Γρηγόριος Νύσσης, 4ος αιώνας

Περὶ τῆς χριστιανικῆς τελειότητος πρὸς Ὀλύμπιον μοναχόν

De perfectione Christiana ad Olympium monachum / О совершенстве христианина к монаху Олимпию

De perfectione Christiana ad Olympium monachum ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΠΡΟΣ ΟΛΥΜΠΙΟΝ ΠΕΡΙ ΤΕΛΕΙΟΤΗΤΟΣ

Πρέπουσα τῇ προαιρέσει σου ἡ σπουδὴ ἡ περὶ τοῦ γνῶναι πῶς α ν τις διὰ τοῦ κατ' ἀρετὴν βίου τελειωθείη, ω στε διὰ πάντων κατορθωθῆναί σου τῇ ζωῇ τὸ ἀμώμητον. ἐγὼ δὲ περὶ παντὸς μὲν α ν ἐποιησάμην ἐν τῷ ἐμῷ βίῳ τῶν σοὶ σπουδαζομένων εὑρεθῆναι τὰ ὑποδείγματα, ω στε τοῖς ε ργοις πρὸ τῶν λόγων τὴν ἐπιζητουμένην ὑπὸ σοῦ παρασχεῖν διδασκαλίαν. ου τω γὰρ α ν ἀξιόπιστος η ν τῶν ἀγαθῶν ἡ ὑφήγησις, τοῦ βίου τοῖς λόγοις συμφθεγγομένου. ἐπειδὴ δὲ τοῦτο μὲν ευ χομαι γενέσθαι ποτέ, νῦν δὲ ου πω τοιοῦτον ἐμαυτὸν βλέπω, ὡς ἀντὶ τοῦ λόγου προδεικνύειν τὸν βίον, ι να μὴ καθόλου δοκοίην ἀσυντελὴς ει ναί σοί τις πρὸς τὸν σκοπὸν καὶ ἀνόνητος, ἐφ' ο δεῖ συντεῖναι τὸν ἀκριβῆ βίον ὑποθέσθαι διενοήθην, ἐντεῦθεν τοῦ λόγου τὴν ἀρχὴν ποιησάμενος. Τοῦ ἀγαθοῦ δεσπότου ἡμῶν ̓Ιησοῦ Χριστοῦ χαρισα 8,1.174 μένου τὴν κοινωνίαν ἡμῖν τοῦ προσκυνουμένου ὀνόματος, ω στε ἡμᾶς ἐκ μηδενὸς α λλου τῶν περὶ ἡμᾶς ὀνομάζεσθαι, κα ν πλούσιός τις ω ν τύχῃ καὶ εὐπατρίδης κα ν δυσγενὴς ῃ η πένης, κα ν ἐξ ἐπιτηδευμάτων τινῶν η ἀξιωμάτων τὸ γνώριμον ε χῃ, πάντων <δὲ> τῶν τοιούτων ὀνομάτων ἀργούντων μίαν ει ναι κυρίαν κλῆσιν τοῖς εἰς αὐτὸν πεπι στευκόσι τὸ Χριστιανοὺς ὀνομάζεσθαι· ταύτης τοίνυν α νωθεν ἡμῖν ἐπικυρωθείσης τῆς χάριτος ἀναγκαῖον α ν ει η πρῶτον μὲν τῆς δωρεᾶς νοῆσαι τὸ μέγεθος, ω στε κατ' ἀξίαν εὐχαριστῆσαι τῷ τὰ τηλικαῦτα δωρησαμένῳ θεῷ, ε πειτα δὲ τοιούτους ἑαυτοὺς διὰ τοῦ βίου δεῖξαι, οι ους ἐπιζητεῖ ἡ τοῦ μεγάλου τούτου ὀνόματος δύναμις. τὸ μὲν ου ν μέγεθος τῆς δωρεᾶς, η ς διὰ τοῦ συνονομασθῆναι τῷ δεσπότῃ τῆς ζωῆς ἡμῶν ἠξιώθημεν, ου τως α ν γένοιτο δῆλον ἡμῖν, εἰ αὐτὸ τὸ σημαινόμενον τοῦ κατὰ τὸν Χριστὸν ὀνόματος ἐπιγνοίημεν, ω στε συνεῖναι, ο ταν διὰ ταύτης τῆς φωνῆς τὸν τοῦ παντὸς κύριον ἐν ταῖς εὐχαῖς προσκα λώμεθα, ποίαν ταῖς ψυχαῖς ἡμῶν ἀναλαμβάνομεν ε ννοιαν η τί διὰ τοῦ ὀνόματος τούτου κατανοοῦντες εὐσεβῶς αὐτὸν ἐπικαλεῖσθαι πιστεύομεν. ἐπειδὰν δὲ τοῦτο νοήσωμεν, τότε δι' ἀκολούθου καὶ οι ους προσήκει ἡμᾶς διὰ τῆς περὶ τὸν βίον σπουδῆς ἐπιδειχθῆναι σαφῶς μαθησόμεθα, διδα σκάλῳ καὶ ὁδηγῷ πρὸς τὸν βίον τῷ ὀνόματι χρώμενοι. οὐκοῦν τὸν α γιον Παῦλον πρὸς τὰ δύο ταῦτα καθηγεμόνα 8,1.175 ποιούμενοι ἀσφαλεστάτην ε ξομεν ὁδηγίαν πρὸς τὴν τῶν ζητουμένων σαφήνειαν. ου τος γὰρ μάλιστα πάντων ἀκρι βῶς καὶ τί ἐστιν ὁ Χριστὸς κατενόησε καὶ οι ον ει ναι χρὴ τὸν ἐπονομαζόμενον αὐτῷ δι' ω ν ἐποίησεν ὑφηγήσατο, ου τως ἐναργῶς αὐτὸν μιμησάμενος, ὡς ἐν ἑαυτῷ δεῖξαι τὸν ἑαυτοῦ δεσπότην μεμορφωμένον, διὰ τῆς ἀκριβεστάτης μιμήσεως μεταβληθέντος τοῦ τῆς ψυχῆς αὐτοῦ ει δους πρὸς τὸ πρωτότυπον, ὡς μηκέτι Παῦλον ει ναι δοκεῖν τὸν ζῶντά τε καὶ φθεγγόμενον, ἀλλ' αὐτὸν τὸν Χριστὸν ἐν αὐτῷ ζῆν· καθώς φησιν ὁ καλῶς τῶν ἰδίων ἀγαθῶν ἐπαισθόμενος ο τι ̓Επεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λα λοῦντος Χριστοῦ, καὶ ο τι Ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.

Ου τος ου ν καὶ τοῦ κατὰ Χριστὸν ὀνόματος ἐγνώρισεν ἡμῖν τὸ σημαινόμενον εἰπὼν ο τι Χριστός ἐστι θεοῦ δύναμις καὶ θεοῦ σοφία· ἀλλὰ καὶ εἰρήνην αὐτὸν ἐκάλεσε καὶ φῶς ἀπρόσιτον, ἐν ῳ οἰκεῖ ὁ θεός, ἁγιασμόν τε καὶ ἀπολύτρωσιν ἀρχιερέα τε μέγαν καὶ πάσχα, ἱλαστήριον ψυχῶν, ἀπαύγα σμα δόξης, χαρακτῆρα ὑποστάσεως καὶ ποιητὴν αἰώνων, βρῶμα πνευματικὸν καὶ πόμα, πέτραν καὶ υ δωρ, θεμέλιον 8,1.176 πίστεως καὶ γωνίας κεφαλὴν καὶ θεοῦ τοῦ ἀοράτου εἰκόνα καὶ μέγαν θεὸν κεφαλήν τε τοῦ τῆς ἐκκλησίας σώματος καὶ τῆς καινῆς κτίσεως πρωτότοκον καὶ ἀπαρχὴν τῶν κεκοιμημένων, πρωτότοκον ἐκ νεκρῶν καὶ πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς καὶ μεσίτην θεοῦ καὶ ἀνθρώπων καὶ υἱὸν μονογενῆ δόξῃ καὶ τιμῇ ἐστεφανωμένον καὶ κύριον τῆς δόξης καὶ ἀρχὴν τῶν ο ντων, ου τως εἰπὼν περὶ αὐτοῦ· Ος ἐστιν ἀρχή, βασιλέα τε δικαιοσύνης πρὸς τούτοις καὶ βασιλέα εἰρήνης καὶ βασιλέα τῶν ἁπάντων ἀπερίγραπτον ε χοντα τῆς βασιλείας τὸ κράτος καὶ α λλα τοιαῦτα πολλά, ω ν οὐκ ε στι τὸ πλῆθος ῥᾳδίως ἐξαριθμήσασθαι· α περ πάντα συντεθέντα πρὸς α λληλα, τῆς ἑκάστης τῶν ἐπωνυ μιῶν διανοίας τὸ παρ' ἑαυτῆς εἰς ε νδειξιν τοῦ σημαινο μένου συνεισφερούσης, ε μφασίν τινα τῆς σημασίας τοῦ κατὰ Χριστὸν ὀνόματος ἡμῖν ἐμποιεῖ, ο σον χωροῦμεν τῇ ψυχῇ κατανοῆσαι, τοσοῦτον τῆς ἀφράστου μεγαλειό τητος ἡμῖν ἐνδεικνύμενα. ἐπειδὴ τοίνυν πάσης ἀξίας τε καὶ ἐξουσίας καὶ δυναστείας ὑπέρκειται τὸ τῆς βασιλείας ἀξίωμα, τῇ δὲ τοῦ Χριστοῦ προσηγορίᾳ κυρίως καὶ πρώ 8,1.177 τως τὸ βασιλικὸν διασημαίνεται κράτος (προηγεῖτο γάρ, καθὼς ἐν ταῖς ἱστορίαις ἐμάθομεν, τῆς βασιλείας ἡ χρῖσις), τῇ δὲ βασιλείᾳ πᾶσα ἡ τῶν λοιπῶν ὀνομάτων ἐμπεριέχεται δύναμις, τούτου χάριν ὁ τὰ ἐμπεριεχόμενα κατανοήσας καὶ τὴν περιεκτικὴν τῶν κατὰ μέρος συγκατενόησε δύ ναμιν, αυ τη δέ ἐστιν ἡ βασιλεία, η ς ἐνδεικτικὸν ο νομα ἡ τοῦ Χριστοῦ κλῆσίς ἐστιν. οὐκοῦν ἐπειδὴ τοῦ μεγίστου τε καὶ θειοτάτου καὶ πρώτου τῶν ὀνομάτων γέγονε παρὰ τοῦ ἀγαθοῦ δεσπότου ἡμῖν ἡ κοινωνία, ω στε τοὺς τῇ ἐπωνυμίᾳ τοῦ Χριστοῦ τιμηθέντας Χριστιανοὺς ὀνομάζεσθαι, ἀναγκαῖον α ν ει η πάντα τὰ ἑρμηνευτικὰ τῆς τοιαύτης φωνῆς ὀνόματα καὶ ἐν ἡμῖν καθορᾶσθαι, ὡς μὴ ψευδώνυμον ἐφ' ἡμῶν ει ναι τὴν κλῆσιν, ἀλλ' ἐκ τοῦ βίου τὴν μαρτυ ρίαν ε χειν. οὐ γὰρ ἐκ τοῦ καλεῖσθαί τι τὸ ει ναι γίνεται, ἀλλ' ἡ ὑποκειμένη φύσις, οι α δ' α ν ου σα τύχῃ, διὰ τῆς προσφυοῦς τοῦ ὀνόματος σημασίας γνωρίζεται. οι όν τι λέγω· εἰ δένδρῳ τις η πέτρᾳ προσηγορίαν ἀνθρώπου χαρίσαι το, α ρα α νθρωπος ε σται διὰ τὴν κλῆσιν η τὸ φυτὸν η ὁ λίθος; οὐκ ε στι ταῦτα· ἀλλὰ χρὴ πρῶτον ει ναι α νθρωπον, ει θ' ου τως ὀνομασθῆναι τῇ προσηγορίᾳ τῆς φύσεως. οὐδὲ γὰρ ἐπὶ τῶν ὁμοιωμάτων αἱ κλήσεις τὸ κύριον ε χουσι, ὡς ει τις α νθρωπον λέγοι τὸν ἀνδριάντα η ι ππον τὸ μί μημα· ἀλλ' εἰ μέλλοι τι κυρίως καὶ ἀψευδῶς ὀνομάζεσθαι, ἀληθῆ δείξει πάντως τὴν προσηγορίαν ἡ φύσις. ἡ δὲ ἀναδεξαμένη τὴν μίμησιν υ λη, ο περ α ν ου σα τύχῃ, τοῦτο καὶ ὀνομάζεται, χαλκὸς η λίθος η τι τοιοῦτον ε τερον, 8,1.178 ῳ ἐπέβαλεν ἡ τέχνη τὸ ει δος πρὸς τὸ δοκοῦν σχηματίσασα. Οὐκοῦν τοὺς ἀπὸ τοῦ Χριστοῦ ἑαυτοὺς ὀνομάζοντας πρῶτον γενέσθαι χρὴ ο περ τὸ ο νομα βούλεται, ει θ' ου τως ἑαυτοῖς ἐφαρμόσαι τὴν κλῆσιν. καὶ ω σπερ ει τις διακρίνοι ἀπὸ τοῦ ο ντως ἀνθρώπου τὸν ὁμωνύμως ἐπὶ τῆς εἰκόνος λεγόμενον, ἐκ τῶν ἰδιωμάτων ποιήσεται τὴν διάκρισιν (τὸ μὲν γὰρ ζῶον λογικὸν διανοητικὸν ὀνομάσει, τὸ δὲ ε τερον υ λην α ψυχον διὰ μιμήσεως ὑπελθοῦσαν τὸ ει δος)· ου τω καὶ τὸν Χριστιανὸν τόν τε ο ντως ο ντα καὶ τὸν δοκοῦντα διὰ τῶν ἐπιφαινομένων τοῖς χαρακτῆρσιν ἰδιωμάτων ἐπιγνωσόμεθα. χαρακτῆρες δὲ τοῦ ο ντως Χριστιανοῦ πάντα ἐκεῖνά ἐστιν, ο σα περὶ τὸν Χριστὸν ἐνοήσαμεν. ω ν ο σα μὲν χωροῦμεν, μιμούμεθα· ο σα δὲ οὐ χωρεῖ ἡ φύσις πρὸς μίμησιν, σεβόμεθά τε καὶ προσκυνοῦμεν. οὐκοῦν πάντα τὰ ἑρμηνευτικὰ τῆς τοῦ Χριστοῦ σημασίας ὀνόματα ἐπιλάμπειν χρὴ τῷ τοῦ Χριστιανοῦ βίῳ, τὰ μὲν διὰ μιμήσεως, τὰ δὲ διὰ προσκυνήσεως, εἰ μέλλοι α ρτιος ει ναι ὁ τοῦ θεοῦ α νθρωπος, καθώς φησιν ὁ ἀπόστο λος, μηδαμοῦ διὰ τῆς κακίας ἀκρωτηριάζων τὴν ἀρτιότητα. ω σπερ γὰρ οἱ τὰς μυθικὰς τερατείας η διὰ τῶν λόγων η διὰ τῆς γραφικῆς πλάσσοντες τέχνης βουκεφάλους τινὰς η ἱπποκενταύρους η δρακοντόποδας η α λλο τι τοιοῦτον ἐξ 8,1.179 ἑτερογενῶν συντιθέντες οὐ πρὸς τὸ τῆς φύσεως ἀρχέτυπον τὴν μίμησιν α γουσιν, ἀλλὰ διὰ τῆς παραλόγου ταύτης ἐπινοίας τὴν φύσιν ἐκβαίνοντες α λλο τι πλάσσουσι καὶ οὐκ α νθρωπον, σχηματίζοντες πρὸς τὸ δοκοῦν τὸ ἀνύπαρ κτον, καὶ οὐκ α ν τις α νθρωπον ει ποι τὸ πεπλασμένον διὰ τῆς ἀλλοκότου ταύτης συνθέσεως, κα ν μέρει τινὶ τοῦ ἀνθρωπίνου σώματος προσεοικὸς τύχῃ τὸ μέρος τοῦ πλάσματος· ου τως οὐδ' α ν Χριστιανὸς ἀκριβῶς ὀνομασθείη ὁ τὴν κεφαλὴν α λογον ε χων, τουτέστιν ὁ τὴν τοῦ παντὸς κεφαλὴν η τις ὁ λόγος ἐστὶν ἐν τῇ πίστει μὴ ε χων, κα ν ἐν τοῖς α λλοις α ρτιος ῃ , η ὁ τῇ κεφαλῇ τῆς πίστεως μὴ κατάλληλον ἐνδεικνύμενος τῆς πολιτείας τὸ σῶμα, η δρα κόντων θυμοῖς συμφυόμενος καὶ καθ' ὁμοιότητα τῶν ἑρπετῶν τούτων ἐκθηριούμενος η τὸ θηλυμανὲς τῶν ι ππων τῷ ἀνθρωπίνῳ χαρακτῆρι συμβάλλων καὶ διφυής τις ἱπποκένταυρος ἐκ λογικοῦ τε καὶ ἀλόγου γινόμενος. τοιούτους δὲ πολλοὺς ε στιν ἰδεῖν η ἐν μόσχου κεφαλῇ, τουτέστιν ἐν τῷ τῆς εἰδωλολατρίας δόγματι, τὸν εὐσχήμονα κατορθοῦντας βίον, οι ον τὸν Μινώταυρον γράφουσιν, η Χριστιανῷ προσώπῳ θηριῶδες ὑφαρμόζοντας τῷ βίῳ τὸ σῶμα, οι ους τοὺς κενταύρους η τοὺς δρακοντόποδας πλάτ τουσιν. ὡς α ν τοίνυν καθάπερ ἐπὶ σώματος ἀνθρωπίνου ὁ Χριστιανὸς δι' ο λου γνωρίζοιτο, πάντων προσήκει τῶν 8,1.180 κατὰ τὸν Χριστὸν νοουμένων ἀγαθῶν τὸν πιστὸν ἐνσημαί νεσθαι τῷ βίῳ τοὺς χαρακτῆρας. τὸ γὰρ ε ν τινι μὲν ει ναι τοιοῦτον οι ον τὸ ο νομα βούλεται, ἐν ἑτέροις δὲ πρὸς τὰ ἐναντία ῥέπειν οὐδέν ἐστιν ε τερον η εἰς πολεμίου τάξιν αὐτὸν πρὸς ἑαυτὸν διατέμνεσθαι, δι' ἀρετῆς καὶ κακίας ἐν ἑαυτῷ στασιάζοντα, α σπονδον αὐτὸν ἑαυτῷ καὶ ἀσύμ βατον τῷ βίῳ γινόμενον.

Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; φησὶν ὁ ἀπόστολος. ̓Επειδὴ γὰρ α μικτος τῷ φωτὶ πρὸς τὸ σκότος καὶ ἀμεσίτευτός ἐστιν ἡ ἐναντίωσις, ὁ ἀμφοτέρων ἐχόμενος καὶ μὴ θάτερον αὐτῶν μεθιεὶς τῇ τῶν ἀντιστοιχούντων ἀλλήλοις ἐναντιότητι καὶ αὐτὸς κατ' ἀνάγκην συνδιασχίζε ται καὶ φῶς κατὰ ταὐτὸν καὶ σκότος ἐν τῷ συμμίκτῳ βίῳ γινόμενος, τῆς μὲν πίστεως τὸν φωτισμὸν ἐνιείσης, τοῦ δὲ σκοτεινοῦ βίου τὴν ἐκ τοῦ λόγου λαμπηδόνα κατα μελαίνοντος. ἐπεὶ ου ν ἀμήχανός ἐστι καὶ ἀσύμβατος τῷ φωτὶ πρὸς τὸ σκότος ἡ κοινωνία, ὁ ἑκατέρου τῶν ἐναντίων περιεχόμενος αὐτὸς ἑαυτῷ πολέμιος γίνεται, διχῇ μερισθεὶς πρὸς ἀρετὴν καὶ κακίαν καὶ ἑαυτῷ πρὸς ἀντίπαλον τάξιν ἀντικαθιστάμενος. ω σπερ δὲ οὐκ ε στιν ἐν δυσὶ πολεμίοις ἀμφοτέρους νικητὰς κατ' ἀλλήλων γενέσθαι (ἡ γὰρ τοῦ ἑνὸς νίκη θάνατον τοῦ ἀντικειμένου πάντως ἐργάζεται), ου τω καὶ ἐπὶ ταύτης τῆς ἐμφυλίου μάχης τῆς διὰ τοῦ 8,1.181 συμμίκτου βίου συνισταμένης οὐκ ε στι νικῆσαι τὴν κρείττω παράταξιν, μὴ πανωλεθρίᾳ τῆς α λλης διαφθαρείσης. πῶς γὰρ ὁ τῆς εὐσεβείας στρατὸς κρείττων τῆς κακίας γενήσε ται, τῆς πονηρᾶς φάλαγγος τῶν ἐναντίων ἀντιβαινούσης; ἀλλ' εἰ μέλλοι νικᾶν τὸ κρεῖττον, φονευθήσεται πάντως τὸ ἀντικείμενον. καὶ ου τως ἡ ἀρετὴ κατὰ τῆς κακίας ε ξει τὰ νικητήρια, ο ταν πᾶν τὸ πολέμιον αὐτῇ διὰ τῆς τῶν λογισμῶν σομμαχίας μεταχωρήσῃ πρὸς τὸ ἀνύπαρκτον. καὶ τότε πληροῦται τὸ ἐκ προσώπου τοῦ θεοῦ διὰ τῆς προφητείας λεγόμενον ο τι ̓Εγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω. οὐ γὰρ ε στιν α λλως τὸ ἐν ἐμοὶ ἀγαθὸν ζῆσαι, μὴ τῷ θανάτῳ τοῦ πολεμίου ζωοποιούμενον. ε ως δ' α ν τῶν δύο περιεχώ μεθα ἑκατέρᾳ χειρὶ τῶν ἐναντίων ἁπτόμενοι, ἀδύνατον κατὰ ταὐτὸν ἀμφοτέρων ε χειν τὴν μετουσίαν. τοῦ γὰρ περι δραξαμένου τῆς κακίας ἡ ἀρετὴ τῆς λαβῆς ἐξωλίσθησεν. Οὐκοῦν πάλιν τὸν ἐξ ἀρχῆς ἀναλάβωμεν λόγον, ο τι μία πρὸς τὴν καθαράν τε καὶ θείαν ζωήν ἐστι τοῖς φιλαρέτοις ὁδὸς τὸ γνῶναι τί σημαίνει τὸ τοῦ Χριστοῦ ο νομα, ῳ χρὴ καὶ τὸν ἡμέτερον συμμορφωθῆναι βίον, διὰ τῆς τῶν λοιπῶν ὀνομάτων ἐμφάσεως εἰς ἀρετὴν ῥυθμιζόμενον. ο σα τοίνυν ἐν τοῖς προοιμίοις τοῦ λόγου ῥήματά τε καὶ ὀνόματα παρὰ τῆς ἁγίας τοῦ Παύλου φωνῆς ἑρμηνευτικὰ τῆς τοῦ Χριστοῦ σημασίας συνελεξάμεθα, ταῦτα προθέντες εἰς τὴν προκει μένην ἡμῖν σπουδὴν ἀσφαλεστάτην ὁδηγίαν εἰς τὸν βίον τὸν κατ' ἀρετὴν ποιησόμεθα, τὰ μὲν μιμούμενοι, καθὼς 8,1.182 ἐν τοῖς φθάσασιν ει ρηται, τὰ δὲ προσκυνοῦντες καὶ σε βαζόμενοι. γενέσθω δὲ ἡμῖν τάξις τῶν εἰρημένων ἡ ἀπ αρίθμησις. οὐκοῦν ἀπὸ τῶν πρώτων ἀρξώμεθα· Χριστός, φησί, θεοῦ δύναμις καὶ θεοῦ σοφία. διὰ τούτων πρῶτον μὲν τὰς θεοπρεπεῖς ἐννοίας διὰ τῆς τοῦ Χριστοῦ προση γορίας μανθάνομεν, δι' ω ν σεβάσμιον ἡμῖν τὸ ο νομα γί νεται. ἐπειδὴ γὰρ πᾶσα ἡ κτίσις ο ση τε τῇ αἰσθήσει γινώ σκεται καὶ ἡ τῆς αἰσθητικῆς ὑπερκειμένη κατανοήσεως δι' αὐτοῦ γέγονε καὶ ἐν αὐτῷ συνέστηκεν, ἀναγκαίως πρὸς τὸν ὁρισμὸν τῆς τοῦ Χριστοῦ σημασίας τοῦ τὰ πάντα ποιήσαντος ἡ σοφία τῇ δυνάμει συμπλέκεται, τοῦτο νοούν των ἡμῶν διὰ τῆς τῶν δύο τούτων φωνῶν συζυγίας, τῆς δυνάμεώς τε λέγω καὶ τῆς σοφίας, ο τι οὐκ α ν η ν τὰ με γάλα ταῦτα καὶ α φραστα τῆς κτίσεως θαύματα, μὴ σοφίας μὲν τὴν γένεσιν αὐτῶν ἐπινοούσης, δυνάμεως δὲ τῇ σοφίᾳ παρομαρτούσης πρὸς τὴν τῶν νοηθέντων τελείωσιν, δι' η ς ε ργα τὰ νοήματα γίνεται.

Μερίζεται τοίνυν καταλλήλως εἰς διπλῆν ε μφασιν τὸ τοῦ Χριστοῦ σημαινόμενον, εἰς τὴν σοφίαν τε καὶ τὴν δύναμιν, ι ν' ο ταν μὲν πρὸς τὸ μέγεθος τῆς τῶν ο ντων συστάσεως ἀποβλέψωμεν, τὴν α φραστον αὐτοῦ δύναμιν διὰ τῶν καταλαμβανομένων νοήσωμεν, ο ταν δὲ λογισώ 8,1.183 μεθα πῶς τὰ μὴ ο ντα παρῆλθεν εἰς γένεσιν, τῆς πολυειδοῦς ἐν τοῖς ου σι φύσεως διὰ θείου νεύματος οὐσιωθείσης, τότε τὴν ἀκατάληπτον σοφίαν τοῦ ταῦτα νοήσαντος προσκυνή σωμεν, η ς πράγματά ἐστι τὰ νοήματα. γίνεται δὲ οὐκ ἀργὸν καὶ ἀνωφελὲς ἡμῖν πρὸς τὴν τοῦ ἀγαθοῦ κτῆσιν τὸ δύναμιν καὶ σοφίαν τὸν Χριστὸν πιστεύειν. ο γάρ τις ἐπικαλεῖται προσευχόμενος καὶ πρὸς ο βλέπει τῷ τῆς ψυχῆς ὀφθαλμῷ, τοῦτο πρὸς ἑαυτὸν διὰ τῆς εὐχῆς ἐπισπᾶ ται· καὶ ου τω δυνάμει τε κραταιοῦται πρὸς τὸν ε σω α νθρωπον, καθώς φησιν ὁ ἀπόστολος, ὁ πρὸς τὴν δύναμιν βλέπων (Χριστὸς δέ ἐστιν ἡ δύναμις), καὶ σοφὸς γίνεται, καθὼς ἡ παροιμία φησίν, ὁ τὴν σοφίαν ἐπικαλούμενος, η τις πάλιν νοεῖται ὁ κύριος. οὐκοῦν ὁ τῷ Χριστῷ συνονο μαζόμενος, ο ς ἐστι δύναμίς τε καὶ σοφία, καὶ τῇ δυνάμει συνονομάζεται δυναμωθεὶς κατὰ τῆς ἁμαρτίας, καὶ τὴν σοφίαν ἐν ἑαυτῷ δείξει τῇ ἐκλογῇ τοῦ βελτίονος. σοφίας δὲ καὶ δυνάμεως ἐν ἡμῖν δεικνυμένων, τῆς μὲν τὸ καλὸν αἱρουμένης, τῆς δὲ τὸ νοηθὲν βεβαιούσης, κατορθοῦται τοῦ βίου τὸ τέλειον δι' ἀμφοῖν συμπλεκόμενον. ου τω καὶ εἰρήνην τὸν Χριστὸν νοήσαντες ἀληθῆ τοῦ Χριστιανοῦ τὴν κλῆσιν ἐφ' ἑαυτῶν ἐπιδείξομεν, ἐὰν διὰ τῆς ἐν ἡμῖν εἰρήνης τὸν Χριστὸν τῷ βίῳ ἐπιδειξώμεθα. ἐκεῖνος τὴν ε χθραν ἀπέκτεινε, καθώς φησιν ὁ ἀπόστολος. οὐκοῦν μηδὲ ἡμεῖς ἐν ἑαυτοῖς ταύτην ζωοποιήσωμεν, ἀλλὰ νεκρὰν αὐτὴν ἐν 8,1.184 τῷ ἡμετέρῳ δείξωμεν βίῳ. μήποτε τὴν καλῶς ἐπὶ σωτηρίᾳ ἡμῶν παρὰ τοῦ θεοῦ νεκρωθεῖσαν ἡμεῖς ἐπ' ὀλέθρῳ τῶν ψυχῶν ἡμῶν δι' ὀργῆς καὶ μνησικακίας καθ' ἑαυτῶν ἀναστήσωμεν, πονηρὰν ἀνάστασιν τῆς καλῶς ἀποθανούσης κατεργασάμενοι. ἀλλ' εἰ τὸν Χριστὸν ε χομεν, ο ς ἐστιν ἡ εἰρήνη, καὶ ἡμεῖς ἐν ἑαυτοῖς τὴν ε χθραν νεκροποιήσωμεν, ι ν' ο περ ἐν ἐκείνῳ πιστεύομεν, τοῦτο καὶ ἐν τῷ ἡμετέρῳ κατορθώσωμεν βίῳ. ὡς γὰρ ἐκεῖνος τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας τοὺς δύο ε κτισεν ἐν ἑαυτῷ εἰς ε να καινὸν α νθρωπον, ποιῶν εἰρήνην, ου τω καὶ ἡμεῖς εἰς καταλλαγὰς ἀγάγωμεν οὐ μόνον τοὺς ε ξωθεν ἡμῖν προσμαχομένους, ἀλλὰ καὶ τοὺς ἐν ἡμῖν αὐτοῖς στασιάζοντας, ι να μηκέτι ἡ σὰρξ ἐπιθυμῇ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ἀλλ' ὑποταγέντος τοῦ σαρκώδους φρονήματος τῷ θείῳ νόμῳ, εἰρηνεύωμεν ἐν ἑαυτοῖς εἰς ε να τὸν καινόν τε καὶ εἰρηνικὸν α νθρωπον ἀναστοιχειωθέντες καὶ ει ς οἱ δύο γενόμενοι. εἰρήνης γὰρ ο ρος ἡ τῶν διεστηκότων ἐστὶν ὁμοφωνία. ο ταν ου ν ἐξαιρεθῇ τῆς φύσεως ἡμῶν ὁ ἐμφύλιος πόλεμος, τότε καὶ ἡμεῖς ἐν ἑαυτοῖς εἰρηνεύ σαντες εἰρήνη γινόμεθα, ἀληθῆ καὶ κυρίαν ἐφ' ἡμῶν τοῦ Χριστοῦ τὴν ἐπωνυμίαν ἐπιδεικνύοντες. φῶς δὲ ἀληθινὸν καὶ τῷ ψεύδει ἀπρόσιτον νοήσαντες τὸν Χριστὸν τοῦτο μανθάνομεν, ο τι χρὴ καὶ τὸν ἡμέτερον βίον ταῖς τοῦ ἀλη θινοῦ φωτὸς ἀκτῖσι καταφωτίζεσθαι. ἀρεταὶ δέ εἰσιν αἱ 8,1.185 ἀκτῖνες αἱ τοῦ ἡλίου τῆς δικαιοσύνης εἰς φωτισμὸν ἡμῶν ἀπορρέουσαι, δι' ω ν γίνεται τὸ ἀποθέσθαι τὰ ε ργα τοῦ σκότους καὶ ὡς ἐν ἡμέρᾳ περιπατεῖν εὐσχημόνως καὶ ἀπειπάμενον τὰ κρυπτὰ τῆς αἰσχύνης, καὶ πάντα ἐν φωτὶ ποιοῦντα καὶ αὐτὸν φῶς γενέσθαι, ω στε καὶ α λλοις λάμ πειν, ο περ φωτός ἐστιν ι διον. κα ν ἁγιασμὸν τὸν Χριστὸν νοήσωμεν, τῷ πάσης βεβήλου τε καὶ ἀκαθάρτου πράξεως καὶ ἐννοίας ἑαυτοὺς ἀποστῆσαι κοινωνοὺς ἀληθῶς τοῦ ὀνόματος ἑαυτοὺς ἀποδείξωμεν, ε ργω καὶ οὐχὶ ῥήματι τοῦ ἁγιασμοῦ τὴν δύναμιν ὁμολογοῦντες, τῷ βίῳ.

̓Απολύτρωσιν δὲ ει ναι τὸν Χριστὸν μαθόντες τὸν ἑαυτὸν δόντα λύτρον ὑπὲρ ἡμῶν τοῦτο διὰ τῆς τοιαύτης φωνῆς παιδευόμεθα, τὸ μαθεῖν ο τι καθάπερ τιμήν τινα τῆς ἑκάστου ψυχῆς παρασχόμενος ἡμῖν τὴν ἀθανασίαν κτῆμα ι διον τοὺς ἐκ τοῦ θανάτου παρ' αὐτοῦ διὰ τῆς ζωῆς ἐξα γορασθέντας ἐποίησεν. εἰ τοίνυν δοῦλοι τοῦ λυτρωσαμένου γεγόναμεν, πρὸς τὸν κυριεύοντα πάντως ὀψόμεθα, ὡς μηκέτι ἡμᾶς ἑαυτοῖς ζῆν, ἀλλὰ τῷ κτησαμένῳ ἡμᾶς διὰ τοῦ τῆς ζωῆς ἀνταλλάγματος. οὐκέτι γὰρ ἑαυτῶν ἐσμεν κύριοι, ἀλλ' ὁ ὠνησάμενός ἐστι τῶν ἰδίων κτημάτων δε σπότης, ἡμεῖς δὲ αὐτοῦ τὰ κτήματα. οὐκοῦν νόμος ε σται τῆς ἡμετέρας ζωῆς τὸ τοῦ κυριεύοντος θέλημα. ω σπερ 8,1.186 γὰρ τοῦ θανάτου κατακρατοῦντος ἡμῶν ὁ τῆς ἁμαρτίας ἐν ἡμῖν νόμος ἐπολιτεύετο, ου τως ἐπειδὴ τῆς ζωῆς κτῆμα γεγόναμεν, ἀναγκαῖον α ν ει η πρὸς τὴν κρατοῦσαν μεθ αρμοσθῆναι ἡμῶν τὴν πολιτείαν, μή ποτε τοῦ τῆς ζωῆς παρατραπέντες θελήματος, πάλιν πρὸς τὸν πονηρὸν τῶν ψυχῶν ἡμῶν τύραννον, τὸν θάνατον λέγω, διὰ τῆς ἁμαρτίας αὐτομολήσωμεν. ἡ δὲ αὐτὴ διάνοια προσοικειώσει ἡμᾶς τῷ Χριστῷ, κα ν πάσχα αὐτὸν ει ναι κα ν ἀρχιερέα παρὰ τοῦ Παύλου ἀκούσωμεν. ἐτύθη γὰρ ὡς ἀληθῶς ὑπὲρ ἡμῶν τὸ πάσχα Χριστός· ἀλλ' ὁ ἱερεὺς ὁ προσαγαγὼν τῷ θεῷ τὴν θυσίαν οὐκ α λλος τίς ἐστι παρ' αὐτὸν τὸν Χριστόν. ̔Εαυτὸν γάρ, φησίν, ἀνήνεγκε προσφορὰν καὶ θυσίαν ὑπὲρ ἡμῶν. οὐκοῦν τοῦτο διὰ τούτων μανθάνομεν, ο τι ὁ πρὸς ἐκεῖνον βλέπων τὸν ἑαυτὸν προσαγαγόντα προσφορὰν καὶ θυσίαν καὶ πάσχα γενόμενον καὶ αὐτὸς ἑαυτὸν παρα στήσει τῷ θεῷ θυσίαν ζῶσαν ἁγίαν εὐάρεστον, λογικὴ λατρεία γενόμενος· ὁ δὲ τρόπος τῆς ἱερουργίας ἐστὶ τὸ Μὴ συσχηματίζεσθαι τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦ σθαι τῇ ἀνακαινώσει τοῦ νοὸς αὐτοῦ ἐν τῷ δοκιμάζειν, τί τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον. 8,1.187 οὐ γὰρ ε στι ζώσης τῆς σαρκὸς καὶ μὴ κατὰ τὸν πνευματικὸν ἱερουργηθείσης νόμον τὸ ἀγαθὸν θέλημα τοῦ θεοῦ ἐν αὐτῇ δειχθῆναι· ∆ιότι τὸ φρόνημα τῆς σαρκὸς ε χθρα εἰς θεὸν καὶ τῷ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται. οὐδὲ γὰρ δύναται, ε ως α ν ζῇ ἡ σάρξ, η ς διὰ τῆς ζωοποιοῦ θυσίας ἱερουργηθείσης διὰ τοῦ νεκρῶσαι τὰ ἐπὶ τῆς γῆς μέλη, δι' ω ν ἐνεργεῖται τὰ πάθη, ἀνεμποδίστως τὸ εὐάρεστον καὶ τέλειον θέλημα τοῦ θεοῦ ἐν τῇ ζωῇ τῶν πεπιστευκότων κατορθωθήσεται. ου τως καὶ ἱλαστήριον ἐν τῷ ἰδίῳ αι ματι ὁ Χριστὸς νοού μενος διδάσκει τὸν ταῦτα νοήσαντα αὐτὸν ε καστον γενέ σθαι ἑαυτῷ ἱλαστήριον, διὰ τῆς τῶν μελῶν νεκρώσεως τὴν ψυχὴν ἀφαγνίζοντα. ο ταν δὲ δόξης ἀπαύγασμα καὶ χαρακτὴρ ὑποστάσεως ὁ Χριστὸς λέγηται, τῆς προσκυνου μένης αὐτοῦ μεγαλωσύνης διὰ τῶν ῥημάτων τούτων τὰς ἐννοίας ἀναλαμβάνομεν. ὁ γὰρ θεόπνευστος ὡς ἀληθῶς καὶ θεοδίδακτος Παῦλος, ὁ ἐν τῷ βάθει τοῦ πλούτου τῆς σοφίας καὶ τῆς γνώσεως τοῦ θεοῦ τὰ α δηλα καὶ τὰ κρύφια τῶν θείων μυστηρίων διερευνώμενος, τὰς γινομένας αὐτῷ θεό θεν ἐλλάμψεις περὶ τῆς τῶν ἀνεξερευνήτων τε καὶ ἀνεξιχνι άστων κατανοήσεως, ἀτονωτέραν ε χων τῆς διανοίας τὴν γλῶτταν, καθὼς ἐχώρει ἡ ἀκοὴ τῶν δεχομένων τὴν σύν εσιν αὐτοῦ τὴν ἐν τῷ μυστηρίῳ δι' ἐναυσμάτων τινῶν 8,1.188 ὑπέδειξεν, ο σον ὑπουργεῖν τῇ διαναίᾳ δυνατῶς ει χεν ὁ λόγος, τοσοῦτον φθεγγόμενος. πάντα γὰρ ο σα χωρεῖ ἡ ἀνθρωπίνη δύναμις περὶ τῆς θείας φύσεως κατανοήσας ἀνέφικτόν τε καὶ ἀνεπίληπτον λογισμοῖς ἀνθρωπίνοις τὸν τῆς ὑπερκειμένης οὐσίας ἀποφαίνεται λόγον. ∆ιὸ τὰ περὶ αὐτὴν θεωρούμενα λέγων, εἰρήνην καὶ δύναμιν καὶ ζωὴν καὶ δικαιοσύνην καὶ φῶς καὶ ἀλήθειαν καὶ τὰ τοιαῦτα, τὸν περὶ αὐτῆς ἐκείνης λόγον α ληπτον ει ναι παντελῶς διωρίσατο, εἰπὼν μήτε ἑωρᾶσθαί ποτε τὸν θεὸν μήτε ὀφθήσεσθαι. Ον ει δε γάρ φησιν ἀνθρώπων οὐδεὶς οὐδὲ ἰδεῖν δύναται. διὰ τοῦτο ἀναζητῶν πῶς ὀνο μάσει τὸ μὴ δυνάμενον λογισμοῖς ληφθῆναι, ὡς οὐχ ευ ρεν ἐμφαντικὸν ο νομα τῆς τῶν ἀκαταλήπτων ἑρμηνείας, δόξαν καὶ ὑπόστασιν ὠνόμασε τὸ ὑπερκείμενον παντὸς ἀγαθοῦ τὸ μήτε νοούμενον ἀξίως μήτε φραζόμενον. τὴν μὲν ου ν ὑπερκειμένην τῶν ο ντων οὐσίαν ἀφῆκεν ἀκατονόμαστον· τὸ δὲ συναφές τε καὶ ἀδιάστατον τοῦ υἱοῦ πρὸς τὸν πατέρα διερμηνεύων καὶ τὸ τῷ ἀορίστῳ τε καὶ ἀϊδίῳ πατρὶ ἀορί στως τε καὶ ἀϊδίως συνθεωρούμενον ἀπαύγασμα δόξης καὶ χαρακτῆρα <ὑποστάσεως> προσαγορεύει, τῷ μὲν ἀπαυγάσματι τὸ συμφυὲς ἐνδεικνύμενος, τῷ δὲ χαρα 8,1.189 κτῆρι τὸ ἰσοστάσιον. ου τε γὰρ αὐγῆς πρὸς τὴν ἀπαυγάζουσαν φύσιν ἐπινοεῖταί τι μέσον ου τε τις τοῦ χαρακτῆρος ἐλάττω σις πρὸς τὴν ὑπ' αὐτοῦ χαρακτηριζομένην ὑπόστασιν, ἀλλὰ καὶ ὁ τὴν ἀπαυγάζουσαν φύσιν νοήσας καὶ τὸ ἀπαύ γασμα ταύτῃ πάντως συγκατενόησε καὶ ὁ τὸ μέγεθος τῆς ὑποστάσεως ἐν νῷ λαβὼν τῷ ἐπιφαινομένῳ χαρακτῆρι πάντως ἐμμετρεῖ καὶ τὴν ὑπόστατιν. διὸ καὶ μορφὴν θεοῦ λέγει τὸν κύριον, οὐ κατασμικρύνων τῇ τῆς μορφῆς ἐννοίᾳ τὸν κύριον, ἀλλὰ τὸ μέγεθος τοῦ θεοῦ διὰ τῆς μορφῆς ἐνδεικνύμενος, ῃ ἐνθεωρεῖται τοῦ πατρὸς ἡ μεγαλειότης, οὐδαμοῦ τῆς ἰδίας μορφῆς ὑπερπίπτουσα οὐδὲ ε ξω τοῦ περὶ αὐτὴν χαρακτῆρος εὑρισκομένη. α μορφον γὰρ καὶ ἀκαλλὲς περὶ τὸν πατέρα οὐδέν, ο μὴ τῇ ὡραιότητι τοῦ μονογενοῦς ἐπαγάλλεται· διό φησιν ὁ κύριος ο τι ̔Ο ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα, σημαίνων διὰ τούτου τὸ μήτε ε λλειψίν τινα ει ναι μήτε ὑπέρπτωσιν. ἀλλὰ καὶ φέρειν αὐτὸν λέγων τὰ σύμπαντα τῷ τῆς δυνάμεως ῥήματι λύει τῶν τὰ ἀνεξερεύνητα πολυπραγμονούντων τὴν ἀμηχανίαν, οι τὸν περὶ τῆς υ λης ἀναζητοῦντες λόγον οὐδαμοῦ τῆς πολυπραγ μοσύνης ι στανται, πόθεν, λέγοντες, τῷ ἀΰλῳ ἡ υ λη, καὶ πῶς τὸ ποσὸν ἐκ τοῦ ἀπόσου καὶ ἐκ τοῦ ἀσχηματίστου τὸ σχῆμα, καὶ ἐκ τοῦ ἀοράτου τὸ χρῶμα καὶ ἐκ τοῦ ἀορίστου τὸ τοῖς ἰδίοις μέτροις ἐμπερατούμενον; καὶ εἰ μηδεμία 8,1.190 ποιότης περὶ τὸ ἁπλοῦν καὶ ἀσύνθετον, πόθεν ἐμπλέκεται ταῖς περὶ αὐτὴν ποιότησιν ἡ υ λη; πάντα γὰρ ταῦτα καὶ τὰ τοιαῦτα τῶν ζητουμένων λύει ὁ εἰπών, ο τι τὰ σύμπαντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ φέρει ὁ λόγος ἐκ τοῦ μὴ ο ντος εἰς γένεσιν. πάντα γάρ, ο σα περὶ τὴν υ λην ἐστὶ καὶ ο σα τὴν α ϋλον ει ληχε φύσιν, μίαν αἰτίαν ε χει τῆς ὑπο στάσεως, τὸ ῥῆμα τῆς ἀφράστου δυνάμεως. ἐκ δὲ τούτων παιδευόμεθα τὸ πρὸς αὐτὸν βλέπειν, ἀφ' ου τῶν ο ντων ἐστὶν ἡ γένεσις. εἰ γὰρ ἐκεῖθεν εἰς τὸ ει ναι παρήχθημεν καὶ ἐν αὐτῷ συνεστήκαμεν, ἀνάγκη πᾶσα μηδὲν ε ξω τῆς γνώσεως πιστεύειν ει ναι τοῦ ἐν ῳ ἐσμεν καὶ ἀφ' ου γεγό ναμεν καὶ εἰς ο ν ἀναλύομεν. ταύτῃ δὲ τῇ διανοίᾳ συγκατορ θοῦται κατὰ τὸ εἰκὸς τὸ κατὰ τὴν ζωὴν ἀναμάρτητον. τίς γὰρ ἐξ αὐτοῦ καὶ δι' αὐτοῦ καὶ ἐν αὐτῷ ζῆν πιστεύων μάρτυρα τῆς ἀπεμφαινούσης ζωῆς τολμήσει ποιήσασθαι τὸν ἐν ἑαυτῷ τὴν ἑκάστου ζωὴν περιέχοντα; βρῶμα δὲ καὶ πόμα πνευματικὸν ὀνομάζων τὸν κύριον ὁ θεῖος ἀπόστολος ταῦτα διὰ τῶν λεγομένων νοεῖν ὑποτίθεται, ο τι οὐ μονοειδής ἐστιν ἡ ἀνθρωπίνη φύσις, ἀλλὰ τοῦ νοητοῦ πρὸς τὸ αἰσθητὸν συγκεκραμένου ἰδιάζουσα καθ' ἑκάτερον τῶν ἐν ἡμῖν θεωρουμένων ἐστὶν ἡ τροφή, τῆς μὲν αἰσθητῆς βρώσεως τὸ σῶμα διακρατούσης, τῆς δὲ πνευματικῆς τροφῆς τὴν ψυχικὴν ἐμποιούσης ἡμῖν εὐεξίαν. ἀλλ' ω σπερ ἐπὶ τοῦ σώματος τὸ στερεόν τε καὶ ὑγρὸν τῆς τροφῆς μετ' ἀλλήλων μιγνύμενα συντηρητικὰ τῆς φύσεως 8,1.191 γίνεται, διὰ τῆς καταλλήλου πέψεως ἑκάστῳ τῶν ἐν ἡμῖν στοιχειωδῶς συγκεκραμένων καταμιγνύμενα, κατὰ τὸν αὐτὸν τρόπον ἀναλογικῶς ὁ Παῦλος καὶ τὴν νοητὴν κατα μερίζει τροφήν, βρῶσιν ὀνομάζων καὶ πόσιν τὸ αὐτὸ πρᾶγμα, πρὸς τὴν χρείαν τῶν προσφερομένων οἰκείως μεθαρμοζόμενον. τοῖς μὲν γὰρ ἀτονοῦσι καὶ ἐκλελυμένοις α ρτος γίνεται, στηρίζων καρδίαν ἀνθρώπου· τοῖς δὲ κεκμηκόσι διὰ τὴν πρὸς τὸν βίον τοῦτον ταλαιπωρίαν καὶ διὰ τοῦτο γενομένοις διψώδεσιν οι νος γίνεται, τὴν καρδίαν εἰς εὐφροσύνην α γων. Νοεῖν δὲ χρὴ διὰ τῶν εἰρημένων τοῦ λόγου τὴν δύναμιν, δι' ου τρέφεται ἡ ψυχὴ καταλλήλως τῇ χρείᾳ τὴν ἀπ' αὐτοῦ χάριν προσδεχομένη κατὰ τὸ αι νιγμα τοῦ προφήτου, ο ς τόπῳ χλόης καὶ υ δατι ἀναπαύσεως τὴν ἐκ τοῦ λόγου γινομένην τοῖς κεκμηκόσι παραμυθίαν διασημαίνει. εἰ δὲ καὶ πρὸς τὸ μυστήριόν τις βλέπων βρῶμα καὶ πόμα πνευ ματικὸν κυρίως ὀνομάζεσθαι λέγοι τὸν κύριον, οὐδὲ τοῦτο τῆς κυρίας ἐμφάσεως ἀπεξένωται· ἀληθῶς γὰρ ἡ σὰρξ αὐτοῦ βρῶσίς ἐστι καὶ τὸ αι μα αὐτοῦ ἀληθῶς ἐστι πόσις. ἀλλ' ἐπὶ μὲν τῆς προρρηθείσης διανοίας πᾶσι κατ' ἐξουσίαν ἐστὶν ἡ μετουσία τοῦ λόγου, ο ς γίνεται βρῶμα καὶ πόμα προσφερόμενον ἀδιακρίτως ὑπὸ τῶν ἐπιζητούντων αὐτὸν λαμβανόμενος· ἐπὶ δὲ τῆς ἑτέρας ἐννοίας οὐκέτι ἀνεξέ 8,1.192 ταστός ἐστι καὶ ἀδιάκριτος ἡ τῆς τοιαύτης τροφῆς τε καὶ πόσεως μετουσία, ου τω τοῦ ἀποστόλου προσδιορίσαντος ο τι ∆οκιμαζέτω δὲ ε καστος ἑαυτὸν καὶ ου τως ἐκ τοῦ α ρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω. ὁ δὲ ἀναξίως ἐσθίων καὶ πίνων κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει. πρὸς ο μοι δοκεῖ καὶ ὁ εὐαγγελιστὴς βλέπων ἠσφαλισμένως τὸ τοιοῦτον παρασημήνασθαι, ο τε ἐν τῷ καιρῷ τοῦ μυστικοῦ πάθους ὁ εὐσχήμων ἐκεῖνος βουλευτὴς ἀσπίλῳ τε καὶ καθαρᾷ τῇ σινδόνι τὸ σῶμα τοῦ κυρίου διαλαβὼν καινῷ τε καὶ καθαρῷ τῷ μνήματι ἐναπέθετο· ω στε νόμον πᾶσιν ἡμῖν τό τε τοῦ ἀποστόλου παράγγελμα γενέσθαι καὶ τὸ τοῦ εὐαγγελιστοῦ παρατήρημα τοῦ καθαρᾷ τῇ συνειδήσει τὸ α γιον ὑποδέχεσθαι σῶμα· ει πού τις ἐξ ἁμαρτίας ει η κηλίς, τῷ υ δατι τῶν δακρύων αὐτὴν ἀπορρύ ψαντας. ἀλλὰ καὶ πέτρα λεγόμενος ὁ Χριστὸς ὠφελήσει διὰ τοῦ ὀνόματος τούτου ἡμᾶς, ἐν τῷ παγίῳ τε καὶ ἀμεταθέτῳ τῆς κατ' ἀρετὴν ζωῆς καὶ ἐν τῷ στερρῶς ε χειν πρὸς τὴν τῶν παθημάτων ὑπομονὴν καὶ διὰ τοῦ πρὸς πᾶσαν προσ βολὴν ἁμαρτίας ἀντίτυπον καὶ ἀνένδοτον τὴν ψυχὴν ἐπι δείκνυσθαι· διὰ τούτων γὰρ καὶ τῶν τοιούτων πέτρα καὶ ἡμεῖς ἐσόμεθα, μιμούμενοι, καθώς ἐστι δυνατόν, ἐν τῇ τρεπτῇ φύσει τὸ α τρεπτον τοῦ δεσπότου καὶ ἀμετάθετον. εἰ δὲ ὁ αὐτὸς παρὰ τοῦ σοφοῦ ἀρχιτέκτονος καὶ θεμέλιος πίστεως καὶ γωνίας κεφαλὴ ὀνομάζεται, οὐδὲ τοῦτο πρὸς τὴν τοῦ κατ' ἀρετὴν βίου συνεισφορὰν ἀσυντελὲς ἡμῖν ἐπιδει χθήσεται. διδασκόμεθα γὰρ διὰ τούτων, ο τι πάσης ἀγαθῆς πολιτείας καὶ παντὸς ἀγαθοῦ μαθήματός τε καὶ ἐπιτηδεύ 8,1.193 ματος καὶ ἀρχὴ καὶ τέλος ἐστὶν ὁ κύριος. η τε γὰρ ἐλπίς, η ν ἀντὶ τῆς κεφαλῆς νοοῦμεν, πρὸς η ν πάντα βλέπει τὰ κατ' ἀρετὴν σπουδαζόμενα, ἐκεῖνός ἐστιν, ου τως ὠνομα σμένος παρὰ τοῦ Παύλου, καὶ ἡ ἀρχὴ τῆς ὑψηλῆς ταύτης τοῦ βίου πυργοποιΐας ἡ εἰς αὐτὸν γίνεται πίστις, ἐφ' η ς οι όν τινα θεμέλιον τὰς ἀρχὰς τοῦ βίου καταβαλλομένων ἡμῶν καὶ διὰ τῶν καθημερινῶν κατορθωμάτων τὰς κα θαρὰς ἐννοίας τε καὶ ἐνεργείας νομοθετούντων, ου τως ἡ τοῦ παντὸς κεφαλὴ καὶ ἡμετέρα γίνεται κεφαλή, τοῖς δυσὶ τῆς ζωῆς ἡμῶν τοίχοις, τοῖς τε κατὰ σῶμα καὶ ψυχήν, δι' εὐσχημοσύνης καὶ καθαρότητος ἐποικοδομου μένοις διὰ τῆς διαγωνίου συμφυΐας ἑαυτὴν ἐφαρμόζουσα. ὡς ἐὰν ἐλλείπῃ τὸ ε τερον τῶν οἰκοδομημάτων, η τοι τῆς κατὰ τὸ φαινόμενον εὐσχημοσύνης τῇ τῆς ψυχῆς καθαρό τητι μὴ συνοικοδομουμένης η τῆς ψυχικῆς ἀρετῆς τῷ φαινομένῳ μὴ συμβαινούσης, οὐκ α ν γένοιτο τοῦ ἡμιτελοῦς τούτου βίου κεφαλὴ ὁ Χριστὸς ὁ μόνῃ τῇ διπλῇ τε καὶ δια γωνίᾳ οἰκοδομίᾳ ἑαυτὸν ἐφαρμόζων· οὐδὲ γάρ ἐστι δυνατὸν χωρὶς τῆς τῶν δύο τοίχων συμβολῆς γωνίαν γενέσθαι. τότε ου ν ἐπιτεθήσεται τῷ οἰκοδομήματι ἡμῶν τοῦ ἀκρο γωνιαίου τὸ κάλλος, ο ταν ἀμφοτέρωθεν κατὰ τὸν ὀρθὸν 8,1.194 τοῦ βίου κανόνα τῇ τῶν ἀρετῶν σπάρτῳ ἀποταθῇ ἐναρ μονίως ὁ διπλοῦς βίος ὀρθός τε καὶ ἀδιάστροφος καὶ οὐδὲν ε χων ἐν ἑαυτῷ σκολιὸν η κατηγκυλωμένον.

Εἰκόνα δὲ τοῦ θεοῦ τοῦ ἀοράτου τὸν Χριστὸν ὀνομάζων ὁ Παῦλος τὸν ἐπὶ πάντων θεὸν καὶ μέγαν θεόν (καὶ ταύταις γὰρ ταῖς φωναῖς ἀνακηρύσσει τοῦ ἀληθινοῦ δεσπότου τὸ μεγαλεῖον λέγων· Τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν ̓Ιησοῦ Χριστοῦ· καὶ ̓Εξ ω ν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ω ν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας)· ταῦτα ου ν λέγων τοῦτο παιδεύει διὰ τῶν λεγομέ νων ἡμᾶς, ο τι ὁ ἀεὶ ω ν ο περ ἐστίν (ε στι δὲ ἐκεῖνο, ο περ ὁ ω ν ἐπίσταται μόνος, τῆς δὲ ἀνθρωπίνης καταλήψεως, κα ν ἀεὶ αὐτῷ διὰ προκοπῆς προσεγγίζῃ ὁ τὰ α νω φρονῶν, πάντοτε τῷ ι σῳ μέτρῳ ὑπερανέστηκεν)· ου τος τοίνυν ὁ ὑπερέκεινα πάσης γνώσεώς τε καὶ καταλήψεως, ὁ α φραστος καὶ ἀνεκλάλητος καὶ ἀνεκδιήγητος, ι να σε ποιήσῃ πάλιν 8,1.195 εἰκόνα θεοῦ, καὶ αὐτὸς ὑπὸ φιλανθρωπίας ἐγένετο εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, ω στε τῇ ἰδίᾳ μορφῇ, η ν ἀνέλαβεν, ἐν σοὶ μορφωθῆναι καὶ σὲ πάλιν δι' ἑαυτοῦ πρὸς τὸν χαρακτῆρα τοῦ ἀρχετύπου συσχηματισθῆναι κάλλους, εἰς τὸ γενέσθαι ο περ η ς ἐξ ἀρχῆς. οὐκοῦν εἰ μέλλοιμεν γίνεσθαι καὶ ἡμεῖς εἰκὼν θεοῦ τοῦ ἀοράτου, πρὸς τὸ ἐκκείμενον ἡμῖν τοῦ βίου ὑπόδειγμα τυποῦσθαι προσήκει τῆς ζωῆς ἡμῶν τὸ ει δος· τοῦτο δέ ἐστι τί; τὸ ἐν σαρκὶ ζῶντας μὴ κατὰ σάρκα ζῆν. καὶ γὰρ ἡ πρωτότυπος ἐκείνη τοῦ ἀοράτου θεοῦ εἰκὼν ἡ διὰ τῆς παρθένου ἐπιδημήσασα ἐπειράθη μὲν κατὰ πάντα καθ' ὁμοιότητα τῆς ἀνθρωπίνης φύσεως, μόνης δὲ οὐ συμπαρεδέξατο τῆς ἁμαρτίας τὴν πεῖραν. Ος ἁμαρτίαν οὐκ ἐποίησε, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. ω σπερ τοίνυν, εἰ τὴν ζωγραφικὴν ἐπαιδευόμεθα τέχνην, προθέντος ἡμῖν τοῦ διδασκάλου κεκαλλωπισμένην τινὰ μορφὴν ἐπὶ πίνακος, ε δει πάντως τὸ ἐκείνης κάλλος ἐπὶ τῆς ἰδίας ε καστον ζωγραφίας μιμήσασθαι, ω στε τοὺς 8,1.196 πάντων πίνακας κατὰ τὸ ἐκκείμενον τοῦ κάλλους ὑπό δειγμα καλλωπισθῆναι, κατὰ τὸν αὐτὸν τρόπον, ἐπειδὴ τῆς ἰδίας ε καστος ζωῆς ἐστι ζωγράφος, τεχνίτης δὲ τῆς δημιουργίας ταύτης ἐστὶν ἡ προαίρεσις, χρώματα δὲ πρὸς τὴν ἀπεργασίαν τῆς εἰκόνος αἱ ἀρεταί, κίνδυνος οὐ μικρὸς μεταχαράξαι τοῦ πρωτοτύπου κάλλους τὴν μίμησιν εἰς εἰδεχθές τι καὶ α μορφον πρόσωπον, διὰ τῶν ῥυπαρῶν χρω μάτων ἀντὶ τοῦ δεσποτικοῦ ει δους τὸν τῆς κακίας χαρα κτῆρα σκιαγραφήσαντας. ἀλλ' ω ς ἐστι δυνατόν, καθαρὰ <δεῖ> τῶν ἀρετῶν τὰ χρώματα κατά τινα τεχνικὴν μίξιν πρὸς α λληλα συγκεκραμένα πρὸς τὴν τοῦ κάλλους μίμησιν παραλαμβάνειν, ω στε γενέσθαι ἡμᾶς τῆς εἰκόνος εἰκόνα, δι' ἐνεργοῦς ὡς οι όν τε μιμήσεως ἐκμαξαμένους τὸ πρω τότυπον κάλλος, ὡς ἐποίει ὁ Παῦλος μιμητὴς τοῦ Χριστοῦ διὰ τοῦ κατ' ἀρετὴν βίου γινόμενος. εἰ δὲ χρὴ καὶ τὰ καθ' ε καστον διευκρινῆσαι τῷ λόγῳ, δι' ω ν ἡ τῆς εἰκόνος μί μησις γίνεται, ε ν χρῶμα ἡ ταπεινοφροσύνη. Μάθετε γάρ, φησίν, ἀπ' ἐμοῦ, ο τι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. ε τερον χρῶμα ἡ μακροθυμία ἡ ποσῶς τῇ εἰκόνι τοῦ θεοῦ τοῦ ἀοράτου ἐπιφανεῖσα. μάχαιρά τε καὶ ξύλα καὶ δεσμὰ καὶ μάστιγες, σιαγόνες ῥαπιζόμεναι, πρόσωπον ἐμπτυό μενον, νῶτον πληγαῖς ἐκδιδόμενον, κριτήριον ἀσεβές, 8,1.197 ἀπόφασις ἀπηνής, στρατιῶται τῆς σκυθρωπῆς ἀποφάσεως κατατρυφῶντες, ἐν χλευασμοῖς καὶ εἰρωνείαις καὶ υ βρεσι καὶ ταῖς ἐκ καλάμου πληγαῖς, η λοι καὶ χολὴ καὶ ο ξος καὶ πάντα τὰ δεινότατα α νευ αἰτίας αὐτῷ προσαγόμενα, μᾶλλον δὲ ὑπὲρ τῆς πολυτρόπου εὐεργεσίας ἀντιδιδόμενα. τίς ου ν κατὰ τῶν ταῦτα ποιούντων ἡ α μυνα; Πάτερ, συγχώρησον αὐτοῖς· οὐ γὰρ οι δασι τί ποιοῦσι. μὴ οὐκ η ν δυνατὸν α νωθεν αὐτοῖς αὐτὸν ἐπιρρῆξαι τὸν οὐρανὸν η χάσματι γῆς ἐξαφα νίσαι τοὺς ὑβριστὰς η ἐπεκβαλεῖν ε ξω τῶν ἰδίων ο ρων τὴν θάλασσαν καὶ τοῖς βυθοῖς ποιῆσαι τὴν γῆν ὑποβρύχιον η τὴν Σοδομιτικὴν αὐτοῖς ἐπιβαλεῖν τοῦ πυρὸς ἐπομβρίαν η α λλο τι τῶν σκυθρωπῶν ποιῆσαι διὰ προστάγματος; ἀλλὰ ταῦτα πάντα η νεγκεν ἐν πρᾳότητι καὶ μακροθυμίᾳ ὁ τῷ σῷ βίῳ δι' ἑαυτοῦ νομοθετῶν τὸ μακρόθυμον. ου τω καὶ τὰ α λλα πάντα περὶ τὴν πρωτότυπον τοῦ θεοῦ εἰκόνα ε στιν ἰδεῖν, πρὸς η ν ὁ βλέπων καὶ κατ' ἐκείνην ἐναργῶς τὴν ἑαυτοῦ καλλωπίζων μορφὴν εἰκὼν καὶ αὐτὸς γίνεται τοῦ θεοῦ τοῦ ἀοράτου διὰ τῆς ὑπομονῆς ζωγραφούμενος.

̔Ο δὲ κεφαλὴν τῆς ἐκκλησίας τὸν Χριστὸν ει ναι μαθὼν τοῦτο πρὸ πάντων διανοείσθω, ο τι πᾶσα κεφαλὴ τῷ ὑποκειμένῳ σώματι ὁμοφυής ἐστι καὶ ὁμοούσιος καὶ μία τίς ἐστι τῶν καθ' ε καστον μελῶν πρὸς τὸ ο λον ἡ συμφυΐα, διὰ μιᾶς συμπνοίας κατεργαζομένη πρὸς τὰ μέρη τῷ παντὶ τὴν συμπάθειαν. οὐκοῦν ει τι τοῦ σώματός ἐστιν ἐκτός, τοῦτο πάντως καὶ πρὸς τὴν κεφαλὴν ἀλλοτρίως ε χει. 8,1.198 παιδεύει τοίνυν διὰ τούτων ὁ λόγος ἡμᾶς, ο περ ἐστὶν ἡ κεφαλὴ κατὰ τὴν φύσιν, τοῦτο καὶ τὰ καθ' ε καστον γίνεσθαι μέλη, ι να πρὸς τὴν κεφαλὴν οἰκείως ε χῃ. ἡμεῖς δέ ἐσμεν τὰ μέλη, οἱ εἰς τὸ σῶμα τοῦ Χριστοῦ συντελοῦντες. εἰ τοίνυν τις α ρας τὸ μέλος τοῦ Χριστοῦ ποιήσει μέλος πόρνης, οι όν τινα μάχαιραν ἐμβαλὼν τὴν ἀκόλαστον λύσσαν, διὰ τοῦ πονηροῦ τούτου πάθους τὸ μέλος πάντως τῆς κεφαλῆς ἠλλοτρίωσεν. ου τω δὲ καὶ τὰ λοιπὰ τῆς κακίας ο ργανα μάχαιραι γίνονται, δι' ω ν τὰ μέλη τοῦ συμφυοῦς ἀποτέμνε ται σώματος καὶ τῆς κεφαλῆς ἀφορίζεται πάντα, καθ' ω ν α ν τὴν τομὴν ἐνεργήσῃ τὰ πάθη. ι να τοίνυν ο λον ἐν τῷ κατὰ φύσιν διαμένῃ τὸ σῶμα, πρὸς τὴν κεφαλὴν οἰκείως ε χειν προσήκει καὶ τὰ καθ' ε καστον μέλη, οι ον εἰ καθαρότητα τῷ λόγῳ τῆς οὐσίας τὴν κεφαλὴν ει ναι ὑποτιθέμεθα, κα 8,1.199 θαρὰ πάντως ει ναι δεῖ τὰ μέλη τὰ ὑπὸ τὴν τοιαύτην κεφαλὴν συντελοῦντα· εἰ ἀφθαρσίαν νοοῦμεν τὴν κεφαλήν, ἐν ἀφθαρσίᾳ χρὴ πάντως συνεστάναι τὰ μέλη. ου τω καὶ τὰ α λλα νοήματα, ο σα ἡ κεφαλὴ νοεῖται, καὶ ἐπὶ τῶν μελῶν ἀκόλουθόν ἐστι καθορᾶσθαι, τὴν εἰρήνην, τὸν ἁγιασμόν, τὴν ἀλήθειαν καὶ πάντα τὰ τοιαῦτα. διὰ γὰρ τοῦ ταῦτα καὶ τὰ τοιαῦτα ἐν τοῖς μέλεσι δείκνυσθαι τὸ συμφυῶς ε χειν αὐτὰ πρὸς τὴν κεφαλὴν μαρτυρεῖται, ου τως εἰπόντος τοῦ ἀποστόλου, ο τι ἐκεῖνος μέν ἐστιν ἡ κεφαλή, ἐξ αὐτοῦ δὲ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας τῆς κατ' ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν αυ ξησιν τοῦ σώματος ποιεῖται. καὶ τοῦτο δὲ προσήκει διὰ τοῦ τῆς κεφαλῆς ὀνόματος παιδευθῆναι, ο τι ω σπερ ἐπὶ τῶν ζῴων ἐκ τῆς κεφαλῆς ἐστι τῷ σώματι τὸ πρὸς τὰς ἐνεργείας ἐνδόσιμον· ὀφθαλμῷ γὰρ καὶ ἀκοῇ τὰ καθ' ε καστον εὐθύνεται η τε διὰ ποδῶν κίνησις καὶ ἡ διὰ χειρῶν ἐνέργεια· οὐ γὰρ ε στιν η ὀφθαλμοῦ μὴ ἐπιστατοῦντος τῶν σπουδαζομένων η μὴ δεχομένης τῆς ἀκοῆς τὴν ὑφήγησιν δεόντως τι τῶν προκειμένων γε νέσθαι· ου τω χρὴ κατὰ τὴν ἀληθινὴν κεφαλὴν καὶ ἡμᾶς τὸ σῶμα καταλλήλως κινεῖσθαι πρὸς πᾶσαν ὁρμὴν καὶ ἐνέργειαν, ο πουπερ ὁ πλάσας τὸν ὀφθαλμὸν η ὁ φυτεύσας τὸ ου ς καθηγήσεται. ἐπεὶ ου ν ἡ κεφαλὴ τὰ α νω βλέπει, 8,1.200 καὶ τὰ μέλη δεῖ πάντως τὰ ὑφηρμοσμένα τῇ κεφαλῇ ε πεσθαι τῇ τῆς κεφαλῆς ὁδηγίᾳ καὶ πρὸς τὰ α νω τὴν ῥοπὴν ε χειν. Οταν δὲ πρωτότοκον τῆς κτίσεως αὐτὸν ει ναι ἀκού σωμεν καὶ πρωτότοκον ἐκ τῶν νεκρῶν καὶ πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς, πρῶτον μὲν τὰς αἱρετικὰς ὑπολή ψεις ἀποπεμπώμεθα, ὡς οὐδεμίαν συνηγορίαν τῆς πονηρᾶς αὐτῶν δογματοποιΐας ἐκ τῶν προκειμένων ῥημάτων ἐχού σης· μετὰ ταῦτα δὲ καὶ τὰ πρὸς τὸν ἠθικὸν βίον διὰ τούτων ἡμῖν συντελοῦντα κατανοήσωμεν. ἐπειδὴ γὰρ τὸν μονογενῆ θεὸν τὸν τοῦ παντὸς δημιουργόν, τὸν ἐξ ου καὶ δι' ου καὶ ἐν ῳ τὰ πάντα, ε ργον ει ναι τοῦ θεοῦ καὶ κτίσμα καὶ ποίημα λέγουσιν οἱ θεομάχοι καὶ διὰ τοῦτο πάσης κτίσεως πρω τότοκον αὐτὸν λέγεσθαι διορίζονται, ὡς ἀδελφὸν ο ντα τῆς κτίσεως, μόνοις τοῖς τοῦ χρόνου πρεσβείοις αὐτὸν προτε ρεύοντα, ὡς τὸν ̔Ρουβὶμ τῶν ἰδίων ἀδελφῶν, οὐ φύσει προτεταγμένον, ἀλλὰ τοῖς ἐκ χρόνου πρεσβείοις· πρῶτον μὲν τοῦτο πρὸς ἐκείνους ῥητέον, ο τι οὐκ ε στι τὸν αὐτὸν καὶ μονογενῆ καὶ πρωτότοκον ει ναι πιστεύεσθαι. ου τε γὰρ ὁ μονογενὴς μετὰ ἀδελφῶν νοεῖται ου τε χωρὶς ἀδελφῶν 8,1.201 ὁ πρωτότοκος, ἀλλ' εἰ μονογενής ἐστιν, ἀδελφοὺς οὐκ ε χει, εἰ δὲ ἀδελφῶν πρωτότοκος, μονογενὴς πάντως ου τε ε στιν ου τε λέγεται. οὐκοῦν ἀσύμβατά ἐστι καὶ ἀκοινώνητα ταῦτα πρὸς α λληλα ἐπὶ τοῦ αὐτοῦ τὰ ὀνόματα, ὡς ἀδύνατον ει ναι τὰ δύο τὸν αὐτὸν ὀνομάζεσθαι, καὶ μονογενῆ καὶ πρωτότοκον. ἀλλὰ μὴν ει ρηται παρὰ τῆς γραφῆς περὶ τοῦ ἐν ἀρχῇ ο ντος λόγου, ο τι μονογενὴς θεός, καὶ πάλιν παρὰ τοῦ Παύλου ο τι πρωτότοκος πάσης κτίσεως. οὐκοῦν ἐπιμερίσαι προσήκει τῷ κριτηρίῳ τῆς ἀληθείας, ἑκάτερον τούτων τῶν ὀνομάτων ἀκριβῶς διαστείλαντα· ω στε μο νογενῆ μὲν ει ναι τὸν προαιώνιον λόγον, τῆς δὲ μετὰ ταῦτα ἐν τῷ Χριστῷ γενομένης κτίσεως πάσης πρωτότοκον γενέσθαι τὸν λόγον σάρκα γενόμενον. καὶ ο περ α ν ἡμῖν ἐγγένηται νόημα, πρωτότοκον αὐτὸν ἐκ νεκρῶν ει ναι μαθοῦσι καὶ πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς, ἐκεῖνο καὶ ἐπὶ τοῦ πρωτοτόκου τῆς κτίσεως ἀκολούθως νοήσωμεν. 8,1.202 οὐκοῦν ἐκ νεκρῶν μὲν πρωτότοκος γίνεται ὁ ἀπαρχὴ τῶν κεκοιμημένων γενόμενος, ι να ὁδοποιήσῃ πάσῃ σαρκὶ τὴν ἀνάστασιν, καὶ μέλλων ἡμᾶς διὰ τῆς α νωθεν γεννήσεως τῆς δι' υ δατος καὶ πνεύματος υἱοὺς ἡμέρας καὶ υἱοὺς φωτὸς ἀπεργάζεσθαι, τοὺς πρότερον ο ντας φύσει τέκνα ὀργῆς, αὐτὸς καθηγεῖται τῆς τοιαύτης γεννήσεως ἐν τῷ ῥείθρῳ τοῦ ̓Ιορδάνου, ἐπὶ τὴν ἀπαρχὴν τῆς φύσεως ἡμῶν τὴν τοῦ πνεύματος χάριν ἐπισπασάμενος, ω στε πάντας τοὺς ἐκ τῆς πνευματικῆς ἀναγεννήσεως εἰς ζωὴν γεννωμένους ἀδελφοὺς χρηματίσαι τοῦ προγεννηθέντος διὰ τοῦ υ δατος καὶ τοῦ πνεύματος. κατὰ τὸν αὐτὸν τρόπον καὶ τῆς ἐν Χριστῷ γενομένης κτίσεως πρωτότοκον αὐτὸν νοοῦντες οὐκ ε ξω γινόμεθα τῆς εὐσεβοῦς ὑπολήψεως. ἐπειδὴ γὰρ ἡ ἀρχαία κτίσις παρῆλθε διὰ τῆς ἁμαρτίας ἀχρειωθεῖσα, ἀναγκαίως τὴν τῶν ἀφανισθέντων πάροδον διεδέξατο ἡ καινὴ τῆς ζωῆς κτίσις ἡ διὰ τῆς ἀναγεννήσεως καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως συνισταμένη, η ς ὁ ἀρχηγὸς τῆς ζωῆς ἡγησάμενος πρωτότοκος τῆς κτίσεως γίνεται καὶ ὀνο μάζεται. ἀλλ' ο πως μὲν χρὴ πρὸς τοὺς ἀντιτεταγμένους ε χειν, δι' ὀλίγων τῶν εἰρημένων ῥᾴδιον α ν γένοιτο τοῖς φιλο πονωτέροις† αὐτάρκη συμμαχίαν πρὸς τὴν ἀλήθειαν ε χειν. 8,1.203 ο πως δ' α ν φανείη συντελοῦντα πρὸς τὸν κατ' ἀρετὴν βίον τὰ ῥήματα ταῦτα, διὰ βραχέων ἐπελευσόμεθα. πρωτό τοκος η ν τῶν μετ' αὐτὸν διὰ γεννήσεως παραχθέντων ὁ ̔Ρουβίμ, ἀλλ' ἐμαρτύρει τοῖς μετ' αὐτὸν γεννηθεῖσι τὴν πρὸς αὐτὸν συγγένειαν καὶ ὁ ἐπιφαινόμενος αὐτοῖς χαρα κτὴρ οἰκείως πρὸς τὸν πρωτότοκον ε χων, ω στε μὴ ἀγνοεῖ σθαι τὴν ἀδελφότητα διὰ τῆς κατὰ τὴν μορφὴν ὁμοιότητος μαρτυρουμένην. οὐκοῦν εἰ διὰ τῆς ὁμοτρόπου ἀναγεννή σεως τῆς δι' υ δατος καὶ πνεύματος καὶ ἡμεῖς ἀδελφοὶ τοῦ κυρίου γεγόναμεν τοῦ δι' ἡμᾶς γενομένου πρωτοτόκου ἐν πολλοῖς ἀδελφοῖς, ἀκόλουθον α ν ει η διὰ τῶν τοῦ βίου χαρα κτήρων ἐπιδεικνύειν τὴν πρὸς αὐτὸν ἀγχιστείαν, ἐμμορφου μένου τῇ ζωῇ ἡμῶν τοῦ πρωτοτόκου τῆς κτίσεως. τίνα δὲ χαρακτῆρα τῆς ἐκείνου μορφῆς παρὰ τῆς γραφῆς μεμαθήκαμεν; ο ν πολλάκις εἰρήκαμεν ο τι ̔Αμαρτίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. οὐκοῦν εἰ μέλλοιμεν ἀδελφοὶ χρηματίζειν τοῦ καθηγησαμένου ἡμῶν τῆς γεννήσεως, τὸ ἀναμάρτητον τῆς ζωῆς ἡμῶν πι στώσεται τὴν πρὸς ἐκεῖνον συγγένειαν, μηδενὸς ῥύπου τῆς πρὸς τὴν καθαρότητα συναφείας ἡμᾶς ἀφορίζοντος. ἀλλὰ καὶ δικαιοσύνη καὶ ἁγιασμὸς ὁ πρωτότοκός ἐστι καὶ ἀγάπη καὶ ἀπολύτρωσις καὶ τὰ τοιαῦτα. οὐκοῦν εἰ διὰ τῶν τοιούτων καὶ ὁ ἡμέτερος χαρακτηρίζεται βίος, 8,1.204 ἐναργῆ παρεξόμεθα τῆς εὐγενείας ἡμῶν τὰ γνωρίσματα, ω στε τὸν ταῦτα καθορῶντα ἐν τῇ ζωῇ τῇ ἡμετέρᾳ προσ μαρτυρεῖν ἡμῖν τὴν πρὸς τὸν Χριστὸν ἀδελφότητα. αὐτὸς γάρ ἐστιν ὁ ἀνοίξας ἡμῖν τὴν θύραν τῆς ἀναστάσεως καὶ διὰ τοῦτο ἀπαρχὴ τῶν κεκοιμημένων γενόμενος. ο τι μὲν ου ν ἀναστησόμεθα πάντες ἐν ῥιπῇ ὀφθαλμοῦ ἐν τῇ ἐσχάτῃ σάλπιγγι, τοῦτο ε δειξεν οι ς τε ἐφ' ἑαυτοῦ καὶ οι ς ἐπὶ τῶν λοιπῶν τῶν ὑπὸ τοῦ θανάτου κρατηθέντων ἐποίησεν.

Οὐ μὴν ι ση κατάστασις ἐν τῷ μετὰ ταῦτα βίῳ πάντας τοὺς ἐκ τοῦ τῆς γῆς χώματος ἀναστάντας ἐκδέχεται, ἀλλὰ Πορεύσονται, φησίν, οἱ μὲν τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. ω στε ει τινος πρὸς τὴν φοβερὰν ἐκείνην κατά κρισιν ὁ βίος βλέπει, ου τος, κα ν διὰ τῆς α νωθεν γεννήσεως τοῖς ἀδελφοῖς τοῦ κυρίου συναριθμούμενος τύχῃ, κατα ψεύδεται τοῦ ὀνόματος, ἐν τῇ μορφῇ τῆς κακίας τὴν πρὸς τὸν πρωτότοκον ἀγχιστείαν ἀρνούμενος. ὁ δὲ μεσίτης θεοῦ καὶ ἀνθρώπων ὁ δι' ἑαυτοῦ συνάπτων τῷ θεῷ τὸ ἀνθρώπινον ἐκεῖνο συνάπτει μόνον, ο περ α ν τῆς πρὸς τὸν θεὸν συμφυΐας α ξιον ῃ . ω σπερ γὰρ τὸν ἑαυτοῦ α νθρωπον τῇ δυνάμει τῆς θεότητος <ἐν> ἑαυτῷ προσῳκείωσε, μέρος 8,1.205 μὲν τῆς κοινῆς φύσεως ο ντα, οὐ μὴν τοῖς πάθεσιν ὑποπεπτω κότα τῆς φύσεως τοῖς εἰς ἁμαρτίαν ἐκκαλουμένοις ( ̔Αμαρ τίαν γάρ, φησίν, οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ)· ου τω καὶ τοὺς καθ' ε καστον προσάξει τῇ συναφείᾳ τῆς θεότητος, εἰ μηδὲν ἐπάγοιντο τῆς πρὸς τὸ θεῖον συμφυΐας ἀνάξιον. ἀλλ' ει τις ἀληθῶς ει η θεοῦ ναὸς μηδὲν κακίας ει δωλον καὶ ἀφίδρυμα ἐν ἑαυτῷ περιέ χων, ου τος ὑπὸ τοῦ μεσίτου πρὸς μετουσίαν τῆς θεότητος παραληφθήσεται, καθαρὸς γενόμενος πρὸς τὴν ὑποδοχὴν τῆς αὐτοῦ καθαρότητος. ου τε γὰρ εἰς κακότεχνον ψυχὴν εἰσελεύσεται σοφία, καθὼς ὁ λόγος φησίν, ου τε ὁ καθαρὸς τῇ καρδίᾳ α λλο τι παρὰ τὸν θεὸν ἐν ἑαυτῷ βλέπει, ῳ διὰ τῆς ἀφθαρσίας προσκολληθεὶς ἐντὸς ἑαυτοῦ πᾶσαν τὴν ἀγαθὴν βασιλείαν ἐδέξατο. μᾶλλον δ' α ν γένοιτο ἡμῖν καταφανὲς τὸ λεγόμενον, εἰ τὴν τοῦ κυρίου φωνήν, η ν διὰ τῆς Μαρίας πρὸς τοὺς ἀποστόλους πεποίηται, πρὸς τὴν σαφήνειαν τῶν εἰρημένων συμπαραλάβοιμεν· Πορεύο μαι, φησί, πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ θεόν μου καὶ θεὸν ὑμῶν. ταῦτα γὰρ ὁ μεσίτης μεταξὺ τοῦ πατρὸς καὶ τῶν ἀποκηρύκτων φησὶν ὁ δι' ἑαυτοῦ τοὺς ἐχθροὺς τοῦ θεοῦ καταλλάξας τῇ ἀληθινῇ καὶ μόνῃ θεότητι. ἐπειδὴ γὰρ κατὰ τὸν προφητικὸν λόγον ἀπηλλοτριώθησαν τῆς ζωοποιοῦ μήτρας διὰ τῆς ἁμαρτίας οἱ α νθρωποι καὶ ἀπὸ τῆς γαστρὸς ἐπλανήθησαν, ἐν ῃ ἐπλάσθησαν, τὸ ψεῦδος 8,1.206 ἀντὶ τῆς ἀληθείας λαλήσαντες, τούτου χάριν τὴν ἀπαρχὴν τῆς κοινῆς φύσεως ἀναλαβὼν διὰ ψυχῆς τε καὶ σώματος ἁγίαν ἐποίησε, πάσης κακίας ἀμιγῆ τε καὶ ἀπαράδεκτον αὐτὴν ἐν ἑαυτῷ διασώσας, ι να ταύτην ἀναθεὶς διὰ τῆς ἀφθαρσίας τῷ πατρὶ τῆς ἀφθαρσίας συνεπισπάσηται δι' αὐτῆς πᾶν τὸ συγγενὲς κατὰ τὴν φύσιν αὐτῇ καὶ ὁμόφυλον καὶ προσδέξηται τοὺς ἀποκηρύκτους εἰς τὴν υἱοθεσίαν καὶ τοὺς ἐχθροὺς τοῦ θεοῦ εἰς τὴν τῆς θεότητος αὐτοῦ μετουσίαν. οὐκοῦν ω σπερ ἡ ἀπαρχὴ τοῦ φυράματος διὰ καθαρότητός τε καὶ ἀπαθείας ᾠκειώθη τῷ ἀληθινῷ πατρὶ καὶ θεῷ, ου τω καὶ ἡμεῖς τὸ φύραμα διὰ τῶν ὁμοίων ὁδῶν τῷ πατρὶ τῆς ἀφθαρσίας κολληθησόμεθα διὰ τοῦ μιμή σασθαι, καθὼς α ν ῃ δυνατόν, τοῦ μεσίτου τὸ ἀπαθές τε καὶ ἀναλλοίωτον. ου τω γὰρ ἐσόμεθα τοῦ μονογενοῦς θεοῦ στέφανος ἐκ λίθων τιμίων, τιμὴ καὶ δόξα διὰ τοῦ βίου γενόμενοι. φησὶ γὰρ ὁ Παῦλος ο τι βραχύ τι ἑαυτὸν ἐλατ τώσας παρὰ τοὺς ἀγγέλους διὰ τὸ πάθημα τοῦ θανάτου τοὺς πρότερον εἰς ἀκάνθης φύσιν μετατεθέντας διὰ τῆς ἁμαρτίας στέφανον ἑαυτῷ διὰ τῆς κατὰ τὸν θάνατον οἰκονομίας ἐποίησεν, εἰς τιμὴν καὶ δόξαν μεταστοιχειώσας διὰ τοῦ πάθους τὴν α κανθαν. κίνδυνος ου ν οὐ μικρὸς α παξ τοῦ αι ροντος τὴν ἁμαρτίαν τοῦ κόσμου τὸν ἐξ ἀκανθῶν στέφανον ἀναλαβόντος τῇ κεφαλῇ, ι να ποιήσῃ τὸν ἐκ τιμῆς τε καὶ δόξης συμπλεκόμενον στέφανον εὑρε θῆναί τινα τρίβολον ο ντα διὰ τοῦ κακοῦ βίου καὶ α κανθαν, 8,1.207 ει τα ἐν μέσῳ τῷ δεσποτικῷ στεφάνῳ διὰ τῆς τοῦ σώματος αὐτοῦ κοινωνίας παρενειρόμενον. πρὸς ο ν ἐρεῖ πάντως ἡ δικαία φωνή· Πῶς εἰσῆλθες ω δε μὴ ε χων ε νδυμα γάμου; πῶς συνεπλάκης τοῖς διὰ τιμῆς καὶ δόξης τῷ ἐμῷ στεφάνῳ ἐνηρμοσμένοις α κανθα ω ν; τίς κοινωνία Χριστῷ πρὸς Βελίαρ; τίς μερὶς πιστῷ μετὰ ἀπίστου; τί κοινὸν τῷ φωτὶ πρὸς τὸ σκότος; ὡς α ν ου ν μὴ ταῦτά ποτε τὰ ῥήματα καθ' ἡμῶν ὁ βίος ἡμῶν ἐγκαλέσαιτο, ἐπιμελητέον α ν ει η τοῦ πᾶν ἀκανθῶδες ε ργον τε καὶ ῥῆμα καὶ νόημα διὰ πάσης τῆς ζωῆς [τοῦ βίου] ἡμῶν ἀποσκευάζεσθαι, ι να τῇ καθαρᾷ τε καὶ ἀπαθεῖ πολιτείᾳ τιμὴ καὶ δόξα γενόμενοι, τὴν τοῦ παντὸς κεφαλὴν δι' ἑαυτῶν στεφανώσωμεν, ω σπερ τι κειμήλιον καὶ κτῆμα τῷ δεσπότῃ γενόμενοι. οὐδενὸς γὰρ ἀτίμου καταδέχεται κύριος ει ναί τε καὶ λέγεσθαι ὁ τῆς δόξης κύριος. οὐκοῦν ὁ πάσης ἀσχημοσύνης τε καὶ βδελυρίας ἀλλότριος, κατά τε τὸν κρυπτὸν καὶ τὸν φαινόμενον α νθρωπον δεσπότην ἑαυτοῦ ποιεῖ τὸν δόξης, οὐκ ἀτιμίας, κύριον ο ντα τε καὶ λεγόμενον.

Εστι δὲ καὶ ἀρχή· ἀρχὴ δὲ παντὸς πράγματος οὐκ ἀλλοτρίως πρὸς τὰ μεθ' ἑαυτὴν ε χει. εἰ γὰρ ζωὴν τὴν ἀρχὴν ει ναί τις ὁρίσαιτο, ζωὴ πάντως καὶ τὸ μετὰ τὴν ἀρχὴν ε σται νοούμενον· καὶ εἰ φῶς ἡ ἀρχή, φῶς καὶ τὸ μετὰ τὴν ἀρχὴν νοηθήσεται. τί ου ν διὰ τοῦ πιστεύειν αὐτὸν 8,1.208 ει ναι ἀρχὴν ὠφελούμεθα; τὸ γενέσθαι τοιούτους ἡμᾶς, οι αν ει ναι τὴν ἀρχὴν ἡμῶν πεπιστεύκαμεν. οὐ γὰρ σκότους ἀρχὴ τὸ φῶς ὀνομάζεται οὐδὲ τῆς ζωῆς εἰς ἀρχὴν τεταγ μένης τὸν θάνατον τὸ συνεχὲς τῆς ἀρχῆς ἐννοήσομεν. ἀλλ' εἰ μή τις ὁμοφυῶς πρὸς τὸ καθηγούμενον ε χοι δι' ἀπαθείας καὶ ἀρετῆς τῇ ἀρχῇ συναπτόμενος, οὐκ α ν γένοιτο τούτου ἀρχὴ ἡ τῶν ο ντων ἀρχή. ἀρχὴ τοῦ σκοτεινοῦ βίου ὁ κοσμοκράτωρ τοῦ σκότους, τῆς θανατηφόρου ἁμαρ τίας ὁ ε χων τοῦ θανάτου τὸ κράτος. οὐκ ε στιν ου ν τὸν διὰ μοχθηρᾶς ζωῆς ὑπὸ τὴν τοῦ σκότους ἀρχὴν τεταγμένον τὴν παντὸς ἀγαθοῦ ἀρχὴν ἑαυτοῦ ει ναι λέγειν ἀρχήν· τῆς δὲ αὐτῆς ε χεται διανοίας τοῖς πρὸς τὸ ι διον ἀγαθὸν τὰς θείας φωνὰς ἐκλαμβάνουσι τὸ καὶ βασιλέα δικαιο σύνης τε καὶ εἰρήνης αὐτὸν ὀνομάζεσθαι. ὁ γὰρ κατὰ τὴν διδασκαλίαν τῆς προσευχῆς ἐλθεῖν ἐπ' αὐτὸν τὴν τοῦ θεοῦ βασιλείαν εὐχόμενος, μαθὼν ο τι δικαιοσύνης τε καὶ εἰρήνης ἐστὶ βασιλεὺς ὁ ἀληθινὸς βασιλεύς, κατορθώσει πάντως τῷ ἰδίῳ βίῳ τὴν δικαιοσύνην τε καὶ εἰρήνην, ι να βασιλεύσῃ αὐτοῦ ὁ τῆς δικαιοσύνης τε καὶ τῆς εἰρήνης βασιλεύς. οὐκοῦν στρατὸς ἐννοεῖται τοῦ βασιλέως πᾶσα ἀρετή· διὰ γὰρ τῆς δικαιοσύνης τε καὶ εἰρήνης πάσας οι μαι δεῖν τὰς ἀρετὰς ἐννοεῖν. ει τις ου ν λειποτακτήσας ἀπὸ τῆς 8,1.209 τοῦ θεοῦ στρατιᾶς τῇ παρατάξει τῶν ἀλλοφύλων ἑαυτὸν καταλέξειε, τοῦ εὑρετοῦ τῆς κακίας ὁπλίτης γενόμενος καὶ ἀποδυσάμενος τὸν θώρακα τῆς δικαιοσύνης καὶ πᾶσαν τὴν εἰρηνικὴν παντευχίαν, πῶς ου τος ὑπὸ τὸν βασιλέα τῆς εἰρήνης ταχθήσεται, ῥίψασπις τῆς ἀληθείας γενόμενος; δῆλον γὰρ ο τι τὸ ἐπίσημον αὐτοῦ τῆς ὁπλίσεως δείξει τὸν βασιλεύοντα, ἀντὶ τῆς ἐνσκιαγραφουμένης τοῖς ο πλοις εἰκόνος ἐν τῷ χαρακτῆρι τοῦ βίου δεικνύον τὸν καθηγού μενον. ὡς μακάριος ἐκεῖνος ὁ ὑπὸ τὴν θείαν στρατηγίαν τεταγμένος καὶ τοῖς τάγμασι τῶν ἐν μυρίαις μυριάσιν ἀριθμουμένων κατειλεγμένος καὶ κατὰ τῆς κακίας διὰ τῶν ἀρετῶν ὁπλιζόμενος, αι τὴν εἰκόνα τοῦ βασιλέως τῷ ἐνδυσαμένῳ αὐτὰς ἐνσημαίνονται! Καὶ τί χρὴ περαιτέρω προάγειν τὸν λόγον πάσας τὰς φωνάς, αι ς τὸ τοῦ Χριστοῦ διερμηνεύεται ο νομα, προτι θέντα τῇ ἀκολουθίᾳ τῆς ἐξετάσεως, δι' ω ν ε στι πρὸς τὸν κατ' ἀρετὴν βίον ὁδηγηθῆναι, ἑκάστου ὀνόματος διὰ τῆς οἰκείας ἐμφάσεως συνεργοῦντός τι πάντως ἡμῖν πρὸς τὴν τοῦ βίου τελείωσιν; ἀλλὰ καλῶς ε χειν φημὶ τὴν τῶν μνημονευθέντων ἀνακεφαλαιώσασθαι μνήμην, ω στε τινὰ γενέσθαι χειραγωγίαν ἡμῖν πρὸς τὸν τοῦ λόγου σκοπόν, ο ν ἐξ ἀρχῆς ὑπεθέμεθα ζητοῦντες, πῶς α ν τις τὸ τέλειον ἐν ἑαυτῷ κατορθώσειεν. οι μαι γάρ, ει τις ἀεὶ τοῦτο λογίζοιτο, ο τι κοινωνός ἐστι τοῦ προσκυνουμένου ὀνόματος κατὰ 8,1.210 τὸ δόγμα τῶν ἀποστόλων Χριστιανὸς χρηματίζων, ἀναγκαί ως καὶ τῶν α λλων ὀνομάτων, οι ς ὁ Χριστὸς νοεῖται, καὶ ἐφ' ἑαυτοῦ δείξει τὴν δύναμιν, κοινωνὸς ἑκάστης κλήσεως διὰ τοῦ βίου γινόμενος. οι όν τι λέγω· τρία τὰ χαρακτηρί ζοντα τοῦ Χριστιανοῦ τὸν βίον ἐστί· πρᾶξις, λόγος, ἐνθύμιον. ἐκ τούτων ἀρχικώτερον τῶν α λλων ἐστὶ τὸ ἐνθύμιον. ἀρχὴ γὰρ γίνεται λόγου παντὸς ἡ διάνοια, δεύτερον δὲ μετὰ τὴν ἐνθύμησιν ὁ λόγος ἐστί, τὴν ἐντυπω θεῖσαν τῇ ψυχῇ διάνοιαν διὰ τῆς φωνῆς ἐκκαλύπτων, τρίτην δὲ τάξιν ἐπέχει μετὰ τὸν νοῦν καὶ τὸν λόγον ἡ πρᾶξις, τὸ νοηθὲν εἰς ἐνέργειαν α γουσα. οὐκοῦν ο ταν ει ς τι τούτων ἡμᾶς ἡ ἀκολουθία τοῦ βίου προαγάγη ται, καλῶς ε χει παντὸς καὶ λόγου καὶ ε ργου καὶ ἐν θυμήματος τὰ θεῖα ταῦτα νοήματα, δι' ω ν ὁ Χριστὸς νοεῖται καὶ ὀνομάζεται, δι' ἀκριβείας ἐπισκοπεῖσθαι, μὴ ε ξω τῆς δυνάμεως τῶν ὑψηλῶν ἐκείνων ὀνομάτων φέρηται ἡμῶν η τὸ ε ργον η ὁ λόγος η τὸ ἐνθύμιον. ὡς γὰρ ὁ Παῦλός φησιν, ο τι πᾶν ο μὴ ἐκ πίστεως ἁμαρτία ἐστίν, ου τως ε στιν ἐκ τοῦ ἀκολούθου νοήσαντα σαφῶς ἀποφήνασθαι, ο τι πᾶν 8,1.211 ο μὴ εἰς Χριστὸν βλέπει η ῥῆμα η ε ργον η νόημα εἰς τὸ ἀντικείμενον τῷ Χριστῷ πάντως ὁρᾷ. οὐ γὰρ ε στι τὸν ε ξω φωτὸς η ζωῆς γενόμενον μὴ ἐν σκότει πάντως η ἐν θανάτῳ ει ναι. εἰ τοίνυν τὸ μὴ κατὰ Χριστὸν ἐνεργούμενόν τε καὶ λαλούμενον καὶ νοούμενον πρὸς τὸ τῷ ἀγαθῷ ἀντι-κείμενον οἰκείως ε χει, παντὶ δῆλον α ν ει η τὸ διὰ τούτων ἀναφαινόμενον, ο τι ἀφίησι τὸν Χριστὸν ὁ ε ξω ἐκείνου γενό-μενος, δι' ω ν η νοεῖ τι η πράττει η φθέγγεται. οὐκοῦν ἀληθεύει ἡ θεία τοῦ προφήτου φωνή, η φησι· Παρα-βαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς. ὡς γὰρ ὁ τὸν Χριστὸν ἐν τοῖς διωγμοῖς ἀρνησάμενος παρα-βάτης ἐστὶ τοῦ προσκυνουμένου ὀνόματος, ου τω καὶ ει τις τὴν ἀλήθειαν η τὴν δικαιοσύνην ἀρνήσαιτο η τὸν ἁγιασμόν τε καὶ τὴν ἀφθαρσίαν, η ει τι α λλο τῶν κατ' ἀρε-τὴν νοουμένων ἐν καιρῷ τῆς τῶν παθημάτων ἐπικρατή-σεως ἀποβάλοι τοῦ βίου, παραβάτης ὀνομάζεται ὑπὸ τῆς προφητείας, δι' ἑκάστου τούτων τὸν ταῦτα ο ντα παρα-βαίνων τῷ βίῳ. τί ου ν χρὴ πράττειν τὸν τῆς μεγάλης τοῦ Χριστοῦ ἐπωνυμίας ἀξιωθέντα; τί α λλο η διὰ παντὸς φυλοκρινεῖν ἐν ἑαυτῷ τὰ νοήματά τε καὶ ῥήματα καὶ τὰ ε ργα, ει τε πρὸς Χριστὸν ε καστον τούτων βλέπει ει τε τοῦ Χριστοῦ ἠλλοτρίωται· πολλὴ δὲ τῆς διακρίσεως τῶν τοιούτων ἐστὶν ἡ εὐκολία. ο γὰρ διὰ πάθους τινὸς η ἐνεργεῖ-ται η νοεῖται η λέγεται, τοῦτο οὐδεμίαν ε χει πρὸς τὸν 8,1.212 Χριστὸν συμφωνίαν, ἀλλὰ τὸν χαρακτῆρα τοῦ ἀντικειμένου φέρει, ο ς ἀντὶ βορβόρου τὰ πάθη τῷ μαργαρίτῃ τῆς ψυχῆς προσαλείφων τὴν λαμπηδόνα τοῦ τιμίου λίθου διαλυμαί νεται. τὸ δὲ καθαρεῦον πάσης ἐμπαθοῦς διαθέσεως πρὸς τὸν ἀρχηγὸν τῆς ἀπαθείας βλέπει, ο ς ἐστιν ὁ Χριστός, ἐξ ου καθάπερ ἐκ καθαρᾶς καὶ ἀφθάρτου πηγῆς ἀρυόμενός τις εἰς ἑαυτὸν τὰ νοήματα τοιαύτην ἑαυτῷ πρὸς τὸ πρω-τότυπον δείξει τὴν ὁμοιότητα, οι α ἐστὶ πρὸς τὸ υ δωρ τῷ υ δατι τῷ τε πηγαίῳ τῷ βρύοντι καὶ τῷ ἐκεῖθεν ἐν τῷ ἀμφορεῖ γεγενημένῳ. μία γὰρ τῇ φύσει ἡ καθαρότης η τε ἐν τῷ Χριστῷ καὶ ἡ ἐν τῷ μετέχοντι θεωρουμένη, ἀλλ' ὁ μὲν πηγάζει, ὁ δὲ μετέχων ἀρύεται, μετάγων ἐπὶ τὸν βίον τὸ ἐν τοῖς νοήμασι κάλλος· ω στε συμφωνίαν ει ναι τοῦ κρυπτοῦ ἀνθρώπου πρὸς τὸν φαινόμενον, συμβαινούσης τῆς τοῦ βίου εὐσχημοσύνης τοῖς κατὰ Χριστὸν κινουμένοις νοήμασι.

Τοῦτο τοίνυν ἐστὶ κατά γε τὴν ἐμὴν κρίσιν τὸ ἐν τῷ Χριστιανῷ βίῳ τέλειον, τὸ πάντων τῶν ὀνομάτων, οι ς τὸ τοῦ Χριστοῦ διασημαίνεται ο νομα, τὴν κοινωνίαν ε χειν ἐν ψυχῇ τε καὶ λόγῳ καὶ ἐν τοῖς τοῦ βίου ἐπιτηδεύμασιν, ω στε ὁλοτελῆ τὸν ἁγιασμὸν κατὰ τὴν εὐλογίαν τοῦ Παύλου ἐφ' ἑαυτοῦ ἀναδέξασθαι ἐν ὁλοκλήρῳ τῷ σώματι καὶ τῇ ψυχῇ καὶ τῷ πνεύματι ε ξω τῆς πρὸς τὸ κακὸν ἐπιμιξίας 8,1.213 διηνεκῶς φυλασσόμενον. εἰ δέ τις λέγοι δυσκατόρθωτον ει ναι τὸ ἀγαθόν, ἐπειδὴ α τρεπτος μόνος ὁ τῆς κτίσεως κύριος, τρεπτὴ δὲ ἡ ἀνθρωπίνη φύσις καὶ πρὸς τὰς μετα-βολὰς ἐπιτηδείως ε χει· πῶς ου ν ἐστι δυνατὸν τὸ ἐν τῷ ἀγαθῷ πάγιόν τε καὶ ἀμετάπτωτον ἐν τῇ τρεπτῇ κατορ-θωθῆναι φύσει; πρὸς τοίνυν τὸν τοιοῦτον λόγον ἐκεῖνό φαμεν, ο τι οὐκ ε στι στεφανωθῆναί τινα τὸν μὴ νομίμως ἀθλήσαντα· οὐκ α ν δὲ γένοιτο νόμιμος α θλησις μὴ ο ντος τοῦ προσπαλαίοντος. εἰ ου ν μὴ η ν ὁ ἀντίπαλος, οὐδ' α ν ὁ στέφανος η ν· νίκη γὰρ καθ' ἑαυτὴν οὐκ ε στιν, ἐὰν μὴ ῃ τὸ ἡττώμενον. οὐκοῦν πρὸς αὐτὸ τὸ τρεπτὸν τῆς φύσεως ἡμῶν ἀγωνισώμεθα, οι όν τινι ἀντιπάλῳ διὰ τῶν λογισμῶν συμπλεκόμενοι, οὐ διὰ τοῦ καταβαλεῖν αὐτὴν νικηταὶ γινόμε-νοι, ἀλλὰ διὰ τοῦ μὴ συγχωρῆσαι πεσεῖν. οὐδὲ γὰρ μόνον πρὸς τὸ κακὸν ὁ α νθρωπος τῇ τροπῇ χρῆται· η γὰρ α ν ἀμήχανον η ν αὐτὸν ἐν ἀγαθῷ γενέσθαι, εἰ πρὸς τὸ ἐναντίον μόνον τὴν ῥοπὴν ει χεν ἐκ φύσεως· νυνὶ δὲ τὸ κάλλιστον τῆς τροπῆς ε ργον ἡ ἐν τοῖς ἀγαθοῖς ἐστιν αυ ξησις, πάντοτε τῆς πρὸς τὸ κρεῖττον ἀλλοιώσεως ἐπὶ τὸ θειότερον μετα-ποιούσης τὸν καλῶς ἀλλοιούμενον. οὐκοῦν τὸ φοβερὸν ει ναι δοκοῦν (λέγω δὲ τὸ τρεπτὴν ἡμῶν ει ναι τὴν φύσιν) οι όν τι πτερὸν πρὸς τὴν ἐπὶ τὰ μείζω πτῆσιν ὁ λόγος ὑπέδειξεν, ὡς ζημίαν ει ναι ἡμῖν τὸ μὴ δύνασθαι τὴν πρὸς τὸ κρεῖττον ἀλλοίωσιν δέξασθαι. μὴ τοίνυν λυπείσθω ὁ βλέπων ἐν τῇ φύσει τὸ πρὸς τὴν μεταβολὴν ἐπιτήδειον, ἀλλὰ πρὸς τὸ κρεῖττον διὰ παντὸς ἀλλοιούμενος καὶ ἀπὸ 8,1.214 δόξης εἰς δόξαν μεταμορφούμενος ου τω τρεπέσθω, διὰ τῆς καθ' ἡμέραν αὐξήσεως πάντοτε κρείττων γινόμενος καὶ ἀεὶ τελειούμενος καὶ μηδέποτε πρὸς τὸ πέρας φθάνων τῆς τελειότητος. αυ τη γάρ ἐστιν <ἡ> ὡς ἀληθῶς τελειότης τὸ μηδέποτε στῆναι πρὸς τὸ κρεῖττον αὐξανόμενον μηδέ τινι πέρατι περιορίσαι τὴν τελειότητα.

βιβλιογραφικές αναφορές

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

4
Δημοσιεύτηκε από: Rodion Vlasov
Θέλετε να διορθώσετε ή να προσθέσετε κάτι; Πες μας: https://t.me/bibleox_live
Ή επεξεργαστείτε αυτό το άρθρο μόνοι σας: Επεξεργασία