该文本有以下语言版本:
Ὠιδὴ τῶν ἀναβαθμῶν.
1 Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη Πόθεν ἥξει ἡ βοήθειά μου;
2 ἡ βοήθειά μου παρὰ κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.
3 μὴ δῷς εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξῃ ὁ φυλάσσων σε.
4 ἰδοὺ οὐ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ισραηλ.
5 κύριος φυλάξει σε, κύριος σκέπη σου ἐπὶ χεῖρα δεξιάν σου·
6 ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε οὐδὲ ἡ σελήνη τὴν νύκτα.
7 κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ, φυλάξει τὴν ψυχήν σου.
8 κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
← 落后 结尾
120
诗篇
向前 →
点击经节编号可选择该节。 配合
Shift
或
Ctrl
键可多选。