοῦ Χριστοῦ δευτέρας παρουσίας ἀκριβέστατος μύστης Ἐφραὶμ ὁ μακάριος, οὕτως διδάσκει. «Τότε, φησὶ, τέκνα τοὺς ἑαυτῶν κατακρινοῦσι γονεῖς, ὡς μὴ τὰ χρηστὰ διαπραξαμένους ἔργα. Καὶ ὅτι βλέπουσι τοὺς γνωρίμους ἐν τῇ ὥρᾳ ἐκείνῃ οἱ ἄθλιοι· καὶ ὁπόταν τινὰς ἐξ αὐτῶν τοῖς δεξιοῖς ἴδωσι καταταχθέντας μέρεσιν, ἀποχωριζόμενοι, θρηνοῦσι τὸ συντακτήριον.» Καὶ αὖθις ὁ τῆς θεολογίας ἐπώνυμος, «Τότε, φησὶ, Καισάριον ὄψομαι, λαμπρὸν, ἔνδοξον, ἀγαλλόμενον, οἷός μοι καὶ κατ' ὄναρ ὤφθης, ἀδελφῶν φίλτατε.» Εἶτα ὁ ἐν βίῳ καὶ λόγῳ περίβλεπτος, καὶ τῆς τοῦ Θεοῦ Ἐκκλη σίας θεμέλιος Ἀθανάσιος, τάδε φησὶ περὶ τῶν ἐν Κυρίῳ νεκρῶν· ὅτιπερ «Καὶ τοῦτο ὁ Θεὸς τοῖς σωζομένοις κεχάρισται, τὸ μέχρι τῆς κοινῆς ἀναστάσεως ἀλλήλοις ψυχικῶς συνεῖναι καὶ συνευφραίνεσθαι, ἀπεκδοχὴν ἔχοντας τῶν μελλόντων αὐτοῖς ἀποκληροῦσθαι θείων δωρεῶν· οἱ δ' ἁμαρτωλοὶ, καὶ ταύτης τῆς παραμυθίας ἐστέρηνται. Οὐ γὰρ ἔχουσι τὸ διαγνωστικὸν ἐν ἀλλήλοις. Ἐν ἐκείνῳ δὲ τῷ πανδήμῳ θεάτρῳ, καθὼς αἱ πράξεις ἀνακεκαλυμμέναι πάντων, οὕτω καὶ τὰ πρόσωπα γνώριμα παρὰ πάντων, ἕως οὗ ὁ πάντων ἔσχατος γένηται χωρισμός· καὶ ἀποπεμφθήσεται πᾶς τις, εἰς ὃν ἡτοίμασε τόπον ἑαυτῷ· οἱ μὲν δίκαιοι μετὰ Θεοῦ, καὶ ἀλλήλων· οἱ δ' ἁμαρτωλοὶ, ἐν τοῖς ἐκτόποις, ἢ καὶ μετ' ἀλλήλων· ἀλλ' ὅμως ἀγνώστως. Ἀπεστέρηνται γὰρ, καθὰ προείρηται, καὶ τῆς τοιαύτης παραμυθίας.»

λβʹ. Ποία δὲ καὶ ἄρα αἰσχύνη τοῖς κατῃσχυμμένοις γενήσεται, εἰ μὴ κατάδηλοι τοῖς πᾶσιν ὦσι; Τότε γὰρ χαλεπὴ καὶ μεγίστη αἰσχύνη, ὅταν καὶ γνωρίζῃ τις, καὶ γνωρίζηται πάλιν· πᾶς γὰρ αἰσχυνόμενος, τοὺς ἐγνωκότας αὐτὸν αἰσχύνεται· ἐπεὶ τῷ ἐν ἀγνώστοις ἀγνώστῳ, οὐδεμία μικροῦ δεῖν αἰσχύνη καταισχυνομένῳ γενήσεται. Ἀναμφίβολον οὖν τοῦτο καὶ ἀναντίῤῥητον, ὡς ἀριδήλως ἀλλήλους γνωριοῦμεν οἱ πάντες· καὶ τότε ὁ ἔλεγχος πάντων τῶν ἀπρεπῶς βιωσάντων κατ' ὀφθαλμοὺς ἑκάστῳ γενήσεται.

λγʹ. Ἀβάλαι τοίνυν τοῖς κατ' ἐμὲ πᾶσι· καὶ οὐαὶ, κατὰ τὸν θεῖον Ἐφραὶμ, τοῖς ἐξ ἀριστερῶν λαχοῦσι. Μακάριοι δὲ καὶ παμμάκαρες, οὓς ὁ ∆εσπότης ἐκ δεξιῶν καθιδρύσει· φωνήν τ' ἀκουτίσειν εὐλογημένην, ἧς ἀξιωθείημεν πάντες ἀκοῦσαι, οἱ φυλάξαντες τὴν ὀρθόδοξον πίστιν, καὶ τῶν ἀγαθῶν ἐμφορηθῆναι πάντων, ὧν τὸ κάλλος ὄμμα βροτῶν οὐκ εἶδεν, οὔτε μὴν ὦτα παράπαν ἠκηκόει, οὔτε καρδία λελόγισται καθόλου. Ἀμήν· γένοιτο, ∆έσποτα ζωοδότα, ταῖς ἐντεύξεσι τῆς πανάγνου Μητρός σου, καὶ τῶν ἀΰλων καὶ σεβαστῶν σου νόων, καὶ πάντων ὁμοῦ, Λόγε, τῶν σῶν ἁγίων, τῶν ἀπ' αἰῶνός σοι εὐαρεστησάντων. Ἀμήν.

βιβλιογραφικές αναφορές

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

4
Δημοσιεύτηκε από: Rodion Vlasov
Θέλετε να διορθώσετε ή να προσθέσετε κάτι; Πες μας: https://t.me/bibleox_live
Ή επεξεργαστείτε αυτό το άρθρο μόνοι σας: Επεξεργασία