ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ΕΝ∆ΕΚΑΤΟΣ. Περὶ ἱερωσύνης, καὶ ὅτι τύπος ἦν κατὰ νόμον τῆς ἐν Χριστῷ.
{ΚΥΡ.} Σκηνῆς μὲν δὴ πέρι καὶ τῶν ἐπ' αὐτῇ κεχρησμῳδημένων, ἀποχρῶν ἡμῖν εὖ μάλα καὶ ἀστείως ἀπεξεσμένος εἰς ἰσχνότητα τὴν πνευματικὴ ἐκπεποίηται λόγος. Πρέποι δ' ἂν, ὥς γέ μοι φαίνεται, συνερεῖς δέ που καὶ αὐτὸς, οἶδ' ὅτι, τῶν ἱερωσύνης ἅψασθαι γερῶν, τίνα τε αὖ τὸν τρόπον διὰ τῆς ἐν τύπῳ καὶ κατὰ νόμον ἡ ἀληθὴς σημαίνεται, τοῦτ' ἔστιν, ἡ ἐν Χριστῷ τε καὶ δι' αὐτοῦ τὸ ἱερὸν ἁγιάζουσα γένος, φημὶ δὲ δὴ πάλιν τοὺς ἐν πίστει λελαμπρυσμένους, καὶ τὴν εἰς Θεὸν οἰκειότητα πεπλουτηκότας, διά γε τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος. {ΠΑΛΛ.} Πρέποι γὰρ ἂν καὶ μάλα εἰκότως. {ΚΥΡ.} Ἀποτελεσθείσης δὴ οὖν ἐν κόσμῳ τῷ πρέποντι τῆς ἁγίας σκηνῆς, καὶ εἰς εἶδος ἐνηνεγμένης τὸ ἐν τῷ ὄρει παραδειχθὲν τῷ θεσπεσίῳ Μωσῇ, τὴν τῶν ἱερέων ἀνάδειξιν ἐποιεῖτο Θεὸς, καὶ δὴ καὶ ἔφασκε, «Καὶ σὺ προσαγάγου πρὸς ἑαυτὸν τόν τε Ἀαρὼν τὸν ἀδελφόν σου καὶ τοὺς υἱοὺς αὐτοῦ ἐκ τῶν υἱῶν Ἰσραὴλ ἱερατεύειν μοι, Ἀαρὼν καὶ Ναδὰβ καὶ Ἀβιοὺδ, καὶ Ἐλεάζαρ, καὶ Ἰθάμαρ υἱοὺς Ἀρών.» Ὀνομαστὶ μὲν οὖν οἱ ἀπόλεκτοι κέκληνται πρὸς ἱερουργίαν. «Οὐ γὰρ ἑαυτῷ τις λαμβάνει τὴν τιμὴν, ἀλλ' ὁ καλούμενος ὑπὸ τοῦ Θεοῦ,» κατὰ τὸ γεγραμμένον. Ἴτω δὴ οὖν αὐτόμολος μὲν μηδεὶς εἰς τὸ ἱερατεύειν τῷ Θεῷ, περιμενέτω δὲ κλῆσιν, ἤγουν, ἁρπάζειν ἐπιχειρῶν, ὃ μὴ ταῖς ἄνωθεν ἔχει ψήφοις, τὴν ∆αθάν τε καὶ Ἀβειρὼν ὑφέξει δίκην. Καὶ μήτοι θαυμάσῃς εἰ τὸ αὐτόμολον ἐφ' ἡμῶν ἔκτοπόν τε καὶ ἀκαλλὲς, ὅτε καὶ περὶ αὐτοῦ τοῦ Χριστοῦ γράφει Παῦλος, «Οὐχ ἑαυτὸν ἐδόξασε γενηθῆναι ἀρχιερέα, ἀλλ' ὁ λαλήσας πρὸς αὐτὸν, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.» Κλήσεως οὖν ἄρα τῆς ἐπὶ Χριστῷ λεγομένης εἰκὼν ἂν εἴη πάλιν τὸ πρὸς Μωσέα σοφῶς εἰρημένον, «Καὶ σὺ προσαγάγου πρὸς ἑαυτὸν τόν τε Ἀαρὼν τὸν ἀδελφόν σου, καὶ τοὺς υἱοὺς αὐτοῦ.» Τὸ γὰρ «προσαγάγου,» τί ἕτερον ἢ τὸ, οἰκείωσαί τε καὶ προσκάλει, δηλοῖ; Κέκληται δὲ ὥσπερ εἰς ἀρχιερέα Χριστὸς διὰ βουλῆς τοῦ Πατρός. Συγκέκληνται δὲ τρόπον τινὰ αὐτῷ καὶ συνεργοὶ τέθεινται πρὸς ἱερουργίαν καὶ οἱ θεσπέσιοι μαθηταί. Τοιγάρτοι καὶ διαῤῥήδην ἔφασκον, «Θεοῦ γάρ ἐσμεν συνεργοί·» περιεφοίτων δὲ αὖ καὶ τὴν ὑφ' ἥλιον πᾶσαν, ἱερουργοῦντες εἰς τὰ ἔθνη τὸ Εὐαγγέλιον Χριστοῦ. Κέκληνται μὲν γὰρ εἰς ἀποστολὴν διὰ Χριστοῦ, καὶ ἀληθὴς ὁ λόγος. Ἀλλ' ἦν που πάντως τὸ χρῆμα καὶ αὐτὸ θελητὸν τῷ Πατρί· μία γὰρ ἐφ' ἅπασι τοῖς δρωμένοις ἡ ψῆφος, ὅτι καὶ βουλὴ καὶ σοφία καὶ θέλησις τοῦ Πατρὸς ὁ Υἱός. Οὐκοῦν ὁ Ἀαρὼν τύπος ἂν εἴη Χριστοῦ, καὶ τῆς ἐν πνεύματί τε καὶ ἀληθείᾳ νοουμένης ἱερωσύνης, οἱονεὶ προανάδειξις, ὡς ἐν σκιαῖς ἔτι ταῖς ἀμυδροτέραις. Σύνες δὲ ὅτι προστάττεται Μωσῆς προσαγαγέσθαι πρὸς ἑαυτὸν τόν τε Ἀαρών· ἀσθενὴς γάρ πως καὶ ἀτελὴς ὁ νόμος, εἰ καὶ ἀπονοσφίζοιτο τοῦ Χριστοῦ. «Ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας.» Χριστὸς δὲ μίαν ὑπὲρ ἁμαρτωλῶν προσενέγκας θυσίαν, τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους, Ἴστωσαν δὴ οὖν οἱ σκιᾶς ἔτι καὶ γράμματος φίλοι, καὶ Μωσαϊκῶν ἐνταλμάτων κατηξιωμένοι, ὡς εἰ μὴ προσαγάγοιντο πρὸς ἑαυτοὺς τὸν ἀρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, εἰς οὐδὲν αὐτοῖς τῆς ἐν τύπῳ λατρείας καταλήξει τὸ σπούδασμα. Ποῖα γὰρ ἂν εἶεν παρά γε τῷ φιλαρέτῳ Θεῷ τῆς ἐν νόμῳ ζωῆς τὰ αὐχήματα; Τοιγάρτοι καὶ Παῦλος ἡμῖν ὁ σοφώτατος, διὰ τὸ ὑπερέχον τῆς γνώσεως τῆς Χριστοῦ, σκύβαλα μὲν ἡγεῖσθαι τὰ ἐν κόσμῳ φησὶν, ἀνθελέσθαι δὲ τὰ πνευματικά· καὶ τοῦτό ἐστι νοητῶς, τὸ προσάγεσθαι πρὸς ἑαυτὸν αὐτὸν τὸν Ἀαρών. {ΠΑΛΛ.} Συνίημι ὃ φῄς· σαφὴς γὰρ ὁ λόγος. {ΚΥΡ.} Προσαγάγου τοίνυν, φησὶ, πρὸς ἑαυτὸν Ἀαρὼν τὸν ἀδελφόν σου, καὶ καθ' ἕτερον, οἶμαι, τρόπον, τὸ χρῆμα εἰδὼς οὐκ ἀσυντελὲς εἰς ὄνησιν τὴν ὡς ἐν νοήσει πνευματικῇ· σύνες δὲ ὃ φημί. Ἀπεστέλλετο μὲν γὰρ Μωσῆς, τῆς ἐν Αἰγύπτῳ ταλαιπωρίας ἐκκομίζων τὸν Ἰσραήλ. Εἶτα τὴν ἀνθρώπου δύναμιν ὑπερανεστηκὸς ἄγαν, καὶ πέρα δὴ μέτρων τῆς ἐνούσης ἰσχύος τε καὶ εὐγλωττίας αὐτῷ τὸ ἐγχείρημα βλέπων, ἐλιπάρει λέγων· «Ἰδοὺ οὐκ εὔλαλός εἰμι πρὸ τῆς χθὲς, οὐδὲ πρὸ τῆς τρίτης, οὐδὲ ἀφ' οὗ ἤρξω λαλεῖν τῷ θεράποντί σου, ἰσχνόφωνος καὶ βραδύγλωσσός εἰμι ἐγώ.» Θεοῦ δὲ πρὸς ταῦτα, «Τίς ἔδωκε στόμα ἀνθρώπῳ,» λέγοντος, «τίς ἐποίησε δύσκωφον καὶ κωφὸν, βλέποντα καὶ τυφλόν; οὐκ ἐγὼ Κύριος ὁ Θεός; καὶ νῦν πορεύου, καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου.» Τῆς τῶν κατορθωμάτων ὑπεροχῆς ἡττώμενος, ἐδεδίει πάλιν, καὶ δὴ ἔφασκε, «∆έομαι, Κύριε, προχείρισαι ἄλλον, τὸν δυνάμενον, ὃν ἀποστελεῖς.» Προεχειρίζετο δὲ τὸ τηνικάδε Θεὸς παραχρῆμα τὸν Ἀαρὼν, εἰς τύπον τοῦ πάντα εὐκόλως κατορθοῦν εἰδότος Χριστοῦ· λελύτρωται δὲ οὐχ ἑτέρως ὁ Ἰσραὴλ, εἰ μὴ δέδοται συνεργὸς τῇ Μωσέως ἰσχνομυθίᾳ καὶ ἀσθενείᾳ πάλιν, ὡς ἐν εἰκόνι τῇ Ἀαρὼν ὁ Χριστός· οὕτω κἀνθάδε νοήσεις. Τὸ γὰρ ἀσθενὲς τοῦ νόμου τελειῶν ἐν Χριστῷ, παρεκόμισεν εἰς ἱερωσύνην τὸν Ἀαρὼν, καὶ συνάπτει χρησίμως τῷ μακαρίῳ Μωσῇ. Οὔτε γὰρ εἰς λύτρωσιν ἀρκέσειεν ἂν ὁ νόμος, οὔτε μὴν εἰς τὸ δύνασθαι τελειοῦν εἰς ἁγιασμὸν τοὺς ἐκλελυτρωμένους. Λύτρωσις δὲ καὶ ἁγιασμὸς ὁ Χριστὸς, συνεργαζομένων ἁγίων· καθάπερ ἀμέλει Μωσῆς μὲν τῷ Ἀαρὼν ἐν Αἰγύπτῳ τότε, αὐτῷ γε μὴν τῷ Ἀαρὼν οἱ υἱοί. Τῷ δὲ δὴ πάντων ἀρχιερεῖ καὶ ἡγουμένῳ Χριστῷ συνειργάζοντο νοητῶς καὶ οἱ θεσπέσιοι μαθηταί. Πάντα μὲν ἰσχύοντι κατορθοῦν, καὶ οὐχ ὡς ἀσθενοῦντι συντρέχοντες, ἀλλ' ὡς κεκλημένοι πρὸς ὑπουργίαν καὶ ἀριστίνδην ἐπιλελεγμένοι, καὶ τὸ ἐφ' ἅπασιν εὐσθενὲς παρ' αὐτοῦ κερδαίνοντες. Καὶ μαρτυρήσει λέγων ὁ θεσπέσιος Παῦλος· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.» {ΠΑΛΛ.} Οὐκοῦν ἀπόλεκτοι καὶ ὀνομαστὶ κέκληνται πρὸς ἱερουργίαν Ἀαρών τε καὶ οἱ λοιποί. {ΚΥΡ.} Καὶ πρός γε δὴ τούτοις λαμπρά τε καὶ ἱεροπρεπῆ τὰ ἐσθήματα κατασκευάζεσθαι αὐτοῖς ἐνομοθέτει λέγων· «Καὶ ποιήσεις στολὴν ἁγίαν Ἀαρὼν τῷ ἀδελφῷ σου εἰς τιμὴν καὶ δόξαν, καὶ σὺ λάλησον πᾶσι τοῖς σοφοῖς τῇ διανοίᾳ, οὓς ἐνέπλησα πνεῦμα αἰσθήσεως, καὶ ποιήσουσι τὴν στολὴν τὴν ἁγίαν Ἀαρὼν εἰς τὸ ἅγιον ἐν ᾗ ἱερατεύσει μοι.» Παῦλος μὲν οὖν ὁ σοφώτατος τοῖς ἐν πίστει δεδικαιωμένοις τὴν ἁγίαν ὄντως καὶ ἐξ οὐρανοῦ στολὴν ἀνάπτεσθαι δεῖν συμβουλεύει γράφων· «Ἐνδύσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.» Τοῦτο γάρτοι ὁ προφήτης Ἡσαΐας προανακεκράγει λέγων ὡς ἐκ προσώπου τῆς Ἐκκλησίας, «Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ, ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης.» Ἔσθημα δὴ οὖν τὸ εἰς τιμὴν καὶ δόξαν ἀληθῶς τῷ ἱερῷ καὶ ἁγίῳ γένει, Χριστὸς, κόσμημά τε λαμπρὸν καὶ ὑπερκόσμιον ταῖς τῶν ἁγίων ψυχαῖς. «Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε,» φησὶ, καὶ ἀληθὴς ὁ λόγος. Ὡς ἐν σκιαῖς δὲ ὁ νόμος κατακαλλύνει τὸν Ἀαρὼν, εἰς Χριστὸν ἀναφέρων τὴν ἐκ τοῦ ποικίλως ἐστάλθαι δόξαν. Μονονουχὶ γὰρ καὶ συνυφασμένος τῇ τῶν τεχνημάτων κατασκευῇ μυστικός τε καὶ ἀκριβὴς εὑρίσκεται λόγος, αἰνιγματωδῶς ὑποφαίνων τοῦ Σωτῆρος τὴν δόξαν. Θέα γὰρ ὅπως τῆς συνέσεως τῆς παρὰ Θεοῦ τῶν ἐσθημάτων τοὺς τεχνουργοὺς ἀναπεπλῆσθαί φησιν, εἰς εὐανθῆ ποικιλουργίαν ἀποκομίζοντος, καὶ τὴν Χριστοῦ τοῖς ἀμφίοις ἐγγράφοντος δόξαν. Περιστήθιον δὲ καὶ ἐπωμὶς, καὶ ποδήρης, καὶ χιτὼν ὁ κοσυμβωτὸς, κίδαρίς τε καὶ ζώνη, τὰ τεχνουργούμενα, αὐτά τε καὶ πρὸς τούτοις ἕτερα, ἃ καὶ ἀνὰ μέρος ἡμῖν, ὡς ἔνι, λελέξεται. Ἔφη τοίνυν περὶ τῶν εἰς ἔργα παρειλημμένων, «Καὶ αὐτοὶ λήψονται τὸ χρυσίον, καὶ τὴν ὑάκινθον, καὶ τὴν πορφύραν, καὶ τὸ κόκκινον, καὶ βύσσον.» Καί μοι πάλιν λεπτὸν ἐνιεὶς τοῖς προκειμένοις τὸν νοῦν, καὶ πρό γε δὴ τῶν ἄλλων ἄθρει δὴ τόδε. {ΠΑΛΛ.} Τὸ ποῖον τί φής; {ΚΥΡ.} Οὐ γὰρ χρυσίου καὶ βύσσου, καὶ μὴν καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου, ὑακίνθου τε αὖ πάντα πεποίηνται τὰ ἐν τῇ σκηνῇ, καὶ ἦν εἰς τύπον Χριστοῦ; {ΠΑΛΛ.} Ὧδε ἔχει. {ΚΥΡ.} Θέα δὲ δὴ ὅτι διὰ τῶν αὐτῶν καὶ ἡ τοῦ προὔχοντος ἐν ἱερωσύνῃ διεσκευάσθη στολὴ, τὴν Χριστοῦ δόξαν ὡς ἐν εἰκόνι δὴ πάλιν καὶ τύποις ὠδίνουσα· λόγοι γὰρ οἱ αὐτοὶ, γνῶσις δὲ οὐχ ἑτέρα, τὸ Χριστοῦ κάλλος κατασημαίνουσι. Γινώσκεται γὰρ ὡς ἐν χρυσῷ μὲν Θεὸς, ὡς ἐν πορφύρᾳ τὸ βασίλειον ἔχων ἀξίωμα, καὶ ὡς ἐν βύσσῳ λεπτῇ λόγος ἰσχνὸς καὶ ἀσώματος, ὡς ἐν κοκκίνῳ διὰ τὴν σάρκα· ἐν ὑακίνθῳ γε μὴν ἀεροφανεῖ, τοιουτόχρως γὰρ ὑάκινθος, διὰ τὸ ἄνωθεν καὶ ἐξ οὐρανοῦ. Ἢ γὰρ οὐχὶ Θεός τε ἅμα καὶ βασιλεὺς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος; {ΠΑΛΛ.} Πῶς γὰρ οὕ; {ΚΥΡ.} Οὐχὶ δὲ Λόγος ὢν τοῦ Πατρὸς λεπτὸς καὶ ἀσώματος, γέγονεν ἐν σαρκὶ καὶ ἔστιν ἄνωθεν; {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Αἱ αὐταὶ τοιγαροῦν ἀπαραλλάκτως καὶ ὡς ἐν θεωρίᾳ λεπτῇ τῶν ἐσθημάτων αἱ ὕλαι, καὶ μέντοι καὶ τῶν κατεσκευασμένων ἐν τῇ ἁγίᾳ σκηνῆ. Καὶ ταυτὶ μὲν ὧδε, τὰ δὲ εἰς τιμὴν καὶ δόξαν τῷ Ἀαρὼν ποικίλως ἐξυφασμένα καιρὸς ἤδη λέγειν. Οὐκοῦν, «Καὶ ποιήσουσι, φησὶ, τὴν ἐπωμίδα ἐκ βύσσου κεκλωσμένης, ἔργον ὑφαντὸν ποικιλτοῦ, δύο ἐπωμίδες συνέχουσαι ἔσονται αὐτῷ, ἑτέρα τὴν ἑτέραν ἐπὶ τοῖς δύο μέρεσιν ἐξηρτημένα. Καὶ τὸ ὕφασμα τῶν ἐπωμίδων, ὅ ἐστιν ἐπ' αὐτῷ κατὰ τὴν ποίησιν, ἐξ αὐτοῦ ἔσται ἐκ χρυσοῦ καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης.» Ὕλην δὲ τοῖς ὑφάσμασι δοὺς τὴν ἤδη προειρημένην, εὐθὺς ἐπιφέρει· «Καὶ λήψῃ τοὺς δύο λίθους, λίθους σμαράγδους, καὶ γλύψεις ἐν αὐτοῖς τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ, ἓξ ὀνόματα περὶ τὸν λίθον τὸν ἕνα, καὶ τὰ ἓξ ὀνόματα τὰ λοιπὰ ἐπὶ τὸν λίθον τὸν δεύτερον, κατὰ τὰς γενέσεις αὐτῶν, ἔργον λιθουργικῆς τέχνης· γλύμμα σφραγίδος διαγλύψεις τοὺς λίθους ἐπὶ τοῖς ὀνόμασι τῶν υἱῶν Ἰσραήλ. Καὶ θήσεις τοὺς δύο λίθους ἐπὶ τῶν ὤμων τῆς ἐπωμίδος· λίθοι μνημόσυνόν εἰσι τοῖς υἱοῖς Ἰσραήλ.» {ΠΑΛΛ.} Βαθὺς μὲν, ὡς ἔοικεν, ὁ ἐν τοῖς θεωρήμασι λόγος· πειρῶ δὲ πρότερον ἐκεῖνο εἰπεῖν, τί τὸ χρῆμα τῆς ἐπίκλην ἐπωμίδος, ἢ ποῖον ἂν ἔχοι τῆς κατασκευῆς τὸν τρόπον. {ΚΥΡ.} Ὕφασμά τι χιτῶνος ὡς ἐν εἴδει καὶ μέχρι στέρνου διῆκον γενέσθαι προστέταχεν, ὡς αὐτοῖς ἔσω τε καὶ ὡς ἐν χρῷ καὶ μέχρι ποδῶν ἐσθήμασιν ἐπενηνεγμένου, καὶ τὴν ἐκ χρυσοῦ καὶ πορφύρας ἀπαστράπτων αὐγὴν, τοῖς τῶν θεωμένων ὀφθαλμοῖς σεπτόν τε καὶ ἱεροπρεπὲς ἐντέκοι τὸ θαῦμα. Τοῦτο κέκληκεν ἐπωμίδα, διὰ τὸ, οἶμαι, βραχὺ τοῦ τεχνήματος, καὶ τὸ ἀμφοῖν δὴ μόλις ἐπιτάννυσθαι τοῖν ὤμοιν. Ἐν ταύτῃ δὴ οὖν τῇ ἐπωμίδι δύο λίθους, σμαράγδου δὲ αὗται, κλώσμασιν ἰσχνοῖς εὖ μάλα διεσφιγμένας ἐνερείδεσθαι δεῖν διετύπου σαφῶς, ἐνορωρυγμένων εὐτέχνως ὀνομαστὶ τῶν φυλῶν, ὡς ἓξ ἐν μιᾷ γράφεσθαι λίθῳ. Καὶ τίς ὁ τοῦδε λόγος, αὐτὸς ἡμῖν διεσάφει λέγων· «Καὶ λήψεται Ἀαρὼν τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ ἔναντι Κυρίου ἐπὶ τῶν δύο ὤμων αὐτοῦ, μνημόσυνον περὶ αὐτῶν.» {ΠΑΛΛ.} Νομιοῦμεν δὲ τί διά τε τῶν λίθων καὶ τῶν ἐν αὐτοῖς ὑποδηλοῦσθαι πάλιν; {ΚΥΡ.} Ἄκουε δή· ὠχρὰ μὲν λίθος ἡ σμάραγδος. Ἐννήχεται δὲ αὐτῇ τὸ αὐγοειδὲς ἐν βάθει, καὶ οἱονεὶ σκότῳ συγκέκραται φῶς· ἑκατέρου πρὸς ἑαυτὸ τὸ νικᾷν ἀνθέλκοντος. Ἆρ' οὖν, ὦ Παλλάδιε, πρὸς τὸ ὑψοῦ τε καὶ ἄνω βλέπων ὁ τοῦ σώματος ὀφθαλμὸς, καὶ κατατείνας εἰς τὸ βαθὺ πρὸς αἰθέρα καὶ οὐρανὸν, οὐχὶ τοιᾷδέ τινι προβαλεῖ θεωρίᾳ; ὠχρὸς γάρ που καὶ ὡς ἐν βάθει μέλας, καὶ φωτὶ μετρίῳ συμμιγὴς, ὁ ἀνωτάτω λίαν αἰθήρ. {ΠΑΛΛ.} Ὧδε ἔχει. {ΚΥΡ.} Εἰκόνα δὴ οὖν οὐρανοῦ τὴν λίθον ποιεῖται τὸ Γράμμα τὸ ἱερόν. Καὶ μή τοι θαυμάσῃς ὅτε καὶ σαπφείρῳ παρεικάζει πάλιν αὐτόν. Ὠχρὰ γὰρ ἡ σάπφειρος, καὶ τῆς ἐν σμαράγδῳ θέας οὐ μακράν. Γέγραπται δὲ οὕτως ἐν τῇ Ἐξόδῳ, «Καὶ ἀνέβη Μωσῆς καὶ Ἀαρὼν, καὶ Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶἑβδομήκοντα τῆς γερουσίας Ἰσραήλ. Καὶ εἶδον τὸν τόπον οὗ εἱστήκει ὁ Θεὸς Ἰσραήλ· καὶ τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ, ὡσεὶ ἔργον λίθου σαπφείρου, καὶ ὥσπερ εἶδος στερεώματος τοῦ οὐρανοῦ, τῇ καθαρότητι.» Ἐπειδὴ γὰρ ἐν Αἰγύπτῳ γεγονότες οἱ ἐξ Ἰσραὴλ λελατρεύκασι τῇ κτίσει, καὶ θεὸν ἐκάλουν τὸν οὐρανὸν, χρησίμως αὐτοῖς ὁ τῶν ὅλων Κύριος καὶ ἐπ' αὐτοῦ βεβηκὼς ἐφαίνετο τοῦ στερεώματος, ἵν' εἰδεῖεν ὅτι πάντα ὑπὸ πόδας ἔχει, καὶ αὐτῶν ἐστι τῶν οὐρανῶν δεσπότης, ὡς δημιουργός. Συνίης οὖν ὅτι τύπον ὥσπερ τινὰ καὶ εἰκονισμὸν οὐρανοῦ τὸ Γράμμα ποιεῖται τὸ ἱερὸν, τὴν ὡς ἐν μετρίῳ φωτὶ κατωχριῶσαν λίθον; κυαναυγὴς γὰρ φύσει. {ΠΑΛΛ.} Ἄριστα ἔφης. {ΚΥΡ.} Οὐρανοῦ δὴ οὖν σημεῖον ἡ σμάραγδος, γεγραμμένον ἔχουσα κατὰ γένος τὸν Ἰσραὴλ, καὶ τόπον λαχοῦσα τὴν ἐπωμίδα, δι' οὗ παρέσται νοεῖν, ὡς, οἵπερ ἂν εἶεν τὴν ἀπογραφὴν λαχόντες ἐν οὐρανῷ, οὗτοι πάντη τε καὶ πάντως ἐπαναπαύσονται τῷ Χριστῷ, μονονουχὶ καὶ ἐπ' ὤμων ἔχοντι, καὶ ὡς ἐν τάξει τέκνων ποιουμένῳ τοὺς ἀγαθούς. Τοιοῦτον δὲ καὶ ὁ θεῖος ἔφη Μωσῆς, φειδοῖ τῇ παρὰ Θεοῦ κατακαλλύνων τὸν Ἰσραήλ· «Ὡς ἀετὸς σκεπάσαι νοσσιὰν ἑαυτοῦ, καὶ ἐπὶ τοῖς νεοσσοῖς αὐτοῦ ἐπεπόθησε, διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτοὺς, καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ.» Ἀλλὰ δή που καὶ ὁ ∆αβὶδ ἀναμελῳδεῖ ἁγίῳ παντὶ, καὶ ἐν βοηθείᾳ τοῦ Ὑψίστου κατῳκηκότι, «Ἐπὶ τῶν μετα-φρένων αὐτοῦ ἐπισκιάσει σοι,» φησί. Μετάφρενά που καθάπερ ἐγᾦμαι τὰ ὑπαυχένια μέρη, καὶ τὰ ὡς ἐν ὤμοις ὑποδηλῶν, καὶ οὐχὶ δὴ πάντως τὰ νῶτα. Ἐπ' ὤμων δὴ οὖν ἀρθήσονται, κατὰ τὴν τοῦ προφήτου φωνὴν, καὶ ἐπὶ βραχίονος ἀναληφθήσονται κατὰ τὸν ἀρχαῖον Ἐφραῒμ, οἱ τὴν ἄνω λαχόντες ἀπογραφὴν, ἣν εὐκλεᾶ τε καὶ ἀξιάγαστον καὶ τῶν θείων χαρισμάτων τὸ κάλλος ὑπερκειμένην αὐτὸς ἀπέφηνεν ὁ Σωτὴρ, τοῖς ἁγίοις μαθηταῖς ὡδίπη λέγων· «Μὴ χαίρετε ὅτι τὰ δαιμόνια ὑποτάσσεται ὑμῖν, χαίρετε δὲ μᾶλλον, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς.» Μνημόσυνον δὲ τὴν ἔν γε τοῖς λίθοις ἀπογραφὴν ἔσεσθαί φησι τοῖς υἱοῖς Ἰσραὴλ ἔναντι Κυρίου, μονονουχὶ καὶ ἐνατενίζοντος, ὡς ἐν Ἀαρών· εἰσδέχεται γὰρ ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ εἰς ἀνάμνησιν ἐν Χριστῷ, καὶ γεγόναμεν ἐν αὐτῷ γνώριμοί τε καὶ ἐποπτείας ἄξιοι, καὶ ὡς ἐν βίβλῳ Θεοῦ. {ΠΑΛΛ.} Ὀρθῶς ἔφης. {ΚΥΡ.} Κόσμημα δὲ τούτῳ καὶ ἕτερον προσεπάγεσθαι δεῖν ἐπιτάττει λέγων, «Καὶ ποιήσεις ἀσπιδίσκας ἐκ χρυσοῦ καθαροῦ καταμεμιγμένας, καὶ ποιήσεις δύο κροσσωτὰ ἐκ χρυσίου καθαροῦ καταμεμιγμένα ἐν ἄνθεσιν ἔργον πλοκῆς, καὶ ἐπιθήσεις τὰ κροσσωτὰ τὰ πεπλεγμένα ἐπὶ τὰς ἀσπιδίσκας καὶ τὰς παρωμίδας αὐτῶν ἐκ τῶν ἐμπροσθίων. Καὶ ποιήσεις λόγιον τῶν κρίσεων, ἔργον ὑφάντου κατὰ τὸν ῥυθμὸν τῆς ἐπωμίδος, ποιήσεις αὐτὸ ἐκ χρυσίου καὶ ὑακίνθου, καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου, καὶ βύσσου κεκλωσμένης, ποιήσεις αὐτὸ τετράγωνον, ἔσται διπλοῦν σπιθαμῆς τὸ μῆκος καὶ σπιθαμῆς τὸ εὖρος, Καὶ καθυφανεῖς ἐν αὐτῷ ὕφασμα κατὰ τὸν λίθον τετράστιχον.» Εἶτα τῶν λίθων συνθεὶς τὰ ὀνόματα αὐτῶν, προσεπάγει πάλιν, «Καὶ οἱ λίθοι ἔστωσαν ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ἰσραὴλ δώδεκα, κατὰ τὰ ὀνόματα αὐτῶν, γλυφαὶ σφραγίδων ἑκάστου κατὰ τὰ ὀνόματα αὐτῶν ἔστωσαν εἰς τὰς δώδεκα φυλάς.» Καὶ ἑξῆς μετ' ὀλίγα· «Καὶ λήψεται,» φησὶν, «Ἀαρὼν τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τοῦ λογίου τῆς κρίσεως, ἐπὶ τοῦ στήθους εἰσιόντι εἰς τὸ Ἅγιον, μνημόσυνον ἔναντι Κυρίου τοῦ Θεοῦ.» {ΠΑΛΛ.} Ὡς βαθὺ τοῦ λογίου τὸ χρῆμα, δυσέφικτός τε κομιδῆ καὶ αὐτὸς εἶναί μοι δοκεῖ τῆς κατασκευῆς ὁ τρόπος. {ΚΥΡ.} Ἰτέον δὴ οὖν ἐπ' αὐτὰ, καὶ ὡς ἀγχοῦ δὴ μάλα τῆς ἀληθείας, εἰ καὶ μὴ εἰσάπαν αὐτῆς ἐφικέσθαι τυχὸν ἐπιτρέπει τὸ ἄναντες. Τὰ γάρτοι λίαν ἀσυμφανῆ κἂν γοῦν ἐν ἐσόπτρῳ βλέπειν, φαίην ἂν ἔγωγε θατέρου διενεγκεῖν, τοῦ μηδ' ὅλως ἐννενοῆσθαι λέγω. Ἐρῶ δὴ οὖν, ὡς οἷόν τε καὶ ὡς ἂν ἔχοιμι κατὰ νοῦν. Ἀσπιδίσκας δύο προστέταχε γενέσθαι ἐκ χρυσίου δὴ καθαροῦ, εὐρυτέρας μὲν ἢ κατὰ νομίσματος κύκλον, ἐν εἴδει γε μὴν τῷ αὐτῷ· κυκλοτερὲς γὰρ τὸ νόμισμα· εἶτα δύο κροσσωτὰ μεμιγμένα ἐν ἄνθεσιν ἐκ χρυσίου καθαροῦ. Σειρὰς δὲ εἶναί φαμεν τὰ κροσσωτὰ, ἐκπεποικιλμένην ἐχούσας τὴν ὡς ἐν χρώμασιν ὄψιν. Ἄνθη γὰρ ἔφη τὰ χρώματα. Βύσσος δὲ ἦν ἄρα καὶ πορφύρα ταυτὶ, καὶ νῆμα χρυσοῦν, καὶ μὴν καὶ ὑάκινθος, καὶ κλῶσμα τὸ κόκκινον. Καὶ πρός γε δὴ τούτῳ χρῆναι γενέσθαι φησὶ τετράγωνον ὕφασμα, καὶ ὡς ἐν εἴδει κύβου, σπιθαμιαῖον, ἰσόπλευρον πανταχῆ. Ἐνυφαίνεσθαι δὲ δεῖν αὐτῷ τὰς δυοκαίδεκα λίθους εὖ μάλα φησὶ, καὶ ἀνὰ τρεῖς κειμένας, ὡς ἐν τέσσαρσιν ὅλοις στίχοις ἐντετορευμένων αὐταῖς ὀνομαστὶ τῶν φυλῶν. Οὐκοῦν ἀπὸ μὲν τῆς ἐπωμίδος, χρυσαῖς καὶ πολυειδέσιν αἱ ἀσπιδίσκαι σειραῖς ἐκκεκρεμασμέναι ὑπεκάθηντο μέντοι ἠρέμα, τὸ ὑψοῦ τε δοκεῖν καὶ ἐπ' αὐτοῖς εἶναι τοῖς ὤμοις. Ἥπτοντο δὲ τῶν στέρνων καὶ αὐτοῖς ἤδη ἐπῃώρηντο τοῖς μαστοῖς· ἀπὸ δέ γε τῶν ἀσπιδισκῶν σειραῖς ἑτέραις τὸ τῶν κρίσεων λόγιον εὖ μάλα προσηρτημένον ἐπενήχετο τῷ στέρνῳ, κροσσωτῶν ἐκκεκρεμασμένων. Καὶ ἦν οὐκ ἀθαύμαστον τοῖς ὁρῶσι τὸ χρῆμα, λίθοις καὶ χρυσῷ διαφανὲς καὶ ταῖς τῶν ἑτέρων ὑλῶν εὐχροίαις πανδόξως ἐξειργασμένον. Ἔσεσθαι δὲ καὶ τοῦτο πάλιν εἰς ἀνάμνησιν τοῖς υἱοῖς Ἰσραὴλ, ἔναντι Κυρίου εἰσιόντος Ἀαρὼν εἰς τὸ Ἅγιον. Ἆρά σοι σαφὲς ὡς ἔνι λοιπὸν τῶν τεχνημά-των τὸ σχῆμα; {ΠΑΛΛ.} Καὶ μάλα. Ἀνθ' ὅτου δὲ δὴ τὸ λόγιον τῶν κρίσεων ὄνομα τῷ τεχνήματι; {ΚΥΡ.} Οὐ γὰρ δὴ καὶ ἐπωμίδα κεκλῆσθαι τὸ ἀνωτέρω, διὰ τὸ ἀμφοῖν ἐπιτετᾶσθαι τοῖν ὤμοιν, ἐτυμολογοῦντες εἰρήκαμεν; {ΠΑΛΛ.} Ναί. Τί οὖν τοῦτό γε; {ΚΥΡ.} Ὅτι πάλιν ἐτύμως τε καὶ ἀναλόγως τὸ ὡς ἐν καρδίᾳ τε καὶ σπλάγχνοις ἀποτεθειμένον λόγιον τῶν κρίσεων ὠνομάσθαι φαμέν. Ἐνδιαίτημα γὰρ ὥσπερ τοῦ ἐν ἡμῖν λογικοῦ καρδία καὶ σπλάγχνα. Ἐρήρεισται δὲ ὥσπερ καὶ ἐγκαταπέπηκται φυσικῶς τῷ ἐν ἡμῖν λογικῷ καὶ ἡ ἐφ' ἑκάστῳ τῶν πρακτέων ὀρθή τε καὶ ἀδιάβλητος κρίσις, τοῦτ' ἔστιν, ἡ δικαιοκρισία, καὶ τὸ ἑκάστῳ πρέπον· ἢ γὰρ οὐχὶ λογική τις ἐν ἡμῖν τὰς τῶν πρακτέων ταλαντεύει φύσεις, καὶ ἀποκρίνει τῶν ἀμεινόνων τὸ ἄχαρί τε καὶ ἀλυσιτελές; {ΠΑΛΛ.} Καὶ πάνυ. {ΚΥΡ.} Κρίσιν δὲ ὀνομάζειν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ τὴν ὀρθότητα καὶ δικαιοκρισίαν. Καὶ γοῦν ὁ θεσπέσιος ψάλλει ∆αβίδ· «Μακάριοι οἱ φυλάσσοντες κρίσιν, καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ.» Ἔφη δέ που πάλιν· «Καὶ τιμὴ βασιλέως, κρίσιν ἀγαπᾷν. Λαμπρὰ γὰρ ἡ βασιλέως τιμή τε καὶ δόξα, φιλοῦσα δικαιοσύνην. Λόγιον οὖν ἄρα κρίσεως τὸ καρδίᾳ καὶ στέρνοις ἐπεῤῥιμμένον, διὰ τὸ ὥσπερ ἐν τόπῳ κεῖσθαι τοῦ λογικοῦ, ἐν ᾧ ἡ ὀρθότης ἐν δικαιοσύνῃ. Ἐν αὐτῷ δὲ τούτῳ λίθοι δυοκαίδεκα χρυσίῳ περισχετοὶ, γραφὴν ἔχοντες, τὰς φυλάς. Εἶεν δ' ἂν τύπος ἀνδρῶν ἁγίων, οἳ λαμπροί τέ εἰσι καὶ τίμιοι, καὶ οἷά τινες ἀπόλεκτοι λίθοι, μονονουχὶ καὶ εἰς νοῦν καὶ καρδίαν κείμενοι τοῦ Χριστοῦ· καὶ γάρ εἰσιν ἀληθῶς μνήμης ἄξιοι, διά γε τὸ ἐν ἀρετῇ διαφανὲς, καὶ τὸ ὡς ἐν ἁγιασμῷ τίμιον. Ἀποκρέμανται δὲ τοῦ λογίου τῶν κρίσεων καὶ κρωσσοὶ χρυσοῖ, παραδηλοῦντος, οἶμαι, τοῦ πράγματος, ὅτι τῆς τῶν ἁγίων πληθύος ὁ πολύς τε καὶ ἀναρίθμητος τῶν ἀνδραγαθημάτων ἐσμὸς μονονουχὶ καὶ ἀπηρτημένος ὁρᾶται. Καὶ γοῦν ὁ μακάριος ∆αβὶδ καὶ τῆς Ἐκκλησίας τὸν κόσμον ἐν κροσσωτοῖς εἶναί φησιν. {ΠΑΛΛ.} Πιθανὸς ὁ λόγος. {ΚΥΡ.} Ἀπὸ δέ γε τοῦ λογίου τῶν κρίσεων χρυσοῖς δακτύλοις ἐνειλημμένη ποικίλη τε καὶ εὔχρως ἀνέρπει σειρὰ, καθάπερ ἐλέγομεν, καὶ δι' ἀμφοῖν ἰοῦσα ταῖν ἀσπιδίσκαιν, ἐπ' αὐτὸ διήκει τῆς ἐπωμίδος τὸ ἄκρον, ἐφ' ᾗ τῆς ἀπογραφῆς αἱ λίθοι. Τί δ' ἂν εἴη καὶ τόδε, πῶς οὐκ ἄξιον ἰδεῖν; ∆οκεῖ δὴ οὖν μοι παραδηλοῦν τὸ αἴνιγμα τοιουτονί τι πάλιν· Ὡς γὰρ οἱ λίθοι οἱ τίμιοι καὶ ἐν γνώσει τε καὶ ἐν μνήμῃ Χριστοῦ, πρὸς τὴν ἄνω τρέχοντες ἀπογραφὴν, τὸ χρῆμα κερδαίνουσι διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν· γράφει γὰρ ὧδε σαφῶς ὁ θεσπέσιος Παῦλος. Καὶ μὴν καὶ ἑτέρωθί φησιν· «Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ.» Χρυσᾶ δὲ τὰ βασιλέως ὅπλα, χρυσαῖ δὲ ὁμοίως αἱ ἀσπιδίσκαι, καὶ τὴν τοῦ Θεοῦ πανοπλίαν αἰνιγματωδῶς ὑποφαίνουσαι. Ἐσόμεθα δὴ οὖν οὐχ ἑτέρως ἐν μνήμῃ τε καὶ ἀπογραφῇ Θεοῦ, μὴ οὐχὶ τῶν ὅπλων τῆς δικαιοσύνης ἁψάμενοι, καὶ δι' αὐτῶν ἰόντες πρακτικῶς. Τὸ δὲ δὴ τῆς ἐπωμίδος ἀνῆφθαι τὸ λόγιον κατασημήνειεν ἂν, οἶμαι, τὸ τοῖς ἄνω συνῆφθαι τὰ κάτω, μεσιτεύοντος τοῦ Χριστοῦ. «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἒν,» κατὰ τὰς Γραφὰς, καὶ τῆς τῶν ἁγίων ἀγγέλων πληθύος τῷ συνδέσμῳ τῆς ἀγάπης ἀπαρτήσας τὰ ἀνθρώπινα. Ἰστέον δὲ ὅτι καὶ ὁ μακάριος Ἰεζεκιὴλ τὸν ἄρχοντα Τύρου πάντα μὲν τίμιον λίθον ἐνδεδύσθαι φησίν· ἀπαριθμεῖται δὲ τούτους, οὓς καὶ ἐν τῷ λογίῳ τῶν κρίσεων τεθεῖσθαί φησιν ὁ θεσπέσιος Μωσῆς. Ἦσαν δὲ οὗτοι, σάρδιον, τοπάζιον, σμάραγδος, ἄνθραξ, σάπφειρος, καὶ ἰάσπις, λιγύριον, ἀχάτης, ἀμέθυστος, χρυσόλιθος, βηρύλλιον, ὀνύχιον. Τετάχατο δὲ ἀνὰ τρεῖς, καὶ ἐν ὅλοις τέσσαρσι στίχοις, τὸ ἑδραῖον ἐν πίστει τῶν ἐν καρδίᾳ καὶ μνήμῃ Χριστοῦ σκιαγραφούσης ἡμῖν τῆς τοιᾶσδε θέσεως. Πίστεως μὲν γὰρ τὸ ἀνὰ τρεῖς, καὶ ὡς ἐν Τριάδι σύμβολον· ἑδραιότητος δὲ τὸ ὡς ἐν τετραγώνῳ τε καὶ ἰσοπλεύρῳ σχήματι. Πεποίητο γὰρ οὕτω τὸ λόγιον, ἐφ' ᾧ καὶ αἱ λίθοι δυοκαίδεκα. {ΠΑΛΛ.} Πείθομαι. {ΚΥΡ.} Καὶ πρός γε δὴ τούτοις συναναπλέκεσθαί τι καὶ ἕτερον ταῖς δυοκαίδεκα λίθοις προσεπιτάττει, λέγων· «Καὶ ἐπιθήσεις ἐπὶ τὸ λόγιον τῆς κρίσεως τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν, καὶ ἔσται ἐπὶ τοῦ στήθους Ἀαρὼν, ὅταν εἰσπορεύηται εἰς τὸ Ἅγιον ἔναντι Κυρίου, καὶ εἰσοίσει Ἀαρὼν τὰς κρίσεις τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τοῦ στήθους ἔναντι Κυρίου διὰ παντός.» ∆ήλωσιν μὲν οὖν ὀνομάζει καὶ ἀλήθειαν, οὐ μὴν ἔτι καὶ διαμεμήνυκεν ἐναργῶς πότερα δὴ λίθους, ἢ ὡς ἐν μικρῷ πινακίῳ γραφὴν γενέσθαι προστέταχεν. Μεμνήσομαι δὲ προφήτου λέγοντος, «∆ιότι ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως, οὐδὲ ἄρχοντος, οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας, οὔτε δήλων.» Ἀλλ' εἴτ' οὖν εἶεν καὶ ταῦτα λίθοι, εἴτ' οὖν ὡς ἐν πίνακι χρυσῇ τῶν ὀνομάτων γραφῇ, πολυπραγμονήσει μὲν οὐ λίαν ὁ λόγος, γνωσόμεθα δὲ εἰς τύπον αὐτὰ τεθεῖσθαι, Χριστοῦ συνόντος ἁγίοις. «Ἰδοὺ γὰρ, φησὶ, μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, καὶ ἕως συντελείας τοῦ αἰῶνος.» Ἀλήθεια δὲ καὶ δήλωσις ὁ Χριστός. Ἔγνωμεν γὰρ ἐν αὐτῷ τὸν Πατέρα, καὶ δεδήλωκεν ἡμῖν τὸ ἀγαθὸν αὐτοῦ θέλημα τὸ τέλειον καὶ εὐάρεστον, κατὰ τὰς Γραφάς. Ἔφη γάρ που Χριστός· «Οὐκέτι λέγω ὑμᾶς δούλους, ὑμεῖς φίλοι μού ἐστε, ὅτι πάντα ἂ ἤκουσα παρὰ τοῦ Πατρός μου ἀπήγγειλα ὑμῖν.» Ἀλήθεια δὲ καὶ ἑτέρως Ἐμμα-νουὴλ, ὅτι μόνος αὐτὸς κατὰ φύσιν Υἱὸς, καὶ ὡς ἐκ Θεοῦ Θεὸς, μόνος ἅγιος, μόνος Κύριος· μεθεκτῶς δὲ ἡ κτίσις, καὶ κατὰ μίμησιν, ὅσα καὶ αὐτὸς εἶναι νοεῖται. Σύνεστι δὴ οὖν τοῖς ἁγίοις ὡς ἐν δήλῳ τε καὶ ἀληθείᾳ νοούμενος ὁ Χριστὸς, ὃς καὶ ἐν προσώπῳ τοῦ Πατρὸς εἰσφέρει τὰ καθ' ἡμᾶς, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ ἡμῶν. Τοῦτο γὰρ, οἶμαι, ἔστι τὸ, Καὶ εἰσοίσει Ἀαρὼν τὰς κρίσεις τῶν υἱῶν Ἰσραὴλ ἔναντι Κυρίου ἐπὶ τοῦ στήθους αὐτοῦ διὰ παντός. {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Ἱεροπρεπὲς δέ τι καὶ ἀξιάγαστον ἄμφιον κατασκευάζεσθαι δεῖν ἐπιτάττει λέγων· «Καὶ ποιήσεις ὑποδύτην ποδήρη, ὅλον ὑακίνθινον, καὶ ἔσται τὸ περιστόμιον ἐξ αὐτοῦ μέσον, ὤαν ἔχων κύκλῳ τοῦ περιστομίον, ἔργον ὑφάντου, τὴν συμβολὴν συνυφασμένην ἐξ αὐτοῦ, ἵνα μὴ ῥαγῇ. Καὶ ποιήσεις ὑπὸ τὸ λῶμα τοῦ ὑποδύτου κάτωθεν, ὡσεὶ ἐξανθούσης ῥόας ῥοΐσκους ἐξ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου διανενησμένου, καὶ βύσσου κεκλωσμένης, ὑπὸ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ. Τὸ αὐτὸ εἶδος τοῖς ῥοΐσκοις, καὶ κώδωνας χρυσοῦς ἀναμέσον τούτων περικύκλῳ παρὰ ῥοΐσκον χρυσοῦν κώδωνα, καὶ ἄνθινον ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ. Καὶ ἔσται Ἀαρὼν ἐν τῷ λειτουργεῖν ἀκουστὴ ἡ φωνὴ αὐτοῦ, εἰσιόντι εἰς τὸ Ἅγιον ἔναντι Κυρίου, καὶ ἐξιόντι, ἵνα μὴ ἀποθάνῃ.» Ὑποδύτην μὲν οὖν καὶ ποδήρη, χιτῶνα μακρὸν, εὐφυᾶ τε πρὸς περιστολὴν, καὶ τὸν ἐκ δειρῆς αὐτῆς εἰς ἄκρους ἰόντα πόδας, ὀνομάζει σαφῶς· ἐξ ὑακίνθου δὲ, ὅτι τῆς ἄνωθεν ἀφθαρσίας σύμβολον, τουτέστι Χριστοῦ. Τοιουτονὶ γάρτοι καὶ ὁ θεσπέσιος ∆αβὶδ προαναπεφώνηκε λέγων ὡς ἐκ προσώπου τοῦ Θεοῦ περὶ τῶν ἐν ταῖς ἐκκλησίαις ἱερουργούντων· «Τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν.» Ἐνδύσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ ὁ σοφὸς ἡμῖν ἐπιστέλλει Παῦλος. Καὶ τοῦτο, οἶμαι, ἔστι τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ, ὃ ἐπιποθοῦμεν ἐνδύσασθαι, ὁ τῆς εὐφροσύνης χιτὼν, τὸ ἱμάτιον τοῦ σωτηρίου, κατὰ τὴν τοῦ προφήτου φωνήν. Οὐρανοῦ δὲ τύπος τὸ χρῶμα τὸ ὑακίνθινον εἴρηται σαφῶς. Καὶ ἀληθὴς μὲν ὁ λόγος, ὡς ἐφ' ἡμῶν αὐτῶν. Περιβεβλήμεθα γὰρ ἀφθαρσίαν τὴν ἄνωθεν. Εἰ δὲ καὶ αὐτὸς νοοῖτο Χριστὸς, ὡς ἐν Ἀαρὼν τὸν ποδήρη τὸν ὑποδύτην ἔχων, οὐδὲν ἧττον ἡμῖν ἀληθὴς ὁ λόγος Θεὸς γὰρ ὢν κατὰ φύσιν ὁ Μονογενὴς, ἄφθαρτον ἀποτελεῖ τὸ ἴδιον σῶμα, καὶ ζωῇ τῇ ἄνωθεν περιβαλὼν αὐτὸ, τῆς τοῦ θανάτου πλεονεξίας ἐτίθει που πάντως ἐν ἀμείνοσιν· ὅτι γὰρ φυσικῶς τε ἅμα καὶ ἀμεθέκτως ἐν Χριστῷ καὶ ἀφθαρσία καὶ ζωὰ, συνήσεις κἀντεῦθεν. Ἔφη μὲν γὰρ ἅτε δὴ καὶ ὑπάρχων κατὰ φύσιν Θεὸς, «Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή.» Ζωοποιούμενος δὲ κατὰ τὸ ἀνθρώπινον, «Ὥσπερ γὰρ ὁ Πατὴρ,» φησὶν, «ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ.» Οὐκοῦν κἂν εἰ αὐτὸς νοοῖτο Χριστὸς, ὁ ἀφθαρσίαν τὴν ἄνωθεν περιβεβλῆσθαι λεγόμενος, οὐχὶ τοῦ πρέποντος ἐξοίχοιτο ἂν ὁ λόγος. Πρὸς δέ γε δὴ τοῖς κάτω τυχὸν μέρεσι, ῥοΐσκοι καὶ κώδωνες παραλλάσσοντες τὰ ἐγκείμενα· καὶ ῥοΐσκοι μὲν ὡς συνυφασμένοι, χρυσοῖ δὲ οἱ κώδωνες· ὡς ἂν εὔηχοί τε εἶεν κατὰ τὸ ἀληθὲς, καὶ μὴν καὶ εἰσθέοντος Ἀαρὼν εἰς τὰ Ἅγια τῶν ἁγίων, ἐπισημοτάτην αὐτοῦ ποιῶνται τὴν εἰσδρομήν. Σύμβολον δὲ καὶ τοῦτό ἐστι τῆς σωτηρίου καὶ σοφῆς οἰκονομίας, φημὶ δὴ τοῦ θείου τε καὶ εὐαγγελικοῦ κηρύγματος, οἱονεί πως ἅπασαν περιβομβοῦντος πόλιν, ὅτε δι' ἡμᾶς εἰσβέβηκεν εἰς τὰ Ἅγια τῶν ἁγίων, αἰωνίαν λύτρωσιν εὑράμενος, ὁ μέγας ἡμῶν ἀρχιερεὺς, τὸ ἄμωμον θῦμα. «Μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους.» Αἴνιγμα δὲ ὥσπερ οὐκ ἀσυμφανὲς, τοῦ μὲν σωτηρίου κηρύγματος οἱ ἐκ χρυσοῦ γεγονότες κώδωνες, πόλεων δὲ οἱ ῥοΐσκοι. {ΠΑΛΛ.} Τίνα τρόπον; {ΚΥΡ.} Ὡς γὰρ πόλις ἑνὶ μὲν ἔξωθεν περιδέδεται πύργῳ, μυρίας δὲ ὅσας ἐν ἑαυτῇ συνέχει τὰς συνοικίας· τὸν αὐτὸν, οἶμαι, τρόπον καὶ τὸ χρῆμα τῆς ῥόας ἑνὶ μὲν ἔξωθεν ἐλύτρῳ διέζωσται, ἔσωθεν δὲ οἱ κόκκοι χιτῶσιν ἰσχνοῖς ἀλλήλων ἀποτειχίζονται, μόνον δὲ οὐχὶ συλλέγονται κατὰ συνοικίας. Ἢ οὐχ ὧδε ἔχει; {ΠΑΛΛ.} Σύμφημι. {ΚΥΡ.} Κώδων δὴ οὖν παρ' ἑκάστῃ ῥόᾳ· διδάσκαλος γὰρ παρ' ἑκάστῃ πόλει, τῇ τῶν θείων δογμάτων ἀποκτυπήσει καὶ εὐηχίᾳ, φανερὰν ἅπασι καθιστὰς τοῦ Σωτῆρος ἡμῶν τὴν εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσδρομήν. Ἐπήρτηται δὲ καὶ δεῖμα θανάτου τοῖς ἱερουργεῖν ἐπιτεταγμένοις, ἤτοι τῷ Ἀαρὼν, εἰς τὴν ἁγίαν σκηνὴν, εἰ μὴ περιβομβοῖεν εὖ μάλα τῶν κωδώνων οἱ κτύποι. Χρῆμα γὰρ ἐπισφαλὲς διδασκάλοις ἡ σιωπή. Καὶ τοῦτό ἐστιν ἐναργῶς, ὅπερ ἔφη Παῦλος, «Οὐαὶ γάρ μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι.» {ΠΑΛΛ.} Ἔοικεν· διατεκμαίρῃ γὰρ δὴ καὶ λίαν ὀρθῶς. {ΚΥΡ.} Καὶ πρός γε δὴ τούτοις· «Καὶ ποιήσεις, φησὶ, πέταλον χρυσοῦν, καθαρὸν, καὶ ἐκτυπώσεις ἐν αὐτῷ ἐκτύπωμα σφραγίδος, Ἁγίασμα Κυρίῳ, καὶ ἐπιθήσεις αὐτὸ ἐπὶ ὑακίνθου κεκλωσμένης. Καὶ ἔσται ἐπὶ τῆς μίτρας, κατὰ πρόσωπον τῆς μίτρας ἔσται. Καὶ ἔσται ἐπὶ τοῦ μετώπου Ἀαρών. Καὶ ἐξαρεῖ Ἀαρὼν τὰ ἁμαρτήματα τῶν ἁγίων, ὅσα ἂν ἁγιάσωσιν οἱ υἱοὶ Ἰσραὴλ, παντὸς δόματος τῶν ἁγίων αὐτῶν. Καὶ ἔσται ἐπὶ τοῦ μετώπου Ἀαρὼν διαπαντὸς, δεκτὸν αὐτοῖς ἔναντι Κυρίου.» Ἐξ ὑακίνθου μὲν οὖν ἡ μίτρα, χρυσοῦν δὲ τὸ πέταλον. Ἐκτύπωμα δὲ ἐν αὐτῷ καὶ γραφὴ, τὸ Χριστοῦ μυστήριον, καὶ τῆς εἰς τόνδε τὸν κόσμον ἀποστολῆς προαναφώνησις ἐναργής. Ἁγίασμα γὰρ, φησὶ, Κυρίῳ. Ἢ οὐχὶ ἐνηγιᾶσθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἑαυτὸν ἔφη σαφῶς ὁ Ἐμμανουήλ; {ΠΑΛΛ.} Ναὶ, μεμνήσομαι γὰρ Ἰουδαίοις λέγοντος, «Εἰ ἐκείνους εἶπε θεοὺς, πρὸς οὓς ὁ λόγος Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ Γραφὴ, ὃν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον, Υἱὸς Θεοῦ εἰμι;» {ΚΥΡ.} Ἐνηγιᾶσθαι δὲ ὅταν λέγῃ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἑαυτὸν ὁ Υἱὸς, τὸ οἱονεὶ προκεχειρίσθαι τε καὶ ἀπεστάλθαι δηλοῖ. Ἁγίασμα δὴ οὖν Κυρίου, φησὶ, τοῦτ' ἔστιν, εἰς τόνδε τὸν κόσμον ἀνάδειξις καὶ ἀποστολὴ, πλὴν εἰς βασιλείαν καὶ δόξαν. Τελειοῖ γὰρ οὕτως τὸν Ἀαρὼν, χρυσοῦν ἐπὶ τῷ μετώπῳ τὸ ψαλίον τιθείς. Κύριος δὲ τῶν ὅλων καὶ βασιλεὺς, ὁ Χριστὸς, φυσικῶς τε ἅμα καὶ μεθεκτῶς. Θεὸς γὰρ ὢν φύσει κεκένωκεν ἑαυτὸν, καθεὶς ἐν δούλου μορφῇ. Καὶ δέχεται βασιλείαν, κατά γε τὸ πρέπον τῷ ἀνθρωπίνῳ σχήματι, καίτοι σύνεδρος ὢν ἄνωθέν τε καὶ ἀπ' ἀρχῆς τῷ Θεῷ καὶ Πατρὶ, καὶ συγκατάρχων τῶν ὅλων καὶ συνδεσπότης. Σύνες δὲ ὅπως ἐξ ὑακίνθου γέγονεν ἡ μίτρα αὐτοῦ, τὸ λαμπρὸν τῆς βασιλείας ἔχουσα σύνθημα, φημὶ δὴ τὸ πέταλον τὸ χρυσοῦν. Ὑάκινθος δὲ οὐρανοῦ σημεῖον· καὶ διαμέμνησο λέγοντος τοῦ Χριστοῦ, «Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου.» Οὐ γὰρ ἐπίγειος βασιλεὺς, ἀλλ' οὐράνιος ὁ Χριστὸς, ὅλην ὑπὸ πόδας ἔχων τὴν κτίσιν. Προσεπενεγκὼν δὲ, ὅτι «Καὶ ἐξαρεῖ Ἀαρὼν τὰ ἁμαρτήματα τῶν ἁγίων ὅσα ἂν ἁγιάσωσι, παντὸς δόματος τῶν ἁγίων αὐτῶν,» ὅτι πᾶσά τε προσαγωγὴ καὶ τελείωσις ἐν Χριστῷ, διαμεμήνυκεν ἐναργῶς, καὶ μὴν ὅτι πᾶσα δικαίωσις ἐν αὐτῷ τε καὶ δι' αὐτοῦ, καὶ ἡ τῶν πάλαι πλημμελημάτων ἀπόθεσις. Αὐτὸς γὰρ ἡμῶν αἴρει τὰς ἁμαρτίας, καὶ δι' αὐτοῦ γεγόναμεν δεκτοὶ, τὰς ἐν πνεύματι δωροφορίας προσκομίζοντες τῷ Θεῷ καὶ Πατρί. {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Ἀναπόθετον δὲ καὶ διηνεκῆ καὶ εἰς ἀπεράντους αἰῶνας ἐκτεινομένην τὴν τοῦ Σωτῆρος ἡμῶν βασιλείαν εὖ μάλα καταδεικνὺς, περί τε τῆς μίτρας τοῦ πετάλου φησί· «Καὶ ἔσται ἐπὶ τοῦ μετώπου Ἀαρὼν διὰ παντός.» Εἶτα ποῖ ποτ' ἂν ἡμῖν ὁ θρασὺς καὶ ἀπόπληκτος τῶν ἀνοσίων αἱρετικῶν οἰχήσεται λόγος, πεφλυαρηκότων ὅτι καταλήξει ποτὲ τὸ Χριστοῦ κράτος, καὶ παραδώσει τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, τῶν τῆς θεότητος ἀποφοιτήσας θώκων ὁ Ἐμμανουήλ; Ἐπισεμνύνονται γὰρ τοῖς ὧδε δεινοῖς καὶ ἐξιτήλοις δόγμασιν, οἷς ἀκόλουθον εἰπεῖν· «Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφάς.» Ἰδοὺ γὰρ, ἰδοὺ σαφῶς τε καὶ ἐναργῶς τοῦ Θεοῦ καὶ Πατρὸς δόξῃ καὶ τιμῇ διηνεκεῖ, καὶ τοῖς τῆς βασιλείας συνθήμασι ταινιοῦντος τὸν Ἀαρὼν, ἀποστεφανοῦσιν αὐτοὶ, καὶ μονονουχὶ τοῖς μετώποις ἐμπρέπουσαν τὴν ἱερὰν ἁρπάζουσι μίτραν. {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} «Κίδαρίν τε καὶ ζώνην ἐκ βύσσου ποιήσεις,» φησί. Στρατιωτικὸν δὲ τῷ Ἀαρὼν τὸ σχῆμα, ζωστήρ τε καὶ κράνος· ἐν εἴδει γάρ πως ἡ κίδαρις τῷ τοιῷδέ ἐστι. Πεπολέμηκε γὰρ ὑπὲρ ἡμῶν ὁ Χριστὸς «ἐν χειρὶ κρυφαίᾳ,» κατὰ τὸ γεγραμμένον, καὶ «Τὸ τόξον αὐτοῦ ἐνέτεινε, καὶ ἡτοίμασεν αὐτὸ, τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο,» καὶ καθεῖλεν ἀρχὰς, τεθριάμβευκε δυνάμεις, κατέσεισε κυριότητας, καὶ αἰχμαλώτους ὄντας ἐῤῥύσατο τοὺς ἐπὶ τῆς γῆς. Ὅτι δὲ οὐχ ὁρατὸς ἢ παχὺς ὁ πόλεμος, οὐδὲ οἷον πρὸς αἷμα καὶ σάρκα, γέγονεν αὐτῷ, ὑποφαίνειν ἔοικεν αἰνιγματωδῶς τὸ ἐκ βύσσου μόνης τῆς ἄγαν ἰσχνῆς τὴν πολεμικὴν γενέσθαι σκευὴν, κίδαρίν τε καὶ ζώνην. Κόσμῳ μὲν οὖν ἱεροπρεπεῖ λαμπρόν τε καὶ ἀξιάγαστον ὑποφαίνει τὸν Ἀαρών. Προσεπιτάττει δὲ λέγων· «Καὶ τοῖς υἱοῖς Ἀαρὼν ποιήσεις χιτῶνας καὶ ζώνας, καὶ κιδάρεις ποιήσεις αὐτοῖς εἰς τιμὴν καὶ δόξαν. Καὶ ἐνδύσεις αὐτὰ Ἀαρὼν τὸν ἀδελφόν σου, καὶ τοὺς υἱοὺς αὐτοῦ μετ' αὐτοῦ. Καὶ χρίσεις αὐτοὺς, καὶ ἐμπλήσεις αὐτῶν τὰς χεῖρας, καὶ ἁγιάσεις αὐτοὺς, ἵνα ἱερατεύωσί μοι. Καὶ ποιήσεις αὐτοῖς περισκελῆ λινᾶ καλύψαι ἀσχημοσύνην χρωτὸς αὐτῶν, ἀπὸ ὀσφύος ἕως μηρῶν ἔσται. Καὶ ἕξει Ἀαρὼν αὐτὰ καὶ οἱ υἱοὶ αὐτοῦ, ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ἢ ὅταν προσπορεύωνται λειτουργεῖν πρὸς τὸ θυσιαστήριον τοῦ ἁγίου. Καὶ οὐκ ἐπάξονται πρὸς ἑαυτοὺς ἁμαρτίαν, ἵνα μὴ ἀποθάνωσι. Νόμιμον αἰώνιον αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐτόν.» Ὁρᾷς ὅτι καὶ αὐτοῖς τοῖς ἐξ Ἀαρὼν ἐμπρέ-πει τὸ, ὡς ἔν γε τῷ πολεμικῷ καθορᾶσθαι σχήματι. Μάχιμον γὰρ τὸ ἱερὸν ἅπαν ἐστὶ γένος, καὶ οὐ πρὸς αἷμα καὶ σάρκα στρατεύεσθαί τε καὶ ἀντεξάγειν εἰδὸς, ἀλλὰ τῆς βεβήλου κατακωλύειν ἁμαρτίας, ἐμφανέστατά τε καὶ λογικῶς τῶν τῆς ἀληθείας δογμάτων ὑπερμαχόμενον, καὶ αἰχμαλωτίζον πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, καθὰ γέγραπται. Περισκελές τε λινοῦν αὐτοῖς, τὸ ἀκαλλές τε καὶ ἄσχημον τῶν περὶ μηροὺς κατασκιάζον εὖ μάλα. Σεμνὰ γὰρ εὖ μάλα πάντα τὰ τῶν ἀγίων, καὶ ἄσχημον ἐν αὐτοῖς οὐδέν· ὑποσημαίνει δέ πως τὸ λινοῦν τοῖς περιμηροῖς τοῦ σώματος μέρεσιν ἐπενηνεγμένον, ὅτι τοῖς ἁγίοις πρεπωδεστάτη τῶν τῆς σαρκὸς ἡδονῶν ἡ ἀπόψυξις· ψυχρὸν γὰρ τὸ λινοῦν. Τὸ δὲ θερμὸν εἰς ὀρέξεις τὰς μυσαρωτάτας, ὁσίου παντὸς ἀλλότριον. Ἐκ λίνου δὲ καὶ ἑτέρως τοῖς ἱερᾶσθαι λαχοῦσιν, ἄμφιά τε καὶ περισκελῆ. Νεκρῶν γὰρ ἔργων ἀποφοιτᾷν ἀναγκαῖον αὐτούς· σύμβολον δὲ νεκρότητος ὡς ἐκ θνησειδίου ληφθὲν, φημὶ δὴ προβάτου. Νεκρῶν οὖν ἔργων ἀπόθεσις, ὡς ἐν τύπῳ πάλιν, τὸ τοῖς ἐκ λίνου ἐστάλθαι, καὶ οὐχὶ δὴ μᾶλλον τοῖς ἐξ ἐρίων ἐσθήμασι· καὶ τοῦτο νόμος ἅγιος ὁ διηνεκής. Ἕψεται δὲ ὅτι πάντη τε καὶ πάντως τὸ ἐκτεθνάναι δεῖν, ἠμεληκόσι τοῦ πρέποντος, Καὶ τῆς ὅτι μάλιστα πρεπούσης αὐτοῖς εὐκοσμίας, διαμεμήνυκεν εἰπὼν ὅ τι χρὴ φοροῦντας ἱερουργεῖν· Καὶ οὐκ ἐπάξονται, φησὶ, πρὸς ἑαυτοὺς ἁμαρτίαν, ἵνα μὴ ἀποθάνωσιν. {ΠΑΛΛ.} Ἀσφαλὴς ὁ νόμος τὸ ἑκάστῳ λυσιτελὲς εὖ μάλα καταδεικνὺς, καὶ τὰ δι' ὧν ἄριστα ἔχοι σαφῆ καθιστάς. {ΚΥΡ.} Ὧδε ἔχει· καὶ στολῇ μὲν τῇ τοιᾷδε τὸ ἱερὸν καὶ ἀπόλεκτον κατακαλλύνει γένος, ἁγιάζει δὲ καὶ ἑτέρως. ὡς ἐν σκιᾷ μὲν ἔτι, πλὴν ἐν Χριστῷ. Γέγραπται γὰρ δὲ ὡδί· «Καὶ ταῦτά ἐστιν ἃ ποιήσεις αὐτοῖς· ἁγίασαι αὐτοὺς ὥστε ἱερατεύειν μοι αὐτοὺς, λήψῃ μοσχάριον ἐκ βοῶν ἓν, καὶ κριοὺς δύο ἀμώμους, καὶ ἄρτους ἀζύμους πεφυραμένους ἐν ἐλαίῳ, καὶ λάγανα ἄζυμα κεχρισμένα ἐν ἐλαίῳ. Σεμίδαλιν ἐκ πυ ρῶν ποιήσεις αὐτὰ, καὶ ἐπιθήσεις αὐτὰ ἐπὶ κανοῦν ἓν, καὶ προσοίσεις αὐτὰ ἐπὶ τῷ κανῷ, καὶ τὸ μοσχάριον, καὶ τοὺς δύο κριούς. Καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ λούσεις αὐτοὺς ἐν ὕδατι. Καὶ λαβὼν τὰς στολὰς, ἐνδύσεις Ἀαρὼν τὸν ἀδελφόν σου καὶ τὸν χιτῶνα τὸν ποδήρη, καὶ τὴν ἐπωμίδα, καὶ τὸ λογεῖον. Καὶ συνάψεις αὐτῷ τὸ λογεῖον πρὸς τὴν ἐπωμίδα. Καὶ ἐπιθήσεις τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐπιθήσεις τὸ πέταλον τὸ ἁγίασμα ἐπὶ τὴν μίτραν, καὶ λήψῃ τοῦ ἐλαίου τοῦ χρίσματος, καὶ ἐπιχεεῖς αὐτὸ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ χρίσεις αὐτόν. Καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις, καὶ ἐνδύσεις αὐτοὺς χιτῶνας, καὶ ζώσεις αὐτοὺς ταῖς ζώναις, καὶ περιθήσεις αὐτοῖς τὰς κιδάρεις. Καὶ ἔσται αὐτοῖς ἱερατεία μοι εἰς τὸν αἰῶνα, καὶ τελειώσεις Ἀαρὼν τὰς χεῖρας αὐτοῦ, καὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ.» Προσκομίζεσθαι μὲν οὖν εἰς θυσίαν προστέταχε μοσχάριον καὶ δύο κριοὺς, λάγανά τε καὶ ἄρτους ἐπὶ κανῷ. Προαφαγνίζει δὲ καὶ ἑτέρως, τύπον, οἶμαι, οὕτω που τὸ χρῆμα τιθεὶς τοῦ κατὰ ἀλήθειαν ἁγιασμοῦ. Ὕδατι γὰρ ἀπολούσας τὸν Ἀαρὼν, τὴν ἁγίαν αὐτὸν ἀμφιέννυσι στολήν. Ἀπολουσάμενοι δὲ καὶ ἡμεῖς διὰ τοῦ ἁγίου βαπτίσματος, καὶ πᾶν εἶδος ἀκαθαρσίας ἀποτριβόμενοι, τότε δὴ, τότε τὴν ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταπλουτοῦμεν χάριν, τὸν τῆς εὐφροσύνης χιτῶνα δεχόμενοι, κατά γε τὸ, «Ἐνδύσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.» Προαπέδειξε γὰρ ὁ λόγος, ὅτι πολυτρόπως ἦν ὁ Χριστὸς ὡς ἐν κόσμῳ τῷ περὶ τὸν Ἀαρὼν πλαττόμενος. Ἐλαίῳ δὲ καταχρίει τὴν κεφαλὴν ἁγίῳ. Ψάλλει δέ που καὶ ὁ ∆αβίδ· «Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου,» τὸ ἱλαρὸν ἐν ἐλπίδι τῆς τῶν ἁγίων φωνῆς, ἤτοι τὴν ἄνωθεν ἱλαροποιὸν ἐπίσκεψιν τοῦ ἐλαίου κατασημαίνοντος. Ἠλεήμεθα γὰρ οἱ πιστεύσαντες, καί ἐσμεν εὐλογγημένοι τῷ Κυρίῳ, τῇ τοῦ Πνεύματος ἐπιχορηγίᾳ τὸν νοῦν καταπιαινόμενοι· νοῦ δὲ εἰς τύπον ἡ κεφαλή. Κατὰ τὸν ἴσον δὲ τουτονὶ τρόπον οἱ ἱερεῖς ἡγιάζοντο, ὕδατί τε ἀπονιζόμενοι καὶ ἐλαίῳ χριόμενοι, οὕτω τε χριόμενοι τὴν ἱερὰν ἀμφίασιν περικείμενοι, τελειούμενοί τε τὰς χεῖρας, ὡς ἤδη πως δοκεῖν καὶ ἐπιτηδείως ἔχειν εἴς γε τὸ χρῆναι λοιπὸν καθαρῶς τε καὶ ἀμωμήτως τὰς θυσίας ἐπιτελεῖν. Προηγιασμένοι δὲ καὶ ἡμεῖς αὐτοὶ, καὶ τῇ ἄνωθεν χάριτι κατηγλαϊσμένοι, καὶ κεχρισμένοι πρὸς τελειότητα τὴν πνευματικὴν, ὡς ἐκ παῤῥησίας λοιπὸν καθαραῖς οἱονεί πως καὶ πανάγνοις χερσὶ, προσκομίζομεν Θεῷ τὰς δωροφορίας, δῆλον δὲ ὅτι τὰς πνευματικάς. Καί τοι τοιοῦτον οἶμαι δηλοῦν τὸ τῷ μακαρίῳ ∆αβὶδ ὑμνούμενον περὶ παντὸς ἀναβαίνοντος εἰς τὸ ὄρος Κυρίου· «Ἀθῶος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ.» {ΠΑΛΛ.} Ἔοικεν. {ΚΥΡ.} Τίνα δὲ τρόπον αὖ ἐκπράττεσθαι χρὴ τὰς ὑπὲρ τῶν ἱερέων θυσίας, ἐθεσμοθέτει λέγων· «Καὶ προσάξεις τὸν μόσχον ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐπιθήσουσιν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου ἔναντι Κυρίου, παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ σφάξεις τὸν μόσχον ἔναντι Κυρίου, παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. Καὶ λήψῃ ἀπὸ τοῦ αἵματος τοῦ μόσχου, καὶ θήσεις ἐπὶ τῶν δύο κεράτων τοῦ θυσιαστηρίου τῷ δακτύλῳ σου. Τὸ δὲ λοιπὸν πᾶν αἷμα ἐκχεεῖς παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου, καὶ λήψῃ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος, καὶ τοὺς δύο νεφροὺς, καὶ τὸ στέαρ τὸ ἐπ' αὐτῶν, καὶ ἐπιθήσεις ἐπὶ τὸ θυσιαστήριον. Τὰ δὲ κρέατα τοῦ μόσχου, καὶ τὸ δέρμα, καὶ τὴν κόπρον κατακαύσεις πυρὶ ἔξω τῆς παρεμβολῆς· ἁμαρτίας γάρ ἐστι. Καὶ τὸν κριὸν λήψῃ τὸν ἕνα, καὶ ἐπιθήσουσιν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ, καὶ σφάξεις αὐτὸν, καὶ λαβὼν τὸ αἷμα προχεεῖς πρὸς τὸ θυσιαστήριον κύκλῳ, καὶ τὸν κριὸν διχοτομήσεις κατὰ μέλη· καὶ πλυνεῖς τὰ ἐνδόσθια καὶ τοὺς πόδας ὕδατι, καὶ ἐπιθήσεις ἐπὶ τὰ διχοτομήματα σὺν τῇ κεφαλῇ, καὶ ἀνοίσεις ὅλον τὸν κριὸν ἐπὶ τὸ θυσιαστήριον, ὁλοκαύτωμα τῷ Κυρίῳ εἰς ὀσμὴν εὐωδίας· θυμίαμα Κυρίῳ ἐστί. Καὶ λήψῃ τὸν κριὸν τὸν δεύτερον, καὶ ἐπιθήσει Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ, καὶ σφάξεις αὐτὸν, καὶ λήψῃ τοῦ αἵματος αὐτοῦ, καὶ ἐπιθήσεις ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς Ἀαρὼν τοῦ δεξιοῦ, καὶ ἐπὶ τὸ ἄκρον τῆς δεξιᾶς χειρὸς, καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ, καὶ ἐπὶ τοὺς λοβοὺς τῶν ὤτων τῶν υἱῶν αὐτοῦ τῶν δεξιῶν, καὶ ἐπὶ τὰ ἄκρα τῶν χειρῶν αὐτῶν τῶν δεξιῶν, καὶ ἐπὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν τῶν δεξιῶν. Καὶ λήψῃ ἀπὸ τοῦ αἵματος τοῦ θυσιαστηρίου, καὶ ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως, καὶ ῥανεῖς ἐπὶ Ἀαρὼν καὶ ἐπὶ τὴν στολὴν αὐτοῦ, καὶ ἐπὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐπὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετ' αὐτοῦ, καὶ ἁγιασθήσεται αὐτὸς καὶ ἡ στολὴ αὐτοῦ, καὶ οἱ υἱοὶ αὐτοῦ καὶ αἱ στολαὶ τῶν υἱῶν αὐτοῦ. Τὸ δὲ αἷμα τοῦ κριοῦ προχεεῖς πρὸς τὸ θυσιαστήριον κύκλῳ, καὶ λήψῃ ἀπὸ τοῦ κριοῦ τὸ στέαρ αὐτοῦ, καὶ τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν, καὶ τὸν λοβὸν τοῦ ἥπατος, καὶ τοὺς δύο νεφροὺς, καὶ τὸ στέαρ τὸ ὑπ' αὐτῶν, καὶ τὸν βραχίονα τὸν δεξιόν· ἔστι γὰρ τελείωσις αὕτη· καὶ ἄρτον ἕνα ἐξ ἐλαίου, καὶ λάγανον ἓν ἀπὸ τοῦ κανοῦ τῶν ἀζύμων τῶν προτεθειμένων ἔναντι Κυρίου. Καὶ ἐπιθήσεις τὰ πάντα ἐπὶ τὰς χεῖρας Ἀαρὼν, καὶ ἐπὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ. Καὶ ἀφοριεῖς αὐτὰ ἀφόρισμα ἔναντι Κυρίου, καὶ λήψῃ αὐτὰ ἐκ τῶν χειρῶν αὐτῶν, καὶ ἀνοίσεις ἐπὶ τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως εἰς ὀσμὴν εὐωδίας ἔναντι Κυρίου· κάρπωμά ἐστι Κυρίῳ. Καὶ λήψῃ τὸ στηθύνιον ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως, ὅ ἐστιν Ἀαρὼν, καὶ ἀφοριεῖς αὐτὸ ἀφόρισμα ἔναντι Κυρίου, καὶ ἔσται σοι ἐν μερίδι, καὶ ἁγιάσεις τὸ στηθύνιον ἀφόρισμα, καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος, ὃς ἀφώρισται, καὶ ὃς ἀφῄρηται ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως ἀπὸ τοῦ Ἀαρὼν καὶ ἀπὸ τῶν υἱῶν αὐτοῦ, καὶ ἔσται Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ νόμιμον αἰώνιον παρὰ τῶν υἱῶν Ἰσραήλ· ἔστι γὰρ ἀφόρισμα τοῦτο, καὶ ἀφαίρεμα ἔσται παρὰ τῶν υἱῶν Ἰσραὴλ ἀπὸ τῶν θυμάτων τῶν σωτηρίων τῶν υἱῶν Ἰσραὴλ, ἀφαίρεμα Κυρίῳ.» Καὶ μετ' ὀλίγα· «Καὶ τὸν κριὸν τῆς τελειώσεως λήψῃ, καὶ ἑψήσεις τὰ κρέα ἐν τόπῳ ἁγίῳ, καὶ ἔδονται Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰ κρέα τοῦ κριοῦ, καὶ τοὺς ἄρτους τοὺς ἐν τῷ κανῷ, παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου ἔδονται αὐτὰ, ἐν οἷς ἡγιάσθησαν ἐν αὐτοῖς τελειῶσαι τὰς χεῖρας αὐτῶν ἁγιάσαι αὐτοὺς, καὶ ἀλλογενὴς οὐκ ἔδεται ἀπ' αὐτῶν· ἔστι γὰρ ἅγια. Ἐὰν δὲ καταλειφθῇ ἀπὸ τῶν κρεῶν τῆς θυσίας τῆς τελειώσεως καὶ τῶν ἄρτων ἕως πρωῒ, κατακαύσεις τὰ λοιπὰ πυρί. Οὐ βρωθήσεται· ἁγίασμα γάρ ἐστι.» {ΠΑΛΛ.} Ὡς βαθὺ τὸ χρῆμα τῶν νομικῶν ἐνταλμάτων. {ΚΥΡ.} Βαθὺ μὲν οὖν λίαν· ἔφης γὰρ ὀρθῶς· πλὴν οὐκ εἰσάπαν ἀσυμφανὲς, τὸ θεῖον ἐν ἡμῖν ἐναστράπτοντος φῶς τοῦ ἁγίου Πνεύματος. Καὶ φέρε δὴ πάλιν, ὡς ἔνι, τὰ ἐφ' ἑκάστῳ λέγωμεν. Κατὰ μυρίους ὅσους ἡμᾶς ἁγιάζει τρόπους ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἱερούς τε καὶ εὐπροσδέκτους ἀποτελεῖ. ∆ι' αὐτοῦ γάρ τε καὶ ἐν αὐτῷ τὴν προσαγωγὴν ἐσχήκαμεν, καί ἐσμεν οὐκ ἀνεθέλητοι τῷ Θεῷ καὶ Πατρί. Χρειωδέστατά τε καὶ ἀναγκαῖα πρὸς σωτηρίαν ἡμῖν, τοῖς ὑπὸ φθοράν τε καὶ ἁμαρτίαν, ὅ τε θάνατος αὐτοῦ καὶ μέν τοι καὶ ἡ ζωὴ, καὶ πρὸς τούτοις ἔτι ἡ διὰ τοῦ σώματός τε καὶ αἵματος αὐτοῦ τελείωσις· ἐν Χριστῷ γὰρ δὴ, καὶ οὐκ ἐν νόμῳ τὸ τέλειον. {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Ἄθρει δὴ οὖν ὡς ἐν τύποις ἔτι τὰ δι' ὧν εὖ μάλα σεσώσμεθά τε καὶ ἡγιάσμεθα, ἱεροί τε καὶ ἅγιοι γεγόναμεν ἐν Χριστῷ. Μοσχάριον ἦν ἐκ βοῶν τὸ εἰς θυσίαν ἠγμένον, καὶ σφάζεται μὲν πρὸς αὐταῖς ταῖς θύραις τῆς ἁγίας σκηνῆς, ἐπενηνεγμένων αὐτῷ τῶν χειρῶν. Προσεχεῖτο δὲ τὸ αἷμα τῷ θυσιαστηρίῳ, καταχριομένων αὐτῷ τῶν κεράτων· καὶ καπνίζονται μὲν ἐν τάξει τῶν εὐοσμοτάτων θυμιαμάτων τὰ ἐντόσθια. Τὸ δὲ λοιπὸν ἐμπίπραται σῶμα, διακομισθὲν ἐπέκεινα τῆς παρεμβολῆς. Καὶ μοσχάριον μὲν ὁ Χριστὸς, ὡς ἔξω ζυγοῦ καὶ ὑπὸ ζυγόν. Θεὸς γὰρ ὢν φύσει γέγονεν ὑπὸ νόμον διὰ τὸ ἀνθρώπινον. ἦ γὰρ οὐχὶ τὸ βραχὺ μοσχάριον ζυγοῦ μὲν ἄηθές ἐστι, φύσεώς γε μὴν τῆς ὑπὸ ζυγόν; {ΠΑΛΛ.} Ὧδε ἔχει. {ΚΥΡ.} Μοσχάριον δὴ οὖν ὠνόμασται πάλιν οἰκονομικῶς ὁ Χριστὸς, ἵν' ἐν ταυτῷ νοῆται πρὸς ἡμῶν καὶ τὸ ἄηθες τῆς τοῦ Λόγου θεότητος εἰς δουλείαν, καὶ τὸ ὡς ἐν φύσει γενέσθαι τῇ ὑπὸ ζυγὸν κατά γε τὸ ἀνθρώπινον. Σφάζεται δὲ ὡς ὑπέρ γε τῆς ἁγίας σκηνῆς καὶ τῶν ἐπιθέντων αὐτῷ τὰς χεῖρας· Λευῖται δὲ οὗτοι καὶ ἱερεῖς· ἀπέθανε γὰρ ὑπέρ τε τῆς Ἐκκλησίας καὶ τῶν αὐτῷ καθιερωμένων διὰ τῆς πίστεως. Ἱερὸς δὲ ὅτι καὶ ὡς ἐν τρόπῳ θυσίας εὐπρόσδεκτος τῷ Θεῷ καὶ Πατρὶ τοῦ Ἐμμανουὴλ ὁ θάνατος, πάρα σοι νοεῖν, προσχεομένου τοῦ αἵματος τῷ ἁγίῳ θυσιαστηρίῳ, καὶ καταχρίοντος αὐτὸ, θυμιωμένων δὲ καὶ τῶν ἐντοσθίων, ἃ καὶ εἰς τύπον εἶεν ἂν τῶν εἰς τὸ ἔσω καὶ εἰς νοῦν ἀρετῶν, αἷς ἔνεστι μὲν τὸ εὐῶδες πνευματικῶς, οὐ καθ' ἕνα δὲ τρόπον, ἐπεί τοι πολλὰ τὰ ἐντόσθια, πιμελὴ καὶ νεφροὶ, καὶ ὁ λοβὸς τοῦ ἥπατος. Ἐμπίπραται δὲ τοῦ σώματος τὸ λειπόμενον, ἔξω τῆς παρεμβολῆς. Ἔξω γὰρ τῆς πύλης ἔπαθεν ὁ Χριστός· γράφει δὲ οὕτως ὁ Παῦλος. Τὸ δέ γε πυρὶ δαπανᾶσθαι τὸ σῶμα κατασημήνειεν ἂν ἰσχνῶς, ὅτι τὸ πάθος αὐτῷ καὶ ὁ θά νατος οὐ πρὸς ἀδοξίαν ἔσται ποθὲν, ἀλλ' εἰς λαμπρὰν καὶ ἐμφανεστάτην ἐκτελευτήσει δόξαν. Ἐν εἴδει γὰρ δὴ τῷ πυρὸς νοεῖται τὸ θεῖον· καταβέβηκε δὲ οὕτως καὶ ἐπὶ τὸ ὄρος τὸ Σινᾶ. Καταλύσων δὲ τοῦ θανάτου τὸ κράτος, ὑπέδυ τὸν θάνατον οἰκονομικῶς ὁ Χριστὸς, ἵν' ὡς Θεὸς δοξάζηται πρὸς ἡμῶν. Ἕρπει δὴ οὖν εἰς θεοπρεπῆ δόξαν ὁ θάνατος, τὸ τέλος ἔχων τὸ ἀναβιῶναι λαμπρὸν, καὶ τὸ ἔν γε τῷ παθεῖν μικροπρεπὲς, εὐκλείαις ταῖς ἀνωτάτω νικώμενον, οἴχεται πρὸς τὸ μηδέν· καὶ τοῦτο, οἶμαι ἔστιν αἰνιγματωδῶς, τὸ δαπανᾶσθαι πυρὶ τὸ νεκρὸν μοσχάριον. Ἐπειπὼν δὲ, ὅτι ἁμαρτία γάρ ἐστιν, εἰς ἀποκάθαρσιν ἁμαρτίας τὸ Χριστοῦ γενέσθαι διαμεμήνυκε πάθος, καὶ τὸ χρῆμά ἐστιν οὐκ ἀσυμφανές. {ΠΑΛΛ.} Οὐ γὰρ οὖν. {ΚΥΡ.} Εἶτα κριὸς ὁ πρῶτος λαμβάνεται καὶ σφάζεται μὲν ἐν ἴσῳ τῷ μόσχῳ· προσεχεῖτο δὲ αὖ τῷ θυσιαστηρίῳ τὸ αἷμα, καὶ μελειστὶ τεμνόμενος ἀνεφέρετο, τῶν ἐντοσθίων ἐκπεπλυσμένων ὕδατι, κεφαλῇ τε ἅμα καὶ ποσὶν, ὅτι θυμίαμά ἐστι· γράφεται δὲ πάλιν ἡμῖν καὶ διὰ τούτων ὁ Χριστὸς, ὁ ἐν κριῷ τῷ τελείῳ τέλειος, ἁγίαν ἔχων ζωήν. ∆ηλοῖ γὰρ, οἶμαί που ὅτι, τὸ προσχεῖσθαι τὸ αἷμα τῷ θυσιαστηρίῳ· ζωῆς γὰρ τύπος τὸ αἷμα, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνακείμενος τῷ Θεῷ καὶ Πατρὶ, ὡς ὑπὲρ πάντων τε ἅμα καὶ ὑπὲρ ἑκάστου· τύπος δὲ τοῦτο πάλιν, τὸ ἀναφέρεσθαι τὸν κριὸν ἐπὶ τὸ θυσιαστήριον, ὡς ἐν παντί τε καὶ κατὰ μέλος. Μέλη δὲ ἡμεῖς ἀνὰ μέρος Χριστοῦ, καὶ ἓν πάντες νοούμεθα σῶμα· ἅγιος δὲ ὅτι καὶ ἱερὸς ὅλος καὶ σπίλον ἀκαθαρσίας οὐκ ἔχων, ἡ τῶν ἐντοσθίων ἔκπλυσις εὖ μάλα παραδηλοῖ. Συναναφέρεται δὲ κεφαλὴ καὶ πόδες, τὸ ἀπ' ἀρχῆς καὶ μέχρι παντὸς εὐῶδες ἐν ἁγιασμῷ τῆς τοῦ Σωτῆρος ζωῆς ὑποφαίνοντες. Παντὸς γὰρ ζώου κεφαλὴ μὲν ἀρχὴ, κατάληξις δὲ ὥσπερ καὶ τοῦ παντὸς σώματος οἱ πόδες τὸ τέλος. Ἢ καὶ τάχα που νοεῖν ἄμεινον εἰς τύπον μὲν νοῦ κεφαλὴ, πορείας γε μὴν τῆς κατ' ἐνέργειαν πρακτικῆς τοὺς πόδας. Εὐώδη δὲ πάντα ἐν Χριστῷ, καὶ εἰς ἄκρον ἥκοντα καθαρότητος καὶ νοήματα καὶ πράξεις· οὐ γὰρ ἐποίησεν ἁμαρτίαν· ταύτῃ τοι καὶ ὁλοκαυτώματα καὶ θυσίασμά φησι τὴν καθιέρωσιν τοῦ κριοῦ. οὐ γὰρ ἐκ μέρους ἅγιος ἢ ἱερός. Πρέποι γὰρ ἂν οὐκ ἐκείνῳ ποθὲν, ἡμῖν δὲ μᾶλλον, τὸ καὶ ἀσθενεῖν ἔσθ' ὅτε καὶ ἐναλῶναι πταίσμασι· καθαρὸς γὰρ οὐδεὶς ἐξ ἁμαρτιῶν, καὶ πολλὰ πταίομεν ἅπαντες, κατὰ τὸ γεγραμμένον. {ΠΑΛΛ.} Καὶ πῶς ἄν τις οἴοιτο τυχὸν, καὶ αὐτὴν γενέσθαι τὴν Χριστοῦ ζωὴν ὑπὲρ ἡμῶν; {ΚΥΡ.} Καὶ μὴν εἴσῃ τοι καὶ μάλα ῥᾳδίως, ἐννοήσας ὅτι τῆς ἐν Ἀδὰμ παραβάσεως γεγόναμεν κοινωνοὶ, μόνον δὲ οὐχὶ καὶ τῶν ἐκείνῳ πεπλημμελημένων ἐκτετίκαμεν δίκας, διαδραμούσης εἰς ἅπαντας τῆς ἀρᾶς, καὶ τὸ ἐξ ἐκείνου γένος κατανεμηθείσης τρόπον τινὰ τῆς ὀργῆς. Καθίκετο τοίνυν εἰς ἐνανθρωπότητα, καὶ ἐσκήνωσεν ἐν ἡμῖν ὁ Μονογενὴς, καὶ ὑπέθηκεν ἑαυτὸν τῷ Θεῷ καὶ Πατρί. «Γέγονε γὰρ ὑπήκοος μέχρι θανάτου,» τῆς ἐξ Ἀδὰμ ἀποταξίας ἀφανίζων τὰ ἐγκλήματα, καὶ τῆς εὐπειθείας τὴν εὐωδίαν ὡς ὑπὲρ πάντων τε ἅμα καὶ ὑπὲρ ἑκάστου προσαγήοχε τῷ Θεῷ καὶ Πατρὶ, καὶ δι' αὐτοῦ σεσώσμεθα· καὶ μάρτυς ὁ Παῦλος ὡδὶ γεγραφώς· «Ἄρα οὖν, ὡς δι' ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτω καὶ δι' ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς· ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς ἀνθρώπου δίκαιοι κατασταθήσονται οἱ πολλοί.» Συνίης οὖν ὅτι σεσώσμεθα μὲν ὡς ἔν γε τῷ μόσχῳ, τεθνεῶτος ὑπὲρ ἡμῶν τοῦ Χριστοῦ, εὐωδιάζομεν δὲ τῷ Θεῷ καὶ Πατρὶ διὰ τῆς ὑποταγῆς αὐτοῦ καὶ τῆς ἐν ἁγιασμῷ ζωῆς· Προσεχεῖτο γὰρ τὸ αἷμα τοῦ κριοῦ τῷ ἁγίῳ θυσιαστηρίῳ. {ΠΑΛΛ.} Συνίημι ὃ φής. {ΚΥΡ.} Πολυτρόπως δὲ τὸν αὐτὸν ἡμῖν διαπλάττων ὡς ἐν σκιαῖς· Καὶ λήψῃ, φησὶ, κριὸν τὸν δεύτερον, καὶ πράττεται μὲν ἐπ' αὐτῷ κατὰ τὸν πρῶτον ἡ σφαγή. Καταχρίεται δὲ Ἀαρὼν, καὶ τὸ ὑπ' αὐτῷ τῶν ἱερέων ἁγιάζεται στίφος, ἐπιτιθεμένου τοῦ αἵματος ἐπ' ἄκροις χειρὸς καὶ ὠτίου, καὶ μὴν καὶ ποδὸς τῶν δεξιῶν· ἁγιάζεται δὲ καὶ τῶν ἱερέων ἡ στολὴ καταῤῥαντισθεῖσα τῷ αἵματι, εἶτα τοῦ λείποντος ἐπιπροχεομένου τῇ βάσει τοῦ θυσιαστηρίου, κατὰ τὸ Θεῷ δοκοῦν, ἀπολαμβάνεται τά τε ἐντόσθια καὶ ἄζυμος ἄρτος καὶ λάγανον ἕν· ἄμφω δὲ ἦν ἐλαιόδευτα· καὶ προσκομίζουσι μὲν ἐν χερσὶν ἐνθέντες ἰδίαις οἱ ἀμφὶ τὸν Ἀαρὼν, ἀποδέχεται δὲ τὴν θυσίαν καὶ ἀναφέρει Μωσῆς. ∆εῖν δὲ πρὸς τούτοις ἔφη βραχίονα καὶ στηθήνιον ἀποτάττεσθαι τῷ ἱερεῖ, καὶ ἐν μοίρᾳ κεῖσθαι τῶν ἀφαιρουμένων. Ὄνομα δὲ τῷ θύματι, κριὸς τελειώσεως. Τεθυμιαμένων δὲ τῶν ἐντοσθίων, τὸ λοιπὸν σὺν ἄρτοις ἐσθίεται σῶμα, πυρὶ κατακαιομένων τῶν εἰς τὸ πρωῒ καταλελειμμένων. Ἔχει γὰρ ὧδε τὸ γράμμα τὸ ἱερόν. {ΠΑΛΛ.} Ὡς βαθὺς ὁ λόγος! {ΚΥΡ.} Ἔφης ὀρθῶς· βαθὺς γὰρ δὴ λίαν, ὠδίνει δὲ μὴν τὸ Χριστοῦ μυστήριον. Γέγονε γὰρ ἡμῖν κριὸς τελειώσεως εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἀρτίως ἔχοντας ἀποφαίνων, καὶ ἐκπρεπεστάτους ἐν ἀρεταῖς δι' ἁγιασμοῦ ἐν πνεύματι, καὶ πρό γε τῶν ἄλλων ἀκοὴν μὲν ἐνθεὶς, τὴν εὐλογίας πλήρη, τουτέστι, τὴν εὐπειθῆ καὶ εὐήνιον, καὶ ἐπιτηδείως μὲν ἔχουσαν εἰς παραδοχὴν τῶν περὶ αὐτοῦ δογμάτων, οὐκ ἀνεχομένην δὲ ψιθύρων τερετισμῶν, καὶ μυσαρᾶς ἀθυρογλωσσίας, ἣν ἂν ποιοῖντό τινες τῇ ἀληθείᾳ μαχόμενοι, καὶ τοῖς τῆς ὀρθότητος ἀντεξάγοντες δόγμασιν· ἀκοῆς γὰρ δὴ τοῦτο τῆς ἁγίας καρπός. Καὶ μὴν Ἰωάννης ἡμῖν ὁ θεσπέσιος ὧδέ πή φησιν· «Ἀδελφοὶ, δοκιμάζετε τὰ πνεύματα, εἰ ἐκ τοῦ Θεοῦ ἐστι· πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ Ἰησοῦν Χριστὸν, ἐκ τοῦ Θεοῦ οὐκ ἔστι, καὶ πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν, ἐκ τοῦ Θεοῦ ἐστι.» Βάσανος δὲ ῥημάτων πράττοιτο ἂν εἰκότως οὐχ ἑτέρως τέ ποι μᾶλλον ἢ εἰς οὖς. Ἅγιον δὴ οὖν ἔσται τὸ οὖς τοῖς τῆς ἀκριβείας καὶ δογματικῆς ὀρθότητος ἐπιμεληταῖς. Ἀλλὰ τοῦτό ἐστι Χριστοῦ τὸ δῶρον καὶ ξένιον οὐρανοῦ, καὶ κατόρθωσις αἵματος τοῦ ἁγίου· ἁπάντων γὰρ ἡμῖν τῶν ἐξαιρέτων ἡ κτῆσις ἐν αὐτῷ τε καὶ δι' αὐτοῦ. Τοιγάρτοι καὶ χεὶρ ἡγιάζετο, πρακτικῆς ἐνεργείας παραδεικτικὴ, καὶ μέντοι καὶ ποῦς, τῆς ἐν τροχιαῖς ὀρθότητος σύμβολον ἐναργές. Ἁγίοις γὰρ ἡμᾶς ἔργοις ἐπισεμνύνεσθαι χρὴ, καὶ διαστείχειν εὖ μάλα τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀρεσκόντων Θεῷ διᾴττουσαν τρίβον, κατὰ τὸ ἐν Ψαλμοῖς ᾀδόμενον, «Καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου,» ἤγουν τὸ ἐν βίβλῳ Παροιμιῶν, «Ὀρθὰς τροχιὰς ποίει σοῖς ποσὶ, καὶ τὰς ὁδούς σου κατεύθυνε.» Κεκτήσθω δὴ οὖν τὸ ἱερὸν καὶ ἀπόλεκτον γένος ἁγίαν μὲν ἀκοὴν, χεῖρά τε ὁμοίως καὶ πόδα κατά γε τοὺς ἀρτίως ἡμῖν εἰρημένους τρόπους· δεξιά τε πάντα χριόμενα καὶ ὡς ἐν μοίρᾳ τῇ λοίσθῳ, τουτέστιν, ἐν ἄκροις. Τὸ γὰρ ἄκρον φησὶ τοῦ ὠτὸς, καὶ μὴν καὶ ποδὸς καὶ χειρός· ἅπασα γὰρ, οἶμαι, πρᾶξις ἀγαθὴ γενναία τέ ἐστι καὶ δεξιὰ, τὸ ὡς ἐν φαυλότητι σκαιὸν οὐκ ἔχουσα, καὶ μέχρι τῶν ἄκρων, ὅ ἐστι μέχρι παντὸς ἤτοι τέλους. Προσήκει γὰρ εἶναι δεξιοὺς ἐν ἁγιασμῷ τοὺς Θεῷ καθιερωμένους μέχρι παντὸς ἐν ὑπομονῇ. «Ὁ γὰρ ἀρξάμενος, φησὶν, ἔργον ἀγαθὸν ἐν ὑμῖν, ἐπιτελεσάτω.» Ἔκτοπον δὲ λίαν καὶ τὸ ἀνόπιν ἱέσθαι τρόπον τινὰ διαπεραίνειν ὀκνοῦντας τὸ ἀγαθόν. Ἐπειδὴ δὲ εἰς τύπον Θεοῦ Μωσῆς, προσκομίζουσι μὲν τὴν θυσίαν οἱ ἀμφὶ τὸν Ἀαρὼν, ὑποδέχεται δὲ αὐτὸς, οἱονεί πως Θεοῦ καὶ διὰ τοῦδε κατασημαίνοντος, ὅτι τῶν οὕτως ἡγιασμένων τὰς ἐπὶ Χριστῷ θυσίας μονονουχὶ καὶ ἀπὸ χειρὸς εἰς χεῖρα δέξεται, καὶ οὐκ ἀπαξιώσει τὸ χρῆμα· Χριστοῦ γὰρ ἔχει τὴν εὐωδίαν, καὶ τοῦτο, οἶμαι, ἔστιν ἡ τῶν ἐντοσθίων ἀναφορὰ θυμιωμένων αὐτῷ. Ἀφαίρεμα δὲ τῷ ἱερεῖ στηθύνιον, καὶ βραχίων ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως. Καὶ βραχίων μὲν ἰσχύος ἂν εἴη σύμβολον, στηθύνιον δὲ καρδίας καὶ νεφρῶν. ∆έδοται δὲ τῷ ἁγίῳ τε καὶ ἱερῷ γένει Χριστὸς, δύναμις καὶ σοφία παρὰ τοῦ Θεοῦ καὶ Πατρός. Ἢ οὐκ ἐν αὐτῷ σοφοί τέ ἐσμεν καὶ ἄγαν εὐσθενεῖς; {ΠΑΛΛ.} Πῶς γὰρ οὔ; γέγραπται γὰρ ὅτι Χριστὸς, Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, γέγονεν ἡμῖν ταῦτα παρὰ τοῦ Θεοῦ. {ΚΥΡ.} Ἱερὰ δὲ βρῶσις τοῖς εἰς λειτουργίαν ἐξειλεγμένοις τὰ κρέα. ∆έδοται δὲ τοῖς ἀζύμοις ἄρτοις ὁμοῦ, συμμετέχοντος οὐδενὸς τῶν ἀλλογενῶν, ἢ, εἰ τοῦτο δρῴη τις, καὶ τεθνηξομένου. Ψυχαῖς γὰρ ἂν πρέποι ταῖς ἱεραῖς τὸ ἐν μεθέξει γίνεσθαι τροφῆς ἁγίας, τουτέστι, τοῦ σώματος τοῦ Χριστοῦ, καὶ ἀπρόσιτος τοῖς ἀλλογενέσιν ἡ εὐλογία. Νοοῖτο δ' ἂν ἑτερογενὲς καὶ τὸ ἄπιστον ἔτι καὶ ἀβάπτιστον γένος, καὶ πρὸς τούτοις ἔτι τὸ ἐξεστραμμένον εἰς ἑτερόφρονα νοῦν, καὶ ταῖς τῶν ἁγίων ἀσύμβατον γνώμαις, καὶ ὡς ἐν φαυλότητι δογμάτων διεσχοινισμένον. ∆απανᾶται δὲ καὶ πυρὶ πᾶν ὅσον ἐστὶ τῆς θυσίας λεί ψανον, οὐκ ἐφιέντος ἐσθίειν τοῦ νόμου καὶ εἰς τὴν αὔριον· ἁγιασμοῦ γὰρ, οἶμαι, τὶς ἕτερος ἡμῖν ἔσται τρόπος κατὰ τὸν αἰῶνα τὸν μέλλοντα πνευματικῶς ἐνεργούμενος, οὐκέτι σωματικῶς, καὶ καθ' ὃν οἶδε λόγον ὁ πάντα μετασκευάζων Θεὸς, καὶ οἷπερ ἂν βούλοιτο μετατιθείς. Ἕψεται δέ τις τοῖς λόγοις οὐκ ἀσύνετος νοῦς· λελυμένης γὰρ ἐν ἡμῖν τῆς φθορᾶς μετά γε τὸ ἀναβιῶναι τυχὸν ἐκ νεκρῶν, οὐκ ἀναγκαῖά πως ἐστὶ τὰ δι' ὧν ἂν ἦν δύνασθαι διαδράσκειν αὐτήν. Ἕτερος δὴ οὖν ἁγιασμοῦ τρόπος τῇ τοῦ καιροῦ καταστάσει πρέπων ἐπινοηθήσεται, συνόντος ἡμῖν τοῦ Χριστοῦ. Τὸ δὲ εἰς νοῦν ἧκον εἰπόντες, τοῖς τὰ ἀμείνω νοοῦσι παραχωρήσομεν. Καὶ τάχα τι τοιοῦτον ὑποσημαίνει λέγων ὁ θεσπέσιος Παῦλος· «Ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται,» ἀντὶ τοῦ, πέρας ἕξει καὶ στήσεται. {ΠΑΛΛ.} Ἔοικεν. {ΚΥΡ.} Ταυτὶ μὲν οὖν ἔφη διαπεραίνεσθαι δεῖν εἰς τὴν τῶν ἱερῶν τελείωσιν. Συνεγηγερμένων δὲ τῶν ἱερέων Ἰσραὴλ, καὶ συνειλεγμένων εἰς Ἐκκλησίαν, τὴν εἰς ἐμφανὲς ἀνάδειξιν διετύπου λέγων· «Λάβε Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὸ ἔλαιον τῆς χρίσεως, καὶ τὸν μόσχον τὸν περὶ ἁμαρτίας, καὶ τοὺς δύο κριοὺς, καὶ τὸ κανοῦν τῶν ἀζύμων, καὶ πᾶσαν τὴν συναγωγὴν ἐκκλησίασον ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. Καὶ εἶπε Μωσῆς τῇ συναγωγῇ· [καὶ ἐποίησε ὃν τρόπον συνέταξεν αὐτῷ Κύριος καὶ ἐξεκκλησίασε τὴν συναγωγὴν ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. Καὶ εἶπε Μωσῆς·] Τοῦτό ἐστι τὸ ῥῆμα ὃ ἐνετείλατο Κύριος ποιῆσαι. Καὶ ἀμφιέννυσι μὲν ἐν κόσμῳ τὸν Ἀαρὼν, καὶ μέντοι τοὺς ἱερέας. Προσρανεῖ δὲ τῷ ἐλαίῳ τῆς χρίσεως τὸ θυσιαστήριον ἑπτάκις, καὶ ἐπὶ πάντα αὐτοῦ τὰ σκεύη, καὶ ἐπὶ τὸν λουτῆρα, φησὶ, καὶ τὴν σκηνὴν, καὶ πάντα τὰ ἐν αὐτῇ, καὶ ἡγίασεν αὐτά.» Ἁγία γὰρ ἡ σκηνὴ, καταπλουτεῖ δὲ τελείως τὸ θυσιαστήριον τὸν διὰ Πνεύματος ἁγιασμὸν, οὐχ ὡς ἐν τάξει μετίσχον τῶν λογικῶν· οὐ γὰρ οὕτως ἅγιον, ὡς, οἷον εἰπεῖν, ἀγγέλου φύσις, ἤγουν ἀνθρώπου ψυχή· ἀλλ' οἱονεί πως ἐξ ἐπαφῆς τῆς ἐπιτιθεμένης θυσίας αὐτῷ. Ἅγιος γὰρ καὶ τόπος ἐν ᾧπερ ἂν γένοιτο Χριστός. Καταχρίσας δὴ οὖν τὸ θυσιαστήριον ἑπτάκις, ὅ ἐστι πλουσίως, ἁγιάζει τὸν Ἀαρών· προσεπήντλησε γὰρ αὐτῷ τὸ τῆς χρίσεως ἔλαιον, καὶ πρός γε δὴ τούτῳ προσκεκόμικε τὰς θυσίας τὰς ὑπέρ τε αὐτοῦ καὶ τῶν ἐξ αὐτοῦ κατά γε τοὺς ἀρτίως ἡμῖν προαποδοθέντας τρόπους. Ἐπειδὴ δὲ εἰς πέρας ἦκτο ταυτὶ, προσεπιτάττει λέγων, «Καὶ ἀπὸ τῆς θύρας τῆς σκηνῆς καὶ μαρτυρίου οὐκ ἐξελεύσεσθε ἑπτὰ ἡμέρας, ἕως ἡμέρα πληρωθῇ, ἡμέρα τελειώσεως ὑμῶν. Ἑπτὰ γὰρ ἡμέρας τελειώσει τὰς χεῖρας ὑμῶν, καθάπερ ἐποίησεν ἐν τῇ ἡμέρᾳ ταύτῃ, ᾗ ἐνετείλατο Κύριος τοῦ ποιῆσαι, ὥστε ἐξιλάσασθαι περὶ ὑμῶν, καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καθίσεσθε ἑπτὰ ἡμέρας. Ἡμέραν δὲ καὶ νύκτα φυλάξασθε τὰ φυλάγματα Κυρίου, ἵνα μὴ ἀποθάνητε· οὕτως γὰρ ἐνετείλατό μοι Κύριος ὁ Θεός.» Ὁποῖος μὲν οὖν ἐφ' ἑκάστῃ τῶν θυσιῶν γέγονε τρόπος, ἀποχρῶν ἡμῖν εὖ μάλα διέδειξε λόγος. Τοιγάρτοι μεθέντες τὸ ἔν γε τούτοις ἰσχνομυθεῖν, ἐπὶ τοῦτο ἴωμεν. Οὐκ ἐφίησιν ὁ νόμος τοὺς ἱερὸν καὶ ἀπόλεκτον καταπλουτήσαντας κλῆρον, τετελειωμένους τε ἤδη πρὸς τὸ ἱερᾶσθαι δεῖν, ἔξω που φέρεσθαι τῆς ἁγίας σκηνῆς, ἀλλ' εἰς ἑβδόμην ἡμέραν εἴσω τε καθίζειν, καὶ μονονουχὶ προσηλοῖ ταῖς θύραις, οὐχ ὑπεραίροντας τὸν οὐδὸν, τὴν ἐν τόποις ἁγίοις κάθισιν σύμβολον, οἶμαί που, τιθεὶς ἑδραιότητος καὶ διαμονῆς τῆς ἐν ἁγιασμῷ. ∆ιερηρεῖσθαι γὰρ δεῖ καὶ ἀκλονήτως ἔχειν εἰς ἀρετὴν ἀναγκαῖον ἡμᾶς, τοὺς οἵγε τετάγμεθα προσεδρεύειν Θεῷ, οὐκ ἔξω φοιτῶντας τοῦ καθήκοντος τρόπου καὶ γνώμης ἐκτρέχοντας ἱεροπρεποῦς· ἀγχοῦ δὲ ὥσπερ ἀεὶ καὶ οἰκοῦντας παρὰ Θεῷ, κατά γε τὸ εἰρημένον διὰ φωνῆς προφήτου· «Ζητῶν ζήτει, καὶ παρ' ἐμοὶ οἴκει.» Εἰς ἑπτὰ δὲ τοῦτο ἡμέρας ποιεῖν ἐκέλευσεν ὁ Μωσῆς· τὸ ἐν παντὶ δὲ χρῆναι καιρῷ Θεῷ προσεδρεύειν ἐπείγεσθαι, τοῦ ἑπτὰ σημαίνοντος, οἱονεὶ γάρ πως τὸ διόλου καὶ διὰ παντὸς φησίν. Εἴσω δὲ ὄντας σκηνῆς ἐντέλλεται τηρεῖν τὰ φυλάγματα Κυρίου, τῆς παρὰ Θεῷ προσεδρείας καρπὸν, τὸ εὐπειθὲς ὑποφαίνων, καὶ τὸ δρᾷν ἐθέλειν ἅπερ ἂν ἕλοιτο νομοθετεῖν. Προσεδρευτέον ὧδε τῷ πάντων ∆εσπότῃ, πρὸς αὐτό που τὸ λοῖσθον τῶν κακῶν τῆς ἐπ' ἀγαθοῖς ῥᾳθυμίας ἐκτελευτώσης ἀεί· προσεπήνεγκε γὰρ ὁ Μωσῆς ταύτῃ τοι, καθάπερ ἐγᾦμαι, τὸ, «Ἵνα μὴ ἀποθάνητε.» {ΠΑΛΛ.} Ὀρθῶς ἔφης. {ΚΥΡ.} Τετελειωμένος δὲ ἤδη πρὸς ἱερουγρίαν ὁ Ἀαρὼν ἄρχεται πληροῦν τὰ νενομισμένα. Καὶ τίνα δὴ τρόπον, φέρε δὴ λέγωμεν. Γέγραπται γὰρ πάλιν ἐν τῷ Λευιτικῷ· «Καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐκάλεσε Μωσῆς Ἀαρὼν, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὴν γερουσίαν Ἰσραὴλ, καὶ εἶπε Μωσῆς πρὸς Ἀαρών· Λάβε σεαυτῷ μοσχάριον ἐκ βοῶν περὶ ἁμαρτίας, καὶ κριὸν εἰς ὁλοκαύτωμα, ἄμωμα, καὶ προσένεγκε αὐτὰ ἔναντι Κυρίου. Καὶ τῇ γερουσίᾳ Ἰσραὴλ λάλησον, λέγων· Λάβετε χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, καὶ μοσχάριον, καὶ ἀμνὸν ἐνιαύσιον εἰς ὁλοκάρπωσιν, ἄμωμα, καὶ μόσχον, καὶ κριὸν εἰς θυσίαν σωτηρίου ἔναντι Κυρίου, καὶ σεμίδαλιν πεφυραμένην ἐν ἐλαίῳ, ὅτι σήμερον Κύριος ὀφθήσεται ἐν ὑμῖν. Καὶ ἔλαβον, καθὸ ἐνετείλατο Μωσῆς ἀπέναντι τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ προσῆλθεν πᾶσα συναγωγὴ, καὶ ἔστησαν ἔναντι Κυρίου, καὶ εἶπε Μωσῆς· Τοῦτο τὸ ῥῆμα, ὃ εἶπε Κύριος, ποιήσατε, καὶ ὀφθήσεται ἐν ὑμῖν ἡ δόξα Κυρίου. Καὶ εἶπε Μωσῆς τῷ Ἀαρών· Πρόσελθε πρὸς τὸ θυσιαστήριον, καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου, καὶ τὸ ὁλοκαύτωμά σου, καὶ ἐξίλασαι περὶ σεαυτοῦ, καὶ τοῦ οἴκου σου, καὶ ποίησον τὰ δῶρα τοῦ λαοῦ, καὶ ἐξίλασαι περὶ αὐτῶν, καθάπερ ἐνετείλατο Κύριος.» Λεπτὸν, ὦ Παλλάδιε, τοῖς ἱεροῖς Γράμμασι τὸν νοῦν ἐνιεὶς περιαθρήσεις εὖ μάλα κἀν τῷδε διαφανὲς τὸ Χριστοῦ μυστήριον. {ΠΑΛΛ.} Τίνα τρόπον; {ΚΥΡ.} Ἐν ἡμέρᾳ γὰρ ὀγδόῃ καταλήγει μὲν ὥσπερ τοῦ ἱερᾶσθαι Μωσῆς. Ἄρχεταί γε μὴν ὁ Ἀαρὼν, πλὴν οὐ σεσίγηκεν ὁ Μωσῆς, καίτοι διᾴττοντος ἤδη πρὸς τὰ τῆς ἱερωσύνης ἔργα τοῦ Ἀαρών. Χρόνος γὰρ δὴ τῆς ἱερωσύνης Χριστοῦ νοοῖτ' ἂν εἰκότως ὁ μετὰ τὸν νόμον, τοῦτ' ἔστιν, ἡ ὀγδόη, καθ' ἣν ἡ ἀνάστασις, καὶ ἀρχή τις ὥσπερ αἰῶνος νέου. Καινὴ γὰρ κτίσις ἐν Χριστῷ, κατὰ τὸ γεγραμμένον. Ἀναδεδειγμένου δὲ ἤδη Χριστοῦ κατὰ τὴν ὀγδόην, καταλήγει μὲν τὰ Μωσέως· οὐ γὰρ ἐν τύποις ἔτι καὶ σκιαῖς λατρεύομεν· ἥ γε μὴν ἐννόμῳ παίδευσις οὐ σεσίγηκε, πνευματικὸς γὰρ ὁ νόμος τοῖς πνευματικοῖς, καὶ ἀεὶ τὸ Χριστοῦ λαλεῖ μυστήριον. Ἐπηγγέλλετο μὲν οὖν ὁ Μωσῆς κατὰ τὴν ὀγδόην ἡμέραν ὀφθήσεσθαι τὴν δόξαν Κυρίου. Προαναπεφώνηκε γὰρ ὁ νόμος τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τὸν χρόνον. Προσεπιτάττει δὲ πάλιν, πρότερον μὲν ὑπὲρ ἑαυτοῦ τὸν Ἀαρὼν θυσίας ἐπιτελεῖν· μετὰ δὲ τοῦτο, τὰς ὑπὲρ παντὸς τοῦ λαοῦ, τύπον, οἶμαι, τὸ χρῆμα τιθεὶς τοῖς καθ' ἡμᾶς ἤδη πως, καὶ ὑποφαίνων εὖ μάλα καὶ σαφῶς, ὅτι τοῖς ἐξειλεγμένοις εἰς ἱερωσύνην, καὶ τοῖς τὸν ἐν πίστει δεχομένοις ἁγιασμὸν, πρέποι ἂν εἰκότως τὸ ἁγίους τε εἶναι καὶ ἱερούς. Τίς δ' ἂν γένοιτο τῆς προσαγωγῆς ὁ τρόπος, ὡς ἔνι δηλώσομεν. Μοσχάριον οὖν ὑπὲρ ἁμαρτίας καὶ καθαρισμοῦ τῶν ἱερουργούντων ἐσφάζετο. Προχεομένου δὲ τοῦ αἵματος τῷ ἁγίῳ θυσιαστηρίῳ, τεθυμιαμένων δὲ καὶ τῶν ἐντοσθίων, πυρὶ τὸ ἐπίλοιπον κατεφλέγετο σῶμα. Κριὸς δὲ δὴ πάλιν τὸ ὁλοκαυτούμενον ἦν, κατά γε τὸν συνήθη νόμον τῆς ὁλοκαυτώσεως· χίμαρος δὲ τὸ θῦμα πρὸς ἀποκάθαρσιν ἁμαρτίας τοῦ λαοῦ· μοσχάριον δὲ καὶ ἀμνὸς, τὰ εἰς ὁλοκαύτωσιν, κριός τε καὶ μόσχος εἰς θυσίαν σωτηρίου, ἐπιτεθειμένης τῷ θυσιαστηρίῳ καὶ τῆς σεμιδάλεως, εἰ καὶ μὴ πάσης τυχὸν, ἀλλὰ δρακὸς καὶ ἐκ μέρους. Εἶτά φησιν, ὅτι «Καὶ ἐξάρας Ἀαρὼν τὰς χεῖρας ἐπὶ τὸν λαὸν, ηὐλόγησεν αὐτοὺς, καὶ κατέβη ποιήσας τὸ περὶ τῆς ἁμαρτίας, καὶ τὰ ὁλοκαυτώματα καὶ τὰ τοῦ σωτηρίου, καὶ εἰσῆλθε Μωσῆς καὶ Ἀαρὼν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἐξελθόντες εὐλόγησαν ἅπαντα τὸν λαὸν, καὶ ὤφθη ἡ δόξα Κυρίου παντὶ τῷ λαῷ, καὶ ἐξῆλθε πῦρ παρὰ Κυρίου, καὶ κατέφαγε τὰ ἐπὶ τοῦ θυσιαστηρίου, τά τε ὁλοκαυτώματα, καὶ τὰ στέατα, καὶ εἶδε πᾶς ὁ λαὸς, καὶ ἐξέστη, καὶ ἔπεσον ἐπὶ πρόσωπον.» {ΠΑΛΛ.} Τί δὴ οὖν ἄρα καὶ ἐπὶ τοῖσδε φής; {ΚΥΡ.} Ὤφθη μὲν οὖν κατά γε τὸ ἀληθὲς ἡ δόξα Κυρίου κατὰ τὴν ὀγδόην, ἤτοι γέγονεν ἐμφανὴς ὁ Υἱὸς, ἡ δόξα τοῦ Θεοῦ καὶ Πατρός· ὠνόμαζε γὰρ αὐτὸν οὕτω λέγων πρὸς Μωσέα τὸν ἱερώτατον· «Ζῶ ἐγὼ, λέγει Κύριος, ἢ μὴν ἐμπλησθήσεται τῆς δόξης Κυρίου πᾶσα ἡ γῆ.» Ἱεροὺς δὲ ἡμᾶς ἀποφαίνει αὐτὸς ὑπὲρ ἡμῶν ὡς ἔν γε τῷ μόσχῳ σφαζόμενος, καὶ ἁμαρτίας ἐλευθερῶν, καὶ παντὸς ἀνιεὶς ἐγκλήματος, καὶ τὸν ἐκ τοῦ κατεγνῶσθαι διασμήχων ῥύπον, καὶ αὐτὸς ὁμοίως εἰς ὀσμὴν εὐωδίας τῆς νοητῆς ὡς κριὸς τελειούμενος, αὐτὸς καὶ θυσία σωτηρίου γινόμενος, καὶ ἁγιάζων ἡμᾶς τῷ ἰδίῳ αἵματι, αὐτὸς καὶ σεμίδαλις ἐλαιόδευτος, ἐν ἱλαρότητι ζωῆς ἁγίας, παραδεικνὺς ἑαυτὸν ὑπὲρ ἡμῶν τῷ Θεῷ καὶ Πατρί. {ΠΑΛΛ.} Συνίημι ὃ φής. {ΚΥΡ.} Οἶμαι δὲ ἔγωγε, τὴν ὑπὲρ τοῦ Ἀαρὼν θυσίαν καὶ ὑπὲρ τοῦ λαοῦ παραδηλοῦν ἀστείως τὴν τῶν ἁγίων εἰς Θεὸν καθιέρωσιν. Ἀναδεδειγμένου δὲ λοιπὸν καὶ ἐμφανῆ τὰ καθ' ἑαυτὸν καταστήσαντος τοῦ Ἐμμανουὴλ, δι' οὗ κεκλήμεθα πρὸς ἁγιασμὸν, δεκτοί τε καὶ ἱεροὶ, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνατεθείμεθα τῷ Πατρί. Ἐπιτήρει γὰρ ὅτι, διὰ τῶν ἔναγχος εἰρημέ-νων, ἐπεραίνετο μὲν ἐννόμως ἡ τῶν ἱερέων τελείωσις, δι' αὐτοῦ δὲ δὴ πάλιν πολυτρόπως ἡγιασμένων. Κατεκαίετο μὲν γὰρ ὡς μόσχος ἔξω τῆς παρεμβολῆς ὑπὲρ ἁμαρτίας, ἐθυμιᾶτο δὲ ὡς κριὸς καθηκόντως ὁλοκαυτούμενος, μελειστὶ δὲ ὅλος ὡς ὑπὲρ ἑκάστου καὶ ὑπὲρ πάντων, ἡγίαζε τῷ αἵματι καταχρίων αὐτοὺς, ὡς κριὸς σωτηρίου. Ὀγδόης δὲ ἤδη λοιπὸν ἀναδεδειγμένης ἡμέρας, τοῦτ' ἔστι, καθ' ἣν ἐκφανεστέρα γέγονεν ἡ δόξα Χριστοῦ, κατηργημένου θανάτου, καὶ πεπατημένης φθορᾶς, λοιπὸν ἱερεῖς τε καὶ λαοὶ καρποφοροῦσι Θεῷ, οὐκ ὀθνείοις τιμῶντές τισιν, οὐδὲ τοῖς ἔξωθεν εὐφραίνοντες τὸν τῶν ὅλων ∆εσπότην, καθάπερ καὶ ὁ κατὰ σάρκα Ἰσραὴλ, ἀλλὰ ἑαυτοὺς ἀποφαίνοντες εὐώδη θυσίαν. Οἱονεὶ γάρ πως ἐν εἰκόνι τοῖς θύμασι τὰς ἑαυτῶν ἱερουργοῦμεν ψυχὰς, καὶ Θεῷ προσάγομεν, ἀποθνήσκοντες μὲν τῷ κόσμῳ, καὶ τῷ φρονεῖν τὰ σαρκὸς, καὶ παθῶν νέκρωσιν ὑπομένοντες, μόνον δὲ οὐχὶ συσταυρούμενοι τῷ Χριστῷ, ἵνα πρὸς ἁγίαν καὶ ἀμώμητον μεταχωροῦντες ζωὴν, κατὰ τὸ αὐτῷ δοκοῦν πολιτευώμεθα. Τοιοῦτόν τι καὶ ὁ θεσπέσιος γράφει Παῦλος· «Πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ.» Καὶ πάλιν· «Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν·» εἰ συμμορφούμεθα τῷ θανάτῳ καὶ τοῖς παθήμασιν αὐτοῦ, κατὰ τὸ γεγραμμένον, κοινωνοὶ καὶ τῆς ἀναστάσεως καὶ τῆς δόξης ἐσόμεθα. Οὐκοῦν ἔξω μὲν τῆς πύλης ὑπὲρ ἡμῶν πέπονθεν ὁ Χριστὸς, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνὴν, ἔξιμεν δὲ καὶ αὐτοὶ, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες, ἔξω τῆς πύλης, ὡς μοσχάριον ἐν ἴσῳ τρόπῳ σφαζόμενοι, καὶ ὡς κριὸς ὁλοκαυτούμενοι, τὴν ἐν Χριστῷ πολιτείαν εὐωδιάζομεν τῷ Θεῷ· Καὶ ταυτὶ μὲν ὑπὲρ Ἀαρὼν καὶ τῶν σὺν αὐτῷ τε καὶ ἐξ αὐτοῦ τὰ θύματα, τὰ δὲ ὑπὲρ τοῦ λαοῦ, χίμαρος τὸ ὑπὲρ ἁμαρτίας. Καὶ τίς ὁ λόγος; καίτοι μοσχαρίου προσενηνεγμένου πρὸς ἀποκάθαρσιν ἱερέων. Ἐν ὑπεροχῇ δὲ πάντα τὰ ἱερέων, καὶ θυσίας προσαγωγαὶ, καὶ τὰ εἰς ἀποκάθαρσίν τε καὶ ἁγνισμόν· μείζων δὲ ὡς ἐν μεγέθει σώματος χιμάρου μοσχάριον, τῆς ἐν πράγμασι νοητῆς ὑπεροχῆς μηνύσιον ἐμφαῖνον ἐναργές. Μοσχάριον δὲ καὶ ἀμνὸς εἰς ὁλοκάρπωσιν τὴν ἐν Χριστῷ νηπιότητα τῶν ἐν πίστει καθιερουμένων ὑπαινίττεται· μόσχος δὲ καὶ κριὸς τὸ τληπαθὲς καὶ ἀνδρεῖον, καὶ τὴν ἐν πραότητι καρποφορίαν κατασημαίνουσιν εὖ μάλα καὶ τοῦ μὲν πρώτου τύπος ὁ μόσχος· ὁ δέ γε κριὸς τοῦ δευτέρου. ∆ιάβροχος δὲ τῷ ἐλαίῳ σεμίδαλις τῆς ἐν Χριστῷ ζωῆς τὴν ἐλπίδα λαμπρὰν εὖ μάλα καταδηλοῖ· οὐ γάρ τοι στυγνάζοντας καὶ δεδακρυμένους, ἀλλ' εὐθύμους καὶ ἱλαροὺς τῆς ἐν Χριστῷ πολιτείας ἐξῆφθαι πρέπει. Τοῦτο γὰρ, οἶμαι, ἔστι τὸ, «∆εῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ.» Ἐπιλάμψει γὰρ οὕτω καθαρῶς τε καὶ ἐναργῶς ἡ δόξα Χριστοῦ, ἀσμενέστατα προσιεμένη τὰς τῶν ἁγίων καρποφορίας, καθάπερ ἀμέλει καὶ τότε Θεὸς ἐν εἴδει πυρὸς καταπεφοίτηκεν ἐναργῶς, καὶ κατέφαγε τὰ θύματα. Μόνον δὲ οὐχὶ τροφὴν ἡγεῖται καὶ τρυφὴν τῶν ἡγιασμένων ἐν πίστει τὴν εὐδοκίμησιν. Ὑπεμφαίνει δέ τι καὶ μυστικὸν ὁ λόγος· τότε μὲν γὰρ ἐπὶ τὰ διχοτομήματα τὴν πυρὸς ἀκμὴν καθίει Θεὸς, οἱονεί πως τῶν προκειμένων ἁπτόμενος· ὑποπλάττεται γὰρ τὴν πυρὸς φύσιν ἀεὶ τὸ Θεῖον. Νυνὶ δὲ τῆς νοητῆς προτιθεμένης αὐτῷ θυσίας, οὐκ ἐν εἴδει πυρὸς, ἀλλ' ἐν ἁγίῳ Πνεύματι, τῶν προκειμένων νοητῶς ἐφαπτόμενος, ζωοποιὸν ἀποφαίνει τοῖς ἐφιεμένοις μεταλαχεῖν, καὶ ἀληθὲς ἐν πίστει τὸ χρῆμα δεδέγμεθα. {ΠΑΛΛ.} Ὀρθῶς ἔφης. {ΚΥΡ.} Ἐξάρας δὲ Ἀαρὼν τὰς χεῖρας ηὐλόγησε τὸν λαόν. Καὶ θέα δὴ πάλιν ὡς ἐν πρώτῃ χειρῶν ἐπιθέσει ἐπὶ λαοῖς διὰ τοῦ Ἀαρών· εὐλογεῖ γὰρ ἅπαντας ὁ ἀληθὴς Ἀαρὼν, ἱερέας καὶ λαοὺς, τοὺς μικροὺς μετὰ τῶν μεγάλων, κατὰ τὸ γεγραμμένον, μονονουχὶ καὶ χεῖρας ἐπιθεὶς, καὶ σημεῖον ἂν γένοιτο σαφὲς ἡ χειρὸς ἐπίθεσις τῆς τοῦ παναγίου Πνεύματος εἰς ἡμᾶς καταβολῆς. Πρὸ δὲ τῆς ἱερουργίας τῆς Ἀαρὼν ἡ χειρῶν ἐπίθεσις οὐκ ἦν. «Οὔπω γὰρ ἦν Πνεῦμα,» κατὰ τὴν Ἰωάννου φωνὴν, ὅτι «Ἰησοῦς οὐδέπω ἐδο-ξάσθη.» {ΠΑΛΛ.} Πιθανὸς ὁ λόγος. {ΚΥΡ.} Καὶ τόνδε τῆς ἱερέων εὐχῆς καταῤῥυθμίζει τρόπον, προαναγορεύσεις τινὰς τῶν διὰ Χριστοῦ παθημάτων εὖ μάλα τιθεὶς τοὺς ἐν αὐτῇ λόγους. Ἔφη γὰρ, ὅτι «Λάλησον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ λέγων· Οὕτως εὐλογήσετε τοὺς υἱοὺς Ἰσραὴλ, λέγοντες αὐτοῖς. Καὶ ἐπιθήσουσι τὸ ὄνομά μου ἐπὶ τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἐγὼ Κύριος εὐλογήσω αὐτοὺς, Εὐλογήσαι σε Κύριος καὶ φυλάξαι σε, ἐπιφάναι Κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ, καὶ δώῃ σοι εἰρήνην, καὶ ἐλεησάτω σε.» Προστάττει μὲν οὖν εὐλογεῖν τὸν λαὸν τοὺς ἐν ἱερωσύνῃ κατεστεμμένους, ἀφίστησι δὲ χρησίμως εἰκαιότητος λογισμῶν, οὐκ ἀνθρώπου χεῖρα τὴν εὐλογοῦσαν δεικνὺς, ἀλλ' ἑαυτὸν ὡς Κύριον. «Πᾶσα γὰρ δόσις ἀγαθὴ, καὶ πᾶν δώρημα ἀγαθὸν, καὶ πᾶσα εὐλογία ἄνωθέν ἐστι καταβαίνουσα ἀπὸ τοῦ Πατρὸς τῶν φώτων,» κατὰ τὸ γεγραμμένον. Χριστὸς δὲ τῆς εὐλογίας ἡ ὁδὸς, καὶ αὐτός ἐστιν ἡμῖν τῶν οὐρανίων ἀγαθῶν ὁ διανομεὺς, ἐν αὐτῷ τε καὶ δι' αὐτοῦ τὰ πάντα παρὰ τοῦ Πατρός. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος, «Χάρις ὑμῖν καὶ εἰρήνη, φησὶν, ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χρι-στοῦ.» Εὐλογούμεθα δὴ οὖν ἐν ὀνόματι Θεοῦ, πῶς δ' ἂν γένοιτο τυχὸν καὶ ὁ τοῦδε τρόπος, κατασημαίνων ἀστείως, ἐπιφθέγγεσθαι δεῖν ἔφη τὸν ἐπευχόμενον ἱερέα· «Εὐλογήσαι σε Κύριος καὶ φυλάξαι σε, ἐπι φάναι Κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ, καὶ ἐλεήσαι σε, ἐπάραι Κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ, καὶ δώῃ σοι εἰρήνην.» Φυλάττει μὲν οὖν ἡ εὐλογία παραλύουσα τὴν ἀρὰν, καὶ ἀναπλάττουσα τὸ ἡμαρτηκὸς, εἰς τὸ ἐπαινεῖσθαι δεῖν ἐν Χριστῷ· καὶ τούτου μάρτυς ὁ Παῦλος ὡδὶ γεγραφώς· «Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογή-σας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ, ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ, καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατ' ἐνώπιον αὐτοῦ· ἐν ἀγάπῃ προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ τοῦ Χριστοῦ εἰς αὐτόν.» Ὁρᾷς ὅτι τὸ ἀπόβλητον διὰ τὴν ἁμαρτίαν ἔφυ, καὶ ὁ ἄνθρωπος δεκτὸς εἰς υἱοθεσίαν εὐλογούμενος ἐν Χριστῷ διὰ μετοχῆς τοῦ Πνεύματος, ὃ καὶ ἐξέχεεν εἰς ἡμᾶς πλουσίως, ὁ μὴ ἐκ μέρους αὐτὸ τοῖς ἁγίοις δωρούμενος, ἀλλ' ὡς ἐξ ἰδίου πληρώματος ἐντιθείς. Ἐπιφάνεια δὲ προσώπου Θεοῦ προξενήσειεν ἂν αὐτίκα τὸ ἐλεῖσθαι δεῖν, εἴπερ ἐστὶν ἀληθὲς, ὡς ἔν γε τῷ γνῶναι Θεὸν τὸ χρῆναι μεταλαχεῖν τῆς αἰωνίου ζωῆς εἰσβήσεται. Οὕτω γὰρ ἔφασκεν ὁ Σωτὴρ πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· «Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.» Ὅτι δὲπρόσωπον τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Υἱὸς, ὃς καὶ ἐπέφανεν ἡμῖν, ἐνδοιάσαι τις ἂν ἥκιστά γε, καθάπερ ἐγᾦμαι· χαρακτὴρ γάρ ἐστι καὶ ὁμοίωσις καὶ εἰκὼν αὐτοῦ, γινώσκομεν δὲ δι' αὐτοῦ τε καὶ σὺν αὐτῷ τὸν Πατέρα, συνεισθέοντος δὲ ἀναγκαίως τῇ τοιᾷδε γνώσει καὶ τοῦ ἐλεεῖσθαι δεῖν· ∆εδικαιώμεθα γὰρ ἐν πίστει, καὶ οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος, ἀπεφορτισάμεθά τε τὴν φθορὰν, καὶ εἰς καινότητα ζωῆς ἐν Χριστῷ μετεστοιχίσμεθα, κατοικτείροντος Θεοῦ. Καὶ καθ' ἕτερον δὲ τρόπον, εἰ πρὸς Ἰουδαίους τοῦ λόγου τὴν δύναμιν παρατρέποιμεν, ἠλέηνται κατὰ τὸ ἀληθὲς, ἐπιλάμψαντος αὐτοῖς τοῦ Μονογενοῦς. Ἐπέκειτο μὲν γὰρ αὐτοῖς δύσοιστον ὥσπερ τι καὶ ἀπόβλητον ἄχθος, ὁ κατακρίνων νόμος, καὶ οἰκτιρμοῦ δίχα κολάζων τοὺς ἁμαρτάνοντας. Ἠλέηνται δὲ, τὴν δικαιοῦσαν χάριν ὀψὲ καὶ μόλις διὰ Χριστοῦ κερδαίνοντες, οὗ καὶ τὴν ἄφιξιν ἰδεῖν γλιχόμενοι, πρὸς τὸν τῶν ὅλων Θεὸν ἐκεκράγεισαν, «Ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς, καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα.» Ἠλεήμεθα δὴ οὖν οἱ πάντες ἐν ἐπιφανείᾳ Χριστοῦ. Καὶ μέντοι καὶ ἔπαρσις τοῦ προσώπου τοῦ Θεοῦ πρόξενος εἰρήνης, ἧς ἐστι δοτὴρ καὶ βραβευτὴς ὁ Χριστὸς, ὡς ἴδιον ἀγαθὸν τοῖς πιστεύουσιν εἰς αὐτὸν καὶ προθεὶς καὶ δωρούμενος. «Εἰρήνην» γὰρ, φησὶν, «τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.» Ὅτε γὰρ οἱονεί πως ὑψοῦ τέθεικε τὸν Υἱὸν ὁ Πατὴρ, χαρισάμενος αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, «Κάθου τε ἐκ δεξιῶν μου,» λέγων, τότε δὴ, τότε τὴν διιστᾶσαν ἡμᾶς καταλύσαντες ἔχθραν, συνήφθημεν εἰς εἰρήνην, διὰ τοῦ φρονεῖν ἑλέσθαι τὰ αὐτοῦ, καὶ ἐν Πνεύματι περιπα τεῖν, ἐν ᾧ καὶ δι' οὗ θείας φύσεως ἀναδεδείγμεθα κοινωνοὶ, συνείροντος ἡμᾶς εἰς ἑνότητα τοῦ Χριστοῦ· ἔφη γάρ που πρὸς τὸν Πατέρα· «Θέλω ἵνα ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν ἒν ὦσιν.» –»Ἒν γὰρ δὴ σῶμα οἱ πάντες ἐσμὲν ἐν Χριστῷ,» καί· «Ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι,» κατὰ τὴν Γραφήν. Ὅτι, δὲ τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ἴδιον ὥσπερ ἐπαίροντος πρόσωπον, τοῦτ' ἔστι, δοξάζοντος τὸν Υἱὸν, τὴν πρὸς αὐτὸν εἰρήνην πεπλουτήκαμεν, σαφηνιεῖ λέγων αὐτός· «Ὅταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» {ΠΑΛΛ.} Ὀρθῶς διανοῇ. «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, καὶ δι' αὐτοῦ τὴν προσαγωγὴν ἐσχήκαμεν ἐν πνεύματι πρὸς τὸν Πατέρα.» {ΚΥΡ.} Ἱερέων μὲν οὖν πέρι καὶ τῆς ἐπ' αὐτοῖς ἀναδείξεως ταυτὶ πρὸς ἡμᾶς ὁ νόμος. Ἁγιάζεσθαι δὲ δεῖν εὖ μάλα φησὶ τὸ Λευιτικὸν, καὶ τοῖς καθήκουσι τρόποις προηγνισμένον, τῆς ἐκνεμηθείσης αὐτοῖς λειτουργίας μεταποιεῖσθαι τότε. Λέγει δὲ οὕτως ἐν τοῖς Ἀριθμοῖς· «Λάβε τοὺς Λευίτας ἐκ μέσου τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀφαγνιεῖς αὐτοὺς, καὶ οὕτως ποιήσεις τὸν ἀφαγνισμὸν αὐτῶν· περιῤῥανεῖς αὐτοὺς ὕδωρ ἁγνισμοῦ, καὶ ἐπελεύσεται ξυρὸν ἐπὶ πᾶν τὸ σῶμα αὐτῶν, καὶ πλυνοῦσι τὰ ἱμάτια αὐτῶν, καὶ καθαροὶ ἔσονται, καὶ λήψονται μόσχον ἕνα ἐκ βοῶν, καὶ τούτου θυσίαν σεμίδαλιν ἀναπεποιημένην ἐν ἐλαίῳ, καὶ μόσχον ἕνα ἐνιαύσιον ἐκ βοῶν λήψῃ περὶ ἁμαρτίας, καὶ προσάξεις τοὺς Λευίτας ἔνδοσθεν τῆς σκηνῆς τοῦ μαρτυρίου. Καὶ συνάξεις πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ, καὶ προσάξεις τοὺς Λευίτας, καὶ ἀφορίσει Ἀαρὼν τοὺς Λευίτας, ἀπόδομα ἔναντι Κυρίου παρὰ τῶν υἱῶν Ἰσραὴλ, καὶ ἔσονται ὥστε ἐργάζεσθαι τὰ ἔργα Κυρίου. Οἱ δὲ Λευῖται ἐπιθήσουσι τὰς χεῖρας ἐπὶ τὰς κεφαλὰς τῶν μόσχων, καὶ ποιήσεις τὸν ἕνα περὶ ἁμαρτίας, καὶ τὸν ἕνα εἰς ὁλοκαύτωμα, καὶ ἐξιλάσασθαι περὶ αὐτῶν. Καὶ στήσεις τοὺς Λευίτας ἔναντι Κυρίου, καὶ ἐναντίον. Ἀαρὼν, καὶ ἐναντίον τῶν υἱῶν αὐτοῦ, καὶ ἀποδώσεις αὐτοὺς, ἀπόδομα ἔναντι Κυρίου, καὶ διαστελεῖς τοὺς Λευίτας ἐκ μέσου τῶν υἱῶν Ἰσραὴλ, καὶ ἔσονται ἐμοὶ, καὶ μετὰ ταῦτα εἰσελεύσονται οἱ Λευῖται ἐργάζεσθαι τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου.» {ΠΑΛΛ.} ∆ιασάφει δὴ οὖν εὖ μάλα, τίς ἂν νοοῖτο πρὸς ἡμῶν ὁ τοῦ ἁγνισμοῦ τρόπος, τοῦ τοῖς Λευίταις ἐπενηνεγμένου. {ΚΥΡ.} Μυστικὸς μὲν οὖν, ὦ Παλλάδιε, καὶ ἐν Χριστῷ δὴ πάλιν· αὐτὸς γὰρ ἡμῶν ἡ ἀποκάθαρσις, καὶ ῥύπου παντὸς ἡ ἀπόνιψις, καὶ ἁγιασμοῦ δοτήρ. Περιῤῥανεῖς γὰρ αὐτοὺς ὕδωρ ἁγνισμοῦ, φησί. Τοῦτό τοι καὶ ὁ σοφὸς κατεδήλου Παῦλος, ὡδὶ γεγραφώς· «Εἰ γὰρ τὸ αἷμα τράγων καὶ ταύρων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, πόσῳ μᾶλλον τὸ αἷμα Χριστοῦ·» καὶ ἀληθὴς ὁ λόγος. Εἰ γὰρ ἔνεστι τοῖς τύποις τὸ ὠφελοῦν, καὶ ἡ σκιὰ σωτήριος, πῶς ἂν οὐχὶ μᾶλλον τὸ ἀληθὲς, τουτέστι, τὸ αἷμα Χριστοῦ· Ὕδωρ δὴ οὖν ἁγνισμοῦ τὸ ἀναμὶξ τῇ σποδῷ τῆς δαμάλεως τῆς λεγομένης νεκρώσεως τοῦ Χριστοῦ σύμ βολον ἐναργὲς ἦν, ὡς ἔν γε τῷ ἁγίῳ βαπτίσματι καὶ ἡμεῖς αὐτοὶ πληροῦν εὐχόμεθα διὰ πίστεως. Ὡς γὰρ αὐτός που πάλιν ὁ θεσπέσιος ἔφη Παῦλος, «Συνετάφημεν γὰρ αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα ὥσπερ ἠγέρθη Χριστὸς διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν.» Ἔφη δὲ πάλιν· «Πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῇ θνητῇ ἡμῶν σαρκὶ φανερωθῇ.» {ΠΑΛΛ.} Καὶ τίς δὴ ἄρα ἐστὶν ἡ ἐνθάδε λεγομένη νέκρωσις τοῦ Χριστοῦ; {ΚΥΡ.} Τὸ ἐκτεθνάναι μὲν κόσμῳ καὶ ἁμαρτίαις, ἱεράν τε καὶ ἁγίαν καὶ τὴν ὅτι μάλιστα φιλαιτάτην Θεῷ διαβιῶναι ζωὴν, ἐφ' ᾧ δὴ πάλιν ἀπεσεμνύνετο λίαν ὁ Παῦλος λέγων· «Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω· Χριστῷ συνεσταύρωμαι. Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ ἀγαπήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.» Τοῦτο, οἶμαι, ἐστὶ τὸ ἐκτεθνάναι μὲν ἐν κόσμῳ, καὶ τὴν Χριστοῦ νέκρωσιν ὑπενεγκεῖν, διαβιῶναι δὲ αὖ τὴν ἐν αὐτῷ ζωήν. Σποδὸς οὖν δαμάλεως ἀναμὶξ ὕδατι τὴν Ἰησοῦ νέκρωσιν ὡς ἐν ἁγίῳ βαπτίσματι τελουμένην ὑπεμφαίνοι ἄν. Ἧς ἐν μεθέξει γενέσθαι καὶ αὐτοὺς ἔφη δεῖν τοὺς ἐν τάξει τελοῦντας τῇ Λευϊτικῇ, πᾶν εἶδος ἀκαθαρσίας σαρκικῆς ὡς ἐν σκιᾷ πάλιν ἐκπεφορτισμένους. ∆ηλοῖ γὰρ, οἶμαι, τουτὶ καὶ μάλα σαφῶς τὸ ἀποψιλοῦσθαι ξυρῷ τὴν τοῦ σώματος τρίχα. «Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώτερος,» καθάπερ τινὰ τριχῶν καὶ ὀνύχων ἀποκείρων ἐκ νοῦ, τῶν ἐμφύτων καὶ ἐν ἡμῖν σαρκικῶν κινημάτων τὴν ἀκαθαρσίαν, ὃν καὶ νόμον ἁμαρτίας ἐνῳκηκότα τοῖς μέλεσι τῆς σαρκὸς, ἀντιστρατευόμενόν τε τῷ νόμῳ τοῦ νοὸς, καὶ εἰς ἃ μὴ θέμις ἐξέλκοντα, Γράμμα πού φησιν ἱερὸν, ἀλλὰ τῇ τοῦ ἁγίου Πνεύματος δυνάμει τε καὶ ἐνεργείᾳ καθάπερ ξυρῷ τεμνόμενος ἀσθενεῖ, κἂν εἰ ἀναφύοιτό πως ἐν ἡμῖν, γοργότερον ἀποκείρεται. «Πνεύματι γὰρ περιπατεῖτε,» φησὶ, «καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.» Ὥσπερ δὲ τὸ ξυρὸν οὐκ ἐξ αὐτῆς τῆς εἰσάπαν ἀναβοθρεύει ῥίζης τὴν ἐν ἡμῖν τρίχα, τέμνει δὲ ἀναφυομένην εὐθέως· οὕτω καὶ ἐν ἡμῖν ὁ τοῦ Θεοῦ λόγος, πρόῤῥιζον ὥσπερ, τὴν ὡς ἔμφυτον ἐπιθυμίας οὐκ ἀναβοθρεύει κίνησιν (τετήρηται γὰρ τὸ τέλειον ἅγιον εἰς αἰῶνα τὸν μέλλοντα), κατανεκροῖ δὲ μᾶλλον ἀναφυομένην καὶ ἀνίσχουσαν ἐν ἡμῖν, καὶ τὸν ἐν τοῖς μέλεσι τῆς σαρκὸς ἀγριαίνοντα τιθασσεύει νόμον. Οὐκοῦν ἡ τριχῶν ἀφαίρεσις τὴν νοῦ κάθαρσιν ὑπαινίττεται, ἣν ἂν ἐν ἡμῖν ὁ θεῖός τε καὶ τομώτερος ἐργάζεται τοῦ Θεοῦ λόγος. Ἀπόπλυσις δὲ ἱματίων, λαμπρὰν καὶ ἀκίβδηλον ἡμῖν πολιτείαν ὑποφαίνει, τὴν ἐξωφανῆ. «Προνοούμενοι γὰρ καλὰ, οὐ μόνον ἐνώπιον Κυρίου,» κατὰ τὸ γεγραμμένον, «ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων.» Καὶ αὐτὸς δέ πού φησι· «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Εἶναι δὴ οὖν ἀναγκαῖον τοὺς ἀληθῶς ἁγίους καὶ ἱεροὺς, ἔσωθέν τε καὶ ἔξωθεν καθαρῶς τὴν νέκρωσιν τοῦ Ἰησοῦ περιφέροντας ἐν τῷ ἰδίῳ σώματι, καὶ συντεθειμένους αὐτῷ τρόπον τινὰ διὰ τοῦ ἁγίου βαπτίσματος. {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Προσκομίζεσθαι δὲ δεῖν τὴν ὑπὲρ αὐτῶν ἔφη θυσίαν ἐν μόσχοις δυσὶ, τελείῳ τε καὶ ἐνιαυσίῳ, τοῦτ' ἔστιν, ἁπαλῷ τε καὶ νέῳ· καὶ τέλειος μὲν, ὁ εἰς ὁλοκαύτωμα, συνθυμιωμένης αὐτῷ σεμιδάλεως ἐλαίῳ δεδευμένης· ὅγε μὴν ἕτερος, ὑπὲρ ἁμαρτίας ἔξω τῆς παρεμβολῆς ἐμπιπρᾶται· τελειοῦται γὰρ οὕτω τὰ ὑπὲρ ἁμαρτίας θύματα. Καὶ ἔστι δὴ πάλιν ἐν ἀμφοῖν ὁ Χριστὸς, ἐν μόσχῳ μὲν τῷ εἰς ὁλοκαύτωσιν, ὅλος ἅγιος, καὶ εἰς ὀσμὴν εὐωδίας ὑπὲρ ἡμῶν τῷ Θεῷ καὶ Πατρὶ τῆς ἐν ἐλπίδι ζωῆς τὸ εὔχαρί τε καὶ ἱλαρὸν τοῖς ἁγίοις φέρων· σεμίδαλις γὰρ ἐλαιόδευτος συνανεκομίζετο τῷ μόσχῳ· ἕψεται δέ που πάντως τοῖς τὴν ἐν Χριστῷ τετιμηκόσι ζωήν. Καὶ μὴν καὶ ὡς μοσχάριον ὑπὲρ ἁμαρτίας πυρὶ δαπανώμενον. «Τῷ γὰρ μώλωπι αὐτοῦ ἰάθημεν,» κατὰ τὰς Γραφάς. Ἐπιτήρει δὲ, ὅτι τέλειος μὲν ὁλοκαυτοῦται μόσχος, ἐνιαύσιος δὲ ὑπὲρ ἁμαρτίας σφάζεται· ἵνα ἐν ταὐτῷ νοῇς διὰ δυοῖν τὸν ἕνα ὡς ἐν τελειότητι μὲν ἀρετῶν, τὸν εὐοσμότατον νοητῶς, ὡς ἐν ἁπλότητι δὲ καὶ ἀκακίᾳ σφαζόμενον. «Ἐγὼ γὰρ,» φησὶν, «ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων.» Ὅτι δὲ ὡς ὑπὲρ πάντων τε ἅμα καὶ παρὰ πάντων ἀνάθημα τῷ Θεῷ τὸ ἱερουργὸν προσάγεται γένος, ἐνδείξειεν ἂν ἡ χειρῶν ἐπίθεσις τῶν ἐξ Ἰσραήλ. «Ἐπιθήσουσι γὰρ,» φησὶν, «οἱ υἱοὶ Ἰσραὴλ τὰς χεῖρας ἐπὶ τὰς κεφαλὰς τῶν Λευϊτῶν.» Ὥσπερ γὰρ οἱ Λευῗται ταῖς τῶν θυμά-των κεφαλαῖς τὰς χεῖρας ἐπῆγον, καὶ τοῖς σφαζομένοις ὑπὲρ αὐτῶν εἰς τύπον Χριστοῦ (ἔδρων δὲ τοῦτο, οὐκ εὐλογοῦντές ποθεν, πολλοῦ γε καὶ δεῖ, ἀλλ' οἱονεί πως τῇ τῶν χειρῶν ἐπιθέσει καταδεικνύντες τὸν τὰς ἁμαρτίας ἡμῶν φέροντα Θεὸν, καὶ ὑπὲρ ἡμῶν ἱερουργούμενον, ἵνα «Προσηλώσῃ τῷ ἰδίῳ σταυρῷ τὸ καθ' ἡμῶν χειρόγραφον»)· οὕτω πεπρᾶχθαι νοήσεις τὴν τοῖς Λευΐταις χειροτονίαν τῶν λαῶν. Οἱονεὶ γάρ πως ἀνθ' ἑαυτῶν τῷ Θεῷ πρὸς ἱερουργίαν προκαθίσαντες αὐτοὺς, ὡς ἐξειλεγμένους, τὰς κεῖρας ἐπῆγον. Ἀλλ' ἐπράττετο μὲν ἡ χειρῶν ἐπίθεσις τότε. Μετεῤῥυηκότων δὲ τῶν πραγμάτων νυνὶ εἰς τὸ ἄμεινον, ἀσυγκρίτως τοῖς ἐπὶ ἱερουργίαν διὰ Χριστοῦ καλουμένοις ἐπιψηφίζονται λαοὶ, τὸ ὡς εἶεν ἄξιοι παραφωνοῦντες εὖ μάλα· καὶ τοῦτο ἐν Ἐκκλησίαις, καθάπερ ἀμέλει καὶ οἱ πάλαι, παρὰ τῇ ἱερᾷ τε καὶ θείᾳ σκηνῇ, τὰς ἐπὶ τοῖς Λευΐταις χειροθεσίας ἔδρων. Πρόδηλον οὖν ὅτι εἰ μήτε ἐν ἐκκλησίᾳ, μήτε μὴν ἐπὶ λαοῦ χειροτονία γένοιτο, παρὰ τὴν θείαν ἔσται βούλησιν, καὶ ἔξω νόμων τῶν ἱερῶν. Τετελειωμένοι δὲ οἱ Λευῗται, τῶν εἰς ἱερουργίαν ἅπτονται πάντων. Οὐκοῦν ὃς μὴ ἅγιος ἐν Χριστῷ καὶ εἰ μὴ προαγνίζοιτο, καθ' ὃν ἂν πρέπει τρόπον, ἀποχωρείτω μακράν· νηποινὶ γὰρ οὐχὶ τῶν θείων ἅψεται θυσιαστηρίων.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ∆Ω∆ΕΚΑΤΟΣ. Περὶ ἱερωσύνης.
Στολῆς μὲν οὖν πέρι τῆς ἱερᾶς, καὶ μέντοι καὶ θυσιῶν, ἃς δὴ καὶ ἀποπεραίνεσθαι δεῖν ἐπὶ ταῖς τῶν ἱερέων τελειώσεσιν ἐθεσμοθέτει Θεὸς, εἴρηται σαφῶς. Μυρίων δὲ ὅσων ἐπ' αὐτοῖς κεχρησμῳδημένων, λειτουργίας τε πέρι καὶ καθαρισμῶν, καὶ ἀκριβοῦς ἐμμελείας τῆς ἔν γε τῷ χρῆναι βιοῦν ἐννομώτατά τε καὶ ἀπεξεσμένως εἰς νοητὴν ἀστειότητα, οἶμαι δεῖν ἔγωγε καὶ πρό γε τῶν ἄλλων ἐκεῖνο εἰπεῖν. {ΠΑΛΛ.} Τὸ ποῖόν τι φής· {ΚΥΡ.} Ἀνάθημα γὰρ τῷ Θεῷ καὶ ἀπόλεκτον ἐκ πασῶν τῶν φυλῶν, ἡ ἐξ αἵματος ἦν τοῦ Λευὶ, καὶ νόμος ἐδίδου τῷ γένει τὸ ἱερᾶσθαι δεῖν, ἔκκριτον αὐτῷ τὸ ἐπὶ τῷδε γέρας ἀπονέμοντος Θεοῦ· πλὴν οὐκ ἀβασάνιστον ὁλοτρόπως τὴν ἱερουργὸν ἠφίει πληθὺν, οὐδὲ ἀνῆκεν ἁπλῶς τοῖς τυχοῦσι τὸ χρῆμα, διά γε τὸ ἐξ αἵματος εἶναι Λευΐ· πολυπραγμονεῖν δὲ δεῖν ἐκέλευε καὶ σφόδρα λεπτῶς, μὴ ἄρα τι τῶν κατεψεγμένων ἀῤῥωστῆσαι συμβὰν, ἀνεθέλητον εἴη Θεῷ, καὶ μεμωμημένην ποιοῖτο τὴν πρόσοδον, μόνον δὲ οὐχὶ καὶ ἀνίπτοις εἰσθέων ποσὶν εἰς τὴν τοῦ μαρτυρίου σκηνὴν προσκρούοι καὶ οὐχ ἑκών. Γέγραπται δὲ οὕτω πάλιν ἐν τῷ Λευϊτικῷ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν λέγων· Εἶπον Ἀαρών· Ἄνθρωπος ἐκ τοῦ γένους σου εἰς τὰς γενεὰς ὑμῶν, τινὶ ἂν ᾖ ἐν αὐτῷ μῶμος, οὐ προσελεύσεται προσφέρειν τὰ δῶρα τοῦ Θεοῦ αὐτοῦ. Πᾶς ἄνθρωπος ᾧ ἂν ᾖ ἐν αὐτῷ μῶμος, οὐ προσελεύσεται, ἄνθρωπος τυφλὸς, ἢ χωλὸς, ἢ κολοβόρινος, ἢ ὠτότμητος, ἢ ἄνθρωπος ᾧ ἐστιν ἐν αὐτῷ σύντριμμα χειρὸς ἢ σύντριμμα ποδὸς, ἢ κυρτὸς, ἢ ἔφηλος, ἢ πτιλὸς τοὺς ὀφθαλμοὺς, ἢ ἄνθρωπος ᾧ ἐὰν ᾖ ἐν αὐτῷ ψώρα ἀγρία, ἢ λιχὴν, ἢ μονόρχης· πᾶς ὅστις ἐστὶν ἐν αὐτῷ μῶμος ἐκ τοῦ σπέρματος Ἀαρὼν τοῦ ἱερέως, οὐκ ἐγγιεῖ τοῦ προσενεγκεῖν τὰς θυσίας τῷ Κυρίῳ, ὅτι μῶμος ἐν αὐτῷ. Τὰ δῶρα τοῦ Θεοῦ αὐτοῦ, οὐ προσελεύσεται προσενεγκεῖν· τὰ δῶρα τοῦ Θεοῦ αὐτοῦ, τὰ Ἅγια τῶν ἁγίων, καὶ ἀπὸ τῶν ἁγίων φάγεται, πλὴν πρὸς τὸ καταπέτασμα οὐ προσελεύσεται, καὶ πρὸς τὸ θυσιαστήριον οὐκ ἐγγιεῖ, ὅτι μῶμον ἔχει· καὶ οὐ βεβηλώσει τὸ ἅγιον τοῦ Θεοῦ αὐτοῦ, ὅτι ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς.» {ΠΑΛΛ.} Ἆρ' οὖν, εἰπέ μοι, πρὸς ἐγκλήματός ἐστί τισιν ἀῤῥωστία σωματική; Γράφεται δὲ τὴν φύσιν ὁ ∆ημιουργὸς, καὶ ἀνεθελήτως παρεφθαρμένην; {ΚΥΡ.} Εὖγε, ὦ Παλλάδιε· φρονεῖς γὰρ ὀρθῶς. Αἰτία μὲν γὰρ καὶ γραφὴ γένοιτ' ἂν ἔσθ' ὅτε τισὶν, ἐθελούσιον ἔχουσι τῆς σφῶν αὐτῶν διανοίας τὴν εἰς τὰ φαῦλα παρατροπὴν, καὶ τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἀπόνευσιν ἐκτετιμηκόσιν· ἀῤῥωστήμασι δὲ τοῖς περὶ τὴν σάρκα, φυσικῶς τε καὶ ἀνεθελήτως συμβαίνουσι, τὸ ἐπιτιμᾷν, οἶμαί που σκληρὸν καὶ ἀσυμπαθὲς, καὶ τῶν εἰς σκαιότητα κατηγορημάτων οὐκ ἀμοιροῦν. Πάρεστι δὴ οὖν ἐντεῦθεν ἐκεῖνο περινοεῖν, ὡς οὐκ ἂν ὁ τῶν ὅλων δημιουργὸς ἐπ' ἀνεθελήτοις αἰτίαις τὴν ἀνθρώπου φύσιν ἐγράψατο, οὐδ' ἂν ὡς ἀνίερον τὸν ἠῤῥωστηκότα σωματικῶς τῆς αὐτῷ συντεταγμένης ἐξέπεμψε λειτουργίας· ἀλλ' ὡς ἐκ τύπου πάλιν τῶν σωματικῶν, εἰς ἀστειοτέρας ἡμᾶς καταλεπτύνει βουλὰς, καὶ τῶν ἐν ψυχῇ παθῶν τὸ πολυειδὲς ὑποφαίνει, θεομισὲς δὲ ὅτι τὸ χρῆμα δίδωσι νοεῖν. Ἢ γὰρ οὐχὶ καὶ ὁ θεσπέσιος Παῦλος, ἕπεσθαι δεῖν ἔφη τοῖς ἀπολέκτοις εἰς ἱερωσύνην, τὴν ἐφ' ἅπασι τοῖς τεθαυμασμένοις εὐκλεᾶ ψῆφον; «Ἵνα» γὰρ, φησὶν, «ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος, εἰς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.» ∆εῖν γε μὴν καὶ τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι διισχυρίσατο, καὶ μάλα σαφῶς· καὶ πολλὴν ἐν τούτοις ἐποιεῖτο τὴν ἀκρίβειαν. {ΠΑΛΛ.} Φημί. Τίς δ' ἂν εἴη λοιπὸν καὶ ὁ ἐφ' ἑκάστῳ λόγος τῶν ἀρτίως ἡμῖν ἀπηριθμημένων ἀῤῥωστημάτων, ἐθέλοιμ' ἂν, ὡς εὖ ἴσθι τοι, μαθεῖν. {ΚΥΡ.} Φέρε δὴ οὖν ἀνὰ μέρος, ὡς ἐν εἴδει ἀναλαμβάνοντες, τὰ εἰς νοῦν ἰόντα λέγωμεν· «Ἄνθρωπος,» φησὶν, «εἰς τὰς γενεὰς ὑμῶν, ἐκ τοῦ γένους σου, ᾧ ἐὰν ᾖ ἐν αὐτῷ μῶμος, οὐ προσελεύσεται προσφέρειν τὰ δῶρα τοῦ Θεοῦ αὐτοῦ.» Ἀσφαλὴς ὁ λόγος, πικρὸν τὸ χρησμῴδημα. Τέθειται γὰρ ὁ νόμος, οὐχὶ κατὰ μόνων τῶν τηνικάδε γεγονότων ἐξ Ἀαρὼν, ἀλλ' εἰς ἅπαν διήκει τὸ γένος, καὶ κατὰ παντὸς αἵματος ἱερατικοῦ, καὶ εἰς πάντα διέρπει χρόνον. ∆ηλοῖ γὰρ, οἶμαι, τουτὶ, τὸ, «Ἐκ τοῦ γένους σου εἰς τὰς γενεὰς ὑμῶν.» Ἀπαράδεκτον γὰρ ἀείπως Θεῷ, τὸ μὴ ἀμωμήτως ἔχον. Καιρὸν δὲ εἰπεῖν οὐκ ἂν δύναιτό τις, καθ' ὃν αὐτῷ προσφιλὲς ἂν γένοιτο τὸ κατεγνωσμένον, ὡς ἐπ' ἀῤῥωστίαις δὲ δὴ μᾶλλον ὅτι ταῖς πνευματικαῖς· ἐκτετίμηται δὲ μᾶλλον τὸ ἀμωμήτως ἔχον, καὶ νοσοῦν οὐδαμόθεν τὴν παραφθορὰν, ἄρτιον δὲ ὥσπερ εἰς ἀρετὴν, καὶ εὐσθενὲς εἰς ἁγιασμὸν, τὸ εὐδοκιμεῖν εὖ μάλα μεμελετηκὸς ἐν ὑπομονῇ, καὶ γοργὸν εἰς σύνεσιν διηνεκῆ. Τοιγαροῦν καὶ κατὰ παντὸς ἰόντα τοῦ γένους τὸν ἐπὶ τῷδε ποιεῖται νόμον, ἀκίβδηλον ἑαυτῷ τὸ ἱερὸν καὶ ἀπόλεκτον ἀποφαίνων γένος· τότε μὲν ὡς ἐν φυλῇ τῇ Λευῒ, καὶ ὡς ἐξ αἵματος Ἀαρὼν, νυνί γε μὴν ὡς ἔν γε τοῖς ἡγιασμένοις ἐν Χριστῷ τῷ μεγάλῳ καὶ κατ' ἀλήθειαν ἀρχιερεῖ, ᾧ προσπεφύκαμεν διὰ πνεύματος, κοινωνοὶ καὶ μέτοχοι τῆς οἰκείας αὐτοῦ φύσεως ἀναδεδειγμένοι. Τοιγάρτοι καὶ εἰς ἀδελφότητα κεκληκὼς τοὺς ἐν πίστει δεδικαιωμένους, ὥσπερ κοινωνοῖς αὐτοῖς ἐπαγάλλεται λέγων· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός.» Ἢ γὰρ οὐχὶ τῷ προσώπῳ Χριστοῦ καὶ τὸν ἐπὶ τῷδε λόγον ἀνάπτειν ἐδόκει τῶ θεσπεσίῳ Παύλῳ; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Ἀπείργει δὴ οὖν τοῦ ἱερᾶσθαι δεῖν τὸν ἐφ' ὅτῳ οὖν τῶν ὠνομασμένων, ὡς ἄῤῥωστον καὶ κατεσκωμμένον. Οὐ γὰρ προσελεύσεται, φησὶ, προσφέρειν τὰ δῶρα τοῦ Θεοῦ, ἄνθρωπος τυφλὸς ἢ χωλός. Ἔχει μὲν οὖν αὐτόθεν, κἂν εἰ νοοῖτο σωματικῶς, πολὺ τὸ χρῆμα τὸ ἀκαλλές· ἐξεῤῥυηκότοιν γὰρ ὀφθαλμοῖν, καὶ μὴν καὶ ποδὸς οὐκ ἐρηρεισμένου, ὀρθὰ βαίνειν οὐκ ἔχοντος, πῶς οὐκ ἄμεινον ἠρεμεῖν, οὐδὲ ὅποι ποτὲ ἰέναι χρὴ τὸν ἱερέα διεγνωκότα, ἤγουν ἰέναι σὺν γέλωτι, ποδί τε καὶ ὀφθαλμοῖς ἀλλοτρίοις χρώμενον; Ἀλλ' εἴη μὲν ἂν οὐ πολὺς ὁ τοῦδε λόγος. Τὰ δ' ἀναγκαῖα πρὸς γνῶσιν καὶ θεωρίαν ἡμῖν τὴν πνευματικὴν, φέρε λέγωμεν, τὸ τῆς ἱστορίας ὑποτρέχοντες παχύ. Τυφλὸν μὲν οὖν ἔοικε τὸν εὐήθη λίαν καὶ ἀνούστατον ἀποκαλεῖν. Ὃ γάρ ἐστιν ὀφθαλμὸς τῷ γηΐνῳ σώματι, τοῦτο καὶ ἐν ψυχῇ λέγοιτ' ἂν ὁ νοῦς, φωτὶ μὲν τῷ θείῳ καταλαμπόμενος, καὶ πρὸς αὐτὸ τὸ ἀκήρατον ἀναμύων κάλλος, καὶ ταῖς τῶν ἐννοιῶν ἰσχναῖς οἱονεί πως καὶ εὐστρόφοις κινήσεσιν ἀναθρώσκων εὖ μάλα πρὸς τὸ ἀκριβὲς ἐν δόξῃ, καὶ δογματικῆς ὀρθότητος οὐχ ἁμαρτάνειν εἰδώς. Τοῦτο, οἶμαι, ἐστὶ τὸ παροιμιωδῶς εἰρημένον, «Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν, τὰ δὲ βλέφαρά σου νευέτω δίκαια.» Εἴρηται δέ που καὶ πρὸς τὴν τῶν Ἰουδαίων μητέρα βλέπουσαν οὐκ ὀρθῶς· «Ἰδοὺ οὐκ εἰσὶν οἱ ὀφθαλμοί σου, οὐδὲ ἡ καρδία σου καλὴ, ἀλλ' ἢ εἰς τὴν πλεονεξίαν σου καὶ εἰς τὸ αἷμα τὸ ἀθῶον ἐκχέειν αὐτὸ, καὶ εἰς τὰ ἀδικήματά σου, καὶ εἰς φόνον τοῦ ποιεῖν αὐτά.» Ἀνεπιτήδειος οὖν εἰς ἱερουργίαν ὁ τυφλὸς νοητῶς, τοῦτ' ἔστιν ὁ παντελῶς ἀσύνετος, καὶ νοῦν καὶ φρένα λελωβημένος. Ἀνεπιτήδειος δὲ πρὸς τούτῳ καὶ ὁ χωλὸς, τοῦτ' ἔστιν ἀνὴρ ὀρθοποδεῖν οὐκ εἰδὼς, καὶ πρὸς τὸ ἀρτίως βαίνειν οὐκ εὐσθενής. Ἡ μὲν γὰρ τυφλότης, καθάπερ ἔφην ἀρτίως, τῆς εἰς ἄκρον ἀσυνεσίας σύμβολον· χωλότης δὲ αὖ, τῆς οἱονεὶ κεκλασμένης καὶ ἀδρανοῦς κινήσεώς τε καὶ προθυμίας, ἣν ἂν ἐφ' ἑκάστῳ ποιοῖτό τις τυχὸν τῶν πρακτέων. Εἰ μὴ τοῖς οὕτω λελωβημένοις ἐπιφωνεῖν ἄξιον· «Ἰσχύσατε, χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα.» Ἐπῃτιᾶτο δὲ καὶ αὐτὸς ὁ Χριστὸς τοὺς τῶν Ἰουδαίων δήμους, ὡς ὀρθὰς μὲν οὐκ ἀνεχομένους ποιεῖσθαι τὰς ἐπ' αὐτῷ τροχιὰς, ἐκτετραμμένας δὲ μᾶλλον εἰς τὸ χωλὸν, καὶ τῶν τῆς ὀρθότητος ἀπολισθήσαντας λογισμῶν. «Υἱοὶ γὰρ,» φησὶν, «ἀλλότριοι ἐψεύσαντό μοι· υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.» Ἐν ἴσῳ δὴ οὖν ἀλλήλαιν καὶ ἀγχοῦ λίαν, ὡς ἐν ὁμοιότητι παθῶν, χωλότης νοῦ καὶ τυφλότης· ἡ μὲν τὸ ὡς ἐν συνέσει τίμιον, ἡ δὲ τὸ ὡς ἐν ἔργοις ἀγαθοῖς εὐσθενὲς, εἰς ἀχρειότητα καταφέρουσαι. Ἀπόβλητον δὲ πρὸς τούτοις ὁ νόμος ποιεῖσθαι δεῖν ἔφη τὸν κολοβόρινον, καὶ σὺν αὐτῷ τὸν ὠτότμητον. Ἐφαρμόσειε δ' ἄν τις ἐπ' αὐτοῖς τὸν τοιόνδε λόγον. Αἰσθήσεσι μὲν γὰρ ταῖς ὀσφρητικαῖς τὰ κάκοσμά τε καὶ εὐοσμότατα δοκιμάζεται, τῶν ὅσα ἐστὶν ἐν φύσει τοιᾷδε, τῇ τὸ ὀδωδέναι λαχούσῃ, φημί· διακριτικὴ δὲ λίαν ἡ αἴσθησις, καὶ τοῦ κατευφραίνειν εἰδότος, καὶ τοῦ μὴ τοιῶσδε τυχὸν, ἀλλ' ἑτεροίως ἔχοντος, καὶ ὡς ἐν χείρονι μοίρᾳ· νοῦς γε μὴν ἔφη ὁ ἀνθρώπινος, εἰ ἀρτίως ἔχοι τυχὸν ἔν γε τοῖς καθ' ἑαυτὸν, ἴεται μὲν εὐσθενῶς εἰς τὸ διακρίνειν δύνασθαι τὴν τῶν πραγμάτων ποιότητα, ἀκριβῆ δὲ τὴν βάσανον ἐφ' ἑκάστῳ ποιήσεται, καὶ οἷά τις ἄριστος τραπεζίτης δοκιμάζων ἅπαντα, καὶ τὸ μὲν καλὸν κατέχων, καὶ ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπεχόμενος, κατὰ τὸ γεγραμμένον, εὐδοκιμήσει λίαν. Κατακιβδηλεύει γὰρ τὸ οἱονείπως αἰσχρὸν καὶ παράσημον τῶν δρωμένων, προσοῖτο δ' ἂν εὐκόλως τὸ ἐπωφελές τε καὶ ἄμεινον. Οὐκοῦν ἡ σιμότης, τὸ μὴ ἄγαν ὑγιὲς καὶ ἀρτίως ἔχον ὡς ἐν αἰσθήσει δηλοῖ, καθ' ἣν ἕκαστα τῶν πραγμάτων ἄριστα διακρίνοντες, τὴν ἀμείνω μὲν τοῖς ἀρίστοις, τὴν χείρω δὲ τοῖς αἰσχίοσιν ἀπονέμοντες ψῆφον, σοφοί τε καὶ ἀγχίνοοι, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων ἐσμέν τε καὶ ὠνομάσμεθα. Ὀσμὴ γὰρ ὥσπερ εἰς νοῦν ἀναθρώσκουσα, τῶν ὑπ' αὐτοῦ νοουμένων οἱονεὶ ποιότης πραγματική. Τὸ δὲ δὴ παρακεκόφθαι τὸ οὖς, ὑπεμφήνειεν ἂν, ὥς γέ μοι δοκεῖ, τὸ δυσήκοον. Παρακεκομμένης γὰρ ἀκοῆς, δοίην ἂν ἔγωγε πάθος εἶναι τὸ ἐκ μέρους εὐπειθὲς, καὶ οὐχ ὁλοκλήρως εὐήνιον εἰς ὑπακοὴν, ἤγουν τὸ μὴ ἀμωμήτως ἐπαΐειν δύνασθαι τῶν ἱερῶν, μάλιστα δὲ γραμμάτων, ὃ δὴ καὶ δρῶσί τινες, ἐφ' ἃ μὴ προσῆκεν ἀβουλότατα παρατρέποντες τῆς ψυχῆς τὸ εὐήκοον. Εἶεν δ' ἂν οὗτοι, κατὰ τὴν τοῦ σοφωτάτου Παύλου φωνὴν, οἱ κνηθόμενοι τὴν ἀκοὴν, καὶ ἀπὸ μὲν τῆς ἀληθείας αὐτὴν ἀποστρέφοντες, προσκείμενοι δὲ πνεύμασι πλάνης, καὶ εἰς βεβήλους κενοφωνίας ἐκνενευκότες. Οὐκοῦν ὁ ὠτότμητος τῆς εἰς τὸ εἴσω καὶ νοητῆς ἀκοῆς ὑπεμφήνειεν ἂν τὴν πήρωσιν, καὶ τὴν ἐξ ὀρθότητος ἐπὶ τὸ χεῖρον παραφθοράν. Ἀλλὰ καὶ εἴ τῳ τυχὸν σύντριμμα ποδὸς ἢ σύντριμμα χειρὸς ὁρῷτο προσὸν, ἀποχωρείτω, φησὶν, καὶ ἐν ἴσῳ τετάχθω τοῖς ἄλλοις, νοεῖν ἀναπείθοντος τοῦδε τοῦ τὸν πόδα τυχὸν ἢ τὴν χεῖρα συντεθραυσμένου μὲν, πλὴν οὐκ εἰσάπαν ἠῤῥωστηκότος, τὸν οὐχ ὁλοκλήρως εἰς ἔργα χωρεῖν δυνάμενον, οὔτε μὴν ἀδιάβλητον ἔχοντα παντελῶς τὴν βάδισιν, ἤτοι τὴν ἐνέργειαν, τὴν ὡς ἐν πολιτείᾳ, φημὶ, καὶ ζωῇ τῇ ἐννομωτάτῃ. Εἶεν δ' ἂν καὶ οὗτοι πάλιν, ἢ οἱ ποιοῦντες τὸ ἔργον Κυρίου ἀμελῶς, οἷς ἐπενήνεκται τὸ οὐαὶ διὰ προφήτου φωνῆς, ἤγουν οἱ τὸ δίκαιον οὐ δικαίως διώκοντες, κατὰ τὸ γεγραμμένον. Ἐπιτήρει δὲ ὅτι τῇ νοητῇ καὶ ὁλοτελεῖ χωλότητι, καὶ ἡ μετρία τοῦ σκέλους πήρωσις ἐν ἴσῳ τέ ἐστι, καὶ ὡς ταὐτὸν λελόγισται. Τῷ γὰρ μηδ' ὅλως τι δρᾷν ἰσχύσαι τῶν ἀγαθῶν, τὸ μὴ δρᾷν ὀρθῶς ἐν ἴσῳ κείσεται λόγῳ. Φαίνοιτο δ' ἂν εἰκότως ἐν μὲν τῇ χωλότητι, τὸ μηδ' ὅλως· ἐν δὲ τῷ συντρίμματι, τὸ μὴ ὑγιῶς. {ΠΑΛΛ.} Ἔοικε. {ΚΥΡ.} Κυρτὸν δὲ, καὶ ἔφηλον, καὶ πτιλὸν τοὺς ὀφθαλμοὺς καταγράφει πάλιν ὡς ἐν τοῖς ἀδοκιμωτάτοις. Καὶ κυρτὸν μὲν εἶναί φαμεν, τὸν οἱονεὶ κεκυφότα, καὶ κάτω βλέποντα νῷ, καὶ πρὸς τὰ σαρκὸς νενευκότα πάθη, καὶ τοῖς ἐπιγείοις τὸν ὀφθαλμὸν ἐπερείδοντα, δῆλον δὲ ὅτι τὸν νοητὸν, καὶ εἰς τοῦτο γνώμης ἰόντα λοιπὸν, ὡς τὸ ἀπορθοῦσθαι μισεῖν, πρός γέ φημι τὸ χρῆναι τὰ ἄνω φρονεῖν. Εἶεν δ' ἂν ἐν τούτοις τὰ τῶν Ἰουδαίων ἐγκλήματα, περὶ ὧν γέγραπται· «Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον.» Ἔφηλον δὲ, τὸν τὴν ἐφηλίδα τὴν καλουμένην ἐπ' αὐτοῖς ἔχοντα μετώποις. Ἀῤῥώστημα δὲ τουτὶ καταμελαίνειν εἶδος τὴν ἐπ' ἄκρου δέρματος ὄψιν. Παραιρεῖται δὲ τοῖς οἷς ἂν γένοιτο παθεῖν, τὸ κἂν γοῦν ἰσχύσαι λαθεῖν, αὐταῖς ἐπανθοῦν ὀφρύσιν, ὅλοις τε προσώποις ἐπηρτημένον. Ἔφηλος δὴ οὖν ὁ τοιόσδε σωματικῶς, νοητῶς γε μὴν ὑποφαίνει τὸν ἀσχήμονα, γυμνῶς τε καὶ ἀκρύπτως, καὶ οἱονεὶ πρόσωπον οὐκ ἔχοντα καθαρὸν, ἀλλ' ἐκφανὲς ἅπασι τὸ ἀκαλλὲς εἰς ζωὴν, ὡς μὴ εἰδέναι που τάχα, μηδὲ τὸ ὑπό του τῶν σοφῶν ὀρθῶς εἰρημένον, «Σοφοὶ κρύψουσι τὰς ἑαυτῶν αἰσχύνας.» {ΠΑΛΛ.} Πῶς ἔφης; {ΚΥΡ.} Οὐ γὰρ, ὦ Παλλάδιε, μυρία ὅσα γε τὰ ἐν ἡμῖν ἐστι πάθη; {ΠΑΛΛ.} Ναί· τί οὖν τοῦτό γε; {ΚΥΡ.} Ὅτι, ὦ γενναῖε, φημὶ, νοσεῖ μὲν ἕκαστος, ἃ νοσεῖ, αἰδοῖ δὲ πολλάκις τῇ πρὸς ἀδελφοὺς ἡττώμενος, ἐν σπουδῇ καὶ λόγῳ ποιεῖται πολλῷ καὶ τὸ ἐῤῥῶσθαι δοκεῖν, καὶ τὸ λανθάνειν ἐν κακοῖς. {ΠΑΛΛ.} Εὖ λέγεις. {ΚΥΡ.} Εἰ δὲ δή τις εἴη πρὸς τοῦτο ἥκων ἀναισχυντίας, ὡς ἡγεῖσθαι παρ' οὐδὲν, τὸ καὶ ἐκφανδὸν ἑλέσθαι πλημμελεῖν, καὶ τῶν εἰς κοσμιότητα γερῶν ἀφειδῆσαι παντελῶς, οὐκ ἄν τῳ δόξειεν ὁ τοιόσδε λοιπὸν, τοῦ ἱεροῦ καὶ ἁγίου γένους οἴχεσθαι μακράν; {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Ἔφηλον τοίνυν ὁ νόμος ἀποκαλεῖ τὸν τοιοῦτον, ὡς οὐδὲ κρύπτειν εἰδότα καὶ ἀνεχόμενον τὸ συμβὰν ἀῤῥώστημα καὶ πάθος αὐτῷ. Πτιλὸν δὲ τοὺς ὀφθαλμοὺς, τὸν ἥκιστα μὲν τοῦ βλέπειν ἐστερημένον, ὑγιῶς δὲ τοῦτο ποιεῖν οὐκ ἔχοντα. ὁποῖοί τινες εἶεν, οἷς ἔνεστι μὲν ἡ φρόνησις, τό γε μὴν ἑλέσθαι φρονεῖν ὀρθῶς οὐχ ὁρᾶται προσόν. Οἱ μὲν γὰρ ὁρῶντες, φησὶ, τὸ ἀγαθὸν, ἐφ' ἂ μὴ προσῆκε τῶν ἰδίων θελημάτων παρατρέπουσι τὴν ῥοπήν· οἱ δὲ, καὶ δογματικῆς ὀρθότητος οὐκ ἀμοιρεῖν ἰσχύοντες, μονονουχὶ τὸν οἰκεῖον αὐτοὶ κατασίνονται νοῦν, εἰς ἀκαλλεστάτην ἐννοιῶν ἱέντες θήραν, καὶ ὑγιὲς οὐδὲν τῆς ἐπὶ Θεῷ δόξης εἰσδεχόμενοι· ὁποῖοί τινές εἰσιν, αἱρετικῶν μὲν μάλιστα παῖδες, Ἰουδαῖοί τε πρὸς τούτοις, οἱ Θεὸν μὲν πιστεύοντες εἶναι τὸν Πατέρα, τόν γε μὴν ἐξ αὐτοῦ πεφηνότα κατὰ φύσιν Υἱὸν ἀνοητότατα διωθούμενοι. Τοιγάρτοι καὶ ἀληθὲς ἐπ' αὐτοῖς τὸ διὰ τοῦ προφήτου φωνῆς ὑμνούμενον, «Ὀφθαλμοὶ αὐτοῖς, καὶ οὐ βλέπουσιν.» Ὀνίνησι γὰρ τὸ βλέπειν οὐδὲν, εἰ μὴ προορῷτό τισι τὸ ὑγιῶς βλέπειν, καθάπερ ἀμέλει καὶ τὴν χωλότητα, καὶ τὸ σύντριμμα τοῦ ποδὸς ἐν ἴσῳ τετάχθαι λόγῳ δικαίως ἐλέγομεν· διοίσει γὰρ ὅλως οὐδὲν, τοῦ μηδ' ὅλως ἰέναι δύνασθαι, τὸ μὴ ὑγιῶς ἰέναι τυχὸν, τὴν ὡς ἐν πράγμασι δὲ δηλονότι τρίβον, καὶ τὴν ὡς ἐν ἔργοις ὁδόν. {ΠΑΛΛ.} Εὖ λέγεις. {ΚΥΡ.} Οὐ προσελεύσεται δὲ ἱερουργήσων ἄνθρωπος, ᾧ ἐὰν ᾖ ἐπ' αὐτῷ ψώρα ἀγρία, ἢ λειχὴν, ἢ μόνορχις, ἢ πᾶς ᾧ ἐστιν ἐν αὐτῷ μῶμος. Ψώρᾳ μὲν οὖν ἀγρίᾳ παρεικαστέον τὰ ἐκτοπώτατα τῶν παθῶν, δριμυτέροις ῥεύμασι καταχεόμενα νοῦ, καὶ πέρα παντὸς ἰόντα μέτρου, καὶ ἐξ ἡδονῆς μὲν ἔχοντα τὴν ἀρχὴν, εἰς πικρόν γε μὴν ἐξήκοντα τέλος. Ἢ οὐχὶ δὴ φὴς ἑκάστῳ τῶν πλημμελημάτων καὶ συμμετρίαν τινὰ καὶ ἀμετρίαν ὁρᾶσθαι τοῦ κακοῦ; {ΠΑΛΛ.} Πῶς ἔφης; {ΚΥΡ.} Ὁ σωματικῆς ἡδονῆς ἡττώμενος, οὐκ ἂν τοῦτο πάθοι καὶ μετρίως καὶ ὑπὲρ μέτρον; Οἱ μὲν γὰρ, ἥττηνται μόνον, καὶ νοσοῦσι περιεσταλμένως· οἱ δὲ καὶ εἰς ἄκρον ἥκουσι τοῦ κακοῦ, καὶ ἀσχέτως ἀγριαίνουσαν νοσοῦσι τὴν ἡδονὴν, ὡς καὶ αὐτῶν ἐπέκεινα τῶν κατὰ φύσιν ἐξολισθῆσαι παθῶν. {ΠΑΛΛ.} Συνίημι ὃ φής. {ΚΥΡ.} Οὐκοῦν ἐφ' ἑκάστῳ τῶν κακῶν τὸ ἐκτόπως ἐκνενευκὸς εἰς τὸ πέρα λόγου, καὶ μέτρων ἐπέκεινα τῶν ἐν ἔθει καὶ παρὰ πολλοῖς, λέγοιτ' ἂν ἡ ἀγρία ψώρα λοιπόν. Λειχὴν δὲ πρὸς τούτοις, πᾶν ὁτιοῦν πάθος, ἀεὶ διέρπον εἰς τὸ εὐρὺ, καὶ ἀκατάληκτον ἔχον τὴν εἰς τὸ χεῖρον ἐπίδοσιν. Συστέλλεσθαι δὲ δεῖν, καὶ εἰς τὸ μεῖον ἄγεσθαι πρὸς ἡμῶν τὰ προσπίπτοντα τῶν παθῶν, ὁ θεῖος βούλεται νόμος. Τοιοῦτόν τι νοήσεις ἀκούων· «Ἐὰν Πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας.» Τὰ γὰρ ἀνεπίπληκτα τῶν παθῶν, ἕρπει μὲν ἀεὶ πρὸς τὸ αἰσχιόνως ἔχον· καταδράττεται δὲ καρδίας καὶ νοῦ, καὶ εἰς ὄλεθρον ἄγει παντελῆ. ∆εῖ δὴ οὖν ἄρα πρὸς ἡμῶν ἐπιτιμᾶσθαι τὸ φαῦλον, ταῖς εἰς τὸ ἄμεινον ἀναδρομαῖς περιστελ λούσης αὐτὸ τῆς ἐν ἡμῖν νήψεως, καὶ ἀναιρούσης κατὰ βραχύ. Μόνορχιν δὲ πρὸς τούτοις, φησὶ, καθάπερ ἐγᾦμαι, τὸν ἡμίανδρον, καὶ οἱονεὶ παρακεκομμένον τὸ τελείως ἀνδροπρεπές. «Οὔτε γὰρ πόρνοι,» φησὶν, «οὔτε μαλακοὶ τὴν τοῦ Θεοῦ βασιλείαν κληρονομήσουσι.» Θηλυδρίας δὲ τοὺς τοιούτους ὀνομάζει, ὅτι τὴν ἀνδρὸς λαχόντες φύσιν, ψεύδονται τὸ ἀνδροπρεπὲς, καὶ νοῦν καὶ σῶμα μαλακιζόμενοι, καὶ ἑκοντὶ κατακλώμενοι πρὸς τὸ ἄναλκι καὶ θηλυπρεπές. Εἰκὸς δὲ δὴ πάλιν, τὸν μόνορχιν καὶ ἕτερόν τι παραδηλοῦν. Ἄνδρα μὲν γὰρ ὀνομάζειν ἔθος τὸν εὐσθενῆ καὶ συνεστραμμένον, καὶ οὐκ ἀνικάνως ἔχοντα πρὸς τὸ δύνασθαι κατορθοῦν ἃ ἂν ἕλοιτο τυχόν. Νοηθείη δ' ἂν εἰκότως ἐξ ἡμισείας ἀνὴρ, ὁ μὴ ὁλοκλήρως εὐσθενὴς, μήτε εἰσάπαν εἰς τὰ αὐτῷ πρέποντα γοργός· οὐ γάρ τοι προσήκει τὸν Θεῷ προσκείμενον, διακεκομμένην αὐτῷ τὴν ἀνδρείαν καὶ λελωβημένον προσάγειν τὸ εὐσθενὲς, καὶ ὡς ἀσθενεῖν ἐκ μέρους· ἀνδρίζεσθαι δὲ καὶ κραταιοῦσθαι, κατὰ τὸ γεγραμμένον, ἀδιάβλητον ἔχοντα καὶ ἀκατάσκωπτον προθυμίαν. Οὐκοῦν ἀνίερος μὲν ὁμολογουμένως, ὁ ὑπὸ μώμου γραφήν. Εἴργεται δὲ οὐχὶ τοῦ χρῆναι μεταλαχεῖν τῆς ἁγίας τροφῆς. «Φάγεται γὰρ ἀπὸ τῶν ἁγίων,» φησὶ, «πλὴν πρὸς τὸ καταπέτασμα οὐ προσελεύσεται, καὶ πρὸς τὸ θυσιαστήριον οὐκ ἐγγιεῖ» Οἱ γὰρ ἔτι ταῖς εἰς νοῦν ἔσω κεκρυμμέναις ἀσθενείαις ἔνοχοι, μεταλάχοιεν ἂν τῆς εὐλογίας Χριστοῦ, καὶ οὐχ ὡς ἐν τάξει τῇ τῶν ἁγίων εἰς ἐπίδοσιν ἁγιασμοῦ, καὶ εἰς ἑδραιότητα νοῦ, καὶ τὴν ἐφ' ἅπασι τοῖς ἀρίστοις ἐρηρεισμένην διαμονὴν, ἀλλ' ὡς ἐν τρόπῳ τῷ πρέποντι τοῖς ἠῤῥωστηκόσιν εἰς ἀπόθεσιν τοῦ κακοῦ, καὶ εἰς κατάληξιν ἁμαρτίας, καὶ εἰς νέκρωσιν ἡδονῶν, καὶ εἰς ἀνάληψιν εὐεξίας τῆς πνευματικῆς. Ἐπειδὴ γάρ ἐστιν ὁ Χριστὸς καινὴ κτίσις, κατὰ τὰς Γραφὰς, ταύτῃτοι δεχόμεθα καὶ ἡμεῖς αὐτὸν ἐν ἑαυτοῖς διὰ τῆς ἁγίας αὐτοῦ σαρκός τε καὶ αἵματος, ἵνα πρὸς καινότητα ζωῆς ἀναστοιχειούμενοι δι' αὐτοῦ καὶ ἐν αὐτῷ, τὸν παλαιὸν ἄνθρωπον ἀποσκευαζώμεθα, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, κατὰ τὸ γεγραμμένον. {ΠΑΛΛ.} Ὀρθῶς ἔφης. {ΚΥΡ.} Ἀποφάσκει μὲν οὖν τῶν ἱερῶν ἔργων τὴν ἐπιτήδευσιν τοῖς οἱονείπως ἐντετηγμένην καὶ ἀναπόβλητον ἠῤῥωστηκόσι τὴν νοητὴν ἐπήρειαν· ἅγιον γὰρ ἥκιστά γε τὸ νοσοῦν ἀεὶ τὰ προσπεφυκότα τῶν παθῶν· ἀλλ' εἰ καί τινι [τῶν] ἀμωμήτως ἐχόντων ἔν γε δὴ σφίσιν αὐτοῖς, καὶ ἀδιαβλήτως εἰς λειτουργίαν, τὸ ἀῤῥωστῆσαι συμβαίνει τὰ κοινὰ δὴ ταυτὶ καὶ οὐκ ἐξίτηλα τῶν παθῶν, οὐκ ἀνεπιτίμητον ἐᾶσθαι δεῖν αὐτὸν ἐπιτάττει, λέγων· «Εἶπον πρὸς Ἀαρὼν καὶ πρὸς τοὺς υἱοὺς αὐτοῦ, καὶ προσεχέτωσαν ἀπὸ τῶν ἁγίων τῶν υἱῶν Ἰσραὴλ, καὶ οὐ βεβηλώσουσι τὸ ὄνομα τὸ ἅγιόν μου, ὅσα αὐτοὶ ἁγιάζουσί μοι· ἐγὼ Κύριος. Εἶπον αὐτοῖς· Εἰς τὰς γενεὰς ὑμῶν πᾶς ἄνθρωπος, ὃς ἂν προσέλθῃ ἀπὸ παντὸς τοῦ σπέρματος ὑμῶν πρὸς τὰ ἅγια, ὅσα ἂν ἁγιάζωσιν οἱ υἱοὶ Ἰσραὴλ τῷ Κυρίῳ, καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπ' αὐτῷ ᾖ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἀπ' ἐμοῦ. Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, καὶ ἄνθρωπος ἐκ τοῦ σπέρματος Ἀαρὼν τοῦ ἱερέως, καὶ οὗτος λεπρᾷ ἢ γονοῤῥυεῖ, τῶν ἁγίων οὐκ ἔδεται, ἕως ἂν καθαρισθῇ, καὶ ὁ ἁπτόμενος πάσης ἀκαθαρσίας ψυχῆς, ἢ ἄνθρωπος ᾧ ἂν ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος, ἢ ὅστις ἂν ἅψηται παντὸς ἑρπετοῦ ἀκαθάρτου, ὃ μιαίνει αὐτὸν, ἢ ἐπ' ἀνθρώπῳ, ἐν ᾧ μιαίνει αὐτὸν κατὰ πᾶσαν ἀκαθαρσίαν αὐτοῦ· ψυχὴ ἥτις ἐὰν ἅψηται αὐτῶν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας, οὐκ ἔδεται ἀπὸ τῶν ἁγίων, ἐὰν μὴ λούσηται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ δύῃ ὁ ἥλιος, καὶ καθαρὸς ἔσται, καὶ τότε φάγεται τῶν ἁγίων, ὅτι ἄρτος αὐτοῦ ἐστι. Θνησιμαῖον καὶ θηριάλωτον οὐ φάγεται, μὴ μιανθῆναι αὐτὸν ἐν αὐτοῖς. Ἐγὼ Κύριος, καὶ φυλάξονται τὰ φυλάγματά μου, ἵνα μὴ λάβωσι δι' αὐτὰ ἁμαρτίαν, καὶ ἀποθάνωσι δι' αὐτὰ, ἐὰν βεβηλώσωσιν αὐτά. Ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς.» Οἱ γὰρ δὴ προσάγοντες τὰ ἱερὰ, φησὶν, ἤτοι τὰ ἁγιαζόμενα παρὰ τῶν υἱῶν Ἰσραὴλ, ὅσα ἂν ἀναθεῖεν εἰς θυσίαν τῷ Θεῷ, μὴ βεβηλούντων αὐτοῦ τὸ ὄνομα, προσάγοντες οὐ προηγνισμένοι, καὶ ἀναπόνιπτον ἔχοντες ἔτι τὴν ἀκαθαρσίαν ἣν ἂν συμβαίνει παθεῖν· ἢ ἴστωσαν ὅτι, φησὶ, τὴν ἐσχάτην εὐθὺς ἀποτίσουσι δίκην. Ἐγὼ γάρ εἰμι Κύριος, τοῦτ' ἔστιν, οὐ θεὸς ψευδώνυμος, εἰς ὃν εἰ καί τις ἁμάρτοι τυχὸν, οὐδὲν ἔσται πλημμελές. Τί γὰρ ἂν καὶ γένοιτο πρὸς ἡμῶν εἰς ξύλον ἢ λίθον, ᾧπερ ἂν ἕποιτο καὶ τὸ εὐθύνεσθαι δεῖν; Οὐκοῦν τοῖς ἄγαν δείμασι προσεπανορθῶν εἰς ἀσφάλειαν τῆς ἀκαθαρσίας, τοὺς τρόπους καθ' οὓς ἂν γένοιτο πρὸς ἡμῶν ἀπαριθμεῖται χρησίμως, ὡς ἂν εἰδεῖεν οἱ λειτουργοὶ τῆς αὐτοῖς ὅτι μάλιστα πρεπούσης ἐπιεικείας τὴν ὁδὸν, καὶ δι' ὧν ἂν εἶεν δεκτοί τε καὶ καθαροὶ, τὴν τῷ νομοθέτῃ θυμαρεστάτην διαστείχοντες ζωήν. {ΠΑΛΛ.} Ὀρθῶς ἔφης. {ΚΥΡ.} Τὸν μὲν οὖν λεπρῶντα καὶ γονοῤῥυῆ, καὶ τῆς ἱερᾶς ἐξίστησι λειτουργίας, καὶ δεῖν γενέσθαι φησὶ τῶν ἁγίων ἀμέτοχον, μέχρις ἂν αὐτῷ τὸ συμβὰν ἀποκρούσαιτο, καὶ ἀπωτάτω γένοιτο τοῦ νοσεῖν. Προσάπτει δὲ τούτοις, ὡς ὁμοφυᾶ νοσοῦντα ἀκαθαρσίαν, τὸν ἁπτόμενον πάσης ἀκαθαρσίας ψυχῆς, ἢ ᾧ ἐὰν ἐξέλθῃ κοίτη σπέρματος, καὶ μέντοι τὸν ἑρπετοῦ θιγγάνοντα, καὶ ἀνδρὸς ἡντιναοῦν ἔχοντος ἐπὶ μολυσμῷ τὴν κατάῤῥησιν· οὐ πάθεσιν, οἶμαι, σωματικοῖς ἐπιτιμῶντος τοῦ νόμου, κατά γε τὸν ἀληθῆ καὶ ἀμωμήτως ἔχοντα σκοπὸν, ἀλλ' ὡς ἐν τύποις ἔτι, τοῖς ἐν αἰσθήσει καὶ σωματικοῖς, τὰ ἐν ψυχαῖς ἀποφαίνοντος. Σύμβολον δὴ οὖν νεκρώσεως μὲν, ἡ λέπρα· δαπανᾷ γὰρ καὶ καταβόσκεται τὴν σάρκα, μεθίστησι δὲ εἰς τὸ παρὰ φύσιν, καὶ ἀλλοιοῖ τοῦ σώματος τὴν ὄψιν. Γονόῤῥοια δὲ, καρπογονίας ἐστὶν ἀπόθεσις, ῥεούσης εἰς τὸ μηδὲν τῆς φύσεως· ὁποῖος ἄν τις ὁρῷτο καὶ ἀνθρώπου νοῦς παρενεχθεὶς εἰς παραφθορὰν καὶ μονονουχὶ δαπανώμενος εἰς ἀκαρπίαν, διά γε τοῦ δύνασθαι συνιέναι μηδὲν τῶν ἀναγ καίων εἰς σωτηρίαν· ὁποῖοί τινες γεγόνασιν Ὑμέναιός τε καὶ Ἀλέξανδρος, οἰόμενοί τε καὶ λέγοντες ἀνάστασιν ἤδη γεγονέναι. Καὶ προστεθεῖεν ἂν τούτοις, οἱ ἀπονεύοντες ἀχαλίνως πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων, καὶ τῆς ἑαυτῶν διανοίας τὸν καρπὸν παραῤῥιπτοῦντες ἁπλῶς εἰς ἑώλους καὶ ἀσελγεῖς ἡδονάς. Οὐκοῦν ὁ λεπρὸς μὲν καὶ γονοῤῥυὴς, τοῦτ' ἔστιν, ὁ τοῖς νεκρότητος ἔργοις ἐνισχημένος (εἶεν δ' ἂν ἔργα νεκρότητος, τὰ τῆς σαρκὸς πάθη), καὶ ὁ τὴν ἔσω καρποφορίαν, τὴν εἰς νοῦν δηλονότι καὶ κεκρυμμένην, οὐκ ἀπαράφθορον ἔχων, ἀποχωρείτω, φησὶ, τῶν ἁγίων, ἕως ἂν καθαρισθῇ. Ὡς γὰρ ὁ θεσπέσιος ἔφη Παῦλος, «Ὃς ἂν ἐσθίῃ τὸ σῶμα τοῦ Κυρίου καὶ πίνῃ τὸ ποτήριον αὐτοῦ ἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα αὐτοῦ. ∆οκιμαζέτω δὲ,» φησὶν, «ἄνθρωπος ἑαυτὸν, καὶ τότε ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω.» {ΠΑΛΛ.} Ἄριστα ἔφης. {ΚΥΡ.} Ἄθρει δὴ οὖν, ὦ Παλλάδιε, τὸ ἀκριβὲς τοῦ νόμου· κεχώρηκε γὰρ ἥκιστά γε κατὰ μόνων τοῦ λεπροῦ καὶ γονοῤῥυοῦς, συγκαταδικάζει δὲ ὥσπερ αὐτοῖς, καὶ εἴ τις ἅψαιτο τυχὸν τῶν ἠῤῥωστηκότων, λεπροῦ δὴ λέγω καὶ γονοῤῥυοῦς. «Καὶ ὁ ἁπτόμενος,» φησὶ, «πάσης ἀκαθαρσίας ψυχῆς, ἢ ᾧ ἂν ἐξέλθῃ κοίτη σπέρματος αὐτοῦ, ἀκάθαρτος ἔσται.» {ΠΑΛΛ.} Καὶ τίς ἂν γένοιτο τοῖς ἐπαφωμένοις ἡ ἀπό γε τούτου ζημία; {ΚΥΡ.} Οὐδεμία μὲν, κατά γε τὸν ἐν προχείρῳ λόγον. Καταμιανεῖ γὰρ οὐχὶ τὴν ἀνθρώπου ψυχὴν, σώματος ἐπαφή. Πνευματικὸς δὲ ὁ νόμος, καὶ διδάσκει πάλιν ἡμᾶς αἰνιγματωδῶς, ὡς ἀκάθαρτοι μὲν ἐν ἐγκλήμασι μολυσμῶν, οἱ ψυχικοῖς ἔνοχοι πάθεσιν. Συγκαταμιαίνονται δὲ αὐτοῖς καὶ οἱ θιγγάνοντες, ἤτοι κολλώμενοι, κατὰ σχέσιν δὲ δηλονότι τῆς ταυτοβουλίας, ἤγουν ταυτοεργίας· «Φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί·» καὶ, «Μερὶς μὲν οὐδεμία πιστῷ μετὰ ἀπίστου·» πολέμιον δὲ καὶ ἀσύμβατον τῷ σκότῳ τὸ φῶς. Καὶ ἀληθὲς, ὅτι «Μετὰ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ ἀνδρὸς ἀθώου ἀθῶος ἔσῃ, καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις.» Ὅτι δὲ οὐχὶ τὸ ἀῤῥωστῆσαι μόνον τὰ ἐκτοπώτατα τῶν παθῶν, μόνοις ἔσται τοῖς ἠῤῥωστηκόσι παγχάλεπον, ἀλλὰ καὶ οἵπερ ἂν γένοιντο σύμφρονές τε καὶ ὁμογνώμονες, οὐ μείοσιν ἢ ἐκεῖνοι καταμιανθήσονται μολυσμοῖς, παρέδειξεν εὐθὺς ἐπειπὼν, ὅτι «Ὅστις ἐὰν ἅψηται παντὸς ἑρπετοῦ ἀκαθάρτου, μιανεῖ αὐτὸν, ἢ ἐπ' ἀνθρώπῳ ἐν ᾧ μιανεῖ κατὰ πᾶσαν ἀκαθαρσίαν αὐτοῦ, ψυχὴ ἥτις ἂν ἅψηται αὐτῶν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.» Ἑρπετὰ δὲ πικρὰ καὶ ἰοβόλα λέγεσθαί τε καὶ εἶναί φαμεν, τοὺς οἷσπερ ἂν εἴη πρέπων ὁ λόγος, «Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει.» Εἶεν δ' ἂν οὗτοι καὶ πρό γε τῶν ἄλλων οἱ τὰ ὀρθὰ διαστρέφοντες, καὶ τοῖς ἁπλουστέροις τὸν ὀλέθρου πρόξενον ἐνηχοῦντες λόγον, ἀποφέροντές γε πρὸς ἐννοίας οὐκ ἀγαθὰς, καὶ εἰς δόξαν ἐπὶ Θεῷ τὴν δι εστραμμένην, ἤγουν κἀκεῖνοι τυχὸν, οἱ λέγοντες· «Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν·» καὶ οἱ πρός γε τὰς ἐν κόσμῳ φιληδονίας τὰς τῶν ἀμαθεστέρων διανοίας ἐξέλκοντες. Ἀκάθαρτοι δὲ πάλιν καὶ καταμιαίνειν εἰδότες τοὺς ἐπαφωμένους, ἤτοι πλησίον ἰόντας, κατά γε, φημὶ, τὸν διαθέσεως νόμον, οἱ περὶ ὧν ἔφη που καὶ ὁ σοφώτατος Παῦλος· «Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ἢ πόρνος, ἢ μέθυσος, ἢ ἅρπαξ, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.» Ἢ γὰρ οὐχὶ τῷ ἱερῷ τε καὶ ἀπολέκτῳ γένει πρεπωδέστατον εἶναι φὴς τὸ, μὴ γεγονόσι τὰ τοιάδε τῶν κακῶν, μήτε μὴν τοῖς ἠῤῥωστηκόσι συναναφύρεσθαι δεῖν; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} «Ἔσται δὴ οὖν ἐν ἀκαθαρσίᾳ,» φησὶν, «ὃς ἂν ἅψηται τούτων, ἕως ἑσπέρας. Οὐκ ἔδεται ἀπὸ τῶν ἁγίων, ἐὰν μὴ λούσηται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ δύῃ ὁ ἥλιος, καὶ καθαρὸς ἔσται, καὶ τότε φάγεται ἀπὸ τῶν ἁγίων, ὅτι ἄρτος αὐτοῦ ἐστιν.» Ἀποφάσκει γε μὴν καὶ πρὸς τούτοις ἔτι τὴν θνησιμαίου τε καὶ θηριαλώτου βρῶσιν, ὡς καταμιαίνειν ἱκανῶς δυναμένην. Θέα δὴ οὖν, ὦ Παλλάδιε, τὴν ῥύπου παντὸς ἀπόθεσιν, καὶ ἐγκλημάτων ἀπαλλαγὴν, οὐχ ἑτέρως ἂν ἐν ἡμῖν ἐσομένην, πλὴν ὅτι διὰ μόνου Χριστοῦ, καὶ ὡς ἐν καιρῷ τῆς ἐπιδημίας. {ΠΑΛΛ.} Πῶς ἔφης; {ΚΥΡ.} Ὅτι γὰρ ἀπερικάθαρτον ἅπαν καὶ ἐν μολυσμοῖς ἔτι, καὶ ὅτι ζωῆς ἀμέτοχον τὸ πρὸ τῆς ἐπιδημίας τοῦ Μονογενοῦς, παρέδειξεν εἰπών· «Ἀκάθαρτος ἔσται ἕως ἑσπέρας, καὶ οὐκ ἔδεται ἀπὸ τῶν ἁγίων.» Ἢ οὐκ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς ἐπιδεδήμηκεν ὁ Ἐμμανουήλ; {ΠΑΛΛ.} Ναί· σαφὴς γὰρ ὁ λόγος. {ΚΥΡ.} Ἐζωοποιήμεθα δὲ κατεδηδοκότες τὸν ἄρτον, τὸν ὡς ἀληθῶς ἅγιον καὶ ἐξ οὐρανοῦ, τοῦτ' ἔστι Χριστὸν, εἰς πέρας ἥκοντος τοῦ καιροῦ, καὶ ὥσπερ ἡλίου δύνοντος, καὶ κατακλείοντος εἰς ἑσπέραν τοῦ χρόνου τὸ μέτρον. {ΠΑΛΛ.} Πάνυ. {ΚΥΡ.} Ταύτῃτοι καὶ μέχρις ἑσπέρας ἀκάθαρτος ὁ μεμολυσμένος, ἀμέτοχος δὲ καὶ τροφῆς ἁγίας καὶ ζωοποιοῦ, τὸν τῆς καθάρσεως περιμένων καιρόν. Ὕδατι δὲ λουσάμενος καὶ δῦντος ἡλίου, καθαρὸς, καὶ ἴδιον ἄρτον ἔχων τὸν ἐξ οὐρανοῦ. Ἐκνενέμηται γὰρ ὥσπερ τοῖς δι' ὕδατος ἡγιασμένοις, ὡς ἐν ἁγίῳ, φημὶ, βαπτίσματι, τὸ εὐλογεῖσθαι διὰ Χριστοῦ· καὶ δὴ αὐτός ἐστιν ὁ ἄρτος ὁ ζῶν, αὐτὸς δὲ δὴ πάλιν ὁ ἐξ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Ὅτι δὲ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας κατασημήνειεν ἂν τὸν καιρὸν ἡ ἡλίου δύσις, εἴσῃ τοι σαφῶς, Θεοῦ λέγοντος ἐπὶ τῷ ἀμνῷ πρὸς τὸν ἱεροφάντην Μωσέα· «Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ λαβέτω-σαν ἑαυτοῖς πρόβατον κατ' οἴκους, καὶ ἔσται, φησὶ, διατετηρημένον ἀπὸ τῆς δεκάτης τοῦ μηνὸς, ἕως τῆς, τεσσαρεσκαιδεκάτης, καὶ σφάξουσιν αὐτὸν πᾶν τὸ πλῆθος τῶν υἱῶν Ἰσραὴλ πρὸς ἑσπέραν.» Ὥρα γὰρ ἡ δεκάτη λέγεται καθ' ἣν ἐπέφανεν ἡμῖν ὁ Ἐμμανουὴλ, πρὸς αὐτῇ λοιπὸν τῇ ἑσπέρᾳ, τοῦτ' ἔστι τῷ τέλει τοῦ ἐνεστῶτος καιροῦ. Θνησιμαῖον δὲ καὶ θηριάλωτον, οὐ μεῖον ἢ λέπρα τοῖς ἐφαπτομένοις τὸν μολυσμὸν ἐνίησι νοητῶς· τοῦ μὲν θνησιμαίου τὸ τελείως νεκρὸν καὶ ἀπεψυγμένον, ὡς ἐν ἔργοις τοῖς κατὰ τὴν σάρκα, τοῦ δὲ θηριαλώτου, τὴν ὑπὸ τῷ διαβόλῳ πεσοῦσαν ψυχὴν ἀναφανδὸν σημαίνοντος. Χρῆμα δὲ ὅτι σωτήριον ἀποφοιτᾷν ἀνδρὸς, νεκρὰ φρονεῖν ἐγνωκότος καὶ ἀπεψυγμένου τὸν νοῦν, καὶ τρέφοντος ὥσπερ ἐφ' ἑαυτῷ τὸν Σατανᾶν (κατεσθίει γὰρ ἃς ἂν ἕλοιτο ψυχὰς), πῶς οὐκ ἂν εἴη σαφὲς τοῖς γε ἀληθῶς ἀρτίφροσι, καὶ ἀπωτάτω χωρεῖν παντὸς τοῦ καταμολύνειν εἰωθότος ἄριστα διεσπουδακόσιν; {ΠΑΛΛ.} Ὧδε ἔχει. {ΚΥΡ.} Ἐπειδὴ δὲ πρὸς τοῦτο λοιπὸν ἀκριβείας ἡμῖν ἐξέρπει τὰ διηγήματα, καὶ ὁ τοῦ νόμου σκοπὸς ἥκιστα μὲν τοῖς μεμολυσμένοις ἂν εἴη γε μὴν τοῖς ἀμωμήτως ἔχουσι τὸ χρῆναι μεταλαχεῖν τῶν ἁγίων καὶ ζωοποιῶν ἐδεσμάτων· διίστησιν εὐθὺς εὖ μάλα τὰ γένη, καὶ τίνες ἂν εἶεν οἱ τῆς εὐλογίας ἄξιοι, καὶ πρός γε τοῦτο διᾴττειν οἷοί τε, ὥρισται· τίσι δὲ αὖ τὸ ἀποσοβεῖσθαι πρέπει τῶν ἱερῶν ἐδωδίμων, διεσάφει λέγων· «Καὶ πᾶς ἀλλογενὴς οὐ φάγεται ἅγια· πάροικος ἱερέως ἢ μισθωτὸς, οὐ φάγεται ἅγια. Ἐὰν δὲ ἱερεὺς κτήσηται ψυχὴν ἔκκτητον ἀργυρίου, οὗτος φάγεται τὸν ἄρτον αὐτοῦ, καὶ οἱ οἰκογενεῖς αὐτοῦ, καὶ οὗτοι φάγονται τῶν ἄρτων αὐτοῦ.» Ἐξείργει μὲν ὡς μεμολυσμένον καὶ ἀναπόνιπτον ἔτι τὸν ἀλλογενῆ τε καὶ ἔκφυλον, τοῦτ' ἔστι τὸν οὔπω πεπιστευκότα καὶ Θεὸν οὐκ εἰδότα τὸν ἀληθινόν. Οἷς γὰρ οὐκ ἔνεστι τὸ διὰ τῆς ἐν πνεύματι καὶ νοητῆς οἰκειότητος συνδεῖσθαι Χριστῷ τῷ μεγάλῳ καὶ ἀληθῶς ἱερεῖ, πῶς ἂν οἱ τοιοίδε γένοιντο μέτοχοι τῶν ἄρτων αὐτοῦ; ∆ώσομεν γὰρ οὐχὶ τὰ ἅγια τοῖς κυσὶ, παραῤῥίψειε δ' ἂν οὐδεὶς τοὺς νοητοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν. Οὐκοῦν ἀμέτοχος μὲν ὁλοτρόπως ὁ ἀλλογενής. Συνάπτει δὲ τούτῳ τὸν πάροικόν τε καὶ μισθωτόν· εἶεν δ' ἂν οὗτοι πάλιν, κατά γε τὸ αὐτῷ μοι δοκοῦν, οἱ κόσμῳ μὲν ζῶντες, καὶ αὐτῷ πολιτευόμενοι, καὶ οἱονεὶ πατρίδα πεποιημένοι τὴν γῆν, διά γε τοῦ μόνα φρονεῖν τὰ σαρκὸς, ἐν ψιλῇ δὲ ὥσπερ καὶ μόνῃ παροικοῦντες τῇ πίστει, τὴν εἰς Χριστὸν ἀγάπησιν. Καὶ ὅσον μὲν ἧκεν εἰς λόγους, χρηστοὶ καὶ ἐπιεικεῖς· τὸ δ' οὖν εἰς ἔργα καὶ τρόπους τῆς ἀληθοῦς εὐλαβείας, πολὺ δὴ λίαν ἐξεστηκότες. Μισθωτοὶ δὲ αὖ, καὶ αὐτό που τάχα τὸ πιστεῦσαι μόνον, οὐκ αἰδοῖ τῇ πρὸς ἀλήθειαν ᾑρημένοι, μισθὸν δὲ ὥσπερ τινὰ τοῦ δοκεῖν εἶναι Χριστιανοὶ, τὸ ἀρέσκειν τισὶ θηρώμενοι, καὶ τὰς ἐκ τῶν ὠφελεῖν δυναμένων αὐτοὺς φροντίδας θωπευτικῶς ὑποτρέχοντες, καὶ πορισμὸν ποιούμενοι τὴν εὐσέβειαν καὶ φιλοκερδείας προκάλυμμα, τὸ χρηστοεπὲς καθάπερ προσωπεῖον ἑαυτοῖς περιπλάττοντες. Ὅσον μὲν οὖν ἧκεν εἰς νόμου δύναμιν, εἰ συντετάξονται τοῖς ἀλλογενέσιν οἱ πάροικοί τε καὶ μισθωτοὶ καὶ τῶν ἁγίων ὡς ἀπωτάτω, σὺν ἐκείνοις ἔσονται· μόνον δὲ οὐχὶ καὶ ἀδελφὰ νοσοῦντες ἐγκλήματα, τὴν ὁμοφυᾶ δικαίως ὑποστήσονται δίκην. Ἀνεῖσθαι δὲ δεῖν τοῖς οἰκείοις ἔφη τῶν ἁγίων τὴν μέθεξιν. Φάγονται γὰρ, φησὶν, οἱ τῶν ἱερέων οἰκογενεῖς, καὶ ὃν ἂν ἐκπρίαιντο τυχὸν, ἔκκτητόν τε καὶ ἀργυρώνητον καὶ οἰκογενῆ που λέγων, τὸν ἐν πίστει γνήσιον, καὶ οἰκεῖον ἐν πνεύματι, καὶ τιμῆς ἠγορασμένον, κατὰ τὸν μακάριον Παῦλον. «Χριστὸς γὰρ ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νομοῦ, γενόμενος ὑπὲρ ἡμῶν κατάρα,» κατὰ τὸ γεγραμμένον. {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Προσεπιτάττει δὲ ὅτι καὶ θυγάτηρ ἀνθρώπου ἱερέως, ἐὰν γένηται ἀνδρὶ ἀλλογενεῖ, αὕτη τῶν ἀπαρχῶν τῶν ἁγίων οὐ φάγεται. Τὸν μὲν οἰκεῖον ἐκτετίμηκεν ἐναργῶς, μεταλαχεῖν ἐφιεὶς τῶν ἁγίων, ὡς γνήσιον· πλὴν ὅτι τοῖς ἔχουσι τὴν πρὸς αὐτὸν οἰκειότητα, παραιτητέον εὖ μάλα τὸ προσκολλᾶσθαι φιλεῖν τοῖς μὴ κατὰ πίστιν ἢ τρόπον οἰκείοις, μήτε μὴν τὸ οἱονεὶ συγγενὲς πεπλουτηκόσιν ἐξ ἀρετῆς, οὐκ ἀσυμφανὲς ἂν γένοιτο τοῖς ἐθέλουσι πολυπραγμονεῖν τῶν ἱερῶν Γραμμάτων τὴν πίστιν. Ὥσπερ γὰρ ἐν τοῖς ἤδη προανεγνωσμένοις ἀκάθαρτον μὲν ἐποίει τὸν λεπρὸν, καὶ αὖ ἐπὶ τούτῳ τὸν γονοῤῥυᾶ, μολυσμοῦ δὲ καὶ ἀκαθαρσίας τῆς ἐπ' αὐτοῖς ἐτίθει μέτοχον τὸν ἀγχοῦ γεγονότα, καὶ οἱονεὶ συνημμένον ἐξ ἐπαφῆς· οὕτω κἀνθάδε τὴν ἱερέως θυγατέρα φησὶ, κἂν εἰ ἔχοι τυχὸν τὸ συγγενὲς ἅγιον, οὐδὲν ἐντεῦθεν ὠφεληθήσεσθαι, συνημμένην ἑτέρῳ, τοῦτ' ἔστιν ἀλλογενεῖ, τῷ μηδαμόθεν οἰκείῳ, μήτε μὴν ἐξ αἵματος Ἰσραήλ. Ὁ μὲν οὖν τῆς ἱστορίας ἐν τούτοις ᾖ λόγος. Παροισθέντος δὲ ἡμῖν εἰς θεωρίαν πνευματικὴν τοῦ νόμου, φαμὲν ὅτι θυγατέρα φησὶν ἱερέως, τὴν ἐξ ὕδατός τε καὶ πνεύματος ἀναγεννηθεῖσαν ψυχὴν δυνάμει Χριστοῦ, καὶ διὰ πίστεως κεκλημένην εἰς ἁγιασμόν· ἀλλ' ἔσται, φησὶ, καὶ ἡ τοιάδε τυχὸν τῶν ἁγίων ἀμέτοχος, εἰ γένοιτο ἀνθρώπῳ ἀλλογενεῖ, τοῦτ' ἔστιν, εἰ συνάπτοιτό τισι τοῖς οὐκ ἀληθῶς ἁγίοις, καὶ σχέσιν οὐκ ἔχουσιν πρὸς Θεὸν πνευματικήν· σώμασι μὲν οὖν σωματικὸς ἂν γένοιτο τῆς συναφείας ὁ τρόπος, πνεύμασι δὲ αὖ πνευματικός. {ΠΑΛΛ.} Καὶ τίνας εἰς τοῦτο παρενεχθῆναί φαμεν; {ΚΥΡ.} Οὓς ὁ σεμνὸς τῆς σοφίας διησφαλίζετο λόγος, οὕτως ἔχων· «Υἱὲ, μή σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς, μηδὲ βουληθῇς ἐὰν παρακαλέσωσί σε λέγοντες· Ἐλθὲ μεθ' ἡμῶν· κοινώνησον αἵματος.» Προσθήσομεν δὲ κἀκείνους, οἳ τῆς ὀρθῆς πίστεως ἀμαθῶς ἀπονενευκότες, ὀπίσω τρέχουσι σαρκὸς, τοὺς μὲν διὰ τοῦ ἁγίου Πνεύματος οὐ προσιέμενοι λόγους, προσεσχηκότες δὲ πνεύμασι πλάνης, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυστηριασμένων τὸν νοῦν. Οὗτοι τὴν πρὸς Χριστὸν οἰκειότητα παρωθούμενοι, γεγόνασι κατὰ τὸ ἀληθὲς ἀνθρώποις ἀλλογενέσι, καὶ σπερμάτων ἠνέσχοντο διαβολικῶν, καρποφοροῦντες ἐν πλάνῃ τὰ πλάνης ἔργα καὶ ἀπωλείας. Ἀπόβλητος οὖν, κἂν ἱερά τις εἴη ποτὲ καὶ ὁσία ψυχὴ, τοῖς οὕτως αἰσχροῖς ἐναλοῦσα μιάσμασιν. Ἀνίερον γὰρ κομιδῇ πᾶν ὃ ἐὰν γένηται μυσαρὸν καὶ μεμολυσμένον, διὰ τοῦ προσκεῖσθαι φαύλοις τε καὶ ἀνοσίοις ἀνδράσι. Γείτονα δὲ τούτῳ καὶ ἕτερον εὐθὺς κατεχρησμῴδησε νόμον· ἔχει δὲ οὕτως· «Καὶ θυγάτηρ ἱερέως, ἐὰν γένηται χήρα ἐκβεβλημένη, σπέρμα δὲ μὴ ᾖ αὐτῇ, ἐπαναστρέψει ἐπὶ τὸν οἶκον τὸν πατρικὸν αὐτῆς κατὰ τὴν νεότητα αὐτῆς· ἀπὸ τῶν ἄρτων τοῦ Πατρὸς αὐτῆς φάγεται.» Ὁ μὲν οὖν τῆς ἱστορίας ἐναργὴς, οἶμαι, λόγος· ἰτέον δὲ δὴ πρὸς ἐννοίας τὰς ἔσω καὶ κεκρυμμένας. Εἰ γὰρ γένοιτο, φησὶν, ἀπόβλητος ὡς κατεγνωσμένη ψυχὴ, καὶ ἀνδρὸς ἐρήμη φαίνοιτο λοιπὸν, τοῦτ' ἔστι τοῦ νοητοῦ νυμφίου, καρπὸν ἔχουσα τὸν ἐξ ἀρετῆς οὐδένα· δρομαῖον ποιείσθω πρὸς τὸ ἐν ἀρχαῖς τὸ βάδισμα, καὶ ἐπανηκέτω γοργῶς ἐπὶ τὸν οἶκον τοῦ ἰδίου πατρὸς, διὰ μεταγνώσεως δὲ δηλονότι ζητοῦσα τὴν πρὸς Θεὸν οἰκείωσιν, καὶ τότε φάγεται τῶν ἄρτων αὐτοῦ. Λυπεῖ δὲ οὐδὲν καὶ οἷς ἔφαμεν ἀρτίως τὴν τῶν εἰρημένων ἐφαρμόσαι δύναμιν. Εἰ γὰρ γένοιτο, φησὶν, ἱεράν τε καὶ ἁγίαν ψυχὴν ἀνδράσι βεβήλοις ὑπενηνεγμένην κατολισθεῖν εἰς πλάνησιν, καὶ δογμάτων ἀλλοτρίων εἰσδέξασθαι μολυσμὸν, γένοιτό τε διὰ τοῦτο ὥσπερ τις χήρα καὶ ἀπόπεμπτος ἐκ Θεοῦ, ἐκνήψασα δέ πως οἷς κατώλισθεν μάθοι, ἐπανηκέτω πρὸς τὸν Πατέρα. ∆έχεται γὰρ τοὺς πεπλανημένους, εἰ φαίνοιντο καθαροὶ τῶν εἰσκεκριμένων αὐτοῖς ἀνοσίων σπερμάτων, εἰ μηδὲν ἐπιφέροιντο τῆς τῶν πλανησάντων βδελυρίας λείψανον· συναγελάζει δὲ οὕτω τοῖς ἁγίοις προσκυνηταῖς, παρατιθεὶς ἑαυτὸν ὡς ἄρτον ἐξ οὐρανοῦ, βρῶσιν αὐτοῖς τὴν ζωοποιόν. Οἶμαι δὲ ἔγωγε καὶ ἕτερόν τι παραδηλοῦν τὸν νομοθέτην ἡμῖν διὰ τουτωνὶ τῶν νόμων. Προαναφωνεῖ γὰρ ὥσπερ τῆς Ἰουδαίων Συναγωγῆς τὴν ἀπόστασιν, καὶ τὴν ἐπὶ τούτῳ δίκην, καὶ τὴν ἐσομένην ἐπ' αὐτῇ κατὰ καιροὺς χρηστότητα, πρὸς ὑποστροφὴν ἀναφέρουσαν ἐλέῳ Θεοῦ, καὶ ἀνακομίζουσαν εἰς τὸ ἐν ἀρχῇ. «Θυγάτηρ» γὰρ, φησὶν, «ἀνθρώπου ἱερέως, ἐὰν γένηται ἀνδρὶ ἀλλογενεῖ, τῶν ἀπαρχῶν τῶν ἁγίων οὐκ ἔδεται.» Ὅσον μὲν γὰρ ἧκεν εἰς διδασκαλίαν καὶ μάθησιν, πατὴρ ὥσπερ τις τῆς Ἰουδαίων Συναγωγῆς, ὁ θεσπέσιος γέγονε Μωσῆς. Ἦν οὖν ἄρα θυγάτηρ ἱερέως· ἱερουργὸς γὰρ καὶ ὁ Μωσῆς, ἅτε δὴ καὶ ἐξ αἵματος καὶ φυλῆς ὑπάρχων Λευΐ. Ἀλλὰ γέγονεν ἡ τούτου θυγάτηρ ἀνθρώπῳ ἀλλογενεῖ. Ὀλίγου γὰρ παντελῶς ἀξιοῦσα λόγου τὰ θεόθεν διωρισμένα, καὶ σπερμάτων τρόπον τινὰ τῶν ἄνωθεν ἀλογήσασα, μεμελέτηκε διδασκαλίας, ἐντάλματα ἀνθρώπων, καὶ ταῖς ἑτέρων καρποφορεῖ γνωμοδοσίαις· ταύτῃτοι Θεὸς ἐπῃτιᾶτο λέγων αὐτῇ διὰ φωνῆς Ἱερεμίου· «Ἆρον εἰς εὐθεῖαν τοὺς ὀφθαλ-μούς σου, καὶ ἴδε, ποῦ οὐχὶ ἐξεφύρθης· ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας αὐτοῖς ὡσεὶ κορώνη ἐρημουμένη, καὶ ἐμίανας τὴν γῆν ἐν τῇ πορνείᾳ σου καὶ ἐν ταῖς κακίαις σου, καὶ ἔσχες ποιμένας πολλοὺς, εἰς πρόσκομμα σαυτῇ.» Ἀλλὰ ταυτὶ μὲν ἀρχαῖα τῆς Ἰουδαίων Συναγωγῆς τὰ ἐγκλήματα· ἀδελφὰ δὲ τούτοις καὶ νέα, τὰ ἐπ' αὐτοῦ τοῦ Χριστοῦ. Προσιεμένη γὰρ οὐδαμῶς τὸν ἄνωθεν καὶ ἐκ Θεοῦ Πατρὸς νυμφίον, τοῖς τῶν Γραμματέων καὶ Φαρισαίων προσέχει λόγοις. Γέγονε τοίνυν ἀνθρώπῳ ἀλλογενεῖ, καὶ τῶν ἁγίων ἀμέτοχος ταύτῃτοι μεμένηκεν· οὐ γὰρ ἔφαγε τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, τοῦτ' ἔστι Χριστόν. Ὁρᾷς τὰ ἐγκλήματα, καὶ τὴν τοῖς τὰ τοιάδε δεδυσσεβηκόσιν ἐπενηνεγμένην εὐθὺς παρὰ Χριστοῦ δίκην. Ἄθρει δὴ οὖν καὶ τίνα τρόπον ἠλέηνται, καὶ ἀνεκομίσθησαν εἰς τὸ ἐν ἀρχαῖς· «Θυγάτηρ, φησὶν, ἱερέως, ἐὰν γένηται χήρα ἐκβεβλημένη, σπέρμα δὲ μὴ ᾖ ἐν αὐτῇ, ἐπαναστρέψει ἐπὶ τὸν οἶκον τοῦ πατρὸς αὐτῆς, κατὰ τὴν νεότητα αὐτῆς, καὶ ἀπὸ τῶν ἄρτων τοῦ πατρὸς αὐτῆς φάγεται.» Χήρα μὲν γὰρ καὶ ἐκβεβλημένη διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν, ἡ τῶν Ἰουδαίων ἀνεδείχθη Συναγωγὴ, καὶ μεμένηκεν ἐν ἁμαρτίαις, καὶ ἐν τῷ κεκτῆσθαι μηδὲν τῶν πνευματικῶν ἀγαθῶν, καὶ μακροὺς ἐν τούτῳ διατετέλεκε χρόνους. Ἀλλ' ἐπαναστρέψει ἐπὶ τὸν οἶκον τὸν πατρικὸν αὐτῆς· κεκλήσεται γὰρ καὶ αὐτὴ διὰ πίστεως πρὸς Θεόν· ἐπιγράψεται δὲ σὺν ἡμῖν Πατέρα τὸν τῶν ὅλων δημιουργὸν, καὶ τῆς Χριστοῦ γένοιτ' ἂν εὐλογίας μέτοχος. Τοῦτό σοι σαφὲς τὸ μυστήριον καὶ ὁ τοῦ προφήτου καταστήσει λόγος· ἔφη γὰρ ὧδε· «∆ιότι ἡμέρας πολλὰς καθίσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως, οὐδὲ ἄρχοντος· οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὐδὲ ἱερατείας, οὐδὲ δήλων· καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐπιζητήσουσι Κύριον τὸν Θεὸν αὐτῶν καὶ βασιλέα αὐτῶν, καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ, ἐπ' ἐσχάτων τῶν ἡμερῶν.» {ΠΑΛΛ.} Ἀληθὴς ὁ λόγος. {ΚΥΡ.} Οὐκοῦν ἐδώδιμα μὲν καὶ πρὸς μετάληψιν εὐπρεπῆ τοῖς ἀλωβήτως ἔχουσι τό γε ἐπὶ σφίσιν αὐτοῖς, τὰ ἱερὰ, τοῦτ' ἔστι τὰ ἅγια. Προκείσεται δὲ οὐκέτι τοῖς οὐκ ἔχουσιν ὑγιῶς, ἢ σχέσει τῇ πρὸς ἑτέρους ἐκμεμολυσμένοις. Γέγραπται γὰρ, ὅτι «Μετὰ στρεβλοῦ διαστρέψεις.» Ὅτι δὲ καὶ τοῖς ἀληθῶς ἱεροῖς οὐκ ἀζήμιον τὸ ὡς ἐν χρήσει κοινῇ ποιεῖσθαι τὰ ἅγια, καὶ μηδὲν οἴεσθαι διενεγκεῖν τῶν ἄλλων αὐτὰ, διετράνου λέγων εὐθύς· «Καὶ ἄνθρωπος ὃς ἐὰν φάγῃ τὰ ἅγια κατ' ἄγνοιαν, καὶ προσθήσει τὸ ἐπίπεμπτον αὐτοῦ ἐπ' αὐτὸ, καὶ δώσει τῷ ἱερεῖ τὸ ἅγιον, καὶ οὐ βεβηλώσει τὰ ἅγια τῶν υἱῶν Ἰσραὴλ, ἃ αὐτοὶ ἀφαιροῦσι τῷ Κυρίῳ, καὶ ἐπάξουσιν ἐφ' ἑαυτοῖς ἀνομίαν πλημμελείας ἐν τῷ ἐσθίειν αὐτοὺς τὰ ἅγια αὐτῶν· ὅτι ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς.» {ΠΑΛΛ.} Οὐ σφόδρα συνίημι ὅ τί ποτ' ἐστὶν ὃ φής. {ΚΥΡ.} Πεύσῃ τοι καὶ μάλα σαφῶς· ἄναντες γὰρ οὐδέν. Τὰ εἰς ὀσμὴν εὐωδίας ἀνατεθειμένα, μόσχοι τυχὸν, ἢ ὄϊς, ἀνεκομίζοντο μὲν ἐκ μέρους ἐπὶ τὸ θυσιαστήριον, ἐξαιρουμένων τῶν ἐντοσθίων, ποδῶν, τε καὶ κεφαλῆς, καὶ πιμελῆς, ἔσθ' ὅτε καὶ νεφρῶν· ἔτρεφον δὲ τοῖς λειψάνοις τοὺς ἱερεῖς. «Οἱ γὰρ ἐσθίοντες τὰς θυσίας, κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσὶ,» καθὰ καὶ ὁ θε σπέσιος ἔφη Παῦλος. Ἦν οὖν ἄρα ἀνάγκη καθιεροῦσθαι Θεῷ τὸ ὑπὸ τοῦ προσκομισθέντος, κατὰ τὸν ἑκάστῳ πρέποντα νόμον, παραμυθεῖσθαι δὲ τῷ λοιπῷ σώματι τῆς θυσίας τοὺς ὑπουργούς. Εἰ δὲ δή τις ὅλον ὥσπερ διόλου τὸ δῶρον ἀπονοσφίσαιτο, καὶ ταῖς ἰδίαις ἀπονενέμηκε χρείαις, τεθυμιακὼς οὐδέν· ὡς ἅγια κατεδηδοκὼς, ἐγράφετο νόμῳ. Τοῦτό τοι δεδράκασιν οἱ Ἡλὶ τοῦ ἱερέως υἱοὶ, πρὸ θυσιῶν ἁρπάζοντες καὶ βεβηλοῦντες τὰ ἱερὰ, καὶ τοῖς εἰς τὸ θύειν ἥκουσιν, ἀνοσιώτατα λέγοντες· «∆ὸς κρέας ὀπτῆσαι τῷ ἱερεῖ.» Ἀλλ' ἐκεῖνα μὲν ὡς ἑκούσια καὶ γυμνὴν ἔχοντα τὴν ὕβριν, ἀναλόγως ἐκολάζετο. «Εἰ δὲ δὴ γένοιτο, φησὶν, ἢ λήθῃ συνηρπασμένον, ἢ τὸ τοῖς νόμοις δοκοῦν οὐκ ἀκριβῶς ἐγνωκότα, δράσαι τι τοιοῦτον· ζημίαν ὑπομενέτω· καὶ ἀποτιννύτω μὲν τὸ ἴσον ἀμελητί· προσεπαγέτω δὲ τούτῳ καὶ τὸ ἐπίπεμπτον,» τοῦτ' ἔστι, τὴν τοῦ τιμήματος πέμπτην μοῖραν· «καὶ ἀπολύσεται γὰρ οὕτω τὰ ἐγκλήματα, καὶ τὰ ἐκ τῆς ἀγνοίας διακρούσεται βλάβη» Ὅτε τοίνυν τὸ ἀγνοηθὲν, γραφῆς οὐκ ἐλεύθερον, τί ἂν οἴοιτό τις τὸ ἐξ ἀπονοίας καὶ θράσους; Παραιτητέον δὴ οὖν οἷς ἐν φροντίδι τὰ ἱερὰ, μηδὲν πρὸ θυσίας οἰκειοῦσθαι ζητεῖν· ἢ ἴστων, ὅτι δεινὰ πεπλημμεληκότες, ὀφλήσουσι δίκην, καὶ ὑπὸ θείαν ἔσονται κίνησιν. Ἢ οὐκ εἶναι φὴς ἀληθὲς τὸ χρῆμα, ὦ τᾶν; {ΠΑΛΛ.} Παντάπασι μὲν οὖν. {ΚΥΡ.} Ἁγίους δὲ ὅτι καὶ ἐκνενιμμένους εἶναι χρὴ τοὺς ἱερατεύοντας, ἀποσείεσθαι δὲ καὶ μάλα νεανικῶς τὸ οἱονείπως νεκρὸν καὶ ἀπεψυγμένον φρόνημα, καὶ τὸ μὴ ἔμπνουν εἰς ἀρετὴν, διεσάφει λέγων· «Εἶπον τοῖς ἱερεῦσι τοῖς υἱοῖς Ἀαρὼν, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἐν ταῖς ψυχαῖς οὐ μιανθήσονται ἐν τῷ ἔθνει αὐτῶν, ἀλλ' ἢ ἐν τῷ οἰκείῳ τῷ ἔγγιστα αὐτῶν, ἐπὶ πατρὶ καὶ μητρὶ, καὶ υἱοῖς καὶ θυγατράσιν, ἐπ' ἀδελφῷ, καὶ ἐπ' ἀδελφῇ παρθένῳ τῇ ἐγγιζούσῃ αὐτῷ, τῇ μὴ ἐκδεδομένῃ ἀνδρὶ, ἐπὶ τούτοις μιανθήσεται. Οὐ μιανθήσεται ἐξάπινα ἐν τῷ λαῷ αὐτοῦ εἰς βεβήλωσιν αὐτοῦ. Καὶ φαλάκρωμα οὐ ξυρηθήσεσθε τὴν κεφαλὴν ἐπὶ νεκρῷ, καὶ τὴν ὄψιν τοῦ πώγωνος οὐ ξυρήσονται, καὶ ἐπὶ τὰς σάρκας αὐτῶν οὐ κατατεμοῦσιν ἐντομίδας. Ἅγιοι ἔσονται τῷ Θεῷ αὐτῶν, καὶ οὐ βεβηλώσουσι τὸ ὄνομα τοῦ Θεοῦ αὐτῶν· τὰς γὰρ θυσίας Κυρίου δῶρα τοῦ Θεοῦ αὐτῶν αὐτοὶ προσφέρουσι, καὶ ἔσονται ἅγιοι.» Μίασμα μὲν γὰρ ἀνδρὶ γένοιτ' ἂν παντελῶς οὐδὲν, ὁ ἑτέρου θάνατος, εἰ τόν γε τῆς ἀληθείας πολυπραγμονοίη τις λόγον. Νεκρότης γε μὴν ἡ σωματικὴ, τύπος ἂν εἴη τῆς ἔσω καὶ ἐν ψυχαῖς, ὑφ' ἧς ἀνάγκη καταμιαίνεσθαι τὸν ἀγχοῦ γεγονότα, ἢ κατὰ θέλησιν, ἢ κατὰ ταυτοεργίαν· νεκρῶν γὰρ ἔργων ἀποφοιτᾷν καὶ ὡς ἀπωτάτω φέρεσθαι, πρέποι ἂν ἁγίοις, καὶ τοῖς τὰ τοιάδε κατηῤῥωστηκόσι μὴ εἰς ταυτὸν ἰέναι, καλόν. Γέγραπται γὰρ, ὅτι «Ὁ ἁπτόμενος πίσσης, μολυνθήσεται.» Μετάσχοι γὰρ ἂν καὶ μάλα ῥᾳδίως τῆς ἑτέρου φαυλότητος, ὁ κολλᾶσθαι μὴ παραιτούμενος. Ἐφίησι δὲ ὁ νόμος τοῖς ἡγιασμένοις, ἐπὶ πατρὶ καὶ μητρὶ, παισί τε καὶ ἀδελφοῖς, καὶ μέντοι καὶ ἀγχισπόροις ἀνεγκλήτως καταμιαίνεσθαι· διὰ τοῦ καὶ ἀψύχοις σώμασιν ἐπιφοιτᾷν, τῇ πρὸς τὴν φύσιν αἰδοῖ, καὶ τῶν εἰς τύπον ἀλογήσας ἀδικημάτων, ὡς ἂν μὴ δοκοῖεν ἄτεγκτοί τινες εἶναι καὶ ἀγέρωχοί τε καὶ ἀσυμπαθεῖς, οἱ Θεῷ γνώριμοι· καί τοι λέγοντος ἐναργῶς τοῦ νόμου· «Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται.» Καὶ καθ' ἕτερον δὴ τρόπον τε καὶ λόγον, ἀπεῖρχθαί φαμεν τοῦ χρῆναι πενθεῖν τοὺς ἡγιασμένους· ζωῆς γὰρ ὄντας ἱερουργοὺς, καὶ εἰς τὴν τοῦ θανάτου λύσιν προσκομίζοντας τὰ ἱερὰ τῷ Θεῷ (θανάτου γὰρ λύσις ὁ Χριστοῦ θάνατος, διά τε προβάτων καὶ μόσχων ἀνατυπούμενος), πῶς ἦν ἀκόλουθον ταῖς ἐπὶ θανάτῳ καταβαρύνεσθαι λύπαις; Οὕτω καὶ ὁ θεσπέσιος Παῦλος, τοῖς εἰς ἐλπίδα ζωῆς καὶ ἀναστάσεως βεβαπτισμένοις εἰς Χριστὸν, ἐπιστέλλει σαφῶς· «Τοῦτο δὲ λέγω, ἵνα μὴ λυπεῖσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ, καὶ ἐγερεῖ σὺν ἡμῖν.» Ἐφῆκε μὲν οὖν ὁ νόμος τοῖς ἄγαν ἀγχοῦ τεθνεῶσιν ἐπιφοιτᾷν τοὺς ἡγιασμένους. Ἐπιμετρεῖ δὲ τὸ χρῆμα, καὶ τὸ αὐτοῖς ὅτι μάλιστα πρέπον παραλύειν οὐκ ἐᾷ τῷ περιττῷ καὶ ὑπὲρ τὴν χρείαν, ὡς ἂν μὴ τὸ σεπτὸν τῆς ἱερωσύνης ἀδικοῖτο γέρας. Ἐξίστησι γὰρ τοῦ καθ' ὁμοιότητα τὴν ἑτέρων ψιλοῦσθαι τὰς κεφαλὰς, καὶ ἐφ' ὕβρει προσώπου καταξύρεσθαι γενειάδα· καὶ τὰ μανίας Ἑλληνικῆς ἀνοσιουργήματα, τὰς εἰς σάρκα φημὶ κατατομὰς, οὐδ' ὅσον εἰς νοῦν ἑλεῖν ἐπιτάττει. Συνδιατίθεσθαι μὲν γὰρ τοῖς οἰκείοις εἰς λύπας, τὸ ἀπεικὸς οὐδέν· τό γε μὴν εἰς ἅπαν ἀσχημονεῖν, ἀκαλλὲς ἂν εἴη καὶ ἀπόπληκτον κομιδῇ. «Πάντα γὰρ, φησὶν, εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.» Προτετιμηκότας δὲ τὰ Θεοῦ· καὶ τῶν εἰς γονέας αὐτοὺς, κατὰ τὸν πάλαι νόμον, καὶ αὐτὸς ἡμῖν ὁ Σωτὴρ ἡγεῖσθαι προστέταχεν, οὕτω λέγων· «Ὁ ἀγαπῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος.» {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Ἥκιστα μὲν οὖν ἐπὶ νεκροῖς καταμιαίνεσθαι δεῖν ἐπιτάττει τοὺς ἱερέας. Ἀσύμβατον δὲ καὶ ἀσυμφανὲς τῷ βεβήλῳ, τὸ ἅγιον, καὶ καθ' ἑτέρους ἡμῖν ἀποφαίνων τρόπους, νόμους ἡμῖν ἐτίθει τοὺς ἐπὶ γάμοις, εὐθὺς ἐπιλέγων· «Ἐπὶ παντὸς ἱερέως, γυναῖκα πόρνην καὶ βεβηλωμένην οὐ λήψονται, καὶ γυναῖκα ἐκβεβλημένην ὑπὸ ἀνδρὸς αὐτῆς οὐ λήψονται· ὅτι ἅγιός ἐστι Κυρίῳ τῷ Θεῷ αὐτοῦ, καὶ ἁγιάσεις αὐτόν· τὰ δῶρα Κυρίου τοῦ Θεοῦ ὑμῶν, οὗτος προσφέρει· ἅγιος ἔσται, ὅτι ἅγιος ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς.» Ἡ μὲν οὖν πεπορνευμένη κατὰ τὸ ἀληθὲς καὶ μεμολυσμένη γυνὴ, τὸ ἐπ' αἰσχροῖς ἐπημφιεσμένη ἔγκλημα νοσεῖ, καὶ ἀναμφίλογον ἔχει τὴν κατάῤῥησιν. Ἀκαταιτίατος δὲ οὐδαμῶς ἡ ἐκβεβλημένη. Πάθοι γὰρ ἂν οὐκ εἰκῆ, τὸ ἀποσείεσθαι δεῖν τῆς τοῦ συνόντος ἑστίας. Χρὴ τοιγαροῦν, τοὺς εἰς τὴν οὕτω σεπτὴν λειτουργίαν ἠγμένους, οὐχὶ δήπου μόνων τῶν ἐμφανεστάτην καὶ ἀκατακάλυπτον ἐφ' ἑαυτοῖς ἐχόντων τὴν κατάγνωσιν ἀποσχέσθαι κακῶν, ἀλλὰ καὶ παντὸς, οἶμαι, πράγματος,ᾧπερ ἂν ἕποιτο φαυλότητος δόξα, καὶ ὑπόληψις οὐκ ἀγαθὴ, καὶ ἐν πολλαῖς ἄγαν ὑποψίαις τὸ ἄσεμνον. Ἔοικε δὲ ὁ λόγος, καὶ τῆς Ἰουδαίων Συναγωγῆς τὴν συμφορὰν ὑπαινίττεσθαι, ἢν ὅτι πεπόρνευκεν εἰς ποιμένας πολλοὺς, κατὰ τὸ γεγραμμένον, οὐ προσήκατο Χριστὸς εἰς πνευματικὴν κοινωνίαν, ὁ πάναγνος ἱερεὺς, ὁ δῶρον ὥσπερ τι ἐξαίρετον ἑαυτὸν ἀνατιθεὶς ὑπὲρ ἡμῶν τῷ Πατρὶ, ὁ μεθ' ἡμῶν ἅγιος κατὰ τὸ ἀνθρώπινον, καίτοι πᾶσαν αὐτὸς ἁγιάζων τὴν κτίσιν, ὡς ἐκ Θεοῦ καὶ Θεός. Σαφεστέραν δὲ τοῦ μυστηρίου τὴν δήλωσιν ἀπετέλει λέγων· «Καὶ θυγάτηρ ἀνθρώπου ἱερέως, ἐὰν βεβηλωθῇ τοῦ ἐκπορνεῦσαι, τὸ ὄνομα τοῦ πατρὸς αὐτῆς αὐτὴ βεβηλοῖ, ἐπὶ πυρὸς κατακαυθήσεται.» ∆έδοται γὰρ εἰς φλόγα, ὡς ἀνοσία καὶ βέβηλος, ἡ τῶν Ἰουδαίων Συναγωγὴ, ταῖς τῶν Γραμματέων καὶ Φαρισαίων ἀκολουθοῦσα γνώμαις, καὶ τοῖς ἀνθρώπων ἐντάλμασιν ὅλον ἑαυτῆς ἀναθεῖσα τὸν νοῦν. Τοιγάρτοι καὶ σφόδρα δικαίως ἤκουε τοῦ προφήτου λέγοντος· «Πῶς ἐγένου πόρνη, πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως;» Ἐκπεπορνευμένη τοίνυν, καὶ ἀλογήσασα παντελῶς τοῦ ἄνωθέν τε καὶ πνευματικοῦ νυμφίου, πυρὸς γέγονε τροφή. Τοιγάρτοι πικρὸν ἐπ' αὐτῇ καταστάζων δάκρυον καὶ ὁ προφήτης Ἱερεμίας φησίν· «Ἐλαίαν ὡραίαν εὔσκιον τῷ εἴδει ἐκάλεσε Κύριος τὸ ὄνομά σου· εἰς φωνὴν περιτομῆς αὐτῆς, ἀνήφθη πῦρ ἐπ' αὐτήν· μεγάλη ἡ θλίψις ἐπὶ σέ. Ἠχρειώθησαν οἱ κλάδοι αὐτῆς, καὶ Κύριος τῶν δυνάμεων ὁ καταφυτεύσας σε, ἐλάλησεν ἐπὶ σὲ κακά.» Τρόπος οὖν ἄρα πορνείας τῆς νοητῆς, τὸ ἀπονεύειν ὀρθότητος, καὶ διδασκάλοις προσκεῖσθαι ζητεῖν αἰσχροῖς τε καὶ ἀνοσίοις. {ΠΑΛΛ.} Οὕτω φημί. {ΚΥΡ.} Καὶ ἀμυδρότεροι μὲν τῶν εἰρημένων οἱ τύποι, καὶ οὐκ ἄγαν εὐφανεῖς ἐπί γε τῶν ἄλλων ἱερέων, ἀναλάμπουσι δὲ ὥσπερ ἐν Ἀαρὼν εἰκόνα φοροῦντι Χριστοῦ. Ἔφη γὰρ πάλιν· «Καὶ ὁ ἱερεὺς ὁ μέγας ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ, τοῦ ἐπικεχυμένου ἐπὶ τὴν κεφαλὴν τοῦ ἐλαίου τοῦ χριστοῦ, καὶ τετελειωμένου ἐνδύσασθαι τὰ ἱμάτια, τὴν κεφαλὴν οὐκ ἀποκιδαρώσει,» ἤτοι οὐκ ἀπομιτρώσει, «καὶ τὰ ἱμάτια οὐ διαῤῥήξει, καὶ ἐπὶ πάσῃ ψυχῇ τετελευτηκυίᾳ οὐκ εἰσελεύσεται, ἐπὶ πατρὶ αὐτοῦ οὐδὲ ἐπὶ μητρὶ αὐτοῦ οὐ μιανθήσεται, καὶ ἐκ τῶν ἁγίων οὐκ ἐξελεύσεται, καὶ οὐ βεβηλώσει τὸ ἡγιασμένον τοῦ Θεοῦ αὐτοῦ ὅτι τὸ ἅγιον ἔλαιον τὸ χριστὸν τοῦ Θεοῦ ἐπ' αὐτῷ. Ἐγὼ Κύριος. Οὗτος γυναῖκα παρθένον ἐκ τοῦ γένους αὐτοῦ λήψεται, χήραν δὲ καὶ ἐκβεβλημένην καὶ βεβηλωμένην καὶ πόρνην, ταύτας οὐ λήψεται, ἀλλ' ἢ παρθένον ἐκ τοῦ λαοῦ αὐτοῦ λήψεται γυναῖκα. Καὶ οὐ βεβηλώσει τὸ σπέρμα αὐτοῦ ἐν τῷ λαῷ αὐτοῦ. Ἐγὼ Κύριος ὁ Θεὸς, ὁ ἁγιάζων αὐτούς.» Ὁρᾷς ἐναρ-γῶς ὡς ἐν τύποις ἔτι τὸν Ἐμμανουὴλ καὶ Χριστὸν, ὠνομασμένον ὡς ἐν Ἀαρών. Ἐχρίσθη γὰρ Πνεύ-ματι, κατὰ τὰς Γραφὰς, αὐτὸς ὑπάρχων ὁ παντέλειος ἱερεύς. Τοιγάρτοι καὶ ἀναπόβλητον ἔχει τῆς ἱερωσύνης τὴν δόξαν. «Οὐ γὰρ ἀποκιδαρώσει,» φησὶ, «τὴν κεφαλὴν,» τοῦτ' ἔστιν, οὐκ ἀποβαλεῖ τὸ σχῆμα τὸ ἱεροπρεπές. Εἴρηται γὰρ πρὸς τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτήν· «Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. –Καὶ οἱ μὲν πλείονές εἰσιν ἱερεῖς γεγονότες, διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· οὗτος δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα, ἀπαράβατον ἔχει τὴν ἱερωσύνην. Ὅθεν καὶ εἰς τὸ παντελὲς δύναται σώζειν τοὺς προσιόντας τῷ Θεῷ δι' αὐτοῦ·» γέγραφε γὰρ ὧδε καὶ ὁ θεσπέσιος Παῦλος. Οὐκοῦν τὸ μὴ ἀφαιρεῖσθαι τῆς κεφαλῆς τὴν κίδαριν, τῆς ἱερωσύνης τὸ ἀναπόβλητον ὑπεμφήνειεν ἄν. Εἰ δὲ δὴ λέγοιτο, «Τὴν κεφαλὴν οὐκ ἀπομιτρώσει,» συνήσεις εὖ μάλα τὸ τῆς βασιλείας αὐτοῦ διηνεκές τε καὶ ἀκατάσειστον· μίτρα γὰρ ἡ ἐπὶ μετώποις ἄκροις τὸ χρυσοῦν ἔχουσα ψέλλιον, ἀρχῆς ἂν εἴη καὶ βασιλείας σύμβολον. Ἀλλ', «Οὐδὲ τὰ ἱμάτια διαῤῥήξει,» φησί. Τοῦτό τοί τισι δρᾷν ἔθος ἐπὶ νεκροῖς· Χριστοῦ δὲ τὸ χρῆμα παντελῶς ἀλλότριον. Πάθοι γὰρ ἂν ἥκιστά γε τὸν ἐπὶ θανάτῳ πόνον, ἡ ζωή. Οὐδὲν γὰρ ὅλως αὐτῇ τὸ νεκρὸν, ἀλλ' ἔστιν αὕτη καὶ θανάτου λύσις, καὶ φθορᾶς ἀνατροπή. Καὶ γοῦν καὶ ὁ Σωτὴρ ἐπετίμα ποτὲ τοῖς κατοιμώζειν ἐθέλουσι τὸ τοῦ ἀρχισυναγώγου κόριον, «Ἀποχωρεῖτε,» λέγων, «καὶ μὴ κλαίετε οὐ γὰρ ἀπέθανε τὸ κοράσιον, ἀλλὰ καθεύδει.» Ἔκτοπον γὰρ ἀληθῶς τὸ δακρυῤῥοεῖν αὐτοὺς ὡς ἐπὶ τεθνεώσῃ τῇ κόρῃ, τῆς τῶν ὅλων παρούσης ζωῆς, τοῦτ' ἔστι, Χριστοῦ. Εἰ δὲ δεδάκρυκεν ἐπὶ Λαζάρῳ, φιλοστοργίας εἶναί φαμεν τὸ χρῆμα καρπὸν, καὶ τῆς θείας ἡμερότητος τὸ ἐφ' ἡμῖν συμπαθές· ἠλέητο γὰρ ἡ φύσις, θανάτῳ τυραννουμένη, καὶ λύσις αὐτῇ τοῦ πάθους τὸ δάκρυον ἦν. {ΠΑΛΛ.} Ἔοικεν. {ΚΥΡ.} Ὅτι δὲ κατ' οὐδένα τρόπον τὸ βέβηλον ἐν Χριστῷ, πλαγίως ὑποσημαίνεται διά γε τοῦ νεκρότητος ἀπανίστασθαι δεῖν τὸν ἀρχιερέα λέγειν, οὐδενὶ τὸ σύμπαν ἐπιφοιτῶντα νεκρῷ, ἠμελημένης ἐν τούτῳ καὶ τῆς εἰς πατέρα τιμῆς καὶ εἰς μητέρα καὶ ἀδελφούς. Θέα γὰρ ὅπως νουνεχὴς ὁ νόμος, καὶ τὴν τοῖς νοήμασι πρέπουσαν εὐκοσμίαν οὐκ ἐν μικρῷ τιθεὶς λόγῳ. Ἐπὶ μὲν γὰρ τῶν ἄλλων ἱερέων ἐδυσωπεῖτο τὴν φύσιν, καὶ τοῖς ἄγαν ἀγχοῦ καὶ ἐξ αἵματος νεκροῖς, τοῖς ἡγιασμένοις ἐδίδου τὸ ἀνεγκλήτως ἐξεῖναι δρᾷν τὰ νενομισμένα. Πεφρόντικε δὲ οὐ σφόδρα τῆς εἰς τὴν σκιὰν ἁμαρτίας. Γεγράφατο γὰρ ἐφ' ἡμῶν τὰ ἐγκλήματα, καὶ εἰς ἀνθρώπους ὁ τύπος, οἷς εἰ καί τι παρέποιτο μολυσμοῦ, τὸ ἀπεικὸς οὐδέν. «Πολλὰ γὰρ πταίομεν ἅπαντες·» καὶ ἠῤῥώστηκεν ἐν ἡμῖν τὸ πλημμελεῖν ἡ φύσις. Ἐπὶ δέ γε τοῦ ἀρχιερέως τοῦ μεγάλου, τοῦτ' ἔστι, Χριστοῦ, τετήρηται καθαρῶς καὶ ἐν αὐτῷ τῷ τύπῳ τὸ σέβας, καὶ τὸ ἀκίβδηλον ἐν σκιαῖς, ἵνα μὴ τὸ τῆς ἀληθείας παρασημαίνηται κάλλος, ὡς ἐν ἐκείνοις ἠδικημένον. Ἀβέβηλος γὰρ ὁ Χριστὸς, καὶ οὐκ εἰδὼς ἁμαρτίαν, καὶ παντὸς ἐπέκεινα μολυσμοῦ, μᾶλλον δὲ λαμπρότητός τε καὶ καθαρότητος νοητῆς· εἴσω τε παντὸς ἁγιασμοῦ, κἂν εἰ ἐξίτηλον ἔχων τὸ ἔν γε τούτῳ διαφανὲς, διά τοι τὸ φυσικοῖς ἐρηρεῖσθαι νόμοις, καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν. ∆ηλοῖ δὲ, οἶμαι, τουτὶ, τὸ, «Ἀπὸ τῶν ἁγίων οὐκ ἐξελεύσεται, καὶ οὐ βεβηλώσει τὸ ἡγιασμένον τοῦ Θεοῦ αὐτοῦ.» Γυναῖκα δὲ δεῖν παρθένον πρὸς γάμου φέρεσθαι κοινωνίαν, εὖ μάλα φησὶ, καὶ ἀνάρμοστον ποιεῖται τὴν ἐξωσμένην. Ἣ καὶ εἰς τύπον ἂν εἴη τῆς Ἰουδαίων Συν αγωγῆς· ἐκβέβληται γὰρ τῆς πρὸς αὐτὸν ἑνότητος, καὶ περὶ αὐτῆς φησι διὰ τῆς τοῦ προφήτου φωνῆς, ὅτι «Αὐτὴ οὐχ ἡ γυνή μου, καὶ ἐγὼ οὐκ ἀνὴρ αὐτῆς.» Ἡρμόσατο δὲ ὁ Παῦλος τὴν ἐξ ἐθνῶν Ἐκκλη-σίαν, παρθένον ἁγνὴν τῷ Χριστῷ, ἄσπιλον δὲ καὶ ἀρυτίδωτον, μᾶλλον δὲ ἁγίαν καὶ ἄμωμον. Οὕτω μὲν οὖν ἐπί τε τῆς ἐξ ἐθνῶν Ἐκκλησίας καὶ τῆς Ἰουδαίων μητρὸς, ἀληθὲς ἂν εἴη τὸ αἴνιγμα, καὶ ὁ τύπος οὐκ ἀκαλλής. Εἰ δὲ δὴ βούλοιτό τις πρὸς τὸν ἐφ' ἑκάστῳ λόγον περιτρέπειν ἀξίως τῶν ἐννοιῶν τὴν δύναμιν, φαμὲν, ὅτι ψυχαῖς βεβήλοις καὶ ἀνοσίαις, ἀσυναφὴς ὁ Χριστός· ταῖς δὲ πανάγνοις καὶ καθαραῖς, οἷάπερ παρθένοις, σύνεστι πνευματικῶς, καὶ ἐγκάρπους ἀποτελεῖ, καὶ γένος αὐτὰς οἰκεῖον ἀποκαλεῖ. «Ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Πατρός μου,» φησὶ, «τοῦ ἐν τοῖς οὐρανοῖς, οὗτος καὶ ἀδελφός μου, καὶ ἀδελφή μου, καὶ μήτηρ μού ἐστιν.» {ΠΑΛΛ.} Ὀρθῶς ἔφης. {ΚΥΡ.} Ὁποίους μὲν οὖν εἶναι χρὴ τοὺς ἐξειλεγμένους εἰς ἱερουργίαν, ἄττα τε ὀρθῶς ἐπείγεσθαι δρᾷν, καὶ ὧν ἂν αὐτοὺς ἀπηλλάχθαι πρέποι, διακεχρησμῴδηκεν ἐναργῶς· ἀλλ' ἦν δή που πρὸς τῷδε σοφὸν, τὸ τίνα χρὴ τρόπον ἱερουργεῖν αὐτοὺς, ἐκφάνδην εἰπεῖν, καὶ καταῤῥυθμίσαι νόμοις, τά τε τῶν θυσιῶν εἴδη καὶ πᾶν τὸ ἱερουργούμενον, ὡς ἂν ἀμωμήτως ἔχοι τὸ πρᾶγμα αὐτοῖς, θυμηρεστάτην τε οὕτω ποιοῖντο τὴν λειτουργίαν. Οὐκοῦν καὶ πρό γε τῶν ἄλλων, «Οὐκ ἀναβήσῃ,» φησὶν, «ἐν ἀναβαθμοῖς ἐπὶ τὸ θυσιαστήριόν μου, ἵνα μὴ ἀποκαλύψῃς τὴν ἀσχημοσύνην σου ἐπ' αὐτό.» Ἀλλὰ πῶς ἂν τυχὸν γένοιτο τοῦτο, ἐρεῖ τις εὐθὺς, καίτοι ἐκ λίνου κατεσκευασμένον τοῖς ἱερεῦσιν ἐδίδου τὸ περισκελὲς, «ἵνα καλύπτῃ,» φησὶν, «ἀσχημοσύνην» χρωτὸς αὐτοῦ; Εἴπερ οὖν ἄρα, καὶ ὑψοῦ διᾴττειν ἐχρῆν, οὐδὲν ἂν ἠδίκησε τὸ χρῆμα αὐτοὺς περιεσταλμένους τὸ ἄσχημον. Ποῖ δὴ οὖν ἄρα τὸν τοῦ νόμου φαμὲν εἶναι σκοπόν; Τοῖς τῶν εἰδώλων προσκυνηταῖς, εὐκλεὲς εἶναί τε καὶ ἀναγκαῖον ἐδόκει, τὸ ὑψοῦ τοῖς τεμένεσιν ἱδρύσθαι βωμούς· καὶ οὐ πολὺς ἦν αὐτοῖς ὁ ἐπί γε τῷ χρῆναι σεμνῶς περιεστάλθαι λόγος. Εὐφυῶς οὖν ὁ νόμος, ἀπὸ τοῦ συμβαίνειν αὐτοῖς εἰωθότος, τοὺς θείους ἱερουργοὺς ἀνορθοῖ πρὸς τὸ ἄμεινον, καὶ ὡς ἐκ τύπου σωματικοῦ, πρὸς θεωρίαν ἄγει πνευματικήν. «Οὐ» γὰρ «ἀναβήσῃ,» φησὶν, «ἐν ἀναβαθμοῖς ἐπὶ τὸ θυσιαστήριόν μου, ἵνα μὴ ἀποκαλύψῃς τὴν ἀσχημοσύνην σου ἐπ' αὐτοῦ.» Τοῦτ' ἔστιν, Ὁ θεῖος ἱερουργὸς ὁ πρὸς λειτουργίαν ἡγιασμένος τὴν ἐμὴν, ζητείτω τὰ ταπεινὰ, μὴ ἀναθρωσκέτω πρὸς τὸ ὑψοῦ. Παραιτείσθω τὴν ἀλαζονείαν, ἵνα μὴ ἀσχήμων ὁρῷτο καὶ ἀκαλλής. Ἀκαλλὲς γὰρ καὶ ἄσχημον κομιδῇ καὶ παγχάλεπον ἀῤῥώστημα νοῦ, φρόνημα τὸ ὑπέρογκον. «Ὅσῳ γὰρ μέγας εἶ, φησὶ, τοσούτῳ ταπείνου σεαυτὸν, καὶ ἔναντι Κυρίου εὑρήσεις χάριν.» Γράφει δὲ καὶ ὁ τοῦ Σωτῆρος μαθητής· «Καυχάσθω ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ· ὁ δὲ πλούσιος, ἐν τῇ ταπεινώσει αὐτοῦ.» Παρελεύσεται γὰρ καὶ ἐν ἴσῳ πόαις, καὶ ἀνθέων διοίσει τῶν ἐν ἀγροῖς κατ' οὐδένα τρόπον. {ΠΑΛΛ.} Σύμφημι. {ΚΥΡ.} Ὄγκου δὴ οὖν καὶ ὑπεροψίας ἀπηλλάχθαι δεῖν ἔφη τὸν ἱερουργόν. Τίνα τε οὖν τρόπον ἐννομωτάτην ποιήσαιτο ἂν τὴν ἱερουργίαν καὶ ἀνεπίπληκτον, παντελῶς εἴσῃ τοι σαφῶς· γέγραπται γὰρ ἐν τῷ Λευϊτικῷ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Ἔντειλαι Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, λέγων· Οὗτος ὁ νόμος τῆς ὁλοκαυτώσεως, αὕτη ἡ ὁλοκαύτωσις ἐπὶ τῆς καύσεως αὐτῆς ἐπὶ τοῦ θυσιαστηρίου ὅλην τὴν νύκτα ἕως τοπρωΐ· καὶ τὸ πῦρ τοῦ θυσιαστηρίου καυθήσεται ἐπ' αὐτοῦ, οὐ σβεσθήσεται· καὶ ἐνδύσεται ὁ ἱερεὺς χιτῶνα λινοῦν, καὶ περισκελὲς λινοῦν ἐνδύσεται περὶ τὸ σῶμα αὐτοῦ, καὶ ἀφελεῖ τὴν κατακάρπωσιν, ἣν ἂν καταναλώσῃ τὸ πῦρ, τὴν ὁλοκαύτωσιν ἀπὸ τοῦ θυσιαστηρίου, καὶ παραθήσει αὐτὸ ἐχόμενον τοῦ θυσιαστηρίου, καὶ ἐκδύσεται τὴν στολὴν αὐτοῦ, καὶ ἐνδύσεται στολὴν ἄλλην, καὶ ἐξοίσει τὴν κατακάρπωσιν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν· καὶ πῦρ ἐπὶ τὸ θυσιαστήριον καυθήσεται ἐπ' αὐτοῦ, καὶ οὐ σβεσθήσεται· καὶ καύσει ἐπ' αὐτοῦ ὁ ἱερεὺς ξύλα τοπρωῒ πρωῒ, καὶ στοιβάσει ἐπ' αὐτοῦ τὴν ὁλοκαύτωσιν, καὶ ἐπιθήσει ἐπ' αὐτὸ τὸ στέαρ τοῦ σωτηρίου καὶ πῦρ διὰ παντὸς καυθήσεται ἐπὶ τὸ θυσιαστήριον, οὐ σβεσθήσεται.» Ἐνδελεχὲς μὲν οὖν καὶ ἀκατάπαυστον κομιδῇ τοῦ θυσιαστηρίου τὸ πῦρ, καὶ οὐκ ὀθνεῖον ἢ ἔξωθεν, ἀλλὰ τὸ αὐτοῦ, τοῦτ' ἔστι, τὸ ἄνωθεν καὶ ἐξ οὐρανοῦ, Καὶ τί δὴ τοῦτό ἐστιν; Ἐπίμεστον γὰρ τῆς τοῦ Θεοῦ δόξης τὸ ἅγιον ἡμῶν θυσιαστήριον. Ἐν εἴδει δὲ τοῦ πυρὸς ἡ θεία τε καὶ ἀπόῤῥητος εἰκάζεται φύσις. Ἔοικε δὲ καὶ μυστικόν τι ὁ λόγος εὖ μάλα παραδηλοῦν. {ΠΑΛΛ.} Τὸ ποῖόν τι φής; {ΚΥΡ.} Ἦ οὐκ αὐτὸν εἶναι τὸν Ἐμμανουὴλ τὸ θεῖον ἐλέγομεν, ὡς ἐν τύπῳ, θυσιαστήριον, δι' οὗ προσίεμεν τῷ Θεῷ καὶ Πατρὶ, λατρεύοντες λογικῶς, καὶ μονονουχὶ καταθύοντες τὸ εὐῶδες ἐν ἀρεταῖς, καὶ τῆς εὐαγγελικῆς πολιτείας τὸν ἁγιασμόν; «Παραστήσατε γὰρ τὰ σώματα ὑμῶν, θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν.» {ΠΑΛΛ.} Ἐλέγομεν· μεμνήσομαι γάρ. {ΚΥΡ.} Θέα δὴ οὖν ὅτι καταφοιτῆσαν ἐξ οὐρανοῦ πῦρ ἐπὶ τὸ θυσιαστήριον, καταλήγειν οὐκ ἐᾷ, οὐδὲ οἷον ἀπανίστασθαι μαρανθὲν, ἀλλ' εἶναί τε διὰ παντὸς αὐτῷ, καὶ ἀπαύστως ἐμφιλοχωρεῖν. Μεμαρτύρηκε δὲ καὶ ὁ Βαπτιστὴς Ἰωάννης περὶ Χριστοῦ· «Ὅτι τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ἐξ οὐρανοῦ ἐν εἴδει περιστερᾶς, καὶ ἔμεινεν ἐπ' αὐτόν. Καὶ ἐγὼ,» φησὶν, «οὐκ ᾔδειν αὐτόν· ἀλλ' ὁ πέμψας με βαπτίζειν, αὐτός μοι εἶπεν· Ἐφ' ὃν ἂν [ε]ἴδῃς τὸ Πνεῦμα καταβαῖνον ἐξ οὐρανοῦ, καὶ μένον ἐπ' αὐτὸν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι τῷ ἁγίῳ.» Ἀνετυποῦτο δὴ οὖν ὡς ἐν σκιαῖς ἔτι τὸ Πνεῦμα τὸ ἅγιον, ἐν εἴδει πυρὸς καταβαῖνον ἐπὶ Χριστὸν, καὶ ἀεὶ μένον ἐπ' αὐτόν. Ἀκατεύναστον γὰρ καὶ ἀκατάληκτον παντελῶς τοῦ θυσιαστηρίου τὸ πῦρ. Ὅτι δὲ τῇ τοῦ πυρὸς φύσει τὸ Πνεῦμα παρεικάζεται, πληροφορεῖ σε λέγων τοῖς Ἰουδαίων δήμοις καὶ ὁ μακάριος Βαπτιστής· «Ἐγὼ βαπτίζω ἐν ὕδατι, μέσος δὲ ὑμῶν ἕστηκεν, ὂν ὑμεῖς οὐκ οἴδατε, ὁ ὀπίσω μου ἐρχόμενος, οὗ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.» Ἔφη δὲ, ὅτι «Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί.» Βεβαπτίσμεθα γὰρ οὐκ εἰς πῦρ αἰσθητὸν, ἀλλ' ἐν ἁγίῳ Πνεύματι, πυρὸς δίκην ἐκτήκοντι τὸν ἐν ψυχαῖς μολυσμόν, τοιγάρ τοι καὶ γέγραπται περὶ Χριστοῦ, ὅτι «Ἰδοὺ αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων· καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων, ὡς τὸ ἀργύριον καὶ ὡς τὸ χρυσίον.» Ἄσβεστον οὖν ἄρα τοῦ θυσιαστηρίου τὸ πῦρ. Μεμένηκε γὰρ ἐν Χριστῷ τὸ Πνεῦμα τὸ ἅγιον, καίτοι κατὰ φύσιν ἐνυπάρχον αὐτῷ, καθὸ νοεῖται καὶ ἔστι Θεός. Ἔφη δὲ καὶ νόμος, ἴδιον τοῦ θυσιαστηρίου τὸ πῦρ. Εἰ γὰρ καὶ γέγονεν ἄνθρωπος ὁ Μονογενὴς, καὶ κατά γε τὸ πρέπον τῇ ἀνθρωπότητι σχῆμα, καὶ ἐν μεθέξει Πνεύματος γεγενῆσθαι λέγεται· ἀλλ' οὖν αὐτοῦ τε καὶ ἐν αὐτῷ, καὶ ἴδιον ἀληθῶς τὸ Πνεῦμά ἐστιν. Εἰ δὲ δή τις ἕλοιτο, τὸν ἐπὶ τῷδε λόγον καὶ ἐφ' ἕκαστον ἄγειν τῶν ἡγιασμένων διὰ πίστεως ἐν Χριστῷ, ὡς ἤδη πως αὐτὸν καὶ θεῖον νοεῖσθαι θυσιαστήριον· ἐπωφελὴς ὁ λόγος· πρέπει γὰρ, ἄνδρας τοὺς ἱεροὺς, καὶ Χριστῷ τὴν οἰκείαν ἀναθέντας ζωὴν, θερμοὺς καὶ ζέοντας ὁρᾶσθαι τῷ Πνεύματι, καὶ τοῦτο διὰ παντὸς, οὐκ εἰς ἀπόψυξιν καταφερομένους διὰ κοσμικῶν ἡδονῶν, ἀναζωπυροῦντας δὲ μᾶλλον ἐν ἁγιασμῷ τὸν νοῦν εἰς φιλοθεΐαν καὶ ἔφεσιν ἀρετῆς. Λατρείας γὰρ οὗτος τῆς λογικῆς ὁ τρόπος. Οὗτος μὲν οὖν ὁ τοῦ θυσιαστηρίου λόγος. Προσεπιτάττει δέ τι καὶ τῇ ἱστορίᾳ χρήσιμον. Τὴν γάρ τοι σποδιὰν ἐκκομίζεσθαι δεῖν, οὐ παρ' ἑτέρου, φησὶ, τῶν ἀλλογενῶν, ἤγουν ἐξ ἑτέρας ὄντος φυλῆς, δι' ὑπουργίας δὲ μᾶλλον τῶν ἡγιασμένων. Ἐπιτήρει δὲ, ὅπως οὐδὲν ἡγεῖσθαι βραχὺ τῶν εἰς θείαν ἡκόντων λειτουργίαν ἀφίησιν ὁ νόμος, οὐδὲ οἷον ἱερατικῆς αὐτουργίας ἀνάξιον, ὡς παραχωρεῖν ἑτέρῳ μὴ ἱερῷ· οὐ γάρ τοι βάσιμα τοῖς ἀνάγνοις τὰ ἅγια. Ἀνέπαφον δὲ καὶ αὐτὸ τὸ θεῖόν ἐστι θυσιαστήριον. Καὶ ἵν' εἰδεῖεν οἱ ἀπόλεκτοι πρὸς ἱερουργίαν, τοῦ θείου θυσιαστηρίου τὸ ὑπερφυὲς ὡς ἐν ἁγιασμῷ, καὶ αὐτοῖς ἀνάπτει τὸ σέβας τοῖς ἱεροπρεπέσιν ἐσθήμασιν. Ἐσταλμένους γὰρ ἱερῶς ἔξω φαίνεσθαι τῆς σκηνῆς, οὐκ ἐφίησιν οἰκονομικῶς. Τὰ γάρ τοι, φησὶν, ἡγιασμένα, μὴ τοῖς ἀνάγνοις ὡμιληκότα, καὶ τὸν ἐξ ὀθνείων ἔχοντα μολυσμὸν, τὸ τῆς ἁγίας σκηνῆς ἀδικείτω σέβας. ∆ιὰ τοῦτο τὴν σποδιὰν, συγκομίζειν μὲν ἐφίησιν ἐσταλμένους ἱεροπρεπῶς, μεταμφιέννυσθαι δὲ πρὸς τὸ ἔξω φέροντας, καὶ τῶν ἁγίων ἀποφοιτῶντας τόπων. Κεχρησμῴδηκε δὲ τῷ τοιούτῳ συγγενὲς καὶ διὰ φωνῆς Ἰεζεχιήλ· γράφει δὲ οὕτως· «Καὶ εἶπεν πρός με· Αἱ ἐξέδραι αἱ πρὸς βοῤῥᾶν, καὶ ἐξέδραι πρὸς νότον, αἱ οὖσαι κατὰ πρόσωπον τῶν διαστημάτων, αὗταί εἰσιν αἱ ἐξέδραι τοῦ ἁγίου, ἐν αἷς φάγονται ἐκεῖ οἱ ἱερεῖς, οἱ υἱοὶ Σαδδοὺχ, οἱ ἐγγίζοντες πρὸς Κύριον εἰς τὰ Ἅγια τῶν ἁγίων, καὶ ἐκεῖ θήσουσι τὰ Ἅγια τῶν ἁγίων καὶ τὰς θυσίας, καὶ τὰ ὑπὲρ ἁμαρτίας, καὶ τὰ ὑπὲρ ἀγνοίας· διότι τόπος ἅγιός ἐστιν. Οὐκ εἰσελεύσεταί τις πάρεξ τῶν ἱερέων, οὐκ ἐξελεύσονται ἐκ τῆς αὐλῆς τοῦ ἁγίου εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, ὅπως διὰ παντὸς ἅγιοι ὦσιν οἱ προσάγοντες, καὶ μὴ ἅπτωνται τοῦ στολισμοῦ αὐτῶν, ἐν οἷς λειτουργοῦσιν ἐν αὐτοῖς, διότι ἅγιά ἐστιν· καὶ ἐνδύσονται ἱμάτια ἕτερα ὅταν ἅπτωνται τοῦ λαοῦ.» Ἅγια μὲν οὖν καὶ αὐτὰ τὰ ἐσθήματα τῶν ἱερέων, καὶ ἄμικτα τοῖς πολλοῖς. Ἐν νυκτὶ δὲ καὶ ἡμέρᾳ τὸ ὁλοκαυτούμενον· ἀκατάληκτος γὰρ ἡ εὐωδία Χριστοῦ· καὶ αὐτὸς δὲ τῶν ἀγίων ὁ βίος, εἰ ὡς ἐν τρόπῳ νοοῖτο τῷ καθ' ὁλοκαύτωσιν, ἄπαυστον ἔχει τὴν εὐοσμίαν· Χριστὸν γὰρ εὐωδιάζουσιν, τῆς εὐαγγελικῆς πολιτείας ἱερουργοῦντες Θεῷ τὰ ὡς ἐξ ἔργων αὐχήματα. {ΠΑΛΛ.} Ἀληθὴς ὁ λόγος. {ΚΥΡ.} Τίνα μὲν οὖν τρόπον τὸ τῆς ὁλοκαυτώσεως ἔσται χρῆμα, δι' ὧν ἔφαμεν, οὐκ ἀσυμφανές. Πῶς δ' ἂν γένοιτο καὶ λίαν ὀρθῶς καὶ ὁ τῆς θυσίας τρόπος, ἐπιτάττει λέγων· «Οὗτος ὁ νόμος τῆς θυσίας, ἣν προσάξουσιν αὐτὴν, οἱ υἱοὶ Ἀαρὼν ἔναντι Κυρίου, ἀπέναντι τοῦ θυσιαστηρίου· καὶ ἀφελεῖ ἀπ' αὐτοῦ τῇ δρακὶ ἀπὸ τῆς σεμιδάλεως τῆς θυσίας σὺν τῷ ἐλαίῳ αὐτῆς, καὶ σὺν παντὶ τῷ λιβάνῳ αὐτῆς τὰ ὄντα ἐπὶ τῆς θυσίας. Καὶ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον κάρπωμα ὀσμὴν εὐωδίας, τὸ μνημόσυνον αὐτῆς τῷ Κυρίῳ. Τὸ δὲ καταλειφθὲν ἀπ' αὐτῆς ἔδεται Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ. Ἄζυμα βρωθήσεται ἐν τόπῳ ἁγίῳ· ἐν αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου ἔδονται αὐτήν· οὐ πεφθήσεται ἐζυμωμένη· μερίδα αὐτὴν ἔδωκα αὐτοῖς ἀπὸ τῶν καρπωμάτων Κυρίου. Ἅγια ἁγίων ἐστὶν, ὥσπερ τὸ τῆς ἁμαρτίας, καὶ ὥσπερ τὸ τῆς πλημμελείας. Πᾶν ἀρσενικὸν τῶν ἱερέων ἔδονται αὐτήν. Νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἀπὸ τῶν καρπωμάτων Κυρίου· πᾶς ὃς ἐὰν ἅψηται αὐτῶν, ἁγιασθήσεται.» Τὰ μὲν οὖν ὁλοκαυτούμενα, τὴν οἱονείπως ὁλοτελῆ καὶ εἰσάπαν ἀφιέρωσιν τῶν ἐξαιρέτως ἁγίων ὑποδηλοῖ· θυσία δὲ, αὐτὴν ὡς ἐκ μέρους ἁγίαν καὶ ὑπὸ Θεῷ ζωήν· ἧς ὑποτύπωσις ἀκριβὴς, ἡ σεμίδαλις διὰ δρακὸς ἱερέως ἀναφερομένη σὺν τῷ ἐλαίῳ καὶ τῷ λιβάνῳ. Τὴν γάρ τοι Θεῷ καθιερουμένην ζωὴν, καὶ εἰ γένοιτο τυχὸν ἐκ μέρους, εὐώδη πάντως εἶναι χρὴ, καὶ λιπαρωτάταις ἐλπίσι πιαινομένην. Ἦ οὐκ εὐοσμότατον εἶναι φὴς πᾶν ἔργον ἡμῶν ἀγαθόν; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Τί δέ; οὐκ ἐπ' ἀγαθαῖς ἐλπίσι πράττεται πρὸς ἡμῶν; {ΠΑΛΛ.} Ναί· ἕψεται γὰρ πάντως τὰ παρὰ Θεοῦ. {ΚΥΡ.} Λίβανος δὴ οὖν, καὶ σεμίδαλις ἐλαιόδευτος, τὴν εὐώδη τε καὶ λιπαρωτάτην ἡμῖν ὑπαινίττεται ζωήν. {ΠΑΛΛ.} Εὖ ἔφης· ἀλλὰ τίς ἂν γένοιτο πρὸς ἡμῶν ἡ ὡς ἐκ μέρους ἁγία ζωή; {ΚΥΡ.} Ἡ μήτε εἰς λῆξιν πολιτείας ἥκουσα τῆς ἁγιοπρεποῦς, μήτε κατὰ τὴν ἄγαν ἀνῳκισμένην ἰοῦσα τρίβον, ὁποία τις ἦν ἡ Ἰωάννου φωνὴ τυχὸν, ἤγουν τῶν ἁγίων ἀποστόλων· μήτε μὴ ἐκπίπτουσα τοῦ εἶναι σεπτὴ, διά γε τὸ ἡττῆσθαι τυχὸν τῆς ἄγαν ὑποκειμένης που. Ἦ οὐ τῶν ἐν κόσμῳ καὶ παιδοποιῶν ὁ βίος, εἰ διαζῇν ἕλοιντο χρηστῶς, μεμέρισταί πως Θεῷ τε καὶ κόσμῳ, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν; {ΠΑΛΛ.} Μεμέρισται· πῶς γὰρ οὔ; {ΚΥΡ.} Τύπος οὖν ἄρα ζωῆς τῆς οὐκ εἰσάπαν ἀνακειμένης Θεῷ, μέσης δὲ ὥσπερ καὶ ἐπ' ἄμφω βλεπούσης, ἡ μερικὴ καθιέρωσις τῆς σεμιδάλεως ἦν, τὸ εὐῶδες ἐχούσης καὶ ἱλαρόν· ἣν καὶ εἰς μνημόσυνον ἔσεσθαί φησιν ὁ νόμος, τοῦ δι' ὑπουργίας ἱερατικῆς προσκεκομικότος. Ἀποκερδανοῦμεν δὲ ἀληθῶς τὸ ἐν μνήμῃ κεῖσθαι τῇ παρὰ Θεῷ, δι' ὧν καρποφοροῦντες εὐωδιάζομεν· μεσιτεύοντος τοῦ Χριστοῦ καὶ Θεῷ προσάγοντος, τὸ[ν] μὲν ὁλοκλήρως ἅγιον, ὡς ἐν τάξει τῶν ὁλοκαυτωμάτων· καὶ μέντοι τὸν μὴ τοιοῦτον εἰσάπαν διὰ τὸ μεμερίσθαι τῷ κόσμῳ, θυσίαν ὥσπερ τινὰ μερικήν. Ἄζυμος δὲ ἡ θυσία. Πρέποι γὰρ ἂν πράττεσθαι καθαρῶς, πᾶν ὅπερ ἂν γένοιτο πρὸς ἡμῶν, εἰς δόξαν Θεοῦ. Καὶ γοῦν ὁ Σωτὴρ, παραιτεῖσθαι προστέταχε, τὸ ἐν μέσαις ἑστῶτα ταῖς ἀγοραῖς ποιεῖσθαι τὰς προσευχὰς, καὶ τὸ ἀμειδὲς ἐν νηστείαις, καὶ τὸ σαλπίζειν ἀκόσμως, κατοικτείροντας ἀδελφούς. Ζύμη γὰρ αὕτη, βεβηλοῦσα τὰ ἱερά. Τὸ δὲ εἰς δόξαν Θεοῦ πραττόμενον, ἐγκλημάτων ἀνθρωπαρεσκείας ἀπηλλάχθαι πρέπει· εἴη γὰρ ἂν οὕτως ἄζυμον ἀληθῶς καὶ ἱερὸν τὸ θύμα. Μερὶς δὲ καὶ βρῶσις τοῖς ἱερεῦσι, τὸ κατάλοιπον τῆς θυσίας. Ἐσθίεται πᾶν ἀρσενικὸν ἐν τόπῳ ἁγίῳ· τοῦ μὲν ἐν ἁγίῳ τόπῳ πρὸς τῶν ἱερέων δαπανᾶσθαι τὰ ἱερὰ, τοῖς μυστικωτέροις ἡμῶν λόγοις τηροῦντος τὸ σέβας· τοῦ δὲ πᾶν ἄρσεν ἐσθίειν, ὑποδηλοῦντος ἀστείως ὡς ἀκαλλές τι χρῆμα καὶ ἀνόσιον ἀληθῶς ὁ μαλακισμὸς τοῖς ἐξειλεγμένοις παρὰ Θεοῦ. Ἀνίερον γὰρ ἀποτελεῖ, καὶ εὐλογίας ἐξίστησι τῆς πνευματικῆς, καὶ ἀμέτοχον ἀποφαίνει τῶν παρὰ Θεοῦ τοῖς ἁγίοις ἐκνενεμη μένων ἀγαθῶν. Ἐμαλακίσθη δὲ καὶ Ἰούδας, ἀπονεύ-σας εἰς αἰσχροκέρδειαν· ἐξ ἀνάνδρου δὲ τοῦτο καὶ ἀγεννοῦς λογισμοῦ· ταύτῃτοι καὶ ἄγευστος τῶν παρὰ Θεοῦ μεμένηκεν ἀγαθῶν, καὶ ἀμέτοχος παντελῶς τῶν τοῖς ἁγίοις δεδωρημένων. {ΠΑΛΛ.} Ὧδε ἔχει. {ΚΥΡ.} Καὶ θυσίας μὲν τῆς ἐξ ἀγέλης, οὗτος ὁ νόμος· τρόπῳ γε μὴν ἑτέρῳ, τὴν ἐξ ἱεροῦ προσάγεσθαι γένους προστέταχε λέγων· «Τοῦτο τὸ δῶρον Ἀαρὼν καὶ τῶν υἱῶν αὐτοῦ, ὃ προσοίσουσι Κυρίῳ ἐν τῇ ἡμέρᾳ ᾗ ἂν χρίσῃς αὐτὸν, τὸ δέκατον τοῦ οἰφὶ σεμιδάλεως εἰς θυσίαν διαπαντὸς, τὸ ἥμισυ αὐτῆς τοπρωῒ, καὶ τὸ ἥμισυ αὐτῆς τὸ δειλινόν. Ἐπὶ τηγάνου ἐν ἐλαίῳ ποιηθήσεται· πεφυραμένην οἴσει αὐτὴν, ἑλικτὰ, θυσίαν ἐκ κλασμάτων, θυσίαν εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. Ὁ ἱερεὺς ὁ χριστὸς ὁ ἀντ' αὐτοῦ ἐκ τῶν υἱῶν αὐτοῦ, ποιήσει αὐτήν· νόμος αἰώνιος, ἅπαν ἐπιτελεσθήσεται· καὶ πᾶσα θυσία ἱερέως ὁλόκαυτος ἔσται, καὶ οὐ βρωθήσεται.» Ἄθρει δὴ οὖν, ὦ Παλλάδιε, τοῦ νόμου τὸ ἀκριβὲς, καὶ τὸ ἄγαν ἰσχνὸν εἰς ἀσφάλειαν ἱεροπρεπῆ. Ἐπειδὴ γὰρ τὰς τῶν ἀγελαίων θυσίας οὐχ ὁλοκαυτοῦσθαι δεῖν προστέταχεν, ἅτε δὴ μὴ εἰσάπαν ἁγίαν ἐχόντων ζωὴν, μεμερισμένην δὲ ὥσπερ Θεῷ καὶ κόσμῳ, διιστὰς εἰκότως, καὶ ἐν μοίρᾳ τιθεὶς τῇ ὑπερκειμένῃ τοὺς ἐξειλεγμένους εἰς ἱερουργίαν, ὁλόκαυτον τὴν ὑπὲρ αὐτῶν ποιεῖσθαι δεῖν ἔφη θυσίαν, τὴν προσαγομένην σεμίδαλιν καταθυμιῶντας Θεῷ πρωῒ καὶ τὸ δειλινὸν, τοῦτ' ἔστι, διὰ πάσης ἡμέρας καὶ ἐν παντὶ καιρῷ. Ἅγιος γὰρ ἀεί πώς ἐστι καὶ ἀκατάληκτον ἔχων τὴν εὐωδίαν, δῆλον δὲ ὅτι τὴν πνευματικὴν, ὁ ἐξειλεγμένος, οὐ μεμερισμένος Θεῷ τε καὶ κόσμῳ, κατά τινας, εὐπαρέδρως δὲ καὶ ἀπερισπάστως, καὶ ὅλος ἐξ ὅλου προσκείμενος τῷ ἰδίῳ ∆εσπότῃ, καὶ οἱονείπως ἀναβοῶν· «Χριστῷ συνεσταύρωμαι, ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.» Τὸ τοίνυν δέκατον τῆς σεμιδάλεως, ζωῆς ἂν εἴη σημεῖον, εὐωδιαζούσης Θεῷ κατὰ πάντα καιρόν. Ἀλλ' «ἐπὶ τηγάνου,» φησὶ, καὶ μὴν «καὶ ἐλαίῳ πεφυραμένην, καὶ ἐκ κλασμάτων ἀνοίσει αὐτήν·» τοῦ μὲν τηγάνου, καθάπερ ἐγᾦμαι, τὸ ἐπώδυνον, τοῦ δὲ πεφυρᾶσθαι τῷ ἐλαίῳ, τὸ δαψιλὲς ἐν ἱλαρότητι, τοῦ δὲ ἐκ κλασμάτων, τὸ οἱονεὶ τρυφερόν τε καὶ εὐδιάθρυπτον τῆς τῶν ἁγίων καρδίας ὑποσημαινόντων ἡμῖν αἰνιγματωδῶς. Ἕψεται γὰρ πάντως τῇ εἰσάπαν καὶ ὁλοκλήρως ἁγίᾳ ζωῇ, τὸ ἐν πόνοις δεῖν εἶναι, καὶ τὸ ἀμφιλαφὲς ἐν ἐλπίδι τῇ παρὰ Θεῷ, καὶ τὸ εὐδιάθρυπτον κομιδῇ· πρέπει γὰρ ἂν ἥκιστά γε τὸ ἀτριβές. Γέγραπται γὰρ, ὅτι «Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.» Πέπηγε δὲ ὡς λίθος, καὶ ὥσπερ ἄκμων ἀνήλατος, ἡ τοῦ διαβόλου καρδία· λέγει γὰρ οὕτω τὸ Γράμμα τὸ ἱερόν. Ἐκτείνεται δὲ καὶ μέχρι παντὸς ὁ νόμος, ταῖς τῶν ἱερατευόντων διαδοχαῖς πληρούμενος· ἕπεσθαι γὰρ δεῖ ταῖς τῶν προλαβόν των εὐδοκιμήσεσι, καὶ μιμητὰς ἀναφαίνεσθαι τῆς τῶν πατέρων εὐκλείας, κατ' ἴχνος ἰόντας τῆς ἐκείνων λατρείας, καὶ τὴν φιλαιτάτην τῷ Θεῷ προσκομίζοντας εὐωδίαν, οὐ μεμερισμένως, ἀλλ' ὁλοτελῶς. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ, «Πᾶσα θυσία ἱερέως ὁλόκαυτος ἔσται.» {ΠΑΛΛ.} Ἑαυτοὺς οὖν ἄρα προσοίσομεν, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνακεισόμεθα τῷ Θεῷ, τὴν τῶν ἁγίων ἰχνηλατοῦντες ζωὴν, καὶ ταῖς ἐκείνων ἱερουργίαις ἑπόμενοι, δῆλον δὲ ὅτι ταῖς πνευματικαῖς. {ΚΥΡ.} Πάνυ μὲν οὖν, ὦ Παλλάδιε. Πλὴν ὅτι τὸ ἀποτρίψασθαι μολυσμὸν, καὶ διαδράναι τὴν ἁμαρτίαν, οὐχ ἑτέρως ἂν γένοιτο καὶ ἐνυπάρξαι τισὶν, ἢ ὅτι διὰ μόνου Χριστοῦ, ἐν ᾧ καὶ δι' οὗ πᾶσα κάθαρσις, τὴν σωτήριον ὑπὲρ ἡμῶν ὑπομείναντος σφαγὴν, ἀναμάθοι τις ἂν, καὶ οὐκ εἰς μακρὰν, διά τε τοῦ γείτονος καὶ συνεζευγμένου θεσπίσματος· ἔχει γὰρ ὧδε· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τῷ Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, λέγων· Οὗτος ὁ νόμος τῆς ἁμαρτίας· ἐν τόπῳ οὗ σφάξουσι τὸ ὁλοκαύτωμα, σφάξουσι τὰ περὶ τῆς ἁμαρτίας ἔναντι Κυρίου· Ἅγια ἁγίων ἐστίν. Ὁ ἱερεὺς ἀναφέρων αὐτὴν, ἔδεται αὐτήν· ἐν τόπῳ ἁγίῳ βρωθήσεται, ἐν αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου. Πᾶς ὁ ἁπτόμενος τῶν κρεῶν αὐτῆς, ἁγιασθήσεται· καὶ ᾧ ἐὰν ἐπιῤῥαντισθῇ ἀπὸ τοῦ αἵματος αὐτῆς ἐπὶ τὸ ἱμάτιον, ὃς ἐὰν ῥαντισθῇ ἐπ' αὐτὸ, πλυθήσεται ἐν τόπῳ ἁγίῳ· καὶ σκεῦος ὀστράκινον οὗ ἐὰν ἑψηθῇ ἐν αὐτῷ, συντριβήσεται· ἐὰν δὲ ἐν σκεύει χαλκῷ ἑψηθῇ, ἐκτρίψει αὐτὸ, καὶ ἐκκλύσει ὕδατι. Πᾶς ἄρσην ἐν τοῖς ἱερεῦσι φάγεται αὐτά· Ἅγια ἁγίων ἐστὶ Κυρίῳ.» Ἱερεῖον μὲν οὖν τὸ περὶ τῆς ἁμαρτίας εἴη ἂν ἕτερον οὐδὲν παρὰ τὸν Ἐμμανουὴλ, ὅς ἐστιν ἀμνὸς ὁ ἀληθινὸς ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Σφάζεται δὲ ἐν τόπῳ τοῦ ὁλοκαυτώματος· οὐ γάρ τοι μερικῶς τε καὶ καθ' ἡμᾶς ἅγιος ὁ Χριστὸς (οὐ γὰρ ἐποίησεν ἁμαρτίαν), εὐώδης δὲ ὅλος καὶ ἱερὸς, καὶ ἁγιασμοῦ τοῖς ἄλλοις ἅπασι χορηγός. Εἰ γὰρ καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη καὶ τοῖς κατακεκριμένοις ἐναρίθμιος γέγονεν οἰκονομικῶς· ἀλλ' οἶδεν ἅγιον ὄντα καὶ ἱερὸν τὸν τοῦ Υἱοῦ θάνατον ὁ Πατήρ. Ταύτῃτοί φησιν· «Ἐν τόπῳ οὗ σφάξουσι τὸ ὁλο-καύτωμα, σφάξουσι καὶ τὸ περὶ ἁμαρτίας· Ἅγια ἁγίων ἐστίν.» Ὥσπερ γὰρ Θεὸς θεῶν ἐστιν ὁ Υἱὸς, οὕτω καὶ ἁγίων Ἅγιος, ὅλην αὐτὸς ἁγιάζων τὴν κτίσιν τῷ ἰδίῳ πνεύματι, καθὸ πέφυκεν ἐκ Πατρὸς, καὶ ἔστι Θεὸς ἀληθῶς. Ἔδεται δὲ τὴν θυσίαν, φησὶν, ὁ προσκομίζων αὐτὴν ἱερεύς. Ἕκαστος γὰρ, οἶμαι, τῶν εἰς λειτουργίαν τὴν ἱερὰν ἠγμένων, τοὺς καρποὺς τῶν ἰδίων ἀποτρυγήσει πόνων, καὶ τῆς ἑαυτοῦ λειτουργίας ἐκθεριεῖ τὴν ἀντίδοσιν. Ἐσθίεται δὲ τῆς θυσίας τὸ λείψανον ἐν ἁγίοις τόποις, καὶ ἐν αὐλῇ τῆς ἁγίας σκηνῆς. Προσάγεται γὰρ ἐν ἐκκλησίαις τὰ μυστικὰ, καὶ τῆς ἁγίας τραπέζης Χριστοῦ τὸ ἀπόλεκτον ἐν αὐταῖς ἀξιοῦται γένος. Ἔνθα δ' ἂν ἱερατεύει νόμιμος ἱερεὺς, ἅγιος ἔσται τόπος. Ἁγιάζει δὲ τὸν ἁπτόμενον ἡ θυσία, καὶ ὁ τοῦ αἵματος ῥαντισμός. Προσ ίεμεν γὰρ τοῖς ἁγίοις, οὐχ ἑτέρου του χάριν, ἢ ὥστε μεταλαχεῖν τοῦ ἁγίου Χριστοῦ διά τε τῆς ἀποῤῥήτου καὶ πνευματικῆς θυσίας. ∆ιαγνίζεται δὲ καὶ τὰ ταῖς θυσίαις ὑπηρετοῦντα σκεύη, ὡς ἂν μὴ ἑτέρῳ γένοιτό τινι, μηδὲ ταῖς τῶν ἀνθρώπων ὑποφέροιτο χρείαις τὰ τοῖς ἱεροῖς λελειτουργηκότα. Τετήρηται δὲ ὁ νόμος, καὶ ἐν ἐκκλησίαις σώζεται. Ἀνδριζομένοις δὲ ὅτι τὸ εὐλογεῖσθαι πρέπει, σαφηνιεῖ πάλιν ὁ νόμος εἰπών· «Πᾶν ἄρσεν ἐν τοῖς ἱερεῦσι φάγεται αὐτά.» {ΠΑΛΛ.} Σαφὴς ὁ λόγος. {ΚΥΡ.} Θεσμοθετεῖ δὲ πρὸς τούτοις, καὶ ὅπως ἂν γένοιτο καλῶς τῆς θυσίας ὁ τρόπος, τῆς ὑπὲρ ἁμαρτίας, φημί· καὶ τίνα μὲν ἐξ αὐτῆς, τὰ τοῖς λειτουργοῦσιν ἐδώδιμα, τίνα δὲ αὖ, τὰ εἰς ὀσμὴν εὐωδίας ἐξῃρημένα. Γέγραπται γὰρ οὕτω· «Καὶ πάντα, φησὶ, τὰ περὶ τῆς ἁμαρτίας, ὧν ἂν εἰσενεχθῇ ἀπὸ τοῦ αἵματος αὐτῶν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἐξιλάσασθαι ἐν τόπῳ ἁγίῳ, οὐ βρωθήσεται, ἐν πυρὶ κατακαυθήσεται. Καὶ οὗτος ὁ νόμος τοῦ κριοῦ τοῦ περὶ τῆς πλημμελείας, Ἅγια ἁγίων ἐστίν· ἐν τόπῳ οὗ σφάξουσι τὸ ὁλοκαύτωμα, σφάξουσι τὸν κριὸν περὶ τῆς πλημμελείας ἔναντι Κυρίου. Καὶ τὸ αἷμα προσχεεῖ ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου κύκλῳ· καὶ πᾶν τὸ στέαρ αὐτοῦ προσοίσει ἀπ' αὐτοῦ, καὶ τὴν ὀσφὺν, καὶ πᾶν τὸ στέαρ τὸ κατακαλύπτον τὰ ἐνδόσθια, καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσθίων· καὶ τοὺς δύο νεφροὺς, καὶ τὸ στέαρ τὸ ἐπ' αὐτῶν τὸ ἐπὶ τῶν μηρίων, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς, περιελεῖ αὐτὰ, καὶ ἀνοίσει αὐτὰ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον κάρπωμα τῷ Κυρίῳ· περὶ πλημμελείας ἐστί. Πᾶς ἄρσην ἐκ τῶν ἱερέων ἔδεται αὐτὰ, ἐν τόπῳ ἁγίῳ ἔδονται αὐτά. Ἅγια ἁγίων ἐστίν. Ὥσπερ τὸ περὶ τῆς ἁμαρτίας, οὕτω καὶ τὸ περὶ τῆς πλημμελείας· νόμος εἷς αὐτῶν ὁ ἱερεὺς ὅστις ἐξιλάσεται ἐν αὐτῷ, αὐτῷ ἔσται.» Ἀποφάσκει μὲν γὰρ δεῖν ποιεῖσθαι τροφὰς τὰ τῶν ἱερείων ἐνδόσθια. Χρὴ γὰρ μόνῳ, φησὶν, ἀνακεῖσθαι Θεῷ, καὶ αὐτῷ προσάγεσθαι· τουτὶ γὰρ οἶμαι καταδηλοῦν τὸ, «ἐν πυρὶ κατακαυθήσεται,» τοῦτ' ἔστιν, ἀνακεῖσθαι τὸ ἐν μόνῃ ἐκνενεμήσθω σαφῶς τῇ θείᾳ τε καὶ ὑπὲρ πάντα φύσει, ἧς εἰς τύπον τὸ πῦρ. Καταθυομένου δὲ τοῦ κριοῦ τῆς πλημμελείας, προσχεῖται τὸ αἷμα τῇ βάσει τοῦ θυσιαστηρίου· ἅγιος γὰρ καὶ ἱερὸς ὁ Χριστοῦ θάνατος, καὶ μὴν καὶ εὐώδης. Ἀναφέρεται γὰρ τὰ ἐνδόσθια, πιμελὴ, καὶ νεφροὶ, καὶ λοβὸς τοῦ ἥπατος. Εἶεν δ' ἂν, οἶμαι, ταυτὶ, καθὰ καὶ ἐν ἑτέροις ἔφην, εἰς ἀρετῆς τύπον τῆς οὐ μιᾶς, ἀλλ' ὡς ἐν εἴδει πολλῶν. Πλεῖστοι γὰρ ὅσοι τῆς ἀρετῆς οἱ τρόποι· δεδικαιώμεθα δὴ οὖν ἐν Χριστῷ, τὸν ὑπὲρ ἡμῶν ἀνατλάντι θάνατον, καὶ ἀναθέντι ἑαυτὸν εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί· ὅτι δὲ οὐκ ἀμισθὶ λειτουργήσομεν τῷ Θεῷ, σαφηνίζει, λέγων εὐθύς τε καὶ ἐφεξῆς· «Καὶ ὁ ἱερεὺς ὁ προσάγων ὁλοκαυτώματα ἀνθρώπου, τὸ δέρμα τῆς ὁλοκαυτώσεως ἧς αὐτὸς προσφέρει, αὐτῷ ἔσται, καὶ πᾶσα θυσία ἥτις ποιηθήσεται ἐν τῷ κλιβάνῳ. Καὶ πᾶσα ἥτις ποιηθήσεται ἐπ' ἐσχάρας, ἣ ἐπὶ τηγάνου, τοῦ ἱερέως τοῦ προσφέροντος αὐτὴν, αὐτοῦ ἔσται. Καὶ πᾶσα θυσία ἀναπεποιημένη ἐν ἐλαίῳ, καὶ μὴ ἀναπεποιημένη, πᾶσι τοῖς υἱοῖς Ἀαρὼν ἔσται· ἑκάστῳ τὸ ἴσον.» Σώζεται καὶ οὗτος ἐν ἐκκλησίαις ὁ νόμος, καὶ βραβεύει τοῖς ἱερουργοῖς τὴν ἰσότητα, διανέμων ἑκάστῳ τῆς ἀναιμάκτου θυσίας ἀπαραλλάκτως τὰ γέρα. Καὶ τοῦτο εἰδὼς ὁ Παῦλος γράφει· «Οὕτω καὶ ὁ Κύριος προσέταξε, τοὺς τῷ θυσιαστηρίῳ προσεδρεύοντας, ἐκ τοῦ θυσιαστηρίου ζῇν.» Καὶ οἱ προσφέροντες τὰς θυσίας, κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσὶ, καθὰ πάλιν αὐτός πού φησιν. {ΠΑΛΛ.} Ὧδε ἔχει. {ΚΥΡ.} Καταῤῥυθμίζει δὲ αὖ καὶ τῆς αἰνέσεως τὴν θυσίαν, καὶ ὅπως ἂν γένοιτο παρεγγυᾷ, λέγων· «Οὗτος ὁ νόμος θυσίας σωτηρίου, ἣν προσοίσουσι Κυρίῳ· Ἐὰν μὲν περὶ αἰνέσεως προσφέρῃ αὐτὴν, καὶ προσοίσει ἐπὶ τῆς θυσίας τῆς αἰνέσεως, ἄρτους ἓξ σεμιδάλεως ἀναπεποιημένης ἐλαίῳ, καὶ λάγανα ἄζυμα διακεχρισμένα ἐν ἐλαίῳ, καὶ σεμίδαλιν πεφυραμένην ἐν ἐλαίῳ. Ἐπ' ἄρτοις ζυμίταις προσοίσει τὰ δῶρα αὐτοῦ ἐπὶ θυσίᾳ αἰνέσεως σωτηρίου· καὶ προσάξει ἓν ἀπὸ πάντων τῶν δώρων αὐτοῦ, ἀφαίρεμα Κυρίῳ. Τῷ ἱερεῖ τῷ προσχέοντι τὸ αἷμα τοῦ σωτηρίου, αὐτῷ ἔσται· καὶ τὰ κρέα θυσίας αἰνέσεως σωτηρίου, αὐτῷ ἔσται. Καὶ ἐν ᾗ ἡμέρᾳ δωρεῖται, βρωθήσεται· οὐ καταλείψουσιν ἀπ' αὐτοῦ εἰς τὸ πρωΐ.» Ἐπ' ἄρτοις ζυμίταις τῆς αἰνέσεως τὴν θυσίαν ποιεῖσθαι προστέταχε· καίτοι σαφῶς καὶ ἐναργῶς ἐν ἑτέροις εἰπὼν, ὅτι «Πᾶσαν ζύμην καὶ πᾶν μέλι οὐ προσοίσετε Κυρίῳ τῷ Θεῷ ὑμῶν. ∆ῶρον ἀπαρχῆς προσοίσετε αὐτὰ τῷ Κυρίῳ· ἐπὶ δὲ τὸ θυσιαστήριον οὐκ ἀναθήσεται εἰς ὀσμὴν εὐωδίας Κυρίῳ.» Ἆρ' οὖν, ὦ Παλλάδιε, τὸ περίεργον ἐν τούτοις, οὐκ ὀνησιφόρον εἶναι φής; {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Τίς οὖν ἄρα ἔσται τῆς οἰκονομίας ὁ τρόπος, φέρε δὴ λέγωμεν, πολυπραγμονοῦντες ὡς ἔνι, καὶ τρίβον ἱέντες τὴν κεκρυμμένην. Νομικώτατα τοίνυν καὶ ὁ θεσπέσιος ∆αβὶδ τὴν πνευματικὴν ἀνακρούων λύραν, «Ποτήριον,» φησὶ, «σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι·» τῆς αἰνέσεως τὴν θυσίαν, ποτήριον σωτηρίου διαῤῥήδην ἀποκαλῶν. Προσκομίζομεν δὲ καὶ ἡμεῖς τὴν αἴνεσιν κατὰ πληθὺν μὲν ἐν ἐκκλησίαις, εἰς ἑνότητα πνεύματος, καὶ ὡς εἰς ἓν σῶμα καὶ ψυχὴν μίαν συνενηνεγμένοι διὰ τῆς πίστεως· γέγραπται γὰρ, ὅτι «Τοῦ δὲ πλήθους τῶν πεπιστευκότων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία.» Ποιούμεθα δὲ τὰς δοξολογίας καὶ καθ' ἕνα πολλάκις ἠρεμοῦντες οἶκον, καὶ ἐν ἡμέρᾳ, καὶ ἐν νυκτί· καὶ τὸ χρῆμά ἐστι τοῖς ἐπιεικέσιν ἐν τριβῇ. Ἢ οὐκ ἀληθὲς ὅ φημι; {ΠΑΛΛ.} Πῶς γὰρ οὔ; {ΚΥΡ.} Ἀλλ' εἴτ' οὖν ἐν ἐκκλησίαις κατὰ πληθὺν προσάγοιτο πρὸς ἡμῶν τὸ θῦμα, εἴτ' οὖν ἐν ἑτέροις πράττοιτο τόποις, καὶ καθ' ἕνα τυχὸν, ἢ καὶ κατὰ δύο που, καὶ τρεῖς, καὶ πλείονας ἔτι, ἀδιάκριτος ἡ παράστασις τῶν ὑμνολογεῖν εἰωθότων, καὶ εἰς τοῦτο συνδεδραμηκότων· ὁμοῦ γὰρ τοῖς ἤδη κεκαθαρμένοις διὰ τοῦ ἁγίου βαπτίσματος, συναναφέρει τὸ θῦμα· καὶ ὁ κατηχούμενος ἔτι, καὶ τοῖς τελείοις συναναθεὶς τὴν αἴνεσιν, τῶν ἔτι μυστικωτέρων ἀποφοιτᾷ, καὶ θυσίας εἴργεται τῆς ἐπὶ Χριστῷ. Ταύτῃτοι καλῶς ὁ νόμος προανεφώνει τὴν οἰκονομίαν, καὶ τῆς αἰνέσεως τὴν θυσίαν, ἐπ' ἄρτοις ζυμίταις, καὶ ἐν ἀζύμοις λαγάνοις ποιεῖσθαι προστέταχεν. Ἑκάστου, καθάπερ ἐγᾦμαι, τῶν ὠνομασμένων, ζωῆς εἶδος ὑποσημαίνοντος· ἄρτος μὲν γὰρ ὁ ἐζυμωμένος, βίου καὶ ζωῆς ἔσται τύπος, τῆς οὔπω κεκαθαρμένης διὰ τοῦ ἁγίου βαπτίσματος, οὔτε μὴν εἰσάπαν ἀπηλλαγμένης κοσμικῆς ἀκαθαρσίας· λάγανον δὲ ἄζυμον, τῆς ἤδη διεσμηγμένης ἐν Χριστῷ διὰ πίστεως, τῆς τῶν τελείων, φημὶ, οἷς καὶ ὁ θεσπέσιος Παῦλος προσεφώνει, λέγων· «Ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.» Καὶ πάλιν· «Ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι.» {ΠΑΛΛ.} Ἄριστα ἔφης. {ΚΥΡ.} Σεμίδαλις δὲ πρὸς τούτοις οὔπω πρὸς ἑνότητα συνενηνεγμένη, καθὰ καὶ ἐν ἄρτῳ καὶ ἐν λαγάνῳ τυχὸν, μένουσα δὲ ὥσπερ ἐν κόκκοις ἔτι, τὸ ὡς ἓν καθ' ἕκαστον καὶ καθ' ἕνα τῶν προσκομιζόντων τὴν αἴνεσιν ὑπαινίττεται· δεκτοὶ γάρ ἐσμεν τῷ Θεῷ, ποιούμενοι τὰς δοξολογίας, καὶ ἀνὰ μέρος ἕκαστος, καὶ ὡς ἓν οἱ πάντες κατὰ πληθύν. Ἐπιχεῖται δὲ τὸ ἔλαιον τῇ τῆς αἰνέσεως θυσίᾳ, τὸ ἱλαρὸν τοῦ πράγματος ὑποσημαῖνον, καὶ ὅτι πάντη τε καὶ πάντως ἕψεται παρὰ Θεῷ τὸ ἐλεεῖσθαι δεῖν τοῖς προσάγειν εἰωθόσιν αὐτήν. «Θῦσον γὰρ, φησὶ, τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.» Γράφει δέ που καὶ ὁ Χριστοῦ μαθητής· «Ἀθυμεῖ τις ἐν ὑμῖν; προσευχέσθω· εὐθυμεῖ; ψαλλέτω.» Οὐκοῦν ἐν ἄρτοις ἐζυμωμένοις, καὶ ἐν ἀζύμοις λαγάνοις, καὶ ἐν κεγχρεμίσιν ἔτι σεμιδάλεως ἐκπράττεσθαι δεῖν τῆς αἰνέσεως τὴν θυσίαν, διετύπου σαφῶς· ἑνὸς δὲ ἀφ' ἑκάστου προσαγομένου, καὶ ὡς ἐν δρακὶ μιᾷ τῆς σεμιδάλεως, σφαζομένου τε προβάτου, καὶ τῶν ἐντοσθίων θυομένων κατὰ τὸν νόμον, ἐδώδιμα τὰ λοιπὰ τοῖς ἱερουργεῖν ἐπιτεταγμένοις, οὐκ ἀκερδῆ τὴν ἱερωσύνην καταδεικνύντος τοῦ νόμου· προσεπιτάττει λέγων· «Ἐν ᾗ ἡμέρᾳ δωρεῖται, βρωθήσεται· οὐ καταλείψουσιν ἀπ' αὐτοῦ εἰς τὸ πρωΐ.» ∆ι' οὗ δὴ πάλιν ἔπεισι νοεῖν ἐκεῖνό που τάχα· παρελάσαντος γὰρ τοῦ καιροῦ, καὶ παρῳχηκότος τοῦ αἰῶνος τοῦ ἐνεστηκότος καθάπερ ἡμέρας, δοξολογίας ἡμῖν ἐπινοηθήσεται παρ' οὓς ἴσμεν τρόπος ἕτερος. Ὥσπερ γὰρ τῆς ἐπὶ τῷ Φαραὼ δυναστείας ἐλευθερωθέντες ἡδόμενοι ἐν νόμῳ ἔλεγον, «Ἄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν εἰς θάλασσαν.» Λαμπρότερα δὲ ἀσυγκρίτως καὶ ὑπερκείμενα προαναθεωροῦντες ἐν πνεύματι τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τὰ κατορθώματα, διακεκράγασι τῶν ἁγίων τινές· «Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν·» τοῦτο δὲ ἦν, «Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ,» σκυλεύσας τὸν ᾅδην, «καὶ εἰπὼν τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε·» τὸν αὐτὸν, οἶμαι, τρόπον, κατηργημένου θανάτου, καὶ τῆς ἁμαρτίας λελυμένης εἰσάπαν, αἰνέσεως ἔσται τρόπος ὁ τῷ καιρῷ πρέπων· ἐπὶ μείζοσι γὰρ ὑμνήσομεν· καὶ τὰ ὑπὲρ νοῦν καὶ λόγον πλουτήσαντες ἀγαθὰ, λαμπροτέραις εὐφημίαις τὸν ἁπάντων ἡμῖν δοτῆρα τῶν ἀγαθῶν Χριστὸν συστεφανώσομεν τῷ Θεῷ καὶ Πατρί. «Εἴτε γὰρ προφητεῖαι καταργηθήσονται,» φησὶν, «εἴτε γνῶσις παύσεται· Καὶ ἄρτι μὲν ἐκ μέρους γινώσκομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται.» Καὶ μὴν καὶ αὐτὸς ἔφη που Χριστός· «Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν. Ἀλλ' ἔρχεται ὥρα ὅτε οὔτε ἐν παροιμίαις λαλήσω ὑμῖν, ἀλλὰ παῤῥησίᾳ περὶ τοῦ Πατρὸς ἀναγγελῶ ὑμῖν.» Ὡς οὖν ἐσομένης ἐν ἡμῖν κατὰ καιροὺς τελειοτέρας γνώσεως, ὑψηλότερον ἢ νῦν καὶ ὑμνήσομεν. {ΠΑΛΛ.} Πιθανὸς ὁ λόγος. {ΚΥΡ.} Ἑκάστῃ δὴ οὖν θυσίᾳ τὸν αὐτῇ πρέποντα θεσμοθετήσας ὅρον, καὶ ὅπως ἂν γένοιτο, διειπὼν εὖ μάλα, κοινωνὸν εὐθὺς τοῦ θυσιαστηρίου καθίστησι τὸν ἱερουργόν. Γέγραπται γὰρ ὡδί· «Καὶ εἶπε Κύριος πρὸς Ἀαρὼν, λέγων· Σὺ καὶ οἱ υἱοί σου, καὶ ὁ οἶκος πατριᾶς σου, λήψεσθε τὰς ἀπαρχὰς τῶν ἁγίων· καὶ σὺ καὶ οἱ υἱοί σου λήψεσθε τὰς ἁμαρτίας τῆς ἱερατείας ὑμῶν.» Προσεπαγαγὼν δὲ τούτοις, ὅτι χρὴ τῶν ἱερῶν ἔχεσθαι σπουδασμάτων αὐτοὺς διεγηγερμένῳ καὶ νήφοντι νῷ, «Καὶ ἰδοὺ ἐγὼ,» φησὶ, «δέδωκα ὑμῖν τὴν διατήρησιν τῶν ἀπαρχῶν ἀπὸ πάντων τῶν ἡγιασμένων μοι παρὰ τῶν υἱῶν Ἰσραήλ· σοὶ δέδωκα αὐτὰ εἰς γέρας, καὶ τοῖς υἱοῖς σου μετὰ σὲ, νόμιμον αἰώνιον· καὶ τοῦτο ἔστω ὑμῖν ἀπὸ τῶν ἡγιασμένων ἁγίων τῶν καρπωμάτων, ἀπὸ πάντων τῶν δώρων αὐτῶν, καὶ ἀπὸ πάντων τῶν θυσιασμάτων αὐτῶν, καὶ ἀπὸ πάσης πλημμελείας αὐτῶν, καὶ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν, ὅσα ἀποδιδόασί μοι ἀπὸ πάντων τῶν ἁγίων, σοὶ ἔσται καὶ τοῖς υἱοῖς σου. Ἐν τῷ Ἁγίῳ τῶν ἁγίων φάγεσθε αὐτά· πᾶν ἀρσενικὸν φάγεσθε αὐτὰ, σὺ καὶ οἱ υἱοί σου. Ἅγια ἔσται σοι. Καὶ τοῦτο ἔσται ὑμῖν ἀπαρχῶν δομάτων αὐτῶν, ἀπὸ πάντων τῶν ἐπιθεμάτων τῶν υἱῶν Ἰσραήλ. Σοὶ δέδωκα αὐτὰ καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσι σου μετὰ σοῦ, νόμιμον αἰώνιον· πᾶς καθαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά. Πᾶσα ἀπαρχὴ ἐλαίου, καὶ πᾶσα ἀπαρχὴ οἴνου, καὶ σίτου, ἀπαρχὴ αὐτῶν ὅσα ἂν δῶσι τῷ Κυρίῳ, σοὶ δέδωκα αὐτά. Τὰ πρωτογεννήματα πάντα ὅσα ἐν τῇ γῇ αὐτῶν, ὅσα ἂν ἐνέγκωσι Κυρίῳ, σοὶ ἔσται. Πᾶς καθαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά. Πᾶν ἀνατεθεματισμένον ἐν υἱοῖς Ἰσραὴλ, σοὶ ἔσται, καὶ πᾶν διανοῖγον μήτραν ἀπὸ πάσης σαρκὸς, ὅσα προσφέρουσι Κυρίῳ, ἀπὸ ἀνθρώπου ἕως κτήνους, σοὶ ἔσται. Ἀλλ' ἢ λύτροις λυτρωθήσεται τὰ πρωτότοκα τῶν ἀνθρώπων, καὶ τὰ πρωτότοκα τῶν κτηνῶν τῶν ἀκαθάρτων λυτρώσῃ· καὶ ἡ λύτρωσις αὐτοῦ, ἀπὸ μηνιαίου· ἡ συντίμησις πέντε σίκλων, κατὰ τὸν σίκλον τὸν ἅγιον, εἴκοσι ὀβολοί εἰσι· πλὴν πρωτότοκα μόσχων καὶ πρωτότοκα προβάτων, καὶ πρωτότοκα αἰγῶν οὐ λυτρώσῃ· ἅγιά ἐστι· καὶ τὸ αἷμα αὐτῶν προσχεεῖς πρὸς τὸ θυσιαστήριον, καὶ τὸ στέαρ ἀνοίσεις κάρπωμα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. Καὶ τὰ κρέα ἔσται σοὶ, καθὰ καὶ τὸ στηθύνιον τοῦ ἐπιθέματος· καὶ κατὰ τὸν βραχίονα τὸν δεξιὸν, σοὶ ἔσται. Πᾶν ἀφαίρεμα τῶν ἁγίων, ὅσα ἐὰν ἀφέλωσιν οἱ υἱοὶ Ἰσραὴλ Κυρίῳ, δέδωκα σοὶ καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσι σου μετὰ σοῦ, νόμιμον αἰώνιον· διαθήκη ἁλὸς αἰωνίου ἐστὶν ἔναντι Κυρίου, σοὶ καὶ τῷ σπέρματί σου μετὰ σέ.» Συνίης οὖν ἄρα κἀντεῦθεν, οἶμαί που, καὶ μάλα σαφῶς, ὅτι πᾶν εἶδος θυσίας καὶ προσαγωγῆς ἐκνενέμηκεν ἐναργῶς τῷ ἱερῷ τε καὶ ἀπολέκτῳ γένει, καὶ τὰ ἀπὸ πάσης πλημμελείας, καὶ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν, τοῦτ' ἔστι, τὰ ὑπὲρ πάσης πλημμελείας καὶ ἁμαρτίας θύματα. Ὄνομα γὰρ τοῖς ὑπὲρ ἁμαρτίας θύμασιν, ἁμαρτία. Τοιγάρτοι καὶ Παῦλος ἡμῖν ὁ σοφὸς, νομικὴν ἐπὶ Χριστῷ τὴν λέξιν ἐπετίθει λέγων· «∆εόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ· τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε.» Τέθυται γὰρ ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφὰς, ὡς ἀρνίον ἄκακον ὁ Υἱός. Ὅτι δὲ ἁμαρτία τοῖς ὑπὲρ ἡμῶν ἁμαρτίας θύμασιν ὄνομα τέθειται παρὰ τοῦ νόμου, σαφηνιεῖ λέγων διὰ τοῦ προφήτου Θεὸς περὶ τῶν ἱερουργῶν· «Ἁμαρτίας λαοῦ μου φάγονται·» τοῦτ' ἔστι, τὰ ὑπὲρ ἁμαρτιῶν τοῦ λαοῦ μου, βρῶσις ἔσται τοῖς ἱερεῦσιν. Ἀπονέμει τοίνυν αὐτοῖς ἁπάσης θυσίας λείψανον, ἐδώδιμά τε ποιεῖσθαι προστάττει, πλὴν ἐν ἁγίῳ τόπῳ, φησὶ, καὶ ὑπὸ παντὸς ἀρσενικοῦ. Καὶ τίς ὁ ἐπὶ τῷδε λόγος, εἴρηται πρὸς ἡμῶν. Ἐν δὴ τοῖς ἤδη παρῳχηκόσιν, ἐλαίου δὲ ἀπαρχὴ, σίτου τε καὶ οἴνου, καὶ τῶν πρωτοτόκων αἱ ἀπολυτρώσεις, καὶ μέν τοι τὰ ἀναθήματα μόνοις οὐκέτι τοῖς ἀρσενικοῖς, οὐδὲ ἐν αὐλῇ τῇ ἁγία βρώσιμα, ἀλλ' ἐν οἴκῳ λοιπὸν ἱερέως, καὶ αὐταῖς θυγατράσιν ἐγκείμενα πρὸς ἀπόλαυσιν, καὶ παντὶ γνωρίμῳ καὶ οἰκειοτάτῳ. Καὶ ἀναγκαία πρὸς ἐπιτήρησι ἡ διαστολή· τὰ μὲν γὰρ τῶν θυσιῶν λείψανα, μόνου ἂν πρέποι τοῖς ἡγιασμένοις εἰς χρῆσιν, καὶ οὐχ ὡς βρῶσις ἔσται κοινή· καὶ τόπος ἅγιος, ὁ πρέπων αὐτοῖς. Τὰ δὲ ὅσα περίεστιν, ἐν δωροφορίας τάξει προσενηνεγμένα, παραλαβὼν, δεύτερόν πως, φησὶν, ἐν ἑαυτοῖς ἔχει λόγον· καὶ παντὶ προσκείσεται τῷ οἴκῳ τοῖς ἱερουργοῖς, εἰ μόνον εἴη καθαρὸς, τοῦτ' ἔστιν, ἀβέβηλος· κατὰ μὲν τὸν νόμον, εἰ μὴ ἀπερίτμητος, εἰ μὴ ἀλλογενὴς, εἰ μὴ λεπρὸς, εἰ μὴ γονοῤῥυής· κατὰ δέ γε τὸν τοῦ νέου Γράμματος σκοπὸν καὶ ἀσφάλειαν ἐκκλησιαστικὴν, εἰ μὴ ἀνίερός τε καὶ ἄπιστος, εἰ εὐσεβὴς καὶ φιλόθεος. Πρέποι γὰρ ἂν ὅτι μάλιστά γε τοῖς εἰς θείαν ἱερουργίαν ἠγμένοις, κολλᾶσθαι φιλεῖν τοὺς οἵπερ ἂν εἶεν ἀγαθοί τε τὴν ἕξιν, καὶ φιλοθεΐας ἔμπλεω τὴν διάνοιαν ἔχοντες. Προστιθεὶς δὲ τούτοις, ὅτι «∆ιαθήκη ἁλὸς αἰωνίου ἐστὶν ἔναντι Κυρίου, σοὶ καὶ τῷ σπέρματί σου μετὰ σοῦ,» τηρεῖσθαί που πάντως ἐκεῖνο προστέταχεν, ὃ καὶ ἐν ἑτέροις ἔφη· «Οὐ διαλείψει ἅλας διαθήκης Κυρίου ἀπὸ θυσιασμάτων ὑμῶν. Ἐπὶ παντὶ δώρῳ ὑμῶν προσ οίσετε Κυρίῳ τῷ Θεῷ ὑμῶν ἅλα.» Κατεπάττετο δὲ ἁλσὶν ἡ θυσία, τοῦ τύπου σημαίνοντος τὸ ἐμφρόνως χρῆναι καθιεροῦσθαι Θεῷ, καὶ οἱονεὶ ποιεῖσθαι νοστιμωτάτην αὐτῷ τὴν πρόσοδον. Οὐ γὰρ βρωθήσεται ἄρτος ἄνευ ἅλατος, κατὰ τὸ γεγραμμένον. «Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς,» τοῖς ἁγίοις ἀποστόλοις προσπεφώνηκεν ὁ Χριστός. {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Νόμοι μὲν οὖν οἴδε εἰσὶ, καθ' οὓς ἱερᾶσθαι πρέπει τοὺς ἡγιασμένους. Ὅτι δὲ τοὺς ἐξειλεγμένους, ἀρίστην ἐφ' ἑαυτοῖς λαχόντας τὴν ψῆφον, ἀποφοιτᾷν ἀναγκαῖον καὶ βεβήλου συνουσίας, καὶ μερίμνης κοσμικῆς, ἐφ' ἧς ἂν γένοιτο καὶ τὸν εὖ βεβηκότα καταμεθύσκεσθαι νοῦν, καὶ μονονουχὶ κατασείεσθαι πρὸς ἐκτόπους ἡδονὰς, διασαφηνιεῖ λέγων ἐν τῷ Λευϊτικῷ· «Οἶνον καὶ σίκερα οὐ πίεσθε, σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ, ἡνίκα ἂν εἰσπορεύησθε εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ἢ προπορευομένων ὑμῶν εἰς τὸ θυσιαστήριον καὶ οὐ μὴ ἀποθάνητε· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν διαστεῖλαι ἀναμέσον τῶν ἁγίων καὶ τῶν βεβήλων, καὶ ἀναμέσον τῶν ἀκαθάρτων καὶ τῶν καθαρῶν. Καὶ συμβιβάσεις τοῖς υἱοῖς Ἰσραὴλ ἅπαντα τὰ νόμιμα ἃ ἐλάλησε Κύριος πρὸς αὐτοὺς διὰ χειρὸς Μωσῆ.» Ἄθρει δὴ οὖν τὸ ἐγρηγορέναι δεῖν ἀναγκαῖον αὐτοῖς, καὶ θανάτου πρόξενον, τῷ νῷ κατεσκοτισμένῳ καὶ πεφροντισμένῃ καρδίᾳ, καὶ μέθην ἐχούσῃ κοσμικήν· μεθύουσι γὰρ ἄνευ οἴνου τινὲς, τὸ λειτουργίας ἅπτεσθαι τῆς ἱερᾶς. Οἴχεται γὰρ ἔσθ' ὅτε πρὸς τὸ ἀκαλλὲς ὁ νοῦς ὀρθοποδεῖν οὐκ ἔχων, καὶ διαπίπτει τὰ ἱερὰ, καὶ ἐν κόσμῳ μὲν οὐκέτι τὰ δρώμενα, διέῤῥιπται δὲ ὥσπερ τῆς εὐθείας ὁδοῦ· ὃ δὴ πεπονθότας, ἀνάγκη προσκρούειν Θεῷ, καὶ πικρὰς τῆς ῥᾳθυμίας ἀνατλῆναι δίκας. Ἐγρηγορέναι δὴ οὖν ἀναγκαῖον, μέθνη ἀποσειομένους, τὴν ἐκ μερίμνης κοσμικῆς. Τοῦτό τοι δρᾷν καὶ αὐτὸς ὁ Σωτὴρ ἀναπείθει, λέγων· «Προσέχετε μήποτε βαρυνθῶσιν αἱ καρδίαι ὑμῶν φροντίδι καὶ μερίμναις βιωτικαῖς.» Τίς δ' ἂν γένοιτο πρὸς ἡμῶν ὁ τῆς νήψεως τρόπος, ἢ πῶς ἀβέβηλοί τε καὶ καθαροὶ καὶ δίκης ἔξω μενοῦμεν, ὑπεσήμανεν εὐθύς. «∆ιάστειλαι γὰρ, φησὶν, ἀνὰ μέσον ἁγίου καὶ βεβήλου, καὶ καθαροῦ καὶ ἀκαθάρτου· καὶ συμβιβάσεις τοὺς υἱοὺς Ἰσραὴλ ἅπαντα τὰ νόμιμα, ἃ ἐλάλησε Κύριος ἐν χειρὶ Μωσῆ.» Τοῦτο δέ ἐστιν ἐναργῶς ἐκεῖνο εἰπεῖν, ὅτι προσήκει τοὺς ἱερέας τὸ μεθύειν ἀποσειομένους, ἀποφοιτᾷν ἀνδρῶν οὐχ ἁγίων, βεβήλων δὲ καὶ ἀκαθάρτων. ∆ρῴη δ' ἂν, οἶμαι, τὶς αὐτὸ καὶ μάλα ῥᾳδίως, ἀβέβηλός τε ὑπάρχων καὶ καθαρός· «Πᾶν γὰρ ζῶον, φησὶν, ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ, καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολληθήσεται ἀνήρ.» Καὶ πρός γε δὴ τούτῳ, σοφοὺς εἶναι προσήκει καὶ διδακτικούς· ὁ γάρ τοι τῆς λογικῆς ἀγέλης προσεγκείμενος, νηφάλιος ἔστω καὶ διδακτικός. Εὖ γε δὴ σφόδρα τὸ, Συμβιβάσεις, φησὶ, τοῦτ' ἔστι, σαφηνιεῖς, ὡς ἰσχύσαι συνιδεῖν τοὺς ἀκροωμένους, ὡς ἔστι παιδαγωγὸς ὁ νόμος, καὶ λαλεῖ τὸ Χριστοῦ μυστήριον· δυσέφικτον γὰρ οὐδέν. ἢ συμβιβασμοῦ δεόμενον, εἰ μὴ νοοῖτο πνευματικῶς· κομιδῇ γὰρ ἁπλοῦς καὶ τῶν ἀσαφείας κατασκιασμάτων ὁ τῆς ἱστορίας ἀπήλλακται λόγος.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ΤΡΙΣΚΑΙ∆ΕΚΑΤΟΣ Ἔτι περὶ ἱερωσύνης.
Ἱερέων μὲν δὴ πέρι καὶ Ἀαρὼν, ταυτὶ πρὸς ἡμῶν εἰρήσθω τέως. Χρῆναι δὲ οἶμαι προσενεγκεῖν οἷς ἔφην τὰ ἐκλελοιπέναι δοκοῦντα ἐπί γε τοῖς Λευΐταις τεθεσπισμένα. Ὧδε γὰρ ἔχοιτο ἀποχρῶν ὁ λόγος. {ΠΑΛΛ.} Οὐκοῦν ἴθι τοι, φράζε τε σαφῶς· διανοῇ γὰρ ὀρθῶς. {ΚΥΡ.} Τάξιν μὲν δὴ ταῖς ἱερουργίαις τὴν ἀρίστην ἐπιτιθεὶς, ὑποκαθίστησι τῷ ἀρχιερεῖ τὸ τάγμα τὸ Λευϊτικὸν, ἐν τοῖς Ἀριθμοῖς οὕτω λέγων· «Καὶ τοῖς Λευΐταις λαλήσεις, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἐὰν λάβητε παρὰ τῶν υἱῶν Ἰσραὴλ τὸ ἐπιδέκατον, ὃ δέδωκα ὑμῖν παρ' αὐτῶν ἐν κλήρῳ, καὶ ἀφελεῖτε ὑμεῖς ἀπ' αὐτοῦ ἀφαίρεμα Κυρίῳ, ἐπιδέκατον ἀπὸ τοῦ ἐπιδεκάτου, καὶ λογισθήσεται ὑμῖν τὰ ἀφαιρέματα ὑμῶν ὡς σῖτος ἀπὸ ἅλω, καὶ ἀφαίρεμα ἀπὸ ληνοῦ. Οὕτως ἀφελεῖτε αὐτοὺς καὶ ὑμεῖς ἀπὸ πάντων τῶν ἀφαιρεμάτων Κυρίου ἀπὸ πάντων τῶν ἐπιδεκάτων ὑμῶν, ὅσα ἐὰν λάβητε παρὰ τῶν υἱῶν Ἰσραήλ· καὶ δώσετε ἀπ' αὐτῶν ἀφαίρεμα Κυρίῳ, Ἀαρὼν τῷ ἱερεῖ ἀπὸ πάντων τῶν δομάτων ὑμῶν ἀφελεῖτε ἀφαίρεμα Κυρίῳ, ἢ ἀπὸ πάντων τῶν ἀπαρχῶν τὸ ἡγιασμένον ἀπ' αὐτοῦ. Καὶ ἐρεῖς πρὸς αὐτούς· Ὅταν ἀφαιρῆτε τὴν ἀπαρχὴν ἀπ' αὐτοῦ, καὶ λογισθήσεται τοῖς Λευΐταις ὡς γέννημα ἀπὸ ἅλω, καὶ ὡς γέννημα ἀπὸ ληνοῦ· καὶ ἔδεσθε αὐτὸ ἐν παντὶ τόπῳ, ὑμεῖς καὶ οἱ υἱοὶ ὑμῶν, καὶ οἱ οἶκοι ὑμῶν, ὅτι μισθὸς οὗτος ὑμῖν ἐστιν ἀντὶ τῶν λειτουργιῶν ὑμῶν τῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· καὶ οὐ λήψεσθε δι' αὐτὸ ἁμαρτίαν, ὅτι ἂν ἀφαιρῆτε τὴν ἀπαρχὴν ἀπ' αὐτοῦ· καὶ τὰ ἅγια τῶν υἱῶν Ἰσραὴλ οὐ βεβηλώσετε, ἵνα μὴ ἀποθάνητε.» Ὁρᾷς τὸ Χριστοῦ μυστήριον ὡς ἐν σκιαῖς ἔτι, καὶ προαναλάμπον ἐν τύποις; ὁ γάρ τοι δεκάτας λαμβάνων δεδεκάτωται, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. Ἀλλὰ τότε μὲν ὁ τύπος ἐν Μελχισεδὲκ, ἐν δέ γε καιροῖς κατὰ Μωσέα, τετήρηται πάλιν ὡς ἐν Ἀαρὼν, τὸν τῶν ἱερέων ἱερέα Χριστὸν ἐφ' ἑαυτῷ σημαίνοντι τὸν ἡγούμενον, καὶ προεστηκότα τῆς ἁγίας σκηνῆς, τοῦτ' ἔστι τῆς Ἐκκλησίας, τὸν Ἅγιον τῶν ἁγίων, καὶ Θεὸν τῶν θεῶν, ᾧ πᾶσα καρποφορία πρὸς ἡμῶν ὀφείλεται. Γέγραπται γὰρ, ὅτι «Πάντες οἱ κύκλῳ αὐτοῦ, οἴσουσι δῶρα.» Ἀλλ' ἐν τύποις μὲν ἔτι τὰ Μωσαϊκὰ, πνευματικαῖς δὲ νυνὶ καρποφορίαις τὸν ἑαυτῶν κατευφραίνουσι Λυτρωτὴν, οἱ τῶν εὐαγγελικῶν θεσπισμάτων γνήσιοι φύλακες. {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Ἀπόλεκτον δὲ ὅτι τὸ Λευϊτικόν ἐστι γένος, καὶ τῶν ἄλλων ἐξῃρημένον, φανερὸν ποιεῖ κατὰ τοιόνδε τινὰ τρόπον· Ἀπαριθμεῖσθαι προστέταχε τὸ δημοτικὸν, καὶ τῆς ἀγελαίου πληθύος ἀκριβῆ ποιεῖσθαι τὸν ἐκλογισμὸν, οὐκ ἠγνοηκὼς ὁ ∆ημιουργός. Ἠρίθμηνται γὰρ αὐτῷ σταγόνες ὑετοῦ, κατὰ τὸ γεγραμμένον, καὶ οὐκ ἄν τι διαλάθοι νοῦν τὸν ἀκήρατον, ἀλλ' ἵν' εἰδεῖεν καὶ μάλα σαφῶς οἱ τοῖς ἱεροῖς ἐντυχόντες Γράμμασιν, ὅτι τῷ Θεῷ προσκείμενοι καὶ λαὸς αὐτοῦ κεχρηματικότες, ἐν ἀπογραφαῖς ἴενται ταῖς παρὰ Θεῷ, καὶ ἐν βίβλῳ ζωῆς, καὶ ἐναρίθμιοι τοῖς γνωρίμοις, καὶ ἐν μνήμαις ἤδη τοῦ πάντων ∆εσπότου. Οὐκοῦν ἀπεγράφετο μὲν τὸ δημοτικὸν, ἀνὰ μέρος δὲ ὥσπερ ἐτίθει Θεὸς τὸ ἀπόλεκτόν τε καὶ ἱερὸν γένος, καὶ οὐκ ἐν ἴσῃ τάξει τοῖς ἄλλοις ἠφίει ποθὲν, μοῖραν δὲ ὥσπερ αὐτῷ τὴν προὔχουσαν ἀπεταμιεύετο, λέγων πρὸς Μωσέα τὸν σοφώτατον· «Ὅρα τὴν φυλὴν Λευῒ, οὐ συνεπισκέψῃ τὸν ἀριθμὸν αὐτῶν, καὶ οὐ λήψῃ ἐν μέσῳ τῶν υἱῶν Ἰσραήλ.» Ἐξαίρετος γὰρ τῶν ἁγίων ὁ κλῆρος, καὶ ἐν ὑπεροχαῖς τὰ γέρα. Καὶ τάχα που καὶ ἐν βίβλοις ἑτέραις ἡ ἀπογραφή· τεθέαται γὰρ οὐ μίαν ὁ θεσπέσιος ∆ανιὴλ, ἀλλ' ᾗ φησιν αὐτός· «Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν.» Οὐκοῦν ἀναλόγοις τοῖς ἑκάστου μέτροις, ἡ ἀπογραφή. Ἐξῄρηται δὲ ὥσπερ τῆς ἄλλης πληθύος τὸ ταῖς θείαις ἱερουργίαις ἐκνεμηθὲν καὶ ἀνακείμενον γένος, καὶ τόν γε τῆς τῶν Λευϊτῶν ἱερουργίας τρόπον διεσάφει λέγων εὐθύς· «Λάβε τὴν φυλὴν Λευῒ, καὶ στήσεις αὐτοὺς ἐναντίον Ἀαρὼν τοῦ ἱερέως, καὶ λειτουργήσουσιν αὐτῷ, καὶ φυλάξουσι τὰς φυλακὰς αὐτοῦ, καὶ τὰς φυλακὰς τῶν υἱῶν Ἰσραὴλ ἔναντι τῆς σκηνῆς τοῦ μαρτυρίου, ἐργάζεσθαι τὰ ἔργα τῆς σκηνῆς· καὶ φυλάξουσι πάντα τὰ σκεύη τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ τὰς φυλακὰς τῶν υἱῶν Ἰσραὴλ κατὰ πάντα τὰ ἔργα τῆς σκηνῆς. Καὶ δώσεις τοὺς Λευΐτας Ἀαρὼν τῷ ἀδελφῷ σου, καὶ τοῖς υἱοῖς αὐτοῦ τοῖς ἱερεῦσι· δεδομένοι δόμα οὗτοί μοί εἰσιν ἀπὸ τῶν υἱῶν Ἰσραὴλ, καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ καταστήσεις ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου. Καὶ φυλάξουσι τὴν ἱερατείαν αὐτῶν, καὶ πάντα τὰ κατὰ τὸν βωμὸν, καὶ ἔσω τοῦ καταπετάσματος· καὶ ὁ ἀλλογενὴς ὁ ἁπτόμενος, ἀποθανεῖται.» Οἱ μὲν οὖν Λευῗται, συνεργάται τρόπον τινὰ καὶ οἱονεὶ συλλήπτορες τοῖς ἱερουργοῖς ἐκνενέμηνται, φυλάξουσι γὰρ τὰς φυλακὰς αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ Ἀαρὼν, καὶ πάντα τὰ σκεύη τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ τὰ φυλάγματα τῶν υἱῶν. Ἰσραήλ. Καὶ μέχρι τούτων αὐτοῖς τῆς συνεργείας ὁ τρόπος. Ἐφίστησι δὲ τῇ σκηνῇ τόν τε Ἀαρὼν, καὶ τοὺς υἱοὺς σὺν αὐτῷ, καὶ «Φυλάξουσι» γὰρ, φησὶ, «τὴν ἱερατείαν ἑαυτῶν καὶ πάντα κατὰ τὸν βωμὸν, καὶ τὰ ἐσώτερα τοῦ καταπετάσματος,» τοῦτ' ἔστι τὰ ἀπόῤῥητά τε καὶ μυστικώτερα, καὶ ὅσα δρᾷν ἔθος τοὺς τῷ θείῳ προσεδρεύοντας θυσιαστηρίῳ· καὶ ἔστι μὲν ἀκραιφνῶς ὡς εἰς Χριστὸν ὁ τύπος, ὃν κατέστησεν ὁ Πατὴρ ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς. Κατασημήνειαν δ' οὐκ ἀσυμφανῶς οἱ τῷ Ἀαρὼν συνιερατεύοντες, τῶν ἁγίων ἀποστόλων τὸν ἐναγῆ τε καὶ ἀξιάγαστον χορὸν, συνεργαζομένων ὥσπερ καὶ συλλειτουργούντων τῷ Χριστῷ. Θεοῦ γὰρ γεγόνασι συνεργοὶ, ταμίαι τε καὶ οἰκονόμοι μυστηρίων Θεοῦ, καὶ μὴν καὶ διάκονοι, δι' ὧν πεπιστεύκαμεν. Εἰ δέ τις ἕλοιτο καὶ τῆς Ἐκκλησίας τὴν τάξιν πολυπραγμονεῖν, τὴν ἐν νόμῳ προανατύπωσιν, καταθαυμάσειεν ἂν εἰκότως. Ἐπισκόποις μὲν γὰρ, ἅτε δὴ τότε καθηγεῖσθαι λαχοῦσιν, καὶ μὴν τοῖς ἐπὶ τὴν μείω διέπουσι τάξιν, πρεσβυτέροις δέ φημι, πεπίστευται τὸ θυσιαστήριον, καὶ τὰ ἔσω τοῦ καταπετάσματος, οἷς ἂν πρέποι καὶ λέγεσθαι· «Καὶ φυλάξουσι τὴν ἱερατείαν αὐτῶν·» διακόνοις γε μὴν, τὸ, «Φυλάξουσι τὰς φυλακὰς τῆς σκηνῆς, καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὰ φυλάγματα τοῦ λαοῦ.» Ἢ οὐκ αὐτοὶ προστάττουσι διακεκραγότες ἐν ἐκκλησίαις, ποτὲ μὲν ὑμνολογεῖν ὅτι προσήκει λαοῖς, καὶ ἐν κόσμῳ μὲν ἑστάναι, κατηρεμεῖν δὲ πολλάκις, καὶ διανιστᾶσιν εἰς προσευχὰς, καὶ τῆς ἀναιμάκτου θυσίας ἐπιτελουμένης, αὐτοὶ προσκομίζουσι τὰ τῶν σκευῶν ἱερώτερα, καὶ λεπτὴν ἐφ' ἅπασι τοῖς ἀναγκαίοις ποιοῦνται τὴν ἐπιτήρησιν; {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Οὐκοῦν ἱερατεύουσι μὲν οἱ προὔχοντες, συλλαμβάνονται δὲ οἱ Λευῗται τῆς ἐκκλησιαστικῆς ἱερατείας τὴν τάξιν, τοῦ νομικοῦ προαναφωνοῦντος γράμματος. Ἐξείργεται δὲ τὸ δημοτικὸν παντὸς ἱεροῦ πράγματος, καὶ ὁ περὶ τῶν ἐσχάτων ἐπήρτηται λόγος τοῖς ἁρπάζουσι τὴν τιμήν. Τεθνήξεται γὰρ, φησὶν, ἢν αὐτόμολός τις ἐπ' αὐτὴν ἔλθῃ, τὴν θείαν ἐφ' ἑαυτῷ ψῆφον οὐκ ἔχων. {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Οὐκοῦν ἀσύντακτον μὲν ταῖς τῶν ἄλλων ἀπογραφαῖς τὸ Λευϊτικόν, πλὴν ἀνάγραπτον ἰδικῶς καὶ ἐν βίβλῳ Θεοῦ· «Καὶ ἐλάλησεν» γὰρ, φησὶ, «Κύριος πρὸς Μωσῆν ἐν τῇ ἐρήμῳ Σινᾶ λέγων· Ἐπίσκεψαι τοὺς υἱοὺς Λευῒ κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ δήμους αὐτῶν, κατὰ συγγενείας αὐτῶν. Πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, ἐπίσκεψαι αὐτούς· καὶ ἐπεσκέψαντο αὐτοὺς Μωσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου, ὃν τρόπον συνέταξεν αὐτοῖς Κύριος. Καὶ ἦσαν οὗτοι οἱ υἱοὶ Λευῒ ἐξ ὀνομάτων αὐτῶν, Γεδσὼν, Καὰθ, καὶ Μεραρί· ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Γεδσὼν, κατὰ δήμους αὐτῶν, Λοβενὶ καὶ Σεμεΐ. Καὶ υἱοὶ Καὰθ κατὰ δήμους αὐτῶν, Ἀμρὰμ καὶ Ἰσσαὰρ, Χεβρὼν καὶ Ὀζιήλ· καὶ υἱοὶ Μεραρὶ κατὰ δήμους αὐτῶν, Μοολὶ καὶ Μουσί. Οὗτοί εἰσι δῆμοι τῶν Λευϊτῶν κατ' οἴκους πατριῶν αὐτῶν.» Ἄθρει δὴ οὖν, ὦ Παλλάδιε, καὶ πρό γε τῶν ἄλλων ἐκεῖνο. Λεπτὴ γὰρ ἡ ἐπιτήρησις. Ἀπεγράφετο μὲν οὖν τὸ δημοτικὸν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, οὐκ ἀξιούσης, οἶμαί που, τῆς νομικῆς ἀκριβείας τὸ ἄναλκί τε καὶ ἀδρανὲς ἔτι, τὸ καὶ ἐν βίβλῳ γράφεσθαι Θεοῦ. Τὸ γάρ τοι σφριγῶν καὶ ἐν ἀκμαῖς ἤδη ταῖς πνευματικαῖς, τοῖς τῶν ἁγίων καταλόγοις εἰσκρίνοιτο ἂν εἰκότως. Ποιεῖται τοίνυν ὁ νόμος ὑποτύπωσιν εὐφυᾶ τῆς πνευματικῆς ἡλικίας, τὴν σωματικὴν, καὶ τὸ ἐν ἀκμαῖς, ἀπόλεκτον ἐτίθει γένος, τὸ ἄνηβόν τε καὶ ἀσθενὲς, καὶ μειρακιῶδες ἔτι παρατρέχων, καὶ οὐκ ἐν βίβλῳ τιθεὶς ἱερᾷ. Ἐπὶ δέ γε τῶν Λευϊτῶν, ἀπὸ μηνιαίου γέγονεν ἡ ἀπογραφή· προσίεται γὰρ ὁ πάντων ∆εσπότης καὶ λίαν ἀσμένως τὴν ἐν Χριστῷ νηπιότητα τῶν ἐξειλεγμένων, καθάπερ ἀμέλει τὸ ἔμφρον. Τὸ γὰρ ἐν ἀμφοῖν διαπρέπειν, ἐξαίρετον, ἐν συνέσει τε, φημὶ, καὶ ἁπλότητι τῇ κατὰ Χριστόν. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος· «Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε.» Καὶ αὐτὸς δέ πού φησιν ὁ Χριστός· «Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.» ∆εκτὴ τοιγαροῦν ἡ τῶν ἁγίων ἁπλότης. Κατ' ὄνομα δὲ καὶ μέντοι καὶ κατὰ δήμους καὶ πατριὰς ἡ ἐπίσκεψις. Ἐπισκοπῆς γὰρ ἰδίας ἀξιοῖ Θεὸς οὓς ἂν ἕλοιτο τιμᾷν, καὶ καθ' ἕνα, καὶ κατὰ πληθὺν, καὶ κατὰ γένος. Καὶ τὸ ἔν γε τούτοις ἀκριβὲς, σαφηνιεῖ λέγων αὐτὸς ὁ Σωτὴρ τοῖς ἁγίοις ἀποστόλοις· «Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς; Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν.» {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Ἀπογραφὴν δὲ πρὸς τῇδε ποιεῖσθαι δευτὲραν τοῦ Λευϊτικοῦ τε δήμου, καὶ ἑκάστῳ ἐντετάχθαι δεῖν τὴν αὐτῷ πρέπουσαν λειτουργίαν προσενομοθέτει, λέγων «Λάβε τὸ κεφάλαιον τῶν υἱῶν Καὰθ ἐκ μέσου υἱῶν Λευῒ, κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, ἀπὸ εἴκοσι καὶ πέντε ἐτῶν, καὶ ἐπάνω ἕως πεντήκοντα ἐτῶν, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν ποιῆσαι πάντα τὰ ἔργα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου. Καὶ ταῦτα τὰ ἔργα τῶν υἱῶν Καὰθ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, Ἅγιον τῶν ἁγίων. Καὶ εἰσελεύσεται Ἀαρὼν καὶ υἱοὶ αὐτοῦ, ὅταν ἐξαίρῃ ἡ παρεμβολὴ, καὶ καθελοῦσι τὸ καταπέτασμα τὸ συσκιάζον, καὶ κατακαλύψουσιν ἐν αὐτῷ τὴν κιβωτὸν τοῦ μαρτυρίου. Καὶ ἐπιθήσουσιν ἐπ' αὐτὸ κατακάλυμμα δέρμα ὑακίνθινον, καὶ ἐπιβαλοῦσιν ἐπ' αὐτὴν ἱμάτιον ὅλον ὑακίνθινον ἄνωθεν, καὶ διεμβαλοῦσι τοὺς ἀναφορεῖς, καὶ ἐπὶ τὴν τράπεζαν τὴν προκειμένην ἐπιβαλοῦσιν ἐπ' αὐτὴν ἱμάτιον ὁλοπόρφυρον, καὶ τὰ τρυβλία, καὶ τὰς θυΐσκας, καὶ τοὺς κυάθους, καὶ τὰ σπονδεῖα ἐν οἷς σπένδουσι, καὶ οἱ ἄρτοι οἳ διαπαντὸς ἐπ' αὐτῆς ἔσον ται, καὶ ἐπιβαλοῦσιν ἐπ' αὐτὴν ἱμάτιον κόκκινον, καὶ καλύψουσιν αὐτὴν καλύμματι δερματίνῳ ὑακινθίνῳ, καὶ διεμβαλοῦσι δι' αὐτῆς τοὺς ἀναφορεῖς. Καὶ λήψονται ἱμάτιον ὑακίνθινον, καὶ καλύψουσι τὴν λυχνίαν τὴν φωτίζουσαν, καὶ τοὺς λύχνους αὐτῆς, καὶ τὰς λαβίδας αὐτῆς, καὶ τὰς ἐπαρυστρίδας αὐτῆς, καὶ πάντα τὰ ἀγγεῖα τοῦ ἐλαίου, οἷς λειτουργοῦσιν ἐν αὐτοῖς. Καὶ ἐμβαλοῦσιν αὐτὴν, καὶ πάντα τὰ σκεύη αὐτῆς, εἰς κάλυμμα δερμάτινον ὑακίνθινον, καὶ ἐπιθήσουσιν αὐτὴν ἐπ' ἀναφορέων, καὶ ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν ἐπικαλύψουσιν ἱμάτιον ὑακίνθινον, καὶ καλύψουσιν αὐτὸ καλύμματι δερματίνῳ ὑακινθίνῳ, καὶ διεμβαλοῦσι τοὺς ἀναφορεῖς αὐτοῦ, καὶ λήψονται πάντα τὰ σκεύη τὰ λειτουργικὰ ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς ἐν τοῖς ἁγίοις, καὶ ἐμβαλοῦσιν εἰς ἱμάτιον ὑακίνθινον, καὶ καλύψουσιν αὐτὰ καλύμματι δερματίνῳ ὑακινθίνῳ, καὶ ἐπιθήσουσιν ἐπὶ ἀναφορεῖς, καὶ τὸν καλυπτῆρα ἐπιθήσουσιν ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐπικαλύψουσιν ἐπ' αὐτὸ ἱμάτιον ὁλοπόρφυρον, καὶ ἐπιθήσουσιν ἐπ' αὐτὸ πάντα τὰ σκεύη ὅσοις λειτουργοῦσιν ἐπ' αὐτῷ ἐν αὐτοῖς, καὶ τὰ πυρεῖα, καὶ τὰς κρεάγρας, καὶ τὰς φιάλας, καὶ τὸν καλυπτῆρα, καὶ πάντα τὰ σκεύη τοῦ θυσιαστηρίου, καὶ ἐπιβαλοῦσιν ἐπ' αὐτὸ κάλυμμα δερμάτινον ὑακίνθινον, καὶ διεμβαλοῦσι τοὺς ἀναφορεῖς αὐτοῦ. Καὶ λήψονται ἱμάτιον πορφυροῦν, καὶ συγκαλύψουσι τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ, καὶ ἐμβαλοῦσιν αὐτὸ εἰς κάλυμμα δερμάτινον ὑακίνθινον, καὶ ἐπιθήσουσιν ἐπὶ ἀναφορεῖς, καὶ συντελέσουσιν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ, καλύπτοντες τὰ ἅγια, καὶ πάντα τὰ σκεύη τὰ ἅγια, ἐν τῷ ἐξαίρειν τὴν παρεμβολὴν καὶ μετὰ ταῦτα εἰσελεύσονται υἱοὶ Καὰθ αἴρειν, καὶ οὐχ ἅψονται τῶν ἁγίων, ἵνα μὴ ἀποθάνωσι.» Ἡ μὲν οὖν ἐκ μηνιαίων ἀπογραφὴ, καὶ αὐτὴν τῶν ἁγίων τὴν ἀκακίαν ἁνδάνουσάν τε καὶ εὐπαράδεκτον εἶναι διδάσκει Θεῷ. Τόγε μὴν ἔργοις τοῖς ἱεροῖς ἐκνενεμῆσθαι, μόνην τὴν τῷ νόμῳ διωρισμένην ἡλικίαν, τὴν ἀπὸ πέντε καὶ εἴκοσι, καὶ μέχρι πεντήκοντα ἐτῶν, ἐκεῖνο οἶμαι δηλοῦν, ὅτι Θεῷ λειτουργίαν ἀποπεραίνει τὴν ἐξαίρετον καὶ ἀδιαβλήτως ἔχουσαν, πᾶν ὅσον ἐστὶν ἔμφρον τε καὶ εὐσθενὲς ἤδη τε καὶ ἔτι. Ἤδη μὲν γὰρ ἐν τούτοις, ὁ ἐν εἴκοσι καὶ πέντε γεγονὼς ἐνιαυτοῖς, ἔτι δὲ καὶ ὁ μέχρι πεντήκοντα προελθών. ∆ιανένευκεν γὰρ ἤδη πως πρὸς κατάληξιν ἰσχύος, ἀνὴρ ἐξελάσας ἐπέκεινα τοῦ πεντηκοστοῦ, καὶ οὐκ ἐν ἀκμαῖς ἔτι ταῖς ἀμωμήτοις ἐστὶν, διέρπει δὲ ὥσπερ ἐπὶ τὰ ἐκ γήρως πάθη. Ἄσοφος δὲ οὐδεὶς, ἀλλ' οὐδ' ἄναλκις, λειτουργήσειεν ἂν ἀμωμήτως Θεῷ, εἴπερ ἐστὶν ἀληθὲς εἰπεῖν, ὡς ἰσχύος ἔργα καὶ φρενὸς ἂν γένοιτο παγκάλου τὰ ὅσαπερ ἂν βλέποι πρὸς ἀρετήν· καὶ τὸ ἐπαινεῖσθαι δεῖν πρὸς τοῦ νομοθέτου διεκληρώσατο. {ΠΑΛΛ.} Οὕτω φημί. {ΚΥΡ.} Λειτουργία δὲ τοῖς ἐκ δήμου Καὰθ, τὰ Ἅγια τῶν ἁγίων, προειστρεχόντων τῶν ἱερέων καὶ πυκαζόντων αὐτά. Πανταχοῦ γὰρ τιμιώτερον τὸ προὖχον ἐν τάξει, καὶ πάντα ὅσα ἐστὶν ἐν κόσμῳ παρὰ Θεῷ, ἄτακτον δὲ παντελῶς οὐδέν. Ἐν ὑπουργίαις δὲ τὸ Λευϊτικὸν, καὶ ταῖς τῶν ὑπερκειμένων ἱερουργίαις ὑπεστρωμένον. Καταπυκάζονται δὲ δέρμασί τε καὶ ἱματίοις ὑακινθίνοις, ἥ τε ἁγία κιβωτὸς, καὶ τὸ χρυ σοῦν θυμιατήριον, λυχνία τε αὖ καὶ τὰ σκεύη τὰ λειτουργικὰ, τὸ ἄνωθεν ἡμῖν καὶ ἐξ οὐρανοῦ σημαίνοντος τοῦ ὑακινθίνου. Τοιουτόχρως γὰρ ὁ ἄνωθεν καὶ εἰς βάθος αἰθήρ. Ὅτι δὲ τύποι Χριστοῦ τοῦ ἄνωθεν καὶ ἐξ οὐρανοῦ τὰ σκεύη τὰ ἱερὰ, διὰ μακρῶν ἡμῖν ἤδη προαποδέδεικται λόγων. Ἡ δὲ τράπεζα, καὶ ἱμάτιον ὁλοπόρφυρον πρὸς τοῖς ὑακινθίνοις περιβλήμασιν ἔχει· τὸ δέ γε τῶν καρπωμάτων θυσιαστήριον, ἱμάτιον κόκκινον, καὶ μέντοι καὶ ὁ λουτὴρ, ἱμάτιον ὁλοπόρφυρον ἐπὶ πυκάσμασι τοῖς ὑακινθίνοις. Καὶ σημαίνει μὲν ἡ τράπεζα, τὴν πρόθεσιν ἔχουσα τῶν ἄρτων, τὴν ἀναίμακτον θυσίαν, δι' ἧς εὐλογούμεθα τὸν ἄρτον ἐσθίοντες τὸν ἐξ οὐρανοῦ, τοῦτ' ἔστι Χριστὸν, ὃς καὶ γέγονε καθ' ἡμᾶς, ἀλλ' ἦν τε καὶ ἔστι καὶ οὕτως Θεὸς ἄνωθέν τε καὶ ἐκ Πατρὸς ἐρχόμενος, καὶ ἐπάνω πάντων ὡς τῶν ὅλων βασιλεὺς καὶ Κύριος. Αἴνιγμα δὲ τῆς τοῦ Χριστοῦ βασιλείας εἴη ἂν, ὡς ἔμοιγε φαίνεται, τὸ ἐπιτετανύσθαι τῇ τραπέζῃ τὸ ἁλουργὲς ἱμάτιον, ἤτοι τὸ περίβλημα τὸ πορφυροῦν. Κατημφίεστο δὲ τόδε τῶν καρπωμάτων θυσιαστήριον ἱματίῳ κοκκίνῳ· ἱμάτιον δὲ τὸ κοκκινοβαφὲς, αἵματος τύπον παραδεξόμεθα. Τέθυται γὰρ δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ὁ Χριστὸς, καὶ ἀμνὸς οἷά τις ἐπὶ τὸ θεῖον ἀνέβη θυσιαστήριον, εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί. Πρὸς δὲ τοῖς ὑακινθίνοις, ἱμάτιον ὁλοπόρφυρον τῷ λουτῆρι τὸ πέτασμα. Γράφει δὲ ὁ λουτὴρ ἐφ' ἑαυτῷ τὸν τύπον τοῦ ἁγίου βαπτίσματος, ὕδασιν ἡμᾶς ἁγίοις ἀπολούοντος εἰς ἀπόθεσιν ἁμαρτίας, καὶ εἰς τὴν τῶν οὐρανῶν βασιλείαν ἀποκομίζοντος. Ἄνωθεν δὲ καὶ ἐξ οὐρανοῦ τὸ ἅγιον βάπτισμα· αἴνιγμα δὲ τούτου, τὸ χρῶμα τὸ ὑακίνθινον. Ἢ οὐκ ἄριστά σοι ταυτὶ δὴ φάναι δοκῶ, ὡς ἔν γε τοιαύτῃ δυσκαταληψίᾳ θεωρημάτων; {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Λειτουργία μὲν οὖν ἡ τοιάδε τοῖς ἀπὸ Καάθ· Γεδσωνῖται δὲ αὖ καὶ μέν τοι καὶ Μεραρῖται, κατὰ τὸν ἴσον τρόπον, ἀπεγράφοντο μὲν ἀπὸ εἴκοσι καὶ πέντε ἐτῶν καὶ μέχρι πεντήκοντα, ὀνομαστὶ δὲ κατ' οἴκους καὶ πατριάς· καὶ λειτουργία μὲν τῷ δήμῳ Γεδσὼν, αἱ δέῤῥεις τῆς σκηνῆς, τὰ καλύμματα, τὰ περιτανύσματα τῶν θυρῶν, καὶ τὰ ἱστία τῆς αὐλῆς καὶ τὰ περισσά· γέγραπται δὲ ὡδί. Τό γε μὴν ἐκ Μεραρὶ (δῆμος δὲ καὶ οὗτος Λευϊτικὸς), οἱ στύλοι τῆς σκηνῆς, αἱ βάσεις, αἱ κεφαλίδες, πάσσαλοί τε καὶ μοχλοὶ, καὶ τὸ καταπέτασμα τῆς σκηνῆς τῆς ἔξω, καὶ ἅττα τινὰ πρὸς τούτοις ἕτερα. Καὶ οἱ μὲν ἀπὸ Γεδσών τε καὶ Μεραρὶ, ταῖς δι' ἁμαξῶν ὑπουργίαις τὰ σφίσιν αὐτοῖς ἐγκεχειρισμένα διεκόμιζον πανταχῆ. Κααθῖταί γε μὴν, τὰ Ἅγια τῶν ἁγίων εἰς ὤμους ἔχοντες ᾔεσαν. Γέγραπται γὰρ οὕτως ἐν τοῖς Ἀριθμοῖς· «Καὶ προσήνεγκαν οἱ ἄρχοντες Ἰσραὴλ δώδεκα ἄρχοντες οἴκων πατριῶν αὐτῶν· οὗτοι οἱ ἄρχοντες φυλῶν, οὗτοι οἱ παρεστηκότες ἐπὶ τῆς ἐπισκοπῆς, καὶ ἤνεγκαν τὰ δῶρα αὐτῶν ἔναντι Κυρίου, ἓξ ἁμάξας λαμπηνίκας καὶ δώδεκα βόας. Ἅμαξαν παρὰ δύο ἀρχόντων, καὶ μόσχον παρ' ἑκάστου, καὶ προσήγαγον ἐναντίον τῆς σκηνῆς. Καὶ εἶπε Κύριος πρὸς Μωσῆν, λέγων· Λάβε παρ' αὐτῶν, καὶ ἔσονται πρὸς τὰ ἔργα τὰ λειτουργικὰ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ δώσεις αὐτὰ τοῖς Λευΐταις, ἑκάστῳ κατὰ τὴν αὐτοῦ λειτουργίαν. Καὶ λαβὼν Μωσῆς τὰς ἁμάξας καὶ τοὺς βόας, ἔδωκεν αὐτὰ τοῖς Λευΐταις. Καὶ τὰς δύο ἁμάξας καὶ τοὺς τέσσαρας βόας ἔδωκε τοῖς υἱοῖς Γεδσὼν κατὰ τὰς λειτουργίας αὐτῶν, καὶ τὰς τέσσαρας ἁμάξας καὶ τοὺς ὀκτὼ βόας ἔδωκε τοῖς υἱοῖς Μεραρὶ κατὰ τὰς λειτουργίας αὐτῶν, διὰ Ἰθάμαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως· καὶ τοῖς υἱοῖς Καὰθ οὐ δέδωκεν, ὅτι τὰ λειτουργήματα τοῦ ἁγίου ἔχουσιν, ἐπ' ὤμων ἀροῦσιν.» Ἀκούεις ὅπως τοῖς μὲν τὸ ἐφ' ἁμαξῶν ἄγειν τε καὶ φέρειν ἔθος, Κααθίταις δὲ μόνοις, εἰς ὤμους τὰ ἱερά; {ΠΑΛΛ.} Τοῦ δὴ χάριν; {ΚΥΡ.} Ἀεὶ γάρ πως ἐστὶν ἐν ἱδρῶτι μείζονι τὸ προὖχόν τε καὶ ἱερώτερον, παρέπεται δὲ αὐτῷ πάντη τε καὶ πάντως· τὸ χρῆναι πονεῖν, καὶ πρός γε δὴ τούτῳ, τὸ τληπαθεῖν, καὶ οὐκ ἐν ἴσῳ τοῖς ἄλλοις, οἵπερ ἂν εἶεν καὶ ἁγιώτεροι, καὶ ἀγχοῦ δὴ μᾶλλον οἱονείπως Θεοῦ. Ἢ οὐκ ἀληθὲς ὅ φημι; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Ἐν κόσμῳ μὲν οὖν τοιῷδε τὸ Λευϊτικὸν ἐλειτούργει γένος. Οἶμαι δ' ἔγωγε, μυστηρίου τύπον τὸ χρῆμα πληροῦν. {ΠΑΛΛ.} Πῶς δὴ φής; {ΚΥΡ.} Ἐοίκασι γὰρ, οἱ μὲν δύο δῆμοι, Γεδσών τε καὶ Μεραρὶ, τοὺς ἐν νόμῳ λαοὺς ὑπαινίττεσθαι, φημὶ δὴ τὸν Ἰσραήλ· Κααθῖται δέ γε, τοὺς ἡγιασμένους ἐν Χριστῷ διὰ πίστεως. Οἷς μὲν γὰρ ἦν ἐν φροντίδι τὰ ἱστία τῆς αὐλῆς, αἱ δέῤῥεις τῆς σκηνῆς, τὰ καλύμματα καὶ οἱ στύλοι, κεφαλαί τε καὶ βάσεις, πάσσαλοί τε καὶ περιτανύσματα, καὶ ᾗ φησι τὸ Γράμμα τὸ ἱερὸν, «Πάντα τὰ περισσὰ,» δι' οὗ σημαίνεται τὸ τῆς λειτουργίας οὐκ ἀναγκαῖον. Οἱ δὲ, φέρειν ἐθαρσήθησαν τὰ Ἅγια τῶν ἁγίων, καὶ τὰ δι' ὧν Χριστὸς, οὐ καθ' ἕνα τρόπον, πολλαχῶς δὲ μᾶλλον καὶ πολυειδῶς σημαίνεται, ὡς κιβωτὸς, ὡς τράπεζα, καὶ ὡς χρυσῆ λυχνία, καὶ χρυσοῦν θυμιατήριον. Ἁπλοῦς γὰρ ὑπάρχων κατὰ φύσιν ὡς Θεὸς, τῇ τῆς ἐργασίας διαφορᾷ πολυτρόπως γνωρίζεται. Ἔστι μὲν γὰρ ὁμολογουμένως ζῶν τε καὶ ἐνεργὴς ὁ τοῦ Πατρὸς Λόγος, καὶ πρός γε τούτῳ ζωὴ, καὶ φῶς, καὶ νοητῆς εὐωδίας ὀσμή. Οὐκοῦν ὅσοι ταῖς διὰ Μωσέως προσεδρεύουσιν ἐντολαῖς, λειτουργίαν ἔχουσι τὰ περισσὰ τῆς σκηνῆς· ἀνωφελὴς γὰρ ὁ νόμος, εἰ μὴ νοοῖτο πνευματικῶς. Ὅσοι δὲ τεθάρσηνται τὰ Ἅγια τῶν ἁγίων, ἅγιοί που πάντως εἰσὶν ἐν Χριστῷ, περισσὸν οὐδὲν, ἀλλ' οἱονείπως αὐτὸν ἔποχον ἔχοντες τὸν Ἐμμανουήλ. {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Ἄθρει δὲ, εἰ δοκεῖ, καὶ τόδε. {ΠΑΛΛ.} Τὸ τί δὴ φής; {ΚΥΡ.} Οἱ μὲν γὰρ τὰ περισσὰ τῆς ἁγίας σκηνῆς ἐγκεχειρισμένοι φέρουσιν ἐφ' ἁμαξῶν. Κααθῖται δὲ, τὰ Ἅγια τῶν ἁγίων οὐκ ἐφ' ἁμαξῶν, οὐκ ἐφ' ἑτέρου του παντελῶς, ἀλλ' ὤμοις αὐτοῖς ἐπιθέντες ᾔεσαν. {ΠΑΛΛ.} Τί οὖν τοῦτό γε; {ΚΥΡ.} Ὅτι, ὦ ἑταῖρε, φαίην ἂν, φορτικὸς ὁ νόμος, καὶ δύσοιστον ἄχθος· γένοιτο δ' ἂν τοῦ τοιοῦδε μήνυσις ἐναργὴς, τὸ μὴ εἰς ὤμους φέρεσθαι τὰ περισσὰ, διά τοι τὸ ἀσθενεῖν τοὺς ὑπεζευγμένους. Τοιγάρτοι καὶ ἔφασκον οἱ θεσπέσιοι μαθηταὶ, τοῖς μετὰ τὴν πίστιν ἐπὶ νομικὴν ἰοῦσι λατρείαν· «Καὶ νῦν τί πειράζετε τὸν Θεὸν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε ὑμεῖς, οὔτε οἱ πατέρες ὑμῶν ἴσχυσαν βαστάσαι;» Κααθῖται δὲ, τὰ δι' ὧν ὁ Χριστὸς σημαίνεται, τοῖς σφῶν αὐτῶν ἐπιθέντες ὤμοις, ἐλαφρὸν καὶ εὐπαρακόμιστον ποιοῦνται φορτίον. Ἆρ' οὖν οὐχὶ τοῦτό ἐστιν ἐναργῶς, ὅπερ αὐτὸς ἔφη Χριστός· «Ὁ ζυγός μου χρηστός ἐστι, καὶ τὸ φορτίον μου ἐλαφρόν; {ΠΑΛΛ.} Ἔοικεν. {ΚΥΡ.} Προσθείην δ' ἂν ἔτι τοῖς εἰρημένοις καὶ τόδε. Εἴη γὰρ ἂν οὐκ ἀσυντελὲς εἰς πληροφορίαν· ἐν μὲν γὰρ τῇ πρώτῃ τῶν Λευϊτῶν ἀπογραφῇ, τετάχατο μὲν οἱ ἀπὸ Γεδσὼν ἐν ἀρχαῖς, εἶτα μέσος ὁ Καὰθ, καὶ τελευταῖος, ὁ Μεραρὶ (δῆμοι δὲ οὗτοι Λευιτικοί)· ἐν δὲ τῇ δευτέρᾳ, τῇ ἀπὸ εἴκοσι καὶ πέντε ἐτῶν, προστέθειται τῶν ἄλλων ὁ Καὰθ, καὶ πρῶτος ὠνόμασται. Τελευταῖος δὲ μετ' αὐτὸν, Γεδσών τε καὶ Μεραρὶ, λειτουργίαν ἔχοντες τὰ περισσὰ τῆς σκηνῆς. Καὶ ἑκάτερον μὲν τοῖν δυοῖν τουτωνὶ δήμοιν, ἀνὰ δύο μόνας ἔχουσι πατριὰς, ὁ δὲ προήκει μὲν καὶ μέχρι τεσσάρων. Συνίης οὖν ἄρα τὸ αἴνιγμα; {ΠΑΛΛ.} Ἥκιστά γε. {ΚΥΡ.} Κέκληται μὲν γὰρ ἐν πρώτοις ὁ Ἰσραήλ· παρεισδραμούσης δὲ μεταξὺ τῆς τῶν ἐθνῶν ἀγέλης, τέτακται μετὰ ταύτην· καὶ οἱ μὲν ἔσχατοι γεγόνασι πρῶτοι, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, οἱ δὲ πρῶτοι ἔσχατοι. {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Ὅτι δὲ βραχὺς ἐν ἀριθμῷ τῶν Ἰουδαίων ὁ δῆμος, ὑπερκειμένης παρὰ πολὺ τῆς ἐξ ἐθνῶν ἀμετρήτου πληθύος, δῆλον. {ΠΑΛΛ.} Πῶς γὰρ οὔ; {ΚΥΡ.} Τοιγάρτοι Θεὸς πρὸς ἱεροφάντην Μωσέα φησί· «Καὶ νῦν ἔασόν με, καὶ θυμωθεὶς ἐξαναλώσω τὴν συναγωγὴν ταύτην, καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ πολὺ μᾶλλον ἢ τοῦτο.» Λειτουργίαις μὲν οὖν ταῖς τοιαῖσδε τὸ Λευϊτικὸν ἅπαν ἐκτετίμηται στῖφος· καὶ ὅρος αὐτοῖς τῆς ἱερουργίας ὑπεζεῦχθαι τῷ προὔχοντι, καὶ ὑπὸ χεῖρα πράττειν τὴν Ἀαρών. Τό γε μὴν ὑπὲρ τοῦτο φρονεῖν καὶ τἀμείνω ζητεῖν, τῶν ἐκνεμηθέντων αὐτῷ καὶ διωρισμένων παρὰ Θεοῦ, ποινῆς καὶ ὀλέθρου πρόξενον, καὶ διὰ πείρας αὐτῆς ἀνεδείκνυτο. Γέγραπται δὲ πάλιν ἐν τοῖς Ἀριθμοῖς· «Καὶ ἐλάλησε Κορὲ υἱὸς Ἰσαὰρ, υἱοῦ Καὰθ, υἱοῦ Λευῒ, καὶ ∆αθὰν, καὶ Ἀβειρὼν, υἱοὶ Ἐλιὰβ, καὶἌϋν, υἱὸς Φαλὲθ, υἱοῦ Ῥουβὴν, καὶ ἀνέστησαν ἔναντι Μωσῆ, καὶ ἄνδρες τῶν υἱῶν Ἰσραὴλ πεντήκοντα καὶ διακόσιοι, ἀρχηγοὶ συναγωγῆς σύγκλητοι βουλῆς, καὶ ἄνδρες ὀνομαστοὶ συνέστησαν ἐπὶ Μωσῆν καὶ Ἀαρὼν, καὶ εἶπαν πρὸς αὐτούς· Ἐχέτω ὑμῖν ὅτι πᾶσα ἡ συναγωγὴ, πάντες ἅγιοι, καὶ ἐν αὐτοῖς Κύριος· καὶ διατί κατανίστασθε ἐπὶ τὴν συναγωγὴν Κυρίου; Καὶ ἀκούσας Μωσῆς, ἔπεσεν ἐπὶ πρόσωπον, καὶ ἐλάλησε πρὸς Κορὲ καὶ πρὸς πᾶσαν αὐτοῦ τὴν συναγωγὴν, λέγων· Ἐπέσκεπται καὶ ἔγνω ὁ Θεὸς τοὺς ὄντας αὐτοῦ καὶ τοὺς ἁγίους, καὶ προσηγάγετο πρὸς ἑαυτόν· καὶ οὓς ἐξελέξατο ἑαυτῷ, προσηγάγετο πρὸς ἑαυτόν. Τοῦτο ποιήσατε, λάβετε ὑμῖν αὐτοῖς πυρεῖα, Κορὲ καὶ πᾶσα ἡ συναγωγὴ αὐτοῦ, καὶ ἐπίθετε ἐπ' αὐτὰ πῦρ, καὶ ἐπίθετε ἐπ' αὐτὰ θυμίαμα ἔναντι Κυρίου αὔριον· καὶ ἔσται ὁ ἀνὴρ ὃν ἐκλέλεκται Κύριος, οὗτος ἅγιος· ἱκανούσθω ὑμῖν, υἱοὶ Λευΐ. Καὶ εἶπε Μωσῆς πρὸς Κορέ· Εἰσακούσατέ μου, υἱοὶ Λευΐ. Μὴ μικρόν ἐστι τοῦτο ὑμῖν, ὅτι διέστειλεν ὁ Θεὸς Ἰσραὴλ ὑμᾶς ἐκ συναγωγῆς Ἰσραὴλ, καὶ προσηγά-γετο ὑμᾶς πρὸς ἑαυτὸν λειτουργεῖν τὰς λειτουργίας τῆς σκηνῆς Κυρίου, καὶ παρίστασθαι ἔναντι τῆς σκηνῆς λατρεύειν αὐτῷ, καὶ προσηγάγετό σε καὶ πάντας τοὺς ἀδελφούς σου υἱοὺς Λευῒ μετὰ σοῦ, καὶ ζητεῖτε ἱερατεύειν;» Λειτουργίαν γὰρ ἔχοντες οἱ ἀπὸ Καὰθ, τὸ εἰς ὤμους αἴρειν τὰ Ἅγια τῶν ἁγίων, ἐπέθρωσκον ἀμαθῶς τοῖς ὑπερκειμένοις καὶ τοῖς τῶν ἱερέων φιλονεικοῦσι μέτροις. Ἑαυτοῖς γὰρ ἁρπάζοντες τὰς τιμὰς, κατὰ τὸ γεγραμμένον, καὶ τῆς μὲν θείας ἀλογήσαντες ἐντολῆς, νόμους δὲ τῆς ἱερουργίας ὑπερθέοντες ἀνοσίως, τὰς τῶν προεστηκότων τιμὰς ὀλίγου παντελῶς ἀξιοῦντες λόγου. Ἔφασκον γὰρ πρὸς Μωσέα καὶ Ἀαρών· «Ἐχέτω ὑμῖν ὅτι πᾶσα ἡ συναγωγὴ, πάντες ἅγιοι, καὶ ἐν αὐτοῖς Κύριος.» Ἀκούεις ὅπως τὸ σφίσιν αὐτοῖς ἐκνεμηθὲν μέτρον ἀτιμάζουσι, μόνον δὲ οὐχὶ κοινὴν εἶναί φασι, καὶ οὐχὶ δήμοις τοῖς αὐτοῖς, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι τὴν τοῦ ἀρχιερέως τιμὴν, καὶ οὐδὲν ὅλως τὸ περιττὸν, ἢ περιφανέστερον, κἂν εἰ ὑπερκεῖσθαι λέγοιντο ψήφῳ τὸ χρῆμα λαχόντες τῇ παρὰ Θεοῦ· ὅπερ ἐστὶν ἐναργῶς, ταῖς ἄνωθεν ψήφοις ἐπιτιμᾷν, καὶ οὐδὲν εἶναι λογίζεσθαι τὸ τῷ νομοθέτῃ δοκοῦν. Ἀλλ' ὁ μὲν θεσπέσιος Μωσῆς, ἠπιότητι τῇ συνήθει χρώμενος, ὡς ἠῤῥωστηκότας παρεκάλει, καὶ τὴν ὅσην οὔπω κατ' αὐτῶν ἐσομένην ὀργὴν ἐννενοηκὼς, ἐπιπλήττει λέγων· «Ἱκανούσθω ὑμῖν, οἱ υἱοὶ Λευΐ. Οὐ γὰρ μικρὸν,» φησὶν, «ὑμῖν, ὅτι ὑμᾶς ἐκ πάντων ἀπολέκτους ἐποιήσατο πρὸς τὴν οὕτω σεπτὴν καὶ ἀξιάγαστον λειτουργίαν ὁ τῶν ὅλων Θεός.» Οἱ δὲ ἦσαν ἔτι πικροὶ καὶ ἀτεράμονες, καὶ ἀχάλινοι πρὸς ὑπεροψίαν, ἄχρις ἂν αὐτοῖς εἰς τοῦτο κακοῦ τὰ τῆς ἀπονοίας εἰσβέβηκεν, ὡς διανοίξασαν τὴν γῆν τὸ στόμα, αὐτοῖς γένεσι καὶ σκηναῖς ἑλεῖν, καὶ ὀλέθρῳ ξένῳ περιβαλεῖν. Κατέβησαν γὰρ εἰς ᾅδου ζῶντες, κατὰ τὸ γεγραμμένον. Ἀνόσιον οὖν ἄρα καὶ θανάτου γραφὴν ἔχει παρὰ Θεῷ, τὸ κατανίστασθαι κεφαλῆς, καὶ τὸ μὴ ὑπείκειν τοῖς προτεταγμένοις, καὶ τὴν προὔχουσαν παρὰ Θεοῦ λαχοῦσι τιμήν. Συνέσεως δὲ τῆς ἀνωτάτω καρπὸς, τὸ ἐφ' ᾧ ἄν τις ἔχοι σεμνύνεσθαι καὶ εὐχαριστεῖν, καὶ μὴ τοῖς ἐπέκεινα μέτρου ῥιψοκινδύνως ἐπιπηδᾷν, μήτε μὴν ἐφίεσθαι τῶν οὔπω δεδωρημένων αὐτοῖς, οἰομένους εἶναι κοινὰ καὶ βάσιμα τοῖς πολλοῖς, ἃ μόνοις τοῖς ἄνωθεν διοικεῖται νεύμασιν. {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Ἐν τάξει δὴ οὖν τῇ ἀσυγχύτῳ τὰ ἱερά· πρέποι γὰρ ἂν ὡδὶ, καὶ οὐχ ἑτεροίως ἔχειν. {ΠΑΛΛ.} Εὖ λέγεις. {ΚΥΡ.} Κοινὸν δὲ ὥσπερ ἀμφοῖν ἀπονέμει κλῆρον, τὰς τῶν ὑπὸ χεῖρα δωροφορίας, καὶ ἅπερ ἀνοίσειέ τις εἰς ἀνάθημα καὶ θυσίαν τῷ Θεῷ, ταῦτα δεῖν εἶναί φησιν ἱερέων τε ἅμα καὶ Λευϊτῶν. Ἔφη γὰρ οὕτω πρὸς Ἀαρὼν ὁ τῶν ὅλων Θεός· «Ἐν τῇ γῇ αὐτῶν οὐ κληρονομήσεις, καὶ μερὶς οὐκ ἔσται σοι ἐν αὐτοῖς· ὅτι ἐγὼ μερίς σου καὶ κληρονομία σου ἐν μέσῳ τῶν υἱῶν Ἰσραήλ. Καὶ τοῖς υἱοῖς Λευΐ· Ἰδοὺ δέδωκα πᾶν ἐπιδέκατον ἐν Ἰσραὴλ ἐν κλήρῳ ἀντὶ τῶν λειτουργιῶν αὐτῶν, ὅσα αὐτοὶ λειτουργοῦσι λειτουργίαν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καὶ οὐ προσελεύσονται ἔτι οἱ υἱοὶ Ἰσραὴλ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λαβεῖν ἁμαρτίαν θανατηφόρον, καὶ λειτουργήσει ὁ Λευΐτης αὐτὸς τὴν λειτουργίαν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ αὐτοὶ λήψονται τὰ ἁμαρτήματα αὐτῶν· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς αὐτῶν, καὶ ἐν μέσῳ υἱῶν Ἰσραὴλ οὐ κληρονομήσουσι κληρονομίαν· ὅτι τὰ ἐπιδέκατα τῶν υἱῶν Ἰσραὴλ ὅσα ἐὰν ἀφορίσωσι Κυρίῳ, ἀφαίρεμα δέδωκα τοῖς Λευΐταις ἐν κλήρῳ· διὰ τοῦτο εἴρηκα αὐτοῖς· Ἐν μέσῳ υἱῶν Ἰσραὴλ οὐ κληρονομή-σουσι κλῆρον.» Ἐν δέ γε τῷ ∆ευτερονομίῳ τὸν αὐτὸν ὥσπερ ἀνακυκλώσας λόγον, ὧδέ πή φησιν· «Οὐκ ἔσται τοῖς ἱερεῦσι τοῖς Λευΐταις ὅλῃ φυλῇ Λευῒ μερὶς, οὐδὲ κλῆρος μετὰ Ἰσραήλ. Καρπώματα Κυρίου ὁ κλῆρος αὐτῶν· φάγονται αὐτά. Κλῆρος δὲ οὐκ ἔσται αὐτοῖς ἐν τοῖς ἀδελφοῖς αὐτῶν· Κύριος αὐτὸς κλῆρος αὐτοῦ, καθότι εἶπεν αὐτῷ. Καὶ αὕτη ἡ κρίσις τῶν ἱερέων τὰ παρὰ τοῦ λαοῦ παρὰ τῶν θυόντων τὰ θύματα, ἐάν τε μόσχον, ἐάν τε πρόβατον· καὶ δώσεις τὸν βραχίονα τῷ ἱερεῖ, καὶ τὰ σιαγόνια, καὶ τὸ ἔνυστρον, καὶ τὰς ἀπαρχὰς τοῦ σίτου σου, καὶ τοῦ οἴνου σου, καὶ τοῦ ἐλαίου σου, καὶ τὴν ἀπαρχὴν τῶν κουρῶν τῶν προβάτων σου δώσεις αὐτῷ· ὅτι αὐτὸν ἐξελέξατο Κύριος ἐκ πασῶν τῶν φυλῶν σου, παρεστάναι ἔναντι Κυρίου τοῦ Θεοῦ, λειτουργεῖν καὶ εὐλογεῖν ἐπὶ τῷ ὀνόματι αὐτοῦ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ πάσας τὰς ἡμέρας.» Ἄθρει δὴ οὖν ὅπως ἀσύντακτον τῷ λαῷ τὸ ἱερόν ἐστι γένος, καὶ διεσχοίνισταί πως τῶν ἄλλων· καὶ οὐχὶ δὴ μόνοις τοῖς κατὰ τὴν λειτουργίαν ἐπιτηδεύμασιν, ἀλλὰ γὰρ ἤδη καὶ τῇ τῆς ἐλπίδος διαφορᾷ. Τοῖς μὲν γὰρ τὸν χαμαιπετῆ διαζῶσι βίον, καὶ τοῖς ἐπιγείοις προστετηκόσι καὶ δεδιψηκόσι τὰ πρόσκαιρα, καὶ ἐν ἴσῳ σκιαῖς παρελαύνοντα, λέγοιτ' ἂν εἰκότως· «Αὕτη ἡ μερίς σου, οὗτος ὁ κλῆρός σου, μερὶς τοῦ ἀπειθεῖν ὑμᾶς ἐμοὶ, λέγει Κύριος.» Τοῖς δὲ τὴν ἁγίαν καὶ ἀμώμητον ἐκτετιμηκόσι ζωὴν, καὶ ἀπολέκτοις ἤδη δι' ἀρετὴν, εὖ μάλα ῥητέον· «Ἐν τῇ γῇ αὐτῶν οὐ κληρονομήσεις, καὶ μερὶς οὐκ ἔσται σοι ἐν αὐτοῖς· ὅτι ἐγὼ μερίς σου καὶ ἡ κληρονομία σου, φησὶ Κύριος.» Καὶ γοῦν ὁ Σωτὴρ, προσελθόντι ποτὲ καὶ ἐρομένῳ τινὶ, ὅπως ἂν ἔχοι ζωὴν τὴν αἰώνιον, «Τὰς ἐντολὰς οἶδας, φησὶ, τὸ, Οὐ φονεύσεις, Οὐ μοιχεύσεις, Οὐ κλέψεις,» καὶ τὰ συγγενῆ. Τοῦ δὲ, ὅτι τῶν μὲν τοιούτων γένοιτο φύλαξ ἀναφανδὸν εἰρηκότος, προσερομένου δὲ καὶ προστεθεικότος τὸ, Τί ἔτι ὑστερῶ; «Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο, ἀκολούθει μοι.» Ἀνάγκη δὴ οὖν τοὺς ἀπερισπάστως τῷ Θεῷ λειτουργεῖν ἐθέλοντας, ἕπεσθαί τε δεῖν οἰομένους αὐτῷ, ἀποφοιτᾷν μὲν τῶν ἐπιγείων, κλῆρον καὶ αὐτὸν ποιεῖσθαι μόνον, καὶ τῇ εἰς αὐτὸν ἐλπίδι καταπιαίνεσθαι, κατὰ τὸ ἐν Ψαλμοῖς ᾀδόμενον· «Κατατρύφησον τοῦ Κυρίου, καὶ ἔλπισον ἐπ' αὐτὸν, καὶ αὐτὸς ποιήσει.» Ἀφορίζει τοίνυν τὰ ἐπιδέκατα τοῖς Λευΐταις, εἰς ἀντίδοσιν τοῦ πόνου τῆς λειτουργίας αὐτῶν. Οὐ γὰρ ἀμισθὶ τοῖς ἁγίοις ὁ πόνος, ἀλλ' ἐξαίρετοι μὲν αἱ τιμαὶ, περιφανῆ δὲ τὰ γέρα. «Μὴ γὰρ δὴ μεριμνᾶτε, φησὶν ὁ Σωτὴρ, τῇ ψυχῇ ὑμῶν, τί φάγητε, καὶ τῷ σώματι τί ἐνδύσησθε· ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.» Ἁμαρτήματα δὲ ὀνομάζει πάλιν, τὰ ὑπὲρ ἁμαρτιῶν σφαζόμενα. Τύποι δ' ἂν εἶεν καὶ ταῦτα Χριστοῦ, τοῦ δι' ἡμᾶς τεθυμένου, καὶ ὑπομείναντος τὴν σφαγὴν, ἵνα καταργήσῃ τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐδεστὰ δὲ μόνοις τοῖς ἱερουργοῖς τὰ ὑπὲρ τῆς ἁμαρτίας. Πρέποι γὰρ οὐ ταῖς ἀνιέροις ψυχαῖς τὸ χρῆναι μεταλαχεῖν τοῦ ἁγίου σώματος τοῦ Χριστοῦ, ἀλλὰ ταῖς ἀπολέκτοις καὶ καθαραῖς, αἷς ἄν τις ἐπιφωνήσειε τὸ, «Ὑμεῖς δὲ γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν.» Ἐξῄρηνται δὲ τοῖς εἰς τὸ λειτουργεῖν ἐπιτεταγμένοις, ὅ τε βραχίων καὶ τὰ σιαγόνια, καὶ μὴν καὶ τὸ ἔνυστρον· ἐνεῖναι γὰρ δεῖ τῷ ἀπολέκτῳ γένει τὸ πρακτικὸν καὶ δραστήριον· καὶ τοῦτό ἐστιν ὁ βραχίων· καὶ μέντοι καὶ λόγον, δῆλον δὲ ὅτι τὸν διδακτικὸν, οὗ τύπος τὰ σιαγόνια· προσέτι δὲ καὶ τὸ ἔνυστρον, δι' οὗ τὸ καρπογόνον εὖ μάλα σημαίνεται. Ἢ γὰρ οὐχὶ πρακτικὸν καὶ ἐλλογιμώτατον, καὶ μέντοι καὶ γονιμώτατον εἶναι χρὴ τὸν ἀληθῶς καὶ Θεῷ γνώριμον; {ΠΑΛΛ.} Πάνυ μέν. {ΚΥΡ.} Οὐκοῦν ἀπόκληρον μὲν τὸ Λευϊτικὸν ἐποιεῖτο γένος, καὶ κλῆρον αὐτῷ τὸν ἐξαίρετον ἑαυτὸν ἐπιδούς. Τό γε μὴν εἰσάπαν ἔξω τεθεῖσθαι τῶν ἄλλων δοκεῖν, διά γε τὸ μηδὲν ὅλως ἑλεῖν, οὐκ ἠφίει χρησίμως· συνεμέτρει δὲ ὥσπερ τὸ χρῆμα, βραχύ τι δοὺς εἰς ἀναγκαίαν ἀπόλαυσιν· γέγραπται γὰρ ὡδί· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν ἐπὶ δυσμῶν Μωὰβ παρὰ τὸν Ἰορδάνην, κατὰ Ἱεριχὼ, λέγων· Σύνταξον σοῖς υἱοῖς Ἰσραὴλ, καὶ δώσουσι τοῖς Λευΐταις ἀπὸ τῶν κλήρων κατασχέσεως αὐτῶν πόλεις κατοικεῖν, καὶ τὰ προάστεια τῶν πόλεων κύκλῳ αὐτῶν δώσουσι τοῖς Λευΐταις· καὶ ἔσονται αὐτοῖς αἱ πόλεις κατοικεῖν, καὶ τὰ ἀφορίσματα αὐτῶν ἔσται τοῖς κτήνεσιν αὐτῶν, καὶ πᾶσι τοῖς τετράποσιν αὐτῶν. Καὶ τὰ συγκυροῦντα τῶν πόλεων, ἃς δώσετε τοῖς Λευΐταις, ἀπὸ τείχους τῆς πόλεως καὶ ἔξω δισχιλίους πήχεις κύκλῳ, καὶ μετρήσεις ἔξω τῆς πόλεως τὸ κλίτος τὸ πρὸς ἀνατολὰς δισχιλίους πήχεις, καὶ τὸ κλίτος τὸ πρὸς λίβα δισχιλίους πήχεις, καὶ τὸ κλίτος τὸ πρὸς θάλασσαν δισχιλίους πήχεις, καὶ τὸ κλίτος τὸ πρὸς βοῤῥᾶν δισχιλίους πήχεις, καὶ ἡ πόλις μέσον τούτου ἔσται ὑμῖν, καὶ τὰ ὅμορα τῶν πόλεων, καὶ τὰς πόλεις δώσετε τοῖς Λευΐταις, τὰς ἓξ πόλεις τῶν φυγαδευτηρίων, ἃς δώσετε φυγεῖν ἐκεῖ τῷ φονεύσαντι.» Ἐφεῖται γὰρ τοῖς ἁγίοις, καὶ ἐν τῷδε τῷ κόσμῳ κεκτῆσθαι τὰ ζωαρκῆ, καὶ ὅσαπερ ἂν αὐτοῖς, ὡς πρός γε τὴν ἀναγκαίαν τοῦ σώματος χρείαν, ἀρκέσειεν ἄν. «Ἔχοντες γὰρ, φησὶ, διατροφὰς, καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα.» Καὶ τὸ ἔτι περιττὸν, οὐκ ἀζήμιον. Πολίχναι δὴ οὖν καὶ δωμάτια, περισπόριά τε, καὶ τοῦτο μεμετρημένα, τοῖς ἁγίοις ἐκνενέμηνται λειτουργοῖς· ἐδικαίου γὰρ ὧδε Θεὸς, οὔτε τοῖς ὑπὲρ τὴν χρείαν ἢ εἰς τρυφὴν ἀνιεὶς, οὔτε μὴν τῷ λίαν κατεσφιγμένῳ καταθλίβων ἀμέτρως, ἀφιστὰς δὲ χρησίμως, καὶ τὸ πολὺ λίαν ἐνδεὲς, καὶ τὸ λυποῦν ἀφανίζων. Συνεμέτρει γὰρ τῇ χρείᾳ τὴν αὐτάρκειαν. Ἐπιτρέπεσθαί γε μὴν τοῖς Λευΐταις τὰς τῶν φυγαδευτηρίων ἐντέλλεται πόλεις, γένος τὸ μάλιστα πεπονθὸς, πλείστης δὲ ὅσης ἐπικουρίας δεόμενον, τῇ τῶν ἱερουργῶν φροντίδι παρατιθέμενος. Τύπος δὲ, οἶμαι, ταῖς ἐκκλησίαις ἐντεῦθεν, τὸ ἐπιμελεῖσθαι δεσμίων· «Μνημονεύετε» γὰρ, φησὶ, «τῶν δεσμίων, ὡς συνδεδεμένοι· τῶν κακουχουμένων, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι.» {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Ἐν βεβαίῳ δὲ ὅτι τὰ τῆς ἐλπίδος τοῖς ἁγίοις ἱερουργοῖς, καὶ μὴν ὅτι διηνεκὴς ὁ κλῆρος αὐτοῖς, ὑπεδήλου πάλιν αἰνιγματωδῶς κατὰ τοιόνδε τινὰ τρόπον. Γέγραπται γὰρ ἐπὶ τέλει τοῦ Λευϊτικοῦ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆ, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἐὰν εἰσ-έλθητε εἰς τὴν γῆν, ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ ἀναπαύσεται ἡ γῆ ἣν ἐγὼ δίδωμι ὑμῖν, Σάββατα Κυρίῳ. Ἓξ ἔτη σπερεῖς τὸν ἀγρόν σου, ἓξ ἔτη τεμεῖς τὴν ἄμπελόν σου, καὶ συνάξεις τὸν καρπὸν αὐτῆς τῷ δὲ ἔτει τῷ ἑβδόμῳ Σάββατα, ἀνάπαυσις ἔσται τῇ γῇ, Σάββατα τῷ Κυρίῳ.» ∆ιορισάμενος δὲ τὸν Σαββατισμὸν, ἄσπορόν τε καὶ ἀνήροτον ἀνεῖσθαι τὴν γῆν ἐν ἔτει προστεταχὼς τῷ ἑβδόμῳ, προσεπάγει πάλιν· «Καὶ ἐξαριθμήσεις σεαυτῷ ἑπτὰ ἀναπαύσεις ἐτῶν, ἑπτὰ ἔτη ἑπτάκις. Καὶ ἔσονταί σοι ἑπτὰ ἑβδομάδες ἐτῶν ἐννέα καὶ τεσσαράκοντα ἔτη, διαγγελεῖτε σάλπιγγος φωνῇ ἐν πάσῃ τῇ γῇ ὑμῶν, ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ, τῇ δεκάτῃ τοῦ μηνὸς, τῇ ἡμέρᾳ τοῦ ἱλασμοῦ διαγγελεῖτε σάλπιγγι ἐν πάσῃ τῇ γῇ ὑμῶν. Καὶ ἁγιάσετε τὸ ἔτος τὸν πεντηκοστὸν ἐνιαυτὸν, καὶ διαβοήσετε ἄφεσιν ἐπὶ τῆς γῆς πᾶσι τοῖς κατοικοῦσιν αὐτήν. Ἐνιαυτὸς ἀφέσεως, σημασία αὕτη ἔσται ὑμῖν, καὶ ἀπελεύσεται εἷς ἕκαστος εἰς τὴν κτῆσιν αὐτοῦ, καὶ ἕκαστος εἰς τὴν πατριὰν αὐτοῦ ἀπελεύσεσθε. Ἀφέσεως σημασία αὕτη, τὸ ἔτος τὸ πεντηκοστὸν ἐνιαυτὸς ἔσται ὑμῖν.» Τίς μὲν οὖν ὁ λόγος τοῦ καὶ αὐτὴν ἀνεῖσθαι τὴν γῆν, τί δὲ δὴ οὖν καὶ τὸ τῆς ἀφέσεως ἔτος ὑποδηλοῖ, βασανιοῦμεν εὐκαίρως· ὅτι δὲ ἐξαίρετος τοῖς Λευΐταις ὁ κλῆρος, λελέξεται· τέως δὲ γράφει ὡδὶ πάλιν· «Ἐὰν δέ τις ἀποδῶται τὴν οἰκίαν οἰκέτῃ τὴν ἐν πόλει τετειχισμένῃ, καὶ ἔσται ἡ λύτρωσις αὐτῆς, ἕως πληρωθῇ ἐνιαυτὸς ἡμερῶν, ἔσται ἡ λύτρωσις αὐτῆς· ἐὰν δὲ μὴ λυτρωθῇ, ἕως ἂν πληρωθῇ αὐτῆς ἐνιαυτὸς ὅλος, κυρωθήσεται ἡ οἰκία ἡ οὖσα ἐν πόλει τῇ ἐχούσῃ τεῖχος βεβαίως τῷ κτησαμένῳ αὐτὴν εἰς τὰς γενεὰς αὐτοῦ· καὶ οὐκ ἐξελεύσεται ἐν τῇ ἀφέσει. Αἱ δὲ οἰκίαι αἱ ἐν ἐπαύλεσιν, αἷς οὐκ ἔστιν ἐν αὐταῖς τεῖχος κύκλῳ, πρὸς τὸν ἀγρὸν τῆς γῆς λογισθήσονται· λυτρωταὶ διαπαντὸς ἔσονται, καὶ ἐν τῇ ἀφέσει ἐξελεύσονται. Καὶ αἱ πόλεις τῶν Λευϊτῶν, οἰκίαι τῶν πόλεων κατασχέσεως αὐτῶν, λυτρωταὶ διαπαντὸς ἔσονται τοῖς Λευΐταις, καὶ ὃς ἂν λυτρώσηται παρὰ τῶν Λευϊτῶν, καὶ ἐξελεύσεται ἡ διάπρασις αὐτῶν οἰκιῶν πόλεως κατασχέσεως αὐτῶν ἐν τῇ ἀφέσει· ὅτι οἰκίαι τῶν πόλεων τῶν Λευϊτῶν κατάσχεσις αὐτῶν ἐν μέσῳ υἱῶν Ἰσραὴλ, καὶ οἱ ἀγροὶ ἀφωρισμένοι ταῖς πόλεσιν αὐτῶν οὐ πραθήσονται· ὅτι κατάσχεσις αἰωνία τοῦτο αὐτῶν ἐστιν.» {ΠΑΛΛ.} Καὶ τί δὴ ἄρα φησὶν ὁ νόμος; συνίημι γὰρ οὐ σφόδρα. {ΚΥΡ.} Ἄκουε δή· τὰ μὲν γὰρ ἐν ἄστει τῶν οἰκοδομημάτων ἃ ἂν ἐκπρίαιντό τινες παρὰ τῶν κυρίων, ἐξέστω, φησὶ, τοῖς ἀποδομένοις, ἀναμοιράσασθαι τὸ δοθὲν καὶ μέχρις ἔτους ἑνός· εἰ δὲ μὴ τοῦτο γένηται, παρῳχηκότος ἐνιαυτοῦ, κύριος ἔστω, φησὶ, καὶ γραμμάτων ἔξω λοιπὸν ὁ πριάμενος. Εἰ δὲ ἀγρὸς εἴη καὶ ἔπαυλις, ἐξέστω, φησὶ, τὸ ἀνακομίζεσθαι διὰ παντὸς, ἐκτετικότος τῷ πριαμένῳ τὸ δοθὲν ἀργύριον τοῦ ἀπεμπωληκότος. Οὐκ ἔχοντος δὲ καταθεῖναι καὶ ἀναλαβεῖν, ἀνεῖσθαι προστέταχεν ἐν ἔτει πεντηκοστῷ, ἐκτετικότος οὐδὲν τοῦ πάλαι Κυρίου. Κατελογίζετο γὰρ ὁ νόμος τῷ πριαμένῳ τὴν κτῆσιν, τοῦ μακροῦ χρόνου τὰ κέρδη πρὸς τὴν τῶν ὀφλημάτων ἀντέκτισιν. Ἀλλὰ ταυτὶ μὲν ἐπὶ τοῖς ἀγελαίοις ἐθεσμοθέτει Θεός. Ἀνὰ μέρος δὲ ὥσπερ πάλιν καὶ ὡς ἐν ἰδίᾳ ἐτί-θει τιμῇ τὰ Λευϊτικὰ, λυτρωτὰ διὰ παντὸς εἶναι λέγων αὐτὰ, καὶ ἐπιπράσκεσθαι διακωλύων· «Μερὶς γὰρ αὕτη, φησὶ, καὶ κλῆρος αὐτοῖς.» {ΠΑΛΛ.} Ἆρ' οὖν, ὦ γενναῖε, μέχρι τούτων ἡμῖν ὁ τοῦ νόμου σκοπὸς, ἐκτέκοι δ' ἂν ὅλως οὐδὲν τῶν ἀναγκαίων ἡ βάσανος; {ΚΥΡ.} Εἶτα πῶς πνευματικὸς ἔτι ὁ νόμος; ἢ πῶς οὐκ ἄξιον ἐννοεῖν, ὅ τί ποτε ἄρα φησὶ τὸ Γράμμα τὸ ἱερὸν, τοῦ δὴ χάριν, ἀλύτρωτα μὲν τὰ ἐν ἄστει παρῳχηκότος ἐνιαυτοῦ ἑνὸς, ἐλλυτρώσιμα δὲ καὶ διὰ παντὸς τὰ ἔξω καὶ ἐν ἀγροῖς; Ἀλλ' ἔστιν ἰδεῖν ὡς οὐ σφόδρα πολὺς τῷ πανσόφῳ Θεῷ τῆς ἱστορίας ὁ λόγος, ἔστ' ἂν ἴοι καταροῦν τὰ πνευματικὰ, καὶ τῆς ἀληθείας οἱ χαρακτῆρες ἀκριβεῖς λίαν ἐκφαίνοιντο. {ΠΑΛΛ.} ∆ιασάφει δὴ οὖν ὅ τί ποτ' ἐστὶν ὅ φησιν ὁ νόμος; {ΚΥΡ.} Ἀμυδρὸν, ὦ Παλλάδιε, τῆς ἐμπωλῆς τὸ χρῆμα, καὶ λίαν ἀνάντη τὴν προσβολὴν ἔχον, κἂν εἰ ἐν ψιλαῖς ἐννοίαις αὐτὴν περινοεῖν ἕλοιτό τις· φράσω γε μὴν, ὡς ἔνι, καὶ ὡς ἂν εἰς νοῦν ἴοι τὸν ἐμόν. Ἐρήσομαι δὲ, καί μοι λέγε· Τοῖς καταδῃοῦν εἰωθόσι πόλεις τε καὶ χώρας, τίνες ἂν εἶεν ἁλώσιμοι, καὶ οὐ σὺν ἱδρῶτι μακρῷ; πότερα δὴ φὴς, οἱ τειχῶν ἔσω καὶ πόλεων τῶν εὐπυργοτάτων, ἢ μᾶλλον οἱ ἐν ἀγροῖς; {ΠΑΛΛ.} Καὶ τίνι τοῦτο ἀσυμφανές; εὐαλωτότατοι γὰρ οἱ ἐν ἀτειχίστοις ἀγροῖς. {ΚΥΡ.} Ὀρθῶς ἔφης· οἴει δὲ δὴ τίνας ἄμεινόν τε καὶ ἐπιεικέστατα διαζῇν, ἀστικοὺς ἄρα καὶ τοὺς ἐν εἰδήσει νόμων, ἤγουν τοὺς ἐν κώμαις ἀγροικότερον ἀνατεθραμμένους; Οὐκοῦν ἀσθενέστερον μὲν οἱ ἐν ἀγροῖς προστήσονται τῆς ἑαυτῶν σωτηρίας, οἱ δὲ πόλεων εἴσω πεπυργωμένων, βουλεύσονται δὴ τὰ ἀμείνω, καὶ λογιοῦνται συννόμως τὰ σφίσιν αὐτοῖς ἀναγκαῖα πρὸς ὄνησιν, καὶ ᾖ βουλῆς καὶ σκεμμάτων καιρός. {ΠΑΛΛ.} Ἀληθές· εἰ καὶ πεπόνθασι μὲν τὸ ἡττᾶσθαι τυχόν. {ΚΥΡ.} Καὶ μὴν καὶ ἁλῶναι τοῖς ἐν ἀγρῷ, καὶ βουλῆς ἡμαρτηκόσι τῆς ἀρίστης ἔσθ' ὅτε συγγνοίη τις ἄν· ἀτείχιστοι γὰρ καὶ τῶν ἐν ταῖς πόλεσιν ἀβουλότεροι. Τούς γε μὴν ἑτέρους, ἐπαιτιῷτό τις ἂν, καὶ μάλα εἰκότως οἶμαι, εἰ μετὰ τὸ ἀμύνασθαι τοὺς ἐχθροὺς καὶ διασώσασθαι τὰ οἰκεῖα, ταῖς τῶν ἀνθεστηκότων προσβολαῖς, προὔδοσαν μὲν ἑκόντες αὐτοὶ, κακανδρίᾳ δὲ τῇ σφῶν προηττημένοι, γεγόνασιν ὑπὸ χεῖρα τῶν ἀνθεστηκότων. {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Θέα δὴ οὖν Ἰουδαίους μὲν, τὴν ἁγίαν οἰκοῦντας πόλιν, περὶ ἧς φησιν ὁ τῶν ὅλων Θεός· «Καὶ ἐγὼ ἔσομαι αὐτῇ, λέγει Κύριος, τεῖχος πυρὸς κύκλωθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.» Καὶ μέντοι πρὸς τόδε καὶ νόμῳ σεσοφωμένους. Τοιγάρτοι καὶ ἔφασκεν· «Μακάριοί ἐσμεν οἱ υἱοὶ Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ Κυρίῳ γνωστὰ ἡμῖν ἐστιν.» Ἆρ' οὖν, οὐχὶ δυσεμβατωτάτους κομιδῇ τοὺς τοιούτους εἶναι φὴς ταῖς τῶν δαιμονίων ἐπαγωγαῖς, εἴπερ ἕλοιντο βιοῦν ὀρθῶς, καὶ τοῖς θείοις ὑποφέρεσθαι νόμοις; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Αἱ δὲ τῶν ἐθνῶν ἀγέλαι, φρένα μὲν ἔχουσαι τὴν ἀγροικοτέραν καὶ εὐπάροιστον, παντελῶς εἶεν ἂν εἰκότως οὐ σὺν ἱδρῶτι ληπταὶ, τῷ διαρπάζοντι Σατανᾷ, γυμναὶ μὲν ἐπικουρίας τῆς ἄνωθεν, ἥκιστα δὲ τὸν παιδαγωγὸν καταπλουτοῦσαι νόμον. {ΠΑΛΛ.} Ἔοικεν. {ΚΥΡ.} Οὐκοῦν Ἰουδαῖοι μὲν, οἱ πόλιν οἰκοῦντες τετειχισμένην, καὶ ταῖς ἄνωθεν ἐπικουρίαις διεζωσμένην, καὶ φρένας ἔχοντες ἀστικὰς, καὶ τὸ τῷ Θεῷ δοκοῦν οὐκ ἠγνοηκότες, εἶτα τοῦ πρέποντος ἀλογήσαντες, τὸν σφίσιν αὐτοῖς ἀπονεμηθέντα κλῆρον ἀποβεβληκότες ἐκ ῥᾳθυμίας, καὶ τῆς ἄγαν ἐλπίδος ἐκπεπτωκότες, εἰ μὴ ἐκνήψειαν ἂν ἐκ μέθης αὐτῶν, κατὰ τὸ γεγραμμένον, καὶ ἀνακομίσαιντο τὰ οἰκεῖα, τοῦ τῆς λυτρώσεως ἐνεστηκότος ἐνιαυτοῦ, τοῦτ' ἔστι, τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, ἀπομενοῦσι λοιπὸν, καὶ διηνεκῶς ὑποκείσονται τῷ πριαμένῳ, τοῦτ' ἔστι τῷ Σατανᾷ. «Ἰδοὺ γὰρ, φησὶ, ταῖς ἀνομίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἁμαρτίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν.» Ἀνεπικούρητος δὲ παντελῶς ἡ τῶν ἐθνῶν οὖσα πληθὺς, καὶ τὴν ἄγροικόν τε καὶ ἀμαθῆ νοσοῦσα φρένα, ταύτῃτοι καὶ ἐξωσμένη πρὸς τὴν ὑφ' ἑτέροις δουλείαν, λυτρωτὴ διὰ παντός ἐστιν, ἐποικτείροντος τοῦ Θεοῦ· ἀναλήψεται γὰρ τὸν ἴδιον κλῆρον κεκλημένη πρὸς ἐλευθερίαν, ἐν τῷ ἔτει τῆς ἀφέσεως, ὅτε πᾶσαν τὴν ὑφ' ἡλίῳ τῆς τῶν δαιμονίων πλεονεξίας ἀνῆκε Χριστὸς, καὶ τῶν τῆς ἁμαρτίας ἐξείλετο βρόχων, καὶ δεδικαίωκεν ἐν πίστει, καὶ ἡγίακεν ἐν πνεύματι, καταργήσας τῷ ἰδίῳ σταυρῷ τὸ καθ' ἡμῶν χειρόγραφον, ἀνεκποίητα δὲ τὰ Λευϊτικά· τετήρηται γὰρ ἀσφαλῶς τοῖς ἁγίοις ὁ κλῆρος, καὶ ἐρηρεισμένην ἔχουσι τὴν ἐλπίδα. Καὶ γοῦν ἐπὶ τῇ φιλομαθεστάτῃ Μαριὰμ ἔφη που Χριστὸς, ὅτι τὴν καλὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ' αὐτῆς. Πλὴν μικροῦ καὶ μεγάλου ἱερέως καὶ λαοῦ, καὶ πάντων τῶν ἁπαξαπλῶς ἡ λύτρωσις ἐν Χριστῷ καὶ τὸ τῆς ἐλπίδος ἀσφαλές. {ΠΑΛΛ.} Ἀπεμπωλήσει δὴ οὖν τὸν ἴδιον κλῆρον ὁ Ἰσραὴλ, τῆς λυτρώσεως τὸν ἐνιαυτὸν οὐκ ἐπεγνωκώς· ἔσται γε μὴν ἐν καθέξει τῆς ἐλπίδος τὰ ἔθνη, καὶ τῶν τῆς φύσεως ἀγαθῶν ἐπανάληψις ἔσται διὰ Χριστοῦ. {ΚΥΡ.} Οὕτω φημί· κατασφραγιεῖ δὲ τὸν λόγον ἡμῶν εἰς τὸ ἀληθὲς, ὁ τῶν ὅλων Θεὸς καὶ καθ' ἕτερον τοῦτο σημαίνων τρόπον, διὰ φωνῆς Ἰεζεχιὴλ, ἐν τῇ τοῦ οἴκου διαμετρήσει· «Τάδε λέγει Κύριος· Ἐὰν δῷ ὁ ἀφηγούμενος δόμα ἑνὶ ἐκ τῶν υἱῶν αὐτοῦ, ἐκ τῆς κληρονομίας αὐτοῦ, τοῦτο τοῖς υἱοῖς αὐτοῦ ἔσται· ἢ ἑνὶ τῶν παίδων αὐτοῦ, καὶ ἔσται αὐτῷ ἕως τοῦ ἔτους τῆς ἀφέσεως. Καὶ ἀποδώσει τῷ ἀφηγουμένῳ, πλὴν τῆς κληρονομίας τῶν υἱῶν αὐτοῦ αὐτοῖς ἔσται, καὶ οὐ μὴ λάβῃ ὁ ἀφηγούμενος ἐκ τῆς κληρονομίας τοῦ λαοῦ αὐτοῦ καταδυναστεῦσαι αὐτοὺς ἐκ τῆς κατασχέσεως αὐτοῦ, ἀπὸ κληρονομίας αὐτοῦ κατακληρονομῆσαι τοῖς υἱοῖς αὐτοῦ, ὅπως μὴ διασκορπίζηται ὁ λαός μου, ἕκαστος ἀπὸ κατασχέσεως αὐτοῦ.» Ἆρά σοι σαφὲς τὸ χρησμῴδημα, καὶ ψιλὸς ὁρᾶται τῆς ἱστορίας ὁ νοῦς; {ΠΑΛΛ.} Οὐδαμῶς· ἀναμάθοιμι δ' ἂν ὡς ἥδιστά γε. {ΚΥΡ.} Ἡγούμενον, ὦ Παλλάδιε, τὸν ἀρχιερέα καλεῖ, τὸν καθηγεῖσθαι λαχόντα τῶν ὑπὸ χεῖρα λαῶν. Οὐκοῦν ἐπειδήπερ ἐπιτήδειοι καὶ ἐξαίρετοι τοῖς ἁγίοις ἱερουργοῖς ἐκνενέμηνται κλῆροι, καὶ τούτους αὐτοῖς ἐσαεὶ διασώζεσθαι καὶ ἀναποβλήτους εἶναι προστέταχεν, ἀναγκαίως ἐκεῖνο δηλοῖ. Εἰ γὰρ γένοιτο, φησὶν, ἕνα τῶν ἡγουμένων ἤτοι τῶν ἱερουργῶν, τοῖς ἰδίοις διανεῖμαι τέκνοις ἐξ ἰδίου κλήρου τινὰ, πεπήχθω, φησὶ, τὸ δοθὲν, καὶ ἀνεκποίητον ἔστω τῷ λαβόντι τὸ δῶρον. Οἴχεται γὰρ οὐκ ἐπί τινα τῶν ἀλλογενῶν ὁ κλῆρος, ἀλλ' ἐξ ἱερέων εἰς ἱερούς. Εἰ δὲ δὴ καὶ ἑνὶ τῶν οἰκετῶν χαρίσαιτο, κεκτήσεται, φησὶν, οὐ βεβαίως ὁ λαβὼν, ἀναδραμεῖται δὲ πάντως ἐπὶ τὸν ἡγούμενον, ἐν τῷ ἔτει τῆς ἀφέσεως, ὁ κλῆρος αὐτοῦ. Προσεπιτάττει γε μὴν ἀποσείεσθαι τὸν ἱερουργὸν τοῦ τῶν ἀλλοτρίων ἐφίεσθαι κλήρου, τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ, οὐ μὴ λάβῃ ὁ ἀφηγούμενος ἐκ τῆς κληρονομίας τοῦ λαοῦ αὐτοῦ. Ἆρά σοι γέγονεν ἀποχρῶν ὁ λόγος εἰς τὴν τοῦ πράγματος διασάφησιν; {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Ἴτω δὴ οὖν εἰς βάσανον τὴν πνευματικήν· τύποι γὰρ δὴ τὰ ἐν νόμῳ, καὶ τῆς ἀληθείας ἡ μόρφωσις ἐγκεχάρακται ταῖς σκιαῖς. {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Οὐκοῦν κλῆροι μὲν ἀσφαλεῖς καὶ μένοντες, οἱ ἐκ πατέρων εἰς τέκνα, ἀπόβλητοι δὲ καὶ ἀνόπιν ἰόντες, οἱ ἐκ δεσποτῶν εἰς τοὺς οἰκέτας· τοῦτο γὰρ ἔφη τὸ Γράμμα τὸ ἱερόν. {ΠΑΛΛ.} Συνίημι. {ΚΥΡ.} Εἷς δὲ ἡμῶν τῶν ἐν πίστει δεδικαιωμένων καθηγητὴς, ὁ Χριστὸς, κλῆρον ἔχων ἴδιον, τὸν τοῦ Θεοῦ καὶ Πατρός. Τοιγάρτοι καὶ ἔφασκεν, ὅταν πρὸς αὐτὸν ἐποιεῖτο τοὺς λόγους ὡς ἐν σχήματι προσευχῆς, ὅτι «Πάντα τὰ ἐμὰ, σά ἐστι, καὶ τὰ σὰ ἐμὰ, καὶ δεδόξασμαι ἐν αὐτοῖς.» Ψάλλει δέ που καὶ ὁ θεσπέσιος Μελῳδὸς, ὅτι ἀναβὰς εἰς ὕψος, ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔδωκε δόματα τοῖς ἀνθρώποις· οὓς μὲν γὰρ ἔθετο ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, καὶ ᾧ μὲν δέδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, καὶ τὰ τούτοις ἀδελφά. Καὶ ἁπαξαπλῶς τοῖς ἰδίοις ἀγαθοῖς τὰς τῶν ἀγαπώντων αὐτὸν καταπιαίνει ψυχάς. Βεβαία δὴ οὖν καὶ ἐρηρεισμένη τοῖς ἱερουργοῖς τε καὶ ἐλευθέροις τῶν δεδωρημένων ἡ κτῆσις. Τοῖς δὲ τὸ δοῦλον ἔχουσι πνεῦμα, τοῦτ' ἔστι, τοῖς ἐξ Ἰσραὴλ, τὴν ἐλευθέραν πίστιν οὐ προσιεμένοις, ἀλλ' ὑπὸ ζυγὰ κειμένοις ἔτι τῆς βεβήλου καὶ βδελυρᾶς ἁμαρτίας, ἀπόβλητος καὶ ἀφαιρετὴ καὶ ἡ δοθεῖσα χάρις διὰ Μωσέως, τοῦτ' ἔστιν ἡ ἐν νόμῳ γνῶσις, παιδαγωγοῦσα πρὸς ἀλήθειαν. Καὶ κλῆρος μὲν ὅλως μετὰ τῶν ἁγίων οὐδεὶς, μερὶς δὲ οὐδεμία μετὰ Χριστοῦ. «Τῷ γὰρ ἔχοντι,» φησὶ, «δοθήσεται καὶ περισσευθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ' αὐτοῦ.» Ὅτι δὲ ἀπόκληρος ὁ Ἰσραὴλ τὴν πίστιν οὐ προσηκάμενος, οὐδὲ τοῖς εἰς ἐλευθερίαν ἀξιώμασιν ἐκλελαμπρυσμένος, διαμεμήνυκεν ὁ Σωτὴρ, τὴν τοῦδε τοῦ νόμου, καθάπερ ἐγῷμαι, δύναμιν παρακομίζων εἰς μέσον. Ἔφη γὰρ ὧδε τοῖς ἀπειθεῖν ἑλομένοις· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας, ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα. Ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα. Ἐὰν οὖν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ἐλεύθεροι ὄντως ἔσεσθε.» Ἄθρει δὴ οὖν ὅτι τὸ χρῆναι κληρονομεῖν. ἐλευθέροις ἂν πρέποι, καὶ οὐχὶ δὴ μᾶλλον τοῖς ὑπὸ ζυγὰ δουλείας· υἱοὶ γὰρ οἱ μένοντες ἐν τῇ οἰκίᾳ, καὶ οὐχὶ δοῦλοι, φησίν. {ΠΑΛΛ.} Ἀστειότατα ἔχει. {ΚΥΡ.} Προσεπάγων δὲ ὁ νόμος τὸ, «Οὐ μὴ λάβῃ ὁ ἀφηγούμενος ἐκ τῆς κληρονομίας τοῦ λαοῦ αὐτοῦ, τοῦ κατακληρονομῆσαι τοῖς υἱοῖς αὐτοῦ,» παραδηλοῖ τι τοιοῦτον, ὡς οὐκ ἄν ποτε Χριστὸς, αὐτὸς γὰρ ἡμῶν ἡγούμενος, διανείμαι τισὶ τῶν ἡγιασμένων, τὸν οὐκ αὐτοῖς πρέποντα κλῆρον. Ἢ γὰρ, οὐχὶ μερὶς ὥσπερ τις ἑτέρα, καὶ κλῆρος ἕτερος, τοῖς οὐχ ὁλοκλήρως ἁνατεθεικόσι Θεῷ τὴν ἑαυτῶν ζωήν· ἕτερος δὲ καὶ ἐξαίρετος τοῖς ἐξειλεγμένοις καὶ εἰς λῆξιν διεληλακόσι τῆς ἐν Χριστῷ λαμπρότητος; {ΠΑΛΛ.} Πῶς γὰρ οὔ; {ΚΥΡ.} Οὐκοῦν ἀκαλλὲς ἁγίοις, τὸ παρὰ Χριστοῦ δέχεσθαι ζητεῖν ἃ τοῖς ἐν κόσμῳ πρέπει, καὶ πολιτείαν ἐπιτηδεύουσι τὴν οὐκ εἰσάπαν ἡγιασμένην. Ζητητέον δὲ μᾶλλον, σαρκικὸν μὲν οὐδὲν, θεῖα δὲ πάντα καὶ πνευματικά· οὕτω καὶ αὐτὸς ὁ Σωτὴρ τοὺς ἁγίους ἀποστόλους ποιεῖσθαι προσέταττε τῆς ἱκετείας τοὺς λόγους, διαπλάττων εὖ μάλα πρὸς τὸ ἁγιοπρεπὲς τὴν αἴτησιν. «Οὕτως» γὰρ, φησὶν, «ὑμεῖς προσεύχεσθε· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥύσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.» Τοῖς οὖν αἰτοῦσιν οὐ καθηκόντως, ἃ μὴ δίδωσιν ὁ ἡγούμενος, λελέξεται πρὸς ἡμῶν· «Αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖτε.» Ὅτι δέ ἐστιν ἀληθὴς ὁ λέγων πρὸς τὸν Θεὸν, ὅτι «Σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ,» πάλιν ἡμῖν ὑπαινίττεται λέγων ὁ νόμος, ὅτι «Ταύτης ἕνεκα τῆς αἰτίας, οὐ μὴ λάβῃ ὁ ἀφηγούμενος, ἐκ τῆς κληρονομίας τοῦ λαοῦ αὐτοῦ, τοῦ κατακληρονομῆσαι τοὺς υἱοὺς αὐτοῦ, ὅπως, φησὶ, μὴ διασκορπίζηται ὁ λαός μου ἕκαστος ἀπὸ τῆς κληρονομίας αὐτοῦ.» Ἡτοίμασται γὰρ ὥσπερ ἑκάστῳ κλῆρος ἴδιος, καὶ ἀναλόγως τοῖς κατωρθωμένοις ἡ μερὶς παρὰ Θεοῦ. Ἢ καὶ τάχα που, φησὶν, ὡς ἔστι τῶν ἄγαν ἐκτόπων μεθίστασθαι καὶ ἐπιθυμεῖν τοὺς ἡγιασμένους, ὧν ἂν ἔχοιεν οἱ φρονοῦντες τὰ ἐν κόσμῳ, πρόσκαιρα δὲ ταῦτα καὶ σαρκικὰ, καὶ ἐν ἴσῳ σκιαῖς παρελαύνοντα. {ΠΑΛΛ.} Ὧδε ἔχει. {ΚΥΡ.} Κλῆροι μὲν οὖν ἰδικοὶ, καὶ μέντοι καὶ πόλεις τῶν ἄλλων ἐξῃρημέναι τοῖς ἁγίοις ἱερουργοῖς, παρὰ Θεοῦ τὰ γέρα, κοινὴν δὲ ὥσπερ ἁπάντων ὁρίζει τὴν μίαν καὶ διαβόητον Ἱερουσαλήμ· ἔφη γὰρ οὕ τως ἐν τῷ ∆ευτερονομίῳ· «Ἐὰν παραγένηται ὁ Λευίτης ἐκ μιᾶς τῶν πόλεων ὑμῶν, ἐκ πάντων τῶν υἱῶν Ἰσραὴλ οὗ αὐτὸς παροικεῖ, καθὸ ἐπιθυμεῖ ἡ ψυχὴ αὐτοῦ εἰς τόπον ὃν ἐκλέξηται Κύριος ὁ Θεός σου, καὶ λειτουργήσει τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ αὐτοῦ ὥσπερ πάντες ἀδελφοὶ αὐτοῦ οἱ Λευῖται οἱ παρεστηκότες ἐκεῖ ἐνώπιον Κυρίου, μερίδα μεμερισμένην φάγεται, πλὴν τῆς πράσεως αὐτοῦ τῆς κατὰ τὴν πατριάν.» Ἑνὸς γὰρ ὄντος Θεοῦ πανταχῆ τῶν ἱερέων ἅπτεσθαι χρὴ τοὺς εἴς γε τουτὶ παρενηνεγμένους, καὶ ψήφῳ τῇ ἄνωθεν ἀπολελεγμένους. Τοῦτό τοι καὶ νῦν ἐν Ἐκκλησίαις τετήρηται, καὶ τετίμηται πρὸς ἡμῶν ὁ νόμος· πόλις μὲν γὰρ ἑκάστῳ καὶ κλῆρος ἴδιος τῶν ἐξειλεγμένων εἰς ἱερωσύνην, συμπαραλαμβάνεται δὲ πρὸς ἱερουργίαν, κἂν εἰ ἐξ ἑτέρας εἰς ἑτέραν ἴοι τυχὸν, ἢ πόλιν ἢ χώραν, καὶ συνεσθίει μετὰ τῶν ἱερέων, καὶ τοῖς τῆς ἀγάπης τιμᾶται νόμοις· ἔοικε δέ τι καὶ μυστικὸν, καθάπερ ἐγῷμαι, πάλιν ὁ νόμος ὑποδηλοῦν. Μυρίαι μὲν γὰρ ἀνὰ πᾶσαν τὴν οἰκουμένην χῶραί τε καὶ πόλεις ἐν αἷς ἅγιαί τε καὶ θεοφιλεῖς ἀνθρώπων ψυχαὶ λειτουργοῦσι Θεῷ, διά γε τοῦ ζῇν ἐννόμως, καὶ πολιτεύεσθαι μὲν εὐαγγελικῶς, καταθύειν δὲ ὥσπερ αὐτῷ τὰ εἰς ὀσμὴν εὐωδίας, δῆλον δὲ ὅτι τῆς πνευματικῆς, πίστιν, ἐλπίδα, ἀγάπην, ὑπομονὴν, πραότητα, φιλοπτωχίαν· «Τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται Θεὸς,» κατὰ τὰς Γραφάς. Ἀλλ' οἵδε δὴ πάντες καθάπερ εἰς μίαν καὶ κοινὴν μητέρα συνθέουσι τὴν ἐπουράνιον Ἱερουσαλὴμ, τὴν τῶν πρωτοτόκων Ἐκκλησίαν, τὴν ἄνω καλλίπολιν, τὴν σκηνὴν τὴν ἀληθινὴν, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος, ἐκεῖ καθαρώτερον λειτουργήσομεν, ἐξαιρεθείσης μὲν ἡμῶν τῆς ἁμαρτίας εἰσάπαν, πεπαυμένου δὲ λέοντος καὶ δράκοντος, βασιλίσκου καὶ ἀσπίδος· «Ἔσται» γὰρ, φησὶν, «ἐκεῖ ὁδὸς καθαρὰ, καὶ ὁδὸς ἁγία κληθήσεται, καὶ οὐ μὴ εὑρεθῇ ἐκεῖ λέων, οὐδὲ τῶν θηρίων τῶν πονηρῶν οὐδὲν οὐ μὴ ἀναβῇ ἐκεῖ.» Μεμερισμένην ἐκεῖ μερίδα φαγόμεθα. Γέγραπται γάρ· «Τοὺς καρποὺς τῶν πόνων σου φάγεσαι.» Ἢ οὐκ ἀνάλογος τοῖς ἑκάστου πόνοις ἡ τῶν ἀγαθῶν ἀντέκτισις, εἰ καὶ ἐν μέτρῳ πλείονι διὰ τὴν τοῦ ∆εσπότου φιλοτιμίαν; «Μέτρον γὰρ, φησὶν, καλὸν, πεπιέσμενον, ὑπερεκχυνόμενον, σεσαλευμένον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν.» {ΠΑΛΛ.} Ἔφης μὲν ὀρθῶς. Πλὴν ἐκεῖνο φράσον· οὐ γὰρ ἐξῆν τοῖς Λευίταις ἐν ἰδίαις οὖσι πόλεσί τε καὶ κώμαις, ἱερουργεῖν; {ΚΥΡ.} Ἥκιστά γε· μία γὰρ ἡ σκηνὴ, καὶ ἓν τὸ θυσιαστήριον ἐφ' ᾧ πάντα τὰ ἱερὰ, εἷς δὲ καὶ νεὼς ἐν τοῖς Ἱεροσολύμοις, ὃν Σολομὼν ἀνεδείματο, τῆς ἀρχαίας ἐκείνης σκηνῆς ἀποπληρῶν τὸ σχῆμα. Ἀποφάσκει δὲ παντελῶς ὁ νόμος, τὸ ἐξεῖναί τισι, τῆς ἁγίας ἔξωθεν θύειν σκηνῆς· καὶ τοῖς τοῦτο δρᾷν ἐθέλουσιν, ὄλεθρος ἦν ἡ ζημία, καὶ ὁ περὶ τῶν ἐσχάτων ἐπήρτητο λόγος. Ἔφη γὰρ ὧδε σαφῶς· «Ἐὰν δέ τις θύσῃ πρόβατον ἢ μόσχον ἐν τῇ παρεμβολῇ, καὶ ἐπὶ τὰς θύρας τῆς σκηνῆς μὴ ἐνέγκῃ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς.» Ὅτι δὲ ἦν πᾶσά πως ἀνάγκη κατ' ἐκεῖνο καιροῦ τοὺς θύειν ἐθέλοντας, εἴς γε τὸν νεὼν καὶ εἰς τὴν ἁγίαν αὐτὴν ἀφικνεῖσθαι πόλιν, καὶ ἀποπεραίνειν ἐννόμως τὰ ἱερὰ, προσκομιζόντων αὐτὰ τῶν ἐξ αἵματος τοῦ Λευὶ, παρά σοι σαφῶς ἐπαΐειν Θεοῦ λέγοντος ἐναργῶς ἐν τῳ ∆ευτερονομίῳ· «Οὐ δυνήσῃ φαγεῖν ἐν ταῖς πόλεσί σου τὸ ἐπιδέκατον τοῦ σίτου σου, καὶ τοῦ οἴνου σου, καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα τῶν βοῶν σου, καὶ τῶν προβάτων σου, καὶ πάσας τὰς εὐχὰς, ὅσας ἂν εὔξῃ, καὶ τὰς ὁμολογίας ὑμῶν, καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν, ἀλλ' ἢ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου φάγῃ αὐτὸ ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὑτῷ, σὺ καὶ οἱ υἱοί σου, καὶ ἡ θυγάτηρ σου, καὶ ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ ὁ Λευίτης, καὶ ὁ προσήλυτος ὁ ἐν ταῖς πόλεσί σου, καὶ εὐφρανθήσῃ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου ἐπὶ πάντα, οὗ ἐὰν ἐπιβάλῃς τὴν χεῖρά σου· πρόσεχε σεαυτῷ μὴ ἐγκαταλίπῃς τὸν Λευίτην πάντα τὸν χρόνον ὅσον ἂν ζῇ ἐπὶ τῆς γῆς.» Ἀπρόσιτον γὰρ τὸ Θεῖον, καὶ ἀπαράδεκτος ἡ θυσία Λευίτου δίχα· μεσιτεύουσι γὰρ, τὸν Θεοῦ καὶ ἀνθρώπων μεσίτην ἀπομιμούμενοι, τοῦτ' ἔστι Χριστόν. Ὅτι δὲ μία τέ ἐστιν ἡ Ἐκκλησία, καὶ ἓν τὸ Χριστοῦ μυστήριον, οὐκ ἔννομος δὲ θυσία, μᾶλλον δὲ καὶ ἀπόβλητος, καὶ τὸ ἁνδάνειν οὐκ ἔχουσα τῷ Θεῷ μὴ ἐν ἐκκλησίᾳ τελουμένη, παρέδειξεν ἐναργῶς ὁ νόμος, μὴ δεῖν ἔξω λέγω τῆς ἁγίας σκηνῆς τελεῖσθαι τὰ ἱερά. Ὅση δὲ τῶν τοιούτων ἡ ἐπιτήρησις, εἴσῃ τοι κἀντεῦθεν. Ἦν μὲν γὰρ ἀπεικὸς οὐδὲν, μᾶλλον δὲ καὶ ἀληθὲς, μακροῖς διαστήμασι τοῖς διὰ μέσου κειμένοις ἀπονοσφίζεσθαι τῶν Ἱεροσολύμων τὰς ἀνὰ τὴν Ἰουδαίαν πᾶσαν οὐκ εὐαριθμήτους πόλεις. Καὶ τί τὸ ἐντεῦθεν σκληρὸν καὶ δυσήνυτον, τοὺς θύειν ἐθέλοντας ἀπαρχὴν σίτου, καὶ μὴν ἐλαίου καὶ οἴνου, τοσαύτην δύνασθαι διακομίσαι τὴν τρίβον; Ὄκνον δ' ἂν ἴσως ἐνεποίησέ τισιν, ὁ ὑπὸ χεῖρα πόνος, ἀλλ' ἦν ἀκαλλὲς, μᾶλλον δὲ τῶν ἄγαν ἐκτοπωτάτων, ἐπεί τοι τὸ χρῆμα δυσχερὲς, καὶ οὐκ εὐκατόρθωτον τοῖς ἀπωτέρω κειμένοις ἦν, παραλύεσθαι τῆς ἀληθείας τὸ κάλλος, οὐκ ἐν τῇ ἁγίᾳ σκηνῇ προσκομιζόντων τὰ ἱερὰ τῶν ἐξ Ἰσραήλ. Ἵνα τοίνυν ἁπάντων ἡμῖν τῶν ἐν μέσῳ παραποδισμάτων χρησίμως ἐξῃρημένων, καὶ εἰς τὸ τῷ νομοθέτῃ δοκοῦν διεξάγοιτο λοιπὸν ὁ ἐπὶ τῷδε νόμος, πεπαιδαγώγηκεν ὁ Μωσῆς, καὶ τὴν θείαν διερμηνεύει βούλησιν ἐν τῷ ∆ευτερονομίῳ, λέγων· «∆εκάτην ἀποδεκατώσεις παντὸς γεννήματος τοῦ σπέρματός σου, τὸ γέννημα τοῦ ἀγροῦ σου ἐνιαυτὸν κατ' ἐνιαυτὸν, καὶ φάγῃ αὐτὸ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ, ἐκεῖ οἴσεις τὰ ἐπιδέκατα τοῦ σίτου σου, καὶ τοῦ οἴνου σου, καὶ τοῦ ἐλαίου σου, καὶ τὰ πρωτότοκα τῶν βοῶν σου, καὶ τῶν προβάτων σου, ἵνα μάθῃς φοβεῖσθαι Κύριον τὸν Θεόν σου πάσας τὰς ἡμέρας. Ἐὰν δὲ μακρὰν γένη-ται ἡ ὁδὸς ἀπὸ σοῦ, καὶ μὴ δύνῃ ἀναφέρειν αὐτὰ, ὅτι μακρὰν ἀπὸ σοῦ ὁ τόπος ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ὅτι εὐλογήσει σε Κύριος ὁ Θεός σου, καὶ ἀποδώσῃ αὐτὰ ἀργυρίου, καὶ λήψῃ τὸ ἀργύριον ἐν ταῖς χερσί σου, καὶ πορεύσῃ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου, αὐτὸν ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, καὶ δώσεις ἀργύριον ἐπὶ παντὸς οὗ ἂν ἐπιθυμῇ ἡ ψυχή σου, ἐπὶ βουσὶν ἢ ἐπὶ προβάτοις, ἢ ἐπ' οἴνῳ ἢ ἐπὶ σίκερα, ἢ ἐπὶ παντὸς οὗ ἂν ἐπιθυμῇ ἡ ψυχή σου, καὶ φάγῃ ἐκεῖ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου, καὶ εὐφρανθήσῃ σὺ καὶ ὁ οἶκός σου, καὶ ὁ Λευίτης ὁ ἐν ταῖς πόλεσί σου, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ.» Ὁρᾷς τοῦ νόμου τὸ εὐτεχνὲς, καταψιλοῦντος τὸ ἄναντες, καὶ βάσιμα τὰ δυσπόρευτα τιθέντος εὖ μάλα, κατευμαρίζοντος δὲ καὶ τὰ λίαν δυσχερῆ; καὶ τοῦτο, οἶμαι, ἐστὶ, τὸ διὰ τῆς τοῦ προφήτου φωνῆς· «Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν.» Ἐπιτήρει δὲ ὅτι πανταχῆ τε καὶ ἀναγκαίως ὁ Λευίτης παραλαμβάνεται, καταδεικνύντος ἡμῖν ἐναργῶς τοῦ νόμου, ὡς οὐκ ἂν πρόσοιτο θυσίαν ὁ τῶν ὅλων Θεὸς ἐξ ἀνιέρου χειρὸς, καὶ ἀπᾴδοντος τοῦ νόμου προσκεκομισμένην. {ΠΑΛΛ.} Ἐκτετίμηται δὴ οὖν εἰσάπαν τὸ Λευιτικόν. {ΚΥΡ.} Παντάπασι μὲν οὖν, ὦ Παλλάδιε· Χριστοῦ γὰρ τύπος, καὶ ἐκμαγεῖον ὁ ἱερεύς· ὠνόμασται γὰρ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ὁ Ἐμμανουὴλ, ἀπόστολός τε καὶ ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν κατὰ τὰς Γραφὰς, ὃς οὐ δι' αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν εἰς τὰ Ἅγια τῶν ἁγίων ἐφάπαξ, αἰωνίαν λύτρωσιν εὑράμενος. Καὶ μιᾷ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους, κατὰ τὰς Γραφάς. Ἄθρει δὲ, εἴ σοι δοκεῖ, καὶ καθ' ἕτερον τρόπον, τῇ δόξῃ Χριστοῦ στεφανούμενον τὸν ἱερουργόν· διαῤῥήδην γὰρ ἡμῖν ἀνακεκραγότος αὐτοῦ καὶ λέγοντος· «Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα·» καὶ μὴν δι' ἁγίου φωνῆς· «Εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτὴς,» παρά γε τοῖς ἱεροῖς κείμενον Γράμμασιν, ἀναμέλποντος δὲ καὶ τοῦ θεσπεσίου ∆αβὶδ, ὅτι «Θεὸς κριτής ἐστι.» Τὸ ἐπὶ τῷδε λαμπρὸν ἀξίωμα, τοῖς ἐξ αἵματος ἱεροῦ προσνέμων ὁ νομοθέτης, ὧδέ πή φησιν ἐν τῷ ∆ευτερονομίῳ· «Ἐὰν δὲ ἀδυνατήσῃ ἀπὸ σοῦ ῥῆμα ἐν κρίσει ἀναμέσον αἷμα αἵματος, καὶ ἀναμέσον κρίσις κρίσεως, καὶ ἀναμέσον ἁφὴ ἁφῆς, καὶ ἀναμέσον ἀντιλογία ἀντιλογίας, ῥήματα κρίσεως ἐν ταῖς πόλεσιν ὑμῶν, καὶ ἀναστὰς ἀναβήσῃ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐκεῖ, καὶ ἐλεύσῃ πρὸς τοὺς ἱερεῖς τοὺς Λευίτας καὶ πρὸς τὸν κριτὴν ὃς ἂν γένηται ἐν ταῖς ἡ μέραις ἐκείναις, καὶ ἐκζητήσαντες ἀναγγελοῦσί σοι τὴν κρίσιν, καὶ ποιήσεις κατὰ τὸ πρᾶγμα ὃ ἂν ἀναγγείλωσί σοι ἐκ τοῦ τόπου οὗ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου, καὶ φυλάξῃ ποιῆσαι πάντα ὅσα ἂν νομοθετηθῇ σοι. Κατὰ τὸν νόμον καὶ κατὰ τὴν κρίσιν ἢν ἂν εἴπωσί σοι, ποιήσεις. Οὐκ ἐκκλινεῖς ἀπὸ τοῦ ῥήματος οὗ ἐὰν ἀναγγείλωσί σοι δεξιὰ οὐδὲ ἀριστερὰ, καὶ ὁ ἄνθρωπος ὃς ἐὰν ποιήσῃ ἐν ὑπερηφανίᾳ ὥστε μὴ ὑπακοῦσαι τοῦ ἱερέως τοῦ παρεστηκότος λειτουργεῖν ἐπὶ τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ σου, ἢ τοῦ κριτοῦ ὃς ἂν ᾖ ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἀποθανεῖται ὁ ἄνθρωπος ἐκεῖνος, καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ Ἰσραήλ. Καὶ πᾶς ὁ λαὸς ἀκούσας φοβηθήσεται, καὶ οὐκ ἀσεβήσει ἔτι.» Ὁρᾷς ἐπισκήπτοντα σαφῶς τὸν νόμον τοῖς κατὰ πᾶσαν αἰτίαν ἐγκαλεῖν ᾑρημένοις, κριτήν τε καὶ διαγνώμονα ποιεῖσθαι τὸν ἱερουργόν. Ἀλλὰ φυλάξῃ σφόδρα ποιῆσαι κατὰ πάντα ὅσα ἂν νομοθετηθῇ σοι. «Χείλη γὰρ ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον ζητήσουσιν ἐκ στόματος αὐτοῦ,» κατὰ τὴν τοῦ προφήτου φωνήν. Νομοθετεῖ μὲν γὰρ ἥκιστα μὲν αὐτὸς, ἀποκομίζει δὲ μᾶλλον εἰς τὸ εὐθὺ τὸ τῷ νομοθέτῃ δοκοῦν ἀδεκάστως ἀφηγούμενος, καὶ δικαιοσύνης ὑπάρχων ἄριστος βραβευτὴς, τὴν ἐφ' ἑκάστῳ κρίσιν ταλαντεύει λεπτῶς. Ἀγριότητος δὲ καὶ ὑπεροψίας ταύτῃτοι γραφὴ τοῖς ἀπειθεῖν ἑλομένοις ἀκολουθεῖ, καὶ τὸ παντῶν ἐπέκεινα διεληλακὸς τῶν κακῶν, τοῦτ' ἔστιν, ὁ θάνατος καθορίζεται, Τεθνήξεται γὰρ ὃς ἂν ἀλογήσῃ, φησὶ, τοῦ ἱερέως τοῦ παρεστηκότος λειτουργεῖν ἐπὶ τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ. Μέγα δὴ οὖν καὶ οὐκ ἀθαύμαστον ἀληθῶς, ἡ ὑπὸ Θεῷ παράστασίς τε καὶ λειτουργία. Ὁ δὲ τὸν τοῦ Θεοῦ λειτουργὸν ἀτιμάσας, ὑπὸ δίκην ἔσται καὶ κόλασιν, καὶ ὁ τὸ θεῖον ἀξίωμα περιπτύων, πικροὺς τῆς ὑπεροψίας ἀποτίσει λόγους. Πεφροντικότα δὲ καὶ αὐτὸν εὑρήσομεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τῆς εἰς τόνδε τὸν νόμον αἰδοῦς. Προσεφώνει γὰρ ὡδὶ τοῖς Ἰουδαίων λαοῖς· «Ἐπὶ τῆς Μωσέως καθέδρας ἐκάθισαν οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι· πάντα οὖν ὅσα ἂν λέγωσιν ὑμῖν, ποιεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε.» Μηδεὶς οὖν κρινέτω τὸν ἱερουργὸν, κἂν εἰ παρειμένος ὁρῷτό πως, καὶ εἰ τὸ ῥᾴθυμον ἔχοι πρός γε τὸ βιοῦν ἑλέσθαι συννόμως, διερμηνεύοντι δὲ τὸν νόμον, προσκομιζέτω τὴν εὐπείθειαν. Πάσχει μὲν γὰρ τὰ ἀπὸ γνώμης οἰκείας, ἐξηγεῖται δὲ τὰ τοῦ Θεοῦ. Οὐκ ἀτιμαστέον οὖν τὰ τοῦ Θεοῦ διὰ τὰ ἀνθρώπινα. {ΠΑΛΛ.} Οὐ μὲν οὖν. {ΚΥΡ.} Λαμπρὸν δὲ ὅτι καὶ ἀπόβλεπτον ἀληθῶς τῆς ἱερωσύνης τὸ χρῆμα, κἀντεῦθεν εἴσῃ τοι· ἐπισημοτάτην μὲν γὰρ ἔχει τὴν εἰσβολὴν, καὶ μέν τοι καὶ τὴν κατάληξιν. Οὐδὲ γὰρ ἄν τις λάθοι πρὸς ἱερουργίαν ἠγμένος, ἤγουν κεκλημένος παρὰ Θεοῦ, πρὸς τὰς ἄνω τε καὶ ἐν οὐρανῷ μονὰς, καὶ μεθεὶς ἑτέρῳ τὴν ἱερωσύνην. Τοιγάρτοι καὶ ὁ Χριστὸς, τοὺς τὸ εὐαγγελικὸν τοῖς ἔθνεσιν ἱερουργοῦντας κήρυγμα, καὶ προσέτι τοῖς ἐξ Ἰσραὴλ πάντη τε καὶ πάντως ἔσεσθαι περιφανεῖς, καὶ ἀπόβλεπτον ἔφη λαχεῖν τὴν δόξαν. «Οὐδεὶς γὰρ λύχνον ἅψας, εἰς τὸ κρυπτὸν τίθησιν, ἀλλ' οὐδὲ ὑπὸ κλίνην,» φησὶν, «ἤγουν ὑπὸ μόδιον, ἀλλ' ἐπὶ τὴν λυχνίαν, ἵνα πάντες οἱ εἰσπορευόμενοι, τὸ φῶς βλέπωσιν·» ἀληθὲς γὰρ ὅτι εἰρημένον, τὸ ἐν δόξῃ φημὶ τῇ περιφανεῖ καὶ τεθαυμασμένῃ, τὸν θεῖον ἔσεσθαι λειτουργὸν, ἀναπειθέτω βοῶν καὶ ὁ θεσπέσιος Ἡσαΐας· «Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών.» {ΠΑΛΛ.} Ἀλλ' ὧδε μὲν ὅτι ταῦτα ἔχει, παντί τῳ σαφές. Φράζε δ' ὅπως ὁ ἐπὶ τῷδε τύπος, καὶ διὰ τῶν ἱερῶν ἡμῖν ἐσκιαγραφεῖτο λόγων. {ΚΥΡ.} Καὶ μὴν, ὦ ἑταῖρε, πάρα σοι καὶ λίαν ἀμογητὶ καθορᾷν ὡς ἐν παχυτέροις ἔτι τύποις, τὸ χρῆμα γραφόμενον· ἔφη γὰρ ὧδε Θεὸς ἐν τοῖς Ἀριθμοῖς, πρὸς Μωσέα τὸν ἱερώτατον· «Λάβε τὸν Ἀαρὼν καὶ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ, καὶ ἀναβίβασον αὐτοὺς εἰς Ὣρ τὸ ὄρος ἔναντι πάσης τῆς συναγωγῆς· καὶ ἔκδυσον Ἀαρὼν τὴν στολὴν αὐτοῦ, καὶ ἔνδυσον Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ, καὶ Ἀαρὼν προστεθεὶς, ἀποθανέτω ἐκεῖ. Καὶ ἐποίησε Μωσῆς καθὰ συνέταξε Κύριος αὐτῷ, καὶ ἀνεβίβασεν αὐτοὺς εἰς Ὢρ τὸ ὄρος ἐναντίον πάσης τῆς συναγωγῆς, καὶ ἐξέδυσε τὸν Ἀαρὼν τὰ ἱμάτια αὐτοῦ, καὶ ἐνέδυσεν αὐτὰ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ, καὶ ἀπέθανεν Ἀαρὼν ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους.» Συνίης οὖν ὅπως ἀναβιβάζεται τεθνηξόμενος μὲν καὶ καταλήξων Ἀαρὼν, ἀνθεξόμενος δὲ τῆς ἱερωσύνης ὁ ἐξ αὐτοῦ, τοῦτ' ἔστιν, ὁ Ἐλεάζαρ; Κατασημήνειε δ' ἂν τὸ ὄρος τὸ περίοπτόν τε καὶ τὸ ὑψοῦ, καὶ τὸ ἐν δόξῃ περιφανές. Λελέχθω δὴ οὖν παντί τῳ λοιπὸν πρὸς ἱερουργίαν ἠγμένῳ· «Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη.»
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ΤΕΣΣΑΡΑΚΛΙ∆ΕΚΑΤΟΣ Ὅτι χρὴ τοὺς φοιτᾷν ἐθέλοντας ἐν ἐκκλησίαις, καθαροὺς καὶ ἐκνενιμμένους εἶναι τὴν ἐξ ἁμαρτίας κηλίδα, καὶ οὕτω παρίστασθαι τῷ Θεῷ.
Σκηνῆς μὲν οὖν πέρι καὶ μέν τοι καὶ περὶ ἱερέων καὶ Λευιτικῆς ὑπουργίας διαρκέστατά μοι ταῦτα λελέχθαι φαίνεται, καὶ λεπτῶς διεσκέφθαι δοκῶ. Πρέ ποι δ' ἂν ὅτι μάλιστά γε τοὺς οἵπερ ἂν ἕλοιντο βιοῦν ὀρθῶς, καὶ τῆς ἐν Χριστῷ πολιτείας τὸ εἰσάπαν εὐπρεπὲς, οἷά τινα στέφανον ταῖς σφῶν αὐτῶν ἀναδεῖν κεφαλαῖς, προτροπάδην ὥσπερ ἀλλήλοις διακελεύεσθαι λέγοντας· «∆εῦτε, καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ·» ὅτε καί τινες τὴν οὕτως εὐκλεᾶ τε καὶ ὀνησιφόρον εἰσδεδεγμένοι φωνὴν, μονονουχὶ καὶ ἀνασκιρτῶσι λέγοντες· «Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς οἶκον Κυρίου πορευσόμεθα.» Ἆρ' οὖν, ὦ Παλλάδιε, τοῖς εἰς οἶκον ἰέναι Θεοῦ διασπεύδουσι, ποταπὸς ἂν εἴη σκοπὸς καὶ ὁ νοῦς αὐτοῖς ὅποι ποτὲ ἄρα βλέποι, καὶ τί κατορθοῦν γλιχόμενοι, πρὸς τὴν ἱεράν τε καὶ θείαν ἴενται σκηνήν; {ΠΑΛΛ.} Καὶ μὴν, ὦ ἑταῖρε, τὸ χρῆμά ἐστιν οὐκ ἀσυμφανές· γέγραπται γὰρ, ὅτι «Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ·» καὶ «Ἄρατε θυσίας, καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ.» {ΚΥΡ.} Προσκομίζοντες οὖν ἄρα τὰς ὑπέρ γε σφῶν αὐτῶν θυσίας, δῆλον δὲ ὅτι τὰς πνευματικὰς, καὶ μὴν καὶ προσελευσόμενοι κατὰ νοητὴν προσκύνησιν, εἰσίασί τινες εἰς τὸν οἶκον Κυρίου καὶ εἰς τὰς αὐλὰς αὐτοῦ. {ΠΑΛΛ.} Οὕτω φημί. {ΚΥΡ.} Οἰησόμεθα δὴ οὖν τοὺς εἰσφοιτᾷν ἐθέλοντας, χρῆναι διᾴττειν ἁπλῶς, οὐκ ἐκνενιμμένους τὴν ἁμαρτίαν, οὐ βδελυρίας ἀπηλλαγμένους, οὐκ ἀπεξεσμένους ὥσπερ τῆς φιλοσαρκίας τὸν ῥύπον, ἀλλ' ἐντετηγμένον ἔχοντας τὸν νοῦν, καὶ καρδίαν ἰώδη ἔχοντας; Ἥκιστά γε, λαμπρότητι δὲ μᾶλλον τῇ ἐν Χριστῷ κατηγλαϊσμένους, καὶ τὸ παμποίκιλον τῆς θεοφιλεστάτης ἀρετῆς διαστίλβοντας κάλλος. {ΠΑΛΛ.} Πάνυ μὲν οὖν· δεῖν γὰρ ἔγωγέ φημι κατ' ὀφθαλμοὺς ἰέναι Κυρίου, κηλίδος ἁπάσης τῶν ἡμετέρων διανοιῶν προεκτετριμμένης. {ΚΥΡ.} Ὀρθῶς ἔφης, ἐπεί τοι καὶ στυγητὸν, καὶ μὴν καὶ ἀπόβλητον ποιεῖται τὸν ἄῤῥωστον, καὶ τῆς τῶν ἁγίων ἐκπέμπει πληθύος. Ὃ δὴ καὶ εὖ μάλα συνιεὶς ὁ θεσπέσιος γράφει Παῦλος· «Ἐξάρατε οὖν τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.» Καὶ οὐκ ἠθῶν ἀγριότητα φαίην ἂν ἔγωγε τὸ χρῆμα καρπὸν, ἀλλὰ σοφὸν ἀσφαλείας εὕρεμα. «Μικρὰ γὰρ ζύμη,» φησὶν, «ὅλον τὸ φύραμα ζυμοῖ.» Τοῦτό τοι πάλιν καὶ νόμος ἡμῖν ἱερὸς αἰνιγματωδῶς ὑπετύπου. Γέγραπται γὰρ ἐν τοῖς Ἀριθμοῖς· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐξαποστειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν καὶ πάντα γονοῤῥυῆ, καὶ πάντα ἀκάθαρτον ἐπὶ ψυχῇ, ἀπὸ ἀρσενικοῦ ἕως θηλυκοῦ, ἐξαποστείλατε ἔξω τῆς παρεμβολῆς, καὶ οὐ μιανοῦσι τὰς παρεμβολὰς αὐτῶν ἐν οἷς ἐγὼ καταγίνομαι ἐν αὐτοῖς. Καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ἰσραήλ» Ἆρ' οὐκἀληθὲς εἰπεῖν ὡς δυσαχθὲς ἄγαν καὶ δυσδιακόμιστον ἀληθῶς τὸ τοῦ νόμου φορτίον; Συνίης γὰρ ὅπως καὶ ἐπ' ἀνεθελήτοις ἀῤῥωστίαις καταγράφει δίκην, καίτοι κατοικτείρεσθαι δέον τοὺς ταῖς τοιαύταις ἐναλόντας συμφοραῖς· ἀνθ' ὅτου γὰρ δὴ διαπορήσειεν ἄν τις καὶ μάλα εἰκότως, ἔξοικόν τε καὶ ἀπόπεμπτον ἐποιεῖτο τὸν λεπρὸν, καὶ μέντοι πρὸς τούτοις τὸν γονοῤῥοίας πάθει κατισχημένον, καὶ αὖ τὸν ἀκάθαρτον ἐπὶ ψυχῇ; {ΠΑΛΛ.} Οὐκ ἂν ἔχοιμι νοεῖν, φράσαις δ' ἂν ἴσως αὐτός. {ΚΥΡ.} Οἶμαι δὴ οὖν ὅτι τῶν ἐν πάχει καὶ σωματικῶν πραγμάτων οὐ σφόδρα πολὺς παρὰ Θεῷ λόγος ἦν, τὴν θείαν ἡμῖν καὶ πνευματικὴν προανατυποῦντι λατρείαν. Κολάζεται μὲν γὰρ τὰ ἔξω νόμου, καὶ ὅσα τοῦ πρέποντος ἐκβεβηκότα φαίνεται, ταυτὶ φαίην ἂν ὑπὸ κρίσιν εἶναι καὶ δίκην, ἀῤῥώστημα δὲ τὸ σωματικὸν, κατ' οὐδένα τρόπον προσκρούσειεν ἂν τοῖς νόμοις. Κείσεται δὴ οὖν εἰκότως καὶ ἀπωτάτω γραφῆς, καὶ τὸ ἐγκαλεῖσθαι πρός τινος, οὐκ ἂν ἔχοι ποθέν· ἢ γὰρ οὐχὶ παντί τῳ σαφὲς, ὅτι νοσεῖ μὲν ἑκὼν οὐδεὶς, εὐκταιότατον δὲ πᾶς τις οὖν, οἶμαι, ποιεῖται τὸ εὐρωστεῖν; {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Οὐκοῦν κἂν εἰ ἔχοι τι τὸ ἀκαλλὲς τῆς ἱστορίας ὁ λόγος, τὸ λυποῦν οὐδέν ἐστιν, ἂν διεξάγοιτο καλῶς τὰ πνευματικὰ πρός γε τὸ τῷ νομοθέτῃ δοκοῦν. Λέπρα τοίνυν ἐστὶ, σαρκὸς νέκρωσις, καὶ βορὸν ὅτι μάλιστα τὸ πάθος. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Μωσῆς λελεπρωμένης αὐτῷ τῆς Μαρίας, περιδεὴς γεγονὼς, ἄθυμός τε λίαν, ἐλιπάρει, λέγων· «Ὁ Θεὸς, δέομαί σου, ἴασαι αὐτὴν,» ἔφη γάρ· «Μὴ γένηται ὡσεὶ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς, καὶ καταφάγεται τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς.» Γονοῤῥυᾶ δὲ τί ἂν λέγοιμι, ποταπὸν τὸ πάθος; ἠγνόηκε γὰρ οὐδείς. Τό γε μὴν ἀκαθάρτους εἶναί τινας ἐπὶ ψυχῇ, τοιόνδε τι δηλοῖ, τὸ κατοιχομένου θίγειν καὶ ἀγχοῦ γενέσθαι νεκροῦ σώματος, εἰς μολυσμοῦ τρόπον τοῖς ἀρχαιοτέροις ὁ νόμος κατελογίζετο, ἀπηχθημένην Θεῷ τῷ πάντα ζωογονεῖν ἰσχύοντι, τὴν νεκρότητα δεικνύς. Καὶ μὴν καὶ ἑτέρως, εἰς νοῦ καὶ ψυχῆς νέκρωσιν καθάπερ ἐν τύπῳ παχεῖ, τὸ χρῆμα δεχόμενος. Νεκρὸς δὲ νοῦς καὶ ἀπεψυγμένος, ὁ φιλαμαρτήμων, καὶ τῶν εἰς ζωὴν ἀνδραγαθημάτων ἀμοιρεῖν εἰθισμένος. Ἀλλ' εἰ τεθνάναι συνέβη τινὰς, πᾶσά πως ἀνάγκη, τοὺς ἐξ αἵματός τε καὶ κατὰ γένος οἰκείους συνιέναι τε καὶ δρᾷν ἐπ' αὐτῷ τὰ νενομισμένα· πλὴν ἀκάθαρτοι καὶ οὗτοι κατὰ τὸν νόμον, οὐκ εἰσάπαν δὲ καὶ μέχρι παντὸς, ἀλλ' ἦν τις αὐτοῖς ἀποκαθάρσεως τρόπος. Ἔχεις ἀποχρῶσαν τῆς ἱστορίας δήλωσιν. {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Φέρε δὴ οὖν εἰς πνευματικὴν θεωρίαν μεταστοιχειοῦντες αὐτὴν, ἐκεῖνο λέγωμεν, ὅτι σημαίνει μὲν ἡμῖν ὁ λεπρὸς, τὸν τοῖς εἰς νεότητα πάθεσι ποικίλοις κατεστιγμένον. Ταῦτα δέ ἐστι τὰ ἔργα τῆς σαρκὸς, ἃ καὶ αὐτὸς ἡμῖν ὁ σοφώτατος Παῦλος κατηριθμεῖτο λέγων· «Πορνεία, ἀκαθαρσία, εἰδωλολατρεία, ἔχθραι, ἔρις, θυμοὶ, ζῆλοι.» Ἕτερός γε μὴν, τοῦτ' ἔστιν, ὁ γονοῤῥυὴς, τὸν ἀεὶ καὶ ἀσχέτως ἐν μολυσμοῖς, καὶ τὴν τῆς φύσεως ἐπιτηδειότητα πρὸς καρποφορίαν ἐνάρετόν τε καὶ ἀξιάγαστον δαπανῶντα πρὸς τὸ μηδέν. {ΠΑΛΛ.} Οἷον δέ τι φής; {ΚΥΡ.} Πλατὺς μὲν λίαν ὁ ἐφ' ἅπασι λόγος· ἑνὶ δὲ δὴ τέως σαφεῖ καὶ ἐναργεστάτῳ κεχρήσομαι παραδείγματι, πρὸς ἀπόδειξιν ὧν ἔφην· οἱ τὸν νοῦν ἔχοντες εὐφυᾶ καὶ οἱονείπως ἀπεξεσμένον τοῖς περὶ τῆς ἀληθείας αὐτὸν ἐνιέντες λόγοις, ἆρ' οὐχὶ τὸ ἐν ὀρθότητί τε καὶ ἀτρεκείᾳ δογμάτων εὐπρεπὲς καρπὸν ἕξουσιν οὐκ ἀθαύμαστον; {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Οἱ δέ γε τουτὶ μὲν, οὐχὶ φρονεῖν τε καὶ δρᾷν ᾑρημένοι, παρατρέποντες δὲ μᾶλλον τῆς ἀναγκαίας ὁδοῦ, καὶ δογμάτων ἀνοσίων ἰστῶντες συνήγορον, ἤγουν τῆς ἐν κόσμῳ πονηρίας ἀποφαίνοντες ὑπουργὸν, δόλου καὶ ἀπάτης ποιοῦνται γεννήτορα, τὴν τῆς φύσεως ἐπιτηδειότητα πρὸς τὸ ἀγαθὸν, ἐπ' οὐδενὶ τῷ χρησίμῳ ζημιούμενοι, καταγράφουσιν ἡμῖν εὖ μάλα τὸν γονοῤῥυᾶ, καὶ πάθους σωματικοῦ ψυχικὴν ἀῤῥωστίαν ὁμοφυᾶ δεικνύουσιν ἐν ἰδίοις τρόποις. {ΠΑΛΛ.} Ὀρθῶς ἔφης. {ΚΥΡ.} Ὁ δὲ ἀκάθαρτος ἐπὶ ψυχῇ σημαίνει που πάντως τῆς ἑτέρων νεκρότητος τὸν μετεσχηκότα, καὶ πλημμελημάτων ἀλλοτρίων ῥᾳθύμως ἀναπιμπλάμενον, πρὸς ὃν καὶ ὁ θεῖος ἔφη που ∆αβίδ· «Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχοῦ τὴν μερίδα σου ἐτίθεις.» Κατασίνεται γὰρ ὥσπερ καὶ κατανεκροῖ ψυχήν τε καὶ νοῦν, τὸ δρᾷν ἃ μὴ θέμις, οὕτω τὸ τοῖς αὐτὰ δρῶσι συνευδοκεῖν, καὶ τοῖς αὐτουργοῦσιν εἰς ἁμαρτίαν κοινωνὸς ἂν εἴη καὶ ὁ συνεθελητής. Ἀκαταιτίατος γὰρ οὔτι που. Τοιγάρτοι καὶ Παῦλος· «Σεαυτὸν ἁγνὸν τήρει,» φησὶν, «καὶ μὴ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις·» τοῦτο, οἶμαι, ἐστὶ τὸ ἐπὶ νεκρῷ μολύνεσθαι νοητῶς. {ΠΑΛΛ.} Ἔοικεν. {ΚΥΡ.} Ἀποστείχειν δὴ οὖν τῆς συναγωγῆς εὖ μάλα προστέταχε λεπρὸν καὶ γονοῤῥυᾶ, καὶ ἀκάθαρτον ἐπὶ τῇ ψυχῇ, τοῖς τῶν ἁγίων χοροῖς οὐκ ἐῶν ἀναπλέκεσθαι τοὺς δυσαπόνιπτον ἔχοντας τὴν ἀκαθαρσίαν; «Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου;» φησί. {ΠΑΛΛ.} Σφαλερὸν οὖν ἄρα, τὸ ἀνίπτοις ὥσπερ ἰέναι ποσὶν εἰς οἶκον Θεοῦ. {ΚΥΡ.} Σφαλερώτατον μὲν οὖν, εἴπερ ἐστὶν ἀληθὲς, ὅτι τῷ Θεῷ προσκρούειν οὐκ ἀζήμιον. Ἐξείργει δὲ καὶ ἑτέρους τῆς ἁγίας αὐλῆς ἐν τῷ ∆ευτερονομίῳ, λέγων· «Οὐκ εἰσελεύσεται θλαδίας καὶ ἀποκεκομμένος εἰς ἐκκλησίαν Κυρίου, οὐκ εἰσελεύσεται ὁ ἐκ πόρνης εἰς ἐκκλησίαν Κυρίου· οὐκ εἰσελεύσεται Ἀμμανίτης καὶ Μωαβίτης εἰς ἐκκλησίαν Κυρίου, καὶ ἕως δεκάτης γενεᾶς οὐκ εἰσελεύσεται εἰς ἐκκλησίαν Κυρίου, καὶ ἕως εἰς τὸν αἰῶνα, παρὰ τὸ μὴ συναντῆσαι αὐτοὺς ὑμῖν μετὰ ἄρτων καὶ ὕδατος ἐν τῇ ὁδῷ, ἐκπορευομένων ὑμῶν ἐξ Αἰγύπτου, καὶ ὅτι ἐμισθώσαντο ἐπὶ σὲ τὸν Βαλαὰμ υἱὸν Βεὼρ ἐκ τῆς Μεσοποταμίας καταρᾶσθαί σε. Καὶ οὐκ ἠθέλησε Κύριος ὁ Θεός σου εἰσακοῦσαι τοῦ Βαλαὰμ, καὶ μετέστρεψε Κύριος ὁ Θεός σου τὰς κατάρας εἰς εὐλογίαν, ὅτι ἠγάπησέ σε Κύριος ὁ Θεός σου. Οὐ προσαγορεύσεις εἰρηνικὰ αὐτοῖς, καὶ συμφέροντα αὐτοῖς, πάσας τὰς ἡμέρας σου εἰς τὸν αἰῶνα.» {ΠΑΛΛ.} Καὶ τίς ἂν νοοῖτο θλαδίας καὶ ἀποκεκομμένος, Ἀμμανίτης καὶ Μωαβίτης, ἐθέλοιμ' ἂν ἐκμαθεῖν. {ΚΥΡ.} Ἄκουε δή· ὁ τῆς τῶν εὐνούχων ποιήσεως οὐχ εἶς τρόπος, οὐχ εἷς, ὦ Παλλάδιε, διττὸς δέ τις εἶναι λέγεται, καὶ πεφώραται. Οἱ μὲν γάρ εἰσι τομίαι καὶ διεσπασμένοι τὰ ἀρσενικά· οἱ δὲ τεθλασμένα καὶ ἀχρεῖα παντελῶς φέρουσιν ἔτι, ὠμῶς δὲ καὶ ἀνοσίως ἀποτέμνονταί τινες ἔσθ' ὅτε τὸ παιδοποιὸν τοῦ σώματος μόριον, καί εἰσιν ἄπρακτοι πρὸς τὰ ἀνδρὸς, καίτοι τελοῦντες ἐν ἀνδράσι φύσει τε καὶ ἡλικίᾳ· ἀνδρείας δὲ σύμβολον, τὰ ἀρσενικά. Τὸν τοίνυν θλαδίαν ὑποτοπητέον, τὸν οἱονείπως οὐκ ἐξεσπασμένον εἰσάπαν ψυχήν τε καὶ νοῦν, συντεθραυσμένην δὲ μᾶλλον σώζοντά πως ἐν ἑαυτῷ τὴν ἐπ' ἀγαθοῖς ἀνδρίαν, ἀποκεκομμένον γε μὴν, τὸν ὁλοκλήρως αὐτὰ ἀποβεβληκότα, καὶ τῶν ἀνδράσι πρεπωδεστάτων ἐστερημένον. Ἐν ἴσῳ δὲ ὥσπερ ἐγκλήματι, τῷ μηδ' ὅλως ἀνδρίζεσθαι θέλειν, τὸ μὴ ὑγιῶς ἀνδρίζεσθαι φιλεῖν. {ΠΑΛΛ.} Οἷον δὴ τί φής; {ΚΥΡ.} Ἀναπεπτώκασί τινες εἰς ἐπιθυμίας σαρκικὰς, ὅλας ὥσπερ ἡνίας ἀνέντες τῷ πάθει, σαθρόν τε καὶ ἄνανδρον ταῖς εἰς ἀσέλγειαν ἡδοναῖς παραῤῥιπτοῦντες τὸν νοῦν. Ἕτεροι δὲ αὖ θαυμάζουσι τὴν ἐγκράτειαν, καὶ ἅπτονται μὲν ἔσθ' ὅτε τῶν εἰς τοῦτο λαμπρῶν ἐπιχειρημάτων, ἐκδεδίασι δὲ τὴν ἀντίστασιν, καὶ τὴν τῆς ἡδονῆς προσβολὴν οὐ φέροντες, κατανύουσι πρὸς τὸ ἄναλκι. Ἆρ' οὖν, οὐχὶ τὸν μὲν εἰσάπαν ἀπειρηκότα τοῖς εἰς ἀνδρίαν ἐπιχειρήμασιν προσερεῖς εἰκότως ἀποκεκομμένον; Τὸν δὲ εἰς νοῦν μὲν ἔχοντα τὸ θέλειν ἀνδρίζεσθαι, μὴ μὴν ἔτι καὶ κατορθοῦν ἰσχύοντα τὴν ἀρετὴν, οἰήσῃ θλαδίαν, εἰς τρόπων ποιότητα μεταχαράττων ἀστείως καὶ τὰ τοῦ σώματος πάθη, καὶ εἰκόνα τῶν νοητῶν καὶ ἀφανεστέρων, τὰ ἐν αἰσθήσει δεχόμενος; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Συνεξείργετο δὲ τούτοις Ἀμμανίτης τε καὶ Μωαβίτης, ὡς ἀνόσιοί τε καὶ βδελυρώτατοι, καὶ λεόντων δίκην τοῖς ἁγίοις ἐπιφυόμενοι, καὶ τοῖς εὐδοκιμεῖν εἰωθόσι, τὰ ἐκ φθόνου καὶ βασκανίας ἐπιχέοντες βέλη. Τύπος δ' ἂν εἶεν, Ἀμμανῖται μὲν δὴ, τῶν ἀφιλοικτιρμόνων αἱρετικῶν. Μωαβῖται δὲ αὖ, τῶν ἐν πλάναις ἔτι ταῖς εἰδωλικαῖς, καὶ ταῖς τῶν δαιμονίων μοχθηρίαις ὑπεστρωμένων· θεοστυγεῖς γὰρ ἄμφω, καὶ ἀδελφὸν ὥσπερ κατὰ τῶν ἁγίων νοσοῦντες τὸ θράσος. {ΠΑΛΛ.} Οὐ σφόδρα συνίημι ὃ φής. {ΚΥΡ.} Συνιεῖς εὖ μάλα, καὶ οὐκ εἰς μακράν. Ἀμμανῖται μὲν γὰρ Ἡσαῦ γεγονότες, ἀγχίσποροι καὶ ὁμαίμονες τοῖς ἐξ Ἰακὼβ ἦσαν υἱοῖς, φημὶ δὴ τῷ Ἰσραήλ· ἀλλὰ καὶ αὐτῆς οὐκ οἶδ' ὅπως τῆς φύσεως ἀλογήσαντες, τὸν τῆς συγγενείας ἐψεύδοντο τρόπον οἱ ἐξ Ἡσαῦ, δεινοί τε καὶ ἀκαμπεῖς κατεφορῶντο λοιπὸν πρὸς τοὺς ἀγχοῦ καὶ ἐξ αἵματος, τοῦτ' ἔστι τῶν Ἰσραήλ. Ἐπειδὴ γὰρ τῆς Αἰγυπτίων ἀπαίρων τὴν Ἀμμανιτῶν παρέθει χώραν, ὡς ἀδελφὸν ἐλιπάρει τὸν οἰκήτορα παριέναι, ἢ διᾴττειν αὐτοὺς καὶ κατοικτείρειν ἠδικημένους· ὁ δὲ οὐκ ἀνίει. Καὶ τί τοῦτο λέγω; Μᾶλλον δὲ καὶ ἐν ὅπλοις, ἢ καὶ πόλεμον αἴρεται. Κἂν ἠδίκησε δεινῶς, εἰ μὴ κατὰ θείαν ὀμφὴν, ἀπονένευκεν ὁ Ἰσραήλ· ἔχει δὲ οὕτω τὸ γεγραμμένον· «Καὶ ἀπέστειλε Μωσῆς ἀγγέλους ἐκ Κάδης πρὸς βασιλέα Ἐδὼμ, λέγων· Τάδε λέγει ὁ ἀδελφός σου Ἰσραήλ· Σὺ ἐπίστῃ πάντα τὸν μόχθον τὸν εὑρόντα ἡμᾶς. Καὶ κατέβησαν οἱ πατέρες ἡμῶν εἰς Αἴγυπτον, καὶ παρῳκήσαμεν ἐν Αἰγύπτῳ ἡμέρας πλείους, καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ τοὺς πατέρας ἡμῶν. Καὶ ἀνεβοήσαμεν πρὸς Κύριον, καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς ἡμῶν, καὶ ἀποστείλας ἀγγέλους, ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου. Καὶ νῦν ἐσμεν ἐν Κάδης πόλει, ἐκ μέρους τῶν ὁρίων σου. Παρελευσόμεθα διὰ τῆς γῆς σου. Οὐ διελευσόμεθα δι' ἀγρῶν, οὐδὲ δι' ἀμπελώνων, οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκων σου. Ὁδῷ βασιλικῇ πορευσόμεθα· οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ εὐώνυμα, ἕως ἂν παρέλθωμεν τὰ ὅριά σου. Καὶ εἶπε πρὸς αὐτὸν Ἐδώμ· Οὐ διελεύσῃ δι' ἐμοῦ. Εἰ δὲ μὴ, ἐν πολέμῳ ἐξελεύσομαι εἰς συνάντησίν σοι.» Καὶ μεθ' ἕτερα· «Καὶ ἐξῆλθεν Ἐδὼμ εἰς συνάντησιν αὐτῷ ἐν ὄχλῳ βαρεῖ, καὶ ἐν χειρὶ ἰσχυρᾷ. Καὶ οὐκ ἠθέλησεν Ἐδὼμ δοῦναι τῷ Ἰσραὴλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ. Καὶ ἐξέκλινεν Ἰσραὴλ ἀπ' αὐτοῦ.» Ἆρ' οὐχὶ σαφής τε λοιπὸν καὶ ἐναργὴς ὁ λόγος; {ΠΑΛΛ.} Οὔτι που μάλα. {ΚΥΡ.} Οὐ γὰρ δὴ συνίης ὅτι σχέσει τῇ κατ' ἀγχιστείαν συνημμένοι τοῖς ἐξ Ἰσραὴλ, ἀφιλόστοργοί τε καὶ ἀτεράμονες, καὶ θηρῶν ἀγρίων διενεγκόντες οὐδὲν, ἐξ αὐτῶν ἠλέγχοντο τῶν πραγμάτων; Ἐποικτεῖραι γὰρ δέον ὡς ἀδελφοὺς, ἐν ἱδρῶσιν ὄντας καὶ πόνοις, ἐξίασι καταδῃώσαντες. Τοιγάρτοι φησὶν ὁ νόμος· «Οὐκ εἰσελεύσονται εἰς ἐκκλησίαν Κυρίου, παρὰ τὸ μὴ συναντῆσαι ὑμῖν αὐτοὺς μετὰ ἄρτου καὶ ὕδατος, ἐκπορευομένων ὑμῶν ἐξ Αἰγύπτου,» τοῦτ' ἔστι, διὰ τὸ ἄγαν ἀσυμπαθὲς, καὶ ἀγρίων ἐκπεφοιτηκὸς εἰς ἀνοσιότητα τρόπων. Ἴδοις δ' ἂν ὅτι τοιοῦτοι πρὸς ἡμᾶς τοὺς ὀρθοποδεῖν ᾑρημένους οἱ τῶν αἱρετικῶν λαοὶ καὶ ἡγούμενοι. Ὅσον γὰρ ἧκεν εἴς γε τὸ ἕνα καὶ μόνον εἰδέναι Θεὸν τὸν Πατέρα, καὶ τὴν εἰς Υἱὸν καὶ τὸ Πνεῦμα προσίεσθαι πίστιν, εἰ καὶ μὴ εἰσάπαν ὑγιῶς δόξαν ἔχουσιν οὐκ ἀληθῆ τῆς πρὸς ἡμᾶς ἀδελφότητος, καὶ νοθηφοροῦσι γνώμῃ τὸ συγγενὲς, ἀλλ' ἐν διωγμοῖς οὖσιν οὐκ ἐπαμύνουσι, μᾶλλον δὲ καὶ ταῖς παρὰ σφῶν ἐπιφορτίζουσι μοχθηρίαις. «Ἐξ ἡμῶν γὰρ ἐξῆλθον, ἀλλ' οὐκ ἦσαν ἐξ ἡμῶν,» κατὰ τὸ γεγραμμένον. «Εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἂν μεθ' ἡμῶν.» Οἷς καὶ αὐτὸς ὁ Σωτὴρ, κατάπλαστον ἔχουσι τὸ ἐπιεικὲς, οὐ μὴν ἔτι καὶ δρᾷν εἰωθόσι τὰ εἰς δόξαν αὐτοῦ, προσφωνήσειεν ἂν καὶ μάλα εἰκότως· «Ὁ μὴ ὢν μετ' ἐμοῦ, κατ' ἐμοῦ ἐστι, καὶ ὁ μὴ συνάγων μετ' ἐμοῦ, σκορπίζει.» Ἆρά σοι δοκοῦσιν Ἀμμανίταις ἐοικέναι τὰ θεομισῆ τῶν αἱρετικῶν ἐργαστήρια, τὸ ἀσυμπαθές τε καὶ ἀφιλόθεον ἐκτόπως ἠῤῥωστηκότες; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Ἄθρει δὲ καὶ Μωαβίτας, εἰ δοκεῖ, πολεμιωτάτους ὄντας ἀναφανδὸν τοῖς ἐθέλουσι λατρεύειν Θεῷ τῷ μόνῳ τε φύσει καὶ ἀληθῶς. Ἦσαν μὲν γὰρ εἰδώλων προσκυνηταὶ, μαντείαις τε καὶ γοητείαις ἐξαιρέτως ἐπιθαρσήσαντες, καὶ περὶ πτήσεις τῶν οἰωνῶν οὐ μετρίως ἐπτοημένοι, ἐπιτρίζοντες δὲ τοὺς ὀδόντας ταῖς τοῦ Ἰσραὴλ εὐπραγίαις, κατεμισθοῦντο τὸν Βαλαὰμ, καὶ ἐπαρᾶσθαι παρεσκεύαζον, δυνάμει δὲ τῇ ἀφράστῳ Θεοῦ, τὸ τοῦ μάντεως στόμα πρὸς ἀνεθελήτους αὐτοῖς εὐλογίας μετεσκευάζετο. Τοιοῦτος ἂν εἴη καθ' ἡμῶν ὁ Ἑλλήνων πόλεμος, τῇ τοῦ Σωτῆρος ἡμῶν διαφθονουμένων δόξῃ, καὶ πᾶσαν τοῦ διαβόλου καθ' ἡμῶν κατεξανιστάντων ἰσχὺν, ἣν ἡ θεία καὶ ἄνωθεν κατασείει χάρις, τῆς τῶν δαιμόνων ἀγέλης τὸ ἄναλκι καταχέουσα, καὶ τὸν τῆς ἐπιβουλῆς ἀναθεῖσα τρόπον πρὸς τὸ εὐφραίνειν εἰδός. {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Ἀμμανίταις δὲ καὶ μέντοι καὶ Μωαβίταις, ἀστιβῆ τὰ ἅγια καὶ μάλα γε εἰκότως· οἷς γὰρ ἀδελφὰ τὰ τολμήματα καὶ ὁμοειδὲς τὸ θράσος, τούτοις ἂν εἴη πρέπον καὶ ταῖς ἰσοῤῥόποις ἐναλῶναι δίκαις. Ἄθρει δὲ δὴ τοῦ νόμου τὸ ἀσφαλές· ἐξίστησι γὰρ παντελῶς τοὺς ἁγίους αὐτῶν, καὶ οὐδ' ὅσον εἰπεῖν εἰς κοινολογίαν ἰέναι θέλειν, παρεγγυᾷ λέγων· «Οὐ προσαγορεύσεις εἰρηνικὰ αὐτοῖς, καὶ συμφέροντα αὐτοῖς οὐ λαλήσεις, πάσας τὰς ἡμέρας σου εἰς τὸν αἰῶνα.» Ἆρ' οὐχὶ τοῦτό ἐστιν ἐναργῶς, ὃ καὶ ἁγίων ἡμᾶς ἐξεπαίδευσε δυὰς, Παῦλός τε καὶ Ἰωάννης; Ὁ μὲν γὰρ ἔφασκεν· «Εἴ τις ἔρχεται πρὸς ὑμᾶς, καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, τούτῳ μὴ χαίρειν λέγετε,» καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ, «Οὐ προσαγορεύσεις εἰρηνικὰ αὐτοῖς, καὶ συμφέροντα αὐτοῖς.» Ὁ δὲ πάλιν, «Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν, παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος.» Τοῦτό ἐστι τὸ, Οὐ λαλήσεις συμφέροντα αὐτοῖς. ∆εῖν γάρ φησιν ὁ νόμος τοῖς ἄγαν ἐξεστραμμένοις, ὡς μεμηνόσι παραχωρεῖν, λέγοντας· «Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε.» Ἀλλ' ὁ μὲν Ἀμμανίτης ἕως τρίτης εἴργεται γενεᾶς, Μωαβίτης δὲ καὶ μέχρι δεκάτης, ἀπό γε τοῦ χρόνου, καθάπερ ἐγῷμαι, τῆς ἐπ' ἀμφοῖν ἀγανακτήσεως τὸ μέγεθος ἡμῖν ὑπεμφαίνοντος Θεοῦ. Μείων γὰρ, κατὰ τὸ εἰκὸς, ἡ αἱρετικῶν δίκη· φαίη γὰρ ἄν τις καὶ ἐπ' αὐτοῖς καθάπερ ἀμέλει καὶ ἐπὶ τοῖς Ἰουδαίοις. «Μαρτυρῶ γὰρ αὐτοῖς, ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν.» Οἰόμενοι γὰρ ὀρθοεπεῖς εἶναι καὶ σοφοὶ, λελήθασι σφᾶς αὐτοὺς οἱ δείλαιοι, καὶ τοῖς τῆς ἀληθείας μαχόμενοι δόγμασι, καὶ ζήλῳ πεπλασμένῳ κατακεκρατημένοι, τῇ τοῦ Θεοῦ δόξῃ συναγορεύειν οἴονται, τοῖς ὀρθοποδοῦσιν ἀντιταττόμενοι. Μωαβῖται δέ γε, τοῦτ' ἔστι, τὰ Ἑλλήνων στίφη, γυμνῶς καὶ ἀναφανδὸν, καὶ ὑποστολῆς ἁπάσης δίχα, τῇ θείᾳ μάχονται δόξῃ. Τοιγάρτοι φορτικωτέραν ἐπήρτησέ πως τὴν δίκην αὐτοῖς ὁ νόμος. Πλὴν ἄμφω τῶν ἱερῶν ἀπόπεμπτοι περιβόλων, ὡς βέβηλοί τε καὶ θεομισεῖς. {ΠΑΛΛ.} Χρῆμα δὴ οὖν οὐκ ἀζήμιον, ὅσον ἧκεν εἰς μολυσμοὺς, τὸ ὀθνείοις τισὶ καὶ ἑτερογνώμοσι, κἂν γοῦν εἰς λόγους ἰέναι φιλεῖν. {ΚΥΡ.} Συνίης εὖ μάλα. Τοιγάρτοι καὶ ὁ νόμος τοὺς ἐκνενιμμένους καὶ καθαροὺς, καὶ οἰκείους ἤδη Θεῷ, διὰ τοῦτο τῆς ἐκείνων βδελυρίας ἀποτειχίζει λέγων· «Καὶ ἔσται ἐν τῷ εἰσαγαγεῖν σε Κύριον τὸν Θεόν σου εἰς τὴν γῆν εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτὴν, καὶ ἐξαρεῖς ἔθνη μεγάλα, καὶ πολλὰ, καὶ ἰσχυρὰ ἀπὸ προσώπου σου, τὸν Χετταῖον, καὶ τὸν Γεργεσαῖον, καὶ τὸν Ἀμοῤῥαῖον, καὶ τὸν Χαναναῖον, καὶ τὸν Φερεζαῖον, καὶ τὸν Εὐαῖον, καὶ τὸν Ἰεβουσαῖον, ἑπτὰ ἔθνη πολλὰ, καὶ μεγάλα, καὶ ἰσχυρότερα ὑμῶν, καὶ παραδώσει αὐτοὺς Κύριος ὁ Θεὸς ὑμῶν εἰς χεῖράς σου, καὶ πατάξεις αὐτοὺς, ἀφανισμῷ ἀφανίσεις αὐτούς. Οὐ διαθήσῃ πρὸς αὐτοὺς διαθήκην, οὐδ' οὐ μὴ ἐλεήσεις αὐτοὺς, οὐδὲ μὴ γαμβρεύσεις πρὸς αὐτούς. Τὴν θυγατέρα σου οὐ δώσεις τῷ υἱῷ αὐτοῦ, καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ τῷ υἱῷ σου, ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ' ἐμοῦ, καὶ λατρεύσει θεοῖς ἑτέροις.» Ἀσφαλὴς οὖν ὁ νόμος. «Οὐ γὰρ συνθήσῃ,» φησὶ, «διαθήκην πρὸς αὐτούς·» ἀσύμβατον γὰρ καὶ ἀσυναφὲς τῷ ἡγιασμένῳ, τὸ βέβηλον ἔτι, τῷ πεφωτισμένῳ, τὸ ἐν ὁμίχλῃ καὶ σκότῳ, τῷ εἰσδεδεγμένῳ τὸ ἀπαράδεκτον· τῷ πρὸς ἱεράν τε καὶ θείαν εἰσφοιτῶντι σκηνὴν, τὸ ταύτης ἐξωθούμενον. {ΠΑΛΛ.} Εἶτα τί τὸ προμηθὲς τοῦ νόμου; διίστησι δὲ ἀνθ' ὅτου καὶ τοῦτο εἰσάπαν τοῦ βεβήλου τὸ καθαρὸν, κἂν εἰ ἐν καλῷ τις γένοιτο τῆς ἀρετῆς; {ΚΥΡ.} Πολὺ γὰρ δὴ λίαν τὸ δέος, ὦ τᾶν· μὴ ἄρα πως καὶ τό γε ὀρθῶς ἑστάναι δοκοῦν, τὸν ἐφ' ἃ μὴ προσῆκον εἰσδέξαιτο κλόνον καὶ παρενεχθείη τοῦ πρέποντος, ὑπό του τυχὸν ἐκβεβιασμένον, ἢ ἐρεθιζούσης ἡδονῆς, ἢ κατωθούσης εἰς τὸ πλημμελὲς, τῆς ἐνούσης τῇ φύσει πρὸς τοῦτο ῥοπῆς. Ἀπονένευκε γὰρ ἀεί πως ἐπὶ τὸ φαῦλον, καὶ θεῖος ἡμῖν ἐπιμαρτύρει λόγος· «Ἐπιμελῶς γὰρ ἔγκειται,» φησὶν, «ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος.» Παραθείην δ' ἂν ἐθέλοντί σοι πρὸς ἀπόδειξιν ἐναργῆ, τὰ ὅσαπερ αὐτὴν ὑπομεῖναι λόγος τὴν ἐξ Ἰακώβ. {ΠΑΛΛ.} ∆ίναν δή που φής· οἶμαι γὰρ ὡδί. {ΚΥΡ.} Πάνυ μὲν οὖν, ὦ Παλλάδιε· γέγραπται γὰρ οὕτως ἐν τῷ τῆς Γενέσεως βιβλίῳ· «Καὶ ἦλθεν Ἰακὼβ εἰς Σαλὴμ πόλιν Σηκίμων, ἥ ἐστιν ἐν γῇ Χαναὰν, ὅτε ἐπανῆλθεν ἐκ τῆς Μεσοποταμίας Συρίας, καὶ παρενέβαλε κατὰ πρόσωπον τῆς πόλεως, καὶ ἐκτήσατο τὴν μερίδα τοῦ ἀγροῦ, οὗ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ, παρὰ Ἐμμὼρ πατρὸς Συχὲμ, ἑκατὸν ἀμνῶν, καὶ ἔστησεν ἐκεῖ θυσιαστήριον, καὶ ἐπεκαλέσατο τὸν Θεὸν Ἰσραήλ. Ἐξῆλθε δὲ ∆είνα, ἡ θυγάτηρ Λείας, ἢν ἔτεκε τῷ Ἰακὼβ, καταμαθεῖν τὰς θυγατέρας τῶν ἐγχωρίων, καὶ εἶδεν αὐτὴν Συχὲμ ὁ υἱὸς Ἐμμὼρ ὁ Εὐαῖος, ὁ ἄρχων τῆς γῆς. Καὶ λαβὼν αὐτὴν, ἐκοιμήθη μετ' αὐτῆς. Καὶ ἐταπείνωσεν αὐτήν. Καὶ προσέσχε τῇ ψυχῇ ∆είνας τῆς θυγατρὸς Ἰακώβ. Καὶ ἠγάπησε τὴν παρθένον, καὶ ἐλάλησε κατὰ τὴν διάνοιαν τῆς παρθένου αὐτῇ.» Ἄθρει δὴ οὖν ὅτι σκηνῇ μὲν ἔτι τῇ τοῦ πατρὸς ἐμφιλοχωροῦσά τε καὶ ἐνηυλισμένη, ἐν ᾗ καὶ ἐπεκαλέσατο τὸν Θεὸν Ἰσραὴλ, καὶ σεπτὸν ἐγήγερτο θυσιαστήριον, ἀβέβηλός τε ἦν ἔτι καὶ ἐν τοῖς τῆς παρθενίας αὐχήμασιν. Ἐπειδὴ δὲ τῆς πατρῴας ἐξέθει σκηνῆς, καὶ χῶρον ἀφεῖσα τὸν ἱερὸν, γυναιξὶν ὀθνείαις ἐπεμίσγετο, πρὸς ἀσυνήθη βεβήλωσιν παραχρῆμα κατεβιάζετο, καὶ ἦν οὐκέτι παρθένος, ταῖς ἑτέρων ἡδοναῖς ἀνεθελήτως μὲν ἐν ἀρχαῖς ὑπενηνεγμένη, παθοῦσα δὲ μετὰ τοῦτο καὶ τὸ τῷ πλεονεκτήσαντι συνεῖναι θέλειν. «Ἐλάλησε γὰρ,» φησὶ, «κατὰ τὴν διάνοιαν τῆς παρθένου αὐτῇ.» {ΠΑΛΛ.} Ὧδε ἔχει. {ΚΥΡ.} Οὐκοῦν εἰς εἰκόνα τῶν νοητῶν παραθέντες τὸ αἰσθητὸν, φέρε δὴ λέγωμεν, ὅτι σκηνὴν ὥσπερ τινὰ τὴν ἐξαίρετον πολιτείαν οἰκοῦσα ψυχὴ, πάναγνος ἔσται καὶ καθαρὰ, καὶ βδελυρίας ἁπάσης ἀπηλλαγμένη, εἰ δὲ ἐξοίχοιτό ποι, καὶ πρὸς τὰς τῶν ἀλλοφύλων ἐπείγοιτο θυγατέρας, τοῦτ' ἔστιν, εἰ ἐρευνοίη καὶ κατασκέπτοιτο τὴν τῶν ἐν κόσμῳ ζωὴν, τὸν εὐφυᾶ τε καὶ εὐγενῆ φθαρήσεται νοῦν· εἴη γὰρ ἂν οὐκ ἀζήμιον τὸ συνδιαιτᾶσθαι τοῖς φαύλοις τοὺς οἷσπερ ἂν γένοιτο σκοπὸς, τὸ διαβιῶναι λαμπρῶς. Ἀλλ' ὅ γε θεῖος ∆αβὶδ οὐκ ἔξω τῆς ἱερᾶς σκηνῆς ἰέναι κατεφωρᾶτο θέλων, ἐμφιλοχωρεῖν δὲ μᾶλλον καὶ ἐνδιαιτᾶσθαι οὐ μακρὰν, τῶν ὅτι μάλιστα δι' εὐχῆς ἐποιεῖτο λέγων· «Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ζητήσω, τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν τὸν ἅγιον αὐτοῦ. Ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν μου, ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ.» Σκηνὴν, οἶμαι, λέγων τὴν θείαν καὶ ἱερὰν, ὡς ἔν γε δὴ τούτοις, τῆς εὐαγοῦς πολιτείας τὸ βεβηκός τε καὶ ἀκατάσειστον, ἐφ' ᾗ τρόπον τινὰ καὶ εἰσδεδυκὼς, τοῖς καταδῃοῦν ἐθέλουσι τῶν παθῶν, ἀνάλωτος ἦν. {ΠΑΛΛ.} Ἔοικεν. {ΚΥΡ.} Τί δέ; οὐχὶ σαφέστερόν τε καὶ ἀληθέστερον ἀναμάθοι τις ἂν, ὅτι τὰ παντὸς ἐπέκεινα μολυσμοῦ περιποιήσειεν ἂν ἔσθ' ὅτε καὶ τοῖς ἐρηρεῖσθαι πεπιστευμένοις, αἱ πρὸς ἀλλογενεῖς ὁμιλίαι, παρενεγκὼν εἰς ἀπόδειξιν τῆς Σολομῶντος ζωῆς τὴν κατάληξιν, καὶ ἅπερ αὐτῷ συνέβη παθεῖν, ἐπ' αὐτῷ γήρως οὐδῷ; {ΠΑΛΛ.} Πῶς ἔφης; {ΚΥΡ.} Ἦν μὲν γὰρ οὕτω λαμπρὸς καὶ ἀοίδιμος, ὡς ἀσύγκριτον ἤδη πως τὴν δόξαν ἑλεῖν, μετέθει γε μὴν εἰς τὸ ἀκαλλὲς, μᾶλλον δὲ καὶ κατέθορεν ἀγεννῶς, ἐς αὐτό που τὸ λοῖσθον τῆς εἰς Θεὸν ἀσεβείας. Ἔχει δὲ ὧδε τὰ ἐπ' αὐτῷ. Γέγραπται γὰρ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν· «Καὶ ἐμεγαλύνθη Σολομὼν ὑπὲρ πάντας τοὺς βασιλεῖς τῆς γῆς πλούτῳ καὶ φρονήσει. Καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς ἐζήτουν τὸ πρόσωπον Σολομὼν, τοῦ ἀκοῦσαι τῆς φρονήσεως αὐτοῦ, ἧς ἔδωκε Κύριος ἐν τῇ καρδίᾳ αὐτοῦ.» Ἀλλὰ τὸν οὕτως εὐκλεᾶ καὶ ἀοίδιμον, καὶ σοφίας εἰς τοῦτο διεληλακότα λοιπὸν, ὡς ἐν ἀμετρήτῳ γενέσθαι θαύματι, καὶ παρά γε τοῖς ἄγαν διωρισμένοις, ἡδονὴ γυναίων ἐξεμόχλευσε πονηρῶν, καὶ οἱονείπως αὐτῆς ἐξελοῦσα τῆς θείας σκηνῆς τοῖς τῆς εἰδωλολατρείας ἐνῆκε βόθροις. Γέγραπται γὰρ ὡδὶ περὶ αὐτοῦ· «Καὶ ὁ βασιλεὺς Σολομὼν ἦν φιλογύναιος, καὶ ἔλαβε γυναῖκας ἀλλοτρίας, καὶ τὴν θυγατέρα Φαραώ· Μωαβίτιδας, καὶ Ἀμμονίτιδας, καὶ Ἰδουμαίας, Σύρας, Χετταίας, Ἀμοῤῥαίας, ἐκ τῶν ἐθνῶν, ὧν ἀπεῖπε Κύριος τοῖς υἱοῖς Ἰσραήλ· Οὐκ εἰσελεύσεσθε πρὸς αὐτοὺς, καὶ αὐτοὶ οὐκ εἰσελεύσονται πρὸς ὑμᾶς, ἵνα μὴ ἐκκλίνωσι τὰς καρδίας ὑμῶν ὀπίσω τῶν εἰδώλων αὐτῶν. Εἰς αὐτοὺς ἐκολλήθη Σολομὼν, τοῦ ἀγαπῆσαι. Καὶ ἦσαν αὐτῷ γυναῖκες ἄρχουσαι ἑπτακόσιαι, καὶ παλλακαὶ τριακόσιαι. Καὶ ἐγενήθη ἐν τῷ καιρῷ γήρως Σολομὼν, καὶ ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι τὴν καρδίαν αὐτοῦ ὀπίσω θεῶν ἑτέρων. Καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου Θεοῦ αὐτοῦ, καθὼς ἡ καρδία τοῦ ∆αβὶδ τοῦ πατρὸς αὐτοῦ. Καὶ ἐπορεύθη Σολομὼν ὀπίσω τῆς Ἀστάρτης βδελύγματος Σιδωνίων, καὶ ὀπίσω τοῦ βασιλέως αὐτῶν εἰδώλου υἱῶν Ἀμμών· καὶ ἐποίησε Σολομὼν πονηρὸν ἐνώπιον Κυρίου, καὶ οὐκ ἐπορεύθη ὀπίσω Κυρίου, ὡς ∆αβὶδ ὁ πατὴρ αὐτοῦ.» Ἆρ' οὐκ ἐποιμώζειν ἄξιον τῷ τοιάδε παθεῖν λεγομένῳ; Ὁ τὸν διαβόητον ἐκεῖνον ἐν τοῖς Ἱεροσολύμοις ἀναστήσας ναὸν, ὁ τὴν τῶν θείων θρόνων πάρεδρον αἰτήσας σοφίαν, ὁ ἐπὶ συνέσει τῇ ἀσυγκρίτῳ τεθαυμασμένος, καὶ μέχρις αὐτῶν τερμάτων τῆς ὑπ' οὐρανόν, ὁ καθάπερ ἑωσφόρος, πόλεσί τε καὶ χώραις ἐκφανὴς, αἰσχρῶν γυναικῶν ἡττώμενος, καὶ μυσαρωτάτης ἡδονῆς κατόπιν ἰὼν, εἰς τοῦτο μωρίας φωρᾶται πεσὼν, ὡς καὶ αὐτῆς ἀλογῆσαι παντελῶς τῆς εἰς Θεὸν εὐσεβείας. Σφαλερὸν οὖν ἄρα καὶ ἀναμφιλόγως ἐστὶ τὸ τοῖς ἀλλοφύλοις εἶναι κατὰ ταὐτόν. Πάνδεινον δὲ κομιδῇ καὶ τὸ ἡδονῆς ἡττᾶσθαι τῆς σαρκικῆς, καὶ ἀκάθαρτος ὁ τοιόσδε, καὶ τῷ πανάγνῳ Θεῷ κατεστυγημένος, καὶ οὐκ ἀρετῆς δίχα, πρὸς τὴν ἱεράν τε καὶ θείαν εἰσελάσαι σκηνήν. Ἀλλ' οὐδ' ἂν προσοίσειε θυσίαν δεκτήν. Γέγραπται γὰρ ἐν τῷ ∆ευτερονομίῳ· «Οὐκ ἔσται πόρνη ἀπὸ θυγατέρων Ἰσραὴλ, καὶ οὐκ ἔσται πορνεύων ἀπὸ υἱῶν Ἰσραήλ· καὶ οὐκ ἔσται τελεσφόρος ἀπὸ θυγατέρων Ἰσραὴλ, καὶ οὐκ ἔσται τελισκόμενος ἀπὸ υἱῶν Ἰσραήλ· οὐ προσοίσεις μίσθωμα πόρνης, οὐδὲ ἄλλαγμα κυνὸς εἰς τὸν οἶκον Κυρίου τοῦ Θεοῦ σου πρὸς πᾶσαν εὐχὴν, ὅτι βδέλυγμα Κυρίῳ τῷ Θεῷ σού ἐστι καὶ ἀμφότερα.» {ΠΑΛΛ.} Ὡς δριμὺς ὁ νόμος, καὶ τῶν ὅτι μάλιστα λυσιτελεστάτων! {ΚΥΡ.} Εὖγε, ὦ Παλλάδιε· νοεῖς γὰρ ὀρθῶς. Κατατεθήποις γὰρ, οἶμαι, καὶ ἔτι μειζόνως, ἐννενοηκὼς ὅτι κατακωλύων εὖ μάλα τὸ λεῖον εἰς ἡδονὰς, τὸν ἀσελγῆ καὶ ἀκόλαστον ἀποπέμπεται. Θέα γὰρ ὅπως καὶ τοῖς ἑκούσιον καὶ αὐθαίρετον ἐπιτηδεύειν ἐθέλουσι τὸν ἐπ' αἰσχρότητι μολυσμὸν, καὶ μέν τοι καὶ τοῖς εἰς τοῦτο κατακομίζειν εἰωθόσιν ὡς ἐξ ἀνάγκης ἑτέρους, ἐπισκήπτων ὁρᾶται, καὶ δι' ὧν ἀποφάσκει τὸ χρῆναι δρᾷν, ἀσφαλεστέρους ἀποτελεῖ, καὶ δυσεύρετον αὐτοῖς τὸν ταῖς ἀπολογίαις ἐξαρκεῖν ἰσχύοντα λόγον κατασκευάζει. Οὐ γὰρ ἀγνοίας ἔτι τὰ ἐγκλήματα, ῥᾳθυμίας δὲ λοιπὸν καὶ ἀνυποτάκτου φρενὸς ἡ γραφή. {ΠΑΛΛ.} Πῶς ἔφης; {ΚΥΡ.} Οὐ γὰρ αὐτόκλητοί τινες ἐπὶ τὸ πορνεύειν ἴασι, καὶ μισθαρνεῖν ἐθέλοντα γύναιά τε καὶ μειράκια, ταῖς τινων ἀκρασίαις καταπιπράσκει τὴν ὥραν; {ΠΑΛΛ.} Ναί. {ΚΥΡ.} Τί δέ; οὐκ αἰσχρῶν λημμάτων ἡττῶνταί τινες, καὶ προσθέντες τοῖς ἐθέλουσι τὰς σφῶν θεραπαίνας, ἤγουν τῶν ἀῤῥένων, οὓς ἂν ἐκπρίαιντο τυχὸν, ἀργυρολογοῦσιν οἱ δείλαιοι; περὶ ὧν καὶ ὁ προφήτης φησίν· «Καὶ τὰ κοράσια ἐπώλουν ἀντὶ οἴνου, καὶ ἔπινον.» Ἀληθὲς γὰρ ὅτι πρὸς τοῦτο φαυλότητος καὶ ἀκαθαρσίας μέτρον καθικνοῦνταί τινες, ὡς ἀνοσίως ἀποτολμᾷν δασμολογεῖν ἔσθ' ὅτε καὶ τὰ τοιάδε τῶν αἰσχρῶν. {ΠΑΛΛ.} Συνίημι. {ΚΥΡ.} Οὐκοῦν πορνεύουσι μὲν ἑκουσίως, οἱ μὲν, τὸ αὐτοὶ ἔξω φέρεσθαι τοῦ κακοῦ, εἶτα πρὸς τοῦτο ἰόντες ἰδιογνωμόνως· τελεσφόροι γε μὴν εἶεν ἂν, οἱ φόρους τελοῦντες ὡς ἐξ ἀνάγκης ἑτέροις, καὶ τὰ ἐκ τῆς ἀσελγείας μισθώματα τοῖς πριαμένοις συλλέγοντες. {ΠΑΛΛ.} Ὀρθῶς ἔφης. {ΚΥΡ.} Ἀποφάσκει δὴ οὖν ὁ νόμος τὸ χρῆμα πανταχῆ, καὶ ἀνόσιον ποιεῖται τὸν ἐναλόντα γραφῇ, ἔξω τε εἴργει σκηνῆς ἱερὰς, καὶ ἀπρόσιτον αὐτῷ τὸ θεῖον εὐθὺς ἀποφαίνει θυσιαστήριον, ἀπαράδεκτον ἔσεσθαι τὸ θύμα λέγων, καὶ ἀπρόσδεκτον τὴν εὐχήν. Ἀληθὲς γὰρ, ὅτι οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώματος πόρνης. Ἐν ἴσῳ δὲ τρόπῳ στυγητὸν ποιεῖται καὶ βδελυρώτατον τὸ ἄλλαγμα τοῦ κυνός· κύνα δὲ, οἶμαι, φησὶ, τὸν εἰς ἀκαθαρσίαν εὔκολον, καὶ τοῖς προσιοῦσιν ἁπλῶς ἐγκείμενον· ἄλλαγμα δὲ κυνὸς, τὸ αὐτῷ τυχὸν ὑπὲρ αὐτοῦ προσαγόμενον. Ἐπιφωνείτω δὴ οὖν ὁ νόμος· «Οὐκ ἔσται πόρνη ἀπὸ θυγατέρων Ἰσραὴλ, καὶ οὐκ ἔσται πορνεύων ἀπὸ Υἱῶν Ἰσραήλ.» Ὁ δέ γε σοφώτατος Παῦλος συνηχείτω βοῶν· «Φεύγετε τὴν πορνείαν· Πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων, εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.» Καλείτω δὴ οὖν καὶ πρός γε τὸ δεῖν τῶν ἀμεινόνων ἐφίεσθαι τοὺς τῆς ἐγκρατείας αὐχήμασι γενναίως ἐπιθρώσκοντας. Ἔφη γὰρ πάλιν· «Παρακαλῶ γὰρ ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν· εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινίσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς, τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ εὐάρεστον, καὶ τέλειον.» Ἢ οὐκ εἶναι φῂς θυσίαν ὄντως ἁγίαν καὶ πάναγνον ἀληθῶς, τὴν τῶν αἰσχιόνων ἀπόθεσιν; {ΠΑΛΛ.} Φαίην ἂν ἔγωγε· πῶς γὰρ οὔ; {ΚΥΡ.} Καὶ ἀποφοιτῶσι μὲν ἡμῖν σαρκικῆς ἡδονῆς, ἐπιγάννυται Θεὸς, ἐπιστυγνάζει δὲ λίαν ἀποκλίνουσι πρὸς τὸ ἄναλκι, καὶ σαρκὸς ὀπίσω πεσεῖν ᾑρημένοις ἐπάγει τὰς δίκας· καταβιάζεται γὰρ ἔσθ' ὅτε καὶ εἰς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ, θερμὴ καὶ ἀκόλαστος ἡδονή. Καὶ ἀληθὲς ὅτι τὸ χρῆμά ἐστιν, ἐκδείξειεν ἂν εὐθὺς ὁ ἐπί γε τῷ Σολομῶν λόγος. Καταφωρᾶται δὲ πρὸ αὐτοῦ παρενηνεγμένος εἰς τοῦτο κατὰ τὴν ἔρημον ὁ Ἰσραήλ· γέγραπται γὰρ, ὅτι «Κατέλυσεν Ἰσραὴλ ἐν Σαττεὶν, καὶ ἐβεβηλώθη ὁ λαὸς ἐκπορνεῦσαι εἰς τὰς θυγατέρας Μωάβ· καὶ ἐκάλεσαν αὐτοὺς εἰς τὰς θυσίας τῶν εἰδώλων αὐτῶν, καὶ ἔφαγεν ὁ λαὸς τῶν θυσιῶν αὐτῶν, καὶ προσεκύνησαν τοῖς εἰδώλοις αὐτῶν, καὶ ἐτελέσθη Ἰσραὴλ τῷ Βεελφεγὼρ, καὶ ὠργίσθη θυμῷ Κύριος τῷ Ἰσραήλ. Καὶ εἶπε Κύριος τῷ Μωσῇ· Λάβε πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ, καὶ παραδειγμάτισον αὐτοὺς Κυρίῳ κατέναντι τοῦ ἡλίου, καὶ ἀποστραφήσεται ὀργὴ θυμοῦ Κυρίου ἀπὸ Ἰσραήλ.» Ὁρᾷς ὅτι παραθήγεταί πως, μονονουχὶ δὲ καὶ εἰς ἀνεθελήτους ὀργὰς ἐκφέρεται πρὸς ἡμῶν ἡ θεία τε καὶ ἡμερωτάτη φύσις; Κτηνοπρεπὲς γὰρ τὸ χρῆμα, τὸ ἐπιμαίνεσθαι, φημὶ, ταῖς γυναικῶν ὥραις, καὶ ἀνόσιον κομιδῇ, καὶ τῆς εἰς Θεὸν εὐσεβείας ἄλλαγμα ποιεῖσθαι τολμᾷν τὴν ἀκόλαστον ἡδονήν. Τοιγάρτοι καὶ παραδειγματίζονται τῷ Κυρίῳ ἀπέναντι τοῦ ἡλίου, τοῦτ' ἔστιν, ὀρθῶν ἀπήρτηνται ξύλων τετραμμένων πρὸς ἀνατολὰς, καὶ ἦν οὗτος αὐτοῖς ὁ τῆς κολάσεως τρόπος, μονονουχὶ διακεκραγότος ἐναργῶς τοῦ τύπου, καὶ φωνὴν ἀνιέντος, ὅτι τὸν πανδερκῆ καὶ ἀπαραλόγιστον ὀφθαλμὸν τοῦ κρίνοντος, οὐκ ἂν διαδράσειέ τις, τοιοῖσδε πταίσμασιν ἐναλοὺς, οὐδ' ἂν οἴχοιτο νηποινὶ, προσκείσεται δὲ κατὰ τὴν προφήτου φωνὴν, εἰς ὅρασιν πάσῃ σαρκὶ, πικρὰς τῶν αὐτῷ πεπλημμελημένων ὑπέχων τὰς δίκας. {ΠΑΛΛ.} Τὸ ἐμφανὲς οὖν ἄρα κολάζεσθαι, καὶ τὸ οἱονείπως ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ παραδειγματισθῆναι φησὶν, ἀπέναντι τοῦ ἡλίου. {ΚΥΡ.} Πάνυ μὲν οὖν· ἔστι δὲ ἡμῖν ὁ λόγος οὐκ ἀπὸ σκοποῦ· ὅτι δὲ τοῖς πορνεύουσιν, ἤτοι τοῖς πεπορνευμένοις, τῆς οὕτω ψυχρᾶς καὶ βεβήλου ζωῆς πρὸς Θεὸν οἱ λόγοι, καὶ ἐμφανῆ μέν ἐστι τὰ κεκρυμμένα, γνωσθήσεται δὲ τὰ ἐν ἑκάστῳ σαφῶς, καὶ δι' ἑτέρου πάλιν ἡμῖν διετύπου νόμου. Γέγραπται γὰρ ἐν τοῖς Ἀριθμοῖς· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἀνδρὸς ἐὰν παραβῇ ἡ γυνὴ αὐτοῦ, καὶ ὑπεριδοῦσα παρίδῃ αὐτὸν, καὶ κοιμηθῇ τις μετ' αὐτῆς κοίτην σπέρματος, καὶ λάθῃ ἐξ ὀφθαλμῶν τοῦ ἀνδρὸς αὐτῆς, καὶ κρύψῃ, αὐτὴ δὲ ᾖ μεμιασμένη, καὶ μάρτυς μὴ ἦν μετ' αὐτῆς, καὶ αὐτὴ μὴ ᾖ συνειλημμένη, καὶ ἐπέλθῃ αὐτῷ πνεῦμα ζηλώσεως, καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ, αὐτὴ δὲ μεμίανται, ἢ ἐπέλθῃ αὐτῷ πνεῦμα ζηλώσεως, καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ, αὐτὴ δὲ μὴ ᾖ μεμιασμένη· καὶ ἄξει ὁ ἄνθρωπος τὴν γυναῖκα αὐτοῦ πρὸς τὸν ἱερέα, καὶ προσοίσει τὸ δῶρον περὶ αὐτῆς, τὸ δέκατον τοῦ οἰφὶ ἄλευρον κρίθινον, οὐκ ἐπιχεῖ ἐπ' αὐτὸ ἔλαιον, οὐδὲ ἐπιθήσει ἐπ' αὐτὸ λίβανον· ἔστι γὰρ θυσία ζηλοτυπίας, θυσία μνημοσύνου, ἀναμιμνήσκουσα ἁμαρτίαν. Καὶ προσάξει αὐτὴν ὁ ἱερεὺς, καὶ στήσει αὐτὴν ἔναντι Κυρίου, καὶ λήψεται ὁ ἱερεὺς ὕδωρ καθαρὸν ζῶν ἐν ἀγγείῳ ὀστρακίνῳ, καὶ τῆς γῆς τῆς οὔσης ἐπὶ τοῦ ἐδάφους τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ λαβὼν ὁ ἱερεὺς ἐμβαλεῖ εἰς τὸ ὕδωρ, καὶ στήσει ὁ ἱερεὺς τὴν γυναῖκα ἔναντι Κυρίου, καὶ ἀποκαλύψει τὴν κεφαλὴν τῆς γυναικὸς, καὶ δώσει ἐπὶ τὰς χεῖρας αὐτῆς τὴν θυσίαν τοῦ μνημοσύνου, τὴν θυσίαν τῆς ζηλοτυπίας· ἐν δὲ τῇ χειρὶ τοῦ ἱερέως ἔσται τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τούτου· καὶ ὁρκιεῖ αὐτὴν ὁ ἱερεὺς, καὶ ἐρεῖ τῇ γυναικί· Εἰ μὴ κεκοίμηταί τις μετὰ σοῦ, εἰ μὴ παραβέβηκας μιανθῆναι ὑπὸ τὸν ἄνδρα τὸν σεαυτῆς, ἀθώα ἴσθι ἀπὸ τοῦ ὕδατος τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τούτου. Εἰ δὲ σὺ παραβέβηκας ὕπανδρος οὖσα, εἰ μεμίανσαι, καὶ ἔδωκέ τις τὴν κοίτην αὐτοῦ ἐν σοὶ, πλὴν τοῦ ἀνδρός σου· καὶ ὁρκιεῖ ὁ ἱερεὺς τὴν γυναῖκα ἐν τοῖς ὅρκοις τῆς ἀρᾶς ταύτης, καὶ ἐρεῖ ὁ ἱερεὺς τῇ γυναικί· ∆ῴη σε Κύριος ἐν ἀρᾷ καὶ ἐνόρκιον ἐν μέσῳ τοῦ λαοῦ σου, ἐν τῷ δοῦναι Κύριον τὸν μηρόν σου διαπεπτωκότα, καὶ τὴν κοιλίαν σου πεπρησμένην. Καὶ εἰσελεύσεται τὸ ὕδωρ τὸ ἐπικαταρώμενον τοῦτο εἰς τὴν κοιλίαν σου, πρῆσαι γαστέρα, καὶ διαπεσεῖν μηρόν σου. Καὶ ἐρεῖ ἡ γυνή· Γένοιτο, γένοιτο. Καὶ γράψει ὁ ἱερεὺς τὰς ἀρὰς ταύτας εἰς βιβλίον, καὶ ἐξαλείψει εἰς τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου, καὶ ποτιεῖ τὴν γυναῖκα τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου. Καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τὸ ἐπικαταρώμενον τοῦ ἐλεγμοῦ· καὶ λήψεται ὁ ἱερεὺς ἐκ χειρὸς τῆς γυναικὸς τὴν θυσίαν τῆς ζηλοτυπίας, καὶ ἐπιθήσει τὴν θυσίαν ἔναντι Κυρίου, καὶ προσοίσει αὐτὴν πρὸς τὸ θυσιαστήριον. Καὶ δράξεται ὁ ἱερεὺς ἀπὸ τῆς θυσίας τὸ μνημόσυνον αὐτῆς, καὶ ἀνοίσεται αὐτὸ ἐπὶ τὸ θυσιαστήριον, καὶ μετὰ ταῦτα, ποτιεῖ τὴν γυναῖκα τὸ ὕδωρ. Καὶ ἔσται, ἐὰν ᾖ μεμιασμένη καὶ λήθῃ λάθῃ τὸν ἄνδρα αὐτῆς, καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τὸ ἐπικαταρώμενον, καὶ πρησθήσεται τὴν κοιλίαν, καὶ διαπεσεῖται ὁ μηρὸς αὐτῆς, καὶ ἔσται ἡ γυνὴ εἰς ἀρὰν τῷ λαῷ αὐτῆς. Ἐὰν δὲ μὴ μιανθῇ ἡ γυνὴ, καὶ καθαρὰ ᾖ, καὶ ἀθώα ἔσται, καὶ ἐκσπερματιεῖ σπέρμα.» Ταυτὶ μὲν, ὁ νόμος. Φαίην δ' ἂν ὅτι τὸ τῶν γεγραμμένων πέρι σχολαίως ἐν ὀλίγαι· ἐννοίαις εὖ μάλα συνενεγκὼν, ὁ θεῖος ἡμῖν γράφει Παῦλος· «Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν εἴτε ἀγαθὰ, εἴτε φαῦλα.» {ΠΑΛΛ.} Οἴομαι μὲν ὀρθῶς εἰρῆσθαι ταυτί· πλὴν τὰ ἐφ' ἑκάστῳ τῶν τεθεσπισμένων διασάφει λεπτῶς. {ΚΥΡ.} Τὴν ἐν ὑποψίαις τοῦ μεμοιχεῦσθαι γυναῖκα, ὅταν ἐλέγχων ἐρήμην ὑπομείνῃ γραφὴν, ἄγεσθαι προστέταχε πρὸς τὸν ἱερέα, καὶ δὴ καὶ ἐν ὀφθαλμοῖς ἑστάναι Θεοῦ, καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ μέλλειν ἅπαντας παραστήσεσθαι τῷ Χριστῷ· εἶτα τὸ ὑπὲρ αὐτῆς προσάγεσθαι δῶρον κρίθινον ἄλευρον, οὐ λιβάνῳ διαπεπασμένον, οὐκ ἐλαίῳ δεδευμένον· θυσία γὰρ ζηλοτυπίας ἐστὶν, ἀναμιμνήσκουσα ἁμαρτίαν. Πρόδηλον οὖν ὅτι τῆς ἑκάστου ζωῆς ὀσμή τις ὥσπερ ἄνεισι πρὸς Θεὸν, τοῖς μὲν παρειμένοις ἐπὶ τὸ ῥᾴθυμον τὴν ἐφ' ἅπασι τοῖς ἐκτοπωτάτοις ἐπιφέρουσα γραφὴν, τοῖς δέ γε βιοῦν ὀρθῶς ἄριστα διεσπουδακόσιν, ἐπιμαρτυροῦσα τὸ γνήσιον. Ταύτῃτοί φαμεν, καὶ σφόδρα εἰκότως, τῶν μὲν οὐκ ὄντων ἐν ὑποψίαις, τὰ δῶρα τὴν ἐκ πυρῶν σεμίδαλιν ἔχειν, προσόντος λιβάνου, καὶ μὴν καὶ ἐλαίου καταχεομένου. Ἕψεται γὰρ πάντως τῇ τέως ἀνθρωπίνῃ ζωῇ, ἧς ἂν εἴη καὶ τύπος ἡ ἐκ πυρῶν σεμίδαλις, τὸ ἐν εὐωδίᾳ τε καὶ ἱλαρότητι καταλογίζεσθαι δεῖν παρά γε τῷ φιλαρέτῳ Θεῷ. Νόθου δὲ καὶ ζωῆς κτηνοπρεποῦς σημεῖον ἂν γένοιτο καὶ μάλα σαφὲς, τὸ κρίθινον ἄλευρον· κτηνοπρεπέστερον γάρ πως, καὶ οὐκ ἐοικὸς ἀνθρώπῳ λίαν, τὸ ἀκρατὲς εἰς ὄρεξιν, καὶ τὸ ἀχαλίνως ἰέναι θέλειν εἰς ἐκτόπους ἡδονάς. Ταύτῃτοι κρίθινον ἄλευρον, ἡ ἐπὶ νόθῳ ζωῇ κατηγορουμένη γυνὴ, προσεκόμιζε τῷ Θεῷ, λιβάνου τε καὶ ἐλαίου δίχα, τοῦτ' ἔστιν, εὐωδίας τε καὶ ἱλαρότητος· θυσία γάρ ἐστιν ἀναμιμνήσκουσα ἁμαρτίαν. Ὅπου δὲ ἀνάμνησις ἁμαρτίας, πῶς ἂν ἢ πόθεν εἴη τὸ ἱλαρόν; Οὐ γὰρ ἐν ἐλπίδι στεφάνων ὁ κρινόμενος, ἀλλ' ἐν φόβῳ δίκης καὶ πυρός. Καὶ πρός γε δὴ τούτοις, ἀκατακάλυπτος ἡ γυνὴ προσάγεται τῷ κριτῇ, τοῦτ' ἔστιν, οὐκ ἐν τῷ συνήθει καὶ πρέποντι κόσμῳ. Καὶ τίς ἂν γένοιτο τοῦδε λόγος; Ἀκοσμίας γὰρ τὰ ἐγκλήματα, καὶ βδελυρίας ἡ γραφή. Μέμνησο δὲ ὅτι γυναῖκα ἀκατακάλυπτον οὐκ ἐᾷ προσεύχεσθαι τῷ Θεῷ, νομομαθὴς ὢν ὁ Παῦλος, τοῦ κατακαλύπτεσθαι δεῖν αὐτὴν τὸν τῆς φύσεως νόμον εἰς ἀπόδειξιν ἑλών. «Ἡ γὰρ κόμη,» φησὶν, «ἀντὶ περιβολαίου δέδοται αὐτῇ.» Οὐκέτι οὖν ἐν κόσμῳ τὸ γύναιον ἦν, διαβεβλημένον ἐπ' ἀκοσμίᾳ. Ἀκατακάλυπτον δὲ, καὶ ἑτέρως· γυμνὰ γὰρ ἐν ὀφθαλμοῖς τοῦ κρίνοντος τὰ πάντα ἐστὶ, λάθοι δ' ἂν ὅλως οὐδεὶς τὸν ἐτάζοντα καρδίας καὶ νεφροὺς, καὶ διὰ προφήτου φωνῆς ὥδε λέγοντος· «Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν. Μὴ ἀπ' ἐμοῦ κρυβήσεταί τι;» Πλὴν ὅτι Χριστὸς ὁ κρίνων ἐστὶν, αἰνιγματωδῶς ὑποφαίνει πάλιν. Ὕδωρ γὰρ, ἔφη, ζῶν τε καὶ καθα ρὸν εἰς ἀγγεῖον ὀστράκινον ἐνίεσθαι δεῖν, καὶ μὴν καὶ ἀπὸ τῆς γῆς τῆς οὔσης ἐπὶ τῆς σκηνῆς. Εἶτα τῶν τῆς ἀρᾶς λόγων ἐναποπλυνθέντων ὕδατι, πίνειν ἐκέλευσε τὴν ἐν ὑποψίαις τοῦ πεπορνεῦσθαι γυναῖκα. Καὶ, «Εἰ μὲν ἔνοχος εἴη τῷ ἐγκλήματι, πρησθήσεται,» φησὶ, «κοιλίαν, καὶ πεσεῖται μηρός· εἰ δὲ τῆς αἰτίας ἀπήλλακται, καὶ οὐκ ἀληθὲς ἐπ' αὐτῇ τὸ ὑπειλημμένον, ἐκσπερματιεῖ σπέρμα.» {ΠΑΛΛ.} Τίς οὖν ὁ λόγος; ἢ πῶς ἂν ἡμῖν καὶ διὰ τῶν ἀρτίως ὠνομασμένων, ὁ Χριστὸς σημαίνοιτο; {ΚΥΡ.} ∆ιὰ μὲν γὰρ τοῦ ὕδατος τοῦ ζῶντος καὶ καθαροῦ, τὸν ζωοποιὸν συνήσεις τὸν Θεοῦ Λόγον, τὸν ἀληθῶς καθαρὸν, καὶ ἁμαρτίας ἀμέτοχον παντελῶς, ὃς ἐν σαρκὶ γέγονε, καθάπερ ἐν ὀστρακίνῳ σκεύει. Χοῦς γὰρ ὅτι καὶ ἀπὸ γῆς ἡ σὰρξ, πῶς ἂν ἢ πόθεν ἀμφίβολον; ∆ιὰ δέ γε τῆς ἀπὸ τῆς σκηνῆς γῆς, τὸν ἐν θανάτῳ νοήσεις δι' ἡμᾶς· εἴρηται γὰρ τῇ ἀνθρώπου φύσει· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.» ∆ιὰ δέ γε τῶν λόγων τῆς ἀρᾶς, τὸν ὑπὲρ ἡμῶν γεγονότα κατάραν, διὰ τὸ ἐπὶ ξύλου κρεμασθῆναι, συνήσεις εὖ μάλα. Γέγραπται γὰρ, ὅτι καὶ «Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου.» Ὅταν τοίνυν εἰς τὸ τῆς ἀνθρωπίνης διανοίας καθίκοιτο βάθος, Θεὸς κατὰ φύσιν ὑπάρχων ὁ Ἐμμανουὴλ, ἐνόχους μὲν ὄντας πταίσμασιν, ἐλέγξει κολάζων· κατειλημμένους δὲ οὐκ ἐν τούτοις, καρποφόρους ἀποφανεῖ. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ, ἐκσπερματιεῖ σπέρμα, τῆς ψυχῆς τὸ καρπογόνον, τοῦ σωματικοῦ σημαίνοντος πάθους. {ΠΑΛΛ.} Ἄριστα ἔφης. {ΚΥΡ.} Πορνεία μὲν οὖν καὶ τὰ σαρκὸς πάθη κατακιβδηλεύει τὸν ἄνθρωπον, καὶ τῆς πρὸς Θεὸν ἐξίστησιν οἰκειότητος· οἱ γὰρ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται. Σάρκα δὲ, καθάπερ ἐγᾦμαι, τὸ σαρκικὸν ὀνομάζει φρόνημα. Νοοῖτο γὰρ ἂν ὡδὶ τὸ γεγραμμένον ὀρθῶς. Τρόπος δὲ αὖ πρὸς τόδε φαυλότητος, καὶ μὴν καὶ ἠθῶν ῥυθμὸς ἀγριότητος, καὶ εἰς πᾶν ὁτιοῦν τῶν ἐκτοπωτάτων ἐξιτηλία, βδελυροὺς ἡμᾶς καὶ ἀνιέρους ἀποτελεῖ. Οὐ γάρ τοι προσήκει σαρκικῶν ἡμᾶς μόνων κατανδρίζεσθαι παθῶν, ἀλλὰ καὶ ἠθῶν ἡμερότητι διαπρέπειν, καὶ ἀγάπης ὅτι μάλιστα τῆς εἰς ἀδελφοὺς ἐπιμελητὰς ἀναφαίνεσθαι, καὶ τοῖς τῆς δικαιοσύνης αὐχήμασιν ὁρᾶσθαι κατεστεμμένους, καὶ πρός γε δὴ τούτοις, λεπτὸν καὶ ἐξησκημένον ἔν γε δὴ σφίσιν αὐτοῖς ἔχειν τὸν νοῦν, ταῖς περὶ Θεοῦ δόξαις ἀδιαστρόφως προσβάλλοντα, καὶ ἐν δογμάτων ἐρεύναις πανταχῆ σώζοντα τὸ ἀμωμήτως ἔχον· τέλειοι γὰρ οἱ τοιοίδε, κατὰ τὸ ἀληθὲς οὐδενὸς ὄντες τῶν ἀρίστων ἐπιδεεῖς· ἄρτιον γὰρ εἶναι δεῖν τὸν τοῦ Θεοῦ ἄνθρωπον καὶ ὁ θεῖος ἡμῖν ἔφη Παῦλος· «Ἄρ-τιον» δέ φησι τὸν εἰς πᾶν ἔργον ἀγαθὸν ἐξηρτυμένον, καὶ ἐπιτηδείως ἔχοντα πρὸς τὸ κατορθοῦν εὖ μάλα δύνασθαι τὴν ἀρετήν. Ἢ οὐχ ὧδε ἔχει; {ΠΑΛΛ.} Πῶς γὰρ οὔ; {ΚΥΡ.} Θέα δὴ οὖν ὅπως αἰνιγματωδῶς ὁ νόμος εἰς ἀνθρωπίνων ἠθῶν ὑποτύπωσιν, ζῶά τε πολλὰ τῶν ἀλόγων, καὶ μὴν καὶ πτηνῶν καὶ ἐνύδρων γένη παρενεγκὼν, κατὰ μυρίους ἡμᾶς ὀνίνησι τρόπους. Καὶ μή τι θαυμάσῃς, ὅπου καὶ αὐτοῖς ἔσθ' ὅτε παρεικάζει φυτοῖς, ἀπὸ τῆς ἑκάστου ποιότητος φυσικῆς. κατασημαίνων ἀστείως τὰ ἐφ' ἑκάστῳ τῶν καθ' ἡμᾶς. Ἔφη γάρ που Θεὸς διὰ φωνῆς Ἡσαΐου, τῶν εἰς Χρι-στὸν διὰ πίστεως ἀνατεθαλκότων εἰς ζωὴν τὰς εὐοσμίας ὑποδηλῶν, δῆλον δὲ ὅτι τὰς πνευματικὰς, καὶ μὴν καὶ ὑψώματα τὰ εἰς ἀρετήν· «Καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὕδωρ ζῶν, καὶ ἐν γῇ ἀνύδρῳ ποταμοὺς, καὶ θήσω εἰς τὴν ἄνυδρον γῆν, κέδρον, καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάρισσον, καὶ λεύκην.» Καὶ πάλιν· «Καὶ ἔσται,» φησὶν, «ἀντὶ τῆς στοιβῆς, ἀναβήσεται κυπάρισσος· ἀντὶ δὲ κονύζης, ἀναβήσεται μυρσίνη·» στοιβὴν, οἶμαί που, καὶ κόνυζαν, τὰς ἀνημέρους ἔτι ψυχὰς, καὶ ἐν εἴδει τῆς ἀγρίας ἀκάνθης ἐκφαινομένας παρά γε τοῖς τῆς θεότητος ὀφθαλμοῖς, ὀνομάζων εὐφυῶς. Ἀλλὰ καὶ λίθοις ἔσθ' ὅτε τὸ σεπτὸν τῶν ἁγίων παρεικάζεται στίφος· «Λίθοι γὰρ ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς.» Καὶ μὴν καὶ ζύμῃ προσεοικέναι καὶ κόκκῳ σινάπεως τὴν τῶν οὐρανῶν βασιλείαν ἔφασκεν ὁ Σωτήρ. Ἐκ πολλῶν οὖν ἄρα καὶ ἐναργεστάτων παραδειγμάτων καταδηλοῦν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ τὰ ἀνθρώπινα. {ΠΑΛΛ.} Σύμφημι. {ΚΥΡ.} Ἄθρει δὴ οὖν ὅτι μυρία μὲν ὅσα κτηνῶν εἴδη, καὶ μὴν τὰ πτηνῶν καὶ τὰ νηκτῶν παρενεγκοῦσα χρησίμως, τὰ μὲν, ὡς ἀκάθαρτα καταμιαίνει παντελῶς, τὰ δὲ αὖ προσίεταί τε καὶ ἀπαλλάττει διαβολῆς, ἵν' εἰδεῖεν ὀρθῶς οἱ Θεῷ λατρεύοντες, τίνα μὲν δρῶντες, οὐκ εἰσδεχθεῖεν ἄν· τίνων δὲ νουνεχῶς ἀπεσχημένοι, μώμου μὲν ἔσονται μακρὰν, λαμπροὶ δ' ἂν εἶεν καὶ ἀξιόληπτοι, καὶ ψήφῳ τῇ ἄνωθεν τετιμημένοι. Ἔχει δὲ οὕτως ἡμῖν ὁ ἐπὶ τῷδε νόμος· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν, λέγων· Λαλήσατε τοῖς υἱοῖς Ἰσραὴλ, λέγοντες· Ταῦτα τὰ κτήνη, ἃ φάγεσθε ἀπὸ πάντων τῶν κτηνῶν τῶν ἐπὶ τῆς γῆς, πᾶν κτῆνος διχηλοῦν ὁπλὴν, καὶ ὀνυχιστῆρας ὀνυχίζον δύο χηλῶν, καὶ ἀνάγον μηρυκισμὸν ἐν τοῖς κτήνεσι, ταῦτα φάγεσθε· πλὴν ἀπὸ τούτων οὐ φάγεσθε, ἀπὸ τῶν ἀναγόντων μηρυκισμὸν, καὶ ἀπὸ τῶν διχηλούντων τὰς ὁπλὰς, καὶ ὀνυχιζόντων ὀνυχιστῆρας· τὸν κάμηλον, ὅτι ἀνάγει μηρυκισμὸν, ὁπλὴν δὲ οὐ διχηλεῖ, ἀκάθαρτον τοῦτο ὑμῖν, καὶ τὸν δασύποδα, ὅτι ἀνάγει μηρυκισμὸν καὶ ὁπλὴν οὐ διχηλεῖ, ἀκάθαρτον τοῦτο ὑμῖν, καὶ τὸν χοιρογρύλλιον, ὅτι ἀνάγει μηρυκισμὸν, καὶ ὁπλὴν οὐ διχηλεῖ, ἀκάθαρτον τοῦτο ὑμῖν, καὶ τὸν ὗν, ὅτι διχηλεῖ ὁπλὴν, τοῦτο καὶ ὀνυχίζει ὄνυχας ὁπλῆς, καὶ τοῦτο οὐκ ἀνάγει μηρυκισμὸν, ἀκάθαρτον τοῦτο ὑμῖν. Ἀπὸ τῶν κρεῶν αὐτῶν οὐ φάγεσθε, καὶ τῶν θνησιμαίων αὐτῶν οὐ φάγεσθε, ἀκάθαρτα ταῦτα ὑμῖν.» Ἐναργέστατα μὲν οὖν ὁ Χριστὸς, «Οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα,» φησὶ, «κοινοῖ τὸν ἄνθρωπον.» Εἴρηται δέ που καὶ πρὸς τὸν θεσπέσιον Πέτρον, τῆς σινδόνος ἄνωθεν καθιεμένης τέσσαρσιν ἀρχαῖς, ἐν ᾗ πάντα γέγραπται τὰ τετράποδα καὶ πτηνά· «Ἀναστὰς Πέτρε, θύσον καὶ φάγε.» Ἀνακεκραγότος δὲ τοῦ μαθητοῦ καὶ τὴν νομικὴν ἐπιτήρησιν δεδιότος ἔτι, καὶ, «Μηδαμῶς, Κύριε,» λέγοντος, «ὅτι οὐδέ ποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον, οὐδὲ εἰσῆλθεν εἰς τὸ στόμα μου πᾶν κρέας βέβηλον,» πάλιν ἐφώνει Θεός· «Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου.» Γράφει δὲ καὶ ὁ θεσπέσιος Παῦλος, ὅτι «Βρῶμα ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ.» Ἔστι δὴ οὖν οὐκ ἀσυμφανὲς, ὅτι βεβηλοῖ μέν τι τῶν ὄντων ἥκιστα μὲν ὁ νόμος, πάντα δὲ οἶδε καθαρὰ τοῖς καθαροῖς· ἀλλ' εἰς ἠθῶν ποιότητας ἀνθρωπίνων τὸ ἑκάστου ζώου φυσικὸν εὖ μάλα παραλαβὼν, ὀνίνησιν οὐ μετρίως. Μάθοις δ' ἂν ὅ φημι δὴ, κἀκ τῶνδε πάλιν, ἀληθὲς ὅτι καὶ ἀναμφίβολον. Τὰ γάρ τοι πᾶσι κατεγνωσμένα, καταμυσάττεσθαι δεῖν ὁρᾶται προστεταχὼς, κάμηλον δὴ λέγων, καὶ τὸν χοιρογρύλλιον, νυκτικόρακα, καὶ τὸν καταῤῥάκτην, καὶ ἀσκαλαβώτην, καὶ μυγαλὴν, καὶ τὰ ἔτι τούτων αἰσχίονα. Ἆρ' οὖν οὐκ ἐναργὴς ὡς ἔν γε τούτοις ὁ τοῦ νομοθέτου σκοπὸς εἴη ἂν, ὦ 'γαθέ; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Οὐκοῦν εἰς ἠθῶν ποιότητα μετακομιστέον εὖ μάλα τὰ φυσικῶς ἐνόντα τισὶ τῶν ἀλόγων ζώων, ἑκάστου, φέρε εἰπεῖν, καταγράφοντος ὥσπερ ἐν ἑαυτῷ τὸν τοῦ δεῖνος τρόπον, καὶ ἐν οἷς ἂν εἴη κατασημαίνοντος. Ἢ γὰρ οὐχὶ καὶ ἡμεῖς αὐτοὶ κατειθίσμεθά πως, τοὺς μὲν ἄγαν θερμοὺς καὶ εὐσθενεστάτους, καὶ θράσει τῶν ἄλλων ὑπερφέροντας, σῦς, ἢ λέοντας, ἤ τι τῶν τοιούτων ἕτερον ἀποκαλεῖν; τοὺς δὲ πράους καὶ ἠρεμαίους, καὶ ὑφειμένην ἔχοντας τὴν διάνοιαν, πρόβατα, καὶ περιστερὰς, καὶ τῷ τῇ γαλήνης ὀνόματι στεφανοῦν ἔσθ' ὅτε, τοῖς ἑκάστου τρόποις τὴν πρέπουσαν δήλωσιν ἀπὸ τῶν ἐμφανεστέρων ἐπάγοντες; {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Ἴωμεν δὴ οὖν ἐπὶ τὸν τοῦ νόμου σκοπὸν, καὶ ὅ τί ποτέ ἐστιν ὃ παρεγγυᾷ, πολυπραγμονῶμεν εὖ μάλα. {ΠΑΛΛ.} Ἴωμεν. {ΚΥΡ.} Τὰ τῆς δικαιοσύνης αὐχήματα, καὶ ἁπαξαπλῶς ἁπάσης ἐπιεικείας, πρόεισι μὲν ἀπὸ γνώμης τῆς ἑκάστου τυχὸν, κατορθοῦταί γε μὴν κατὰ διττὸν, οἶμαι, τρόπον, καὶ διφυᾶ μέν πως ἐφ' ἑαυτοῖς τὴν ἔκφασιν ἔχει. {ΠΑΛΛ.} Πῶς δὲ φής; {ΚΥΡ.} Ἢ γὰρ εἰς ἑαυτοὺς δρῶμέν τι τῶν ἀγαθῶν, ἡδονὰς ἀποκείροντες τὰς ἐκτόπους καὶ μεμωμημένας, νεκροῦντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καθιστάντες τὸν νοῦν εἰς πραότητα τὴν ἐν πνεύματι, πτωχείαν ἐπιτηδεύοντες, καθαρὰν καὶ ἀθόλωτον, καθόσον οἷόν τε, τὴν διάνοιαν ἔχοντες, ἤγουν τὰ εἰς ἀδελφοὺς ἀγαθὰ πληροῦντες σπουδάσματα, τοῖς ἑλομένοις λυπεῖν καὶ ἀφιλοστόργως προσκεκρουκόσιν, ἀκακίαν δωρούμενοι, τοῖς κάμνουσιν ἐπαμύνοντες, παρακαλοῦντες λελυπημένους, πεπλανημένους ἐξ ἀμαθίας εἰς τὸ εὐθὲς μετατρέποντες, χειραγωγοῦντες ἐπὶ τὸ ἄμεινον, ἐπαρκοῦντες δεομένοις, καὶ τὰ ἐφ' οἷς ἂν ἥδοιτο Θεὸς, ἀποπεραίνειν εὖ μάλα διεσπουδακότες. Ἆρ' οὐ διφυής ἐστί πως τῆς δικαιοσύνης ὁ τρόπος, εἴς τε ἡμᾶς αὐτοὺς, καὶ μέν τοι καὶ εἰς ἑτέρους κατορθούμενος; {ΠΑΛΛ.} Ἔοικε. {ΚΥΡ.} Ὁπλῇ δὴ οὖν ἐσχισμένῃ, ἤτοι ποδὸς διχηλίᾳ, παρεικάζει πως ἀεὶ τὸν τοιοῦτον ὁ νόμος. Ποῦς γὰρ ἀεὶ, πορείας μὲν ἡμῖν τῆς κατ' ἐνέργειαν πρακτικῆς σύμβολον ἂν εἴη καὶ τύπος· καὶ δή φαμεν, ὀρθῷ διάττειν ποδὶ, τοὺς ἀμωμήτως ἰέναι πρὸς τὸ τελοῦν εἰς ὄνησιν εὖ μάλα προθυμουμένους. Ἀναμέλπει δέ που καὶ ὁ ∆αβίδ· «Ὁ γὰρ ποῦς μου ἔστη ἐν εὐθύτητι,» τοῦτ' ἔστιν, ἐν δικαιοσύνῃ πεπόρευμαι καὶ εὐθύτητι· μεμίσηκα δὲ τὸ διεστραμμένον. Περὶ δέ γε τῶν φιλαμαρτημόνων· «Ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα, σύντριμμα δὲ καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν.» Οὐκοῦν τῆς μὲν ἐν ἔργοις πορείας σύμβολον ὁ ποῦς. ∆ιχηλιὰ δέ γε τύπος ἂν εἴη σαφὴς τοῦ ἐπ' ἄμφω βαίνειν ἡμᾶς ὀρθῶς καὶ ἀνεπιπλήκτως δύνασθαι, εἰς τὸ καθ' ἡμᾶς αὐτοὺς, καὶ μέν τοι καὶ εἰς ἑτέρους. {ΠΑΛΛ.} Πιθανὸς ὁ λόγος. {ΚΥΡ.} Εἴ τις οὖν εἴη τυχὸν, ὀρθῶς καὶ ἐπιστημόνως ἐπ' ἄμφω βαίνειν εἰδὼς, ἑαυτόν τε καὶ ἑτέρους ὠφελεῖν οἷός τε, τῇ τῶν ἠθῶν ποιότητι λέγω, καὶ πρός γε δὴ τούτῳ, νουνεχὴς καὶ ἐμφρονέστατος, καὶ τοῖς περὶ Θεοῦ λόγοις ἐναύλιον ὥσπερ τι καὶ ἐνδιαίτημα διδοὺς τὴν καρδίαν, ἄνω τε καὶ κάτω στρέφων ἀείπως ἐν ἑαυτῷ τὰς τῶν θείων δογμάτων ἐννοίας, καὶ διὰ τοῦτο πυκνῶς καὶ ἐμφρόνως ἐξερευνᾷν, καταλεπτύνων τρόπον τινὰ τὰ οὕτω τῶν νοημάτων ἀκριβῶς ἐγνωσμένα, ζώῳ που πάντως ἔσται προσεοικὼς ἀναφέροντι τὸν μηρυκισμὸν, καὶ τὴν ἐν κοιλίᾳ τροφὴν ἀνερευγομένῳ ἀεὶ, καὶ τοῖς ὀδοῦσιν ὑπάγοντι, ὡς ἂν καὶ ἔτι καταλεαίνοιτο, καὶ τῷ τῆς πέψεως ἰσχνῷ χωροίη πρὸς ὄνησιν. {ΠΑΛΛ.} Εὖ λέγεις. {ΚΥΡ.} Καθαρὸν δὲ εἶναί φησι τὸ ζῶον, ὅπερ ἂν ἔχῃ πρὸς διχηλοῦσαν ὁπλὴν ἐκτελευτῶντα τὸν πόδα, ἀνακομίζει τε αὖ τὸν ἐν κοιλίᾳ μηρυκισμόν· ὁ γὰρ εἶναι πεφυκὼς ἄριστός τε καὶ ἀγαθὸς εἰς ἑαυτὸν καὶ ἑτέρους, προσειληφὼς δὲ καὶ τὸ φιλόλογον καὶ τὸ εἰς γνῶσιν ἐντριβὲς, δῆλον δὲ ὅτι τὴν ἐπὶ Θεῷ, ἄρτιος ἔσται πρὸς ἀρετὴν, καὶ ἀμωμήτως ἔχων ἔν γε τοῖς καθ' ἑαυτὸν, πρὸς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων· κἂν εἰ μέτοχός τις τοῦ τοιοῦδε γένοιτο τυχὸν, κατὰ μάθησιν λέγω, καὶ οἱονείπως καταθοινήσαιτο τὸν παρ' αὐτοῦ λόγον, κἂν εἰ γένοιτο μιμητὴς, ἕλοιτό τε ζηλοῦν τὸν ὧδε διαπρεπῆ καὶ ἐξαίρετον, ἀβέβηλος ἔσται καὶ καθαρός. Συνδιαιτήσεται γὰρ καθαρῷ, καὶ τῆς ἐν αὐτῷ συνέσεως καὶ χρηστομαθίας ἐκμαγεῖον ὥσπερ τι τὸν οἰκεῖον εὐθὺς ἀναδείξει τρόπον. Τοῦτο, οἶμαι, ἐστὶ τὸ δεῖν ἐσθίειν ἡμᾶς ἀπὸ παντὸς ζώου κατασχίζοντος φυσικῶς εἰς ὁπλὴν τὸν πόδα, καὶ ἀνάνον τος μηρυκισμόν. Καθαρὰ γὰρ τὰ τοιάδε φησὶν ὁ νόμος, κατά γε τὸν ἀρτίως γεγονότα λόγον. {ΠΑΛΛ.} Συνῆκα ὃ φής. {ΚΥΡ.} Τὸν μὲν οὖν ἄριστόν τε καὶ ἀρτίως ἔχοντα πρὸς ἀρετὴν, ὑπέδειξεν αἰνιγματωδῶς, ὡς ἔν γε δὴ ζώῳ, τῷ διχηλεῖν πεφυκότι, καὶ ἀνάγοντι μηρυκισμόν. Ὅτι δὲ καλὸν καὶ ὀνησιφόρον ἀποσείεσθαι φιλεῖν τὸν οὐχ ὧδε ἔχοντα γνώμης, καὶ οἱονεὶ χωλεύοντα πρὸς τὸ ἀγαθὸν, καὶ τελειότητος τῆς εἰς ἀρετὴν ἰόντα κατόπιν, παρεγγυᾷ πάλιν, οὔτε τοῖς ἀνάγουσι μηρυκισμὸν, δίχα τοῦ κεκτῆσθαι τὸ διχηλοῦν, οὔτε μὴν τοῖς διχηλεῖν πεφυκόσιν, εἰ μηρυκισμὸν οὐκ ἔχοιεν, τὴν ἀρίστην ψῆφον ἐπενεγκὼν, καταγράφων δὲ μᾶλλον αὐτῶν τὸ ἀκάθαρτον, καὶ τοῖς καταμιαίνειν εἰδόσι τιθεὶς ἐναρίθμια. Πρακτικῆς μὲν οὖν ἐνεργείας καὶ ποιότητος τρόπων, τὴν τοῦ ποδὸς διχηλίαν, τύπον εἶναι διαβεβαιούμεθα, φρονοῦντες ὀρθῶς, καὶ τὰ αἰνιγματωδῶς εἰρημένα μεταχαράττοντες εἰς ἀλήθειαν. Τὸν δέ γε μηρυκισμὸν, λόγου τε κατ' εὐσέβειαν, καὶ δογματικῆς ἐπιστήμης, ὀρθῆς τε καὶ ἐντριβοῦς σημεῖον εἶναι διοριζόμεθα. Ἢ οὐχ ὧδε ἔχει; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν; {ΚΥΡ.} Ἀτελὴς οὖν ἄρα πρὸς ἀρετὴν νοοῖτ' ἂν εἰκότως, καὶ τοῦ χρῆναι θαυμάζεσθαι καθεστήκει μακρὰν, ὁ ἔργοις μὲν ἐπαυχῶν ἀγαθοῖς, ὀρθότητος δὲ τῆς δογματικῆς ἡττώμενος, καὶ λόγους οὐκ ἔχων τῆς ἀληθείας εἰς νοῦν. Ἀληθὲς δὲ ὅτι καὶ τὸ ἔμπαλιν, οὐκ ἀσυμφανές· δογματικὴ γὰρ ὀρθότης, καὶ λόγων τῶν θείων ἡ γλυκεῖα φροντὶς, ἡμᾶς ὀνήσειεν ἂν οὐδὲν, εἴς γε τὸ τελείως ἔχειν εἰς ἀρετῆς ὑπόληψιν, τῆς ἐν ἔργοις φαιδρότητος οὐ παρεζευγμένης. Ὁ γὰρ ἐπ' ἀμφοῖν δεξιὸς, τὴν τοῦ τελείως εὐδοκιμεῖν ἀποίσεται ψῆφον. Καὶ ὁ θατέρου λειπόμενος, ἀδρανὲς ἕξει τὸ ἐν τῷ καλῷ θαυμάζεσθαι. Τοιουτονί τι καὶ ὁ Σωτὴρ ὑποφαίνει, λέγων, ἐλάχιστον μὲν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἀποκεκλῆσθαι τὸν διδάσκοντα μὲν, οὐ μὴν ἔτι καὶ πεποιηκότα· μέγαν δὲ αὖ καὶ διαπρεπῆ, τὸν πράξαντα καὶ δεδιδαχότα. Ἀκάθαρτος οὖν κατὰ νόμον, ὁ ἑνὸς ἡττώμενος. Τούτων δὲ ὅτι προσῆκεν ἀποφοιτᾷν, καὶ κατ' οὐδένα τρόπον ὁρᾷσθαι μετεσχηκότας, διεσάφει λέγων· «Ἀπὸ τῶν κρεῶν οὐ φάγεσθε, καὶ τῶν θνησιμαίων αὐτῶν οὐχ ἅψεσθε.» Οὔτε γὰρ ζῶσι, φησὶ, μὴ συναναστραφήσεσθε. Κἂν εἰ τεθναίη τις τῶν τοιῶνδε τυχὸν, ἀβέβηλον τὸν οἰκεῖον τηρήσετε νοῦν· οὐδ' ὅσον εἰπεῖν ἀποθιγγάνοντες τῶν ἐκείνοις πεποιημένων, λογίων δὲ δηλονότι, καὶ μιαρῶν συγγραμμάτων· λείψανα γὰρ τὰ τοιάδε τῆς ἀνθρώπου ζωῆς. Τοῦτό τοι δρᾷν ἔθος τοῖς ἀπαιδεύτοις αἱρετικοῖς. Πεπλάνηνται μὲν γὰρ ὁμολογουμένως, οἱ τῆς ἐνούσης αὐτοῖς ἀμαθίας γεγονότες καθηγηταί· λείψανα δὲ ὥσπερ τῆς ἑαυτῶν δυσσεβείας τοῖς ἰδίοις παρακατέθεντο μαθηταῖς· οἱ δὲ, καὶ λίαν ἀσμένως προσίενταί τε καὶ εἰσοικίζονται κατὰ νοῦν, καὶ δυσαπόνιπτον ἔχουσι μολυσμὸν, θνησιμαίων ὥσπερ κρεῶν ἐπαφώμενοι, ἃ δυσωδίας ἐστὶ τῆς ἐσχάτης καὶ ἀκαθαρσίας ἔμπλεω. {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} ∆έχεται τοίνυν εἰς παράδειγμα τοῦ μὴ διχηλοῦντος μὲν τὴν ὁπλὴν, ἀνακομίζοντος δὲ τὸν μηρυκισμὸν, τὴν κάμηλον, ζῶον εὐσθενές τε καὶ ὑπερμέγεθες, δασύποδά τε καὶ χοιρογρύλλιον, τὰ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν ἄλλων μικροφανέστατα, διὰ τῶν ἄκρων, καθάπερ ἐγᾦμαι, συλλήβδην ἅπαντα περιλαβὼν, καὶ οὐδὲν ἔξω τῶν διὰ μέσου μεθείς. Ὅμοιον γὰρ ὡς εἰ καὶ λέγοιτο τυχὸν, Ἀπὸ τοῦ λίαν ὑψηλοῦ τε καὶ ἀνωτάτω καὶ μέχρι μικρῶν, καὶ τῶν ὅτι μάλιστα κατωτάτω, πᾶς ὅς γε τοιοῦτος βδελυρὸς καὶ ἀκάθαρτος. Οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ, κατὰ τὸ γεγραμμένον· ἀλλ' εἴτε τις εἴη μέγας καὶ σοβαρὸς, πλούτῳ τε καὶ δόξῃ τῇ κατὰ κόσμον εἰς ὕψος ἠρμένος, τὴν ἀκλεᾶ καὶ ἀγέραστον ἀποίσεται ψῆφον, τοῖς τῆς φαυλότητος αἰτιάμασιν ἐνεχόμενος· εἴτε τις εἴη μικρὸς, πτωχείᾳ τε καὶ ἀδοξίᾳ συζῶν, καταδικασθήσεται πρὸς ἀκαθαρσίαν, εἰ μὴ τοῖς εἰς ἀρετὴν ἐπαυχοίη τρόποις· οὐδ' ἂν εὕρεμά τις ποιήσαιτο τῆς ταπεινότητος, τὸ ἐλεεῖσθαι δεῖν παρὰ τοῦ δικαίου Κριτοῦ, τὸ εὐπρεπὲς ἐν ἔργοις οὐκ ἔχων, τοῖς κατ' εὐσέβειαν δὲ δηλονότι καὶ ἀρετήν. Οὐκοῦν κάμηλος μὲν, λαγώς τε καὶ χοιρογρύλλιος, μικροῦ τε καὶ μεγάλου τύπος ἂν εἶεν οὐκ ἀσυμφανής. Παραφέρει δὲ καὶ τὸν σῦν, ὡς ἀκάθαρτον, διάτοι τὸ διχηλεῖν μὲν ὁπλὴν, οὐ μὴν ἔτι πεφυκότα καὶ ἀναμασᾶσθαι τροφὴν, τοῦτ' ἔστιν, ἀνάγειν μηρυκισμὸν, ἀδρανές τε καὶ ἄχρηστον τὸ ἐν ἔργοις καύχημα, δίχα τοῦ λόγου τοῦ κατ' εὐσέβειαν ἀποφαίνων. Ὥσπερ γὰρ ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν, οὕτω καὶ τὸ ἔμπαλιν, νεκρά που πάντως ἡ εὐκοσμία, καὶ τὸ ἐν ἔργοις ἐπιεικὲς, ἀπούσης θεογνωσίας, καὶ λόγου τοῦ κατ' εὐσέβειαν ταῖς ἡμετέραις ψυχαῖς οὐκ ἐνῳκηκότος, κάτω δὲ οὖσα, εἰσνένευκεν εἰς γῆν, καὶ δεδιέναι πως δοκεῖ τὸ ἀνίσχειν ἄνω τὸν ὀφθαλμόν. Τοιουτονί τι παθόντας οὐκ ὀλίγους εὑρήσομεν, οἳ σεμνὸν μὲν ἔχουσιν ἔσθ' ὅτε τὸν βίον καὶ καθαρὸν, Θεὸν δὲ τὸν φύσει καὶ ἀληθινὸν οὐκ ἐπεγνωκότες, μόνοις οἱονεί πως τοῖς ἐπὶ τῆς γῆς τὸν τῆς διανοίας ὀφθαλμὸν ἐνερείδουσιν. Ἀκάθαρτος δὲ καὶ ὁ τοιόσδε πάλιν· «Στεφανοῦται γὰρ οὐδεὶς, ἐὰν μὴ νομίμως ἀθλήσῃ,» κατὰ τὸ γεγραμμένον. {ΠΑΛΛ.} Καταμιαίνει τοιγαροῦν ἡμᾶς ὡς ἐν εἴδει συὸς, καὶ μέν τοι καὶ τῶν ἄλλων, ταῖς ἐκ νόμου διαβολαῖς ὑπενηνεγμένους. {ΚΥΡ.} Πάνυ μὲν οὖν ἔφης ὀρθῶς. Καὶ οὐκ ἀπόχρη τῷ νόμῳ τὰς τῶν ἀκαθάρτων παρακομίζειν εἰκόνας, διὰ δέ γε δὴ μόνων καὶ τῶν τοιῶνδε τυχὸν, διὰ πάσης δὲ ὥσπερ τῆς κτίσεως ἡμᾶς ὠφελεῖν ᾑρημένος καὶ τὴν τοῦ χρησίμου καὶ πρέποντος εἴδησιν πλουσίως παρατιθεὶς, καὶ τὰ ἐνύδρων δίεισι γένη, καὶ πτηνῶν ἀγέλας, ἵνα τὸ ἑκάστῳ προσπεφυκὸς πολυπραγμονοῦντες εὖ μάλα, τί μὲν ἂν εἴη λοιπὸν τὸ ἁνδάνον Θεῷ, τί δὲ ἀπόβλητον καὶ ἀπηχθημένον αὐτῷ περινοεῖν ἔχοιμεν, ἐννομωτάτην δὲ οὕτως ἐπιτηδεύοντες ζωὴν, παντὸς τοῦ καταμιαίνειν εἰωθότος εὐσθενεστάτην ποιώμεθα τὴν ἀποδρομήν. Ἔφη τοίνυν ὁ νόμος ὡδί πη πάλιν· «Καὶ ταῦτα φάγεσθε ἀπὸ πάντων τῶν ἐν τοῖς ὕδασι· πάντα ὅσα ἐστὶν αὐτοῖς πτερύγια καὶ λεπίδες ἐν τοῖς ὕδασι, καὶ ἐν ταῖς θαλάσσαις, καὶ ἐν τοῖς χειμάῤῥοις, ταῦτα φάγεσθε· καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια, οὔτε λεπίδες ἐν τοῖς ὕδασι, καὶ ἐν ταῖς θαλάσσαις, καὶ ἐν τοῖς χειμάῤῥοις, ἀπὸ πάντων ὧν ἐρεύγεται τὰ ὕδατα καὶ ἀπὸ πάσης ψυχῆς ζώσης ἐν τῷ ὕδατι, βδέλυγμά ἐστι, καὶ βδελύγματα ἔσονται ὑμῖν. Ἀπὸ τῶν κρεῶν αὐτῶν οὐκ ἔδεσθε, καὶ τὰ θνησιμαῖα αὐτῶν βδελύξεσθε, καὶ πάντα ὅσα οὐκ ἔστιν ἐν αὐτοῖς πτερύγια οὔτε λεπίδες τῶν ἐν τοῖς ὕδασι, βδέλυγμα τοῦτό ἐστιν ὑμῖν.» {ΠΑΛΛ.} Ἀλλ' ἥτις ποτέ ἐστιν ἔν γε δὴ τούτοις ἡ διαφορὰ, κατὰ θεωρίαν δὴ λέγω τὴν πνευματικὴν, φράσαις ἂν αὐτός. Συνίημι γὰρ οὔτι που μάλα ἐγώ. {ΚΥΡ.} Πάνυ μὲν οὖν· ἐρῶ γὰρ, ὡς ἔνι, μεταπλάττων ἐπὶ τὸ ἐμφανὲς τὰ ὡς ἐν τρόπῳ παραδειγμάτων τῷ νόμῳ παρειλημμένα· ὅσα μὲν γὰρ τῶν ἐν τοῖς ὕδασι πρὸς τοῦ πάντων ∆ημιουργοῦ τῷ τῶν ἰχθύων εὖ μάλα πεπλαστούργηται νόμῳ, ταῖς τῶν πτερυγίων ἐκβολαῖς οἱονείπως ἀεὶ διερέττοντα, τὴν οἵπερ ἂν ἕλοιντο τυχὸν ὡς εὐσθενῆ καὶ εὐδρομωτάτην ποιοῦνται κίνησιν. Καὶ ἡλίου μὲν θερμὴν ἄνωθεν ἐνιέντος τοῖς ὕδασι τῆς ἀκτῖνος τὴν προσβολὴν, ἀνανήχεται, καὶ μονονουχὶ καὶ αὐτῶν τῶν ὑδάτων ἀναθρώσκειν ἀποτολμᾷ, τὸ κάτω μένειν ἀεὶ παραιτούμενα, διεξοίχεται δὲ ῥᾳδίως καὶ τῶν θηρώντων τὰ λῖνα. Τά γε μὴν οὐκ ἐν λεπίσι καὶ πτερυγίοις, ἤγουν ἐν ἐλύτροις ὄντα σκληροῖς, καὶ ὀστράκῳ τῷ συμφυεῖ κατημφιεσμένα, ἥκιστα μὲν οἶδε τὸ ἄνω, εἰσδύεται δὲ τὴν εἰς τὸ κάτω πόαν ἀεὶ, καὶ τοῖς ἰλυώδεσι τῶν τόπων ἐμφιλοχωρεῖ. Ἀδρανῆ τέ ἐστι καὶ εὐάλωτα, καὶ τοῖς ἅπαξ τεθεαμένοις, ἱδρῶτος δίχα ληπτά. Καὶ λόγος μὲν ἐπ' ἐκείνοις, οὑτοσὶ, σαφής τε καὶ ἀληθής· ἴωμεν δ' αὖ ὡς ἐξ εἰκόνων καὶ τύπων ἐπὶ τὰ ἐμφανέστερα. {ΠΑΛΛ.} Φράσειας ἂν ἄριστα, καὶ πρός γε δὴ τούτῳ προθύμως ἰών. {ΚΥΡ.} Τὸν τοῦδε τοῦ βίου περισπασμὸν, καὶ τὴν ἐν αὐτῷ τῶν πραγμάτων πικρὰν ἀνάχυσιν καὶ ἀναφυρμὸν κατασημαίνων ἡμῖν ἀστείως ὁ Μελῳδὸς ψάλλει· «Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος. Ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμὸς, ζῶα μικρὰ μετὰ μεγάλων.» Ἰχθύσι γὰρ παρεικαστέον εὖ μάλα τοὺς ἐπ' οὐδενὶ μὲν ἔσθ' ὅτε τῶν ἀναγκαίων εἰς ὄνησιν, τῇδέ τε κἀκεῖσε διᾴττοντας, καὶ μόνα συλλέγοντας τὰ ὅσαπερ ἂν ἀποφῆναι σαρκικοὺς καὶ εἰκαίους ἀνατλῆναι παρασκευάζει πόνους. {ΠΑΛΛ.} Εὖ λέγεις. {ΚΥΡ.} Ἐπιπλήττει δέ που τοῖς τοιοῖσδέ τισι καὶ ὁ τοῦ Χριστοῦ μαθητὴς, ὡδὶ λέγων· «Ἄγε δὴ νῦν οἱ λέγοντες· Σήμερον καὶ αὔριον πορευσόμεθα εἰς τήνδε τὴν πόλιν, καὶ ποιήσομεν ἐνιαυτὸν ἕνα, καὶ ἐμπορευσόμεθα, καὶ κερδήσομεν.» Καὶ μετ' ὀλίγα· «Ἀντὶ τοῦ λέγειν ὑμᾶς· Ἐὰν ὁ Κύριος θελήσῃ, καὶ ζήσωμεν, ποιήσομεν τοῦτο ἢ ἐκεῖνο, νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν.» Οὐκοῦν ἰχθύων διανηχόμεθα δίκην τὴν πλατεῖαν ταύτην καὶ εὐρύχωρον θάλασσαν, τοῦτ' ἔστι, τὸν κόσμον· διάφορος γάρ πως ὁ ἑκάστου βίος. Οἱ μὲν γὰρ οὐκ εἰσάπαν ἀπονενεύκασιν ἐπὶ τὸ χρῆναι πλημμελεῖν, ἀλλ' ἴσασι μὲν, ἀῤῥωστοῦντες ἔσθ' ὅτε, καὶ ταῖς τῆς σαρκὸς ἐνεχόμενοι πλεονεξίαις, καὶ οὐκ ἀφεστάναι τῶν ἄλλων αἰτιαμάτων βούλονται. «Πολλὰ γὰρ πταίομεν ἅπαντες,» κατὰ τὸ γεγραμμένον. Ἀποσείονται δ' οὖν ὅμως ὡς ἀκαλλὲς τὸ γυμνῶς ἐθέλειν ἀσχημονεῖν. Ἀναπείσειε δ' ἂν οὐδεὶς ἐμφανῆ τε καὶ ἀκατάσκιον ἐπιτηδεύειν τὴν πλημμέλειαν. Ἐπιμελοῦνται δὲ σφόδρα τοῦ χρῆναι λαθεῖν. «Σοφοὶ γὰρ κρύψουσι τὰς ἑαυτῶν αἰσχύνας,» κατὰ τὸ γεγραμμένον. Τοῦτο, οἶμαι, ἐστὶ τὸ ὡς ἐν τάξει κατακαλύμματος τὰς λεπίδας ἔχειν. Ἀνανήχονται δὲ πλειστάκις καὶ εἰς τὸ ὑψοῦ, βλέπουσι γὰρ, οὐκ εἰς τὸ κάτω διὰ παντὸς, φρονοῦσι δὲ καὶ τὰ ἄνω, καὶ διαδιδράσκουσιν εὐπετῶς τοὺς οἵπερ ἂν ἕλοιντο σαγηνεύειν εἰς ὄλεθρον· τοῦτό τις ἐρεῖ τὸ οἱονεὶ πτερυγίοις κεχρῆσθαι νοητῶς, καὶ θερμὴν ἄγαν τὴν τῆς διανοίας ποιεῖσθαι κίνησιν. {ΠΑΛΛ.} Εἰκότα ἔφης· ἀποφέρει γάρ πως τὸ αἴνιγμα πρὸς τὸ τῇδε ἔχειν οἴεσθαι τὸν λόγον. {ΚΥΡ.} Πλημμελοῦσι δέ τινες, οὐχ ὑπεσταλμένως, γυμνὴν δὲ ὥσπερ καὶ ἀκατακάλυπτον παντελῶς ἐπιτηδεύοντες τὴν φαυλότητα· καὶ περὶ αὐτῶν ἂν λέγοιτο καλῶς· «Ὧν ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν.» Νενεύκασι γὰρ ἀεὶ πρὸς ἀκαθαρσίαν, καὶ τοῖς κατωτάτω βορβόροις ἐγκαλινδούμενοι, κνώδαλα κατὰ τὸ ἀληθὲς, ἤγουν, ἕτερόν τι παρὰ τοῦτό εἰσιν. Εἶεν δ' ἂν οἱ τοιοίδε πάντη τε καὶ πάντως ἀδρανεῖς τε καὶ εὐάλωτοι, ταῖς εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἡδοναῖς τυραννούμενοι. Ἢ γὰρ οὐχὶ τοιουτοσί πώς ἐστι τῶν ἀπεγνωσμένων ὁ βίος; Γύναιά τε γὰρ τὰ μαχλῶντα καὶ ἑταιριζόμενα, καὶ τὸ πάναισχρόν τε καὶ κιβδηλότατον τῶν θηλυδρίων γένος, καὶ μὴν καὶ ὅσοι διαπρέπουσιν ἐν σκηναῖς, καὶ οἷς ἀκόρεστος ἡ φιλοσαρκία, καὶ τὸ πλανᾶσθαι φίλον εἰς βέβηλον εἰδωλολατρίαν, ἐπάρατον ἀληθῶς διαζῶσι βίον, καὶ τὸν εἰς αἰσχροτάτους ἥκοντα μολυσμούς. Οὐκοῦν καθαρίζει μὲν ὁ νόμος τοὺς ἠῤῥωστηκότας μὲν τὰ ἀνθρώπινα, μὴ μὴν ἔτι καὶ εἰσάπαν ἐκτετραμμένους, ἀνανηχομένους δὲ ὥσπερ εἰς τὸ ὑψοῦ, καὶ οὐχὶ τοῖς ἐπιγείοις ἐνιζήσαντας μόνοις, πεφρονηκότας δὲ καὶ τὰ ἄνω, καὶ μεμερισμένους ὥσπερ Θεῷ τε καὶ κόσμῳ. Καταμιαίνει δὲ αὐτοὺς ὅλῳ χωροῦντας τρόπῳ, πρὸς τὸ ἀκαταλήκτως ἑλέσθαι καὶ δρᾷν καὶ φρονεῖν τὰ σαρκός τε καὶ κόσμου, καὶ ἐπὶ τούτοις μὲν ἅπασαν ἀποδυσαμένους αἰδῶ, γυμνῶς δὲ καὶ ἀπημφιεσμένως ἀσχημονεῖν εἰωθότας. Ἐξίστησι δὲ χρησίμως τῆς πρὸς αὐτοὺς κοινωνίας, τὴν πρὸς ἐκείνους οὐκ ἀτιμάζων. Οὐ γάρ τοι τοῖς φαύλοις ἰέναι κατὰ ταυτὸν, ἀλλὰ τοῖς ἐπιεικεστέροις ἀσφαλές. Γέγραπται γὰρ «Ὁ συμπορευόμενος σοφοῖς, σοφὸς ἔσται· ὁ δὲ συμπορευόμενος ἄφροσι, γνωσθήσεται.» Γράφει δὲ καὶ ὁ Παῦλος· «Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.» {ΠΑΛΛ.} Εὖ ἔφης· τὸ γάρ τοι χρῆμά ἐστιν οὐκ ἀσυντελὲς εἰς ὄνησιν. {ΚΥΡ.} Νηκτῶν μὲν δὴ πέρι καὶ τῶν ἐν τοῖς ὕδασι ταυτὶ πρὸς ἡμᾶς αἰνιγματωδῶς ὁ νόμος. Κατευρύνων δὲ ὥσπερ τῶν παραδειγμάτων ἡμῖν τὴν παράθεσιν, ἐπὶ τὰς πτηνῶν ἀγέλας ἐπιφέρει λέγων· «Καὶ ταῦτα βδελύξεσθε ἀπὸ τῶν πετεινῶν, καὶ οὐ βρωθήσεται· βδέλυγμά ἐστι· τὸν ἀετὸν καὶ τὸν γρύπα, καὶ τὸν ἁλιαίετον, καὶ τὸν γύπα, καὶ τὸν ἰκτῖνον, καὶ τὰ ὅμοια αὐτῷ, καὶ στρουθὸν, καὶ γλαῦκα, καὶ λάρον, καὶ τὰ ὅμοια αὐτῷ, καὶ πάντα κόρακα καὶ τὰ ὅμοια αὐτῷ, καὶ ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ, καὶ νυκτικόρακα, καὶ καταράκτην, καὶ ἴβιν, καὶ πορφυρίωνα, καὶ πελεκᾶνα, καὶ κύκνον, καὶ ἐρωδιὸν, καὶ χαράδριον καὶ τὰ ὅμοια αὐτῷ, καὶ ἔποπα, καὶ νυκτερίδα, καὶ πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν, ἃ πορεύεται ἐπὶ τέσσαρα, βδελύγματά ἐστιν ὑμῖν. Ἀλλὰ ταῦτα φάγεσθε ἀπὸ τῶν ἑρπετῶν τῶν πετεινῶν, ἃ πορεύεται ἐπὶ τέσσαρα, ἃ ἔχει σκέλη ἀνώτερον τῶν ποδῶν αὐτῶν, πηδᾷν ἐν αὐτοῖς ἐπὶ τῆς γῆς, καὶ ταῦτα φάγεσθε ἀπ' αὐτῶν, τὸν βροῦχον καὶ τὰ ὅμοια αὐτῷ, καὶ τὸν ἀττάκην καὶ τὰ ὅμοια αὐτῷ, καὶ ὀφιομάχην καὶ τὰ ὅμοια αὐτῷ, καὶ τὴν ἀκρίδα καὶ τὰ ὅμοια αὐτῇ. Πᾶν ἑρπετὸν ἀπὸ τῶν πετεινῶν, οἷς εἰσι τέσσαρες πόδες, βδελύγματά ἐστιν ὑμῖν, καὶ ἐν τούτοις μιανθήσεσθε. Πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.» Ἆρά σοι σαφὴς τῶν εἰρημένων ὁ νοῦς; {ΠΑΛΛ.} Ἥκιστά γε. {ΚΥΡ.} Ἢ οὐκ αἰσθάνῃ λοιπὸν, ὡς ἐν ἴσῳ τοῖς ἄλλοις ἠθῶν εἶεν ἂν εἰκόνες καὶ τρόπων διαφοραὶ, τὰ ἑκάστου τῶν ὠνομασμένων ἴδια φυσικῶς; {ΠΑΛΛ.} Πῶς ἔφης; {ΚΥΡ.} Βούλει λέγωμεν ἀνὰ μέρος, ἕκαστα λεπτῶς διακρίναντες; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Ἀποφάσκει τοίνυν ὁ νόμος τὸν ἀετὸν καὶ τὸν γρύπα, καὶ τὸν ἁλιαίετον, καὶ μέντοι τὸν γύπα· διίπταται γὰρ τὰ τοιάδε ὑψοῦ, καὶ τοῖς ἀνωτάτω λίαν ἐναβρύνεσθαι φιλεῖ, καὶ μισεῖ τὰ κάτω· «Νεοσσοὶ γὰρ,» φησὶ, «γυπὸς τὰ ὑψηλὰ πέτονται.» Τοιουτοσί πως δὲ ὁ ἀλαζὼν καὶ ἐξωφρυωμένος ἄγαν, καὶ ἐπηρμένον ἐν ἑαυτῷ τὸν νοῦν ἔχων, καὶ τοῦ μὲν ἐπιεικοῦς καὶ μετρίου φρονήματος ὑπερορᾷν εἰθισμένος, ἥκιστά γε ἀγαπῶν τοῖς ταπεινοῖς συναπάγεσθαι. Συγκαταψέγει δὲ τούτοις τὸν ἰκτῖνα, καὶ τὰ ὅμοια αὐτῷ, καὶ κόρακα καὶ τὰ ὅμοια αὐτῷ, δι' ὧν εὖ μάλα σημαίνεται, τό γε ἁρπάζειν εἰδὸς, καὶ δεινὸν εἰς κακουργίαν ἀνθρώπων γένος· καὶ τοῦ μὲν πρώτου τύπος ὁ ἰκτῖνος, θατέρου γε μὴν, ὁ μελάντατος καὶ βαθύς. Σκοτεινοὶ δέ πως καὶ οὐχ ἅπασιν ἐναργεῖς, οἱ δρι μεῖς εἰς πονηρίαν, καὶ ἀσυμφανῆ τοῖς πολλοῖς ἔν γε δὴ σφίσιν αὐτοῖς τὴν τῶν ἠθῶν ἔχοντες μοχθηρίαν. Παραπέφυκε δὲ ἀεὶ τοῖς τὴν ἐπάρατον ἀλαζονείαν ἠῤῥωστηκόσι, τὸ πλεονεκτεῖν ἐθέλειν οὓς ἂν δύναιντο τυχὸν, καὶ πολυτρόποις κακουργίας ἐκπολιορκεῖν εὑρήμασιν, καθαρπάζειν δὲ οὕτω, καὶ τοῦτο ἀπλήστως. Ταύτῃτοι συνάπτει λέγων εὐθύ· «Καὶ στρουθὸν καὶ λάρον.» Ἀπληστότατα γὰρ οἶμαι ταυτὶ, καὶ τὸ παρεμπίπτον ἀεὶ συλλέγοντα. Εἶτά φησιν, ὅτι «Καὶ ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ, καὶ νυκτικόρακα, καὶ καταῤῥάκτην, καὶ ἴβιν, καὶ πορφυρίωνα, καὶ πελεκᾶνα, καὶ κύκνον.» Καταγράψειαν δ' ἂν ἐφ' ἑαυτοῖς καὶ τόδε τοὺς ὠμῶς καὶ ἀγρίως ἐπιβουλεύοντας ἑτέροις, καὶ ἀσχέτως ἐπιφυομένους, οἷς ἂν δύναιντο τυχὸν, ὡς καὶ αὐτὸν ἐπιφέρειν οὐ παραιτεῖσθαί τισι τὸν ἐπὶ ζωῇ κίνδυνόν τε καὶ φόβον. Ὁ μὲν γὰρ ἱέραξ καταθρῶσκε· δεινῶς παντὸς ἀσθενεστέρου πτηνοῦ, καὶ κατὰ στρουθίων ἴεται, καὶ διόλλυσι λαβὼν, καταῤῥάκτης γε μὴν, καὶ ἴβις, καὶ πορφυρίων, προσθείην δ' ἂν ὅτι καὶ πελεκᾶνος, ἐπιμαίνονται τοῖς ἰχθύσι, καὶ τροφὴν ποιοῦνται τὸν ἐκείνων ὄλεθρον. Τοιοῦτοι δὲ πάντες, ὅσον ἧκεν εἰς τρόπους καὶ ἠθῶν ἀγριότητα, οἱ παρ' οὐδὲν ἡγούμενοι τὸ διολλύναι τινὰς, διά γε τὸ σφίσιν αὐτοῖς ἡδύ· οἳ τὸν τῆς φιλαλληλίας παρωσάμενοι νόμον, καὶ τοῖς τῆς ἀγάπης προσκεκρουκότες θεσμοῖς, καὶ τοῦτο εἰσάπαν ἀκούσειαν ἂν εἰκότως καὶ πρός γε ἡμῶν αὐτῶν· «Μὴ τὰ ἑαυτῶν ζητεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων· ἡ γὰρ ἀγάπη, φησὶ, τῷ πλησίον κακὸν οὐκ ἐργάζεται.» Παραιτεῖσθαι δὲ δεῖν ἔφη πάλιν γλαῦκα, καὶ ἐρωδιὸν, καὶ χαραδριὸν, καὶ τὰ ὅμοια αὐτῶν, ἔποπα καὶ νυκτερίδα. Νυκτὸς δὲ οἶμαι φίλα ταυτὶ, καὶ χαίροντα μὲν τῷ σκότει, καὶ πτῆσιν ὡς ἡδυτάτην ἐν αὐτῷ ποιεῖσθαι μεμελετηκότα, κατεχθραίνοντα δὲ τὸ ἡλίου φῶς, καὶ τὸ ἐν αὐτῷ τι δρᾷν μὴ ἀνεχόμενα· εἶεν δ' ἂν οἱ τοιοίδε σαφῶς, οἱ τῶν φαύλων ἐργάται. Καὶ γάρ ἐστιν ἀληθὲς ὅπερ ἔφη Χριστὸς, ὅτι «Πᾶς ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται εἰς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ· ὁ δὲ ποιῶν τὴν ἀλήθειαν, ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ τὰ ἔργα αὐτοῦ, ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα.» Ἀκάθαρτα δὲ καὶ τὰ ἑρπετὰ τῶν πετεινῶν, «ἃ πορεύεται,» φησὶν, «ἐπὶ τεσσάρων,» οἷον φέρε εἰπεῖν τὰ μυιῶν, καὶ εἴ τι τούτοις ἀγχοῦ. Μυρία δὲ ὅσα ταυτὶ μικρὰ καὶ ἀπόπτυστα, καὶ τὴν εἰς τὸ ὑψοῦ πτῆσιν οὐκ ἔχοντα. Τίς οὖν ἄρα ἐστὶ λόγος τοῦ καὶ ἐπ' αὐτὰ τὸν νόμον ἐλθεῖν, περιαθρεῖν ἀναγκαῖον. Ὥσπερ γὰρ ὅτε τῶν κτηνῶν ἐποιεῖτο μνήμην, τὴν κάμηλον ὀνομάσας, προσετίθει τὸν λαγωὸν, ἐν ἴσῳ που πάντως ἀκαθάρτους ἀποφαίνων τοὺς ἐπὶ φαυλότητι διαβεβλημένους, κἂν εἰ μέγας τις εἴη καὶ μικρὸς (προσωποληψία γὰρ οὐκ ἔστι παρὰ τῷ Θεῷ, κατὰ τὸ γεγραμμένον)· οὕτω κἀνθάδε διαμέμνηται μὲν ἀετοῦ, καὶ τῶν πτηνῶν ὀνομάσας τὸν βασιλεύτατον, κάτεισι δὲ πάλιν καὶ ἐπ' αὐτὸ τὸ βραχὺ τῶν πτεροφορεῖν εἰωθότων, ἐν ἴσῳ τιθεὶς μικρόν τε καὶ μέγαν, εἰ τῶν ἐκτόπων εἴη δημιουργὸς, καὶ τὸ διαβεβλῆσθαι δεῖν, ἀνεξίτητον ἔχοι. Ὑπεξάγει γε μὴν τοῦ τοιούτου γέ νους, ἀκρίδα καὶ βροῦχον, καὶ τὰ τούτοις ἐμφερῆ, διάτοι τὸ εὐσθενὲς, ὡς ἀναθρώσκειν δύνασθαι, καὶ ἥκιστα μὲν ἐμφιλοχωρεῖν τοῖς κάτω, αἴρεσθαι δὲ πολλάκις εἰς τὸ ὑψοῦ, καὶ διαπηδᾷν εὐκόλως. Τοιουτοσὶ δέ πως, ὁ βίον μὲν ἔχων τὸν κοσμικὸν, ἐπιεικείας γε μὴν τῆς ἄλλης καὶ ἀγάπης τῆς εἰς Θεὸν οὐκ εἰσάπαν ἠμοιρηκώς· ὁ γὰρ τοιοῦτος, οὐ τοῖς ἐπιγείοις παντελῶς ἐνδέδεται, καὶ ἐνιζάνει τοῖς κάτω, μεμελέτηκε δέ πως καὶ τὰ ἄνω φρονεῖν, καὶ εὐδοκιμεῖν ἔσθ' ὅτε, πρὸς τὰ ἄνω διαπηδῶν καὶ τῶν ἐπιγείων ὑπεριπτάμενος. Τὸν δὲ τῶν ἀκαθάρτων ἀποθιγγάνοντα καὶ μεμολυσμένον, ἀποπλύνεσθαι μὲν δεῖ τὸ ἱμάτιον· πρὸς ἑσπέραν δὲ, καθαρὸν ἔσεσθαί φησι, τὸ Χριστοῦ μυστήριον εὖ μάλα παραδηλῶν, δι' οὗ κεκαθάρμεθα, τὴν διὰ τοῦ ἁγίου βαπτίσματος πλουτοῦντες ἄφεσιν, κατὰ τὸν καιρὸν δηλονότι τῆς ἐπιδημίας αὐτοῦ, πρὸς ἑσπέραν οἱονεὶ γεγονότα, τοῦτ' ἔστιν, εἰς τέλος ἤδη διέρποντος τοῦ παρόντος αἰῶνος. Ἢ οὐκ ἐν ἐσχάτοις καιροῖς ἐνανθρωπῆσαί φαμεν τὸν τοῦ Θεοῦ Λόγον; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Βέβηλον δὲ καὶ ὁ νόμος ἑτέρως ἔσεσθαί φησι, τὸν ἐπιθιγγάνοντά πως ἢ θηρὸς ἀγρίου τυχὸν, ἤγουν ἑτέρου τοῦ τῶν ἀκαθάρτων ζώων· ἔφη δὲ οὕτως· «Καὶ πᾶς ὃς πορεύεται ἐπὶ χειρῶν ἐν πᾶσι τοῖς θηρίοις, ἃ πορεύεται ἐπὶ τέσσαρα, ἀκάθαρτά ἐστιν ὑμῖν. Πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας, καὶ ὁ αἴρων τῶν θνησιμαίων αὐτῶν, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. Ἀκάθαρτα ταῦτά ἐστιν ὑμῖν. Καὶ ταῦτα ὑμῖν ἀκάθαρτα ἀπὸ τῶν ἑρπετῶν τῶν ἐπὶ τῆς γῆς, ἡ γαλὴ, καὶ ὁ μῦς, καὶ ὁ κροκόδειλος, ὁ χερσαῖος, μυγάλη, καὶ χαμαιλέων, καὶ καλαβώτης, καὶ σαῦρα, καὶ ἀσπάλαξ. Ταῦτα ἀκάθαρτα ὑμῖν ἀπὸ πάντων τῶν ἑρπετῶν τῶν ἐπὶ τῆς γῆς. Πᾶς ὁ ἁπτόμενος αὐτῶν τεθνηκότων, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. Καὶ πᾶν ἐφ' ὃ ἂν ἐπιπέσῃ ἀπ' αὐτῶν ἐπ' αὐτὸ τεθνηκότων αὐτῶν, ἀκάθαρτον ἔσται ἀπὸ παντὸς σκεύους ξυλίνου ἢ ἱματίου ἢ δέρματος ἢ σάκκου. Πᾶν σκεῦος ὃ ἂν ποιηθῇ ἔργον ἐν αὐτῷ, εἰς ὕδωρ βαφήσεται, καὶ ἀκάθαρτον ἔσται ἕως ἑσπέρας, καὶ καθαρὸν ἔσται.» Προσετίθει δὲ τούτοις, ὡς ἔσται μεμολυσμένον πᾶν σκεῦος, ἐφ' ᾧ ἂν πέσῃ τῶν θνησιμαίων αὐτῶν. Καὶ ἄγγος ὀστράκινον, καὶ δερμάτινον, καὶ ἱμάτιον, ἔδεσμά τε καὶ ποτὸν, πλὴν πηγῆς ὑδάτων, καὶ λάκκου, φησὶ, καὶ συναγωγῆς ὑδάτων καὶ σπερμάτων. Ἔοικε δὲ ὁ νόμος διὰ μὲν τῶν ἀγρίων θηρίων, τοὺς τῶν λῃστῶν ὠμοτάτους παραδηλοῦν, οἷς λελόγισται παρ' οὐδὲν, καὶ αὐτὸ τῶν πάντων ἐπέκεινα τῶν κακῶν, ἡ ἀνδροκτονία, μόνον δὲ οὐχὶ προστυγχάνοντα καταδαρδάπτουσι διολλύντες ἀνηλεῶς, καὶ φειδοῦς ἁπάσης ἐξῃρημένης. ∆ιὰ δέ γε μυὸς καὶ γαλῆς, καὶ τῶν ἀγχοῦ τε καὶ ἐοικότων, κροκοδείλου τέ φημι τοῦ χερσαίου, σαύρας τε καὶ ἀσκαλαβώτου, τὰ ψοφοδεῆ καὶ ἄνανδρα, καὶ ἐν νυκτὶ περιθέοντα τῶν κλεπτῶν γένη, ἃ λεληθότως μὲν τοὺς νυστάζοντας κατασίνεσθαι φιλεῖ, ἐκδέδιε δὲ τὸ ἀλῶναι δεινῶς, καὶ τὴν τῶν ἀδικουμένων παραιτεῖται γρήγορσιν. Ἢ γὰρ οὐχὶ κλεπτίστατόν τι χρῆμα, γαλῆ τε καὶ μῦς, καὶ πρὸς δειλίαν εὔκολα, καταδύεται δὲ τοὺς ἐν γῇ μυχοὺς, εἰ διακτυπήσειέ τις, ἥδιστα δ' ἂν ἐν νυκτὶ καὶ οὐκ ἐν ἡμέρᾳ νέμοιντο, κροκόδειλός τε χερσαῖος καὶ τὰ συγγενῆ; {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Ἀκάθαρτον μὲν οὖν πᾶν, ὅπερ ἐστὶ λῃστρικὸν, κἂν εἰ διὰ τρόπου τις εἴη θηριοπρεποὺς, καὶ φιλαιμάτους ἔχοι τὰς χεῖρας· κἂν εἰ μικρὰ παρακλέπτοι, καθὰ μῦς καὶ γαλῆ, καὶ ἀσπάλακός τε καὶ ἀσκαλαβώτου δίκην, τοίχους ἀναθρώσκει καὶ στέγας, κἂν εἴ τις ἐπιθιγγάνοι τῶν ὧδε μεμολυσμένων, μεθέξει τῶν ἐγκλημάτων. Κοινωνία γὰρ ἡ πρὸς τοιούσδε τινὰς, πάντη τε καὶ πάντως ἀκαθάρτους ἀποφαίνει. Ἀνθρώπων δ' ἂν εἶεν εἰς τύπον, τὰ μεμολυσμένα τῶν σκευῶν. Ἐν εἴδει γὰρ σκεύους ὁ ἄνθρωπος. Ἀπαλλάττει γε μὴν τοῦ καταμολύνεσθαι δεῖν, πηγὴν ὕδατος, λάκκον τε καὶ συναγωγὴν ὕδατος· κἂν εἰ πέσοι τυχὸν ἐν αὐτοῖς τι τῶν κατὰ νόμον μεμολυσμένων, οὐκ ἐφιεὶς, οἶμαί που, τοὺς ὑπὸ νόμον, δυσαχθὲς καὶ δυσδιακόμιστον παντελῶς ἡγεῖσθαι τὸ χρῆμα, καὶ τὴν τοῦ νόμου τήρησιν ἀνεπιτήδευτον ἔχειν, τὸ ἔν γε τουτοισὶ βλάβος, εἰς αὐτὰ παθόντας τὰ καιριώτατα. Ὡς καὶ πόλεων ἔσθ' ὅτε, καὶ οἴκων ἀποφοιτᾷν, μεμολυσμένων αὐτοῖς τῶν ὑδάτων, καὶ τῆς ἀναγκαίας τε καὶ ἀπαραιτήτου παραιρουμένης χρείας. Παρῆκε δὴ οὖν ὁ νόμος τῆς ἱστορίας τὸ ἀκριβὲς, διὰ δέ γε τὸ τοῖς ὑπὸ νόμον ἀναγκαῖον καὶ χρήσιμον. {ΠΑΛΛ.} Πιθανὸς ὁ λόγος. {ΚΥΡ.} Ἐν ἴσῳ γε μὴν τοῖς ἄλλοις ἀκάθαρτον εἶναί φησι καὶ τῶν καθαρῶν ζώων τὸ θνησιμαῖον· προσεπήγαγε δὲ, ὅτι καταμιανεῖ καὶ αὐτὸ τὸν ἁπτόμενον· γράφει δὲ οὕτως· «Ἐὰν δὲ ἀποθάνῃ τῶν κτηνῶν, ὅ ἐστιν ὑμῖν τοῦ φαγεῖν, ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας, καὶ ὁ ἐσθίων ἀπὸ τῶν θνησιμαίων αὐτῶν, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας, καὶ λούσεται ὕδατι, καὶ καθαρὸς ἔσται. Καὶ ὁ αἴρων ἀπὸ τῶν θνησιμαίων αὐτῶν, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.» Ὅπερ ἐστὶν ἐναργῶς, καθάπερ ἐγᾦμαι, τὸ, «Εἴ τις ἀδελφὸς ὀνομαζόμενος ἢ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ μέθυσος, ἢ λοίδορος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.» Εἰ γὰρ δή τις ὅλως τῶν ἐν ὑπολήψει σεμνότητος, καὶ τῶν ἤδη κεκαθαρμένων, καὶ εἰς κοινωνίαν τὴν πνευματικὴν διὰ πίστεως εἰσδεδεγμένων, τὴν ἐκ τῆς ἁμαρτίας ὑπομένει νέκρωσιν, «βδελυρὸς ἔστω,» φησὶ, «καὶ ἀπηχθημένος·» νεκροῖς γὰρ ἔργοις μεμολυσμένος, καταμιαίνει που πάντως τὸν αὐτῷ κολλώμενον. Ἀλλ' εἰ καὶ πάθοι τις τὸν μολυσμὸν, καθαρὸς ἔστω δι' ὕδατος πρὸς ἑσπέραν. Καὶ τί δὴ τοῦτό ἐστι, προκαταμεμήνυκεν ἡμῖν ἐναργῶς ὁ λόγος. Ἄθρει δὲ ὅτι καὶ τὸν ἐσθίοντα τῶν θνησι μαίων αὐτῶν, καὶ εἰ ἐπαφῷτό τις μόνον, ἀκάθαρτον ἔσεσθαί φησιν, οὔτε, τὸν μετασχόντα τῆς ἐκείνων νεκρότητος, μώμου καὶ γραφῆς ἀπαλλάττων, οὔτε μὴν ἀναίτιον εἶναι λέγων, καὶ εἰ ἀγχοῦ τις ἴοι καὶ πλησιαζόμενος. Χρῆναι γὰρ οἶμαι νηφαλέως ἀποφοιτᾷν, οὐχὶ δήπου μόνης τῆς πρὸς φαύλους ταυτοεργίας, ἀλλὰ καὶ αὐτοῦ τοῦ συνιέναι μόνον. «Ὁ γὰρ ἁπτόμενος πίσσης, μολυνθήσεται,» φησί. Καὶ ἀληθὴς ὁ λόγος· ὅτι δὲ εἰς ἠθῶν ποιότητα τὰ ἐκ τῶν παραδειγμάτων χρήσιμα τῷ νόμῳ παρείληπται, ἀναμάθοι τις ἂν ἐκ τῶν ἐπενηνεγμένων. Ἔφη γὰρ πάλιν· «Καὶ οὐ μὴ βδελύξεσθε τὰς ψυχὰς ὑμῶν ἐν πᾶσι τοῖς ἑρπετοῖς τοῖς ἕρπουσιν ἐπὶ τῆς γῆς, καὶ οὐ μιανθήσεσθε ἐν τούτοις, καὶ οὐκ ἀκάθαρτοι ἔσεσθε ἐν αὐτοῖς, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν.» Ὁποῖον γὰρ ἂν ἐποίησε μολυσμὸν τῇ τοῦ ἀνθρώπου ψυχῇ, τὸ ἐκτεθνάναι ζῶον, καὶ τοῦ τεθνεῶτος ἀποθίγειν; Τί γὰρ ἂν ἠδίκησε βρῶσις, ἡ εἰς κοιλίαν χωροῦσα καὶ ἐκπεμπομένη πρὸς ἀφεδρῶνα, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν; {ΠΑΛΛ.} Οὐδὲν, ὡς ἐγῷμαι· νοεῖς γὰρ ὀρθῶς. {ΚΥΡ.} Χρῆναι δὴ οὖν ἔγωγέ φημι, κατὰ τοὺς τῶν πλωτήρων εὐτεχνεστάτους, πάντα σείοντας κάλων, ἔξω φέρεσθαι μολυσμῶν, ἠρεμαῖαν δὲ ὥσπερ ἀκτὴν καὶ ἀκύμονα πρὸς τὴν Θεῷ φιλαιτάτην εἰσελαύνειν ζωήν. Προσιτὸς γὰρ ἡμῖν οὐχ ἑτέρως ἢ οὕτως ἂν γένοιτο καὶ μόνως, ἀληθὲς δὲ ὅτι τὸ χρῆμά ἐστιν, ἀταλαίπωρον ἰδεῖν. Γέγραπται γὰρ πάλιν ἐν τῇ Ἐξόδῳ· «Καὶ Μωσῆς ἦν ποιμαίνων τὰ πρόβατα Ἰοθὸρ τοῦ γαμβροῦ αὐτοῦ τοῦ ἱερέως Μαδιὰμ, καὶ ἤγαγε τὰ πρόβατα ὑπὸ τὴν ἔρημον· καὶ ἦλθεν εἰς τὸ ὅρος Χωρήβ. Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἐν πυρὶ φλογὸς ἐκ τοῦ βάτου, καὶ ὁρᾷ ὅτι ὁ βάτος καίεται πυρὶ, ὁ δὲ βάτος οὐ κατεκαίετο. Εἶπε δὲ Μωσῆς· Παρελθὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο, ὅτι οὐ κατακαίεται ὁ βάτος. Ὡς δὲ εἶδε Κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν ὁ Κύριος ἐκ τοῦ βάτου, λέγων· Μωσῆ, Μωσῆ· ὁ δὲ εἶπε· Τί ἐστιν; Ὁ δὲ εἶπε· Μὴ ἐγγίσῃς ὧδε, λύσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος, ἐν ᾧ σὺ ἕστηκας, γῆ ἁγία ἐστί.» Συνίης οὖν ὅπως οὐκ ἂν ἀγχοῦ γένοιτό τις τοῦ πανάγνου Θεοῦ, μὴ οὐχὶ πάντα ῥύπον τῆς ἑαυτοῦ προαπονίζων ψυχῆς· νεκρότητος δὲ ἁπάσης τῆς ὡς ἐν πράγμασι νοουμένης, ἀπολύων τὸν πόδα, τοῦτ' ἔστι, τὴν εἰς τὰ πρακτέα βάδισιν νοητήν; Ἢ γὰρ οὐχὶ τὸ ὑπόδημα, νεκροῦ ζώου λείψανον; {ΠΑΛΛ.} Πῶς γὰρ οὔ; {ΚΥΡ.} Τύπος οὖν ἄρα νεκρότητος τὸ χρῆμά ἐστιν, ἣν εἴπερ τις ἀποφορτίσαιτο, τὰ δι' ὧν ἂν ἐξοίχοιτο διαῤῥήξας δεσμὰ, ἥξει τε ἀγχοῦ καὶ οἰκεῖος ἔσται Θεῷ, καὶ πρός γε τὸ σώζειν ἑτέρους δύνασθαι λοιπὸν, ἐπιτηδείως ἔχων. Προσεχειρίζετο γοῦν ὁ Μωσῆς εἰς ἀποστολὴν, καὶ πρὸς ἐκλύτρωσιν τῶν υἱῶν Ἰσραήλ. Ἱερὸς δὲ ἡμῖν ὑποπεφώνηκε λόγος· «Υἱὲ, ἐὰν σοφὸς γένῃ, σεαυτῷ σοφὸς ἔση καὶ τῷ πλησίον σου.» {ΠΑΛΛ.} Εὖ λέγεις. {ΚΥΡ.} Τί δὲ, οὐχὶ κἀκεῖνο δὴ τουτοισὶν ἐποίσομεν ἄν; {ΠΑΛΛ.} Τὸ ποῖον; {ΚΥΡ.} Καταφοιτήσειν μέλλοντος ἐν εἴδει πυρὸς ἐπὶ τοῦ ὄρους τοῦ Σινᾶ τοῦ πάντων κρατοῦντος Θεοῦ, προσετάττετο Μωσῆς εὐτρεπῆ πρὸς θεοπτίαν ἀποφῆναι τὸν Ἰσραήλ. Τόν γε μὴν τῆς ἑτοιμασίας τρόπον, αὐτὸς ὁ πάντων ἐθεσμοδότει ∆εσπότης. Εἶπε γὰρ Κύριος πρὸς Μωσῆν· «Καταβὰς, διαμάρτυρε τῷ λαῷ, καὶ ἅγνισον αὐτοὺς σήμερον, καὶ αὔριον, καὶ πλυνάτωσαν τὰ ἱμάτια αὐτῶν, καὶ ἕτοιμοι ἔστωσαν εἰς τὴν ἡμέραν τὴν τρίτην· τῇ γὰρ ἡμέρᾳ τῇ τρίτῃ, καταβήσεται Κύριος ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, ἐναντίον παντὸς τοῦ λαοῦ.» Προαγνίζεσθαι δὴ οὖν ἀναγκαῖον τοὺς οἵπερ ἂν εἶεν τῆς πρὸς Θεὸν οἰκειότητος ἐρασταὶ, καὶ οἷς ἂν γένοιτο σκοπὸς τὸ οἱονεὶ παρεστάναι καὶ λειτουργεῖν αὐτῷ διὰ τῆς εἰς πᾶν ἀγαθὸν ἀλκῆς τε καὶ προθυμίας. Εἴη δ' ἂν ὁ τοιόσδε λοιπὸν, οὐκ ἀνικάνως ἔχων, καὶ πρός γε τὸ δεῖν καὶ αὐτὸν ἤδη πως καταθρῆσαι Θεὸν, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· «Μακάριοι γὰρ οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» Προήκοντα δὲ καὶ εἰς τοῦτο λαμπρότητος κατόψει δὴ πάλιν καὶ αὐτὸν, εἴπερ ἕλοιο, τὸν θεσπέσιον Ἀβραάμ. Καὶ φέρε δὴ λέγωμεν ἀνὰ μέρος τὰ ἐπ' αὐτῷ. Γέγραπται γὰρ ὡδί· «Καὶ εἷπε Κύριος πρὸς Ἀβραάμ· Σὺ δὲ τὴν διαθήκην μου διατηρήσεις, σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ, εἰς τὰς γενεὰς αὐτῶν. Καὶ αὕτη ἡ διαθήκη ἣν διατηρήσεις ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν. Περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικὸν, καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν, καὶ ἔσται εἰς σημεῖον διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν. Καὶ παιδίον ὀκτὼ ἡμερῶν περιτμηθήσεται ὑμῖν, πᾶν ἀρσενικὸν, εἰς τὰς γενεὰς ὑμῶν, καὶ οἰκογενὴς καὶ ὁ ἀργυρώνητος ἀπὸ παντὸς υἱοῦ ἀλλοτρίου, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματός σου, περιτομῇ περιτμηθήσεται ὁ οἰκογενὴς τῆς οἰκίας σου καὶ ὁ ἀργυρώνητος. Καὶ ἔσται ἡ διαθήκη μου ἐπὶ τῆς σαρκὸς ὑμῶν εἰς διαθήκην αἰώνιον, καὶ ἀπερίτμητος ἄρσην, ὃς οὐ περιτμηθήσεται τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ γένους αὐτῆς, ὅτι τὴν διαθήκην μου διεσκέδασεν.» Εἶτά φησιν, ὅτι «Καὶ ἔλαβεν Ἀβραὰμ Ἰσμαὴλ τὸν υἱὸν αὐτοῦ, καὶ πάντας τοὺς οἰκογενεῖς αὐτοῦ, καὶ πάντας τοὺς ἀργυρωνήτους αὐτοῦ, καὶ πᾶν ἄρσεν τῶν ἀνδρῶν τῶν ἐν τῷ οἴκῳ, καὶ περιέτεμε τὴν σάρκα τῆς ἀκροβυστίας αὐτῶν ἐν τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης, καθὰ ἐλάλησεν αὐτῷ ὁ Θεός.» Ποῖον οὖν ἄρα τῆς ὑπακοῆς τὸ γέρας, ὤνησε δὲ κατὰ τίνα δὴ τρόπον ἡ περιτομὴ, διὰ τῶν ἐφεξῆς εἰσόμεθα. «Ὤφθη γὰρ αὐτῷ,» φησὶν, «ὁ Θεὸς πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας. Ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε, καὶ ἰδοὺ τρεῖς ἄνδρες εἰστήκεισαν ἐπάνω αὐτοῦ· καὶ ἰδὼν αὐτοὺς, προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ εἶπε· Κύ ριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου· ληφθήτω δὴ ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν, καὶ καταψύξατε ὑπὸ τὸ δένδρον, καὶ λήψομαι ἄρτον, καὶ φάγεσθε, καὶ μετὰ τοῦτο παρελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν, οὗ ἕνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν. Καὶ εἶπον· Οὕτω ποιήσομεν, καθὼς εἴρηκας.» Ἡ μὲν γὰρ ἐν σαρκὶ περιτομὴ, τύπος ἂν εἴη καὶ μάλα σαφὴς, τῆς νοητῆς καὶ ἐν πνεύματι, καθ' ἣν ἅπαντα μολυσμὸν τῶν ἡμετέρων διανοιῶν ἐξίστησιν ὁ Χριστός. «Περιτετμήμεθα γὰρ, κατά γε τὴν τοῦ μακαρίου Παύλου φωνὴν, περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τῆς σαρκός.» Ἀπημφιεσμένοι γὰρ ὥσπερ τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καὶ τὰς τῆς σαρκὸς ἡδονὰς τῇ τοῦ πνεύματος ὀξύτητί τε καὶ ἐνεργείᾳ μονονουχὶ παρακεκομμένοι, ἀξίους ἑαυτοὺς ἀποφανοῦμεν ἤδη πως τοῦ καὶ θεοπτίας ἀξιοῦσθαι δεῖν, καὶ ἱερὸν γενέσθαι κατάλυμα τῆς ἁγίας τε καὶ ὁμοουσίου Τριάδος. «Ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ, ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα, καὶ ἐν αὐτῷ καταλύσομεν,» ἔφασκεν ὁ Σωτήρ. Καὶ οὐ μέχρι τούτων, τῆς ἐπιεικείας ἡ ἀντέκτισις, ἀλλ' ὡς ἤδη παραδεχθέντες πρὸς οἰκειότητα τὴν ὡς πρὸς Θεὸν, τὰ ἐν αὐτῷ γνωσόμεθα, δι' ἀποκαλύψεως δὲ δηλονότι τῆς παρ' αὐτῷ· καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Ἀβραὰμ τὰ περὶ τῆς τῶν Σοδόμων καταστροφῆς ἐδιδάσκετο. Φίλῳ γὰρ ὥσπερ ἀνεκοινοῦτο Θεός. Ἄθρει δὴ οὖν ὅτι μυρίων ὅσων ἡμῖν ἀγαθῶν ἐμποιήσειεν ἀντέκτισιν, τὸ ἐξοίχεσθαι μολυσμῶν. Τοιγάρτοι καὶ Παῦλος, «Παρακαλῶ ὑμᾶς, ἀδελφοὶ,» φησὶ, «διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν.» Καὶ μὴν καὶ ὁ προφήτης Ἱερεμίας ἀνακέκραγε σαφῶς· «Ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν, Ἱερουσαλὴμ, ἵνα σωθῇς.»{ΠΑΛΛ.} Προσιτέον δὴ οὖν οὐκ ἐν βεβηλώσει ψυχῆς τῷ παναγίῳ Θεῷ, ἀλλ' ὡς ἐν ἱερᾷ τε καὶ ἀμωμήτῳ ζωῇ. Κατ' εὐθὺ γὰρ ὧδε τοῦ πρέποντος ἥξομεν. {ΚΥΡ.} Πάνυ μὲν οὖν, ὦ Παλλάδιε, καὶ οὐ πολλοῦ τε, οἶμαι, δεήσει πόνου πρὸς τὸ δύνασθαι καταθρεῖν ἀληθῶς ἔχοντά σοι τὸν ἐπὶ τῷδε λόγον, εἰ τὰς τῶν ἁγίων πολυτείας πολυπραγμονεῖν ἕλοιο φιλομαθῶς καὶ ὁμοφρόνως· τὰ γὰρ τοῖς ἀρχαίοις συμβεβηκότα τυπικῶς, νουθεσίας ἡμῖν ἔφασκεν ἀναγεγράφθαι τρόπους ὁ θεσπέσιος Παῦλος. Οὐκοῦν ὅτι καθαροὺς καὶ ἐκνενιμμένους προσιέναι δεῖ τῷ Θεῷ, διαμάθοι τις ἂν κἀκ τῶνδε δὴ πάλιν. ∆ῖνα μὲν γὰρ ἡ ἐξ Ἰακὼβ, ἅτε παρθένος καὶ ἐν ὤρᾳ γάμου, τὰς τῶν ἐν Σικίμοις θυγατέρας κατοπτεύουσα, τῆς πατρῴας ἐξέθει σκηνῆς, ἀλλ' οὐκ ἠρέμει Συχὲμ ὁ Ἐμμὼρ υἱός. Ἐρᾷ γὰρ εὐθὺς τῆς νεάνιδος, καὶ ἀσχέτοις ἐπιθυμίαις ἐπὶ τὸ δοκοῦν ἡρπάζετο. Ἀγροικότερον δὲ πρὸς τοῦτο ἰὼν, κατεβιάζετο τὴν παρθένον τὴν Ἑβραίαν ὁ ἀλλόφυλός τε καὶ ἀπερίτμητος ἔτι. ∆ύσοιστον δὲ τὸ χρῆμα ἐδόκει τοῖς ἐξ Ἰακὼβ, καὶ τοῖς ἀνοσίως πεπαρῳνηκόσιν εἰς Ἑβραίαν καὶ ἀδελφὴν, τὸν πολέμου νόμον ἐπῄεσαν. Ἀσχάλλοντα δὲ καὶ περιδεῆ γεγονότα τὸν θεσπέσιον Ἰακὼβ, καὶ ἐν ὑποψίαις ὄντα τοῦ διόλ λυσθαι παγγενῆ, προσίετο Θεὸς καὶ διεσώζετο πάλιν, καὶ τίνα δὴ τρόπον, ἄξιον ἰδεῖν. Γέγραπται τοίνυν ὡδί· «Εἶπε δὲ Ἰακὼβ πρὸς Συμεὼν καὶ Λευΐ· Μισητόν με πεποιήκατε, ὥστε πονηρόν με εἶναι πᾶσι τοῖς κατοικοῦσι τὴν γῆν, ἔντε τοῖς Χαναναίοις, καὶ ἐν τοῖς Φερεζαίοις, ἐγὼ δὲ ὀλιγοστός εἰμι ἐν ἀριθμῷ· καὶ συναχθέντες ἐπ' ἐμὲ, συγκόψουσί με, καὶ ἐκτριβήσομαι ἐγὼ, καὶ ὁ οἶκός μου. Οἱ δὲ εἶπαν· Ἀλλ' ὡσεὶ πόρνῃ κατακέχρηνται τῇ ἀδελφῇ ἡμῶν. Εἶπε δὲ ὁ Θεὸς πρὸς Ἰακώβ· Ἀναστὰς, ἀνάβηθι εἰς τὸν τόπον Βαιθὴλ, καὶ οἴκει ἐκεῖ. Καὶ ποίησον ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ ὀφθέντι σοι, ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελφοῦ σου. Εἶπε δὲ Ἰακὼβ τῷ οἴκῳ αὐτοῦ, καὶ πᾶσι τοῖς μετ' αὐτοῦ· Ἄρατε τοὺς θεοὺς τοὺς μεθ' ὑμῶν ἐκ μέσου ὑμῶν, καὶ καθαρίσθητε, καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν, καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθὴλ, καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ ἐπακούσαντί μου ἐν ἡμέρᾳ θλίψεως, ὃς ἦν μετ' ἐμοῦ, καὶ διέσωσέ με ἐν τῇ ὁδῷ, ᾗ ἐπορεύθην. Καὶ ἔδωκαν τῷ Ἰακὼβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους, οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐτῶν, καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν, καὶ κατέκρυψεν αὐτὰ Ἰακὼβ ὑπὸ τὴν τερέβινθον τὴν ἐν Σηκίμοις, καὶ ἀπώλεσεν αὐτὰ, ἕως τῆς σήμερον ἡμέρας.» Ὁρᾷς ὅτι προσίετο μὲν ὁ πάντων ∆εσπότης κατοῤῥωδοῦντα τὸν δίκαιον, καὶ ἀναδείμασθαι κελεύει θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας καὶ τῆς ἐσομένης αὐτῷ σωτηρίας καὶ ἀρωγῆς ἀνάθημα λαμπρόν. Ὁ δὲ, ὅτι τοῦτο δρᾷν ἀναγκαῖον εὖ μάλα διεγνωκὼς, προαποκαθήρασθαι δεῖν ἐπιτάττει τοὺς ψευδωνύμους ἐκ μέσου ποιοῦντας θεοὺς, καὶ στολὰς ἑτέρας μετημφιεσμένους. Ἀλλ', οἶμαι δὴ, τοῦτο κατασημήνειεν ἂν εὐθὺς, τὸ εἰλικρινὲς ἐν πίστει, καὶ τὸ ἀβέβηλον εἰς ζωήν· τὸ μὲν γὰρ μονοτρόπως Θεῷ προσκεῖσθαι φιλεῖν, οὐ μεμερισμένους τὴν διάνοιαν, οὔτε μὴν ἀπονενευκότας ἐπὶ τὸ χρῆναι νοσεῖν τῆς τῶν δαιμονίων ἀπάτης λείψανα, νοοῖτ' ἂν εἰκότως ἔν γε τῷ τοὺς ἀλλοτρίους ἐξῃρῆσθαι θεούς· ἐν δέ γε τῷ μεταμείβειν τὰς στολὰς, τὸ οἱονεὶ πολιτείαν μεταμφιάσασθαι καθαράν. Ἐδόκει γὰρ ὧδε γράφειν καὶ τῷ σοφωτάτῳ Παύλῳ. Ἢ οὐκ ἐπαΐεις ἐναργῶς λέγοντος· «Ἐκδύσασθε τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καὶ ἐνδύσασθε τὸν νέον τὸν ἀνακαινούμενον κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν;» ἀπέκθεσιν δὲ τῆς σαρκὸς, τῶν σαρκικῶν ἡδονῶν τὴν ἀπόθεσιν διακαλῶν. Γράφει δέ που καὶ Σολομών· «Ἐν παντὶ καιρῷ ἔστωσαν ἱμάτιά σου λαμπρά.» Φαίην δ' ἂν ὅτι καὶ μάλα ὀρθῶς ἐννενοηκὼς, οὐκ ἂν εἰς τοῦτο προήκοι τερθρείας ὁ σοφὸς ἡμῖν Σολομὼν, ὡς ἱματίων ἡμᾶς ἀναπείθειν μειρακιωδῶς ἐντρυφᾷν λαμπρότησιν, ἀμφίῳ δὲ ὥσπερ παρεικάζει λαμπρῷ τὴν οἱονείπως ἐκνενιμμένην καὶ ῥύπου παντὸς ἐλευθέραν ζωήν. Ἐπεὶ πῶς ἄν τις ἐνδύσαιτο τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν; Ἆρ' οὐχὶ φαίης ἂν, ὅτι τοῖς τῆς εὐαγγελικῆς πολιτείας αὐχήμασι κατημφιεσμένος, ἀποπεραίνει που πάντως τὸ χρῆμα, ὦ τᾶν; {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Εἰ δὲ δὴ καὶ ἐπ' αὐτόν τις τὸν ἀοίδιμον Ἰωσὴφ ἴοι, εὑρήσει παρέντα τῆς ἐπιεικείας οὐδὲν, ἐννενοηκότα δὲ ὅτι συνεργάσεται πρὸς πᾶν ὁτιοῦν αὐτῷ, καὶ ἐπαμυνεῖ Θεὸς, εἰ παραιτοῖτο γενικῶς τὸ καταμολύνεσθαι δεῖν. Ἐξὸν γὰρ εὐημερεῖν καὶ κατευρύνεσθαι ταῖς τρυφαῖς, τοῖς τῆς νεότητος διαπύροις σκιρτήμασιν εἰς τὸ ἡδύ τε καὶ φίλον ἀνέντα τρέχειν, καὶ ἀνεπιπλήκτοις φέρεσθαι ταῖς ὁρμαῖς, τοῦτο μὲν οὐκ ἔδρα, πολλοῦ γε καὶ δεῖ, μοῖραν δὲ ὥσπερ ἐποιεῖτο κρείττονα τὴν παρὰ Θεῷ, καὶ τῆς ἐγκρατείας τοὺς πόνους προετίθει παντὸς τοῦ παραυτίκα καταπιαίνοντος. Ἤδει γὰρ ὅτι γλυκὺ μέν πώς ἐστιν ἐν ἀρχαῖς, τὸ σαρκὸς ἐρέθισμα, καὶ οἱονεὶ μέλιτι καταγοητεύει τὸν νοῦν, ὡς ἔν γε τούτοις ἡδονὴ, καταστρέφει γε μὴν εἰς τέλος οὐκέτι τὸ γλυκύ· ποιναὶ γὰρ εὐθὺς καὶ δίκαι, καὶ τί γὰρ οὐχὶ τῶν τοιῶνδε κακῶν, τῆς τοῦ πεπλημμεληκότος καταρτηθήσονται κεφαλῆς, βούλει λέγωμεν ὀλίγα ἄττα τῶν ἐπ' αὐτῷ γεγραμμένων; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} «Καὶ ἦν,» φησὶν, «Ἰωσὴφ καλὸς τῷ εἴδει, καὶ ὡραῖος τῇ ὄψει σφόδρα. Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, καὶ ἐπέβαλεν ἡ γυνὴ τοῦ κυρίου αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτῆς ἐπὶ Ἰωσὴφ, καὶ εἶπεν· Κοιμήθητι μετ' ἐμοῦ. Ὁ δὲ οὐκ ἤθελεν, εἶπε δὲ τῇ γυναικὶ τοῦ κυρίου αὐτοῦ· Εἰ ὁ κύριός μου οὐ γινώσκει δι' ἐμὲ οὐδὲν ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ πάντα ὅσα ἐστὶν αὐτῷ, ἔδωκεν εἰς τὰς χεῖράς μου, καὶ οὐχ ὑπερέχει ἐν τῇ οἰκίᾳ ταύτῃ οὐθὲν ἐμοῦ, οὐδὲ ὑπεξῄρηται ἀπ' ἐμοῦ οὐδὲν, πλὴν σοῦ, διὰ τὸ σὲ γυναῖκα αὐτοῦ εἶναι, καὶ πῶς ποιήσω τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο, καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ Θεοῦ; Ἡνίκα δὲ ἐλάλει τῷ Ἰωσὴφ ἡμέραν ἐξ ἡμέρας, καὶ οὐχ ὑπήκουεν αὐτῇ καθεύδειν μετ' αὐτῆς, τοῦ συγγενέσθαι αὐτῇ. Ἐγένετο δὲ τοιαύτη τις ἡμέρα, καὶ εἰσῆλθεν Ἰωσὴφ εἰς τὴν οἰκίαν ποιεῖν τὰ ἔργα αὐτοῦ, καὶ οὐθεὶς ἦν τῶν ἐν τῇ οἰκίᾳ ἔσω, καὶ ἐπεσπάσατο αὐτὸν τῶν ἱματίων, λέγουσα· Κοιμήθητι μετ' ἐμοῦ. Καὶ καταλιπὼν τὰ ἱμάτια αὐτοῦ ἐν ταῖς χερσὶν αὐτῆς, ἔφυγε, καὶ ἐξῆλθεν ἔξω. Καὶ ἐγένετο ὡς εἶδεν ὅτι καταλιπὼν τὰ ἱμάτια αὐτοῦ ἐν ταῖς χερσὶν αὐτῆς ἔφυγε καὶ ἐξῆλθεν ἔξω, ἐκάλεσε τοὺς ὄντας ἐν τῇ οἰκίᾳ, καὶ εἶπεν αὐτοῖς, λέγουσα· Ἴδετε, εἰσήγαγεν ἡμῖν παῖδα Ἑβραῖον, ἐμπαίζειν ἡμῖν. Εἰσῆλθε πρὸς μὲ, λέγων· Κοιμήθητι μετ' ἐμοῦ, καὶ ἐβόησα φωνῇ μεγάλῃ. Ἐν δὲ τῷ ἀκοῦσαι αὐτὸν, ὅτι ὕψωσα τὴν φωνήν μου καὶ ἐβόησα, καταλιπὼν τὰ ἱμάτια αὐτοῦ παρ' ἐμοὶ ἔφυγε, καὶ ἐξῆλθεν ἔξω.» Ὁρᾷς ὅπως τὸ μὲν γύναιον εἰς εὐνὴν, καὶ οὐχ ἑκόντα παρεβιάζετο, τῷ γεμὴν ἐρήρειστο πρὸς ἐγκράτειαν ὁ νοῦς ὑπ' οὐδενὸς τὸ σύμπαν ἡττώμενος; Βούπαις ἦν ἔτι, ἑπτακαίδεκά που μόλις ἐτῶν, ἐν πρώταις ὑπήνης ἐκβολαῖς, ἐν ἀκμαῖς ἡδονῶν, καὶ ἐν τοῖς ὅτι μάλιστα διαπύροις κινήμασι, καὶ ἵν' οὕτως εἴποιμεν, σκληραῖς καὶ ἀνουθετήτοις ἐπιθυμίαις. Φιλεῖ γὰρ ἀεί πως ἐν ἀθραύστοις ἔτι τοῦ ὀρεκτιᾷν ὁρμαῖς, τὸ ἔφ ηβον εἶναι γένος, καὶ χαλινῶν τῶν εἰς ἐγκράτειαν οὐ λίαν ἀνέχεται. Ἀλλ' ἦν ἀκλόνητος ὁ θεσπέσιος Ἰω-σὴφ, οὐ τὸ τῆς νεότητος ἀνειμένον ἀπαιδαγώγητον ἔχων, οὐ δεδιὼς ὅτι ξένος ἦν καὶ οἰκέτης. Ἐκβεβίαστο γὰρ εἰς ἄμφω παρὰ τῶν ἀδελφῶν τοῖς Ἰσμαηλίταις καταπωλούμενος. Ἐπεὶ δὲ κρείττων ἦν ἡδονῆς τε ἅμα τῆς μυσαρωτάτης, καὶ τῶν εἰς ἀσέλγειαν κινημάτων, συκοφαντεῖ τὸ γύναιον, καὶ ἀντίστροφον τῷ νέῳ ποιεῖται τὴν γραφήν. Τὸν δὲ, οὐκ εἴκοντα τοῖς αὐτῆς αἰτήμασιν, ὑβριστὴν ἀπεκάλει. Καὶ δεσμώτης μὲν ἐντεῦθεν ὁ νεανίας ἦν· θείᾳ γε μὴν χάριτι διεσώζετο, καὶ μισθὸν ἐγκρατείας ἀποκεκέρδηκεν εὐθὺς, τὸ ἁπάσης κατάρξαι τῆς Αἰγυπτίων χώρας. Οὐκοῦν κἂν εἰ ἔχοι τὸ χρῆμα πόνους, κἂν ἱδρῶτες προκέοιντο βαρεῖς τῶν εἰς ἐγκράτειαν αὐχημάτων, οὐ πολὺς ὁ λόγος, τῷ γε ὅλως φιλοθεεῖν ᾑρημένῳ· ἕξει γὰρ, ἕξει καὶ ἰσοπαλῆ τὸν ἔπαινον, καὶ ἰσοῤῥόπους τὰς ἀμοιβάς. Τοιγάρτοι καὶ ὁ θεσπέσιος ∆αβὶδ, ταῖς ἐπὶ τοῦτο τληπαθείαις ἀποθαυμάζει λέγων, τὸν ἀξιεπαινετώτατον νεανίαν, «Εἰς δοῦλον ἐπράθη Ἰωσὴφ, ἐταπείνωσαν ἐν πέδαις τοὺς πόδας αὐτοῦ, σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ.» Σίδηρον, οἶμαι, λέγων, τὴν σκληρὰν καὶ ἄθραυστον τῶν ἱδρώτων προσβολὴν, δι' ὧν ἂν γένοιτο καταστέλλειν ἁμαρτίας καὶ ῥύπου παντὸς ἀποφοιτᾷν, τῆς γε μὴν ἁγίας καὶ καθαρωτάτης ἐφικέσθαι ζωῆς, φημὶ δὴ τῆς εὐαγγελικῆς τε καὶ ἐν Χριστῷ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ΠΕΝΤΕΚΑΙ∆ΕΚΑΤΟΣ. Ὅτι χρὴ καθαροὺς καὶ ἐκνενιμμένους παρίστα σθαι τῷ Θεῷ, καὶ ὅτι ἐν Χριστῷ πάλιν ἡμῖν ἡ καθάρσις.
Ἐκ παντὸς ἡμῖν, ὦ Παλλάδιε, συναγήγερται λόγου σαφής τε καὶ ἐναργὴς ἀπόδειξις, τοῦ δεῖν ἰέναι παγκάλως εἰς οἶκον Θεοῦ, λαμπρούς τε καὶ ἐκνενιμμένους, οἰκειότητά τε τὴν πρὸς αὐτὸν δι' ἁγιασμοῦ κερδαίνοντας. Ἵλεῳ γὰρ τότε περιτευξόμεθα τῷ Θεῷ, καὶ ἵν' οὕτως εἴπωμεν, ὅλῳ βλέποντι τὰ καθ' ἡμᾶς ὀφθαλμῷ, καὶ τὴν τοῖς ἁγίοις πρεπωδεστάτην φειδὼ διανέμοντι. «Ἐπὶ τίνα δὲ ἐπιβλέψω,» φησὶν, «ἀλλ' ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;» Ὁσίας γὰρ ὄντως ἀνατενεῖ χεῖρας, καὶ εἰς αὐτό που διακεκράξεται τὸ τῆς θεότητος οὖς, ὁ δὴ οὕτως ἔχων, ὡς καὶ εἰς πέρας ἥκων τῶν ὧν ἂν εὔξαιτο τυχὸν, ἐκ περιχαρείας εἰπεῖν· «Ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ.» Ἢ οὐ διεπύθου σαφῶς ἀναμελῳδοῦντος ἡμῖν τοῦ θεσπεσίου ∆αβὶδ, ὅτι «Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν;» {ΠΑΛΛ.} Ἐπυθόμην; {ΚΥΡ.} Ὅτι μὲν ἔστιν ἀληθὴς ὁ λόγος, οὐκ ἐνδοιάσαι θέμις, πλὴν, ἐπί γε τὸ δεῖν ἀποτρίβεσθαι μολυσμοὺς, τίς ἂν γένοιτο πρὸς ἡμῶν ὁ τρόπος; συνήσει γὰρ δὴ παραπτώματα μὲν οὐδεὶς, πολλὰ δὲ πταίομεν ἅπαντες. Νοσεῖ δὲ ἡ φύσις τὸ εἰς ἁμαρτίαν εὔκολον, καὶ λίαν ἐστὶν εὐπάροιστος ἐπὶ τὸ πεφυκέναι ἀδικεῖν, καταλεαινούσης ἡμῖν τρόπον τινὰ τῆς ἐπὶ τὰ φαῦλα ῥοπῆς, τὴν ὁδὸν τῆς ἐκτόπου καὶ βδελυρᾶς ἡδονῆς. {ΠΑΛΛ.} Εὖ λέγεις· συναινέσαιμι γὰρ ἂν μελλήσας οὐδὲν, ὀρθοεπεῖν ᾑρημένῳ. {ΚΥΡ.} Ἤδη μὲν γὰρ καὶ ἡ ἀπὸ γῆς σὰρξ τὸν τῆς ἁμαρτίας ἐν ἑαυτῇ κατηῤῥώστησε νόμον, εὐπαράφορος δὲ λίαν ὁ ἀνθρώπινος νοῦς, ἐπὶ τὸ ἐκνεῦσαι δεῖν ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος, κατὰ τὸ γεγραμμένον. Τοιγάρτοι καὶ λόγος ἡμῖν ἱερὸς ἐπιστυγνάζει δικαίως· «Πάντες γὰρ, φησὶν, ἐξέκλινον, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.» Ἐπειδὴ δὲ οὐκ ἦν ἀπόνευσις τοῦ κακοῦ, Σωτῆρα καὶ Λυτρωτὴν πέπομφεν ἡμῖν ἐξ οὐρανοῦ τὸν ἴδιον Υἱὸν ὁ Θεὸς καὶ Πατὴρ, δικαιοῦντα τῇ πίστει, καὶ ποινῆς ἀπαλλάττοντα, καὶ εὐσθενὲς μὲν λίαν ἀποτελοῦντα τὸ ἄναλκι, καταφωτίζοντα δὲ τὸ ἐσκοτισμένον, ἐπιστρέφοντα δὲ τὸ πλανώμενον, καὶ πλεονεξίας ἐξέλκοντα διαβολικῆς, τὸ ὑπεστρωμένον αὐτῷ. {ΠΑΛΛ.} Ἐν Χριστῷ δὴ οὖν τὸ ἐκ τῆς ἁμαρτίας αἶσχος ἀποτριψόμεθα, διεσμηγμένοι δὲ οὕτω, καὶ μώμου παντὸς ἰόντες ὡς ἀπωτάτω, προσελευσόμεθα δι' αὐτοῦ τῷ Θεῷ καὶ Πατρί. {ΚΥΡ.} Συνίης εὖ μάλα· διακεκραγότων καὶ αὐτῶν ἐπαΐοι τις ἂν τῶν ἁγίων προφήτων, τὴν οὕτως ἡμῖν ἀξιάγαστον καὶ πολύευκτον χάριν. Μιχαίας μὲν γὰρ ὁ σοφώτατος, ὧδέ πή φησι· «Τίς Θεὸς ὥσπερ σὺ, ἐξαίρων ἀνομίας, καὶ ὑπερβαίνων ἀδικίας τοῖς καταλοίποις τῆς κληρονομίας αὐτοῦ, καὶ οὐ συνέσχεν εἰς μαρτύριον ὀργὴν αὐτοῦ, ὅτι θελητὴς ἐλέους ἐστίν;» Ἕτερος δὲ αὖ· «Μνήσθητι ταῦτα, Ἰακὼβ καὶ Ἰσραὴλ,μὴ ἐπιλανθάνου μου. Ἰδοὺ γὰρ ἀπήλειψα ὡς ἐν νεφέλῃ τὰς ἀνομίας σου, καὶ ὡς γνόφος τὰς ἁμαρτίας σου.» Καὶ πλεῖστα μὲν ἄν τις συλλέξαιτο τὰ ἀπὸ τῆς θείας Γραφῆς, παραδεικνὺς εὖ μάλα τὸ ἔν γε δὴ τούτοις ἡμῖν ἀληθὲς, τὸ δὲ, οἷς ἂν ἕποιτο σαφής τε καὶ ἐναργὴς ἡ πίστις, ἐπισωρεύειν ἕτερα, περιττὸν οἶμαί που. {ΠΑΛΛ.} Ἀλλ' ἐναργὲς μὲν ὅτι τὸ χρῆμα, παντί τῳ σαφές. Ἑλοίμην δ' ἂν ἔγωγε, καὶ ἐκ νομικῶν εἰκόνων τὴν ἐν Χριστῷ διαθρῆσαι κάθαρσιν. {ΚΥΡ.} Ἄθρει δὴ οὖν, εἴ σοι φίλον, τῇδέ τε ἡμᾶς ἰέναι δοκεῖ· τοὺς γάρ τοι μεμολυσμένους, καὶ τοὺς τῆς παρανομίας ἐγκλήμασιν ὑπενηνεγμένους, θύειν ὁ νόμος ἐκέλευε, διχῆ διαστέλλων τῶν θυσιῶν τοὺς τρόπους. Αἱ μὲν γὰρ, ὑπὲρ ἡμῶν αὐτῶν σφαζόμενον καταγράφουσι τὸν Ἐμμανουὴλ, αἱ δὲ, καὶ ἡμᾶς αὐτοὺς ἀποθνήσκοντας τῷ κόσμῳ, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνακομίζοντας τῷ Θεῷ τὴν οἰκείαν ζωήν τε καὶ σωτηρίαν. Ἢ γὰρ οὐχὶ νεκροῦντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ περιφορᾶς κοσμικῆς, καὶ γεωδεστέρων ἡδονῶν τὸν νοῦν ἀπαλλάττοντες, τὴν θείαν τε καὶ εὐαγγελικὴν διαζήσομεν ζωήν; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Οὐκοῦν θυσία μὲν ἔστιν, ἡ ὡς ἐν θανάτῳ Χριστοῦ πνευματικὴ διακάθαρσις, εὐχὴ δὲ καὶ δῶρον, ὡς πρὸς ἡμῶν, τὸ ἀναθεῖναι Θεῷ τὴν εὐκοσμίαν τε καὶ ἐν ἁγιότητι ζωήν. Προδιαστέλλει γε μὴν ὁ νόμος καὶ διαμαρτύρεται σαφῶς, τὸ δεῖν ἀμωμήτους τὰς ἔν γε δὴ τούτοις ποιεῖσθαι προσαγωγὰς, χρησίμως τε καὶ ἀναγκαίως. Ἐπειδὴ δὲ τῶν προσφερομένων θυμάτων, ἃ μὲν ἐδήλου Χριστὸν, ὡς ὑπὲρ ἡμῶν σφαζόμενον, ἃ δὲ καὶ ἡμᾶς ἀνατυποῖ, μονονουχὶ καταθυμιῶντας τῷ Θεῷ τὴν οἰκείαν ζωήν. Ταύτῃτοί φησιν, ἀμώμητά τε εἶναι δεῖν αὐτὰ, καὶ κατ' οὐδένα τρόπον νοσοῦντα τὴν ἐμπηρίαν. Ἄμωμος γὰρ ὁ Χριστός· οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, ἀλλ' οὐδ' ἂν ἡμᾶς αὐτοὺς παραδέξαιτο Θεὸς, ἐν μολυσμοῖς ὄντας ἔτι, καὶ τῆς ἁμαρτίας νοσοῦντας τὸ ἀτερπές. Γέγραπται τοίνυν ἐν τῷ Λευϊτικῷ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐ-τοῦ, καὶ πάσῃ Συναγωγῇ υἱῶν Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἄνθρωπος ἀπὸ τῶν υἱῶν Ἰσραὴλ, ἢ τῶν προσηλύτων τῶν προσκειμένων πρὸς αὐτοὺς ἐν Ἰσραὴλ, ὃς ἂν προσενέγκῃ τὰ δῶρα αὐτοῦ κατὰ πᾶσαν ὁμολογίαν αὐτῶν, ἢ κατὰ πᾶσαν αἵρεσιν αὐτῶν, ὅσα ἂν προσενέγκωσι τῷ Θεῷ εἰς ὁλοκαύτωμα· δεκτὰ ὑμῖν, ἄμωμα ἄρσενα ἐκ τῶν βουκολίων, καὶ ἐκ τῶν προβάτων, καὶ ἐκ τῶν αἰγῶν, πάντα ὅσα ἂν ἔχῃ μῶμον ἐν αὐτῷ, οὐ προσάξουσι Κυρίῳ, διότι οὐ δεκτὸν ἔσται ὑμῖν. Καὶ ἄνθρωπος ὃς ἂν προσενέγκῃ θυσίαν σωτηρίου τῷ Κυρίῳ, διαστείλας εὐχὴν, ἢ κατὰ αἵρεσιν ἢ ἐν ταῖς ἑορταῖς ὑμῶν, ἐκ τῶν βουκολίων ἢ ἐκ τῶν προβάτων, ἄμωμον ἔσται εἰσδεκτὸν, πᾶς μῶμος οὐκ ἔσται ἐν αὐτῷ. Τυφλὸν ἢ συντετριμμένον, ἢ γλωσσότμητον, ἢ μυρμηκιῶντα, ἢ ψωραγριῶντα, ἢ λειχῆνας ἔχοντα, οὐ προσάξουσι ταῦτα τῷ Θεῷ, καὶ εἰς κάρπωσιν οὐ δώσετε ἀπ' αὐτῶν ἐπὶ τὸ θυσιαστήριον τῷ Κυρίῳ. Καὶ μόσχον ἢ πρόβατον ὠτότμητον, ἢ κολοβόκερκον σφάγια ποιήσεις αὐτὰ σεαυτῷ· εἰς δὲ εὐχήν σου οὐ δεχθήσεται. Θλαδίαν καὶ ἐκτεθλιμμένον, καὶ ἐκτομίαν, καὶ ἀπεσπασμένον, οὐ προσάξετε αὐτὰ τῷ Κυρίῳ, καὶ ἐπὶ τῆς γῆς ὑμῶν οὐ ποιήσετε. Καὶ ἐκ χειρὸς ἀλλογενοῦς οὐ προσοίσετε τὰ δῶρα τοῦ Θεοῦ ὑμῶν ἀπὸ πάντων τούτων, ὅτι φθάρματά ἐστιν ἐν αὐτοῖς, καὶ μῶμος ἐν αὐτοῖς. Οὐ δεχθήσεται ταῦτα ὑμῖν.» Ἄθρει δὴ οὖν ὅτι παρεγγυᾷ σαφῶς καὶ ἀναφανδὸν ὁ νόμος, καὶ τοῖς ἐξ αἵματος Ἰσραὴλ, καὶ τοῖς ἔξωθέν τε καὶ εἰσκεκριμένοις εἰς λαοὺς, φημὶ δὴ τοῖς προσηλύτοις, τὸ χρῆναι μωμοσκοπεῖν εὖ μάλα τὰ ἱερά. ∆εῖν γὰρ ἔφη προσκομίζεσθαι πρὸς ἡμῶν τὸ ἄρσεν τε καὶ ἄμωμον, τοῦτ' ἔστι, τὸ εὐσθενὲς, καὶ ἀνωτέρω παθῶν· ὁ γάρ τοι μαλακισμὸς, καὶ φρόνημα· τὸ θηλυπρεπὲς, καὶ μέν τοι καὶ τὸ νοσεῖν τὴν εἴς γε νοῦν ἔσω καὶ νοητὴν ἐμπηρίαν, ἀπαράδεκτον παντελῶς τῷ Θεῷ, καὶ ἀπόβλητον. Ἢ οὐκ ἀνίερον εἶναι φὴς τὸν ᾧπερ ἂν φαίνοιτο προσόντα ταυτί; {ΠΑΛΛ.} Πῶς γὰρ οὔ; {ΚΥΡ.} Οὐκοῦν ἀπόβλητον μὲν τὸ ἄναλκι, καὶ τὸ οἱονεὶ παρειμένον, δεκτὸν δὲ τὸ εὐσθενὲς, ὡς ἐν ἀρσένων φύσει ζωγραφούμενον, εἰ παρεζευγμένον ἔχοι τὸ ἄμωμον. Εἶεν δι' ἂν εἰς τύπον ἡμῖν σαφῆ τὰ τοιάδε Χριστοῦ. Ἄρσην γὰρ ὁμοῦ καὶ ἄμωμος ὁ Ἐμμανουὴλ, εἴπερ ἐστὶν ἀληθῶς Θεοῦ δύναμις, καὶ οὐκ εἰδὼς ἁμαρτίαν. Ἄρσην δὲ καὶ ἑτέρως· προὖχον γὰρ ἀεὶ, καὶ ἐν ἀμείνοσι θατέρου τὸ ἄρσεν· καὶ πρός γε δὴ τούτῳ καὶ ἡγεμονικώτατον. Προέστηκε δὲ καὶ ἀσυγκρίτως ἐστὶν ἐν ἀμείνοσι, καὶ καθηγεῖται τῶν ὅλων, εἰ καὶ γέγονε καθ' ἡμᾶς ὁ Υἱὸς, καὶ ὁ ποιμὴν ἐν προβάτοις κατελογίσθη χρησίμως. Ἀνίερα δὲ καὶ ἀπόπεμπτα τῶν θυμάτων, τυφλὸν, καὶ συντετριμμένον, καὶ μὴν καὶ γλωσσότμητον, καὶ μυρμηκιῶν, καὶ ψωραγριῶν, καὶ λειχῆνας ἔχον, ὠτότμητόν τε καὶ κολοβόκερκον. Ἀλλὰ καὶ εἴ τῳ, φησὶ, καταθλασθείη τυχὸν τὰ ἀρσενικὰ, καὶ τὸ εἰς εὐνούχους ἤδη τελοῦν, ἀναγκαῖον ἔχοι πάθος. Τουτὶ γὰρ οἶμαι δηλοῦν, θλαδίαν καὶ ἐκτεθλιμμένον, ἐκτομίαν καὶ ἀπεσπασμένον. {ΠΑΛΛ.} Ἆρ' οὖν εἰς ἤθη καὶ τρόπους τοὺς καθ' ἡμᾶς μεταληπτέον ταυτί; {ΚΥΡ.} Πάνυ μὲν οὖν· εἴη γὰρ ἂν οὐχ ἑτέρως ἢ οὕτως ἡμῖν πνευματικὸς ὁ νόμος. Γένοιτο δ' ἂν οὐδεὶς παρὰ Θεῷ λόγος τῆς ὡς ἐν σκιαῖς λατρείας, ἀλλ' οὐδ' ἂν ὡρίσατό ποτε τοὺς ἐν αὐτῇ νόμους, μὴ οὐχὶ τῆς ἀληθείας προανατυπῶν ἐν αὐτῇ τὸ ἐκπρεπέστατον κάλλος. {ΠΑΛΛ.} Εὖ λέγεις. Πέραινε δὴ οὖν τὸν ἐφ' ἑκάστῳ λόγον, καὶ τίς ἂν γένοιτο διασάφει πάλιν. {ΚΥΡ.} Οὐκοῦν εἶμί τοι καὶ μάλα προθύμως. Τυφλὸν μὲν οὖν ἔοικε, τὸν ἄσοφόν τε καὶ ἀσύνετον λέγειν, καὶ φῶς οὐκ ἔχοντα θεῖον ἐν ἑαυτῷ τοῦτ' ἔστι, τὸν διὰ Χριστοῦ φωτισμὸν ἐν Πνεύματι, ἀνίερος δὲ παντελῶς, ὁ ἄνους τε καὶ ἄπιστος ἔτι· «Ἐὰν γὰρ μὴ πιστεύσητε, οὐ μὴ συνῆτε,» φησίν. Συντετριμμέ νον δὲ αὖ, τὸν ὁλοτρόπως ἠῤῥωστηκότα, καὶ ὑγιὲς ἔχοντα παντελῶς οὐδὲν, οὔτε μὴν ὀρθοποδεῖν δυνάμενον, ἤγουν δράσαι τι τῶν ἀγαθῶν ἰσχύοντα, εὐρωστίας δὲ τῆς ἐν Χριστῷ καὶ ἐν Πνεύματι παντελῶς ἡττώμενον, πεπόνθασι δέ τι τοιοῦτον, οἱ περὶ ὧν γέγραπται, δι' ἑνὸς τῶν ἁγίων προφητῶν· «Τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθέ νειαν, καὶ ἀσθενήσουσιν ἐν αὐτῇ πατέρες καὶ υἱοὶ ἅμα· γείτων καὶ ὁ πλησίον αὐτοῦ ἀπολοῦνται.» Ἀλλ' ὅγε θεῖος ἡμῖν Μελῳδὸς, τοὺς ἐν πίστει τῇ ἐν Χριστῷ δεδικαιωμένους, εἰσκεκόμικεν ἱλαροὺς, ψάλλοντάς τε καὶ λέγοντας· «Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, τὸν ἰώμενον πάσας τὰς νόσους σου, τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου.» Γλωσσότμητόν τε, καθάπερ ἐγῷμαι, τὸν ὀρθοεπεῖν οὐκ εἰδότα, οὔτε μὴν ἀναφωνεῖν ἰσχύοντα τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν κατὰ τὸ γεγραμμένον, τὸ ἐξ ἀγαθῆς συνειδήσεως ἐπερώτημα εἰς Θεὸν, πλὴν ὅτι καὶ τὴν τοιάνδε πάλιν ἀποκρούσονται νόσον, ἐν παρουσίᾳ Χριστοῦ, σαφηνιεῖ λέγων ὁ προφήτης· «Καὶ γλῶσσαι αἱ ψελλίζουσαι ταχὺ μαθήσονται λαλεῖν εἰρήνην.» Γλωσσότμητος οὖν ὁ ψελλίζων ἔτι, καὶ λαλεῖν οὔπω δεδιδαγμένος τὴν ἄνωθεν ἡμῖν καὶ παρὰ Πατρὸς εἰρήνην, τοῦτ' ἔστι, Χριστὸν, ἤτοι τὰ ἐπ' αὐτῷ. Μυρμηκιῶντάς γε μὴν καὶ ψωραγριῶντας, καὶ λειχῆνας ἔχοντας εἶναί φαμεν τοὺς, οἵπερ ἂν ἔχοιεν ἔν γε δὴ σφίσιν αὐτοῖς ἐμπαθῆ τὸν νοῦν, καὶ πολλὴν ἐγκατηῤῥωστηκότας τὴν ἐν ἁμαρτίαις φθορὰν, οὐ μὴν ὅτι χρὴ καὶ πρὸς τὸ μεῖον ἄγειν αὐτοὺς διενθυμουμένους, ἐφιέντας δὲ μᾶλλον διέρπειν ἐπὶ τὸ αἴσχιον, καὶ κατευρύνεσθαι πρὸς τὸ χεῖρον. Μυρμηκία τε γὰρ καὶ ἀγρία ψώρα, καὶ μὴν καὶ λειχὴν, ἀεὶ πρὸς ἐπίδοσιν ἰόντα φαίνεται, καὶ πρὸς τὸ χειρόνως ἔχειν διανένευκέ πως, καὶ ὅλην κατὰ βραχὺ διανέμεται τὴν σάρκα. Τοιαῦτα δὲ καὶ τὰ ἐν ταῖς ἡμετέραις ψυχαῖς οὐκ ἀνακοπτόμενα τῶν παθῶν, ἀσχέτῳ δὲ ὥσπερ ὁρμῇ πρὸς τὸ χεῖρον ἀεὶ διεκτρέχοντα. Ὠτότμητον δὲ, πρός γε δὴ τούτῳ τὸν κολοβόκερκον, τὸν δυσπειθῆ καὶ ἀνήκοον, καὶ τὸν μὴ μέχρι παντὸς εὐσχήμονα κατασημήνειεν ἄν. Ἢ οὐχὶ τὸ βλάβος εἰς ἀκοὴν, τοῖς γε τὸ οὖς ἀποκεκομμένοις; {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Τὰ δὲ τῶν ζώων τὴν κέρκον οὐκ ἔχοντα, δοίης ἂν αὐτὸς ἔν γε τῷ καλλίστῳ σχήματι; Οὐδαμῶς· νοσεῖ γὰρ ἐφ' ἑαυτῶν πολὺ δὴ λίαν τὸ ἀπρεπές. Οὐκοῦν ἀσχήμων καὶ ἀκαλλὴς ὁ ὡς ἐν ζώῳ τυχὸν τῷ τὴν κέρκον οὐκ ἔχοντι πλαγίως ὑποδηλούμενος. Ἀπόβλητον δὲ ποιεῖται τὸ ἄρσεν μὲν, ὅσον ἧκεν εἰς φύσιν, ἐνεργεῖν δὲ τὰ ἀρσένων οὐ δυνάμενον, θλαδίαν δὴ λέγω καὶ ἐκτομίαν· εἶεν δ' ἂν οἱ τοιοίδε πάλιν, οἱ ἐν ὑπολήψει μὲν ἀνδρείας τῆς εἰς ἀρετὴν, οὐ μὴν ἔτι καὶ ἐνεργοὶ πρὸς ἀρετῆς αὐχήματα, ξηροὶ δὲ ὥσπερ καὶ ἄκαρποι, καὶ τὸ δύνασθαι καρποφορεῖν πολυτρόπως παρῃρημένοι. Πλεῖστος γὰρ ὅσος ἡμᾶς ἀνοσίων παθῶν καταβιάζεται δῆμος εἰς τὸ ἄναλκί τε καὶ ἀδρανὲς, καὶ προσέτι τούτῳ τὸ μὴ ἰσχύσαι καρποφορεῖν. Ταύτῃτοι, καθάπερ ἐγῷμαι, καὶ πολλοῖς ὀνόμασι τὸ εὐνουχισθὲν ὁ νόμος ἀποκαλεῖ· θλαδίαν γὰρ, φησὶ, καὶ ἐκτεθλιμμένον, καὶ ἐκτομίαν καὶ ἀπεσπασμένον· παμποίκιλα γὰρ τὰ ἐν ἡμῖν πάθη, διὰ πολλῆς ὥσπερ ἄγοντα τρίβου πρὸς τὸ ἄναλκί τε καὶ ἀδρανές.» {ΠΑΛΛ.} Πιθανὸς ὁ λόγος. {ΚΥΡ.} Μυσαρὸν δὲ ὅτι πρὸς τούτοις ἐστὶ, καὶ διὰ χειρὸς ἀλλοτρίας, τὰς ἱερουργίας καταθύειν Θεῷ, προσαπέφηνε λέγων· «Καὶ ἐκ χειρὸς ἀλλογενοῦς οὐ προσοίσετε τὰ δῶρα Κυρίῳ τῷ Θεῷ ὑμῶν.» ∆ι' οὗ σημαίνεται τυπικῶς, ὡς διὰ μόνου Χριστοῦ προσιτὸς ὁ Πατήρ· αὐτὸς γὰρ ἡμῶν ὁ ἄμωμος ἀληθῶς καὶ μέγας ἀρχιερεὺς, ὁ μεσίτης οἰκονομικῶς· ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος· «Ἐν αὐτῷ τὴν προσαγωγὴν ἐσχήκαμεν ἐν Πνεύματι πρὸς τὸν Πατέρα.» Μώμου δὴ οὖν ἀπηλλάχθαι πρέπει τοὺς οἵπερ ἂν ἕλοιντο τὰς ἑαυτῶν ψυχὰς καθιεροῦν τῷ Θεῷ καὶ Πατρὶ, μεσιτεύοντος τοῦ Χριστοῦ· «Ἅγιοι γὰρ ἔσεσθε,» φησὶ, «καθὼς ἐγὼ ἅγιός εἰμι.» {ΠΑΛΛ.} Ἄριστα ἔφης. {ΚΥΡ.} Καταρυθμίσας δὲ τῆς θυσίας τοὺς τρόπους, ὡς ἐν βουσὶ καὶ προβάτοις, καὶ δι' ἑτέρων ἡμῖν ἐπινοιῶν ἔρχεται, τὸ δεῖν ἀμωμήτως προσιέναι Θεῷ τοῖς τοῦτο δρᾷν εἰωθόσιν, εὖ μάλα παρεγγυῶν· ἔφη γὰρ πάλιν ἐν τῷ Λευϊτικῷ· «Πᾶσαν θυσίαν ἣν ἂν προσφέρητε Κυρίῳ, οὐ προσοίσετε ζυμωτήν· πᾶσαν γὰρ ζύμην καὶ πᾶν μέλι οὐ προσοίσετε ἀπ' αὐτοῦ, καρπῶσαι Κυρίῳ, δῶρον ἀπαρχῆς προσοίσετε αὐτὰ Κυρίῳ, ἐπὶ τὸ θυσιαστήριον οὐκ ἀναβιβασθήσεται εἰς ὀσμὴν εὐωδίας Κυρίῳ, καὶ πᾶν δῶρον θυσίας ὑμῶν ἁλὶ ἁλισθήσεται. Οὐ διαπαύσετε ἅλας διαθήκης Κυρίῳ ἀπὸ θυσιασμάτων ὑμῶν, ἐπὶ παντὸς δώρου ὑμῶν προσοίσετε Κυρίῳ τῷ Θεῷ ὑμῶν ἅλας.» Ζύμη μὲν οὖν πανουργίας ἂν εἴη τύπος, οὐχὶ πάντως γε καὶ μόνης τῆς κατεψεγμένης, ἀλλὰ καὶ τῆς ἑτέρας, φημὶ δὴ τῆς ἀγαθῆς καὶ ἐπαινουμένης, ἢν καὶ τῆς σοφίας ὁ λόγος, τοῖς ἀκάκοις ἔτι διδόναι κατεπαγγέλλεται. μέσον γάρ πώς ἐστι τὸ τῆς πανουργίας ὄνομα. Μέλι δὲ αὖ, ἡδονὴν μὲν ἔσθ' ὅτε τὴν σωματικὴν ἡμῖν πλαγίως ὑπαινίττεται, ὡς ἔν γε τῷ φάναι· «Μὴ πρόσεχε φαύλῃ γυναικί· μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης.» Ποτὲ δὲ καὶ ἀγαθῶν γλυκασμάτων εἰσφέρει τὴν ὑποτύπωσιν. Γέγραπται γὰρ, ὅτι «Φάγε μέλι, υἱέ· ἀγαθὸν γὰρ κηρίον, ἵνα γλυκανθῇ σου ὁ φάρυγξ.» Ἀποφάσκει δὴ οὖν ὁ νόμος, τὸ προσκομίζεσθαι δεῖν εἰς κάρπωμα καὶ θυσίαν, ζύμην τε καὶ μέλι. ∆έχεται μὲν γὰρ παρὰ τοῦ προσάγοντος εἰς δῶρον καὶ ἀπαρχὴν, ἀνακομίζει δὲ οὐδαμῶς εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ. {ΠΑΛΛ.} Εἶτα τί τὸ αἴνιγμα διασάφει πάλιν. {ΚΥΡ.} ∆υσέφικτον, ὦ Παλλάδιε, τὸ χρῆμά ἐστι. Τί γὰρ ἂν βούλοιτο δηλοῦν, τὸ ἀπόβλητα μὲν οὐδαμῶς ποιεῖσθαι ταυτὶ, μὴ μὴν ἔτι καὶ εἰς κάρπωμα καὶ θυ σίαν ἀνακομίζειν αὐτὰ, πῶς οὐκ ἄναντες ἰδεῖν; Οἶμαι δὴ οὖν ὅτι καὶ πανοῦργον ἔσθ' ὅτε ψυχῆς ὁσίας καὶ ἀγαθῆς, εἰ δρῷτο κατὰ καιροὺς, καὶ πρόφασιν ἔχοι τὴν εἰς Θεὸν εὐσέβειαν, οὐκ ἀπόβλητον μὲν παρ' αὐτῷ, πλὴν οὐκ ἐν ἴσῳ λόγῳ κατατετάξεται τῆς εὐώδους ἀρετῆς, οὐδ' ἂν εἰς θυσίαν καταλογισθείη τὴν νοητήν. Ἁπλότης γὰρ μᾶλλον τιμιωτέρα παρὰ Θεῷ. Καταθαυμάζει μὲν γὰρ τὸ Γράμμα τὸ ἱερὸν τὸν θεσπέσιον Ἰακὼβ, οὕτω λέγον· «Καὶ ἦν Ἰακὼβ ἄπλαστος ἀνὴρ, οἰκῶν ἐν οἰκίᾳ.» Ἐξῄρηται μὲν γὰρ πάντων τῶν ἀκάκων ἡ πανουργία. Πρὸς δέ γε τοὺς ἁγίους ἀποστόλους αὐτὸς ἔφασκεν ὁ Σωτήρ· «Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι, ὡς αἱ περιστεραί.» Ἀλλ' ἔστι τὸ μὲν ἀκέραιον τίμιον παρὰ Θεῷ, καὶ καθ' ἕτερόν που πάντων ἐν ἀμείνοσιν. Τὸ δέ γε πανοῦργον καὶ πονηρὸν, τῇ οἰκονομίᾳ πρέπον τῆς ἀποστολῆς, ᾧ προσεχρῆτο κατὰ καιροὺς καὶ ὁ μακάριος Παῦλος, πανταχῆ διαδιδράσκων τὸ πρόωρον παρ' ἐχθρῶν ὑπομεῖναι θάνατον. Οὐκοῦν τὸ πανοῦργον ἔν γε τοῖς κατὰ Θεὸν σπουδάσμασι, δεκτὸν μὲν ἂν γένοιτο, καταλογισθείη δ' ἂν οὐδαμῶς εἰς ἀρετῆς εὐωδίαν, εἰ δοκιμάζοιτο κατ' ἰδίαν φύσιν. Κατὰ τὸν ἴσον δὴ τρόπον καὶ τὸ μέλι, τῆς σαρκικῆς ἡδονῆς εἰς τύπον παραληφθὲν, ὑποφήνειεν ἂν, οἶμαί που, τὴν ἐγκόσμιον ταύτην, καὶ σαρκικῶν ἡδονῶν οὐκ ἀπηλλαγμένην ζωήν· τίμιος μὲν γὰρ ὁ γάμος, ταῖς τεκνογονίαις ὑπηρετῶν, καὶ ἀνυπαίτιος κατὰ νόμον, ὁ ἐν Χριστῷ κεχρημένος. Πλὴν οὐκ ἔσται τοῦτό τισιν εἰς ἀρετῆς δύναμιν, οὔτε μὴν ἐν ἴσῳ τετάξεται τοῖς τῆς ἐγκρατείας αὐχήμασιν· ἐπιστέλλει δὲ τοῖς ἐν γάμῳ καὶ ὁ μακάριος Παῦλος· «Μὴ χωρίζεσθε ἀπ' ἀλλήλων, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρὸν, ἵνα σχολάσητε τῇ προσευχῇ καὶ τῇ δεήσει.» Καὶ πάλιν· «Ἐπὶ τὸ αὐτὸ ἦτε, φησὶν, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς, διὰ τὴν ἀκρασίαν ὑμῶν.» Προσεπήνεγκε δὲ τούτοις· «Ταῦτα δὲ λέγω κατὰ συγγνώμην, οὐ κατὰ ἐπιταγήν.» Ὁρᾷς οὖν ὅτι συγγνώμην δίδωσι τοῖς ἐν γάμῳ; Πῶς οὖν ἀρετὴ, τὸ συγγνώμῃ θεραπευόμενον; «Περὶ δὲ τῆς παρθένου,» φησὶν, «ὅτι μακαριωτέρα ἐστὶν ἐὰν οὕτως μείνῃ,» τοῦτ' ἔστιν, ἄγαμος. Οὐκοῦν οὐκ ἀπόβλητον μὲν τὸ μέλι. δεκτὸς γὰρ ὁ γάμος. Πλὴν οὐκ εἰς ὀσμὴν εὐωδίας, καθὰ καὶ τῆς ἀρετῆς οἱ τρόποι. Ἀλλὰ καὶ ἔν γε μὴν τοῖς θύμασιν ἐπιπάττονται ἅλες, χρῆναι γὰρ οἶμαι καταθύειν ἡμᾶς σοφῶς τε καὶ ἐμφρόνως, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν εὖ μάλα διηρτημένους. Τὸ γὰρ ἄχαρί τε καὶ ἄνοστον, πρέποι ἂν ἥκιστά γε τοῖς εὐσεβεῖν ἑλομένοις. Ταύτῃτοι καὶ ὁ Σωτήρ· «Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς,» τοῖς ἁγίοις ἔφασκε μαθηταῖς. Ἐπιστέλλει δὲ καὶ ὁ Παῦλος· «Ὁ λόγος ὑμῶν ἐν χάριτί τε καὶ ἅλατι ἠρτυμένος, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν.» {ΠΑΛΛ.} Ἄραρεν οὖν ὅτι τὸ ἔμφρον τε καὶ ἐπίχαρι, διὰ τῶν ἁλῶν σημαίνεται. {ΚΥΡ.} Ὧδε ἔχει· χρῆναι δὲ οἶμαι λοιπὸν εὖ μάλα διῃρηκότας τοὺς ἐπί γε τὸ δεῖν καταθύειν τρόπους, ἐξ αὐτῶν ἤδη τῶν ἱερῶν καταθρεῖν Γραμμάτων, τὸ ὅπως ἂν γένοιτο τοῖς τὴν ἁμαρτίαν διηῤῥωστηκόσι, διεκδύναι τὴν νόσον, καὶ τὰ ἐκ τοῦ πλημμελεῖν διακρούσασθαι βλάβη· γέγραπται τοίνυν ἐν τῷ Λευϊτικῷ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον πρὸς τοὺς υἱοὺς Ἰσραὴλ, λέγων· Ψυχὴ ἐὰν ἁμάρτῃ ἔναντι Κυρίου ἀκουσίως, ἀπὸ πάντων τῶν προσταγμάτων Κυρίου, ὧν οὐ δεῖ ποιεῖν καὶ ποιήσῃ ἕν τι ἀπ' αὐτῶν· ἐὰν μὲν ὁ ἀρχιερεὺς ὁ κεχρισμένος ἁμάρτῃ τοῦ τὸν λαὸν ἁμαρτεῖν, καὶ προσάξει περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, μόσχον ἐκ βοῶν ἄμωμον τῷ Κυρίῳ περὶ τῆς ἁμαρτίας. Καὶ προσάξει τὸν μόσχον παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου ἔναντι Κυρίου, καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου ἔναντι Κυρίου, καὶ σφάξει τὸν μόσχον ἐνώπιον Κυρίου. Καὶ λαβὼν ὁ ἱερεὺς ὁ χριστὸς ὁ τετελειωμένος τὰς χεῖρας ἀπὸ τοῦ αἵματος τοῦ μόσχου, καὶ εἰσοίσει αὐτὸ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου· καὶ βάψει ὁ ἱερεὺς τὸν δάκτυλον εἰς τὸ αἷμα, καὶ προσρανεῖ ἀπὸ τοῦ αἵματος ἑπτάκις ἔναντι Κυρίου, κατὰ τὸ καταπέτασμα τὸ ἅγιον. Καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τοῦ θυμιάματος τῆς συνθέσεως τοῦ ἐναντίον Κυρίου, ὅ ἐστιν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου. Καὶ πᾶν τὸ αἷμα τοῦ μόσχου ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων, ὅ ἐστι παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. Καὶ πᾶν τὸ στέαρ τοῦ μόσχου τοῦ τῆς ἁμαρτίας, περιελεῖ ἀπ' αὐτοῦ τὸ στέαρ τὸ κατακαλύπτον τὰ ἐνδόσθια, καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσθίων, καὶ τοὺς δύο νεφροὺς, καὶ στέαρ τὸ ἐπ' αὐτῶν, ὅ ἐστιν ἐπὶ τῶν μηρίων, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελεῖ αὐτὸ, ὃν τρόπον ἀφαιρεῖται αὐτὸ ἀπὸ τοῦ μόσχου τοῦ τῆς θυσίας τοῦ σωτηρίου, καὶ ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον τῆς καρπώσεως, καὶ τὸ δέρμα τοῦ μόσχου, καὶ πᾶσαν αὐτοῦ τὴν σάρκα σὺν τῇ κεφαλῇ καὶ τοῖς ἀκρωτηρίοις καὶ τῇ κοιλίᾳ καὶ τῇ κόπρῳ. Καὶ ἐξοίσουσιν ὅλον τὸν μόσχον ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρὸν οὗ ἐκχέουσι τὴν σποδιὰν, καὶ κατακαύσουσιν αὐτὸν ἐπὶ ξύλων ἐν πυρὶ, ἐπὶ τῆς ἐκχύσεως τῆς σποδιᾶς καυθήσεται.» Ἄρχοντος μὲν οὖν πέρι, συναφαμαρτεῖν αὐτῷ τοῦ πρέποντος, καὶ τοὺς ὑπὸ χεῖρα λαοὺς παρασκευάζοντος, τὰ τοιάδε φησίν· ἐπεχρησμῴδησε δὲ τούτοις εὐθύς· «Ἐὰν δὲ πᾶσα συναγωγὴ τῶν υἱῶν Ἰσραὴλ ἀγνοήσῃ καὶ λάθῃ ῥῆμα ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς, καὶ ποιήσωσι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου, ἣ οὐ ποιηθήσεται, καὶ πλημμελήσωσι, καὶ γνωσθῇ αὐτοῖς ἡ ἁμαρτία ἣν ἥμαρτον ἐν αὐτῇ, καὶ προσάξει ἡ συναγωγὴ μόσχον ἐκ βοῶν ἄμωμον περὶ τῆς ἁμαρτίας.» Ἱερουργεῖσθαι δὲ δεῖν αὐτὸν κατὰ τὸν ἴσον τῷ πρώτῳ τύπον, εὖ μάλα φησί. {ΠΑΛΛ.} Τίς οὖν ἂν εἴη πάλιν ὁ ἔν γε τουτοισὶ λόγος; {ΚΥΡ.} Σαφὴς, ὦ Παλλάδιε, καὶ οὐ χαλεπὸς ἑλεῖν, τοῖς γε ὅλως ἀρτίφροσιν. Ἐν Χριστῷ γὰρ ἡ κάθαρσις ἱερέων, καὶ λαοῦ, σμικροῦ καὶ μεγάλου, καὶ συλλήβδην ἁπάντων, καὶ εἰ καθ' ἕνα τυχὸν πλημμελοῦντες ἁλισκοίμεθα, διά τοι τὸ τὸν θεῖον οὐκ εἰδέναι νόμον, ἤγουν ἀνεθελήτως ἐκβεβιάσθαι τυχὸν, εἴς γε τὸ ἥκιστα δοκοῦν τῷ πάντων ∆εσπότῃ Θεῷ. Ταύτῃτοι καὶ ὁ θεσπέσιος ἡμῖν ἐπεφώνει ∆αβίδ· «Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς.» Ὡς δὲ ἀγαθὸν ὄντα φύσει, χρηστόν τε καὶ φιλοικτείρμονα καὶ τῆς ἡμετέρας φύσεως οὐκ ἠγνοηκότα τὸ ἄναλκι, μονονουχὶ καὶ καταιτιᾶται σαφῶς ὁ μακάριος Ἰὼβ, μέλλοντά τε καὶ ἀναδυόμενον πρὸς τὸ ἀνεῖναί τισι τὰς ἁμαρτίας. Οὕτω δέ φησι· «Καὶ ἵνα τί οὐκ ἐποιήσω τῆς ἀνομίας μου λήθην, καὶ καθαρισμὸν τῆς ἁμαρτίας μου;» Προσανακεκράγει δὴ οὖν ὁ νόμος, ὡς ἐν Χριστῷ τε καὶ μόνῳ δικαιωθήσονται διὰ πίστεως οἱ ταῖς ἁμαρτίαις ἐνισχημένοι. Αὐτὸς γάρ ἐστιν ὁ μόσχου δίκην ὑπὲρ ἡμῶν σφαγιαζόμενος παρὰ τὰς θύρας τῆς ἱερᾶς τε καὶ θείας σκηνῆς, ἵν' ἡμῖν ἀνευρύνῃ τὴν εἰς τὸ εἴσω πάροδον, αὐτὸς ὁ τὰς ἁμαρτίας ἡμῶν αἴρων, κατὰ τὴν τοῦ προφήτου φωνήν. Τουτὶ γὰρ οἶμαι δηλοῦν, τὸ ἐπιτίθεσθαι τὰς χεῖρας τῷ μόσχῳ, αὐτὸς ὁ διὰ τοῦ αἵματος εἰσπεφοιτηκὼς εἰς τὰ Ἅγια τῶν ἁγίων, καὶ λύτρωσιν ἡμῖν ἁγίαν εὑράμενος, καὶ μιᾷ προσφορᾷ τελειώσας εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν· αὐτός ἐστιν ὁ ἐν τῷ ῥαντισμῷ τοῦ ἰδίου αἵματος ἁγιάζων τὴν Ἐκκλησίαν, καὶ τοῦτο πλουσίως. «Βάψει» γὰρ, φησὶν, «ὁ ἱερεὺς τὸν δάκτυλον εἰς τὸ αἷμα, καὶ προσρανεῖ ἀπὸ τοῦ αἵματος ἑπτάκις τῷ δακτύλῳ ἔναντι Κυρίου.»–»Προσεληλύθαμεν» γὰρ, φησὶν, «Ἱερου-σαλὴμ ἐπουρανίῳ, καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι, παρὰ τὸν Ἄβελ.» Τοῦ μὲν γὰρ Ἄβελ τὸ αἷμα κατεκεκράγει πρὸς Θεὸν, καταδικάζον τοῦ φονευτοῦ, τὸ δὲ τίμιον αἷμα τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, λαλεῖ περὶ ἡμῶν τὰ ἀμείνω πρὸς Θεόν. Ἐκκέχυται γὰρ τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα. Προσεχεῖτο δὲ τοῦ μόσχου τὸ αἷμα τῇ βάσει τοῦ θυσιαστηρίου· καὶ γάρ ἐστιν ἅγιός τε καὶ ἱερὸς ἀληθῶς ὁ Χριστοῦ θάνατος. Καὶ ἀναφέρεται μὲν τὰ ἐντόσθια, πιμελὴ καὶ νεφροὶ καὶ λοβὸς ὁ τοῦ ἥπατος. Εὐώδη γὰρ πάντα τὰ ἐν Χριστῷ, τά τε ἐξωφανῆ, καὶ τὰ κεκρυμμένα· ὁ Λόγος γὰρ ἦν ἅγιος, καὶ οὐδὲν ἐν αὐτῷ τὸ μὴ καθαρόν. Κατακαίεταί γε μὴν ἔξω τῆς πύλης τὸ δέρμα καὶ τὰ λοιπά· οὐδὲ αὐτὸν ἡμῖν ἀπαράδεκτον τοῦ πάθους τὸν τόπον ἐῶντος τοῦ νόμου. Τοιγάρτοι καὶ πρὸς ἡμᾶς ὁ θεσπέσιος ἔφη Παῦλος· «Ἐξερχώμεθα οὖν ἔξω τῆς πύλης τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες,» τοῦτ' ἔστι, τὸν ὑπὲρ ἡμῶν τε καὶ δι' ἡμᾶς σταυρόν. Καὶ αὐτὸς δέ πού φησιν ὁ Σωτήρ· «Ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.» Ἔοικε δὲ τὸ ἔξω τῆς πύλης ὁ ἱερώτατος Παῦλος, τὸ ἔξω τοῦ κόσμου νοεῖν. Ζωῆς γὰρ ἡμᾶς ἐξίστησι κοσμικῆς τὸ θέλειν ἕπεσθαι τῷ Χριστῷ. Καὶ μαρτυρήσει πάλιν ὁ Παῦλος. Ἔφη γὰρ ὧδε περὶ Χριστοῦ· «∆ι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ.» Περιπατοῦντες δὲ ἐπὶ τῆς γῆς οἱ ἅγιοι, διαβιῶναι σπουδάζουσιν οὐκέτι μὲν ἐπιγείως, ἔχειν δὲ μᾶλλον ἐν οὐρανῷ τὸ πολί τευμα. Κάθαρσις δὲ τοῖς μεμολυσμένοις, ἡ σποδιὰ μετὰ ὕδατος. Λυτήριον γὰρ ἁμαρτίας, τοῦ Σωτῆρος τὸ πάθος, ἁγιάζων ἡμᾶς δι' ὕδατος, δι' οὗ κερδανοῦμεν οὐ σαρκὸς ἀπόθεσιν ῥύπου, κατὰ τὸ γεγραμμένον, ἀλλὰ τῶν ἐν ψυχαῖς μολυσμῶν τὴν ἀπόνιψιν· «Λούσασθε» γὰρ, φησὶν, «καὶ καθαροὶ γίνεσθε·» καὶ προφητικὸς ἡμῖν ἄνωθεν διεκελεύετο λόγος. {ΠΑΛΛ.} Ἐν μόσχῳ δὴ οὖν ὡς ἐν εἰκόνι καὶ τύποις, ὁ δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν τοῦ Χριστοῦ σκιαγραφεῖται θάνατος. {ΚΥΡ.} Συνίης εὖ μάλα, καὶ πρός γε δὴ τούτῳ καταθαυμάσαις ἂν, οἶμαι, καὶ εἰς ἐκεῖνο βλέπων. {ΠΑΛΛ.} Τὸ ποῖον; {ΚΥΡ.} Εἰ μὲν γὰρ ἁμάρτοι, φησὶν, ὁ ἡγούμενος ὁμοῦ τῶν ὑπεζευγμένων, εἴ τ' οὖν αὐτὴ καθ' ἑαυτὴν ἡ ὑπὸ χεῖρα πληθὺς, μόσχος ἔσται τὸ θῦμα. Ἐναλοὺς δὲ πταίσμασιν ἰδικοῖς ὁ ἡγούμενος, προσκομιζέτω, φησὶ, χίμαρον ἐξ αἰγῶν. Εἰ δὲ δή τις εἴη τῶν ἐν λαοῖς, ἄρσεν μὲν οὐκέτι, θῆλυ δὲ ἔστω τὸ σφάγιον· Ἀναγνώσομαι δὲ, εἰ δοκεῖ, καὶ τοὺς ἐπὶ τοῖσδε νόμους, ἔφη γὰρ ὧδε· «Ἐὰν δὲ ὁ ἄρχων ἁμάρτῃ, καὶ ποιήσῃ μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου τοῦ Θεοῦ αὐτοῦ, ἢ οὐ ποιηθήσεται ἀκουσίως, καὶ πλημμελήσῃ, καὶ γνωσθῇ αὐτῷ ἡ ἁμαρτία, ἣν ἥμαρτεν ἐν αὐτῇ, καὶ προσοίσει τὸ δῶρον αὐτοῦ χίμαρον ἐξ αἰγῶν, ἄρσεν ἄμωμον, περὶ ἁμαρτίας· καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου, καὶ σφάξουσιν αὐτὸν ἐν τόπῳ, οὗ σφάζουσι τὰ ὁλοκαυτώματα ἐνώπιον Κυρίου, ἁμαρτίας ἐστί. Καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ τῆς ἁμαρτίας τῷ δακτύλῳ ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων, καὶ τὸ πᾶν αἷμα αὐτοῦ ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων, καὶ τὸ πᾶν στέαρ αὐτοῦ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον, ὥσπερ τὸ στέαρ θυσίας σωτηρίου, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, καὶ ἀφεθήσεται αὐτῷ.» Καὶ πρός γε δὴ τούτοις, «Ἐὰν δὲ ψυχὴ μία ἁμάρτῃ ἀκουσίως ἐκ τοῦ λαοῦ τῆς γῆς, ἐν τῷ ποιῆσαι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου, ἣ οὐ ποιηθήσεται, καὶ πλημμελήσῃ, καὶ γνωσθῇ αὐτῷ ἡ ἁμαρτία, ἣν ἥμαρτεν ἐν αὐτῇ, καὶ οἴσει χίμαιραν ἐξ αἰγῶν, θήλειαν ἄμωμον οἴσει περὶ τῆς ἁμαρτίας αὐτοῦ.» Καὶ τῆς θυσίας τὸν τρόπον, ὅπως ἂν γένοιτο, διειπών· «Ἐὰν δὲ πρόβατον προσενέγκῃ,» φησὶ, «τὸ δῶρον αὐτοῦ περὶ τῆς ἁμαρτίας, θῆλυ ἄμωμον προσοίσει αὐτό.» Συνίης οὖν, ὦ Παλλάδιε, τοῦ μυστηρίου τὸ βάθος, ὡς ἐν ἐσόπτρῳ καὶ σκιαῖς τοῖς ἀρχαιοτέροις ἀνατυπούμενον; Ἰσομοιρεῖ γὰρ ὥσπερ τῷ μεγέθει τῶν πλημμελημάτων, ἡ τῶν θυμάτων προσαγωγή· καὶ μόσχος μὲν ἧν ὑπὲρ ἄρχοντός τε καὶ λαοῦ, κοινὴ τάχα που καὶ μίαν ἠῤῥωστηκότοιν τὴν ἁμαρτίαν. Ἔριφος δὲ εἷς, ὑπὲρ ἑνὸς, ἤτοι μιᾶς ψυχῆς· ἑαυτὸν γὰρ προσκεκόμικεν ὁ Χριστὸς, ἅμα μὲν ὑπὲρ πάντων, ὡς ἐν εἰκόνι τῷ μόσχῳ, βαρεῖ τε καὶ μεγάλῳ θύματι· «Ὅπου γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, φησὶν, ὑπερεπερίσσευσεν ἡ χάρις.» Ἐρίφου δὲ καὶ προβά του δίκην, ὑπὲρ ἑκάστου καὶ ἰδικῶς διὰ τὸ ὡμοιῶσθαι, φημὶ, τοῖς ὑφ' ἁμαρτίαν, καὶ ἐν τοῖς ἀνόμοις λελογίσθαι, κατὰ τὰς Γραφάς· ἀνόμου δὲ τύπος, ὁ ἔριφος, ὡς ἄκαρπος καὶ ξηρός. Παρίστησι γοῦν ὁ Χριστὸς, ὡς πρόβατα μὲν ἐκ δεξιῶν, τοὺς ἁγίους, ὡς ἐρίφους δὲ καὶ ἐξ εὐωνύμων τοὺς τῆς ἀνομίας ἐργάτας. Οὐκοῦν τὸ ἐπίδοξον αὐτοῦ καὶ ὑπερφυὲς κατίδοι τις ἂν ὡς ἕν γε τῷ μόσχῳ. Τὸ δὲ ὁμοιοῦσθαι τοῖς καθ' ἡμᾶς, λελογίσθαι δὲ ὅτι καὶ ἐν τοῖς ἀνόμοις, διὰ τοῦ χιμάρου νοήσεις. Ἐσφάζετο δὲ καὶ ὡς πρόβατον, διὰ τὴν ἔμφυτον ἡμερότητα, καὶ τὴν εἰς πραότητα θυσίας ὑπεροχήν. «Ὡς πρόβατον γὰρ ἤχθη,» φησὶ, «καὶ ὡς ἀμνὸς, ἐναντίον τοῦ κείροντος αὐτὸν, ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.» Ἀλλ' εἰ μὲν εἴη τυχὸν ἡγούμενος ὁ ταῖς πλημμελείαις ἔνοχος, ἄρσην ὁ χίμαρος ἦν. Εἰ δὲ δή τις ἐν λαοῖς καὶ καθ' ἕνα, θῆλυ τὸ σφάγιον, κἂν εἴ τε πρόβατον εἴη τυχὸν, εἴτ' οὖν ἐξ αἰγῶν, καὶ ἐν τῇ τῶν θυμάτων διαφορᾷ τῆς τοῦ Σωτῆρος ἡμῶν οἰκονομίας τὸ σοφὸν, τοῦ νόμου κατασημαίνοντος. Ἡγεμονεῦον μὲν γὰρ ἀεί πώς ἐστι, καὶ ἐν τιμῇ πρώτῃ τὸ ἄρσεν, ἑπόμενον δὲ καὶ ἐν δευτέροις τὸ θῆλυ. Ἀναλόγως δὴ οὖν τοῖς ἑκάστου πταίσμασι, καὶ ἡ διὰ Χριστοῦ κάθαρσις ἔν γε τοῖς προεστηκόσι καὶ ἡγουμένοις, καὶ τοῖς ὑπὸ χεῖρα, καὶ καθ' ἕνα τε καὶ ὑπεζευγμένοις. Εἶεν γὰρ οὐκ ἐν ἴσοις αἰτιάμασι πεσόντες εἰς ἁμαρτίαν, ἡγούμενος καὶ λαὸς, ἀλλ' ἐν μείζοσι που πάντως, ἡγούμενοι. Τοιγάρτοι πλουσιωτέρᾳ διασμήχονται χάριτι. {ΠΑΛΛ.} Συνίημι ὃ φής· ἄμεινον γὰρ θατέρου, τὸ ἄρσεν. {ΚΥΡ.} Ἴδοις δ' ἂν ἐν Χριστῷ, τὸ ὡς ἐν δόξῃ διάφορον· ἄρχων μὲν γάρ ἐστι καὶ τῶν ὅλων καθηγητὴς ὁμολογουμένως, ὡς Θεὸς καὶ Κύριος. Γέγονε δὲ καὶ ὡς ἐν τάξει δεύτερος, διὰ τὸ ἀνθρώπινον, τέθειται δὲ καὶ ὑπὸ νόμον, ὡς ὑφηγούμενος. {ΠΑΛΛ.} Πιθανὸς ὁ νοῦς. {ΚΥΡ.} Καὶ ἑτέρους δὲ μολυσμῶν ἐπισυνάπτει τρόπους, καὶ τὸν ἐφ' ἑκάστῳ δὴ πάλιν, προκεχρησμῴδηκεν ἁγνισμὸν, ὡς ἐν Χριστῷ πληρούμενον. Ἔφη δὲ οὕτως· «Ἐὰν δὲ ψυχὴ ἁμάρτῃ, καὶ ἀκούσῃ φωνὴν ὁρκισμοῦ, καὶ οὗτος μάρτυς ἢ ἑώρακεν, ἢ σύνοιδεν, ἐὰν μὴ ἀπαγγείλῃ, λήψεται τὴν ἁμαρτίαν. Ἡ ψυχὴ ἐκείνη ἥτις ἐὰν ἅψηται παντὸς πράγματος ἀκαθάρτου, ἢ θνησιμαίου, ἢ θηριαλώτου ἀκαθάρτου, ἢ τῶν θνησιμαίων βδελυγμάτων τῶν ἀκαθάρτων, ἢ τῶν θνησιμαίων κτηνῶν τῶν ἀκαθάρτων, ἢ ἅψηται ἀπὸ ἀκαθαρσίας ἀνθρώπου, ἀπὸ πάσης ἀκαθαρσίας αὐτοῦ, ἧς ἂν ἁψάμενος μιανθῇ, καὶ ἔλαθεν αὐτὸν, μετὰ τοῦτο δὲ γνῷ, καὶ πλημμελήσῃ, ἡ ψυχὴ ἡ ἄνομος, ἡ διαστέλλουσα τοῖς χείλεσι κακοποιῆσαι ἢ καλῶς ποιῆσαι κατὰ πάντα ὅσα ἐὰν διαστείλῃ ὁ ἄνθρωπος μεθ' ὅρκου, καὶ λάθῃ αὐτὸν πρὸ ὀφθαλμῶν, καὶ οὗτος γνῷ, καὶ ἁμάρτῃ ἕν τι τούτων· καὶ ἐξαγορεύσει τὴν ἁμαρτίαν περὶ ὧν ἡμάρτηκε κατ' αὐτῆς· καὶ οἴσει περὶ ὧν ἐπλημμέλησε Κυρίῳ, περὶ τῆς ἁμαρ τίας ἧς ἥμαρτε, θῆλυ ἀπὸ τῶν προβάτων, ἀμνάδα ἢ χίμαιραν ἐξ αἰγῶν περὶ ἁμαρτίας, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, καὶ ἀφεθήσεται αὐτῷ ἡ ἁμαρτία.» Ἄθρει δὴ οὖν ὅτι τὸν ὁρκισμοῦ φωνῆς ἐπαΐοντα, καὶ παρ' οὐδὲν ὅλως τὸ πρᾶγμα πεποιημένον, καὶ τὸν ἑτέροις ἔνοχον μολυσμοῖς, καὶ μὴν ἐπὶ τούτῳ, τὸν ἐπὶ τῇ ψευδορκίᾳ κατεγνωσμένον, ἐν ἴσῳ τε καὶ ἀπαραλλάκτῳ τίθησι πλημμελείας τρόπῳ· μολυσμὸς γὰρ ἀληθῶς ἐξαίσιος, καὶ εἰς αὐτό που τὸ λοῖσθον ἀναθρώσκει τῶν κακῶν, ἡ εἰς Θεὸν καταφρόνησις, καὶ ταῖς σαρκικαῖς ἀκαθαρσίαις ἐγγύς τε καὶ ἀδελφὸν τὸ πλημμέλημα, ἢ οὐκ ἐν ἴσῳ θετέον λόγῳ τὴν ἐπάρατον ψευδορκίαν καὶ ὁρκισμοῦ καταφρόνησιν; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν· ἰσοπαλῆ γάρ πως ἐπ' ἀμφοῖν ἀεὶ τὰ ἐγκλήματα. {ΚΥΡ.} Ἕψεται δὴ οὖν καὶ τούτοις ἡ λύσις δι' ἐξαγορεύσεώς τε καὶ μὴν καὶ ἀμνάδος, ἤτοι προβάτου σφαγῆς· «Λέγε γὰρ σὺ τὰς ἀνομίας σου πρῶτος,» φησὶν, «ἵνα δικαιωθῇς.» Καὶ μὴν καὶ ὁ θεῖος ἀναφωνεῖ ∆αβίδ· «Εἶπα· Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.» Πλὴν, οὐκ ἀπόχρη εἰς τὴν τελείαν ἀπόνιψιν τὸ ἐξαγορεῦσαι μόνον, ἀπαλλάττει δὲ παντελῶς ὁ Χριστοῦ θάνατος, παθόντος ὑπὲρ ἡμῶν, καὶ ταῖς ἁπάντων ἡμῶν ἁμαρτίαις ἑαυτὸν ὑποφέροντος ὡς ἐν εἴδει παντὶ τῶν ἡμέρων ζώων· ἐν μόσχῳ δὴ λέγω, καὶ μὴν καὶ προβάτῳ καὶ αἰγί. Ἀπροφάσιστον δὲ ὥσπερ καθιστὰς ὁ νόμος τὸ ῥᾴθυμον εἰς θυσίαν, τοῖς ἐν μολυσμοῖς καὶ ἀκαθαρσίαις, εἰ μὴ μόσχον τις ἔχοι καὶ πρόβατον, τοῖς κατὰ χεῖρα καὶ ἐν ἰσχύϊ τιμᾷν ἀναπείθει, λέγων· «Ἐὰν δὲ μὴ ἰσχύῃ ἡ χεὶρ αὐτοῦ τὸ ἱκανὸν εἰς τὸ πρόβατον, οἴσει περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, δύο τρυγόνας, ἢ δύο νοσσοὺς περιστερῶν Κυρίῳ, ἕνα περὶ ἁμαρτίας, καὶ ἕνα εἰς ὁλοκαύτωμα, καὶ οἴσει αὐτὰ πρὸς τὸν ἱερέα, καὶ προσάξει ὁ ἱερεὺς τὸ περὶ τῆς ἁμαρτίας πρότερον, καὶ ἀποκνίσει ὁ ἱερεὺς τὴν κεφαλὴν αὐτοῦ ἀπὸ τοῦ σφονδύλου, καὶ οὐ διελεῖ, καὶ ῥανεῖ ἀπὸ τοῦ αἵματος τοῦ περὶ τῆς ἁμαρτίας, ἐπὶ τὸν τοῖχον τοῦ θυσιαστηρίου. Τὸ δὲ κατάλοιπον τοῦ αἵματος καταστραγγιεῖ ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου. Ἁμαρτίας γάρ ἐστι, καὶ τὸ δεύτερον ποιήσει ὁλοκαύτωμα ὡς καθήκει· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας, ἧς ἥμαρτε, καὶ ἀφεθήσεται αὐτῷ.» Τρυγόνι μὲν δὴ καὶ περιστερᾷ παρεικαστέον εὖ μάλα τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ὅτι τὸ μέν ἐστιν εὐφωνότατόν τε καὶ λαλίστατον ἐν στρουθίοις, τὸ δὲ ὅτι μάλιστα πρὸς ἄκρον ἥκει πραότητος. Ἄμφω δὲ ἦν ἐν Χριστῷ. Πᾶσαν μὲν γὰρ κατεκήλησε τὴν οἰκουμένην τοῖς εὐαγγελικοῖς κηρύγμασι, τρυγὼν ἡ ἄνωθέν τε καὶ ἐξ οὐρανοῦ, λιγυρὸν ὥσπερ ἐνιεῖσα μέλος, καὶ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς κατατρανοῦσα θέλησιν. Ὡς γὰρ ὁ θεσπέσιος Ἰωάννης φησὶν, «Ὃν ἀπέστειλεν ὁ Θεὸς, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ.» Ἐκάλει δὲ καὶ ἡμᾶς πρὸς μίμησιν τῆς ἐνούσης αὐτῷ πραότητός τε καὶ ἡμερότητος, οὕτω λέγων· «Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, καὶ μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.» Λήψεται τοίνυν τὴν τρυγόνα, φησὶν, «ὁ ἱερεὺς, καὶ ἀποκνίσει τῷ ὄνυχι. Σφάζεται γὰρ οὕτω τὰ ἐλαφρὰ τῶν στρουθίων. Πλὴν, οὐκ εἰσάπαν ἀποτεμεῖ, δῆλον δὲ ὅτι τὴν κεφαλήν. Πέπρακται γὰρ οὕτως ὁ Χριστοῦ θάνατος, οὐκ εἰς μερισμὸν, ἀλλ' εἰς ἕνωσιν. Τοιγάρτοι καὶ ἐν ἀρχαῖς ἐπὶ τὸ Πάσχα τιθεὶς νόμον, καταθύεσθαι μὲν προστέταχε τὸν ἀμνὸν, πλὴν «Ἐν οἰκίᾳ βρωθήσεται,» φησὶ, «μιᾷ, καὶ οὐκ ἐξοίσετε τῶν κρεῶν αὐτοῦ ἔξω.» Μεμέρισται γὰρ οὐδαμῶς ὁ Χριστὸς, ἀλλ' εἷς ὁλοκλήρως καὶ ἐν ἑκάστῳ καὶ ἐν πᾶσίν ἐστι, καὶ αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, συλλέγων ἡμᾶς εἰς ἕνωσιν τήν τε πρὸς ἀλλήλους ἐν ὁμοψυχίᾳ, καὶ τὴν δι' ἑαυτοῦ πρὸς Θεὸν ἐν Πνεύματι. Ὅτι τοίνυν οὐ μερισμοῦ πρόξενος, ἀλλ' ἑνώσεως πρὸς ἡμᾶς ὁ Χριστοῦ γέγονε θάνατος, ἐδήλου πλαγίως τὸ θύεσθαι μὲν τὸ στρουθίον, οὐ μὴν καὶ εἰσάπαν ἀποκείρεσθαι τοῦ σπονδούλου τὴν κεφαλήν· ὅτι δὲ ἁγιάζει τὴν Ἐκκλησίαν τῷ ἰδίῳ αἵματι, κατασημήνειεν ἂν, τὸ τῷ αἵματι τοῦ στρουθίου καταραίνεσθαι τὴν σκηνὴν καὶ τὰ ἐν αὐτῇ. Μία δὲ τρυγὼν ὑπὲρ ἁμαρτίας, καὶ μία πάλιν, εἰς ὁλοκαύτωμα, νοεῖται δὲ δι' ἀμφοῖν ὁ Χριστὸς, καὶ ἀποθνήσκων ὑπὲρ ἡμῶν, καὶ εἰς ὀσμὴν εὐωδίας ὁλοκαυτούμενος τῷ Πατρὶ, καὶ μὴν καὶ ἀντάλλαγμα τῆς ἁπάντων ζωῆς ἑαυτὸν ἀνατιθείς. {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Ὑποβιβάζει γε μὴν ὁ νόμος καὶ εἰς τὸ λίαν εὐπόριστον τῆς θυσίας τὸν τρόπον· καὶ ἀναλόγως τοῖς ἑκάστου μέτροις ποιεῖσθαι προστάττει, τὸν ἐπὶ τοῖς ἀρίστοις ὄκνον ὑποτεμνόμενος πανταχῆ, καὶ ἀπροφάσιστον καθιστὰς τοῖς ἑλοῦσι τὸ ῥᾴθυμον. Γράφει δὲ ὧδε πάλιν· «Ἐὰν δὲ μὴ εὑρίσκῃ ἡ χεὶρ αὐτοῦ ζεῦγος τρυγόνων, ἢ δύο νεοσσοὺς περιστερῶν, καὶ οἴσει τὸ δῶρον αὐτοῦ, περὶ οὗ ἥμαρτε, τὸ δέκατον τοῦ οἶφι σεμιδάλεως περὶ ἁμαρτίας. Οὐκ ἐπιχεεῖ ἐπ' αὐτὸ ἔλαιον, οὐδὲ ἐπιθήσει ἐπ' αὐτῷ λίβανον, ὅτι περὶ ἁμαρτίας ἐστὶ, καὶ οἴσει αὐτὴν πρὸς τὸν ἱερέα, καὶ δραξάμενος ὁ ἱερεὺς ἀπ' αὐτῆς πλήρη τὴν δράκα αὐτοῦ, τὸ μνημόσυνον αὐτῆς ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων Κυρίου, ἁμαρτία ἐστί. Καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς, περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτεν ἀφ' ἑνὸς τούτων, καὶ ἀφεθήσεται αὐτῷ. Τὸ δὲ καταλειφθὲν ἔσται τῷ ἱερεῖ, ὡς θυσία τῆς σεμιδάλεως.» Ἀλλ' ἔν γε δὴ τούτοις, περὶ Χριστοῦ μὲν οὐκέτι, τὴν δὲ τοῦ προσάγοντος ζωὴν, καὶ τὴν ἐν Χριστῷ πρόσοδον, καὶ τὴν εἰς Θεὸν ἀφιέρωσιν, ὁ τῆς θυσίας ἡμῖν ὑποφαίνει τρόπος. Προσφέρεται μὲν γὰρ σεμίδαλις ἄρτου γένεσις. Ζωῆς δὲ τύπος, ὁ ἄρτος· ἀλλ' οὔτε λιβάνῳ καταπάττεσθαι δεῖν αὐτὴν, οὔτε μὴν ἐλαίῳ δεδεῦσθαι λέγει, σοφήν τε καὶ ἀναγκαίαν τοῦ τοιοῦδε τὴν ἀφορμὴν εὖ μάλα προαναφωνῶν, ὅτι περὶ ἁμαρτίας ἐστὶν, ἧς ἂν εἴη πάντη τε καὶ πάντως ἀπωτάτω τὸ ἱλαρὸν, ὡς ἐν ἐλαίῳ νοούμενον, καὶ μέν τοι τὸ εὐῶδες, ὡς ἐν λιβάνῳ τυχόν· εἴη δ' ἂν οὐκ ἀμφίλογον, ὅτι χρῆμα στυγνὸν καὶ ἄοσμον ἀληθῶς, ἡ ἐν ἡμῖν ἁμαρτία. Καταπλουτήσει δὲ ἐφ' ἑαυτῇ, τῆς ἀρετῆς ἀεί πως τὸ ἱλαρὸν, δι' ἐλπίδος τῆς εἰς Θεὸν πολὺ τὸ εὐῶδες ἐχούσης, ὡς ἐν πιότητι δηλονότι τῇ νοητῇ. Τύπος οὖν ἄρα ζωῆς, τῆς μὴ ἐχούσης τὸ ἱλαρὸν καὶ εὐωδίας ἐρήμης, ἡ λιβάνου δίχα καὶ ἐλαίου σεμίδαλις, ἀλλ' ἐν Χριστῷ καὶ αὐτὴ μεταστήσεται πρὸς τὸ ἱλαρόν. ∆έχεται δὲ καὶ τὸ εὐῶδες ἐν πίστει, καὶ προσφέρεται τῷ Θεῷ δι' αὐτοῦ, τοῦ διασμήχοντος τοὺς μεμολυσμένους, καὶ ἀπονίζοντος νοητῶς τοὺς ἐναλόντας ἀκαθαρσίᾳ. «∆ράξεται γὰρ,» φησὶν, «ὁ ἱερεὺς ἀπὸ τῆς σεμιδάλεως, καὶ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων Κυρίῳ.» Ἐν Χριστῷ γὰρ ἡμῶν ἡ προσαγωγὴ, καὶ δι' αὐτοῦ προσίεμεν οἱ μεμολυσμένοι. ∆ικαιούμεθα δὲ διὰ πίστεως, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνατιθέμεθα τῷ Πατρὶ, ἑαυτοὺς μὲν οὐκέτι, Χριστὸν δὲ τὸν ἐν ἡμῖν, εὐωδίαν ἔχοντες τὴν πνευματικήν. {ΠΑΛΛ.} Ἀτρεκὴς ὁ λόγος. {ΚΥΡ.} Καὶ πρός γε δὴ τούτοις, καὶ εἰ γένοιτό τινας προσκροῦσαι Θεῷ, καὶ ὑφελέσθαι τι τῶν ἡγιασμένων, εἴτ' οὖν ἀνήνασθαι τὸ ἐπηγγελμένον, καὶ μηδὲ παραχρῆμα προσενεγκεῖν, καὶ τὸ ῥᾴθυμον ἐν τούτοις, λήθης ἔγκλημα παθεῖν, διακαθαίρει πάλιν. Γέγραπται γὰρ ὡδί· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Ψυχὴ ἢ ἂν λάθῃ αὐτὴν λήθη, καὶ ἁμάρτῃ ἀκουσίως ἀπὸ τῶν ἁγίων Κυρίου, καὶ οἴσει τῆς πλημμελείας αὐτοῦ τῷ Κυρίῳ κριὸν ἄμωμον ἐκ τῶν προβάτων, τιμῆς ἀργυρίου σίκλων, τῷ σίκλῳ τῶν ἁγίων, περὶ οὗ ἐπλημμέλησε· καὶ ὃ ἥμαρτεν ἀπὸ τῶν ἁγίων, ἀποτίσει αὐτὸ, καὶ τὸ ἐπίπεμπτον προσθήσει ἐπ' αὐτὸ, καὶ δώσει αὐτὸ τῷ ἱερεῖ, καὶ ὁ ἱερεὺς ἐξιλάσεται περὶ αὐτοῦ ἐν τῷ κριῷ τῆς πλημμελείας, καὶ ἀφεθήσεται αὐτῷ.» Πάνδεινον γὰρ ἀληθῶς, τὸ ὑφελέσθαι τι τῶν ἡγιασμένων καὶ ἀνατιθεμένων εἰς δόξαν Θεοῦ. Ἐν ἴσῳ δὲ τρόπῳ διαβεβλήσεται, καὶ οὐκ ἐν μικραῖς αἰτίαις, τὸ μὴ ἀποτίσαι τὰ ἐπηγγελμένα. «Τέκνον γὰρ,» φησὶν, «ἐὰν εὔξῃ εὐχὴν τῷ Κυρίῳ, μὴ χρονίσῃς τοῦ ἀποδοῦναι αὐτήν· ἀγαθὸν τὸ μὴ εὔξασθαί σε, ἢ τὸ εὔξασθαι, καὶ μὴ ἀποδοῦναι.» Ψάλλει δέ που καὶ ὁ θεσπέσιος ∆αβίδ· «Εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ὑμῶν.» Ἐκολάζοντο δὲ καὶ οἱ Ἠλεὶ παῖδες, ὑποκλέπτοντές τινα τῶν ἁγίων, καὶ σφετεριζόμενοι τὰ τοῦ Θεοῦ. Τίς οὖν ἂν γένοιτο καὶ τοῦδε τυχὸν ἡ ἄφεσις; Ἢ πῶς ἂν ἐκλύσοιεν αἰτίας τὸν πόδα, καὶ ἀπαλλάττοιτό τις; Πρῶτον μὲν εἰ πλουσιωτέραν τῶν ὑφαιρεθέντων ποιοῖτο τὴν ἀντέκτισιν· Προσθήσει γὰρ τὸ ἐπίπεμπτον, φησὶν, εἶτα κριὸν εἰς θυσίαν εἰ προσοίσειεν ὠνητόν. Τύπος ἂν εἴη τὸ χρῆμα, Χριστοῦ, ὃν οἱ τῶν Ἰουδαίων προεστηκότες ἐξεπρίαντο τρόπον τινὰ, τριάκοντα δηναρίων, ἃ τῷ προδότῃ κατέθεντο μαθητῇ. Οὐκοῦν ἐν Χριστῷ, καὶ τῶν εἰς Θεὸν αἰτιαμάτων, ἡ ἄφεσις. Ὅτι δὲ καὶ τῶν εἰς ἀνθρώπους ἀδικημάτων ἀπαλλάξειεν ἂν αὐτὸς, ἀταλαίπωρον ἰδεῖν, τὸν γείτονά τε καὶ ἐφεξῆς ἀνεγνωκόσι νόμον. Ἔχει δὲ οὕτω· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Ψυχὴ ἣ ἂν ἁμάρτῃ, καὶ παριδοῦσα παρίδῃ τὰς ἐντολὰς Κυρίου, καὶ ψεύσεται τὰ πρὸς τὸν πλησίον ἐν παραθήκῃ, ἢ περὶ κοινωνίας, ἢ περὶ ἁρπαγῆς, ἢ ἠδίκησέ τι τὸν πλησίον, ἢ εὗρεν ἀπώλειαν, καὶ ψεύσηται περὶ αὐτῆς, καὶ ὀμόσῃ ἀδίκως περὶ ἑνὸς ἀπὸ πάντων, ὧν ἐὰν ποιήσῃ ὁ ἄνθρωπος, ὥστε ἁμαρτεῖν ἐν τούτοις. Καὶ ἔσται ἡνίκα ἐὰν ἁμάρτῃ, καὶ πλημμελήσῃ, καὶ ἀποδῷ τὸ ἅρπαγμα, ὃ ἥρπασεν, ἢ τὸ ἀδίκημα, ὃ ἠδίκησεν, ἢ τὴν παραθήκην, ἥτις παρετέθη αὐτῷ, ἢ τὴν ἀπώλειαν, ἣν εὗρεν ἀπὸ παντὸς πράγματος, οὗ ὤμοσε περὶ αὐτοῦ ἀδίκως, καὶ ἀποτίσει αὐτὸ τὸ κεφάλαιον, καὶ τὸ ἐπίπεμπτον προσθήσει ἐπ' αὐτὸ, τίνος ἐστὶν, αὐτῷ ἀποδώσει ᾗ ἡμέρᾳ ἐλεγχθῇ, καὶ τῆς πλημμελείας αὐτοῦ οἴσει τῷ Κυρίῳ κριὸν ἀπὸ τῶν προβάτων ἄμωμον, τιμῆς, εἰς ὃ ἐπλημμέλησε. Καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι Κυρίου, καὶ ἀφεθήσεται αὐτῷ περὶ ἑνὸς ἀπὸ πάντων ὧν ἐποίησε καὶ ἐπλημμέλησεν ἐν αὐτῷ.» Ὁρᾷς τῆς ἀποκαθάρσεως ἐν ἴσῳ τρέχοντα, καὶ πληρούμενον δι' ἀμφοῖν τὸν τρόπον; Ἐκτίσει γὰρ δὴ σὺν πλεονασμῷ, καὶ κριοῦ προσαγωγῇ· τά τε εἰς Θεὸν ἐγκλήματα, τά τε εἰς ἀδελφοὺς καὶ ὁμογενεῖς ἀποκρούεσθαι δεῖν ὁ νόμος εὖ μάλα διεκελεύετο. Μερικὴ δὲ οὔτι που δικαίωσις ἐν Χριστῷ, τελεία δὲ μᾶλλον τοῦ κατασπιλοῦν εἰωθότος ἀπόνιψις· τοιγάρτοι καὶ ἔφασκεν· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ὁ πιστεύων εἰς ἐμὲ, ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.» Εἰ δὲ τὸ κρίνεσθαι διαπέφευγεν, ὁ τὴν ἐν πίστει δικαίωσιν εἰσποιητὴν ἔχων διὰ Χριστοῦ, πᾶσά πως ἀνάγκη λέγειν ὡς διέδρα τὰ ἐγκλήματα· καὶ τρόπος αἰτιαμάτων ἰσχύσειεν ἂν οὐδεὶς, κατά γε τοιοῦδε, φημί. «Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ κατακρίνων;» Οὐκοῦν τοῖς λελυπημένοις τῶν ἀδελφῶν, διὰ πραγμάτων ἀπολογούμενοι, τὴν ἐν Χριστῷ δικαίωσιν ἑτοιμοτάτην εὑρήσομεν. Οὕτω καὶ Ζακχαῖος ὁ τελώνης κεκλημένος εἰς ἀποστολὴν, οὐχ ὡς ἕψεται μόνον τῷ κεκληκότι κατεπηγγέλλετο, ἀλλὰ καὶ πάντα ὅσα ἂν ἠδίκησεν ἀποδώσειν ἐν τετραπλῷ. Χρῆναι γὰρ οἶμαι τοὺς μέλλοντας ἔν γε δὴ σφίσιν αὐτοῖς ἔνοικον διὰ τοῦ Πνεύματος ποιεῖσθαι Χριστὸν, προαπονίζεσθαι ῥύπους, καὶ προαποσμήχειν ἐγκλήματα, λαμπρὰν δὲ οὕτω καὶ ἀκηλίδωτον ἀποφαίνειν αὐτῷ τὴν ἰδίαν ψυχὴν, καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Μελῳδὸς ἐν καλῷ τῆς τοιαύτης ἀρετῆς γεγονὼς, ἀνεφώνει λέγων· «Ἑτοίμη ἡ καρδία μου, ὦ Θεὸς, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ.» Ὥσπερ γὰρ καθαροῖς μὲν οὖσι τοῖς ἐρίοις ἐνιζάνουσιν αἱ βαφαὶ, εἰ δὲ ῥύπου τι μέτεισι λείψανον, εὐαπόβλητον εὐθὺς τὸ εἰσκεκριμένον, καὶ ἀσφαλῆ τὴν ἕδραν οὐκ ἔχον ἐν αὐτοῖς· οὕτω καὶ ἡ Χριστοῦ μέθεξις, ταῖς μὲν ἁγίαις καὶ καθαραῖς εἰσδύεται ψυχαῖς, ταῖς δὲ μὴ οὕτως ἐχούσαις, οὐδ' ἂν ὅλως ἐνιζήσειεν· «Ἅγιον γὰρ πνεῦμα σοφίας φεύξεται δόλον,» κατὰ τὸ γεγραμμένον, «καὶ οὐ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίαις.» Οὐκοῦν θεραπεύοντες τοὺς ἠδικημένους, καὶ τοῖς εἰς φιλίαν κατορθώμασι τὰς τῶν ἀδελφῶν ἀποκείροντες λύπας, αἰτίας ἑαυτοὺς ἁπάσης ἀπαλλάξομεν, καὶ τὴν ἐν Χριστῷ κερδανοῦμεν ἄφεσιν. {ΠΑΛΛ.} Ὀρθότατα ἔφης. {ΚΥΡ.} Βούλει δὴ τούτοις καὶ ἑτέρους ἐννοιῶν ἐπισυλλέγοντες τρόπους, τά τε ἐκ μολυσμῶν ἐγκλήματα, καὶ τὰ ἐφ' ἑκάστῳ τεθεσπισμένα πρὸς ἀποκάθαρσιν ἐξηγώμεθα; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν, ἀμφιλαφεστέραν γὰρ οὕτω τὴν ὄνησιν ἐξεργάσαιτ' ἂν ἡμῖν ὁ ἐπὶ τῷδε λόγος. {ΚΥΡ.} Γέγραπται τοίνυν ἐν τοῖς Ἀριθμοῖς· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐξαποστειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν, καὶ πάντα γονοῤῥυῆ, καὶ πάντα ἀκάθαρτον ἐπὶ ψυχῇ, ἀπὸ ἀρσενικοῦ ἕως θηλυκοῦ, ἐξαποστείλατε ἔξω τῆς παρεμβολῆς, καὶ οὐ μὴ μιανοῦσι τὰς παρεμβολὰς αὐτῶν, ἐν οἷς ἐγὼ καταγίνομαι ἐν αὐτοῖς.» Ὅτι μὲν οὖν τοῖς ἐξ ἀνάγκης καὶ ἀβουλήτως συμβαίνουσιν, οὐκ ἂν, οἶμαι, δόξειεν εἰκότως ἐπιτιμᾷν ὁ νόμος ἡμῖν, ἐν τούτοις, παντί τῳ σαφές· κολάζεται γὰρ ἀνθ' ὅτου, τὸ σώματος πάθος, καὶ τὴν ἐκ νόμου κατάῤῥησιν ὅπως ἂν ἔχοι δικαίαν, ὁ σαρκικαῖς ἀῤῥωστίαις περιπεσών; σοφὸν οὖν ἄρα καὶ ἀναγκαῖον εἰς εἰκόνα καὶ τύπον τῶν ἐν ψυχαῖς νοσημάτων, δέχεσθαι τὰ σωματικά. Εἴη γὰρ ἂν οὕτω πνευματικὸς ὁ νόμος, καὶ ψῆφος ὁσία τὰ ἐφ' ἑκάστῳ παρὰ Θεοῦ κατὰ καιροὺς κεχρησμωδημένα, οὐχὶ τοὺς ἀνεθελήτοις ἐναλόντας νόσοις, ταῖς δίκαις ὑπάγοντα, ἀλλ' οἷς ὁ τοῦ πλημμελῆσαι λόγος, ὁσίαν ἂν ἔχοι τὴν ἐπίπληξιν. {ΠΑΛΛ.} Ὡς εὖγε δὴ φής. {ΚΥΡ.} Ἀποπέμπεσθαι μὲν οὖν τῆς παρεμβολῆς προστέταχε λεπρὸν, ἰσχνοτάτην δὲ λίαν ἐπ' αὐτῷ ποιεῖται τὴν βάσανον, καὶ δοκιμάζεσθαι δεῖν ἐπιτάττει τὴν νόσον, οὕτω λέγων· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν, λέγων· Ἀνθρώπῳ ἐάν τινι γένηται ἐν δέρματι χρωτὸς αὐτοῦ οὐλὴ σημασίας τηλαυγὴς, καὶ γένηται ἐν δέρματι χρωτὸς αὐτοῦ ἁφὴ λέπρας, ἀχθήσεται πρὸς Ἀαρὼν τὸν ἱερέα, ἢ ἕνα τῶν υἱῶν αὐτοῦ τῶν ἱερέων· καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν ἐν δέρματι τοῦ χρωτὸς αὐτοῦ, καὶ ἡ θρὶξ ἐν τῇ ἁφῇ μεταβάλῃ λευκὴ, καὶ ἡ ὄψις τῆς ἁφῆς ταπεινὴ ἀπὸ δέρματος τοῦ χρωτὸς, ἁφὴ λέπρας ἐστὶ, καὶ ὄψεται ὁ ἱερεὺς, καὶ μιανεῖ αὐτόν. Ἐὰν δὲ καὶ τηλαυγὴς λευκὴ ᾖ ἐν τῷ δέρματι τοῦ χρωτὸς αὐτοῦ, καὶ ταπεινὴ μὴ ᾖ ἡ ὄψις αὐτῆς ἀπὸ τοῦ δέρματος, καὶ ἡ θρὶξ αὐτοῦ οὐ μετέβαλε τρίχα λευκὴν, αὐτὴ δέ ἐστιν ἀμαυρὰ, καὶ ἀφοριεῖ ὁ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ ἡμέρας· καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ἰδοὺ ἡ ἁφὴ μένει ἐναντίον αὐτοῦ, οὐ μετέπεσεν ἡ ἁφὴ ἐν τῷ δέρματι, καὶ ἀφοριεῖ αὐτὸν ὁ ἱερεὺς ἑπτὰ ἡμέρας τὸ δεύτερον, καὶ ὄψεται ὁ ἱερεὺς αὐτὸν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ τὸ δεύτερον. Καὶ ἰδοὺ ἀμαυρὰ ἡ ἁφὴ, οὐ μετέπεσεν ἡ ἁφὴ ἐν τῷ δέρματι, καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεύς· σημασία γάρ ἐστι. Καὶ πλυνάμενος τὰ ἱμάτια αὐτοῦ, καθαρὸς ἔσται. Ἐὰν δὲ μεταβαλοῦσα μεταπέσῃ ἡ σημασία ἐν τῷ δέρματι, μετὰ τὸ ἰδεῖν αὐτὸν τὸν ἱερέα τοῦ καθαρίσαι αὐτὸν, καὶ ὀφθήσεται τὸ δεύτερον τῷ ἱερεῖ, καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς, καὶ ἰδοὺ μετέπεσεν ἡ σημασία ἐν τῷ δέρματι, καὶ μιανεῖ αὐτὸν ὁ ἱερεύς· λέπρα ἐστίν.» Ἰσχνομυθία μὲν οὖν τὸ χρῆμά ἐστιν, ὦ Παλλάδιε, καὶ οὐχ ἕτοιμος ἑλεῖν ὁ ἐπὶ τοῖσδε λόγος. Ἀναγκαῖον δὲ οἶμαι συνενεγκόντα τὸν νοῦν, ὡς ἐν ὀλίγοις εἰπεῖν, τὸ τί ἂν βούλοιτο δηλοῦν ὁ νόμος. Προεξηγήσομαι δὲ τέως τοῦ πάθους τὴν διαφοράν. Λέπρα μὲν οὖν τοῖς ἀνθρωπίνοις σώμασι παγχάλεπόν ἐστι πάθος, καὶ δυσδιάφυκτον καὶ βορόν· συμβαίνει δὲ κατὰ νέκρωσιν. Κοιλαίνεται μὲν γὰρ τὸ τραῦμα εὐθὺς, δαπανωμένου τοῦ δέρματος, καὶ εἰς βάθος ἀεὶ συνιζάνοντος· ἅτε δὴ, καὶ διερπούσης ἀεὶ πρὸς τὸ κάτω τῆς φθορᾶς. Ὅθεν τοι, καθάπερ ἐγῷμαι, καὶ ἡ θρὶξ ἐπανθοῦσα τοῖς τόποις μαραινομένη, καταλευκαίνεται, καὶ οἱονεί τι φυτὸν τῇ ὑποκειμένῃ συγκαταφθείρεται γῇ. Λέπρα μὲν οὖν τὸ τοιόνδε πάθος. Λεύκη δὲ πάλιν, ἀῤῥώστημα σαρκικὸν τῇ λέπρᾳ προσεοικὸς, πλὴν οὐκ ἐνίησι τὸ λυποῦν εἰς βάθος, οὔτε μὴν εἰσπέμπει τοῖς ἔσω τῆς νόσου τὴν αἴσθησιν, ἐπινήχεται δὲ ὥσπερ ἄκρῳ τε, καὶ μόλις ἐπανθοῦσα τῷ σώματι, καὶ οὐδὲ τρίχα μεθίστησιν εἰς τὸ λευκὸν, οὔτε μὴν ἀκαθέκτως εὐρύνεται, ἀλλ' ὀλίγοις κομιδῇ τοῖς ἐπικουρήμασιν εὐκόλως ἀνασειράζεται, καὶ ὑπονοστεῖ πρὸς ὑγιὲς ἡ ἐπανθοῦσα σάρξ. Οὐκοῦν ἡ μὲν λέπρα, νέκρωσις ὁμολογουμένη, ἐν ὑποψίαις δέ πως τῆς λέπρας ἡ λεύκη, οὐ μὴν ἔτι καὶ τὸ αὐτὸ κατὰ ἀλήθειαν, λέπρα καὶ νέκρωσις. Καταψηφίζεται τοίνυν ὁ νόμος τοῦ λεπροῦ τὸ ἀκάθαρτον, ὡς ἤδη παθόντος τὴν νέκρωσιν. Ἀνίησι δὲ τοῦ ἐγκλήματος, τὸν λεύκην ἠῤῥωστηκότα, ὡς ἐν ὑποψίαις μὲν γεγονότα τοῦ λεπρᾷν, οὐ μὴν ἔτι καὶ λελεπρωμένον. Τοιγάρτοι, φησὶν, εἰ γένοιτο οὐλὴ σημασίας, καὶ ἁφὴ λέπρας, καὶ κοιλοτέρα ἡ ὄψις τοῦ δέρματος, καὶ μὴν καὶ τριχὸς εἰς λευκότητα μεταβολὴ, συναποθνησκούσης τάχα που τῇ ὑποκειμένῃ σαρκὶ, λέπρα δὴ πάντως ἔσται. Ἕρπει γὰρ εἰς βάθος ἡ νέκρωσις. Εἰ δὲ δὴ γένοιτό τις λεύκη σημασίας, δίχα κοιλότητος τῆς ἐν δέρματι, καὶ τριχὸς εἰς λευκότητα μεταβολῆς, δοκιμαζέσθω, φησὶ, παρὰ τοῦ ἱερέως, καὶ ἀφοριζέσθω δεύτερον· τὸ ἀπεικὸς γὰρ οὐδὲν, ὡς καὶ αὐτὴ τῶν ἡμερῶν ἡ παράτασις, τὸ ἀῤῥώστημα βασανίζουσα, παραδείξειεν ἂν ἔσθ' ὅτε τοῖς ἐρευνῶσι τὸ ἀκριβές. Ἡ μὲν γὰρ θρὶξ ὑπομένει τὸ ἑτερόχρουν, κοιλαινομένου τοῦ δέρματος, μετακεχώρηκε δὲ πρὸς λέπραν ἡ λεύκη. Οὐδενὸς δὲ τούτων γεγονότος, «Ἀνείσθω, φησὶ, τῆς αἰτίας.» Οὐ γάρ τοι λέπρα τὸ πάθος, ἀλλὰ τὸ λέπρᾳ προσεοικὸς, καὶ ἀγχοῦ δὴ μάλα, τοῦτ' ἔστιν, ἡ λεύκη. Ὁ μὲν οὖν ἐν προχείρῳ λόγος, καὶ ἡ τοῦ πράγματος διασάφησις ἀποχρῶσαν ἔχει τὴν παράθεσιν. Ἀλλὰ φέρε λέγωμεν τὰ πνευματικὰ, καὶ τῶν εἰς νοῦν τε καὶ κεκρυμμένων ἐννοιῶν ἁπτώμεθα. {ΠΑΛΛ.} Ὡς καλὸν τὸ χρῆμα καὶ ὀνησιφόρον. {ΚΥΡ.} Χρὴ τοίνυν ἡμᾶς τοὺς ἐν Χριστῷ ζωοποιουμένους, ζωοποίησιν δέ φημι τὴν πνευματικὴν, νεκρῶν ἔργων ἀποφοιτᾷν, καὶ ὡς ἀπωτάτω χωρεῖν, εἶεν δ' ἂν, οἶμαι, ταυτὶ, τὰ δι' ὧν ἂν γένοιτο κατανεκροῦσθαι ψυχὴν, καὶ ἀποψύχεσθαι νοῦν, ἀχαλίνως ἐκνενευκότα πρὸς τὰ σαρκός τε καὶ κόσμου. Εἰ γάρ ἐστιν ἀληθὲς, ὡς ὁ εἰς τὴν σάρκα σπείρων, ἐκ τῆς σαρκὸς θερίσει φθοράν· καὶ οἱ κατὰ σάρκα ζῶντες Θεῷ ἀρέσαι οὐ δύνανται, ὅτι δὲ καὶ τεθνήξονται πῶς ἂν εἴη λοιπὸν ἢ πόθεν ἀμφίλογον; Νεκρὸς οὖν ἄρα, καὶ τοῖς τῆς νεκρότητος ἔργοις ἐνισχημένος, ὁ ψυχήν τε καὶ νοῦν ἐκμεμολυσμένος, καὶ μὴν καὶ φαυλότητος ἀνάπλεως κοσμικῆς. Καὶ νοητὴν ἀληθῶς, εἴπερ ἂν ἕλοιτό τις τὴν τοιάνδε λέπραν εἰπεῖν, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος. Ἀκάθαρτος οὖν ὁ τοιοῦτος ἐν ὀφθαλμοῖς τοῦ Χριστοῦ. «Καταμιανεῖ γὰρ αὐτὸν,» φησὶν, «ὁ ἱερεύς.» Ἀκούσεται γὰρ ἐπὶ τοῦ θείου βήματος, τοῖς ἄγαν φιλαμαρτήμοσιν ἐναρίθμιος ὤν· «Πορεύετε ἀπ' ἐμοῦ, ἐργάται ἀνομίας, οὐκ οἶδα ὑμᾶς.» Λεύκῃ γε μὴν καὶ οὐλῇ σημασίας παρεικαστέον τοὺς ἐν ψιλαῖς ταῖς ἐπιθυμίαις κειμένους ἔτι, καὶ οὔπω πρὸς ἔργον ἥκοντας λογισμοῦ. Ἢ οὐχὶ δὴ φὴς ὑπάρχειν ἀληθὲς, ὡς προαναθρώσκουσιν ἐν ἡμῖν καὶ οἱονεὶ προανίσχουσι τῶν ἀποτελεσμάτων αἱ ἡδοναὶ καὶ λογισμοὶ, καλοῦντες ἐπί τι τῶν διαβεβλημένων ἐκ νόμου; {ΠΑΛΛ.} Φημί· μεμνήσομαι γὰρ τοῦ μακαρίου ∆αβὶδ λέγοντος· «Πρὸ τοῦ με ταπεινωθῆναι, ἐγὼ ἐπλημμέλησα.» {ΚΥΡ.} Ὀρθότατα ἔφης· πρὸ γάρ τοι τῶν ἀποτελεσμάτων, γίνεται δὴ πάντως ἐν πλημμελείαις ὁ νοῦς, προωδινήσας τὴν ἡδονὴν, πλὴν ἐν μόναις ἔτι ταῖς ἐπιθυμίαις τῆς ἁμαρτίας κειμένης, ἕστηκεν ἐν μεταιχμίῳ, πρὸς ἄμφω βλέπων ὁ νοῦς· καὶ ἐλευθέραν ἔχων ἐφ' ὅπερ ἂν ἕλοιτο τὴν ῥοπὴν, καὶ πεπονθὼς οὔπω τὴν νέκρωσιν, ἀγχοῦ δὲ δὴ σφόδρα γεγονὼς τοῦ κακοῦ, καὶ ἐν ὠδῖσιν ἔχων τὸ πάθος. Τοιουτονί τι σαφῶς καὶ ὁ τοῦ Σωτῆρος ἡμῖν ὑπεφώνησε μαθητής. «Μηδεὶς γὰρ,» φησὶ, «πειραζόμενος λεγέτω, ὅτι Ἀπὸ Θεοῦ πειράζομαι. Ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα. Ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος. Εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα, τίκτει ἁμαρτίαν. Ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα, ἀποκύει θάνατον.» {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Οὐκοῦν τὸ ἐκτεθνάναι τυχὸν, ὡς ἐν λέπρᾳ, φημὶ τῇ νοητῇ, καὶ ὡς ἐν πάθει τῷ κατὰ νέκρωσιν τὴν ἐξ ἁμαρτίας, οὐκ ἐν μόναις ἂν γένοιτο ταῖς ἐπιθυμίαις, ἀλλ' ἐν ταῖς ἐκβάσεσι τῶν ἀποτελεσμάτων, καὶ ἕως μὲν ἔστιν ἐν ὠδῖσιν ἔτι τοῦ νοῦ τὸ κακὸν, οὔπω νέκρωσις, οὔπω θάνατος, οὐ γὰρ πᾶσα ἁμαρτία πρὸς θάνατον, ὡς ὁ τοῦ Σωτῆρος εἴρηκε μαθητὴς, ἀλλ' ἐν ὑποψίαις ἔτι τοῦ παθεῖν τὰ νεκροῦν εἰδότα. Ἐν δοκήσει δέ πως ἢ ἀγχοῦ τῆς λέπρας, τὴν λεύκην ἐλέγομεν. Ὄψεται, φησὶν, ὁ ἱερεὺς, τὸν τῷ πάθει κάτοχον, φημὶ δὴ τῇ λεύκῃ, καὶ εἰ μὲν ὁρῷτο μὴ μεταβάλλουσα πρὸς λέπραν, οὐ καταμιανεῖ αὐτὸν, ἀφοριεῖ δὲ μᾶλλον· οὐ γὰρ ἀνεπίπληκτον παρὰ Θεῷ, κἂν γοῦν ἐν ἐπιθυμίαις καὶ ἀγχοῦ γενέσθαι τοῦ κακοῦ. Εἰ δὲ παραιτοῖτο, φησὶ, τὸ πάθος τὴν μεταβολὴν, οὐκ εἰς τὸ χεῖρον ἐκνενευκὸς, καθαρὸς ἔστω, φησίν. Ἄριστον δὴ οὖν καὶ σωτήριον ἀληθῶς τὸ, παραιτεῖσθαι τὴν νέκρωσιν, τὴν ὡς ἐν ἔργοις φημὶ, καὶ αὐτοῖς ἤδη πως τοῖς ἀποτελέσμασι τὸν νοῦν ἀποψύχουσαν. Σοφὸν δὲ πρὸς τούτῳ, τὸ ἀπονεύειν εὖ μάλα πειρᾶσθαι τὰ πάθη, καὶ εἰ ἐν ψιλαῖς ἔτι ταῖς ἐπιθυμίαις ὁρῷτο συμβαίνοντα· τουτὶ γὰρ, οἶμαι, ἐστὶ τὸ λέπρας αὐτῆς καὶ λεύκης ἀποφοιτᾷν. ∆ιεπύθου γὰρ ὅτι πλείστης ὅσης τὰ καθ' ἡμᾶς ἐποπτείας ἀξιοῖ Θεὸς κατὰ φύσιν ὑπάρχων ὁ Ἐμμανουὴλ, ὁ μέγας ἡμῶν Ἀρχιερεὺς, καὶ προσίεται μὲν τὸ φαῦλον ἐκνενιμμένους, ἐκπέμπει δὲ δὴ τῆς τῶν ἁγίων παρεμβολῆς, εἰ καταθεῷτο μεμολυσμένους. {ΠΑΛΛ.} Ἀληθὴς ὁ λόγος. {ΚΥΡ.} «Ἅγιοι γὰρ ἔσεσθε,» φησὶν, «ὅτι ἐγὼ ἅγιός εἰμι.» Ἐπιτήρει δὲ, ὅτι πλυνάμενον τὰ ἱμάτια τὸν τῆς αἰτίας ἀπηλλαγμένον, καθαρὸν ἔσεσθαί φησι, τὴν δι' ὕδατος κάθαρσιν προαναφωνῶν ὁ νόμος, καὶ ὡς ἐν τύποις ἡμῖν τοῖς ἐν αἰσθήσει σωματικῇ, τὸ τοῦ ἁγίου βαπτίσματος καταγράφων μυστήριον. {ΠΑΛΛ.} Συνίημι. {ΚΥΡ.} Θέα δὴ οὖν, ὦ Παλλάδιε, τὸ πολὺ λίαν ἐντενὲς τοῦ νόμου. Μετατάττει γὰρ ὥσπερ τὰς ἐννοίας ἡμῶν ἐπὶ τὸ ἐναντίως ἔχον, καὶ τὸ τελοῦν εἰς ὄνησιν διὰ παντὸς ὥσπερ ὑποφαίνει τρόπου. {ΠΑΛΛ.} Πῶς δὴ φής; {ΚΥΡ.} Ἔφη γὰρ πάλιν· «Καὶ ἁφὴ λέπρας, ἐὰν γένηται ἐν ἀνθρώπῳ, καὶ ἥξει πρὸς τὸν ἱερέα, καὶ ὄψεται ὁ ἱερεὺς, καὶ ἰδοὺ οὐλὴ λευκὴ ἐν τῷ δέρματι, καὶ αὕτη μετέβαλε τρίχα λευκὴν, καὶ ἀπὸ τοῦ ὑγιοῦς τῆς σαρκὸς τῆς ζώσης ἐν τῇ οὐλῇ, λέπρα παλαιουμένη ἐστὶν ἐν τῷ δέρματι τοῦ χρωτὸς αὐτοῦ, καὶ μιανεῖ αὐτὸν ὁ ἱερεὺς, καὶ ἀφοριεῖ αὐτὸν, ὅτι ἀκάθαρτός ἐστιν. Ἐὰν δὲ ἀνθοῦσα ἐξανθήσῃ λέπρα ἐν τῷ δέρματι τοῦ χρωτὸς αὐτοῦ, καὶ καλύψῃ ἡ λέπρα πᾶν τὸ δέρμα τῆς ἁφῆς ἀπὸ κεφαλῆς ἕως ποδῶν αὐτοῦ, καθ' ὅλην τὴν ὅρασιν τοῦ ἱερέως, καὶ ὄψεται ὁ ἱερεὺς, καὶ ἰδοὺ ἐκάλυψεν ἡ λέπρα πᾶν τὸ δέρμα τοῦ χρωτὸς αὐτοῦ, καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεὺς τὴν ἁφὴν, ὅτι πᾶν μετέβαλε λευκὸν, καὶ καθαρός ἐστι. Καὶ ᾗ ἂν ἡμέρᾳ ὀφθῇ ἐν αὐτῷ χρὼς ζῶν, μιανθήσεται· καὶ ὄψεται ὁ ἱερεὺς τὸν χρῶτα τὸν ὑγιῆ, καὶ μιανεῖ αὐτόν. Ὁ χρὼς ὁ ὑγιὴς, ἀκάθαρτός ἐστι· λέπρα ἐστίν. Ἐὰν δὲ ἀποκαταστῇ ὁ χρὼς ὁ ὑγιὴς, καὶ μεταβάλῃ λευκὴ, καὶ ἐλεύσεται πρὸς τὸν ἱερέα· καὶ ὄψεται ὁ ἱερεὺς, καὶ ἰδοὺ μετέβαλεν ἡ ἁφὴ εἰς τὸ λευκὸν, καὶ καθαριεῖ ὁ ἱερεὺς τὴν ἁφὴν, καὶ καθαρός ἐστι.» {ΠΑΛΛ.} Καὶ τίς ἂν νοοῖτο πρὸς ἡμῶν ἔν γε τούτῳ τῆς ἀντιστροφῆς ὁ τρόπος; {ΚΥΡ.} Οὐ γὰρ δὴ συνίης ὅτι λέπραν μὲν εἶναι διεβεβαιούμεθα, τὴν ἐκ μέρους νέκρωσιν ἐν ζώσῃ σαρκὶ, καὶ ἀπόβλητος ἦν ὁ τῇ νόσῳ κάτοχος, ὡς μεμολυσμένος; {ΠΑΛΛ.} Συνίημι. {ΚΥΡ.} Ἄθρει δὴ οὖν, ὅτι περιτρέπεταί πως ἡμῖν τὸ χρῆμα δὴ πάλιν εἰς τὸ ἐναντίως ἔχον. Εἰ γὰρ δὴ γένοιτο, φησὶν, ὅλος διόλου λεπρὸς, καὶ νεκρώσει κάτοχος, οὐδὲν ἔχων ὑγιὲς, ἀνείσθω δὴ τότε τῶν εἰς μολυσμὸν ἐγκλημάτων, καθαρός ἐστι. Χρωτὸς δὲ δὴ ζῶντος εἰ μὲν εἴη τι λείψανον ἐν αὐτῷ, Καταγραφέτω, φησὶν, ὁ ἱερεὺς αὐτοῦ τὴν ἀκαθαρσίαν· μιανεῖ γὰρ αὐτὸν ὁ χρὼς ὁ ζῶν, καὶ λεπρός ἐστιν· ἰσομοιρήσει καὶ τόδε τοῖς εἰς λέπραν αἰτιάμασιν. {ΠΑΛΛ.} Οὐκ ἂν ἔχοιμι νοεῖν ὅ τί ποτέ ἐστιν, ὃ φής. Εἰ γὰρ ἡ ἐκ μέρους λέπρα καταμιανεῖ τινας, πῶς ἀποφήνειε καθαροὺς ἡ εἰσάπαν καὶ ὁλοτελής; {ΚΥΡ.} Ἰσχνομυθία μὲν οὖν, ὦ Παλλάδιε, τὸ χρῆμά ἐστιν, οἰησόμεθα δὲ οὔτι που μαχομένην ὥσπερ καὶ ἀντεξάγουσαν ἡμῖν τὴν θεωρίαν, εἰσφέρειν τοῦ νόμου τὸ ἀκριβές. Ἐφήρμοσται δέ τις ἑκάστῳ λόγος σοφός τε καὶ ἀναγκαῖος, καὶ ἀδιαβλήτως ἔχων· καὶ φέρε λέγωμεν, εἰ δοκεῖ. {ΠΑΛΛ.} Πάνυ μὲν οὖν· ἐρεῖς γὰρ ὡς ἥδιστα δεδιψηκότι μοι. {ΚΥΡ.} Κατὰ διττὸν, οἶμαι, τρόπον τὸν εὐνομώτατον παρά γε τῷ φιλαρέτῳ Θεῷ κατορθώσομεν βίον. Ἢ γὰρ, ζῶντες αὐτῷ τὴν ἐκ παθῶν τε καὶ ἁμαρτίας παραιτούμεθα νέκρωσιν, καὶ τοῦτό ἐστι τὸ μὴ παθεῖν τὴν λέπραν· ζῶντι γὰρ σώματι νεκρότης ἐπισυμβαίνουσα μερικὴ, τὴν λέπραν ἀποτελεῖ· ἤγουν καθ' ἕτερον τρόπον διὰ νεκρώσεως ἀγαθῆς, καὶ τοῦ μηκέτι ζῇν ἀνέχεσθαι κοσμικῶς, καθάπερ τινὰ στέφανον, τὴν ἐφ' ἅπασι τοῖς ἀρίστοις ἀναδησόμεθα ψῆφον. Γράφει γὰρ ὧδέ τισιν ὁ θεσπέσιος Παῦλος· «Οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς εἶναι νεκροὺς μὲν τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ, ἐν Χριστῷ Ἰησοῦ.» Οὐκοῦν ζῶντες μὲν ἐν Χριστῷ, διά γε τοῦ κατορθοῦν ἐπείγεσθαι τὸ αὐτῷ δοκοῦν, τὸ κατανεκροῦσθαι μισήσομεν, δῆλον δὲ, ὅτι πρὸς πάθη καὶ ἁμαρτίας· ἀποθανόντες δὲ τῇ ἁμαρτίᾳ, κατὰ τὸ γεγραμμένον, τὸ ζῇν ἐν αὐτῇ διωσόμεθα, φρονοῦντες ὀρθῶς. {ΠΑΛΛ.} Φράζε δή μοι ταυτὶ καὶ ἔτι σαφῶς· συνίημι γὰρ οὐ λίαν. {ΚΥΡ.} Οὐ γὰρ, ὦ Παλλάδιε, ταύτῃτοί φαμεν, τὸν ὑπὲρ ἡμῶν θάνατον ἀνατλῆναι Χριστὸν, ἵνα οἱ ζῶντες, μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι, τουτέστι Χριστῷ; {ΠΑΛΛ.} Φαμὲν ὁμολογουμένως. {ΚΥΡ.} Ζῶμεν οὖν ἄρα Χριστῷ, πολιτευόμενοι μὲν εὐαγγελικῶς, καταμυσαττόμενοι δὲ τὴν ἐξ ἁμαρτίας νέκρωσιν, ἤτοι τὸν ἐκ παθῶν θάνατον. Καὶ γοῦν ὁ θεσπέσιος Πέτρος ἐπιστέλλει περὶ Χριστοῦ· «Ὃς τὰς ἁμαρτίας ἡμῶν ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τοῦ ξύλου, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι, τῇ δικαιοσύνῃ ζήσωμεν.» Οἶμαι γὰρ δεῖν, τοὺς οἷς ἂν εἴη λόγος τοῦ διαβιῶναι λαμπρῶς, παντὸς τοῦ κατανεκροῦν εἰδότος ἰέναι μακρὰν, καὶ κατορθοῦν εὖ μάλα τὸ ἀπαλλάττεσθαι μολυσμῶν. {ΠΑΛΛ.} Εὖ λέγεις. {ΚΥΡ.} Οὐκοῦν, πάθοι ἂν ἥκιστά γε τὸ ὡς ἐν λέπρᾳ πάθος, ὁ Χριστῷ μὲν ζῇν ᾑρημένος, καὶ τοῖς εὐαγγελικοῖς θεσπίσμασι κατακολουθῶν, διωθούμενος δὲ τὴν ἐξ ἁμαρτίας νέκρωσιν. {ΠΑΛΛ.} Πείθομαι. {ΚΥΡ.} Καὶ εἷς μὲν οὑτοσὶ τρόπος, εὐαρεστεῖν ἡμᾶς δύνασθαι τῷ Θεῷ, ἕτερός γε μὴν ἐπιτελοῖτ' ἂν ὀρθῶς ὡδίπη πάλιν. Χρὴ γὰρ ἡμᾶς νεκροῦντας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, δοκεῖν πως ἤδη καὶ ἐκτεθνάναι τῇ ἁμαρτίᾳ, καὶ τοῦτο εἰσάπαν, οὐκέτι ζῶντας ἐν αὐτῇ. Καὶ πληροφορήσει λέγων ὁ θεσπέσιος Παῦλος· «Τί οὖν ἐροῦμεν; ἐπιμενοῦμεν τῇ ἁμαρτίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ; Μὴ γένοιτο, οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ;» Ὥσπερ οὖν ἔν γε τῷ ζῇν ἑλέσθαι Χριστῷ, τὸ νεκροῦσθαι μερικῶς ὑπετίθει ταῖς δίκαις ὁ νόμος, οὕτω καὶ ἐν τῷ τεθνάναι τῇ ἁμαρτίᾳ, τὸ ζῇν ἐν αὐτῇ, μολυσμὸς ἂν εἴη πάλιν, καὶ τῆς ἐκ νόμου γραφῆς οὐκ ἀπηλλαγμένος. Ταύτῃτοί φησιν, ὡς εἰ γένοιτο λέπρα καθόλου τοῦ σώματος, καὶ οἱονεὶ νέκρωσις κατὰ παντὸς ἰοῦσα μέλους, κατασημήνειεν ἂν, τὸν ἀποθανόντα τῇ ἁμαρτίᾳ· καὶ μολυσμὸς οὐκέτι τῷ σώματι. Καθαρὸς γάρ ἐστι, φησὶν, ὅλος διόλου τεθνεὼς τῇ ἁμαρτίᾳ, καὶ τόπον οὐδένα παραχωρήσας αὐτῇ, καὶ οἱονεί πως ἐν ἑαυτῷ τὸ ἐναυλίζεσθαι δούς· «Εἰ δὲ δὴ,» φησὶ, «χρὼς ἐν αὐτῷ ζῶν ὁρῷτο πάλιν, μιανεῖ αὐτὸν ὁ χρὼς ὁ ζῶν.» Τὸ γάρ τοι ζῇν ὅλως τῇ ἁμαρτίᾳ κἂν γοῦν ἐκ μέρους, βδελυρὸν ἀποφαίνει τὸν ἠῤῥωστηκότα· «Μικρὰ γὰρ, φησὶ, ζύμη ὅλον τὸ φύραμα ζυμοῖ·» καὶ ἀληθὴς ὁ λόγος. Εἰ δὲ ἀποκατασταίη, φησὶν, ὁ χρὼς ὁ ζῶν, καὶ μεταχοροίη πρὸς λέπραν, λελύσθω τὰ ἐγκλήματα, καθαρός ἐστιν. Ἀπήλλακται γὰρ καὶ τοῦ μερικῶς ἔτι ζῇν τῇ ἁμαρτίᾳ, πρὸς νέκρωσιν τὴν ἐπαινουμένην μετοιχομένου τοῦ νοῦ, καὶ παγκάλην ἀληθῶς ἔχοντος τὴν μετάστασιν. Οὐκοῦν, ἀνακεφαλαιώσομαι γὰρ ἅπερ ἔφην, εἰ ζῶμεν Θεῷ, μηδὲν ἔστω νεκρὸν ἐν ἡμῖν, εἰ ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, μηδὲν αὐτῆς ἔστω ζῶν ἐν ἡμῖν. Οἶμος γὰρ ἥδε λαμπρὰ πολιτείας ἡμῖν ἁγιοπρεποῦς, καὶ οὐδὲν ἐχούσης ὃ διαβεβλήσεται. {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Ἰσχνότερον δὲ διαιρῶν ὁ νόμος τὰ τοιάδε τῶν παθῶν· «Κἂν εἰ γένοιτο,» φησὶν, «ὑποψία καὶ δόκησις, τοῦ λελεπρῶσθαι τυχὸν, ἢ ἐναπουλωθέντι τραύματι, ἤγουν ἐν μορίῳ σώματος κατακεκαυμένῳ ποτὲ, ταῖς αὐταῖς ἀκριβείαις τε καὶ ἐπισκέψεσι κεχρήσθω πάλιν ὁ ἱερεύς. Κἂν εἰ τὸ δοκοῦν ἐξανθῆσαι λευκὸν, μὴ μετατεθείη πρὸς λέπραν, καθαρὸς ἔστω,» φησίν· «εἰ δὲ δὴ γένοιτο σαφὴς μετάστασις τῆς λευκῆς εἰς λέπραν, ἀκάθαρτος ἔσται καὶ βδελυρός.» Ὑπαινίττεται δέ πως καὶ διὰ τούτων ἡμῖν ὁ νόμος, ὅτι τὰ ἐν ψυχαῖς ἀῤῥωστήματα, μυρία δὲ ὅσα ταυτὶ, τεθεραπευμένα ταῖς ἐπιεικείαις, καὶ κατὰ καιροὺς οἱονεὶ πρὸς ἀπούλωσιν ἀνενηνεγμένα, ταῖς πρὸς ἡμῶν ῥᾳθυμίαις εἰ ἀνασκαλεύοιτό πως, ἐποπτεύσει μὲν ὁ Χριστὸς, ὁ μέγας ἡμῶν ἀρχιερεὺς, ὀρθὸν δὲ δὴ λίαν ἐξοίσει τὸ κρίμα. Εἰ γὰρ δὴ μέχρι μόνων προήκει, φησὶ, λογισμῶν ἡ νόσος, ἀνεπιτίμητος μὲν ὁ παθὼν οὐδαμῶς, ἀφορισθήσεται γὰρ, πλὴν οὐκ ἀπόβλητος παντελῶς, οὔτε μὴν εἰσάπαν νενεκρωμένος. Εἰ δὲ δὴ λογισμῶν καὶ ἐπιθυμίας αὐτῆς διᾴττοι τὸ πάθος, πεπονθὸς ἤδη πως τὴν εἰσάπαν εἴς γε τὰ χείρω μεταβολὴν, ταῖς ἐκ μολυσμῶν ὑποθήσει δίκαις τὸν αὖθις ἠῤῥωστηκότα. Παραφυλακτέον δὴ οὖν ὅτι μάλιστά γε τὰ ἤδη κατηυνασμένα μὴ ἀφυπνίζειν τῶν παθῶν, μήτε μὴν ἀνανεοῦν τὰ εἰς νοῦν τραύματα, καὶ παλινδρομεῖν εἰς τὰ ἐν ἀρχαῖς. Εἰ δὲ μὴ, καὶ ἡμεῖς ἀκούσομεν διακεκραγότος ἁγίου· «Γέγονεν αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας, Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καὶ ὗς λουσαμένη εἰς κύλισμα βορβόρου.» {ΠΑΛΛ.} Ὀρθῶς μοι δοκεῖς καὶ σφόδρα εἰκότα λέγειν. {ΚΥΡ.} Λέπρας μὲν οὖν πέρι καὶ τῆς ἐν οὐλαῖς τε καὶ τραύμασι, ταυτὶ πρὸς ἡμᾶς ὁ νόμος. Προσεπάγει δὲ δὴ καί φησι· «Καὶ ἀνδρὶ ἢ γυναικὶ ἐὰν γένηται ἐν αὐτοῖς ἁφὴ λέπρας ἐν τῇ κεφαλῇ, ἢ ἐν τῷ πώγωνι, καὶ ὄψεται ὁ ἱερεὺς τὴν κεφαλήν. Καὶ εἰ μέν τις εἴη κοιλότης,» φησὶν, «ἐν αὐτῇ, τοῦ δέρματος τηκομένου καὶ ὑφιζάνοντος, καὶ μὴν καὶ τριχὸς εἰς λευκότητα μεταβολὴ, λεπρὸς ὁ τοιόσδε καὶ ἀκάθαρτος ἔσται,» φησὶν, «ὁμολογουμένως. Εἰ δὲ δὴ τῶν τοιούτων γένοιτο μηδὲν, ξυράσθω τὴν κεφαλὴν ἤτοι τὸν πώγωνα,» φησὶν, «ὁ τὴν λεύκην ὑπομεμενηκώς. Ἐψιλωμένος δὲ οὕτω τὴν τρίχα, προσίτω τῷ ἱερεῖ, καὶ δοκιμαζέσθω τότε. Τῆς μὲν γὰρ σημασίας ἤτοι τῆς λευκῆς οὐ διαχεομένης εἰς τὸ εὐρὺ, μενούσης δὲ ὥσπερ κατὰ χώραν, ἤγουν εἰς τὸ μεῖον ὑπενηνεγμένης, καθαρὸς ἔστω πάλιν. Οὐ γάρ τοι λέπρα τὸ πάθος, ὑποψία δὲ μᾶλλον καὶ δόκησις. {ΠΑΛΛ.} Τίς οὖν ἂν εἴη καὶ τούτων ὁ νοῦς; {ΚΥΡ.} ∆ιττὸς ἐν ἡμῖν ὁ μολυσμὸς, ὦ Παλλάδιε, σαρκός τε καὶ πνεύματος. Καὶ κατασπιλοῖ μὲν τὴν σάρκα τὰ ταύτης ἔκτοπά τε καὶ ἀνόσια πάθη, ψυχήν τε καὶ νοῦν· μάλιστα μὲν οὖν τῶν ἄλλων ἡ ἐξ ὀρθότητος τῆς δογματικῆς ἐπὶ τὰ χείρω παραφορὰ, καὶ τῆς ὑγιοῦς πίστεως ἡ παραφθορά· καὶ προσέτι δὲ δόλοι καὶ ἀπάται, ψευδορκίαι, ψιθυρισμοὶ, φυσιώσεις, ἔριδες, ζῆλοι, καὶ ὅσα τούτοις ἀγχοῦ τε καὶ ἀδελφὰ, καὶ ἰσομοιροῦσαν ἔχει τὴν ἐπὶ φαυλότητα καταβοήν. Ἔοικε τοίνυν ὁ νόμος ἡμῖν ἐν τούτοις ψυχικῶν τάχα που διαμεμνῆσθαι παθῶν, καὶ ὅσα συμβαίνειν ἔθος κατὰ νοῦν ἀῤῥωστήματα, ταῦτα βούλεσθαι δηλοῦν· ἡ κεφαλή τε γὰρ, νοῦ τύπος· καὶ μὴν καὶ πώγων, διανοίας ἔμφρονος. Τελειότητος γὰρ καὶ αὐτὸ σημεῖον. Ἐποπτεύει τοίνυν τὰ καθ' ἡμᾶς καὶ περιεργάζεται λεπτῶς ὁ πάντων ἀρχιερεὺς, τουτέστι Χριστὸς, καὶ εἰς αὐτὸν ἐμβλέψεται τὸν νοῦν, καὶ τὰ ἔσω τε, καὶ κεκρυμμένας δοκιμάσει φρένας· κἂν εἰ μέν τις γένοιτο καταφθορά τε καὶ μεταποίησις, ἢ ἀπό γε τοῦ πιστεύειν ὀρθῶς ἐπὶ τὸ μὴ οὕτως ἔχον, ἤγουν εἰς ἠθῶν φαυλότητα καὶ κακοβουλίαν τὴν αὐ τῷ μάλιστα κατεστυγημένην, ἀποσοβήσει δὴ πάλιν. ὡς μεμολυσμένους, καὶ τὴν εἰσάπαν καταμιαίνουσαν ἐποίσει ψῆφον. Τοῦτο εἶναί φημι, τὸ παθεῖν τὴν λέπραν εἰς κεφαλὴν, ἢ πώγωνα. Εἰ δὲ δὴ γένοιτο μὲν ὡς ἐν ἀρχαῖς τοῦ παθεῖν ὁ νοῦς, οὐ μὴν ἀπονενευκὼς ὁρῷτο παντελῶς, εἰς τὸ νοσεῖν ἅπερ ἔφην, ἀφορίζεται μὲν συμμέτροις ἐπιτιμήσεσιν ὑπενηνεγμένος, ἔσται δὲ οὐχὶ παντελῶς ἀκάθαρτος, οὔτε μὴν ἀλλότριος Θεοῦ, πλυνάμενος δὲ τὰ ἱμάτια, καθαρὸς ἔσται, τουτέστι, δέξεται πρὸς ἐπικουρίαν, τὴν ἐν Χριστῷ δικαίωσιν. Ἡ δέ γε τῶν τριχῶν ξύρησις, παρατιθεῖσα τῷ ἱερεῖ τὸ τραῦμα γυμνὸν, ὑποσημήνειεν ἂν τὸ οἱονεὶ πάντα ἐκ μέσου χωρεῖν, καὶ γυμνὴν καὶ ἀπαραπόδιστον τοῖς τῆς θεότητος ὀφθαλμοῖς, τὴν ᾧ ἂν βούλοιτο καθορᾷν παρακεῖσθαι θέαν. «Οὐ γάρ ἐστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ,» κατὰ τὸ γεγραμμένον. {ΠΑΛΛ.} Ἀληθές. Ἔφη γάρ που διὰ φωνῆς ἁγίου· «Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν, μὴ ἀπ' ἐμοῦ κρυβήσεταί τι;» {ΚΥΡ.} Ἄθρει δὴ, ὦ Παλλάδιε, πολὺ δὴ μᾶλλον ἰσχνολογοῦντα τὸν νόμον· καὶ τῶν ἀναγκαίων εἰς εἴδησιν μεθέντα μηδὲν, ὃ μὴ τοῖς ἰδίοις κανόσιν ὑποτιθεὶς, ὀνίνησι τοὺς ἀκροωμένους. «Παραπτώματα μὲν γὰρ οὐδεὶς συνήσει,» κατὰ τὸ γεγραμμένον, «πολλὰ δὲ πταίομεν ἅπαντες.» Νοσεῖ γὰρ ἡ φύσις τὸ ἄναλκι, καὶ τὸ εὐόλισθον εἰς τὸ πλημμελές· καὶ, «Καθαρὸς οὐδεὶς ἀπὸ ῥύπου, καὶ,» καθὰ Γράμμα φησὶν ἱερὸν, «οὐδ' ἂν μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς.» Ταύτῃτοι καὶ ὁ θεσπέσιος ἡμῖν ἀναμέλπει ∆αβίδ· «Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται; Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.» Ὅρα τοίνυν τὸν νόμον ἀνέντα χρηστῶς τῶν τοιούτων παραπτωμάτων ἡμῖν τὴν γραφὴν, καὶ ἐξ ἡμερότητος καθαρίζοντα τοὺς ἐξ ὀλισθήματος ἀνθρωπίνου πικροῖς μονονουχὶ καὶ ἀνεθελήτοις ὑπενηνεγμένους πταίσμασιν. Ἔφη γὰρ ὧδε· «Καὶ ἀνδρὶ ἢ γυναικὶ ἐὰν γένηται ἐν δέρματι σαρκὸς αὐτοῦ αὐγάσματα αὐγάζοντα λευκανθίζοντα, καὶ ὄψεται ὁ ἱερεὺς, καὶ ἰδοὺ ἐν δέρματι τῆς σαρκὸς αὐτοῦ αὐγάσματα αὐγάζοντα λευκανθίζοντα, ἀλφός ἐστιν, ἐξανθήσει ἐν τῷ δέρματι τῆς σαρκὸς αὐτοῦ, καθαρός ἐστι.» Καίτοι τῆς ἀκριβείας ἐρευνωμένης, πάθος ἂν εἴη σαρκὸς, καὶ λέπρας ἀγχοῦ, τὸ παθεῖν ἀλφόν. Ἀλλ' οὐ νοσεῖ τὴν νέκρωσιν, οὔτε μὴν τὸ ἄγαν ἀπεγνωσμένον. Τοιαῦτα δέ πώς ἐστι καὶ τὰ ἐν ἡμῖν παραπτώματα, πάθη μὲν οὖν ὁμολογουμένως, πλὴν, οὐκ εἰς θάνατον καὶ ψυχῆς καταφθοράν. Ἀκριβολογεῖται δὲ οὐ λίαν ὁ κριτὴς, ὅτι «Αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν,» καὶ τὸ τῆς ἡμετέρας φύσεως οὐκ ἠγνόησεν ἀσθενές. Κατανεύει δὴ οὖν τὴν ἄφεσιν ἐξ ἐμφύτου φιλανθρωπίας. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ, Ἀλφὸς καθαρός ἐστιν. Ἀλλὰ καὶ εἰς νοῦν ἔσθ' ὅτε συμβαίνει καὶ τοῖς ἀγαθοῖς τὰ σμικρὰ τῶν αἰτιαμάτων, οἷον φέρε εἰπεῖν, παροξυσμοὶ βραχεῖς, σύμμετροι κινήσεις αἱ πρὸς ὀργὰς, ὀλιγοψυχίαι πρὸς ἀδελφοὺς, καὶ κενῶν ἔσθ' ὅτε δοξα ρίων ἔφεσις, καὶ τὰ τοιάδε τῶν παθῶν, καὶ αὐτοῖς ἔσθ' ὅτε τοῖς ἀδιάβλητον ἔχουσι τὴν ζωὴν, καὶ καθαροῖς ἀληθῶς, συμβαίνειν ἔθος. Ἀνθρώπινα γὰρ, καὶ οἱονείπως πᾶσι κοινὰ, τοῖς τὸν ἐν σαρκὶ καὶ αἵματι διαζῶσι βίον. Ὑπογράφει δὴ οὖν ὁ νόμος καὶ ταυτὶ πάλιν αἰνιγματωδῶς, οὕτω τέ φησιν· «Ἐὰν δέ τινι μαδίσῃ ἡ κεφαλὴ αὐτοῦ, φαλακρός ἐστι, καθαρός ἐστιν. Ἐὰν δὲ κατὰ πρόσωπον μαδίσῃ ἡ κεφαλὴ αὐτοῦ, ἀναφάλαντός ἐστι, καθαρός ἐστιν.» Ἡ τριχῶν ἀνεθέλητος ἀποβολὴ, κεφαλῆς ἂν εἴη πάθος, νοῦ δὲ εἰς τύπον ὠνομάσθαι τὴν κεφαλὴν, ἀρτίως ἐλέγομεν· νοῦ γὰρ ἐνδιαίτημα κεφαλὴ, κατά γε τό τισι δοκοῦν. {ΠΑΛΛ.} Μεμνήσομαι. {ΚΥΡ.} Οὐκοῦν τὰ κεφαλῆς πάθη σωματικῆς, ἐμφαίνειν ἂν εἰκότως τὰ εἰς νοῦν ἀῤῥωστήματα, σμικρὰ δὲ δὴ πάλιν, καὶ τὰ οἷς ἂν ἕποιτο ἀνεῖσθαι πρέπειν. Ἀπαλλάττει δὴ οὖν ὁ νόμος παντὸς ἡμᾶς ἀνθρωπίνου πάθους, καὶ μολυσμῶν ἀνεθελήτων, οἵπερ ἂν ἡμῖν ἐπισυμβαίνοιεν, ἐπεί τοι τὸ ἄναλκι νοσεῖν ἀνάγκη τῇ φύσει, καὶ ἀπηλλάχθαι παθῶν εἰσάπαν οὐ τοῦ παρόντος καιροῦ, πρέποι δ' ἂν αἰῶνι τῷ μέλλοντι, καθ' ὃν ἐκ βάθρων ἡ ἁμαρτία κατασεισθήσεται, καὶ εἰς ἀλώβητον παντελῶς μεταχωρήσομεν βίον. «Πλὴν εἰ γένοιτο,» φησὶν, «οὐλὴ σημασίας πυῤῥίζουσα ἐν τῷ φαλακρώματι, ἢ ἐν τῷ ἀναφαλαντώματι, λεπρός ἐστι, καὶ μιαρὸς ἔσται.» Μετατρέχει γὰρ ἔσθ' ὅτε καὶ τὰ σμικρὰ τῶν παθῶν εἰς ἐγκλημάτων δύναμιν, καὶ καταμιαίνει δεινῶς μὴ ἀνακοπτόμενα πρὸς ἡμῶν, ἀνειμένην δὲ ὥσπερ καὶ ἀνεπίπληκτον παντελῶς τὴν εἴς γε τὰ χείρω λαχόντα πάροδον, οἷόν τί φημι· ὀργίζεταί τις ἔσθ' ὅτε μικρὰ, καὶ ἠῤῥώστηκεν ἐν ἀνθρώπῳ τὸ πάθος, ἀνακοπτέσθω ταῖς ἐπιεικείαις, ἵνα μὴ τοῦ μικροῦ παραπτώματος εἰς αὔξην ἰόντος, κατὰ βραχὺ γραφὴ πρὸς θάνατον τοῖς παθοῦσιν εὑρίσκηται. Τοῦτό ἐστι τὸ ἐν φαλακρώματι τυχὸν ἐξανθῆσαι λέπραν, τὴν ἐκ τοῦ μηδενὸς ἐπὶ τὰ χείρω ῥοπὴν, ὡς ἐν τύπῳ συμβαίνουσαν. Ὀρθῶς δὴ οὖν εἰρήσθω φημὶ τῷ μακαρίῳ ∆αβὶδ τὸ, «Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε.» {ΠΑΛΛ.} Ὡς βαθὺς ὁ λόγος. {ΚΥΡ.} Πάνυ μὲν οὖν. Ὑπαισθάνῃ γάρ με, καθάπερ ἐγᾦμαι, λεπτοεποῦντα λίαν, καὶ ἀνιδρωτὶ τὰ τοιαῦτα τῶν θεωρημάτων ἢ νοεῖν ἢ φράζειν οὐκ ἔχοντα. Ὅτι δὲ οὐκ ἔνεστι τοὺς τὰ ἐκφανῆ τῶν πλημμελημάτων ἀνοσίως ἠῤῥωστηκότας δύνασθαι λαθεῖν, ἀγνοουμένων ἔσθ' ὅτε τῶν ἐλαχίστων, καὶ κεκρυμμένων, κἀντεῦθεν εἴσῃ τοι. Τοὺς μέν τοι φαλάκρωμα πεπονθότας, καθαροὺς εἶναι, φησὶν, ἀναμνήσει, καλῶς ἡμῖν ἀνιεὶς τὰ τῶν πταισμάτων μικρὰ, καθάπερ ἐλέγομεν ἀρτίως. Ἀλλ' εἰ γένοιτό τισιν ἐν φαλακρώματι λέπρα, τουτέστιν, ὅταν ἐκ μικρῶν ἐπὶ τὰ χείρω φέρηται τὸ πάθος, τότε δὴ, τότε καταφανῆ καὶ ἀσχήμονα γενέσθαι λέγει, καὶ λόγον οὐκ ἔχοντα τὸν τοῖς ἐγκλήμασι συνειπεῖν δυνάμενον ∆ιὰ τοῦτό φησι· «Καὶ ὁ λεπρὸς, ἐν ᾡ ἐστιν ἡ ἁφὴ, τὰ ἱμάτια αὐτοῦ ἔστω παραλελυμένα καὶ ἡ κεφαλὴ αὐτοῦ ἀκατακάλυπτος, καὶ περὶ τὸ στόμα αὐτοῦ περιβαλέσθω, καὶ ἀκάθαρτος κεκλήσεται πάσας τὰς ἡμέρας, ὅσας ἐὰν ᾖ ἐπ' αὐτοῦ ἡ ἁφὴ, ἀκάθαρτος ὢν ἀκάθαρτος ἔσται, κεχωρισμένος καθήσεται, ἔξω τῆς παρεμβολῆς αὐτοῦ ἔσται ἡ διατριβή.» Τὸ μὲν γὰρ παραλελύσθαι τὰ ἱμάτια, καὶ ἀκατακάλυπτον εἶναι τὴν κεφαλὴν, ὑπεμφήνειεν ἂν καὶ μάλα σαφῶς. τὸ ἀκρύπτως ἀσχημονεῖν. Τὸ δέ γε περιβεβλῆσθαι περὶ τὸ στόμα, τὸ, οἱονείπως ἀπολογίαν οὐκ ἔχειν, καὶ εἰπεῖν δύνασθαι μηδὲν, ἐγκαλοῦντος Θεοῦ τὴν ἀκαθαρσίαν. Τὸ δέ γε τῆς παρεμβολῆς ἐξοίχεσθαι δεῖν, τύπος ἂν εἴη πάλιν, τοῦ μηκέτι τοῖς τῶν ἁγίων αὐτὸν συναυλίζεσθαι χοροῖς, πληθύος δὲ ὥσπερ τῆς ἱερᾶς ἐξωστρακισμένον, ἀμέτοχον ἔσεσθαι παντὸς ἀγαθοῦ. {ΠΑΛΛ.} Ὡς δεινὸν τὸ χρῆμα καὶ ἀπευκτόν. {ΚΥΡ.} Παντάπασι μὲν οὖν, ὦ Παλλάδιε, τοιγάρτοι καὶ ἔφασκεν ὁ θεῖος ἡμῖν ∆αβίδ· «Ἁμαρτίας νεότητος μου, καὶ ἀγνοίας μου, μὴ μνησθῇς, κατὰ τὸ ἔλεός σου μνήσθητί μου, ἕνεκεν τῆς χρηστότητός σου, Κύριε.» ∆ιὰ πάντων δὲ ὥσπερ ἱεὶς ὁ νόμος, τῆς ἐνούσης ἀκριβείας αὐτῷ τὴν ἔνδειξιν, καὶ μέχρι σκευῶν, ἐρίου δὴ λέγω, καὶ κρόκης, καὶ στήμονος, καὶ δερματίνου σκεύους· «Εἰ λέπρα γένοιτο,» φησὶν, «καὶ τούτων ἑνὶ συμβαίνοι τὸ πάθος, καταθρείτω πάλιν ὁ ἱερεὺς, καὶ ἀφοριζέτω τὴν ἁφήν· καὶ εἰ μή τις γένοιτο μεταδρομὴ τῆς σημασίας ἐπὶ τὸ ἄμεινον, δαπανάσθω πυρί.» Λέπρα γὰρ ἔμμονός ἐστι, φησί. Πλὴν, ἀποπλύνεσθαι δεῖν ἐπιτάττει τὸ πεπονθός· καὶ εἰ μετὰ τοῦτο φαίνοιτο τὸ πάθος ἐμπεφυκὸς, πυρὶ δίδωσι λοιπὸν, ὡς ἀχρεῖον παντελῶς, ἐρίῳ που πάλιν τάχα καὶ κρόκῃ, στήμονί τε καὶ δέρμασι παρεικάζων τὰ καθ' ἡμᾶς. Ὅτι γὰρ ἐρίων ἢ κρόκης, ἤγουν τῶν ἑτέρων, οὐδεὶς ἂν γένοιτο παρὰ Θεῷ λόγος, πῶς ἂν ἢ πόθεν ἐνδοιάσειέ τις; Παγχάλεπον οὖν ἐγκλημάτων εἶναι δώσομεν, τὸ μετὰ κάθαρσιν καὶ ἀπόνιψιν, ἣν ἂν ὁ Χριστὸς ἐν ἡμῖν ἐργάσαιτο, μὴ ἀποφέρεσθαι μολυσμῶν, ἀλλὰ ἔμμονον εἰς αὐτοὺς ποιεῖσθαι τὴν στάσιν. Εἰ γὰρ μηδὲν ὀνίνησιν ἀπονίζων ἡμᾶς ὁ Χριστὸς, πυρὶ παραδίδωσι κολασθησομένους, καθάπερ ἀμέλει καὶ ὁ κατὰ νόμον ἱερεὺς, οὐδὲν ὠφελήσας τὴν κρόκην, ἤτοι τὸν στήμονα, διὰ τῆς ἐκπλύσεως, κατεπίμπρα λοιπόν. {ΠΑΛΛ.} Ὧδε ἔχει. {ΚΥΡ.} Λέπραν δὴ οὖν ὁ νόμος, τὴν ὡς ἐν ἔργοις νέκρωσιν ὑποφαίνει καλῶς, ἀφ' ὧν ἄν τις ἴδοι σαφῶς τε καὶ αἰσθητῶς τὰς τῶν ἀφανεστέρων ἐννοίας ἀνακομίζων ἀστείως, καὶ σαρκικοῖς παραδείγμασι καταλευκαίνων τὰ νοητά. Πλουσίαν δὲ ὥσπερ ἡμῖν τῶν ἐν ψυχαῖς μολυσμῶν παρατιθεὶς τὴν γνῶσιν, καὶ καθιστὰς ἐναργῆ, καθάπερ ἐν ἀῤῥωστήμασι σώματος τὰ νοητῶς συμβαίνοντα, προσεφώνει πάλιν ἐν τῷ Λευϊτικῷ· «Ἀνδρὶ, ἀνδρὶ, ᾧ ἂν γένηται ῥύσις ἐκ τοῦ σώματος αὐτοῦ, ἡ ῥύσις αὐτοῦ ἀκάθαρτός ἐστι. Καὶ οὗτος ὁ νόμος τῆς ἀκαθαρσίας αὐτοῦ, ῥέων γόνον ἐκ σώματος αὐτοῦ, ἐκ τῆς ῥύσεως ἧς συνέστηκε τὸ σῶμα αὐτοῦ, διὰ τῆς ῥύσεως, αὕτη ἡ ἀκαθαρσία αὐτοῦ ἐν αὐτῷ, πᾶσαι αἱ ἡμέραι ῥύσεως σώματος αὐτοῦ ᾗ συνέστηκε τὸ σῶμα αὐτοῦ διὰ τῆς ῥύσεως, ἀκαθαρσία αὐτοῦ ἐστι. Πᾶσα κοίτη ἐφ' ἧς ἂν κοιμηθῇ ἐπ' αὐτῆς ὁ γονοῤῥυὴς, ἀκάθαρτός ἐστι, καὶ πᾶν σκεῦος ἐφ' ὃ ἂν καθίσῃ ἐπ' αὐτὸ ὁ γονοῤῥυὴς, ἀκάθαρτον ἔσται. Καὶ ἄνθρωπος, ὃς ἐὰν ἅψηται τῆς κοίτης αὐτοῦ, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. Καὶ ὁ καθήμενος ἐπὶ τοῦ σκεύους, ἐφ' ὃ ἂν καθίσῃ ὁ γονοῤῥυὴς, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. Καὶ ὁ ἁπτόμενος τοῦ χρωτὸς τοῦ γονοῤῥυοῦς, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. Ἐὰν δὲ προσεγγίσῃ ὁ γονοῤῥυὴς ἐπὶ τὸν καθαρὸν, πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.» Καὶ πρός γε δὴ τούτοις φησὶ βδελυρὸν ἔσεσθαι καὶ ἀπηχθημένον πᾶν σκεῦος ᾧπερ ἂν ἐνιζήσειεν ὁ γονοῤῥυὴς, κἂν εἰ ἀπονίψαιτο τὰς χεῖρας ὕδατι, καὶ τοῦτο ἔσται μεμολυσμένον. Κἂν εἰ ἅψαιτό τις τοῦ χρωτὸς αὐτοῦ, συμμεθέξει πάντως τῆς ἀκαθαρσίας τὴν γραφὴν, κἂν εἰ προσεγγίσειέ τις τῶν οὔπω μεμολυσμένων, ὑπομενοῦσι δὴ πάντως τῆς ἀκαθαρσίας τὴν γραφήν. Τοιγάρτοι καὶ ἀναμὶξ τοῖς λεπροῖς ἐξέθη τε καὶ ἐξῳκίζετο τῆς παρεμβολῆς, ἀπρόσιτος ὢν καὶ ἄμικτος καὶ αὐτῇ καταμιαίνων τῇ χειρὸς ἁφῇ τοὺς προστυγχάνοντας ἀπλῶς. {ΠΑΛΛ.} Καὶ ποῖον ἂν εἴη τὸ ἐν ψυχῇ πάθος, τῇ σωματικῇ γονοῤῥοίᾳ προσεοικός; Πνευματικὸς γὰρ ὁ νόμος· ἢ οὐχ ὧδε ἔχει; {ΚΥΡ.} Πάνυ μὲν οὖν· ἔφης γὰρ ὀρθῶς. Πλὴν ἐκεῖνο διανοοῦ, ἡ τοῦ σώματος ῥύσις, τὴν τῆς φύσεως ἐπιτηδειότητα πρὸς καρπογονίαν ἀδικεῖ τρόπον τινὰ, καθιεῖσα πρὸς τὸ μηδὲν τῶν σπερμάτων τὰς χορηγίας, καὶ τοὺς ἐν τοῖς μορίοις χαλῶσα τόνους, ἀνεθέλητον ἤδη πως ἐργάζεται τὴν καταφθορὰν, ὡς ἐν μολυσμοῖς εἶναι μακροῖς καὶ διηνεκέσι τοὺς τῷ πάθει κατειλημμένους. Ἴσθι δὴ οὖν ὡς ἐξ ἀῤῥωστίας σωματικῆς καὶ ἐναργοῦς, εἰκόνος ἐπὶ τὰ εἰς νοῦν συμβαίνοντα· καταφθείρεται γὰρ καὶ αὐτὸς ἐφ' ἃ μὴ προσῆκεν ὁ νοῦς ἀσωτότατα διαπονούμενος, καὶ ἐπ' οὐδενὶ τῶν ἀναγκαίων τῆς ἰδίας ἐνεργείας ἐνιεὶς τὸ σπούδασμα, ὡς καρπὸν μὲν οὐδένα γνήσιον ἔχειν, ὑποφέρεσθαι δὲ ἀεί πως πρὸς τὸ ἀδικοῦν, καὶ ἀκαθέκτως νοσεῖν τὴν εἰς τὰ αἰσχίω κάθοδον. {ΠΑΛΛ.} Οἷον δὴ τί φής; {ΚΥΡ.} Οὐ γὰρ, ὦ φιλότης, ἐκτίσθαι τὸν ἄνθρωπον ἐπὶ ἔργοις ἀγαθοῖς ὁ θεῖος ἡμῖν ἔφη Παῦλος; {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Φύσιν οὖν ἄρα διεκληρώσατο πρὸς πᾶν ὁτιοῦν τῶν ἐπαινουμένων ὀρθῶς ἔχουσαν καὶ ἐπιτηδείως· ἢ γὰρ, οὐχὶ σοφίας μὲν δεκτικὸν, καὶ ἁπάσης ἐπιστήμης τὸ ζῶον εἶναι φής; Σωφροσύνην δὲ καὶ ἀνδρίαν, καὶ μὴν καὶ δικαιοσύνην κατορθώσειεν ἂν εὐκόλως, εἰ διαπεραίνειν ἕλοιτο τὰ εἰκότα καὶ τοῖς θείοις ἕπεσθαι νόμοις; {ΠΑΛΛ.} Σύμφημι. {ΚΥΡ.} Εἰ δὲ τὰ τοιάδε μεθεὶς, σοφὸς μὲν οὐκέτι, μωρὸς δ' ἂν γένοιτο καὶ ἀκάρδιος, οὐ τοῖς εἰς ἀλήθειαν παιδαγωγεῖν εἰωθόσι τῶν οἰκείων θελημάτων ἐπιδοὺς τὴν ῥοπὴν, ἐκτετιμηκὼς δὲ μᾶλλον τὸ ἔξω φέρεσθαι τοῦ εἰκότος, καὶ τοῖς τὰ ὀρθὰ διαστρέφειν μεμελετηκόσι συγκαταθρώσκειν πρὸς ὄλεθρον, οὔτε τὴν ἀρίστην καὶ ἀμωμήτως ἔχουσαν περὶ Θεοῦ δόξαν ἔχων, οὔτε μὴν ἀδιαβλήτως τὴν τῶν πρακτέων διάττων ὁδὸν, ἆρ' οὐκ ἀτρεκὲς ἤδη πως γονοῤῥυᾶ νοητῶς τὸν τοιόνδε λέγειν, ὡς τὰ δι' ὧν ἦν εἰκὸς καρποφορεῖν δύνασθαι τῷ Θεῷ, δαπανῶντα πρὸς τὸ μηδέν; {ΠΑΛΛ.} Φαίην ἂν, ἴσθι τοι. {ΚΥΡ.} Τί δὲ, εἰ τὸ ἐργάζεσθαι τὴν δικαιοσύνην ἀφεὶς, καὶ τοῖς τῆς ἀνδρείας ἐναβρύνεσθαι καλοῖς, ἄδικός τε καὶ παρειμένος εἰς ἡδονὰς ὁρῷτο δὴ πάλιν, ἆρ' οὐκ ἂν οἰήσῃ τῷ γονοῤῥυεῖ τὰ ἴσα νοσεῖν, τὴν ἐπιτηδειότητα τῆς φύσεως, ἣν ἂν ἔχοι πρὸς τὸ ἀγαθὸν, δαπανῶντα πρὸς τὰ αἰσχίω, καὶ πνευματικῆς εὐκαρπίας τὴν ἐπ' οὐδενὶ τῶν χρησίμων ζημίαν ἀνθῃρημένον; {ΠΑΛΛ.} Οἰηθείην ἄν. {ΚΥΡ.} Ἰέναι δὴ οὖν ὁ νόμος ἀπωτάτω προστέταχε τοῦ γονοῤῥυοῦς, ὡς ἀποφοιτᾷν ὅτι μάλιστα διδάσκων ἡμᾶς τῶν εἰς φαυλότητα νενευκότων, καὶ ἀποσείεσθαι γεννικῶς οὓς ἂν καὶ αὐτὸς καταμυσάττοιτο Θεὸς, ὡς διηνεκῆ νοσοῦντας τὸν μολυσμόν. Χρῆμα γὰρ ἀληθῶς οὐκ ἀζήμιον τὸ κολλᾶσθαι πονηροῖς. Ἀτρεκὲς γὰρ ὅτι, κατὰ τὸ γεγραμμένον· «Ὁ ἁπτόμενος πίσσης, μολυνθήσεται.» Καταμιαίνει γε μὴν πᾶν σκεῦος, οὗπερ ἂν ἅπτοιτο τυχὸν ὁ γονοῤῥυὴς, καὶ κοίτην αὐτοῦ, καὶ χρῶτα καὶ ἀγγεῖα, καὶ ὕδωρ καὶ σκεύη ξύλινα· δι' αἰνιγμάτων ὑποδηλῶν, ὅτι τῆς ἐνούσης ἀκαθαρσίας αὐτῷ μετάσχοι τις ἂν, κἂν εἰ μόνον ἀγχοῦ κατὰ διάθεσιν γένοιτο τὴν πνευματικήν. Γέγραπται γὰρ, ὅτι «Σεαυτὸν ἁγνὸν τήρει, καὶ μὴ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις.» Πλὴν, καὶ τὰ τῶν παθῶν ἀπεγνωσμένα, καὶ τὰ ἐν τῷ βάθει κεκρυμμένα τῶν ἡμετέρων διανοιῶν ἀῤῥωστήματα, καὶ πᾶσαν ἁπλῶς τὴν ἐν ἡμῖν μαλακίαν, ἐξίστησιν ὁ Χριστὸς, καὶ ἡ δι' αὐτοῦ κάθαρσις, οὐχ οἵουτε ὄντος τοῦ νόμου τοῦτο δρᾷν. «∆ικαιοῦται γὰρ οὐδεὶς ἐν νόμῳ,» κατὰ τὸ γεγραμμένον, ἴδοις δ' ὅτι καὶ τοῦτό ἐστιν οὐ διεψευσμένον τοῖς ἐφεξῆς γεγραμμένοις προσβάλλων· ἔφη γὰρ πάλιν· «Ἐὰν δὲ καθαρισθῇ ὁ γονοῤῥυὴς ἐκ τῆς ῥύσεως αὐτοῦ, καὶ ἐξαριθμήσεται αὐτῷ ἑπτὰ ἡμέρας εἰς τὸν καθαρισμὸν αὐτοῦ, καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται τὸ σῶμα ὕδατι, καὶ καθαρὸς ἔσται. Καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ λήψεται ἑαυτῷ δύο τρυγόνας, ἢ δύο νεοσσοὺς περιστερῶν, καὶ οἴσει αὐτὰ ἔναντι Κυρίου ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ δώσει αὐτὰ τῷ ἱερεῖ, καὶ ποιήσει αὐτὰ ὁ ἱερεὺς, μίαν περὶ ἁμαρτίας, καὶ μίαν εἰς ὁλοκαύτωμα, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι Κυρίου ἀπὸ τῆς ῥύσεως αὐτοῦ.» Καθαίρει μὲν οὖν τὸν γονοῤῥυᾶ, καὶ ἀπαλλάττει τοῦ πάθους, πλὴν ἐν Χριστῷ, δι' ὕδατός τε καὶ αἵματος. Ἐξαριθμήσεται γὰρ ἑαυτῷ, φησὶν, ἑπτὰ ἡμέρας εἰς τὸν καθαρισμὸν αὐτοῦ, καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ καθαρὸς ἔσται. Καὶ τὸ μὲν εἰς ἑβδόμην ἡμέραν παρατείνεσθαι τὸν καθαρισμὸν, σημαίνει που πάντως, τὸ διὰ παντὸς τοῦ βίου, καὶ ἐν παντὶ τῷ τῆς ζωῆς χρόνῳ διασμήχεσθαι δεῖν ταῖς ἐπιεικείαις τοὺς ἐκ φαυλότητος κοσμικῆς μεταφοιτᾷν ἑλομένους ἐπὶ τὸ δρᾷν ἑλέσθαι τὰ πρεπωδέστερα. Τοιγάρτοι τῆς ἑβδομάδος μέτρον χρόνου πλήρωσιν ἔχει καὶ ἀνακύκλησιν εἰς τὸ ἀπ' ἀρχῆς, ὡς εἰς πέρας ἤδη καταίροντος τοῦ καιροῦ. Προσιέναι δὲ δεῖν καὶ ἀναγκαίως ἐπάγεσθαι ταῖς πρὸς ἡμῶν ἐπιεικείαις εὖ μάλα φησὶ, τὴν διὰ Χριστοῦ κάθαρσιν, καὶ τὸν δι' ὕδατος ἁγνισμὸν, ὡς ἐν ἀπονίψει σώματός τε καὶ ἱματίων νοουμένου λοιπὸν τοῦ ἁγίου βαπτίσματος, συνθέοντος δηλονότι καὶ τοῦ δι' αἵματος ἁγνισμοῦ. «Τῇ γὰρ ἡμέρᾳ, φησὶ, τῇ ὀγδόῃ, λήψεται ἑαυτῷ δύο τρυγόνας, ἢ δύο νεοσσοὺς περιστερῶν.» Κατασημήνειε δ' ἂν ἡ ἡμέρα πάλιν ὀγδόη τῆς μετὰ σαρκὸς οἰκονομίας ἡμῖν τὸν καιρὸν, ὅτε τὴν ὑπὲρ ἡμῶν ὑπέμεινε σφαγὴν ὁ Ἐμμανουὴλ, ἡ εὔγλωττος ἀληθῶς καὶ εὐηχεστάτη τρυγὼν, ἢ καὶ τῷ αἵματι τῷ ἰδίῳ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους. Ὅτι δὲ τὸ εὐῶδες ἅπαν ὁ Χριστοῦ θάνατος ἔχει (πέπρακται γὰρ ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, καὶ εἰς ἀναίρεσιν ἁμαρτίας), ἐμφήνειεν ἂν τὸ δύο μὲν εἶναι τὰς τρυγόνας, καταθύεσθαι δὲ μίαν μὲν ὑπὲρ ἁμαρτίας, εἰς ὁλοκαύτωμα δὲ τὴν ἑτέραν· ὅτι δὲ καὶ ἱλασμὸς ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν γέγονεν ὁ Χριστὸς, κατὰ τὰς Γραφὰς, παρέδειξεν εἰπών· «Καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι Κυρίου ἀπὸ τῆς ῥύσεως αὐτοῦ.» {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Ὧδε μὲν οὖν τὸν γονοῤῥυῆ διακαθαίρεσθαι δεῖν, ὁ θεῖος ἡμῖν κατεχρησμῴδησε νόμος. Καταμιαίνει δὲ αὐτὸν, ᾧπερ ἂν γένοιτο καὶ ἀνεθέλητος ῥύσις, ἤγουν θελητὴ, καὶ πηγὴν ἔχουσα τὴν ἔμφυτον κίνησιν. Καὶ θελητὴ μὲν, ὡς ἐν ὁμιλίαις ταῖς πρὸς γυναῖκα, φημὶ, καὶ κατὰ νόμον τοῦ γάμου· ἀνεθέλητος δὲ αὖ, ὡς ἐν φαντασίαις τάχα που νυκτεριναῖς. Ἔφη γὰρ πάλιν ὡδί· «Καὶ ἄνθρωπος, ᾧ ἂν ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος, καὶ λούσεται πᾶν τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. Καὶ γυνὴ, ᾗ ἐὰν κοιμηθῇ ἀνὴρ μετ' αὐτῆς κοίτην σπέρματος, καὶ λούσονται τὰ σώματα ὕδατι, καὶ ἀκάθαρτοι ἔσονται ἕως ἑσπέρας.» Ἴσα γὰρ ἐπ' ἀμφοῖν τὰ ἐγκλήματα, καὶ τὸ παραλλάττον οὐδέν. Ἐν μὲν οὖν τῇ γονοῤῥοίᾳ, τὸ οἱονεὶ μακρόν πως ἡμῖν καὶ διηνεκὲς ἐγράφετο πάθος· ἐν δὲ τῷ προκειμένῳ, καταδηλοῦν ἔοικεν ὁ τοῦ νόμου σκοπὸς, ὡς ἔσται μεμολυσμένος καὶ εἰ μή τις τυχὸν τὴν εἰσάπαν καὶ ὁλόκληρον ἀῤῥωστοίη καταφθορὰν, ὁρῷτο δὲ πεπονθὼς, κἂν γοῦν ἐκ μέρους καὶ σπανιάκις. Τοιοῦτόν τι καὶ ὁ τοῦ Σωτῆρος ὑπέφηνε μαθητής· «Ὅταν γὰρ, φησὶν, ὅλον τὸν νόμον τελέσῃ τις, πταίσῃ δὲ ἐν ἑνὶ, γέγονε πάντων ἔνοχος. Ὁ γὰρ εἰπὼν, Μὴ μοιχεύσῃς, εἶπε καὶ, Μὴ φονεύσῃς. Εἰ δὲ οὐ μοιχεύσεις, φονεύσεις δὲ, γέγονας παραβάτης νόμου.» Πεπλημμεληκότι γὰρ ἅπαξ, ἤγουν ὅτι παρανενόμηκεν ὅλως, κἂν γοῦν ἐφ' ἑνὶ καὶ ἐκ μέρους, ἕψεταί που πάντως αὐτῷ τὸ ἐγκαλεῖσθαι δεῖν. Μιαρὸς οὖν ἄρα κατὰ τὸν νόμον, κἂν εἰ μή τις ἴοι πρὸς ἔσχατον μολυσμοῦ, καταφωρῷτο δὲ πεπονθὼς κἂν γοῦν ἐκ μέρους αὐτόν. Πλὴν, οὐκ ἀπόβλητος παντελῶς, καθαίρεται δὲ καὶ αὐτὸς δι' ὕδατος ἐν Χριστῷ. Τοιγάρτοι τῆς ἐπιδημίας καιρὸν, ὑπεμφήνειεν ἂν εὖ μάλα, τὸ μέχρις ἑσπέρας ἀκάθαρτον εἶναι λέγειν τὸν μεμολυσμένον. Ἐπὶ συντελείᾳ γὰρ, μόνον δὲ οὐχὶ καὶ ἐπ' αὐταῖς ἥκοντος ἤδη δυσμαῖς τοῦ αἰῶνος τούτου, παραγέγονεν ὁ Χριστὸς, δι' οὗ καὶ ἐν ᾧ πάντα μὲν ῥύπον ἐκνενίμμεθα τὸν ἐξ ἁμαρτίας, ἀπηλλάγμεθα δὲ μικρῶν καὶ μεγάλων αἰτιαμάτων οἱ ταῖς πλημμελείαις ἐνισχημένοι. Ὅτι δὲ πρὸ τῶν τῆς ἐπιδημίας καιρῶν οὐκ ἦν ἀπονίψασθαι μολυσμὸν (ἐδικαιοῦτο γὰρ οὐδεὶς ἐν νόμῳ, κατὰ τὰς Γραφὰς), ἀναμάθοις ἂν διὰ τοῦ φάναι σαφῶς, ὅτι «Ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.» {ΠΑΛΛ.} Συνίημι ὃ φὴς, καὶ ἀληθὴς ὁ λόγος. {ΚΥΡ.} Προσεπάγει δὲ τούτοις ὁ νόμος τὰ περὶ γυναικὸς, τῆς ῥεούσης αἵματι, καὶ ἀσχέτῳ καταφορᾷ τὸ καταμιαίνεσθαι δεῖν νοσούσης ἐφ' ἑαυτῇ· καὶ ὥσπερ ἐπὶ τοῦ γονοῤῥυοῦς πᾶν σκεῦος κατεμολύνετο, καὶ κοίτη πᾶσα, καὶ πᾶν ἱμάτιον, καὶ πᾶς ὁ ἁπτόμενος ἀγχοῦ τε ἰών· οὕτω καὶ ἐπ' αὐτῆς. Ἀπαλλάττει δὲ καὶ αὐτὴν κατὰ τὸν ἴσον ἐκείνῳ τρόπον, ὕδατι διανίζων, καὶ τρυγόνων καταθυομένων, καὶ μέντοι καὶ ἱλασμοῦ τοῦ μεσιτεύοντος ἱερέως. Ἀνακομίζων δὲ ὥσπερ εἰς ἐννοίας ἡμᾶς τὰς πνευματικὰς ὁ νόμος, καὶ τοῖς τῆς σαρκὸς ἀῤῥωστήμασιν ἐμφιλοχωρεῖν οὐκ ἐῶν (παρελήφθη γὰρ εἰς τύπον τῶν εἰς νοῦν ἔσω καὶ νοητῶν), ἐπάγει σαφῶς· «Καὶ εὐλαβεῖς ποιήσετε τοὺς υἱοὺς Ἰσραὴλ ἀπὸ τῶν ἀκαθαρσιῶν αὐτῶν, καὶ οὐκ ἀποθανοῦνται διὰ τὴν ἀκαθαρσίαν αὐτῶν, ἐν τῷ μιαίνειν αὐτοὺς τὴν σκηνήν μου τὴν ἐν αὐτοῖς·» κεκαθαρμένοι γὰρ δὴ καὶ ἡγιασμένοι διὰ Χριστοῦ, τότε δὴ, τότε λαμπροὶ προσίεμεν ἀληθῶς, καὶ οὐ μιανοῦμεν ἔτι τὴν ἁγίαν σκηνήν· προσκυνήσομεν δὲ καθαροὶ καθαρῶς τῷ παναγίῳ Θεῶ φοιτῶντες ἐν ἐκκλησίαις. {ΠΑΛΛ.} Ἄριστα ἔφης. {ΚΥΡ.} Ὅτι τοι προκατηῤῥώστησε μὲν ἡ ἀνθρώπου φύσις τὸν μολυσμὸν, διασμήχοιτο δ' ἂν οὐχ ἑτέρως, πλὴν ὅτι διὰ Χριστοῦ τοῦ κατ' ἀλήθειαν ἱεροῦ καὶ ἁγίου θύματος, εἴσῃ τοι, καὶ μάλα σαφῶς, καὶ ἕτερον ἐπὶ τῷδε τῷ νόμῳ χρησμῴδημα πολυπραγμονῶν. Γέγραπται γὰρ πάλιν ἐν τῷ Λευϊτικῷ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Γυνὴ ἐάν τις σπερματισθῇ, καὶ τέκῃ ἄρσεν, ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας, κατὰ τὰς ἡμέρας τοῦ χωρισμοῦ τῆς ἀφέδρου αὐτῆς, ἀκάθαρτος ἔσται· καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ περιτεμεῖ τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ· καὶ τριάκοντα καὶ τρεῖς ἡμέρας καθήσεται ἐν αἵματι ἀκαθάρτῳ αὐτῆς. Παντὸς ἁγίου οὐχ ἅψεται, καὶ εἰς τὸ ἁγιαστήριον οὐκ εἰσελεύσεται, ἕως ἂν πληρωθῶσιν αἱ ἡμέραι καθάρσεως αὐτῆς. Ἐὰν δὲ θῆλυ τέκῃ, καὶ ἀκάθαρτος ἔσται δὶς ἑπτὰ ἡμέρας, κατὰ τὴν ἄφεδρον αὐτῆς, καὶ ἑξήκοντα ἡμέρας καὶ ἓξ καθεσθήσεται ἐν αἵματι ἀκαθάρτῳ αὐτῆς. Καὶ ὅταν ἀναπληρωθῶσιν αἱ ἡμέραι καθάρσεως αὐτῆς ἐφ' υἱῷ ἢ ἐπὶ θυγατρὶ, προσοίσει ἀμνὸν ἐνιαύσιον ἄμωμον εἰς ὁλοκαύτωμα, καὶ νεοσσὸν περιστερᾶς ἢ τρυγόνα περὶ ἁμαρτίας, ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου πρὸς τὸν ἱερέα, καὶ προσοίσει αὐτὸν ἔναντι Κυρίου, καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεὺς, καὶ καθαριεῖ αὐτὴν ἀπὸ τῆς πηγῆς τοῦ αἵματος αὐτῆς.» {ΠΑΛΛ.} Τίς οὖν ἄρα ἐστὶν ἡ τεκοῦσα γυνή; καὶ τίς ἂν εἴη πάλιν ὅγε ἐπ' αὐτῇ τοῦ νόμου σκοπός; {ΚΥΡ.} Ἰσχνομυθεῖν, ὡς ἔοικεν, ἀναγκαῖον ἡμᾶς. ∆ριμὺ γὰρ λίαν τῆς ἐντολῆς τὸ χρῆμα, καὶ οὐχ ἕτοιμον ἑλεῖν, πλὴν ὡς ἔνι διερευνήσωμεν. Ἐκεῖνό γε μήν· ὦ Παλλάδιε, καὶ πρό γε τῶν ἄλλων κατατέθηπά τοι. {ΠΑΛΛ.} Τὸ τί δὴ φής, {ΚΥΡ.} Ἰόντος γὰρ δὴ τοῦ νόμου κατὰ γυναικὸς ἁπάσης τικτούσης ἄρσεν ἢ θῆλυ, καὶ γενικωτάτην ἡμῶν ποιουμένου τὴν κατάῤῥησιν, ὑπεξῄρηται τῆς δυσφημίας ἡ ἁγία Παρθένος, ἧς ἐκφῦναί φαμεν τὸν κατὰ σάρκα Χριστόν. Θέα γὰρ, εἴ τοι δοκεῖ, τοῦ νόμου τὸ ἀκριβές. Γυνὴ γὰρ, φησὶν, καὶ οὐ πᾶσαι τυχὸν ἀδιακρίτως, ἀλλ' εἴ τις ἐὰν σπερματισθῇ καὶ τέκῃ ἄρσεν, ἀκάθαρτος ἔστω. Ἀλλ' ἐκ Πνεύματος ἁγίου τὸ θεῖον συνέστη σῶμα, πλαστουργούμενον ἀῤῥήτως ἐν τῇ ἁγίᾳ Παρθένῳ, καὶ τῶν τῆς φύσεως νόμων ὀλίγα πεφροντικός. Ἥκιστα γὰρ δὴ σπερματικῆς ἐδεῖτο καταβολῆς ὁ τῶν ἁγίων πρωτότοκος, ἡ ἀπαρχὴ τῶν λαχόντων τὴν ἐκ Θεοῦ διὰ Πνεύματος ἀναγέννησιν. Περὶ ὧν εἴρηται σαφῶς· «Οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν.» ∆ιέδρα δὴ οὖν τὴν ἐκ νόμου καταβοὴν ἡ ἁγία Παρθένος, σπερματισθεῖσα μὲν οὐδαμῶς, ἐνεργείᾳ δὲ τῇ διὰ ἁγίου Πνεύματος τὸ θεῖον ἀποκυήσασα βρέφος. Ἡ δὲ τίκτουσα καὶ ἀκάθαρτος διὰ τοῦτο γυνὴ, εἴη ἂν, κατά γε τὸ εἰκὸς καὶ τὸν ἀμωμήτως ἔχοντα νοῦν, ἡ ἀνθρώπου φύσις. Τὸ γάρ τοι τῆς γυναικὸς πρόσωπον αὐτῇ περιθήσομεν εἴς γε τὸ παρὸν τῇ φύσει. Κατηγορεῖται δὲ νόμῳ, καὶ μολυσμοῖς ἔνοχος ὀνομάζεται, διά τοι τὸ τίκτειν εἰς φθορὰν, καὶ οὐκ εἶναι μὲν ἐν οἷς ἦν εὐθὺς τὸ εἶναι λαχοῦσα παρὰ Θεῷ (γέγονε γὰρ ἐπὶ ἀφθαρσίᾳ)· παρενηνέχθαι δὲ μᾶλλον εἰς τὸ καταφθείρεσθαι δεῖν, κατεγνωσμένη διὰ τὴν παράβασιν, καὶ τὴν ἐκ θείας ἀρᾶς ἀνατλᾶσα δίκην παρὰ φύσιν ἡ φύσις. «Ὁ γὰρ Θεὸς θάνατον οὐκ ἐποίησε,» κατὰ τὸ γεγραμμένον, «οὐδὲ τέρπεται ἐπ' ἀπωλείᾳ ζώντων, καὶ οὐκ ἔστιν ᾄδου βασίλειον ἐπὶ γῆς. Ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου· φθόνῳ δὲ διαβόλου, θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον.» Καταμολύνει δὴ οὖν τὴν φύσιν ἡ ἐπείσακτος φθορὰ, καὶ ὁ φθόνῳ διαβολικῷ κατακρατήσας θάνατος, ῥίζαν ἔχων τὴν ἁμαρτίαν. Καταμιαίνει δὲ καὶ ἑτέρως, τὸ ὡς ἐν φιληδονίᾳ σαρκικῇ σπείρεσθαι τὰ γεννώμενα. Καὶ δή τι τοιοῦτον ὑποδηλοῦν ἔοικεν ὁ θεσπέσιος ∆αβὶδ ψάλλων τε καὶ λέγων· «Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.» Ἀκάθαρτος οὖν ἡ φύσις, ὡς ἐκ παραβάσεώς τε καὶ ἐξ ἀρᾶς ὑπομένουσα τὴν φθορὰν, παρά γε τὸ Θεῷ δοκοῦν. Ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα, τὸ (σιξ) ἀληθὴς ὁ λόγος. {ΠΑΛΛ.} Τίνα δὴ οὖν τρόπον ἀπαλλάττοιτο ἄν τις ἀκαθαρσίας, προστίθει λοιπόν. {ΚΥΡ.} Αὐτὸς ἡμῖν, ὦ Παλλάδιε, κατέδειξε τὴν ὁδὸν καταδικάζων ὁ νόμος. «Ἀφοριζέσθω γὰρ, φησὶν, ὡς ἀκάθαρτος, ἑπτὰ ἡμέρας.» Ἀπαριθμείτω δὲ καὶ ἑτέρας τρεῖς καὶ τριάκοντα, καὶ καθίσεται ἐν αἵματι ἀκαθάρτῳ αὐτῆς, ἐπ' ἄρσενι δὲ δηλονότι τῷ γεννήματι· εἰ δὲ δὴ θῆλυ τέκοι, φησὶ, διπλοῦς ὁ ἀφορισμὸς, διπλῆ καὶ ἡ τῶν ἑτέρων ἡμερῶν ἀπαρίθμησις. Οὐκοῦν εἰ μὲν ἄρσεν εἴη τὸ ἀποτεχθὲν, ἀκάθαρτος ἡ τεκοῦσα, καὶ ἐν μολυσμοῖς ἑπτὰ καὶ τριάκοντα καὶ τρεῖς ἡμέρας, τουτέστι, τεσσαράκοντα· εἰ δὲ θῆλυ, δὶς ἑπτὰ, καὶ ἑξήκοντα καὶ ἓξ, τουτέστιν, ὀγδοήκοντα. {ΠΑΛΛ.} Καὶ τίς ἂν εἴη λοιπὸν καὶ ὁ τοῦδε λόγος; {ΚΥΡ.} Ἐκ παραδειγμάτων ἡμᾶς σαρκικῶν ἀνακομίζει πάλιν ὁ νόμος εἰς κατάληψιν τῶν ἀφανεστέρων, καὶ ὥσπερ τινὰ πίνακα πνευματικῆς θεωρίας ἀναγράφει τὰ αἰσθητά. Φασὶ τοιγαροῦν οἱ ταῦτα σοφοὶ, ὡς εἰ μὲν ἄρσεν εἴη τὸ ἐν μήτρᾳ καταβληθὲν, εἰδοποιεῖσθαι μόλις ἡμερῶν αὐτὸ τεσσαράκοντα δεδαπανημένων· εἰ δέ γε θῆλυ, βραδεῖαν ἔχει τὴν εἰς τοῦτο πάροδον, ὡς ἀσθενές τε καὶ ἄναλκι. ∆εῖσθαι δὲ δὴ καὶ αὐτό φασιν, εἰς εἰδοποίησιν ἐναργῆ, τῶν δὶς τεσσαράκοντα ἡμερῶν, τουτέστιν, ὀγδοήκοντα. Ἀκάθαρτος οὖν ἡ ἀῤῥενοτόκος ἐν ἡμέραις τεσσαράκοντα· ἡ δέ γε θήλεος μήτηρ, ἐν ὅλαις ἦν ὀγδοήκοντα τὸν ἀριθμὸν ἡμέραις ἐν μολυσμοῖς καὶ ἀκαθαρσίαις, τουτέστιν, ἄχρι μορφώσεως ἀκριβοῦς τῶν ἐν μήτρᾳ, καὶ μὴν καὶ ἀφίξεως τῆς εἰς εἶδος τὸ ἀνθρώπινον. Ἐπὶ δέ γε τῷ καθαρισμῷ, κατά γε τὸ τῷ νόμῳ δοκοῦν, ἀμνὸς καὶ τρυγὼν ἐσφάζετο παρὰ τὴν θύραν τῆς ἁγίας σκηνῆς, μεσιτεύοντος ἱερέως καὶ τελοῦντος τὰ ἱερά· περιτέμνεσθαι δὲ δεῖν καὶ τὸ ἄρσεν ἔφη κατὰ τὸ τῷ νόμῳ δοκοῦν, τουτέστι, κατὰ τὴν ὀγδόην. Τοιόσδε μὲν οὖν ὁ τοῦ γράμματος νοῦς. Ἡμεῖς δὲ πρὸς θεωρίαν ἀναθέοντες τὴν πνευματικὴν, φέρε δὴ λέγωμεν τίνα δὴ τρόπον ἡ εἰς φθορὰν ἡμᾶς καὶ ἀκαθαρσίαν τεκοῦσα φύσις διεκρούσατο μολυσμοὺς, καὶ διέδρα τὴν ἀκαθαρσίαν καὶ τὴν ἐκ τοῦ νόμου κατάῤῥησιν· μακροὺς μὲν γὰρ ἤδη διατετέλεκε χρόνους ἐν ἀφορισμῷ, τουτέστιν, ἐκ προσώπου Θεοῦ. Χρόνοι δὲ ἦσαν οἱ πρὸ τῆς ἐπιδημίας, καθ' οὓς βεβασίλευκεν ὁ θάνατος ἀπὸ Ἀδὰμ καὶ μέχρι Μωσέως, κατεκράτησε δὲ τῶν ἐπὶ τῆς γῆς ἡ πολύμορφος ἁμαρτία. Ἐπειδὴ δὲ κατὰ τὴν ὀγδόην, τουτέστι, μετὰ τὸν τοῦ νόμου καιρὸν καὶ τὸν ἀρχαῖον ἐκεῖνον Σαββατισμὸν, ἀχειροποιήτῳ περιτομῇ περιτετμήμεθα διὰ Πνεύματος, μεμορφώμεθα δὲ καὶ εἰς Χριστὸν, τῆς θείας αὐτοῦ φύσεως γενόμενοι κοινωνοί· διεκρουσάμεθα δὴ τὰ ἐγκλήματα, κατηφάνισται δὲ καὶ ὁ ῥύπος, καὶ ἅπας ἡμῶν οἴχεται μολυσμός· τικτόμεθα γὰρ οὐκ εἰς φθορὰν ἔτι, διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, ἀλλ' εἰς ζωήν τε καὶ ἀφθαρσίαν, διὰ τὴν ἐν Χριστῷ δικαίωσιν, τὴν ὑπὲρ ἡμῶν ὑπομείναντος σφαγὴν, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀληθινοῦ, ὡς τρυγόνος θείας καὶ νοητῆς· σεσώσμεθα γὰρ οὐχ ἑτέρως. Ἦ γὰρ οὐχ ὧδε ἔχει; {ΠΑΛΛ.} Παντάπασι μὲν οὖν· σαφὲς γὰρ λίαν τὸ αἴνιγμα.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ΕΚΚΑΙ∆ΕΚΑΤΟΣ. Ὅτι χρὴ προσάγειν ἡμᾶς θυσίας πνευματικὰς καὶ δωροφορίας Θεῷ.
Ἀπόχρη μὲν οὖν, καθάπερ ἐγᾦμαι, τὰ εἰρημένα πρὸς τὸ δεῖν ἰέναι γεννικῶς εἰς ἀπότριψιν ἁμαρτίας, καὶ εἰς ἀποκάθαρσιν τὴν διὰ Χριστοῦ, πάντα μὲν ῥύπον τὸν ἐν ἡμῖν διασμήχειν οἵου τε, καὶ τῇ τοῦ Πνεύματος ἐνεργείᾳ συντήκοντος, ἐκνενιμμένους δὲ καὶ ἁγίους ἀποφαίνειν εἰδότος. Τοιγάρτοι καὶ ἱερὸς ἡμῖν ὁ λόγος τοιοῦτος, τὴν τοῦ Πνεύματος ἐνέργειαν εἰς ἡμᾶς ἐσομένην προανακεκράγει λέγων· «Ὅτι ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὐτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε. Ἰδοὺ ἔρχεται, λέγει Κύριος παντοκράτωρ, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; ὅτι αὐτὸς εἰσπορεύεται, ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων, καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων, ὡς τὸ ἀργύριον καὶ τὸ χρυσίον.» Συνᾴδει δὲ τούτοις καὶ ὁ θεσπέσιος Ἡσαΐας λέγων, ὅτι «Ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιὼν, καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν ἐν πνεύματι κρίσεως, καὶ ἐν πνεύματι καύσεως.» Ἆρ' οὖν, ὦ Παλλάδιε, τῆς ἐν Χριστῷ νοουμένης δικαιοσύνης ὁ τρόπος διαπεραίνοιτο ἂν πρὸς ἡμῶν, ὡς ἔν γε δὴ μόνῳ τῷ διασμήχεσθαι δεῖν; καὶ τὸ ἀρχαίους ἡμᾶς ἀποτρίψασθαι μολυσμούς; ἀρκέσειεν ἂν, εἰπέ μοι, πρὸς δόξαν ἡμῖν ἁγιοπρεπῆ, καὶ ταῖς ἀνωτάτω στεφανώσει τιμαῖς; ἤγουν, ἔσται πως τὰ καθ' ἡμᾶς ἐν ἀμείνοσι, καὶ τοῖς εἰς ἄκρον ἐπαίνοις κατασεμνυνοῦμεν εἰκότως τὰς ἑαυτῶν κεφαλὰς, οἷάπερ τινὰ δωροφορίαν πνευματικὴν, καὶ ἱερὸν ἀληθῶς ἀνάθημα προσκομίζοντες τῷ Θεῷ, τὴν ἐν ἁγιασμῷ καὶ ὁσιότητι ζωὴν, καὶ πνευματικὴν λατρείαν εὖ μάλα διαπεραίνοντες; {ΠΑΛΛ.} Οὕτω φημί. {ΚΥΡ.} Καὶ γάρ τοι τὸ χρῆμά ἐστι τοῖς ἱεροῖς συμβαῖνον νόμοις, καὶ Θεῷ κεχαρισμένον, καὶ τῶν ὅτι μάλιστα δεδοκιμασμένων· καταλήγειν μὲν ἔργου παντὸς προστέταχεν ἐν Σαββάτῳ, δρᾷν δὲ δὴ ὅλως ἠφίει τινὰς οὐδ' ὅπως τι οὖν, οὕτω λέγων ἐν τῇ Ἐξόδῳ· «Μνήσθητι τὴν ἡμέραν τῶν Σαββάτων ἁγιάζειν αὐτήν. Ἓξ ἡμέρας ἐργᾶ, καὶ ποιήσεις πάντα τὰ ἔργα σου· τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ, Σάββατα, ἀνάπαυσις Κυρίῳ τῷ Θεῷ σου, οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον.» Τὸν ἐν πνεύματι δηλονότι Σαββατισμὸν τοῦ τύπου κατασημαίνοντος, ὅτε καὶ εἰς κατάληξιν καὶ ἀνακωχὴν παντὸς ἔργου σαρκικοῦ, καὶ μοχθηρῶν σπουδασμάτων, δι' αὐτοῦ κεκλήμεθα τοῦ Χριστοῦ, τὸ τῆς ἁμαρτίας ἄχθος ἀποσεισάμενοι, καὶ τὴν ἐκ τῆς φαυλότητος ἀγαπῶντες ἀπόστασιν, καὶ τῶν ἔξω νόμου τὴν ἀργίαν· ἀπελείπετο μὲν γὰρ ὁ τοιόσδε Σαββατισμὸς τοῖς ἐξ Ἰσραήλ. Εἰσβεβήκασι γὰρ οὐδαμῶς εἰς τὴν κατάπαυσιν τοῦ Χριστοῦ, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. Ἡμᾶς δὲ κατέπαυσεν ὁ Χριστὸς, καὶ Σαββατίζειν ἀνέπεισε νοητῶς, ἀνιεμένους εἰς ἀρετὴν, καὶ καλὴν πλημμελημάτων ἀργίαν ἐπιτηδεύοντας. {ΠΑΛΛ.} Ἄριστα ἔφης. {ΚΥΡ.} Ἀλλ' ἐθεσμοθέτει μὲν καὶ πάλαι Θεὸς, τὸ δεῖν ἅπαντας ἀργεῖν ἐν Σαββάτῳ. Πλὴν οἱ τῇ θείᾳ λειτουργίᾳ κατεστεμμένοι, καὶ τῇ ἁγίᾳ σκηνῇ προσεδρεύειν ἐπιτεταγμένοι, πάλιν ἐτέλουν τὰ ἱερά· καὶ βεβηλοῦντες τὸ Σάββατον, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, ἦσαν ἀναίτιοι, τὴν ἐπὶ τῷ λελύσθαι τὸν νόμον οὐχ ὑπομένοντες γραφήν. Οὐκοῦν ἐπιγείων μὲν σπουδασμάτων καὶ ἡμεῖς αὐτοὶ καταλήξομεν ἐν Χριστῷ, τὸν νοητὸν πληροῦντες Σαββατισμὸν, ἀφεξόμεθα δὲ οὐχὶ τῶν ἱερῶν ἔργων, τοῦ χρῆναι, φημὶ, προσκομίζειν Θεῷ θυσίας πνευματικὰς καὶ νοητὰς δωροφορίας. Ἑπόμενοι δὲ ὥσπερ τοῖς ἴχνεσι τοῦ Χριστοῦ, κατὰ τὸ γεγραμμένον, ἑαυτοὺς ἱερεύσομεν, οὐ μηλοσφαγίαις καὶ μόσχων αἵμασι τὸν τῶν ὅλων τιμῶντες Θεὸν, ἑαυτοὺς δὲ μᾶλλον εἰς ὀσμὴν εὐωδίας ἀνατιθέντες αὐτῷ. Ἀρέσομεν γὰρ ὑπὲρ μόσχον νέον, κέρατα ἐκφέροντα καὶ ὁπλὰς, κατά γε τὴν τοῦ Ψάλλοντος φωνήν. {ΠΑΛΛ.} Ὀρθῶς διανοῇ· πλὴν ἴθι δὴ πάλιν, καὶ ἐξ ἱερῶν Γραμμάτων τῆς ὧδε λαμπρᾶς καὶ ἀξιαγάστου λατρείας ἀνατύπου τὰς γραφάς. {ΚΥΡ.} Ἔφη τοίνυν Θεὸς ἐν τῷ Λευϊτικῷ, δῆλον δὲ ὅτι πρὸς πάντας τοὺς ἐξ Ἰσραήλ· «Ἄνθρωπος ἐξ ὑμῶν ἐὰν προσαγάγῃ δῶρα τῷ Κυρίῳ, ἀπὸ τῶν κτηνῶν καὶ ἀπὸ τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων προσοίσετε τὰ δῶρα ὑμῶν· ἐὰν ὁλοκαύτωμα τὸ δῶρον αὐτοῦ, ἐκ τῶν βοῶν ἄρσεν ἄμωμον προσάξει, πρὸς τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου προσοίσει αὐτὸ δεκτὸν ἐναντίον Κυρίου, καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ καρπώματος δεκτὸν αὐτῷ, ἐξιλάσασθαι περὶ αὐτοῦ. Καὶ σφάξει τὸν μόσχον ἔναντι Κυρίου, καὶ προσοίσουσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς τὸ αἷμα, καὶ προσχεοῦσι τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ τὸ ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἐκδείραντες τὸ ὁλοκαύτωμα, μελιοῦσιν αὐτὸ κατὰ μέλη, καὶ ἐπιθήσουσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς πῦρ ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐπιστοιβάσουσι ξύλα ἐπὶ τὸ πῦρ· καὶ ἐπιστοιβάσουσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς τὰ διχοτομήματα, καὶ τὴν κεφαλὴν, καὶ τὸ στέαρ ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρὸς τοῦ ὄντος ἐπὶ τοῦ θυσιαστηρίου, τὰ δὲ ἐγκοίλια καὶ τοὺς πόδας πλυνοῦσιν ὕδατι, καὶ ἐπιθήσει ὁ ἱερεὺς τὰ πάντα ἐπὶ τὸ θυσιαστήριον· κάρπωμά ἐστι, θυσία, ὀσμὴ εὐωδίας τῷ Κυρίῳ.» Ἆρ' οὐκ ἐναργὴς ὁ τύπος τῆς τῶν ἁγίων ζωῆς, καὶ οἰκειότητος ὁλοτελοῦς, τῆς πρὸς Θεὸν ἐν πνεύματι καὶ ἁγιασμῷ; Μορφούμεθα γὰρ ὡς ἐν τοῖς ἡμέροις τῶν ζώων, μόσχῳ τε, φημὶ, καὶ προβάτῳ, κόσμῳ μὲν ἀποθνήσκοντες διὰ τοῦ τὴν σάρκα κατανεκροῦν, ἵνα Θεῷ ζήσωμεν διὰ τῆς εὐαγγελικῆς πολιτείας, ἀναβαίνοντες δὲ ὥσπερ εἰς θυσίαν τὴν πνευματικὴν ἀληθῶς καὶ εὐοσμοτάτην δι' Υἱοῦ τῷ Πατρί. Καὶ φέρε σοι πάλιν τὰ ἐφ' ἑκάστῳ λέγωμεν, ἰσχνοεποῦντες ὡς ἔνι. ∆ῶρον μὲν γὰρ ὥσπερ τι τῷ πάντων κρατοῦντι Θεῷ τὴν ἰδίαν ἕκαστος ἀνατίθησι ζωὴν, πλὴν ὡς ἑκάστῳ δίδοται, καὶ ὡς ἂν ἔχοι μέτρον. Ὁ μὲν γὰρ, οὕτως· ὁ δὲ, οὕτως, ἴδιον ἔχων ἐκ Θεοῦ χάρισμα, κατὰ τὴν τοῦ σοφωτάτου Παύλου φωνήν. Ἐν γὰρ τοῖς μεγέθεσι τῶν ζώων, ἤτοι ταῖς κατ' εἶδος διαφοραῖς, τὸ ἀνίσως τε καὶ ἀνομοίως ἔχον, κατ' ἰσχὺν τάχα που τὴν πνευματικὴν καὶ κατά γε τὴν τῆς διανοίας, πλαγίως ὑποσημαίνεται. Εἴτ' οὖν ὡς ἐν μόσχῳ μέγας εἴη τυχὸν, καὶ μὴν καὶ ἄγαν εὐσθενὴς, ἤγουν ὡς ἔν γε προβάτῳ τὸ μεῖον ἔχων, καὶ τοῦ τελείου κατόπιν ἰὼν, ἑαυτὸν εἰς δωροφορίαν προσκομίζει Θεῷ, καὶ τοῦτο εἰς ὁλοκαύτωμα, τουτέστιν, εἰς ὁλόκληρον ἀφιέρωσιν, οὐ μεμερισμένην ἔχων πρὸς τὰ ἐν κόσμῳ τὴν ζωὴν, ἀλλ' ὅλην ἐξ ὅλου δεκτήν τε [καὶ] ἱερὰν τῷ Θεῷ. Τοιόσδε τις ἔστω τῆς θυσίας ὁ τρόπος· Ἄρσεν τε καὶ ἄμωμον ἔστω τὸ θῦμα, φησί. Σύμμορφοι γὰρ ἀεί πώς εἰσιν οἱ ἅγιοι τοῦ Χριστοῦ, ὅς ἐστιν ἄρσην τε καὶ ἄμωμος ἀληθῶς, τοῦ μὲν ἄρσενος, τὸ ἡγεμονικὸν, τοῦ δὲ ἀμώμου, τὴν ὑπερφυᾶ καὶ ἀνυπέρβλητον ἁγιότητα καταγράφοντος. Εἷς γὰρ ἡμῶν καθηγητὴς καὶ πάναγνος ἀσυγκρίτως, ὁ Ἐμμανουήλ. Ἄλλως τε (χρῆναι γὰρ δεῖ[ν] κἀκεῖνο εἰπεῖν, καὶ οἰήσομαι δεῖν) ἄρσενάς τε καὶ ἀμώμους πρέποι ἂν εἶναι τοὺς Θεῷ καθιερωμένους, οὐδὲν ἔχοντας τὸ θηλυπρεπὲς, οὐ παρειμένους εἰς ῥᾳθυμίαν· ἀλλὰ πολὺ λίαν διανενευκότας εἰς τὸ ἀνδρίζεσθαι δεῖν, ἄρσενά τε καὶ οἱονεὶ διεγηγερμένον τὸν ἔν γε δὴ σφίσιν αὐτοῖς διασώζοντας νοῦν. Καὶ μέντοι πρὸς τόδε φαίην ἂν, ὅτι καθαρούς τε καὶ ἀμώμους εἶναι χρὴ, κατά γε τὸ ἐγχωροῦν τῇ ἀνθρωπίνῃ φύσει. Ψάλλει γάρ που καὶ μάλα ἐμφρόνως ὁ θεσπέσιος ∆αβίδ· «Κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ' ἐμοί.» Συμμεμέτρηται γάρ πως παρὰ Θεῷ τῆς ἀνθρωπίνης ἐπιεικείας ὁ τρόπος, ὑπερανισχούσης δηλονότι τῆς τῶν ἁγίων ἀγγέλων, καὶ πολὺ τὸ καθ' ἡμᾶς ὑπεραιρούσης μέτρον. Οὐκοῦν ἄρσεν τε καὶ ἄμωμον τὸ ἱερὸν ἔστω θῦμα. Ἀποφέρεται δέ πως πρὸς αὐταῖς ταῖς θύραις τῆς ἁγίας σκηνῆς. Τελειούμεθα γὰρ οὐχ ἑτέρωσέ ποι, ἢ ὅτι πάντη τε καὶ πάντως ἐν ἐκκλησίαις ἐσόμεθα εὐπαράδεκτοι τῷ Θεῷ καὶ Πατρὶ, προσκομίζοντος ἡμᾶς ὡς ἱερέως Χριστοῦ. ∆ι' αὐτοῦ γὰρ τὴν προσαγωγὴν ἐσχήκαμεν, καὶ αὐτὸς ἡμῖν ἐνεκαίνισε τὴν εἰς τὸ εἶναι πάροδον, πρόδρομος ὑπὲρ ἡμῶν εἰσελάσας εἰς τὰ Ἅγια τῶν ἁγίων, καὶ καταδείξας ἡμῖν τὴν ἀληθῆ τρίβον. Ἐπιθεῖναί γε μὴν τῷ μόσχῳ τὰς χεῖρας προστέταχε, διά γε δὴ τούτου πλαγίως ὑποσημαίνων, ὡς ἀνθ' ἑαυτῶν ἐν τύπῳ προσάγουσιν εἰκόνα τινὰ τοῦ χρῆναι βιοῦν ἁγίως, διὰ τοῦ τεθνάναι τῷ κόσμῳ τὴν τοῦ κτήνους σφαγὴν εὖ μάλα ποιούμενοι. Ἄθρει δὴ οὖν ὅπως ἡμῖν ἡ σκιὰ διαμορφοῖ τὴν ἀλήθειαν. Ἐσφάζετο μὲν γὰρ ὁ μόσχος ἔναντι Κυρίου, προσεχεῖτο δὲ τὸ αἷμα τῷ θυσιαστηρίῳ. Τὸ γάρ τοι τεθνάναι τῷ κόσμῳ, καὶ τῶν σαρκικῶν ἡ νέκρωσις κινημάτων, ἥδιστον τῷ Θεῷ, καὶ τῆς ἄνωθεν ἐποπτείας ἄξιον· καὶ τάχα που ψάλλει τι τοιοῦτον ὁ θεῖος ἡμῖν ∆αβὶδ, ὡδί πη λέγων· «Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.» Ἀνάθημα γὰρ ὥσπερ ἱερὸν ἔσται τῷ Θεῷ, τῶν ὁσίων ὁ θάνατος· καὶ οὔτι που πάντων τῶν κατὰ σάρκα, φημί· κατασημήνειεν δὲ μᾶλλον ὁ λόγος ἡμῖν, ὃν ὑπομένειν ἔθος αὐτοὺς, κόσμῳ μὲν ἀποθνήσκοντας, Θεῷ δὲ ζῶντας ἐν ὁσιότητι καὶ ἁγιασμῷ· ἀμήχανον γὰρ τὴν ἁγίαν ἡμᾶς κατορθῶσαι ζωὴν, μὴ οὐχὶ προεκτεθνεῶτας τῷ κόσμῳ. Γράφει γὰρ ὁ Πέτρος περὶ Χριστοῦ· «Ὃς τὰς ἁμαρτίας ἡμῶν ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τοῦ ξύλου, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι, τῇ δικαιοσύνῃ ζήσωμεν.» Οὐκοῦν ἡ τοῦ μόσχου σφαγὴ, καταδηλοῦν ἔοικε τὸ ἀπογενέσθαι ταῖς ἁμαρτίαις, καὶ τὸ ὑπομεῖναι θάνατον τὸν παρὰ Θεῷ τίμιον, ὃν καὶ ἐφορᾷν ἀξιοῖ. «Σφάξουσι γὰρ, φησὶ, τὸν μόσχον ἔναντι Κυρίου.» Ἡ δέ γε τοῦ αἵματος χύσις ἐπὶ τὸ θυσιαστήριον, τὴν τῆς ζωῆς ἀφιέρωσιν καὶ ψυχῆς ἀνάθεσιν εἰς δόξαν Θεοῦ κατασημήνειεν ἂν, οἶμαί που. Ἐκδέρεται δὲ τὸ θῦμα, καὶ τέμνεται κατὰ μέλος· τοῦ μὲν ἐκδέρεσθαι, τὴν οἱονεὶ γύμνωσίν τε καὶ ἀποκάλυψιν τῶν ἐν ἡμῖν ὑποφαίνοντος· τοῦ δὲ μελίζεσθαι, τὸ μέχρις ἁρμῶν τε καὶ μυελῶν τὸν τοῦ Θεοῦ καθικνεῖσθαι λόγον, εὖ μάλα παραδεικνύντος. «Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, φησὶ, καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος.» Ἀνακαίοντος δὲ τοῦ ἱερέως τὸ πῦρ, ἐπιτίθεται τῷ θυσιαστηρίῳ τὰ διχοτομήματα, σὺν τῇ κεφαλῇ καὶ τοῖς ποσὶ, καὶ μέντοι καὶ ἐνδοσθίοις, ἐκνενιμμένοις ὕδασιν. Εὐώδη γὰρ ἅπαντα τὰ τῶν ἁγίων, οὐδὲν ἀπόβλητον παρὰ Θεῷ τῶν ἐκείνοις ἐνεῖναι πεπιστευμένων. Εἶεν δ' ἂν εἰς τύπον τὰ μὲν κρέα, τῆς οἱονεὶ παχυτέρας αὐτῶν καὶ ἐνσωμάτου ζωῆς· σεμνὴ γὰρ αὐτὴ καὶ πάναγνος· κεφαλὴ δὲ, νοῦ σημεῖον, λογισμῶν δὲ καὶ ἐπιθυμιῶν, τὰ ἐντόσθια· πόδες δὲ αὖ, πρακτικῆς καὶ τῆς ὡς ἐν ἔργοις πορείας αἴνιγμα λεπτόν. {ΠΑΛΛ.} Ὡς δριμὺς ὁ λόγος! {ΚΥΡ.} Ἔχει δ' οὖν ὅμως τὸ ἀληθὲς, καίτοι διάττων ἡμῖν ὡς ἐν ὁμίχλῃ καὶ σκότῳ· βαθὺς γὰρ ὁ νόμος. «Ἐὰν δὲ ἀπὸ τῶν προβάτων, φησὶ, τὸ δῶρον αὐτοῦ τῷ Κυρίῳ, ἀπό τε τῶν ἀρνῶν καὶ τῶν ἐρίφων εἰς ὁλοκαύτωμα· ἄρσεν ἄμωμον προσάξει αὐτὸ, καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ σφάξουσιν αὐτὸ, ἐκ πλαγίων τοῦ θυσιαστηρίου πρὸς βοῤῥᾶν, ἔναντι Κυρίου.» Μελίζεται δὲ καὶ αὐτὸ, ἐκνενιμμένων τῶν ἐντοσθίων κατὰ τὸν ἴσον τῷ μόσχῳ τρόπον. Ἀνακομίζεσθαι δὲ δεῖν ἐπὶ τὸ θυσιαστήριον ἐθεσμοθέτει πάλιν· ὁ αὐτὸς δ' ἂν εἴη τῆς θεωρίας καὶ ἐπὶ τῷδε λόγος. Πλὴν ἔχει τι παρηλλαγμένον· ἐσφάζετο γὰρ ὁ ἀμνὸς ἐκ πλαγίων τοῦ θυσιαστηρίου πρὸς βοῤῥᾶν. {ΠΑΛΛ.} Τίς οὖν ἄρα ἐστὶ καὶ ὁ τοῦδε λόγος; {ΚΥΡ.} Ἢ οὐκ οἶσθα, ὅτι νοτιωτέρα πώς ἐστι τῶν Ἰουδαίων ἡ γῇ, τὰ δέ γε πρὸς θάλασσαν τὴν βορειοτέραν αἱ ἀναρίθμητοι τῶν ἐθνῶν ἀγέλαι διεμοιρήσαντο, κατὰ χώρας καὶ πόλεις συνῳκισμέναι; {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Αἴνιγμα δὴ οὖν τοῦ καὶ αὐτὰς τὰς εἰς βοῤῥᾶν ἀγέλας, ἱερὰς ἔσεσθαι τῷ Θεῷ, τὸ ὡς ἐν μέρει τῷ βορειοτέρῳ καταθύεσθαι τὸν ἀμνόν. Τοῦτό τοι καὶ ὁ Σωτὴρ περὶ τῆς ἐξ ἐθνῶν ἀγέλης προανεφώνει λέγων· «Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.» {ΠΑΛΛ.} Συνῆκα ὃ φής. {ΚΥΡ.} Ῥᾳθυμίας δὲ ἀμείνους καὶ ὄκνου παντὸς ἐπέκεινα τιθεὶς ὁ τῶν ὅλων Θεὸς τοὺς οἵπερ ἂν ἕλοιντο πληροῦν τὰ νενομισμένα, καταλεαίνει τρόπον τινὰ τῆς καρποφορίας τὴν ὁδὸν, καὶ ἐν τοῖς ἔτι προβάτου μείοσι τὰ τῆς θυσίας ἀποπεραίνεσθαι δεῖν ἐπιτάττει, λέγων· «Ἐὰν δὲ ἀπὸ τῶν πετεινῶν κάρπωμα προσφέρῃ δῶρον τῷ Κυρίῳ, καὶ προσοίσει ἀπὸ τῶν τρυγόνων, ἢ ἀπὸ τῶν περιστερῶν τὸ δῶρον αὐτοῦ, καὶ προσοίσει αὐτὸ ὁ ἱερεὺς πρὸς τὸ θυσιαστήριον, καὶ ἀποκνίσει τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον, καὶ στραγγιεῖ τὸ αἷμα πρὸς τὴν βάσιν τοῦ θυσιαστηρίου. Καὶ ἀφελεῖ τὸν πρόλοβον σὺν τοῖς πτεροῖς, καὶ ἐκβαλεῖ αὐτὰ παρὰ τὸ θυσιαστήριον κατ' ἀνατολὰς εἰς τὸν τόπον τῆς σποδοῦ, καὶ ἐκκλάσει αὐτὸ ἐκ τῶν πτερύγων, καὶ οὐ διελεῖ, καὶ ἐπιθήσει αὐτὸ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρός. Κάρπωμά ἐστι θυσίας, ὀσμὴ εὐωδίας τῷ Κυρίῳ.» Ἄθρει δὴ πάλιν, ὡς ἄριστά τε καὶ εὐτέχνως τὸ ἐν συμμορφίᾳ φαίνεσθαι τοῦ Χριστοῦ, τοῖς ἁγίοις τετήρηται. Ἔστι μὲν γὰρ ἀληθῶς ἡ ἄνωθέν τε καὶ λαλιστάτη τρυγὼν αὐτὸς, ὁμοίως δὲ καὶ ἡ πραοτάτη περιστερά. Καὶ γοῦν ἐν μὲν τῷ Ἄσματι τῶν ᾀσμάτων γέγραπται περὶ αὐτοῦ· «Φωνὴ τρυγόνος ἠκούσθη ἐν τῇ ἐρήμῳ·» πραότητος δὲ τῆς ἄγαν καὶ ἀνωτάτω τύπον ὥσπερ τινὰ καὶ ὑπογραμμὸν ἑαυτὸν ἡμῖν παρετίθει, λέγων· «Μάθετε ἀπ' ἐμοῦ ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ.» Ἀλλ' ἰδοὺ καὶ αὐτοῖς τοῖς ἁγίοις, διά τοι τὸ ἐν μορφῇ γενέσθαι Χριστοῦ, τὸ ἐν ἴσοις ὥσπερ ἀγαθοῖς εὐπρεπές τε καὶ ἀξιάγαστον εὖ μάλα τετήρηται· τρυγόνες γὰρ καὶ αὐτοὶ νοοῖντ' ἂν εἰκότως, τὸν θεῖόν τε καὶ ἱερὸν τοῖς ἀκροωμένοις ἱεῖσαι λόγον, ᾠδάς τε καὶ μέλη τὰ εἰς δόξαν Θεοῦ ποιεῖσθαι σπουδάζουσαι. Τοιγάρτοι καὶ λέγουσιν· «Ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου.» Καὶ μέντοι καὶ τὸν ἐν Χριστῷ διαζῶσι βίον, καὶ τὴν πραοτάτην τῆς εὐαγγελικῆς πολιτείας ἴενται τρίβον, τοῖς παίειν ἐθέλουσιν εἰς τὴν δεξιὰν σιαγόνα, παραφέροντες καὶ τὴν ἀριστερὰν, καὶ τοῖς ἀγγαρεύουσι μίλιον, ἓν ἐθελοντὶ δωρούμενοι τὸ, εἴπερ ἕλοιντο, διαστείχειν καὶ δύο. Οὐκοῦν σφᾶς αὐτοὺς, εἰς ὀσμὴν εὐωδίας, καὶ εἰς ὁλοκαύτωμα καθιεροῦσι Θεῷ, καὶ ὡς ἐν εἴδει τρυγόνων καὶ περιστερῶν. Εἶτα τὴν κεφαλὴν ἀποκνίσας ὁ ἱερεὺς ἐπιτίθησι τῷ θυσιαστηρίῳ, προσχεύσας τὸ αἷμα. Ἅγιος γὰρ ἀληθῶς, καὶ ὅτι μάλιστα τῶν ἱερωτάτων ἁγίων ὁ νοῦς, ἀνακεῖσθαι πρέποι τῷ πανάγνῳ Θεῷ. Ἐννοιῶν γάρ ἐστιν ἐπίμεστος ἀγαθῶν, καὶ τῆς ἀληθοῦς θεογνωσίας εὐωδιάζει τὸ μύρον «Λογισμοὶ γὰρ δικαίων, κρίματα,» κατὰ τὸ γεγραμμένον· ἁγία δὲ ὅτι καὶ ἡ ζωὴ τῶν ἐν φόβῳ Θεοῦ, σαφὲς ἂν γένοιτο, διὰ τὸ δεῖν τῷ ἁγίῳ θυσιαστηρίῳ προσχεῖσθαι τὸ αἷμα. Ζωῆς γὰρ τύπος τὸ αἷμα· καὶ ἀφαιρεῖται μὲν τῶν στρουθίων ὁ πρόλοβος, τουτέστιν, ἡ φύσα, σὺν τοῖς πτεροῖς· ἐκβάλλεται δὲ ὡς ἀχρεῖον παντελῶς. Σημεῖον δ' ἂν γένοιτο καὶ τοῦτο σαφὲς, τοῦ καὶ τρυφῆς ἀνωτέρω τῆς σωματικῆς τὸν τῶν ἁγίων ἀναπεφάνθαι βίον, ὡς δοκεῖν ἤδη πως, μηδὲ τῆς τὰ σιτία χωρούσης ἐπιδεῖσθαι γαστρός. Τοιουτοσὶ γάρ πώς ἐστι τῶν ὅτι μάλιστα φιλοπονωτάτων ὁ βίος· οἳ σιτίων ὁμοῦ καὶ αὐτῆς τάχα που τῆς γαστρὸς ἀλογήσαντες, κατατήκουσι τὴν σάρκα, καὶ κατανεκροῦσιν ἡδονὰς, ἐλεύθεροι δὲ καὶ ἀπηλλαγμένοι παντὸς γεγόνασι κοσμικοῦ τε καὶ περιττοῦ. Τοῦτο γὰρ, οἶμαι, ἐστὶν ἡ τῶν πτερῶν ἀποβολή. Ἀναγκαία μὲν γὰρ τοῖς ὀρνέοις ἡ πτέρωσις· ἀλλὰ καὶ ἡμῖν αὐτοῖς, τὰ δι' ὧνπερ ἂν εἰς ἰδίαν χρείαν τουτὶ τὸ ἀπὸ τῆς γῆς ὑπηρετοῖτο σῶμα· ἄμφια δὲ δὴ λέγω, καὶ τροφῆς ὄργανα, καὶ πρός γε δὴ τούτοις εὖ μάλα καὶ τὰ δι' ὧν ἂν γένοιτο ταυτὶ, πορισμοὶ χρημάτων, τῇ τῆς ἐνδείας ἐφόδῳ μαχόμενοι, εὐναί τε μαλακαὶ, καὶ τὰ τούτοις ἀγχοῦ. Ἀλλ' εἰ καὶ χρειώδη ταῦτα καὶ ἀναγκαῖα τοῖς ἐπὶ γῆς καὶ ἐν σώμασιν, ἀλλ' οὖν τοῖς ἁγίοις λελόγισται παρ' οὐδὲν, ὄχλον δὲ ὥσπερ εἰκαῖον ἁπλῶς τὴν τῶν τοιούτων κτῆσιν ἀποπεμψάμενοι, μονονουχὶ γυμνοῖς καὶ ἀναμφιάστοις σώμασι διατελοῦσιν ἐν κόσμῳ, τὸ προστυχὸν καὶ εὐπόριστον τῇ τῆς σαρκὸς ἀνάγκῃ σὺν ὄκνῳ δωρούμενοι. Ἀποτετιλμένων δὲ τῶν πτερῶν, καὶ ἐξῃρημένης τῆς φύσης, ἤτοι τοῦ προλόβου, καὶ ἐκκλάσει, φησὶν, ἀπὸ τῶν πτερυγίων, καὶ οὐ διελεῖ, καὶ ἀνοίσει λοιπὸν ἐπὶ τὸ θυσιαστήριον. Καὶ ἡ μὲν τῶν πτερυγίων ἔκκλασις, τύπος ἂν εἴη καὶ ὑπόδειγμα σαφὲς τοῦ μὴ φρονεῖν τὰ ὑπέρογκα, μήτε μὴν ὑψοῦ πέτασθαι τῶν ἁγίων τὸν νοῦν, συνεπάγεσθαι δὲ μᾶλλον τοῖς ταπεινοῖς, καὶ οἱονεὶ τὰ κάτω ζητεῖν. Μετέωρος γὰρ ἀείπως ἐστὶ τῶν ἀλαζόνων ὁ νοῦς, καὶ πρὸς τὰ ἄνω φέρεται, συνιζῆσαι τοῖς χθαμαλωτέροις οὐκ ἀνεχόμενος, καὶ τὸ μέτριόν τε καὶ ταπεινὸν ἀτιμάζων φρόνημα. Οὐκοῦν ἡ τῶν πτερυγίων ἔκκλασις, ἀλαζονείας ἀπόθεσιν αἰνιγματωδῶς ὑποφαίνει· ὅτι δὲ καὶ εἰσάπαν, καὶ, ἵν' οὕτως εἴπωμεν, ὁλοτρόπως ἀνέθεσαν τῷ Θεῷ τὴν οἰκείαν ζωὴν, οὐ μεμερισμένοι πρὸς τὰ ἐν κόσμῳ, τὸ μὴ διαιρεῖσθαι δηλοῖ· μεμερίσθαι δὲ τοὺς ἐν γάμῳ, καὶ ὁ σοφὸς ἔφη Παῦλος. Ἱερὸς οὖν ἄρα τῶν ἁγίων ὁ νοῦς, ζωή τε ἁγία, καὶ τρυφῆς ἀμείνων σωματικῆς, καὶ μερίμνης κοσμικῆς ἐλευθέρα, καὶ φρονήματι τῷ μετρίῳ περικαλλής· ἀμέριστος δὲ καὶ πρὸς τὰ ἐν κόσμῳ. Τοιγάρτοι καὶ εἰς ὀσμὴν εὐωδίας ἀνατίθεται τῷ Θεῷ. {ΠΑΛΛ.} Ὧδε ἔχει. {ΚΥΡ.} Καταβιβάζει δὲ τῆς θυσίας τοὺς τρόπους, καὶ πρὸς τὰ ἔτι μείω τε καὶ παντὶ τῷ ἔτει λοιπὸν ἐγκείμενα, καὶ οὐ σὺν ἱδρῶτι ληπτὰ κατευρύνων, οἶμαί που, μικρῷ καὶ μεγάλῳ τῆς εὐδοκιμήσεως τὴν ὁδόν· γέγραπται γὰρ, ὅτι «Πλατεῖα ἡ ἐντολή σου σφόδρα.» Καὶ οὐ τῷ μεγέθει τῆς καρποφορίας πάντη τε καὶ πάντως τὸ γνήσιον κρίνεται, παρά γε τῷ φιλαρέτῳ Θεῷ, ἀλλ' ἐν ἴσῳ τοῖς προὔχουσιν ὁ βραχὺς, τὰ ἐνόντα διδοὺς, καὶ οἷς ἂν ἔχοι καὶ δύναιτο τιμᾷν ᾑρημένος. Ἔφη τοίνυν ὧδε πάλιν· «Ἐὰν δὲ ψυχὴ προσφέρῃ δῶ-ρον θυσίαν τῷ Κυρίῳ, σεμίδαλις ἔσται τὸ δῶρον αὐτοῦ· καὶ ἐπιχεεῖ ἐπ' αὐτὸ ἔλαιον, καὶ ἐπιθήσει ἐπ' αὐτὸ λίβανον, θυσία ἐστί· καὶ οἴσει πρὸς τοὺς υἱοὺς Ἀαρὼν τοὺς ἱερεῖς, καὶ δραξάμενος ἀπ' αὐτῆς πλήρη τὴν δράκα ἀπὸ τῆς σεμιδάλεως σὺν τῷ ἐλαίῳ, καὶ πᾶν τὸ λίβανον αὐτῆς, καὶ ἐπιθήσει ὁ ἱερεὺς τὸ μνημόσυνον αὐτῆς ἐπὶ τὸ θυσιαστήριον, θυσία ἐστὶν, ὀσμὴ εὐωδίας τῷ Κυρίῳ.» Συνίης οὖν ὅπως τὸ τοῦ προσκομίζοντος ὑπέμνησε ταπεινόν· ψυχὴν γὰρ ἁπλῶς, κἂν εἰ πολὺ τὸ ἄσημον ἔχοι κατὰ τόνδε τὸν βίον, ὁ θεῖος ἡμῖν ὀνομάζει νόμος, τὸ τῆς ἀνωτάτω φύσεως περὶ πάντας ἶσον καὶ ἀπροκλινὲς κἀν τούτῳ δεικνὺς, καθάπερ ἀμέλει καὶ ἐν τῷ φάναι πάλιν, ὅτι «Πᾶσαι αἱ ψυχαὶ, ἐμαί εἰσιν.» Ἀπροσωπόληπτον γὰρ τὸ θεῖον, καθάπερ ἔφην ἀρτίως. Οὐκοῦν εἴπερ ἕλοιτό τις τῶν οὐκ ἐχόντων, φησὶ, τὸ ἐπιφανὲς ἐν κόσμῳ, δωροφορεῖν τῷ Θεῷ, σεμίδαλις ἔσται τῆς θυσίας ὁ τρόπος. πλὴν ἐλαιόδευτος καὶ ἀναμὶξ λιβάνῳ· ὅτι δὲ ζωῆς μὲν εἰς τύπον ἡ σεμίδαλις, ἱλαρότητος δὲ τῆς ὡς ἐν ἐλπίδι, τὸ ἔλαιον, λίβανός γε μὴν, εὐωδίας τῆς ὡς ἐν ἔργοις καὶ κατορθώμασιν, καὶ βίῳ συννομωτάτῳ, πολὺς ἡμῖν διεσάφησε λόγος. Χρῆναι δὲ οὖν εὖ μάλα φησὶν ὁ νόμος, τοὺς οἵπερ ἂν ἕλοιντο κατευφραίνειν ἐν ἑαυτοῖς τὸν τῶν ὅλων Θεὸν, ἀνατιθέναι τε καὶ ἀφιεροῦν αὐτῷ τὴν οἰκείαν ζωὴν, οὐκ ἐπὶ τοῖς ἱδρῶσι τοῖς ὑπὲρ ἀρετῆς στυγνάζοντας· («Μὴ γὰρ δὴ γογγύζετε,» φησὶν ὁ θεσπέσιος Παῦλος), εὐωδίας δὲ τῆς νοητῆς ἐκμεμεστωμένην· ἀνοίσει γὰρ τότε τὸ μνημόσυνον αὐτῆς ὁ ἱερεὺς τῷ Θεῷ. Προσελευσόμεθα γὰρ ἐν Χριστῷ τῷ Θεῷ καὶ Πατρὶ διὰ τῆς πνευματικῆς θυσίας, τὸ καὶ ἐν μνήμῃ κεῖσθαι τῇ παρ' αὐτῷ κερδαίνοντες. ∆ι' ὧν γὰρ εὐδοκιμεῖν εἰθίσμεθα, διὰ τούτων αὐτῶν ἀποφανούμεθα, ὅτι καὶ μνήμης ἄξιοι, καὶ ἐν γνώσει Θεοῦ γεγόναμεν ἐν Χριστῷ. {ΠΑΛΛ.} Ἀστειότατα ἔφης. {ΚΥΡ.} Ἐπισυνάπτει δὲ τούτοις· «Ἐὰν δὲ προσ-φέρῃς δῶρον, θυσίαν πεπιλημένην ἐν κλιβάνῳ, δῶρον Κυρίῳ ἐκ σεμιδάλεως, ἄρτους ἀζύμους πεφυραμένους ἐν ἐλαίῳ, καὶ λάγανα ἄζυμα διακεχρισμένα ἐν ἐλαίῳ. Ἐὰν δὲ θυσία ἀπὸ τηγάνου τὸ δῶρον αὐτοῦ, σεμίδαλις πεφυραμένη ἐν ἐλαίῳ, ἄζυμα ἔσται· καὶ διαθρύψεις αὐτὰ κλάσματα, καὶ ἐπιχεεῖς ἐπ' αὐτὰ ἔλαιον, θυσία ἐστὶ Κυρίῳ. Ἐὰν δὲ θυσία ἀπὸ ἐσχάρας τὸ δῶρόν σου, σεμίδαλις ἐλαίῳ ποιηθήσεται. Ἐὰν δὲ προσφέρῃς θυσίαν τῶν πρωτογεννημάτων τῷ Κυρίῳ, νέα πεφρυγμένα χίδρα ἐρικτὰ τῷ Κυρίῳ, καὶ προσοίσεις τὴν θυσίαν τῶν πρωτογεννημάτων, καὶ ἐπιθήσεις ἐπ' αὐτὰ λίβανον· θυσία ἐστί. Καὶ ἀνοίσει ὁ ἱερεὺς τὸ μνημόσυνον αὐτῆς ἀπὸ τῶν χίδρων σὺν τῷ ἐλαίῳ, καὶ πάντα τὸν λίβανον αὐτῆς· κάρπωμά ἐστι τῷ Κυρίῳ. {ΠΑΛΛ.} Ὡς βαθὺ τὸ χρῆμα τοῦ νόμου! Φράζε δὴ οὖν, ὅπως καὶ τοῖς ὧδε λεπτοῖς τὸν νοῦν ἐνιέντες, οὐκ ἀπὸ σκοποῦ βαδιούμεθα. {ΚΥΡ.} Ἐκεῖνο, οἶμαί που, ἄξιον, τὸ τοῦ νόμου προμηθὲς καὶ λίαν εὐτεχνές· εἴσῃ γὰρ δὴ διὰ τρόπου παντὸς, καὶ προσίεται μὲν τὸ βραχὺ κομιδῇ, χαρίζεται δὲ καὶ αὐτῷ πανταχῆ τὸ εὐῶδες καὶ ἱλαρόν· διεπύθου γάρ που καὶ αὐτοῦ λέγοντος τοῦ Χριστοῦ· «Καὶ ὃς ἂν ποτίσῃ ἕνα τῶν ἀδελφῶν τούτων τῶν μικρῶν ποτήριον ψυχροῦ, μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.» Τοιουτονί τι κἀνθάδε διαλογίζεσθαι χρὴ, καὶ τὴν τοῦ νομοθέτου χρηστότητα ταῖς αὐτῷ πρεπούσαις κατακροτεῖν εὐφημίαις. Προσίεται γὰρ, ὡς ἔφην, κἂν εἰ ἕλοιτό τις καὶ τοῖς ἄγαν εὐτελεστάτοις πληροῦν τὰ νενομισμένα. Εἴτε γὰρ ἄρτος εἴη, φησὶν, εἴτε καὶ λάγανον ἓν, εἴτ' οὖν ἐκ κλιβάνου καὶ ἀπὸ τηγάνου, καὶ μὴν καὶ ἐσχάρας, καὶ ἥκιστα μὲν ἐκ πυρῶν, χίδρα δὲ εἴη καὶ ἐρικτὰ, τουτέστιν, ἐξ ὀσπρίων ἄλευρον, ἐλαίῳ δεδεύσθω τὸ προσκομισθὲν, καὶ καταπλουτείτω πάλιν ἐφ' ἑαυτῷ τὸν λίβανον. Ἔοικε δέ πως ἔν γε δὴ τούτοις ὁ λόγος, τὰς διὰ πυρώσεώς τε καὶ πόνων καὶ μέντοι καὶ συντριβῆς εὐδοκιμήσεις ἡμῖν τῶν ἁγίων ὑποδηλοῦν. Κλίβανος γὰρ καὶ ἐσχάρα, καὶ μὴν καὶ τὸ μύλῳ καταλεπτύνεσθαι, σημεῖά που πάντως εἶεν ἂν συντριβῆς τε καὶ πόνου δοκιμαζομένων ὡς διὰ πυρός. Τοιγάρτοι καὶ κεκράγασι, τὴν οὕτως εὐκλεᾶ διαστείχοντες τρίβον· «Ὅτι ἐδοκίμασας ἡμᾶς ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον.» Ψάλλει δέ που καὶ ὁ θεσπέσιος ἡμῖν ∆αβίδ· «Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.» Ἀλλ' ὅτι τοῖς ὧδε πεπονηκόσι, τὸ ἐν εὐωδίᾳ γενέσθαι Χριστοῦ, πάντη τε καὶ πάντως ἕποιτο ἂν εἰκότως· καὶ μὴν ὅτι καὶ τὸ ἐλεεῖσθαι δεῖν, καὶ τῇ τοῦ Πνεύματος χάριτι πλουσίως καταπιαίνεσθαι, σαφὲς ἂν γένοιτο τὴν τοῦ λιβάνου τε καὶ ἐλαίου περινοοῦντι χρείαν. Ἢ γὰρ οὐχὶ λεπτῶν αἰνιγμάτων ὑποψίαι πως ἡμῖν καὶ σκιαὶ τὰ ἐν νόμῳ; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Ἑαυτοὺς μὲν ἄρα προσοίσομεν τῷ Θεῷ, κατανεκρούμενοι τῇ ἁμαρτίᾳ, καὶ τὸν ἱερὸν τουτονὶ νοητῶς ὑπομένοντες θάνατον, ζῶντές γε μὴν τῇ δικαιοσύνῃ, κατὰ τὸ γεγραμμένον, καὶ ὡς ἐν τάξει χαριστηρίων τὴν ἰδίαν αὐτῷ ζωὴν ἀπονέμοντες εὐκλεᾶ τε καὶ ἀνεπίπληκτον, καὶ τοῖς εἰς φιλοθεΐαν αὐχήμασιν εὐπρεπῆ. Τοῦτό τοι σαφῶς καὶ δι' ἑτέρων εἰσόμεθα νόμων. Γέγραπται γὰρ ἐν τῷ Λευϊτικῷ· «Ἐὰν δὲ θυσία σωτηρίου τὸ δῶρον αὐτοῦ τῷ Κυρίῳ, ἐὰν μὲν ἐκ τῶν βοῶν αὐτὸ προσαγάγῃ, ἐάν τε ἄρσεν, ἐάν τε θῆλυ, ἄμωμον προσάξει αὐτὸ ἔναντι Κυρίου· καὶ ἐπιθήσει τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τοῦ δώρου, καὶ σφάξει αὐτὸ ἐναντίον Κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. Καὶ προσχεοῦσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων κύκλῳ. Καὶ προσάξουσιν ἀπὸ τῆς θυσίας τοῦ σωτηρίου κάρπωμα Κυρίῳ, τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν, καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας· καὶ τοὺς δύο νεφροὺς, καὶ τὸ στέαρ τὸ ἐπ' αὐτῶν, τὸ ἐπὶ τῶν μηρίων, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελεῖ· καὶ ἀνοίσουσιν αὐτὰ οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὰ ὁλοκαυτώματα ἐπὶ τὰ ξύλα, τὰ ἐπὶ τοῦ πυρὸς ἐπὶ τοῦ θυσιαστηρίου· κάρπωμα, ὀσμὴ εὐωδίας Κυρίῳ.» Ἄμωμος τοίνυν ὁ μόσχος· καθαροὺς γὰρ εἶναι πρέπει, καὶ μώμου παντὸς ἰόντας ὡς ἀπωτάτω, τοὺς εἰς ὀσμὴν εὐωδίας ἀναβαίνοντας τῷ Θεῷ. Ἐσφάζετο δὲ πρὸς αὐταῖς ταῖς θύραις τῆς ἁγίας σκηνῆς, ἐπενηνεγμένων αὐτῷ τῶν χειρῶν τοῦ προσάγοντος. Καὶ τίς ὁ τοῦδε λόγος, εἴρηται σαφῶς. Ἀνεκομίζετο δὲ εἰς θυσίαν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας, καὶ οἱ δύο νεφροὶ, συνεξαιρουμένης αὐτοῖς τῆς ἐνούσης πιμελῆς, καὶ ὁ λοβὸς τοῦ ἥπατος. Καὶ ὑποφήνειεν ἂν, καθάπερ ἐγᾦμαι, τὸ ἐπὶ τῆς κοιλίας στέαρ, τὴν οἱονεὶ φρενὸς εὐεξίαν, καὶ τὴν πιότητα τῶν σπλάγχνων ἐντεθραμμένων ἄριστα ταῖς διὰ τοῦ Πνεύματος νοηταῖς χορηγίαις. Εὐτροφία μὲν γὰρ τοῖς ἀλόγοις ζώοις, καὶ μὴν καὶ τοῖς ἀνθρωπίνοις σώμασι τὸ καταπιαίνεσθαι προξενεῖ. Θείων δὲ χαρισμάτων πλουσιωτάτη μέθεξις, παντὸς ἀγαθοῦ τὴν τῶν ἁγίων ἐμπίπλησι φρένα. Τοιγάρτοι καὶ ἱεροὶ καὶ εἰς ὀσμὴν εὐωδίας γένοιντο ἂν ἐξαίρετοι τῷ Θεῷ. Νεφροὶ δὲ δὴ πάλιν, εἰς τύπον ἂν εἶεν τῆς εἰς νοῦν ἔσω διακριτικῆς ἐνεργείας· καθ' ἣν ἀπόβλητον μὲν, τὸ πεφυκὸς ἀδικεῖν, αἱρετὸν δὲ καὶ ἀξιόληπτον ποιεῖται τὸ ὠφελοῦν. Γράφει δὲ καὶ ὁ θεσπέσιος Παῦλος· «Πάντα δοκιμάζοντες, τὸ καλὸν κατέχετε, ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.» Οὐκοῦν ἐπειδήπερ διακριτικὸν ἐν σώματι μόριον ὁ νεφρὸς (ἀποκρίνει γὰρ εὖ μάλα τὰ περιττὰ, τὸ χρηστόν τε καὶ ὠφελοῦν ἐνιεὶς τῇ φύσει, καὶ διανέμων εὐτέχνως, οἷς ἂν καὶ ὅσον διανέμεσθαι πρέποι), μεταληπτέον εἰκότως εἰς νοῦ διάκρισιν τοὺς νεφρούς. Ἱεροὶ τοιγαροῦν καὶ ἀνάθημα Θεῷ, τῶν ἁγίων οἱ νεφροὶ, τουτέστιν, ἥνπερ ἂν ἔχοιεν ἐν νῷ διάκρισιν. ∆όκιμοι γὰρ τραπεζῖται καὶ ἀκριβεῖς, οἱ Θεῷ προσκείμενοι, κατακιβδηλεύοντες μὲν τὸ φαῦλον ἀεὶ, ψήφῳ γε μὴν τῇ παγκάλῳ τιμᾷν εἰωθότες τὸ τελοῦν εἰς ὄνησιν. Ὧδε γὰρ οἶμαι καὶ τὸν θεσπέσιον Μελῳδὸν εὐδοκιμεῖν εἰωθότα διακεκραγέναι πρὸς τὸν Θεόν· «Ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου, Κύριε.» Ὁ δέ γε λοβὸς τοῦ ἥπατος, οὐδὲν ἧττον ἡμῖν ὑποφαίνει, ἢ ψυχῆς ἐνέργειαν, ἤτοι φρενὸς κίνησιν, καθ' ἣν ἴεται πρὸς ἐπιθυμίας. Ἐξηκριβωκότες δὲ τὰ τοιάδε τινὲς, οὐδὲν ὀκνοῦντές φασιν, ὡς ἐν ἥπατι τὰς ἐπιθυμίας ἅπαν ἔχει ζῶον. Ἀναθετέον δὴ οὖν καὶ τὸν λοβὸν τοῦ ἥπατος τῷ Θεῷ, τουτέστιν, αὐτὴν οἱονείπως ἁπάσης ἐπιθυμίας ἡμῶν τὴν πηγὴν, κατά γε τὸν ψάλλοντα Μελῳδόν· «Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου.» Σεμνύνεται δέ τις ἐφ' ἑαυτῷ, καὶ τὴν ὧδε σεπτὴν καὶ ἀξιάγαστον ἀναμέλπει φωνὴν, εἰ πρός γε δὴ μόνον τὸ τῷ Θεῷ δοκοῦν τὰς ὀρέξεις ἔχοι, καὶ καταφωρῷτο διψῶν, ἃ ἂν βούλοιτο δρᾷν αὐτός. {ΠΑΛΛ.} Σύμφημι· νοεῖς γὰρ ὀρθῶς. {ΚΥΡ.} Ἐπὶ προβάτῳ δὲ αὖ, καὶ μὴν καὶ αἰγὶ, τὸν αὐτὸν ὁρίζει νόμον, καὶ ἐν ἴσῳ τρόπῳ καὶ ἐπ' αὐτοῖς τὰ τῆς θυσίας ἐπράττετο, τῆς τῶν ζώων ὡς ἐν μεγέθει διαφορᾶς, τῶν καρποφορεῖν εἰωθότων, τὸ ἐν εὐσεβείᾳ τε καὶ εὐδοκιμήσει μέτρον ὑποφαινούσης ἀστείως· ὁ μὲν γὰρ, πλουσίως καὶ ὑπερφερῶς, ὡς ἔν γε τῷ μόσχῳ, περινοεῖν ἄξιον· ὁ δὲ μέσως, ὡς ἐν προβάτῳ, ὁ δὲ καὶ ὑφειμένως ἔτι· μείων γὰρ αἲξ προβάτου· καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ τὴν εὔκαρπον ἀναφῦναι γῆν ἑκατὸν, καὶ ἑξήκοντα, καὶ τριάκοντα, κατά γε τὴν ἐν τοῖς Εὐαγγελίοις παραβολήν. {ΠΑΛΛ.} Πείθομαι. {ΚΥΡ.} Ὅτι δὲ καὶ ἀναλόγως τοῖς ἑκάστου κατορθώμασιν ἡ τῆς ἀμοιβῆς ἀντέκτισις, καὶ ἰσοπαλεῖς τοῖς ἱδρῶσιν αἱ ἀμοιβαὶ τοῖς ἀνδραγαθεῖν ᾑρημένοις ἐκνεμηθήσονται παρὰ Θεοῦ, πληροφορήσει μὲν καὶ αὐτὸς ὁ Σωτὴρ, τὴν τῶν ταλάντων διανομὴν οὐκ ἐν ἴσῳ τρόπῳ γενέσθαι λέγων, καθιστὰς δὲ τῶν εὐδοκιμούντων, τὸν μὲν ἐπὶ δέκα πόλεων, τὸν δ' ἐπὶ πέντε. Ταλαντεύεται γὰρ ὥσπερ ὁ ἑκάστου βίος, καὶ ἰσοστατήσει που πάντως ταῖς ἡμῶν ἐπιεικείαις ἡ ἀντέκτι σις· οὐδὲν δὲ ἧττον ἡμῖν, ὅπερ ἔφην, καὶ αὐτὸς ὁ διὰ Μωσέως ὑποδείξει νόμος. Ἔφη γὰρ πάλιν ἐν τοῖς Ἀριθμοῖς· «Καὶ εἶπε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ὅταν εἰσέλθητε εἰς τὴν γῆν τῆς κατοικήσεως ὑμῶν, ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ ποιήσετε ὁλοκαυτώματα Κυρίῳ, ὁλοκάρπωμα ἢ θυσίαν, μεγαλύναι εὐχὴν ἢ καθ' ἑκούσιον, ἢ ἐν ταῖς ἑορταῖς ὑμῶν ποιῆσαι ὀσμὴν εὐωδίας τῷ Κυρίῳ, εἰ μὲν ἀπὸ τῶν βοῶν ἢ ἀπὸ τῶν προβάτων· καὶ προσοίσει ὁ προσφέρων τὸ δῶρον αὐτοῦ Κυρίῳ θυσίαν σεμιδάλεως δέκατον τοῦ οἰφὶ ἀναπεποιημένης ἐν ἐλαίῳ ἐν τετάρτῳ τοῦ ἲν, καὶ οἶνον εἰς σπονδὴν τὸ τέταρτον τοῦ ἲν ποιήσετε ἐπὶ τῆς ὁλοκαυτώσεως, ἢ ἐπὶ τῆς θυσίας· τῷ ἀμνῷ τῷ ἑνὶ ποιήσεις τοσοῦτον, κάρπωμα, ὀσμὴν εὐωδίας τῷ Κυρίῳ· καὶ τῷ κριῷ, ὅταν ποιῆτε αὐτὸν εἰς ὁλοκαύτωμα ἢ εἰς θυσίαν, ποιήσεις θυσίαν σεμιδάλεως δύο δέκατα ἀναπεποιημένης ἐν ἐλαίῳ τὸ τρίτον τοῦ ἴν· καὶ οἶνον εἰς σπονδὴν τὸ τρίτον τοῦ ἲν προσοίσετε εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. Ἐὰν δὲ ποιῆτε ἀπὸ τῶν βοῶν εἰς ὁλοκαύτωσιν ἢ εἰς θυσίαν μεγαλύναι εὐχὴν ἢ εἰς σωτήριον Κυρίῳ, καὶ προσοίσει ἐπὶ τοῦ μόσχου θυσίαν σεμιδάλεως τρία δέκατα ἀναπεποιημένης ἐν ἐλαίῳ ἥμισυ τοῦ ἲν, καὶ οἶνον εἰς σπονδὴν τὸ ἥμισυ τοῦ ἲν, κάρπωμα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. Οὕτω ποιήσεις τῷ μόσχῳ τῷ ἑνὶ, ἢ τῷ κριῷ τῷ ἑνὶ, ἢ τῷ ἀμνῷ τῷ ἑνὶ ἐκ τῶν προβάτων ἢ ἐκ τῶν αἰγῶν, κατὰ τὸν ἀριθμὸν, ὧν ἐὰν ποιήσητε, οὕτως ποιήσετε τῷ ἑνὶ, κατὰ τὸν ἀριθμὸν αὐτῶν, πᾶς ὁ αὐτόχθων ποιήσει οὕτως τοιαῦτα προσενέγκας καρπώματα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. Ἐὰν δὲ προσήλυτος ἐν ὑμῖν προσγένηται ἐν τῇ γῇ ὑμῶν, ἢ ὃς ἂν γένηται ἐν ὑμῖν, ἐν ταῖς γενεαῖς ὑμῶν, καὶ ποιήσει κάρπωμα, ὀσμὴν εὐωδίας Κυρίῳ, ὃν τρόπον ποιεῖτε ὑμεῖς, οὕτω ποιήσει ἡ συναγωγὴ Κυρίῳ. Νόμος εἷς ἔσται ὑμῖν καὶ τοῖς προσηλύτοις τοῖς προσκειμένοις ἐν ὑμῖν· νόμος αἰώνιος εἰς τὰς γενεὰς ὑμῶν, ὡς ὑμεῖς, καὶ ὁ προσήλυτος ἔσται ἔναντι Κυρίου, νόμος εἷς ἔσται, καὶ δικαίωμα ἓν ἔσται ὑμῖν καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν ὑμῖν.» {ΠΑΛΛ.} Εἶτα ὅποι ποτὲ ἰσομοιροῦν καὶ ἀνάλογον, ὡς φὴς, ὃ ἂν ἐργάσαιτό τις, καταθρήσαιμεν; {ΚΥΡ.} Οὐ γὰρ ἐπαΐεις, ὦ τᾶν, τοῦ νόμου λέγοντος ἐναργῶς, ὡς εἴπερ τις ἕλοιτο πληροῦν εὐχὰς καὶ ὁλοκαυτώματα, εἰ μὲν ἀμνὸν καταθύοι, δέκατον μὲν τοῦ οἰφὶ σεμιδάλεως, οἴνου δὲ καὶ ἐλαίου τὸ τέταρτον τοῦ ἲν (μέτρα δὲ οἶμαι ταυτὶ κατὰ γλῶτταν Ἑβραίαν) προσεπαγέτω τῷ θυμιάματι· εἰ δὲ κριὸς εἴη, φησὶν, ἐν πλεονασμῷ τὰ ἑπόμενα, τουτέστι, τὸ τρίτον· τρίτου γὰρ ἐν μείοσι, τὸ ὡς ἐν τετάρτῳ μέτρον. Μόσχου δὲ ἀναφερομένου, σεμίδαλίς τε καὶ τὰ λοιπὰ τοῦ τρίτου πάλιν ἐπέκεινα, καὶ ἐν ἡμίσει λοιπόν. {ΚΥΡ.} Ἐπυθόμην· τί οὖν τοῦτό γε; {ΚΥΡ.} Οἶσθα δέ που πάντως, ὅτι ζωῆς μὲν τύπος, ἡ ἐκ πυρῶν σεμίδαλις, ἱλαρότητος δὲ τὸ ἔλαιον· γέ γραπται γὰρ, ὅτι «Τοῦ ἱλαρύναι πρόσωπον ἐν ἐλαίῳ.» Εὐφρασίας δὲ τῆς νοητῆς, τῆς ἄνωθεν καὶ διὰ τοῦ Πνεύματος σημεῖον, ὁ οἶνος· «Οἶνος γὰρ,» φησὶν, «εὐφραίνει καρδίαν ἀνθρώπου.» {ΠΑΛΛ.} Συνίημι. {ΚΥΡ.} Οὐκοῦν ἀναλόγως, οἷς ἄν τις καρποφορήσειε, καὶ ἡ τῆς ζωῆς ἐπιχορηγία παρὰ Θεοῦ σὺν ἱλαρότητι καὶ εὐφρασίᾳ. Καὶ οὐ δήπου φαμεν, ὡς ἔν γε τῷ ζῇν, ἤτοι τῷ ζωοποιεῖσθαι παρὰ Θεοῦ τὸ μεῖζον, ἢ μεῖον. Λῆρος γὰρ τοῦτο. Ζωὴν δὲ λέγοντες, τὴν ἔν γε τῷ ζῇν λαμπρότητά φαμεν, καθ' ἢν ὁ μέν τις τυχὸν ὑπερέξει τοῦ δεῖνος· ὁ δὲ αὖ, ἐν μείοσι μὲν, ἢ ἐν οἷς ἂν εἶεν ἕτεροι. Πλὴν οὐκ ἔξω τιμῆς τε καὶ δόξης· «Ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ.» Εἰκὼν οὖν ἄρα κἀνθάδε τῆς ὡς ἐν εὐκλείᾳ ζωῆς τῶν ἁγίων, ἡ τῶν θυμάτων διαφορὰ, τῇ τῶν ἑπομένων ποσότητι, τὸ τῆς εὐκλείας ἡμῖν καταγράφουσα μέτρον· ὅτι δὲ ἔμελλον οἱ ἐξ ἐθνῶν, ὁμοῦ τοῖς ἐξ αἵματος Ἰσραὴλ, τοῖς τοῦ Σωτῆρος ζυγοῖς ὑπενεγκεῖν τὸν αὐχένα, καὶ διὰ τῶν αὐτῶν ἰέναι θυσιῶν καὶ πνευματικῶν εὐδοκιμήσεων παρέδειξε προσθεὶς, οὐχ ἑτέροις δεῖν τὸν προσήλυτον κεχρῆσθαι νόμοις. Μία γὰρ ἡ πάντων ὁδὸς, εἰς οἰκειότητα τὴν ὡς πρὸς Θεὸν καὶ Πατέρα· καὶ ἔστιν αὕτη Χριστός. Ὡς γὰρ ὁ θεσπέσιος ἔφη Πέτρος, «Οὐκ ἔστιν ὄνομα ἕτερον ὑπὸ τὸν οὐρανὸν, τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.» {ΠΑΛΛ.} Ὡς ἄριστά τε ἡμῖν καὶ εὐτέχνως ἄγαν ὁ λόγος ἔχει. {ΚΥΡ.} Ὅτι γὰρ ψευδοεπήσομεν ἥκιστά γε, διαφόρους εἶναι διαβεβαιούμενοι τοὺς τῆς εὐδοκιμήσεως τρόπους, ἀπονεμηθήσεσθαι δὲ παρὰ Θεοῦ τοῖς ἑκάστου μέτροις ἰσοστάθμους τὰς ἀμοιβὰς, σαφηνιεῖ λέγων καὶ ὁ σοφώτατος Παῦλος· «Ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπ' εὐλογίαις, ἐπ' εὐλογίαις καὶ θερίσει.» Προανακεκράγει δέ που καὶ ὁ ∆αβίδ· «Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι.» Ἦ γὰρ οὐχ ἑτέραν εἶναι φὴς τὴν Παύλου, φέρε εἰπεῖν, δικαιοσύνην, παρὰ τὴν ὁτουοῦν τῶν οὔπω τοσούτων, ὁποῖός περ ἂν ἡμῖν ὑπάρχων νοοῖτο (πρὸς ἀλκὴν δέ φημι τὴν πνευματικὴν), ὡς ἀνακραγεῖν δύνασθαι σαφῶς· «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ, δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ;» {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Τί δέ; οὐχ ἑτέραν εἶναι δώσομεν τὴν καθαριότητα τῶν χειρῶν Ἰωάννου, παρὰ τὴν ἑτέρου, τοῦ πρὸς ἀρχὴν ἀναθρώσκοντος πολιτείας εὐαγγελικῆς, {ΠΑΛΛ.} ∆ώσομεν· πῶς γὰρ οὔ; {ΚΥΡ.} Εἶτα, εἰπέ μοι, δίκαιος ὢν ὁ τῶν ὅλων κριτὴς, ταῖς τῶν ἁγίων εὐδοκιμήσεσι σύνδρομόν τε καὶ εἰσάπαν ἐμφερῆ παρ' ἡμῶν ἐξαιτήσει τὴν δικαιοσύνην, ἤγουν δοκιμάσας τῆς ἐνούσης ἡμῖν εὐσθενείας τὸ μέτρον, οὐδὲν ὧν ἄν τις ἔχοι καὶ δύναιτο κατορθοῦν, ἐξαιτήσει πλεῖον; {ΠΑΛΛ.} Οὕτω φημὶ καὶ αὐτός· οὕτω γὰρ ἔφασκεν ὁ Χριστὸς, ὅτι «Ὧ πολὺ παρέθεντο, πολὺ ζητήσουσι παρ' αὐτοῦ·» ∆ῆλον δὲ ὅτι καὶ τὸ ἔμπαλιν ἀληθές· βραχὺ γάρ που πάντως παρὰ τοῦ τὸ ἔλαττον εἰληφότος. {ΚΥΡ.} Ἄθρει δὴ οὖν τὸ χρῆμα ἐν νόμῳ γραφόμενον, καὶ ἀναλόγως τοῖς ἑκάστου μέτροις, τὰ παρ' αὐτοῦ ζητοῦντα Θεόν. Ἡμερότητος δὲ τῆς ἐπέκεινα λόγου καὶ φιλανθρωπίας ὑπάρχων πηγὴ καὶ γένεσις, ἀποπέμπεται μὲν οὐδένα τῶν διὰ πίστεως προσδεδραμηκότων αὐτῷ, προσίεται δὲ μεθ' ὧν ἂν ἕκαστος ἔχοι, καὶ δωροφορίας δέχεται πνευματικὰς, τὸ ἰσχύος ἐπέκεινα παραιτούμενος πανταχῆ. Ἔχει δὲ οὕτως ἡμῖν ὁ ἐπὶ τῷδε νόμος, ἐν τῷ Λευϊτικῷ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς αὐτοῖς· Ἄνθρωπος ὃς ἂν εὔξηται εὐχὴν ὥστε τιμὴν τῆς ψυχῆς αὐτοῦ τῷ Κυρίῳ, ἔσται ἡ τιμὴ τοῦ ἄρσενος ἀπὸ εἰκοσαετοῦς ἕως ἑξηκονταετοῦς. ἔσται αὐτοῦ ἡ τιμὴ πεντήκοντα δίδραχμα ἀργυρίου τῷ σταθμῷ τῷ ἁγίῳ, τῆς δὲ θηλείας ἔσται ἡ συντίμησις τριάκοντα δίδραχμα. Ἐὰν δὲ ἀπὸ πενταετοῦς ἕως εἴκοσι ἐτῶν, ἔσται ἡ τιμὴ τοῦ ἄρσενος εἴκοσι δίδραχμα, τῆς δὲ θηλείας, δέκα δίδραχμα. Ἀπὸ δὲ μηνιαίου ἕως πενταετοῦς, ἔσται ἡ τιμὴ τοῦ ἄρσενος πέντε δίδραχμα ἀργυρίου, τῆς δὲ θηλείας, τρία δίδραχμα ἀργυρίου. Ἐὰν δὲ ἀπὸ ἑξηκονταετῶν καὶ ἐπάνω, ἐὰν μὲν ἄρσεν ᾖ, ἔσται ἡ τιμὴ αὐτοῦ πέντε καὶ δέκα δίδραχμα ἀργυρίου· ἐὰν δὲ θήλεια, δέκα δίδραχμα ἀργυρίου· ἐὰν δὲ ταπεινὸς ᾖ τῇ τιμῇ, στήσεται ἐναντίον τοῦ ἱερέως, καὶ τιμήσεται αὐτὸν ὁ ἱερεὺς καθάπερ ἰσχύει ἡ χεὶρ τοῦ εὐξαμένου, οὕτως τιμήσεται αὐτὸν ὁ ἱερεύς.» Προσίεσαν μὲν γάρ τινες, ἑαυτοὺς εἰς ἁγιασμὸν καὶ ἀνάθημα καταγράφοντες τῷ Θεῷ, καὶ ἀνατιθέντες ἀσμένως τὴν τῷ νόμῳ διωρισμένην τῶν διδράχμων ποσότητα. Εἰ δὲ δή τις εἴη τῶν οὐ λίαν εὐσθενῶν, ἤγουν τῶν ἀσημοτέρων, οὐκέτι μὲν κατὰ νόμους ἡ ἔκτισις ἦν. ∆οκιμάζοντος δὲ τοῦ κατὰ καιροὺς ἱερατεύοντος, ὄφλημά τι τοῖς αὐτοῦ μέτροις τὸ ἰσοπαλὲς ὡρίζετο. Αὕτη μὲν οὖν ἡ ἐμφανεστέρα τοῦ γράμματος ἀφήγησις καὶ ἔννοια· ἀναμνῆσαι δὲ δεῖν ἀναγκαῖον ὑπολαμβάνω τοὺς τοῖς ἱεροῖς προσεδρεύοντας λόγοις ὅτι μάλιστα φιλομαθῶς, ὡς τοῖς Φαρισαίοις ποτὲ προσελάλει Χριστὸς, καὶ ταυτησὶ σαφῶς τε καὶ ἐναργῶς διεμέμνητο τῆς ἐντολῆς. Οἱ μὲν γὰρ, εἰς ἐξίτηλόν τινα καὶ οὐχὶ τῷ νόμῳ διεγνωσμένον μεθορμισάμενοι βίον, καὶ διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων, κατὰ τὸ γεγραμμένον, προσίεσαν λέγοντες, «∆ιατί οἱ μαθηταί σου παραβαίνουσι τὴν ἐντολὴν τῶν πρεσβυτέρων; Οὐ γὰρ νίπτονται τὰς χεῖρας, ὅταν ἄρτον ἐσθίουσι.» Παραχρῆμα δὲ πρὸς αὐτοὺς ὁ Σωτήρ· «∆ιατί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ; Ὁ γὰρ Θεὸς εἶπε, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται· ὑμεῖς δὲ λέγετε, Ὃς ἐὰν εἴπῃ τῷ πατρὶ αὐτοῦ καὶ τῇ μητρὶ αὐτοῦ, ∆ῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ, καὶ τὴν μητέρα· καὶ ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῦ, διὰ τὴν παράδοσιν ὑμῶν.» Ἐρασιχρήματοι μὲν γὰρ καὶ φιλοκερδεῖς ἄγαν ὄντες οἱ Φαρισαῖοι, πλείστους μὲν ὅσους ὁρᾷν ἐπεθύμουν πρὸς τὴν κατὰ νόμον ἰόντας ἀπογραφὴν, ἵνα δὴ σφίσιν ἁδρύνοιτο τὰ βαλάντια, τὰ παρ' ἑκάστου τῶν προσιόντων ἀπλήστῳ χειρὶ συλλέγουσιν. Ἀλλ' ἦν εἰκὸς ἀναδύεσθαί τινας τὴν ἀπογραφὴν, ὄκνου πρόφασιν ἔχοντας οὐκ ἀγεννῆ τὴν πτωχείαν, καὶ τόγε δὴ χρῆναι δεῖν γηροκομεῖν πατέρας ἤγουν καὶ μητέρας, ἐξ ὧν αὐτοὶ καὶ οὐ σὺν ἱδρῶτι βραχεῖ πορίσαιντο· μόλις ταυτὶ μαθόντες οἱ ἀλιτήριοι Φαρισαῖοι, προὔτρεπον ἑτοίμους ἰέναι πρὸς τὴν ἀνάθεσιν, οὐ τὰ εἰκότα φρονοῦντες ἔτι, καὶ τὸ νόμῳ δοκοῦν ἐκτετιμηκότες, τὸ ἀποπεραίνειν εὖ μάλα, φημὶ, τὴν εἰς γονέας αἰδὼ, καὶ φειδοῦς μεταποιεῖσθαι τῆς εἰς αὐτοὺς, ἐῤῥῶσθαι δὲ μᾶλλον ἐπιφωνοῦντας ἤδη πως, τὰ νενομισμένα πληροῦν. Ἐπειδὴ γὰρ ἔγκλημα καὶ γραφὴ κατὰ νόμους ἦν τὸ σφετερίσασθαί τι τῶν εἰς δόξαν Θεοῦ προσενηνεγμένων, δῶρον δὲ ἦν ὄνομα τοῖς ἀναθήμασιν, ἐδίδασκον λέγειν ἐξαιτοῦσι τὰς ἐπικουρίας τοῖς γεγεννηκόσι· «∆ῶρον ὃ ἂν ἐξ ἐμοῦ ὠφεληθῇς,» τουτέστιν, ὅπερ ἄν σοι δῴην ἐγὼ, τοῦτό ἐστιν ἀνάθημα, καὶ λελυπηκὼς ἴσθι τοι τὸν νόμον, τὰ εἰς δόξαν Θεοῦ παρακλέπτων καὶ ἀνοσίως λαμβάνων. Ἀκαταιτίατον δὲ τὴν εἰς γονέας ἀπανθρωπίαν διεβεβαιοῦντο ὑπάρχειν οἱ τῶν αἰσχίστων αὐτοῖς εὑρημάτων εἰσηγηταὶ, Θεῷ μᾶλλον ἀναθεῖναι τὰ ὄντα κατὰ
τὸν νόμον ᾑρημένοις. Τοῦτο, οἶμαι, ἐστὶ τὸ, «Ὃς ἂν εἴπῃ τῷ πατρὶ αὐτοῦ ἢ τῇ μητρὶ ὐτοῦ, ∆ῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ, ἢ τὴν μητέρα αὐτοῦ.» Ἐξέστω γὰρ δὴ τὸ μὴ τιμᾷν πατέρα, μήτε μὴν αἰδὼ ποιεῖσθαι μητρὸς, τοῖς λέγουσι· «∆ῶρον ὃ ἂν ἐξ ἐμοῦ ὠφεληθῇς,» τοῦτ' ἐστιν, ὅπερ ἄν σοι δοὺς, ὠφελήσαιμι τυχὸν, τοῦτο θεῖόν ἐστι δῶρον, καὶ τῶν ἱερῶν ἀναθημάτων ἔσῃ κλοπεύς. {ΠΑΛΛ.} Ὀρθῶς τε καὶ ἀληθῶς εἰρῆσθαί φημι. {ΚΥΡ.} Ἐπειδὴ δὲ ὁ τῆς ἱστορίας ἡμῖν οὐκ ἀσυμφανῶς ἔχει λόγος, ἴωμεν ἐπὶ τὰ πνευματικὰ, καὶ τῆς τῶν αἰσθητῶν ἐπέκεινα θεωρίας ἁψώμεθα. {ΠΑΛΛ.} Ἴωμεν. {ΚΥΡ.} Ἕκαστος ἡμῶν, ὦ Παλλάδιε, τῶν ἐν πίστει δεδικαιωμένων καὶ ἡγιασμένων ἐν Πνεύματι, ἱερὸν ἀνάθημα γέγονε τῷ Θεῷ. Ὀφείλομεν δὲ τῷ Χριστῷ τὴν οἰκείαν ζωὴν ἕκαστος. Ὡς γὰρ ὁ θεσπέσιος ἔφη Παῦλος, «Τιμῆς ἠγοράσθημεν, καὶ οὐκ ἐσμὲν ἑαυτῶν.» Καὶ, «Εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.» Κατεκτήσατο γὰρ ἡμᾶς δι' ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρὶ, τιμὴν ὥσπερ τινὰ καταθεὶς τὴν ὑπὲρ ἡμῶν, τὸ ἴδιον αἷμα. Προσίεμεν οὖν ἄρα τῷ πάντων Σωτῆρι Χριστῷ διὰ πίστεως καὶ ἁγιασμοῦ, τῶν εἰς ἡμᾶς παρ' αὐτοῦ γεγονότων, προσάγοντες τὴν ἀντέκτισιν, τῆς ἐν εὐσεβείᾳ ζωῆς τὴν ἀνάθεσιν. Ἀλλὰ διάφορος καὶ οὐχ εἷς νοοῖτ' ἂν ὑπάρχειν, καὶ μάλα εἰκότως, τῆς προσαγωγῆς ὁ τρόπος. Οἱ μὲν γὰρ, οὐκ ἄγαν εὐσθενῶς, οἱ δὲ, θερμοτέραις ὥσπερ προθυμίαις εἰς τοῦτο διᾴττουσιν, καὶ σφριγώσῃ διανοίᾳ, καὶ νῷ διεγηγερμένῳ, καὶ ἀκμαιοτάταις ὁρμαῖς ἴενται πρὸς κατόρθωσιν, ὧν ἂν δεήσῃ πληροῦν, καὶ ἀποπεραίνειν δύνασθαι τὸ αὐτῷ δοκοῦν. Εἶεν δ' ἂν οὗτοι, κατά γε τὸ ἐκ τῆς ἱστορίας ὑποδηλούμενον οἱ ἀπὸ εἰκοσαετοῦς καὶ ἕως ἑξήκοντα ἔτους· ἀνέρχεται μὲν γὰρ ἕως ἑξηκοστοῦ λοιπὸν ἔτους, εὐσθενὲς εἶναι τὸ σῶμα, καὶ ἐν τοῖς ἀκμαιοτάτοις κινήμασι. Βέβηκε δὲ ἤδη καὶ ἔῤῥωταί πως ὁ νοῦς, καὶ μάλα ἐπιτηδείως ἔχει πρὸς παραδοχὴν, ὧν ἂν ἕλοιτο μαθεῖν. Ὁ δὲ εἰδὼς τὸ πλάσμα ἡμῶν, κατὰ τὸ γεγραμμένον, ἔγνω που πάντως τοιάνδε τινὰ καὶ ἐν ψυχαῖς ἡλικίαν. Ἐξ ὁμοιώσεων γὰρ ὁ λόγος τῶν σωματικῶν διέρπει που πάντως ἐπὶ τὰ νοητά. Εἴτ' οὖν ἄρσεν εἴη τυχὸν, εἴτ' οὖν θήλεια, τῆς νοητῆς ἡλικίας ἐν ἀκμαῖς ἔτι κείμενοι, προσκομιζόντων τὰ ὡρισμένα, τουτέστιν, ἄρσην, ὡς ἐν διδράχμοις πεντήκοντα τὸν ἀρτίως ἔχοντα, καὶ ὅτι μάλιστα τελεώτατον, τῆς πνευματικῆς λατρείας καρπὸν, ὃς διὰ τῶν ἑπτάκις ἑπτὰ, πρὸς λῆξιν ἤδη τὴν ἀνωτάτω, καὶ εἰς τελειότητα μεμαρτυρημένος ὁρᾶται σαφῶς. Ἡ δέ γε θήλεια πάλιν, ὡς ἐν διδράχμοις τριάκοντα· μεῖον μὲν γὰρ ἢ τὸ ἄρσεν εὐδοκιμεῖ, προσκομίζει δὴ οὖν ὅμως ὡς κατ' ἰδίαν φύσιν, τὸν ἐν τελειότητι καὶ πόνῳ καρπὸν, ὡς διὰ τριῶν δεκάδων ὑποδηλούμενον. Ὁ δὲ ἀπὸ πενταετοῦς, καὶ ἕως εἰκοσαετοῦς, εἰ μὲν ἄρσεν εἴη, διδράχμων εἴκοσι ποιεῖται κατάθεσιν. Εἰ δέ γε θήλεια, δέκα. Ἐκ πέντε γὰρ, οἶμαι, καὶ μόλις ἐτῶν, ἄρχεταί πως ὁ νοῦς ἀναμύειν ὥσπερ εἰς σύνεσιν, νηπιοπρεπῆ μὲν ἔτι καὶ ἀσθενῆ, πλὴν ἰοῦσαν ὡς ἐπὶ τὸ ἄμεινον, ἐπίδοσιν δὲ τὴν εἰς τὸ ἀείπως εὐσθενὲς τὸ σῶμα ποιεῖται Ἢ οὐ συνιεῖς ὃ λέγω; {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Συμμεμέτρηται μὲν οὖν ταῖς πνευματικαῖς εὐρωστίαις καὶ ὁ παρ' ἑκάστου καρπός. Κατόπιν δὲ πανταχοῦ τὸ θῆλυ τοῦ ἄρσενος, καὶ ἐν ἡμίσει πολλάκις. Ὅτι γὰρ τὸ σκεῦος ἀσθενὲς, μεμαρτύρηκε σαφῶς ὁ θεσπέσιος Παῦλος. Λείπεται δὲ τῆς ἀνδρῶν εὐφυΐας, καὶ σιωπᾷ μὲν ἐν ἐκκλησίαις. Οὐ γὰρ πεπίστευται λόγον, εὐσθενὲς δὲ οὔτι που πρὸς κατόρθωσιν ἀρετῆς, ὡς ἂν ὁρῷτο ἄρσεν. Ἀπὸ δέ γε μηνιαίου, φησὶ, καὶ ἕως πενταετοῦς, πέντε μὲν δίδραχμα τὸ ἄρσεν· τρία δὲ αὖ, τὸ θῆλυ. Καί τοι τίς γένοιτο παρὰ βρεφῶν ὁ καρπός; Οὐκοῦν πως ἀρτιγενὲς ἐν Χριστῷ παιδίον ὁ λόγος ἡμῖν ὑπαινίττεται, οἷς καὶ τὸ γάλα πρέπειν εἰς τροφὴν ὁ ἱερὸς ἔφη Παῦλος. Τῶν γὰρ ἄρτι κεκλημένων διὰ τῆς πίστεως, καὶ νηπιαζόντων ἔτι, βραχὺς ὁ καρπός· καὶ τοῦτο εἰδότες οἱ θεσπέσιοι μαθηταὶ, τοῖς ἐξ ἐθνῶν ἐπιστέλλουσι, καὶ τῆς πλείστης ὅσης εὐαγγελικῆς ἐντολῆς δοθείσης παρὰ Χριστοῦ, φυλάττεσθαι δεῖν ἀπό τε πορνείας καὶ πνικτοῦ καὶ αἵματος. Ταῦτα δὲ δρῶντας εὐπράξειν ἔφασκον. Οὐ γάρ τοι τοῖς ἄγαν φορτικοῖς καταβαρύνεσθαι χρὴ τὸν τρυφερὸν ἔτι καὶ νηπιάζοντα νοῦν. Προσετίθη δὲ ὁ νόμος, ἐξαιτεῖσθαι δεῖν τοὺς ἀπὸ ἑξακονταετοῦς καὶ ἐπάνω, ἄρσενα μὲν, δέκα καὶ πέντε δίδραχμα, θήλειαν δὲ, δέκα. Τὸ γὰρ ἤδη νενευ κὸς εἰς τὸ ἄναλκί τε καὶ ἀδρανὲς, οὐκ ἂν γένοιτό πως ἐν εὐκαρπίᾳ πολλῇ, καθάπερ ἀμέλει καὶ τὰ γηράσκοντα τῶν φυτῶν, παλαιουμένης αὐτῶν τῆς ῥίζης, κατοκνοῦντα φαίνεται πρὸς τὴν ὡρίμων ἐκβολήν. Οὐκοῦν ὁ δίκαιος ἀληθῶς καὶ φιλοικτίρμων Θεὸς, ἀναλόγως ταῖς ἑκάστου προθυμίαις, καὶ τῇ κατὰ νοῦν ἐπιτηδειότητι, δέχεται τοὺς καρποὺς, οὔτε τὸ ἄναλκι καὶ ἀφηβηκὸς, ἔξω τε λόγου τιθεὶς, καὶ ἀποπέμπων ὡς ἀδρανὲς, οὔτε μὴν ἀγέραστον τὸ εὐσθενὲς ἀνιεὶς, ἀνευρύνων δὲ ὥσπερ τοῖς ἐθέλουσι τὸ εὐδοκιμεῖν, καθ' ὃν ἂν ἕκαστος ἔχοι τρόπον. Τοὺς δέ γε τὴν ἕξιν ἀσθενεστέρους, τάχα δέ που καὶ ὀλιγογνώμονας, αὐτὸς ἕξει, τὴν καρποφορίαν ἐπιμετρῶν ἑκάστῳ τὸ κατ' ἰσχύν. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ, «Στήσεται ἐναντίον τοῦ ἱερέως, καὶ τιμήσει αὐτὸν ὁ ἱερεὺς, καθ' ὅσον ἰσχύει ἡ χεὶρ τοῦ εὐξαμένου.» {ΠΑΛΛ.} Ὡς ἰσχνὸς ὁ λόγος! {ΚΥΡ.} Ἀνακομιστέον δὴ οὖν, ὦ Παλλάδιε, τῷ Θεῷ, καθάπερ ὀσμὴν εὐωδίας, καὶ ὀφλημάτων ἐν τάξει, πολιτείαν ἁγιοπρεπῆ, καὶ τῆς ἐξαιρέτου ζωῆς τὰ αὐχήματα. Γεγραφότος δὲ δὴ τῶν ἁγίων διεπύθου τινὸς, «Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης.» Βουθυσίαις μὲν γὰρ οἱ πάλαι καὶ λιβανωτοῖς ᾤοντο τιμᾷν· πολιτείας γὰρ ἥδε τῆς κατὰ νόμον ὁδός· ἡμεῖς δὲ λοιπὸν οἱ ἐν Χριστῷ διὰ πίστεως, τὴν ἀμείνω καὶ προφερεστέραν ἰόντες τρίβον, τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσκύνησιν ἀναθήσομεν τῷ Θεῷ, πάντα μὲν ὥσπερ σείοντες κάλων, εἴς γε τὸ δύνασθαι γεννικῶς διαπεραίνειν ἃ χρῆν, ἀναθήμασι δὲ τοῖς πνευματικοῖς τε καὶ ἱεροῖς καταγεραίρειν Θεόν. Φημὶ γὰρ ἔγωγε διαμεμνῆσθαι δεῖν λέγοντος ἐναργῶς διὰ τοῦ πανσόφου Μωσέως, «Τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων σου φυλάξῃ,» τουτέστιν, ὅπερ ἂν εὔξῃ, διαπεραίνειν ἐπείγου καὶ μάλα γοργῶς. Χρῆμα γὰρ ἐν τούτοις ὁ μελλησμὸς οὐκ ἀζήμιον. «Ἐὰν γὰρ εὔξῃ, φησὶν, εὐχὴν τῷ Κυρίῳ, μὴ χρονίσῃς τοῦ ἀποδοῦναι αὐτήν· ἀγαθὸν τὸ μὴ εὔξασθαί σε, ἢ εὔξασθαι καὶ μὴ ἀποδοῦναι.» {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Καὶ μέντοι τῆς εὐτεχνίας τὸν εὐφυᾶ σκοπὸν, τῆς ἐπί γε τῷ δεῖν ἀποπεραίνειν εὐχὰς καὶ ὁμολογίας, ἀναμάθοι τις ἂν οὐχ ἑτέρωθεν ἀπλανῶς, πλὴν ὅτι διὰ τοῦ νόμου. Γέγραπται γὰρ, ὅτι «Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου.» Ἢ γὰρ οὐχὶ νόμῳ τῷ θείῳ φωταγωγούμεθα, καὶ οἶμον ὀρθήν τε καὶ ἀπλανῆ διᾴττοι τις ἂν, λύχνον ὥσπερ τινὰ τὰς ἐκεῖθεν ἔχων αὐγάς;» {ΠΑΛΛ.} Πῶς γὰρ οὔ; Ψάλλει γάρ που καὶ ὁ θεσπέσιος ∆αβίδ· «Ἡ ἐντολὴ Κυρίου τηλαυγὴς, φωτίζουσα ὀφθαλμούς.» {ΚΥΡ.} Τίνα δὴ οὖν τρόπον εὐδοκιμήσομεν, τὸν εὐκλεᾶ τε καὶ πάναγνον διαζῶντες βίον, καὶ λαμπρὸν ἀνάθημα τῷ Θεῷ, τοὺς τῆς ἄγαν ἐπιεικείας ἀπονέμοντες τρόπους, εἴσῃ τοι καὶ μάλα σαφῶς, καὶ δι' ἑτέρων ἡμῖν θεσπισμάτων ἐπισκήπτοντος τοῦ Θεοῦ. Ἔχει δὲ οὕτως ἐν τοῖς Ἀριθμοῖς· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· Ἀνὴρ ἢ γυνὴ ὃς ἂν μεγάλως εὔξηται εὐχὴν ἀφαγνίσασθαι ἁγνίαν Κυρίῳ, ἀπὸ οἴνου καὶ σίκερα ἁγνισθήσεται. Καὶ ὄξος ἐξ οἴνου καὶ ὄξος ἐκ σίκερα οὐ πίεται, καὶ ὅσα κατεργάζεται ἐκ σταφυλῆς οὐ πίεται, σταφυλὴν πρόσφατον καὶ σταφίδα οὐ φάγεται πάσας τὰς ἡμέρας τῆς εὐχῆς τοῦ ἁγνισμοῦ αὐτοῦ, ἀπὸ πάντων ὅσα γίνεται ἐξ ἀμπέλου, οἶνον ἀπὸ στεμφύλων ἕως γιγάρτου οὐ φάγεται πάσας τὰς ἡμέρας τοῦ ἁγνισμοῦ. Ξυρὸν οὐκ ἐπελεύσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, ἕως ἂν πληρωθῶσιν αἱ ἡμέραι, ὅσας ηὔξατο Κυρίῳ. Ἅγιος ἔσται τρέφων κόμην, τρίχα κεφαλῆς πάσας τὰς ἡμέρας τῆς εὐχῆς Κυρίῳ. Ἐπὶ πάσῃ ψυχῇ τετελευτηκυίᾳ οὐκ εἰσελεύ-σεται ἐπὶ πατρὶ καὶ μητρὶ, καὶ ἐπ' ἀδελφῷ καὶ ἐπ' ἀδελφῇ, οὐ μιανθήσεται ἐπ' αὐτοῖς, ἀποθανόντων αὐτῶν, ὅτι εὐχὴ Θεοῦ αὐτοῦ ἐπ' αὐτῷ ἐπὶ κεφαλῆς αὐτοῦ, Πάσας τὰς ἡμέρας τῆς εὐχῆς αὐτοῦ ἅγιος ἔσται Κυρίῳ. Ἐὰν δέ τις θανάτῳ ἀποθάνῃ ἐπ' αὐτῷ ἐξά-πινα, παραχρῆμα μιανθήσεται ἡ κεφαλὴ εὐχῆς αὐτοῦ· καὶ ξυρήσεται τὴν κεφαλὴν αὐτοῦ ᾗ ἂν ἡμέρᾳ καθαρισθῇ, τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ξυρηθήσεται· καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ οἴσει δύο τρυγόνας, ἢ δύο νεοσσοὺς περιστερῶν πρὸς τὸν ἱερέα, ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. Καὶ ποιήσει ὁ ἱερεὺς μίαν περὶ ἁμαρτίας, καὶ μίαν εἰς ὁλοκαύτωμα· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ ὧν ἥμαρτε περὶ τῆς ψυχῆς, καὶ ἁγιάσει τὴν κεφαλὴν αὐτοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ᾗ ἡγίασε Κυρίῳ, πάσας τὰς ἡμέρας τῆς εὐχῆς, καὶ προσάξει ἀμνὸν ἐνιαύσιον εἰς ὁλοκαύτωμα πλημμελείας. Καὶ αἱ ἡμέραι αἱ πρότεραι ἄλογοι ἔσονται, ὅτι ἐμιάνθη ἡ κεφαλὴ εὐχῆς αὐτοῦ.» {ΠΑΛΛ.} Οὐκ ἄτραχυ μὲν τὸ χρησμῴδημα συνιδεῖν, ἥκιστά γε μὴν, οὐχὶ τοῦ νόμου λεπτὴν παθόντος τὴν βάσανον. Τὸ γὰρ μὴ ψιλοῦσθαι τὴν τρίχα, μακρὰν δὲ ἀνεῖναι καὶ κατασείεσθαι κόμην, οἴνου τε καὶ ὄξους καὶ σταφίδος, καὶ μὴν καὶ γιγάρτων ἀποφοιτᾷν, ποῖον ἂν ἔχοι λατρείας τρόπον; {ΚΥΡ.} Οὐδένα μὲν, ὦ Παλλάδιε, κατά γε τὸ ἀληθὲς, εἴπερ τις ὅλως αὐτὸ κατὰ φύσιν ὅ τί ποτέ ἐστιν καταθροῖτο τὸ χρῆμα. Οὐκ ἀθαύμαστός γε μὴν ὁ τοῦ νόμου σκοπὸς, τὰ Ἑλλήνων ἔθη μεταχαράττοντος εὐτέχνως ἐπὶ τὰ πρεπωδέστερα, καὶ μετατιθέντος ἀστείως εἰς εἰκόνα ζωῆς εὐαγγελικῆς, καὶ τὸ εἰκαῖον εἶναι δοκοῦν. Οὐκοῦν εἴ τῳ περ εἴη σκοπὸς ἀφαγνίσασθαι τῷ Θεῷ κατὰ τὴν μεγάλην εὐχὴν, τουτέστι κατά γε τὸν τῆς ἀνωτάτω πολιτείας τρόπον, καὶ δικαιοσύνης ἐντελοῦς ὀρθὴν καὶ ἀμώμητον τρίβον, οἴνου καὶ σικέρατος οἰχέσθω μακρὰν, τουτέστι, παντὸς τοῦ καταμεθύσκειν ἰσχύοντος, καὶ καταθολοῦν εἰωθότος, ἀπαλλαττέτω τὸν νοῦν. Εἶεν δ' ἂν, οἶμαι, ταυτὶ φρόνημα κοσμικὸν, γεώδεις ἐπιθυμίαι, μέριμναι σαρκὸς, εἰκαῖοι περισπασμοί· ταῦτά τοι παθόντας τῶν ἱερέων τινὰς λόγος ἐθρήνει προφητικὸς, ὡδί πως ἔχων· «Ὅτι ἱερεὺς καὶ προφήτης ἐξέστησαν διὰ τὸν οἶνον, ἀπὸ τῆς μέθης τοῦ σίκερα.» Καὶ μὴν καὶ περὶ ἑτέρων ὁ προφήτης φησίν· «Ἐκ γὰρ ἀμπέλου Σοδόμων, ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας, ἡ σταφυλὴ αὐτῶν, σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτῶν, θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν.» Ποτίζειν δὲ λέγονται καὶ ἕτεροί τινες τὸν πλησίον, ἀνατροπὴν θολεράν. Ἐξείργει δὴ οὖν παντὸς τοῦ καταμεθύσκειν εἰδότος τῶν ἡγιασμένων τὸν νοῦν. Καὶ μέν τοι καὶ ὄξους ἀμέτοχον εἶναι δεῖν εὖ μάλα φησὶν, ὄξος, οἶμαί που, τὰς παρὰ φύσιν τε καὶ ἐκτετραμμένας ὀνομάζων ἡδονάς. Σταφίδος δὲ καὶ γιγάρτων ἀπαγορεύει χρῆσιν, οὐδ' ὅσον εἰπεῖν εἰς ἀρχαῖα λείψανα τῶν ἐν ἡμῖν ἡδονῶν, καθικνεῖσθαί που τὸν νοῦν ἐφιείς. Οἶνος μὲν δὴ καὶ πάντα τὰ ἐξ αὐτοῦ διαβέβληνται νόμῳ, ταυτησὶ, καθάπερ ἐγᾦμαι, καὶ οὐχ ἑτέρας ἕνεκα τῆς αἰτίας. Τί δ' ἂν εἴη λοιπὸν καὶ τό γε δὴ χρῆναι μακρὰν τῷ Θεῷ καθεῖναι τὴν κόμην, φέρε δὴ λέγομεν, ἐκεῖνο τῶν ἄλλων προηγορευκότες. Ἑλλήνων μὲν γὰρ ἀνούστατοι παῖδες, ταῖς παρὰ φύσιν αὐτοῖς ἑπόμενοι συνηθείαις, καὶ κτηνῶν ἀλόγων διαβιοῦντες δίκην, ἀνίεσαν κόμην, δαιμονίοις αὐτὴν σκηπτόμενοι τρέφειν· καὶ ὁ μέν τις αὐτὴν νύμφαις ὀρειάσιν, ὁ δεῖνα δὲ αὖ ποταμῷ κατὰ καιροὺς ἀπεκείροντο· καὶ λατρείας ἦν τρόπος τὸ χρῆμα αὐτοῖς. Μωσῆς γε μὴν ὁ σοφώτατος, μᾶλλον δὲ διὰ Μωσέως ὁ πάνσοφός τε καὶ ἀριστοτέχνης Θεὸς, δυσαπόνιπτον ἔχουσι τοῖς ἐξ Ἰσραὴλ τὴν ἐν Αἰγύπτῳ πλάνησιν, τὰ ἴσα νομοτεθεῖ, διὰ τῶν ἀρχαίων ἠθῶν τε καὶ τρόπων κατὰ βραχὺ μεθιστὰς, εἴς γε τὸ δαίμοσι μὲν οὐκέτι, Θεῷ δὲ τῷ πάντων, ὡς διὰ τύπου καὶ σκιᾶς, ἀνάπτειν τὸ σέβας. Τοιγάρτοι καὶ τοὺς περὶ τῶν θυσιῶν ἐτίθει νόμους, καὶ τὰς δι' αἵματος θυσίας ἀνεθελήτως ἐδέχετο. Καὶ γοῦν ἔφασκεν ἐναργῶς διὰ φωνῆς Ἡσαΐου, «Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;» Οὐκοῦν συνήθεια μὲν ἀλογωτάτη παρ' Ἕλλησιν ἦν, διδάσκει δὲ τὰ ἀμείνω καὶ καταρυθμίζει λόγῳ πρὸς τὸ εὖ ἔχον ὁ νόμος, καὶ τὸ εἰκαῖον εἶναι δοκοῦν. Βούλει δὲ, ὡς ἔνι, καὶ τὰ ἐφ' ἑκάστῳ λέγωμεν; {ΠΑΛΛ.} Μάλιστά γε. {ΚΥΡ.} Ἢ οὐκ οἶσθα, μεμνήσομαι γὰρ, εἰς νοῦ τύπον ὁ λόγος ἐτίθει τὴν κεφαλὴν, ὡς ἐνδιαίτημα νοῦ; ∆έχεται γὰρ οὕτως ἡ θεόπνευστος Γραφή. {ΠΑΛΛ.} Σύμφημι· τί οὖν τοῦτό γε; {ΚΥΡ.} Ὅτι τρίχες μὲν, καρποὶ κεφαλῆς, καὶ ἐμφύτων βλαστημάτων ἀνίσχουσι δίκην· ἔννοιαί γε μὴν, καὶ τὰ ἐκ νοῦ πάντα, καρπὸς ἂν εἶεν αὖ νοῦ, νόμον ἡμῖν ἀναβρύουσαι, καὶ οἱονείπως αὐτῷ καλή τε καὶ εὐανθὴς ἐμπρέπουσα κόμη. Χρὴ τοιγαροῦν ἡμᾶς, οὐ γυμνὸν καὶ ἐψιλωμένον ἐννοιῶν ἀγαθῶν ἐν ἑαυτοῖς ἔχειν τὸν νοῦν, ἀλλ' οἱονεὶ βρύοντα καὶ κομῶντα Θεῷ τὴν ὁτιοῦν τῶν ἀρίστων εἴδησιν ἀκριβῆ, δι' ἧς καὶ αὐτὸ τὸ θεῖον, ὅ τί ποτέ ἐστι, περιεργάσεται κάλλος, καὶ περιαθρήσει λαμπρῶς τὰ ὡς ἐν βάθει κεκρυμμένα, καὶ τοὺς τῆς ἄγαν ὀρθότητος καταπλουτήσει λόγους, ὡς ἀνυπαίτιον παντελῶς τὴν ἐπὶ Θεῷ δύνασθαι γνῶσιν ἑλεῖν, καὶ ἀπλανεστάτην ἰέναι τρίβον, τὴν ἐφ' ἅπασι λέγω τοῖς τεθαυμασμένοις. Ἢ οὐκ εἰς λῆξιν ἐπαίνου παντὸς διᾴττειν ἤδη πως τόν γε τοιοῦτον ἐρεῖς; {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Τί δὲ, οὐχὶ τὸ ξυρᾶσθαι καὶ καταψιλοῦσθαι τὴν κεφαλὴν τεμνομένης ἐν Χριστῷ [γρ. Χρωτὶ] τῆς τριχὸς, ἀτιμίας ὑπόληψιν ἐργάσαιτ' ἂν, οἷσπερ ἂν ὅλως συμβαίνοι τυχὸν, ἰέναι; {ΠΑΛΛ.} Συνίημι. {ΚΥΡ.} Εἰ γὰρ Θεοῦ λέγοντος πρὸς τὴν τῶν Ἰουδαίων μητέρα, φημὶ δὲ τὴν Ἱερουσαλὴμ, «Ξύρησαι καὶ κεῖρε ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου. Ἐμπλάτυνον τὴν χηρείαν σου ὡς ἀετὸς, ὅτι ᾐχμαλωτεύθησαν ἀπὸ σοῦ.» Ὑβρίστρια γὰρ καὶ ἀτιμοποιὸς ἡ ξύρησις, καὶ τοῖς πενθοῦσι πρεπωδεστάτη. {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Γυμνὸς οὖν ἄρα καὶ ἀτιμότατος νοῦς, καὶ αἰσχύνης ἔμπλεως οὐκ ἔχων ἐν ἑαυτῷ τὰ δι' ὧν θαυμάζεται. Εἶεν δ' ἂν ἐν τούτοις καὶ μάλα εἰκότως οἵ τε ὀλιγογνώμονες, καὶ παρεφθαρμένην ἔχοντες ἐπὶ Θεῷ τὴν δόξαν, ὡς λίθοις προσκυνεῖν, ἤγουν ἀσυνέτως ἀποτολμᾷν ἀπονέμειν τῇ κτίσει τὸ σέβας, παρὰ τὸν κτίστην καὶ ποιητὴν, καὶ τὰ εἰσάπαν διεστραμμένα φρονεῖν τε καὶ λέγειν, καὶ τὴν μὲν ἀληθῆ καὶ ἀμώμητον ἀποσείεσθαι πίστιν, ἐπιθρώσκειν δὲ μᾶλλον, οἷς ἂν ἐξ ἠλιθιότητος παραφθέγξαιτό τις, διάτοι τὸν νοῦν ἀγαθοῖς οὐκ ἔχειν κατακομῶντα λογισμοῖς. {ΠΑΛΛ.} Ἄριστα ἔφης. {ΚΥΡ.} Ἔστω δὴ οὖν τοῖς εἰς ὀρθότητα λογισμοῖς μεμεστωμένος ὁ νοῦς, καὶ ἐννοιῶν εὑρήμασι τοῖς εἰς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων, οἷά τινι κόμῃ κατεστεμμένος. Ἔμφρων γὰρ ὁ τοιοῦτός ἐστιν ὅτι μάλιστά γε, καὶ ἐπιτηδείως ἔχων εἴς γε τὸ χρῆναι λοιπὸν τὸν ἐν Χριστῷ διὰ πίστεως εἰσοικίσασθαι φωτισμόν. Εὐφυᾶ δὲ οὕτω καὶ ἀπόλεκτον ἐξησκηκότα ζωὴν, τὸν νῷ τοιῷδε διαπρεπῆ, παντὸς τοῦ καταμιαίνειν πεφυκότος οἴχεσθαι μακρὰν τὸ θεῖον ἡμῖν ἐπιτάττει χρησμῴδημα, καὶ σαρκικῶν μὲν ἔργων ἀποχωρεῖν, τὰ δὲ ὅσα βλέπει πρὸς νέκρωσιν καὶ φθορὰν, ὡς ἀπωτάτω ῥίπτειν. Τοιγάρτοι μὴ χρῆναι τοῖς τεθνεῶσιν ἐπιφοιτᾷν, μήτε μὴν ἐπὶ νεκρῷ καταμιαίνεσθαι φιλεῖν, τοῦτό που πάντως ἡμῖν ὑπαινίττεται. Ἐξείργει δὲ τοῦ τοιοῦδε παντελῶς ὁ νόμος, καὶ τῆς εἰς γονέας αἰδοῦς ἄμεινον τιθεὶς τὸ τῷ Θεῷ δοκοῦν. «Ἐπὶ πατρὶ γὰρ, φησὶ, καὶ ἐπὶ μητρὶ οὐκ εἰσελεύσεται.» Κατορθουμένης γὰρ ἀρετῆς, ἐῤῥέτω φιλοσαρκία, τῆς ἐξ αἵματος οἰκειότητος ἐν λόγῳ τῷ προὔχοντι καὶ ἀμείνονι ἔστω Θεός. Τοῦτό τοι καὶ αὐτὸς ἔφασκεν ὁ Χριστός· «Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος, καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος. Καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.» Ὅτι δὲ τὰ Θεοῦ, τῆς εἰς γονέας αἰδοῦς ἐν ἀμείνοσι, καὶ αὐτὸς ἡμᾶς ἐδίδαξεν ὁ Σωτήρ. Προσῄει μὲν γάρ τις τῶν ἤδη τελούντων ἐν μαθηταῖς, λέγων· «Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν, καὶ θάψαι τὸν πατέρα μου.» Ὁ δὲ, «Ἀκο-λούθει μοι, φησὶ, καὶ ἄφες τοὺς νεκροὺς θάπτειν τοὺς ἑαυτῶν νεκρούς·» νεκροὺς, οἶμαι, λέγων τοὺς τὰ ἐν κόσμῳ φρονεῖν ἑλομένους, καὶ τῶν τῆς νεκρότητος ἔργων οὐκ ἀπεσχημένους. {ΠΑΛΛ.} Ὧδε ἔχει. {ΚΥΡ.} Τρόπος μὲν γὰρ δὴ πολιτείας τῆς πανάγνου καὶ ἐξῃρημένης οὑτοσὶ, κατὰ τὸν νόμον, μᾶλλον δὲ ὡς ἐν πνεύματί τε καὶ ἀληθείᾳ· σκιὰ γὰρ ὁ νόμος. Ἀλλ' εἰ γένοιτο, φησὶν, ἐπὶ νεκρῷ καταμιανθῆναί ποτε τὸν ἡγιασμένον, ἀποκειρέσθω δή ποτε, καὶ ψιλούσθω τὴν κεφαλὴν, ἀνίερον ἔχων ἤδη πως τὴν κόμην. Καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ οἴσει ζεῦγος τρυγόνων, ἢ δύο νεοσσοὺς περιστερῶν. Προσκομιζέτω δὲ, φησὶ, καὶ ἀμνὸν ἐνιαύσιον· καὶ αἱ ἡμέραι αἱ πρῶται ἄλογοι ἔσονται, ὅτι ἐμιάνθη ἡ κεφαλὴ εὐχῆς αὐτοῦ. Εἰ γὰρ γένοιτο τὸν ἡγιασμένον καταῤῥᾳθυμῆσαι τοῦ πρέποντος, καὶ τοῖς εἰς νεκρότητα καταμιανθῆναι τρόποις, ἀπονενευκότα πρὸς τὰ σαρκὸς, ἕψεταί που πάντως αὐτῷ τὸ ἀπεμπωλῆσαι δεῖν τῆς πανάγνου πολιτείας τὰ αὐχήματα, καὶ ἀτιμοτάτην ὥσπερ ἐργάσεται τὴν ἑαυτοῦ κεφαλήν. Ὑπαινίττεται γάρ τι τοιοῦτον ἡ ξύρησις. Εἰκῆ δὲ πεπονηκὼς τὸν παρῳχηκότα χρόνον, τὴν τῶν ἱδρώτων θρηνήσει ζημίαν. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ, Αἱ ἡμέραι αἱ πρῶται ἄλογοι ἔσονται. Τοιοῦτόν τί φησι καὶ διὰ φωνῆς Ἐζεχιήλ· «∆ικαιοσύνη δικαίου οὐ μὴ ἐξέληται αὐτὸν, ἐν ᾗ ἡμέρᾳ ἁμάρτῃ, καὶ ἀνομία ἀνόμου οὐ μὴ κακώσει αὐτὸν, ᾗ ἂν ἡμέρᾳ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ.» Οὐκοῦν εἰ γένοιτο μεταξὺ καταμιαίνεσθαί πως τοὺς ἡγιασμένους, ζημίαν μὲν ὑποστήσονται τῶν ἤδη προειργασμένων, οὐ μὴν δυσδιάφυκτον τὴν ἐντεῦθεν νοσοῦσι ζημίαν· διασμήχονται γὰρ ἐν Χριστῷ, καθάπερ ἐν τάξει τρυγόνος καὶ περιστερᾶς, ἑαυτὸν ὑπὲρ ἡμῶν προσάγοντος τῷ Θεῷ καὶ Πατρὶ, καὶ ὡς ἀμνοῦ καταθυομένου, καὶ δικαιοῦντος ἡμᾶς τῷ θανάτῳ τῆς ἰδίας σαρκός. Ταύτῃτοι προστέταχε, τὸν τὴν ξύρησιν ὑπομείναντα θυσίας προσάγειν ἐν τύπῳ Χριστοῦ, τοῦ δικαιοῦντος τὸν ἀσεβῆ, καὶ ῥωννύντος τὸ ἀσθενὲς, καὶ ἀνιστάντος τὸ πεπτωκὸς, καὶ ἐπιστρέφοντος τὸ πλανώμενον, καὶ ἀπονίζοντος τὸ μεμολυσμένον. {ΠΑΛΛ.} Ἄριστα ἔφης. {ΚΥΡ.} Οἶμαι δ' ἔγωγε, μικρὸν ἐνιέντας τοῖς προκειμένοις τὸν νοῦν, καὶ ἕτερον ἡμᾶς δύνασθαι καταθρῆσαι βάθος λεπτῶν τε καὶ κεκρυμμένων ἐννοιῶν. Παραθήγει γὰρ εἴς γε δὴ τοῦτο ἡμᾶς οὐκ ἀπερισκέπτως ὁ νόμος, περὶ τοῦ τὴν τρίχα τρέφοντος Θεῷ· «Ἐὰν δὲ ἀποθάνῃ ἐξάπινα, παραχρῆμα μιανθήσεται ἡ κεφαλὴ εὐχῆς αὐτοῦ, καὶ ξυρήσεται τὴν κεφαλὴν αὐτοῦ, ᾗ ἂν ἡμέρᾳ καθαρισθῇ, τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ξυρηθήσεται, καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ οἴσει δύο τρυγόνας, ἢ δύο νεοσσοὺς περιστερῶν, πρὸς τὸν ἱερέα. Καὶ ἁγιάσει, φησὶ, τὴν κεφαλὴν αὐτοῦ ἐν ἐκείνῃ ἡμέρᾳ.» Προσάγειν δὲ καὶ ἐνιαύσιον ἀμνὸν ἐπετάττετο. {ΠΑΛΛ.} Ἐπαπορήσειε δ' ἂν εἰκότως ὁ χριστομαθὴς, τί δ' ἂν εἴη λοιπὸν τὸ αἴνιγμα· καὶ πρὸς τί βλέπει μαθητιῶντι φράσον. {ΚΥΡ.} Οὐκοῦν ἐρῶ μὲν, ὡς ἔνι· σὺ δὲ δὴ αὖ, εἴ τι παρεκθέοιμι τῆς ὁδοῦ, συγγνώμων ἔσο· δριμὺς γὰρ ὁ λόγος, καὶ ἀμυδρὸν τὸ αἴνιγμα. {ΠΑΛΛ.} Σύμφημι. {ΚΥΡ.} Ἀνατυπούσης ἡμῖν, ὦ Παλλάδιε, τῆς τοῦ σώματος κεφαλῆς, ὡς ἐφ' ἑαυτῇ, τὸν νοῦν· ὧδε γὰρ ἐδόκει τῷ θείῳ τε καὶ ἱερῷ Γράμματι· τὰς ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ φυσικῶς ἀνισχούσας ἐννοίας, δι' ὧν εἰς εἴδησιν τὴν ἐφ' ὅτῳ οὖν τῶν ὄντων χειραγωγούμεθα, θριξί τε καὶ κόμαις παρεικάζομεν. Ταυτὶ γὰρ ἡμῖν τὰ ἐκ κεφαλῆς ἀναβρύοντα. {ΠΑΛΛ.} Μεμνήσομαι. {ΚΥΡ.} Ἀκειρεκόμης οὖν ἄρα καὶ ἐν ἡμῖν οἱονείπως ὁ νοῦς, καὶ Θεῷ κατάκομος, ἐννοιῶν ὑπάρχων ἐπίμεστος ἀγαθῶν. Γυμνὸς δὲ δὴ αὖ καὶ ἐψιλωμένος, καὶ ἀτιμώτατον φαλάκρωμα νοσῶν, εἰ μήτε ὀρθὰς ἐπὶ Θεῷ τὰς διαλήψεις ἔχοι, μήτε μὴν ἐφ' ἅπασι τοῖς πρακτέοις ἀρίστην τε καὶ ἀκατάψεκτον καταπλουτήσει τὴν εἴδησιν. {ΠΑΛΛ.} Ἀληθές· ταυτὶ γὰρ ἡμῖν καὶ ἀρτίως διεγυμνάζετο. {ΚΥΡ.} Οὐκοῦν πρὸ μὲν τῆς τοῦ Σωτῆρος ἐπιδημίας κέκληται πρὸς θεογνωσίαν διὰ Μωσέως ὁ Ἰσραήλ. Ταύτῃτοι καὶ ἡγιάζετο. Ηὔξατο δὲ τρόπον τινὰ τῷ Θεῷ τὴν εἰς ἁγνείαν εὐχήν. Ὅτι γὰρ ἔσται νομοφύ-λαξ, ἐπηγγέλλετο σαφῶς ἐν τῷ ὄρει Χωρὴβ, οὕτω λέγων· «Καὶ πάντα ὅσα εἶπε Κύριος ὁ Θεὸς, ποιήσομεν καὶ ἀκουσόμεθα.» Ἦν οὖν ἄρα νομικῆς παιδεύσεως τὸν νοῦν ἔχων ἀνάπλεω, καὶ οἱονεὶ κομῶντα Θεῷ, τῆς διὰ Μωσέως ἐντολῆς τὰ αὐχήματα. Ἀλλ' ἐμιάνθησαν ἐπὶ νεκρῷ· Ἀπεκτόνασι γὰρ τὸν Ἐμμα-νουήλ· καὶ ἅγιος μὲν ἀληθῶς ὁ Χριστοῦ θάνατος, μολυσμὸς δὲ τοῖς ἀπεκτονόσιν ἦν τὰ τῆς κυριοκτονίας ἐγκλήματα. Ξυρᾶσθαι δὴ οὖν ὁ νόμος αὐτοῖς ἐπιτάττει λοιπὸν, οἷά τινα κόμην, τὴν ἐν νόμῳ παίδευσιν, μονονουχὶ δὲ καὶ ἀποκείρεσθαι τὰ ἐν τύποις κατὰ τὴν ἑβδόμην, τουτέστι, τὰ πρὸ τῆς ὀγδόης, καθ' ἢν ἀνεβίω Χριστὸς, ἀνακαινίζων ἡμᾶς εἰς ἀφθαρσίαν, καὶ εἰς νέαν τε καὶ εὐαγγελικὴν ἀναπλάττων ζωήν. Ἀποκειράμενος τοίνυν τὰ πρὸ τῆς ὀγδόης, ἀνακομᾷ πάλιν καὶ ἁγιάζει τὴν κεφαλὴν μετὰ τὴν ὀγδόην. Ἀνακομᾷ δὲ, οὐκέτι τύποις καὶ σκιαῖς, καθὰ καὶ πρώην, ὁ νοῦς, ἀλλ' αὐτοῖς τοῖς ἐν πίστει καὶ ἀληθείᾳ δόγμασιν. Ἢ γὰρ οὐκ οἰήσῃ δεῖν τοὺς ἐν πίστει δεδικαιωμένους ἀποψιλοῦσθαι μὲν ὥσπερ τῆς ἐν νόμῳ λατρείας τὴν εὐδοκίμησιν, ἀναφῦναι δὲ αὖ, καὶ εἰς νοῦν ἔσω καὶ καρδίαν ἑλεῖν, τῆς εὐαγγελικῆς πολιτείας τὴν εἴδησιν, ὡς ἀμείνω παρὰ πολὺ καὶ προφερεστέραν τῆς ὡς ἐν ἀρχαῖς; {ΠΑΛΛ.} Πῶς ἔφης; {ΚΥΡ.} Οὐ γὰρ δὴ σαφῶς καὶ ἀναφανδὸν ἀνακεκράγει λέγων νομομαθὴς ὢν ὁ Παῦλος, περὶ τῶν ἀρχαίων ἐκείνων καὶ νομικῶν αὐχημάτων· «Ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν, ἀλλὰ μενοῦνγε καὶ ἡγοῦμαι τὰ πάντα ζημίαν εἶναι, διὰ τὸ ὑπερέχον τῆς γνώσεως Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, δι' ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύ βαλα εἶναι, ἵνα Χριστὸν κερδήσω, καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐν νόμῳ, ἀλλὰ τὴν διὰ πίστεως Ἰησοῦ Χριστοῦ;» {ΠΑΛΛ.} Ἐπυθόμην. {ΚΥΡ.} Ἐπετίμα δὲ καὶ ἑτέροις, ὡς τὴν ἐν νόμῳ τετιμηκόσι περιτομὴν μετὰ τὸ Χριστοῦ μυστήριον. «Κατηργήθητε γὰρ ἀπὸ Χριστοῦ, φησὶν, οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε. Ἡμεῖς δὲ διὰ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.» Ἠχρειῶσθαι δὲ καὶ τὴν ἀρχαίαν ἐκείνην ἔφασκεν ἐντολὴν, οὐκ ἀμωμήτως ἔχουσαν, ἀντεισῆχθαι δὲ τὴν ἑτέραν, τουτέστι τὴν εὐαγγελικήν. {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Ἀργοτέραν οὖν ἄρα τὴν ἐν νόμῳ παίδευσιν ἀποφαίνει τὸ αἴνιγμα, ξυρᾶσθαι κελεῦον τὸν εὐξάμενον Ἰσραὴλ, ὡς μολυσμὸν ὑπομείναντα τὸν ἐπὶ νεκρῷ, τουτέστι, τὸν τοῖς τῆς κυριοκτονίας ἐνισχημένον ἐγκλήμασι, κόμην δὲ ὥσπερ ἑτέραν ἁγιάζειν Θεῷ μετὰ τὴν ὀγδόην, τουτέστι, μετὰ τὴν ἀνάστασιν, τῶν εὐαγγελικῶν θεσπισμάτων τὴν ἀκριβῆ καὶ τετορευμένην ἀστειότητά τε καὶ παίδευσιν. Τῷ γε μὴν τρέφοντι τὴν τρίχα, μετὰ τὴν ὀγδόην, τρυγόνας προσάγειν καὶ περιστερὰς ὁ νόμος προστέταχε, μήνυσιν ὥσπερ καὶ τοῦτο τιθεὶς τοῦ καθαίροντος τοὺς μεμολυσμένους, τουτέστι, Χριστοῦ. Σημαίνεται γὰρ δι' ἀμφοῖν, ὡς εὐφωνότατος μὲν ἐν τρυγόνι, πραότατος δὲ διὰ τῆς περιστερᾶς· καὶ τοιούτου νόμου βραδυγλώσσου τε ὄντος, καὶ τὸ πρᾶον οὐκ ἔχοντος. Ἐπιτίθησι γὰρ εὐθὺς τοῖς πλημμελοῦσι τὰς δίκας. Ἀναφέρεται δὲ καὶ ἀμνὸς τοῖς στρουθίοις ὁμοῦ, ἵνα διὰ πάντων νοοῖτο Χριστὸς, ὡς διὰ μὲν τῶν στρουθίων, ἄνωθεν καὶ ἐξ οὐρανοῦ, διὰ δὲ τοῦ ἀμνοῦ, κάτωθεν καὶ ἀπὸ γῆς. Θεὸς γὰρ ὑπάρχων κατὰ φύσιν ὁ Λόγος, γέγονε σάρξ. Ἀλλ' ἦν καὶ ἔστι καὶ οὕτω Θεός· καὶ ἀπαλλάττει μὲν ἡμᾶς τῆς κατὰ νόμον σκιᾶς, ἐνίησι δὲ ταῖς ἁπάντων καρδίαις τῶν ἑαυτοῦ θεσπισμάτων τὴν εἴδησιν· καὶ ἁγίους ἀληθῶς ἀποφαίνει, τῷ ἰδίῳ καθαίρων αἵματι, κατὰ τὰς Γραφάς. {ΠΑΛΛ.} Ὧδε ἔχει. {ΚΥΡ.} Εἰ δὲ δὴ, φησὶν, ἀποπεραίνοιτο καλῶς ὁ τῆς εὐχῆς τρόπος, τῷ κομῶντι μετὰ τὴν ὀγδόην, τελειούσθω τότε· καὶ ὅπως ἔσται τὸ χρῆμα, νομοθετεῖ λέγων· «Καὶ οὗτος ὁ νόμος τοῦ εὐξαμένου· Ἦ ἂν ἡμέρᾳ πληρώσῃ ἡμέρας εὐχῆς αὐτοῦ, προσοίσει αὐτὸς παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ προσάξει τὸ δῶρον αὐτοῦ Κυρίῳ ἀμνὸν ἐνιαύσιον ἄμωμον ἕνα εἰς ὁλοκαύτωσιν, καὶ ἀμνάδα ἐνιαυσίαν μίαν ἄμωμον εἰς ἁμαρτίαν, καὶ κριὸν ἕνα ἄμωμον εἰς σωτήριον, καὶ κανοῦν ἀζύμων σεμιδάλεως, ἄρτους ἀναπεποιημένους ἐν ἐλαίῳ, καὶ λάγανα ἄζυμα κεχρισμένα ἐν ἐλαίῳ, καὶ θυσίαν αὐτῶν, καὶ σπονδὴν αὐτῶν, καὶ προσοίσει ὁ ἱερεὺς ἔναντι Κυρίου, καὶ ποιήσει τὸ περὶ ἁμαρτίας αὐτοῦ, καὶ τὸ ὁλοκαύτωμα αὐτοῦ, καὶ τὸν κριὸν ποιήσει θυσίαν σωτηρίου τῷ Κυρίῳ ἐπὶ τοῦ κανοῦ τῶν ἀζύμων. Καὶ ποιήσει ὁ ἱερεὺς τὴν θυσίαν αὐτοῦ, καὶ τὴν σπονδὴν αὐτοῦ, καὶ ξυρήσεται ὁ ηὐγμένος παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου τὴν κεφαλὴν τῆς εὐχῆς αὐτοῦ, καὶ ἐπιθήσει τὰς τρίχας ἐπὶ τὸ πῦρ, ὅ ἐστιν ὑπὸ τὴν θυσίαν τοῦ σωτηρίου. Καὶ λήψεται ὁ ἱερεὺς τὸν βραχίονα ἑφθὸν ἀπὸ τοῦ κριοῦ, καὶ ἄρτον ἕνα ἄζυμον ἀπὸ τοῦ κανοῦ, καὶ λάγανον ἄζυμον ἓν, καὶ ἐπιθήσει ἐπὶ τὰς χεῖρας τοῦ ηὐγμένου μετὰ τὸ ξυρήσασθαι αὐτὸν τὴν κεφαλὴν αὐτοῦ, καὶ προσοίσει αὐτὰ ὁ ἱερεὺς ἐπίθεμα ἔναντι Κυρίου. Ἅγιον ἔσται τῷ ἱερεῖ ἐπὶ τοῦ στηθηνίου τοῦ ἐπιθέματος, καὶ ἐπὶ τοῦ βραχίονος τοῦ ἀφαιρέματος, καὶ μετὰ ταῦτα, πίεται ὁ ηὐγμένος οἶνον. Οὗτος ὁ νόμος τοῦ εὐξαμένου, ὃς ἂν εὔξηται δῶρον αὐτοῦ Κυρίῳ περὶ τῆς εὐχῆς, χωρὶς ὧν ἂν εὕρῃ ἡ χεὶρ αὐτοῦ κατὰ δύναμιν τῆς εὐχῆς αὐτοῦ, ἣν ἂν εὔξηται κατὰ νόμον ἁγνείας.» Ἀποφορτισάμενος γὰρ ὥσπερ τῆς Μωσαϊκῆς ἱστορίας τὸ πάχος, καὶ λατρείας τῆς ἐν τύπῳ καὶ σκιαῖς, οἱονεί τινος κόμης μακρᾶς καὶ διαβριθοῦς, ἀπαλλάξας τὸν νοῦν, ὁ ἐποφλήσας Θεῷ τὴν εἴς γε τὸ δεῖν ἁγνίσασθαι προσευχὴν, τρίχα δὲ ὥσπερ ἀναβλαστοῦσαν ἔχων τῶν διὰ Χριστοῦ θεσπισμάτων τὴν ἁγνοποιὸν ἀληθῶς εἴδησίν τε καὶ παίδευσιν, ἅγιος ἔσται καὶ ἱερὸς, καὶ πρός γε δὴ τούτῳ καὶ ἀξιόληπτος. Ἀνοίσειε δ' ἂν ἑαυτὸν εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ, καὶ θυσίαν ὥσπερ ἀναθήσει δεκτὴν, τῆς ἑαυτοῦ πολιτείας τὴν εὐκλεᾶ καὶ ἀμώμητον ἀστειότητα. «Προσοίσει γὰρ, φησὶ, τὸ δῶρον αὐτοῦ, ἀμνὸν ἐνιαύσιον, εἰς ὁλοκαύτωμα, καὶ ἀμνάδα πάλιν εἰς ἁμαρτίαν, καὶ μὴν καὶ κριὸν εἰς σωτήριον, καὶ κανοῦν ἀζύμων, ἐλαίῳ δεδευμένων, καὶ λάγανα ἄζυμα κεχρισμένα ἐλαίῳ.» Καὶ διὰ μὲν τοῦ ἀμνοῦ νοοῖτ' ἂν εἰκότως τοῦ τὴν θυσίαν προσάγοντος ἡ ἐν Χριστῷ νηπιότης, διὰ δέ γε τοῦ κριοῦ τὸ ἐν φρεσί τε καὶ ὡς ἐν καρποφορίᾳ τέλειον. «Ἀδελφοὶ γὰρ, φησὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε.» ∆ιὰ μέσου δὲ ἀμνὰς, ὑπὲρ ἁμαρτίας. ∆ι' οὗ δὴ πάλιν ἡμῖν καταθρῆσαι ῥᾷον, ὅτι καὶ τῶν ἄγαν ἁγνιζομένων ὁ βίος, καὶ ὡς ἐν ἁπλότητι καὶ ἀκακίᾳ τῇ ἐν Χριστῷ νοουμένῃ, καὶ ἐν ἀρτιότητι νοῦ τετελειωμένων, οὐκ ἀμώμητος παντελῶς, δεῖται δὲ δὴ πάντως καθαρισμοῦ. Κεκτήσεται μὲν γὰρ τὸ ἀκατάσκεπτον παντελῶς οὐδεὶς, τετήρηται δὲ μόνῳ καὶ ὡς ἴδιον ἀνακείσεται τῷ Ἐμμανουὴλ τὸ σὺν ἀληθείᾳ φράσαι, «Ἔρχεται γὰρ ὁ ἄρχων τοῦ αἰῶνος τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν.» Οὐκοῦν ἐν μὲν τῷ ἀμνῷ, καὶ τῇ ἀμνάδι, καὶ τῷ κριῷ, κατίδοι τις ἂν ὅπερ ἔφην· ἐν δέ γε τοῖς ἄρτοις τοῖς οὐκ ἐζυμωμένοις ὁ ἄδολός τε καὶ καθαρὸς σημαίνεται βίος. Ἐπιστέλλει γάρ που καὶ ὁ σοφώτατος Παῦλος τοῖς ἡγιασμένοις· «Ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι.» Ἐν δέ γε τῷ λαγάνῳ τὸ ἥδυσμα καὶ οἱονεὶ τὸ γλυκὺ τῆς τῶν ἁγίων ζωῆς. Ἑαυτοὺς οὖν ἄρα προσοίσομεν, ὡς ἐν ἀμνῷ μὲν διὰ τὸ νήπιον ἐν Χριστῷ· ὡς ἐν ἀμνάδι δὲ αὖ, διὰ τὸ τῆς φύσεως ἀσθενὲς καὶ εὐπάροιστον εἰς τὸ πλημμελές· ἀσθενείας γὰρ τύπος τὸ θῆλυ· ὡς ἐν κριῷ δὲ δὴ, τέλειοι, καὶ εἰς μέτρον ἡλικίας ἐλάσαντες, τῆς ἐν Χριστῷ· καὶ ὡς ἐν ἄρτοις μὲν τοῖς ἀζύμοις, καθαροί· ἡδεῖς δὲ ὡς ἐν λαγάνοις, πλὴν ἠλεημένοι διὰ Χριστοῦ. ∆εδικαιώμεθα γὰρ, οὐκ ἐξ ἔργων δικαιοσύνης, ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος. Ἐπεχεῖτο δὴ οὖν ταύτῃτοι καλῶς τοῖς ἄρτοις τὸ ἔλαιον. Μεσιτεύει δὲ πάλιν ὁ ἱερεὺς, καὶ προσκομίζει μὲν πρῶτον τὸ περὶ τῆς ἁμαρτίας, εἶτα τὸ ὁλοκαύτωμα, καὶ τρίτον ἐπὶ τῷδε τοῦ σωτηρίου τὸν κριόν. Μεσιτεύοντος γὰρ τοῦ Χριστοῦ, καὶ προσάγοντος ἡμᾶς τῷ Θεῷ καὶ Πατρὶ, δεκτοὶ μὲν ἐσόμεθα, ὑπὲρ τῶν ἰδίων ἁμαρτημάτων προσκομίζοντες λιτὰς, καὶ τῶν ἀρχαίων αἰτιαμάτων ἐξαιτοῦντες τὴν ἄφεσιν. Ὁλοκαυτούμεθα δὲ νοητῶς, τουτέστιν, εἰσάπαν καὶ ὁλοκλήρως, ἅγιοί τε καὶ ἱεροὶ, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνακεισόμεθα τῷ Θεῷ, πρὸς τὰ ἐν κόσμῳ μὴ μεμερισμένοι· ὅλον γὰρ ἐδαπανᾶτο τῷ πυρὶ τὸ ὁλοκαυτούμενον. Ἀναθήσομεν δὲ καὶ τὰ χαριστήρια, τὰ ὑπέρ γε τῆς ἑαυτῶν σωτηρίας καὶ ζωῆς, οὐ φθαρτοῖς καὶ γηΐνοις τιμῶντες Θεόν· ξένιον καὶ ὥσπερ αὐτῷ προσάγοντες ἀξιόληπτον τὴν καθαράν τε καὶ ἄζυμον, καὶ ἡδεῖαν ζωὴν καὶ ἁγίαν· τοιουτοσὶ γάρ πως ὁ τῶν ἁγίων βίος. Προσκεκομικότος δὲ τοῦ ἱερέως τὴν θυσίαν κατὰ τὸν νόμον, «Ψιλούσθω, φησὶ, τὴν κεφαλὴν ὁ εὐξάμενος, παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐπιτιθέτω τὰς τρίχας ἐπὶ τὸ πῦρ.» {ΠΑΛΛ.} Καὶ τί δὴ τοῦτο εἶναι φής; {ΚΥΡ.} Εὐχῆς ἀπόδοσιν, καὶ οἱονεὶ τῶν ἐπηγγελμένων τὸ πέρας· οὐ γὰρ ὥσπερ ὁ μιανθεὶς ἐπὶ νεκρῷ τὴν ἀτιμοτάτην ἤδη καὶ βέβηλον κατεξυρᾶτο τρίχα· οὕτω κἀνθάδε τὸν τῆς ξυρήσεως ἐκδεξόμεθα τρόπον. Ἀλλ' ὥσπερ ἤδη τετελειωμένος ἐν Χριστῷ, καὶ κόμην ἑτέραν τετροφὼς μετὰ τὴν ὀγδόην ἀνατίθησι τῷ Θεῷ καθάπερ ἐν τύπῳ τὰ ἐπηγγελμένα. Σημεῖον δὲ τοῦ δεδέχθαι παρὰ Θεοῦ τὴν δωροφορίαν, τὸ δαπανᾶσθαι πυρὶ τὴν τρίχα· εἶδος γὰρ τοῦ πυρὸς ἀεὶ τῇ θείᾳ περιτίθησι φύσει τὸ Γράμμα τὸ ἱερόν. Καὶ γοῦν ὁ θεσπέσιος ἔφη Μωσῆς· «Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστί·» τὸ παναλκὲς, οἶμαί του, τῆς θείας καὶ ἀκηράτου φύσεως παρεικάζων πυρί. Ἄθρει δὲ ὅπως παρὰ τὰς τῆς σκηνῆς θύρας, ἡ ἐν τελειώσει ξύρησις, τουτέστιν, ἁπάσης ἡμῶν δικαιοσύνης καὶ ἁγνισμοῦ πέρας. Μόναι γὰρ ἡμᾶς, αἵπερ ἂν γένοιντο πρὸς ἡμῶν ἁγνεία τε καὶ δικαιοσύνη, πῶς ἂν εἰσοίσειαν εἰς τὰ Ἅγια τῶν ἁγίων, τὸ ἀκαταιτίατόν τε καὶ ἀπλημμελὲς οὐκ ἔχουσαι παντελῶς; «Καθαρὸς γὰρ ἀπὸ ῥύπου παντελῶς οὐδείς·» εἰσκομίζει δὲ ὁ Χριστὸς, ἀμνησικάκως ἐλευθερῶν, καὶ πάσης ἡμᾶς ἀνιεὶς ἁμαρτίας. Πρόδρομος γὰρ ὑπὲρ ἡμῶν εἰσελήλακεν, οὐχ ἑαυτῷ που πάντως, ἀλλὰ τοῖς ἔξω θυρῶν, καὶ ἐπ' αὐτῷ πως ἤδη γεγονόσιν οὐδῷ τῆς ἁγίας σκηνῆς, καταλεαίνων τὴν εἰσδρομήν. {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Αὐτὸς γὰρ ἡμῖν ἐγκαινίσαι λέγεται πρόσφα τόν τε καὶ ζῶσαν ὁδόν. Μετὰ δέ γε τὸ ξυρᾶσθαι πρὸς αὐταῖς ἥκοντα ταῖς θύραις τῆς ἁγίας σκηνῆς, καὶ μὴν καὶ πυρὶ δαπανῆσαι τὴν τρίχα· «Λήψεται,» φησὶν, «ὁ ἱερεὺς τὸν βραχίονα ἑφθὸν ἀπὸ τοῦ κριοῦ, ἄρτον τε καὶ λάγανον, καὶ ἐπιθήσει ἐπὶ τὰς χεῖρας τοῦ εὐξαμένου, καὶ αὖθις ἀναλαβὼν προσοίσει,» φησὶν, «ἐπίθεμα ἔναντι Κυρίου, καὶ ἅγιον ἔσται τῷ ἱερεῖ, καθὰ καὶ τὸ στηθύνιον τοῦ ἀφαιρέματος.» {ΠΑΛΛ.} Εἶτα, τί ἂν βούλοιτο δηλοῦν ὁ νόμος; {ΚΥΡ.} Εἰς τύπον μὲν δὴ τοῦ ἰσχύοντος, ἤτοι τῶν ἐν ἰσχύϊ κατορθωμάτων, ὁ βραχίων ἀεὶ παρά γε τῇ θεοπνεύστῳ Γραφῇ νοεῖται, ζωῆς δὲ δὴ πάλιν ἁγίας τε καὶ καθαρᾶς, ὁ ἄζυμος ἄρτος, καὶ μὲν καὶ τὸ εὔχαρί τε καὶ τὸ ἡδὺ παραδείξειεν ἂν ἐφ' ἑαυτῷ, τὸ λάγανον ἐλαίῳ ματτόμενον, καὶ εἰς πλακοῦντα τελοῦν. Τοῦ δὲ μεσιτεύοντος ἱερέως τὸ πρόσωπον, περιθείη τις ἂν καὶ μάλα εἰκότως τῷ Ἐμμανουήλ. Ὁ τοίνυν ἁγνείαν τὴν ἀνω-τάτω κατωρθωκὼς, καὶ ἀνάθημα λαμπρὸν προσκεκομικὼς τῷ πανάγνῳ Θεῷ, τὰ ἐξ ἰσχύος ἔργα, δῆλον δὲ ὅτι τῆς πνευματικῆς, ὡς ἐν βραχίονι τοῦ κριοῦ, καὶ ζωὴν ἄμωμον, ὡς ἐν ἄρτῳ τῷ ἀζύμῳ νοουμένην, καὶ μέν τοι καὶ τὸ ἡδὺ καὶ τὸ ἐπίχαρι τῆς ἐν ἁγιασμῷ ζωῆς, ὡς ἐν τῷ λαγάνῳ, μονονουχὶ χερσὶν ἰδίαις ἐπιτιθεὶς, ἀναφέρει Θεῷ, διὰ μεσίτου Χριστοῦ, ὃς οἱονεί πως ἀπὸ χειρὸς εἰς χεῖρας δέχεται τὰς δωροφορίας, ταῖς ἀνωτάτω τιμαῖς, κἂν τούτῳ δὴ μάλιστα, τὸν γνήσιον ἀληθῶς καταγεραίρων προσκυνητήν. Ταύτῃτοί φησιν, ὅτι χερσὶν ἐπιθεὶς ἰδίαις, ὁ τὴν ἁγίαν οὕτω καὶ πάναγνον ἀποπεραίνων εὐχὴν, ἐπιδώσει τῷ ἱερεῖ ἐπίθεμα καὶ ἐξαίρετον, καὶ ἐκνεμηθὲν αὐτῷ, καθὰ καὶ τὸ στηθύνιον τοῦ κριοῦ, κατά γε τῷ νομοθέτῃ δοκοῦν. Ὥσπερ δὴ τὸν βραχίονα μήνυσιν εἶναί φαμεν τῶν ἐξ ἰσχύος κατορθωμάτων, ἤγουν τῆς ἰσχύος αὐτῆς, οὕτω καὶ τὸ στηθύνιον τοῦ κριοῦ, φρενός τε καὶ νοῦ. Κεκτήμεθα γὰρ ἐν σπλάγχνοις καὶ ἐν τῷ στήθει τὰς φρένας. Ἀδιαφορεῖ δὲ πολλάκις ἡ θεία Γραφὴ, καὶ ποτὲ μὲν εἰς νοῦ τύπον τὴν κεφαλὴν, ποτὲ δὲ τὸ στῆθος εἰς φρενὸς ποιεῖται δήλωσιν. Ἱερὰ δὴ οὖν καὶ ἐξαίρετα, μόνον δὲ οὐχὶ καὶ ἀπὸ χειρὸς εἰς χεῖρα προσκομιζόμενα, καὶ εὐπαράδεκτα δι' αὐτοῦ τῷ Θεῷ καὶ Πατρὶ, τῶν ἁγνιζομένων ἰσχὺς ἡ πνευματικὴ, καὶ μέν τοι καὶ φρένες. Εἴπερ ἔστιν ἀληθὲς εἰπεῖν, ὡς οὐκ ἂν ἑτέρως γένοιτό ποτε κατορθοῦν δύνασθαι τοὺς ἁγίους τὰ ἁνδάνοντα Θεῷ, μὴ οὐχὶ δι' ἰσχύος τῆς πνευματικῆς, καὶ μέν τοι καὶ φρενὸς ἀγαθῆς. {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Ἑφθὸν δὲ προστέταχε λαμβάνεσθαι τὸν βραχίονα, τὸ οἱονεί πως ὠμὸν, καὶ τὸ τοῦ καθήκοντος παράλογον τῆς τῶν ἁγίων ἰσχύος ἀποσοβῶν· οὐ γὰρ ἀποτόμους εἶναι χρὴ τοὺς ἀνακειμένους Θεῷ, οὔτε μὴν ἀκράτῳ κεχρῆσθαι τῷ νῷ, ἀλλ' εὐαφῶς τε καὶ ἁπαλῶς καὶ λίαν εὐτέχνως κατορθοῦν ἐπείγεσθαι τὰ εἰς ἀρετήν. Εἶεν δ' ἂν ὧδε καὶ οὐχ ἑτέρως τῶν ἁγίων τὰ κατορθώματα χρηστὰ καὶ ἐδώδιμα τῷ Θεῷ, τὸ ὠμὸν οὐκ ἔχοντα καὶ ἀπηχθημένον. ∆ιεπύθου δέ που τὸν ἐν ἁγνείαις ἐπὶ τὴν σωτήριον τροφὴν, ὥσπερ ἰδίαν ὀνομάζοντος τοῦ Χριστοῦ καὶ λέγοντος τοῖς ἁγίοις μαθηταῖς· «Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε.» ∆ιαμέμνησο δὲ ὅτι καὶ καταθύεσθαι μὲν ἐκέλευε τὸν ἀμνὸν, εἰς τύπον Χριστοῦ, προσενομοθέτει δὲ λέγων· «Οὐ φάγεσθε ἀπ' αὐτῶν ὠμὸν, οὐδὲ ἑψημένον ἐν ὕδατι, ἀλλ' ἢ ὀπτὰ πυρί·» τὸ ἀπαράδεκτον, οἶμαί που, καὶ τὸ οἱονείπως εἰς πέψιν οὐκ εὐχερὲς, ὠμὸν εἶναι λέγων. Χρῆναι δὴ οὖν ἄρα φησὶν ἑφθὸν λαμβάνεσθαι τὸν βραχίονα· τοῦ ἀνέφθου σημαίνοντος τὸ μήτε ἡδὺ, μήτε βρώσιμον, ταύτῃτοι καὶ ἀπαράδεκτον. {ΠΑΛΛ.} Ὡς ἰσχνὸς ἄγαν καὶ ἀληθὴς ὁ λόγος. {ΚΥΡ.} Ἀποδοτέον οὖν ἄρα τὰς ὁμολογίας Θεῷ, καὶ ἅπερ ἂν εὔξαιτό τις, διαπεραινέτω μελλήσας οὐδὲν, ὡς τό τοι μὴ δρᾷν τὰ τοιάδε γοργῶς, τῶν ὅτι μάλιστα δεινῶν καὶ σφαλερωτάτων φαίην ἂν ἔγωγε, καὶ αὐτὸ δὲ τὸ Γράμμα τὸ ἱερόν. Εἰ γὰρ εἶναι λογιούμεθα φρονοῦντες ὀρθῶς τῶν ἄγαν ἐκτοπωτάτων, τὸ ψευδοεπείας ἁλῶναι γραφῇ, πῶς οὐκ ἂν γένοιτο τῶν λίαν αἰσχρῶν, ὁμολογῆσαι μέν τι καὶ ὑποσχέσθαι Θεῷ, ψεύσασθαι δὲ μετὰ τοῦτο τὴν ὑπόσχεσιν; Παντὸς μὲν οὖν εὐξαμένου καὶ μελλήσαντος, καὶ γοῦν καὶ εἰσάπαν ἀναδυομένου τὴν ἔκτισιν, καταγράφει τὴν ἁμαρτίαν. Ἀνίησι δὲ τῶν αἰτιαμάτων τοὺς ἔχοντας μὲν παντελῶς ἴδιον οὐδὲν, δεσμῷ δὲ ὥσπερ ἀναγκαίῳ κατεζευγμένους, καὶ ὑφ' ἑτέρου πράττοντας χεῖρα. Γέγραπται δὲ οὕτως ἐν τοῖς Ἀριθμοῖς· «Καὶ ἐλάλησε Μωσῆς πρὸς τοὺς ἄρχοντας τῶν φυλῶν τῶν υἱῶν Ἰσραὴλ, λέγων· Τοῦτο τὸ ῥῆμα ὃ συνέταξε Κύριος· Ἄνθρωπος ὃς ἂν εὔξηται εὐχὴν Κυρίῳ, ἢ ὀμόσῃ ὅρκον, ἢ ὁρισμῷ ὁρίσηται περὶ τῆς ψυχῆς αὐτοῦ, οὐ βεβηλώσει τὸ ῥῆμα αὐτοῦ. Πάντα ὅσα ἐξέλθῃ ἐκ τοῦ στόματος αὐτοῦ ποιήσει. Ἐὰν δὲ εὔξηται γυνὴ εὐχὴν Κυρίῳ, ἢ ὁρίσηται ὁρισμὸν ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς ἐν τῇ νεότητι αὐτῆς, καὶ ἀκούσῃ ὁ πατὴρ αὐτῆς τὰς εὐχὰς αὐτῆς, καὶ τοὺς ὁρισμοὺς αὐτῆς οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, καὶ παρασιωπήσῃ ὁ πατὴρ αὐτῆς· καὶ στήσονται πᾶσαι αἱ εὐχαὶ αὐτῆς, καὶ πάντες οἱ ὁρισμοὶ αὐτῆς οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, μενοῦσιν αὐτῇ. Ἐὰν δὲ ἀνανεύων ἀνανεύσῃ ὁ πατὴρ αὐτῆς, ᾗ ἂν ἡμέρᾳ ἀκούσῃ πάσας τὰς εὐχὰς αὐτῆς, καὶ τοὺς ὁρισμοὺς αὐτῆς, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, οὐ στήσονται, καὶ Κύριος καθαριεῖ αὐτὴν, ὅτι ἀνένευσεν ὁ πατὴρ αὐτῆς.» Ἀλλ' εἰ καὶ γένοιτο, φησὶν, γυνὴ συνηρμοσμένη κατὰ νόμους ἀνδρὶ, ὁ αὐτὸς κρατείτω νόμος. Χήρας δὲ καὶ ἐκβεβλημένης ἵστησι τοὺς ὁρισμοὺς, καὶ διαπεραίνεσθαι δεῖν πάντη τε καὶ πάντως τὰς ὑποσχέσεις εὖ μάλα φησὶ, πανταχῆ τὸ ἐλεύθερον καὶ ἔξω ζυγοῦ ταῖς αἰτίαις ὑποτιθεὶς, εἰ μὴ δρᾷν ἕλοιτο τὰ ἐπηγγελμένα· τόγε μὴν οὐχ ὧδε ἔχον, ἄπρακτόν τε καὶ ὑφ' ἑτέροις, ἀνιεὶς εἰκότως. Τοῖς γάρτοι κυρίοις, πατρί τε, φημὶ, καὶ ἀνδρὶ, συνθεμένοις μὲν καὶ οἱονεὶ συννεύσασι ταῖς τῶν ὑπὸ χεῖρα καὶ ἐξουσίαν εὐχαῖς, τὴν τῆς δυσσεβείας ἐπιφέρει γραφὴν, εἰ μὴ πληροῦν ἕλοιντο τὰ ἐπηγγελμένα. Ἀποφάσκουσι δὲ καὶ τὸ ἀνεῖσθαι δεῖν ἁμαρτιῶν ἀπονέμει· προαιρέσεως γὰρ, καὶ οὐκ ἀνάγκης καρποὶ τὰ εἰς Θεὸν ἀναθήματα.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ΕΠΤΑΚΑΙ∆ΕΚΑΤΟΣ. Περὶ ἑορτῶν ἁγίων.
Ἁγνείας μὲν δὴ πέρι, καὶ τῶν ἐν εὐχαῖς, καὶ μέντοι καὶ ἱερέων εἰρήσθω τάδε. Χρῆναι δὲ οἶμαι λοιπὸν προσενεγκεῖν εὖ μάλα, τίς ἂν γένοιτο παρὰ Θεοῦ τῶν πόνων ἔκτισις, καὶ πρὸς ὅ τι τετραμμένοι, καταπιανθεῖεν ἂν ταῖς εἰς λῆξιν ἡκούσαις τιμαῖς, καὶ ἐλπίδος ἔσονται τῆς εἰς αἰῶνας μέτοχοι. {ΠΑΛΛ.} Ὡς εὖ γε δὴ φής. {ΚΥΡ.} Πρέποι γὰρ ἂν, ὦ Παλλάδιε, τοῖς τὴν εὐκλεᾶ καὶ ἀπόλεκτον ἐξησκηκόσι ζωὴν, καὶ πολιτείας τῆς ὧδε διαφανοῦς εἰς τοῦτο ἥκουσι μέτρον, ὡς τὴν ἁπασῶν ἀρίστην ψῆφον ἑλεῖν, ἐν εὐημερίαις εἶναι μακραῖς, ἑορτάζοντάς τε καὶ διευθυμουμένους, καὶ πανηγύρεως ἀρχὴν ἔχοντας τὸν Ἐμμανουὴλ, καὶ ἐν ἐλπίσι κειμένους ταῖς ἐρηρεισμέναις. {ΠΑΛΛ.} Πρέποι γὰρ ἂν, καὶ ἀληθὴς ὁ λόγος. {ΚΥΡ.} Βούλει δὴ οὖν, τὰς ἐν τύπῳ καὶ κατὰ νόμον πολυπραγμονῶμεν ἑορτὰς καὶ τῶν ἐν αὐταῖς θυσιῶν τοὺς τρόπους ἀφηγησώμεθα, μεταστοιχειοῦντες, ὡς ἔνι, πρὸς τὸ ἀληθὲς τῶν ἐν αὐταῖς ἐννοιῶν τὴν δύναμιν; {ΠΑΛΛ.} Βουλοίμην ἄν· πῶς γὰρ οὔ; {ΚΥΡ.} Οὐκοῦν ἐπεί τοι σαφῶς ἄριστά τε διεσκέφθαι δοκῶ, φιλοκρινεῖν ὅτι πρέποι καὶ τάδε διενθυμούμενος, φέρε δὴ, φέρε καὶ πρό γε τῶν ἄλλων ἐκεῖνο διερευνήσωμεν, πηνίκα τε καὶ ἐπὶ τίσιν ἑορτάζειν ἡμᾶς τὸ Γράμμα δεῖν ἔφη τὸ ἱερόν. Ἴοι γὰρ ἂν οὕτω καὶ κατ' εὐθὺ τοῦ πρέποντος ἡμῖν ὁ λόγος· καὶ μέντοι πρὸς τῷδε, τὸ ἀτέχνως πεποιῆσθαι δοκεῖν οὐκ ἀγεννῶς διακρούσεται. {ΠΑΛΛ.} Ἴθι δὴ οὖν ὅποι φίλον· ὀνήσεις γὰρ καὶ μάλα πλουσίως. {ΚΥΡ.} Συναγηγερμένων ποτὲ κατὰ τὴν ἔρημον ὑπὸ τὸ ὄρος τὸ Χωρὴβ, τῶν ἐξ Ἰσραὴλ, τὸν τῶν πρακτέων ἡμῖν ὁριστὴν διετύπου νόμον ὁ τῶν ὅλων Θεὸς, μυρία δὲ ὅσα καὶ ἐπωφελῆ θεσπίσματα προστεταχὼς, προσετίθει λοιπὸν, «Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ἑορτάσατέ μοι.» Τίνες δ' ἂν εἶεν τοιοίδε καιροὶ, διεσάφει πάλιν. Ἔφη γὰρ εὐθύς· «Τὴν ἑορτὴν τῶν ἀζύμων φυλάξασθε ποιεῖν· ἑπτὰ ἡμέρας ἔδεσθε ἄζυμα, καθάπερ ἐνετειλάμην σοι κατὰ τὸν καιρὸν τοῦ μηνὸς τῶν νέων· ἐν αὐτῷ γὰρ ἐξῆλθες ἐξ Αἰγύπτου· οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός· καὶ ἑορτὴν τοῦ θερισμοῦ πρωτογενημάτων ποιήσεις ἔργων σου, ὧν ἐὰν σπείρῃς ἐν τῷ ἀγρῷ σου, καὶ ἑορτὴν συντελείας ἐπ' ἐξόδῳ τοῦ ἐνιαυτοῦ, ἐν τῇ συναγωγῇ τῶν ἔργων σου, τῶν ἐκ τοῦ ἀγροῦ σου. Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικὸν ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου.» Ὅτι μὲν οὖν τὸ χρῆναι πληροῦν τὰς ἑορτὰς τῷ Θεῷ, πρέποι ἂν ὅτι μάλιστα τοῖς ἀνδριζομένοις, καὶ οὐχὶ δὴ μᾶλλον τοῖς ἀναπεπτωκόσι καὶ ἄναλκιν ἔν γε δὴ σφίσιν ἔχουσι νοῦν, καὶ τεθρυμμένον ἀεὶ πρὸς τὰ σαρκός τε καὶ κόσμου, παρέδειξεν εἰπών· «Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικὸν ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου.» Ἐποπτείας γὰρ ἄξιον τῆς ἄνωθεν καὶ παρὰ Θεοῦ τὸ ἀρσενικὸν, κατά γε τοὺς ἤδη προειρημένους τρόπους. Πλὴν ἐνομοθέτει χρησίμως τὸ χρῆναι πληροῦν ἑορτὰς ἁγίας. Ἔδει γὰρ, ἔδει τοῖς εἰς ἀρχὴν ἀναβαίνουσι παιδαγωγίας ὀρθῆς, καὶ ὑπὸ ζεύγλην ἤδη πως ἰοῦσι τὴν ὑπὸ Θεῷ, τῆς ἐν νόμῳ πολιτείας τὸ τέλος, ὅτι πάντη τε καὶ πάντως ἐκτελευτήσειεν ἂν αὐτοῖς εἰς τρυφάς τε καὶ εὐθυμίας, δῆλον δὲ ὅτι τὰς πνευματικὰς, εὖ μάλα παραδηλοῦν. Ταύτῃτοι προσηγορευκὼς τὸν νόμον, καὶ ἀποκρίνας ἀστείως τὸ πεφυκὸς ἀδικεῖν, ἐπαινέσας δὲ τὸ τελοῦν εἰς ὄνησιν, καὶ τῆς ἁνδανούσης αὐτῷ πολιτείας καὶ ζωῆς, παραθεὶς τὴν ὁδὸν, ὅτι καὶ καταλήξει ποτὲ πρὸς τρυφὰς ὁ πόνος αὐτοῖς, ἐφῆκε νοεῖν. Οὐκοῦν πρώτη μὲν ἑορτὴ κατὰ μῆνα τὸν νέον· δευτέρα δὲ ὥσπερ καὶ γείτων εὐθὺς ἡ τοῦ θερισμοῦ τῶν πρωτογενημάτων, τρίτη δὲ καὶ ἐπ' ἐσχάτοις ἡ ἐπ' ἐξόδῳ τοῦ ἐνιαυτοῦ, συγκεκομισμένων ἡμῖν τῶν καρπῶν, ἐν ἑβδόμῳ τοῦ ἔτους μηνί. Ἢ οὐχ ὧδε ἔφη τὸ Γράμμα τὸ ἱερόν; {ΠΑΛΛ.} Σύμφημι. {ΚΥΡ.} Οὐκοῦν ἀναγκαῖον, τὸ ἐφ' ἑκάστῳ καιρῷ παρακομίζειν εἰς μέσον, καὶ ὅπως τε καὶ ἐπὶ τίσι τελεῖσθαι πρέποι, διαθρεῖν ὡς ἔνι. Ἀπαίρειν μὲν γὰρ τῆς Αἰγυπτίων ἐκέλευε τότε τοὺς ἐξ Ἰσραὴλ ὁ φιλοικτίρμων Θεὸς, καὶ τῆς ἀφορήτου θητείας ἀποφορτίζεσθαι τὸν ζυγὸν, καὶ πρὸς τὴν τῆς ἐπαγγελίας μεθορμίσασθαι γῆν. Ἀντανίστατο δὲ τοῖς τεθεσπισμένοις ὁ Φαραὼ, καὶ ἀγροικὸν μὲν ἐφίει φωνὴν κατὰ τῆς ἀῤῥήτου δόξης, «Οὐκ οἶδα,» λέγων, «τὸν Κύριον.» Οὐκ ἀνήσειν δὲ τοὺς ἐξ Ἰσραὴλ διεβεβαιοῦτο πλειστά-κις· καὶ δὴ καὶ πληγαῖς συχναῖς καὶ ἀλλεπαλλήλοις κατηκίζετο. Ἐπειδὴ δὲ ἦν ἀτεράμων ἔτι, καὶ ἄθραυστον ἐμελέτα κατὰ τοῦ Θεοῦ τὴν ἀπόνοιαν, τοῖς τῶν Αἰγυπτίων πρωτοτόκοις ἐφίει τὸν ὀλοθρευτὴν, καὶ τὸν ἐν μιᾷ νυκτὶ κατεψηφίζετο θάνατον, ὁ πάντων ἔχων τὴν ἐξουσίαν. Προενόει δὲ ὅπως αἱ τῶν Ἰουδαίων ἀγέλαι μὴ ὑπενεχθεῖεν τῷ κακῷ, καὶ ὡς ἀπωτάτω γένοιντο τῆς τοῦ διαφθείροντος χειρὸς, εἴτ' οὖν ὀργῆς. Ἀλλ' οὐκ ἦν ἑτέρως τοῦτο πρᾶξαί τισι, πλὴν ὅτι διὰ Χριστοῦ, ὅς ἐστι ζωὴ καὶ ζωοποιὸς, ἅτε δὴ ζωῆς τῆς κατὰ φύσιν ἐκπεφυκὼς, τοῦ Πατρός. Προανετύπου τοίνυν ὁ νόμος τὸ ἐπ' αὐτῷ μυστήριον, ὧδέ τε φησίν· «Εἶπε δὲ Κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν ἐν γῇ Αἰγύπτου, λέγων· Ὁ μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν, πρῶτός ἐστιν ὑμῖν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ. Λάλησον πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ, λέγων· Τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον κατ' οἴκους πατριῶν, ἕκαστος πρόβατον κατ' οἰκίαν. Ἐὰν δὲ ὀλιγοστοὶ ὦσιν ἐν τῇ οἰκίᾳ, ὥστε μὴ εἶναι ἱκανοὺς εἰς πρόβατον, συλλήψεται μεθ' ἑαυτοῦ τὸν γείτονα τὸν πλησίον αὐτοῦ, κατὰ ἀριθμὸν ψυχῶν, ἕκαστος τὸ ἀρκοῦν αὐτῷ συναριθμήσεται εἰς πρόβατον. Πρόβατον τέλειον, ἄρσεν, ἐνιαύσιον ἔσται ὑμῖν. Ἀπὸ τῶν ἀμνῶν καὶ τῶν ἐρίφων λήψεσθε, καὶ ἔσται ὑμῖν διατετηρημένον ἕως τῆς τεσσαρεσκαιδεκάτης τοῦ μηνὸς τούτου, καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ πλῆθος συναγωγῆς υἱῶν Ἰσραὴλ πρὸς ἐσπέραν. Καὶ λήψονται ἀπὸ τοῦ αἵματος, καὶ θήσουσιν ἐπὶ τῶν δύο σταθμῶν, καὶ ἐπὶ τὴν φλιὰν, ἐν τοῖς οἴκοις ἐν οἷς ἐὰν φάγωσιν αὐτὰ ἐν αὐτοῖς. Καὶ φάγονται τὰ κρέα τῇ νυκτὶ ταύτῃ ὀπτὰ πυρὶ, καὶ ἄζυμα ἐπὶ πικρίδων ἔδονται. Οὐκ ἔδεσθε ἀπ' αὐτῶν ὠμὸν, οὐδὲ ἑψημένον ἐν ὕδατι, ἀλλ' ἢ ὀπτὰ πυρί· κεφαλὴν σὺν τοῖς ποσὶ καὶ τοῖς ἐνδοσθίοις. Οὐκ ἀπολείψεται ἀπ' αὐτοῦ ἕως πρωΐ· καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ' αὐτοῦ. Τὰ δὲ καταλειπόμενα ἀπ' αὐτοῦ ἕως πρωῒ, ἐν πυρὶ κατακαύσετε. Οὕτω δὲ φάγεσθε αὐτό· αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι, καὶ τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν, καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν, καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς, Πάσχα ἐστὶ Κυρίῳ. Καὶ διελεύσομαι ἐν γῇ Αἰγύπτῳ ἐν τῇ νυκτὶ ταύτῃ, καὶ πατάξω πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἐν πᾶσι τοῖς θεοῖς τῶν Αἰγυπτίων ποιήσω τὴν ἐκδίκησιν, ἐγὼ Κύριος. Καὶ ἔσται τὸ αἷμα ὑμῖν ἐν σημείῳ ἐπὶ τῶν οἰκιῶν ὑμῶν, ἐν αἷς ὑμεῖς ἐστε ἐκεῖ, καὶ ὄψομαι τὸ αἷμα, καὶ σκεπάσω ὑμᾶς, καὶ οὐκ ἔσται ἐν ὑμῖν πληγὴ τοῦ ἐκτριβῆναι, ὅταν παίω ἐν γῇ Αἰγύπτῳ καὶ ἔσται ἡμέρα ὑμῖν αὕτη μνημόσυνον, καὶ ἑορτάσετε αὐτὴν ἑορτὴν Κυρίῳ εἰς πάσας τὰς γενεὰς ὑμῶν, νόμιμον αἰώνιον ἑορτάσετε αὐτήν. Ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε, ἀπὸ δὲ τῆς ἡμέρας τῆς πρώτης, ἀφανιεῖτε ζύμην ἐκ τῶν οἰκιῶν ὑμῶν. Πᾶς ὃς ἂν φάγῃ ζύμην, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ἰσραὴλ, ἀπὸ τῆς ἡμέρας τῆς πρώτης, ἕως τῆς ἡμέρας τῆς ἑβδόμης. Καὶ ἡ ἡμέρα ἡ πρώτη, κληθήσεται ἁγία, καὶ ἡ ἡμέρα ἡ ἑβδόμη, κλητὴ ἁγία ἔσται ὑμῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐταῖς, πλὴν ὅσα ποιηθήσεται πάσῃ ψυχῇ, τοῦτο μόνον ποιηθήσεται ὑμῖν.» Βούλει δὴ οὖν λεπτῶς καὶ ἐπιδρομάδην ἕκαστα διαστείχοντες, τὰ εἰκότα λέγωμεν· ∆ώσομεν γὰρ σοφοῖς ἀφορμὴν, καὶ γνωριοῦμεν δικαίοις, κατὰ τὸ γεγραμμένον. Προσθεῖεν δ' ἂν καὶ αὐτοὶ τὰ παρά γε δὴ σφῶν αὐτῶν, καὶ ἀμείνους ἔσονται παρὰ πολύ. {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Οὐκοῦν ἐν ἔτους ἀρχῇ καὶ ἐν πρώτῳ μηνὶ, τὸ Χριστοῦ μυστήριον ἐκφαίνεται· νέος γὰρ ἡμῖν αἰὼν, ὁ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας καιρὸς, μετατιθεὶς ἅπαντα πρὸς τὸ ἄμεινον, καὶ εἰς καινότητα κτίσεως μεταστοιχειῶν εὖ μάλα, τὸ παλαιούμενον καὶ γηράσκον, καὶ ἐγγὺς ἀφανισμοῦ. «Καινὴ γὰρ κτίσις, τὰ ἐν Χριστῷ, καὶ τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά.» Ζῶμεν δὲ καὶ ἡμεῖς, οὐκέτι Μωσαϊκῶς, ἀπενηνεγμένοι δὲ μᾶλλον εἰς εὐαγγελικὴν ζωὴν, καινουργοῦντος ἡμᾶς διὰ Πνεύματος τοῦ Χριστοῦ. {ΠΑΛΛ.} Ὀρθῶς ἔφης. {ΚΥΡ.} Ἕκαστος δὲ λαμβάνει τὸ πρόβατον, καὶ συλλέγονται κατὰ πληθὺν οἱ δαιτυμόνες εἰς οἶκον ἕνα. Μεμερισμένοι γὰρ ὥσπερ καὶ ἡμεῖς εἰς τὸ ὑφεστάναι καθ' ἕνα φυσικῶς, εἰς ἑνότητα τὴν πνευματικὴν συνδεδραμήκαμεν ἐν Χριστῷ. Ψυχὴ γὰρ ἐν ἡμῖν λοιπόν ἐστι μία, καὶ καρδία μία. Πρόβατον δὲ τὸ θυόμενον, ἤγουν ἐξ αἰγῶν, καὶ πρόβατον μὲν, διά τοι τὸ ἀσυγκρίτως ἥμερόν τε καὶ ἄκακον, καὶ πρός γε δὴ τούτῳ τὸ ἔγκαρπον· «Ὡς πρόβατον γὰρ ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος.» Ἀμνὸς δὲ, ὅτι τέθυται δι' ἡμᾶς, καὶ ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν παρεδόθη, κατὰ τὰς Γραφάς. Ἔριφος δὲ ὑπὲρ ἁμαρτιῶν τὸ θῦμα, κατὰ τὸν νόμον, τέλειόν τε ἄρσεν τὸ πρόβατον· τοῦ μὲν τελείου σημαίνοντος, ἤτοι τὸ μώμου παντὸς ἐλεύθερον, εὔρωστόν τε καὶ ὑγιές. Ἄμωμος γὰρ Χριστὸς, καὶ παντὸς ἐπέκεινα πάθους, ἤτοι τὸ τέλειον ἀληθῶς· παντέλειος γὰρ ὁ Ἐμμανουὴλ, οἴκοθεν ἔχων καὶ φυσικῶς, τὰ δι' ὧν ἐστι Θεὸς, τοῦ γε μὴν ἄρσενος ὅτι πάντων ἐστὶ καθηγητής. Ἡγεμονικώτατον δὲ τὸ ἄρσεν ἀεὶ, καὶ ἐν δευτέρᾳ τάξει τὸ θῆλυ πανταχῆ. Καὶ λαμβάνεται μὲν τὸ πρόβατον, ἀπὸ δεκάτης τοῦ μηνός· ἱερουργεῖται δὲ πρὸς ἑσπέραν τῇ τεσσαρεσκαιδεκάτῃ. Οὐ γάρ τοι νεοφανὲς τὸ Χριστοῦ μυστήριον, οὐδὲ τότε πρῶτον διεγνωσμένον, ὅτε καὶ ἐμπαροινεῖν ἐδόκει τοῖς Ἰουδαίοις αὐτῷ. Ἀρχαιοτέρα δὲ πολὺ τοῦ πάθους ἡ γνῶσις προῆν, προαναφωνούντων ἁγίων, καὶ διακεκραγότος τοῦ νόμου, καὶ τὸ ἐπ' αὐτῷ μυστήριον, τῆς ἁγίας ἡμῖν προανατυπούσης Γραφῆς. Οὐκοῦν εἴχομεν παρ' ἑαυτοῖς ὡς ἐν προγνώσει τέως, τεθυμένον μὲν οὔπω τὸν ἀμνὸν, σφαγήσεται δὲ ὅτι πρὸς ἑσπέραν, οὐκ ἠγνοηκότες. Ἐπ' ἐσχάτοις γὰρ τοῦ αἰῶνος καιροῖς, καὶ πρὸς αὐταῖς ἤδη πως διήκοντος ταῖς τοῦ χρόνου δυσμαῖς ὁ Χριστοῦ πέπρακται θάνατος. Σφάζεται δὲ ὑπὸ παντὸς τοῦ πλήθους· ἀπέθανε γὰρ ὑπὲρ πάντων, ἵν' εἰδεῖεν οὗτοι ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας προσάγοντες ἀμνὸν, ὅτι τιμῆς ἠγοράσθησαν, οὐκ εἰσὶν ἑαυτῶν, ἀλλ' εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι, καὶ ἐγερθέντι. Ἐπειδὴ γὰρ ὑπὲρ τῶν ἡμετέρων πλημμελημάτων παρεδόθη, διὰ ἡμᾶς τεθνάναι λέγεται. Ταύτῃ τοι καὶ ἡμεῖς οἱ σφάζοντες. Οἱ γὰρ δι' οὓς ἀπέθανεν ἀναγκαίως, μονονουχὶ τοῦ πάθους εἶεν ἂν ἐργάται σαφῶς, εἰ καὶ δρῷτό τι δι' ἑτέρων. Ὅτι δὲ σώζει τοὺς κεχρισμένους ὁ τοῦ αἵματος ῥαντισμὸς, παρέδειξεν εὐθὺς, χρῆναι τῷ αἵματι καταχρίειν εἰπὼν τῶν δωματίων τὰς εἰσβολὰς, σταθμῶν δὴ λέγω καὶ θυρῶν φλιάς. Ἀποφράττει γὰρ ὥσπερ καὶ ἀνέμβατον ἐργάζεται τῷ θανάτῳ τὴν εἰσβολὴν τὸ Χριστοῦ μυστήριον. Ἄραρεν οὖν, ὅτι τῷ τιμίῳ κατακεχρισμένοι καὶ ἡμεῖς αἵματι, θανάτου κρείττους ἐσόμεθα, καὶ φθορᾶς ἀλογήσομεν, δι' οὐδενὸς ποιούμενοι λόγου τὸν ὀλοθρευτήν. Ἐκρύεται γὰρ ἡμᾶς τὸ αἷμα τῆς ζωῆς, τουτέστι, Χριστοῦ. Χρῆναι δέ φησιν, ἐν νυκτὶ μιᾷ τὰ τοῦ ἀμνοῦ δαπανᾶσθαι κρέα· εἷς γὰρ ἀληθῶς, ὁ τοῦ σωτηρίου πάθους καιρὸς, καὶ ἅπαξ ἀποθανὼν, οὐκέτι ἀποθνήσκει, κατὰ τὸ γεγραμμένον, θάνατος αὐτοῦ οὐκέτι κυριεύσει· ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ. Ὀπτὰ δὲ τὰ κρέα, καὶ ἐπ' ἄρτοις ἀζύμοις ἐσθίεται καὶ πικρίσι, τοῦ μὲν ὀπτοῦ, τὴν οἱονεί πως διὰ παθημάτων τοῦ Ἐμμανουὴλ ὑπεμφαίνοντος τελείωσιν. «Ἔδει γὰρ, ἔδει, φησὶ, τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, διὰ παθημάτων τελειῶσαι.» Τοῦ γε μὴν ἐπ' ἀζύμων ἐσθίεσθαι καὶ πικρίδων, αἰνιγματωδῶς ὑπογράφοντος, ὅτι δεήσει καὶ ἡμᾶς αὐτοὺς, οἷς ἂν παρακέοιτο πρὸς μέθεξιν ὁ Χριστὸς, ζύμης ἀπηλλάχθαι τῆς νοητῆς, τουτέστι, κακίας καὶ δόλου, ἀγαπᾷν δὲ ὅτι μάλιστα καὶ τὸ τληπαθεῖν ὑπὲρ τῆς εἰς αὐτὸν ἀγάπης, καὶ πικρῶν ἀνέχεσθαι πόνων, κατόπιν ἰόντας τοῦ δι' ἡμᾶς εἰς θάνατον εἰσελθόντος. Εἰς τοῦτο γὰρ παραθήγων ἡμᾶς, «Οὐκ ἔστι, φησὶ, μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ.» «Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλεσαν, πολλῷ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ. Ἀποφάσκει δὴ οὖν ὁ νόμος, τὸ δεῖν ἐσθίειν ὠμὸν, καὶ μέν τοι ἑψημένον ὕδατι, καί τοι μηδενὸς ἂν, οἶμαι, φαγόντος ὠμὸν, κἂν εἰ μὴ ἔφη τυχὸν ὁ νόμος. Ὑποφαίνει τοίνυν αἰνιγματωδῶς, ὅτι τὸ τοῦ Χριστοῦ μυστήριον, οὔτε τὸ ἀπρόσβλητον ἔχει διὰ ψευσμάτων ὑπερβολὴν οὔτε μὴν τὸ ὑδαρὲς καὶ ἐκλελυμένον. Ἑλλήνων μὲν γὰρ οἱ λογάδες ποιηταί τε καὶ συγγραφεῖς, καὶ ὅσον ἧκεν εἰς λόγους σοφοὶ, τὰ τῶν παρὰ σφίσι θεῶν ἀναγράφοντες ὄργια, ψευδοεποῦσιν ἀγρίως, καὶ οἱονεί πως ὠμά τε καὶ ἀπαράδεκτα ταῖς ἀνθρώπων διανοίαις παραφέρουσι διηγήματα, καὶ πολὺ τὸ ὑδαρὲς, ἔν γε δὴ σφίσιν αὐτοῖς, κατηῤῥωστηκότα. Μοιχεῖαί τε γὰρ καὶ γυναίων ἔρωτες, καὶ μειρακίων διαφθοραὶ, καὶ αἰδοίων ἀποκοπαὶ, καὶ παρθένων εἰς δένδρα μεταφυτεύσεις, καὶ ἕτερα ἄττα πρὸς τούτοις πάναισχρά τε καὶ ἀκαλλῆ, μυθάρια τὰ παρ' αὐτοῖς νοούμενα, ἀλήθεια δέ ἐστι, πάντα τὰ ἐν Χριστῷ, εὐπαράδεκτά τε καὶ ἐδώδιμα νῷ, καὶ τὸ χαῦνον, ἢ ὑδαρὲς οὐκ ἔχοντα. Συνάγει γὰρ μᾶλλον εἰς εὐκοσμίαν τοὺς ἐθέλοντας νοεῖν, ἤπερ ἀνίησιν εἰς τρυφὰς καὶ φιλοσαρκίαν, καθάπερ ἀμέλει καὶ τὰ Ἑλ λήνων ψυχρὰ καὶ γραώδη διηγήματα. Συνίης οὖν ἄρα σαφῶς ὅ φημι; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Ὅτι δὲ χρὴ τὸν Χριστοῦ γεγονότα μέτοχον, διά γε τοῦ μεταλαχεῖν τῆς ἁγίας αὐτοῦ σαρκός τε καὶ αἵματος, καὶ τὸν αὐτοῦ νοῦν ἔχειν, καὶ διὰ τῶν ἔσω κατορθωμάτων ἰέναι φιλεῖν, συνιέντα εὖ μάλα τὸ ἐπ' αὐτῷ, ὑπέφηνεν ἂν εὐθὺς, δεῖν ἐσθίεσθαι λέγων κεφαλὴν σὺν τοῖς ποσὶ καὶ τοῖς ἐνδοσθίοις. Ἦ γὰρ, οὐχὶ νοῦ μὲν εἰς τύπον ἐλέγομεν εἶναι τὴν κεφαλὴν, πόδας δὲ αὖ πανταχῆ, τῆς ὡς ἐν ἔργοις πορείας σημαντικούς; παρεδήλου δὲ πάλιν τὰ εἴσω τε καὶ κεκρυμμένα τῶν θυομένων τὰ ἐντόσθια; {ΠΑΛΛ.} Ἐδόκει μὲν ὧδε νοεῖν ὀρθῶς. Πλὴν, ἐκεῖνο φράσον, τίς ἂν εἴη Χριστοῦ μὲν ὁ νοῦς, τίς δὲ ἡ πορεία, καὶ μέντοι τὰ κεκρυμμένα; {ΚΥΡ.} Νοῦς μὲν ἂν εἴη Χριστοῦ, τὸ μόνα φρονεῖν τὰ ὅσαπερ ἂν εἰς δόξαν βλέποι τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ τὸ βούλεσθαι κατορθοῦν τὸ τῷ γεννήσαντι δοκοῦν. Καταβέβηκα γὰρ, φησὶν, ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.» Τοῦτό τοι φρονεῖν καὶ κατορθοῦν ᾑρημένοι καὶ οἱ θεσπέσιοι μαθηταὶ διαῤῥήδην ἔφασκον· «Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν.» Καὶ γοῦν ἐδίδασκον λέγειν ἐν προσευχαῖς· «Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ θέλημά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς.» Ὁρᾷς ὅτι σύμφοροί τε καὶ ὁμογνώμονες Χριστοῦ γεγονότες, καὶ τὸν αὐτοῦ νοῦν ἔχειν διαβεβαιοῦνται σαφῶς; Τοῦτο, οἶμαι, ἐστὶ τὸ τὴν κεφαλὴν ἐσθίεσθαι τοῦ ἀμνοῦ. Πορεία γε μὴν ἡ Χριστοῦ, τὸ κατ' αὐτὸν ἀνατλῆναι γεννικῶς, καὶ μὴ κατοκνῆσαι τὸν θάνατον, ἵν' ὡς Παῦλός φησιν, ἁμαρτωλοὺς σώσῃ· ἑτοιμοτάτους δὲ εἶναι καὶ ἡμᾶς αὐτοὺς εἰς τοῦτο προσήκει, καὶ αὐτὴν ὑπὲρ ἀδελφῶν δαπανῶντας ἑτοίμως τὴν ἐν σώματι ζωήν. Καὶ γοῦν ἔφη τις τῶν ἁγίων μαθητῶν· «Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ, καὶ ὑμεῖς ὑπὲρ αὐτοῦ τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε.» Παῦλός γε μὴν ἐπιτιμᾷ τισιν ὡδί πη λέγων· «Τί κλαίετε συνθρύπτοντές μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Καὶ αὐτὸς δὲ Χριστὸς τοῖς ἰδίοις ἴχνεσι κατακολουθεῖν ἐπιτάττων· «Ὃς οὐ λαμβάνει,» φησὶ, «τὸν σταυρὸν αὐτοῦ καθ' ἡμέραν, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.» Ἁγία δὲ καὶ ἑτέρως πανταχῆ, καὶ διὰ πάσης ἀρετῆς, ἡ Χριστοῦ πορεία καὶ ὁδός. Ἐντόσθια δὲ νοήσεις τὸν ἐπ' αὐτῷ κεκρυμμένον τε καὶ ἐν παραβύστῳ λόγον. Θεὸς γὰρ ὢν κατὰ φύσιν, καὶ ἐκ Θεοῦ πεφηνὼς ὁ Μονογενὴς, γέγονε σὰρξ, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ εἰκὼν καὶ ὁμοίωσις ὑπάρχων τοῦ γεγεννηκότος, καθῆκεν ἑαυτὸν εἰς κένωσιν, καὶ εἰς δούλου μορφήν. Εἰσδεξώμεθα δὴ οὖν ἐν ἰδίαις ψυχαῖς, οὐχὶ μόνα τὰ ἀν θρώπινα, καὶ ἐξωφανῆ τὸν Ἐμμανουὴλ, ἀλλὰ καὶ αὐτῶν τῶν ἐντοσθίων, τουτέστι, τῶν κεκρυμμένων αὐτοῦ μυστηρίων τὸν οἰκεῖον ἀναπιμπλάντες νοῦν, εὐτροφίαν ἕξομεν τὴν πνευματικήν. ∆απανᾶσθαί γε μὴν αὐτῇ δεῖν ἔφη τῇ μιᾷ νυκτὶ τὸν ἀμνὸν, οὐδενὸς τὸ σύμπαν περιλελειμμένου, καὶ εἰς τὸ πρωῒ μένοντος. Συντρίβεσθαι δὲ καὶ ὀστοῦν οὐκ ἐᾷ, τοῦ μὲν πρώτου κατασημαίνοντος, ὡς εἰς αἰῶνα τὸν μέλλοντα, καθ' ἕτερόν τινα τρόπον ἁγιάσει τε καὶ εὐλογήσει Χριστὸς τοὺς ἀνακειμένους αὐτῷ διὰ πίστεως καὶ ἁγιασμοῦ, καὶ οὐχὶ δὴ πάντως ἀποθρέψει πάλιν τῇ ἰδίᾳ σαρκὶ, καὶ ζωοποιήσει τῷ αἵματι, καθάπερ ἀμέλει καὶ νῦν, ἀλλ' ὡς ἤδη κατηργημένου θανάτου, καὶ λυθείσης εἰσάπαν τῆς φθορᾶς, νοητὸς ἔσται τις ὁ τοῦ ἁγιάζοντος τρόπος. Οὐκοῦν τὸ πρωῒ κατασημήνειεν ἂν οὐχ ἕτερον οἶμαί τι, παρὰ τὸν αἰῶνα τὸν μέλλοντα. Τοῦ δὲ δευτέρου, τοῦ μὴ χρῆναι, λέγω, συντρίβεσθαι τὸ ὀστοῦν, εἰς ἐννοίας ἡμᾶς ἀναφέροντος τὰς ἐπὶ Χριστῷ, καὶ ἀκολουθεῖν ἀναπείθοντος ταῖς τῶν θεηγόρων φωναῖς. Ὁ γάρτοι θεσπέσιος εὐαγγελιστὴς, σωματικώτερον ἐκλαβὼν ἐπὶ Χριστοῦ τὸ χρησμῴδημα, «Οὐ κατέαξαν αὐτοῦ,» φησὶν, «οἱ στρατιῶται τὰ σκέλη, ὅπως πληρωθῇ τὸ γεγραμμένον· Καὶ ὀστοῦν οὐ συντριβήσεται ἀπ' αὐτοῦ.» Ἐσθίουσι δὲ τὸν ἀμνὸν, διεζωσμένοι τὰς ὀσφύας, ὑποδησάμενοι τοὺς πόδας, καὶ βακτηρίας ἔχοντες ἐν ταῖς χερσὶ, καὶ ἁπαξαπλῶς εἰπεῖν, ἐν σχήματι γεγονότες τῶν ὁδοιπορεῖν εἰωθότων, καὶ μάλα ὀρθῶς. Εὐτρεπεῖς γὰρ ὥσπερ γεγονότες τοῦ μεθίστασθαι νοητῶς, καὶ οἱονεί πως ἐξοδοιπορεῖν ἐπειγόμενοι τῶν ἐν τῷδε τῷ κόσμῳ περισπασμῶν, καὶ εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων μεταφοιτᾷν προθυμούμενοι, μεταληψόμεθα τοῦ Χριστοῦ πανάγνως καὶ καθαρῶς. Οὐ γὰρ τοῖς προσκαίροις ἐμφιλοχωρεῖν εἰθίσμεθα, μετατρέχομεν δὲ γεννικῶς εἰς τὰ πεπηγότα καὶ μένοντα· καὶ τῶν σαρκικῶν ἀκαθαρσιῶν ἀπαίροντες, εἰς ἀστειότητα τὴν πνευματικὴν μεταθρώσκομεν μεμνημένοι λέγοντος τοῦ Χριστοῦ, «Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.» Ταύτῃ τοι περίκεινται σχῆμα τοῖς ὁδοιπορεῖν εἰωθόσι τὸ πρέπον, οἱ τὸν ἀμνὸν ἐσθίοντες εἰς τύπον Χριστοῦ. Πλὴν, ἐν σπουδῇ φάγεσθαι χρή. Πάσχα γάρ ἐστι Κυρίου, τουτέστι, διάβασις, ἤτοι διαβατήρια· καιροῦ γὰρ ἐνεστηκότος καθ' ὃν ἀναγκαῖον διαβαίνειν ἡμᾶς ἐκ φαυλότητος κοσμικῆς, ἐπὶ τὸ δρᾷν ἐπείγεσθαι τὰ ἁνδάνοντα τῷ Θεῷ, τὸ μὴ ἐν ὅλῃ ταυτὶ ποιεῖσθαι σπουδῇ, διαμέλλειν δὲ ὥσπερ καὶ ἀναδύεσθαι τοῖς ἀρχαίοις ἡμᾶς προστετηκότας ἔτι κακοῖς, πῶς οὐκ ἂν εἴη τῶν σφαλερωτάτων; Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος, «Τρέχετε,» φησὶν, «ἵνα καταλάβητε.» Ἰτέον δὴ οὖν εἰς μετάληψιν τοῦ Χριστοῦ διὰ πίστεως, παντὸς μὲν ὄκνου πεπατημένου, μελλησμοῦ δὲ οὐδενὸς παρεισδεδυκότος, ἀλλ' ὡς ἐν ὅλῃ σπουδῇ. ∆ιαβησόμεθα γὰρ οὕτως ἐξ ἁμαρτιῶν εἰς δικαίωσιν, ἐκ θανάτου πρὸς ζωὴν, καὶ τὸ τῆς δουλείας αἶσχος ἀποτριψάμενοι, τὴν εὐκλεᾶ τῆς υἱοθεσίας καταπλουτήσομεν χάριν. {ΠΑΛΛ.} Ἄριστα ἔφης. {ΚΥΡ.} Τούτων δὲ οὕτως εὖ μάλα τετηρημένων, καὶ μὴν καὶ εἰς πέρας ἐξενηνεγμένων κατά γε τῷ νομοθέτῃ δοκοῦν, διελεύσεσθαί φησι καὶ οἱονεὶ πᾶσαν περινοστήσειν τὴν Αἰγυπτίων, καὶ διολλύναι μὲν τὰ πρωτότοκα, ποιήσειν δὲ τὴν ἐκδίκησιν ἐν τοῖς θεοῖς τῶν Αἰγυπτίων, τουτέστι, πάντα τὸν παρ' αὐτοῖς ὑψηλόν τε καὶ ἐπηρμένον, καὶ ἐν τοῖς προσκυνουμένοις μονονουχὶ τεταγμένον διά γε τὴν δόξαν, ἐξαιτήσειν δίκας τῆς οὕτω σκληρᾶς καὶ ἀτάκτου γνώμης, καὶ τῆς ἄγαν ἀλαζονείας. Σκεπάσειν γε μὴν τοὺς υἱοὺς Ἰσραὴλ ἐπηγγέλλετο, κατακεχρισμένων τῷ αἵματι τῶν φλιῶν, ὃ δὴ καὶ σημεῖον ὠνόμαζε τῆς πρὸς αὐτὸν οἰκειώσεως. «Ὄψομαι γὰρ, φησὶ, σημεῖον, καὶ σκεπάσω ὑμᾶς.» Θεοῦ γὰρ ἐπάγοντος ὀργὴν καὶ θυμὸν ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον, κατὰ τὴν τοῦ προφήτου φωνὴν, καὶ θανάτῳ καταδικάζοντος τὸν ἀσελγῆ τε καὶ ἀλιτήριον, καὶ τῆς εἰς αὐτὸν εὐσεβείας ἀνακαταλήκτως ὀλιγωρήσαντα, διαδιδράσκουσι μόνοι καὶ ἀμοιροῦσι ποινῆς, οἱ καλῷ σημάντρῳ κατεσφραγισμένοι, καὶ ἐῤῥαντισμένοι τῷ αἵματι τοῦ Χριστοῦ. ∆ιεπύθου γὰρ λέγοντος, «Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν· ὁ δὲ μὴ πιστεύων, οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ' αὐτόν.» Οὐκοῦν καὶ ζωῆς τῆς αἰωνίου μέτοχοι, καὶ Θεῷ τε καὶ Πατρὶ φίλοι τε καὶ γνώριμοι, καὶ θανάτου κρείττους, οἱ ἡγιασμένοι, διά γε τοῦ μετασχεῖν τοῦ Χριστοῦ, κατὰ τρόπον δὲ δηλονότι τὸν μυστικὸν, καὶ αἵματι τῷ ἁγίῳ κατακεχρισμένοι. Χρῆναί γε μὴν ἀκαταλήκτως αὐτοὺς ἀποπεραίνειν ἐπείγεσθαι τὸν ἐπὶ τῷδε νόμον εὖ μάλα φησί. Καταλήξομεν γὰρ, οὔτι που τοῦ ἑορτάζειν ἐπὶ Χριστῷ, ζύμην ἀφανίζοντες ἐκ τῶν ἰδίων ὁρίων, τουτέστιν, ἀπὸ πάσης τῆς γῆς ἐν ᾗπερ ἂν ἔχοιμεν τὰς διατριβάς. ∆εήσει γὰρ δὴ τοὺς διὰ πίστεως κεκλημένους εἰς δικαίωσιν τὴν διὰ Χριστοῦ, πνευματικῶς ἑορτάζοντας, μὴ ἐν ζύμῃ τοῦτο δρᾷν, κακίας τε καὶ πονηρίας, ἐκκαθαίροντας δὲ μᾶλλον τὴν παλαιὰν ζύμην, μεταπλάττεσθαι πρὸς τὸ ἄμεινον, καὶ νέον ἤδη πως ὁρᾶσθαι φύραμα, παγγενῆ τε καὶ πανοικὶ, καὶ τοὺς ἐν πάσῃ τῇ χώρᾳ, δι' οὗ σημαίνεται τῶν τὴν πίστιν παραδεδεγμένων πολλή τις οὖσα καὶ ἀναρίθμητος ἡ ὁσία πληθύς. Τὴν δέ γε πρώτην τῆς ἑβδομάδος ἡμέραν, ἁγίαν ἔφη διακεκλῆσθαι δεῖν, κλητὴν δὲ ἁγίαν καὶ τὴν ἑβδόμην, ἐκεῖνο, οἶμαί που, παραδεικνὺς ὁ νόμος, ὅτι τῆς ἀνθρώπου ζωῆς ἅγιος μὲν ἦν ὁ ἐν ἀρχῇ χρόνος, ὡς ἐν τῷ προπάτορι τοῦ γένους Ἀδὰμ, οὔπω παραλύσαντι τὰ ἐντεταλμένα, καὶ τῶν θείων ἀλογήσαντι προσταγμάτων· ἅγιος δὲ καὶ πολὺ μείζων, ὁ ἐν ἐσχάτοις, τουτέστιν, ὁ ἐν Χριστῷ, ὅς ἐστι δεύτερος Ἀδὰμ, ἀναστοιχειῶν τὸ γένος ἐκ τῶν διὰ μέσου συμβεβηκότων, εἰς καινότητα ζωῇς, ἐν πνεύματι. Παρεγγυᾷ δὲ ὅτι καὶ σαββατίζειν ἀνάγκη κατὰ τὴν ἑβδόμην, ἀποφοιτῶντας ἔργου παντός. Πρέποι γὰρ ἂν καὶ μάλα εἰκότως τοῖς διὰ πίστεως εἰσεληλα κόσιν εἰς τὴν κατάπαυσιν τοῦ Χριστοῦ, τὸ παντὸς ἔργου λοιπὸν ἀπέχεσθαι σαρκικοῦ, καὶ τῶν ἐπὶ γῆς σπουδασμάτων καὶ εἰκαίου περιφορᾶς, ἀποπεραίνειν δὲ μᾶλλον ἐπείγεσθαι μόνα τὰ εἰς ζωὴν ἀποφέροντα τὴν ἀκήρατον, καὶ ὅσα σεπτοὺς καὶ ἁγίους ἀποτελεῖ. Ὡς γὰρ ὁ σοφὸς ἡμῖν γράφει Παῦλος, «Ὁ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ Χριστοῦ, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός. {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Ὧδε μὲν οὖν τὸ θεῖον ἔφη χρησμῴδημα ἡμῖν. Εἰσηγούμενος δὲ τοῖς ἐξ Ἰσραὴλ τὸ κεκελευσμένον ὁ θεῖος ἔφη Μωσῆς, «Ἀπελθόντες λάβετε ὑμῖν αὐτοῖς πρόβατον κατὰ συγγενείας ὑμῶν, καὶ θύσατε τὸ Πάσχα. Λήψεσθε δὲ δέσμην ὑσσώπου, καὶ βάψαντες ἀπὸ τοῦ αἵματος τοῦ παρὰ τὴν θύραν θήσετε ἐπὶ τῆς φλιᾶς, καὶ ἐπ' ἀμφοτέρων τῶν σταθμῶν ἀπὸ τοῦ αἵματος, ὅ ἐστι παρὰ τὴν θύραν. Ὑμεῖς δὲ οὐκ ἐξελεύσεσθε ἕκαστος τὴν θύραν τοῦ οἴκου αὐτοῦ, ἕως πρωΐ. Καὶ παρελεύσεται Κύριος πατάξαι τοὺς Αἰγυπτίους, καὶ ὄψεται αἷμα ἐπὶ τῆς φλιᾶς, καὶ ἐπ' ἀμφοτέρων τῶν σταθμῶν, καὶ παρελεύσεται Κύριος πρὸς τὴν θύραν, καὶ οὐκ ἀφήσει τὸν ὀλοθρευτὴν εἰσελθεῖν εἰς τὰς οἰκίας ὑμῶν πατάξαι.» Τὸ μὲν οὖν κατ' οἴκους πατριῶν ἤτοι κατὰ συγγενείας λαμβάνεσθαι τὸν ἀμνὸν, ὑποφήνειεν ἂν, οἶμαί που, τῆς πνευματικῆς οἰκειότητος τὸ, ὡς ἐν πίστει τε καὶ ὁμονοίᾳ ταυτόν. Οὐ γὰρ τοῖς ἐξίτηλα φρονεῖν ᾑρημένοις συνεορτάσομεν, οὐδὲ τοῖς ἕτερα ἄττα παρά γε τὸ ὀρθῶς ἔχον καὶ ἀληθῶς φρονεῖν εἰωθόσι κοινωνήσομεν τῆς ἁγίας καὶ ζωοποιοῦ θυσίας, ἀλλὰ τοῖς ὁμόφροσί τε καὶ ἀδελφοῖς ὡς ἐν ἑνότητι πνεύματος, καὶ ἐν ταυτότητι πίστεως. Ἀναπλέκεταί γε μὴν ἡ ὕσσωπος οἰκονομικῶς τῷ αἵματι τοῦ ἀμνοῦ. Καὶ τίς ἂν γένοιτο καὶ τοῦδε τυχὸν ὁ λόγος, ὡς ἐν βραχέσιν ἐρῶ. Τὴν ὕσσωπον, ὦ Παλλάδιε, πόαν εἶναί φασι καὶ δὴ καὶ ἰατρῶν θαυμάζουσι παῖδες, ὡς οὐκ ἀνικάνως ἔχουσαν εἴς γε τὸ δύνασθαι καὶ μάλα γεννικῶς τὴν ἐν σπλάγχνοις ἐκτήκειν ἀκαθαρσίαν, καὶ καταλεπτύνειν εὖ μάλα τὰ τῶν φλεγμάτων συμπεπηγότα, διάτοι τὸ τῆς ἐνούσης αὐτῇ φυσικῆς θερμασίας εὐσθενές. Συνῆπται δὴ οὖν, καθάπερ ἔφην ἀρτίως, τῇ ὑσσώπῳ τὸ αἷμα, πλαγίως ἡμῖν τοῦ τύπου σημαίνοντος, ὡς οὐ μόνον ἡμᾶς ἀπαλλάττει φθορᾶς, τὸ τίμιον αἷμα Χριστοῦ, ἀλλὰ γὰρ καὶ ἁπάσης ἀκαθαρσίας, τῆς εἰς τὸ εἴσω κεκρυμμένης, καὶ ἀποψύχεσθαι μὲν οὐκ ἐᾷ πρὸς τὸ ῥᾴθυμον, ζέοντας δὲ μᾶλλον ἀποτελεῖ τῷ πνεύματι. Ὅτι δὲ ἀναγκαῖον καὶ λυσιτελὲς, τοῖς γε ἅπαξ ἠξιωμένοις μεταλαχεῖν τοῦ Χριστοῦ, τὸ ἀσφαλῆ τε καὶ ἀνεξίτητον ποιεῖσθαι φιλεῖν τὴν ἐν ἁγιασμῷ ζωὴν, ὑποσημαίνει πάλιν ὁ νόμος, εἴσω καθίζων θυρῶν τοὺς τὸν ἀμνὸν κατεδηδοκότας, ἵνα μὴ τοῖς Αἰγυπτίοις συνολοθρευθεῖεν, τῶν οἴκων ἐκβεβηκότες. Ἐνδοιάσαι γὰρ οὐ θέμις, ὡς ἀπαστισοῦν τῶν τελούντων ἐν ἡγιασμένοις, οἶκον ὥσπερ τινὰ τὴν ἀρε τὴν ἔχων, εἰ ἐξοίχοιτό πως ἁγιασμοῦ, συνδιολεῖται τοῖς ἄλλοις, καὶ συνυποκείσεται ταῖς ποιναῖς, αἵπερ ἂν ἐπιφέροιντο τοῖς τὴν ἀσελγῆ καὶ ἀνίατον κατηῤῥωστηκόσι ζωήν. Ταύτῃ τοι καὶ ὁ θεσπέσιος ἡμῖν Μελωδὸς, «Μὴ συναπολέσῃς, φησὶ, μετὰ ἀσεβῶν τὴν ψυχήν μου, καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου, ὧν ἐν χερσὶν αἱ ἀνομίαι.» Ἄθρει δὴ οὖν ὅπως, «Οὐκ ἐξελεύσεσθε,» φησὶ, «τὴν θύραν τοῦ οἴκου ὑμῶν, ἕως πρωΐ.» Νυκτὶ μὲν γὰρ παρεικάζει τὸ Γράμμα τὸ ἱερὸν, τὸν αἰῶνα ἐνεστηκότα· ἡμέραν δὲ αὖ ἔσεσθαι προσδοκωμένην αἰῶνα τὸν μέλλοντα. Καὶ γοῦν ὁ μακάριος Παῦλος, εἰς τέλος ἤδη καταίροντα τὸν αἰῶνα βλέπων τὸν ἐνεστηκότα, λοιπὸν δὲ ἀγχοῦ, μονονουχὶ δὲ καὶ ἐπὶ θύραις ἤδη τὸν αἰῶνα τὸν μέλλοντα, προσεφώνει, λέγων· «Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν.» Ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτὸς, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν.» Οὐκοῦν τὸ μέχρι παντὸς τοῦ βίου κατασημήνειεν ἂν, τὸ ἕως πρωῒ, τουτέστιν, ἕως ἂν ὁ μέλλων ἀναδειχθείη καιρός. Πῶς δ' ἂν καὶ τοῦτο γένοιτο πρὸς ἡμῶν; ἐν γὰρ τῷ τέλει τῆς ἑκάστου ζωῆς, μονονουχὶ καὶ εἰσβέβηκεν ὁ μέλλων αἰών. Εἴπερ ἐστὶν ἀληθὲς, ὅτι δεδικαίωται μὲν ἀπὸ ἁμαρτίας ὁ θάνατον ὑποδύς· συνέκλεισε γὰρ ὁ Θεὸς κατ' αὐτοῦ, κατὰ τὸ γεγραμμένον, τετήρηται δὲ τῷ βήματι τοῦ Χριστοῦ, καὶ ὡς ἂν ἔχοι τῷ ἰδίῳ τέλει καταληφθεὶς, οὕτω καὶ παραστήσεται. {ΠΑΛΛ.} Συνίημι ὃ φής· καὶ εὖ γε δὴ λίαν ὁ λόγος ἔχει. {ΚΥΡ.} Ἀλλ' ὧδε μὲν ἡμῖν τὸ Χριστοῦ μυστήριον ἐσκιαγραφεῖτο τοῖς πάλαι καταθυομένου κατὰ καιρὸν τοῦ ἀμνοῦ, καθ' ὃν ἀληθῶς καὶ αὐτὸς ὁ Ἐμμανουὴλ τὴν ὑπὲρ τῆς ἁπάντων ζωῆς ὑπομεμένηκε σφαγήν· καὶ γοῦν ὁ θεσπέσιος γράφει Παῦλος, ὅτι τὸ «Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός.» Χρῆναί γε μὴν ἔφη τὸ θεῖον ἡμῖν χρησμῴδημα καὶ ἐν μηνὶ τῷ δευτέρῳ τελεῖσθαι τὰ ἱερὰ, καὶ τῆς ἑορτῆς τὸ σχῆμα διαπεραίνεσθαι δεῖν, εἴπερ τι τῶν ἀναγκαίων ἡμᾶς παραποδισμάτων ἐξείργοι τυχὸν καὶ ἀποκομίζοι τοῦ δύνασθαι πληροῦν ἐν μηνὶ τῷ πρώτῳ τὰ τεθεσπισμένα. Βούλει τὸ θεῖον αὐτὸ παραθέντες λόγιον, τὰ εἰκότα λέγωμεν; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Γέγραπται τοίνυν ἐν τοῖς Ἀριθμοῖς· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν ἐν τῷ ὄρει Σινᾶ ἐν τῷ ἔτει τῷ δευτέρῳ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου ἐν τῷ μηνὶ τῷ πρώτῳ, λέγων· Εἶπον, καὶ ποιείτωσαν οἱ υἱοὶ Ἰσραὴλ τὸ Πάσχα καθ' ὥραν αὐτοῦ, τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου πρὸς ἑσπέραν, ποιήσεις αὐτὸ κατὰ καιρούς· κατὰ τὸν νόμον αὐτοῦ, καὶ κατὰ τὴν σύγκρισιν αὐτοῦ ποιήσεις αὐτό. Καὶ ἐλάλησε Μωσῆς τοῖς υἱοῖς Ἰσραὴλ ποιῆσαι τὸ Πάσχα ἐναρχομένου τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς ἐν τῇ ἐρήμῳ τοῦ Σινᾶ. Καθὰ συνέταξε Κύριος τῷ Μωσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ Ἰσραήλ. Καὶ παρεγένοντο οἱ ἄνδρες οἳ ἦσαν ἀκάθαρτοι ἐπὶ ψυχῇ ἀνθρώπου, καὶ οὐκ ἠδύναντο ποιῆσαι τὸ Πάσχα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Καὶ προσῆλθον ἐναντίον Μωσῆ καὶ Ἀαρὼν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καὶ εἶπαν οἱ ἄνδρες ἐκεῖνοι πρὸς αὐτόν· Ἡμεῖς ἀκάθαρτοι ἐπὶ ψυχῇ ἀνθρώπου, μὴ οὖν ὑστερήσωμεν προσενέγκαι τὸ δῶρον Κυρίῳ κατὰ καιρὸν αὐτοῦ ἐν μέσῳ υἱῶν Ἰσραήλ. Καὶ εἶπε πρὸς αὐτοὺς Μωσῆς· Στῆτε αὐτοῦ καὶ ἀκούσομαι τί ἐντελεῖται Κύριος περὶ ὑμῶν. Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, λέγων· Ἄνθρωπος, ὃς ἐὰν γένηται ἀκάθαρ-τος ἐπὶ ψυχῇ ἀνθρώπου, ἢ ἐν ὁδῷ μακρὰν ὑμῖν, ἢ ἐν ταῖς γενεαῖς ὑμῶν, καὶ ποιήσει τὸ Πάσχα Κυρίῳ· ἐν τῷ μηνὶ τῷ δευτέρῳ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ, τὸ πρὸς ἑσπέραν ποιήσουσιν αὐτὸ, ἐπ' ἀζύμων καὶ πικρίδων τῇ νυκτὶ φάγονται αὐτὸ, οὐ καταλείψουσιν ἀπ' αὐτοῦ εἰς τὸ πρωῒ, καὶ ὀστοῦν οὐ συντρίψουσιν ἀπ' αὐτοῦ. Κατὰ τὸν νόμον τοῦ Πάσχα ποιήσουσιν αὐτό. Καὶ ἄνθρωπος ὃς ἐὰν καθαρὸς ᾖ, καὶ ἐν ὁδῷ μακρὰν οὐκ ἔστι, καὶ ὑστερήσῃ ποιῆσαι τὸ Πάσχα, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς, ὅτι τὸ δῶρον Κυρίῳ οὐ προσήνεγκε κατὰ τὸν καιρὸν αὐτοῦ, ἁμαρτίαν αὐτοῦ λήψεται ὁ ἄνθρωπος ἐκεῖνος. Ἐὰν δὲ προσέλθῃ πρὸς ὑμᾶς προσήλυτος ἐν τῇ γῇ ὑμῶν, καὶ ποιήσῃ τὸ Πάσχα Κυρίῳ κατὰ τὸν νόμον τοῦ Πάσχα, καὶ κατὰ τὴν σύνταξιν αὐτοῦ, οὕτω ποιήσει αὐτὸ, νόμος εἷς ἔσται ὑμῖν, καὶ τῷ προσηλύτῳ, καὶ τῷ αὐτόχθονι τῆς γῆς.» {ΠΑΛΛ.} Καὶ τίνες ἂν εἶεν οἱ ἀκάθαρτοι μὲν ὡς ἐπ' ἀνθρώπου ψυχῇ, πρόφασιν δὲ τοῦ μὴ δύνασθαι τὸ Πάσχα πληροῦν τὸ χρῆμα ποιούμενοι, βουλοίμην ἂν εἰδέναι σαφῶς, ὡς εὖ ἴσθι τοι. {ΚΥΡ.} Πολὺς μὲν δὴ λίαν τῆς ἱστορίας ὁ λόγος. Μεμνήσομαι γὰρ διακεκραγότος Θεοῦ πρὸς τὸν ἱεροφάντην Μωσέα· «Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐξαποστειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν καὶ πάντα γονοῤῥυῆ, καὶ πάντα ἀκάθαρτον ἐπὶ ψυχῇ.» Καὶ ἅλις μὲν ἡμῖν ὁ περὶ τουτωνὶ πεπόνηται λόγος. Πλὴν ἐκεῖνό φημι χρησίμως εἰς τὸ παρόν. Ἀκάθαρτον μὲν γὰρ ἐπ' ἀνθρώπου ψυχῇ τὸ Γράμμα λέγει τὸ ἱερὸν, τὸν ἐπὶ νεκρῷ μεμολυσμένον· ἀπείρηται γὰρ καὶ ἀψύχου σώματος ἀποθίγειν, καὶ τοῖς πενθοῦσί τινα τῶν ἀγχοῦ καὶ ἐξ αἵματος τῆς ἀκαθαρσίας τὴν γραφὴν τὸ ἀρχαῖον ἐπετίθει θέσπισμα. Τοιγάρτοι καὶ ἐξεπέμποντο τῆς παρεμβολῆς. Ὑπ-ετύπου δὲ αὖ διὰ τούτων ὁ νόμος, ὡς ἀνίερος ἔσται τις καὶ νοητῆς ἀκαθαρσίας ἔμπλεως, τῆς ἑτέρου νεκρότητος μετεσχηκὼς, ὡς ἐν ἤθει τε καὶ τρόποις· νεκροὶ γὰρ τοὺς τρόπους οἱ περὶ ὧν ἂν λέγοιτο παρὰ Χριστοῦ «Ἄφες τοὺς νεκροὺς θάπτειν τοὺς ἑαυτῶν νεκρούς.» Ἔξω δὴ οὖν τῆς θείας αὐλῆς, καὶ τῆς τῶν πρωτοτόκων Ἐκκλησίας, καὶ τῆς τῶν ἁγίων ἀγέλης ἀπόπεμπτος, ὁ τοῖς τὰ νεκρὰ φρονεῖν τε καὶ δρᾷν εἰωθόσι κεκοινωνηκὼς, ἢ καὶ ἀγχοῦ γεγονὼς, κατά γε τὸ ἑλέσθαι φημὶ τὰ ἴσα φρονεῖν τε καὶ δρᾷν. Ἀλλ' ὧδε μὲν ἔχει τοῦ νόμου τὸ αἴνιγμα. Πρὸς διάνοιαν δὲ τὴν ἀληθῆ, καὶ ὅτι μάλιστα τὴν πρεπωδεστάτην ἡμῖν τοῖς πνευματικοῖς, τοὺς ἀκαθάρτους ἐπὶ ψυχῇ ἀνθρώπου, ταύτῃ τοι καὶ ἐν μηνὶ τῷ δευτέρῳ τελοῦντας τὴν ἑορτὴν, σφάζοντάς τε τὸ ἱερεῖον, εἰς τύπον Χριστοῦ, κατὰ τὸν τοῦ Πάσχα νόμον, οὐχ ἑτέρους εἶναι νομιοῦμεν, ἢ ὅτι τοὺς Ἰουδαίους ἐπὶ τῇ κατὰ Χριστοῦ μιαιφονίᾳ μεμολυσμένους, καὶ γραφὴν ἔχοντας εἰς ἀκαθαρσίαν, τὸ ἐμπαροινῆσαι εἰς τὸν Ἐμμανουήλ. Οἱ γάρ τοι τοιοίδε τῆς ἁγίας ἡμῶν ἑορτῆς ἀπώλισθον ἀναγκαίως. Ὑστερίζουσι δὲ καὶ διημαρτήκασι τοῦ καιροῦ καθ' ὃν ὁ τῆς ἁπάντων ζωῆς ἀρχηγὸς τετελείωται διὰ παθημάτων· ἐλέου γε μὴν τοῦ πάντας σώζειν ἐθέλοντος, ἐν τοῖς μετὰ τοῦτο καιροῖς, ὡς ἐν μηνὶ δευτέρῳ μεθέξουσι καὶ αὐτοὶ τοῦ Χριστοῦ, καὶ συνεορτάσουσι τοῖς ἁγίοις, τοῖς ἐν καιρῷ κεκλημένοις, δῆλον δὲ ὅτι τοῖς ἐξ ἐθνῶν· ἄθρει γὰρ ὅπως οἱ μὲν ἐν Αἰγύπτῳ τὸν τῆς εἰδωλολατρείας εὐθὺς ἀποτριψάμενοι ῥύπον, σφάζουσι τὸν ἀμνὸν ἐν πρώτῳ μηνὶ, καὶ εἰς τὰς τοῦ πιστεύειν ἀρχὰς ἀναθρώσκουσιν. Οἱ δὲ κεχρισμένοι τῷ αἵματι τοῦ Κυρίου, παρ' οὐδὲν ἡγήσονται τὸν ὀλοθρευτὴν, καὶ ἀμείνους ἔσονται τῆς φθορᾶς. Οἱ δὲ, ὡς ἐν ἔτει τε καὶ ἐν μηνὶ δευτέρῳ, προσίασι μόλις καὶ ὁμολογοῦσι τὸν μολυσμόν. Καὶ ὅτι γεγόνασιν ἀκάθαρτοι ἐπὶ ψυχῇ ἀνθρώπου, διεβεβαιοῦντο σαφῶς, καὶ τῆς εὐλογίας ἀξιοῦσι τυχεῖν, ὕστερον δὲ καὶ μετὰ τοὺς πρώτους, πληροῦσι τὴν ἑορτήν· «Ὅταν γὰρ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, φησὶ, τότε πᾶς Ἰσραὴλ σωθήσεται.» Προαναπεφώνηκε δέ που καὶ ὁ προφήτης περὶ αὐτῶν· «Καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐπιζητήσουσι Κύριον τὸν Θεὸν αὐτῶν, καὶ ∆αβὶδ τὸν βασιλέα αὐτῶν, καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ' ἐσχάτων τῶν ἡμερῶν.» Ἐπιζητηθήσεται γὰρ ἐν ἐσχάτοις καιροῖς παρὰ τῶν ὑπολελειμμένων ἐξ Ἰσραὴλ, ὁ ἐκ σπέρματος ∆αβὶδ, κατὰ σάρκα Χριστός. {ΠΑΛΛ.} Ἀληθὴς ὁ λόγος· τέθειται γὰρ ἐν ἐλπίσιν ὁ Ἰσραήλ. {ΚΥΡ.} Ὅτι δὲ οὐκ ἀπλημμελὲς, μᾶλλον δὲ καὶ τῶν ἄγαν σφαλερωτάτων, τὸ μὴ πληροῦν ἑορτὰς ἐπὶ Χριστῷ, διεσάφησεν εὐθὺ, τὸν μήτε ἀκάθαρτον ἐπὶ ψυχῇ ἀνθρώπου, μήτε μὴν ἐν ὁδῷ μακρᾷ γεγονότα, καὶ ἀναγκαῖον οὐκ ἔχοντα παραπόδισμα, ποιναῖς ταῖς ἐσχάταις ὑπενεχθήσεσθαι λέγων, εἰ μὴ δρᾷν ἕλοιτο τὰ νενομισμένα. Νοηθείη δ' ἂν πρὸς ἡμῶν ἀκάθαρτος μὲν ὡς ἐπ' ἀνθρώπου ψυχῇ, καθάπερ ἐλέγομεν ἀρτίως, ὁ κυριοκτόνος Ἰουδαῖος. Ἐν ὁδῷ δὲ ὥσπερ μακρᾷ, καὶ ἔξω που τῆς Ἱερουσαλὴμ ἤτοι τῆς ἁγίας τοῦ Σωτῆρος ἡμῶν Ἐκκλησίας, «Ὁ τῷ ξύλῳ λέγων, Θεός μου εἶ σὺ, καὶ τῷ λίθῳ λέγων, Σὺ ἐγέννησάς με.» Καὶ μέντοι τῇ κτίσει παρὰ τὸν κτίσαντα προσκυνῶν, ἤγουν ὁ ἑτέραν τινὰ νοσήσας πλάνησιν· εἴπερ ἐστὶν ἀληθὲς, ὡς ἀγχοῦ μὲν ὑπάρχων νοοῖτο Θεοῦ πᾶς ἀνὴρ ἀγαθὸς, καὶ ἀκιβδήλευτον ἔχων ἐπ' αὐτῷ τὴν δόξαν· ἐξέστηκε δὲ καὶ ἀποφοιτᾷ καὶ ἔστι μακρὰν πᾶς εἴ τις οὐχ ὧδε ἔχει. Οὐκοῦν οἱ μήτε ἀκάθαρτοι ἐπὶ ψυχῆς ἀνθρώπου κατὰ τοὺς Ἰουδαίους, μήτε μὴν ὄντες ἐν ὁδῷ μακρᾷ, καθ' Ἕλληνας ἢ αἱρετικοὺς, σπουδαίως τε καὶ ἀμελλητὶ προσοίσομεν τὴν θυσίαν, καὶ τὰς ἑορτὰς Κυρίου τι μήσομεν. Ἑορτάσει δὲ σὺν ὑμῖν κατὰ τὸν ἴσον νόμον, καὶ συνησθήσεται χαίρουσιν ὁ προσήλυτος. Τοὺς γάρ τοι κατὰ καιροὺς τῆς ἐν Χριστῷ πίστεως προσιεμένους τὰ αὐχήματα, ποιούμεθα κοινωνοὺς τῆς ἀναιμάκτου θυσίας, καὶ τῆς ἁγίας τραπέζης καλοῦμεν εἰς μέθεξιν. Κἀκεῖνο δὲ οἶμαι προσεπενεγκεῖν ἀναγκαῖον, ὅτι κεκράτηκεν ἔθος ἐν Ἐκκλησίαις, ἀπό γε, οἶμαι, τοῦδε τοῦ νόμου, ὡς εἰ ἐκπίπτοι τοῦ πρώτου μηνὸς, ἡ κατὰ σελήνην τεσσαρεσκαιδεκάτη, τὸν δεύτερον καὶ ἀγχοῦ περιεργάζεσθαι μῆνα, καὶ ἐν αὐτῷ ζητεῖν τὴν ὡρισμένην ἡμέραν, ἵνα μὴ ἐξοίχοιτο τοῦ ἀληθοῦς τῆς ἑορτῆς ὁ καιρός. Ἔχει δὲ οὕτω τὸ χρῆμα, καθὰ καὶ τῷ πάλαι προηγόρευται νόμῳ. {ΠΑΛΛ.} Ὀρθῶς ἔφης· πλὴν, ἐκεῖνο φράσον. Εἰ μὴ παντί τῳ τυχὸν καὶ εἰ ἐν ὁδῷ γένηται μακρᾷ, καὶ ὡς ἀπωτάτω τῆς Ἱερουσαλὴμ, ἐφῆκεν ὁ νόμος ἀνεπιλήπτως δύνασθαι τὸ Πάσχα πληροῦν. {ΚΥΡ.} Οὐ μὲν οὖν· ἐν μόνῃ γὰρ δὴ καταθύειν ἐκέλευε τῇ ἁγίᾳ πόλει, ἐν ᾗ καὶ τὸν πάλαι ναὸν ὁ Σολομὼν ἀνεδείματο. Προσεφώνει δὲ οὕτως ὁ Μωσῆς ἐν τῷ ∆ευτερονομίῳ τοῖς υἱοῖς Ἰσραὴλ, λέγων· «Φύλαξαι τὸν μῆνα τῶν νέων, καὶ ποιήσεις τὸ Πάσχα Κυρίῳ τῷ Θεῷ σου, ὅτι ἐν τῷ μηνὶ τῶν νέων ἐξῆλθες ἐξ Αἰγύπτου νυκτός. Καὶ θύσεις τὸ Πάσχα Κυρίῳ τῷ Θεῷ σου, πρόβατα καὶ βόας ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτὸν, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ. Οὐ φάγῃ ἐπ' αὐτοῦ ζύμην. Ἐπτὰ ἡμέρας φάγῃ ἐπ' αὐτοῦ ἄζυμα, ἄρτον κακώσεως, ὅτι ἐν σπουδῇ ἐξήλθετε ἐξ Αἰγύπτου, ἵνα μνησθῆτε τὴν ἡμέραν τῆς ἐξοδίας ὑμῶν ἐκ γῆς Αἰγύπτου πάσας τὰς ἡμέρας τῆς ζωῆς ὑμῶν. Οὐκ ὀφθήσεταί σοι ζύμη ἐν πᾶσι τοῖς ὁρίοις σου ἑπτὰ ἡμέρας, καὶ οὐ κοιμηθήσεται ἀπὸ τῶν κρεῶν ὧν ἐὰν θύσητε τὸ ἑσπέρας τῇ ἡμέρᾳ τῇ πρώτῃ εἰς τὸ πρωΐ. Οὐ δυνήσῃ θῦσαι τὸ Πάσχα ἐν οὐδεμιᾷ τῶν πόλεών σου ὧν Κύριος ὁ Θεός σου δίδωσί σοι, ἀλλ' ἢ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ. Θύσεις τὸ Πάσχα ἑσπέρας πρὸς δυσμὰς ἡλίου ἐν τῷ καιρῷ ᾧ ἐξῆλθες ἐξ Αἰγύπτου, καὶ ἑψήσεις καὶ ὀπτήσεις καὶ φάγῃ ἐν τῷ τόπῳ, ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτόν.» Μυρίαις μὲν γὰρ ὅσαις πόλεσί τε καὶ κώμαις ἡ τῶν Ἰουδαίων ἐπεπλήθη χώρα, τελεῖν δὲ καὶ τὰ ἱερὰ καὶ τὸν ἐπὶ τῷ Πάσχα νόμον, ἐν μόνῃ δὲ χρῆναι τῇ ἁγίᾳ πόλει διετύπου Θεὸς, ἐκεῖνο, οἶμαί που, σκιαγραφοῦντος ἡμῖν εὖ μάλα τοῦ νομικοῦ γράμματος, ὡς οὐκ ἂν εἴη θέμις οὔτε μὴν ἐφεῖταί τισι τὸ ἐπὶ Χριστῷ μυστήριον, καθ' ὃν ἂν ἕλοιτο τρόπον, ἤγουν ἐν τόπῳ παντὶ δύνασθαι πληροῦν· χῶρος γὰρ μόνος ὁ πρέπων αὐτῷ, καὶ οἰκειότατος ἀληθῶς, ἡ ἁγία πόλις, τουτέστιν, ἡ Ἐκκλησία, ἐν ᾗ καὶ νόμιμος ἱερεὺς, καὶ διὰ χειρῶν ἡγιασμένων τελεῖται τὰ ἱερὰ, καὶ θυμίαμα προσφέρεται τῷ πάντων κρατοῦντι Θεῷ, καὶ θυσία καθαρὰ, κατὰ τὴν τοῦ προφήτου φωνήν. ∆ι' οὐδενὸς οὖν ἄρα τὸν ἐπὶ τῷδε ποιοῦνται νόμον, οἱ τὰ ὀρθῶς ἔχοντα διαστρέφοντες αἱρετικοὶ καταθύουσι γὰρ τὸν ἀμνὸν, οὐκ ἐν τῇ ἁγίᾳ πόλει, οὔτε μὴν διὰ χειρὸς τῶν ἐξειλεγμένων διὰ τοῦ Πνεύματος εἰς ἱερουργίαν, ἀλλ' ὡς ὁ θεῖος ἡμῖν γράφει Παῦλος, ἑαυτοῖς ἁρπάζοντες τὴν τιμὴν, καὶ ἐν παντὶ τόπῳ προσάγοντες. Ταῦροι γὰρ ὥσπερ ὑβρισταὶ καὶ ἀγέρωχοι, πρὸς μόνον ἀδιακρίτως ἴενται τὸ σφίσι δοκοῦν. Ἀλλ' ἐκεῖνοι μὲν πολὺ τὸ ἐξήνιον καὶ τὸ νενευκὸς εἰς ἀπόνοιαν ἐπιτηδεύοντες, πικρὰ τῷ κριτῇ τῶν τοιῶνδε διασκεμμάτων τίσουσι δίκας. Ἴωμεν δὲ πάλιν ἡμεῖς εἰς οἶμον τὴν ἐντριβῆ τε καὶ ἀδιάστροφον, ἐκεῖνο τοῦ παρενηνεγμένου δοκιμάζοντες νόμου. ∆ιεπύθου γάρ που λέγοντος σαφῶς, ὅτι «Φυλάξατε τὸν μῆνα τῶν νέων, καὶ ποιήσεις τὸ Πάσχα Κυρίῳ τῷ Θεῷ σου, πρόβατα καὶ βόας.» Καί τοι τί δή ποτε, φαίη τις ἂν, τὸν ἐπὶ τῷ Πάσχα νόμον τοῖς ἐν Αἰγύπτῳ τιθεὶς, ἕνα μόνον ἐκέλευσε καταθύειν ἀμνόν· προβάτων δὲ καὶ μόσχων μεμνημένον οὐχ εὑρήσομεν; Ἆρ' οὖν τοῦ πρέποντος διημάρτηκεν ὁ Μωσῆς; Οὐδαμῶς· ἐν γάρ τοι τοῖς Ἀριθμοῖς προσεπάγεσθαι τῷ ἀμνῷ βοῦς τε καὶ ὄεις ἐπενομοθέτει Θεὸς οὕτω λέγων· «Καὶ ἐν τῷ μηνὶ τῷ πρώτῳ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς Πάσχα τῷ Κυρίῳ, καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τούτου ἑορτὴ, ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε, καὶ ἡμέρα ἡ πρώτη ἐπίκλητος ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε. Καὶ προσάξετε ὁλοκαυτώματα κάρπωμα Κυρίῳ, μόσχους ἐκ βοῶν δύο, κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτὰ, ἄμωμοι ἔσονται ὑμῖν, καὶ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ, τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ, καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνί. ∆έκατον δέκατον ποιήσεις τῷ ἀμνῷ τῷ ἑνὶ, τοῖς ἑπτὰ ἀμνοῖς, καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, ἐξιλάσασθαι περὶ ὑμῶν. Πλὴν τῆς ὁλοκαυτώσεως τῆς διαπαντὸς τῆς πρωϊνῆς, ὅ ἐστιν ὁλοκαύτωμα ἐνδελεχισμοῦ. Ταῦτα κατὰ ταῦτα ποιήσετε τὴν ἡμέραν εἰς τὰς ἑπτὰ ἡμέρας, δῶρον κάρπωμα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ ἐπὶ τοῦ ὁλοκαυτώματος τοῦ διαπαντὸς, ποιήσεις τὴν σπονδὴν αὐτοῦ. Καὶ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ.» Ὅτι μὲν οὖν ἐν μηνὶ τῷ πρώτῳ, καὶ μέντοι καὶ ἐν ἡμέρᾳ τεσσαρεσκαιδεκάτῃ τὸ Πάσχα πληροῦν ἀνάγκη κατὰ τὸν νόμον, φθάσαντες ἤδη προείπομεν. Τί δ' ἂν βούλοιτο δηλοῦν καὶ τῶν ἀζύμων ἡ βρῶσις, καὶ ἡ κατὰ Σάββατον ἀργία, καὶ πρὸς τούτοις ἔτι τὸ ὠνομάσθαι κλητὰς ἁγίας τήν τε πρώτην καὶ τὴν ἑβδόμην ἡμέραν, προαπέδειξε σαφῶς ὁ λόγος. Τοιγάρτοι μεθεὶς τὸ ἔν γε τουτοισὶ διαμέλλειν ἔτι, ἐπὶ τοὺς τῶν θυσιῶν πάλιν ἴωμεν τρόπους. ∆ύο μὲν τοίνυν οἱ μόσχοι, πρὸς ὁλοκαυτώματα καὶ θυσίαν, εἷς δὲ κριὸς, καὶ μὴν καὶ ἀμνοὶ τὸν ἀριθμὸν ἑπτὰ, πάντες ἄμωμοί τε καὶ ἐνιαύσιοι, καὶ θυσία μὲν ἐπ' αὐτοῖς, σεμίδαλις ἐλαιόδευτος. Πλὴν οὐκ ἐν ἴσῳ μέτρῳ· τρία μὲν γὰρ ἑκάστῳ μόσχῳ δέκατα, δύο δὲ τῷ κριῷ, καὶ ἓν ἐφ' ἑκάστῳ τῶν ἀμνῶν. Εἶτα συνεισφέρεται καὶ χίμαρος ἐξ αἰγῶν, ὑπὲρ ἁμαρτίας· «Καὶ ταυτὶ δὴ πάντα,» φησὶ, «πλὴν τῶν ὁλοκαυτωμάτων τοῦ ἐνδελεχισμοῦ.» Θέα δὴ οὖν, ὦ Παλλάδιε, τοῦ Ἐμμανουὴλ τὸν θά-νατον, καρποφοροῦντα πολλοὺς, κατά γε τὸ παρ' αὐτοῦ σαφῶς τε καὶ ἀληθῶς εἰρημένον, «Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, καρπὸν πολὺν φέρει.» Σφάζεται γὰρ ὁ ἀμνὸς εἰς τύπον Χριστοῦ, μηνὶ μὲν πρώτῳ κατὰ τὸν νόμον, ἡμέρᾳ δὲ αὖ τῇ τεσσαρεσκαιδεκάτῃ. Προσεπάγονται δὲ μόσχοι, καὶ κριὸς, καὶ ἀμνοὶ πρὸς θυσίαν καὶ ὁλοκαυτώματα, τῶν διὰ πίστεως κεκλημένων εἰς ἁγιασμὸν, καθάπερ ἐγᾦμαι, τήν τε πληθὺν, καὶ τῆς πνευματικῆς εὐεξίας τὸ μέτρον, ὡς ἐν τύπῳ κατασημαίνοντα· εἰ γὰρ μὴ ἀπέθανεν ὑπὲρ ὑμῶν Χριστὸς, οὐκ ἂν ἡμεῖς παρεδέχθημεν εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί. Ἐπειδὴ δὲ τετελείωται διὰ παθημάτων, κατόπιν ἴμεν εὐθὺς ἱεροπρεπὲς ἀνάθημα τῷ Θεῷ καὶ Πατρὶ, καὶ θυσίαν ὄντως πνευματικὴν καθ' ἑαυτοὺς ἀναφέροντες. ∆ύο μὲν οὖν οἱ μόσχοι· δύο γὰρ οἱ λαοί· φημὶ δὲ τὸν Ἰσραὴλ, καὶ μέντοι τοὺς ἐξ ἐθνῶν. Εἷς δὲ κριός· ἑνούμεθα γὰρ ἐν Χριστῷ, «Τῷ ποιήσαντι ἀμφότερα ἒν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λελυκότι, καὶ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσαντι, ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην,» κατὰ τὸ γεγραμμένον. Ἑπτὰ δὲ ἦσαν οἱ ἀμνοί· ἒν γὰρ οἱ πάντες ἐν Χριστῷ γεγονότες, πλατεῖά τίς ἐσμεν ἀγέλη, καὶ τὴν ἑνὸς τοῦ πάντων ἀρχιποίμενος ὑποτρέχοντες χεῖρα, καὶ ἐκ ποίμναιν δυαῖν, εἰς μίαν ἤδη πως συναγηγερμένοι, καὶ ἐν καθαρᾷ καὶ ἀμωμήτῳ διαπρέποντες ζωῇ, διατελοῦμεν ἐν κόσμῳ, διὰ τὸν ὑπὲρ ἡμῶν ἐν ἀνόμοις, καὶ ὑπὲρ τῆς ἁπάντων ἁμαρτίας ὑπομείναντα σφαγὴν, ὃς καὶ ἐν τῷ χιμάρῳ σημαίνεται. Μόσχου γε μὴν καὶ κριοῦ, καὶ μὴν καὶ ἀμνοῦ μνημονεύσας ὁ νόμος, τῆς τῶν ἁγίων θεοφιλοῦς πολιτείας τὰς τρεῖς ὑπέφηνε διαφοράς· τήν τε ἀνωτάτω, φημὶ, καὶ μέσην, καὶ τὴν ἔτι μείω τε καὶ ὑποδεεστέραν. Ἐν γὰρ τοῖς σωματικοῖς μεγέθεσι τῶν ζώων, ἡ τῆς πνευματικῆς εὐεξίας ἀνετυποῦτο ποσότης. Ἦ γὰρ, οὐχὶ καὶ γῆν ἔφη τὴν γονιμωτάτην ἐκδοῦναι καρποὺς ἐν τρισὶ διαφοραῖς, τῆς εὐαγγελικῆς πολιτείας ὁ λόγος; {ΠΑΛΛ.} Ναί· ἡ μὲν γὰρ, φησὶν, ἐποίησεν ἑκατὸν, ἡ δὲ ἑξήκοντα, ἡ δὲ τριάκοντα. {ΚΥΡ.} Ἄραρεν οὖν ὅτι τὸ διάφορον ἐν ἀρετῇ, καὶ τοῦ βίου τὸ παρηλλαγμένον, ὡς ἐν ποσότητι τῶν θυμάτων, καὶ ὡς ἐν ὄγκῳ σωματικῷ σκιαγραφεῖται καλῶς· ἄκρως μὲν γὰρ καὶ ὑπερκειμένως, ὡς ἔν γε δὴ τῷ μόσχῳ. Μέσως δὲ αὖ, καὶ τοῦ τελείως ἔχοντος ὑποβεβηκότως ὡς ἐν μείονι τῷ κριῷ, ἐνυφιζάνοντι δὲ καὶ ἔτι μείονι, τῷ ἀμνῷ. Κριοῦ γὰρ μείων, ὁ ἀμνὸς, καθάπερ ἀμέλει καὶ μόσχου, κριός. Τοιγάρτοι καὶ ἀναλόγως τοῖς ἑκάστου μεγέθεσι, τὸ τῆς σεμιδάλεως ἐπιφέρεται μέτρον, ζωῆς ἐχούσης τύπον· τρία μὲν γὰρ τῷ μόσχῳ δέκατα, δύο δὲ τῷ κριῷ, καὶ ἒν τῷ ἀμνῷ. Πλὴν ἐν ἐλαίῳ τὰ πάντα δεδεῦσθαι δεῖν ἔφη· ἕψεται γὰρ πάντως τοῖς ἑκάστου μέτροις ἀναλόγως, [τὰ] παρὰ Θεοῦ. Καὶ τῆς ἐν εὐκλείᾳ καὶ μακαριότητι ζωῆς πολλή τις ἔσται διαφορά. Τοῖς μὲν γὰρ πρέποι ἂν εἰκότως, ἡ ἀνωτάτω, ἑτέροις δ' αὖ ἡ ὡς ἐν μείονι μὲν, πλὴν ἐν τιμῇ τε καὶ δόξῃ, τισὶ δὲ καὶ ὑποβεβηκότως καὶ ὑφειμένως τε ἔτι. «Ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ·» καὶ παρ' αὐτοῖς δέ φημι τοῖς ἁγίοις ἀγγέλοις, ἐν διαφοραῖς εἶναι πολλαῖς τῆς εὐκλείας τὸ μέτρον, πλὴν ἐν οἷσπερ ἂν εἴη μέτροις, ἡ τῶν ἁγίων ζωὴ, τὸ ἱλαρὸν ἔχει· καὶ τὸ δ' εὐθυμεῖσθαι δεῖν, καὶ καταπιαίνεσθαι τοῖς παρὰ Θεοῦ. Ἄθρει γὰρ ὅπως τὸ ἔλαιον οὐχὶ μόνοις τοῖς τρισὶν ἐπεχεῖτο δεκάτοις, ἀλλὰ καὶ δυσὶ, καὶ ἑνί. Ἐνδελεχισμοῦ δὲ θυσίαν καὶ ὁλοκαυτώματα, καλεῖ τὸν ἀμνὸν τὸν σφαγιαζόμενον ἐν τῇ ἁγίᾳ σκηνῇ τὸ πρωῒ, καὶ ἀγχοῦ πρὸς ἑσπέραν. ∆ι' οὗ δὴ πάλιν ἐξέσται μαθεῖν, ὅτι πολὺ τὸ εὐῶδες τῆς ἁγίας σκηνῆς, καὶ ἀκατάληκτος ἀληθῶς, ἡ τῶν Ἐκκλησιῶν εὐοσμία, καὶ τῶν ἐν αὐταῖς ἁγίων. Εὐωδιάζουσι γὰρ τὸν Ἐμμανουὴλ, καὶ τὸ ἐπὶ Χριστῷ τελοῦσι μυστήριον τὴν ἀναίμακτον λατρείαν προσκομίζοντες τῷ Θεῷ. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ πρωΐ τε καὶ πρὸς ἑσπέραν ὁλοκαυτίζεσθαι τοὺς ἀμνούς. Ἀρχῇ γὰρ καὶ τέλει, καὶ διὰ μέσου λαμβάνεται. Οὐκοῦν ἀπαρχῆς μέχρι τέλους τὸ εὐῶδες ἐν Ἐκκλησίαις, ὡς ἐν ἀμνῷ τῷ Χριστῷ. {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Ἑτέραν δὲ αὖ νόμος ἐπισυνάπτει τῇ πρώτῃ τὴν ἑορτὴν, μονονουχὶ δὲ καὶ αὐτοὺς ἡμῖν τοὺς καιροὺς συνείρει λέγων ἐν τοῖς Ἀριθμοῖς· «Καὶ τῇ ἡμέρᾳ τῶν νέων, ὅταν προσφέρητε θυσίαν νέαν Κυρίῳ τῶν ἑβδομάδων, ἐπίκλητος ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε. Καὶ προσάξετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ, μόσχους ἐκ βοῶν δύο, κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους. Ἡ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ, τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ, καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνὶ, δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ, τοῖς ἑπτὰ ἀμνοῖς, καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, ἐξιλάσασθαι περὶ ὑμῶν, πλὴν τοῦ ὁλοκαυτώματος τοῦ διαπαντός. Καὶ τὴν θυσίαν αὐτῶν ποιήσετέ μοι, ἄμωμοι ἔσονται ὑμῖν, καὶ τὰς σπονδὰς αὐτῶν.» Ἐν μηνὶ μὲν γὰρ τῷ πρώτῳ, κατὰ τοὺς Ἑβραίων νόμους, ὁ ἀμνὸς ἐσφάζετο. Τῷ δὲ ἀγχοῦ τάχα που καὶ γείτονι, συναγείρειν ἔθος τὰ ἐξ ἀγρῶν, ὀσπρίων δὴ λέγω τὰ πρώϊμα, καὶ δέσμην ἀμάλλης, ἀμηθέντος ἤδη καὶ σίτου. Καιρὸς οὖν ἄρα τῶν νέων, καθ' ὃν ἐξ ἀγρῶν συναγείρεσθαι χρὴ, τὰ ἐν αὐτοῖς ἐσπαρμένα. Κλητὴ δὲ πάλιν ἡ τοιάδε, φησὶν, ἑορτὴ, καὶ περαινέσθω συννόμως, πόνου καὶ ἱδρῶτος ἐξῃρημένον. Ἀνεῖσθαι γὰρ ἔθος ἐν ἑορταῖς καὶ ἀποφοιτᾷν ὅτι μάλιστα τῶν ἐργωδεστέρων. Ἀναμάθοι δ' ἄν τις κἀκ τοῦδε δὴ πάλιν, ὅτι τοὺς ἁγίαν τῷ Θεῷ τελοῦντας τὴν ἑορτὴν, πρέποι ἂν ἥκιστά γε, τὴν ἀκλεᾶ καὶ παμμόχθηρον πληροῦν ἁμαρτίαν. Ἀνέντας δὲ ὥσπερ καὶ πληροῦντας τὸν νοῦν, τοῖς εἰς ἀρετὴν ἐντρυφᾷν σπουδάσμασι. Προσφέρονται δὲ καὶ εἰς ὁλοκαύτωμα καὶ θυσίαν, μόσχοι μὲν δύο, κριὸς δὲ εἷς καὶ ἑπτὰ ἀμνοὶ, σεμίδαλις ἐλαιοβραχὴς, καὶ χίμαρος ἐξ αἰγῶν. Καὶ ὅποι ποτὲ βλέποι τοῦ νόμου τὸ αἴνιγμα, διειρηκότες ἀρτίως, οὐ ταυτολογήσομεν. Πλὴν, ἐκεῖνο ἐροῦμεν ἀναγκαίως, ὅτι τῆς τοῦ Σωτῆρος ἡμῶν ἀναστά σεως ἀνατυποῖ τὸ μυστήριον, ὁ τῶν νέων καιρός· ἀνέθαλε γὰρ ἡ ἀνθρώπου φύσις ἐν πρώτῳ Χριστῷ, ἀποτριψαμένη τὴν φθορὰν, καὶ τὴν ἐκ τῆς ἁμαρτίας παλαίωσιν ἀποβαλοῦσα λοιπόν. Τοιγάρτοι καὶ ἐπὶ τῷδε λίαν ἀπεσεμνύνετο λέγουσα· «Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης.» Ἱμάτιον σωτηρίου, καὶ μὴν καὶ εὐφροσύνης ἄμφιον, τὴν ἄνωθεν καὶ ἐξ οὐρανοῦ καὶ ἐν Χριστῷ που πάντως ὠνόμασεν ἀφθαρσίαν, σαφέστερον δὲ καὶ τὸν ἐπὶ τῇδε τῇ πανηγύρει νόμον, καὶ διὰ πλείστων ὅσων ἐμφανὲς τὸ αἴνιγμα καθίστη λέγων ἐν τῷ Λευϊτικῷ· «Εἶπον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ὅταν εἰσέλθητε εἰς τὴν γῆν ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ θερίζητε τὸν θερισμὸν αὐτῆς, καὶ οἴσετε τὸ δράγμα ἀπαρχὴν τοῦ θερισμοῦ ὑμῶν πρὸς τὸν ἱερέα, καὶ ἀνοίσει τὸ δράγμα ἔναντι Κυρίου δεκτὸν ὑμῖν. τῇ ἐπαύριον τῆς πρώτης ἀνοίσει αὐτὸ ὁ ἱερεύς. Καὶ ποιήσετε ἐν τῇ ἡμέρᾳ ἐν ᾗ ἂν φέρητε τὸ δράγμα, πρόβατον ἄμωμον ἐνιαύσιον εἰς ὁλοκαύτωμα τῷ Κυρίῳ, καὶ τὴν θυσίαν αὐτοῦ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, θυσία τῷ Κυρίῳ, ὀσμὴν εὐωδίας Κυρίῳ, καὶ σπονδὴν αὐτοῦ τὸ τέταρτον τοῦ ἲν οἴνου, καὶ ἄρτον, καὶ πεφρυγμένα χίδρα νέα οὐ φάγεσθε ἕως εἰς αὐτὴν τὴν ἡμέραν ταύτην, ἕως ἂν προσενέγκητε ὑμεῖς τὰ δῶρα τῷ Θεῷ ὑμῶν. Νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσῃ κατοικίᾳ ὑμῶν. Καὶ ἀριθμήσετε ὑμῖν ἀπὸ τῆς ἐπαύριον τῶν Σαββάτων, ἀπὸ τῆς ἡμέρας ἧς ἂν προσενέγκητε τὸ δράγμα τοῦ ἐπιθέματος, ἑπτὰ ἑβδομάδας ὁλοκλήρους, ἕως τῆς ἐπαύριον τῆς ἐσχάτης ἑβδομάδος ἀριθμήσετε πεντήκοντα ἡμέρας.» Ἑορτὴ μὲν γὰρ σωτήριος ἀληθῶς, ὁ ὑπὲρ ἡμῶν θάνατος τοῦ Ἐμμανουήλ. Ἐκτέτικε γὰρ ὑπὲρ ἡμῶν τὰ ὀφλή-ματα, καὶ ἔστιν ἀληθὲς, ὅτι αὐτὸς τὰς ἁμαρτίας ἡμῶν αἵρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Προσήλωσε γὰρ τῷ ἰδίῳ σταυρῷ τὸ καθ' ἡμῶν χειρόγραφον, καὶ τεθριάμβευκεν ἐν αὐτῷ τοὺς πάλαι κρατοῦντας ἐπὶ τῆς γῆς, ἀρχὰς δὴ λέγω καὶ ἐξουσίας, καὶ τὰ πνευματικὰ τῆς πονηρίας· καὶ πρό γε τῶν ἄλλων, τὸν Σατανᾶν. Ἑορτὴ δὲ γείτων εὐθὺς, τῆς πρώτης οὐ μείων, ἡ ἐκ νεκρῶν ἀναβίωσις, κατασείουσα τὴν φθορὰν, ἀποκείρουσα τὴν ἁμαρτίαν, καὶ εἰς νέαν ἡμᾶς μεθιστᾶσα ζωὴν, τὴν ὡς ἐν ἁγιασμῷ τε καὶ ἀφθαρσίᾳ, κατηργημένου θανάτου. Ἀπεδυσάμεθα γὰρ τὸν παλαιὸν ἄνθρωπον, καὶ μετημφιέσμεθα τὸν νέον, τουτέστι, Χριστὸν, ἤτοι τὴν ἐν Χριστῷ πολιτείαν καὶ ζωήν. Ἄθρει δὴ οὖν, ἄθρει τὴν τῆς ἀνανεουμένης ἀνθρωπότητος ἀπαρχὴν, τουτέστι Χριστὸν, ὡς ἐν τύπῳ δράγματος, καὶ ὡς πρωτόλειον ἐξ ἀγροῦ, καὶ ὡς ἐκ καρπῶν ἀπαρχὴν προσκομιζόμενον ἱερὸν ἀνάθημα τῷ Θεῷ καὶ Πατρί. Ἦ οὐκ ἀσταχύων δίκην ἀνεθάλομεν ἐν κόσμῳ; {ΠΑΛΛ.} Ναί· τοιγάρτοι περὶ ἡμῶν καὶ αὐτὸς ἔφασκεν ὁ Χριστὸς τοῖς ἁγίοις μαθηταῖς, «Οὐχ ὑμεῖς λέγετε ὅτι τετράμηνός ἐστι, καὶ ὁ θερισμὸς ἔρχεται; Ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη, καὶ ὁ θερίζων μισθὸν λαμβάνει καὶ ὁ συνάγων.» Ἀστάχυσι γὰρ καὶ πυροῖς παρεικάζει τὰ καθ' ἡμᾶς. {ΚΥΡ.} Οὐκοῦν, ἀσταχύων οἵα τις ἀπαρχὴ καὶ νέος ὥσπερ καρπὸς ἐν εἴδει δράγματος νοεῖται Χριστὸς, ὁ πρωτότοκος ἐκ νεκρῶν, ἡ τῆς ἀναστάσεως ἡμῖν ὁδὸς, ὁ πάντα πρὸς καινότητα μεταστοιχειῶν, καὶ παλαιότητα ἀπαλλάττων· «Τὰ γὰρ ἀρχαῖα παρῆλθε,» φησὶν, «ἰδοὺ γέγονε τὰ πάντα καινὰ, καὶ εἴ τις ἐν Χριστῷ καινὴ κτίσις» κατὰ τὰς Γραφάς. Ἀνεκομίζετο δὲ τὸ δράγμα ἔναντι Κυρίου· ἐγηγερμένος γὰρ ἐκ νεκρῶν ὁ Ἐμμανουὴλ ὁ νέος τῆς ἀνθρωπότητος καὶ ὡς ἐν ἀφθαρσίᾳ καρπὸς, ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, ἵν' ἐμφανισθῇ νῦν ὑπὲρ ἡμῶν τῷ προσώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ οὐχὶ δὴ πάντως ἑαυτὸν εἰς ὄψιν ἄγων αὐτοῦ· σύνεστι γὰρ ἀϊδίως, καὶ οὐκ ἂν ἀπολιμπάνοιτο τοῦ Πατρὸς, ὡς Θεὸς, ὡς ἐν ἑαυτῷ δὲ μᾶλλον, εἰς ὄψιν ἄγων ἡμᾶς τοὺς ἔξω προσώπου, καὶ ἐν ὀργῇ διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ τὴν καθ' ἡμῶν τυραννήσασαν ἁμαρτίαν. Οὐκοῦν ἐν Χριστῷ κερδαίνομεν τὸ καὶ ἐν προσώπῳ τυχὸν γενέσθαι Θεοῦ. Ἀξιοῖ γὰρ ἡμᾶς ἐποπτείας ἤδη λοιπὸν, ὡς ἡγιασμένους. Ὅρα δὲ ὅπως ἡμῖν ὁ νόμος, καὶ τὸν τῇ ἀναστάσει πρέποντα προανετύπου καιρὸν, τουτέστι, τὴν τρίτην ἡμέραν. Τῇ γὰρ ἐπαύριον τῆς πρώτης, φησὶν, ἀνοίσει τὸ δράγμα ὁ ἱερεὺς, ἔναντι Κυρίου. Τρίτη δὲ πάντως ἡ ἀπὸ τῆς πρώτης, οὐκ αὔριον, ἀλλ' ἐπαύριον· ἀνεβίω δὲ ὁ Χριστὸς κατὰ τὴν τρίτην. {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Συνανακομίζεται δὲ τῷ δράγματι, καὶ πρόβατον ἄμωμον, δύο δεκάτων αὐτῷ σεμιδάλεως ἐπενηνεγμένων ἀναμὶξ ἐλαίῳ πάλιν. Ὁ γὰρ ὡς ἐν δράγματί τε καὶ ἀπαρχῇ καρπῶν οἱονεὶ ζωγραφούμενος, καὶ ὡς ἐξ ἀγέλης ἀπαρχὴ λαμβάνεται, ἀγέλης δὲ ζώσης ὡς ἐν πιότητι χάριτος, καὶ ἐν εὐφροσύνῃ πνεύματος. Ταύτῃ τοι συναναφέρεσθαι δεῖν τῷ προβάτῳ φησὶ τὴν σεμίδαλιν, ἔλαιόν τε καὶ οἶνον· καὶ σεμίδαλις μὲν σημεῖον ἂν γένοιτο ζωῆς, καθὰ πλειστάκις εἰρήκαμεν· πιότητος δὲ τὸ ἔλαιον, εὐφρασίας δὲ, οἶνος. Προσάγεται δὲ καὶ ὡς ἐν ἄρτῳ πάλιν, καὶ ἐν χίδροις πεφρυγμένοις· χίδρα δὲ τὰ ὄσπρια, φησὶ, διὰ τὸ, οἶμαι, τριβόμενα τοῖς ἀλοοῦσιν αὐτὰ περιχεῖσθαι μύλοις. Νοοῖτο δ' ἂν ἡμῖν καὶ διὰ τούτου Χριστὸς, νέον φύραμα, πρὸς ὃν ἡμεῖς μεμορφώμεθα, προστετάγμεθά τε τελεῖν ἑορτὰς, ἐκκαθάραντες τὴν παλαιὰν ζύμην, ἵνα καὶ ἡμεῖς νέον φύραμα χρηματίζωμεν, καθ' ὁμοιότητα τοῦ πᾶσαν ἡμῖν τὴν εἰς καινότητα πολιτείας ἐγκαινίσαντος ὁδὸν, τουτέστι Χριστοῦ. {ΠΑΛΛ.} Εὖ λέγεις. {ΚΥΡ.} Προσεπιτάττει δὲ δεῖν καρπῶν ἀπέχεσθαι νέων, καὶ ἐδώδιμον ἀπ' αὐτῶν ποιεῖσθαι μηδὲν, τὴν τοῦ δράγματος ἀνάθεσιν περιμένοντας. Νέα γὰρ οὐ φάγεσθε, φησὶν, ἕως εἰς αὐτὴν τὴν ἡμέραν ταύτην, ἕως ἂν προσενέγκητε ὑμεῖς τὰ δῶρα τῷ Θεῷ ὑμῶν. Καιρὸς γὰρ ὁ πρέπων τοῦ χρῆναι μεταλαχεῖν τῆς νέας τε καὶ ἀκηράτου ζωῆς, μόνος ἂν γένοιτο, καὶ σφόδρα εἰκότως, καθ' ὃν ἐπέλαμψεν ὁ Ἐμμανουήλ. Ἱκανὸς δὲ πρὸ αὐτοῦ παντελῶς οὐδεὶς, εἰς νέαν ἡμᾶς ἀναστοιχειῶσαι ζωὴν, ἀπαρχὴ δὲ ὥσπερ καὶ πρῶτος αὐτὸς τῶν εἰς ἀφθαρσίαν ἐκτισμένων, καθὸ πέφηνεν ἄνθρωπος, καὶ ἐν σαρκὶ μεθ' ἡμῶν, διὰ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν. Εἰσκεκόμικε δὲ παραχρῆμα τῆς ἁγίας ἡμῖν Πεντηκοστῆς προανατύπωσιν ἐναργῆ, ἑπτὰ χρῆναι λέγων ἐπαριθμεῖν ἑβδομάδας, τῇ τοῦ δράγματος εἰσκομιδῇ. Μετὰ γάρ τοι τὴν ἀναστάσιμον τοῦ Σωτῆρος ἡμέραν, ἑπτὰ συνείροντες ἑβδομάδας, ἑορτάζομεν οἱ πεπιστευκότες. {ΠΑΛΛ.} Ὡς σαφὴς ὁ λόγος! {ΚΥΡ.} Ὅτι δὲ τῆς τοῦ Σωτῆρος ἡμῶν ἀναστάσεως ὁ καιρὸς μεθίστησι τοὺς ἡγιασμένους ἐν Πνεύματι, καὶ ἐν πίστει δεδικαιωμένους, εἰς τὸ δύνασθαι καρποφορεῖν τὴν νέαν τε καὶ ἀκίβδηλον ζωὴν, κατεδείκνυ σαφῶς οὕτω λέγων εὐθύς· «Καὶ προσοίσετε θυσίαν νέαν τῷ Κυρίῳ, ἀπὸ τῆς κατοικίας ὑμῶν προσοίσετε ἄρτους ἐπίθεμα, δύο ἄρτους, ἐκ δύο δεκάτων σεμιδάλεως ἔσται ὁ ἄρτος ὁ εἷς, ἐζυμωμένοι πεφθήσονται πρωτογεννημάτων τῷ Κυρίῳ, καὶ προσάξετε μετὰ τῶν ἄρτων ἑπτὰ ἀμνοὺς ἀμώμους ἐνιαυσίους, καὶ μόσχον ἕνα ἐκ βουκολίων, καὶ κριοὺς δύο ἀμώμους, καὶ ἔσονται εἰς ὁλοκαύτωμα τῷ Κυρίῳ, καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν, θυσία ὀσμὴ εὐωδίας τῷ Κυρίῳ. Καὶ ποιήσουσι χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, καὶ δύο ἀμνοὺς ἐνιαυσίους εἰς θυσίαν σωτηρίου μετὰ τῶν ἄρτων τοῦ πρωτογεννήματος. Καὶ ἐπιθήσει αὐτὰ ὁ ἱερεὺς μετὰ τῶν ἄρτων τοῦ πρωτογεννήματος ἐπίθεμα ἐναντίον Κυρίου μετὰ τῶν δύο ἀμνῶν, ἅγια ἔσονται τῷ Κυρίῳ, τῷ ἱερεῖ τῷ προσφέροντι αὐτὰ αὐτῷ ἔσται. Καὶ καλέσετε ταύτην τὴν ἡμέραν κλητὴν, ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν.» Ἀπαρχὴ μὲν γὰρ καὶ οἱονεὶ πρωτόλειον τῆς εἰς καινότητα μεταπλαττομένης κτίσεως ὁ Ἐμμανουὴλ, νοεῖται δὲ πρῶτος ἐν ἡμῖν, ὡς ἄρτος καὶ νέον φύραμα, τρίβον δὲ ὥσπερ τὴν εἰς τὸ χρῆμα λοιπὸν ἑλόντες ἡμεῖς, καθ' ὁμοιότητα τὴν πρὸς αὐτὸν, νέον ὥσπερ τι καὶ ἡμεῖς κεκλήμεθα φύραμα. Τύπος δ' ἂν εἴη καὶ τοῦδε σαφὴς, ὁ ἐκ νέων καρπῶν προσκομιζόμενος ἄρτος, ἀλλ' οὐχ εἷς ὁ ἄρτος, δύο δὲ χρῆναι προσάγεσθαι λέγει· δύο γὰρ οἱ λαοὶ, κἂν εἰ πρὸς ἑνότητα φαίνοιντο συνενηνεγμένοι διὰ μεσίτου Χριστοῦ· πλὴν ἐζυμωμένοι πεφθήσονται, φησί. Καὶ τί τὸ αἴνιγμα, φέρε λέγωμεν, τὸ τοῦ νόμου βάθος, ὡς ἔνι, καλῶς περιαθρήσαντες. Ἆρα γὰρ ζύμην ἐν τούτοις ἐννοεῖν ἀκόλουθον, τὴν ὡς ἐν φαυλότητι καὶ κατεψευσμένην; Εἶτα πῶς οὐ μωρία τοῦτό γε; πῶς γὰρ ἂν ἔτι κακίας ἀπαλλάξαιμεν, τοὺς εἰς καινότητα πολιτείας εὐαγγελικῆς μετεσκευασμένους; ἢ πῶς ἂν τοῦτο νοοῖτο καινότητος; πῶς δ' ἂν ἔτι καὶ νέον φύραμα λέγοιντό τινες, εἰ ζύμης ἐν αὐτοῖς ἐναπομένει λείψανον, εἶέν τε τῆς ἀνοσίου καὶ βδελυρᾶς φαυλότητος οὐκ εἰσάπαν ἠμοιρηκότες; Ἐπινοητέον δὴ οὖν κατά γε τὸν πρέποντα τοῖς θεωρήμασι λόγον, ζύμης εἶδος ἑτέρας, τὸ καταψέγεσθαι δεῖν οὐκ ἐχούσης ἐφ' ἑαυτῇ, μᾶλλον δὲ καὶ τεθαυμασμένης παρά γε τῇ θεοπνεύστῳ Γραφῇ. Ζύμῃ δὴ οὖν ὁ Σωτὴρ τῆς θείας τε καὶ εὐαγγελικῆς παιδεύσεως τὴν εὐκλεᾶ τε καὶ ὀνησιφόρον δύναμιν παρεικάζει, λέγων· «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ, ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη τὸ ὅλον.» Εἰσδύνουσα γὰρ εἰς νοῦν καὶ καρδίαν τῆς εὐαγγελικῆς παιδεύσεως ἡ ζωοποιὸς ἐνέργεια, ψυχήν τε καὶ σῶμα καὶ πνεῦμα πρὸς ἰδίαν ὥσπερ ποιότητα μεταστοιχειοῖ. Οὐκοῦν τῇ τοιᾷδε ζύμῃ πρέποι ἂν ὑπονοεῖν ἐζυμῶσθαι τοὺς λαοὺς, ὡς ἐν εἴδει τῶν ἄρτων προσκεκομισμένους, καὶ ἐκ δύο δεκάτων ἕκαστος· τὸ οἱονεὶ διττὸν τῆς παιδεύσεως, καταγράφοντος ἡμῖν αἰνιγματωδῶς τοῦ τύπου. {ΠΑΛΛ.} Οἷον δὴ τί φῄς; {ΚΥΡ.} Οὐ γὰρ, ὦ Παλλάδιε, φαίης ἂν, ὅτι διὰ διττῆς παιδεύσεως, νομικῆς τε καὶ εὐαγγελικῆς, ἱεροί τε ἐσόμεθα, καὶ εὐπαράδεκτοι τῷ Θεῷ, ἴμεν τε οὕτως εἰς νέαν καὶ ἀπόλεκτον ζωήν; {ΠΑΛΛ.} Φημί. {ΚΥΡ.} Τοῦτό τοι καὶ αὐτὸς ἡμῖν ὁ Σωτὴρ διεσάφει, λέγων· «∆ιὰ τοῦτο εἶπον ὑμῖν, ὅτι πᾶς γραμματεὺς μαθητευθεὶς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅμοιός ἐστιν ἀνθρώπῳ πλουσίῳ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.» Οἱ γὰρ τὸν νοῦν ἔχοντες ἐπιστήμονα τῶν διὰ Μωσέως τεθεσπισμένων, καὶ τῆς ἀρχαίας ἐκείνης καὶ ὡς ἐν τύποις ἐντολῆς ἐκμεμεστωμένον, εἶτα πρὸς ἐκείνῃ τὴν νέαν καὶ εὐαγγελικὴν καταπλουτήσαντες γνῶσιν, διττὴν, οἶμαί που, λοιπὸν αὐχοῦσι καὶ τὴν παίδευσιν. {ΠΑΛΛ.} Ὀρθῶς ἔφης. {ΚΥΡ.} Ἀλλ' οὐκ ἐν μόνοις ἄρτοις ἡμῖν ἡ τῶν εἰς καινότητα ζωῆς ἐσκευασμένων πληθὺς κατεγράφετο, προσεπιτάττει δὲ δεῖν ὁ νόμος ἑπτὰ προσάγειν ἀμνοὺς σὺν μόσχῳ τῷ ἑνὶ, καὶ κριοῖς δυσίν· ἑπομένης δὲ δηλονότι σπονδῆς τοῖς θύμασι, τουτέστιν, οἴνου καταχεομένου, καὶ ὡς ἐν τετάρτῳ τοῦ ἲν, ὅπερ ἐστὶ ξεστῶν ἓξ, γλώσσῃ τῇ καθ' ἡμᾶς ἐκφωνούμενον. Οὐκοῦν τύπος ἂν εἶεν οἱ ἑπτὰ πάλιν ἀμνοὶ τῆς τῶν πιστευόντων ἀγέλης, νηπιαζούσης μὲν ἐν Χριστῷ. Νηπιότητος γὰρ σύμβολον, ὁ ἀμνός· πλὴν ὡς ἐν ἰσχύϊ καὶ ἀνδρίᾳ πνευματικῇ, προϊούσης εἰς τελειότητα καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος Χριστοῦ. {ΠΑΛΛ.} Πῶς ἔφης; {ΚΥΡ.} Τοὺς ἀμνοὺς ὀνομάσας, εἶτα διὰ μέσου παρενθεὶς τὸν μόσχον, ἐπιφέρει τοὺς κριούς. Τύπος δ' ἂν εἶεν οἱ μὲν ἀμνοὶ, τῆς ἀγέλης· ἰσχύος δὲ καὶ ἀνδρείας, ὁ μόσχος· τὸ γάρτοι ζῶον εὐσθενές· ἡλικίας δὲ λοιπὸν τῆς ἐντελοῦς, οἱ κριοί. Οὐκοῦν οἱ πιστεύοντες διὰ τοῦ κατανδρίζεσθαι φιλεῖν τῶν γεω δεστέρων, ἀναθρώσκουσιν εἰς τελειότητα, τὴν ὡς ἐν Χριστῷ νοουμένην. Τέλειοι γὰρ εἰς ἡλικίαν οἱ κριοὶ, τῆς νοητῆς τελειότητος τὸ μέτρον, ὡς ἔν γε σφίσιν αὐτοῖς εὖ μάλα κατασημαίνοντες. ∆ύο δὲ οἱ κριοὶ, διττὴ γάρ πως ἐν ἡμῖν ἡ ἐν Χριστῷ τελειότης, ἡ ὡς ἐν ἔργῳ τε καὶ γνώσει νοουμένη. «Ὃς γὰρ ἂν ποιήσῃ καὶ διδάξῃ,» φησὶν, «οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.» Οἶνος δὲ τοῖς ἱερείοις ἐπιχεῖται πάλιν· ἕψεται γὰρ πάντως τοῖς εἰς τελειότητα τὴν ἐν Χριστῷ νοουμένην διᾴττειν ἐσπουδακόσι, τὸ κατευφραίνεσθαι δεῖν. «Οἶνος γὰρ,» φησὶν, «εὐφραίνει καρδίαν ἀνθρώπου.» Καὶ χίμαρος μὲν ὑπὲρ ἁμαρτίας ἐσφάζετο· προσεπάγονται δὲ καὶ ἀμνοὶ δύο μετὰ τῶν ἄρτων, εἰς θυσίαν σωτηρίου. Καὶ τί τὸ χρῆμα πάλιν; Ἀπέθανε γὰρ ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ὁ Ἐμμανουὴλ, ὡς ἐν τῷ χιμάρῳ γραφόμενος, ἱερὰν δὲ ἡμῶν καὶ εὐπρόσδεκτον ἀποτελῶν τήν τε εἰς καινότητα ζωὴν καὶ τὴν εἰς νέον φύραμα μεταβολὴν, καὶ τὴν μέχρι ψυχῆς καὶ σώματος ἀνάθεσίν τε καὶ καθιέρωσιν, ἣν ὑπομένειν εἰθίσμεθα, μονονουχὶ καὶ συναποθνήσκοντες τῷ δι' ἡμᾶς ἐν νεκροῖς, ἵνα συζήσωμεν αὐτῷ. Τοιοῦτόν τι καὶ ὁ Παῦλος ἡμῖν ὁ σοφὸς ἐπιστέλλει λέγων· «Ἢ ἀγνοεῖτε, ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον αὐτοῦ· ἵνα ὥσπερ ἠγέρθη Χριστὸς διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν.» Οὐκοῦν ἐσφάγη μὲν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν αὐτὸς, συντεθάμμεθα δὲ καὶ ἡμεῖς αὐτῷ, θάνατον ὑπομένοντες, οὐ σωματικὸν, ἀλλὰ νεκροῦντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ κόσμῳ μὲν ζῶντες οὐκέτι, Χριστῷ δὲ μᾶλλον, καὶ δι' αὐτοῦ τῷ Πατρί. Ὅρα τοίνυν σφαζομένῳ τῷ χιμάρῳ συναποθνήσκοντας τοὺς ἀμνοὺς, καὶ συνθυμιωμένους τοὺς ἄρτους· δεκτὴ γὰρ ἡμῶν ἡ καθιέρωσις, καὶ εἰς ὀσμὴν εὐωδίας ἡ νέα τε καὶ εὐαγγελικὴ ζωὴ, συμπλαττομένη τρόπον τινὰ τοῖς παθήμασι τοῦ Χριστοῦ, καὶ τὴν αὐτοῦ μίμησιν ὑποτρέχουσα. «Εἰ γὰρ συμπάσχομεν, καὶ συμβασιλεύσομεν· εἰ συναποθνήσκομεν, καὶ συζησόμεθα· καὶ εἰ κοινωνοὶ παθημάτων ἐσμὲν, μερισταὶ καὶ τῆς εὐκλείας ἐσόμεθα καὶ αὐτοί.» Σωτηρίου δὲ θυσία διακεκλήσθω, φησὶν, ἡ τοιάδε καλῶς. Σώζει γὰρ τοὺς ὑπὲρ ὦν τὴν σφαγὴν ὑπέμεινεν ὁ Χριστὸς, εἴπερ ἐξίστησιν ἁμαρτίας, καὶ θανάτου, καὶ φθορᾶς ἀμείνους ἀποτελεῖ τοὺς συντεθαμμένους αὐτῷ καὶ συναποθνήσκοντας, κατά γε τὸν ἤδη προειρημένον τρόπον. {ΠΑΛΛ.} Ὡς βαθὺς ὁ λόγος, καὶ ἀμυδρὸν τοῦ νόμου τὸ χρῆμα! {ΚΥΡ.} Αἴνιγμα γὰρ, ὦ Παλλάδιε, καὶ οἱονεὶ λεπτῶν τε καὶ διεσμιλευμένων ἐννοιῶν, ἀσυμφανὲς ἀποσκίασμα. {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Τρεῖς μὲν οὖν καιροὺς ὁ νόμος ἔφη, καθ' οὓς ἂν ἡμᾶς ἑορτάζειν πρέποι. Τρεῖς γὰρ, φησὶ, καιροὺς τοῦ ἐνιαυτοῦ ἑορτάσατέ μοι. Βούλει δὴ οὖν, ἐπὶ δυσὶν ἤδη γεγονότος ἡμῖν ἀποχρώντως τοῦ λόγου, τίς ὁ τρίτος, καὶ ἐφ' ὅτῳ περ ἂν τελοῖτο λέγωμεν; ∆ιεπύθου γάρ που τὴν ἐφ' ἑκάστῳ πρόφασιν, ἡ μὲν γὰρ, ὅτι σέσωκε τὸν ὑπέρ γε τῆς ἁπάντων ἡμῶν σωτηρίας ἀνατλὰς θάνατον ὁ Χριστός· ἡ δὲ, ὅτι καταλύσας τὴν φθορὰν, ἀνεβίω πάλιν, καὶ εἰς νέαν ἡμᾶς ἀνεκαίνισε ζωὴν, ἐπετελεῖτο χρησίμως. Καὶ τῆς μὲν πρώτης ὁ καιρὸς ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ, πρῶτός τε καὶ ἐν ἀρχαῖς· τῆς δὲ δευτέρας ὁ γείτων εὐθὺς καὶ παρεζευγμένος, καθ' ὃν ἦν εἰκὸς, ἐπείγεσθαι μὲν τοῖς ἀστάχυσι τὸν ἀμητῆρα σίδηρον. συγκομίζεσθαι δὲ δεῖν τὰ ἕτερα τῶν σπερμάτων. Μυρία γὰρ ὅσα τῶν ἐν ἀγροῖς. Φέρε δὴ οὖν καὶ ἐπὶ τῷ τρίτῳ τῆς ἑορτῆς καιρῷ τὰ εἰκότα λέγωμεν, πολυπραγμονοῦντες εὖ μάλα τὸ ὅπως τε καὶ ἐπὶ τίσιν ἀποπεραίνεσθαι χρὴ καὶ τὴν ἐπὶ τῷδε γνῶσιν, τὸν νόμον ἐξαιτήσωμεν, καὶ ἐξ αὐτῶν ληψώμεθα τῶν ἱερῶν Γραμμάτων· ἴοι γὰρ ἂν οὕτω πρὸς τὸ ἀληθὲς ὁ λόγος. Εἰ οὐκ ὀρθῶς σοι τοῦτο φάναι τε δοκῶ καὶ διεσκέφθαι πάλιν; {ΠΑΛΛ.} Παντάπασι μὲν οὖν. {ΚΥΡ.} Γέγραπται τοίνυν ἐν τῷ Λευϊτικῷ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ λέγων· Τοῦ μηνὸς τοῦ ἑβδόμου, μιᾷ τοῦ μηνὸς, ἔσται ἡμῖν ἀνάπαυσις, μνημόσυνον αἰώνιον σαλπίγγων, κλητὴ ἁγία τῷ Κυρίῳ. Πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε, καὶ προσάξετε ὁλοκαυτώματα τῷ Κυρίῳ.» Ἔοικε τοίνυν ἡμῖν ὁ ἕβδομος μὴν τὸν ἐπὶ συντελείᾳ τε καὶ ἐπ' ἐσχάτοις ὑπαινίττεσθαι καιρόν. Μηνὶ γὰρ ἑβδόμῳ πάντα τὰ ἐξ ἀγρῶν οὐκ εἰς τὴν ἅλω ποθὲν συγκομιστέον, ὦ τᾶν, ἀλλ' ἐν αὐτοῖς ἤδη τοῖς ἑκάστου θησαυροῖς εἰσκλείεσθαι πρέποι. Καὶ παροίχεται μὲν ὁ τῆς εὐκαρπίας καιρὸς, ἀνίσχει δὲ ἤδη χειμῶνος ἀρχὴ, φθίνει τε φυτὰ, καὶ ἄνθη μαραίνεται. Φέρε δὴ οὖν ὡς ἐπί γε σφίσιν αὐτοῖς τὰ ἐκ τοῦ καιροῦ μεθιστάντες, λέγωμεν, ὅτι πρὸς τὸ τέλος ἤδη διέρποντος τοῦ αἰῶνος τούτου, καὶ ὥσπερ τινὸς ἐπηρτημένου, καὶ εἰσελαύνειν μέλλοντος, καθ' ὃν ἀνάγκη κολάζεσθαι τοὺς φιλαμαρτήμονας, σωρεύσει μὲν ἕκαστος τὸ ἐξ ἰδίων πόνων, εἴγε σωφρονοῖ, καὶ ἐν τοῖς ἄνω θησαυροῖς εἰσκομιεῖ. Μεμνήσεται δὲ λέγοντος τοῦ Χριστοῦ· «Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσι· θησαυρίζετε δὲ μᾶλλον ἐν τοῖς οὐρανοῖς.» Οὐκοῦν ἐπείπερ ἐγηγερμένου Χριστοῦ, τῆς συντελείας ἡμᾶς εἰς ἀνάμνησιν οἱ τῶν ἁγίων μυσταγωγῶν ἀποφέρουσι λόγοι, ἄνω γὰρ καὶ κάτω διακεκράγασιν, Ἐσχάτη ὥρα ἐστὶν, συγκομιζέσθω, φησὶν, ἐν θησαυροῖς ἤδη τοῖς ἄνω τὰ παρ' ἑκάστου, φησὶ, λοιπόν. Ἀλλ' ἐν τῇ νεομηνίᾳ, φησὶ, τοῦ μηνὸς, καθ' ὃν ἂν εἰσκλείετε τοὺς καρποὺς, ἔσται ὑμῖν ἀνάπαυσις, μνημόσυνον σαλπίγγων. Θησαυρίζει γὰρ ἕκαστος τὰ ἐξ ἰδίων ἱδρώτων ἀγαθὰ, καὶ τῆς εἰς αἰῶνα τρυφῆς τε καὶ ἀναπαύσεως προνοήσεται καὶ ἐπιμελήσεται, μεμνημένος ὅτι, καθά φησιν ὁ θεσπέσιος Παῦλος, «Αὐ τὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπὸ οὐρανοῦ.» «Σαλπίσει γὰρ, φησὶ, καὶ οἱ νεκροὶ ἐγερθήσονται, ἄφθαρτοι.» –»Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν εἴτε ἀγαθὸν, εἴτε φαῦλον.» Μεμνήμεθα τοιγαροῦν τῆς ἱερᾶς ταυτησὶ καὶ φοβερωτάτης σάλπιγγος, ὅτε καὶ εὐσημοτάτη τῶν ἁγίων ἐστὶν ἑορτὴ κλητὴ ἁγία, κλῆρον ἤδη δεχομένων τῶν ἐν ἐλπίσι καὶ λαμπρῶν ἀνδραγαθημάτων πλουσίαν ἀντέκτισιν. Ἀναγκαῖον οὖν ἡμᾶς, ταῖς περὶ τούτων ἐννοίαις ἐπὶ τὸ λίαν ἐπιεικὲς ἀναθρώσκοντας, παντὸς καταλήγειν ἔργου, παντελῶς οὐδὲν ὠφελεῖν εἰδότος, μᾶλλον δὲ καὶ κατασπιλοῦν εἰωθότος. Τοῦτο γὰρ οἶμαί ἐστιν ὃ καὶ σοφῶς ἡμῖν ἔφη Παῦλος· «Ὁ καιρὸς συνεσταλμένος ἐστὶ τὸ λοιπὸν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες ὦσι, καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ, ὡς μὴ καταχρώμενοι.» {ΠΑΛΛ.} Ἔοικεν. {ΚΥΡ.} Εἶτα φησὶν, ὅτι «Τῇ δεκάτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου, ἡμέρα ἐξιλασμοῦ, κλητὴ ἁγία ἔσται ὑμῖν. Καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν, καὶ προσάξετε ὁλοκαυτώματα τῷ Κυρίῳ. Πᾶν ἔργον οὐ ποιήσετε ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἔστι γὰρ ἡμέρα ἐξιλασμοῦ αὕτη ὑμῖν, ἐξιλάσασθαι περὶ ὑμῶν ἔναντι Κυρίου τοῦ Θεοῦ ὑμῶν. Πᾶσα ψυχὴ, ἥτις μὴ ταπεινωθήσεται ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτῆς. Καὶ πᾶσα ψυχὴ, ἥτις ποιήσει ἔργον ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς. Πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσαις κατοικίαις ὑμῶν. Σάββατα σαββάτων ἔσται ὑμῖν, καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν· ἀπὸ ἐνάτης τοῦ μηνὸς, ἀπὸ ἑσπέρας ἕως ἑσπέρας σαββατιεῖτε τὰ Σάββατα ὑμῶν.» Ταπείνωσιν καὶ νηστείαν, καὶ ὁλοκαυτωμάτων προσαγωγὴν, καὶ μὴν καὶ ἔργου παντὸς κατάληξιν ποιεῖσθαι δεῖν ἔφη, τῶν μὲν σαρκικῶν ἐπιθυμιῶν τὴν νέκρωσιν διὰ νηστείας ὑποτυπῶν, διὰ δὲ τῶν ὁλοκαυτωμάτων τὴν εἰς ὀσμὴν εὐωδίας ἀνάθεσιν, οὐ μεμερισμένως, ἀλλ' εἰσάπαν καὶ ὁλοτελῶς. ∆ιά τε τῆς ἀργίας, καὶ τοῦ χρῆναι παντελῶς τῶν ἔργων ἀποφοιτῶντας, ὅτι προσήκει τῶν ἐπιγείων οὐδὲν ἀποπεραίνειν ἔτι, κατασημαίνων ἀστείως. Ἢ γὰρ οὐκ οἰήσῃ δεῖν τοὺς εἰς κατάληξιν ἤδη καιρῶν διεληλακότας, καὶ τῆς ἱερᾶς τε καὶ ἐν ἐσχάτοις μεμνημένους σάλπιγγος, καὶ εἰς νοῦν ἔχοντας τὸν κριτὴν, ταύτῃτοι καὶ εἰς τοὺς ἄνω λοιπὸν ἐκκομίζοντας θησαυροὺς τῆς πνευματικῆς εὐκαρπίας τὸν πλοῦτον, κατανεκροῦν ἡδονὰς, καὶ σωματικῶν ἀμείνους ὁρᾶσθαι παθῶν, εὐωδιάζειν δὲ ἤδη Θεῷ τῆς ἐπιεικείας τοὺς τρόπους, ἰέναι τε ἤδη μακρὰν, καὶ ἀπονοσφίζεσθαι φιλεῖν τῶν εἰς ματαιότητα σπουδασμάτων; Εἶεν δ' ἂν, οἶμαι, ταυτὶ, τὰ ἐν τῷδε τῷ κόσμῳ, καὶ ὁ πονηρὸς τοῦ βίου περισπασμός. {ΠΑΛΛ.} Οἰήσομαι· πῶς γὰρ οὔ; {ΚΥΡ.} Τί δὲ, οἱ παθῶν ἀμείνους, καὶ νεκροῦντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, οὐκ εἰς ὀσμὴν εὐωδίας ἀνακείσονται τῷ Θεῷ, καὶ ἐν τάξει τῶν ὁλοκαυτωμάτων εἶεν ἂν, λύτρον ὥσπερ τι, καὶ ἐξιλασμὸν ὑπέρ γε τῶν ἰδίων ψυχῶν τὸ χρῆμα ποιούμενοι· {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Ἡμέραν τοίνυν ἐξιλασμοῦ τὴν τῆς ἀσιτίας ὁ νομοθέτης ὠνόμαζε, καὶ σφόδρα ὀρθῶς καὶ ἐννόμως, κατανεκρῶν μὲν τὴν σάρκα καὶ τὰ αὐτῆς, εὐωδιάζων δὲ δὴ τῆς ἀρετῆς τοὺς τρόπους. Ἔργου δὲ παντὸς μὴ καταλήγων κοσμικοῦ, πάντη τε καὶ πάντως ἐν ἐσχάτοις ἔσται κακοῖς, ὃ παρέδειξεν ἐναργῶς, ἐξολοθρευθήσεσθαι λέγων ἐκ τοῦ λαοῦ αὐτοῦ τὸν μήτε νηστεύοντα, μήτε μὴν προσάγοντα τὴν ὁλοκαύτωσιν, καὶ τὸν ἐπὶ ταῖς ἀργίαις περιυβρίζοντα νόμον. Σάββατα δὲ σαββάτων τὸν ἐπὶ τοῖσδε καιρὸν εἶναι λέγων, ἐφῆκε νοεῖν, ὡς ἔστι λοιπὸν ἀργιῶν ἀργία, τουτέστιν, ὁλοτελῶς καὶ ὡς ἐν ὁλοκλήρῳ μέτρῳ τῶν ἔργων ἀπόθεσις, δῆλον δὲ ὅτι τῶν εἰς φαυλότητά τε καὶ ἁμαρτίαν. Καταλήγοντος δὲ τοῦ αἰῶνος τούτου, καὶ μονονουχὶ καταγηράσκοντος τοῦ καιροῦ, μοίραν ὅλως ἐν ἡμῖν ποίαν ἂν ἔχοι λοιπὸν ἡ εἰς ματαιότητα σπουδὴ καὶ οὐχὶ δὴ μᾶλλον τὰ ἀμείνω φρονήσομεν, τὴν τῷ Θεῷ θυμηρεστάτην ἐπιτελοῦντες ἀργίαν, καὶ τῶν οἰκείων περισπασμῶν ἀποφοιτῶντες εἰσάπαν; {ΠΑΛΛ.} Εὖ λέγεις. {ΚΥΡ.} Θεσμοθετεῖ δὲ δὴ πάλιν· «Καὶ ἐν ἡμέρᾳ, φησὶ, τῇ πεντεκαιδεκάτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου, ὅταν συντελέσητε τὰ γεννήματα τῆς γῆς, ἑορτάσατε τῷ Κυρίῳ ἑπτὰ ἡμέρας. Τῇ ἡμέρᾳ τῇ πρώτῃ ἀνάπαυσις, καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἀνάπαυσις, καὶ λήψεσθε τῇ ἡμέρᾳ τῇ πρώτῃ καρπὸν ξύλου ὡραῖον, καὶ κάλλυντρα φοινίκων, καὶ κλάδους ξύλου δασεῖς, καὶ ἰτέας, καὶ ἄγνου κλάδους ἐκ χειμάῤῥου, καὶ εὐφρανθήσεσθε ἔναντι Κυρίου τοῦ Θεοῦ ὑμῶν ἑπτὰ ἡμέρας τοῦ ἐνιαυτοῦ, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν. Ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ ἑορτάσετε αὐτήν.» Ἆρ' αἰσθάνῃ τε λοιπὸν, ὅτι συναγηγερμένων εἰς ἀποθήκην τῶν ἐν ἀγροῖς, καὶ συνειλεγμένων εὖ μάλα τῶν ἑκάστου καρπῶν, ἀγχοῦ δὴ λίαν ἡ παναοίδιμος ἑορτὴ τῆς Σκηνοπηγίας, τὴν ἐν παραδείσῳ δίαιταν ὑποφαίνουσα· καὶ τῶν ἐν ἀρχαῖς εἰς μέθεξιν ἀνατιθεῖσα τὸν ἄνθρωπον. Φαμὲν γὰρ εἶναι Σκηνοπηγίαν, τὴν νοητὴν καὶ ἀληθεστέραν τῶν ἀνθρωπίνων σωμάτων τὴν σύμπηξιν, καὶ τὸ ἐκ τῆς διὰ μέσου φθορᾶς ἀναβιῶναι εἰς ἀφθαρσίαν. Ἀνάπαυσις δὲ ἡ πρώτη καὶ μέν τοι καὶ ἡ ὀγδόη· πρὸ γάρ τοι τῆς ἐν ἀρχαῖς παραβάσεως, οὔπω τῆς μοχθηροτάτης ἡμῖν ἐμβαλούσης ἁμαρτίας, καὶ τὸν δυσαχθῆ καὶ δυσδιακόμιστον ἀληθῶς ἐπιτιθείσης ζυγὸν, ἀνειμένην τινὰ καὶ ἄφετον, καὶ δίχα πόνου παντὸς τὴν ἐν παραδείσῳ δίαιταν ἐποιούμεθα, καθάπερ ἐν ἀρχῇ καὶ ῥίζῃ τοῦ γένους ἐν Ἀδάμ. Ἐπιδημήσαντος δὲ τοῦ Χριστοῦ, καὶ τὸ διὰ μέσου εἰς πόνους, ἀνέδραμεν εἰς τὸ ἐν ἀρχαῖς κατὰ τὴν ὀγδόην, τουτέστι, μετὰ τὸν ἐν νόμῳ σαββα τισμὸν, ἤτοι τοῦ νομικοῦ χρόνου τὸ πλήρωμα, καὶ τὸν δυσαχθῆ καὶ βέβηλον τῆς ἁμαρτίας ζυγὸν τῆς ἑαυτῶν ψυχῆς ἀπελάσαντες, μοχθηρίας ἁπάσης ἀποπεπαύμεθα, καλοῦντος ἡμᾶς διὰ πίστεως εἰς τοῦτο τοῦ Χριστοῦ, καὶ λέγοντος· «∆εῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Οὐκοῦν ἀνάπαυσις μὲν, ἡ πρώτη τῆς ἑβδομάδος ἡμέρα, τὸν ἐν ἀρχαῖς τοῦ ἀνθρώπου καιρὸν ὑποφαίνουσα. Ἀνάπαυσις δὲ ὁμοίως καὶ ἡ ὀγδόη καθ' ἣν ἀνεβίω Χριστὸς, προσηλώσας τῷ ἰδίῳ σταυρῷ τὸ καθ' ἡμῶν χειρόγραφον, καὶ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα ἡμᾶς θανάτου καὶ ἁμαρτιῶν ἐξελὼν, ποινῆς ἀπαλλάξῃ καὶ πόνων, καὶ τὴν ἐν ἀρχαῖς ἀνάπαυσιν δι' αὐτοῦ κερδάνωμεν. Τῇ ἡμέρᾳ τῇ πρώτῃ, φησὶ, λήψονται καρπὸν ξύλου ὡραῖον, καὶ κάλλυντρα φοινίκων, καὶ τοὺς ἑτέρους τῶν κλάδων, δι' οὗ παρέσται νοεῖν διακεκραγότος οἱονεὶ τοῦ πράγματος, ὅτι πάλιν ἡμῖν ἐν Χριστῷ τὰς ἐν παραδείσῳ τρυφὰς ἀπονέμει Θεὸς, καίτοι μεταξὺ διωλισθηκόσι διὰ τὴν ἐν ἀρχαῖς παράβασιν. Ἐξεώσμεθα μὲν γὰρ ἐν Ἀδὰμ, ἀλλ' εἰσκεκομίσμεθα διὰ Χριστοῦ. ∆ιεπύθου γάρ που λέγοντος τῷ συγκρεμαμένῳ λῃστῇ· «Ἀμὴν λέγω σοι, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.» ∆εδυσώπηκε γὰρ ὁ Χριστὸς τὴν στρεφομένην ῥομφαίαν, καὶ ἀνεῖται λοιπὸν τοῖς πεπιστευκόσιν ἡ εἰσδρομὴ, πάντα εἰς τὸ ἐν ἀρχαῖς ἀναμορφοῦντος αὐτοῦ, καὶ ἀνασκευάζοντος εἰς τὸ ὅπερ ἦν πάλαι. Ἐκ φυτῶν δὲ τῶν ἀειθαλῶν οἱ κλάδοι, τὸ διηνεκὲς τῆς χάριτος, καὶ τὸ οἱονεί πως ἀμάραντον τῆς ἐλπίδος ἐφ' ἑαυτοῖς σημαίνοντες. «Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ,» κατὰ τὸ γεγραμμένον. Καὶ ἀκατάληκτος ἀληθῶς τῶν ἁγίων ἡ τέρψις. Ἐπιβοήσεται δὲ καὶ ὁ σοφὸς Ἡσαΐας, λέγων· «Εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν, αἴνεσις καὶ εὐφροσύνη αἰώνιος καταλήψεται αὐτούς· ἀπέδρα λύπη, ὀδύνη, καὶ στεναγμός.» Παραπεφώνηται δέ πως τοῖς περὶ τῆς ἑορτῆς θεσπίσμασι, τὸ ἐκ χειμάῤῥου εὐφρανθῆναι δεῖν. Ἔφη γὰρ κατὰ τὴν ἐσχάτην τῆς ἑβδομάδος ἡμέραν, ἤτοι κατὰ τὴν ὀγδόην, ἀρύσασθαι μὲν ἐκ χειμάῤῥου τὸ ὕδωρ, εὐφρανθῆναι δὲ οὕτως τοὺς πεπιστευκότας, καὶ χείμαῤῥος δὲ νοητὸς καὶ οὐράνιος ὁ Χριστὸς, τοῖς ἄνωθεν νάμασι τὰς τῶν σεβομένων αὐτὸν κατάρδων ψυχάς. Τοιγάρτοι καὶ ἔφασκε διὰ φωνῆς προφητῶν, «Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ' αὐτοὺς, ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων, δόξαν ἐθνῶν.» Ἀνακεκράγει δέ που καὶ ὁ θεσπέσιος ἡμῖν ∆αβὶδ, πρὸς τὸν τῶν ὅλων Θεὸν καὶ Πατέρα· «Ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεὸς, οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σοῦ ἐλπιοῦσιν. Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάῤῥουν τρυφῆς σου ποτιεῖς αὐτούς.» Πρέποι γὰρ ἂν καὶ μάλα εἰκότως τοὺς τοῦ παραδείσου πολίτας, τὸ χρῆναι πλουσίως μεταλαχεῖν τοῦ Χριστοῦ, καὶ ἀμφιλαφέσι τοῦ Πνεύματος κατευφραίνεσθαι χορηγίαις. {ΠΑΛΛ.} Πρέποι γὰρ ἂν, καὶ ὀρθῶς γε φής. {ΚΥΡ.} Ἄθρει δὲ ὅπως ἐν τοῖς Ἱεροσολύμοις ἐπ ετελεῖτο μόνοις ἡ ἑορτὴ, καὶ ἦν πᾶσά πως ἀνάγκη τοὺς ἀπὸ πάσης τῆς Ἰουδαίας ἐν αὐτῇ συναγείρεσθαι. Γένοιτο δ' ἂν καὶ τοῦτο σημεῖον, τοῦ δεῖν ἅπαντας τοὺς οἵπερ ἂν εἶεν τὸν εὐκλεᾶ καὶ εὐδόκιμον διαζήσαντες βίον, εἰς τὴν ἄνω συλλέγεσθαι πόλιν, τὴν ἐπουράνιον Ἱερουσαλὴμ, ἐκεῖ καὶ συνεσομένους καὶ συνεορτάσοντας τῷ Χριστῷ· τοῖς δὲ ἀπίστοις ἔτι, καὶ τὴν τῆς ἀναστάσεως χάριν οὐ προσιεμένοις, ἠθετηκόσι δὲ μᾶλλον τὸ οὕτω σεπτὸν καὶ βαθὺ μυστήριον, ὄλεθρος μὲν ἡ δίκη, τότε ἐν παντὶ γενέσθαι κακῷ πάντη τε καὶ πάντως, ἀποκείσεται. Κατοιχήσονται γὰρ εἰς κόλασιν. Καὶ μάρτυς ἂν γένοιτο τοῦ τοιοῦδε πιστὸς ὁ προφήτης Ζαχαρίας, λέγων· «Καὶ ἔσται ὅσοι ἐὰν μὴ ἀναβῶσιν ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς εἰς Ἱερουσαλὴμ τοῦ προσκυνῆσαι τῷ Βασιλεῖ Κυρίῳ παντοκράτορι καὶ οὗτοι ἐκείνοις προστεθήσονται. Ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβῇ, μηδὲ ἐξέλθῃ ἐκεῖ, καὶ ἐπὶ τούτοις ἔσται ἡ πτῶσις, ἣν ἂν πατάξῃ Κύριος πάντα τὰ ἔθνη, ὃς ἐὰν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς Σκηνοπηγίας.» Σκηνοπηγίας οὖν ἄρα τριπόθητον ἑορτὴν καταλογιούμεθά που, τὴν τῶν σωμάτων ἁπάντων ἀνάστασιν, ἀπαρχὴν ἐχόντων Χριστόν· πρωτότοκος γὰρ ἐκ νεκρῶν κεχρημάτικε, καὶ ἔστιν ἀληθῶς. {ΠΑΛΛ.} Ὀρθότατα διανοῇ. {ΚΥΡ.} Πλὴν ἐκεῖνο ἴσθι τοι. {ΠΑΛΛ.} Τὸ ποῖον τί φής; {ΚΥΡ.} Ἐν μὲν γὰρ τοῖς ἀρτίως ἡμῖν παρενηνεγμένοις τοῦ νόμου λογίοις, ὠνόμασται μὲν ἐνδελεχισμοῦ θυσία, καὶ μέν τοι καὶ νουμηνία, καὶ τὰ ἐν Σαββάτοις ἱερὰ καὶ μὲν καὶ ἡ νηστεία, καὶ προσέτι τῆς Σκηνοπηγίας ἡ πολύευκτος ἑορτή. Προσετίθει δὲ πανταχῆ καὶ ἐφ' ἑκάστῳ τῶν εἰρημένων ὁ νόμος, τὸ «Προσοίσετε ὁλοκαυτώματα τῷ Κυρίῳ.» Καὶ τίνες δ' ἂν γένοιντο πρὸς ἡμῶν τῶν θυσιῶν οἱ τρόποι, οἵ τε τῇ νεομηνίᾳ πρέποντες, καὶ μὴν καὶ Σαββάτοις νηστεία δὲ αὖ καὶ οἱ κατ' αὐτὴν ἐσόμενοι τὴν Σκηνοπηγίαν ἢ ὅ τί ποτέ ἐστι τὸ εἰς θυσίαν ἐνδελεχὲς, σεσίγηκε μὲν ὁ νομοθετῶν ἐν τῷ Λευιτικῷ, κατευρύνει δὲ ὥσπερ τὸν ἐπὶ τοῖσδε λόγον, καὶ σὺν πολλῇ λίαν ἰσχνομυθίᾳ συντέθεικεν ἐν τοῖς Ἀριθμοῖς· βούλει λέγωμεν ἀνὰ μέρος ἕκαστα διαλαβόντες, ὡς ἔνι; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Γέγραπται τοίνυν ὡδί· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Ἔντειλαι τοῖς υἱοῖς Ἰσ-ραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, λέγων· Τὰ δῶρά μου, δόματά μου, καρπωματά μου εἰς ὀσμὴν εὐωδίας διατηρήσετε προσφέρειν ἐμοὶ ἐν ταῖς ἑορταῖς μου. Καὶ ἐρεῖς πρὸς αὐτούς· Ταῦτα τὰ καρπώματα ὅσα προσάξετε Κυρίῳ, ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν εἰς ὁλοκαύτωσιν ἐνδελεχῶς. Τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωΐ, καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ πρὸς ἑσπέραν, καὶ ποιήσεις τὸ δέκατον τοῦ οἰφὶ σεμίδαλιν εἰς θυσίαν ἀναπεποιημένην ἐν ἐλαίῳ ἐν τετάρτῳ τοῦ ἴν. Ὁλοκαύτωμα ἐνδελεχισμοῦ, ἡ γενομένη θυσία ἐν τῷ ὄρει Σινᾶ εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. Καὶ σπονδὴν αὐτῷ τὸ τέταρτον τοῦ ἲν τῷ ἀμνῷ τῶν ἑνὶ, ἐν τῷ ἁγίῳ [αλ. ἀγγείῳ] σπεί σεις σπονδὴν σίκερα Κυρίῳ. Καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις πρὸς ἑσπέραν, κατὰ τὴν θυσίαν αὐτοῦ, καὶ κατὰ τὴν σπονδὴν αὐτοῦ ποιήσεις εἰς ὀσμὴν εὐωδίας τῷ Κυρίῳ.» Συνίης οὖν ὅπως τῶν θυσιῶν τὴν ἀναφορὰν ταῖς ἑορταῖς ὅτι μάλιστα πρέπειν ὁ θεῖος ἡμῖν ἐν τούτοις διισχυρίζεται νόμος· Χρῆναι γὰρ οἶμαι πάντη τε καὶ πάντως εὐωδιάζειν ἡμᾶς ἐν αὐταῖς τῷ Θεῷ τῆς ἐν Χριστῷ πολιτείας τοὺς τρόπους, οἱονεί πως ἐν τάξει ποιουμένους θυμιαμάτων, καὶ εὔοσμον ὁλοκαύτωμα προσκομίζοντας αὐτοὺς τῷ Θεῷ κατ' ἐκεῖνο, οἶμαί που, τὸ μάλα ὀρθῶς εἰρημένον· «Παραστήσατε οὖν τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν.» Τὴν δέ γε τοῦ ἐνδελεχισμοῦ θυσίαν ἀποπεραίνεσθαι δεῖν εὖ μάλα φησὶν, ἑνὸς μὲν ἀμνοῦ σφαζομένου τὸ πρωῒ, ἑτέρου δὲ αὖ πρὸς ἑσπέραν, συνθυμιωμένης αὐτοῖς σεμιδάλεως, ἐλαίου τε καὶ οἴνου προσεπενηνεγμένων· ἐν παντὶ γὰρ καιρῷ καὶ ἀκαταλήκτως καὶ ἀπαρχῆς μέχρι τέλους ἐν τῇ ἁγίᾳ σκηνῇ, τουτέστιν, ἐν Ἐκκλησίᾳ, διὰ πάσης ἀρετῆς εὐωδιάζομεν ἐν Χριστῷ. Τὸ γὰρ πρωΐ τε καὶ πρὸς ἑσπέραν καπνίζεσθαι τοὺς ἀμνοὺς, ὑποτύπωσις ἂν εἴη πάλιν, τοῦ δι' ἡμᾶς τε καὶ ὑπὲρ ἡμῶν εἰς ὀσμὴν εὐωδίας ἀναθρώσκοντος τῷ Πατρὶ, συνανακομίζοντος δὲ ὥσπερ αὐτῷ καὶ τὴν τῶν εἰς αὐτὸν πιστευσάντων ζωὴν, τὸ ἱλαρὸν ἔχουσαν ὡς ἐν ἐλπίδι βεβαίας δόξης τε καὶ βασιλείας. Καὶ πρός γε δὴ τούτῳ, τὸ κατευφραίνεσθαι δεῖν, ταῖς εἰς αἰῶνα τρυφαῖς· σημεῖον δ' ἂν γένοιτο τῆς τοιᾶσδε ζωῆς, σεμίδαλις ἐλαιόδευτος, καὶ οἰνοβραχής. Θυσία δὴ οὖν σωτηρίου τὸ χρῆμα, καθὰ καὶ ἡ τετελεσμένη διὰ Μωσέως ἐν τῷ ὄρει Σινᾶ. Γέγραπται δὲ ἐν τῇ Ἐξόδῳ, ὅτε τοὺς ἐφ' ἅπασι τοῖς πρακτέοις διωρίσατο νόμους τοῦ πάντων κρατοῦντος Θεοῦ· «Ὀρθρίσας,» φησὶν, «ὁ Μωσῆς τὸ πρωῒ ᾠκοδό-μησε θυσιαστήριον ἐπὶ τὸ ὄρος, καὶ δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ· καὶ ἐξαπέστειλε τοὺς νεανίσκους τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀνήνεγκαν ὁλοκαυτώματα καὶ θυσίαν σωτηρίου τῷ Θεῷ, μοσχάρια.» Ἀδιαφορήσει δὲ, οἶμαι, τῆς θυσίας ὁ λόγος, εἴτ' οὖν ἀμνοὶ τὰ ἱερουργούμενα, κἂν εἴτε μοσχάρια λέγοιντο τυχόν· σώζεται γὰρ ἐν ἀμφοῖν τῆς ἀκακίας ὁ τύπος, ὃ δὴ μάλιστα περιθείη τις ἂν τῷ προσώπῳ Χριστοῦ, διὰ φωνῆς Ἱερεμίου λέγοντος· «Ἐγὼ δὲὡς ἀρνίον ἄκακον, ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων.» Εἰ δὲ δή τις ἕλοιτο καὶ καθ' ἕτερον τρόπον, πρωϊνήν τε καὶ ἑσπερινὴν θυσίαν ἐπινενοῆσθαι λέγειν ἐν τῇ ἁγίᾳ σκηνῇ διά τοι τὸν τῆς ἀνθρωπότητος χρόνον, εἶναι μὲν εὐώδη, πρὸ τῆς παραβάσεως τῆς ἐν Ἀδὰμ, τοιουτονὶ δὲ γενέσθαι πάλιν τὸν ἐν ἐσχάτοις καὶ ἐν Χριστῷ, καὶ ἐν τῇ κατ' αὐτὸν νοουμένῃ ζωῇ, φέροιτο οὐκ ἂν ἀπὸ σκοποῦ, καὶ λογιεῖται σοφῶς· ἔχει γὰρ ὧδε τὸ χρῆμα τῇ φύσει. {ΠΑΛΛ.} Πείθομαι. {ΚΥΡ.} Τὰς δὲ ἐν τῷ Σαββάτῳ θυσίας ὁρίζεται λέγων εὐθύς· «Καὶ τῇ ἡμέρᾳ τῶν Σαββάτων προσάξετε δύο ἀμνοὺς ἐνιαυσίους ἀμώμους, καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν καὶ σπονδήν. Ὁλοκαυτώματα Σαββάτων ἐν τοῖς Σαββάτοις, ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντὸς, καὶ τὴν σπονδὴν αὐτῆς.» Οὐχ ἕτερος δὲ τῆς θυσίας ὁ τρόπος, παρὰ τὸν ἀρτίως ἡμῖν εἰρημένον. Εἰσὶ δὲ οὗτοι κατ' ἴχνος ὡς παραλλάττειν οὐδέν. Ἄθρει γε μὴν ἐκεῖνο, ὦ τᾶν· ἡ μὲν γὰρ τοῦ ἐνδελεχισμοῦ θυσία διηνεκῆ τὴν ἱερουργίαν ἔχει καὶ ἐν ἡμέρᾳ πάσῃ τελεῖται κατὰ τὸν νόμον. Ἡ δέ γε τῶν Σαββάτων, οὐ κατὰ πᾶσαν ἡμέραν, ἀλλ' ἐν αὐτοῖς τοῖς Σαββάτοις. Ἵνα τοίνυν μὴ ἀποχρώντως ἔχειν οἰόμενοι τὴν ἀνὰ πᾶσαν ἡμέραν τοῦ ἐνδελεχισμοῦ θυσίαν, ῥᾴθυμοί πως εἶεν περὶ τὸ προσάγειν τὰ ἐν Σαββάτοις, προστέθεικεν ἀναγκαίως· «Τοῦτό ἐστιν ὁλοκαύτωμα Σαββάτων ἐν τοῖς Σαββάτοις ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντὸς, καὶ τὴν σπονδὴν αὐτῆς.» {ΠΑΛΛ.} Ἄραρεν οὖν ὅτι πρὸς τῇ θυσίᾳ τοῦ ἐνδελεχισμοῦ, καὶ ἡ τῶν Σαββάτων ἱερουργεῖται κατὰ νόμον; {ΚΥΡ.} Ἄραρεν· οὐ γὰρ ἐνδοιάσαι θέμις. Σαββατίζοντες γὰρ καὶ ἡμεῖς ἐν Χριστῷ, καὶ εἰς τὴν αὐτοῦ κατάπαυσιν εἰσελάσαντες, οἱονεί πως ἐν διπλῷ τὰ τῆς πνευματικῆς εὐωδίας ἀνοίσομεν τῷ Θεῷ, εἴπερ ἐστὶν ἀτρεκὲς, ὡς εὐῶδες μὲν ἦν τοῖς ἀρχαιοτέροις, τῆς ἐν νόμῳ δικαιοσύνης τὸ καύχημα. Πνευματικὸς γὰρ ὁ νόμος, καὶ «Ἡ ἐντολὴ ἁγία, καὶ δικαία καὶ ἀγαθὴ,» κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν· ἐν ὑπεροχῇ γε μὴν ἡ ἐν Χριστῷ πολιτεία, καὶ ὁ ἐν πνεύματι σαββατισμὸς, τῆς ἐν νόμῳ δικαιοσύνης ἀμείνων εἰς εὐοσμίαν. {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Προσεπάγει δὲ τούτοις· «Καὶ ἐν ταῖς νεομηνίαις προσάξετε ὁλοκαύτωμα τῷ Κυρίῳ, μόσχους ἐκ βοῶν δύο, καὶ κριὸν ἕνα· ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους· τρία δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ μόσχῳ τῷ ἑνὶ, καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ κριῷ τῷ ἑνί· δέκατον δέκατον σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ ἀμνῷ τῷ ἑνὶ, θυσίαν ὀσμὴν εὐωδίας κάρπωμα Κυρίῳ· ἡ σπονδὴ αὐτῶν τὸ ἥμισυ τοῦ ἲν ἔσται τῷ μόσχῳ τῷ ἑνὶ, καὶ τρίτον τοῦ ἳν' ἔσται τῷ κριῷ τῷ ἑνὶ, καὶ τὸ τέταρτον τοῦ ἲν ἔσται τῷ ἀμνῷ τῷ ἑνὶ οἴνου· τοῦτο τὸ ὁλοκαύτωμα μῆνα ἐκ μηνὸς εἰς τοὺς μῆνας τοῦ ἐνιαυτοῦ· καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας Κυρίῳ· ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντὸς ποιηθήσεται καὶ ἡ σπονδὴ αὐτοῦ.» ∆ιηνεκὴς θυσία καὶ ἀκατάληκτος, ὡς ἂν ἑκάστῳ μηνὶ, πρὸς τῇ καθ' ἡμέραν, ἥτις ἐστὶν ἐνδελεχισμοῦ, καὶ ἡ ἐν ταῖς νουμηνίαις. Λόγος δὲ οὐχ ἁπλοῦς ὁ ἐπ' αὐταῖς ἔσται πάλιν. Καθαρὸν γὰρ λίαν τὸ αἴνιγμα. Νουμηνία τοίνυν ἡ νοητὴ καὶ ἀληθεστέρα νοοῖτ' ἂν εἰκότως, αἰὼν ὁ νέος ἐν Χριστῷ, παρῳχηκότος τοῦ πρώτου τοῦ κατὰ νόμον. Εἴη δ' ἂν καὶ ἑτέρως εἰς τύπον ἡμῖν ἡ νουμηνία, καὶ τοῦ μετὰ τόνδε μέλλοντος αἰῶνος. καὶ ὅσον οὐδέπω παρεσομένου, πλὴν ἀρχὴν ἔχοντος τὴν ἀνάστασιν τοῦ Χριστοῦ, δι' ἧς εἰς καινότητα μετακεχωρήκαμεν, ὡς ἐν ἀῤῥαβῶνι τῆς χάριτος τὸ Πνεῦμα πλουτήσαντες, καὶ ἀσφαλῆ τὴν ἐλπίδα τῆς εἰς ἀφθαρσίαν ζωῆς, ἐν μακαριότητι καὶ ἁγιασμῷ μεταστοιχειούμενοι πρὸς τὸ ἐν ἀρχαῖς, καὶ ἀνόπιν ὥσπερ ἰόντες, αἰῶνι τῷ μέλλοντι συμμορφούμενοι. Τίς οὖν ἡ πρέπουσα ταῖς νουμηνίαις θυσία, τοῦτ' ἔστι, τῇ ἐν Χριστῷ τε καὶ νοητῇ, καὶ μὴν καὶ ζωῇ τῇ κατ' αἰῶνα τὸν μέλλοντα; Τὸ ἀποθνήσκειν Θεῷ, καὶ ζῇν μὲν οὐκέτι ταῖς ἁμαρτίαις ἐνεχομένους, πολιτείας δὲ τῆς γεωδεστέρας ἀποφοιτῶντες εἰσάπαν, ἵνα Χριστῷ συζήσωμεν. Οὕτω καὶ ὁ θεσπέσιος Παῦλος τοῖς ἡγιασμένοις ἐν Πνεύματι, καὶ ἐν Χριστῷ δεδικαιωμένοις, καὶ τὰς τοῦ μέλλοντος αἰῶνος δυνάμεις ἐκπεπαιδευμένοις ἐπιστέλλει λέγων· «Εἰ ἀπεθάνετε ἐν Χριστῷ, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζετε;» Καὶ πάλιν· «Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.» Ὅρα τοίνυν ὡς ἐν διαφόρῳ ποσότητι πνευματικῆς εὐεξίας ἀποθνήσκοντας ἱερῶς τῷ Θεῷ τοὺς εὐδοκιμεῖν εἰωθότας, καὶ τὰ τῆς ἐπιεικείας εὐθὺς ἀποκερδαίνοντας γέρα. Μόσχοι γὰρ δὴ καταθύονται δύο, καὶ εἷς ἐπ' αὐτοῖς κριὸς, καὶ ἑπτὰ ἀμνοὶ, μῶμον οὐκ ἔχοντες. Καὶ διὰ τούτων ἡμῖν ἁπάντων ἡ τῶν ἁγίων πληθὺς καταγράφεται, ὡς ἐν ἀρετῇ μὲν τῇ ὑπερτάτῃ διαπρέπουσα, διά γε τῶν μόσχων, ἐνυφιζάνουσα δὲ ὥσπερ καὶ ἐν δευτέροις, ὡς ἐν τῷ κριῷ, ἐν δέ γε τῇ μείονι καὶ χθαμαλωτέρᾳ πάλιν ἐν τοῖς ἀμνοῖς. ∆ύο γε μὴν οἱ μόσχοι· δύο γὰρ οἱ λαοί· καὶ εἷς διὰ μέσου κριὸς, διὰ τὴν εἰς ἑνότητα τοῖν δυοῖν ἕνωσιν ἐν Χριστῷ. Ἑπτὸ δὲ πάλιν ἀμνοί· ἐν πληρώματι γὰρ τῷ τελειοτάτῳ τῶν ἁγίων ὁ δῆμος. ∆ύο δὲ ὄντες, καὶ εἷς καθ' ἕνωσιν τὴν πνευματικὴν, πληθὺς ἡ τελειοτάτη νοοῖτ' ἂν εἰκότως. Πλατεῖα γὰρ σφόδρα, καὶ ἐν ἁπλότητι τῇ ἐν Χριστῷ, καὶ ἐν νηπιότητι τῇ κατ' αὐτὸν ἡ τῶν πιστευόντων ἀγέλη. Ἄθρει δὲ ὅπως τρία μὲν δέκατα σεμιδάλεως τῷ μόσχῳ τῷ ἑνὶ, τὸ ἀφόρισμα, Καὶ ἐν ἡμίσει τοῦ ἲν, τοῦτ' ἔστι, ξέστων ἓξ, ἔλαιόν τε καὶ οἶνος. Τῷ δέ γε κριῷ, δύο μὲν δέκατα σεμιδάλεως, ἐν δὲ τρίτῳ τοῦ ἲν, τὰ ἐπιχεόμενα. Ἑκάστῳ γε μὴν τῶν ἀμνῶν, ἓν μὲν δέκατον σεμιδάλεως ἡ θυσία, καὶ ἐν τετάρτῳ τοῦ ἲν ἡ σπονδὴ, τοῦτ' ἔστιν, ἔλαιόν τε καὶ οἶνος. Ἰσοστάθμως γὰρ τοῖς ἑκάστου πόνοις, καὶ μὴν καὶ δυνάμεσι ταῖς κατ' ἀρετὴν, τὸ τῆς ζωῆς μέτρον τῆς ὡς ἐν εὐκλείᾳ καὶ μακαριότητί φημι, καὶ μὴν καὶ ἑνότητι παρὰ Θεοῦ, καὶ πνευματικῆς εὐφρασίας, ἀπονεμηθήσεται παρὰ τοῦ τὰ δίκαια κρίνοντος· ἢ γὰρ οὐχὶ ζωῆς μὲν τύπον, ἀποπληροῦν τὴν σεμίδαλιν πλειστάκις εἰρήκαμεν, πιότητος δὲ τὸ ἔλαιον, εὐφρασίας δὲ τῆς νοητῆς, τὸν οἶνον; {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Χίμαρος δὲ πάλιν προσεπάγεται ταῖς θυσίαις, ὑπὲρ ἁμαρτιῶν σφαζόμενος, εἰς τύπον Χριστοῦ. ∆εκτὴ γὰρ ἡμῶν ἡ θυσία καὶ ἁνδάνουσα τῷ Θεῷ, διὰ τὸ πάθος τοῦ Χριστοῦ τὸ σωτήριον. Καὶ τοῦτο, οἶμαι, ἐστὶν ὅπερ αὐτὸς εἴρηκεν ὁ Σωτὴρ τοῖς ἁγίοις ἀποστόλοις· «Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.» Οὐκοῦν ἀναγκαίως ταῖς ἡμῶν εὐωδίαις, ἡ Χριστοῦ προσεπάγεται, ἑαυτὴν τρόπον τινὰ συνανακιρνῶσα ταῖς παρ' ἡμῶν, καὶ συναναίρουσα τῷ Πα τρί. ∆εκτοὶ γὰρ οὐχ ἑτέρως ἐσμὲν, πλὴν ὅτι διὰ μόνου Χριστοῦ. {ΠΑΛΛ.} Ἄριστα ἔφης. {ΚΥΡ.} Καὶ ταυτὶ μὲν ἡμῖν ὡς ἔν γε τοῖς Σάββασι καὶ νεομηνίαις τὰ ἱερουργούμενα· «Ἐν δέ γε μηνὶ τῷ ἑβδόμῳ,» φησὶ, «μιᾷ τοῦ μηνὸς, ἐπίκλητος ἁγία ἔσται ὑμῖν. Πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε. Ἡμέρα σημασίας ἔσται ὑμῖν. Καὶ ποιήσετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ, μόσχον ἕνα ἐκ βοῶν, καὶ κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους.» Καὶ τρία μὲν δέκατα σεμιδάλεως ἐπὶ τῷ μόσχῳ, δύο δὲ αὖ ἐπὶ τῷ κριῷ, καὶ ἓν ἐφ' ἑκάστῳ τῶν ἀμνῶν, ἀναλόγως ἑπομένων καὶ τῶν ἐπιχεομένων, ἐλαίου τέ φημι καὶ οἴνου. Ἐν ἡμίσει γὰρ δὴ τοῦ παρ' Ἑβραίοις ἲν, καὶ ἐν τρίτῳ τε καὶ ἐν τετάρτῳ ταυτί. Τίς δ' ἂν νοοῖτο τῆς ἑορτῆς ἡ δύναμις, ὑπέφηνεν εἰπών· «Ἡμέρα σημασίας ἔσται ὑμῖν.» Σημαίνει γὰρ ἡμῖν τὴν ἐσχάτην σάλπιγγα, τὴν διὰ τῆς ἀγγέλου φωνῆς, ὑφ' ᾗ δὴ πάντες ἀναστήσονται οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καθάπερ ἤδη προείπομεν. Προστέταχε δὲ καὶ ἐν τῇ δεκάτῃ τοῦ αὐτοῦ μηνὸς, καθ' ἢν ἡ νηστεία, τῶν σαρκικῶν ἐπιθυμιῶν, τὴν νέκρωσιν, καὶ τὴν ἐκ τῶν ἐπιγείων παθῶν ἀποφοίτησιν ἐφ' ἑαυτῇ καταγράφουσα, τὴν αὐτὴν θυσίαν ἀποπεραίνεσθαι δεῖν κατὰ τὸν ἴσον τῇ πρώτῃ τρόπον, καὶ ὅπως ἂν ἔχοι τῶν δρωμένων ἡ δύναμις κατά γε τὸν πρέποντα ταῖς θεωρίαις λόγον, διαρκῶς εἰρήκαμεν. {ΠΑΛΛ.} Μεμνήσομαι. {ΚΥΡ.} Θεσμοθετεῖ δὲ αὖ καὶ τίνες ἂν γένοιντο πρὸς ἡμῶν θυσίαι τῇ Σκηνοπηγίᾳ πρέπουσαι, καὶ φησί· «Καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου τοῦ ἐπικληθέντος ἁγία ἔσται ὑμῖν. Πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε. Καὶ ἑορτάσετε αὐτὴν ἑορτὴν Κυρίῳ ἑπτὰ ἡμέρας, καὶ προσάξετε ὁλοκαυτώματα κάρπωμα τῷ Κυρίῳ εἰς ὀσμὴν εὐωδίας, τῇ ἡμέρᾳ τῇ πρώτῃ μόσχους ἐκ βοῶν τρεῖς καὶ δέκα, κριοὺς δύο, ἀμνοὺς ἐνιαυσίους δεκατέσσαρας Ἄμωμοι ἔσονται. Αἱ θυσίαι αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ. Τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ, ἐπὶ τοῖς τρισκαίδεκα μόσχοις, καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνὶ, ἐπὶ τοὺς δύο κριούς. ∆έκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ, ἐπὶ τοὺς τέσσαρας καὶ δέκα ἀμνοὺς, καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, πλὴν τῆς ὁλοκαυτώσεως τῆς διαπαντὸς, αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν.» Εἶτα καθ' ἡμέραν ἑνὸς ὑπεξαιρομένου μόσχου, τὰ τῆς θυσίας ἐν ἴσῳ τρόπῳ τε καὶ μέτρῳ. ∆ύο γὰρ οἱ κριοὶ, καὶ ἀμνοὶ δεκατέσσαρες, καὶ χίμαρος εἷς. Καὶ γοῦν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ μόσχοι προσεκομίζοντο δύο καὶ δέκα· ἕνδεκα δὲ τῇ τρίτῃ, τῇ δὲ τετάρτῃ δέκα· καὶ ἐννέα τῇ πέμπτῃ, ὀκτὼ τῇ ἕκτῃ, καὶ ἑπτὰ κατὰ τὴν ἑβδόμην. Συνίης οὖν ὅτι καθ' ἑκάστην, ἡμέραν ὁ τῶν μόσχων ἀριθμὸς ἐν ὑφέσει μόνος, ἐν ἴσῳ γε μὴν ὅ τε τῶν κριῶν, καὶ μὲν καὶ ὁ τῶν ἀμνῶν τὰ τῆς σεμιδάλεως, καὶ τῶν ἐκχεομένων. {ΠΑΛΛ.} Καὶ τί τὸ χρῆμα, ὦ τᾶν; ἀνθ' ὅτου δὲ δὴ μόσχοι μὲν ἐν ἀρχαῖς τρισκαίδεκα, ἐν ὑφέσει δὲ καθ' ἡμέραν ἑνὸς ὑποκλεπτομένου. Κριοὶ δὲ δὴ πάλιν δύο καὶ ἀμνοὶ δεκατέσσαρες, χιμάρου τοῖς θύμασιν ἐπενηνεγμένου. {ΚΥΡ.} ∆υσκάτοπτος μὲν, ὦ Παλλάδιε, τῶν τεθεσπισμένων ὁ νοῦς, καὶ ἀμυδρὸν τῇ φύσει τὸ χρῆμά ἐστι. Πειράσομαι δὲ ὡς ἔνι, τό γε εἰς νοῦν ἧκον εἰπεῖν. Μεθαρμόσεις δὲ ὅ τι πρὸς τὸ ἄμεινον αὐτὸς, εἰ μὴ κατ' εὐθὺ διᾴττοιμι τοῦ σκοποῦ. {ΠΑΛΛ.} ∆ιακείσομαι. {ΚΥΡ.} Ἔοικε τοίνυν τὸ θεῖον ἡμῖν χρησμῴδημα τήν τε τῶν ἐξ Ἰσραὴλ ἐν νόμῳ παιδαγωγίαν, καὶ τῶν διὰ πίστεως εἰσκεκομισμένων εἰς ἁγιασμὸν ἀνατυποῦν τὴν κλῆσιν. ∆ηλοῖ δὲ, οἶμαί που, τῆς θυσίας τὸ αἴνιγμα, ὅτι δύο μὲν ἤστην καιροὶ καθ' οὓς ἂν νοοῖντο πεπαιδαγωγῆσθαι πρὸς θεογνωσίαν καὶ εἰς νομικὴν πολιτείαν, αἱ τῶν Ἰουδαίων ἀγέλαι. Τίνες δ' ἂν εἶεν οἱ τοιοίδε καιροὶ, ἢ ἐκεῖνοί που πάντως καθ' ὃν ἦν ἔτι που Μωσῆς, Ἰησοῦς τε καὶ κριταὶ, καὶ καθ' ὃν οἱ προφῆται μέχρις Ἰωάννου τοῦ Βαπτιστοῦ, τοῦ καὶ περισσότερον ἔχοντος κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, ἀποστολῆς δηλονότι καὶ λειτουργίας προφητικῆς. Ἀλλ' ἐν καιροῖς τοῖς δυσὶν ὑπεμφαίνει τὸ Γράμμα τὸ ἱερὸν γεγενῆσθαί τινας βίου μὲν τρίβον ἰόντας τὴν ἐπαινουμένην ἐν νόμῳ, πλὴν οὐκ ἐν ἴσῳ μέτρῳ, καὶ εἰσάπαν ἐμφερεστάτην, δυνάμει τε καὶ εὐεξίᾳ πνευματικῇ. Οἱ μὲν γὰρ ἦσαν τῆς ἀνωτάτω τυχὸν, ἧς ἂν τύπος ὁ μόσχος. Ἕτεροι δὲ αὖ, τῆς ὡς ἐν μεσότητι νοουμένης. Σημεῖον δ' ἂν γένοιτό που καὶ τοῦδε, κριός. Καὶ τρίτοι πρὸς τούτοις, τῆς ἐπὶ βραχὺ μειονεκτουμένης καὶ ἐνυφιζάνοντι μέτρῳ, καθάπερ ἀμέλει παρέσται νοεῖν ὡς ἐν μεγέθει σωματικῷ τοῖς ἀμνοῖς. Ἢ γὰρ, οὐχὶ μείων μὲν μόσχου κριὸς, ὑποκάθηται δὲ τοῦ κριοῦ μέγεθος, ὁ ἀμνός; {ΠΑΛΛ.} Φημὶ, πῶς γὰρ οὔ; {ΚΥΡ.} Οὐκοῦν τῆς ἑκάστου ποσότητος, δῆλον δὲ ὅτι τῆς ἐν ἐπιεικείᾳ, τύπος ἂν εἴη καὶ μάλα σαφὴς, τὰ ὠνομασμένα τῶν ζώων. Ἐπειδὴ δὲ τὸ προὖχον ἀεὶ καὶ ἀπόλεκτον, μεῖόν πως ἐν ἀριθμῷ, τοῦ δευτέρου δὲ καὶ τρίτου, σπάνιον γὰρ, ταύτῃτοι τρισκαίδεκα μόσχοι, δέκα δὲ οἱ κριοὶ, καὶ δεκατέσσαρες οἱ ἀμνοί. Ἐπειδὴ δὲ δύο τοὺς κριοὺς εἶναί φαμεν, ἐν διπλῷ τῶν θυμάτων ὁ ἀριθμός. Ἀντὶ γὰρ ἀμνῶν ἑπτὰ, δεκατέσσαρες οἱ μόσχοι, δύο γε μὴν, οἱ κριοί· ἢ οὐκ εἰκὸς σεπτούς τε καὶ ἱεροὺς γενέσθαι πολλοὺς, καὶ κατά γε τὴν ἐν νόμῳ δικαιοσύνην αὐχοῦντας τὸ ἄμεμπτον; καθάπερ ἀμέλει περί τε Ζαχαρίου καὶ τῆς Ἐλιζάβετ ὁ θεῖος ἡμῖν γέγραφεν εὐαγγελιστὴς, ὅτι «Ἦσαν δίκαιοι ἀμφότεροι ἐνώπιον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ Κυρίου, ἄμεμπτοι.» {ΠΑΛΛ.} Φημί· καὶ γάρ που Θεὸς τὴν τῶν Ἰουδαίων μητέρα κατῃτιᾶτο λέγων· «Πῶς ἐγένου πόρνη, πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ;» {ΚΥΡ.} Ἦν οὖν ἄρα δικαιοσύνη κατὰ νόμον, καθ' ἢν καὶ εἰκὸς γενέσθαι δοκιμωτάτους ἐν ὑπακοῇ Θεοῦ, καὶ οὐχὶ δὴ πάντως τελειοῦντος εἰς ἁγιασμὸν τοῦ νόμου. {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Οὐκοῦν τὴν τοῦ Ἰσραὴλ κλῆσιν ὑποσημαίνοντες, ὡς ἐν ὑπερτάτοις τε καὶ μέσοις, καὶ τοῖς ἔτι μείοσι, μόσχοι τε καὶ κριοὶ, καὶ μὴν καὶ ἀμνοὶ κατεθύοντο τῷ Θεῷ, καὶ ἐν ἐλάττοσιν ἀεὶ τῶν μόσχων ὁ ἀριθμὸς, ὡς ἐκλειπόντων ἀεὶ τῶν ἐξειλεγμένων καὶ τῶν ἐν ὑπεροχαῖς, καὶ δοκιμωτάτων, τὴν σπάνιν νοσοῦντος ἀεὶ τοῦ καιροῦ, καὶ μέχρι τῆς ἑβδόμης, τοῦτ' ἔστι, τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, καθ' ὂν ὁ σαββατισμὸς ἐν πνεύματι, καὶ κατάληξις ἔργων τῶν εἰς ἁμαρτίαν ἀνέφυ λοιπόν. ∆εδικαιώμεθα γὰρ ἐν Χριστῷ, καταῤῥέοντος ἤδη πρὸς τέλος τοῦ παρόντος αἰῶνος. Σημεῖον δ' ἂν γένοιτο καὶ τοῦδε πάλιν, τῆς ὅλης ἡμῖν ἑβδομάδος ὡς ἐν ἐσχάτοις τὸ Σάββατον κείμενον. Ταύτῃτοι σοφῶς ἵστησι μὲν ὁ νόμος φησὶ μέχρι τοῦ Σαββάτου τῶν ἀρχαίων θυμάτων τὴν προσκομιδὴν, τοῦτ' ἔστι, τὴν ἐν νόμῳ κλῆσιν, καὶ τὴν κατ' αὐτὸν ἱερουργίαν, ἀντεισφέρει δὲ ὥσπερ τὴν ἐν Χριστῷ λέγων· «Καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξόδιον ἔσται ὑμῖν. Πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ, καὶ προσάξετε ὁλοκαύτωμα κάρπωμα εἰς ὀσμὴν εὐωδίας τῷ Κυρίῳ μόσχον ἕνα, κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους. Αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τῷ μόσχῳ καὶ τῷ κριῷ καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν, κατὰ τὴν σύγκρισιν αὐτῶν, καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός. Αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν· ταῦτα ποιήσετε Κυρίῳ ἐν ταῖς ἑορταῖς ὑμῶν, πλὴν τῶν εὐχῶν ὑμῶν, καὶ τὰ ἑκούσια ὑμῶν, καὶ τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰς θυσίας ὑμῶν, καὶ τὰς σπονδὰς ὑμῶν, καὶ τὰ σωτήρια ὑμῶν.» Ἀκούεις τοῦ νόμου λέγοντος ἐναργῶς· «Ἐξόδιόν ἐστιν;» Ἐκβέβηκε γὰρ ἡ ὡς ἐν σκιαῖς λατρεία, καὶ ἡ ἐν τύπῳ παίδευσις, κατὰ τὴν ὀγδόην, καθ' ἢν ἀνεβίω Χριστὸς, καὶ τῆς ἐν πνεύματι περιτομῆς εἰσπέπαικεν ὁ καιρός. Ἐξεκλείσθη μὲν γὰρ ἡ ἀρχαία τῶν κεκλημένων πληθὺς, ἔγκλημα νοσοῦσα τὴν ἀπιστίαν, ἀντανέφυ δὲ ὥσπερ λαὸς ὁ νέος, καὶ διαπρέπων μὲν ἰσχύϊ πνευματικῇ, τοῦτο γὰρ ὁ μό-σχος, εὐδοκιμῶν δὲ τελείως, ὡς ἐν ἡλικίας πληρώ ματι, τοῦτο γὰρ ὁ κριὸς, τῆς δὲ ἐν Χριστῷ νηπιότη-τος καὶ ἀκακίας τὸ ἐξαίρετον κάλλος, τοῦτο γὰρ ὁ ἀμνὸς, εἰ καὶ ἐν πληθύϊ νοοῖτο τῇ τελειοτάτῃ. Τὸ γὰρ εἶναι λέγειν ἑπτὰ τοὺς ἀμνοὺς, τοῦτό που πάν-τως ὑποδηλοῖ. Ἕπεται γὰρ καὶ ὁ χίμαρος. Ἐν Χρι-στῷ γὰρ εὐδοκιμεῖ διὰ πίστεως, εἰς ὀσμὴν εὐωδίας ἀναβαίνων τῷ Θεῷ, καθὰ πολλάκις εἰρήκαμεν. {ΠΑΛΛ.} Ὧδε ἔχει. {ΚΥΡ.} Ὅτι δὲ σαββατιοῦμεν ἐν Χριστῷ, κατα-λύοντες εἰς ἀνάπαυσιν, διά γε τοῦ δεῖν σπουδασμά-των ἡμᾶς καταλῆξαι κοσμικῶν καὶ γεωδεστέρας φροντίδος οὐκ ἀνεχομένους ἔτι, κατατρυφῶντας δὲ μᾶλλον τοῦ Κυρίου, καθὰ γέγραπται, καὶ κλῆρον ἔχοντας παρ' αὐτῷ τὸν ἐξαίρετον, σαφηνιεῖ λέγων ἐν τῷ Λευϊτικῷ πρὸς τὸν ἱεροφάντην Μωσέα· «Λάλη-σον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἐὰν εἰσέλθητε εἰς τὴν γῆν, ἢν ἐγὼ δίδωμι ὑμῖν, καὶ ἀνα-παύσητε τὴν γῆν, ἢν ἐγὼ δίδωμι ὑμῖν, Σάββατα τῷ Κυρίῳ· ἓξ ἔτη σπερεῖς τὸν ἀγρόν σου, καὶ ἓξ ἔτη τε-μεῖς τὴν ἄμπελόν σου, καὶ συνάξεις τὸν καρπὸν αὐ-τῆς, τῷ δὲ ἔτει τῷ ἑβδόμῳ Σάββατα. Ἀνάπαυσις ἔσται τῇ γῇ ὑμῶν, Σάββατα τῷ Κυρίῳ. Τὸν ἀγρόν σου οὐ σπερεῖς, καὶ τὴν ἄμπελόν σου οὐ τεμεῖς, καὶ τὰ αὐτόματα ἀναβαίνοντα τοῦ ἀγροῦ σου οὐκ ἐκθε-ρίσεις, καὶ τὴν σταφυλὴν τοῦ ἁγιάσματός σου οὐκ ἐκτρυγήσεις, ἐνιαυτὸς ἀναπαύσεως ἔσται τῇ γῇ, καὶ ἔσται τὰ Σάββατα τῆς γῆς βρώματά σοι, καὶ τῷ παι-δί σου, καὶ τῇ παιδίσκῃ σου, καὶ τῷ μισθωτῷ σου, καὶ τῷ παροίκῳ τῷ προσκειμένῳ πρὸς σέ· καὶ τοῖς κτήνεσί σου, καὶ τοῖς θηρίοις τοῖς ἐν τῇ γῇ σου ἔσται πᾶν τὸ γέννημα αὐτοῦ εἰς βρῶσιν. Καὶ ἐξαριθμήσεις σεαυτῷ ἑπτὰ ἀναπαύσεις ἐτῶν, ἑπτὰ ἔτη ἑπτάκις· καὶ ἔσονταί σοι ἑπτὰ ἑβδομάδες ἐτῶν, ἐννέα καὶ τεσ-σαράκοντα ἔτη. Καὶ διαγγελεῖτε σάλπιγγος φωνῇ ἐν πάσῃ τῇ γῇ ὑμῶν, ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ τῇ δεκάτῃ τοῦ μηνός. Τῇ ἡμέρᾳ τοῦ ἱλασμοῦ διαγγελεῖτε σάλ-πιγγι ἐν πάσῃ τῇ γῇ ὑμῶν. Καὶ ἁγιάσετε τὸ ἔτος, τὸν πεντηκοστὸν ἐνιαυτὸν, καὶ διαβοήσετε ἄφεσιν ἐπὶ τῆς γῆς πᾶσι τοῖς κατοικοῦσιν αὐτήν. Ἐνιαυτὸς ἀφέ-σεως σημασία αὕτη ἔσται ὑμῖν, καὶ ἀπελεύσεται εἷς ἕκαστος εἰς τὴν κτῆσιν αὐτοῦ, καὶ ἕκαστος εἰς τὴν πατριὰν αὐτοῦ ἀπελεύσεται.» Συνίης οὖν ὅπως ἀροῦν τε καὶ σπείρειν, καὶ ἀμπελώνων εἶναι μελε-δωνοὺς ἐφίησι μὲν ὁ νόμος, πρὸ τῆς ἑβδόμης; Ἀνεῖ-σθαί γε μὴν τῆς ἐπὶ τούτοις φροντίδος προστέταχε κατὰ τὴν ἑβδόμην. Ἀνιέμεθα γὰρ σαββατίζοντες ἐν Χριστῷ καὶ τῶν ἐπιγείων ἀποστήσαντες τὴν φροντίδα, καὶ ἀποφοιτῶντες εἰσάπαν τῶν εἰκαίων περισπασμῶν. «Ἑπτὰ ἑβδομάδας ἐτῶν,» τοῦτ' ἔστιν, αἰῶνας τῶν αἰώνων, ἐφ' ἑτοίμοις τε καὶ προκειμένοις διατελέσομεν ἀγαθοῖς, δῆλον δὲ ὅτι τοῖς παρὰ Θεοῦ καὶ πνευματικοῖς ἐντρυφῶντές τε καὶ ἑορτάζοντες. Καιρὸς γὰρ ἀφέσεως ἔσται πᾶσιν ἡμῖν τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην, ὁ ἐν ἐσχάτοις, ὅτε καὶ ἕκαστος εἰς τὴν ἑαυτοῦ δραμεῖται κτῆσιν, τοῦτ' ἔστιν, εἰς τὸν αὐτῷ πρέποντα κλῆρον, καὶ ἐκνεμηθέντα παρὰ Θεοῦ. ∆ιαφορὰ γὰρ ὥσπερ ἐστὶ τῆς τῶν ἁγίων ζωῆς, οὕτω καὶ γερῶν, ἀναλό-γως τοῖς ἑκάστου κατορθώμασιν ἐπιμετροῦντος Θεοῦ τὴν ἀντέκτισιν. ∆ιαμέμνηται δὲ καὶ τῆς τὰ τοιάδε διαγγελλούσης σάλπιγγος. Καιρὸς γὰρ ἡμῖν σαββα-τισμοῦ, ὡς ἐν Χριστῷ δηλονότι, καὶ μὴν καὶ ἀφέσεώς τε καὶ κληροδοσίας, ἡ διὰ σάλπιγγός τε καὶ ἀγγέλου φωνῆς ἐσομένη κατὰ καιροὺς ἐκ νεκρῶν ἀναβίωσις, ἐν ᾗ καὶ ἡ λαμπρὰ τῶν ἁγίων πληθὺς, ἀκούσεται λέγον-τος τοῦ Χριστοῦ· «∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασι-λείαν ἀπὸ καταβολῆς κόσμου,» ἧς καὶ ἡμᾶς γένοιτο τυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.