Scholia in Job

ἈΘΑΝΑΣΙΟΥ. Τό γε μὴν λέγειν τὴν Γραφήν· Ἐγένοντο δὲ αὐτῷ ἑπτὰ υἱοὶ, καὶ πρὸς τοὺς Ἀρειομανίτας ἡμῖν συμβαλεῖται· οἳ ὡς μέγα βοήθημα τῆς αἱρέσεως αὐτῶν κατέχουσι τὸ περὶ τοῦ Μονογενοῦς παρὰ τοῦ Ἀποστόλου λεγόμενον· Πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν· καὶ φιλονεικοῦσι ποίημα εἶναι τὸν τοῦ Θεοῦ Υἱόν. Ἔστι δὲ αὐτοῖς κάλαμος τεθλα σμένος τοῦτο τὸ ἔρεισμα. Ὅταν μὲν γὰρ ἡ οὐσία ποίημα ᾖ καὶ κτίσμα, τηνικαῦτα τὸ, ἐποίησε, καὶ τὸ, ἔκτισε, κυρίως ἐπὶ αὐτῶν λέγεται, καὶ σημαίνει τὸ ποίημα· ὅταν δὲ ἡ οὐσία γέννημα ᾖ καὶ υἱὸς, τό τε, ἐποίησε, καὶ τὸ, ἐγένετο, καὶ τὸ, ἔκτισεν, οὐκ ἔτι κυρίως ἐπ' αὐτοῦ κεῖται, οὐδὲ ποίημα σημαίνει, ἀλλ' ἀντὶ τοῦ ἐγέννησε τῷ ἐποίησεν ἀδιαφόρως τις κέ χρηται ῥήματι. Ὥστε καταγνώσονται ἑαυτῶν οἱ Ἀρειανοὶ, εἰ μάθοιεν τὸ τῆς Γραφῆς ἰδίωμα· καὶ γὰρ εἰ ποιουμένους, καὶ γινομένους, καὶ κτιζομένους τοὺς ἐξ αὐτῶν φυομένους λέγοιεν οἱ γονεῖς, οὐδὲν ἧττον οὐκ ἀρνοῦνται τὴν φύσιν. Ὁ γοῦν Ἐζεχίας, ὡς ἐν τῷ Ἡσαΐᾳ γέγραπται, εὐχόμενος ἔλεγεν· Ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἀντὶ τοῦ, γεννήσω, τὸ ποιήσω εἰρηκὼς, καὶ τοὺς ἐξ αὐτοῦ φυομένους εἰπών. Καὶ οὐ διαφέρεται. Κἀνταῦθα δὲ περὶ τοῦ Ἰὼβ εἴρηται· Ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτά· ὥσπερ καὶ Μωϋσῆς ἐν τῷ νόμῳ φησίν· Ἐὰν γένωνται. Χρὴ πρότερον ζητεῖν, εἰ υἱός ἐστιν. Τούτου γὰρ ἀποδεικνυμένου, παύεται ἡ περὶ τοῦ ποιήματος καὶ κτίσματος ὑπόνοια, καὶ φανερὰ πᾶσιν ἀπόδειξις, ὡς ἡ λέξις ἡ λέγουσα, τῷ ποιήσαντι αὐτὸν, οὐκ εἰς ὄνησίν ἐστι τῇ αἱρέσει αὐτῶν, ἀλλὰ μᾶλλον εἰς κατά γνωσιν. ∆έδεικται γὰρ, ὅτι ἡ τοῦ, ἐποίησε, λέξις καὶ ἐπὶ τῶν γνησίων καὶ τῶν φύσει τέκνων ἐν τῇ θείᾳ κεῖται Γραφῇ. Ὅθεν τοῦ Κυρίου ἀποδεικνυμένου φύσει καὶ γνησίου υἱοῦ, κἂν λέγηται ἐπ' αὐτοῦ (sic) τὸ, ἐποίησεν, ἢ ἐγένετο, οὐχ ὡς ποιήματος ὄντος αὐτοῦ λέγεται, ἀλλ' ἀδιαφόρως τῇ λέξει χρῶνται οἱ ἅγιοι. Καὶ εἶπεν ὁ Θεὸς τῷ διαβόλῳ· Πόθεν παραγέγονας; Ἀθανασίου. Ἅμα δὲ ἐν τούτοις παρίσταται, εἰ καὶ τὰ γενητὰ πάντα ἐν μεμερισμένοις τόποις εἰσὶ, φωστῆρες μὲν ἐν τῷ στερεώματι, νέφη δὲ ἐν τῷ ἀέρι. Καὶ τοῖς ἀνθρώποις ἔστησεν ὅρια ἐθνῶν· οἱ δὲ ἄγγελοι ἀποστέλλονται εἰς διακονίας, καὶ ἀναβαίνουσι καὶ καταβαίνουσιν ἐπὶ τῆς κλίμακος. Κἀνταῦθα, Ἦλθον, φησὶ, παραστῆναι ἐνώπιον Κυρίου. Καὶ πεῦσις γίνεται πρὸς τὸν διάβολον· Πόθεν παραγέγονας; Ὥστε ἐν τόπῳ εἰσὶ, καὶ ἔνθα ἀποστέλλονται, ἐκεῖ πάρεισι· μόνος δὲ ὁ Θεὸς ἀπερίγραπτος· τὸν παντα χοῦ παρόντα ζητοῦσιν, ἵν' εὕροιεν ἐν χωρίῳ τινὶ συγ κλειόμενον τὸν ἀόριστον. Ἀλλὰ τὸ παραστῆναι, τοῦτό ἐστι τὸ τοῖς θελήμασιν αὐτοῦ τυπωθῆναι, καὶ τὸ πρὸς αὐτὸν ὁλικῶς ἀνατείνεσθαι. Θεοῦ μὲν γὰρ ἐνώπιόν ἐστι πᾶσα ἡ κτίσις, καὶ αὐτὴ ἡ ἀποστατικὴ καὶ πο νηροτάτη, κατὰ τὸ ἀπερίγραπτον τῆς οὐσίας ἐκείνης· ἰδίως δὲ οἱ ἄγγελοι πάρεισι τῷ Θεῷ, κατὰ τὸν τῆς θείας ἀγάπης ἀκόρεστον ἔρωτα. Ἀθανάσιος. Ἠγωνίζετο μὲν οὖν ὁ Ἰὼβ, καὶ μέγας ἦν ὁ πειρασμός· μείζων δὲ ἐφαίνετο ὁ ἀθλητὴς τοῦ πειρασμοῦ. Καὶ πολὺς μὲν ἔῤῥεεν ὁ πειράζων, καὶ χαλεπὸς ἦν ὁ μαχόμενος· ἀνδρειότερος δὲ ἐφαί νετο ὁ πειραζόμενος, νικῶν τὰς ἐπιχειρήσεις καὶ προσβολὰς τοῦ πονηροῦ τῷ μεγέθει τῆς διανοίας. Γνώρισμα τῆς ἀνδρείας ἐστὶν ἡ ὑπομονή. Ταύτῃ γὰρ ἕκαστος τῶν ἁγίων φέρων τὰ συμβάντα ἐν τῷ βίῳ ἐπίπονα καὶ λυπηρὰ, ἴσχυε κατὰ τοῦ διαβόλου· ἅπερ τὸ Πνεῦμα θέλον ἡμᾶς ἀμφότερα κτᾶσθαι, προστάττει λέγον ἐν τῷ ψαλμῷ· Ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον. Ὁ γὰρ ὑπομένων ἀνδρεῖός ἐστι, καὶ ὁ ἀνδρεῖος ὑπομονητικὸς ἂν εἴη. ∆ιὸ καὶ ὁ μακάριος Ἰὼβ διὰ τὸ ὑπομένειν ἐκραταιοῦτο, καὶ διὰ τὸ ἀνδρείως φέρειν τοὺς πόνους ὑπέμεινε, καὶ τὴν γυναῖκα διωθεῖτο, ἐξαπατηθεῖσαν ὑπὸ τοῦ ὄφεως, καὶ φθαρεῖσαν τὰ νοήματα. Ἐπειδὴ γὰρ ὅλως ἐστὶ μισητὴς ὁ τῆς κακίας εὑρετὴς, καὶ μό νον φαινόμενος ζητῶν τίνα ἁρπάσει καὶ καταπιεῖ· διὰ τοῦτο ὃ μὲν ἔστιν αὐτὸς ὑποκρύπτει καὶ σκέπει· ὑποκρινόμενος δὲ τῇ φαντασίᾳ τὴν πᾶσι ποθουμένην ἀλήθειαν, τὸν ἴδιον ἰὸν ἐπιβάλλει τοῖς ἀκολουθήσασιν αὐτῷ. Οὕτω καὶ τὴν Εὔαν ἠπάτησεν, οὐ τὰ ἴδια λαλῶν, ἀλλ' ὑποκρινόμενος τὰ τοῦ Θεοῦ ῥήματα, καὶ τὴν διάνοιαν αὐτῶν παραποιῶν. Οὕτω καὶ τὴν γυναῖκα τοῦ Ἰὼβ ὑπέβαλε, πείσας αὐτῇ ὑποκρίνεσθαι φιλαν δρίαν, διδάξας δὲ βλασφημεῖν εἰς τὸν Θεόν. Οὕτω τοὺς ἀνθρώπους ὁ δόλιος παίζει ταῖς φαντασίαις ὑποκλέπτων καὶ σύρων ἕκαστον εἰς τὸν ἴδιον τῆς κακίας βόθρον. Εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει, κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν. Ἀθανασίου. Ἡ δὲ τῶν γεννητῶν καὶ κτιστῶν φύσις τρεπτή ἐστι, ἅτε δὴ ἔξωθεν οὖσα τῆς τοῦ Θεοῦ οὐ σίας, καὶ ἐξ οὐκ ὄντων ὑποστᾶσα ∆ιὸ πᾶς ἄνθρωπος ψεύστης· καὶ, πάντες ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ. Ὁ δὲ διάβολος, ἐν μέσῳ τῶν χερουβὶμ ὢν, καὶ ἀποσφράγισμα ὁμοιώσεως γενόμενος, ἐξέπεσεν ἐκ τῶν οὐρανῶν ὡς ἀστραπή. Καὶ ἀγγέλους κρινοῦμεν, τοὺς μὴ τηρήσαντας δηλαδὴ τὴν ἑαυτῶν ἀρχήν. Καὶ ἐνταῦθα, εἰ κατὰ παιδίων αὐτοῦ οὐ πιστεύει, καὶ ἁπλῶς τὰ κτίσματα τοιαύτην ἔχει τὴν φύσιν, καὶ τρέπεται. Μόνη δὲ ἡ θεία φύσις ἀναλλοίωτος. Παρὰ πάπυρον, καὶ κάλαμον, καὶ βούτομον. Τάχα δὲ διὰ τοῦ καλάμου καὶ τοῦ παπύρου τὴν εὐτέλειαν καὶ τὴν πενίαν τοῦ διαβόλου αἰνίττεται ἡ Γραφή. Τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χάλκεαι. Ἀθανάσιος. Πάλαι μὲν οὖν πολὺς ἦν ὁ ἐχθρὸς πανουργευόμενος κατὰ τῶν ἀνθρώπων, καὶ φαντασίαις αὐτοῦ πολλοὺς ἠπάτα, καὶ δυσχερὴς ἦν ἡ τῆς ἀπάτης αὐτοῦ κατάληψις· ὥστε καὶ τὸ πνεῦμα λέγειν περὶ αὐτοῦ· Τίς ἀποκαλύψει πρόσωπον ἐνδύματος αὐτοῦ; καὶ τὰ ἑξῆς. Οὐ γὰρ ὅπερ ἦν, τοῦτο καὶ ἐφαίνετο, ἀλλὰ πρὸς ὃ ἐπανουργεύετο, πρὸς τοῦτο καὶ ἐφαντασίου ἑαυτόν. ∆ιὰ τοῦτο καὶ πολλοὶ ἠπατῶντο ὑπ' αὐτοῦ· ὅτε δὲ ἐπεδήμησεν ὁ Σωτὴρ, τότε ἡ πᾶσα φαντασία αὐτοῦ ἐδειγματίσθη· ἃ γὰρ ἠγνοεῖτο πάλαι ποιῶν, ταῦτα τῇ χάριτι τοῦ Χριστοῦ γινώσκεται, καὶ ἐν οἷς ἠπάτα πάλαι τοὺς ἀνθρώπους, ἐν τούτοις ὑπ' αὐτῶν καταπατεῖται. Πάσης γὰρ διαβολικῆς ἐπιθέσεως καὶ μανίας δαιμόνων ἰσχυροτέρα ἡ πίστις.

EX COMMENTARIO IN JOB. Cap. I, v. 7.

Καὶ εἶπεν ὁ Κύριος τῷ ∆ιαβόλῳ Πόθεν παραγέγονας; Ἅμα καὶ ἐν τούτοις περίσταται, καὶ ὅτι τὰ γενητὰ πάντα ἐν μεμερισμένοις τόποις εἰσὶ, φωστῆρες μὲν ἐν τῷ στερεώματι, νέφη δὲ ἐν τῷ ἀέρι· καὶ τοῖς ἀνθρώποις ἔστησεν ὅρια ἐθνῶν, οἱ δὲ ἄγγελοι ἀποστέλλονται εἰς διακονίας, καὶ ἀναβαίνουσι καὶ καταβαίνουσιν ἐπὶ τῆς κλίμακος· κἀνταῦθα ἦλθον, φησὶν, παραστῆναι ἐνώπιον Κυρίου, καὶ πεῦσις γίνεται πρὸς τὸν ∆ιάβολον· Πόθεν παραγέγονας; ὥστε ἐν τόπῳ εἰσὶ, καὶ ἔνθα ἀποστέλλονται, ἐκεῖ πάρεισι, μόνος δὲ ὁ Θεὸς ἀπερίγραπτος. Ὅθεν οὐχ ὡς ἐν τόπῳ, τὸν πανταχοῦ παρόντα ζητοῦσιν, ἵν' εὕροιεν ἐν χωρίῳ καὶ συγκλειόμενον τὸν ἀόριστον· ἀλλὰ τὸ παραστῆναι τοῦτό ἐστι, τὸ τοῖς θελήμασιν αὐτοῦ τυπωθῆναι, καὶ τὸ πρὸς αὐτὸν ὁλικῶς ἀνατείνεσθαι· Θεοῦ μὲν γὰρ ἐνώπιόν ἐστι πᾶσα ἡ κτίσις, καὶ αὐτὴ ἡ ἀποστατικὴ καὶ πονηροτάτη κατὰ τὸ ἀπερίγραφον τῆς οὐσίας ἐκείνης· ἰδίως δὲ οἱ ἄγγελοι πάρεισι τῷ Θεῷ κατὰ τὸν τῆς θείας ἀγάπης ἀκόρεστον ἔρωτα. Cap. II, v. 10. Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐκ ὑποίσομεν; Ἠγωνίζετο μὲν οὖν ὁ Ἰὼβ, καὶ μέγας ἦν ὁ πειρασμὸς, μείζων καὶ ἐφαίνετο ὁ ἀθλητὴς τοῦ πειρασμοῦ· καὶ πολὺς μὲν ἔρρεεν ὁ πειράζων καὶ χαλεπὸς ἦν ὁ μαχόμενος· ἀνδρειότερος δὲ ἐφαίνετο ὁ πειραζόμενος, 22 νικῶν τὰς ἐπιχειρήσεις καὶ προσβολὰς τοῦ πονηροῦ, τῷ μεγέθει τῆς διανοίας· γνώρισμα τῆς ἀνδρείας ἐστὶν ἡ ὑπομονή· ταύτῃ γὰρ ἕκαστος τῶν ἁγίων φέρων τὰ συμβαίνοντα ἐν τῷ βίῳ ἐπίπονα καὶ λυπηρὰ, ἴσχυε κατὰ τοῦ ∆ιαβόλου· ἅπερ τὸ Πνεῦμα θέλον ἡμᾶς ἀμφότερα κτᾶσθαι, προστάττει λέγων ἐν τῷ ψάλμῳ· Ἀνδρίζου καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον. Ὁ γὰρ ὑπομένων, ἄνδρειός ἐστι, καὶ ὁ ἄνδρειος ὑπομενητικὸς ἂν εἴη. ∆ιὸ καὶ ὁ μακάριος Ἰὼβ διὰ τὸ ὑπομένειν ἐκραταιοῦτο, καὶ διὰ τὸ ἀνδρείως φέρειν τοὺς πόνους ὑπέμεινε, καὶ τὴν γυναῖκα διωθεῖτο, ἐξαπαταθεῖσαν ὑπὸ τοῦ ὄφεως, καὶ φθαρεῖσαν τὰ νοήματα· ἐκεῖ γὰρ ὅλως ἐστὶ μισητὴς ὁ τῆς κακίας εὑρετὴς, καὶ μόνον φαινόμενος ζητεῖν τίνα ἁρπάζειν καὶ καταπιεῖν, διὰ τοῦτο ὃ μέν ἐστιν αὐτὸς, ὑποκρύπτει καὶ σκέπει, ὑποκρινόμενος δὲ τῇ φαντασίᾳ τὴν πᾶσι ποθουμένην ἀλήθειαν, τὸν ἴδιον ἰὸν ἐπιβάλλει τοῖς ἀκολουθήσασιν αὐτῷ· οὕτω καὶ τὴν Εὔαν ἠπάτησεν, οὐ τὰ ἴδια λαλῶν, ἀλλ' ὑποκρινόμενος τὰ τοῦ Θεοῦ ῥήματα, τὴν δὲ διάνοιαν αὐτῶν παραποιῶν οὕτω καὶ τὴν γυναῖκα τοῦ Ἰὼβ ὑπέβαλε, πείσας αὐτὴν ὑποκρίνεσθαι φιλανδρείαν, διδάξας δὲ βλασφημεῖν εἰς τὸν Θεόν· οὕτω τοὺς ἀνθρώπους ὁ δόλιος παίζει ταῖς φαντασίαις, ὑποκλέπτων καὶ σύρων ἕκαστον εἰς τὸν ἴδιον τῆς κακίας βόθρον. Cap. IX, v. 5. Ὁ παλαιῶν ὄρη, καὶ οὐκ οἴδασιν, ὁ καταστρέφων αὐτὰ ὀργῇ. Ὄρη οἱ προφῆται, ὁ Μοϋσῆς καὶ οἱ καθ' ἑξῆς. Καὶ δῆλοι ἡ γραφή· Ἤρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά 23 μου. Ὁ τὸ διανοητικὸν ἐπιδοὺς τοῖς λόγοις τῶν προφητῶν, ᾔρε τοὺς ὀφθαλμοὺς εἰς τὰ ὄρη, ὁρῶν ὅτι ἥξει ἐκ τῶν ἐν τοῖς προφήταις νοηθέντων λόγων ἡ βοήθεια αὐτοῦ παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν, πληρώσαντος μυστηρίων τὴν καθαρὰν τῶν προφητῶν καρδίαν. Ὅσον οὖν ἡ καινὴ διαθήκη οὐκ ἔρχεται οὐκ ἦσαν παλαιοὶ οἱ προφῆται, οὐδαμοῦ γὰρ παρὰ διαθήκην, εἴρηται πρὸ τούτου· Χριστὸς δέ ἐστιν ὁ παλαιῶν ὄρη, Μωσέα καὶ τοὺς προφήτας. Καὶ οὐκ οἴδασι· Τίνες οὖν οὐκ οἴδασιν; ἐκεῖνοι πρὸς οὓς ἔλεγεν· Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἐν ἐμοί· περὶ ἐμοῦ γὰρ ἐκεῖνος ἐγράφη. Εἰ εἴδησαν Ἰουδαῖοι ὅτι περιπαλαιῶται τὰ ὄρη, καταλιπόντες ἂν αὐτὰ, τουτέστιν τὴν τοῦ γράμματος παλαιότητα, διήλλανται καὶ ἐληλύθησαν ἐπὶ τὴν καινὴν διαθήκην· καὶ ἐλάτρευον Θεῷ ἐν καινότητι Πνεύματος, καὶ οὐ παλαιότητι γράμματος· ἐπάγει οὖν· οὐκ οἴδασιν οὖν Ἰουδαῖοι οὔτε τὸν παλαιώσαντα, οὔτε τὰ πεπαλαιωμένα. ∆ιὸ ὁ καταστρέφων, φησὶν, αὐτὰ ὀργῇ, τουτέστι τὴν κατὰ τὸ γράμμα Ἱερουσαλὴμ ἢ τοῦ γράμματος. Ποῦ τὸ αἰσθητὸν θυσιαστήριον; Παράδοξον ὁ Ἰησοῦς μου πεποίηκεν; ἐλθὼν τοὺς αὐτοῦ προφήτας καὶ πεπαλαίωκεν καὶ ἀνεκαίνισε, πεπαλαίωκε, πῶς; ἡ διακονία τοῦ θανάτου τοῦ ἐν γράμματι ἐντετυπωμένη ἦν, φησίν· ἀνεκαίνισε, πῶς; ὁ μὲν νόμος, φησὶν, ἅγιος καὶ ἡ ἐντολὴ αὐτοῦ ἁγία καὶ δικαία καὶ ἀγαθή· ἀλλ' οὐκ ἤδεισαν ταῦτα οἱ μὴ μαθόντες τὸ ὄνομα πνευματικόν. 24 v. 6. Ὁ σείων τὴν ὑπ' οὐρανὸν ἐκ θεμελίων. Χριστός ἐστιν ὁ σείσας τὴν ὑπ' οὐρανόν· πολλοὶ ἐκ μέρους γίνονται σεισμοί· σεῖσμος γέγονεν ἐνθάδε· ἀλλ' οἱ ἐν τῇ πλησίον πόλει οὐκ ἔγνωσαν· ἐπὶ δὲ τοῦ Χριστοῦ οὐ γέγονε μερικῶς, διὰ τοῦτο ὁ σείων τὴν ὑπ' οὐρανὸν ἐκ θεμελίων· οἱ δὲ στύλοι αὐτῆς σαλεύοντες, δηλονότι οἱ ἀπόστολοι ἐν τῷ καιρῷ τοῦ πάθους ἐσαλεύθησαν Πάντες ὑμεῖς, φησὶ, σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ. ῃ. 7. Ὁ λέγων τῷ ἡλίῳ, καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει. Καὶ τοῦτο ἐν τῷ σταυρῷ γέγονε· Κατὰ δὲ ἄστρων κατασφραγίζει· φέρεται ὅτι ταῖς τρισὶν ὥραις ἐν αἷς ἐξέλιπεν ὁ ἥλιος, ἀστέρες ἐφάνησαν ἐν οὐρανῷ ὡς ἐν νυκτί. v. 9. Ὁ ποιῶν Πλειάδα, καὶ Ἕσπερον, καὶ Ἀρκτοῦρον, καὶ Ταμεῖα Νότου. Ταῦτα ὑπὲρ ἐμέ ἐστι τὰ μαθήματα. Πολλῶν γὰρ ὄντων τῶν ἀστέρων Πλειάδων, πλανητῶν καὶ ἀπλάνων παραλεγομένων ὑπὸ τῶν μὴ εἰδότων ὡς αὐτοὶ νομίζουσιν (ἔστι καὶ Ἕσπερος, ἐστι καὶ Φαέτων, καὶ Φαίνων, καὶ Στίλβων καὶ Φωσφόρος) τί δήποτε οὖν ὁ Ἰὼβ ἐν Πνεύματι φθεγγόμενος ἀπὸ τοσούτων ἀστέρων τῶν ἐν τῷ ἀπλάνει τὴν Πλείαδα μόνην ὠνόμασε; καὶ ἀπὸ τοσούτων πλανητῶν λεγομένων Ἕσπερον μόνον εἴρηκε; καὶ ἄλλον ἕνα τὸν Ἀρκτοῦρον τὸν ἐν τῷ ἀρκτοῦν ὄντα, τὸν λεγόμενον ὑπό τινων ἀρκτοφύλακα;

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

2
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать