Index discipulorum Περὶ τῶν οʹ ἀποστόλων.

αʹ. Ἰάκωβος ὁ ἀδελφὸς τοῦ κυρίου τὸ κατὰ σάρκα, ὁ καὶ ἐπικληθεὶς δίκαιος καὶ πρῶτος ἐπίσκοπος Ἱεροσολύμων χειροτονηθείς, λίθοις βληθεὶς ὑπὸ τῶν Ἰουδαίων ἐν αὐτῇ τῇ Ἱερουσαλὴμ ἐκοιμήθη καὶ ἐκεῖ ἐτάφη ἐν τῷ ναῷ πλησίον τῶν ἱερέων.

βʹ. Τιμόθεος ὁ ὑπὸ Παύλου ἐπίσκοπος γενόμενος Ἐφέσου ἐν τῷ Ἰλλυρικῷ καὶ ἐν ἁπάσῃ τῇ Ἑλλάδι ἀρξάμενος ἀπὸ Ἐφέσου, ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ κυρίου Ἰησοῦ Χριστοῦ· ἐκεῖ οὖν ἀπέθανε καὶ ἐκεῖ ἐτάφη ἐνδόξως.

γʹ. Τίτος ὁ ἐπίσκοπος Κρήτης αὐτῇ τῇ Κρήτῃ, ταῖς τε πέριξ νήσοις ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, κἀκεῖσε ἀποθανὼν ἐτάφη ἐνδόξως.

δʹ. Βαρνάβας ὁ μετὰ Παύλου τῷ λόγῳ διακονήσας πρῶτος ἐν Ῥώμῃ τὸν

Χριστὸν ἐκήρυξε· μετέπειτα δὲ Μεδιολάνων ἐπίσκοπος ἐγένετο.

εʹ. Ἀνανίας ὁ βαπτίσας τὸν ἅγιον Παῦλον ∆αμασκοῦ ἐπίσκοπος ἐγένετο.

ς ʹ. Στέφανος ὁ πρωτομάρτυς, ὁ εἷς τῶν ἑπτὰ διακόνων, λιθοβληθεὶς

ἐτελειώθη ὑπὸ τῶν Ἰουδαίων ἐν Ἱερουσαλήμ, ὡς Λουκᾶς μαρτυρεῖ ἐν ταῖς πράξεσι τῶν ἀποστόλων.

119 ζʹ. Φίλιππος ὁ καὶ αὐτὸς εἷς τῶν ἑπτά, ὁ καὶ Σίμωνα καὶ τὸν εὐνοῦχον βαπτίσας ἐν Τράλλεσι τῆς Ἀσίας ἐπίσκοπος γέγονεν.

ηʹ. Πρόχωρος ὁ καὶ αὐτὸς εἷς τῶν ἑπτά, Νικομηδείας τῆς κατὰ Βιθυνίαν

ἐπίσκοπος γέγονεν.

θʹ. Νικάνωρ ὁ καὶ αὐτὸς εἷς τῶν ἑπτά, κατ' αὐτὴν τὴν ἡμέραν καὶ αὐτὸς τὸν βίον ἐξετέλεσε, καθ' ἣν καὶ ὁ συνδιάκονος αὐτοῦ καὶ πρωτομάρτυς Στέφανος σὺν δισχιλίοις ἄλλοις τῶν ἠλπικότων εἰς Χριστόν.

ιʹ. Σίμων ὁ καὶ αὐτὸς εἷς τῶν ἑπτά, ὁ καὶ ἐπίσκοπος Βόστρων Ἀράβων

γενόμενος· ἐκαύθη ὑπὸ τῶν Ἑλλήνων.

ιαʹ. Παρμενᾶς ὁ καὶ αὐτὸς εἷς τῶν ἑπτά, οὗτος ἐπ' ὄψεσι τῶν ἀποστόλων

ἀπέθανεν ἐν τῇ διακονίᾳ αὐτοῦ.

ιβʹ. Νικόλαος ὁ καὶ αὐτὸς εἷς τῶν ἑπτά, οὗτος γέγονε μὲν Σαμαρείας

ἐπίσκοπος· ἑτεροδοξήσας δὲ ἅμα τῷ Σίμωνι ἀπέστη.

ιγʹ. Κλεόπας ὁ καὶ Συμεὼν ὁ ἀνέψιος τοῦ κυρίου, ὃς καὶ εἶδεν αὐτὸν καὶ

ὡμίλησεν ἅμα καὶ τῷ Λουκᾷ συνοδεύσας μετὰ τὸ ἀναστῆναι τοῦτον ἐκ τῶν νεκρῶν, ὡς ἐν τῷ 120 εὐαγγελίῳ γέγραπται· οὗτος ἐπίσκοπος Ἱεροσολύμων ἐγένετο δεύτερος.

ιδʹ. Σίλας ὁ μετὰ Παύλου τῷ λόγῳ διακονήσας ἐν Κορίνθῳ ἐπίσκοπος

γέγονεν.

ιεʹ. Κρήσκης, οὗ μέμνηται ὁ ἀπόστολος Παῦλος ἐν τῇ πρὸς Τιμόθεον δευτέρᾳ ἐπιστολῇ, ὁ καὶ ἐπίσκοπος Χαλκηδόνος τῶν ἐν Γαλλίαις γενόμενος ἐκεῖ ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· ἐπὶ δὲ Τραιανοῦ βασιλέως καὶ ἐμαρτύρησε καὶ ἐτάφη ἐκεῖ.

ις ʹ. Ἐπαινετός, οὗ ὁ ἀπόστολος μέμνηται ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ, ἐπίσκοπος Καρθαγένης ἐγένετο.

ιζʹ. Ἀνδρόνικος, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους

ἐπιστολῇ μέμνηται, ἐπίσκοπος Παννονίας ἐγένετο.

ιηʹ. Ἀμπλίας, οὗ καὶ αὐτοῦ μέμνηται ὁ Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ, ἐπίσκοπος Ὀδύσσου ἐγένετο.

ιθʹ. Οὐρβανός, οὗ καὶ αὐτοῦ μέμνηται ὁ Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους

ἐπιστολῇ, ἐπίσκοπος Μακεδονίας ἐγένετο.

κʹ. Στάχυς, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ μέμνηται ὁ Παῦλος, ἐπίσκοπος πρῶτος Βυζαντίου κατέστη ὑπὸ Ἀνδρέου τοῦ ἀποστόλου ἐν Ἀργυροπόλει τῆς Θρᾴκης.

καʹ. Ἀπελλῆς, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ 121 Παῦλος μέμνηται,

ἐπίσκοπος Σμύρνης ἐγένετο πρὸ τοῦ ἁγίου Πολυκάρπου.

κβʹ. Ἀριστόβουλος, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Βρεττανίας ἐγένετο.

κγʹ. Νάρκισσος, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ αὐτὸς μέμνηται,

ἐπίσκοπος Ἀθηνῶν ἐγένετο.

κδʹ. Ἡρωδίων, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ αὐτὸς μέμνηται,

ἐπίσκοπος Πατρῶν ἐγένετο.

κεʹ. Ῥοῦφος, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ αὐτὸς μέμνηται, ἐπίσκοπος Θηβῶν ἐγένετο.

κς ʹ. Ἀσύγκριτος, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ αὐτὸς μέμνηται,

ἐπίσκοπος Ὑρκανίας γέγονεν.

κζʹ. Φλέγων, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ αὐτὸς μέμνηται, ἐπίσκοπος Μαραθῶνος γέγονεν.

κηʹ. Ἑρμῆς, οὗ καὶ αὑτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ αὐτὸς μέμνηται ἀπόστολος, ἐπίσκοπος ∆αλματίας ἐγένετο.

κθʹ. Ἑρμᾶς, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ αὐτὸς μέμνηται ἀπόστολος, ἐπίσκοπος Φιλίππων πόλεως ἐγένετο.

122 λʹ. Πατρόβας, οὗ καὶ αὐτοῦ ὁ αὐτὸς ἀπόστολος Παῦλος μέμνηται,

ἐπίσκοπος ἐν Νε Ποτιόλοις ἐγένετο.

λαʹ. Ἄγαβος, ὁ ἐν ταῖς πράξεσι τῶν ἀποστόλων μνημονευόμενος, οὗτος καὶ προφητικοῦ ἠξιώθη χαρίσματος.

λβʹ. Λῖνος, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος Παῦλος μέμνηται, πρῶτος ἐπίσκοπος Ῥώμης μετὰ Πέτρον τὸν κορυφαῖον ἐγένετο.

λγʹ. Γάϊος, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος Παῦλος μέμνηται, ἐπίσκοπος Ἐφέσου μετὰ Τιμόθεον γέγονεν.

λδʹ. Φιλόλογος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Σινώπης ὑπὸ Ἀνδρέου ἐγένετο.

λεʹ. Ὀλυμπᾶς, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, οὗτος ἐν Ῥώμῃ ἅμα Πέτρῳ τῷ κορυφαίῳ ἐμαρτύρησε τὴν κεφαλὴν ἀποτμηθείς.

λ ςʹ. Ῥωδίων, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, καὶ αὐτὸς ὁμοίως ἐν Ῥώμῃ μετὰ Πέτρου καὶ Ὀλυμπᾶ τῷ μαρτυρίῳ ἐτελειώθη τὴν κεφαλὴν καὶ αὐτὸς ἀποτμηθείς.

ληʹ. Ἰάσων, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Ταρσοῦ ἐγένετο. 123 λθʹ. Σωσίπατρος, οὗ καὶ αὐτοῦ ὁμοίως ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Ἰκονίου ἐγένετο.

μʹ. Λούκιος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος ἐν Λαοδικείᾳ τῆς Συρίας ἐγένετο.

μαʹ. Τέρτιος ὁ κατ' αὐτὴν τὴν πρὸς Ῥωμαίους ἐπιστολὴν τοῦ Παύλου γράψας ἐπίσκοπος δεύτερος Ἰκονίου ἐγένετο.

μβʹ. Ἔραστος, οὗ καὶ αὐτοῦ μέμνηται Παῦλος ἐν τῇ αὐτῇ ἐπιστολῇ, οἰκονόμος τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας ἐγένετο, ἔπειτα ἐπίσκοπος Πανεάδος ἐγένετο.

μγʹ. Φύγελος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται ὡς ἑτεροδοξήσαντος καὶ τὰ Σίμωνος φρονήσαντος, ἐπίσκοπος Ἐφέσου γέγονεν.

μδʹ. Ἑρμογένης, οὗ καὶ αὐτοῦ ὁ Παῦλος ὁμοίως ὡς ἑτεροδοξήσαντος

μέμνηται, ἐπίσκοπος ἐν Μεγάροις ἐγένετο.

μεʹ. ∆ημᾶς, οὗ καὶ αὐτοῦ ὁμοίως ὁ ἀπόστολος Παῦλος μέμνηται ὡς

ἀποστήσαντος· δηλοῖ γὰρ περὶ τῶν τριῶν ἐν τῇ πρὸς Τιμόθεον δευτέρᾳ αὐτοῦ ἐπιστολῇ, ὅτι ἑτεροδοξήσαντες Φύγελος καὶ Ἑρμογένης ἀντέστησαν τῇ διδασκαλίᾳ αὐτοῦ. Ὁ δὲ ∆ημᾶς ἀγαπήσας τὸν νῦν αἰῶνα κατέλιπε τὸν εὐαγγελικὸν λόγον, καὶ ἐν Θεσσαλονίκῃ ἱερεὺς τῶν εἰδώλων ἐγένετο. Περὶ τούτων καὶ Ἰωάννης ὁ ἀπόστολος ἔγραψεν· ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ' οὐκ ἦσαν ἐξ ἡμῶν.

μς ʹ. Κούαρτος, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ ὁ Παῦλος

μέμνηται, ἐπίσκοπος Βηρυτοῦ ἐγένετο.

124 μζʹ. Ἀπολλώς, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Καισαρείας ἐγένετο.

μηʹ. Κηφᾶς, ὃν ὁ ἀπόστολος Παῦλος ἐν Ἀντιοχείᾳ ἤλεγξε διαλεχθεὶς

ὁμωνυμοῦντα τῷ Πέτρῳ, ἐπίσκοπος Κονίας ἐγένετο.

μθʹ. Σωσθένης, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Κολοφονιάδος ἐγένετο.

νʹ. Ἐπαφρόδιτος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Ἀδριακῆς

ἐγένετο.

ναʹ. Καῖσαρ, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος ∆υῤῥαχίου ἐγένετο.

νβʹ. Μάρκος ὁ ἀνέψιος Βαρνάβα, οὗ καὶ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος

Ἀπολλωνιάδος ἐγένετο.

νγʹ. Ἰωσὴφ ὁ λεγόμενος καὶ Ἰοῦστος καὶ Βαρσαββᾶς, οὗ μέμνηται Λουκᾶς ἐν ταῖς πράξεσι τῶν ἀποστόλων ὡς συγκληρωθέντος τῷ Ματθίᾳ, ἐπίσκοπος Ἐλευθεροπόλεως γέγονε.

νδʹ. Ἀρτεμᾶς, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος ἐν Λύστρᾳ

ἐγένετο.

νεʹ. Κλήμης, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, λέγων· μετὰ Κλήμεντος καὶ τῶν λοιπῶν συνεγρῶν μου, ὃς καὶ πρῶ125 τος ἐξ ἐθνῶν καὶ Ἑλλήνων ἐπίστευσεν εἰς Χριστόν, ἐπίσκοπος Σαρδικῆς ἐγένετο.

νς ʹ. Ὀνησίφορος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Κορωνείας ἐγένετο.

νζʹ. Τυχικός, οὗ καὶ αὐτοῦ μέμνηται ὁ Παῦλος, πρῶτος ἐπίσκοπος

Χαλκηδόνος τῆς ἐν Βιθυνίᾳ ἐγένετο.

νηʹ. Κάρπος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Βεῤῥοίας τῆς

Θρᾴκης ἐγένετο.

νθʹ. Εὔοδος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, πρῶτος ἐπίσκοπος Ἀντιοχείας μετὰ Πέτρον τὸν κορυφαῖον ἐγένετο.

ξʹ. Φιλήμων, πρὸς ὃν ἐπιστολὴν ἰδίαν ὁ Παῦλος ἔγραψεν, ἐπίσκοπος Γάζης ἐγένετο.

ξαʹ. Ζηνᾶς ὁ νομικός, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος

∆ιοσπόλεως γέγονεν.

ξβʹ. Ἀκύλας, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Ἡρακλείας ἐγένετο.

ξγʹ. Πρίσκας, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Κολοφῶνος

ἐγένετο.

ξδʹ. Ἰουνίας, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Ἀπαμείας τῆς

Συρίας ἐγένετο.

126 ξεʹ. Μάρκος ὁ καὶ Ἰωάννης καλούμενος, οὗ μέμνηται ὁ Λουκᾶς ἐν ταῖς πράξεσι τῶν ἀποστόλων, ἐπίσκοπος Βίβλου ἐγένετο.

ξς ʹ. Ἀρίσταρχος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται.

ξζʹ. Πούδης, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται.

ξηʹ. Τρόφιμος, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος Παῦλος μέμνηται. Οὗτοι οἱ τρεῖς ἐν πᾶσι τοῖς διωγμοῖς τοῦ ἀποστόλου Παύλου συγκακοπαθήσαντες αὐτῷ, τελευταῖοι καὶ διὰ μαρτυρίου σὺν ἐκείνῳ ἐτελειώθησαν ὑπὸ Νέρωνος τὰς κεφαλὰς σὺν ἐκείνῳ ἀποτμηθέντες. Τούτοις συναριθμουμένων καὶ Μάρκου καὶ Λουκᾶ τοῦ εὐαγγελιστοῦ ὁμοῦ

οʹ. Τοῦ ἁγίου Ἐπιφανίου ἀρχιεπισκόπου Κύπρου.

Ταῦτα τὰ ὀνόματα τῶν ιβʹ ἀποστόλων.

αʹ. Πέτρος, οὗτος ἐλέγετο καὶ Σίμων καὶ Κηφᾶς καὶ Συμεών.

βʹ. Ἀνδρέας ἀδελφὸς αὐτοῦ.

γʹ. Ἰάκωβος.

δʹ. Ἰωάννης, οὗτοι βοανεργὲς ἐκαλοῦντο, ὃ ἑρμηνεύεται υἱοὶ βροντῆς.

εʹ. Φίλιππος.

ςʹ. Βαρθολομαῖος.

ζʹ. Ματθαῖος ὁ τελώνης.

ηʹ. Θωμᾶς, οὗτος καὶ ∆ίδυμος ἐκαλεῖτο.

θʹ. Ἰάκωβος Ἀλφαίου.

ιʹ. Θαδδαῖος, οὗτος παρὰ μὲν τῷ Ματθαίῳ Λεββαῖος καλεῖται, παρὰ δὲ τῷ Λουκᾷ Ἰούδας Ἰακώβου, παρὰ δὲ τῷ Μάρκῳ Λευὶς καθήμενος παρὰ τὸ τελώνιον.

ιαʹ. Σίμων ὁ Κανανίτης.

ιβʹ. Ἰούδας Ἰσκαριότης, καὶ ἀντὶ τούτου Ματθίας εἰσῆλθεν Ἀδελφοὶ δὲ

Πέτρος καὶ Ἀνδρέας, υἱοὶ Ἀννᾶς, καὶ Ἰάκωβος καὶ Ἰωάννης, υἱοὶ Ζεβεδαίου, Ἰάκωβος καὶ Ἰούδας, υἱοὶ Ἀλφαίου, ἁλιεῖς. Πέτρος καὶ Ἀνδρέας, Ἰάκωβος καὶ Ἰωάννης. Ἰάκωβος ὁ καλούμενος ἀδελφὸς τοῦ κυρίου, ποῖος ἦν ὁ γενόμενος ἐπίσκοπος Ἱερουσαλήμ, ὁ ἐπονομαζόμενος δίκαιος, ὁ εἷς ἦν υἱὸς Ζεβεδαίου καὶ ὁ ἕτερος Ἀλφαίου, καὶ ὁ ἄλλος τοῦ Ἰωσὴφ τοῦ μνήστορος, ὡς ἔλεγον Ἰουδαῖοι. Σίμωνα καὶ Ἰούδα, Ἰωσὴ τὸν ἀδελφόν, Ματθαῖος λέγει αὐτοὺς καλεῖσθαι τελῶνας, Λουκᾶς δὲ καὶ Λευῒν κεκλῆσθαι τελῶνα. Ἰωνᾶς δὲ ἑρμηνεύεται περιστερά.

βιβλιογραφικές αναφορές

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

5
Δημοσιεύτηκε από: Rodion Vlasov
Θέλετε να διορθώσετε ή να προσθέσετε κάτι; Πες μας: https://t.me/bibleox_live
Ή επεξεργαστείτε αυτό το άρθρο μόνοι σας: Επεξεργασία