De sacerdotio (lib. 7) Sp. ΤΟΥ ΑΥΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ Περὶ ἱερωσύνης λόγος ἕβδομος.

Ὦ θαῦμα παράδοξον! ὦ δύναμις ἄῤῥητος! ὦ φρικτὸν μυστήριον τὸ τῆς ἱερωσύνης· νοερὰ καὶ ἁγία, σεμνὴ καὶ ἀμώμητος, ἣν Χριστὸς τοῖς ἀξίοις ἐλθὼν ἐδωρήσατο. Προσπίπτω καὶ δέομαι δάκρυσι καὶ στεναγμοῖς, ἵνα ἐσοπτρίσωμαι εἰς τοῦτον τὸν θησαυρὸν τῆς ἱερωσύνης, τοῖς αὐτὸν φυλάττουσιν ἀξίως καὶ ὁσίως. Θυρεὸς γάρ ἐστι λαμπρὸς καὶ ἀνείκαστος, καὶ πύργος ἀσάλευτος, τεῖχος ἀδιαίρετον· θεμέλιος γάρ ἐστιν ἑδραῖος ἀπὸ γῆς μέχρι τῆς οὐρανίου ἁψίδος ἐγγίζουσα. Καὶ τί λέγω, ἀδελφοί; Ὅτι τὰ τῶν ὑψίστων ἁψίδων καθάπτεται, εἰς αὐτοὺς τοὺς οὐρανοὺς τῶν οὐρανῶν ἔρχεται ἀκωλύτως, ἐν μέσῳ τῶν ἀγγέλων ἅμα τῶν ἀσωμάτων λαμπρῶς καὶ ῥᾳδίως ἰχνοβατεῖ.

Καὶ τί λέγω ἐν μέσῳ τῶν ἄνω δυνάμεων; Αὐτοῦ τοῦ ∆εσπότου τῶν ἀγγέλων καὶ κτίστου καὶ φωτοδότου συνόμιλος γίνεται, καὶ καθ' ὅσον βούλεται παραυτίκα λαμβάνει τὰ αὐτοῦ αἰτήματα ἐν πολλῇ παῤῥησίᾳ. Οὐ παύομαι, ἀδελφοὶ, ὑμνῶν καὶ δοξάζων τὸν τοῦ ἀξιώματος βαθμὸν, ὃν ἡ Τριὰς δέδωκε τοῖς υἱοῖς τοῦ Ἀδὰμ, δι' οὗ ὁ κόσμος σέσωσται, καὶ ἡ κτίσις πεφώτισται, δι' οὗ ὄρη καὶ βουνοὶ καὶ νάπαι καὶ φάραγγες πεπλήρωνται τῆς φαιδρᾶς καὶ σεμνῆς πολιτείας τοῦ μακαρίου γένους· λέγω δὴ τῶν μοναχῶν, καθὼς Ἡσαΐας ὁ λαμπροφωνότατος ἔφησεν, ὅτι Ἐκ τῶν κορυφῶν τῶν ὀρέων δώσουσι φωνὰς αὐτῶν ἄνθρωποι εἰς δοξολογίαν· δι' οὗ καὶ ἀνομία ἐκ τῆς γῆς ἀφῄρηται, δι' οὗ καὶ σωφροσύνη ἐν τῇ γῇ αὐλίζεται, δι' οὗ ὁ διάβολος πεσὼν κατήργηται, οἱ ἀσελγεῖς γεγόνασι σκεύη ἡγιασμένα, οἱ πόρνοι ἁγνοὶ καὶ ἀμίαντοι, οἱ ἄφρονες γεγόνασιν ὁδηγοὶ δικαιοσύνης· δι' οὗ καὶ τὸ τοῦ θανάτου κράτος κατήργηται, καὶ ὁ ᾅδης τὴν ἰσχὺν ἀπώλεσε, καὶ ἡ κατάρα τοῦ Ἀδὰμ λέλυται, καὶ ὁ νυμφὼν ὁ οὐράνιος ηὐτρέπισται· δι' οὗ τῶν ἀνθρώπων ἡ φύσις πρὸς τὴν τῶν ἀσωμάτων μεταβάλλεται δύναμιν. Τί εἴπω, ἢ τί ἐπαινέσω; ὑπερβαίνει γὰρ καὶ λόγον καὶ ἔννοιαν ἡ δωρεὰ τοῦ βαθμοῦ τῆς ἱερωσύνης. Καὶ, ὡς οἶμαι, τοῦτό ἐστιν ὃ ὁ Παῦλος ἐκπλαγεὶς αἰνίττεται λέγων· Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Ὑψιπέτης ὑπάρχει ἀπὸ γῆς εἰς οὐρανὸν, ὀξυτάτως προσφέρουσα τῷ Θεῷ τὰ αἰτήματα ἡμῶν· πρεσβεύει τῷ ∆εσπότῃ ὑπὲρ τῶν δούλων.

Καὶ πρόσχωμεν, ἀδελφοὶ, τηλαυγῶς εἰς τοῦτο τὸ μυστικὸν καὶ φρικτὸν διήγημα, ὅτι ἄνευ τῆς σεμνῆς ἱερωσύνης ἄφεσις ἁμαρτιῶν βροτοῖς οὐ δίδοται· θέτε τὸν νοῦν ὑμῶν, ἀδελφοί· ὑμεῖς γάρ ἐστε ἐρασταὶ τῆς εὐσεβείας, αὐγάζοντες τὸ φῶς τῶν διδαγμάτων. Τί ἐστιν ὃ πρώην ἐλέξαμεν περὶ τοῦ μυστηρίου τῆς ἱερωσύνης; Τὸ κλῆμα τῆς ἀμπέλου, καὶ ὁ κόκκος τοῦ σίτου, καὶ ἡ ἱερωσύνη ὁμόνοιαν κέκτηνται· τὸ κλῆμα καὶ ὁ σῖτος παιδίσκαι ὑπάρχουσιν, ἡ δὲ ἱερωσύνη ἐλευθέρα πέφυκε. Ὅταν οὖν συναχθῶσιν αἱ τρεῖς τοῦ αὐλισθῆναι ἐπάνω τῶν θησαυρῶν, προσφέρει τῷ βασιλεῖ ἑκάστη τὴν δύναμιν τῶν ἰδίων καρπῶν εἰς εὐωδίαν· τὸ κλῆμα προΐησι τὸ αἷμα, ὁμοίως καὶ ὁ σῖτος τὸν ἄρτον, ἡ δὲ ἱερωσύνη εὐπαῤῥησιάστως ὑψηλοπετεῖ ἀπὸ γῆς εἰς οὐρανὸν, ἄχρις ἂν θεωρήσῃ αὐτὸν τὸν ἀόρατον, καὶ προσκυνήσασα ἔμπροσθεν τοῦ ὑψηλοῦ θρόνου, ἱσταμένη δέηται ὑπὲρ τῶν δούλων πρὸς τὸν ∆εσπότην, βαστάζουσα δάκρυα καὶ στεναγμοὺς τῶν συνδούλων καὶ προσφέρουσα τῷ ∆εσπότῃ· ὁμοίως παράκλησιν ἅμα καὶ μετάνοιαν αἰτοῦσα, συγχώρησιν καὶ ἔλεον τῷ εὐσπλάγχνῳ βασιλεῖ, ὅπως τὸ παράκλητον Πνεῦμα συνέλθῃ, καὶ ἁγιάσῃ τὰ δῶρα ἐν γῇ προσκείμενα. Καὶ ὅταν προσκομισθῇ μυστήρια φοβερὰ, πλήρη ἀθανασίας διὰ τοῦ προεστῶτος ἱερέως πρεσβείαν ποιοῦντος ὑπὲρ πάντων, τότε δὴ προσέρχονται ψυχαὶ διὰ τῶν μυστηρίων καθαρμὸν λαμβάνουσαι τῶν σπίλων.

Ἴδετε, φιλόθεοι, πῶς οὐκ ἐνεργοῦσιν οἱ δύο ἐπὶ τῆς γῆς, εἰ μὴ ἡ οὐρανία ψῆφος παραγένηται, καὶ ἁγιάσῃ τὰ δῶρα. Ἑώρακας, ἄνθρωπε, φαιδρὰν θαυματουργίαν; εἶδες βαθμὸν ἱερὸν πῶς ῥᾳδίως καθαίρει τῶν ψυχῶν τὰς κηλῖδας; Εὐλογεῖται ὁ Σωτὴρ ὁ δράσας ἐπὶ τῆς γῆς τοῦτο τὸ ὑπέρλαμπρον καὶ ῥυπτικὸν δώρημα, φωτίσας χάριτι τοὺς ἱερεῖς, τοῦ λάμπειν ὡς φωστῆρας ἐν κόσμῳ. Ὁ λαὸς ὁ πρὸ ἡμῶν, κέρας ἐλαιοφόρον, προκοπὴν κατείληφεν· ἡμεῖς δὲ οἱ ἀχρεῖοι δοῦλοι τοῦ εὐλογητοῦ, οὐ κέρας, οὐκ ἔλαιον αἰσθητὸν εἰλήφαμεν· ἀλλ' αὐτὸς ὁ κρανίον ὢν, ὁ ὑψηλὸς καὶ φρικτὸς κατῆλθεν ἐξ οὐρανοῦ, καὶ ἐδωρήσατο ἡμῖν ἐν τῇ ἐπιθέσει τῶν χειρῶν τὸ Πνεῦμα τὸ ἑαυτοῦ, τὸ ἐλθὸν ὡσεὶ πῦρ ἐπὶ τοὺς ἀποστόλους. Ὦ δύναμις ἄῤῥητος ἡ καταπαύσασα οἰκῆσαι ἐν ἡμῖν δι' ἐπιθέσεως τῶν χειρῶν τῶν ἱερέων! ὦ τί μέγαν βαθμὸν ἔχει ἡ φρικτὴ ἱερωσύνη! Μακάριος ὑπάρχει ὅστις πολιτεύεται ἐν αὐτῇ ἁγνῶς καὶ ἀμώμως. Πέτρος ὁ κληθεὶς Κηφᾶς, ὁ σαγηνευθεὶς παρὰ τὸ χεῖλος τῆς θαλάσσης, ὁ μαρτυρηθεὶς ὑπὸ τοῦ μεγάλου ποιμένος ὅτι Ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, διὰ ἱερωσύνης καὶ τὰς κλεῖς τῶν οὐρανῶν εἴληφεν. Ὁμοίως δὲ καὶ Παῦλος, ὁ ποτὲ διώκτης, ταύτης ἀξιωθεὶς, ὑπόπτερος διέδραμε κηρύττων ἐν γῇ καὶ θαλάσσῃ τὴν ἐκ νεκρῶν ἀνάστασιν. Ἐπανέλθωμεν πρὸς Ἄβελ τὸν δίκαιον, ὃς γέγονεν ἐν ἀρχῇ τῆς κτίσεως ἱερεὺς, καὶ μάθωμεν ἐξ αὐτοῦ ὅτι ἱεράτευεν ἐν ἀρχῇ τὴν θυσίαν αὐτοῦ πρὸς τὸν Θεόν. Οὐχὶ πῦρ ἐξ οὐρανοῦ κατελθὸν κατέφαγε τὴν θυσίαν αὐτοῦ; Ὅτε δὲ προσέφερε τῷ Θεῷ τὰς ἀπαρχὰς, ὥς φησιν ἡ Γραφὴ, Ἐπεῖδεν ὁ Θεὸς ἐπὶ τὴν θυσίαν τοῦ Ἄβελ ἐπὶ δὲ τὴν τοῦ Κάϊν οὐκ εὐδόκησεν. Πάλιν δὲ ὁ Νῶε, ὁ σωθεὶς ἐν κιβωτῷ, ὅτε ἐκόπασε τὸ ὕδωρ, καὶ ἐκάθισεν ἐπὶ τὰ ὄρη τὰ Ἀραρὰτ, ταύτην πάλιν εὐθέως μετέσχε τὴν ἱερωσύνην, καὶ προσήνεγκε θυσίαν εἰλικρινῶς τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.

Ὅθεν διέθετο μετ' αὐτοῦ διαθήκην ὁ Θεὸς, τοῦ μηκέτι ἐπάξαι κατακλυσμὸν ἐπὶ τῆς γῆς, καὶ δίδωσιν αὐτῷ εὐλογίαν τοῦ αὐξάνεσθαι καὶ πληθύνεσθαι. Εἶδες θαυματουργίαν τῆς ἱερωσύνης; ἑώρακας τὸν πρῶτον ἱερέα Ἄβελ ἐν τῇ προτέρᾳ κτίσει, πῶς τὸ πῦρ κατήνεγκεν οὐρανόθεν ἐπὶ γῆς διὰ τὴν ἄμωμον αὐτοῦ ὁλοκάρπωσιν; Εἶδες πάλιν τὸν Νῶε τὸν σεμνὸν ἱερέα ἐν τῇ δευτέρα κτίσει, πῶς ἔθετο ὁ Θεὸς μετ' αὐτοῦ διαθήκην; Ταύτην δὲ Ἀβραὰμ ἠξιώθη μετασχεῖν, καὶ προσήνεγκε τῷ Θεῷ τὸν Ἰσαὰκ, καὶ ἱερούργησε τὰ σπλάγχνα τὰ ἴδια. Ἐκεῖ αὐτῷ δείκνυσιν ὁ Θεὸς θαῦμα μέγα, τὴν τοῦ Κυρίου γέννησιν ἐν τῇ τοῦ φυτοῦ Σαβὲκ, τὴν ἐν ῥιπῇ αὔξησιν, καὶ τὸ τῆς εὐλογίας, ἧς αὐτὸς εὐλόγησεν· Ἐν τῷ σπέρματί σου εὐλογηθήσονται πάντα τὰ ἔθνη. Ταύτης καὶ Μωσῆς κατηξιώθη ἀναβὰς εἰς τὸ ὄρος τὸ Σινὰ πρὸς τὸν Θεὸν, καὶ δεξάμενος τὸν νόμον παρ' αὐτοῦ· ὅθεν καὶ ἐδοξάσθη τὸ πρόσωπον αὐτοῦ, ὥστε αὐτὸ ὁρᾶσθαι ὑπὲρ τὸν ἥλιον. Ὁμοίως καὶ Ἀρὼν ταύτης κατηξιώθη, πρεσβευτὴς γενόμενος ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ πρὸς τὸν Θεόν. Μωσῆς γὰρ καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ. Ὁμοίως καὶ Φινεὲς ταύτῃ τῇ πανσέμνῳ ἐκώλυσε θάνατον ἐκ τοῦ λαοῦ ἐκείνου· καὶ Ἠλίας δὲ πάλιν ταύτῃ ἐνδυσάμενος εἰσηκούσθη ἐν πυρὶ, καὶ τοὺς ἱερεῖς τῆς αἰσχύνης κατέσφαξε. Μάθωμεν οὖν, ἀδελφοὶ, ὅτι μέγα ἐστὶ καὶ ὑπέρογκον τὸ τῆς ἱερωσύνης ἀξίωμα. ∆όξα τῷ Μονογενεῖ καὶ μόνῳ ἀγαθῷ, τῷ παρασχόντι αὐτὴν τοῖς ἑαυτοῦ ἀποστόλοις, διὰ τῆς αὐτοῦ καινῆς καὶ ἁγίας διαθήκης, ἵνα καὶ αὐτοὶ ἡμῖν ὑπόδειγμα δείξωσιν ἐν τῇ θέσει τῶν χειρῶν αὐτῶν πρὸς τοὺς ἀξίους. Πάντες οὖν εἰλικρινῶς τιμήσωμεν τοὺς τὸν βαθμὸν ἔχοντας τῆς ἱερωσύνης, γινώσκοντες ὅτι εἴ τις τῶν φίλων τοῦ βασιλέως φιλεῖ, τοῦτον πολλῷ πλέον ἀγαπᾷ ὁ βασιλεύς. Ἀγαπήσωμεν οὖν τοὺς ἱερεῖς τοῦ Θεοῦ, ἐπειδὴ φίλοι εἰσὶ τοῦ Θεοῦ, καὶ πρεσβεύουσιν ὑπὲρ ἡμῶν πάντοτε· τίμησον τοὺς ἱερεῖς, ἀναπληρῶν τὴν ἐντολὴν τοῦ Χριστοῦ τὴν λέγουσαν, ὅτι Ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται. Ἐὰν δὲ τὸν τυχόντα ἱερέα ἀγνοεῖς, εἰ ἄξιός ἐστι τοῦ βαθμοῦ ἢ ἀνάξιος, οὐ διὰ τὴν τοῦ Χριστοῦ ἐντολὴν μὴ παρίδῃς.

Ὥσπερ γὰρ οὐ βλάπτεται χρυσὸς τῷ πηλῷ συμπεφυρμένος, οὐδὲ φαιδρὸς μαργαρίτης ἀλλοιοῦται, ὅταν τισὶ συναφθῇ εἴδεσιν ἀκαθάρτοις· τὸν αὐτὸν οὖν τρόπον οὐδὲ ἡ ἱερωσύνη κηλιδοῦται ἔκ τινος, κἂν ἀνάξιος ᾖ ὁ ταύτην δεχόμενος. Ἐὰν μέν τις ἀξιωθῇ εἰς ταύτην τὴν ἀξίαν ἐλθεῖν, καὶ πορευθῇ ἐν αὐτῇ ἀξίως καὶ ἀμέμπτως, ζωὴν αὐτῷ προξενεῖ καὶ στέφανον ἄφθαρτον· ἐὰν δέ τις ἀναξίως εἰς ταύτην ἐλθεῖν τολμήσῃ, προξενεῖ ἑαυτῷ σκότος τὸ ἐξώτερον καὶ κρίσιν ἀνίλεων. Ἄλλο σοι ὑπόδειγμα δίδωμι, ὦ ἄνθρωπε, ἵνα μὴ τολμήσῃς ἐν τῇ ἀλαζονείᾳ σου λαβεῖν ἀναξίως τὸν τῆς ἱερωσύνης βαθμὸν, ἐπειδὴ οὐκ εὐδοκεῖ ὁ Θεὸς ἐν τοῖς ἀλαζονικῶς κεχειροτονημένοις.

Γνῶθι τοίνυν ὃ πεπόνθασιν οἱ τάλανες ἐκεῖνοι, οἱ τῷ Μωσεῖ καὶ Ἀαρὼν ἀντιστάντες ποτὲ, καὶ προπετευσάμενοι ἀναιδῶς καὶ αὐθαδῶς θυμιᾶσαι τῷ Θεῷ· οὐχὶ πῦρ κατέφαγεν ἅπαντας, ἀνθ' ὧν κατετόλμησαν εἰς βαθμὸν οὗ οὐκ ἦσαν ἄξιοι; Πάλιν δὲ καὶ Μαριὰμ ἡ προφῆτις τοῦ Θεοῦ, ἵνα βραχύν τινα λόγον τῷ Μωσῇ ὀνειδίσῃ περὶ ἱερωσύνης, τοιοῦτον αὐτῇ μῶμον ὥρισεν ὁ Ὕψιστος, ἵνα λεπρωθεῖσα ἑπτὰ ἡμέρας ἀφορισθῇ ἔξω τῆς παρεμβολῆς. Καὶ τὸ νῦν, ἀδελφοὶ, ἁγνῶς αὐτὴν πολιτεύσασθε, μιμούμενοι τὸν Μωσῆν καὶ Ἀαρὼν καὶ τὸν Ἐλεάζαρ. Θεώρησον τοὺς εὐσεβεῖς τούτους ἱερεῖς, πῶς ἐν αὐτῇ ἠμύναντο τὰς τῶν ἐχθρῶν παρεμβολάς. Ταύτην ἔχων ὁ Μωσῆς, ἥπλωσε τὰς χεῖρας πρὸς τὸν Θεὸν, καὶ ἔτρωσε τὸν Ἀμαλὴκ πληγὴν ἀνίατον· ταύτην Ἀβραὰμ ζωσάμενος, τοὺς βασιλεῖς ἐτροπώσατο· ταύτην ὁ Μελχισεδὲκ ἀναλαβὼν, εὐλόγησε τὸν Ἀβραὰμ εὐλογίαν ἐξαίρετον. Ἠξιώθης οὖν, ἀδελφὲ, κομίσασθαι βαθμὸν ἱερωσύνης; σπουδὴν ἔχε εὐαρεστεῖν τῷ στρατολογήσαντί σε, ἐν ἁγνείᾳ καὶ ἐν δικαιοσύνῃ καὶ σοφίᾳ πνευματικῇ καὶ ἐν λαμπρᾷ παρθενίᾳ. Γενοῦ θερμὸς ζηλωτὴς ὡς Ἠλίας, κηδεμὼν ὡς Ἱερεμίας, σώφρων ὡς ὁ Ἰωσὴφ, καὶ ἁγνὸς ὡς Ἰησοῦς, φιλόξενος ὡς Ἀβραὰμ, φιλόστοργος ὡς ∆αυῒδ, καὶ πρᾶος ὡς Μωσῆς· τὸν πλανηθέντα σύναξον, τὸν χωλὸν ἐπίδησον, τὸν πεσόντα ἀνάστησον, ἀσθενοῦντας ἀντιλαβοῦ, καὶ ὅσα ὅμοια. Ἐγὼ δὲ ἐκπλήττομαι, ἀγαπητοὶ, ὁποῖα εἰώθασί τινες ἐκ τῶν ἀφρόνων τολμᾷν, καὶ ἐπιχειροῦσιν ἀναιδῶς καὶ προπετῶς ἱερωσύνην λαβεῖν, μὴ κληθέντες ὑπὸ τῆς χάριτος τοῦ Χριστοῦ, ἀγνοοῦντες ὅτι πῦρ καὶ θάνατον ἑαυτοῖς σωρεύουσιν οἱ ἄθλιοι. Οὐ λέγω σοι, ἄνθρωπε, τὴν ἱερωσύνην μόνον μὴ προπετῶς κομίσασθαι, ἀλλ' οὐδέ τι ἕτερον ἐκ τῶν σκευῶν ἅψασθαι τῆς πανσέμνου λατρείας, εἴ γε ἄρα ἀνέγνως τί πέπονθεν Ὀζᾶ, ἐν τῷ αὐτὸν ἅψασθαι τῆς κιβωτοῦ τοῦ Θεοῦ.

Ταύτης ἀεὶ μέμνησο, ἀδελφὲ ἀγαπητὲ, τῆς θείας λέξεως τοῦ Ὑψίστου, τῆς ῥηθείσης διὰ Ἡσαΐου τοῦ προφήτου, τὸ, Ἐπὶ τίνα ἐγὼ ἀναπαύσομαι, ἀλλ' ἢ ἐπὶ τὸν πρᾶον καὶ ταπεινὸν καὶ τρέμοντά μου τοὺς λόγους; Ταύτης ἀεὶ τῆς ἐντολῆς μνημόνευσον, καὶ κτῆσαι θησαυρὸν τὸν πρᾶον λογισμὸν, ἵνα οὕτω δυνηθῇς νοερῶς ἀναβῆναι εἰς τὴν ἄνω Ἱερουσαλὴμ, καὶ θυσίας νοερὰς προσενέγκαι τῷ βασιλεῖ καὶ Θεῷ ἐπὶ τὸ ἄνω θυσιαστήριον, ὅπου πλέκονται στέφανοι ἀφθαρσίας· κἀκεῖσε ἐνώπιον τῶν ἀγγέλων ἀναδήσει σε ὁ Χριστὸς στέμμα ἀθανασίας, καὶ σὺν ταῖς ἄνω στρατείαις ὑμνήσεις ὕμνον ἐπινίκιον τῇ ἁγίᾳ Τριάδι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

1
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать