圣经中的词位“γεύω”
经文数:11.
词形: ἐγεύσασθε, γεύσῃ, γευσαμένους, γεύσωνται, ἐγεύσατο, γεύσασθαι, γεύσηται
太. 16:28
ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες τῶν ὧδε ἑστώτων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ
我实在告诉你们:站在这里的,有人在没尝死味以前,必看见人子降临在他的国里。」
可. 9:1
Καὶ ἔλεγεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες ὧδε τῶν ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει
耶稣又对他们说:「我实在告诉你们:站在这里的,有人在没尝死味以前,必要看见上帝的国大有能力临到。」
约. 2:9
ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστίν, οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ, φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος
管筵席的尝了那水变的酒,并不知道是那里来的,只有舀水的用人知道。管筵席的便叫新郎来,
约. 8:52
εἶπον [οὖν] αὐτῷ οἱ Ἰουδαῖοι, Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται, καὶ σὺ λέγεις, Ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα
犹太人对他说:「现在我们知道你是鬼附着的。亚伯拉罕死了,众先知也死了,你还说『人若遵守我的道,就永远不尝死味』。
徒. 10:10
ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελεν γεύσασθαι· παρασκευαζόντων δὲ αὐτῶν ἐγένετο ἐπ᾿ αὐτὸν ἔκστασις
觉得饿了,想要吃.那家的人正预备饭的时候,彼得魂游象外,
徒. 23:14
οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσβυτέροις εἶπαν, Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον
他们来见祭司长和长老,说:「我们已经起了一个大誓,若不先杀保罗,就不吃什么。
彼前. 2:3
εἰ ἐγεύσασθε ὅτι χρηστὸς ὁ κύριος
你们若尝过主恩的滋味,就必如此。
西. 2:21
Μὴ ἅψῃ μηδὲ γεύσῃ μηδὲ θίγῃς
希. 2:9
τὸν δὲ βραχύ τι παρ᾿ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως χάριτι θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου
惟独见那成为比天使小一点的耶稣,因为受死的苦,就得了尊贵、荣耀为冠冕,叫他因着上帝的恩,为人人尝了死味。
希. 6:4
Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου
论到那些已经蒙了光照、尝过天恩的滋味、又于圣灵有分、
希. 6:5
καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος
并尝过上帝善道的滋味、觉悟来世权能的人,