Argumentum in Psalmos ΤΟΥ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕ ΞΑΝ∆ΡΕΙΑΣ ΥΠΟΘΕΣΙΣ ΕΙΣ ΤΟΥΣ ΨΑΛ ΜΟΥΣ.
Ἐν τῇ Ἑβραϊκῇ βίβλῳ τῶν Ψαλμῶν ἄνευ τῆς τοῦ ἀριθμοῦ προσθήκης ἀνεγράφησαν οἱ πάντες καὶ διαφόρως· οἱ μέν εἰσι συνημμένοι, οἱ δὲ διῃρημένοι. Αὐ τίκα γοῦν ὁ πρῶτος καὶ ὁ δεύτερος κατὰ τὸ Ἑβραϊκὸν συνημμένοι· καὶ πάλιν ὁ ἔνατος, συνημμένος παρ' ἡμῖν, ἐν τῷ Ἑβραϊκῷ διῄρηται εἰς δύο. Καὶ πᾶσα δὲ ἡ τῶν Ψαλμῶν βίβλος εἰς μέρη πέντε διῄρηται. Παρατηρητέον δὲ, ὅτι μὴ κατὰ ἀκολουθίαν τῶν τῆς ἱστορίας χρόνων ἡ τῶν Ψαλμῶν σύγκειται τάξις· ἐνήλλακται δὲ παρὰ πολλοῖς τοῖς χρόνοις, ὡς ἡ βίβλος τῶν Βασιλειῶν δηλοῖ. Πολλῆς γὰρ εἰδωλολατρείας κατα κρατησάσης τοῦ τῶν Ἰουδαίων ἔθνους, λήθην αὐτοὺς πεποιῆσθαι τῶν πατρικῶν Γραφῶν, ὡς μηδὲ φαίνεσθαι βίβλον τοῦ Μωσέως νόμου, μηδὲ μὴν τῆς τῶν πατέ ρων εὐσεβείας τι σώζεσθαι παρ' αὐτοῖς. Ὅτε γοῦν καὶ τοὺς προφήτας ἀνῄρουν, διελέγχοντας αὐτῶν τὰς δυσσεβείας, καὶ τούτων ἕνεκα τὸ πρῶτον τῇ τῶν Ἀσσυρίων παρεδόθησαν αἰχμαλωσίᾳ· μετὰ δὲ ταῦτά τινα τῶν προφητῶν, περὶ τῆς συναγωγῆς αὐτῶν ἐσπουδακότα, μετά γε τῶν λοιπῶν καὶ τὴν βίβλον τῶν Ψαλμῶν συναγηοχέναι· οὐκ ἀθρόως εὑρόντα τοὺς πάντας, ἀλλὰ κατὰ διαφόρους χρόνους· κατατάττειν δὲ ἐν πρώτοις τοὺς πρώτους εὑρισκομένους· διὸ μηδὲ τοῦ ∆αυῒδ ἐφεξῆς εὑρίσκεσθαι τοὺς πάντας, ἐν δὲ τῷ μεταξὺ καὶ τῶν υἱῶν Κορὲ, καὶ τοῦ Ἀσὰφ, καὶ Σολο μῶντος, καὶ Μωσέως, Αἰθάμ τε τοῦ Ἰσραηλίτου, καὶ Αἰμὰν, καὶ πάλιν τοῦ ∆αυῒδ, εὑρίσκεσθαι ἀναμὶξ ἐν τῇ βίβλῳ τεταγμένους· οὐ καθ' οὓς ἐλέχθησαν χρό νους, ἀλλὰ καθ' οὓς εὕραντο. Τὸ δ' αὐτὸ εὕροις γε γενημένον καὶ ἐν ταῖς τῶν προφητῶν περικοπαῖς. Τοὺς δὲ μετὰ τὸν πρῶτον καὶ δωδέκατον ἀνεπιγρά φους ψαλμοὺς, καὶ τοὺς ἐπιγραφὴν ἔχοντας, οὐ δηλοῦντας τίνος εἰσὶν, ἐκείνων εἶναι παῖδες Ἑβραίων φασὶ, ὧν τοὔνομα φέρεται ἐν ταῖς τῶν ἀνεπιγράφων προτεταγμέναις. Τὸν δὲ πρῶτον καὶ δεύτερον, ἕνα ὄντας ἄμφω, τοῦ ∆αυῒδ ὑπάρχειν ἡγοῦμαι, διὰ τὸ πάν τας τοὺς ἐν τῷ πρώτῳ μέρει τῶν Ψαλμῶν ἐφεξῆς αὐτοῦ εἶναι. Ἀπὸ γοῦν τοῦ τρίτου μέχρι τοῦ μʹ τοῦ ∆αυῒδ ἐπιγράφονται οἱ πάντες· διό μοι δοκοῦσιν ὑπάρ χειν τοῦ αὐτοῦ ὅ τε πρῶτος καὶ ὁ δεύτερος. Πιστοῦ ται δὲ λόγον ἡ τῶν Πράξεων τῶν ἀποστόλων βίβλος, ἐν ᾗ εἴρηται· ∆έσποτα, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς· ὁ τοῦ πατρὸς ἡμῶν διὰ Πνεύματος ἁγίου στόματος παιδός σου ∆αυῒδ εἰπών· Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Σα φῶς γὰρ διὰ τούτων τὸν βʹ ψαλμὸν τοῦ ∆αυῒδ ἔφησεν εἶναι. Ἀποσεσιωπῆσθαι δὲ εἰκὸς ἐπ' αὐτὸν τὴν τοῦ ∆αυῒδ προγραφὴν, διὰ τὸ γυμνὴν ἔχειν περὶ τοῦ Κυ ρίου προφητείαν, ἐν ᾗ εἴρηται· Κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Οἷς ἀκολούθως ἐπιλέγει ἐξ αὐτοῦ τοῦ προσώπου τοῦ Χριστοῦ τό· Κύριος εἶπε πρὸς μέ· Υἱός μου εἶ σύ. Φέρονται τοίνυν ψαλμοὶ οἱ πάντες ρνʹ. Τινὲς δὲ νομίζουσι τοὺς πάντας εἶναι τοῦ μακαρίου ∆αυΐδ· οὐ σημαίνεται δὲ τοῦτο. Οἱ μὲν γὰρ πάντες ἀναφέρονται τοῦ ∆αυΐδ· ἐν δὲ ταῖς ἐπιγραφαῖς δείκνυται τίς τίνος ψαλμὸς γεγένηται. Τέσσαρες γὰρ ἄρχοντες ᾠδῶν ἐξελέγησαν, σπηʹ ἀκόλουθοι. Τῶν οὖν τεσσάρων ἀρχόντων παράκεινται ψαλμοὶ, ὡς καὶ αἱ ἐπιγραφαὶ διδάσκουσιν. Ὁπόταν γὰρ λέγῃ· Ψαλμὸς τοῖς υἱοῖς Κορὲ, Αἰθὰν, Ἀσὰφ, καὶ Αἰμάν· αὐτοὶ ψάλλουσιν οἱ υἱοὶ Κορὲ, Αἰθὰν, Ἀσὰφ, καὶ Αἰμάν. Ὅταν εἴπῃ, Ψαλμὸς τοῦ Ἀσὰφ, αὐτὸς εἶπεν ὁ Ἀσάφ· ὅταν εἴπῃ, Ψαλμὸς τοῦ Ἰδιθοὺμ, αὐτὸς ψάλλει Ἰδιθούμ· ὁπόταν εἴπῃ, τοῦ ∆αυῒδ, αὐτὸς λέγων ἦν ∆αυΐδ· ἐπὰν δὲ λέγῃ, τῷ ∆αυῒδ, ὑφ' ἑτέρων λέγεται εἰς τὸν ∆αυΐδ. Εἰσὶ μὲν οἱ πάντες ρνʹ, ὧν οβʹ εἰσὶ τοῦ ∆αυῒδ, θʹ δὲ τῷ ∆αυῒδ, ιβʹ τοῦ Ἀσὰφ, ιβʹ τοῖς υἱοῖς Κορὲ, εἷς τοῦ Ἰδιθοὺμ, εἷς τοῦ Αἰθὰμ, εἷς τοῦ Αἰμὰν, εἷς τοῦ Σαλομὼν, δύο Ἀγγαίου καὶ Ζαχαρίου, ἀνεπίγραφοι λθʹ καὶ εἷς Μωσέως· πάντες ρνʹ. ∆εῖ τοίνυν θεωρῆσαι τὸ μυστήριον τίνι λόγῳ, διαφόρων ᾠδῶν ὑπαρχόντων, καὶ μὴ πάντων τῶν ψαλμῶν ὄντων ∆αυῒδ, ἀναφέρεται εἰς τὸν ∆αυΐδ· καὶ τοῦτο οὐ παραδραμούμεθα. Τούτου γὰρ χάριν ἐπεγράφη, ἐπεὶ αὐτὸς αἴτιος γεγένηται τοῦ εἶναι ταῦτα· αὐτὸς γὰρ ἐξέλεξε τοὺς ᾠδούς. Αὐτὸς τοίνυν αἴτιος γενόμενος ἠξιώθη τῆς τιμῆς ταύτης, ἵνα πάντες ὅσα εἶπαν οἱ ᾠδοὶ εἰς τὸν ∆αυῒδ καταλογισθῇ. Ὅτι προφήτης ὑπάρχων ὁ ∆αυῒδ, καὶ ἠνεῳγμένους ἔχων τοὺς ἔνδον ὀφθαλμοὺς, καὶ εἰδὼς, ὅτι χαίρουσι τῇ πτώσει τῶν ἀνθρώπων τὰ πονηρὰ πνεύματα, καὶ πάλιν ἀντιλυποῦνται ἡττώμενα ἐπὶ τῇ διορθώσει τῶν ἀνθρώπων, πάντως ὅτι νοητῶς τὰς κατ' αὐτῶν προσευχὰς ἐποιεῖτο, ἐκ τῶν αἰσθητῶν ἐχθρῶν πρὸς αὐτὰ μεταβαλλόμενος. Εἰ γὰρ μὴ κατὰ τοῦτον τὸν τρόπον ἐκλάβωμεν τὸν σκοπὸν τῶν προφητῶν, οὐ μόνον οὐδεμίαν οἰκοδομὴν ἐκ τῶν παρ' αὐτοῖς εἰρημένων πρὸς κτῆσιν πραότητος ἕξομεν, ἀλλὰ καὶ σκληράν τινα καὶ ἐναντίαν τῆς εὐαγγελικῆς διδασκαλίας διάθεσιν ἀναληψόμεθα ἐκ τοῦ κατεύχεσθαι συχνῶς τῶν ἐχθρῶν, καὶ μὴ ἀγαπᾷν· μυριοντάκις λέγοντος τοῦ ∆αυῒδ, Αἰσχυνθείησαν καὶ ἐντραπείησαν πάντες οἱ ἐχθροί μου, καὶ μὴ αἰσχυνθείην ἐγώ. Ταῦτα δὲ οὐκ ἂν πεισθείημεν οὕτως εἰρηκέναι ἄνδρας προφήτας καὶ φίλους Θεοῦ, εἰ μὴ τῷ προειρημένῳ τρόπῳ. Οὕτω γὰρ χρὴ νοεῖν τὸν φιλόπονον, ἔνθα ἂν ἐπαρώμενον εὕροι προφήτην, ἐπὶ τοὺς νοητοὺς ἐχθροὺς ἀπὸ τῶν αἰσθητῶν μεταβάλλοντα. Λοιπὸν δὴ κατασχολάζεσθαι τὸν ἀσκητὴν παντὸς ῥήματος τὴν κατανόησιν.