Γρηγόριος Νύσσης, 4ος αιώνας

Κατὰ Εὐνομίου 1

Contra Eunomium 1 / Против Евномия 1

Contra Eunomium

αʹ. Προοίμιον ὅτι οὐ συμφέρει τοὺς μὴ καταδεχομένους τὴν ὠφέλειαν εὐεργετεῖν πειρᾶσθαι. Cap.1.2 βʹ. Ὅτι δικαίως πρὸς τὴν ἀντίρρησιν ἤλθομεν τοῦ ἀδελφοῦ κατηγορηθέντος ὑπεραλγήσαντες. Cap.1.3 γʹ. Ὅτι οὐδὲν μέγα κατὰ τὴν τοῦ λόγου δύναμιν ἐνι δόντες τῷ βιβλίῳ τοῦ Εὐνομίου εἰκότως κατεθαρσήσαμεν τῆς ἀντιρρήσεως. Cap.1.4 δʹ. Ὅτι πολλῇ ματαιότητι καὶ περιττολογίᾳ ἐν τῷ ἰδίῳ λόγῳ ἐχρήσατο ὁ Εὐνόμιος, μὴ πάνυ σπουδάζων περὶ τὰ καίρια. Cap.1.5 εʹ. Ὅτι οὐ καλῶς ἐποίησεν Εὐστάθιον τὸν Ἀρμένιον καὶ Βασίλειον τὸν Γαλάτην τοὺς ἐπισκόπους ἐν τοῖς ἰδίοις κωμῳδήσας λόγοις. Cap.1.6 ʹ. Μνήμη τοῦ προστάτου τῆς ἀσεβείας Ἀετίου καὶ αὐτοῦ Εὐνομίου, δι' ὀλίγων καὶ τὰ γένη καὶ τὰ ἐπιτηδεύ ματα τῶν ἀνδρῶν περιέχουσα. Cap.1.7 ζʹ. Ὅτι αὐτὸς ὑφ' ἑαυτοῦ ἐλέγχεται ὁ Εὐνόμιος ἀκατ ηγόρητος τὴν ἀπολογίαν ποιησάμενος. Cap.1.8 ηʹ. Ὅτι αἱ λοιδορίαι, αἷς κατὰ Βασιλείου ἐχρήσατο, τούτῳ μᾶλλον ἢ ἐκείνῳ πρέπουσαι ἐκ τῶν πραγμάτων δεί κνυνται. Cap.1.9 θʹ. Ὅτι ἐγκαλῶν Βασιλείῳ τὸ μὴ προστῆναι τοῦ λό γου ἐν τῷ καιρῷ τῶν ἀγώνων οὐδὲ αὐτὸς ἐπιδείκνυται ἀλ λότριος ὢν τοῦ ἐγκλήματος. Cap.1.10 ιʹ. Ὅτι πάντα ὅσα ὠνόμασεν αὐτὸν ὑβριστικὰ ῥήματα ἀπ' αὐτῶν τῶν πραγμάτων ψευδῆ διελέγχεται. Cap.1.11 ιαʹ. Ὅτι ψυχρῶς ἐχρήσατο τῷ κατὰ τὸ ἆθλον σοφί σματι, δι' οὗ κατασκευάζει παρ' ἡμῶν ὁμολογεῖσθαι τὸ κε κρίσθαι αὐτὸν καὶ μὴ ἀκατηγόρητον τὴν ἀπολογίαν ποιή σασθαι. Cap.1.12 ιβʹ. Ὅτι μάτην ἐπονειδίζει τὴν δειλίαν τῷ τοσαύτην ἀνδρείαν ἐπὶ τῶν ἀγώνων πρὸς βασιλέας τε καὶ ὑπάρχους δείξαντι. Cap.1.13 ιγʹ. Μνήμη τῶν δογματικῶς αὐτῷ εἰρημένων καὶ κατὰ διαίρεσιν πρὸς τὰ εἰρημένα μάχη. Cap.1.14 Ὅτι κακῶς ἐποίησε μνημονεύων τοῦ σωτηρίου δόγματος, μὴ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα καθὼς παραδέδοται ὀνομάζων, ἀλλὰ καὶ ἄλλοις ὀνόμασι χρησάμενος κατὰ τὸ ἴδιον βούλημα. Cap.1.15 ιεʹ. Ὅτι κακῶς ἐποίησε μόνην τὴν τοῦ πατρὸς οὐσίαν κυριωτάτην εἰπὼν καὶ ἀνωτάτω, κατασκευάζων κατὰ τὸ σιω πώμενον ἄκυρόν τε εἶναι τοῦ υἱοῦ καὶ τοῦ πνεύματος τὴν οὐσίαν καὶ κάτω. Cap.1.16 ι ʹ. Ἐξέτασις τοῦ τῆς ὑποταγῆς σημαινομένου, καθ' ὃ λέγει ὑποτετάχθαι τῇ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ οὐσίᾳ τὴν τοῦ πνεύματος φύσιν· ἐν ᾧ κατεσκευάσθη ὅτι συντάσσεται τὸ πνεῦμα τὸ ἅγιον πατρὶ καὶ υἱῷ, οὐχ ὑποτάσσεται. Cap.1.17 ιζʹ. Ἐξέτασις τῶν ἐνεργειῶν τίνες κατὰ τὴν φύσιν εἰσίν, ἃς ἕπεσθαι οὗτος λέγει τῇ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ οὐσίᾳ. Cap.1.18 ιηʹ. Ὅτι οὐ κατὰ λόγον ποιεῖ εἰς πλῆθος οὐσιῶν τὸ δόγμα διαμερίζων, οὐδεμίαν ἀπόδειξιν τοῦ ταῦτα οὕτως ἔχειν παρεχόμενος. ξαπ.1.19 ιθʹ. Ὅτι ἁπλῆν λέγων τὴν θείαν οὐσίαν μέχρις ὀνόματος συγχωρεῖ τὴν ἁπλότητα. ξαπ.1.20 κʹ. Ὅτι κακῶς ποιεῖ τῆς τοῦ μονογενοῦς ὑπάρξεως ἐνέργειάν τινα προεπινοῶν ἀπεργαστικὴν τῆς τοῦ Χριστοῦ ὑποστάσεως. Cap.1.21 καʹ. Ὅτι χαλεπωτέρα τῆς Ἰουδαϊκῆς πλάνης ἡ τούτων βλασφημία. Cap.1.22 κβʹ. Ὅτι οὐ χρὴ τὸ μεῖζον καὶ τὸ ἔλαττον ἐπὶ τῆς θείας οὐσίας δογματίζειν· ἐν ᾧ καὶ ἔκθεσις τεχνικὴ τῶν ἐκκλησια στικῶν δογμάτων. Cap.1.23 κγʹ. Ὅτι οὐκ ἀμάρτυρός ἐστιν ἡ τῆς πίστεως διδασκαλία ταῖς γραφικαῖς μαρτυρίαις ἠσφαλισμένη. Cap.1.24 κδʹ. Ὅτι ματαιολογεῖ μεγέθη καὶ διαφορὰς ἔργων καὶ ἐνεργειῶν ἐν τοῖς δόγμασι τῆς εὐσεβείας τεχνολογῶν. Cap.1.25 κεʹ. Ὅτι ὁ πρεσβύτερον κατά τι διαστηματικὸν νόημα τοῦ υἱοῦ τὸν πατέρα κατασκευάζων ἀναγκασθήσεται μηδὲ τὸν πατέρα ἄναρχον λέγειν. ξαπ.1.26 κ ʹ. Ὅτι οὐχ ἁρμόσει καὶ τῇ κτίσει τὸ τοιοῦτον θεώ ρημα ὃ ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἐξητάσθη, ὅπερ ἐκεῖνοι βιάζονται, ἀλλὰ χρὴ τὸν μὲν υἱὸν ἀϊδίως σὺν τῷ πατρὶ θεωρεῖσθαι, τὴν δὲ κτίσιν ἀπό τινος ὡρισμένου <χρόνου> τὴν ἀρχὴν ἐσχηκέναι ὁμολογεῖν. Cap.1.27 κζʹ. Ὅτι μάτην ὑπέλαβε τὰς αὐτὰς ἐνεργείας τὰ αὐτὰ ἔργα ποιεῖν καὶ τὴν παραλλαγὴν τῶν ἔργων παρηλλαγμένας τὰς ἐνεργείας ἐνδείκνυσθαι. Cap.1.28 κηʹ. Ὅτι μάτην ὑπέλαβεν ἀπαράβατον εἱρμὸν ἐν τῇ τῶν φύσεων συμφωνίᾳ δύνασθαι συστῆναι. Cap.1.29 κθʹ. Ὅτι μάτην ᾠήθη τὴν ἐν ταῖς ἐνεργείαις ἀμφιβολίαν διαλύειν ἐκ τῶν οὐσιῶν, καὶ τὸ ἔμπαλιν. Cap.1.30 λʹ. Ὅτι οὐδεὶς ἔστι λόγος θεϊκὸς ὁ τὰ τοιαῦτα ζητεῖν κελεύων· ἐν ᾧ κατεσκευάσθη καὶ τὸ μάταιον τῆς ἐν τούτοις φιλοσοφίας. Cap.1.31 λαʹ. Ὅτι ἱκανή ἐστιν εἰς γνῶσιν τῆς κατὰ τὴν οὐσίαν ταὐτότητος ἡ διὰ τῆς προνοίας κατανόησις. Cap.1.32 λβʹ. Ὅτι ἀδιανόητος ἡ ἀπόφασις τοῦ εἰπόντος ἀκολου θεῖν τὸν τρόπον τῆς γεννήσεως τῷ τρόπῳ τῆς ὁμοιότητος. Cap.1.33 λγʹ. Ὅτι μάτην ἀπεφήνατο τῇ φυσικῇ τοῦ γεννῶντος ἀξίᾳ διαδείκνυσθαι τὸν τῆς γεννήσεως τρόπον. Cap.1.34 λδʹ. Μνήμη τῶν ἐπὶ διαβολῇ τοῦ ὁμοουσίου παρ' αὐτοῦ ῥηθέντων καὶ πρὸς τὰ εἰρημένα μάχη. Cap.1.35 λεʹ. Κατασκευὴ τοῦ πρὸς τὸν μανιχαϊσμὸν ῥέπειν τὸ δόγμα τῶν Ἀνομοίων. Cap.1.36 λ ʹ. Μνήμη πάλιν τοῦ ἐκκλησιαστικοῦ δόγματος ἐν παραδρομῇ. Cap.1.37 λζʹ. Συνηγορία τῶν παρὰ τοῦ μακαρίου Βασιλείου ῥη θέντων παρὰ τούτου δὲ διαβαλλομένων, ἐν οἷς φησιν ὁ ἡμέ τερος τὴν <τοῦ> πατρὸς προσηγορίαν καὶ τὴν τοῦ ἀγεννήτου δύνασθαι τὴν αὐτὴν σημαίνειν διάνοιαν. Cap.1.38 ληʹ. Μάχη πρὸς τοὺς σοφισματώδεις αὐτοῦ συλλογι σμοὺς δι' ἐπιχειρημάτων πλειόνων. ξαπ.1.39 λθʹ. Ἀπόκρισις πρὸς τὸ ἐπιφερόμενον παρ' αὐτοῦ ἐρώ τημα, εἰ ὁ ὢν γεννᾶται. Cap.1.40 μʹ. Ὅτι ψυχρῶς συστῆναι ἑαυτῷ ἐπεχείρησεν, ἐλεγ χθεὶς παρὰ τοῦ μακαρίου Βασιλείου. Cap.1.41 μαʹ. Ὅτι τὸ ἐπακολουθοῦν οὐ ταὐτόν ἐστιν ἐκείνῳ ᾧ ἐπηκολούθει. Cap.1.42 μβʹ. Ἑρμηνεία τῆς τοῦ ἀγεννήτου σημασίας καὶ τοῦ ἀϊδίου θεωρία. Cap.2.1 αʹ. Ὁ δεύτερος λόγος τὴν σάρκωσιν τοῦ θεοῦ λόγου καὶ τὴν δοθεῖσαν παρὰ τοῦ κυρίου τοῖς μαθηταῖς πίστιν ἐκ διδάσκει, καὶ τοὺς ταύτην ἀνατρέποντας αἱρετικοὺς καὶ ἕτερα προσεπινοήσαντας ὀνόματα ἐκ τοῦ πατρὸς τοῦ διαβόλου εἶναι λέγει Cap.2.2 βʹ. Εἶτα τὴν τοῦ ἀϊδίου πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος διὰ πλειόνων ἑρμηνείαν διέξεισιν. Cap.2.3 γʹ. Ἔπειτα τὴν τοῦ ἀκατονομάστου τῆς ἁγίας τριάδος ὀνόματος καὶ τὴν τῶν προσώπων πρὸς ἄλληλα σχέσιν ἔτι τε τὸ τῆς οὐσίας ἄγνωστον καὶ τὴν πρὸς ἡμᾶς αὐτοῦ συγ κατάβασιν καὶ τὴν ἐκ τῆς παρθένου γέννησιν καὶ τὴν δευ τέραν αὐτοῦ παρουσίαν καὶ τὴν ἐκ νεκρῶν ἀνάστασίν τε καὶ ἀνταπόδοσιν. Cap.2.4 δʹ. Μετὰ τοῦτο τὴν κατὰ μέρος τοῦ Εὐνομίου περὶ τοῦ ὄντος κενὴν καὶ βλάσφημον ἔκθεσιν πανσόφως διελέγχει. Cap.2.5 εʹ. Εἶτα τὸ ἀδιανόητον τῶν τοῦ Εὐνομίου ῥημάτων τῶν τὴν οὐσίαν τοῦ πατρὸς μὴ χωρίζεσθαι ἢ μερίζεσθαι ἢ ἄλλο τι γίνεσθαι λεγόντων θαυμαστῶς ἀνατρέπει. Cap.2.6 ʹ. Εἶθ' οὕτως τὴν τοῦ υἱοῦ πρὸς τὸν πατέρα ἑνότητα καὶ τοῦ Εὐνομίου τὸ τῶν γραφῶν ἀμύητον καὶ ἀνόητον δεί κνυσι. Cap.2.7 ζʹ. Πρὸς τούτοις δείκνυσιν ὅτι οὐ μόνον ἐκ τοῦ πατρὸς ὁ μονογενής, ἀλλὰ καὶ ἐκ τῆς παρθένου ἀπαθῶς ἐκ πνεύ ματος ἁγίου γεννηθεὶς τὴν οὐσίαν οὐκ ἐμέρισεν, ἀλλ' οὐδὲ ἡ τῶν ἀνθρώπων φύσις γεννωμένη ἀπὸ τῶν τικτόντων μερί ζεται ἢ σχίζεται, καθὼς ἀπό τε τοῦ Ἀδὰμ καὶ τοῦ Ἀβραὰμ πανσόφως ἀπεδείχθη. Cap.2.8 ηʹ. Ἐπὶ τούτοις τὴν τοῦ μονογενοῦς καὶ τὴν τοῦ πρω τοτόκου ἑρμηνείαν τετράκις παρὰ τοῦ ἀποστόλου ῥηθεῖσαν πάνυ ἁρμοδίως διέξεισιν. Cap.2.9 θʹ. Εἶτα πάλιν τὴν τοῦ μονογενοῦς γέννησιν ἑτέρας τε διαφόρους ὑλικάς τε καὶ ἀΰλους γεννήσεις τεχνολογήσας ἀπαύγασμα δόξης καὶ οὐ κτίσμα τὸν υἱὸν μεγαλοπρεπῶς ἀποδείκνυσιν. Cap.2.10 ιʹ. Ἔπειτα τὴν τοῦ Κύριος ἔκτισέ με ῥῆσιν καὶ τὸν περὶ τῆς ἀρχῆς τοῦ υἱοῦ λόγον τό τε ἀπατηλὸν τῶν τοῦ Εὐνομίου ῥημάτων καὶ τὴν λέγουσαν ῥῆσιν Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω ποικίλως διεξετάσας καλῶς διηρμήνευσεν. Cap.2.11 ιαʹ. Εἶτα τὴν τοῦ παντοκράτορος ἀξίαν καὶ τὴν τοῦ μονογενοῦς ἀϊδιότητα καὶ τὸ Γενόμενος ὑπήκοος διασαφή σας τὸ τοῦ Εὐνομίου ἀνόητον ἐν τῷ λέγειν οὐκ ἐκ τῆς ὑπακοῆς αὐτὸν προσλαβεῖν τὸ εἶναι υἱὸν δείκνυσιν. Cap.2.12 ιβʹ. Εἶθ' οὕτως τὴν τοῦ μεσίτου ἑρμηνείαν τοῦ τε ὁμοίου καὶ ἀγεννήτου καὶ γεννητοῦ τήν τε εἰκόνα καὶ σφρα γῖδα τῆς τοῦ παντοκράτορος ἐνεργείας καὶ τῶν ἔργων παγ κάλως διέξεισιν. Cap.2.13 ιγʹ. Μετὰ τοῦτο τὴν εὐαγγελικὴν διερμηνεύει ῥῆσιν Ὁ πατὴρ κρίνει οὐδένα· ἔτι τοῦ μετὰ ψυχῆς καὶ σώματος ἀνα ληφθέντος ἀνθρώπου παρὰ τοῦ κυρίου τήν τε παράβασιν τοῦ Ἀδὰμ καὶ τὸν θάνατον καὶ τὴν ἐκ νεκρῶν ἐξανάστασιν διε σάφησε. Cap.2.14 ιδʹ. Πρὸς τούτοις τὴν δόξαν ἣν ἡ ἐκκλησία ὅ τε Εὐνόμιος περὶ τοῦ ἁγίου ἔχουσι πνεύματος διεξέρχεται, καὶ ὅτι οὐ τρεῖς θεοὶ ἀλλ' εἷς, ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα· πρὸς οἷς καὶ διαφόρους ὑποταγὰς ἐκτίθεται, ἐν οἷς καὶ τὴν παρὰ πάντων πρὸς τὸν υἱὸν ὑποταγὴν <καὶ τὴν> τοῦ υἱοῦ πρὸς τὸν πατέρα τὴν αὐτὴν ἀπέδειξεν. Cap.2.15 ιεʹ. Εἶτα τὸ ἀδιανόητον τοῦ Εὐνομίου διὰ πολλῶν ἀπο δείξας ποτὲ μὲν κτιστὸν τὸ ἅγιον λέγοντος πνεῦμα καὶ τοῦ υἱοῦ ἔργον κάλλιστον, ποτὲ δὲ ἀπὸ τῶν ἐνεργειῶν αὐτοῦ θεὸν ὁμολογοῦντος τελειοῖ τὸν λόγον. Cap.3.1 αʹ. Ὁ τρίτος οὗτος λόγος τρίτην πτῶσιν τοῦ Εὐνομίου δεικνύει ὡς ἑαυτὸν διελέγχοντος καὶ ποτὲ μὲν λέγοντος ὅτι διὰ τὸ γεννηθῆναι κατὰ φύσιν δεῖ υἱὸν τὸν μονογενῆ ὀνομά ζεσθαι, ὡς τῆς ἁγίας γραφῆς, φησίν, ἄνωθεν τοῦτο δηλού σης, ποτὲ δὲ ὅτι διὰ τὸ κτισθῆναι μηκέτι υἱὸν ἀλλὰ ποίημα λέγεσθαι. Cap.3.2 βʹ. Εἶτα πάλιν τὴν τοῦ Κύριος ἔκτισέ με ῥῆσιν παγ κάλως καὶ ἁρμοδίως καὶ ἀκριβῶς διεξετάσας ἐκτίθεται. Cap.3.3 γʹ. Ἔπειτα τὴν τοῦ γεννητοῦ καὶ ἀγεννήτου οὐκ ἀλλο τρίωσιν οὐσίας ἔκ τε τοῦ Ἀδὰμ καὶ Ἄβελ καὶ ἑτέρων ὑπο-δειγμάτων δείκνυσιν. Cap.3.4 δʹ. Εἶθ' οὕτως τὴν τοῦ υἱοῦ πρὸς τὸν πατέρα ἑνότητα καὶ τὸ ταὐτὸν τῆς οὐσίας καὶ κοινὸν τῆς φύσεως· ἐν ᾧ καὶ φυσιολογία περὶ γεννήσεως οἴνου, καὶ ὅτι ὅ τε υἱὸς καὶ τὸ γέννημα ἐπὶ τῆς τοῦ μονογενοῦς προσηγορίας ὁμογενῆ τὴν οἰκειότητα ἔχουσιν. Cap.3.5 εʹ. Πρὸς τούτοις τὸ ἀκατάληπτον τῆς θείας οὐσίας διέξεισι καὶ τὸ πρὸς τὴν Σαμαρεῖτιν ῥηθὲν Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε ἑρμηνεύει. Cap.3.6 ʹ. Μετὰ ταῦτα τὴν τοῦ υἱοῦ κλῆσιν καὶ <τὴν> τοῦ γεννήματος διαφοράς τε υἱῶν θεοῦ πλείστας καὶ ἀνθρώπων καὶ κριῶν καὶ ἀπωλείας φωτός τε καὶ ἡμέρας ἐκτίθεται. Cap.3.7 ζʹ. Πρὸς οἷς τὰς τοῦ μονογενοῦς προσηγορίας θεϊκάς τε καὶ ἀνθρωπίνας διερμηνεύσας τὸ γεννητὸν καὶ ἀγέννητον διεξετάσας τὸν λόγον πληροῖ. Cap.4.1 αʹ. Ὁ τέταρτος οὗτος λόγος τὴν περὶ τοῦ γεννήματος φυσιολογίαν καὶ τὴν περὶ τῆς ἀπαθοῦς γεννήσεως τοῦ μονο γενοῦς καὶ τὸ Ἐν ἀρχῇ ἦν ὁ λόγος ἔτι τε τὴν ἐκ παρθένου γέννησιν σαφῶς διερμηνεύει. Cap.4.2 βʹ. Εἶθ' οὕτως τὰ ἁρμόζοντα περὶ τῆς ὑποστάσεως τῆς γη<ίνη>ς ταῦτα περὶ τοῦ μονογενοῦς τὸν Εὐνόμιον εἰρη κέναι διελέγξας τρεπτὸν αὐτὸν καὶ κτιστὸν βουλόμενον δεῖξαι ἀποδείκνυσιν. Cap.4.3 γʹ. Εἶτα τὸν περὶ τοῦ πρωτοτόκου λόγον πάλιν ὡς παρὰ τοῦ ἀποστόλου τετράκις μνημονευθέντα θαυμασίως διέξ εισιν. Cap.4.4 δʹ. Μετὰ τοῦτο πάλιν τὸ ἀπαθὲς τῆς τοῦ κυρίου γεν νήσεως καὶ τὸ τοῦ Εὐνομίου ἀνόητον ὡς τὴν γεννηθεῖσαν οὐσίαν τὴν τοῦ υἱοῦ προσηγορίαν ἔχειν εἰπόντος, πάλιν δὲ ἐπιλαθομένου καὶ τὴν τοῦ υἱοῦ πρὸς τὸν πατέρα σχέσιν ἀρνουμένου· ἐν οἷς καὶ τὸ κατὰ τὴν Κίρκην καὶ τὸ <τοῦ> μανδραγόρου διέξεισι φάρμακον. Cap.4.5 εʹ. Πάλιν τε τὸν Εὐνόμιον ὑπὸ τῆς ἀληθείας ἀναγκα ζόμενον τῷ ὀρθῷ συνηγοροῦντα δείκνυσι δόγματι, κυριωτάτην καὶ πρώτην οὐ μόνον τὴν τοῦ πατρός, ἀλλὰ καὶ τὴν τοῦ μονογενοῦς οὐσίαν ὁμολογοῦντα. Cap.4.6 ʹ. Εἶτα τὸν περὶ τοῦ γεννήματος καὶ ποιήματος καὶ κτίσματος γυμνάζει λόγον καὶ τὸ ἀμεσίτευτον καὶ ἀμέριστον τῆς οὐσίας καὶ τὴν πρὸς τὸν κτίσαντα καὶ πεποιηκότα σχέσιν ἀσεβῶς παρά τε Εὐνομίου καὶ Θεογνώστου λεγόμενα ἀποδείκνυσι. Cap.4.7 ζʹ. Πρὸς τούτοις τὸ ἀσύγκριτον τῶν μετὰ τὸν υἱὸν γενο μένων, καὶ τὴν κακούργως παρὰ τοῦ Εὐνομίου ἐπινοηθεῖσαν διὰ τῆς τοῦ μονογενοῦς καὶ τοῦ υἱοῦ ὀνομασίας εἰς ἀπάτην τῶν ἀκροωμένων ἐπικεκρυμμένην εἰδωλολατρείαν σοφῶς καὶ ἐντέχνως διελέγχει. Cap.4.8 ηʹ. Εἶθ' οὕτως τὴν τοῦ πατρὸς καὶ υἱοῦ οὐσίαν ἀπαρ άλλακτον δείκνυσιν· ἐν ᾧ καὶ πολλὰς παραλλαγὰς καὶ ἁρμονίας ἐκδιδάσκει, τήν τε μορφὴν καὶ σφραγῖδα καὶ χα ρακτῆρα διασαφῶν. Cap.4.9 θʹ. Ἔπειτα οὐσίαν τε καὶ γέννησιν διασαφήσας τὴν τοῦ Εὐνομίου κενολογίαν καὶ φλυαρίαν κροτάλῳ ἐοικέναι ἀποκαλεῖ. Cap.4.10 ιʹ. Εἶτα τὰ περὶ τῆς τοῦ μονογενοῦς γεννήσεως παρὰ τοῦ μεγάλου Βασιλείου ῥηθέντα ὡς παρὰ Εὐνομίου κακῶς διαβληθέντα σοφῶς διελέγξας τὸν λόγον πληροῖ. Cap.5.1 αʹ. Ὁ δὲ πέμπτος λόγος τὰ παρὰ τῆς τοῦ ἀποστόλου Πέτρου φωνῆς ῥηθέντα ἐπαγγέλλεται εἰπεῖν, ἀναβάλλεται δέ, καὶ πρότερον μὲν περὶ τῆς κτίσεως διαλέγεται, ὅτι μηδὲν αὐτῆς ἐστι σεβάσμιον, ἀλλ' ἀπαιδεύτῳ καὶ ἀσθενεῖ διανοίᾳ πλανηθέντες οἱ ἄνθρωποι καὶ τὸ κάλλος αὐτῆς θαυμάσαντες τὰ μέρη τοῦ κόσμου ἐθεοποίησαν· ἐν ᾧ καὶ τὴν Ἠσαΐου ῥῆσιν τὸ Ἐγὼ θεὸς πρῶτος παγκάλως διηρμήνευσεν. Cap.5.2 βʹ. Εἶτα τὴν Πέτρου διέξεισι ῥῆσιν ὅτι Κύριον καὶ Χριστὸν ὁ θεὸς αὐτὸν ἐποίησεν· ἐν ᾧ καὶ τὴν παρὰ Εὐνο μίου ἀντίρρησιν, ἣν κατὰ τοῦ ἁγίου Βασιλείου διὰ τὴν τοι αύτην ῥῆσιν ἐποιήσατο, τάς τε λοιδορίας καὶ ὕβρεις ὑφει μένως ἐξέθετο. Cap.5.3 γʹ. Πρὸς ἃς ἀπάντησις θαυμαστή τις καὶ ξένη καὶ ἀπόδειξις τῆς τοῦ σταυρωθέντος δυνάμεως, καὶ ὅτι τῆς ἀν θρωπίνης φύσεως, οὐ τῆς τοῦ μονογενοῦς παρὰ τοῦ πατρὸς ἡ ὕψωσις γέγονε, καὶ ἑρμηνεία τοῦ σταυρικοῦ σχήματος καὶ τῆς τοῦ Χριστοῦ προσηγορίας καὶ τὰ ἐκ τῆς ἀνακραθείσης θεότητος τῷ ἀνθρωπίνῳ χαρισθέντα ἀγαθά. Cap.5.4 δʹ. Εἶτα τὴν Εὐνομίου συκοφαντίαν, ὡς ἄνθρωπον εἰς ἄνθρωπον κεκενῶσθαι τὸν μέγαν Βασίλειον λέγοντα, ψευδῆ ἀποδείκνυσι, καὶ τὴν τοῦ μονογενοῦς κένωσιν ἐπὶ ἀνακλήσει τοῦ πεπονθότος ἀνθρώπου γεγονέναι ἀποφαίνει. Cap.5.5 εʹ. Μετὰ τοῦτο οὐ δύο Χριστοὺς οὐδὲ δύο κυρίους, ἀλλ' ἕνα Χριστὸν καὶ ἕνα κύριον ἀποδείκνυσι, καὶ ὅτι ἡ θεία φύσις τῇ ἀνθρωπίνῃ μιχθεῖσα ἀσυγχύτους ἑκατέρας φύσεως τὰς ἰδιότητας διετήρησε, καὶ διὰ τὴν συμφυΐαν κοινὰς καὶ τὰς ἐνεργείας κατονομάζεσθαι [εἴρηκε], τοῦ τε θείου εἰς ἑαυτὸν καὶ τὰ πάθη τοῦ δούλου ἀναλαμβάνοντος καὶ τοῦ ἀνθρωπίνου τῇ δεσποτικῇ τιμῇ συνδοξαζομένου καὶ τῇ δυ νάμει τῆς ἀνακραθείσης θείας φύσεως εἰς ἑαυτὴν τῆς ἀν θρωπίνης ἀναποιηθείσης, διὰ πολλῶν πανσόφως ἐξέθετο. Cap.6.1 αʹ. Καὶ ὁ ἕκτος δὲ λόγος οὐ ψιλὸν ἄνθρωπον τὸν ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἐλθόντα, ὡς ὁ Εὐνόμιος τὸν μέγαν Βασίλειον εἶπεν εἰρηκέναι ψευδῶς διαβάλλων, δείκνυσιν, ἀλλὰ τὸν μονογενῆ τοῦ θεοῦ υἱὸν σάρκα ἀνθρωπείαν ἐνδυσάμενον καὶ μεσίτην θεοῦ καὶ ἀνθρώπων γενόμενον, παθητὸν σαρκί, ἀπαθῆ τῇ θεότητι, πιστωσάμενος τὸν Εὐνόμιον συκοφάντην ἀπέδειξεν. Cap.6.2 βʹ. Εἶτα πάλιν τῆς τοῦ Πέτρου μέμνηται φωνῆς τῆς Ἐποίησε, καὶ τῆς ἐκ τῆς πρὸς Ἑβραίους ἥ φησιν ἀπό-στολον καὶ ἀρχιερέα τὸν Ἰησοῦν παρὰ θεοῦ γεγενῆσθαι, ἱκανῶς τε ὑπὲρ τῶν παρὰ Εὐνομίου ἐπαχθέντων αὐτῷ ἐγ κλημάτων ἀπολογησάμενος αὐτὸν τὸν Εὐνόμιον συνηγοροῦντα τοῖς τοῦ μεγάλου ἀποδείκνυσι Βασιλείου λόγοις καὶ κύριον τὸν μονογενῆ υἱὸν σάρκα ἐνδυσάμενον γεγονέναι λέγοντα. Cap.6.3 γʹ. Ἔπειτα τὸ πρὸς τὸν Φίλιππον ῥηθὲν παρὰ τοῦ κυρίου Ὁ ἑωρακὼς ἐμέ, τὸν ἐν τῷ ἀλλοιωθέντι σώματι ὄντα, ἑώρακε τὸν πατέρα, θαυμασίως διέξεισιν· ἐν ᾧ καὶ τὸ κατὰ τὸ φιλάνθρωπον πάθος τοῦ κυρίου καὶ τὸ τοῦ πατρὸς ἀπα θὲς δημιουργικόν τε καὶ προνοητικὸν καὶ τὴν τῶν ἀνθρώ πων συμφυΐαν καὶ εἰς τὰ ἐξ ὧν συνετέθησαν ἀνάλυσιν παγ κάλως διελήλυθεν. Cap.6.4 δʹ. Εἶτα πάλιν τὴν παρὰ τοῦ Πέτρου ῥῆσιν ἀναλαβὼν ὅτι Κύριον καὶ Χριστὸν ὁ θεὸς αὐτὸν ἐποίησε, καὶ διὰ πολ λῶν συλλογισμῶν ταύτην πανσόφως διασαφήσας ἐν ταύτῃ τὸν Εὐνόμιον τῷ ὀρθῷ συνηγοροῦντα δείκνυσι δόγματι· ἐν οἷς τά τε θεῖα καὶ ἀνθρώπινα ὀνόματα διὰ τὴν τῶν φύσεων ἀνάκρασιν ἑκατέρᾳ φύσει ἐφαρμόσας τὸν λόγον πληροῖ. Cap.7.1 αʹ. Οὗτος δὲ ὁ ζʹ λόγος τὴν κύριος λέξιν οὐκ οὐσίας ὄνομα κατὰ τὴν Εὐνομίου ἔκθεσιν, ἀλλ' ἀξίας ἔκ τε τῶν πρὸς Κορινθίους διαφόρων ῥητῶν καὶ τῶν πρὸς Ἑβραίους τῆς τε τοῦ κυρίου φωνῆς ἀποδείκνυσι, πολλά τε περὶ πνεύ ματος καὶ κυρίου θαυμαστῶς φιλοσοφήσας τὸν Εὐνόμιον ἀπὸ τῶν ἰδίων ἐλέγχει ῥημάτων τοῖς ὀρθοῖς συνηγοροῦντα καὶ μὴ βουλόμενον δόγμασι καὶ τοῖς ἰδίοις βαλλόμενον βέλεσιν. Cap.7.2 βʹ. Εἶτα λέγει ὅτι ἡ προσφυὴς τῶν ὀνομάτων πρὸς τὰ πράγματα σχέσις ἀμετάθετός ἐστιν, εἶθ' οὕτως τὸν περὶ <τοῦ> γεννητοῦ καὶ ἀγεννήτου λόγον ὡς κάλλιστα διέξεισι. Cap.7.3 γʹ. Μεθ' ἃ περὶ παραλλαγῆς ὀνομάτων καὶ πραγμά των διεξιὼν περὶ τῶν ἄνευ αἰτίας ἀγεννήτων καὶ ἀνυπάρκτων, οἷον σκινδαψοῦ καὶ Μινωταύρου καὶ βλίτυρι καὶ Κύκλωπος καὶ Σκύλλης, τῶν μηδ' ὅλως γεννηθέντων, διεξελθὼν τὰ κατ' οὐσίαν ἀλλότρια φθαρτικὰ ἀλλήλων ὑπάρχοντα δεί κνυσιν, ὡς πῦρ ὕδατος καὶ τὰ λοιπὰ ἀλλήλων· ἐπὶ δὲ πατρὸς καὶ υἱοῦ κοινῆς τῆς οὐσίας οὔσης καὶ ἐν ἀλλήλοις τῶν ἰδιο τήτων οὐσῶν οὐδεμία τῇ φύσει λώβη ἐπάγεται. Cap.7.4 δʹ. Ἔπειτα λέγει ὅτι πάντα τὰ ἐν τῇ κτίσει ὄντα πράγ ματα παρὰ ἀνθρώπων ὠνόμασται, εἰ καὶ διαφόρως παρ' ἑκά στου καλεῖται ἔθνους, ὡς καὶ ἡ τοῦ ἀγεννήτου <προση γορία> παρ' ἡμῶν ὠνόμασται· αὐτῆς δὲ τῆς θείας οὐσίας προσηγορίαν κυρίαν τῆς θείας ἔχουσαν φύσεως ἔμφασιν ἢ καθόλου μὴ εἶναι ἢ ἡμῖν ἄγνωστον εἶναι. Cap.7.5 εʹ. Πολλά τε περὶ τοῦ ὄντος καὶ ἀγεννήτου καὶ ἀγα θοῦ διαλεχθεὶς περί τε τῆς ὁμοουσιότητος καὶ τῶν ἀνθρω πίνων ψυχῶν καὶ τῆς τῶν σωμάτων ὁμοουσιότητος ἔτι τε τῶν οὐρανίων δυνάμεων τὸ μὴ παρηλλαγμένον τῆς οὐσίας δείξας, ἀλλὰ τὴν τῶν ἀξιωμάτων διαφοράν, τὸν λόγον πληροῖ. Cap.8.1 αʹ. Ὁ δὲ ηʹ λόγος τὴν παρὰ τῶν αἱρετικῶν βλασφη μίαν τῶν ἐξ οὐκ ὄντων τὸν μονογενῆ λεγόντων καὶ ὅτι ἦν ὅτε οὐκ ἦν πάνυ θαυμαστῶς ἀνατρέπει καὶ οὐ πρόσφατον ἀλλ' ἐξ ἀϊδίου τὸν υἱὸν ὄντα δείκνυσιν ἔκ τε τοῦ τῷ Μωϋσεῖ εἰρηκέναι Ἐγώ εἰμι ὁ ὤν, τῷ δὲ Μανωὲ Ἵνα τί ἐρωτᾷς τὸ ὄνομά μου καὶ τοῦτό ἐστι θαυμαστόν; πρὸς τούτοις καὶ ὁ ∆αβὶδ πρὸς τὸν θεόν φησι Σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν, ἀλλὰ καὶ ὁ Ἠσαΐας Ἐγὼ θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, καὶ ὁ εὐαγγελιστὴς Ἐν ἀρχῇ ἦν καὶ πρὸς τὸν θεὸν καὶ θεὸς ἦν· καὶ μήτε ἀρχὴν μήτε τέλος ἔχοντα, εἰδωλολάτρας δὲ τοὺς πρόσφατον ἐξ οὐκ ὄντων αὐτὸν λέγοντας ἀποδείκνυσιν· ἐν οἷς καὶ τὸ ἀπαύγασμα τῆς δόξης καὶ τὸν χαρακτῆρα τῆς ὑποστάσεως παγκάλως διερμηνεύει. Cap.8.2 βʹ. Εἶτα τὴν βούλησιν τοῦ πατρὸς περὶ τῆς τοῦ υἱοῦ γεννήσεως διεξιὼν δείκνυσι τὸ ἀγαθὸν βούλημα ἐξ ἀϊδίου ὄν, ὅπερ ἐστὶν ὁ υἱός, τῷ πατρὶ ἐνυπάρχων καθάπερ τῇ φλογὶ ἡ αὐγὴ καὶ τῷ ὀφθαλμῷ ἡ τοῦ ὁρᾶν ἐνέργεια συμφυὴς οὖσα τῇ βουλήσει. Cap.8.3 γʹ. Εἶθ' οὕτως τὰ περὶ τῆς οὐσίας τοῦ υἱοῦ ὡς προεξ ετασθέντα παραδραμὼν τὸ [περὶ] τῆς γεννήσεως σημαινό μενον διέξεισι διαφόρους εἰπὼν γεννήσεις ἐξ ὕλης καὶ τέχνης, ὡς οἰκοδομημάτων, καὶ ἐκ τῆς τῶν ζῴων διαδοχῆς, τῶν τε ἐξ ἀπορροίας, ὡς ἐφ' ἡλίου καὶ ἀκτῖνος, λαμπάδος καὶ αὐ γῆς, ἀρωμάτων καὶ μύρων καὶ τῆς ἐξ αὐτῶν ποιότητος καὶ τῶν ἐκ τοῦ νοῦ λόγων, καὶ τῶν ἀπὸ σήψεως ξύλων καὶ πυρὸς συμπιλήσεως καὶ ἑτέρων μυρίων, πανσόφως διελήλυθεν. Cap.8.4 δʹ. Πρὸς τούτοις τὰς περὶ θεοῦ ἐνεργείας ἐκ τῶν ἀν θρωπίνων δείκνυσιν ὑποδειγμάτων· καὶ γὰρ ὃ χεῖρες καὶ πόδες καὶ τὰ λοιπὰ μόρια τοῦ σώματος, μεθ' ὧν οἱ ἄν θρωποι δημιουργοῦσι, τοῦτο ἀντὶ πάντων ἐπὶ θεοῦ μόνον τὸ βούλημα ὑπάρχει. οὕτω δὲ καὶ τὸ περὶ τῆς γεννήσεως παρηλλαγμένον τυγχάνει· διὸ καὶ μονογενὴς προσηγόρευται, διὰ τὸ μηδεμίαν κοινωνίαν ἑτέρας γεννήσεως ἢ ἀδελφὴν ἔχειν τὴν κτίσιν, ἀλλ' ἀπαύγασμα δόξης καὶ ὀσμὴ μύρου λεγόμενος τὸ συνημμένον καὶ συναΐδιον τῆς πρὸς τὸν πατέρα σχέσεως δείκνυσιν. Cap.8.5 εʹ. Εἶτα τὴν τοῦ δημιουργοῦ καὶ μονογενοῦς ὑπόστασιν οὐκ ἀρχὴν ἔχουσαν ὥσπερ καὶ τὰ δημιουργήματα, ὡς ὁ Εὐνόμιός φησιν, ἀλλ' ἄναρχον καὶ ἀΐδιον <δείξας>, καὶ μηδε μίαν κοινωνίαν μήτε ἀπὸ τῆς οὐσίας μήτε ἀπὸ τῶν ὀνομάτων τὸν μονογενῆ πρὸς τὴν κτίσιν ἔχοντα, ἀλλ' ἐξ ἀϊδίου τῷ πατρὶ συνόντα, καθὼς ἡ πανάρετος λέγει Σοφία, ἀρχήν τε καὶ τέλος καὶ μεσότητα χρόνων ὄντα· πολλά τε περὶ τῆς τοῦ μονογενοῦς θεότητος καὶ ἀϊδιότητος, ἔτι τε περὶ ψυχῶν καὶ ἀγγέλων καὶ ζωῆς καὶ θανάτου εἰπὼν τὸν λόγον πληροῖ. Cap.9.1 αʹ. Ὁ θʹ λόγος τὴν Εὐνομίου θεολογίαν μέχρι μέν τινος καλῶς ῥηθεῖσαν λέγει. εἶτ' ἐφεξῆς ἐκ τῶν Φίλωνος λόγων τὸ Ὁ θεὸς πρὸ τῶν ἄλλων ὅσα γεννητά, διὰ τὴν συγ γένειαν τοῦ φρονήματος μετὰ τῶν ἰδίων ἀναμίξας λόγων, προσθεὶς δὲ καὶ τὸ Τῆς ἰδίας κατακρατεῖ δυνάμεως, τὴν ὑπερβολὴν τῆς ἀτοπίας μυσαχθεὶς θαυμαστῶς ἐξελέγχει. Cap.9.2 βʹ. Εἶτα τὴν τοῦ υἱοῦ γέννησιν οὐ κατὰ τὴν Εὐνομίου φωνὴν Τότε ἐγέννησε λέγοντος, ὅτε ἠθέλησεν ὁ πατήρ, καὶ οὐ πρότερον, ἀλλὰ πάντων ἀγαθῶν καὶ καλῶν πλήρωμα τὸν υἱὸν ὄντα ἀεὶ ἐν τῷ πατρὶ θεωρεῖσθαι πανσόφως ὑπέδειξεν, <ἀπ'> αὐτῶν τῶν Εὐνομίου λόγων συνηγορίαν ποιησάμενος τῆς τοιαύτης ἀποδείξεως. Cap.9.3 γʹ. Καὶ ὅτι οὐ κατὰ τὴν κοινὴν καὶ σαρκώδη γέννησιν ἡ προαιώνιος τοῦ μονογενοῦς τεκμαίρεται, ἀλλ' ἄναρχός ἐστι καὶ ἀτελεύτητος, καὶ οὐ καθὼς Εὐνόμιος ἀπὸ τῶν Πλάτωνι περὶ ψυχῆς ῥηθέντων καὶ τῆς παρ' Ἑβραίοις τοῦ σαββά του ἀναπαύσεως ἀνοήτως ἀναπλάττει, μὴ εἰδὼς τὴν δύναμιν αὐτῶν. Cap.9.4 δʹ. Εἶτα τὴν κατὰ τοῦ μεγάλου Βασιλείου παρὰ τοῦ Εὐνομίου συκοφαντίαν ὡς ἀγέννητον τὸν μονογενῆ καλοῦντος ψευδῆ ἀποδείξας πάλιν περὶ τὸ ἀΐδιον καὶ ὂν καὶ ἀτελεύ τητον τοῦ μονογενοῦς, δημιουργίας τε καὶ φωτὸς καὶ σκότους πανσόφως διεξελθὼν τὸν λόγον πληροῖ. Cap.10.1 αʹ. Ὁ ιʹ δὲ λόγος τὸ ἀνέφικτον καὶ ἀκατάληπτον τῆς τῶν ὄντων εὑρέσεως διεξέρχεται. ἐν ᾧ καὶ τὰ περὶ τῆς φύ σεως καὶ διαπλάσεως τοῦ μύρμηκος παραδόξως ἐκτίθεται, καὶ τὴν εὐαγγελικὴν ῥῆσιν Ἐγώ εἰμι ἡ θύρα καὶ ἡ ὁδός, τῶν τε θείων ὀνομάτων τὰς προσηγορίας καὶ ἑρμηνείας τήν τε τῶν υἱῶν Βενιαμὶν ἱστορίαν διέξεισιν. Cap.10.2 βʹ. Εἶτα τὴν αἰώνιον ζωὴν τουτέστι τὸν Χριστὸν τοῖς μὴ ὁμολογοῦσι θαυμαστῶς ὑπέδειξε καὶ θρῆνον αὐτοῖς τὸν ἐπὶ τῷ Ἰεχονίᾳ τοῦ Ἰερεμίου ἐξετραγῴδησε πρὸς Μοντανὸν καὶ Σαβέλλιον οἰκείως ἔχουσιν. Cap.10.3 γʹ. Ἔπειτα τὸ ἀΐδιον τῆς τοῦ υἱοῦ γεννήσεως καὶ τὸ ταὐτὸν τῆς οὐσίας τῷ γεννήσαντι ἀχώριστον δείκνυσι, τὸ δὲ τοῦ Εὐνομίου ἀνόητον τοῖς κατὰ ψαμάθων παίζουσιν ἀπει κάζει νηπίοις. Cap.10.4 δʹ. Μετὰ τοῦτο τὸν κυρίως ὄντα υἱὸν καὶ ἐν τοῖς κόλ ποις ὄντα τοῦ πατρὸς ἁπλοῦν τε καὶ ἀσύνθετον καὶ μὴ κυρι ευόμενον παρὰ τοῦ πατρὸς μήτε δουλεύοντα τὸν ἡμᾶς τῆς δουλείας ἀπαλλάξαντα δείκνυσιν· καὶ εἰ μὴ τοῦτο, οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ ὁ πατὴρ ὡς ἐν τῷ υἱῷ ὢν καὶ ἓν ὢν δοῦλος ἔσται· ἀπὸ δὲ τοῦ εἶναι ἡ τοῦ ὄντος ἐπωνυμία παρ εσχημάτισται. πάντα δὲ ταῦτα γενναίως καὶ θαυμαστῶς διεξετάσας τὸν λόγον πληροῖ. Cap.11.1 αʹ. Ὁ ιαʹ λόγος οὐ τῷ πατρὶ μόνον τοῦ ἀγαθοῦ τὴν ἐπωνυμίαν ὀφείλεσθαι, ὥς φησιν ὁ Εὐνόμιος ὁ μιμητὴς Μανι χαίου καὶ Βαρδησάνου, ἀλλὰ <ὅτι> καὶ τῷ υἱῷ τῷ διὰ φιλαν θρωπίαν καὶ ἀγαθότητα τὸν ἄνθρωπον πλάσαντι καὶ διὰ σταυροῦ καὶ θανάτου ἀναπλάσαντι ἡ τοῦ ἀγαθοῦ προσηγορία ὀφείλεται, δείκνυσι. Cap.11.2 βʹ. Καὶ ὅτι οὐ διθεΐα ἀγαθοῦ καὶ κακοῦ, ὡς Μαρ κίων ὁ ὁμόφρων αὐτοῦ οἴεται, πανσόφως ἐκ τῆς εὐαγγελικῆς ῥήσεως τῆς ∆ιδάσκαλε ἀγαθὲ λεγούσης καὶ τῆς τοῦ ἀμπε λῶνος παραβολῆς Ἠσαΐου τε καὶ Παύλου ἀποδείκνυσι, καὶ ὅτι οὐ τὴν ἐπωνυμίαν τοῦ ὄντος ἢ ἀγαθοῦ [ἢ τὴν τοῦ πα τρὸς ἀλλοτρίωσιν] ὁ υἱὸς ἀρνεῖται· ἀλλὰ καὶ τὴν τῶν γενο μένων ἐξουσίαν προσήκειν αὐτῷ φησιν. Cap.11.3 γʹ. Εἶτα τὴν τοῦ Εὐνομίου ἀμαθίαν καὶ τὸ ἀσυνάρτη τον καὶ γελοῖον τῶν λόγων αὐτοῦ ἐκτίθεται, ἄγγελον τοῦ ὄντος τὸν υἱὸν λέγοντος καὶ κατώτερον τῆς θείας φύσεως, ὅσον τῶν ἑαυτοῦ ὁ υἱὸς ὑπερέχει κτισμάτων. πρὸς ἃ γεν ναία καὶ σφοδρὰ ἡ ἀντίθεσις καὶ ὁ ἔλεγχος ὀργιλώτερος, καὶ ὅτι ὁ χρηματίζων τῷ Μωϋσεῖ αὐτός ἐστιν ὁ ὤν, ὁ μονο γενὴς υἱὸς ὃς τῷ Μωϋσεῖ αἰτοῦντι Εἰ μὴ αὐτὸς συμπορεύῃ ἡμῖν, μή με ἀναγάγῃς ἐντεῦθεν, εἴρηκεν ὅτι Καὶ τοῦτόν σου τὸν λόγον ποιήσω· ὃς καὶ ἄγγελος καλεῖται παρά τε Μωϋ σέως καὶ Ἠσαΐου ἐν ᾧ παρήχθη ὅτι Παιδίον ἐγεννήθη ἡμῖν. Cap.11.4 δʹ. Μετὰ τοῦτο τὸ πλῆθος τῆς ἀντιρρήσεως δεδιὼς τὰ πολλὰ τοῦ ἀντιπάλου παρέδραμεν ὡς ἤδη προανατραπέντα. τὰ δὲ λείποντα διὰ τοὺς οἰομένους κράτιστα εἶναι διὰ βρα χέων ἐπιτεμὼν τὴν τοῦ Εὐνομίου βλασφημίαν διελέγχει λέ γοντος, ὅπερ ἐπὶ πάσης τῆς κτίσεως ζῷά τε καὶ φυτά εἰσι πρὸ τῆς ἰδίας γεννήσεως μὴ ὄντα, τοῦτο καὶ τὸν κύριον εἶναι [καὶ ὁμοίως τῆς τῶν βατράχων γενέσεως· φεῦ τῆς βλασφημίας]. Cap.11.5 εʹ. Πάλιν τε κύριον αὐτὸν καὶ θεὸν καὶ δημιουργὸν πάσης τε νοητῆς καὶ αἰσθητῆς κτίσεως ὁ Εὐνόμιος καλεῖ [παρὰ τοῦ πατρὸς τὴν δύναμιν τῆς δημιουργίας καὶ τὴν ἐπι τροπὴν εἰληφότα, καθάπερ χειροτέχνης παρὰ τοῦ μισθου μένου τὴν δημιουργίαν ἐπιτραπείς] ἐπίκτητόν τε καὶ ἔξωθεν τῆς δημιουργίας τὴν δύναμιν εἰληφότα ἐκ τῆς ἀποκληρω θείσης αὐτῷ δυνάμεως κατὰ τὰς ποιὰς τῶν ἀστέρων ἐπι πλοκάς τε καὶ ἀποστάσεις, τῆς εἱμαρμένης ἐπικλωθούσης τοῖς τικτομένοις τὰς ἀποκληρώσεις τῶν βίων. καὶ τὰ πολλὰ παρατρέχων ἐκ τῶν παρ' αὐτοῦ γεγραμμένων τὴν βλασφη μίαν ἐλέγχει, γῇ καὶ ἀγγέλοις ὁμοίως γεγονότα τὸν ποιητὴν τῶν ἁπάντων καὶ μηδὲν τῆς πάντων γενέσεως τὴν τοῦ μονογενοῦς ἀπᾴδειν ὑπόστασιν· μήτε θεῖον μυστήριον μήτε ἔθος * μήτε τινὶ τῶν τῆς θεοσεβείας διδασκάλων πειθό μενον πρὸς τὴν τῆς εὐσεβείας εὕρεσιν, εἰ μὴ Μανιχαῖον Κό λουθον Ἄρειον Ἀέτιον καὶ τοὺς κατ' αὐτούς, λῆρον πάντα τὰ τῶν Χριστιανῶν * καὶ παίγνιον τὰ τῆς ἐκκλησίας ἔθη καὶ σεβάσμια ἡγούμενον μυστήρια, μηδὲν τῶν Ἑλλήνων διαφέ ροντα, οἳ μέγαν θεὸν ὑπερέχοντα τῶν ἄλλων ἐκ τοῦ καθ' ἡμᾶς ὑπέλαβον δόγματος. οὕτως οὖν καὶ ὁ νέος οὗτος εἰδω λολάτρης ὁμοίως κηρύσσει καὶ εἰς δημιουργὸν καὶ κτίστην τὸ βάπτισμα γίνεσθαι, μὴ δεδιὼς τὴν ἀρὰν τῶν προσθήκην ἢ ἔλλειψιν ἐν ταῖς θείαις ποιουμένων γραφαῖς· ἀντίχριστόν τε τοῦτον ἀποδεικνὺς τὸν λόγον πληροῖ. Cap.12.1 αʹ. Οὗτος δὲ ὁ ιβʹ λόγος τὸν πρὸς τὴν Μαρίαν παρὰ τοῦ κυρίου ῥηθέντα λόγον Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέ βηκα, θαυμαστῶς ἑρμηνεύει. Cap.12.2 βʹ. Εἶτα τὴν παρὰ τοῦ μεγάλου Βασιλείου ἐλεγχθεῖσαν βλασφημίαν τοῦ Εὐνομίου εἰς τὴν τοῦ σκότους μοῖραν τὸν μονογενῆ ἀφορίσαντος θεὸν καὶ τὴν τοῦ Εὐνομίου ἀπολογίαν ἤτοι ἀνάλυσιν τῆς παρ' αὐτοῦ ῥηθείσης βλασφημίας ἐκθέ μενος, πλείονα ἀπὸ τῆς ἀπολογίας τὴν αὐτοῦ νῦν βλασφη μίαν τῆς προτέρας ἀποδείκνυσιν· ἐν ᾧ καὶ περὶ τοῦ ἀπροσ ίτου καὶ ἀληθινοῦ φωτὸς πανσόφως διελήλυθεν Cap.12.3 γʹ. Πρὸς τούτοις τὴν εὐαγγελικὴν ῥῆσιν τὴν Ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ τὴν ζωὴν καὶ τὸ φῶς καὶ τὸ Ὁ λόγος σὰρξ ἐγένετο, κακῶς παρὰ Εὐνομίου νοηθέντα, παραδόξως ἡρμή νευσεν καὶ τὴν βλασφημίαν ἀνεσκεύασεν τήν τε οἰκονομίαν τοῦ υἱοῦ διὰ φιλανθρωπίαν, οὐκ ἀδυναμίαν, πατρός τε συνεργίᾳ γεγενημένην δείκνυσι. Cap.12.4 δʹ. Πρὸς τούτοις δὲ πάλιν τὸν Εὐνόμιον τὴν ἀγεννη σίαν ἐκ τῶν ἱερογλυφικῶν γραφῶν καὶ τῆς Αἰγυπτίων μυθο ποιΐας καὶ εἰδωλολατρείας μεμαθηκέναι διελέγχει, Ἄνουβιν καὶ Ὄσιριν καὶ Ἶσιν τῷ τῶν Χριστιανῶν ἐπεισάγοντα δόγ-ματι, καὶ μὴ χάριν τῷ μονογενεῖ τὸν ἄνθρωπον ἔχειν [ὡς κατ' ἀνάγκην τὰ πάθη δεξάμενον καὶ μὴ βουλόμενον ὡς οὐδὲ τὸ πῦρ τῆς θερμότητος οὔτε τῆς ῥοῆς τὸ ὕδωρ] ὡς οὐκ εἰς δύναμιν ἐξουσιαστικήν, ἀλλ' εἰς φύσεως ἀνάγκην τὸ γεγονὸς ἀναφέροντα. Cap.12.5 εʹ. Εἶτα πάλιν περὶ ἀληθινοῦ καὶ ἀπροσίτου φωτός, πατρὸς καὶ υἱοῦ, ἰδιότητός τε καὶ κοινότητος [καὶ] οὐσίας διεξελθών, περί τε γεννητοῦ καὶ ἀγεννήτου, ὡς μηδεμίαν ἐναντιότητα κατὰ τὸ σημαινόμενον ἔχοντος, ἀλλ' ἀντίθεσίν τινα καὶ ἀντιδιαστολὴν ἀμεσίτευτον ἀποδείξας τὸν λόγον πληροῖ.

Οὐκ ἦν, ὡς ἔοικε, τὸ πάντας ἐθέλειν εὐεργετεῖν καὶ τοῖς ἐπιτυχοῦσι τῶν ἀνθρώπων τὴν παρ' ἑαυτοῦ χάριν ἀνεξε τάστως προΐεσθαι κατὰ πάντα καλὸν καὶ τῆς τῶν πολλῶν κατηγορίας ἐλεύθερον, οὐδὲ τὸ τοῖς ἀνίατα νοσοῦσι τὴν τῶν φαρμάκων προσαπολλύειν παρασκευὴν ἐπὶ τῷ τῆς ὠφελείας σκοπῷ φέρει τι τῆς σπουδῆς ἄξιον, ἢ τοῖς δεχομένοις τὸ κέρδος ἢ τοῖς φιλοτιμουμένοις τὸν ἔπαινον. τοὐναντίον μὲν οὖν καὶ τοῦ χείρονος πολλάκις ἀφορμὴ τὸ τοιοῦτον καθί 1.1.2 σταται· οἵ τε γὰρ νοσώδεις καὶ ἤδη πρὸς θάνατον ἕτοι μοι τοῖς δραστικωτέροις τῶν φαρμάκων εὐκόλως προσδια φθείρονται, καὶ οἱ θηριώδεις καὶ ἄλογοι, καθώς φησί που τὸ εὐαγγέλιον, ἐν τῇ τῶν μαργαριτῶν ἀφειδίᾳ χείρους εὐερ γετούμενοι γίνονται. διό μοι δοκεῖ καλῶς ἔχειν, καθὼς ὁ θεῖος προείρηκε λόγος, ἀποκρίνειν ἐν τῇ παροχῇ τῶν τιμίων τὰ ἄτιμα, ὡς ἂν μὴ λυποίη τοῦ φιλοτιμουμένου τὴν ἀγαθό τητα ὁ καταπατήσας τὸν μαργαρίτην καὶ τῇ τῶν καλῶν ἀναισθησίᾳ τὴν εὐεργεσίαν ὑβρίσας. 1.1.3 Ταῦτα δέ μοι λέγειν ἐπῆλθεν ἐνθυμηθέντι τόν τε πᾶσιν ἀφειδῶς κοινωνοῦντα τῶν ἰδίων καλῶν, τὸν τοῦ θεοῦ ἄνθρωπον λέγω, τὸ τῆς εὐσεβείας στόμα Βασίλειον, τὸν ἐν τῇ περιουσίᾳ τῶν πνευματικῶν θησαυρῶν καὶ εἰς κακοτέχνους ψυχὰς ἀνεξετάστως πολλάκις τὴν χάριν τῆς σοφίας ἐκχέοντα, καὶ τὸν ἀγνώμονα πρὸς τοὺς ἀγαθόν τι ποιεῖν αὐτὸν ἐσπου 1.1.4 δακότας Εὐνόμιον. οὗτος γὰρ τῷ ὑπερβάλλοντι τῆς κατὰ ψυχὴν ἀρρωστίας, ἣν περὶ τὴν πίστιν ἠσθένησεν, ἐλεεινὸς μὲν ἅπασιν ἔδοξε τοῖς τῆς ἐκκλησίας μετέχουσι (τίς γὰρ οὕτως ἀσυμπαθής, ὡς μὴ οἰκτεῖραι τὸν ἀπολλύμενον;) ἐκεῖνον δὲ μόνον πρὸς τὴν ἐγχείρησιν τῆς θεραπείας ἐκίνησε τὸν μόνον ἐν τῷ περιττεύοντι τῆς φιλανθρωπίας καὶ τοῖς ἀμη χάνοις ἐπιτολμῶντα πρὸς ἴασιν, ὃς τῇ ἀπωλείᾳ τοῦ ἀνδρὸς περιαλγήσας διὰ τὴν φυσικὴν αὐτοῦ πρὸς τοὺς ταλαιπωροῦντας συμπάθειαν οἷόν τι πονηρῶν δηλητηρίων ἀλεξιφάρμακον τὸν Ἀνατρεπτικὸν τῆς αἱρέσεως λόγον ἐπόνησε, σκοπὸν ἔχων ἀνα σῶσαι πάλιν διὰ τούτων καὶ ἀποκαταστῆσαι τῇ ἐκκλησίᾳ τὸν ἄνθρωπον. 1.1.5 Ὁ δὲ καθάπερ ὑπὸ φρενίτιδος παραπληγεὶς τὴν διά νοιαν ἀγριαίνει τῷ θεραπεύοντι καὶ πολεμεῖ καὶ μάχεται καὶ ἐχθρὸν νομίζει τὸν ἐκ τοῦ βαράθρου τῆς ἀσεβείας ἀναλα βεῖν βιαζόμενον. καὶ ταῦτα οὐχ ἁπλῶς οὑτωσὶ κατὰ τὸ συμβὰν ἐπὶ τῶν προστυχόντων παραληρεῖ, ἀλλ' ἔγγραφον στήλην τῆς μελαγχολίας ταύτης καθ' ἑαυτοῦ ἀνεστήσατο. 1.1.6 καὶ ἐν μακρῷ τῷ χρόνῳ σχολῆς ἐπιτυχὼν ὁπόσης ἐβούλετο, ὑπὲρ τὰ μεγάλα καὶ πολύσαρκα τῶν θηρίων ὤδινε λόγον ἐν παντὶ τῷ διὰ μέσου χρόνῳ καὶ βαρὺς ἦν ταῖς ἀπειλαῖς ἐν ἀπορρήτοις ἔτι διαπλάσσων τὸ κύημα, ὀψὲ δέ ποτε καὶ μόγις εἰς φῶς προήγαγεν ἀμβλωθρίδιόν τι καὶ ἀτελεσφόρητον γέν 1.1.7 νημα. ὃ πάντες μὲν οἱ τῆς αὐτῆς συμμετασχόντες δια φθορᾶς τιθηνοῦνται καὶ θάλπουσιν, ἡμεῖς δὲ διὰ τὸν ἐκ τῆς προφητείας μακαρισμόν (Μακάριος γάρ, φησίν, ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν) ἐπειδὴ καὶ εἰς ἡμετέρας ἀφίκετο χεῖρας, κρατῆσαι τὸ νήπιον τοῦτο λόγιον καὶ ἐδαφίσαι πρὸς τὴν πέτραν ὡς ἕν τι τῶν Βαβυλωνίων τέκνων προεθυμήθημεν· ἡ πέτρα δὲ ἦν ὁ Χριστός, τουτέστι τῆς ἀληθείας ὁ λόγος. μόνον ἔλθοι καὶ ἐφ' ἡμᾶς ἡ τὸ ἀσθενὲς ἐνισχύουσα δύναμις διὰ τῶν εὐχῶν τοῦ ἐν ἀσθενείᾳ 1.1.8 τοῦ σώματος τὴν δύναμιν ἑαυτοῦ τελειώσαντος. εἰ μὲν οὖν ἔτι καὶ νῦν ἡ θεοειδὴς ἐκείνη καὶ ἁγία ψυχὴ διὰ σαρκὸς ἐφεώρα τὸν ἀνθρώπινον βίον, καὶ τὸ ὑψηλὸν στόμα κατὰ τὴν ἐξ ἀρχῆς ἀποκληρωθεῖσαν χάριν αὐτῷ τὴν ἄμαχον ἐκείνην ἠφίει φωνήν, τίς ἂν εἰς τοσοῦτον πεποιθήσεως ἦλθεν, ὥστε τι περὶ τῆς ὑποθέσεως ταύτης τολμῆσαι καὶ φθέγξασθαι, πάντα λόγον καὶ πᾶσαν ἠχὴν τῆς θείας ἐκείνης σάλπιγγος 1.1.9 ὑπερηχούσης; ἐπεὶ δὲ ὁ μὲν πρὸς θεὸν ὅλος ἀνέπτατο, πρότερον μὲν ἐν ὀλίγῳ τινὶ καὶ σκιοειδεῖ τῷ λειψάνῳ τοῦ σώματος τῆς γῆς ἐφαπτόμενος, τῷ δὲ πλείονι συμμετεωρο πορῶν τῷ θεῷ, νυνὶ δὲ καὶ τὴν σκιὰν ἐκείνην τοῦ σώματος προσαφεὶς καὶ καταλιπὼν τῷδε τῷ βίῳ, οἱ δὲ κηφῆνες περι βομβοῦσι τὰ κηρία τοῦ λόγου καὶ τὸ μέλι διαλυμαίνονται, μηδεὶς ἐγκαλείτω τόλμαν ἐμοὶ ὑπὲρ τοῦ σιγῶντος στόματος 1.1.10 διαναστάντι πρὸς ἄμυναν. οὐδὲ γὰρ ὑπὲρ τοὺς ἄλλους ἰσχύν τινα λόγων ἐμαυτῷ συνεγνωκὼς κατεδεξάμην τὸν πόνον· ἀλλ' ἀκριβῶς εἰδὼς εἴπερ τις ἕτερος, ὅτι χιλιάδες εὐθηνούντων κατὰ τὸ χάρισμα τῆς σοφίας ἐν τῇ ἐκκλησίᾳ τοῦ κυρίου πληθύνουσιν, ὅμως ἐπειδὴ πάντων μάλιστα προσήκειν ἐμοί φημι τοῦ μεταστάντος τὸν κλῆρον διά τε τοὺς γεγραμμένους καὶ τοὺς τῆς φύσεως νόμους, τούτου χάριν αὐτὸς πρὸ τῶν ἄλλων οἰκειοῦμαι τὴν κληρονομίαν τοῦ λόγου, τῶν μὲν εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ συντελούντων τοῖς ἐσχάτοις συναριθ μούμενος, τοῦ δὲ ἀπερρωγότος τῆς ἐκκλησίας εἰς ἀντίπαλον τάξιν οὐκ ἀσθενέστερος· ἐν γὰρ τῷ ὑγιαίνοντι σώματι καὶ τὸ ἐλάχιστον μέρος διὰ τῆς τοῦ παντὸς συμπνοίας δυνατώ τερον ἂν εἴη τοῦ διεφθορότος τε καὶ τετμημένου, κἂν τὸ μὲν πλέον, τὸ δ' ἔλαττον ᾖ. 1.1.11 Μηδεὶς δὲ μεγαλορρημονεῖν με διὰ τούτων οἰέσθω τῶν λόγων, ὡς ὑπὲρ τὴν προσοῦσαν δύναμιν ἐπὶ ματαίοις κομ πάζοντα. οὐ γὰρ ἀπειροκάλως εἰς λόγων ἅμιλλαν ἢ ῥημά των ἐπίδειξιν συγκαθεῖναι τῷ ἀνθρώπῳ πρὸς μειρακιώδη 1.1.12 τινὰ φιλοτιμίαν προάγομαι· ἐφ' ὧν γὰρ τὸ πλέον ἔχειν ἀνω φελὲς καὶ ἀνόνητον, ἑτοίμως ἐκχωροῦμεν τοῖς βουλομένοις τῆς νίκης. τουτονὶ δὲ καὶ ἄλλως μὲν "1τρίβωνα λόγων"2 εἶναι στο χάζομαι, πρὸς αὐτὴν βλέπων τὴν περὶ τὸ δόγμα τριβήν, δια φερόντως δὲ περὶ τὸν παρόντα πεπονηκέναι λόγον, τεκμαιρό μενος ἔκ τε τοῦ προσαναλῶσθαι τῇ λογογραφίᾳ ταύτῃ τῆς ζωῆς τοῦ συγγραφέως οὐκ ἐλάχιστον μέρος καὶ ἐκ τοῦ κατὰ πᾶσαν ὑπερβολὴν τοὺς ἐραστὰς αὐτοῦ τοῖς πεπονημένοις 1.1.13 ἀγάλλεσθαι. καὶ οὐδὲν ἀπεικὸς τὸν ἐν τοσαύταις ἐτῶν ὀλυμ πιάσι πονήσαντα πλέον τι τῶν αὐτόθεν ἐπιβαλόντων παρα σκευάσασθαι. δείκνυσι δὲ μᾶλλον τὴν τοιαύτην αὐτοῦ περὶ τὸν λόγον κατατριβὴν ἡ περὶ τὰ σχήματα κατὰ τὴν τῶν ῥημάτων συνθήκην ἀπειροκαλία καὶ τὸ περιττόν τε καὶ μά 1.1.14ον τῆς περὶ τὰ τοιαῦτα σπουδῆς. πολὺν γάρ τινα συρ φετὸν λεξειδίων ἐξ ὑπογυίου παρασκευῆς ἔκ τινων βιβλίων ἐρανισάμενος ἐπ' ὀλίγοις τοῖς νοηθεῖσιν ἀμέτρητόν τινα σω ρείαν ῥημάτων φιλοπόνως συμφορήσας τὸν "1πολύκμητον"2 τοῦτον ἐξειργάσατο πόνον, ὃν ἐπαινοῦσι μὲν καὶ τεθήπασιν οἱ μαθηταὶ τῆς ἀπάτης, ἐκ τῆς περὶ τὰ καίρια τάχα πηρώ σεως συναφῃρημένοι παντὸς καλοῦ τε καὶ μὴ τοιούτου διά κρισιν, γελῶσι δὲ καὶ ἀντ' οὐδενὸς εἶναι κρίνουσιν οἷς τὸ διορατικὸν τῆς καρδίας τῷ ῥύπῳ τῆς ἀπιστίας οὐκ ἐπημαύ 1.1.15 ρωται. τίς γὰρ οὐκ ἂν εἰκότως γελάσειεν ὁρῶν τὴν μὲν ὑπόθεσιν τῆς σπουδῆς ὑπὲρ τῶν τῆς ἀληθείας δογμάτων ἐπηγγελμένην, αὐτὴν δὲ τὴν σπουδὴν εἰς ῥημάτων τε καὶ σχημάτων ἀπειροκαλίαν ἠσχολημένην ἐπ' οὐδενὶ κατορθώ ματι; τί γὰρ ἂν καὶ μᾶλλον συναγωνίσαιτο πρὸς ἔλεγχον μὲν τῶν, ὡς αὐτὸς οἴεται, κακῶς εἰρημένων, σύστασιν δὲ τῆς ἀληθείας τῶν ζητουμένων ἐπίνοιά τις τῶν ἐν τῷ λόγῳ σχημάτων ἀλλόκοτος καὶ σύνταξις καινοπρεπής τε καὶ ἰδιά ζουσα καὶ 20ὕβρις σπουδαζομένη20 καὶ 20σπουδὴ20 πάλιν 20ὑβριζομένη20, κατ' οὐδένα ζῆλον τῶν προειληφότων ἐκπονη 1.1.16 θεῖσα; οὐ γὰρ ἂν ἔχοι τις ἐξευρεῖν πρὸς τίνα βλέπων τῶν ἐπὶ λόγῳ γνωριζομένων ἑαυτὸν εἰς τοῦτο προήγαγεν, ὥσπερ τις τῶν ἐπὶ σκηνῆς θαυματοποιούντων διὰ παραλλήλων καὶ ἰσοκώλων ὁμοιοφώνων τε καὶ ὁμοιοκαταλήκτων ῥημάτων οἷόν τισι κροτάλοις τῷ τῶν λεξειδίων ῥυθμῷ διακυμβαλίζων τὸν 1.1.17 λόγον. τοιαῦτα γάρ ἐστι μετὰ πολλῶν ἑτέρων καὶ τὰ ἐν προοιμίοις αὐτοῦ τερετίσματα, τὰ βλακώδη ταῦτα καὶ παρατε θρυμμένα σωτάδεια, ἅ μοι δοκεῖ τάχα μηδὲ ἠρεμαίῳ διεξ ιέναι τῷ σχήματι, ἀλλ' ὑποκροτῶν τῷ ποδὶ καὶ ἐπιψοφῶν τοῖς δακτύλοις λιγυρῶς ἅμα πρὸς τὸν ῥυθμὸν ἐπιφθέγγεσθαι καὶ λέγειν τὸ 20καὶ μηδὲν ἔτι δεήσειν μήτε λόγων ἑτέρων μήτε πόνων δευτέρων20. 1.1.18 Ἐν τούτοις τοίνυν καὶ τοῖς τοιούτοις τὸ πλέον ἔχειν αὐτὸν συγχωρήσας καὶ κατὰ ἐξουσίαν ἐμφορεῖσθαι τῆς νίκης πᾶσαν τὴν περὶ ταῦτα σπουδὴν ἑκὼν ὑπερβήσομαι ὡς μόνοις τοῖς πρὸς φιλοτιμίαν ὁρῶσι προσήκουσαν, εἴ γέ τινα φέρει φιλοτιμίαν ὅλως τοῖς τοιούτοις τῶν λόγων ἐνδιαθρύπτεσθαι. ἐπεὶ καὶ ὁ γνήσιος ὑπηρέτης τοῦ λόγου Βασίλειος μόνῃ τῇ ἀληθείᾳ κοσμούμενος αὐτός τε ταῖς τοιαύταις ποικιλίαις αἰσχρὸν ᾤετο κατασχηματίζειν τὸν λόγον καὶ ἡμᾶς πρὸς τὴν ἀλήθειαν μόνην ἀφορᾶν ἐξεπαίδευσε, καλῶς καὶ προσηκόντως 1.1.19 τοῦτο νομοθετῶν. τί γὰρ χρὴ τὴν κομμωτικὴν περιεργίαν εἰς τὴν τοῦ νόθου καὶ σεσοφισμένου κάλλους συντέλειαν ἐπι σύρεσθαι τὸν τῷ κόσμῳ τῆς ἀληθείας ὡραϊζόμενον; οἷς μὲν γὰρ ἄπεστιν ἡ ἀλήθεια, χρήσιμον ἴσως διὰ τῆς τῶν ῥημά των ἡδονῆς ὑποφαρμάττειν τὸ ψεῦδος, οἷόν τι φυκίον τὴν τοιαύτην περιεργίαν ἐνδιατρίβοντας τῷ χαρακτῆρι τοῦ λόγου· οὕτω γὰρ ἂν πιθανή τε καὶ εὐπαράδεκτος ἡ ἀπάτη τοῖς ἀκούουσι γένοιτο, κατεγλωττισμένη καὶ περιηνθισμένη ταῖς τοιαύταις τοῦ λόγου κομψείαις· ὅταν δὲ καθαρὰ καὶ ἀμιγὴς παντὸς δολεροῦ προκαλύμματος σπουδάζηταί τισιν ἡ ἀλή θεια, οἴκοθεν ἐπαστράπτει τοῖς λεγομένοις τὸ κάλλος. 1.1.20 Μέλλων δὲ ἤδη τῆς ἐξετάσεως ἅπτεσθαι τῶν εἰρη μένων ἀμηχανεῖν μοι δοκῶ καθάπερ ἐν νηνεμίᾳ τις γεωργός, οὐκ ἔχων ὅπως διακρίναιμι τὸν καρπὸν καὶ τὸ ἄχυρον· το σοῦτον ἐν τῷ θημῶνι τούτῳ τῶν λόγων τὸ περιττόν τε καὶ ἀχυρῶδές ἐστιν, ὡς ἐγγὺς εἶναι τοῦ μηδ' ὅλως νομίζειν ἐν πᾶσι τοῖς εἰρημένοις ὑπ' αὐτοῦ πραγμάτων εἶναί τινα καὶ 1.1.21 νοημάτων ὑπόστασιν. τὸ γὰρ πᾶσιν ἐφεξῆς τοῖς γεγραμ μένοις ἐπεξιέναι μάταιόν τε ἅμα πρὸς τὴν σπουδὴν καὶ ἐπί πονον καὶ οὐδὲ συμβαῖνον κρίνω τῷ ἡμετέρῳ σκοπῷ· οὔτε γὰρ τοσοῦτον περίεστιν ἡμῖν τῆς σχολῆς, <ὡς> ἔχειν κατ' ἐξουσίαν ἐνευκαιρεῖν τοῖς ματαίοις, καὶ προσήκειν οἶμαι τὸν δόκιμον ἐργάτην μὴ περὶ τὰ μάταια κατατρίβειν τὴν δύ ναμιν, ἀλλ' ἐν οἷς ὁ πόνος τὸν καρπὸν ὁμολογούμενον ἔχει. 1.1.22 Ὅσα τοίνυν εὐθὺς ἐν προοιμίοις ἀποσεμνύνων ἑαυτὸν ὡς 20ἀληθείας20 προστάτην τῷ τῆς 20ἀπιστίας20 ὀνείδει τῶν ἀντιτεταγμένων καθάπτεται λέγων 20ἔμμονόν τι καὶ δυσ έκνιπτον αὐτοῖς ἐντετηκέναι τὸ μῖσος20, καὶ ὡς ἐπισοβαρεύεται τοῖς ἔναγχος 20ἐγνωσμένοις20 αὐτῷ, τίνα μὲν τὰ γνωσθέντα μὴ προστιθείς, 20κρίσιν20 δέ τινα τῶν ἀμφισβη τησίμων ἐν αὐτοῖς γεγενῆσθαι λέγων καί τινα δίκην ἔννομον τὴν τοῦ σωφρονεῖν ἀνάγκην τοῖς οὐκ ἐν δίκῃ θρασυνομένοις ἐπάγουσαν, λέγων οὑτωσὶ τῇ ἰδίᾳ φωνῇ κατὰ τὴν Λύδιον ἁρμονίαν ἐκείνην· 20καὶ τῶν οὐκ ἐν δίκῃ θρασυνομένων ἐννόμῳ δίκῃ σωφρονεῖν ἠναγκασμένων20, ἣν καὶ 20ἀπόρρησιν τῶν ἐπαναστάντων20 ὠνόμασεν οὐκ οἶδ' ὅ τι νοῶν τὴν 20ἀπόρρησιν20, καὶ πάντα τὰ τοιαῦτα ὡς μάταιον ὄχλον καὶ εἰς οὐδὲν φέροντα χρήσιμον παρα 1.1.23 δραμοῦμαι τῷ λόγῳ· εἰ δέ τινα τοῦ αἱρετικοῦ φρονή ματος συνηγορίαν πεποίηται, πρὸς τοῦτό μοι καλῶς ἔχειν ἡγοῦμαι τὴν πλείω ποιεῖσθαι σπουδήν. οὕτω γὰρ καὶ ὁ τῶν θείων δογμάτων ὑποφήτης ἐν τῷ καθ' ἑαυτὸν λόγῳ πεποίηκεν, ὃς πολλῶν ὄντων τῶν δυναμένων εἰς πλάτος ἐκτεῖναι τὸν λόγον διὰ τῶν ἀναγκαίων προϊὼν μόνων συντέμνει τὸ πλῆθος τῆς ὑποθέσεως, τὰ κεφάλαια τῆς βλασφημίας ἐκ πάντων τῶν εἰρημένων ἐν τῇ βίβλῳ τῆς ἀσεβείας ἀναλεξάμενος. 1.1.24 Εἰ δέ τις ἐπιζητεῖ κατὰ τὴν τοῦ λόγου τάξιν ἀκο λούθως ἀντιταχθῆναι καὶ τὸν ἡμέτερον, εἰπάτω τὸ κέρδος. τί πλέον γενήσεται τοῖς ἀκούουσιν, εἰ τὸν γρῖφον καὶ τὸ αἴνιγμα τῆς ἐπιγραφῆς διαλύσαιμι, ὃ κατὰ τὴν τραγικὴν σφίγγα εὐθὺς ἡμῖν ἐν προοιμίοις προτείνεται, τὴν καινὴν ἐκείνην 20Ὑπὲρ τῆς ἀπολογίας ἀπολογίαν20 καὶ τὸν πολὺν ἐπὶ τούτῳ λῆρον καὶ τὴν μακρὰν τοῦ ὀνείρου κατα 1.1.25 λέγων διήγησιν; οἶμαι γὰρ ἱκανῶς ἀποκναίειν τοὺς ἐν τυγχάνοντας καὶ ἐν μόνῳ τῷ λόγῳ τοῦ Εὐνομίου σῳζόμενον τό τε γλίσχρον καὶ μάταιον τῆς ἐν τῇ ἐπιγραφῇ τοῦ λόγου καινότητος καὶ τὸ φορτικὸν ἅμα καὶ περίαυτον τῶν οἰκείων διηγημάτων, οἵους 20πόνους καὶ ἄθλους20 ἑαυτοῦ διεξέρ χεται 20διὰ πάσης γῆς τε καὶ θαλάττης πεφοιτη κότας καὶ ἐν πάσῃ τῇ οἰκουμένῃ κηρυσσο 1.1.26 μένους20. εἰ δὲ ταῦτα πάλιν γράφοιτο καὶ μετὰ προσ θήκης, ὡς εἰκός, τῶν τῆς ψευδολογίας ἐλέγχων πλεονα ζόντων τὸν λόγον, τίς οὕτως στερρὸς φανεῖται καὶ ἀδαμάν 1.1.27 τινος, ὡς μὴ προσναυτιᾶσαι τῇ ἀκαιρίᾳ τοῦ πόνου; εἰ δὲ καὶ τὴν ἔνθεον ἐκείνην ἱστορίαν ἐπὶ λέξεως γράφοιμι, τίς 20ὁ κατὰ τὸν Εὔξεινον Πόντον διὰ τῆς ὁμωνυ μίας αὐτὸν προλυπήσας20, οἷος ὁ βίος, τίνες αἱ σπου δαί, πῶς 20διεφέρετο πρὸς τὸν Ἀρμένιον διὰ τὴν ὁμοτροπίαν τοῦ ἤθους, εἶτα ἐπὶ τίσι συνέθεντό τε μετ' ἀλλήλων καὶ κατηλλάγησαν, ὡς ἐπὶ τὸν ἄμαχον ἐκεῖνον καὶ τῇ δόξῃ πολὺν Ἀέτιον20, τὸν διδάσκαλον αὐτοῦ, 20συμφρονῆσαι20 (τούτοις γὰρ αὐτὸν ἀποσεμνύνει τοῖς ἐπαίνοις), εἶτα τίς 20ἡ καθ' αὑτοῦ μη χανὴ καὶ ἐπίνοια, δι' ἧς εἰς κρίσιν20 τὸν ἄνδρα 20κατ έστησαν, ἔγκλημα ποιούμενοι τὸ εὐδοκιμεῖν20 1.1.28 αὐτὸν 20καὶ ὑπὲρ τοὺς ἄλλους εἶναι20· εἰ ταῦτα λέγοιμι πάντα, ἆρ' οὐχὶ καθάπερ οἱ τῶν ὀφθαλμῶν τὴν νόσον ἐκ τῆς πολλῆς ὁμιλίας τῶν προνενοσηκότων ἐφ' ἑαυτοὺς ἕλκοντες, οὕτω καὶ αὐτὸς συμμετεσχηκέναι δόξω τοῦ περὶ τὴν ματαίαν σπουδὴν ἀρρωστήματος, ἑπόμενος κατ' ἴχνος τῇ φλυαρίᾳ καὶ τὰ καθ' ἕκαστον ἐξετάζων, τίνας φησὶ 20δούλους εἰς ἐλευ θερίαν ἀφιεμένους καὶ τίνα μυουμένων σχέσιν καὶ ἀργυρωνήτων τάξιν20, καὶ τί βούλονται 20Μόντιος20 καὶ 20Γάλλος20 καὶ 20∆ομετιανὸς20 ἐπεισιόντες τῷ λόγῳ καὶ 20μάρτυρες ψευδεῖς20 καὶ 20βασιλεὺς ὀργιζόμενος20 1.1.29 καὶ 20εἰς ὑπερορίαν20 τινὲς 20μεθιστάμενοι20; τί γὰρ ἂν καὶ γένοιτο τούτων ματαιότερον τῶν διηγημάτων τῷ γε μὴ ψιλὴν ἱστορίαν διηγήσασθαι βουλομένῳ, ἀλλὰ διελέγξαι τὸν ἀντειπόντα τῷ τῆς αἱρέσεως δόγματι; πολὺ δὲ μᾶλλον τὰ ἐπὶ τούτοις διὰ τῆς ἱστορίας δηλούμενα πλείονα τὴν ἀχρη στίαν ἔχει· οἶμαι γὰρ μηδ' ἂν αὐτὸν τὸν συγγραφέα διελ θεῖν ἀνυστάκτως, κἂν φυσικῇ τινι στοργῇ κρατῶνται πρὸς τοὺς ἐξ αὑτῶν οἱ πατέρες. δηλοῦται γὰρ ἐκεῖ δῆθεν τὰ πε πραγμένα καὶ τὰ πάθη διὰ τοῦ λόγου εἰς ὕψος αἴρεται καὶ εἰς τραγῳδίας ὄγκον ἡ ἱστορία μετασκευάζεται. 1.1.30 Ἀλλ' ἵνα μὴ καὶ αὐτῷ τῷ παραιτεῖσθαι πλέον τοῦ 1.1.30 δέοντος ἐμβραδύνω τοῖς ἀνονήτοις <καὶ> καθάπερ ὁ διὰ βορβόρου τινὸς διελαύνων τὸν ἵππον καὶ τῆς ἐκεῖθεν ἀηδίας καταπιμπλάμενος, οὕτω κἀγὼ διὰ τῆς μνήμης τῶν γεγραμ μένων διεξάγων τὸν λόγον καταμολύνω τὸ σύγγραμμα, πρέ πειν ἡγοῦμαι πάντα τὸν τοιοῦτον συρφετόν, ὅπως ἂν ᾖ δυ νατόν, ὑψηλῷ καὶ ταχεῖ τῷ ἅλματι τοῦ λόγου διαπηδήσας (ἱκανὸν γὰρ κέρδος ἡ ταχεῖα τῶν ἀηδῶν ἀναχώρησις) πρὸς τὸ πέρας τῆς ἱστορίας ἐπισπεῦσαι τὸν λόγον, ὡς ἂν μὴ καὶ τῷ ἐμῷ βιβλίῳ τὰ τῆς πικρίας αὐτῶν ἐνστάζοιτο ῥήματα. 1.1.31 μόνῃ γὰρ πρεπέτω τῇ Εὐνομίου φωνῇ τὰ τοιαῦτα λέγειν περὶ ἱερέων θεοῦ, 20ὑπασπιστὰς καὶ ῥαβδούχους καὶ δορυφόρους καταπλήσσοντας, διερευνωμένους, λαθεῖν οὐκ ἐπιτρέποντας τὸν κρυπτόμενον20, καὶ ὅσα ἄλλα κατὰ πολιᾶς ἱερέων οὐκ αἰσχύνεται γράφων. 1.1.32 ὥσπερ γὰρ ἐν τοῖς παιδευτηρίοις τῶν ἔξωθεν λόγων εἰς γυμνασίαν τῆς κατὰ τὴν γλῶσσαν καὶ τὸν νοῦν ἑτοιμότητος ἀφορμαὶ καταφορᾶς τοῖς μειρακίοις προβάλλονται κατά τινος ἀορίστου προσώπου, οὕτω κατ' εὐθεῖαν ἐπεμβαίνει τοῖς μνη μονευθεῖσιν ὁ συγγραφεὺς καὶ τὴν κακήγορον αὐτοῖς ἐπαφ ίησι γλῶσσαν καὶ τὰ ἔργα τῆς πονηρίας σιγήσας ψιλὴν αὐτῶν κατασκεδάζει τὴν ἑωλοκρασίαν τῶν ὕβρεων, πᾶν ὄνειδος κατ' αὐτῶν συμπλάσσων καὶ συντιθεὶς ἐν ταῖς λοι δορίαις τὰ ἄμικτα, 20φαιοτρίβωνά τινα στρατιώ την20, καὶ 20ἅγιον20 καὶ 20ἐξάγιστον, ὑπὸ νηστείας τε ὠχριῶντα καὶ ὑπὸ πικρίας φονῶντα, καὶ20 πολλὴν ἄλλην τοιαύτην βωμολοχίαν. <καὶ> καθάπερ ἐν ταῖς ἔξω πομπαῖς διαβέβληταί τις ὡς δι' ὑπερβολὴν ἀναιδείας ἄνευ προσωπείου κωμάζων, οὕτως οὐδενὶ παραπετάσματι τὴν πικρίαν ἑαυτοῦ συσκιάσας γυμνῇ καὶ ἀπηρυθριασμένῃ φωνῇ 1.1.33 τὰ ἐκ τῆς ἁμάξης προφέρει· εἶτα ὁμολογεῖ ἐφ' οἷς παρο ξύνεται, ὅτι 20σπουδὴν ἐποιοῦντο20, φησίν, 20ἐκεῖνοι μὴ πολλοὺς τῇ ἀπάτῃ20 τούτων 20συνδιαστρέφεσθαι20. καὶ διὰ τοῦτο χαλεπαίνει, ἐπὶ τῷ μὴ πᾶσιν οἷς ἐβούλοντο τόποις κατ' ἐξουσίαν ἐνδιατρίβειν, ἀλλὰ γενέσθαι κατὰ τὸ πρόσταγμα τοῦ τότε κρατοῦντος Φρυγίαν αὐτοῖς ἐνδιαίτημα, ὡς ἂν μὴ πολλοὶ βλάπτοιντο τῇ πονηρᾷ συνουσίᾳ, καὶ ὑπὲρ τούτων ἀγανακτῶν ἐκεῖνα γράφει· 20καὶ ἡ πολλὴ βαρύτης τῶν ἄθλων καὶ τὰ δυσβάστακτα πάθη καὶ ἡ γενναία τῶν παθημάτων ὑπομονή, τὸ Φρυγίαν20 αὐτοὺς 20ἀντὶ τῆς ἐνεγκούσης ἀλλάξασθαι20. 1.1.34 Πάνυ γε. οὐ γὰρ ὄνειδος ἦν τῷ Ὀλτισηριώτῃ τὰ συμ βεβηκότα καὶ τοῦ πατρικοῦ φρονήματος καθαίρεσιν φέροντα καὶ τὴν τοῦ γένους ἀξίαν ὑβρίζοντα, ὡς μὴ ἂν ἑλέσθαι ταῦτα, ἐφ' οἷς οὗτος νῦν χαλεπαίνει, τὸν ὀνομαστὸν ἐκεῖνον καὶ διώνυμον Πρίσκον, τὸν τοῦ πατρὸς τούτου πατέρα, ὅθεν τούτῳ τὰ λαμπρὰ καὶ περίβλεπτα τοῦ γένους ἐστὶ διηγή ματα, ὁ 20μυλὼν20 καὶ τὸ 20σκύτος20 καὶ τὸ 20οἰκετικὸν σι 1.1.35 τηρέσιον20 καὶ ἡ λοιπὴ τοῦ Χαναὰν κληρονομία, καὶ ἐπὶ τούτοις ἔδει κακίζεσθαι 20τοὺς τὴν μετάστασιν αὐτοῖς προξενήσαντας20; – συντίθεμαι τούτῳ κἀγώ· ὄντως ἄξιοι τῆς παρ' αὐτῶν μέμψεως οἱ τούτων αὐτοῖς αἴτιοι γεγονότες, εἴπερ ὅλως εἰσί τινες ἢ γεγόνασιν, ὅτι 20τῶν προβεβιω μένων ἡ γνῶσις διὰ τούτων συγκαλυφθεῖσα παρ αιρεῖται τῶν σεμνοτέρων τὴν μνήμην20 καὶ οὐκ ἐᾷ πολυπραγμονεῖσθαι τὰ τῶν παρόντων πρεσβύτερα, ὁποίας ἑκάτερος τὸ κατ' ἀρχὰς ἀξίας ὡρμήθησαν, ποίαν ἐκ πατέ ρων ἔχοντες ἀκολουθίαν τοῦ βίου, τί μικρὸν ἢ μεῖζον τῶν ἐλευθέροις πρεπόντων ἑαυτοῖς συνεγνωκότες ἔπειτα 20τοσοῦτον ἐγνωρίσθησάν τε καὶ ὠνομάσθησαν, ὥστε καὶ βασιλεῦσι γενέσθαι γνώριμοι20, καθὼς μεγαλαυχεῖται νῦν τῷ συγγράμματι, 20καὶ πάσας τὰς ὑπερ εχούσας ἀρχὰς ἐπ' αὐτοῖς συγκινεῖσθαι καὶ ἐπὶ πολὺ τῆς οἰκουμένης τὰ καθ' ἑαυτοὺς δια φέρεσθαι20. 1.1.36 Ἆρ' οὐχὶ τῷ ὄντι τὰ μέγιστα διὰ τούτων ἠδίκηται ἢ αὐτὸς οὗτος ὁ λογογράφος ἢ ὁ προστάτης αὐτοῦ καὶ τοῦ ὁμοίου βίου καθηγητὴς Ἀέτιος; ὅν μοι δοκεῖ μὴ τοσοῦτον πρὸς τὴν τῶν δογμάτων ἀπάτην βλέπων ἐζηλωκέναι, πολὺ δὲ μᾶλλον πρὸς τὴν τοῦ βίου παρασκευήν τε καὶ εὐπορίαν. λέγω δὲ ταῦτα οὐ στοχασμοῖς τισι τεκμαιρόμενος, ἀλλὰ τῶν 1.1.37 ἀκριβῶς ἐγνωκότων αὐτήκοος γεγονώς. τὰ γὰρ κατὰ τὸν Ἀέτιον τοῦτον Ἀθανασίου ποτὲ τοῦ Γαλατῶν ἐπισκόπου λέγοντος ἤκουσα, ἀνδρὸς οὐκ ἄν τι πρὸ τῆς ἀληθείας προ τιμήσαντος, ἀλλὰ καὶ εἰς μαρτυρίαν τῶν πολλῶν τοῦ λόγου 1.1.38 Γεωργίου τοῦ ἐκ Λαοδικείας ἐπιστολὴν προδεικνύντος. ἔλεγε δὲ μὴ παρὰ τὴν πρώτην αὐτὸν ἐγκεχειρηκέναι τῇ τῶν δογ μάτων ἀτοπίᾳ, χρόνοις δὲ ὕστερον τέχνην βίου τὴν καινο τομίαν ταύτην προστήσασθαι. ἐκδύντα γὰρ αὐτὸν ἤδη τὴν δουλείαν Ἀμπελίδος, τῆς κεκτημένης αὐτόν (τὸ δ' ὅπως οὐδὲν δέομαι λέγειν, ὡς ἂν μὴ δόξαιμι κακοηθέστερον τοῦ διηγήματος ἅπτεσθαι) εἶναι μὲν καμινευτὴν κατ' ἀρχάς, τὴν ἔμπυρον ταύτην καὶ βάναυσον τέχνην διὰ χειρὸς ἔχοντα, σφύρᾳ βραχείᾳ καὶ ἄκμονι μικρῷ προσκαθήμενον ὑπὸ τρι χίνῃ σκηνῇ, γλίσχρως καὶ μετὰ πόνου τὰ ἀναγκαῖα τοῦ βίου 1.1.39 διὰ τῆς ἐργασίας ταύτης συμποριζόμενον. τίς γὰρ ἂν καὶ γένοιτο μισθὸς ἄξιος λόγου τῷ θεραπεύοντι τὰ ὑπόσαθρα τῶν χαλκωμάτων καὶ παραβύοντι τὰς τρυμαλιὰς καὶ τὸν κασσίτερον ταῖς πληγαῖς ἐπιλύοντι καὶ μολιβδοχοοῦντι τῶν λεβήτων τὰς βάσεις; γενέσθαι δὲ τῆς τοῦ βίου μεταβολῆς 1.1.40 αἰτίαν συμφοράν τινα διὰ τῆς τέχνης συμβᾶσαν αὐτῷ. λα βόντα γάρ ποτε παρὰ γυναικὸς στρατιώτιδος χρύσεόν τι σκεῦος τῶν περὶ δέρην ἢ χεῖρα προκοσμημάτων, ἐφ' ᾧτε τὴν γενομένην αὐτῷ πληγὴν διορθώσασθαι, ἀπατῆσαι δι' ἐπινοίας τὴν ἄνθρωπον καὶ ὑφελέσθαι μὲν τὸ χρυσίον, ἀντι δοῦναι δὲ χάλκεον αὐτῇ τὸ σκεῦος, ἰσομέγεθες τῷ χρυσῷ καὶ κατὰ τὴν ἐπιφάνειαν ὁμοίως ἔχον δι' ἐπιπολαίου βαφῆς, χρυσίῳ τὸν χαλκὸν ἐπαλείψαντα· κατασοφισθεῖσαν δὲ τῷ φαινομένῳ τὴν ἄνθρωπον (δεινὸς γὰρ ἦν καὶ τῇ χαλκευτικῇ διὰ τῶν τῆς τέχνης σοφισμάτων τοὺς χρωμένους παραλογί σασθαι) χρόνῳ φωρᾶσαι τὴν περὶ τὸ χρυσίον κακουργίαν, 1.1.41 ἐξαλειφθείσης ἐκ τοῦ χαλκοῦ τῆς βαφῆς. εἶτα μετελθεῖν ἐν δίκῃ τὸν κλέπτην, στρατιωτῶν τινων κατὰ τὸ συγγενὲς καὶ ὁμόφυλον συγκινηθέντων εἰς ἀγανάκτησιν, τὸν δὲ παθόντα μετὰ τὴν τόλμαν ἐκείνην ὅσα παθεῖν εἰκὸς τὸν ἀπατεῶνα καὶ κλέπτην ὅρκῳ τῆς τέχνης ἑαυτὸν ἀποστῆσαι, ὥσπερ οὐχὶ τῆς προαιρέσεως ἀλλὰ τοῦ ἐπιτηδεύματος τὴν ἐπιθυ 1.1.42 μίαν αὐτῷ τῆς κλοπῆς ἐμποιήσαντος. ἀκόλουθον δὲ μετὰ τοῦτο γενόμενον ἰατροῦ τινος τῶν ἀγυρτευόντων, ὡς ἂν μὴ παντελῶς ἀποροίη τῆς ἀναγκαίας τροφῆς, <ἐν> οἰκίαις τε ταῖς ἀφανεστέραις καί τισιν ἀπερριμμένοις ἀνθρώποις ἐπὶ τῷ 1.1.43 προσχήματι τῆς ἰατρικῆς περιφέρεσθαι. εἶτα κατ' ὀλίγον εἰς εὐπορίαν αὐτῷ τῆς ἐπινοίας ἐλθούσης, Ἀρμενίου τινὸς εὐεξαπατήτου διὰ τὸ βάρβαρον ὡς ἰατρῷ προσέχειν ἀναπει σθέντος καὶ συχνὸν αὐτῷ ὑποχορηγοῦντος ἀργύριον, μικρὸν ἡγεῖσθαι ἤδη τὸ θητεύειν ἑτέροις ἐπὶ τῇ τέχνῃ, ἀλλ' αὐτὸν 1.1.44 ἀξιοῦν ἰατρὸν καὶ εἶναι καὶ ὀνομάζεσθαι. ἐντεῦθεν τοίνυν συλλόγων τε μετεῖχεν ἰατρικῶν καὶ τοῖς πρὸς ἔριν λογομα χοῦσι καταμιγνύμενος τῶν βοώντων εἷς ἦν, καὶ ἐν τῇ τοῦ λόγου τροπῇ τὸ καθ' ἑαυτὸν προτιθεὶς οὐ μικρῶς ἐσπου δάζετο παρὰ τῶν τὸ ἀναιδὲς τῆς φωνῆς πρὸς τὰς ἑαυτῶν φιλονεικίας ἐκμισθουμένων. 1.1.45 Λιπαρωτέρας δὲ διὰ τούτων προσγενομένης αὐτῷ τῆς μάζης οὐκ ἐπιμένειν ᾤετο δεῖν οὐδὲ τούτῳ τῷ βίῳ, ἀλλὰ καὶ τὴν ἰατρικὴν ἐκείνην μετὰ τῆς χαλκευτικῆς κατ' ὀλίγον ὑπαπεδύετο. Ἀρείου δὲ τοῦ θεομάχου τὰ πονηρὰ ταῦτα σπέρματα τῶν ζιζανίων ἐνσπείραντος, ὧν ὁ καρπός ἐστι τῶν Ἀνομοίων τὰ δόγματα, αἱ τῶν ἰατρείων σχολαὶ τηνικαῦτα τοῖς περὶ τοῦ ζητήματος ἐκείνου θορύβοις περιηχοῦντο. 1.1.46 ἐμμελετήσας τοίνυν τῇ τοιαύτῃ διατριβῇ καί τινα συλλογι σμῶν ἔφοδον ἐξ Ἀριστοτελικῶν ἀπηχημάτων παρατηρήσας, ὀνομαστὸς ἦν τὸν πατέρα τῆς αἱρέσεως Ἄρειον τῇ καινότητι τῶν ἐφευρεθέντων ὑπερβαλλόμενος· μᾶλλον δὲ τῶν παρ' ἐκείνου τεθέντων τὴν ἀκολουθίαν κατανοήσας ἀγχίνους τις ἔδοξεν εἶναι καὶ τῶν κρυφίων εὑρετικός, τὸ κτιστὸν καὶ τὸ ἐξ οὐκ ὄντων ἀνόμοιον εἶναι τῷ κτίσαντι καὶ τῷ παραγα γόντι ἐκ τοῦ μὴ ὄντος ἀποφηνάμενος. ἐπειδὴ τοίνυν διὰ 1.1.47 τῶν τοιούτων λόγων τὰς φιλοκαίνους τῶν ταῦτα νοσούντων ἀκοὰς ἐγαργάλιζε, γινώσκει τὴν κενοφωνίαν ταύτην καὶ ὁ Βλέμμυς Θεόφιλος, ᾧ συνηθείας τινὸς περὶ τὸν Γάλλον προϋπαρχούσης καὶ ὁ Ἀέτιος εἰς τὰ βασίλεια δι' αὐτοῦ παρεδύετο. τοῦ δὲ περὶ τὸν ὕπαρχον ∆ομετιανὸν καὶ Μόν τιον ἄγους τηνικαῦτα τολμηθέντος τῷ Γάλλῳ, πάντες οἱ κοινωνοὶ τοῦ μιάσματος συμμετεῖχον, ὡς εἰκός, τῆς ἐκείνου καταστροφῆς· ἀλλ' οὗτος ἐκδύνει τὴν τιμωρίαν, οὐδὲ τοῦ παθεῖν τι κακὸν μετὰ τῶν συναιτίων τοῦ ἄγους ἄξιος 1.1.48 εἶναι κριθείς. ἐπὶ τούτοις τοῦ μεγάλου Ἀθανασίου βασιλικῇ δυναστείᾳ τῆς Ἀλεξανδρέων ἐκκλησίας μετατεθέντος, Γεωργίου δὲ τοῦ Ταρβασθηνίτου τὸν ἐκείνου λαὸν διασπῶν τος, πάλιν Ἀλεξανδρεὺς ὁ Ἀέτιος, οὐδενὸς ἔλαττον ἔχων τῶν ὑποτρεφομένων καὶ παρασιτούντων τῷ Καππαδόκῃ· οὐδὲ γὰρ τῆς κολακείας ἀμελετήτως εἶχεν, ὡς τὸν Γεώργιον (ἦν γὰρ δὴ Χαναναῖος κἀκεῖνος καὶ διὰ τοῦτο πρὸς τὸν ὁμογενῆ καὶ ὁμόφυλον ἐπιτηδείως εἶχε) χαίρειν τε τούτῳ, πάλαι τῇ διαστροφῇ κατειλημμένον τοῦ δόγματος, καὶ εὕρεμα εἶναι τῷ Ἀετίῳ κατ' ἐξουσίαν προκείμενον. 1.1.49 Οὐ τοίνυν λανθάνει ταῦτα τὸν γνήσιον αὐτοῦ ζηλωτὴν Εὐνόμιον τοῦτον, ὃς τοῦ κατὰ φύσιν ἑαυτοῦ πατρός, βελ τίστου τὰ ἄλλα πλὴν γενέσθαι τοιούτου πατέρα, εὐγνώμονα μὲν καταμαθὼν καὶ νενομισμένην τὴν τοῦ βίου διαγωγήν, μοχθηρὰν δὲ διὰ πενίαν καὶ μυρίων γέμουσαν πόνων· γεωργὸς γάρ τις ἦν ἐπικεκυφὼς τῷ ἀρότρῳ καὶ πολὺν πόνον περὶ τὸ βραχὺ γήδιον ἔχων, διὰ δὲ τοῦ χειμῶνος ὅτε τῶν περὶ τὴν γῆν καμάτων εἶχε τὴν ἄδειαν, τὰ πρῶτα στοιχεῖα καὶ τὰς συλλαβὰς τοῖς παιδίοις ὑποχα ράσσων εὐμηχάνως διὰ τῶν μισθωμάτων ἐκείνων τὰ πρὸς 1.1.50 τὸν βίον ἐπεσιτίζετο· ταῦτα τοίνυν περὶ τὸν ἑαυτοῦ πατέρα βλέπων ἐρρῶσθαι φράσας τῷ τε ἀρότρῳ καὶ τῇ σμινύῃ καὶ πᾶσι τοῖς πατρικοῖς ἐργαλείοις, ὡς ἂν μὴ καὶ αὐτὸς προσταλαιπωροίη τοῖς ὁμοίοις τῶν πόνων, πρῶτον μὲν τῆς Προυνίκου σοφίας γίνεται μαθητής, καὶ γράφειν εἰς τάχος ἐκμελετήσας συνῆν τὰ πρῶτα τῶν ἐκ τοῦ γένους οἶμαί τινι, μισθὸν τῆς ἐν τῷ γράφειν ὑπηρεσίας τὴν τροφὴν ἔχων, εἶτα παιδαγωγῶν τοῦ τρέφοντος αὐτὸν τὰ μειράκια κατ' ὀλίγον εἰς ῥητορικῆς ἐπιθυμίαν προέρχεται. καὶ τὰ ἐν τῷ μέσῳ παρίημι, τόν τε ἐπὶ τῆς πατρίδος αὐτοῦ βίον καὶ ἐφ' οἷς ἐν τῇ Κωνσταντινουπόλει κατελήφθη καὶ μετὰ τίνων. 1.1.51 Μετὰ δὲ ταῦτα περὶ χλανίδα καὶ ζώνην ἀσχοληθείς, ὥς φασιν, ἐπειδὴ πάντα μικρὰ καὶ οὐδὲν τῆς ἐπιθυμίας ἄξιον ἐκ τῆς περὶ ταῦτα σπουδῆς ἑώρα συναγειρόμενον, καταλιπὼν τὰ λοιπὰ τοῦ βίου ἐπιτηδεύματα μόνον ἐξ ἁπάν των ἐθαύμασε τὸν Ἀέτιον, οὐκ ἀσυνέτως οἶμαι, πρός γε 1.1.52 τὸν ἑαυτοῦ σκοπόν, εἰς ἐπίνοιαν βίου τοῦτο ἐπιλεξάμενος. ἀφ' οὗ γὰρ μετέσχε τῆς ἀπορρήτου ταύτης σοφίας, ἐξ ἐκείνου "1πάντα ἄσπαρτα αὐτῷ καὶ ἀνήροτα φύεται."2 σοφὸς γάρ τίς ἐστι περὶ ἃ τὴν σπουδὴν ἔχει, καὶ ἔγνω πῶς ἄν τις μάλιστα 1.1.53 τοὺς ἐμπαθεστέρους τῶν ἀνθρώπων προσοικειώσαιτο. ἐπειδὴ γὰρ εὐάλωτόν ἐστιν ὡς τὰ πολλὰ δι' ἡδονῆς τὸ ἀνθρώπινον, καὶ πολλὴ πρὸς τὸ πάθος τοῦτο τῆς φύσεώς ἐστιν ἡ εὐκολία, ἐκ τῶν τραχυτέρων ἐπιτηδευμάτων πρὸς τὸ τῆς ἡδονῆς λεῖον ἑτοίμως καταπιπτούσης, ὡς ἂν μάλιστα κοινωνοὺς ἑαυτῷ πολλοὺς τῆς νόσου τῶν δογμάτων προσεταιρίσαιτο. τούτου χάριν ἡδὺς γίνεται τοῖς ὑπ' αὐτοῦ τελουμένοις, τὸ πρόσαντες καὶ ἐπίπονον τῆς ἀρετῆς ὡς ἀπίθανον εἰς τὴν τοῦ μυστη 1.1.54 ρίου παραδοχὴν ἀποβάλλων. καὶ οἷα μὲν διδάσκουσιν ἐν ἀπορρήτοις καὶ ὅσα ἐκλαλοῦσιν καὶ εἰς τὸ ἐμφανὲς ἄγουσιν οἱ δι' ἀπάτης παραδεδεγμένοι τὸ μίασμα, τήν τε ἀπόρρητον ἐκείνην μυσταγωγίαν καὶ οἷα παρὰ τοῦ σεμνοῦ τῶν μυστη ρίων ἱεροφάντου διδάσκονται, βαπτισμῶν τε τρόπον καὶ φύ σεως συνηγορίαν καὶ πάντα τὰ τοιαῦτα, εἴ τινι σχολὴ δι' ἀκριβείας μαθεῖν, ἐκείνους διερωτάτω οἷς ἀνεύθυνον φέρειν τι τῶν ἀπρεπῶν διὰ στόματος· ἡμεῖς δὲ σιγήσομεν. οὐδὲ γὰρ κατηγοροῦντας μεμνῆσθαι τῶν τοιούτων εὐαγὲς τοὺς καὶ λόγῳ τιμᾶν μαθόντας τὴν καθαρότητα οὐδὲ τοῖς ἐκμελε στέροις τῶν διηγημάτων καταρρυπαίνειν τὴν συγγραφήν, κἂν ἡ ἀλήθεια τοῖς λεγομένοις προσῇ. 1.1.55 Πλὴν οὗ χάριν τῶν εἰρημένων ἐμνήσθημεν, ὅτι καθά περ τῷ Ἀετίῳ πορισμὸς ἦν ἡ ἀσέβεια [ἡ Ἀριστοτέλους κακοτεχνία], τὸν αὐτὸν τρόπον καὶ τῷ κατηρτισμένῳ μαθητῇ κατὰ τὸ ἴσον τῷ διδασκάλῳ λιπαρῶς ἐμβιοτεύειν τῇ ἁπλό τητι τῶν ἀπατηθέντων ὑπῆρξε. τί οὖν τοσοῦτον ἠδίκηκεν ὁ κατὰ τὸν Εὔξεινον Πόντον Βασίλειος ἢ ὁ κατὰ τὴν Ἀρμενίαν Εὐστάθιος, περὶ ὧν ἡ μακρὰ παρενθήκη τῆς ἱστο ρίας ἐξυπτιάζεται; τί τὸν τοῦ βίου σκοπὸν αὐτῶν λελυπή κασι; τί δὲ οὐχὶ μᾶλλον τὴν καινὴν αὐτῶν δόξαν ἐπὶ τὸ μεῖζον ἔθρεψαν; πόθεν γὰρ αὐτοῖς τὸ γνωσθῆναι καὶ εἰς τοσοῦτον ὀνομασθῆναι ἢ οὐχὶ διὰ τῶν ἀνδρῶν ἐκείνων προσ 1.1.56 γέγονεν, εἴπερ ἀληθεύει κατ' αὐτῶν ὁ κατήγορος; τὸ γὰρ 20εὐδοκίμους ὄντας ἐκείνους20, καθὼς ὁ συγγραφεὺς μαρ τυρεῖ, ἀξιομάχους ἑαυτοῖς κρῖναι τοὺς μηδαμόθεν ἔχοντας τὸ γινώσκεσθαι ἀφορμὴ τοῦ μέγα φρονεῖν εἰκότως καθίσταται τοῖς ἀντιταχθεῖσι πρὸς τοὺς πλέον ἔχειν ὑπειλημμένους τῶν ἄλλων· ἐκ δὲ τούτου περιῆν τὸ συσκιάζεσθαι μὲν τοῦ προ τέρου βίου τὸ ταπεινὸν καὶ ἀνώνυμον, ἀπὸ δὲ τῶν μετὰ ταῦτα γνωρίμους εἶναι, ἃ φευκτὰ μὲν ἄλλως ἐστὶν τοῖς γε νοῦν ἔχουσιν (οὐ γὰρ ἄν τις εὔξαιτο τῶν εὖ φρονούντων μέγας ἐν κακῷ νομισθῆναι), τοῖς δὲ τοιούτοις ὁ ἀκρότατος ὅρος τῆς εὐκληρίας δοκεῖ· καθάπερ φασὶ τῶν ἀδόξων τινὰ καὶ ταπεινῶν κατὰ τὴν Ἀσίαν ὀνομαστὸν γενέσθαι παρ' Ἐφεσίοις ἐπιθυμήσαντα μέγα μέν τι καὶ λαμπρὸν ἔργον μηδὲ εἰς νοῦν βαλέσθαι (μηδὲ γὰρ δύνασθαι), γενέσθαι δὲ τῶν ἐπὶ τοῖς μεγίστοις γνωρισθέντων διασημότερον, ὑπερ βολήν τινα βλάβης ἐξευρόντα κατὰ τῶν Ἐφεσίων. εἶναι μὲν 1.1.57 γάρ τι τῶν δημοσίων παρ' αὐτοῖς λαμπρότητι πάσῃ καὶ πο λυτελείᾳ περίβλεπτον, τὸν δὲ ἄνθρωπον πυρὶ τὴν μεγαλουρ γίαν ἐκείνην ἐξαφανίσαντα ὁμολογῆσαι τὸ τῆς ψυχῆς πάθος ἐπὶ τῇ τόλμῃ κρινόμενον, ὅτι τὸ παρὰ πολλῶν γνωσθῆναι μέγα ποιούμενος ἐπενόησε τῷ μεγέθει τοῦ κακοῦ τὸ ὄνομα 1.1.58 τοῦ τετολμηκότος συμμνημονεύεσθαι. τοιαύτη καὶ τούτοις ἡ τῆς περιφανείας ὑπόθεσις, πλὴν ὅσον πρὸς τὸ μεῖζον ἐν τῷ κακῷ τὴν παραλλαγὴν ἔχει. οὐ γὰρ ἀψύχοις οἰκοδομήμασιν, ἀλλ' αὐτῇ τῇ ζώσῃ οἰκοδομίᾳ τῆς ἐκκλησίας διαλυμαίνονται, οἷόν τι πῦρ τὴν τοῦ δόγματος ἐνέντες παραφοράν. 1.1.59 Ἀλλὰ τὸν μὲν περὶ τοῦ δόγματος λόγον εἰς τὸν ἴδιον καιρὸν ὑπερθήσομαι. τέως δὲ νῦν ὁ διὰ τὸ ἀληθεύειν μισεῖσθαι παρὰ τῶν ἀπίστων ἐν προοιμίοις αἰτιασάμενος οἵᾳ κέχρηται τῇ ἀληθείᾳ σκοπήσωμεν· οὐδὲ γὰρ ἴσως ἀπὸ καιροῦ καὶ διὰ τῶν ἔξω τοῦ δόγματος λόγων ὅπως ἔχει περὶ τὴν ἀλήθειαν μαθόντας τεκμηρίῳ τούτῳ καὶ πρὸς τὰ δόγ ματα χρήσασθαι. Ὁ γὰρ πιστός, φησίν, ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστι, καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ 1.1.60 ἄδικός ἐστι. μέλλων γὰρ τὴν 20Ὑπὲρ τῆς ἀπολογίας ἀπολογίαν20 συγγράφειν, τὴν καινὴν καὶ παράλογον ταύτην τοῦ λόγου καὶ ἐπιγραφὴν καὶ ὑπόθεσιν, τὴν αἰτίαν λέγει τῆς τοιαύτης παραδοξολογίας οὐχ ἑτέρωθεν ἀλλ' ἐκ τοῦ ἀντει 1.1.61 πόντος αὐτῷ πρὸς τὸν πρότερον γεγενῆσθαι λόγον. ἐκείνῳ μὲν γὰρ ἦν τῷ λόγῳ 20Ἀπολογία τὸ20 ὄνομα· λαβομένου δὲ τοῦ διδασκάλου ἡμῶν, ὡς μόνοις τοῖς κατηγορουμένοις τῆς ἀπολογίας πρεπούσης, εἰ δέ τις ἐφ' ἑαυτοῦ κατ' ἐξου σίαν γεγράφοι, ἄλλο τι καὶ οὐκ ἀπολογίαν εἶναι τὸ συγγρα φόμενον, τὸ μὲν μὴ δεῖν ἐπὶ προλαβούσῃ κατηγορίᾳ τὴν ἀπολογίαν ποιεῖσθαι διὰ τὸ περιφανὲς τῆς ἀτοπίας οὐκ ἀντι λέγει, ὡς δὲ κατηγορηθεὶς ἐπὶ τοῖς μεγίστοις πρὸς τὴν ἐπενεχθεῖσαν κρίσιν ἀπολογήσασθαί φησιν. ὅσον δὲ τὸ ψεῦ δός ἐστιν ἐν τούτοις, πρόδηλον ἐξ αὐτῶν οἶμαι τῶν εἰρη μένων γενήσεσθαι. 1.1.62 20Πολλὰ καὶ δυσβάστακτα πάθη20 παρὰ τῶν κατα κρινάντων αὐτοῦ γεγενῆσθαι κατῃτιάσατο· καὶ ταῦτα ἔξεστιν ἐξ αὐτῶν τῶν παρ' αὐτοῦ γεγραμμένων μαθεῖν. πῶς οὖν ταῦτα πέπονθεν, εἴπερ ἐπὶ ταῖς αἰτίαις ἀπολελόγηται; εἰ μὲν γὰρ ἐχρήσατο πρὸς ἀποφυγὴν τῶν ἐγκλημάτων τῇ ἀπο λογίᾳ, ψευδὴς ἡ τραγῳδία πάντως ἐκείνη καὶ μάτην συμ πέπλασται· εἰ δὲ πέπονθεν ἅπερ εἴρηκε, δηλονότι μὴ ἀπο 1.1.63 λογησάμενος πέπονθε. πάσης γὰρ ἀπολογίας οὗτός ἐστιν ὁ σκοπός, τὸ μὴ ἐᾶσαι παρακρουσθῆναι διὰ συκοφαντίας τοὺς κυρίους τῆς ψήφου· εἰ μὴ ἄρα τοῦτο λέγειν ἐπιχειρή σει, ὅτι τὴν μὲν ἀπολογίαν ἐπὶ τῆς κρίσεως προεβάλετο, προσαγαγέσθαι δὲ τοὺς δικάζειν λαχόντας οὐ δυνηθεὶς τῶν ἀντιδικούντων ἠλαττώθη. ἀλλ' οὐδὲ εἶπεν ἐπὶ τῆς κρίσεως τοιοῦτον οὐδὲν οὐδ' ἐμέλλησε. πῶς γάρ; ὅς γε ὁμολογεῖ διὰ τοῦ συγγράμματός που τοῖς ἐχθροῖς τε καὶ πολεμίοις δι κασταῖς χρήσασθαι μὴ ἐθελῆσαι· 20ἡμεῖς γάρ20, φησίν, 20ὅτι σιωπῶντες ἑάλωμεν, ὁμολογοῦμεν, κακούργων καὶ πονηρῶν εἰς τὴν τῶν δικαζόντων χώραν 1.1.64 εἰσφρησάντων20. ἔνθα καὶ σφόδρα σφαδάζων, ὡς οἶμαι, καὶ τῷ λογισμῷ πρὸς ἑτέροις ὤν, ἐμπλακέντα τῷ λόγῳ τὸν σολοικισμὸν εὐπαρύφως οὐ κατενόησε, πάνυ σοβαρῶς τῇ λέξει τῶν 20εἰσφρησάντων20 ὑπαττικίσας· ὡς ἡ χρῆσις ἄλλη μὲν παρὰ τοῖς κατωρθωκόσι τὸν λόγον, ἣν ἴσασιν οἱ τοῖς τοῦ ῥήτορος λόγοις καθομιλήσαντες, ἄλλη δὲ παρὰ τῷ νέῳ ἀττι κιστῇ ἐνομίσθη. ἀλλ' οὐδὲν τοῦτο πρὸς τὸν σκοπὸν τὸν ἡμέτερον. 1.1.65 Μικρὸν δὲ προελθὼν καὶ τοῦτο προστίθησιν· 20εἰ γὰρ ὅτι μὴ τοῖς κατηγόροις δικασταῖς ἐχρησάμην, διὰ τοῦτο ἀναιρεῖν οἴεται τὴν ἀπολογίαν, λέ ληθεν αὑτὸν λίαν ὢν ἀκέραιος20. πότε οὖν ὁ δριμὺς καὶ ἐπὶ τίνων ἀπολελόγηται ὁ τοὺς μὲν δικαστὰς διὰ τὴν ἔχθραν παραγραψάμενος, παρὰ δὲ τὴν κρίσιν, ὡς αὐτὸς διαβεβαιοῦται, σιγήσας; ὁρᾶτε τὸν σφοδρὸν τῆς ἀληθείας ἀγωνιστήν, ὡς δι' ὀλίγου μεταβαλλόμενος αὐτομολεῖ πρὸς τὸ ψεῦδος καὶ τῷ ῥήματι τιμῶν τὴν ἀλήθειαν ἐπὶ τῶν ἔργων 1.1.66 ἀντικαθίσταται. ἀλλ' ἐκεῖνο χαρίεν, ὅτι καὶ πρὸς αὐτὴν ἀτονεῖ τὴν συνηγορίαν τοῦ ψεύδους. πῶς γὰρ ὁ αὐτὸς καὶ δικαίως πρὸς τὴν ἐπενεχθεῖσαν κρίσιν ἀπολελόγηται καὶ φρονίμως πάλιν διὰ τὸ ἐν ἐχθροῖς εἶναι τὴν κρίσιν ἀπεσιώ πησε; καίτοι καὶ δι' αὐτοῦ τοῦ λόγου, ᾧ τὴν 20Ἀπολο γίαν20 ἐπέγραψε, φανερῶς δείκνυται τὸ μηδαμῶς συστῆναι 1.1.67 αὐτῷ δικαστήριον. οὐ γὰρ πρὸς δικαστὰς ὡρισμένους τὸ προοίμιον τοῦ λόγου προτείνεται, ἀλλὰ πρός τινας ἀορί στους ἀνθρώπους, τούς τε κατὰ τὸν καιρὸν ἐκεῖνον ὄντας καὶ τοὺς ὕστερον γενησομένους· ἐφ' οἷς ἔγωγε καὶ αὐτὸς συντίθεμαι μεγάλης αὐτῷ δεῖν τῆς ἀπολογίας, οὐ κατὰ τὴν νῦν συγγραφεῖσαν ἑτέρας πάλιν ἀπολογίας εἰς συνηγορίαν προσδεομένην, ἀλλά τινος γεννικῆς τε καὶ ἔμφρονος πεῖσαι τοὺς ἀκούοντας δυναμένης, ὅτι μὴ ἐν τοῖς ἑαυτοῦ λογισμοῖς ἦν ὅτε ταῦτα συνέγραφεν, ὃς δικαστήριον ἑαυτῷ συνεκρότει τῶν μήτε παρόντων, τάχα δὲ μηδὲ γενηθέντων ἀνθρώπων, καὶ τοῖς οὐκ οὖσιν ἀπελογεῖτο καὶ παρῃτεῖτο τοὺς μὴ γεγο νότας 20μήπω τῷ πλήθει διακρίνειν τῆς ἀληθείας τὸ ψεῦδος, τῇ πλείονι μοίρᾳ τὸ κρεῖττον συνά 1.1.68 πτοντας20. πρέπει γὰρ ὄντως πρὸς τοὺς τοιούτους δικαστὰς τοὺς ἔτι ἐν τῇ ὀσφύϊ τῶν πατέρων ὄντας τὴν τοιαύτην ἀπολογίαν προτείνεσθαι καὶ οἴεσθαι δίκαια λέγειν, ὅτι ταῖς πάντων δόξαις μόνος ἀντιβαίνειν ἔγνωκε καὶ τῶν κατὰ πᾶσαν τὴν οἰκουμένην τὸ ὄνομα τοῦ Χριστοῦ δοξαζόντων ἀξιοπιστο τέραν οἴεται τὴν πεπλανημένην ἑαυτοῦ τῆς ψυχῆς φαντασίαν. 1.1.69 Γραφέτω, εἰ δοκεῖ, καὶ τῆς δευτέρας ἀπολογίας ἀπολογίαν ἄλλην· ἡ γὰρ νῦν οὐ διόρθωσις τῶν ἡμαρτημένων, κατασκευὴ δὲ μᾶλλον τῶν ἐγκλημάτων ἐστί. τίς γὰρ οὐκ οἶδεν ὅτι πᾶσα νόμιμος ἀπολογία πρὸς τὴν τοῦ ἐπενεχθέντος ἐγκλήματος ἀναίρεσιν βλέπει; οἷον ὁ κλοπῆς ἢ φόνου ἤ τινος ἑτέρου πλημμελήματος αἰτίαν ἔχων ἢ ἀρνεῖται καθόλου τὴν πρᾶξιν ἢ εἰς ἕτερον μετατίθησι τοῦ κακοῦ τὴν αἰτίαν ἢ εἰ μηδὲν δύναιτο τούτων, συγγνώμην καὶ ἔλεον αἰτήσει παρὰ τῶν κυρίων τῆς ψήφου. ἐνταῦθα δὲ οὔτε ἄρνησιν ὁ λόγος τῶν ἐπενεχθέντων ἔχει οὔτε τὴν εἰς ἑτέρους μετά στασιν οὔτε καταφεύγει πρὸς ἔλεον οὔτε τὴν πρὸς τὸ μέλλον εὐγνωμοσύνην κατεπαγγέλλεται, ἀλλ' αὐτὸ τὸ κατηγορούμενον ἔγκλημα διὰ φιλοπονωτέρας κατασκευῆς ἰσχυροποιεῖται. τὸ μὲν γὰρ προφερόμενον, καθὼς αὐτὸς οὗτός φησιν, 20ἀσεβείας20 ἐστὶ 20γραφή20, οὐκ ἀόριστον αὐτῷ τὴν αἰτίαν ἐπάγουσα, ἀλλ' αὐτὸ προφέρουσα τῆς ἀσεβείας τὸ εἶδος· ἡ δὲ ἀπολογία τὸ δεῖν ἀσεβεῖν κατασκευάζει, οὐκ ἀναιροῦσα τὴν αἰτίαν, ἀλλὰ 1.1.70 βεβαιοῦσα τὸ ἔγκλημα. ἀδήλων μὲν γὰρ ὄντων τῶν τῆς εὐσεβείας δογμάτων ἧττον ἴσως ἦν ἐπικίνδυνον τὸ κατατολμᾶν τῆς καινότητος· πάσαις δὲ τῶν εὐσεβούντων ψυχαῖς παγίας τῆς τοῦ ὀρθοῦ λόγου διδασκαλίας ἐνυπαρχούσης ὁ τὰ ἐναντία τοῖς κοινῇ παρὰ πάντων ἐγνωσμένοις βοῶν ἆρα ἀπολογεῖται ὑπὲρ ὧν ἐγκαλεῖται, ἢ μᾶλλον ἐφέλκεται καθ' ἑαυτοῦ τὴν τῶν ἀκουόντων ὀργὴν καὶ πικρότερος ἑαυτοῦ κατήγορος 1.1.71 ἵσταται; ἐγὼ μὲν τοῦτό φημι. ὥστε εἴπερ εἰσὶ κατὰ τὸν λόγον τοῦ συγγραφέως ἢ ἀκροαταὶ τῶν ἀπολογηθέντων ἢ κατήγοροι τῶν κατὰ τῆς εὐσεβείας αὐτῷ τολμηθέντων, αὐτὸς εἰπάτω ἢ πῶς οἱ κατήγοροι καθυφήσουσιν ἢ τίνα οἱ δικασταὶ περὶ αὐτοῦ τὴν ψῆφον ἐξοίσουσι, προκατασκευαζομένου διὰ τῆς ἀπολογίας τοῦ πλημμελήματος. 1.1.72 Ἀλλὰ ταῦτα μὲν οὐκ οἶδα πῶς παρενέπεσεν ἐκ τῆς ἀκολουθίας τοῦ λόγου τῷ μὴ καλῶς προῆχθαι τὴν ἀπο λογίαν. οὐδὲ γὰρ περὶ τοῦ πῶς ἐχρῆν ἀπολογήσασθαι πρόκειται νῦν ἐξετάζειν, ἀλλ' εἰ ἀπολελόγηται ὅλως. πρὸς δὲ τὸ προτεθὲν ἐπανέλθωμεν, ὅτι τοῖς ἰδίοις ἁλίσκεται φανερῶς οὕτως ὁ δυσχεραίνων τὸ ψεῦδος· 20κεκρίσθαι20 λέγει καὶ 20παρανόμων ἐπιτυχεῖν δικαστῶν20 καὶ 20διὰ γῆς καὶ θαλάσσης ἀγόμενος πρὸς ἡλίου τε φλογμὸν καὶ κόνιν κακοπαθῆσαι20· εἶτα πάλιν περιστέλλων τὸ ψεῦδος ἥλῳ τὸν ἧλον κατὰ τὴν παροιμίαν ἐκκρούει, ἄλλῳ ψεύδει 1.1.73 τοῦτο τὸ ψεῦδος ἐπανορθούμενος. πάντων γὰρ αὐτῷ συν επισταμένων ὅτι οὐδεμίαν ἔρρηξεν ἐν δικαστηρίῳ φωνήν, παρ ητῆσθαί φησι τὸ τῶν ἐχθρῶν δικαστήριον καὶ σιγῶν ἁλῶναι. πῶς ἄν τις μᾶλλον ἐξελεγχθείη καὶ πρὸς τὴν ἀλήθειαν καὶ πρὸς ἑαυτὸν ἐναντίως ἔχων; ὅταν ἐγκαλῆται περὶ τῆς ἐπιγραφῆς τοῦ λόγου, τῇ κρίσει τὴν ἀνάγκην τῆς ἀπολο γίας προστίθησιν· ὅταν ἐλέγχηται μηδὲν ἐπὶ τῶν δικαζόντων εἰπών, ἀρνεῖται τὴν κρίσιν καὶ ἀπαξιοῖ τοὺς δικάζοντας. 1.1.74 ὁρᾶτε τὸν σφοδρὸν τοῦτον πρόμαχον τῆς ἀληθείας, ὡς ἐρρωμένως πρὸς τὸ ψεῦδος ἀντικαθίσταται. εἶτα τοιοῦτος ὢν 20πονηρὸν20 καὶ 20κακοήθη20 καὶ 20ψεύστην20 τὸν μέγαν Βασίλειον ὀνομάζειν τολμᾷ, καὶ ἔτι πρὸς τούτοις 20θρασύν, ἀμαθῆ, παρέγγραπτον, τῶν θείων ἀμύητον20, προστίθησι δὲ τῷ καταλόγῳ τῆς λοιδορίας καὶ 20παραπλη ξίαν20 καὶ 20μανίαν20 καὶ μυρία τοιαῦτα σποράδην παντὶ κατα μιγνύων τῷ λόγῳ, ὥσπερ ἐξαρκεῖν οἰόμενος τὴν ἑαυτοῦ πικρίαν ἀντίρροπον ταῖς πάντων ἀνθρώπων μαρτυρίαις γενή σεσθαι, οἳ καὶ τὸ ὄνομα τοῦ μεγάλου καθάπερ τινὸς τῶν ἀρχαίων ἁγίων τεθήπασι, καὶ νομίζει τὸν ἄτρωτον τῷ μώμῳ δύνασθαι μόνον διὰ τῆς λοιδορίας λυμήνασθαι. οὐχ οὕτω ταπεινὸς ὁ ἥλιος, ὡς μέχρις ἐκείνου φθάσαι τὸν κατ' αὐτοῦ 1.1.75 λίθους ἢ ἄλλο τι βάλλοντα· πάλιν γὰρ ἐπαναστρέφει τὰ βληθέντα κατὰ τοῦ πέμψαντος, ὁ δὲ σκοπὸς μένει τῆς βολῆς ὑψηλότερος. κἄν τις ὡς ἀλαμπῆ διαβάλλῃ τὸν ἥλιον, οὐ τὸ φῶς τῆς ἀκτῖνος ἐκ τῶν σκωμμάτων ἠμαύρωσεν, ἀλλ' ὁ μὲν ἥλιος ἔσται καὶ σκωπτόμενος ἥλιος, τοῦ δὲ λοιδοροῦντος ὡς ἀφεγγῆ τὴν ἀκτῖνα ἡ πήρωσις τῶν ὁρατικῶν αἰσθητη ρίων ἀπελεγχθήσεται· κἂν ὅτι μάλιστα τούς τε ἀκουσομέ νους καὶ τοὺς ἐντευξομένους πείθειν ἐθέλῃ καθ' ὁμοιότητα τῆς ἀπολογίας ἐκείνης μὴ ταῖς πάντων περὶ τοῦ ἡλίου δόξαις προστίθεσθαι μηδὲ τὴν τῶν πολλῶν πεῖραν τῆς ἰδίας ὑπο λήψεως ποιεῖσθαι κυριωτέραν, 20τῇ πλείονι μοίρᾳ τὸ κρεῖττον προσάπτοντας20, μάτην ἐπὶ τῶν βλεπόντων παραληρήσει καὶ εἰς οὐδὲν πλέον ταῖς κοιναῖς δόξαις ἑαυτὸν ἀντιστήσει. 1.1.76 Εἴ τις οὖν εὔνους τῷ Εὐνομίῳ, πεισάτω χαλινὸν αὐτὸν ἐπιθεῖναι τῷ στόματι μηδὲ ἀφηνιάζειν τῇ ἀταξίᾳ τοῦ λόγου μηδὲ πρὸς κέντρα λακτίζειν μηδὲ θρασυστομεῖν κατὰ τοῦ τιμίου ὀνόματος, ἀλλὰ καὶ τῇ μνήμῃ λαμβάνοντα μόνον τὸν μέγαν Βασίλειον εὐλαβείας καὶ δέους τὴν ψυχὴν ἀναπίμ 1.1.77 πλασθαι. τί γὰρ αὐτῷ καὶ πλέον ἐκ τῆς ἀμέτρου πομπείας ταύτης γενήσεται, ὅταν ὁ μὲν τοιοῦτος δοκῇ παρὰ πᾶσιν οἷον αὐτὸν ἀνακηρύττει ὁ βίος, ὁ λόγος, ἡ κοινὴ τῆς οἰκουμένης περὶ αὐτοῦ μαρτυρία, ὁ δὲ κακίζειν ἐπιχειρῶν τὸν ἑαυτοῦ δεικνύῃ τρόπον, ὡς μὴ δυνάμενος, καθώς φησί που τὸ εὐ αγγέλιον, ἀγαθὰ λαλεῖν τῷ πονηρὸς εἶναι, ἀλλ' ἐκ τοῦ περισ σεύματος τῆς καρδίας φθέγγεσθαι καὶ ἐκ τοῦ πονηροῦ θη σαυροῦ προχειρίζεσθαι; ὅτι γὰρ ψιλὰ τῆς λοιδορίας ἐστὶ τὰ ῥήματα τῆς τῶν πραγμάτων ἀληθείας οὐ προσαπτόμενα, ἐξ 1.1.78 αὐτῶν ἐστι τῶν γεγραμμένων ὁ ἔλεγχος. ὑπέθετό τινα τόπον ἐν ᾧ τὸν περὶ τῶν δογμάτων ἀγῶνα συστῆναί φησιν, ἀνώ νυμον δὲ τοῦτον καὶ οὐδενὶ γνωρίμῳ σημείῳ δηλούμενον, ὥστε ἀνάγκην εἶναι τῷ ἀκροατῇ πεπλανημένως τῶν ἀδήλων καταστοχάζεσθαι· ἐν τούτῳ φησὶ 20σύλλογον20 γεγενῆσθαι τῶν 20πανταχόθεν λογάδων20 καὶ ἐνακμάζει τῷ λόγῳ νεανι κῶς, "1ὑπ' ὄψιν ἄγων"2 δῆθεν τὴν τῶν πραγμάτων διασκευήν. 1.1.79 εἶτα 20διδασκάλοις τισὶ20 λέγει, μηδὲ τούτων ὀνομαστὶ μεμνη μένος, 20τὸν περὶ τῶν ἐσχάτων προκεῖσθαι δρόμον, ὑποφωνεῖν20 δὲ παρόντα τὸν ἡμέτερον καθηγητὴν καὶ πατέρα, 20τῆς δὲ κρίσεως πρὸς τοὺς ἐναντίους τὸ κράτος μετατιθείσης φεύγειν20 αὐτὸν 20τοὺς τόπους, καταλι πόντα τὴν τάξιν20, καί τινα 20καπνὸν τῆς πατρίδος μεταδιώκειν20, καὶ πολύς ἐστι διασύρων ἐν τῇ ὑπογραφῇ τῆς δειλίας τὸν ἄνδρα· ἅπερ ἔξεστιν ἐκ τῶν ἐκεῖ γεγραμμένων τῷ βουλομένῳ μαθεῖν. οὐ γὰρ ἐμοὶ σχολὴ πάντα τὸν ἔμετον τῆς ἐκείνου χολῆς τῶν ἐμῶν λόγων κατασκεδάζειν, ἀλλ' οὗ χάριν ἐπεμνήσθην τῶν εἰρημένων, πρὸς τοῦτο καὶ μεταβήσομαι. 1.1.80 Τίς ἐκεῖνος ὁ ἀνώνυμος χῶρος ἐν ᾧ ὁ περὶ τῶν δογ μάτων ἐξετάζεται λόγος; τίς 20ὁ καιρὸς ὁ τοὺς ἀρί στους ἐπὶ τὸν ἀγῶνα καλῶν20; τίνες 20οἱ ἄνθρωποι οἱ διὰ γῆς καὶ θαλάττης πρὸς τὴν κοινωνίαν τῶν πόνων ἑαυτοὺς κατεπείξαντες20; τίνα λέγει 20κόσ μον ἐπὶ τοῖς ἐκβησομένοις μετέωρον, ἀναμέ νοντα τῆς ψήφου τὴν κρίσιν20; ἢ τίς 20ὁ διατιθεὶς 1.1.81 τοὺς ἀγῶνας20; ἢ ταῦτα μὲν ἐάσθω κατὰ τὴν τῶν παίδων ἐν τοῖς διδασκαλείοις συνήθειαν τοῖς τοιούτοις παρευρέ μασιν ὄγκον τινὰ καὶ μέγεθος ἐπιμηχανᾶσθαι τῷ λόγῳ, ἐκεῖνο δὲ μόνον εἰπάτω, τίς 20ὁ ἄμαχος ἐκεῖνος ἀγωνι στὴς ᾧ συμπλακῆναί20 φησι 20δειλιᾶσαι20 τὸν διδάσκαλον ἡμῶν. εἰ μὲν γὰρ καὶ τοῦτο συμπέπλασται, νικάτω πάλιν καὶ τὸ πλέον ἐχέτω τῆς ματαιότητος, ἡμεῖς δὲ σιγήσομεν· ἐν γὰρ τῷ σκιαμαχεῖν ἐπ' οὐδενὶ χρησίμῳ ἡ ἀληθής ἐστι νίκη 1.1.82 τὸ τῆς τοιαύτης νίκης ἑκουσίως ὑφίεσθαι· εἰ δὲ περὶ τῶν ἐν Κωνσταντινουπόλει γεγονότων φησὶ κἀκεῖνο τὸ συνέδριον λέγει καὶ ταῖς ἐκεῖ τραγῳδίαις ἐμφλεγμαίνει τῷ λόγῳ καὶ τὸν μέγαν καὶ δυσανταγώνιστον ἀθλητὴν ἑαυτὸν ὀνομάζει, δε ξαίμεθα <ἂν> τὰς αἰτίας, ὅτι παρόντες τῷ καιρῷ τῶν ἀγώνων τοῖς ἀγωνιζομένοις οὐ συνεπλάκημεν. 1.1.83 ∆ειξάτω τοίνυν ὁ ἐκείνῳ τὴν δειλίαν ἐπονειδίζων, εἰ κατ ῆλθεν εἰς μέσους αὐτός, εἴ τινα ἔρρηξεν ὑπὲρ τῆς καθ' ἑαυτὸν εὐσεβείας φωνήν, εἰ κατέτεινε λόγον νεανικῶς, εἰ λαμ πρῶς πρὸς τοὺς ἀντιτεταγμένους διηγωνίσατο· ἀλλ' οὐκ ἂν εἰπεῖν ἔχοι ἢ ἑαυτῷ μάχεται περιφανῶς. ὡμολόγησε γὰρ σιωπῇ δεδέχθαι τὴν παρὰ τῶν δικαστῶν ἐπενεχθεῖσαν ψῆφον. 1.1.84 εἰ τοίνυν ἔδει παρὰ τοὺς ἀγῶνας λέγειν (τοῦτο γὰρ νομο θετεῖ νῦν τῷ συγγράμματι), διὰ τί τότε σιωπῶν κατακρίνεται; εἰ δὲ καλῶς ἐποίησεν ἐπὶ τῶν δικαζόντων τὴν ἡσυχίαν τι μήσας, τίς ἡ ἀποκλήρωσις τὸν μὲν ἐπαινεῖσθαι σιγῶντα, ἡμῖν δὲ πρὸς διαβολῆς εἶναι τὴν ἡσυχίαν; τί ἄν τις ἀδικώ τερον τῆς ἀτοπίας ταύτης ἐπινοήσειεν, εἰ τῶν δύο μετὰ τοὺς ἀγῶνας πεποιημένων τὸν λόγον ἑαυτὸν μὲν κατὰ καιρὸν ἀπο λελογῆσθαι λέγει, τοσοῦτον τοῦ καιροῦ κατόπιν γενόμενον, τὸν δὲ ἀντειπόντα τῷ λόγῳ κακίζει ὡς τοῦ καιροῦ τῶν ἀγώνων καθυστερήσαντα; ἢ τάχα προδιαβαλεῖν ἔδει τῇ ἀντιρρήσει τὸν μέλλοντα ῥηθήσεσθαι λόγον· τοῦτο γάρ, ὡς ἔοικε, τῷ 1.1.85 ἐγκλήματι λείπεται. τί δήποτε προγνούς, ἃ γράφειν ἔμελλε, παρὰ τὸν τῆς κρίσεως ἐκείνης καιρὸν οὐ διήλεγξεν; ὅτι γὰρ οὐκ ἐν τῇ κρίσει τὴν ἀπολογίαν ταύτην πεποίηται, φανερόν ἐστι, δι' ὧν ὡμολόγησε. πάλιν γὰρ τῶν αὐτῶν ῥημάτων ἐπι μνησθήσομαι. 20ἡμεῖς γάρ20, φησίν, 20ὅτι σιωπῶντες ἑάλω μεν, ὁμολογοῦμεν20, καὶ τὴν αἰτίαν προστίθησι· 20πονη ρῶν20, φησίν, 20ἀνθρώπων20 τὴν τοῦ δικάζειν ἀξίαν λαχόν των, μᾶλλον δέ, ὡς αὐτὸς λέγει, 20εἰς τὴν τῶν δικα 1.1.86 ζόντων χώραν εἰσφρησάντων20. ὅτι δὲ πάλιν τὸν προσ ήκοντα καιρὸν τῇ ἀπολογίᾳ προσμαρτυρεῖ, ἐξ ἑτέρων ὧν εἶπε δῆλόν ἐστιν. οὕτω γὰρ ἡ λέξις ἔχει· 20ἀλλ' ὅτι μέν20, φησίν, 20οὐ πλασάμενος, ὑπὸ δὲ τῶν μεσιτῶν ἀναγ καζόμενος κατὰ τὸν προσήκοντα καιρὸν καὶ τρό πον ἐπὶ τὴν ἀπολογίαν προήχθην, ἔκ τε τῶν πραγμάτων αὐτῶν καὶ τῶν τούτου λόγων γέγονε δῆλον20. τί οὖν ἐρεῖ ὁ πανταχοῦ ῥᾳδίως ἐπιστρέφων τὸν λόγον; οὐκ ἔδει σιωπᾶν ἐπὶ τῶν ἀγώνων Βασίλειον; διὰ τί οὖν ἄφωνος ἐπὶ τῶν αὐτῶν ἀγώνων Εὐνόμιος; ἀλλ' εὔκαιρος ἡ μετὰ τοὺς ἀγῶνας ἀπολογία τούτῳ· πῶς οὖν ἄκαιρος ἡ πρὸς τὰ εἰρημένα μάχη ἐκείνῳ; Ἀλλὰ πάντων μᾶλλον, ὡς ἔοικεν, ἀληθὴς τοῦ ὁσίου ὁ 1.1.87 λόγος, ὅτι ἐν προσποιήσει δὴ τῆς ἀπολογίας κατασκευὴν τῶν δογμάτων ἑαυτοῦ πρὸς τὸ δοκοῦν ἐποιήσατο, καὶ ὁ κατ' ἀλή θειαν τοῦ Φινεὲς ζηλωτής, ὁ ἐξολοθρεύων ἐν τῇ ῥομφαίᾳ τοῦ λόγου πάντα τὸν ἀπὸ τοῦ κυρίου πορνεύσαντα, τὴν ἰατικὴν μὲν τῆς ψυχῆς, ἀναιρετικὴν δὲ τῆς ἀσεβείας ἐπήγαγε μάχαι 1.1.88 ραν, τὴν ἀντίρρησιν λέγω τῆς βλασφημίας. εἰ δὲ ἀντιτύπως οὗτος ἔχει καὶ τὴν θεραπείαν οὐ δέχεται ὁ τὴν ψυχὴν ἑαυτοῦ διὰ τῆς ἀποστασίας νεκρώσας, τοῦ ἑλομένου τὸ κακὸν ἡ αἰτία· φησὶ τοῦτο καὶ ὁ ἔξωθεν λόγος. τοιοῦτος μὲν οὖν κατά τε τῆς ἀληθείας καὶ καθ' ἡμῶν ὁ Εὐνόμιος. ἡμῖν δὲ ἐξῆν μὲν κατὰ τὸν ἀρχαιότερον νόμον τὸν συγχωροῦντα τοῖς ἴσοις ἀμύνεσθαι τοὺς ὑπάρξαντας ἀφθόνως αὐτὸν ἀντι βάλλειν τοῖς ὀνείδεσι καὶ ἐν πολλῇ τῇ ῥᾳστώνῃ πρὸς τὸν λελυπηκότα φιλοτίμως ταῖς λοιδορίαις ἐνδαψιλεύεσθαι· εἰ γὰρ τοσοῦτον ἐκεῖνος εἰς ὕβριν καὶ λοιδορίαν εὐπόρησε κατὰ τοῦ μηδεμίαν εἴσοδον δεδωκότος τῷ μώμῳ, πόσους εἰκὸς εὑρεθῆναι τοιούτους λόγους τοῖς τὸν σεμνὸν αὐτοῦ δια 1.1.89 κωμῳδοῦσι βίον; ἀλλ' ἐπειδὴ τῷ εὐαγγελίῳ μαθητεύειν ὑπὸ τοῦ μαθητοῦ τῆς ἀληθείας ἐξ ἀρχῆς ἐπαιδεύθημεν, οὔτε ὀφθαλμὸν ἀντεκκόπτομεν οὔτε ὀδόντα ὀδόντος ἀνταλλασσό μεθα, εἰδότες ὅτι τὰ πονηρὰ τῶν γινομένων τοῖς ἐναντίοις λύεσθαι πέφυκε καὶ οὐκ ἄν τι τῶν κακῶς λεγομένων ἢ πραττομένων εἰς τὸ ἀνήκεστον προχωρήσειεν, εἴ τι τῶν χρη στοτέρων διὰ μέσου παρεμπεσὸν τὸ συνεχὲς τῆς τῶν κακῶν 1.1.90 ἀκολουθίας ἐκκόψειεν. οὐκοῦν καὶ ἡ τοῦ λοιδορεῖσθαι καὶ ὑβρίζειν ἀκολουθία διὰ μακροθυμίας ἵσταται τῆς ἐπὶ τὰ πρόσω φορᾶς· ὡς εἴ γέ τις ὕβρει τὴν ὕβριν καὶ λοιδορίᾳ τὴν λοιδορίαν ἀμύνοιτο, πλεονάσει πάντως τρέφων διὰ τῶν ὁμοίων τὸ ἄτοπον. 1.1.91 ∆ιὰ τοῦτο πάντα τὸν ἐν τῷ μέσῳ λόγον καταλιπών, ὕβριν ὄντα καὶ χλευασμὸν καὶ λοιδορίαν καὶ σκώμματα, πρὸς τὴν τοῦ δόγματος ἐξέτασιν κατεπείξω τὸν λόγον. εἰ δέ τις παραιτεῖσθαί με τὸ λοιδορεῖν δι' ἀπειρίαν τῆς τῶν ὁμοίων ἀντιδόσεως λέγοι, σκεψάσθω ἑαυτόν, ὅση πρὸς τὸ χεῖρόν ἐστιν ἡ εὐκολία δίχα τινὸς πραγματείας αὐτομάτως πρὸς 1.1.92 τὴν ἁμαρτίαν κατολισθαίνουσα. τὸ γὰρ γίνεσθαι κακὸν ἐν τῷ προελέσθαι μόνον ἀπόκειται καὶ ἤρκεσε πολλάκις πρὸς τελείωσιν κακίας ἡ βούλησις. πολὺ δὲ πλέον τὸ εὔκολον ἐν τοῖς κατὰ τὴν γλῶσσάν ἐστι πλημμελήμασι. τὰ μὲν γὰρ λοιπὰ τῶν ἁμαρτημάτων καὶ χρόνου καὶ πραγμάτων καὶ τῆς ἔξωθεν συνεργίας εἰς τὸ γενέσθαι προσδέεται, ἡ δὲ τοῦ 1.1.93 λόγου πρόσφυσις κατ' ἐξουσίαν ἔχει τὸ πλημμελεῖν. ἀπό δειξις δὲ τῶν λεγομένων αὐτὸς ὁ ἐν χερσὶν ἡμῶν τοῦ Εὐνο μίου λόγος, ὃν ὁ μὴ παρέργως κατανοήσας εὑρήσει τὸ κάτ αντες τῆς ἐν τοῖς ῥήμασιν ἁμαρτίας, ἣν μιμεῖσθαι πάντως τῶν εὐπορωτάτων ἐστί, κἂν παντελῶς τις ἀμελετήτως ἔχῃ τῆς τοῦ βλασφημεῖν ἐμπειρίας. τί γὰρ δεῖ κάμνειν ὀνοματο ποιοῦντα τὰς ὕβρεις, ἐξὸν τοῖς ῥηθεῖσιν αὐτοῖς ἐπὶ τὸν ὑβρί σαντα χρήσασθαι; πάντα γὰρ ἐν τῷ μέρει τούτῳ τοῦ λόγου ψευδῆ καὶ βλάσφημα πρὸς τὰ ἐν αὐτῷ παραδείγματα συμ πεπλασμένα διερραψῴδησε, καὶ οὐκ ἔστιν ὅ τι οὐκ ἐγγέ 1.1.94 γραπται τῶν ἀτόπων. 20δεινός20, φησίν, 20ἐριστικός, ἀλη θείας ἐχθρός, σοφιστής, ἀπατεών, ταῖς τῶν πολλῶν δόξαις καὶ μνήμαις ἀντιταττόμενος, τὸν ἐκ τῶν πραγμάτων οὐκ αἰσχυνόμενος ἔλεγχον, οὐ φόβον ἐκ τῶν νόμων, οὐ ψόγον ἐξ ἀνθρώπων διευλαβούμενος, ἀλήθειαν δεινότητος διακρί νειν οὐκ ἐπιστάμενος20· προστίθησι τούτοις καὶ 20ἀν αίδειαν καὶ πρὸς τὸ λοιδορεῖν ἑτοιμότητα20· εἶτα 20ἐκμελῆ20 φησι 20καὶ μαχομένων ὑπονοιῶν πλήρη καὶ ἐξ ἀναρμόστων τὸν λόγον ἁρμόζοντα καὶ ταῖς ἰδίαις φωναῖς μαχόμενον καὶ τὰ ἐναντία 1.1.95 φθεγγόμενον20. καὶ πολλὰ εἰπεῖν περὶ αὐτοῦ κακὰ θέ λων, εἶτα τὴν πικρίαν τῆς ψυχῆς ἐμπλῆσαι ἐν τῇ καινό τητι τῶν ὕβρεων οὐ δυνάμενος, ἐπειδὴ οὐκ ἔχει ὅ τι καὶ εἴπῃ, πολλάκις ἐπὶ τὰ αὐτὰ ἐπανέρχεται καὶ ἅπαξ εἰπὼν ἐπανακυκλοῖ πάλιν καὶ ἐκ τρίτου τὰ αὐτὰ καὶ ἐκ τετάρτου καὶ ὑπὲρ τοῦτο, ὥσπερ τινὰ δίαυλον ἀνακάμπτων τῷ λόγῳ διὰ τῶν αὐτῶν ὕβρεων καὶ τῆς λοιδορίας ληρημάτων, ἄνω καὶ κάτω διὰ τῶν ὁμοίων περιχωρῶν· ὥστε μηκέτι χαλεπαί νειν αὐτοῦ τῇ ἀναισχυντίᾳ τῶν ὕβρεων, ἐν τῷ προσκορεῖ τῶν 1.1.96 λεγομένων τὸν θυμὸν ὑπεκλύοντα. βδελύξαιτο γὰρ ἄν τις μᾶλλον ἢ εἰς ὀργὴν ἔλθοι· οὕτως ἀνδραποδώδη καὶ χαρίτων ἄμοιρα καὶ ἀπὸ τῆς τριόδου τὰ σκώμματα, γραός τινος δια κωθωνιζομένης καὶ ὑπ' ὀδόντα γρυζούσης οὐδ' ὁτιοῦν διαφέ ροντα. 1.1.97 Τί οὖν; ἆρα ἐπεξελθεῖν δεῖ τοῖς καθ' ἕκαστον καὶ περὶ πάντων τῶν ἐφ' ὕβρει ῥηθέντων φιλοπόνως ἀπολογήσασθαι, ὅτι οὐκ ἦν τοιοῦτος καθ' οὗ ταῦτα συμπέπλασται; ἀλλ' οὕτω γ' ἂν καὶ ἡμεῖς συγκαθυβρίζειν δοκοίημεν τὸν ἀντὶ φωστῆρος τῇ γενεᾷ διαλάμψαντα, ἀγαπητῶς τὸ μὴ κακοῦργον καὶ κατεγνωσμένον εἶναι διὰ τῶν λόγων ἀποδεικνύοντες. 1.1.98 ἀλλὰ μέμνημαι τῆς θείας ἐκείνης φωνῆς, ὡς προφητικῶς περὶ αὐτοῦ τὰ ἐκ τῆς προφητείας ἐφθέγξατο, ὅπου ταῖς ἀναισχύντοις αὐτὸν τῶν γυναικῶν παρεικάζει, αἳ τὰ ἴδια ὀνείδη ταῖς σωφρονούσαις προφέρουσι. τίνα γὰρ ἐχθρὸν τῆς ἀληθείας οἱ λόγοι κηρύσσουσι; τίνα ταῖς τῶν πολλῶν δόξαις ἀντιτασσόμενον; τίς αἰτεῖται παρὰ τῶν ἐντυγχανόντων αὐτοῦ τῷ συγγράμματι μὴ πρὸς τὸ πλῆθος τῶν μαρτυρούντων ὁρᾶν μηδὲ πρὸς τὴν ἀρχαιότητα βλέπειν μηδὲ πρὸς τὸ ἀξιόπιστον τῶν πρὸς τὸ κρεῖττον ὑπειλημμένων ῥέπειν ταῖς 1.1.99 γνώμαις; ἆρα τοῦ αὐτοῦ ἐστι καὶ ταῦτα γράφειν καὶ ἐκεῖνα προφέρειν, καὶ ταῖς μὲν ἑαυτοῦ καινοτομίαις ζητεῖν τοὺς ἀκούοντας ἕπεσθαι, φαυλίζειν δὲ πάλιν ἑτέρους ὡς ταῖς κοιναῖς ὑπολήψεσιν ἀντιβαίνοντας; τὸ δὲ 20μὴ αἰσχύνε σθαι τὸν ἐκ τῶν πραγμάτων ἔλεγχον20 καὶ 20τὸν ἀνθρώπινον ψόγον20 καὶ ὅσα τοιαῦτα κατὰ ταὐτὸ διεξ έρχεται, ταῖς τῶν ἀκουόντων γνώμαις καταλείπω σκοπεῖν ἐπὶ τίνος ἀληθές ἐστι λέγειν, ἆρα τοῦ σωφροσύνην καὶ κοσμιότητα καὶ πᾶσαν καθαρότητα ψυχῆς τε καὶ σώματος διὰ τῆς ἀκριβεστάτης ἐγκρατείας νομοθετοῦντος ὁμοίως ἑαυτῷ τε καὶ τοῖς πλησιάζουσιν, ἢ τοῦ κελεύοντος μὴ παρέ χειν πράγματα τῇ φύσει πρὸς τὸ δοκοῦν διὰ τῶν τοῦ σώ ματος ὀρέξεων προϊούσῃ μηδὲ ἀντιβαίνειν ταῖς ἡδοναῖς μηδὲ ἀκριβολογεῖσθαι περὶ τὴν τοιαύτην τοῦ βίου σπουδήν; οὐδὲ γὰρ εἶναί τινα βλάβην ψυχῆς διὰ τῶν τοιούτων συνι σταμένην, ἀλλὰ μόνην ἀρκεῖν τῷ ἀνθρώπῳ τὴν αἱρετικὴν 1.1.100 πίστιν πρὸς τελειότητα. εἰ δὲ ἀρνεῖται τὸ μὴ οὕτως ἔχειν αὐτοῖς τὰ διδάγματα, εὐξαίμην ἂν ἔγωγε καὶ τῶν εὖ φρο νούντων ἕκαστος ἀληθεύειν αὐτὸν ἐν τοῖς τοιούτοις ἀρνού μενον· ἀλλ' οὐκ ἐάσουσιν αὐτῷ προχωρῆσαι τὴν ἄρνησιν οἱ γνήσιοι μαθηταί, ἢ τὸ μέγιστον αὐτοῦ θεώρημα πεσεῖται καὶ καταλυθήσεται ἡ συσκευὴ τῶν διὰ τοῦτο μάλιστα προσ 1.1.101 εδρευόντων τῷ δόγματι. 20ἀναιδὴς20 δὲ τίς καὶ 20τὸν ἀν θρώπινον ψόγον οὐκ εὐλαβούμενος20, ἐκ τῶν ἐν νεότητι βεβιωμένων ἢ ἐκ τῶν μετὰ ταῦτα βούλει σκοπή σωμεν; ἀλλὰ δι' ἀμφοτέρων ἐπ' αὐτὸν ἂν εὕροις ἐπανιοῦ σαν τῆς ἀναιδείας τὴν μέμψιν. οὐ τὰ αὐτὰ γὰρ ἑκατέροις 1.1.102 οὔτε ἡ νεότης οὔτε ὁ μετὰ ταῦτα μαρτυρεῖ βίος. ὑπομνησάτω ἑαυτὸν ὁ λογογράφος τῶν τε ἐπὶ τῆς πατρίδος κατὰ τὸν τῆς νεότητος καιρὸν καὶ τῶν ἐν Κωνσταντινου πόλει βεβιωμένων αὐτῷ, καὶ ἀκουσάτω παρὰ τῶν εἰδότων 1.1.103 οἷα τῷ συκοφαντουμένῳ συνίσασιν. εἰ δὲ ἐκ τῶν ἐφεξῆς ἐπιτηδευμάτων τις ἐθέλοι σκοπεῖν, αὐτὸς εἰπάτω, τίς ἄξιος τοιούτου ὀνόματος, ὁ τὴν πατρῴαν οὐσίαν καὶ πρὸ τῆς ἱερω σύνης ἀφειδῶς ἀναλώσας τοῖς πένησι καὶ μάλιστα ἐν τῷ τῆς σιτοδείας καιρῷ, καθ' ὃν ἐπεστάτει τῆς ἐκκλησίας, ἔτι ἐν τῷ κλήρῳ τῶν πρεσβυτέρων ἱερατεύων, καὶ μετὰ ταῦτα μηδὲ τῶν ὑπολειφθέντων φεισάμενος, ὡς ἂν καὶ αὐτὸς τὸ τοῦ ἀποστόλου καυχήσαιτο ὅτι ∆ωρεὰν ἄρτον οὐκ ἔφαγον, ἢ ὁ προσόδων ἀφορμὴν τὴν τοῦ δόγματος προστασίαν πε ποιημένος, ὁ εἰσδύνων εἰς τὰς οἰκίας αὐτόκλητος οὐδὲ τὴν ἐκ τοῦ πάθους ἀηδίαν τῇ καθ' ἑαυτὸν διαγωγῇ περιστέλ λων οὐδὲ τὴν φυσικὴν τῶν ὑγιαινόντων πρὸς τοὺς τοιούτους ἀποστροφὴν λογιζόμενος, ὁ κατὰ τὸν παλαιὸν νόμον διὰ τὴν ἁφὴν τῆς σημασίας ἔξω τῆς παρεμβολῆς τῶν οἰκούν των ἀφοριζόμενος. 1.1.104 20Προπετὴς20 δὲ πάλιν καὶ 20ὑβριστὴς20 καὶ 20καθ' ἑκά τερον ψεύστης20 ὀνομάζεται παρὰ τοῦ 20μακροθύμως ἐν πραΰτητι τοὺς ἀντιδιατιθεμένους παιδεύοντος20. οὕτω γὰρ ἐν τῷ συγγράμματι τοῖς περὶ αὐτοῦ λόγοις ἐνδια θρύπτεται ὁ μηδεμίαν πικρίας ὑπερβολὴν ἀφιεὶς ἐν οἷς ἄν τι προενεγκεῖν ἐξισχύσῃ. πόθεν τοίνυν καὶ ἐκ ποίων πραγμάτων 1.1.105 τὴν ὕβριν αὐτοῦ καὶ τὸ προπετὲς διελέγχει; 20ὅτι20, φησί, 20καὶ Καππαδόκην ὄντα με Γαλάτην ὠνόμασεν20. εἶτα τὸν ἐν τῷ μεθορίῳ τῶν πατρίδων τὴν οἴκησιν ἔχοντα ἐν ἀνω νύμῳ τινὶ τῆς Κορνιασπινῆς ἐσχατιᾷ εἰ ἀντὶ τοῦ Ὀλτισηρέως Γαλάτην ὠνόμασεν (εἴπερ δὴ ὅλως καὶ τοῦτο προσειπὼν ἐπιδείκνυται· οὐ γὰρ εὗρον ἐν τοῖς ἡμετέροις βιβλίοις τοῦτο προσκείμενον, δεδόσθω δὲ ὅμως εἰρῆσθαι) ὑπὲρ τούτων 20προπετὴς20 καὶ 20ὑβριστὴς20 καὶ 20ψεύστης20 καὶ πάντα ὀνομάζεται τὰ δεινότατα; καὶ οὐ συνίησιν ὁ σοφός, ὅτι ἡ ἐπὶ μικροῖς παρὰ τοῦ συκοφάντου κατηγορία μεγάλην συνη 1.1.106 γορίαν τῆς δεξιότητος τοῦ κατηγορουμένου παρίστησιν; οὐ γὰρ ἂν πρὸς κατηγορίαν κεκινημένος τῶν μειζόνων φειδό μενος ἐν τοῖς μικροτέροις ἀπησχόλει τὴν πονηρίαν· ὑπὲρ ὧν καὶ πολύς ἐστιν ἐπαίρων καὶ δεινῶν τὸ ἀδίκημα καὶ σεμνῶς περὶ τοῦ ψεύδους φιλοσοφῶν, ἴσον εἰς ἀτοπίαν κρί νων, ἐάν τε περὶ μειζόνων ἐάν τε περὶ μικροτέρων ὁ λόγος. 1.1.107 οἶδε γὰρ κατὰ τοὺς πατέρας αὐτοῦ τῆς αἱρέσεως, τοὺς γραμματεῖς λέγω καὶ Φαρισαίους, ἀκριβῶς μὲν διϋλίζειν τὸν κώνωπα, ἀφειδῶς δὲ καταπίνειν τὴν σκολιὰν κάμηλον τὴν τῷ βάρει τῆς πονηρίας πεφορτισμένην. πρὸς ὃν οὐκ ἄτοπον ἦν ἴσως εἰπεῖν ὅτι φείδου τῆς τοιαύτης νομοθεσίας ἐν τῇ καθ' ἡμᾶς πολιτείᾳ, τὸ παρ' οὐδὲν ἡγεῖσθαι κελεύειν βραχύτητι πραγμάτων καὶ μεγέθει διακρίνειν τὴν πρὸς τὸ 1.1.108 ψεῦδος διαβολήν. οὐ γὰρ ὁμοίως ἁμαρτάνει Παῦλος ψευδόμενος καὶ Ἰουδαϊκῶς ἁγνιζόμενος ἐπὶ καιροῦ τῶν χρησί μως ἀπατωμένων, καὶ Ἰούδας ἐν τῷ τῆς προδοσίας καιρῷ φίλον καὶ προσήγορον σχῆμα ὑποδυόμενος. ἐψεύσατο καὶ Ἰωσὴφ ἐν φιλανθρωπίᾳ τοὺς ἀδελφοὺς διαπαίζων, καὶ ταῦτα τὴν ὑγείαν τοῦ Φαραὼ ἐπομνύμενος· ἀλλ' ἐψεύσαντο καὶ οἱ ἀδελφοὶ κατ' αὐτοῦ πρότερον μὲν θάνατον, μετὰ ταῦτα δὲ δουλείαν διὰ τὸν φθόνον βουλεύσαντες, καὶ πολλὰ τοιαῦτα ἔστιν εἰπεῖν· ψεύδεται Σάρρα ἐπερυθριῶσα τῷ γέ λωτι· ψεύδεται καὶ ὁ ὄφις εἰς θείαν μεταβαίνειν φύσιν τὸν 1.1.109 ἄνθρωπον ἐκ τῆς παρακοῆς εἰσηγούμενος. πολλὴ <μὲν οὖν> τοῦ ψεύδους ἡ πρὸς τὰς ὑποθέσεις διαφορά, καὶ οὐδὲ ἔστιν εἰπεῖν ὅση, εἴτε ἐκ τῶν ἀρχαίων διηγημάτων εἴτε ἐκ τοῦ νῦν βίου δοκιμάζοις τὸν λόγον. οὐκοῦν καὶ ἡμεῖς δεξώμεθα, ὅτι κατὰ τὴν κοινὴν περὶ τῶν ἀνθρώπων ἀπό φασιν, ἣν διὰ τοῦ προφήτου τὸ πνεῦμα τὸ ἅγιον ἀπεφήνατο ὅτι Πᾶς ἄνθρωπος ψεύστης, καὶ ὁ τοῦ θεοῦ ἄνθρωπος συνηνέχθη τῷ ψεύδει, τὴν ὅμορόν τινι χώραν ἀγνοίᾳ ἢ ὑπεροψίᾳ τῆς τοῦ τόπου προσηγορίας κατὰ τὸ συμβὰν ἐπι φημίσας. ἀλλ' ἐψεύσατο καὶ Εὐνόμιος, καὶ τί τὸ ψεῦδος; 1.1.110 αὐτῆς τῆς ἀληθείας παραγραφή. τὸν ἀεὶ ὄντα ποτὲ μὴ εἶναι λέγει, τὸν ἀληθῶς υἱὸν ψευδώνυμον ἔχειν τὴν προση γορίαν κατασκευάζει, τὸν κτίστην πάντων αὐτὸν κτίσμα εἶναι καὶ ποίημα διορίζεται, τὸν κυριεύοντα τῶν ὅλων δοῦ λον προσαγορεύει, τὸν ἐκ φύσεως τὸ ἄρχειν ἔχοντα τῇ δουλευούσῃ φύσει συγκατατάσσει. ἆρα μικρὰ τοῦ ψεύδους ἡ διαφορὰ καὶ τοσαύτη, ὡς ἀντ' οὐδενὸς οἴεσθαί τινα τὸ οὕτως ἢ ἑτέρως ἐψεῦσθαι δοκεῖν; 1.1.111 Ἀλλὰ καὶ 20τὸν σοφιστικὸν λόγον20 ἐπονειδίζων ἑτέροις, θεωρεῖτε οἵαν τῆς τἀληθοῦς ἀποδείξεως ποιεῖται τὴν ἐπιμέλειαν. εἶπεν ἐν τῷ λόγῳ τῷ πρὸς αὐτὸν ὁ διδάσκαλος ἡμῶν, ὅτι ἐν τῷ καιρῷ τῆς τῶν πραγμάτων καταστροφῆς 1.1.112 οὗτος "1ἆθλον τῆς ἀσεβείας τὴν Κύζικον ἀπηνέγκατο"2. τί οὖν ὁ τοὺς σοφιστὰς διελέγχων ποιεῖ; εὐθὺς ἐπιφύεται τῷ τοῦ ἄθλου ὀνόματι καὶ συνομολογεῖσθαι παρ' ἡμῶν φησι τὸ καὶ ἀπολελογῆσθαι καὶ νικῆσαι διὰ τῆς ἀπολογίας καὶ τὸ ἐκ τῆς νίκης ἆθλον διὰ τῶν ἀγώνων κομίσασθαι καὶ συντίθησι συλλογισμόν, διὰ τῶν ἀναντιρρήτων, ὡς οἴεται, συμπεραίνων τὸν λόγον. εἰρήσεται δὲ αὐτὰ τὰ γεγραμμένα παρ' αὐτοῦ ἐπὶ λέξεως. 20εἰ γὰρ τὸ ἆθλον, φησί, νίκης ἐστὶ γνώρισμα καὶ τέλος, μηνύει δὲ τὴν δίκην ἡ νίκη, συνεισάγει δὲ πάντως ἑαυτῇ τὴν κατη γορίαν ἡ δίκη, ὁ τὸ ἆθλον διδοὺς ἀναγκαίαν 1.1.113 εἶναι φήσει καὶ τὴν ἀπολογίαν20. τί οὖν ἡμεῖς; ἠγωνίσθαι μὲν αὐτὸν καὶ πάνυ σφοδρῶς τε καὶ ἐρρωμένως τὸν πονηρὸν τοῦτον ἀγῶνα τῆς ἀσεβείας οὐκ ἀντιλέγομεν καὶ οὐ μικρῷ τῷ μέτρῳ τοὺς ὁμοίους ὑπερβεβληκέναι καὶ ὑπερέχειν ἐν τοῖς κατὰ τῆς ἀληθείας ἱδρῶσιν, ἀλλ' οὐχὶ κατὰ τῶν ἀντιτεταγμένων ἐσχηκέναι τὰ νικητήρια, συγκρίσει δὲ τῶν συνδραμόντων αὐτῷ δι' ἀσεβείας ἐπὶ τὴν πλάνην προτερεύειν πάντων ἐν τῇ περιουσίᾳ τοῦ ψεύδους καὶ οὕτω λαβεῖν ἀντὶ τῆς εἰς τὸ κακὸν ὑπερβολῆς ἆθλον τὴν Κύ ζικον, ὡς πάντων τῶν ἐπὶ τοῖς ὁμοίοις κατὰ τῆς ἀληθείας κονισαμένων τὸ πλέον ἔχοντα, καὶ ἐπὶ τῇ νίκῃ τῇ κατὰ τὴν βλασφημίαν ἀναρρηθῆναι λαμπρῷ καὶ περιφανεῖ τῷ κηρύγ ματι ἐν τῷ μισθὸν τῆς ἀτοπίας αὐτῷ παρὰ τῶν οὕτως 1.1.114 ἀγωνοθετούντων ἐξαιρεθῆναι τὴν Κύζικον. καὶ ὅτι ταῦτα κατὰ τὴν ῥηθεῖσαν διάνοιαν παρ' ἡμῶν ὡμολόγηται, δεί κνυσιν ὁ ἡμέτερος λόγος, ὅτι ἀσεβείας ἆθλον, οὐχὶ ἀπολογίας κατόρθωμά φαμεν αὐτῷ γεγενῆσθαι τὴν Κύζικον. τί οὖν κοινὸν ἔχει τὰ παρ' ἡμῶν εἰρημένα πρὸς τὴν παι διώδη ταύτην τῶν σοφισμάτων πλοκήν, ὡς διὰ τοῦτο συστῆναι αὐτῷ καὶ τὴν δίκην καὶ τὴν ἀπολογίαν κατασκευάζεσθαι; ὅμοιον γὰρ τὸ τοιοῦτον ὥσπερ ἄν τις ἐν συμποσίῳ πλείω τῶν ἄλλων τὸν ἄκρατον ἐγχεάμενος καὶ διὰ τοῦτο γέρως τινὸς παρὰ τῶν συμμεθυόντων ἀξιωθεὶς τὴν ἐν τῷ συμποσίῳ νίκην τεκμήριον ποιοῖτο τοῦ καὶ ἐν δικαστηρίοις δεδικάσθαι 1.1.115 καὶ ὑπερέχειν δικασάμενος. ἐξέσται γὰρ κἀκείνῳ τὴν πλο κὴν τοῦ συλλογισμοῦ τούτου μιμήσασθαι· εἰ τὸ ἆθλον νίκης ἐστὶ γνώρισμα καὶ τέλος, μηνύει δὲ τὴν δίκην ἡ νίκη, συνεισάγει δὲ πάντως ἑαυτῇ τὴν κατηγορίαν ἡ δίκη, ἐνί κησα τὴν δίκην ἐγώ, ἐπειδὴ πίνων ἐστέφθην ἐν τῷ τῆς 1.1.116 πολυποσίας ἀγῶνι. ἀλλ' ἐρεῖ τις πάντως πρὸς τὸν οὕτω καλλωπιζόμενον, ὅτι ἄλλοι ἀγῶνες ἐν δικαστηρίῳ καὶ ἄλλος τρόπος τῆς ἐν συμποσίοις ἀθλήσεως· καὶ ὁ νικήσας διὰ τῆς κύλικος οὐδὲν ἔχει πλέον ἐκ τῆς τοιαύτης νίκης τῶν ἐν δικαστηρίοις ἀντιτεταγμένων αὐτῷ, κἂν τοῖς ἀνθίνοις στεφάνοις ἐπαγλαΐσηται. οὐκοῦν οὐδὲ ὁ τῷ λόγῳ τῆς ἀσε βείας τῶν ὁμοίων προτεταγμένος ἤδη καὶ τοῦ ἐν τῇ κρίσει νενικηκέναι διὰ τοῦ ἄθλου τῆς ἀσεβείας τὴν μαρτυρίαν 1.1.117 παρέχεται. τί οὖν συνηγορεῖ τῇ μὴ ῥηθείσῃ ἀπολογίᾳ ἡ τοῦ προέχειν αὐτὸν ἐν ἀσεβείᾳ παρ' ἡμῶν μαρτυρία; εἰ μὲν γὰρ ἀπολογησάμενος πρὸς τοὺς δικαστὰς καὶ τῶν ἀντι τεταγμένων κρατήσας οὕτως ἐδέξατο τὴν ἐπὶ Κυζίκῳ τιμήν, καιρὸν ἂν εἶχε τὰ ἡμέτερα καθ' ἡμῶν προχειρίζεσθαι· εἰ δὲ συνεχῶς ἐπὶ τοῦ λόγου μαρτύρεται, ὅτι φεύγων τὸ δυσμενὲς τῶν κυρίων τῆς ψήφου σιωπῇ δέχεται τὴν ἐπα χθεῖσαν αὐτῷ τιμωρίαν, ἐν ἐχθροῖς διαθέσθαι τοὺς ἀγῶνας οὐκ ἀνασχόμενος, τί ἑαυτὸν φενακίζει καὶ τῇ φωνῇ τοῦ ἄθλου εἰς μαρτυρίαν τοῦ ἀπολελογῆσθαι συγκέχρηται μὴ συνιεὶς ὁ θαυμάσιος τοῦ ἄθλου τὴν ἔμφασιν, ὅτι καθάπερ τι γέρας καὶ ἀριστεῖον αὐτῷ τῆς κατὰ τὴν ἀσέβειαν ὑπερ 1.1.118 οχῆς "1ἡ Κύζικος προεπόθη"2. ἀλλ' ἐπειδὴ πρὸς τὸ δοκοῦν δέχεται τὸ ἆθλον καὶ ὡς δωρεὰν ἐπινίκιον, δεξάσθω καὶ τὸ συνημμένον τῷ λόγῳ, ὅτι ἐν ἀσεβείᾳ τὸ πλέον διὰ τῆς νίκης ἔσχεν. ἐπειδὴ γὰρ τοῖς ἡμετέροις καθ' ἡμῶν ἰσχυ ρίζεται, ἢ ἀμφοτέροις ἢ οὐθετέροις κεχρῆσθαι δίκαιος. 1.1.119 Ἀλλ' ἐν μὲν τοῖς ἡμετέροις τοιοῦτος· ἐν δὲ τοῖς λοι ποῖς τῶν ἐφ' ὕβρει ῥηθέντων ἆρά τι ἀληθεύων ἐπιδειχθή σεται; ἐν οἷς 20δειλόν τε καὶ ἄτολμον καὶ τοὺς τραχυτέρους τῶν πόνων ἀποδιδράσκοντα20 καὶ πάντα τὰ τοιαῦτα κατ' αὐτοῦ διεξέρχεται, φιλοπόνως δια σκευάζων τῆς δειλίας τὰ πάθη, 20οἰκίσκον λανθάνοντα20 καὶ 20θύραν ἀσφαλῶς ἐπικειμένην20 καὶ 20πτόησιν πρὸς τὸν φόβον τῶν εἰσιόντων20 καὶ 20φωνὴν20 καὶ 20βλέμμα20 καὶ 20τὰ ἐπὶ τοῦ προσώπου γνωρίσματα20 καὶ πάντα τὰ τοιαῦτα, δι' ὧν τῆς δειλίας 1.1.120 τὸ πάθος διασημαίνεται. ἀλλ' εἰ καὶ μηδὲν ἕτερον κατε ψευσμένος ἠλέγχετο, ἱκανὸν ἂν ἦν τοῦτο μόνον αὐτοῦ διε λέγξαι τὸν τρόπον. τίς γὰρ οὐκ οἶδε τὸν μέγαν ἐκεῖνον ἀγωνιστὴν ἐν τῷ καιρῷ τῆς τοῦ βασιλέως Οὐάλεντος κατὰ τῶν ἐκκλησιῶν τοῦ κυρίου φιλονεικίας ὅπως ὑπερανέστη τῇ μεγαλοφυΐᾳ τῆς γνώμης τοῦ τοσούτου τῶν πραγμάτων ὄγκου καὶ τῶν φοβούντων ὑψηλότερος ἦν, πάσης τῆς ἐπιμηχανη 1.1.121 θείσης αὐτῷ καταπλήξεως ὑπεραρθεὶς τῷ φρονήματι; τίς τῶν κατὰ τὴν ἑῴαν ἀνθρώπων, τίς τῶν κατὰ τὰ τελευταῖα τῆς καθ' ἡμᾶς οἰκουμένης οἰκούντων τὴν ὑπὲρ τῆς ἀλη θείας αὐτοῦ μάχην πρὸς τοὺς κρατοῦντας ἠγνόησε; τίς οὐ 1.1.122 κατεπλάγη πρὸς τὸν ἀντίπαλον ἀπιδών; οὐδὲ γὰρ τῶν ἐπι τυχόντων εἷς ἦν οὐδὲ ἐν σοφισματίοις κιβδήλοις τὴν τοῦ νικᾶν ἐκέκτητο δύναμιν, οὗ καὶ τὸ ὑπερέχειν ἄδοξον καὶ τὸ ἡττηθῆναι ἀζήμιον, ἀλλὰ πᾶσαν μὲν ὑφ' ἑαυτὸν εἶχεν εὐθηνουμένην τότε τὴν Ῥωμαίων ἀρχήν· καὶ τῇ τοσαύτῃ βασιλείᾳ κομῶν προείληπτο τῇ κατὰ τοῦ δόγματος ἡμῶν διαβολῇ, Εὐδοξίου τοῦ Γερμανικείας δι' ἀπάτης αὐτὸν πρὸς ἑαυτὸν μεταστήσαντος· πάντας δὲ τοὺς ἐν τέλει καὶ τοὺς περὶ αὐτὸν θεραπευτὰς καὶ τοὺς ἐπὶ τῶν πραγμάτων παρα δυναστεύοντας συναγωνιστὰς εἶχε τῆς ἰδίας ὁρμῆς, τοὺς μὲν ἑκουσίως διὰ τὴν ὁμοιοτροπίαν τῆς γνώμης προσκεκλι κότας, τοὺς δὲ πολλοὺς τῷ φόβῳ τῆς δυναστείας τὰ πρὸς ἡδονὴν ἑτοίμως χαριζομένους, καὶ διὰ τῆς ἀποτομίας τῆς κατὰ τῶν ἀντεχομένων τῆς πίστεως τῆς ὑγιαινούσης τὴν 1.1.123 πρὸς αὐτὸν ἐνδεικνυμένους σπουδήν. ὅτε φυγαὶ καὶ δημεύσεις καὶ ἐξορίαι ἀπειλαί τε καὶ προστιμήματα κίνδυνοι φυλακαὶ δεσμωτήρια μάστιγες καὶ τί γὰρ οὐχὶ τῶν δεινοτάτων ἐνηργεῖτο κατὰ τῶν μὴ συντεθειμένων τῇ τοῦ βασιλέως ὁρμῇ· ὅτε χαλεπώτερον ἦν ἐν οἴκῳ θεοῦ καταληφθῆναι τοὺς εὐσεβοῦντας ἢ ἐπὶ τοῖς πονηροτάτοις 1.1.124 τῶν ἐγκλημάτων ἁλῶναι. ἀλλὰ τὸ μὲν τούτοις πᾶσι καθ' ἕκαστον ἐπεξιέναι μεγάλης τινὸς ἂν δέοιτο συγγραφῆς καὶ χρόνου πολλοῦ καὶ πραγματείας ἰδίας, ἄλλως τε καὶ φανερῶν ἅπασιν ὄντων τῶν τηνικαῦτα κακῶν οὐδὲν ἂν γένοιτο πλέον πρὸς τὸν παρόντα λόγον ἐκ τοῦ μετὰ ἀκριβείας τὰς συμφορὰς ἐκείνας ἐπὶ τῶν πραγμάτων ἐκτίθεσθαι. ὕπεστι δὲ καὶ φορτικὸν ἕτερον ἐν τῷ περὶ αὐτῶν διηγήματι, τὸ καὶ τῶν ἡμετέρων τινὰ μνήμην ἐξ ἀνάγκης ποιήσασθαι 1.1.125 καθεξῆς διεξιόντα τὴν τῶν σκυθρωπῶν ἱστορίαν. εἰ γάρ τι καὶ πέπρακται τοιοῦτον ἡμῖν διὰ τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας οἷον φιλοτιμίαν φέρειν τῷ διηγήματι, τοῖς πλησίον καταλιπεῖν ἡ σοφία κελεύει· Ἐγκωμιαζέτω σε γάρ, φησίν, ὁ πέλας καὶ μὴ τὰ σὰ χείλη. ὅπερ ὁ τὰ πάντα περιεσκεμμένος μὴ συνειδὼς τὸ πλεῖστον τῆς συγγραφῆς ἐν ταῖς περὶ ἑαυτοῦ μεγαληγορίαις ἠσχόλησε. 1.1.126 Πάντα τοίνυν ἐγὼ τὰ τοιαῦτα παραδραμὼν τὰ τῆς δειλίας τοῦ διδασκάλου ἡμῶν ἔργα μετὰ ἀκριβείας ἐκθήσομαι. ἦν τοίνυν ὁ ἀντιτεταγμένος αὐτῷ πρὸς ἀντίπαλον τάξιν βασι λεὺς αὐτός, ὁ δὲ ὑπηρετῶν αὐτοῦ ταῖς ὁρμαῖς ὁ πάσης ἄρχων μετ' ἐκεῖνον τῆς βασιλείας, οἱ συνεργοῦντες δὲ πρὸς 1.1.127 τὴν τοιαύτην ἐπιθυμίαν οἱ περὶ αὐτὸν πάντες. προσκείσθω τούτοις καὶ ὁ καιρὸς εἰς ἀκριβεστέραν βάσανον καὶ ἐπίδειξιν τῆς γενναίας τοῦ ἀθλητοῦ πεποιθήσεως. τίς οὖν ἦν ὁ καιρός; ἐξήλαυνε μὲν τῆς Κωνσταντινουπόλεως ἐπὶ τὴν ἑῴαν ὁ βασιλεύς, ἄρτι τοῖς κατὰ τῶν βαρβάρων αὐτῷ κατορ θωθεῖσιν ἐπῃρμένος τὸ φρόνημα καὶ οὐδὲν ἀντιβαίνειν αὐτοῦ ταῖς ὁρμαῖς ἀξιῶν· προηγεῖτο δὲ αὐτοῦ τῆς πορείας ὁ ὕπαρχος ἀντ' ἄλλου τινὸς τῶν εἰς τὴν ἀρχὴν ἀναγκαίων τοῦτο προδιοικούμενος, τὸ μή τινα τῶν ἐπὶ τῆς πίστεως ὄντων μένειν ἐφέστιον, ἀλλὰ τούτους μὲν ἀπελαύνεσθαι πάντας πανταχόθεν, ἑτέρους δὲ ἀντ' ἐκείνων πάλιν αὐτο χειροτονήτους τινὰς ἐπὶ ὕβρει τῆς θείας οἰκονομίας εἰσ 1.1.128 άγεσθαι. μετὰ τοιαύτης οὖν γνώμης καθάπερ νέφους τινὸς χαλεποῦ τῆς δυναστείας ἐκ τῆς Προποντίδος κατὰ τῶν ἐκλησιῶν κινηθείσης καὶ τῆς μὲν Βιθυνίας ἀθρόως ἐρη μωθείσης, Γαλατίας δὲ σὺν πολλῇ τῇ ῥᾳστώνῃ παρασυρείσης καὶ πάντων αὐτοῖς κατὰ νοῦν διὰ μέσου κεχωρηκότων, 1.1.129 προὔκειτο ἤδη τῇ ἀκολουθίᾳ τοῦ κακοῦ τὸ ἡμέτερον. τί οὖν ὁ μέγας τότε Βασίλειος 20ὁ δειλός20, ὥς φησιν οὗτος, 20καὶ ἄτολμος καὶ ὑποπτήσσων τὰ φοβερὰ καὶ οἰκίσκῳ λανθάνοντι τὴν σωτηρίαν πιστεύων20; ἆρα κατεπλάγη τὴν τοῦ κακοῦ προσβολήν; ἆρα τὸ πάθος τῶν προεαλωκότων σύμβολον πρὸς τὴν ἀσφάλειαν τῶν καθ' ἑαυτὸν ἐποιήσατο; ἆρα κατεδέξατο τοὺς εἶξαι πρὸς ὀλίγον τῇ ῥύμῃ τοῦ κακοῦ συμβουλεύοντας μηδὲ εἰς προὖπτον κίνδυνον ἑαυτὸν ἐμβαλεῖν ἐπὶ ἀνθρώπων καταγυμνασθέντων τοῖς αἵμασιν; ἢ πᾶσα λόγων ὑπερβολὴ καὶ πᾶν ὕψος νοη μάτων τε καὶ ῥημάτων κάτω που τῆς ἀληθείας ἐλέγχεται; 1.1.130 πῶς γὰρ ἄν τις διεξέλθοι τῷ λόγῳ τὴν τοσαύτην τῶν φο βερῶν καταφρόνησιν; πῶς ἄν τις ὑπ' ὄψιν ἀγάγοι τὸν καινὸν ἐκεῖνον ἀγῶνα, ὃν οὔτε παρὰ ἀνθρώπων οὔτε πρὸς ἀνθρώπους εἰκότως ἄν τις συστῆναι φήσειεν, ἀλλ' ἀρετὴν καὶ παρρησίαν Χριστιανοῦ πρὸς δυναστείαν φονῶσαν ἀντα γωνίζεσθαι; 1.1.131 Ἐκάλει μὲν γὰρ πρὸς ἑαυτὸν προλαβὼν τὴν τοῦ βασι λέως ἐπιστασίαν ὁ ὕπαρχος ὁ καὶ ἄλλως οὖσαν φοβερὰν διὰ τὸ μέγεθος τὴν ἀρχὴν φοβερωτέραν τῇ ἀφειδίᾳ τῶν τιμωριῶν καταστήσας, καὶ μετὰ τὰς τραγῳδίας ἐκείνας, ἃς κατὰ Βιθυνῶν ἐξειργάσατο, Γαλατῶν ὑπὸ τῆς συνήθους εὐκολίας ἀκονιτὶ παραστάντων, ἕτοιμον ᾤετο καὶ τὸ καθ' 1.1.132 ἡμᾶς αὐτῷ πρὸς τὸ δοκοῦν ἀπαντήσεσθαι. τῆς δὲ τῶν ἔργων ἀποτομίας προοίμιον ὁ λόγος ἐγίνετο ἀπειλαῖς ὁμοῦ μεμιγμένος καὶ ὑποσχέσεσι, πεισθέντι μὲν τὴν ἐκ βασιλέως τιμὴν καὶ τὴν ἀρχὴν τῆς ἐκκλησίας προτείνων, ἐνισταμένῳ δὲ πάντα ὅσα πικρία ψυχῆς προσλαβοῦσα τὸ δύνασθαι κατ' ἐξουσίαν βουλεύεται. τὰ μὲν οὖν παρ' ἐκείνων τοιαῦτα. 1.1.133 ὁ δὲ ἡμέτερος τοσοῦτον ἀπέσχεν εἰς κατάπληξίν τινα διὰ τῶν ὁρωμένων ἢ λεγομένων ἐλθεῖν, ὥστε καθάπερ τις ἰατρὸς ἢ σύμβουλος ἀγαθὸς εἰς διόρθωσιν πλημμελημάτων παρα κληθεὶς καὶ ὑπὲρ τῶν προτετολμημένων αὐτοῖς μεταγινώσκειν ἐνεκελεύετο καὶ τὸ λοιπὸν παύσασθαι κατὰ τῶν δού λων τοῦ κυρίου φονῶντας· εἶναι γὰρ αὐτοῖς τῆς ἐπινοίας πλέον οὐδὲν ἐπὶ τῶν μόνην τὴν τοῦ θεοῦ βασιλείαν καὶ τὸ 1.1.134 ἀθάνατον κράτος θεραπευόντων. μηδὲ γὰρ δύνασθαι τοὺς κακοποιεῖν βουλομένους εὑρεῖν τι τοιοῦτον ὃ λυπήσει τὸν Χριστιανὸν ἢ ῥηθὲν ἢ γινόμενον. δήμευσις οὐχ ἅψεται, φησί, τοῦ μόνην κεκτημένου τὴν πίστιν· ὑπερορισμὸς οὐ φοβήσει τὸν πάσης τῆς γῆς μετὰ τῆς αὐτῆς γνώμης ἐπιβατεύοντα καὶ πᾶσαν μὲν ὡς ἀλλοτρίαν διὰ τὸ πρόσκαιρον τῆς ἐνοικήσεως, πᾶσαν δὲ πάλιν ὡς οἰκείαν διὰ τὸ ὁμό 1.1.135 δουλον τῆς κτίσεως βλέποντα. τὸ δὲ πληγὰς ἢ πόνους ἢ θάνατον ὑποστῆναι, ὅταν ὑπὲρ τῆς ἀληθείας ἐξῇ, μηδὲ γυναιξὶ τοῦτο φόβον παρέχειν, ἀλλ' εἶναι πᾶσι Χριστιανοῖς τὸν ἀνωτάτω τῆς εὐκληρίας ὅρον τὸ ὑπὲρ τῆς ἐλπίδος τι ταύτης τῶν ἀνηκέστων παθεῖν· λυπεῖσθαι δὲ μόνον ἔλεγεν ὅτι εἷς ἐστιν ἐν τῇ φύσει ὁ θάνατος καὶ οὐδεμίαν μηχανὴν ἐξευρίσκει πολλοῖς δυνηθῆναι θανάτοις τῆς ἀληθείας προ αγωνίσασθαι. 1.1.136 Οὕτω δὲ αὐτοῦ πρὸς τὰς ἀπειλὰς ἐκείνας ἑαυτὸν ἀντεπαίροντος καὶ πάντα τὸν ὄγκον τῆς δυναστείας ἐκείνης ἀντ' οὐδενὸς παραβλέποντος, ὥσπερ ἐπὶ σκηνῆς ἀθρόως ἐν ταῖς τῶν προσώπων ὑπαλλαγαῖς ἀνθ' ἑτέρων ἕτερα δείκνυται, τὸν αὐτὸν τρόπον καὶ ἡ πικρία τῶν ἀπειλῶν ἐξαίφνης εἰς κολακείαν μετεσκευάζετο καὶ μεταβαλὼν ὁ τέως βαρὺς καὶ καταπληκτικὸς τῷ φρονήματι τοὺς ἐπιεικεῖς τε καὶ ὑφειμένους τῶν λόγων Σὺ δέ, φησί, μὴ μικρὸν ποιοῦ βασιλέα τὸν μέγαν τῷ σῷ καταμιχθῆναι λαῷ, ἀλλὰ δέξαι κἀκείνου κληθῆναι διδάσκαλος μηδὲ ἀντιβῇς τῷ βουλήματι· βούλεται δὲ μικροῦ τινος τῶν ἐν τῇ πίστει γεγραμμένων ὑφαιρεθέν 1.1.137 τος, τῆς τοῦ ὁμοουσίου λέξεως, τοῦτο γενέσθαι. ἀλλὰ τὸ μὲν μετασχεῖν τῆς ἐκκλησίας τὸν βασιλέα τῶν μεγίστων εἶναι πάλιν ὁ διδάσκαλος ἀποκρίνεται. μέγα γάρ, φησί, τὸ ψυχὴν περισώσασθαι, οὐχ ὅτι βασιλέως, ἀλλ' ὅτι ὅλως ἀνθρώπου· τῆς δὲ πίστεως τοσοῦτον ἀπέχειν ὑφαίρεσιν ἢ προσθήκην ποιήσασθαι, ὡς μηδὲ τὴν τάξιν ἂν ὑπαλλάξαι 1.1.138 τῶν γεγραμμένων. ταῦτα 20ὁ δειλός τε καὶ ἄνανδρος. ὁ πρὸς τὸν ψόφον τῆς θύρας ἐπτοημένος20, πρὸς τὸν τοσοῦτον τῷ ἀξιώματι καὶ εἶπε τῷ λόγῳ καὶ διὰ τῶν ἔργων τὸ ῥηθὲν ἐπιστώσατο· ὃς τὴν τῶν ἐκκλησιῶν τότε καταστρο φὴν οἷόν τινα χειμάρρουν διὰ τῶν δυναστειῶν ῥέουσαν ἔστη σεν ἐν ἑαυτῷ καὶ ἀπέστρεψε, μόνος ἀρκέσας τῇ τοῦ κακοῦ προσβολῇ, καθάπερ τις ἐν θαλάσσῃ πέτρα μεγάλη καὶ ἄσειστος ἀντὶ κύματος πολλοῦ καὶ μεγάλου τὴν τῶν δεινῶν προσβολὴν ἐν ἑαυτῷ περιθρύψας. 1.1.139 Καὶ οὐ μέχρι τούτων ἔστη τὰ τῆς ἀγωνίας αὐτῷ, ἀλλ' ἐκδέχεται πάλιν ὁ βασιλεὺς τὴν πεῖραν αὐτός, ἀγανακτῶν ὅτι μὴ κατὰ τὴν πρώτην προσβολὴν τὰ καθ' ἡδονὴν κατ ειργάσατο. ὥσπερ τοίνυν διὰ τοῦ μαγείρου Ναβουζαρδὰν ἐπὶ τῶν Ἱεροσολύμων ποτὲ ὁ Ἀσσύριος τὴν τοῦ ναοῦ καθ-αίρεσιν τῶν Ἰσραηλιτῶν κατειργάσατο, οὕτω καὶ οὗτος ∆ημοσθένει τινὶ τῷ ἐπὶ τῶν ὄψων τεταγμένῳ καὶ τῶν μαγεί ρων ἄρχοντι ὡς ἰταμωτέρῳ τῶν ἄλλων τὴν τοιαύτην ὑπη ρεσίαν προστάξας κρατήσειν ᾤετο τοῦ παντὸς ἐγχειρήματος. 1.1.140 πάντα τοίνυν ἐκείνου διακυκῶντος καί τινος τῶν ἐκ τοῦ Ἰλλυρικοῦ θεομάχων πυκτίον ἔχοντος ἐν χερσὶ καὶ τοὺς ἐν τέλει πρὸς τοῦτο πάντας ἀθροίζοντος καὶ χαλεπώτερον τῆς προλαβούσης ὁρμῆς τοῦ Μοδέστου πάλιν τὴν ὀργὴν ἀναφλέ ξαντος, πάντες μὲν συνεκινοῦντο πρὸς τὴν τοῦ βασιλέως ὀργὴν συναγανακτοῦντες αὐτῷ χαλεπαίνοντι καὶ τῷ τῆς ἐξουσίας θυμῷ χαριζόμενοι, πάντες δὲ τῷ φόβῳ τῶν προσ 1.1.141 δοκωμένων προκατεβέβληντο. πάλιν γὰρ ἐκεῖνος ὁ ὕπαρ χος, πάλιν [φόβων] ἐπαναστάσεις τῶν προτέρων σφοδρότεραι καὶ τῶν ἀπειλῶν προσθῆκαι καὶ ὁ θυμὸς ἀκμαιότερος καὶ ἡ περὶ τὸ δικαστήριον τραγῳδία, κήρυκες εἰσαγωγεῖς ῥα βδοῦχοι κιγκλίδες παραπετάσματα, δι' ὧν εὐκόλως καὶ τὰ τῶν σφόδρα παρεσκευασμένων καταπτοεῖται φρονήματα· καὶ πάλιν ὁ ἀθλητὴς τοῦ θεοῦ τοῖς δευτέροις τῶν ἀγώνων καὶ 1.1.142 τὴν ἐπὶ τοῖς προλαβοῦσι δόξαν ὑπερβαλλόμενος. εἰ δὲ ζητεῖς τούτων τὰς ἀποδείξεις, εἰς αὐτὰ βλέπε τὰ πράγ ματα. ποῖον γὰρ οὐκ ἐπενείματο τόπον τῶν ἐκκλησιῶν ἡ τηνικαῦτα καταστροφή; ποῖον ἔμεινεν ἔθνος τῆς τῶν αἱρετικῶν ἐπιστασίας ἀπείρατον; τίς τῶν κατὰ τὰς ἐκκλη σίας εὐδοκιμούντων οὐκ ἀπεσείσθη τῶν πόνων; ποῖος διέ 1.1.143 φυγε λαὸς τὴν τοιαύτην ἐπήρειαν; οὐ Συρία πᾶσα καὶ τῶν ποταμῶν ἡ μέση μέχρι τῶν πρὸς τοὺς βαρβάρους ὅρων, οὐ Φοινίκη καὶ Παλαιστίνη καὶ Ἀραβία καὶ Αἴγυπτος καὶ τὰ ἔθνη τῆς Λιβύης ἕως τοῦ τέρματος τῆς καθ' ἡμᾶς οἰκου μένης, οὐ τὰ ἐπὶ τάδε πάντα, Ποντικοὶ καὶ Κίλικες Λύκιοι Λυδοὶ Πισίδαι Πάμφυλοι Κᾶρες Ἑλλησπόντιοι νησιῶται μέχρι τῆς Προποντίδος αὐτῆς, οὐ τὰ ἐπὶ Θρᾴκης πάντα ἕως ἦν ἡ Θρᾴκη καὶ τὰ περὶ αὐτὴν ἔθνη ἕως πρὸς τὸν Ἴστρον αὐτόν· τί τῶν πάντων ἐπὶ σχήματος ἔμεινε, πλὴν εἰ μή τι προκατείχετο τῷ τοιούτῳ κακῷ; ἀλλὰ μόνος ἐκ πάντων ὁ Καππαδόκειος λαὸς τῆς κοινῆς τῶν ἐκκλησιῶν συμφορᾶς οὐκ ἐπῄσθετο, ὃν ὁ μέγας πρόμαχος ἡμῶν ἐπὶ τῶν πειρασμῶν διεσώσατο. 1.1.144 Ταῦτα τὰ 20τῆς δειλίας20 τοῦ διδασκάλου ἡμῶν ἀπο τελέσματα· ταῦτα τοῦ 20κατεπτηχότος τοὺς τραχυτέ ρους τῶν πόνων20 τὰ κατορθώματα, οὐκ ἐν γραϊδίοις δυστήνοις εὐδοκιμοῦντος οὐδὲ ἀπατᾶν γυναικάρια πρὸς πᾶσαν ἀπάτην εὐκόλως ἔχοντα μελετῶντος οὐδὲ ὑπὸ τῶν κατε γνωσμένων καὶ κατεφθαρμένων θαυμάζεσθαι μέγα κρί νοντος, ἀλλὰ διὰ τῶν ἔργων δείξαντος τὴν ἰσχὺν τῆς ψυχῆς καὶ τὸ ἄτρεπτον καὶ ἀνδρεῖον καὶ γεννικὸν τοῦ φρονήματος. 1.1.145 οὗ τὸ κατόρθωμα σωτηρία μὲν τῆς πατρίδος ἁπάσης, εἰρήνη δὲ τῆς καθ' ἡμᾶς ἐκκλησίας, ὑπόδειγμα δὲ παντὸς ἀγαθοῦ τοῖς κατ' ἀρετὴν ζῶσιν, ἀνατροπὴ τῶν ἐναντίων, συνηγορία τῆς πίστεως, ἀσφάλεια τῶν ἀσθενεστέρων, βε βαίωσις τῶν προθυμοτέρων, πάντα ὅσα τῆς κρείττονος 1.1.146 μοίρας εἶναι πεπίστευται. ἐπὶ τούτων μόνων τῶν διηγημάτων ἀκοή τε καὶ ὄψις [ἐπὶ] τῶν πραγμάτων συμβαίνουσι· ταὐτὸν γάρ ἐστι λόγῳ τε τὰ καλὰ διηγήσασθαι καὶ ἔργῳ δεῖξαι τὴν μαρτυρίαν τῶν λόγων καὶ ἀμφότερα δι' ἀλλή λων πιστώσασθαι, τήν τε μνήμην ἀπὸ τῶν φαινομένων καὶ τὰ πράγματα διὰ τῶν λεγομένων. 1.1.147 Ἀλλὰ γὰρ οὐκ οἶδ' ὅπως τοσοῦτον ἔξω τῶν προκει μένων παρηνέχθη ὁ λόγος πρὸς ἕκαστον τῶν ἐφ' ὕβρει ῥη θέντων παρὰ τοῦ συκοφάντου ἐπιστρεφόμενος. καίτοι τῷ Εὐνομίῳ κέρδος οὐ μικρὸν ἡ περὶ τὰ τοιαῦτα τοῦ λόγου διατριβὴ ἐν τῇ τῶν ἀνθρωπίνων ἀδικημάτων κατηγορίᾳ τοῖς 1.1.148 κυριωτέροις προσβῆναι κωλυομένου. ὥσπερ οὖν τὸν ἐπὶ φόνῳ κρινόμενον ὑπὲρ τῆς ἐν ῥήμασι προπετείας κακίζειν τῶν ἀχρήστων ἐστίν (ἀρκεῖ γὰρ ὁ φόνος ἀπελεγχθεὶς τὴν τοῦ θανάτου ψῆφον ἐπενεγκεῖν, κἂν μηδεμία προπέτεια λόγων τῷ μιαιφόνῳ συναπελέγχηται), οὕτω μοι καλῶς ἔχειν δοκεῖ μόνην αὐτοῦ τὴν ἀσέβειαν εἰς ἔλεγχον ἀγαγεῖν, τὰς δὲ καθ' ἡμῶν λοιδορίας χαίρειν ἐᾶσαι. δῆλον γὰρ ὅτι περὶ τὰ μέγιστα καὶ κυριώτατα τῆς πονηρίας φωραθείσης καὶ τὰ λοιπὰ πάντα τῇ δυνάμει συναπελέγχεται, κἂν μὴ τοῖς 1.1.149 καθ' ἕκαστον ἀκριβῶς ἐπεξίωμεν. ἔστι τοίνυν τὸ κεφά λαιον τῶν παρ' αὐτοῦ κατασκευαζομένων βλασφημία μὲν εἰς τὸ δόγμα τῆς εὐσεβείας ἔν τε τῷ προάγοντι λόγῳ καὶ ἐν τῷ νῦν παρ' ἡμῶν εὐθυνομένῳ, σπουδὴ δὲ πᾶσα καθε λεῖν καὶ παραγράψασθαι καὶ ἀνατρέψαι παντελῶς τὰς περὶ τοῦ μονογενοῦς θεοῦ καὶ τὰς περὶ τοῦ ἁγίου πνεύματος 1.1.150 εὐσεβεῖς ὑπολήψεις. ὡς ἂν οὖν μάλιστα ψευδὴς καὶ ἀσύ στατος ἐπιδειχθείη ἡ κατὰ τῶν δογμάτων τῆς ἀληθείας κατασκευή, πρῶτον μὲν ἐπὶ λέξεως αὐτοῦ τὴν περὶ τούτων παραθήσομαι ῥῆσιν, ἔπειτα δὲ πάλιν ἐπελεύσομαι τοῖς εἰρη μένοις, ἕκαστον αὐτῶν ἐξετάζων χωρίς. 1.1.151 20Πᾶς ὁ τῶν καθ' ἡμᾶς δογμάτων συμπλη ροῦται λόγος ἔκ τε τῆς ἀνωτάτω καὶ κυριωτά της οὐσίας καὶ ἐκ τῆς δι' ἐκείνην μὲν οὔσης μετ' ἐκείνην δὲ πάντων τῶν ἄλλων πρωτευού σης καὶ τρίτης γε τῆς μηδεμιᾷ μὲν τούτων συν ταττομένης, ἀλλὰ τῇ μὲν διὰ τὴν αἰτίαν, τῇ δὲ διὰ τὴν ἐνέργειαν καθ' ἣν γέγονεν ὑποταττο μένης, συμπεριλαμβανομένων δηλαδὴ πρὸς τὴν τοῦ παντὸς λόγου συμπλήρωσιν καὶ τῶν ταῖς οὐσίαις παρεπομένων ἐνεργειῶν καὶ τῶν ταύταις 1.1.152 προσφυῶν ὀνομάτων. πάλιν δ' αὖ ἑκάστης τούτων οὐσίας εἰλικρινῶς ἁπλῆς καὶ πάντη μιᾶς οὔσης τε καὶ νοουμένης κατὰ τὴν ἰδίαν ἀξίαν, συμπε ριγραφομένων δὲ τοῖς ἔργοις τῶν ἐνεργειῶν, καὶ τῶν ἔργων ταῖς τῶν ἐργασαμένων ἐνεργείαις παραμετρουμένων, ἀνάγκη δήπου πᾶσα καὶ τὰς ἑκάστῃ τῶν οὐσιῶν ἑπομένας ἐνεργείας ἐλάττους τε καὶ μείζους εἶναι, καὶ τὰς μὲν πρώτην τὰς δὲ δευτέραν ἐπέχειν τάξιν, συνόλως τε εἰπεῖν πρὸς τοσαύτην ἐξικνεῖσθαι διαφοράν, πρὸς ὁπό 1.1.153 σην ἂν ἐξικνῆται τὰ ἔργα· ἐπεὶ μηδὲ θεμιτὸν τὴν αὐτὴν ἐνέργειαν εἰπεῖν καθ' ἣν τοὺς ἀγγέλους ἐποίησεν ἢ τοὺς ἀστέρας καὶ τὸν οὐρανὸν ἢ τὸν ἄνθρωπον, ἀλλ' ὅσῳ τὰ ἔργα τῶν ἔργων πρεσβύ τερα καὶ τιμιώτερα, τοσούτῳ καὶ τὴν ἐνέργειαν τῆς ἐνεργείας ἀναβεβηκέναι φαίη ἄν τις εὐσεβῶς διανοούμενος, ἅτε δὴ τῶν αὐτῶν ἐνεργειῶν τὴν ταὐτότητα τῶν ἔργων ἀποτελουσῶν, καὶ τῶν παρηλλαγμένων ἔργων παρηλλαγμένας τὰς ἐνερ 1.1.154 γείας ἐμφαινόντων. οὕτω δὲ τούτων ἐχόντων καὶ τῇ πρὸς ἄλληλα σχέσει τὸν εἱρμὸν ἀπαράβα τον διατηρούντων, προσήκει δήπου τοὺς κατὰ τὴν συμφυῆ τοῖς πράγμασι τάξιν τὴν ἐξέτασιν ποιου μένους καὶ μὴ φύρειν ὁμοῦ πάντα καὶ συγχεῖν βιαζομένους, εἰ μὲν περὶ ταῖς οὐσίαις κινοῖτό τις ἀμφισβήτησις, ἐκ τῶν πρώτων καὶ προσεχῶν ταῖς οὐσίαις ἐνεργειῶν ποιεῖσθαι τῶν δεικνυ μένων τὴν πίστιν καὶ τῶν ἀμφισβητουμένων τὴν διάλυσιν, τὴν δὲ ἐπὶ ταῖς ἐνεργείαις ἀμφιβο λίαν διαλύειν ἐκ τῶν οὐσιῶν, ἁρμοδιωτέραν γε μὴν καὶ τοῖς πᾶσιν ἀνυσιμωτέραν ἡγεῖσθαι τὴν ἀπὸ τῶν πρώτων ἐπὶ τὰ δεύτερα κάθοδον20. 1.1.155 Ἡ μὲν οὖν τεχνολογία τῆς βλασφημίας αὕτη, ὁ δὲ θεὸς ἡμῖν ὁ ἀληθινὸς ὁ τοῦ ἀληθινοῦ θεοῦ υἱὸς διὰ τῆς τοῦ ἁγίου πνεύματος ὁδηγίας κατευθύνοι τὸν λόγον πρὸς τὴν ἀλήθειαν. πάλιν δὲ τὰ εἰρημένα καθεξῆς ἀναλάβωμεν. εἶπε 20τῶν καθ' ἑαυτὸν δογμάτων συμπληροῦσθαι τὸν λόγον ἐκ τῆς ἀνωτάτης καὶ κυριωτάτης οὐ σίας καὶ ἐκ τῆς δι' ἐκείνην μὲν οὔσης, μετ' ἐκείνην δὲ πάντων τῶν ἄλλων πρωτευούσης καὶ τρίτης γέ20 φησι 20τῆς μηδεμιᾷ τούτων συνταττο μένης, ἀλλὰ τῇ μὲν διὰ τὴν αἰτίαν, τῇ δὲ διὰ 1.1.156 τὴν ἐνέργειαν ὑποταττομένης20. πρῶτον τοίνυν τῶν ἐν τῷ λόγῳ κακουργηθέντων τοῦτό ἐστιν, ὅτι τὸ δόγμα τὸ μυστικὸν ἐπαγγειλάμενος ἡμῖν ἐκθήσεσθαι ὥσπερ ἐπιδιορ θούμενος τὰς εὐαγγελικὰς φωνὰς οὐκ ἐκείνοις κέχρηται τοῖς ὀνόμασι, δι' ὧν παρέδωκεν ὁ κύριος τὸ μυστήριον ἐν τῇ τελειώσει τῆς πίστεως, ἀλλὰ τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἀποσιωπήσας ἀντὶ μὲν <τοῦ> πατρὸς ἀνωτάτω τινὰ καὶ κυριωτάτην οὐσίαν λέγει, ἀντὶ δὲ τοῦ υἱοῦ τὴν δι' ἐκείνην μὲν οὖσαν, μετ' ἐκείνην δὲ τῶν ἄλλων πρωτεύουσαν, ἀντὶ δὲ τοῦ ἁγίου πνεύματος τὴν μη δεμιᾷ τούτων συνταττομένην ἀμφοτέραις δὲ ὑποτεταγμένην. 1.1.157 καίτοιγε εἰ οὕτως εἰπεῖν οἰκειότερον ἦν, οὐκ ἂν πάντως ἠπόρησεν ἡ ἀλήθεια τῆς τῶν ῥημάτων τούτων εὑρέσεως οὐδ' ἂν πάντως οἱ καθεξῆς ἐκδεξάμενοι τοῦ μυστηρίου τὸ κήρυγμα, οἵ τε ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου γενόμενοι καὶ οἱ μετ' ἐκείνους πᾶσαν τὴν οἰκουμένην τῶν 1.1.158 εὐαγγελικῶν δογμάτων καταπληρώσαντες, καὶ πάλιν οἱ μετὰ ταῦτα κατὰ καιρούς τινας τὰς περὶ τοῦ δόγματος κινου μένας ἀμφιβολίας ἐν κοινῷ συνεδρίῳ διαλαβόντες, ὧν αἱ παραδόσεις ἔγγραφοι ταῖς ἐκκλησίαις ἀεὶ διασῴζονται, εἰ ταῦτα λέγειν ἐχρῆν, οὐκ ἂν πατρός τε καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἐποιοῦντο τὴν μνήμην, εἴπερ ὅλως εὐσεβὲς ἢ ἀκίνδυνον ἦν πρὸς τὴν καινότητα ταύτην μεταχαράττειν τὰ τῆς πίστεως ῥήματα· ἢ πάντες ἀμαθεῖς ἦσαν ἐκεῖνοι καὶ ἀκατήχητοι τῶν μυστηρίων καὶ 20τῶν προσφυῶν20, ὥς φησιν οὗτος, 20ὀνομάτων20 ἀνήκοοι οἱ μήτε εἰδότες μήτε θελήσαντες τῶν παραδοθέντων ἡμῖν παρὰ τῆς θείας φωνῆς 1.1.159 ὀνομάτων τὰς ἰδίας ἐννοίας προτιμοτέρας ποιήσασθαι; ἀλλὰ παντὶ πρόδηλον οἶμαι τὴν αἰτίαν εἶναι τῆς καινῆς ταύτης ὀνοματοποιΐας, ὅτι πάντες ἄνθρωποι πατρὸς καὶ υἱοῦ προσ ηγορίαν ἀκούσαντες εὐθὺς τὴν οἰκείαν αὐτῶν καὶ φυσικὴν πρὸς ἄλληλα σχέσιν ὑπ' αὐτῶν τῶν ὀνομάτων ἐπιγινώσκουσι. τὸ γὰρ τῆς φύσεως συγγενὲς ἐκ τῶν προσηγοριῶν τούτων 1.1.160 αὐτομάτως διερμηνεύεται. ἵνα οὖν μὴ ταῦτα νοῆται περὶ τοῦ ἀληθινοῦ πατρὸς καὶ τοῦ μονογενοῦς υἱοῦ, διὰ τοῦτο ὑποκλέπτει τῶν ἀκουόντων τὴν διὰ τῶν ὀνομάτων συνεισιοῦ σαν τῆς οἰκειότητος ἔμφασιν, καὶ καταλιπὼν τὰ θεόπνευστα ῥήματα διὰ τῶν ἐπινοηθέντων ἐπὶ λύμῃ τῆς ἀληθείας ποι εῖται τὴν τοῦ δόγματος ἔκθεσιν. 1.1.161 Καλῶς δὲ τοῦτό φησιν, οὐ τῶν καθόλου τῆς ἐκκλησίας δογμάτων, ἀλλὰ τῶν καθ' ἑαυτοὺς ἐν τούτοις 20συμπλη ροῦσθαι τὸν λόγον20. ἔστι δὲ πρόχειρος μὲν παντὶ τῷ γε νοῦν ἔχοντι τῆς ἀσεβείας τῶν εἰρημένων ἡ κατανόησις. οὐδὲν δὲ ἴσως ἀπὸ καιροῦ καὶ καθ' ἕκαστον διεξετάσαι τῷ λόγῳ, τί βουλόμενος τὸ 20ἀνώτατόν τε καὶ κυριώτατον20 μόνῃ προσμαρτυρεῖ τοῦ πατρὸς τῇ οὐσίᾳ, οὔτε τοῦ υἱοῦ οὔτε τοῦ ἁγίου πνεύματος ἄνω τε καὶ κυρίαν εἶναι συγχω 1.1.162 ρῶν τὴν οὐσίαν. οἶμαι γὰρ ἔγωγε μελέτην εἶναι ταύτην τῆς παντελοῦς κατὰ τὴν οὐσίαν ἀρνήσεως τοῦ τε μονογενοῦς καὶ τοῦ πνεύματος, καὶ τοῦτο λεληθότως κατασκευάζεσθαι διὰ τῆς τοιαύτης τεχνολογίας, τὸ μέχρις ὀνόματος εἶναι ταῦτα δοκεῖν, τὴν δὲ ἀληθῆ τῆς ὑποστάσεως αὐτῶν ὁμολογίαν διὰ τῆς τοιαύτης κατασκευῆς ἀθετεῖσθαι· καὶ ὅτι ταῦτα τοῦ τον ἔχει τὸν τρόπον, οὐ χαλεπῶς ἄν τις κατανοήσειε μικρὸν 1.1.163 προσδιατρίψας τῷ λόγῳ. οὐκ ἔστι τοῦ νομίζοντος ἀληθῶς εἶναι κατ' ἰδίαν ὑπόστασιν τὸν μονογενῆ καὶ τὸ πνεῦμα τὸ ἅγιον τὸ ἀκριβολογεῖσθαι περὶ τὴν ὁμολογίαν τῶν ὀνομάτων, οἷς ἀποσεμνύνειν οἴεται δεῖν τὸν ἐπὶ πάντων θεόν· ἦ γὰρ ἂν ἦν τῆς ἐσχάτης εὐηθείας τῷ πράγματι συντιθέμενον μικρολογεῖσθαι περὶ τὰ ῥήματα. νυνὶ δὲ τῷ μόνῃ προσ μαρτυρῆσαι τοῦ πατρὸς τῇ οὐσίᾳ τὸ 20ἀνώτατόν τε καὶ κυριώτατον20 ἔδωκε διὰ τῆς σιωπῆς περὶ τῶν ὑπολοίπων 1.1.164 ὡς οὐ κυρίως ὑφεστώτων στοχάζεσθαι. πῶς γὰρ ἔστιν ἀληθῶς εἶναί τι λέγειν, ᾧ μὴ προσμαρτυρεῖται τὸ κυρίως εἶναι; ἀνάγκη γὰρ ἐφ' ὧν οὐχ ὁμολογεῖται τὸ κύριον, τοῖς ἀντιδιαστελλομένοις τῶν ὀνομάτων συντίθεσθαι. τὸ γὰρ μὴ κύριον ἄκυρον πάντως· ὥστε ἡ τοῦ μὴ κυρίως εἶναι κατα σκευὴ τῆς παντελοῦς ἀνυπαρξίας ἀπόδειξις γίνεται. πρὸς ἣν ἔοικεν ὁ Εὐνόμιος βλέπων ταῦτα καινοτομεῖν ἐν τῷ καθ' 1.1.165 ἑαυτὸν δόγματι τὰ ὀνόματα. οὐ γὰρ δὴ δι' ἀπειρίαν φήσει τις αὐτὸν εἰς ἀνόητον ὑπόληψιν ἐκπεσόντα τοπικῶς τὸ ἄνω πρὸς τὸ ὑποβεβηκὸς διαστέλλειν καὶ τῷ πατρὶ καθάπερ γεώλοφόν τινα σκοπιὰν ἀφορίζοντα τὸν υἱὸν τοῖς κοιλοτέροις 1.1.166 ἐγκαθιδρύειν. οὐδεὶς γὰρ οὕτω παῖς τὴν διάνοιαν, ὡς ἐπὶ τῆς νοερᾶς τε καὶ ἀσωμάτου φύσεως τὴν κατὰ τόπον δια φορὰν ἐννοεῖν. ἴδιον γὰρ σωμάτων ἡ ἐπὶ τόπου θέσις, τὸ δὲ τῇ φύσει νοερόν τε καὶ ἄϋλον πόρρω τῆς κατὰ τόπον ἐννοίας ὁμολογεῖται. τίς οὖν ἡ αἰτία τοῦ 20ἀνωτάτω20 λέ γεσθαι μόνου τοῦ πατρὸς τὴν οὐσίαν; εἰς γὰρ ταύτας τὰς ὑπονοίας ἐξ ἀμαθίας τινὸς αὐτὸν παραφέρεσθαι οὐκ ἄν τις εὐκόλως ὑπονοήσειε τὸν ἐν πολλοῖς, οἷς ἐπιδείκνυται, σοφὸν εἶναι προσποιούμενον καί, καθὼς ἀπαγορεύει ἡ θεία γραφή, [καὶ] τὰ περισσὰ σοφιζόμενον. 1.1.167 Ἀλλὰ μὴν οὐδὲ δυνάμεως οὐδὲ ἀγαθότητος οὐδὲ ἄλ λου τινὸς τῶν τοιούτων ὑπεροχὴν τὸ ἄνω φήσει τῆς οὐσίας ἐνδείκνυσθαι. καὶ γὰρ καὶ τοῦτο παντὶ γνώριμον, μὴ ὅτι τοῖς ἐπὶ σοφίᾳ πλεονεκτεῖν ὑπειλημμένοις, ὅτι ἀνενδεὴς πρὸς τελείαν ἀγαθότητά τε καὶ δύναμιν καὶ πάντα τὰ τοι αῦτα ἥ τε τοῦ μονογενοῦς καὶ ἡ τοῦ ἁγίου πνεύματός ἐστιν 1.1.168 ὑπόστασις. τὰ γὰρ ἀγαθὰ πάντα, ἕως ἂν ἀπαράδεκτα τοῦ ἐναντίου μένῃ, ὅρον οὐκ ἔχει τῆς ἀγαθότητος, ἐπειδὴ μόνοις τοῖς ἐναντίοις πέφυκε περιγράφεσθαι, ὡς ἐπὶ τῶν καθ' ἕκαστον ὑποδειγμάτων ἔστιν ἰδεῖν. ἡ δύναμις ἀσθενείας περιλαβούσης ἵσταται, ἡ ζωὴ θανάτῳ περιορίζεται, φωτὸς πέρας τὸ σκότος γίνεται, καὶ πάντα συνελόντι φάναι, τὰ 1.1.169 καθ' ἕκαστον ἀγαθὰ τοῖς ἐναντίοις ἐναπολήγει. εἰ μὲν οὖν τρεπτὴν πρὸς τὸ χεῖρον τὴν φύσιν τοῦ μονογενοῦς καὶ τοῦ πνεύματος ὑποτίθεται, εἰκότως ἐπ' αὐτῶν κατασμικρύνει τὴν τῆς ἀγαθότητος ἔννοιαν, ὡς δυναμένων καὶ τοῖς ἐναντίοις συνενεχθῆναι. εἰ δὲ ἀνεπίδεκτός ἐστι τοῦ χείρονος ἡ θεία τε καὶ ἀναλλοίωτος φύσις, καὶ τοῦτο παρ' αὐτῶν τῶν ἐχ θρῶν ὡμολόγηται, ἀόριστος πάντως ἐν τῷ ἀγαθῷ θεω ρεῖται, τὸ δὲ ἀόριστον τῷ ἀπείρῳ ταὐτόν ἐστιν. ἀπείρου δὲ καὶ ἀορίστου πλεονασμὸν καὶ ἐλάττωσιν ἐννοεῖν τῆς ἐσχάτης ἀλογίας ἐστί. πῶς γὰρ ἂν ὁ τῆς ἀπειρίας διασωθείη λόγος, 1.1.170 εἰ τὸ πλέον τε καὶ ἔλαττον ἐν αὐτῷ δογματίζοιτο; ἐκ γὰρ τῆς τῶν περάτων πρὸς ἄλληλα παραθέσεως τὸ πλέον δια γινώσκομεν· ἐφ' ὧν δὲ πέρας οὐκ ἔστι, πῶς ἄν τις δυνη 1.1.171 θείη τὸ περισσὸν ἐννοῆσαι; ἢ οὐχὶ τοῦτο, χρονικὴν δέ τινα τὴν ὑπεροχὴν ἐννοῶν κατὰ τὰ πρεσβεῖα τῆς ἀρχαιότητος τὸ πλέον νέμει, καὶ διὰ τοῦτο τὴν τοῦ πατρὸς οὐσίαν μόνην ἀνωτάτω φησίν; οὐκοῦν εἰπάτω, τίνι τὸ πλέον τῆς τοῦ πα τρὸς ζωῆς διεμέτρησε, μηδενὸς διαστήματος χρονικοῦ προ επινοουμένου τῆς τοῦ μονογενοῦς ὑποστάσεως. 1.1.172 Καίτοι εἰ καὶ τοῦτο ἦν (εἰρήσθω γὰρ καθ' ὑπόθεσιν τέως), ἡ τῷ χρόνῳ προήκουσα τῆς μεταγενεστέρας οὐσίας τί μᾶλλον ἔχει τὸ εἶναι, κατ' αὐτὸν λέγω τὸν τοῦ εἶναι λόγον, ὥστε τὴν μὲν 20ἀνωτάτω καὶ κυρίαν20 λέγειν, τὴν δὲ μὴ οὕτως ἔχειν; τοῦ γὰρ προγενεστέρου πρὸς τὸ νεώ τερον ὁ μὲν χρόνος τῆς ζωῆς πλείων ἐστίν, ἡ δὲ οὐσία 1.1.173 παρὰ τοῦτο οὔτε πλέον οὔτε ἔλαττον ἔχει. σαφέστερον δὲ τοῦτο καὶ δι' ὑποδειγμάτων γενήσεται. τί ἔλαττον εἶχε τοῦ Ἀβραὰμ κατὰ τὸν τῆς οὐσίας λόγον ὁ μετὰ δεκατέσσαρας γενεὰς ἀναδειχθεὶς ∆αβίδ; ἆρά τι μετεποιήθη τῆς ἀνθρω πότητος ἐπὶ τούτου καὶ ἧττον ἄνθρωπος ἦν, ὅτι τῷ χρόνῳ μεταγενέστερος; καὶ τίς οὕτως ἠλίθιος ὥστε τοῦτο εἰπεῖν; 1.1.174 εἷς γὰρ ἐφ' ἑκατέρων τῆς οὐσίας ὁ λόγος, οὐδὲν τῇ παρόδῳ τοῦ χρόνου συναλλοιούμενος. οὐδ' ἄν τις εἴποι τὸν μὲν μᾶλλον ἄνθρωπον εἶναι διὰ τὸ προήκειν τῷ χρόνῳ, τὸν δὲ ἔλαττον μετέχειν τῆς φύσεως, ὅτι μεθ' ἑτέρους τῇ ζωῇ ἐπεδήμησεν, ὥσπερ ἢ προαναλωθείσης ἐν τοῖς προλαβοῦσιν τῆς φύσεως, ἢ τοῦ χρόνου τὴν δύναμιν ἐν τοῖς παρῳχηκόσι 1.1.175 προδαπανήσαντος. οὐδὲ γὰρ ἐπὶ τῷ χρόνῳ ἔστιν ἀφορίζειν ἑκάστῳ τὰ μέτρα τῆς φύσεως, ἀλλὰ αὐτὴ μὲν ἐφ' ἑαυτῆς μένει διὰ τῶν ἐπιγινομένων ἑαυτὴν συντηροῦσα· ὁ δὲ χρόνος φέρεται κατὰ τὸν ἴδιον τρόπον εἴτε περιέχων εἴτε καὶ παραρρέων τὴν φύσιν παγίαν καὶ ἀμετάθετον ἐν τοῖς ἰδίοις 1.1.176 μένουσαν ὅροις. οὐκοῦν οὐδὲ εἰ τῷ χρόνῳ δοθείη τὸ πλέον ἔχειν, καθὼς ὁ λόγος ὑπέθετο, κυρίως τῷ πατρὶ μόνῳ τὸ ἀνώτατον τῆς οὐσίας προσμαρτυρήσουσι· μηδεμιᾶς δὲ οὔσης τῆς κατὰ τὰ πρεσβεῖα τοῦ χρόνου διαφορᾶς (πῶς γὰρ ἄν τις ἐπὶ τῆς προαιωνίου φύσεως τὸ τοιοῦτον ἐπινοήσειε, παντὸς διαστήματος μετρητικοῦ κάτω τῆς θείας φύσεως εὑρισκομένου) τίς καταλείπεται λόγος τοῖς ἐπιχειροῦσι τὴν πρόχρονόν τε καὶ ἀκατάληπτον οὐσίαν τῇ πρὸς τὸ ἄνω καὶ κάτω διαφορᾷ διασχίζειν; 1.1.177 Ἀλλ' οὐδεμίαν ἀμφιβολίαν ὁ λόγος ἔχει, ὅτι συνη γορία τοῦ Ἰουδαϊκοῦ δόγματός ἐστι τὸ παρὰ τούτων δογ ματιζόμενον, μόνην ὑφεστάναι τοῦ πατρὸς τὴν οὐσίαν ἐν δεικνυμένων, ἣν μόνην κυρίως εἶναι διισχυρίζονται, τὴν δὲ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος ἐν τοῖς μὴ οὖσι λογιζομένων. 1.1.178 πᾶν γὰρ τὸ μὴ κυρίως ὂν ἐν ῥήματι μόνῳ καὶ καταχρήσει συνηθείας εἶναι λέγεται, ὥσπερ καὶ ἄνθρωπος ὀνομάζεται οὐχ ὁ διὰ μιμήσεως ἐπὶ τῆς εἰκόνος δεικνύμενος, ἀλλ' ὁ κυρίως λεγόμενος. οὗτος οὐχ ὁμοίωμα τοῦ ἀνθρώπου, ἀλλὰ τὸ ἀρχέτυπόν ἐστι τοῦ ὁμοιώματος· ἡ δὲ εἰκὼν μέ χρις ὀνόματος ἄνθρωπος καὶ διὰ τοῦτο οὐκ ἔχει τὸ κυρίως λέγεσθαι ὅπερ λέγεται, ὅτι οὐκ ἔστι τῇ φύσει ὃ ὀνομάζεται. 1.1.179 καὶ ἐνταῦθα τοίνυν εἰ μόνου τοῦ πατρὸς ἡ οὐσία κυρίως λέγεται, ἡ δὲ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος οὐκέτι, τί ἄλλο ἢ οὐχὶ ἄρνησίς ἐστι περιφανὴς τοῦ σωτηρίου κηρύγματος; οὐκοῦν ἀπὸ τῆς ἐκκλησίας ἐπὶ τὰς συναγωγὰς τῶν Ἰου δαίων παλινδρομείτωσαν, ἐν τῷ μὴ διδόναι τὸν υἱὸν κυρίως εἶναι τὸ μηδὲ ὅλως εἶναι κατασκευάζοντες· τὸ γὰρ ἄκυρον τῷ ἀνυπάρκτῳ ταὐτόν ἐστιν. 1.1.180 Ἐπεὶ δὲ καὶ σοφὸς εἶναι τὰ τοιαῦτα βούλεται καὶ διαπτύει τοὺς ἄνευ λογικῆς ἐντρεχείας ἐπιχειροῦντας τῷ γράφειν, εἰπάτω τοῖς καταφρονουμένοις ἡμῖν, ἐκ ποίας σο 1.1.181 φίας τὸ μᾶλλόν τε καὶ ἧττον τῆς οὐσίας ἐγνώρισε. τις <ὁ> λόγος ὁ τὴν τοιαύτην διαφορὰν παραστήσας, ὅτι οὐσία τις ἑτέρας οὐσίας μᾶλλον ἔστι; κατ' αὐτὸ λέγω τὸ σημαι νόμενον τῆς οὐσίας· μὴ γὰρ δὴ προφερέτω τὰς τῶν ποιοτή των ἢ τὰς τῶν ἰδιωμάτων διαφοράς, ὅσαι περὶ τὴν οὐσίαν τῷ λόγῳ τῆς ἐπινοίας καταλαμβάνονται, ἄλλο τι παρὰ τὸ 1.1.182 ὑποκείμενον οὖσαι. οὐ γὰρ ἀτμῶν ἢ χρωμάτων ἢ βά ρους ἢ δυνάμεως ἢ ἀξιώματος ἢ τρόπων καὶ ἤθους δια φορὰς ἢ εἴ τι ἄλλο περί τε σῶμα καὶ ψυχὴν θεωρεῖται, ταῦτα πρόκειται νῦν ἐξετάζειν, ἀλλ' αὐτὸ λέγω τὸ ὑποκεί μενον, ᾧ κυρίως τὸ τῆς οὐσίας ἐπικέκληται ὄνομα, εἴ τινα πρὸς ἄλλην οὐσίαν ἐν τῷ μᾶλλον εἶναι τὴν διαφορὰν ἔχει. ἀλλ' οὔπω μέχρι τοῦ νῦν ἀκηκόαμεν δύο τινῶν ὁμολογου μένων εἶναι, ἕως ἂν ἀμφότερα ᾖ, τὸ μέν τι μᾶλλον, τὸ δ' ἔλαττον εἶναι· ἔστι γὰρ ὁμοίως ἑκάτερον, ἕως ἂν ᾖ, καθὸ ἔστιν, ὑπεξῃρημένου, καθὼς προείρηται, τοῦ κατὰ τὸ προτι μότερον ἢ διαρκέστερον λόγου. 1.1.183 Εἰ μὲν οὖν οὐ δίδωσιν ὅλως ἐν οὐσίᾳ τὸν μονογενῆ θεω ρεῖσθαι (πρὸς τοῦτο γὰρ ἔοικε λεληθότως αὐτῷ κατο λισθαίνειν ὁ λόγος), ὁ μὴ διδοὺς αὐτῷ τὸ κυρίως εἶναι μηδὲ τὸ ἧττον ἐπ' αὐτοῦ συγχωρείτω. εἰ δὲ ἐνούσιον δύ ναμιν ὁμολογεῖ τὸν υἱὸν ὁπωσοῦν ὑποστάντα (οὔπω γὰρ περὶ τούτου διαμαχόμεθα), τί πάλιν ἀφαιρεῖται ὃ δίδωσι τὸν ὁμο λογηθέντα εἶναι, τὸ μὴ κυρίως εἶναι κατασκευάζων, ὅπερ 1.1.184 ἴσον ἐστί, καθὼς εἴρηται, τῷ μηδὲ ὅλως εἶναι; ὡς γὰρ οὐκ ἔστιν ἄνθρωπον εἶναι, ᾧ μὴ τελείως ὁ κατὰ τὸ ὄνομα λόγος ἐφήρμοσται, τῷ δὲ ἐλλείποντι τῶν ἰδιωμάτων ὅλος ὁ τῆς οὐσίας αὐτῷ συνδιαγράφεται λόγος, οὕτω καὶ ἐπὶ παντὸς πράγματος, ᾧ μὴ τελείως μήτε κυρίως τὸ εἶναι προσμαρτυρεῖται, οὐδεμίαν ἀπόδειξιν ἔχει τῆς ὑποστάσεως ἡ μερικὴ τοῦ εἶναι συγκατάθεσις, ἀλλὰ τὴν καθόλου τοῦ ὑποκειμένου ἀναίρεσιν κατασκευάζει ἡ περὶ τοῦ μὴ τελείως 1.1.185 εἶναι κατασκευή. ὥστε εἰ μὲν εὖ φρονεῖ, πρὸς τὴν εὐσεβῆ διάνοιαν μεταθέσθω, τὸ ἧττον καὶ τὸ ἄκυρον ἐπὶ τῆς οὐσίας τοῦ μονογενοῦς τε καὶ τοῦ ἁγίου πνεύματος ὑφελὼν ἐκ 1.1.186 τοῦ δόγματος. εἰ δὲ ἀσεβεῖν ἔγνωκε πάντως, [ὡς] ἔγωγε οὐκ οἶδα ἀνθ' ὅτου καὶ βούλεται τὸν κτίστην ἑαυτοῦ καὶ θεὸν καὶ εὐεργέτην διὰ βλασφημίας ἀμείβεσθαι. τὴν γοῦν τοῦ δοκεῖν τις εἶναι κατὰ τὴν παίδευσιν ὑπόνοιαν ζημιούσθω, ἀμαθῶς οὐσίαν ὑπερτιθεὶς οὐσίας καὶ τὴν μὲν ἄνω τὴν δὲ κάτω κατὰ τὸν μὴ εὑρισκόμενον λόγον ἀποφαινόμενος καὶ τῇ μὲν τὸ κύριον τῇ δὲ τὸ μὴ τοιοῦτον προσμαρτυρῶν. οὔτε γὰρ τῶν ἔξω τῆς πίστεως πεφιλοσοφηκότων ἔγνωμέν τινα τοῦτο ληρήσαντα, οὔτε ταῖς θεοπνεύστοις φωναῖς οὔτε ταῖς κοιναῖς ἐννοίαις τὸ τοιοῦτο συμβαίνει. 1.1.187 Τὸν μὲν οὖν σκοπὸν τῆς τῶν ὀνομάτων τούτων ἐπι νοίας ἱκανῶς ἐκ τῶν εἰρημένων οἴομαι πεφανερῶσθαι, ὅτι καθάπερ ὁρμητήριον ἢ θεμέλιον τῆς πάσης ἑαυτοῦ περὶ τὸ δόγμα κακουργίας τὰ ῥήματα ταῦτα προϋποβάλλεται, ἵνα κατασκευάσας τὸ μόνην τὴν μίαν οὐσίαν 20ἀνωτάτω τε καὶ κυριωτάτην20 νομίζειν ῥᾳδίως κατατρέχῃ τῶν ἄλ 1.1.188 λων ὡς ἐν τοῖς κάτω καὶ μὴ κυρίως θεωρουμένων. δεί κνυσι δὲ τοῦτο μάλιστα διὰ τῶν ἑξῆς, ἐν οἷς τὰ δοκοῦντα περὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος διαλεγόμενος οὐκ ἐπὶ τῶν ὀνομάτων ἔρχεται τούτων, ἵνα μή, καθὼς προεῖπον, τὸ οἰκεῖον τῆς φύσεως αὐτῶν ταῖς προσηγορίαις καὶ μὴ βουλόμενος παραστήσῃ, ἀλλ' ἀνώνυμον αὐτῶν ποιεῖται τὴν μνήμην ὁ δογματίζων ἀπὸ τῶν 20προσφυῶν ὀνομάτων20 καὶ ῥημάτων δεῖν τὰς τῶν ἀκουόντων διανοίας προσάγεσθαι. 1.1.189 καίτοι τί προσφυέστερον ὄνομα τοῦ παρ' αὐτῆς τῆς ἀλη θείας ὠνομασμένου; ἀλλ' ἀντιδογματίζει τοῖς εὐαγγελίοις οὐχ υἱὸν ὀνομάζων, ἀλλὰ 20τὴν δι' ἐκείνην μὲν οὖσαν, μετ' ἐκείνην δὲ πάντων τῶν ὄντων πρωτεύου σαν.20 τοῦτο δὲ ὅτι μὲν ἐπὶ καθαιρέσει τῆς εὐσεβοῦς περὶ τοῦ μονογενοῦς ὑπολήψεως λέγεται, ἐκ τῆς λοιπῆς αὐτοῦ 1.1.190 κατασκευῆς μᾶλλον φανερωθήσεται. ἐπεὶ δὲ μέσως ἔχειν δοκεῖ τὰ εἰρημένα, ὡς καὶ τὸν μηδὲν ἀσεβὲς περὶ τοῦ Χρι στοῦ λέγοντα χρήσασθαι ἄν ποτε τοῖς ῥήμασι τούτοις, διὰ τοῦτο καὶ αὐτὸς τὸν περὶ τοῦ κυρίου λόγον νῦν ὑπερβήσομαι, ταῖς φανερωτέραις κατ' αὐτοῦ βλασφημίαις ταμιευσάμενος τὴν ἀντίρρησιν· περὶ δὲ τοῦ ἁγίου πνεύματος ἐπειδὴ φανερᾷ καὶ ἀπαρακαλύπτῳ χρῆται τῇ βλασφημίᾳ, λέγων ἀσύντακτον εἶναι πατρὶ καὶ υἱῷ, ἀμφοτέροις δὲ 20ὑποτεταγμένον20, ἤδη καθόσον ἂν οἷός τε ὦ, ἐξετάσω τὸν λόγον. 1.1.191 Τί τοίνυν τῆς ὑποταγῆς ἐστι τὸ σημαινόμενον καὶ ἐπὶ τίνων ἡ θεία γραφὴ τῷ τοιούτῳ προσχρῆται ῥήματι, πρῶ τον κατανοήσωμεν. τιμῶν τὸν ἄνθρωπον τῷ κατ' εἰκόνα γεγενῆσθαι τοῦ κτίσαντος πᾶσαν αὐτῷ τὴν ἄλογον φύσιν ὑπέταξεν ὁ κτίσας θεός, καθὼς ὁ μέγας ∆αβὶδ ἐν ὕμνοις 1.1.192 τὴν χάριν ταύτην διεξιὼν ἀνευφήμησε. Πάντα γάρ, φησίν, ὑπέταξεν ὑποκάτω τῶν ποδῶν αὐτοῦ, καὶ ἐπ' ὀνόματος μέμνηται τῶν ὑποτεταγμένων. ἔστι πάλιν ὑποταγῆς παρὰ τῇ θείᾳ γραφῇ καὶ ἄλλο τὸ σημαινόμενον. τῶν γὰρ ἐν τοῖς πολέμοις κατορθωθέντων αὐτῷ τῷ θεῷ τῶν ὅλων ἀνατιθεὶς τὴν αἰτίαν Ὑπέταξε λαούς, φησίν, ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν, καὶ πάλιν Ὁ ὑποτάσσων λαοὺς ὑπ' 1.1.193 ἐμέ. καὶ πολλάκις ἔστι τὴν φωνὴν ταύτην ἐν ταῖς θείαις εὑρεῖν γραφαῖς τὸ κατὰ τῶν ἀντιτεταγμένων κράτος ὑπο σημαίνουσαν. τὸ γὰρ τοῦ ἀποστόλου περὶ τῆς ἐν ὑστέρῳ γενησομένης ὑποταγῆς πάντων τῶν ἀνθρώπων πρὸς τὸν μονογενῆ καὶ δι' αὐτοῦ πρὸς τὸν πατέρα, ἐν οἷς ἐν τῷ βάθει τῆς σοφίας τὸν μεσίτην θεοῦ καὶ ἀνθρώπων αὐτὸν ὑποτάσσεσθαι τῷ πατρὶ λέγει, τὴν πάντων ἀνθρώπων ὑπακοὴν διὰ τῆς τοῦ υἱοῦ τοῦ μετεσχηκότος τῆς ἀνθρω πότητος πρὸς τὸν πατέρα ὑποταγῆς αἰνισσόμενος, ὡς πλεί ονος καὶ φιλοπονωτέρας δεόμενον τῆς ἐξηγήσεως πρὸς τὸ 1.1.194 παρὸν ὑπερθήσομαι. ἀλλ' ἐν τοῖς προδήλοις, ἐν οἷς οὐδε μίαν ἀμφιβολίαν τὸ τῆς ὑποταγῆς σημαινόμενον ἔχει, κατὰ τίνα νοῦν ὑποτετάχθαι τὴν τοῦ πνεύματος οὐσίαν τῇ τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἀποφαίνεται; ὡς ὁ υἱὸς τῷ πατρὶ 1.1.195 ὑποτάσσεται, καθὼς νοεῖ ὁ ἀπόστολος; οὐκοῦν κατὰ τοῦτο συντάσσεται τῷ υἱῷ τὸ πνεῦμα, οὐχ ὑποτάσσεται, εἴπερ τὰ δύο πρόσωπα τῶν ὑποταττομένων ἐστίν; ἢ οὐχ οὕτως; πῶς οὖν ἑτέρως; ὡς τῇ λογικῇ φύσει τὴν ἄλογον ἐν τῷ ψαλμῷ μεμαθήκαμεν; οὐκοῦν τοσοῦτον παρήλλακται ὅσον ἡ τῶν κτηνῶν πρὸς τὸν ἄνθρωπον. ἀλλὰ παραγράφεται καὶ τοῦτον ἴσως τὸν λόγον. οὐκοῦν ἐπὶ τὸν λειπόμενον ἥξει, ὅτι ἀντιτεταγμένη καὶ ἀντιστατοῦσα τὸ πρότερον μετὰ ταῦτα διὰ βιαιοτέρας ἀνάγκης ὑποκύπτειν κατηναγκάσθη τῷ κατ 1.1.196 ισχύσαντι; ἐπιλεξάσθω τῶν εἰρημένων ὃ βούλεται· ἀλλ' οὐκ οἶδα τί τούτων ἑλόμενος τὴν ἄφυκτον κατάκρισιν τῆς βλασφημίας ἐκφεύξεται, εἴτε ἐν ἴσῳ τοῖς ἀλόγοις ὑποτε τάχθαι λέγοι τὸ πνεῦμα, ὡς τῷ ἀνθρώπῳ τοὺς ἰχθύας καὶ τὰ πετεινὰ καὶ τὰ πρόβατα, εἴτε καθ' ὁμοιότητα τῶν ἀφε στώτων ὥσπερ αἰχμάλωτον προσάγοι τῷ πλεονεκτοῦντι κατὰ τὴν δύναμιν. 1.1.197 Ἢ τούτων μὲν οὐδέν, φήσει δὲ μὴ κατὰ τὴν τῆς γρα φῆς ἔννοιαν τῷ τῆς ὑποταγῆς ῥήματι χρήσασθαι, ἀλλὰ καθ' ἕτερον σημαινόμενον ὑποτετάχθαι τὸ πνεῦμα τῷ πατρὶ καὶ τῷ υἱῷ λέγειν; τί οὖν ἐστι τοῦτο; ἆρα ὅτι τρίτον κατὰ τὴν τάξιν ἦν <ἣ> παρὰ τοῦ κυρίου τοῖς μαθηταῖς παρε δόθη, διὰ τοῦτο ὑποτάσσειν νομοθετεῖ καὶ οὐ συντάσσειν; 1.1.198 οὐκοῦν καὶ τὸν πατέρα τῷ μονογενεῖ κατὰ τὸν αὐτὸν λόγον ὑποτασσέτω, ἐπειδὴ πολλαχοῦ προτάξασα τοῦ κυρίου τὸ ὄνομα ἡ θεία γραφὴ ἐν δευτέροις τοῦ ἐπὶ πάντων θεοῦ τὴν μνήμην πεποίηται. Ἐγὼ καὶ ὁ πατήρ, φησὶν ὁ κύριος, τὸ 1.1.199 καθ' ἑαυτὸν προτάσσων. καὶ Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ, καὶ μυρία τοιαῦτα τοῖς φιλοπόνως ἀναζητοῦσι τὰς ἐκ τῶν γραφῶν μαρτυρίας πάρεστιν ἀναλέξασθαι, οἷον κἀκεῖνό ἐστι· ∆ιαιρέσεις δὲ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ πνεῦμα, καὶ διαιρέσεις διακο νιῶν εἰσιν, ὁ δὲ αὐτὸς κύριος, καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεός. ὥστε κατὰ τὸν λόγον τοῦτον ὑπο τετάχθω τῷ υἱῷ καὶ τῷ πνεύματι ὁ ἐπὶ πάντων θεός, ἐν 1.1.200 τρίτῃ τάξει παρὰ τοῦ Παύλου μνημονευθείς. ἀλλ' οὐδέπω καὶ νῦν ταύτης ἀκηκόαμεν τῆς σοφίας, ἣ τὸ δεύτερον καὶ τρίτον ἔκ τινος ἀκολουθίας λεγόμενον εἰς τὴν τῶν ὑποχει ρίων καὶ ὑποτεταγμένων ἀπωθεῖται τάξιν, ὅπερ οὗτος βού λεται, τὴν τῆς παραδόσεως τῶν προσώπων ἀκολουθίαν ἀξιωμάτων καὶ φύσεων ὑπεροχάς τε καὶ ἐλαττώσεις κατα 1.1.201 σκευάζων ἐνδείκνυσθαι. τῆς γὰρ τῶν φύσεων ἑτερότητος ἐνδεικτικὴν εἶναι τὴν τῆς τάξεως ἀκολουθίαν ὁρίζεται, οὐκ οἶδα πόθεν φαντασθεὶς τὰ τοιαῦτα καὶ ἐκ ποίας ἀνάγκης ἐπὶ τὴν ὑπόνοιαν ταύτην καταπεσών· οὐ γὰρ ἡ κατὰ τὸν ἀριθμὸν τάξις τὴν τῶν φύσεων διαφορὰν κατεργάζεται, ἀλλὰ τὰ μὲν ἀριθμούμενα ὡς ἂν ἔχῃ φύσεως, ἐφ' ἑαυτῶν μένει 1.1.202 κἂν ἀριθμῆται κἂν μή. ὁ δὲ ἀριθμὸς σημεῖόν ἐστι γνω ριστικὸν τῆς τῶν πραγμάτων ποσότητος, οὐ πάντως ὅσα τῷ ἀξιώματι τῆς φύσεως ὑποβέβηκεν εἰς δευτέραν τάξιν ἀπο πεμπόμενος, ἀλλὰ πρὸς τὸ βούλημα τῶν ἐξαριθμούντων τὴν τῶν σημαινομένων διὰ τοῦ ἀριθμοῦ πραγμάτων ἀκολουθίαν ποιούμενος. Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος, τριῶν προσώπων ἐνταῦθα μνημονευθέντων κατὰ τὸ τοῦ μνημονεύ σαντος βούλημα, ἆρα τὸν Σιλουανὸν ἐν δευτέροις ταχθέντα μετὰ τὸν Παῦλον ἄλλο τι καὶ οὐχὶ ἄνθρωπον ὁ ἀριθμὸς 1.1.203 ἐνεδείξατο; ἢ καὶ ὁ Τιμόθεος ἐν τρίτοις ταχθεὶς εἰς ἑτε ρότητά τινα φύσεως ἐκ τῆς ἀκολουθίας τοῦ μνημονεύσαντος οὕτως ὑπενοήθη; οὐκ ἔστι ταῦτα. ἄνθρωπος γὰρ τούτων ἕκαστος καὶ πρὸ τοῦ ἀριθμοῦ καὶ μετὰ τοῦτο· ὁ δὲ λόγος ἐπειδὴ μιᾷ φωνῇ τοὺς τρεῖς κατὰ ταὐτὸν ἦν ἀδύνατον ἐν δείξασθαι, μέμνηται μὲν διῃρημένως ἑκάστου κατὰ τὴν ἀρέσασαν τάξιν, συνάπτει δὲ τὰ ὀνόματα διὰ τῶν διὰ μέσου συνδέσμων, ὡς ἂν οἶμαι τὴν τῶν τριῶν πρὸς τὸ ἓν σύμ 1.1.204 πνοιαν διὰ τῆς τῶν ὀνομάτων συναφείας ἐνδείξηται. ἀλλ' οὐχ οὕτως ἀρέσκει τῷ καινῷ δογματιστῇ, ἀντινομοθετεῖ δὲ τῇ διατάξει τῆς θείας φωνῆς, καὶ τὸ συντεταγμένον ὑπ' αὐτοῦ τοῦ κυρίου πατρὶ καὶ υἱῷ τῆς οἰκείας αὐτῷ καὶ κατὰ φύσιν τάξεως καὶ συναφείας ἀποσχοινίσας ἐν τοῖς ὑποτεταγ μένοις ἠρίθμησε καὶ ἔργον ἑκατέρων εἶναί φησι, τοῦ μὲν πατρὸς ὡς τὴν αἰτίαν τῆς κατασκευῆς ὑποβαλόντος, τοῦ δὲ μονογενοῦς ὡς αὐτουργήσαντος αὐτοῦ τὴν ὑπόστασιν, καὶ ταύτην αἰτίαν εἶναι τῆς ὑποταγῆς διορίζεται, αὐτῆς μήπω τῆς ὑποταγῆς ἐκκαλύψας τὸ σημαινόμενον. 1.1.205 Εἶτά φησι· 20συμπεριλαμβανομένων δηλαδὴ καὶ τῶν ταῖς οὐσίαις ἑπομένων ἐνεργειῶν καὶ τῶν ταύταις προσφυῶν ὀνομάτων20. τούτων δὲ ὁ νοῦς ἐστὶ μὲν οὐ λίαν εὐσύνοπτος, πολλῷ τῷ γνόφῳ τῆς ἀσα φείας κεκαλυμμένος, ὡς δ' ἄν τις εἰκάσας ὑπονοήσειε, 1.1.206 τοιοῦτός ἐστιν· 20ἐνεργείας οὐσιῶν20 ὀνομάζει τὰς ἀπο τελεστικάς, ὡς οἶμαι, τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος δυνάμεις, δι' ὧν ἡ πρώτη οὐσία τὴν δευτέραν εἰργάσατο καὶ ἡ δευτέρα τὴν τρίτην, καὶ 20τὰ ὀνόματα20 τῶν ἀπο τελεσθέντων ἔργων 20προσφυῶς20 συγκατεσκευάσθαι τοῖς ἔρ γοις φησίν. ἀλλὰ τὴν μὲν περὶ τὰ ὀνόματα κακουργίαν ἤδη τε κατὰ τὸ δυνατὸν ἐξητάσαμεν, καὶ ὅταν εἰς ἐκεῖνο τὸ μέρος τῆς ἐξετάσεως ἔλθωμεν, ἐὰν ὁ λόγος ἐπιζητῇ, πάλιν προθήσομεν. 1.1.207 Τέως δὲ νῦν ἄξιόν ἐστι λογίσασθαι, πῶς 20ἕπονται20 ταῖς οὐσίαις αἱ ἐνέργειαι, τί οὖσαι κατὰ τὴν ἰδίαν φύσιν, ἄλλο τι παρὰ τὰς οὐσίας αἷς παρέπονται ἢ μέρος ἐκείνων καὶ τῆς αὐτῆς φύσεως· καὶ εἰ μὲν ἄλλο, πῶς ἢ παρὰ τίνος γενόμεναι, εἰ δὲ τὸ αὐτό, πῶς ἀποτεμνόμεναι καὶ ἀντὶ τοῦ "1συνυπάρχειν"2 αὐταῖς ἔξωθεν 20παρεπόμεναι20. 1.1.208 οὐδὲ γὰρ ἁπλῶς οὕτως ἐκ τῶν εἰρημένων ἔστι μαθεῖν, πότερον ἀνάγκης τινὸς φυσικῆς ἀπροαιρέτως τὴν ἐνέργειαν, ἥτις ποτὲ αὕτη ἐστίν, ἀκολουθεῖν τῇ οὐσίᾳ βιαζομένης, ὡς ἕπεται τῷ πυρὶ ἡ καῦσις καὶ οἱ ἀτμοὶ καὶ αἱ ἀναθυμιά σεις τοῖς ἀφ' ὧν ταῦτα γίνονται σώμασιν–ἀλλ' οὐκ ἂν αὐτὸν οἶμαι τοῦτο εἰπεῖν, ὥστε ποικίλον τι χρῆμα καὶ σύν θετον νομίζειν τοῦ θεοῦ τὴν οὐσίαν, ἀχώριστον ἔχουσαν καὶ συνεπιθεωρουμένην ἑαυτῇ τὴν ἐνέργειαν, ὥς τι συμβε βηκὸς ἐν ὑποκειμένῳ δεικνύμενον–ἀλλὰ προαιρετικῶς καὶ αὐτεξουσίως κινουμένας τὰς οὐσίας τὸ δοκοῦν φησι 1.1.209 καθ' ἑαυτὰς ἀπεργάζεσθαι. καὶ τίς τὸ ἐκ προνοίας ἑκου σίως γινόμενον ὥς τι τῶν ἔξωθεν ἐπακολουθούντων 20ἕπε σθαι20 λέγει; οὐδὲ γὰρ κατὰ τὴν κοινὴν συνήθειαν ἐπὶ τῶν τοιούτων ἔγνωμεν τετριμμένην τὴν λέξιν, ὥστε τὴν ἐνέρ γειαν τοῦ περί τι πονοῦντος ἀκολουθεῖν τῷ πονοῦντι λέγειν· οὐδὲ γὰρ ἔστι δυνατὸν τὸ ἕτερον τοῦ ἑτέρου διαζεύξαντα καταλαβεῖν ἐφ' ἑαυτοῦ τὸ λειπόμενον, ἀλλ' ὁ τὴν ἐνέργειαν εἰπὼν τὸ κατ' αὐτὴν κινούμενον τῷ λόγῳ συμπεριέλαβε, καὶ ὁ τοῦ ἐνεργοῦντος μνησθεὶς καὶ τὴν ἐνέργειαν πάντως κατὰ τὸ σιωπώμενον αὐτῷ συνεσήμηνε. 1.1.210 Σαφέστερον δὲ διὰ τῶν ὑποδειγμάτων τὸ λεγόμενον ἔσται. χαλκεύειν τινὰ λέγομεν ἢ τεκταίνεσθαι ἢ ἄλλο τι ἐνεργεῖν τῶν τοιούτων. οὐκοῦν τῇ μιᾷ φωνῇ τήν τε ἐρ γασίαν καὶ τὸν μετιόντα τὴν τέχνην κατὰ ταὐτὸν ὁ λόγος παρέστησεν, ὥστε εἰ χωρισθείη τὸ ἕτερον, μὴ ἂν ὑποστῆναι 1.1.211 τὸ λειπόμενον. εἰ οὖν τὰ δύο μετ' ἀλλήλων νοεῖται, αὐτή τε ἡ ἐνέργεια καὶ ὁ κατ' αὐτὴν κινούμενος, πῶς ἐνταῦθα 20ἕπεσθαι20 λέγεται τῇ οὐσίᾳ τῇ πρώτῃ ἡ τὴν δευτέραν οὐ σίαν ἀπεργαζομένη ἐνέργεια, μεσιτεύουσά πως δι' ἑαυτῆς ἀμφοτέραις καὶ οὔτε τῇ πρώτῃ κατὰ τὴν φύσιν συμβαίνουσα οὔτε πρὸς τὴν δευτέραν συναπτομένη; τῆς μὲν γὰρ κεχώ ρισται τῷ μὴ φύσις εἶναι, ἀλλὰ φύσεως κίνησις, τῇ δὲ μεθ' ἑαυτὴν οὐ συμβαίνει, ὅτι οὐ ψιλὴν ἐνέργειαν, ἀλλ' ἐν εργὸν οὐσίαν δι' ἑαυτῆς ὑπεστήσατο. 1.1.212 Εἶτα κἀκεῖνο τούτοις προσεξετάσωμεν. 20ἔργον20 ὀνο μάζει τῆς οὐσίας τὴν οὐσίαν, τὴν μὲν δευτέραν τῆς πρώτης, τῆς δὲ δευτέρας πάλιν τὴν τρίτην, τίνι τρόπῳ προαπο δείξας τὸν λόγον; τίσι κατασκευαῖς εἰς τοῦτο χρησάμενος; ἐκ ποίας μεθόδου τὸ δεῖν ἐνεργείᾳ τῆς προαγούσης τὴν 1.1.213 ἐφεξῆς εἶναι πιστεύειν συναναγκάσας; εἰ μὲν γὰρ ἐκ τῶν λοιπῶν τῶν ἐν τῇ κτίσει θεωρουμένων ἔδει καὶ περὶ τούτων ἀναλογίσασθαι, εἶχε μὲν οὐδ' οὕτω καλῶς ἐκ τῶν κατω τέρων καὶ περὶ τῶν ὑπερκειμένων στοχάσασθαι, πλὴν ἀλλ' εἶχέ τι συγγνωστὸν ἴσως ὁ λόγος, διὰ τῶν φαινομένων ἐν τοῖς ἀκαταλήπτοις πλανώμενος. νυνὶ δὲ τίς τοῦτο λέγειν ἐπιχειρήσει, ὅτι οὐρανὸς μὲν ἔργον θεοῦ οὐρανοῦ δὲ ἥλιος καὶ ἡλίου σελήνη καὶ ταύτης ἀστέρες κἀκείνων ἄλλο τι τῶν ἐν τῇ κτίσει; ἑνὸς γὰρ ἔργα τὰ πάντα, ἐπειδὴ Εἷς 1.1.214 θεὸς καὶ πατὴρ πάντων, ἐξ οὗ τὰ πάντα. εἰ δέ τι καὶ δι' ἀλλήλων γίνεται ὥσπερ ἡ τῶν ζῴων γένεσις, οὐδὲ τοῦτο ἕτερον ἐξ ἑτέρου γίνεται, διαμενούσης ἐν τοῖς ἐπιγινομένοις τῆς φύσεως. πῶς οὖν ἐπ' οὐδενὸς τῶν ἐν τῇ κτίσει θεω ρουμένων ἔχων τὸ τοιοῦτον εἰπεῖν ἐπὶ τῆς ὑπερκειμένης οὐσίας τοῦτο κατασκευάζει, τὸ 20ἔργον20 εἶναι τὴν δευτέραν 1.1.215 τῆς πρώτης καὶ ταύτης τὴν ἐφεξῆς; εἰ δὲ τὴν ζῳώδη γένεσιν ἐννοήσας ἐντεῦθεν ἐφαντάσθη καὶ περὶ τῆς ἀκη ράτου φύσεως ὁμοιότροπόν τι λογίσασθαι, ὥστε ἔργον νοη θῆναι τὸ ἐφεξῆς τοῦ προάγοντος, οὐδ' ἐν τούτῳ τὸ ἀκό λουθον διασῴζει τοῦ λόγου. τὰ γὰρ ἐξ ἑτέρων γινόμενα ὁμοιογενῆ πάντως ἐστὶ τοῖς ἐξ ὧν γίνεται· ὁ δὲ τὸ ξένον τε καὶ ἀλλόφυλον τοῖς δι' ἀλλήλων γεγενημένοις προσμαρ τυρεῖ, ἵνα δείξῃ τὴν περιουσίαν τοῦ ψεύδους, ὥς τις περι δέξιος ἀγωνιστὴς διπλῇ τῇ χειρὶ βάλλειν ἐπιχειρῶν τὴν 1.1.216 ἀλήθειαν. ἵνα γὰρ τὸ ὑφειμένον καὶ τὸ κατὰ τὴν φυσικὴν ἀξίαν ἠλαττωμένον τοῦ υἱοῦ καὶ τοῦ πνεύματος ἐπιδείξῃ, ἕτερον ἐξ ἑτέρου γενόμενον λέγει· ὡς δὲ μήποτε εἰς οἰκειό τητος ἔννοιαν ἐκ τοῦ τοιούτου τρόπου τῆς ὑπάρξεως ἔλ θοιεν οἱ τὴν ἐξ ἀλλήλων γένεσιν μεμαθηκότες, καὶ αὐτῷ μάχεται τῷ τῆς φύσεως λόγῳ, καὶ ἕτερον ἐξ ἑτέρου γε νέσθαι λέγων καὶ νόθον τὸν γεγεννημένον ὡς πρὸς τὴν τοῦ γεγεννηκότος φύσιν ἀποφαινόμενος. 1.1.217 Ὃ δέ μοι δοκεῖ πρὸ τούτων ἄν τις εἰκότως μέμψασθαι, τοῦτό ἐστιν. εἰ μὲν τῶν πολλῶν τις ἦν ἐν ἀπειρίᾳ τοῦ λέγειν ἀτριβὴς τῶν τοιούτων κατασκευῶν καὶ ἀγύμναστος, ἔπειτα τὸ παραστὰν αὐτῷ κατὰ τὸ συμβὰν ἀπεφαίνετο, συγγνωστὸς ἂν ἦν ἴσως ταῖς νενομισμέναις περὶ τούτων ἐφόδοις εἰς τὴν τῶν δογμάτων κατασκευὴν μὴ συγχρώμενος. 1.1.218 ἐπεὶ δὲ τοσοῦτον αὐτῷ περίεστι τῆς ἐν τούτῳ δυνάμεως, ὥστε καὶ εἰς τὰ ὑπερέκεινα τῆς φύσεως ἡμῶν διὰ τῆς καταληπτικῆς ἐφόδου ὑπερεκτείνεσθαι, πῶς ἠγνόησε τὴν ἀρχήν, δι' ἧς παντὸς κεκρυμμένου πράγματος ἐν ταῖς λογι 1.1.219 καῖς ταύταις ἐπιχειρήσεσιν ἡ κατάληψις γίνεται; τίς γὰρ οὐκ οἶδεν ὅτι πᾶς λόγος ἐκ τῶν φανερῶν τε καὶ πᾶσιν ἐγνωσμένων τὰς ἀρχὰς λαμβάνων τοῖς ἀμφισβητουμένοις δι' αὐτοῦ ἐπάγει τὴν πίστιν, καὶ οὐκ ἂν ἑτέρως τι καταληφθείη τῶν κεκρυμμένων, μὴ τῶν ὁμολογουμένων ἡμᾶς πρὸς τὴν τῶν ἀδήλων σύνεσιν χειραγωγούντων; εἰ δὲ τὰ ἐν ἀρχαῖς λόγων πρὸς τὴν τῶν ἀγνοουμένων φανέρωσιν λαμβανόμενα ταῖς τῶν πολλῶν ὑπολήψεσι μάχοιτο, σχολῇ γ' ἂν διὰ τούτων φανερωθείη τὸ ἀγνοούμενον. 1.1.220 Οὐκοῦν ἡ πᾶσα μάχη καὶ ἀμφιβολία τοῦ δόγματος τοῖς ἐκκλησιαστικοῖς πρὸς τοὺς Ἀνομοίους ἐστὶ περί [τε] τοῦ δεῖν ἢ κτιστὸν νοεῖν τὸν υἱὸν καὶ τὸ πνεῦμα κατὰ τὸν λόγον τῶν ἐναντίων ἢ τῆς ἀκτίστου φύσεως, καθὼς ἡ ἐκκλησία πεπίστευκεν. οὗτος τοίνυν αὐτὸ τὸ παρὰ πάντων ἀντιλεγό μενον ὡς ὁμολογούμενον ἀποφαίνεται, καὶ οὐδεμίαν ἀπό δειξιν ἐξευρὼν τοῦ 20ἔργον20 εἶναι τῆς προαγούσης οὐσίας τὴν ἐφεξῆς θαρσῶν δογματίζει τὸ οὕτως ἔχειν, οὐκ οἶδα ἐκ 1.1.221 ποίας παιδεύσεως ἢ σοφίας τοῦτο θαρσήσας. εἰ γὰρ πάσης κατασκευῆς καὶ ἀποδείξεως ἄμαχόν τινα καὶ ἀναμφίβολον προηγεῖσθαι χρὴ τὴν ὁμολογίαν, ὥστε τῷ προκατειλημμένῳ τὸ ἀγνοούμενον ταῖς διὰ μέσου κατασκευαῖς οἰκείως προσ αγόμενον ἀποδείκνυσθαι, ὁ τὸ ζητούμενον ἔτι εἰς κατα σκευὴν ἑτέρων προτείνων οὐδὲν ἕτερον ἢ δι' ἀγνοίας ἄγνοιαν καὶ δι' ἀπάτης ἀπάτην κατασκευάζει. τοῦτό ἐστι τὸ τυφλοῦ τυφλὸν ὁδηγὸν ποιεῖσθαι, καθώς φησί που τὸ εὐαγγέλιον. 1.1.222 ὄντως γὰρ τυφλῷ καὶ κενεμβατοῦντι τῷ λόγῳ τῷ 20κτίσμα καὶ ποίημα20 τὸν πάντων κτίστην καὶ δημιουργὸν εἶναι λέγοντι ἕτερον τυφλὸν λόγον παραζευγνύουσι, τὸ ἀλλότριον τῇ φύσει καὶ κατὰ τὴν οὐσίαν ἀνόμοιον καὶ πάντη τῆς φυ σικῆς οἰκειότητος ἀμέτοχον εἶναι τοῦ πατρὸς τὸν υἱόν. ἀλλ' οὔπω μὲν περὶ τούτων· ἐν οἷς γὰρ γυμνότερον ἐκκα λύπτει [τῷ λόγῳ] τὸ ἀσεβὲς τοῦ φρονήματος, ἐν τούτοις εὔκαιρόν ἐστι καὶ ἡμᾶς ὑπερθέσθαι τῆς ἀσεβείας τὸν ἔλεγ χον· νυνὶ δὲ ἡμῖν πρὸς τὴν ἀκολουθίαν τῶν παρ' ἐκείνου ῥηθέντων ἐπανιτέον. 1.1.223 20Πάλιν δ' αὖ ἑκάστης τούτων οὐσίας εἰλικρινῶς ἁπλῆς καὶ πάντη μιᾶς οὔσης τε καὶ νοουμένης κατὰ τὴν ἰδίαν ἀξίαν, συμπεριγραφομένων δὲ τοῖς ἔργοις τῶν ἐνεργειῶν, καὶ τῶν ἔργων ταῖς τῶν ἐργασαμένων ἐνεργείαις παραμετρουμένων, ἀνάγ κη δήπου πᾶσα καὶ τὰς ἑκάστῃ τῶν οὐσιῶν ἑπο μένας ἐνεργείας ἐλάττους τε καὶ μείζους εἶναι, καὶ τὰς μὲν πρώτην, τὰς δὲ δευτέραν τάξιν ἐπέχειν20. 1.1.224 ἡ μὲν διάνοια διὰ πάντων τῶν εἰρημένων, κἂν ἐν πλήθει ῥημάτων [ὁ λόγος] αὐτῷ συμπεραίνηται, μία ἐστί, τὸ κατα σκευάσαι μηδεμίαν συνάφειαν εἶναι τῷ πατρὶ πρὸς τὸν υἱὸν ἢ πρὸς τὸν υἱὸν πάλιν τῷ πνεύματι, ἀλλ' ἀπεσχίσθαι τὰς οὐσίας ἀπ' ἀλλήλων εἰς ἀπεξενωμένην τινὰ φύσιν καὶ ἀσύμ φυλον ἀλλοτριότητα διασπωμένας, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ πηλικότητι καὶ ἀξιωμάτων ὑφέσει διαφερούσας, ὥστε 20τὰς μὲν μείζους20, καθὼς αὐτός φησι, 20τὰς δὲ μικρο τέρας νοεῖσθαι20 καὶ κατὰ τὰ λοιπὰ πάντα τὴν παρ αλλαγὴν ἔχειν. 1.1.225 Ἡμεῖς δὲ κἂν περιττὸν τοῖς πολλοῖς εἶναι δοκῇ τὸ τοῖς προδήλοις ἐνδιατρίβειν καὶ τὰ καθ' ἕκαστον διελέγχειν πειρᾶσθαι, ὅσα παρὰ τοῖς πολλοῖς αὐτόθεν ψευδῆ καὶ βδε λυκτὰ καὶ οὐδεμίαν ἰσχὺν ἔχειν νομίζεται, ὅμως ὑπὲρ τοῦ μὴ δοκεῖν δι' ἀπορίαν ἐλέγχων ἀνεξέταστόν τι παρορᾶν τῶν παρ' ἐκείνου ῥηθέντων, κατὰ δύναμιν καὶ τούτοις ἐπελευ σόμεθα. 20ἑκάστην φησὶ τούτων οὐσίαν εἰλικρινῶς ἁπλῆν καὶ πάντη μίαν εἶναί τε καὶ νοεῖσθαι κατὰ τὴν ἰδίαν ἀξίαν20. πάλιν ἐνταῦθα ὡς ὁμολογούμενα τὰ ἀμφι βαλλόμενα προτεινόμενος οἴεταί τι λέγειν, ἀντὶ πάσης ἀποδείξεως ἐξαρκεῖν νομίζων τὸ αὐτὸς ἀποφήνασθαι. τρεῖς οὐσίας φησί· τοῦτο γὰρ ἐνδείκνυται τῷ εἰπεῖν 20ἑκάστης τούτων οὐσίας20. οὐδὲ γὰρ ἂν οὕτως εἶπεν, εἰ μίαν ᾤετο. 1.1.226 Εἰ μὲν οὖν οὕτω λέγει τὴν τῶν οὐσιῶν πρὸς ἀλλήλας διαφοράν, ὡς μὴ δοκεῖν τῇ ἀσεβείᾳ τοῦ Σαβελλίου συμφέ ρεσθαι ἑνὶ τῷ ὑποκειμένῳ τρεῖς ἐφαρμόζοντος προσηγορίας, καὶ ἡμεῖς συντιθέμεθα καὶ οὐδεὶς τῶν εὐσεβούντων ἀντι λέγει τῷ δόγματι, πλὴν ὅσον μόνοις τοῖς ὀνόμασι καὶ τῇ προφορᾷ τοῦ λόγου πλημμελεῖν δοκεῖ, "1οὐσίας"2 ἀντὶ "1ὑπο 1.1.227 στάσεων"2 ὀνομάζων. οὐ γὰρ ὅσα τὸν τῆς οὐσίας λόγον τὸν αὐτὸν ἔχει, ὁμοίως καὶ ἐπὶ τῇ ὑποστάσει τῇ ἀποδόσει τοῦ λόγου συνενεχθήσεται. Πέτρος γὰρ καὶ Ἰάκωβος καὶ Ἰωάννης ἐν μὲν τῷ λόγῳ τῆς οὐσίας οἱ αὐτοὶ ἦσαν ἀλλή λοις (ἄνθρωπος γὰρ τούτων ἕκαστος), ἐν δὲ τοῖς ἰδιώμασι τῆς ἑκάστου αὐτῶν ὑποστάσεως ἀλλήλοις οὐ συνεφέροντο. 1.1.228 οὐκοῦν εἰ μὲν τοῦτο κατεσκεύαζε, τὸ μὴ δεῖν φύρειν τὰς ὑποστάσεις καὶ ἑνὶ προσώπῳ τὰς τρεῖς ἐφαρμόζειν προση γορίας, πιστὸς ἂν ἦν κατὰ τὴν τοῦ ἀποστόλου μαρτυρίαν ὁ λόγος αὐτῷ καὶ πάσης ἀποδοχῆς ἄξιος. ἐπεὶ δὲ οὐ πρὸς τοῦτο βλέπει οὐδὲ τὰς ὑποστάσεις ἀπ' ἀλλήλων τοῖς ἐπιθεωρουμένοις ἰδιώμασι διακρίνων ταῦτά φησιν, ἀλλ' αὐ τὴν τὴν ὑποκειμένην οὐσίαν ἀλλοτρίως πρὸς τὴν ἑτέραν, μᾶλλον δὲ πρὸς ἑαυτὴν ἔχειν κατασκευάζει καὶ διὰ τοῦτο πολλὰς οὐσίας ὀνομάζει, ὡς ἑκάστης ἰδιάζουσαν ἐχούσης τινὰ τὴν πρὸς τὰς ἄλλας ἀλλοτριότητα, διὰ τοῦτό φημι ἄναρχον αὐτῷ καὶ ἀκέφαλον εἶναι τὸν λόγον, ἀπὸ οὐδενὸς ὁμολογουμένου κατὰ τὸ ἀκόλουθον τὴν βλασφημίαν κατα 1.1.229 σκευάζοντα. οὐ γὰρ ὅπως ἄν τις προσαχθείη τῇ τοιαύτῃ τοῦ δόγματος ὑπολήψει τὴν κατασκευὴν ἔχει, ἀλλ' ὥσπερ ἐπ' ὀνείρου διηγήσεως ψιλὴν καὶ ἀκατάσκευον ἐμπεριέχει τῆς ἀσεβείας τὴν ἔκθεσιν. τῆς γὰρ ἐκκλησίας δογματι ζούσης μὴ εἰς πλῆθος οὐσιῶν διασχίζειν τὴν πίστιν, ἀλλ' ἐν τρισὶ προσώποις καὶ ὑποστάσεσι μηδεμίαν τὴν κατὰ τὸ εἶναι διαφορὰν πιστεύειν, τῶν δὲ ἐναντίων ἐν αὐταῖς ταῖς οὐσίαις τὴν παραλλαγὴν καὶ τὴν ἀνομοιότητα τιθεμένων, οὗτος τὸ μηδενὶ λόγῳ μήτε δειχθὲν μήτε δειχθῆναι δυνά μενον ὡς προκατεσκευασμένον θαρσῶν ἀποφαίνεται, τάχα 1.1.230 οὐδέπω καὶ νῦν εἰς ἀκουόντων ὦτα λαλήσας. ἦ γὰρ ἂν ἐδιδάχθη παρὰ τῶν συνετῶς ἀκροωμένων ὅτι πᾶς λόγος, ἕως ἂν κατ' ἐξουσίαν ἀναπόδεικτος φέρηται, τὸ λεγόμενον γραῶν ὕθλος ἐστὶν οὐδεμίαν ἰσχὺν ἔχων πρὸς τὸ δεῖξαι δι' ἑαυτοῦ τὸ ζητούμενον, ὅταν μηδεμία συνηγορία μήτε ἐκ τῶν θείων φωνῶν μήτε ἐκ λογισμῶν ἀνθρωπίνων τοῖς λεγομένοις ἐπάγηται. καὶ ταῦτα μὲν εἰς τοσοῦτον. 1.1.231 Ἡμεῖς δὲ τὰ εἰρημένα διασκεψώμεθα. 20ἁπλῆν εἶναι καὶ πάντη μίαν20 φησὶ 20τούτων ἑκάστην τῶν οὐ σιῶν20, ἃς τῷ λόγῳ ἀνετυπώσατο. ἀλλὰ τὸ μὲν ἁπλῆν εἶναι τὴν θείαν τε καὶ μακαρίαν καὶ πάντα νοῦν ὑπεραίρουσαν φύσιν οὐδὲ τοὺς ἄγαν κτηνώδεις καὶ ταπεινοὺς τὴν διάνοιαν ἀντιλέγειν οἰόμεθα. τὴν γὰρ ἀειδῆ τε καὶ ἀσχημάτιστον πηλικότητός τε πάσης καὶ τῆς ἐν τῷ μεγέθει ποσότητος κεχωρισμένην πῶς ἄν τις πολυειδῆ καὶ σύνθετον ὑπολάβοι; 1.1.232 ὅτι δὲ οὐ συμβαίνει τῷ παρ' αὐτῶν κατασκευαζομένῳ δόγ ματι τὸ ἁπλῆν εἶναι τὴν ὑπερκειμένην οὐσίαν οἴεσθαι, κἂν τῷ λόγῳ χαριεντίζωνται, φανερὸν ἔσται τῷ καὶ μικρὸν ἐπι στήσαντι. τίς γὰρ οὐκ οἶδεν ὅτι κατὰ τὸν ἴδιον λόγον ἡ ἁπλότης ἐπὶ τῆς ἁγίας τριάδος τὸ μᾶλλόν τε καὶ ἧττον οὐκ ἐπιδέχεται; περὶ ἣν γὰρ οὐκ ἔστι μίξιν τινὰ ποιοτήτων καὶ συνδρομὴν ἐννοῆσαι, ἀλλ' ἀμερῆ τινα καὶ ἀσύνθετον δύνα μιν καταλαμβάνει ἡ ἔννοια, πῶς ἄν τις καὶ κατὰ τίνα λόγον τὴν παρὰ τὸ πλέον καὶ τὸ ἔλαττον διαφορὰν καταμάθοι; 1.1.233 ἀνάγκη γὰρ πᾶσα τὸν παρηλλάχθαι ταῦτα διοριζόμενον ποιοτήτων τινῶν ἐμπτώσεις περὶ τὸ ὑποκείμενον ἐννοεῖν· ἤτοι γὰρ καθ' ὑπερβολὴν καὶ ἐλάττωσιν τὸ διάφορον ἐν τούτοις ἐπινοεῖ καὶ διὰ τούτου τὴν τῆς πηλικότητος ἔννοιαν ἐπεισάγει τῷ ζητουμένῳ, ἢ κατὰ τὸ ἀγαθὸν καὶ δυνατὸν καὶ σοφὸν καὶ εἴ τι ἄλλο περὶ τὸ θεῖον εὐσεβῶς νοεῖται πλεονάζειν ἢ ὑποβεβηκέναι κατασκευάζει· καὶ οὕτω τὸν τῆς 1.1.234 συνθέσεως λόγον οὐ διαφεύξεται. οὐδὲν γὰρ ἐλλιπῶς κατὰ σοφίαν ἢ δύναμιν ἢ κατ' ἄλλο τι τῶν ἀγαθῶν ἔχει ᾧ μὴ ἐπίκτητόν ἐστι τὸ ἀγαθόν, ἀλλ' αὐτὸ καθό ἐστι τοιοῦτον πέφυκεν· ὥστε ὁ λέγων ἐλάττους τε καὶ μείζους ἐν τῇ θείᾳ φύσει καταλαμβάνειν τὰς οὐσίας λέληθεν ἑαυτὸν σύν θετον ἐξ ἀνομοίων κατασκευάζων τὸ θεῖον, ὡς ἄλλο μέν τι νοεῖν εἶναι τὸ ὑποκείμενον, ἕτερον δὲ πάλιν τὸ μετεχό μενον, οὗ κατὰ μετουσίαν ἐν τῷ ἀγαθῷ γίνεσθαι τὸ μὴ 1.1.235 τοιοῦτον ὄν. εἰ δὲ ἀληθῶς 20ἁπλῆν καὶ πάντη μίαν20 ἐνενόει τὴν οὐσίαν, αὐτὸ ὅπερ ἐστὶν ἀγαθὸν οὖσαν, οὐ γινο μένην ἐξ ἐπικτήσεως, οὐκ ἂν τὸ μεῖζον καὶ τὸ ἔλαττον περὶ αὐτὴν ἐλογίζετο. εἴρητο γὰρ καὶ ἐν τοῖς ἔμπροσθεν, ὅτι μόνῃ τῇ τοῦ κακοῦ παρουσίᾳ τὰ ἀγαθὰ κατασμικρύ 1.1.236 νεται. ἐφ' ὧν δὲ ἡ φύσις ἀνεπίδεκτός ἐστι τοῦ χείρονος, ὅρος οὐκ ἐπινοεῖται τῆς ἀγαθότητος· τὸ δὲ ἀόριστον οὐ τῇ πρὸς ἕτερον σχέσει τοιοῦτόν ἐστιν, ἀλλ' αὐτὸ καθ' ἑαυτὸ νοούμενον ἐκφεύγει τὸν ὅρον. ἄπειρον δὲ ἀπείρου πλέον καὶ ἔλαττον λέγειν οὐκ οἶδα πῶς ὁ λελογισμένος συνθή 1.1.237 σεται. ὥστε εἰ 20ἁπλῆν20 ὁμολογεῖ τὴν ὑπερκειμένην οὐσίαν καὶ οἰκείως ἔχειν αὐτὴν πρὸς ἑαυτήν, συντιθέσθω τῇ κατὰ τὸ ἁπλοῦν καὶ ἄπειρον κοινωνίᾳ συναπτομένην. εἰ δὲ διΐ στησι καὶ ἀποξενοῖ τὰς οὐσίας ἀπ' ἀλλήλων, ἄλλην τοῦ μονογενοῦς παρὰ τὸν πατέρα, ἑτέραν δὲ τοῦ πνεύμα τος παρὰ τὴν τοῦ μονογενοῦς ἐννοῶν, καὶ τὸ πλέον καὶ τὸ ἔλαττον ἐπ' αὐτῶν λέγει, μὴ λανθανέτω τῷ μὲν δοκεῖν τὸ ἁπλοῦν χαριζόμενος, τῇ δὲ ἀληθείᾳ κατασκευάζων τὸ σύνθετον. 1.1.238 Πάλιν δὲ τὸν ῥηθέντα παρ' αὐτοῦ λόγον καθεξῆς ἀνα λάβωμεν. 20εἰλικρινῶς20, φησίν, 20ἁπλῆς τῆς οὐσίας καὶ πάντη μιᾶς οὔσης τε καὶ νοουμένης κατὰ τὴν ἰδίαν ἀξίαν20. τί βούλεται τὸ 20κατὰ τὴν ἰδίαν ἀξίαν20; εἰ μὲν γὰρ ἐν κοινότητι τῆς ἀξίας θεωρεῖ τὰς οὐσίας, πε ρισσὴ μὲν καὶ οὕτως ἦν καὶ παρέλκουσα ἡ προσθήκη τοῦ λόγου τοῖς ὁμολογουμένοις ἐνδιατρίβουσα, πλὴν ἀλλ' εἶχέ τι συγγνωστὸν ἴσως ἡ ἀκαιρία τῆς λέξεως, τῆς εὐσεβεστέρας ἐννοίας οὐκ ἀπόβλητον ποιούσης τὸ μάταιον καὶ περιρρέον 1.1.239 τοῦ λόγου. νῦν δὲ οὐ μέχρι τῆς τῶν ῥημάτων αὐτῷ δια μαρτίας ἐστὶν ὁ κίνδυνος (ἦ γὰρ ἂν εὐίατον ἦν τὸ ἀρρώ στημα), ἀλλ' ἔτι τῶν πονηρῶν ἔχεται τεχνασμάτων. 20ἁπλῆν20 γὰρ λέγει τῶν τριῶν οὐσιῶν 20ἑκάστην κατὰ τὴν ἰδίαν ἀξίαν20, ἵνα τοῖς ἐξ ἀρχῆς ῥηθεῖσιν αὐτῷ διορισμοῖς περὶ τῆς πρώτης τε καὶ δευτέρας καὶ τρίτης οὐσίας καὶ ὁ τῆς 1.1.240 ἁπλότητος συγκακουργῆται λόγος. ὥσπερ γὰρ μόνην 20ἀνωτάτω20 καὶ μόνην 20κυρίαν20 τὴν τοῦ πατρὸς προση γόρευσεν οὐσίαν, οὐδὲν τούτων ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύ ματος ὁμολογήσας, οὔτε τὴν ἄνω φωνὴν οὔτε τὴν 20κυριω τάτην20, κατὰ τὸν αὐτὸν λόγον καὶ ἁπλᾶς προσειπὼν τὰς οὐσίας κατὰ τὸ μέτρον τῆς ἐπιθεωρουμένης ἑκάστῃ ἀξίας καὶ τὴν τῆς ἁπλότητος ἔννοιαν ἐφαρμόζειν οἴεται χρῆναι, ὡς τῆς μὲν κυριωτάτης καὶ πρώτης ἐν τῇ ἄκρᾳ καὶ τελείᾳ θεωρουμένης ἁπλότητι, τῆς δὲ δευτέρας ἀναλόγως κατὰ τὸ μέτρον τῆς τῶν πρωτείων ὑφέσεως καὶ τὸν τῆς ἁπλότητος λόγον ὑποστελλούσης, καὶ ἐπὶ τῆς τελευταίας ὡσαύτως το σοῦτον ὑποκαταβαίνει τῆς τελείας ἁπλότητος, ὅσον καὶ ἡ ἀναλογία τοῦ ἀξιώματος ἐπὶ τῶν ἐσχάτων κατασμικρύνεται· 1.1.241 ὡς ἐκ τούτου συμβαίνειν τὴν μὲν τοῦ πατρὸς οὐσίαν ἁπλῆν καθαρῶς ὑπονοεῖσθαι, τὴν δὲ τοῦ υἱοῦ μὴ ἀκριβῶς ἁπλῆν, ἀλλά τι καὶ τῆς συνθέτου φύσεως αὐτῇ παραμεμίχθαι, τοῦ δὲ ἁγίου πνεύματος πλεονάζειν ἐν τῷ συνθέτῳ τὴν φύσιν, τοῦ τῆς ἁπλότητος λόγου κατ' ὀλίγον ἐν τοῖς ἐσχάτοις ἐλαττουμένου. ὥσπερ γὰρ τὸ μὴ τελείως ἀγαθὸν μέρει τινὶ τῆς ἐναντίας ἕξεως μετέχειν ὁμολογεῖται, οὕτως ὃ μὴ παντελῶς ἐστιν ἁπλοῦν, οὐ διαφεύγει τὸ μὴ σύνθετον εἶναι δοκεῖν. 1.1.242 Καὶ ὅτι ταῦτα νοῶν τούτοις τοῖς λόγοις κέχρηται, διὰ τῶν ἐφεξῆς σαφέστερον δείκνυται, δι' ὧν φανερώτερον εἰς χαμαιζήλους τινὰς καὶ ταπεινὰς ὑπολήψεις κατάγει τὴν περὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος ἔννοιαν. 20συμπεριγρα φομένων20, φησί, 20τοῖς ἔργοις τῶν ἐνεργειῶν καὶ τῶν ἔργων ταῖς τῶν ἐργασαμένων ἐνεργείαις παραμετρουμένων, ἀνάγκη δήπου πᾶσα καὶ τὰς ἑκάστῃ τῶν οὐσιῶν ἑπομένας ἐνεργείας ἐλάτ τους τε καὶ μείζους εἶναι, καὶ τὰς μὲν πρώ 1.1.243 την, τὰς δὲ δευτέραν ἐπέχειν τάξιν20. ταῦτα γὰρ εἰ καὶ φιλοπόνως τῇ ὁμίχλῃ τῆς λέξεως συγκαλύψας δυσθή ρατον αὐτῶν τὴν ἔννοιαν εἶναι τοῖς πολλοῖς παρεσκεύασεν, ἀλλ' οὖν ἐκ τῆς ἀκολουθίας τῶν ἐξητασμένων εὐκόλως σα φηνισθήσεται. 20συμπεριγραφομένων20, φησί, 20τοῖς ἔργοις τῶν ἐνεργειῶν. ἔργα20 ὀνομάζει τὸν υἱὸν καὶ τὸ πνεῦμα, 20ἐνεργείας20 δὲ τὰς ἀποτελεστικὰς τούτων δυνάμεις δι' ὧν ἀπειργάσθησαν, ἅσπερ μικρῷ πρόσθεν 20ἕπεσθαί20 φησι 20ταῖς 1.1.244 οὐσίαις20. ἡ δὲ τοῦ 20συμπεριγράφεσθαι20 λέξις δηλοῖ τὸ ἰσοστάσιον τῆς ἀποτελεσθείσης οὐσίας πρὸς τὴν ὑποστήσασαν δύναμιν, μᾶλλον δὲ οὐχὶ δύναμιν, ἀλλὰ δυνάμεως ἐνέργειαν, καθὼς αὐτὸς ὀνομάζει, ἵνα μὴ πάσης τῆς τοῦ ἐνεργοῦντος δυνάμεως ἔργον ᾖ τὸ ἀποτέλεσμα, ἀλλά τινος μερικῆς ἐνεργείας τοσοῦτον ἐκ τῆς πάσης δυνάμεως κινηθείσης, ὅσον σύμμετρον ἔμελλε τῇ ἀπεργασίᾳ τοῦ γινομένου φανήσεσθαι. καὶ πάλιν τὸ αὐτὸ ἐπαναστρέψας φησί· 20καὶ τῶν ἔργων ταῖς τῶν ἐργασαμένων ἐνεργείαις παραμετρου μένων20. 1.1.245 Τούτων δὲ ὁ νοῦς γένοιτ' ἂν ἡμῖν δι' ὑποδείγματος γνωριμώτερος. ὑποθώμεθα γὰρ περὶ ὀργάνου τινὸς τῶν σκυτοτομικῶν εἶναι τὸν λόγον οὕτω· τὸ σμιλίον εἰς κύκλου σχῆμα περιηγμένον ἐὰν ἐπιβληθῇ τινι, ᾧ χρὴ τὸν τοιοῦτον ἐγγενέσθαι τύπον, συμπεριγράφεται τῷ σχήματι τοῦ σιδήρου τὸ δι' αὐτοῦ ἐντεμνόμενον, καὶ τοσοῦτος ὁ ἐν τῇ τομῇ κύκλος δειχθήσεται, ὅσος ὁ ἐν τῷ ὀργάνῳ ἐστί· καὶ πάλιν ὅσῳ διαστήματι περιῆκται τὸ ὄργανον, τοσοῦτον καὶ διὰ 1.1.246 τῆς τομῆς περιγράψει τὸν κύκλον. τοιαύτη τοῦ θεολόγου ἡ ἔννοια περὶ τῆς θείας τοῦ μονογενοῦς ὑποστάσεως. ἐν έργειάν τινα καθάπερ ὄργανον τῇ πρώτῃ οὐσίᾳ παρεπομένην σύμμετρόν φησιν ἑαυτῇ ἔργον πεποιηκέναι τὸν κύριον. οὕτως οἶδε τὸν υἱὸν τοῦ θεοῦ δοξάζειν. τὸν ἐν τῇ δόξῃ τοῦ πατρὸς νῦν δοξαζόμενον καὶ ἐν καιρῷ τῆς κρίσεως ἐκκαλυφθησό μενον, τοῦτόν φησιν 20ἔργον ὄντα τῇ ἐργασαμένῃ αὐ τὸν ἐνεργείᾳ παραμετρεῖσθαι20. τίς τοίνυν ἡ ἐνέρ γεια ἡ τῷ θεῷ μὲν τῶν ὅλων παρεπομένη, πρὸ δὲ τοῦ μονογενοῦς νοουμένη καὶ περιγράφουσα αὐτοῦ τὴν οὐσίαν; 1.1.247 δύναμίς τις οὐσιώδης καθ' ἑαυτὴν ὑφεστῶσα καὶ τὸ δοκοῦν ἐργαζομένη δι' αὐτεξουσίου κινήματος. οὐκοῦν αὕτη πατὴρ τοῦ κυρίου. καὶ τί ἔτι ἐπιθρυλεῖται τῷ ἐπὶ πάντων θεῷ ἡ τοῦ πατρὸς κλῆσις, εἰ μὴ ἐκεῖνος, ἀλλά τις ἐνέργεια τῶν 1.1.248 ἔξωθεν αὐτῷ παρεπομένων τὸν υἱὸν ἀπειργάσατο; πῶς δὲ υἱὸς ὁ υἱός, ὃν δι' ἑτέρου μέν τινος ὑποστῆναι λέγει, καθάπερ δέ τινα τῶν ὑποβολιμαίων (ἵλεως δὲ εἴη τῷ λόγῳ ὁ κύριος) οὕτω τὴν οἰκειότητα τοῦ πατρὸς ὑποδύεσθαι, μόνῃ τῇ προσηγορίᾳ τοῦ υἱοῦ τετιμημένον; πῶς δὲ μετὰ τὸν θεὸν τῶν ὅλων καὶ τὸν κύριον τάξει ὁ τρίτον ἐκ τοῦ πατρὸς τὸν υἱὸν ἀριθμῶν, τῆς μεσιτευούσης ἐνεργείας ἐκεί νης ἐν δευτέρᾳ τάξει μετὰ τὸν ἐπὶ πάντων θεὸν ἀριθμου 1.1.249 μένης; κατὰ δὲ τὴν ἀκολουθίαν ταύτην καὶ τὸ πνεῦμα τὸ 1.1.249 ἅγιον πάντως οὐκέτι ἐν τρίτῃ, ἀλλ' ἐν τῇ πέμπτῃ τάξει καταληφθήσεται, τῆς ἐνεργείας τῆς τῷ μονογενεῖ παρεπο μένης, καθ' ἣν ὑπέστη τὸ πνεῦμα τὸ ἅγιον, ὡς ὁ Εὐνο μίου λόγος, διὰ μέσου πάντως ἀριθμουμένης. 1.1.250 Ἀλλὰ καὶ τὸ πάντα διὰ τοῦ υἱοῦ γεγενῆσθαι λέγειν ἀσύστατον διὰ τούτων ἐπιδειχθήσεται, ἑτέρας τινὸς ὑπο στάσεως πρεσβυτέρας τοῦ μονογενοῦς προαναπλασθείσης ὑπὸ τοῦ καινοῦ θεολόγου, εἰς ἣν εἰκότως ἡ αἰτία τῆς κτίσεως τῶν πάντων ἀνενεχθήσεται, διότι καὶ αὐτοῦ τοῦ μονογενοῦς ἡ κατασκευὴ κατὰ τὸν ἐκείνου λόγον τῆς ἐνεργείας ἐκείνης 1.1.251 ἤρτηται. εἰ δὲ ταῦτα τὰ ἄτοπα φεύγων ἀνυπόστατόν τι πρᾶγμα λέγοι τὴν ἐνέργειαν, ἧς ἀποτέλεσμα τὸν υἱὸν διορί ζεται, πάλιν εἰπάτω πῶς ἕπεται τῷ ὄντι τὸ μὴ ὄν, πῶς δὲ κατεργάζεται τὸν ὑφεστῶτα τὸ μὴ ὑφεστός. εὑρεθήσεται γὰρ διὰ τούτων ἀκολουθοῦντα μὲν τῷ θεῷ τὰ ἀνύπαρκτα, αἴτια δὲ τῶν ὄντων τὰ μὴ ὄντα γινόμενα, καὶ περιγρά φοντα τὴν τῶν ὑφεστώτων φύσιν ἃ τῇ ἑαυτῶν οὐχ ὑφέστηκε φύσει, καὶ ἡ πάσης τῆς κτίσεως ἀποτελεστικὴ καὶ δη μιουργὸς δύναμις τῷ ἀνυπάρκτῳ κατὰ τὸν ἴδιον λόγον περι 1.1.252 ληφθήσεται. τοιαῦτα τοῦ θεολόγου τὰ δόγματα, ὃς τὸν κύριον τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ πάσης τῆς κτίσεως δημιουργόν, τὸν ἐν ἀρχῇ ὄντα λόγον θεοῦ, τὸν δι' οὗ τὰ πάντα τοῦτον ἀνυπάρκτῳ τινὶ καὶ ἀνυποστάτῳ πράγματι ἢ νοήματι ἢ οὐκ οἶδ' ὅπως ὀνομάσαι προσήκει τὴν παρ' αὐτοῦ νῦν ἀναπλασθεῖσαν ἐνέργειαν ὑποστῆναι λέγει καὶ ἐν αὐτῇ περιγεγράφθαι, οἷόν τινι ἑρκίῳ τῇ ἀνυπαρξίᾳ πανταχόθεν διειλημμένον. καὶ οὐ συνίησιν ὁ τὰ ἀθέατα βλέπων, εἰς 1.1.253 οἷον καταστρέφει πέρας ἡ ἀκολουθία τοῦ λόγου. εἰ γὰρ ἀνυπόστατος μὲν ἡ ἐνέργεια τοῦ θεοῦ, ταύτῃ δὲ ἐμπερι γράφεται τὸ ἐκ τῆς ἀνυπαρξίας ἀποτελεσθὲν ἔργον, πάντως ὅτι τοιοῦτόν τι νοηθήσεται τῇ φύσει τὸ ἀποτέλεσμα, οἵα καὶ ἡ τοῦ ὑποστησαμένου τὸ ἔργον φύσις ἀνεπλάσθη τῷ λόγῳ· τὸ γὰρ καὶ ἀποτελεσθὲν ἐκ τῆς ἀνυπαρξίας καὶ ἐμ περιειλημμένον ταύτῃ παντὶ δήπου πρόδηλον, τί νοεῖται, 1.1.254 ὅτι οὐδέν. οὐδὲ γὰρ ἔχει φύσιν ὑπὸ τῶν ἐναντίων τὰ ἐν αντία περιέχεσθαι· οὔτε γὰρ ὑπὸ πυρὸς ὕδωρ οὔτε ὑπὸ σκότους φῶς οὔτε ὑπὸ τοῦ μὴ ὄντος τὸ ὄν. ἀλλὰ ταῦτα μὲν ὑπὸ τῆς περιττευούσης αὐτῷ σοφίας ἢ οὐ συνίησιν ἢ ἑκὼν ἀμβλυώττει πρὸς τὴν ἀλήθειαν. 1.1.255 Ἐξ ἀνάγκης δέ τινος τὸ ἔλαττον ἐπὶ τῆς τοῦ μονογε νοῦς ὑποστάσεως νοεῖ καὶ πάλιν ἐπίτασίν τινα τῆς ἐλαττώ σεως παρὰ τὸν υἱὸν ἐνθεωρεῖν τῷ ἁγίῳ πνεύματι κατα σκευάζει, οὕτω λέγων τοῖς ῥήμασιν· 20ἀνάγκη πᾶσα τὰς ἑκάστῃ τῶν οὐσιῶν ἑπομένας ἐνεργείας ἐλάτ 1.1.256 τους τε καὶ μείζους εἶναι20. τὴν μὲν οὖν ἀνάγκην τὴν ταῦτα ἐν τῇ θείᾳ φύσει βιαζομένην καὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον διακληροῦσαν οὔτε παρ' αὐτοῦ μεμαθήκαμεν οὔτε ἀφ' ἡμῶν αὐτῶν συνεῖναι μέχρι τοῦ νῦν δεδυνήμεθα. τέως γὰρ παρὰ πᾶσι κρατεῖ τὸ δόγμα τοῖς τὸν ἰδιωτισμὸν καταδεχομένοις τοῦ ἁπλουστέρου κηρύγματος, ὅτι οὐδεμία τις Ἀνάγκη τῆς θείας ὑπέρκειται φύσεως, ἣ πρὸς τὸ ἔλαττον κάμπτει καὶ βιάζεται καθάπερ τινὰ τῶν ἀργυρω 1.1.257 νήτων τὸν μονογενῆ. ἀλλὰ τοῦτο παρεὶς καίτοι οὐ μικρᾶς ζητήσεως ἄξιον ὂν μόνον τὸ δεῖν ἔλαττον νοεῖν δογματίζει. καὶ μὴν οὐκ εἰς τοῦτο μόνον ἡ ἀνάγκη τὸν λόγον καθί στησιν, ἀλλά τι καὶ πλέον εἰς βλασφημίαν κατασκευάζει, καθὼς ἤδη μερικῶς προεξήτασται. εἰ γὰρ μὴ ἐκ πατρὸς ὁ υἱός, ἀλλ' ἔκ τινος ἀνυποστάτου ἐνεργείας ἀνεφύη, οὐκ ἐλάττων μόνον τοῦ πατρὸς νοηθήσεται, ἀλλὰ τὸ παράπαν 1.1.258 ἰουδαΐζειν ἀνάγκη τῷ δόγματι. τὸ γὰρ τοῦ μὴ ὄντος ἀποτέ λεσμα οὐχὶ μικρὸν ἡ τῆς ἀνάγκης ταύτης ἀκολουθία δεί κνυσιν, ἀλλ' ὅπερ οὐδὲ κατηγοροῦντι λέγειν ἀκίνδυνον. ὥσπερ γὰρ ἀναγκαίως ὁμολογεῖται εἶναι τὸ ἐκ τοῦ ὄντος ἔχον τὴν γέννησιν, οὕτως τὸ ἔμπαλιν ἐξ ἀνάγκης ὁμολογη θήσεται <μὴ εἶναι> τὸ ἐκ τοῦ μὴ ὄντος ἀναφυόμενον. ὅταν γὰρ αὐτό τι μὴ ᾖ, πῶς ἕτερον ἐξ αὑτοῦ ὑποστήσει; 1.1.259 Εἰ οὖν οὐκ ἔστιν ἐν ἰδίᾳ οὐσίᾳ ἡ τῷ θεῷ μὲν παρεπο μένη ἐνέργεια, τὸν δὲ υἱὸν ἐργαζομένη, τίς οὕτω τυφλός, ὡς μὴ συνιδεῖν τὴν τῆς βλασφημίας κατασκευήν, ὅτι πρὸς τὴν αὐτοῦ τοῦ σωτῆρος ἡμῶν ἄρνησιν ὁ σκοπὸς αὐτῶν βλέπει; καὶ εἰ τοῦ υἱοῦ τὴν ὑπόστασιν ἡ τοῦ δόγ ματος αὐτῶν ἀκολουθία ὑποκλέπτει τῆς πίστεως, οὐδὲν αὐτῷ πλὴν ψιλοῦ ὀνόματος καταλείπουσα, σχολῇ γ' ἂν εἶναι κατ' ἰδίαν ὑπόστασιν πιστευθείη τὸ πνεῦμα τὸ ἅγιον τὸ διὰ τῆς τῶν ἀνυπάρκτων ἀκολουθίας γενεαλογούμενον. 1.1.260 ὅταν γὰρ μὴ ὑπάρχῃ μὲν κατ' οὐσίαν ἡ παρεπομένη τῷ θεῷ ἐνέργεια, ἀνύπαρκτον δὲ τὸ ταύτης ἀποτέλεσμα κατα λαμβάνῃ ἐξ ἀνάγκης ὁ λόγος, τούτῳ δὲ πάλιν ἄλλη τις ἐνεργείας ἀνυπαρξία παρέπηται, εἶτα διὰ τούτου γεγενῆσθαι τὸ πνεῦμα κατασκευάζηται, πῶς οὐκ εὔδηλος πᾶσιν ἡ βλασφημία, ὅτι μετὰ τὸν ἀγεννήτως ὄντα θεὸν οὐδὲν ἀλη θῶς ὑφεστάναι κατασκευάζουσι, διὰ σκιωδῶν τινων καὶ ἀνυπ άρκτων ἀναπλασμῶν προϊόντος αὐτῶν τοῦ δόγματος καὶ οὐδενὶ τῶν κατ' ἀλήθειαν ὑφεστώτων ἐπερειδομένου. 1.1.261 Ἀλλ' ἡ μὲν κατασκευὴ τῶν τὰ τοιαῦτα δογματιζόν των εἰς τοιαύτην ἀτοπίαν ἐκβάλλει τὸν λόγον. διδόσθω δὲ καθ' ὑπόθεσιν μὴ οὕτως ἔχειν. καὶ γὰρ ὁμολογοῦσι δῆθεν καὶ τῷ λόγῳ φιλανθρωπεύονται συγχωροῦντες <τὸ> εἶναι τῷ τε μονογενεῖ υἱῷ καὶ τῷ πνεύματι τῷ 1.1.262 ἁγίῳ κατ' ἰδίαν ὑπόστασιν. ἀλλ' εἰ μὲν ὁμολογοῦντες ταῦτα καὶ τὰς εὐσεβεῖς περὶ αὐτῶν ὑπολήψεις συνωμολόγουν, οὐδ' ἂν ἐμάχοντο πάντως πρὸς τὸ δόγμα τῆς ἐκκλησίας οὐδὲ τῆς κοινῆς ἐλπίδος τῶν Χριστιανῶν ἀπεσχίζοντο· εἰ δὲ καθάπερ ὕλην τινὰ καὶ ἀφορμὴν βλασφημίας ἑαυτοῖς ὑποβάλλοντες διὰ τοῦτο τῷ υἱῷ καὶ τῷ πνεύματι τὸ εἶναι χαρίζονται, τάχα, κἂν τολμηρὸν εἰπεῖν ᾖ, λυσιτελέστερον ἦν αὐτοῖς αὐτομολῆσαι πρὸς τὴν τῶν Ἰουδαίων λατρείαν ἐξομοσαμένοις τὴν πίστιν, ἢ καθυβρίζειν διὰ τῆς δοκούσης 1.1.263 ὁμολογίας τῶν Χριστιανῶν τὴν προσηγορίαν. ἐκεῖνοι μὲν γὰρ ἀπαράδεκτοι τοῦ λόγου μέχρι τοῦ νῦν διαμείναντες τοσοῦτον ἀσεβοῦσι μόνον, ὅσον τὸν ἐλθόντα Χριστὸν μὴ ὁμολογεῖν, ἀλλ' ἐλπίζειν ἐλεύσεσθαι· πονηρὰν δέ τινα καὶ καθαιρετικὴν ἔννοιαν τῆς τοῦ προσδοκωμένου παρ' αὐτοῖς 1.1.264 δόξης οὐδεμίαν ἔστι λεγόντων ἀκούειν. οἱ δὲ τῆς νέας περιτομῆς, μᾶλλον δὲ τῆς, καθώς φησιν ὁ ἀπόστολος, κατατομῆς, ἐληλυθέναι μὲν οὐκ ἀρνοῦνται τὸν προσδοκώ μενον, μιμοῦνται δὲ τοὺς τὴν κατὰ σάρκα τοῦ κυρίου παρ ουσίαν δι' ἀπιστίας καὶ ὕβρεως ἀτιμάζοντας. ἐκεῖνοι λίθοις βαλεῖν ἐπεχείρουν τὸν κύριον, οὗτοι ταῖς βλασφήμοις φωναῖς 1.1.265 τὸν τῆς ἀληθείας λόγον καταλιθάζουσιν. ἐκεῖνοι προέφερον τῆς κατὰ σάρκα γεννήσεως τὸ ταπεινόν τε καὶ ἄδοξον, τὴν θείαν καὶ προαιώνιον οὐ προσιέμενοι γέννησιν· κατὰ ταὐτὰ καὶ οὗτοι τῆς μεγαλοπρεποῦς τε καὶ ὑψηλῆς καὶ ἀρρήτου ἐκ πατρὸς γεννήσεως τὴν ὁμολογίαν ἀρνούμενοι διὰ κτίσεως αὐτὸν ἔχειν τὸ εἶναι κατασκευάζουσιν, ὅθεν καὶ τῇ ἀνθρω 1.1.266 πίνῃ φύσει καὶ πᾶσι τοῖς γεγονόσιν ἐστὶν ἡ γέννησις. ἔγ κλημα τοῖς Ἰουδαίοις ἦν τὸ υἱὸν τοῦ ἐπὶ πάντων θεοῦ θεωρηθῆναι τὸν κύριον. ἀγανακτοῦσι καὶ οὗτοι κατὰ τῶν ἐν ἀληθείᾳ τὴν ὁμολογίαν ταύτην ἐπ' αὐτοῦ ποιουμένων. ἐκεῖνοι τιμᾶν ᾤοντο τὸν θεὸν τῶν ὅλων τῆς πρὸς αὐτὸν ὁμοτιμίας τὸν υἱὸν ἀποκλείοντες. ταῦτα καὶ οὗτοι τῷ ἐπὶ πάντων χαρίζονται, ἐν τῇ καθαιρέσει τῆς τοῦ κυρίου δόξης τῷ πατρὶ τὴν τιμὴν χαριζόμενοι. 1.1.267 Τὰ δὲ ἄλλα πῶς ἄν τις πρὸς ἀξίαν διεξέλθοι, δι' ὅσων καὶ οἵων τὴν κατὰ τοῦ μονογενοῦς ὕβριν ἐνδείκνυνται; ἐνέργειάν τινα προαναπλάσσοντες τῆς τοῦ Χριστοῦ ὑποστά σεως ἐκείνης ἔργον αὐτὸν καὶ ἀποτέλεσμα λέγουσιν, ὅπερ τοῖς Ἰουδαίοις οὔπω μέχρι τοῦ δεῦρο τετόλμηται· εἶτα περιγράφουσι τοῦ κυρίου τὴν φύσιν, ἐντὸς ὅρων τινῶν τῆς ποιησαμένης δυνάμεως αὐτὸν ἀποκλείοντες καὶ οἱονεὶ μέτρῳ τινὶ τῇ ποσότητι τῆς ὑποστησαμένης αὐτὸν ἐνεργείας περι σχοινίζοντες, ὥσπερ χιτῶνί τινι τῇ ἐπινοηθείσῃ παρ' αὐτῶν ἐνεργείᾳ πανταχόθεν περιειργόμενον. ταῦτα κατηγορεῖν τῶν 1.1.268 Ἰουδαίων οὐκ ἔχομεν. εἶτα βραχύτητά τινα τῇ οὐσίᾳ κατ' ἐλάττωσιν ἐνθεωροῦσιν, οὐκ οἶδα τίνι μεθόδῳ τὸν ἄποσόν τε καὶ ἀμεγέθη τῇ ἑαυτῶν ὑπολήψει παραμετρήσαντες καὶ εὑρεῖν δυνηθέντες, πόσον ἐνδεῖ τῷ μεγέθει τοῦ μονογενοῦς θεοῦ πρὸς τὴν τελείωσιν, οὗ μὴ προσόντος ἐν τῷ μικρο τέρῳ τε καὶ ἀτελεῖ θεωρεῖται. καὶ πολλὰ ἕτερα τὰ μὲν ἐκ τοῦ προφανοῦς ὁμολογοῦντες τὰ δὲ κατὰ τὸ λανθάνον κατα σκευάζοντες, ἐμμελέτημα τῆς πονηρίας αὐτῶν τὴν ὁμολο 1.1.269 γίαν τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἐποιήσαντο. πῶς οὖν οὐκ ἐλεεινότεροι τῆς Ἰουδαϊκῆς κατακρίσεως, εἴπερ τὰ μηδέποτε παρ' ἐκείνων τετολμημένα προδήλως οὕτω παρὰ τούτων κατασκευάζεται; ὁ γὰρ ἐλαττῶν τὴν οὐσίαν τοῦ μονογενοῦς καὶ τοῦ ἁγίου πνεύματος, ὡς μὲν ἁπλῶς εἰπεῖν ἢ ἀκοῦσαι, μικρὸν ἀσεβεῖν ἴσως δοκεῖ· εἰ δέ τις ἀκριβῶς τὸν λόγον κατεξετάσειεν, εἰς αὐτὸ τὸ κεφάλαιον βλασφημῶν ἐλεγχθήσεται. οὑτωσὶ δὲ σκοπήσωμεν· καί μοι συγκεχω ρήσθω διδασκαλίας χάριν καὶ σαφηνείας τοῦ παρὰ τῶν ἐναντίων κατασκευαζομένου ψεύδους ἐπὶ τὴν ἔκθεσιν τῶν ἡμετέρων ὑπολήψεων τὸν λόγον προάγοντι. 1.1.270 Πάντων τῶν ὄντων ἡ ἀνωτάτω διαίρεσις εἴς τε τὸ νοητὸν καὶ τὸ αἰσθητὸν τὴν τομὴν ἔχει. καὶ ἡ μὲν αἰσθητὴ φύσις γενικῶς ὑπὸ τοῦ ἀποστόλου ὁρατὴ κατωνόμασται· ἐπειδὴ γὰρ πᾶν σῶμα ἐν χρώματι, τούτου δὲ ἡ ὅρασις τὴν ἀντίληψιν ἔχει, καταλιπὼν τὰς ὑπολοίπους ποιότητας, ὅσαι οὐσιωδῶς συμπεφύκασιν, ἐκ τοῦ προχείρου κατὰ τὴν αἴσθησιν 1.1.271 ὁρατὴν προσηγόρευσε. τῆς δὲ νοητῆς φύσεως πάσης ὄνομα μὲν κοινόν ἐστι, καθώς φησιν ὁ ἀπόστολος, τὸ ἀόρατον· τῇ γὰρ ὑπεξαιρέσει τῆς αἰσθητικῆς καταλήψεως ἐπὶ τὸ ἀσώματόν τε καὶ νοητὸν χειραγωγεῖ τὴν διάνοιαν. ὁ δὲ λόγος εἰς δύο τέμνει καὶ ταύτης τὴν ἔννοιαν. ἡ μὲν γὰρ ἄκτιστος ἡ δὲ κτιστὴ ὑπὸ τῆς ἀκολουθίας καταλαμβά νεται, ἄκτιστος μὲν ἡ ποιητικὴ τῆς κτίσεως, κτιστὴ δὲ ἡ διὰ τῆς ἀκτίστου φύσεως τὴν αἰτίαν καὶ τὴν δύναμιν τοῦ 1.1.272 εἶναι ἔχουσα. ἐν μὲν οὖν τοῖς αἰσθητοῖς ἐστι πάντα, ὅσα διὰ τῶν τοῦ σώματος αἰσθητηρίων καταλαμβάνομεν, ἐφ' ὧν αἱ τῶν ποιοτήτων διαφοραὶ τὸν τοῦ μείζονός τε καὶ ἐλάττονος ἐπιδέχονται λόγον, κατὰ τὸ ποσὸν καὶ τὸ ποιὸν καὶ τὰς λοιπὰς ἰδιότητας τῆς διαφορᾶς ἐν τούτοις θεωρου μένης. 1.1.273 Ἐπὶ δὲ τῆς νοητῆς φύσεως, τῆς ἐν τῇ κτίσει λέγω, ὁ μὲν τοιοῦτος τῆς διαφορᾶς λόγος, οἷος ἐπὶ τῶν αἰσθητῶν κατελήφθη, χώραν οὐκ ἔχει, ἕτερος δέ τις εὑρίσκεται τρόπος τὴν τοῦ μείζονος πρὸς τὸ ἔλαττον διαφορὰν ἐξευρίσκων. 1.1.274 ἐπειδὴ γὰρ παντὸς ἀγαθοῦ πηγὴ καὶ ἀρχὴ καὶ χορηγία ἐν τῇ ἀκτίστῳ θεωρεῖται φύσει, πᾶσα δὲ πρὸς ἐκεῖνο νέ νευκεν ἡ κτίσις, διὰ τῆς κοινωνίας τοῦ πρώτου ἀγαθοῦ τῆς ὑψηλῆς φύσεως ἐφαπτομένη τε καὶ μετέχουσα, ἐξ ἀνάγκης κατὰ τὴν ἀναλογίαν τῆς τῶν ὑψηλῶν μετουσίας τῶν μὲν πλειόνως τῶν δὲ ἐλαττόνως κατὰ τὸ αὐτεξούσιον τῆς προ αιρέσεως μεταλαμβανόντων, τὸ πλέον καὶ τὸ ἧττον ἐν τῇ 1.1.275 κτίσει γνωρίζεται ἀναλόγως τῆς ἑκάστου ὁρμῆς. τῆς γὰρ φύσεως τῆς ἐν τῇ κτίσει νοουμένης ἐν μεθορίῳ τῶν ἀγα θῶν καὶ τῶν ἐναντίων ἑστώσης, ὡς δεκτικὴν ἑκατέρων εἶναι κατ' ἐξουσίαν, τοῖς κατὰ γνώμην προσκλινομένην, καθὼς παρὰ τῆς γραφῆς μεμαθήκαμεν, πρὸς λόγον τῆς τε τῶν χειρόνων ἀποστάσεως καὶ τοῦ προσεγγισμοῦ τῶν καλῶν τὸ πλέον καὶ τὸ ἔλαττον λέγειν ἐν τῷ κατ' ἀρετὴν ὑπερέχοντι 1.1.276 χώραν ἔχει. ἡ δὲ ἄκτιστος φύσις τῆς μὲν τοιαύτης δια φορᾶς πόρρωθεν ἄπεστιν, ἅτε οὐκ ἐπίκτητον ἔχουσα τὸ ἀγαθὸν οὐδὲ κατὰ μετοχὴν ὑπερκειμένου τινὸς καλοῦ τὸ καλὸν ἐν ἑαυτῇ δεχομένη, ἀλλ' αὐτὸ ὅπερ ἐστὶ τῇ φύσει ἀγαθὸν οὖσα καὶ ἀγαθὸν νοουμένη καὶ ἀγαθοῦ πηγὴ ἁπλῆ τε καὶ μονοειδὴς καὶ ἀσύνθετος καὶ ὑπὸ τῶν μαχομένων 1.1.277 ἡμῖν μαρτυρουμένη. διαφορὰν δὲ πρὸς ἑαυτὴν ἔχει τῷ μεγαλείῳ τῆς φύσεως πρέπουσαν, οὐ πρὸς τὸ μεῖζον καὶ ἔλαττον θεωρουμένην, ὡς ὁ Εὐνόμιος οἴεται· ὁ γὰρ τὴν περὶ τοῦ ἀγαθοῦ ἔννοιαν ἐλαττῶν ἔν τινι τῶν ἐν τῇ ἁγίᾳ τριάδι πεπιστευμένων μεμίχθαι τι τῆς ἐναντίας ἕξεως τῷ κατὰ τὸ ἀγαθὸν ὑστερουμένῳ πάντως παρασκευάσει, ὅπερ οὔτε ἐπὶ τοῦ μονογενοῦς οὔτε ἐπὶ τοῦ ἁγίου πνεύματος εὐσεβές ἐστι λογίζεσθαι· ἀλλ' ἐν ἄκρᾳ τῇ τελειότητι καὶ ἐν ἀκαταλήπτῳ τῇ ὑπεροχῇ θεωρουμένη, τοῖς ἐνυπάρχουσιν ἑκάστῃ τῶν ὑποστάσεων ἰδιώμασιν ἀσύγχυτον καὶ διακεκρι μένην τὴν διαφορὰν ἔχει, ἐν μὲν τῇ κατὰ τὸ ἄκτιστον κοι νωνίᾳ τὸ ἀπαράλλακτον ἔχουσα, ἐν δὲ τοῖς ἐξαιρέτοις τῶν ἰδιωμάτων ἑκάστου τὸ ἀκοινώνητον. 1.1.278 Ἡ γὰρ ἐπιθεωρουμένη ἑκάστῃ τῶν ὑποστάσεων ἰδιότης τρανῶς καὶ καθαρῶς τὸ ἕτερον ἀπὸ τοῦ ἑτέρου διΐστησιν. οἷον ὁ πατὴρ ἄκτιστος εἶναι ὁμολογεῖται καὶ ἀγέννητος· οὔτε γὰρ γεγέννηται οὔτε ἔκτισται· τοῦτο οὖν τὸ ἄκτι στον κοινὸν αὐτῷ πρὸς τὸν υἱόν ἐστι καὶ τὸ πνεῦμα τὸ ἅγιον. ἀλλὰ καὶ ἀγέννητος καὶ πατήρ· τοῦτο ἴδιόν τε καὶ ἀκοινώνητον, ὅπερ ἐν οὐδενὶ τῶν ὑπολοίπων κατα 1.1.279 λαμβάνεται. ὁ δὲ υἱὸς κατὰ τὸ ἄκτιστον τῷ πατρὶ καὶ τῷ πνεύματι συναπτόμενος ἐν τῷ υἱὸς καὶ μονογενὴς εἶναί τε καὶ ὀνομάζεσθαι τὸ ἰδιάζον ἔχει, ὅπερ οὔτε τοῦ ἐπὶ πάντων θεοῦ οὔτε τοῦ πνεύματος τοῦ ἁγίου ἐστί. τὸ δὲ πνεῦμα τὸ ἅγιον ἐν τῷ ἀκτίστῳ τῆς φύσεως τὴν κοι νωνίαν ἔχον πρὸς υἱὸν καὶ πατέρα τοῖς ἰδίοις πάλιν γνω ρίσμασιν ἀπ' αὐτῶν διακρίνεται. γνώρισμα γὰρ αὐτοῦ καὶ σημεῖόν ἐστιν ἰδιαίτατον τὸ μηδὲν ἐκείνων εἶναι, ἅπερ 1.1.280 ἰδίως τῷ πατρὶ καὶ τῷ υἱῷ ὁ λόγος ἐνεθεώρησε. τὸ γὰρ μήτε ἀγεννήτως εἶναι μήτε μονογενῶς, εἶναι δὲ ὅλως, τὴν ἐξαίρετον αὐτοῦ ἰδιότητα πρὸς τὰ προειρημένα παρίστησιν. τῷ γὰρ πατρὶ κατὰ τὸ ἄκτιστον συναπτόμενον πάλιν ἀπ' αὐτοῦ τῷ μὴ πατὴρ εἶναι καθάπερ ἐκεῖνος διαχωρίζεται. τῆς δὲ πρὸς τὸν υἱὸν κατὰ τὸ ἄκτιστον συναφείας [καὶ ἐν τῷ τὴν αἰτίαν τῆς ὑπάρξεως ἐκ τοῦ θεοῦ τῶν ὅλων ἔχειν] ἀφίσταται πάλιν τῷ ἰδιάζοντι, ἐν τῷ μήτε μονογενῶς ἐκ τοῦ πατρὸς ὑποστῆναι καὶ ἐν τῷ δι' αὐτοῦ τοῦ υἱοῦ πεφη νέναι. πάλιν δὲ τῆς κτίσεως διὰ τοῦ μονογενοῦς ὑποστάσης, ὡς ἂν μὴ κοινότητά τινα πρὸς ταύτην ἔχειν νομισθῇ τὸ πνεῦμα ἐκ τοῦ διὰ τοῦ υἱοῦ πεφηνέναι, ἐν τῷ ἀτρέπτῳ καὶ ἀναλλοιώτῳ καὶ ἀπροσδεεῖ τῆς ἑτέρωθεν ἀγαθότητος δια 1.1.281 κρίνεται τὸ πνεῦμα ἀπὸ τῆς κτίσεως. τὸ γὰρ ἄτρεπτον ἡ κτίσις ἐν τῇ φύσει οὐκ ἔχει, καθώς φησιν ἡ γραφὴ τοῦ ἑωσφόρου τὴν πτῶσιν διηγουμένη, περὶ οὗ καὶ ὁ κύριος ἀποκαλύπτων τοῖς μαθηταῖς τὰ μυστήρια ἔλεγεν· Ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν πεσόντα ἐκ τοῦ οὐρανοῦ. δι' ὧν δὲ τῆς κτίσεως ἀφίσταται, διὰ τῶν αὐτῶν τούτων πρὸς τὸν πατέρα τε καὶ υἱὸν ἔχει τὴν οἰκειότητα. εἷς γὰρ καὶ ὁ αὐτὸς ἐπὶ τῶν κατὰ φύσιν ἀνεπιδέκτων τοῦ χείρονος ὁ τοῦ ἀτρέπτου καὶ ἀναλλοιώτου λόγος. 1.1.282 Τούτων δὲ ἡμῖν οὕτω προειρημένων καιρὸς ἂν εἴη λοιπὸν καὶ τὸν τῶν ἐναντίων κατεξετάσαι λόγον. 20ἀνάγκη20 φησὶ 20μείζους τε καὶ ἐλάττους τὰς οὐσίας εἶναι20 ἐν τῇ περὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος τεχνολογίᾳ. σκοπήσωμεν τοίνυν κατὰ τίνα διάνοιαν ἐπινοεῖ τῆς τοιαύτης διαφορᾶς τὴν ἀνάγκην, πότερον σωματικῆς τινος γενομένης τῆς πρὸς ἄλληλα τῶν παραμετρουμένων συγκρίσεως ἢ κατὰ τὸ νοητὸν ἐν τῷ κατ' ἀρετὴν ὑπερβάλλοντι καὶ ἐνδέοντι 1.1.283 θεωρουμένης ἢ κατὰ τὴν οὐσίαν αὐτήν. ἀλλ' ἐπὶ μὲν τῆς οὐσίας ἐδείχθη παρὰ τῶν τὰ τοιαῦτα φιλοσοφεῖν εἰδότων μηδεμίαν δύνασθαι διαφορὰν ἐννοῆσαι, ἐάν τις αὐτὴν ψι λώσας καὶ ἀπογυμνώσας τῶν ἐπιθεωρουμένων ποιοτήτων τε καὶ ἰδιωμάτων αὐτὴν ἐφ' ἑαυτῆς ἐξετάζῃ κατὰ τὸν τοῦ εἶναι λόγον. ἐπιτάσει δὲ καὶ ὑφέσει τῆς ἀρετῆς τὴν τοι αύτην διαφορὰν ἐννοεῖν περὶ τοῦ μονογενοῦς καὶ τοῦ πνεύ ματος καὶ διὰ τοῦτο μεταπτωτὴν ἀναγκαίως ἐφ' ἑκάτερα τὴν φύσιν αὐτῶν ὑποτίθεσθαι ὡς δεκτικὴν οὖσαν ἐπ' ἴσης τῶν ἐναντίων καὶ ἐν μεθορίῳ καλοῦ τε καὶ τοῦ ἐναντίου 1.1.284 κειμένην, τῆς ἐσχάτης ἀσεβείας ἐστίν. ἄλλο γάρ τι εἶναι αὐτὴν κατὰ τὸν ἴδιον λόγον καὶ ἄλλο τι γίνεσθαι τῇ μετ ουσίᾳ τοῦ καλοῦ καὶ τοῦ χείρονος ὁ ταῦτα λέγων κατα σκευάσει. οἷον ἐπὶ τοῦ σιδήρου συμβαίνει, ὃς ἐπὶ πλέον μὲν τοῦ πυρὸς καθομιλήσας τὴν ποιότητα τοῦ θερμοῦ ὑπο δύεται, μένων ἐν τῷ σίδηρος εἶναι, εἰ δὲ ἐν χιόνι γένοιτο ἢ κρυστάλλῳ, μεταβάλλει πρὸς τὸ ἐπικρατοῦν τὴν ποιότητα, τὸ ψυχρὸν τῆς χιόνος τοῖς ἰδίοις μορίοις ἀναδεξάμενος. 1.1.285 Ὥσπερ οὖν οὐκ ἐκ τῆς ἐπιθεωρουμένης τῷ σιδήρῳ ποιότητος τὴν ὕλην προσαγορεύομεν (οὐ γὰρ πῦρ αὐτὸν ἢ κρύσταλλον ὀνομάζομεν τὸν ἑνὶ τούτων πεποιωμένον), οὕτως εἰ δοθείη κατὰ τὸν τῶν ἀσεβῶν λόγον ἐπὶ τῆς ζωοποιοῦ δυνάμεως μὴ κατ' οὐσίαν ἐνυπάρχειν αὐτῇ τὸ ἀγαθόν, ἀλλ' ἐκ μετουσίας προσγίνεσθαι, οὐκέτι ἐκ τῆς τοῦ ἀγαθοῦ προσηγορίας κυρίως ὀνομασθήσεται, ἀλλά τι ἕτερον ἐννοεῖν ἡ τοιαύτη ὑπόληψις ἀναγκάσει, ὡς μήτε ἀϊδίως αὐτῇ τὸ ἀγαθὸν ἐνθεωρεῖσθαι μήτε αὐτὸ ὅπερ ἐστὶν ἐν τῇ τοῦ ἀγα θοῦ φύσει καταλαμβάνεσθαι, ἀλλ' ὡς καὶ ποτὲ μὴ ὂν ἐν 1.1.286 αὐτῇ τὸ ἀγαθὸν καὶ ποτὲ μὴ ἐσόμενον. εἰ γὰρ τῷ μετέ χειν τοῦ κρείττονος ἀγαθὰ γίνεται, δῆλον ὅτι πρὸ τῆς μετου σίας τοιαῦτα οὐκ ἦν, καὶ εἰ ἄλλο τι ὄντα τῇ παρουσίᾳ τοῦ ἀγαθοῦ ἐπεχρώσθη, πάντως κἂν μονωθῇ τούτου, ἄλλο τι παρὰ τὸ ἀγαθὸν νοηθήσεται· καὶ ἐὰν τοῦτο κρατήσῃ, οὐ μᾶλλον ἀγαθῶν παρεκτικὴ ἡ θεία φύσις καταληφθήσεται 1.1.287 ἢ καὶ αὐτὴ προσδεομένη τοῦ ἀγαθύνοντος. πῶς γὰρ ἄν τις ἑτέρῳ παράσχοι τὸ ὃ μὴ αὐτὸς ἔχει; εἰ μὲν οὖν τελείως ἔχει, οὐδεμίαν ὕφεσιν ἐπὶ τῆς τελειότητος ἐννοήσομεν, καὶ μάταιος ὁ κατασκευάζων ἐν τῷ τελείῳ τὸ ἔλαττον. εἰ δὲ ἀτελὴς ἐν αὐτοῖς ἡ τοῦ ἀγαθοῦ μετουσία νομίζεται καὶ κατὰ τοῦτο τὸ ἔλαττον λέγουσι, σκόπησον τὴν ἀκολουθίαν, ὅτι τὸ οὕτως ἔχον οὐχὶ τὸ ὑποδεέστερον εὐεργετήσει, ἀλλ' ὅπως τὸ ἑαυτῷ ἐνδέον ἀναπληρώσῃ τὴν σπουδὴν ἕξει· ὥστε ψευδὴς κατ' αὐτοὺς καὶ τῆς προνοίας ὁ λόγος καὶ τῆς κρίσεως καὶ τῆς οἰκονομίας καὶ πάντων τῶν παρὰ τοῦ μονογενοῦς γεγε νῆσθαι καὶ εἰσαεὶ γίνεσθαι πεπιστευμένων, ἐν τῇ περὶ τὸ ἴδιον ἀγαθὸν ἐπιμελείᾳ κατὰ τὸ εἰκὸς ἀσχολουμένου καὶ τὴν τοῦ παντὸς ἐπιστασίαν διαφιέντος. 1.1.288 Εἰ γὰρ αὕτη κρατήσειεν ἡ ὑπόνοια, τὸ μὴ τετελειῶσθαι τὸν κύριον ἐν παντὶ ἀγαθῷ, οὐκέτι δύσκολον συνιδεῖν, εἰς ὅ τι καταστρέφει ἡ βλασφημία. ὄντως γὰρ τῶν τοιούτων μα ταία μὲν ἡ πίστις, κενὸν δὲ τὸ κήρυγμα, ἀνυπόστατοι δὲ αἱ ἐλπίδες, αἳ διὰ τῆς πίστεως τὴν ὑπόστασιν ἔχουσι. τί γὰρ βαπτίζονται εἰς Χριστόν, ᾧ μὴ ἰδία δύναμις ἀγαθωσύνης; 1.1.289 ἀπίτω δὲ τοῦ στόματός μου τὸ βλάσφημον. τί δὲ πι στεύουσιν εἰς τὸ πνεῦμα τὸ ἅγιον, εἰ τὰ αὐτὰ καὶ περὶ τούτου λογίζονται; πῶς δὲ ἀπὸ τῆς φθαρτῆς γεννήσεως διὰ τοῦ βαπτίσματος ἀναγεννῶνται, οὐδὲ τῆς ἀναγεννώσης αὐ τοὺς δυνάμεως τὸ ἄπτωτον καὶ τὸ ἀπροσδεὲς φυσικῶς καθὼς οἴονται κεκτημένης; πῶς δὲ μετασχηματίζεται τὸ σῶμα τῆς ταπεινώσεως αὐτῶν, ὅταν αὐτὸν τὸν μετασχη ματίζοντα τῆς πρὸς τὸ κρεῖττον ἀλλοιώσεως ἐπιδεῖσθαι νομί ζωσιν, ἄλλου πάλιν τοῦ καὶ αὐτὸν μετασχηματίζοντος προσ 1.1.290 δεόμενον; ἕως γὰρ ἂν ἐν τῷ ἐλάττονι ᾖ, διὰ τὸ ἀγαθὸν τῆς φύσεως τοῦ ὑπερκειμένου ἄπαυστόν τινα πρὸς ἑαυτὸ τὴν ὁλκὴν τοῖς ὑποδεεστέροις φυσικῶς ἐντιθέντος, οὐδενὶ τρόπῳ ἡ τοῦ πλέονος ἔφεσις στήσεται, ἀλλὰ πρὸς τὸ μήπω ληφθὲν ὑπερτεινομένης ἀεὶ τῆς ὀρέξεως πάντοτε τὸ ἐλατ τούμενον τοῦ πλέονος ὀρεχθήσεται καὶ ἀεὶ πρὸς τὸ μεῖζον ἀλλοιωθήσεται καὶ οὐδέποτε πρὸς τὸ τέλειον φθάσει, τῷ μὴ εὑρίσκειν τὸ πέρας, οὗ δραξάμενον στήσεται τῆς ἀνόδου. 1.1.291 ἐπειδὴ γὰρ ἄπειρον τῇ φύσει τὸ πρῶτον ἀγαθόν, ἄπειρος ἐξ ἀνάγκης ἔσται καὶ ἡ μετουσία τοῦ ἀπολαύοντος, ἐσαεὶ τὸ πλέον καταλαμβάνουσα καὶ πάντοτε εὑρίσκουσα τοῦ κατα ληφθέντος τὸ περισσότερον καὶ μηδέποτε παρισωθῆναι αὐτῷ δυναμένη, τῷ μήτε τὸ μετεχόμενον περατοῦσθαι μήτε τὸ διὰ τῆς μετουσίας ἐπαυξανόμενον ἵστασθαι. 1.1.292 Τοιαῦτα μὲν οὖν ἐστιν ἐκ τῆς κατὰ τὸ ἀγαθὸν δια φορᾶς ἀνακύπτοντα ἐκ τοῦ λόγου τὰ βλάσφημα. εἰ δὲ κατά τινα σωματικὴν ὑπόληψιν τὸ 20μεῖζόν τε καὶ ἔλατ τον20 ἐπ' αὐτῶν θεωροῦσιν, αὐτόθεν ὁμολογεῖται τοῦ λόγου τὸ ἄτοπον, κἂν μὴ καθ' ἕκαστον ἀκριβῶς ἐξετάζηται. ἀνάγκη γὰρ πᾶσα ποιότητάς τινας καὶ διαστάσεις ὄγκους τε καὶ σχήματα καὶ πάντα δι' ὧν συμπληροῦται ὁ τοῦ σώματος λόγος, ταῖς ὑπονοίαις ταύταις καὶ ἐπὶ τῆς θείας φύσεως συνεισάγεσθαι. ὅπου δὲ τὸ σύνθετον λέγεται, πάν 1.1.293 τως ἐκεῖ συνομολογεῖται καὶ ἡ τοῦ συνθέτου διάλυσις. ἀλλ' ἐκ μὲν τῆς τοῦ δόγματος ἀτοπίας τῆς τὸ ἔλαττον καὶ τὸ ὑπερέχον ἐν τοῖς ἀμεγέθεσι καὶ ἀσυγκρίτοις ἀποφαίνεσθαι τολμώσης ταῦτα καὶ τὰ τοιαῦτα κατασκευάζεται, ὡς ὀλίγα ἐκ πολλῶν ὁ λόγος ὑπέδειξεν· οὐδὲ γὰρ εὔκολον πάντα τὸν ἐγκεκρυμμένον τῷ δόγματι δόλον διακαλύψαι τῷ λόγῳ. καὶ δι' ὀλίγων δὲ τῶν εἰρημένων οὐδὲν ἧττον ἡ ἀτοπία τῶν κατὰ τὸ ἀκόλουθον τῆς βλασφημίας ἀναφαινομένων ἐπι 1.1.294 δειχθήσεται. ἡμεῖς δὲ πρὸς τὰ ἐφεξῆς τοῦ λόγου προέλ θωμεν, μικρῶν ἔτι πρὸς σύστασιν τοῦ ἡμετέρου δόγματος προσδιορισθέντων. ἐπειδὴ γὰρ κριτήριον ἀσφαλὲς τῆς ἀλη θείας ἐπὶ παντὸς δόγματος ἡ θεόπνευστός ἐστι μαρτυρία, καλῶς ἔχειν ἡγοῦμαι τῇ παραθέσει τῶν θείων καὶ τὸν ἡμέ τερον λόγον πιστώσασθαι. 1.1.295 Οὐκοῦν ταύτας ἔγνωμεν ἐν τῇ διαιρέσει τῶν ὄντων τὰς διαφοράς, πρῶτον τὸ ὡς πρὸς τὴν ἡμετέραν κατάληψιν πρῶ τον, τὸ αἰσθητὸν λέγω, μετὰ τοῦτο δὲ τὸ διὰ τῆς τῶν αἰσθητῶν χειραγωγίας ὑπὸ τοῦ νοῦ θεωρούμενον, ὃ δὴ νοητὸν εἶναί φαμεν· καὶ τοῦ νοητοῦ πάλιν ἑτέραν διαφορὰν κατελάβομεν εἰς τὸ κτιστὸν καὶ ἄκτιστον διαιρουμένην. καὶ τῆς μὲν ἀκτίστου φύσεως τὴν ἁγίαν τριάδα εἶναι διωρισάμεθα, τῆς δὲ κτιστῆς πάντα ὅσα μετ' ἐκείνην λέγεταί τε καὶ ἔστι καὶ 1.1.296 ὀνομάζεται. ἵνα τοίνυν μὴ ἀναπόδεικτος ἡμῶν ὁ διορισμὸς ὑπάρχῃ, ἀλλὰ ταῖς τῆς γραφῆς μαρτυρίαις ἠσφαλισμένος, τοῦτο τοῖς εἰρημένοις προσθήσομεν, ὅτι οὐκ ἐκτίσθη ὁ κύριος, ἀλλ' ἐκ τοῦ πατρὸς ἐξῆλθε, καθὼς αὐτὸς ὁ θεὸς λόγος αὐτοπροσώπως ἐν τῷ εὐαγγελίῳ μαρτύρεται, κατὰ τὸν ἄρρητον ἐκεῖνον καὶ ἀνεκδιήγητον τῆς γεννήσεως ἤτοι 1.1.297 τῆς ἐξόδου τρόπον. καὶ τίς ἂν εὑρεθείη μάρτυς ἀληθέ 1.1.297 στερος τῆς τοῦ κυρίου φωνῆς, διὰ παντὸς τοῦ εὐαγγελίου πατέρα καὶ οὐχὶ κτίστην ἑαυτοῦ τὸν ἀληθινὸν ἀποκαλοῦντος πατέρα καὶ οὐχὶ ἔργον θεοῦ ἀλλ' υἱὸν θεοῦ ἑαυτὸν ὀνο 1.1.298 μάζοντος; ὥσπερ γὰρ τὴν κατὰ σάρκα πρὸς τὸ ἀνθρώ πινον κοινωνίαν σημαίνων υἱὸν ἀνθρώπου τὸ φαινόμενον προσ ηγόρευσε, δεικνὺς τὴν κατὰ φύσιν τῆς σαρκὸς αὐτοῦ πρὸς τὴν ἐξ ἧς ἐλήφθη συγγένειαν, οὕτω καὶ τὴν πρὸς τὸν τῶν ὅλων θεὸν ἀληθῆ καὶ γνησίαν σχέσιν τῇ προσηγορίᾳ τοῦ υἱοῦ διασημαίνει, τὸ κατὰ τὴν φύσιν οἰκεῖον διὰ τῆς τοῦ υἱοῦ φωνῆς ἐνδεικνύμενος. κἄν τινες ἐκ τῆς παροιμιώδους ῥήσεως τὰ ἐν παραβολῇ σκοτεινῶς δι' αἰνίγματος εἰρημένα ψιλὰ καὶ ἀνερμήνευτα πρὸς ἀνατροπὴν τῆς ἀληθείας προφέροντες τὴν τοῦ ἐκτίσθαι φωνήν, ἣν ἐκ προσώπου τῆς σοφίας ὁ παροιμιαστὴς ἐποιήσατο, εἰς συνη γορίαν τῆς τοῦ δόγματος αὐτῶν διαστροφῆς προχειρίζωνται, λέγοντες τὸ Κύριος ἔκτισέ με ὁμολογίαν εἶναι τοῦ ἐκτίσθαι τὸν κύριον, ὡς αὐτοῦ τοῦ μονογενοῦς διὰ τῆς φωνῆς ταύτης τὸ τοιοῦτον οὐκ ἀρνουμένου, ἡμῖν οὐ προσεκτέον τῷ λόγῳ. 1.1.299 οὐδὲ γὰρ τοῦ πάντως δεῖν εἰς τὸν κύριον ἀναγαγεῖν τὸν λόγον τοῦτον τὰς ἀποδείξεις παρέχονται· οὔτε τοῦ ῥητοῦ τὴν διάνοιαν ἐκ τῆς τῶν Ἑβραίων γραφῆς εἰς τοῦτο τὸ σημαινόμενον φέρουσαν ἐπιδεῖξαι δυνήσονται, τῶν λοιπῶν ἑρμηνέων τὸ Ἐκτήσατο καὶ Κατέστησεν ἀντὶ τοῦ Ἔκτισεν ἐκδεδωκότων, οὔτε δέ, εἰ οὕτως εἶχεν ἡ λέξις ἐν τῇ πρω τοτύπῳ γραφῇ, πρόχειρος ἂν ἦν καὶ σαφὴς ἡ διάνοια, τῆς παροιμιακῆς διδασκαλίας οὐ προδήλως, ἀλλὰ μετ' ἐπικρύ ψεως τὸν τῶν λεγομένων σκοπὸν ἐνδεικνυμένης διὰ πλαγίας ἐμφάσεως, ὡς ἐκ τῆς περὶ τὸν τόπον τοῦτον συμφράσεως τῶν εἰρημένων πάρεστιν ἐπιγνῶναι τοῦ λόγου τὸ δυσθεώ ρητον, ἐν οἷς φησιν Ἡνίκα ἀφώριζε τὸν ἑαυτοῦ θρόνον 1.1.300 ἐπ' ἀνέμων καὶ ὅσα τοιαῦτα. τίς γὰρ θεοῦ θρόνος, εἴτε ὑλικός τις οὗτος εἴτε νοητός; καὶ τίνες ἄνεμοι, πότερον οἱ συνήθεις οὗτοι καὶ γνώριμοι, οὓς ἐκ τῶν ἀτμῶν τε καὶ τῶν ἀναθυμιάσεων συνίστασθαι λέγουσιν οἱ ταῦτα φυσιολογοῦντες, εἴτε καθ' ἕτερον τρόπον ὑπονοούμενοι, ὃν οὐκ ἐπιγινώσκει ἡ ἀνθρωπίνη συνήθεια, οὕς φησιν ἀντὶ βάσεως τῷ θρόνῳ γίνεσθαι; καὶ τίς καθέδρα τοῦ ἀσωμάτου καὶ ἀπεριγράπτου καὶ ἀσχηματίστου θεοῦ; καὶ πάντα τὰ τοιαῦτα τίς ἂν ἐκ τῆς συνήθους τῶν ῥημάτων τούτων σημασίας κατανοήσειε; 1.1.301 ∆ῆλον οὖν ὅτι αἰνίγματα τινῶν ἐστι τὰ λεγόμενα βα θυτέραν τινὰ τῆς προχείρου διανοίας τὴν θεωρίαν ἐμπεριέ χοντα, ὡς ἐκ τούτων μηδενὶ λόγῳ τὴν τοῦ ἐκτίσθαι τὸν κύριον ὑπόνοιαν ἐκ τῆς γραφῆς ταύτης τοῖς εὐσεβῶς λογι ζομένοις ἐγγίνεσθαι, τοῖς πεπαιδευμένοις μάλιστα διὰ τῆς τοῦ εὐαγγελιστοῦ μεγαλοφωνίας τοῦ πάντα τὰ γεγονότα δι' 1.1.302 αὐτοῦ γεγενῆσθαι καὶ ἐν αὐτῷ συνεστάναι λέγοντος. Πάντα γάρ, φησί, δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν ἐν αὐτῷ, οὐκ ἂν τοῦτο διορισάμενος, εἰ καὶ αὐτὸν τὸν κύριον ἓν τῶν γεγονότων ἐπίστευε. πῶς γὰρ δι' ἐκείνου πάντα γίνεται καὶ ἐν αὐτῷ τὰ γεγονότα τὴν σύστασιν ἔχει, εἰ μὴ πάντως ἄλλο τι παρὰ τὴν τῶν πεποιημένων φύσιν ὁ ποιητὴς ὑπάρχων οὐχ ἑαυτὸν ἀλλὰ τὴν κτίσιν 1.1.303 εἰργάσατο; εἰ γὰρ ἡ κτίσις δι' ἐκείνου, αὐτὸς δὲ ὁ κύριος οὐ δι' ἑαυτοῦ, ἄλλο τι πάντως καὶ οὐχὶ κτίσις ἐστί. τοῦ τοίνυν εὐαγγελιστοῦ φήσαντος, ὅτι Πάντα δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν ἐν αὐτῷ, καὶ φανερῶς διὰ τούτων ἐνδειξαμένου, ὅτι καὶ ἐν τῷ υἱῷ τὰ γενόμενα γέγονε καὶ οὐ δι' ἑτέρου τινὸς τὴν εἰς τὸ γενέσθαι 1.1.304 πάροδον ἔσχεν, ἐκδέχεται τὸν λόγον τοῦτον ὁ Παῦλος, καὶ ὡς ἂν μηδεμίαν καταλίποι πρόφασιν τῇ βλασφήμῳ φωνῇ τοῦ συναριθμεῖν τοῖς γεγονόσι καὶ τὴν τοῦ πνεύματος φύσιν, ὑπ' ἀριθμὸν ἄγει τὰ πάντα, ποῖά ἐστι ταῦτα ἃ πάντα τῷ εὐαγγελιστῇ καὶ εἴρηται καὶ νενόηται· καὶ κα θάπερ ὁ μέγας ∆αβὶδ πάντα ὑποτετάχθαι τῷ ἀνθρώπῳ φήσας καὶ τὸ κατ' εἶδος προσέθηκε, ποῖα ἦν τὰ ἐμπερι λαμβανόμενα τῇ τῶν πάντων φωνῇ, τουτέστι τὰ χερσαῖα καὶ τὰ ἔνυδρα καὶ τὰ ἐναέρια ζῷα, οὕτω καὶ ὁ τῶν θείων δογμάτων ἐξηγητὴς ὁ ἀπόστολος πάντα ἐν αὐτῷ γεγε νῆσθαι εἰπὼν περιγράφει τοῖς ὑπαριθμηθεῖσι τῶν πάν 1.1.305 των τὴν ἔννοιαν. Ὁρατὰ γάρ, φησί, καὶ ἀόρατα, διὰ μὲν τῶν ὁρατῶν καθὼς εἴρηται τὰ τῇ αἰσθήσει γνώριμα πε ριλαβὼν τῷ ὀνόματι, διὰ δὲ τῶν ἀοράτων τὴν τῶν νοητῶν ἐνδειξάμενος φύσιν. 1.1.306 Ἀλλὰ περὶ μὲν τῶν αἰσθητῶν οὐδὲν ἐδεήθη λεπτομερῶς διεξελθεῖν ἐπ' ὀνόματος. οὐδεὶς γὰρ οὕτω σάρκινος οὐδὲ κτηνώδης ἐστίν, ὡς ἐν τοῖς αἰσθητοῖς ὑποπτεῦσαι καὶ τὸ πνεῦμα τὸ ἅγιον εἶναι. τῶν δὲ ἀοράτων μνησθείς, ἐπειδὴ νοερὰ καὶ ἀσώματος καὶ ἡ τοῦ πνεύματος φύσις ἐστίν, ὡς ἂν μή τις ἐν τούτοις ὑπονοήσειεν ὑφεστάναι τὸ πνεῦμα διὰ τὴν κατὰ τὸ ἀόρατον κοινωνίαν, ἐναργεστάτην ποιεῖται τὴν διαίρεσιν τῶν τε διὰ τῆς κτίσεως γεγονότων καὶ τῆς ὑπὲρ 1.1.307 τὴν κτίσιν οὐσίας. τὰ μὲν γὰρ κτισθέντα καταριθμεῖται τῷ λόγῳ, θρόνους τινὰς καὶ ἀρχὰς καὶ ἐξουσίας καὶ κυριό τητας λέγων, γενικοῖς τισι καὶ περιληπτικοῖς ὀνόμασι τῶν ἀοράτων τούτων δυνάμεων τὴν διδασκαλίαν ποιούμενος, τὰ δὲ ὑπὲρ τὴν κτίσιν δι' αὐτῆς τῆς σιωπῆς ἀποχωρίζει τοῦ 1.1.308 ἀριθμοῦ τῶν κτισθέντων. ὥσπερ ἂν εἴ τις προσταχθεὶς ἐπὶ στρατοπέδου τὰς λεπτομερεῖς καὶ ὑποβεβηκυίας ἀρχὰς εἰπεῖν ἐπ' ὀνόματος, ταξιάρχας καὶ λοχαγοὺς ἑκατοντάρ χους τε καὶ χιλιάρχους καὶ εἴ τινες ἄλλαι τῶν κατὰ μέρος δυναστειῶν ὠνομασμέναι εἰσὶ πάσας διεξελθὼν τῷ λόγῳ τῆς πάντων κρατούσης καὶ πᾶσαν τὴν δύναμιν διεπούσης ἀρχῆς μηδεμίαν μνήμην ποιήσαιτο, οὐ δι' ὑπεροψίαν ἢ λήθην τὴν ὑπερέχουσαν ἀρχὴν σιωπήσας, ἀλλ' ὅτι μόνον τὴν ὑπήκοόν τε καὶ ὑποχείριον τάξιν διεξελθεῖν ἢ προσταχθεὶς ἢ προ θέμενος ὑβρίσειεν ἂν ἐν τῇ τῶν ὑποκειμένων μνήμῃ συμ περιλαβὼν καὶ τὴν ἄρχουσαν, οὕτω μοι δοκεῖ καὶ ὁ ἐν παραδείσῳ μυηθεὶς τὰ ἀπόρρητα Παῦλος, ὅτε ἁρπαγεὶς ἐν αὐτῷ ἐγένετο καὶ τῶν ὑπερουρανίων θαυμάτων θεατὴς καταστὰς τὰ ἀνθρώποις ἄρρητα καὶ εἶδε καὶ ἤκουσεν, οὗτος τὰ ἐν τῷ κυρίῳ κτισθέντα διδάξαι προθέμενος, ἐπειδὴ διεξῆλθε ταῦτα τῷ λόγῳ, περιληπτικαῖς τισι φωναῖς δια δραμὼν τὴν ἀγγελικὴν καὶ ὑπερκόσμιον δύναμιν, ἔστησεν ἐν τοῖς μνημονευθεῖσι τὸν λόγον, τῶν ὑπὲρ τὴν κτίσιν οὐδὲν εἰς τὸν κατάλογον τῶν κτιστῶν καθελκύσας, ὡς ἐκ τούτου σαφῶς ἄνω τῆς κτίσεως εἶναι τὸ πνεῦμα τὸ ἅγιον ὑπὸ τῆς γραφῆς μαρτυρεῖσθαι. Εἰ δέ τις ἀνατρέποι τὸν λόγον ὡς οὐδὲ τῶν Χερουβὶμ 1.1.309 ὑπὸ τοῦ Παύλου μνημονευθέντων, ἀλλὰ καὶ τούτων μετὰ τοῦ πνεύματος ἐν τῇ τῶν γεγονότων ἀπαριθμήσει σιωπη θέντων, καὶ κατασκευάζοι διὰ τοῦ παραλελεῖφθαι τὴν περὶ τούτων μνήμην ἢ καὶ ταῦτα ὑπὲρ τὴν κτίσιν ἢ μηδὲ τὸ πνεῦμα δεῖν οἴεσθαι, λογισάσθω τὴν τῶν ἀπηριθμημένων διάνοιαν, καὶ τὸ παρεῖσθαι δοκοῦν, ὅτι μὴ ἐξ ὀνόματος ἡ 1.1.310 μνήμη γέγονεν, ἐν τοῖς εἰρημένοις κατόψεται· ὁ γὰρ θρό νων μνημονεύσας ἄλλῳ ὀνόματι τὰ Χερουβὶμ διηγήσατο, τῇ γνωριμωτέρᾳ προσηγορίᾳ τὸ ἀσαφὲς τῆς Ἑβραΐδος ἐξ ελληνίσας. καθῆσθαι γὰρ τὸν θεὸν ἐπὶ τῶν Χερουβὶμ ἀκούσας τὰς δυνάμεις ταύτας τοῦ ἐπ' αὐτῶν καθεζομένου θρόνους ὠνόμασεν· ὡσαύτως δὲ καὶ τὰ παρὰ τῷ Ἠσαΐᾳ Σεραφίμ, παρ' ὧν ἐναργῶς τὸ τῆς τριάδος ἐκηρύχθη μυ στήριον, ὅτε τὴν "1ἅγιος"2 φωνὴν τὸ ἐν ἑκάστῳ τῶν ἐν τῇ τριάδι κάλλος καταπλησσόμενα θαυμαστικῶς ἐξεβόησαν, περιείληπται τῷ καταλόγῳ τῶν μνημονευθέντων, τῇ προση γορίᾳ τῶν "1δυνάμεων"2 ὀνομασθέντα παρά τε τοῦ μεγάλου 1.1.311 Παύλου καὶ πρὸ τούτου παρὰ τοῦ προφήτου ∆αβίδ. ὁ μὲν γάρ φησιν· Εὐλογεῖτε τὸν κύριον πᾶσαι αἱ δυνάμεις αὐτοῦ, ποιοῦντες τὸ θέλημα αὐτοῦ, ὁ δὲ Ἠσαΐας ἀντὶ τοῦ "1εὐλο γεῖτε"2 εἰπεῖν τὰ ῥήματα τῆς εὐλογίας ἀνέγραψεν· Ἅγιος ἅγιος ἅγιος κύριος Σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. τὸ δὲ λειτουργοὺς εἶναι τὰς δυνάμεις ταύτας <τὰς> ποιούσας τὸ θέλημα τοῦ θεοῦ διὰ τῆς γενομένης ἁμαρτιῶν καθάρσεως κατὰ τὸ βούλημα τοῦ ἀποστείλαντος παρ' ἑνὸς τῶν Σεραφὶμ ὑπῃνίξατο· αὕτη γάρ ἐστιν ἡ λειτουργία τῶν πνευμάτων τούτων, ἐπὶ σωτηρίᾳ τῶν σῳζομένων ἐκπέμπεσθαι. 1.1.312 ἅ μοι δοκεῖ κατανοήσας ὁ θεῖος ἀπόστολος καὶ μαθὼν ὅτι τὸ αὐτὸ πρᾶγμα παρὰ τῶν δύο προφητῶν ἐν διαφόροις ταῖς προσηγορίαις σημαίνεται, τὴν γνωριμωτάτην τῶν φωνῶν ἐκλεξάμενος "1δυνάμεις"2 τὰ Σεραφὶμ ὠνόμασεν, ὡς μηδεμίαν ἀφορμὴν τοῖς συκοφάνταις καταλελεῖφθαι τοῦ κατὰ τὸ ἴσον τούτων ἑνὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐν τῷ καταλόγῳ τῆς 1.1.313 κτίσεως περιειλῆφθαι λέγειν. τὰ μὲν γὰρ εἴρηται, καθὼς ἀποδέδεικται, τὰ δὲ σεσιώπηται, καθὼς ἔστιν ἐκ τῶν κατει λεγμένων ὑπὸ τοῦ Παύλου μαθεῖν τοῦ πᾶσαν μὲν πλη θυντικῶς ἀπαριθμησαμένου τὴν κτίσιν; τῶν δὲ μοναδικῶς λεγομένων οὐδενὸς μνημονεύσαντος. τοῦτο γὰρ ἴδιον τῆς ἁγίας τριάδος ἐστί, τὸ μοναχῶς ἐξαγγέλλεσθαι, εἷς πατὴρ καὶ εἷς υἱὸς καὶ ἓν πνεῦμα ἅγιον. τὰ δὲ εἰρημένα πάντα ἐν πλήθει κατείλεκται, ἀρχαὶ καὶ ἐξουσίαι καὶ κυριότητες καὶ δυνάμεις, ὡς μηδεμίαν παρέχειν ὑπόνοιαν τοῦ ἓν τού των εἶναι καὶ τὸ πνεῦμα τὸ ἅγιον. 1.1.314 Ἀλλὰ Παῦλος μὲν σιωπᾷ τὰ ἀπόρρητα, καὶ καλῶς ποιεῖ· οἶδε γὰρ ἀκούειν μὲν ἐν παραδείσῳ τὰ ἄρρητα ῥή ματα, φείδεσθαι δὲ τῆς τῶν ἀνεκφωνήτων ἐξαγορεύσεως, ὅταν περὶ τῶν κατωτέρων ποιῆται τὸν λόγον. οἱ δὲ τῆς ἀληθείας πολέμιοι καὶ τῶν ἀρρήτων κατατολμῶσι, τὸ μεγα λεῖον τοῦ πνεύματος τῷ ταπεινῷ τῆς κτίσεως καθυβρίζοντες, ὥσπερ οὐκ ἀκηκοότες, ὅτι αὐτὸς ὁ θεὸς λόγος παραδιδοὺς τοῖς μαθηταῖς τὸ τῆς θεογνωσίας μυστήριον ἐν ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος τοῖς ἀναγεννωμένοις εἶπε τὴν ζωὴν καὶ συμπληροῦσθαι καὶ παραγίνεσθαι, καὶ διὰ τοῦ συντάξαι τῷ πατρὶ καὶ ἑαυτῷ τῆς περὶ τὴν 1.1.315 κτίσιν ὑπονοίας τὸ πνεῦμα ἐχώρισεν· ὡς ἐξ ἀμφοτέρων εὐσεβῆ καὶ πρέπουσαν γίνεσθαι περὶ αὐτοῦ τὴν ὑπόληψιν, Παύλου μὲν ἐν τῇ μνήμῃ τῆς κτίσεως τὴν τοῦ πνεύματος φύσιν ἀποσιγήσαντος, τοῦ δὲ κυρίου ἐν τῇ μνήμῃ τῆς ζωο ποιοῦ δυνάμεως τὸ πνεῦμα τὸ ἅγιον τῷ πατρὶ καὶ ἑαυτῷ συναρμόσαντος. οὕτως ἡμῖν ὁ λόγος διὰ τῆς ἁγίας γραφῆς ὁδηγούμενος ὑπερτίθησι μὲν τῆς κτίσεως τόν τε μονογενῆ καὶ τὸ πνεῦμα τὸ ἅγιον, κατὰ δὲ τὴν τοῦ σωτῆρος ἀπό φασιν ἐν τῇ μακαρίᾳ τε καὶ ζωοποιῷ καὶ ἀκτίστῳ φύσει 1.1.316 θεωρεῖν διὰ πίστεως ὑποτίθεται· ὥστε τὸ ἄνω τῆς κτίσεως καὶ τῆς πρωτευούσης καὶ διὰ πάντων τελείας φύσεως εἶναι πιστευόμενον μηδενὶ τρόπῳ τὸν τῆς ἐλαττώσεως παραδέχεσθαι λόγον, κἂν ὁ τῆς αἱρέσεως προστάτης περι κόπτῃ τὸ ἀόριστον, ἐν τῇ τοῦ ἐλάττονος ἐπινοίᾳ οἱονεὶ δια κολοβῶν καὶ συστέλλων τῆς θείας οὐσίας τὴν τελειότητα ἐν τῷ τὸ μεῖζον καὶ τὸ ἔλαττον αὐτοῖς ἐνθεωρεῖν διορί ζεσθαι. 1.1.317 Τί τοίνυν προστίθησι τῇ ἀκολουθίᾳ τῶν εἰρημένων, σκο πήσωμεν. μετὰ τὸ εἰπεῖν· 20ἐξ ἀνάγκης ἐλάττους τε καὶ μείζους τὰς οὐσίας οἴεσθαι δεῖν εἶναι καὶ τὰς μὲν πρώτην ἐπέχειν τάξιν κατά τινα μεγέ θους καὶ ἀξίας διαφορὰν ἐν τῇ προτιμήσει τε ταγμένας, τὰς δὲ ἐν δευτέροις διὰ τὸ ὑποβε βηκὸς τῆς φύσεώς τε καὶ τῆς ἀξίας ἀπεωσμένας20, 1.1.318 ταῦτα ἐπήγαγεν· 20πρὸς τοσαύτην20 φησὶν 20ἐξικνεῖσθαι διαφοράν, πρὸς ὁπόσην ἂν ἐξικνῆται τὰ ἔργα, ἐπεὶ μηδὲ θεμιτὸν τὴν αὐτὴν ἐνέργειαν εἰπεῖν, καθ' ἣν τοὺς ἀγγέλους ἐποίησεν ἢ τοὺς ἀστέρας καὶ τὸν οὐρανὸν ἢ τὸν ἄνθρωπον, ἀλλ' ὅσῳ τὰ ἔργα τῶν ἔργων πρεσβύτερα καὶ τιμιώτερα, τοσούτῳ καὶ τὴν ἐνέργειαν τῆς ἐνεργείας ἀναβεβηκέναι φαίη ἄν τις περὶ τούτου διαβεβαιούμενος, ἅτε δὴ τῶν αὐτῶν ἐνεργειῶν τὴν ταυτότητα τῶν ἔργων ἀποτε λουσῶν καὶ τῶν παρηλλαγμένων ἔργων παρηλλαγ μένας καὶ τὰς ἐνεργείας ἐμφαινόντων20. 1.1.319 Ταῦτα τοίνυν ἐγὼ μὲν ὑπολαμβάνω μηδὲ αὐτὸν τὸν συγγραφέα δύνασθαι ἂν εὐπόρως εἰπεῖν ὅ τι ποτὲ νοήσας συνέγραψεν· οὕτως ἀνατεθόλωται τῇ ἰλύϊ τῆς φράσεως ἡ διάνοια τῶν εἰρημένων, ὡς μηδένα ἂν διϊδεῖν εὐκόλως ἐν τῷ βορβόρῳ τῆς ἑρμηνείας δυνηθῆναι τὸ βούλημα. τὸ γὰρ 20πρὸς τοσαύτην ἐξικνεῖσθαι διαφοράν20, πρὸς 20ὁπόσην ἂν ἐξικνῆται τὰ ἔργα20, Λοξίου τινὸς κατὰ τὸν ἔξωθεν μῦθον ὑπονοήσειεν ἄν τις εἶναι πρὸς ἀπάτην 1.1.320 τῶν ἀκουόντων φληναφουμένου. εἰ δὲ χρὴ τοῖς προεξη τασμένοις ἑπόμενον καὶ τῶν ἐνταῦθα αὐτῷ κατασκευαζο μένων στοχάζεσθαι, τοῦτό ἐστιν ὃ ἐνδείκνυται, ὅτι ὅση τῶν ἔργων ἡ πρὸς ἄλληλά ἐστι παραλλαγή, τοσαύτη καὶ τῶν ἐνεργειῶν ἡ διαφορὰ πρὸς ἀλλήλας ἐπιγνωσθήσεται. περὶ τίνων τοίνυν 20ἔργων20 ἐνταῦθα ποιεῖται τὸν λόγον, οὐκ ἔστιν 1.1.321 ἐκ τῶν εἰρημένων εὑρεῖν. εἰ μὲν γὰρ περὶ τῶν ἐν τῇ κτίσει λέγει θεωρουμένων, οὐκ οἶδα ποίαν ἀκολουθίαν ἔχει ταῦτα πρὸς τὰ προάγοντα. τῆς γὰρ ζητήσεως περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος οὔσης, τίνα καιρὸν ἔχει γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ καὶ τὰς τῶν ζῴων διαφορὰς φυσιολογεῖν καὶ διεξιέναι τῷ λόγῳ καὶ διαγράφειν 20ἔργα ἔργων πρεσβύτερα καὶ τιμιώτερα καὶ ἐνέρ γειαν ἐνεργείας ἀναβεβηκέναι20 λέγειν 20εὐλόγως 1.1.322 διανοούμενον20; εἰ δὲ τὸν μονογενῆ υἱὸν καὶ τὸ ἅγιον πνεῦμα προσαγορεύει τὰ 20ἔργα20, τίνας λέγει πάλιν τὰς τῶν ἐνεργειῶν διαφοράς, δι' ὧν τὰ ἔργα ταῦτα ἀποτελεῖται; τίνες δὲ κἀκεῖναι αὖ αἱ ἐνέργειαι αἱ τὰς ἐνεργείας ἀνα 1.1.323 βαίνουσαι; οὔτε γὰρ τὴν ἀνάβασιν ἣν 20ἀναβαίνει20, καθώς φησιν αὐτός, ἡ ἐνέργεια τὴν ἐνέργειαν, ὅ τι ποτὲ νοεῖ διε σάφησεν, οὔτε τι περὶ τῆς φύσεως τῶν ἐνεργειῶν διελέχθη, ἀλλ' ἐπ' οὐδενὸς μέχρι τοῦ νῦν βέβηκεν ὁ λόγος αὐτῷ, οὔτε τὸ οὐσιωδῶς ὑφεστάναι κατασκευάζων οὔτε θελή ματός τινα κίνησιν ἀνυπόστατον ἐνδεικνύμενος. δι' ὅλου γὰρ ἡ διάνοια τῶν εἰρημένων ἐπὶ τοῦ μέσου τῶν ὑπολή ψεων ῥιφεῖσα πρὸς ἑκατέρας τὰς ὑπονοίας μεταρριπίζεται. 1.1.324 Προστίθησι δὲ ὅτι 20οὐδὲ θέμις τὴν αὐτὴν ἐνέρ γειαν εἰπεῖν καθ' ἣν τοὺς ἀγγέλους ἐποίησεν ἢ τοὺς ἀστέρας καὶ τὸν οὐρανὸν ἢ τὸν ἄνθρωπον20. πάλιν ταῦτα ἐκ ποίας ἀνάγκης ἢ ἀκολουθίας τοῖς εἰρημέ νοις ἐπήγαγεν ἢ τί μᾶλλον διὰ τούτων κατασκευάζεται τὸ παρηλλάχθαι τὰς ἐνεργείας κατὰ τοσοῦτον ἀλλήλων, ὅση καὶ τῶν ἔργων ἐστὶν ἡ πρὸς ἄλληλα διαφορά, τῷ μὴ τοῦ αὐτοῦ τυγχάνειν ἔργα τὰ πάντα ἀλλ' ἕτερον ἐξ ἑτέρου γε 1.1.325 γενῆσθαι κατασκευάζειν, ἐγὼ μὲν οὐ συνορῶ. οὐρανὸν γὰρ καὶ ἄγγελον καὶ ἀστέρα καὶ ἄνθρωπον καὶ πάντα, ὅσα ἐστὶν ἐν τῇ κτίσει νοούμενα, ἑνὸς ἔργα τὰ πάντα παρὰ τῆς γρα φῆς μεμαθήκαμεν· ὁ δὲ τοῦ δόγματος αὐτῶν κατασκευάζει λόγος ὅτι οὐχ ἑνὸς ἔργα ὁ υἱὸς καὶ τὸ πνεῦμα, ἀλλ' ὁ μὲν υἱὸς τῆς παρεπομένης τῇ πρώτῃ οὐσίᾳ ἐνεργείας ἔργον ἐστί, 1.1.326 τὸ δὲ πνεῦμα τοῦ ἔργου πάλιν ἕτερον ἔργον. τίνα οὖν κοι νωνίαν ἔχει πρὸς τὴν ἐκείνου κατασκευὴν οὐρανὸς καὶ ἄν θρωπος ἄγγελός τε καὶ ἀστὴρ νῦν συμπαραληφθέντες ὑπὸ τοῦ λόγου, αὐτὸς εἰπάτω, ἢ εἴ τις τῆς ἀπορρήτου σοφίας αὐτοῦ κοινωνός ἐστιν. ἐν τούτοις γὰρ τὸ μὲν ἀσεβὲς φα νερῶς τοῖς εἰρημένοις ἐμφαίνεται, ἡ δὲ τῆς ἀσεβείας κατα 1.1.327 σκευὴ καὶ πρὸς ἑαυτήν ἐστιν ἀσύμφωνος. τὸ μὲν γὰρ οἴεσθαι τοσαύτην ἐν τῇ ἁγίᾳ τριάδι διαφορὰν θεωρεῖσθαι, ὅσην ἔστι κατανοῆσαι οὐρανοῦ τοῦ πᾶσαν τὴν κτίσιν ἐμπεριειλη φότος πρὸς τὸν ἕνα τῷ ἀριθμῷ ἄνθρωπον ἢ ἀγγέλου πρὸς τὸν ἐν οὐρανῷ φαινόμενον ἀστέρα, φανερὰν τὴν ἀσέβειαν ἔχει· τὸ δὲ συντεταγμένον τῶν νοημάτων καὶ ἀκόλουθον τῆς περὶ αὐτὸ τοῦτο κατασκευῆς, τοῦτό φημι μήτε ἐμοὶ μήτε αὐτῷ τάχα τῷ πατρὶ τῆς βλασφημίας εὐσύνοπτον 1.1.328 εἶναι. εἰ μὲν γὰρ τοιαῦτα περὶ τῆς κτίσεως ἐλογίζετο, ὅτι οὐρανὸς μὲν ἔργον ἐστὶν ὑπερκειμένης τινὸς ἐνεργείας, τῆς δὲ τῷ οὐρανῷ παρεπομένης ἐνεργείας ἀποτέλεσμα ὁ ἀστήρ, ἐκείνου δὲ ὁ ἄγγελος καὶ τούτου ὁ ἄνθρωπος, εἶχεν ἄν τι ὁ λόγος αὐτῷ, διὰ τῆς τῶν ὁμοίων παραθέσεως κατα σκευάζων τὸ δόγμα. εἰ δὲ ταῦτα μὲν δι' ἑνὸς γεγενῆ σθαι καὶ αὐτὸς συντίθεται (εἴ γε μὴ παντελῶς τῇ τῶν γραφῶν φωνῇ διαμάχεται), τῆς δὲ ἐκείνων κατασκευῆς ἕτερόν τινα διορίζεται τρόπον, τίς ἡ κοινωνία τῶν ἐπα χθέντων πρὸς τὰ προάγοντα; 1.1.329 ∆εδόσθω δέ τι καὶ κοινὸν ἔχειν ταῦτα πρὸς ἀπόδειξιν τῆς τῶν οὐσιῶν παραλλαγῆς (ταῦτα γὰρ ἐπιθυμεῖ δι' ὧν λέγει κατασκευάζειν), ἀλλὰ τὰ ἐφεξῆς πῶς συνήρτησε τοῖς εἰρημένοις, ἀκούσωμεν. 20ὅσῳ20, φησί, 20τὰ ἔργα τῶν ἔργων πρεσβύτερα καὶ τιμιώτερα, τοσούτῳ καὶ τὴν ἐνέργειαν τῆς ἐνεργείας ἀναβεβηκέναι φαίη ἄν τις εὐσεβῶς διανοούμενος20. ταῦτα γὰρ εἰ μὲν περὶ τῶν αἰσθητῶν λέγει, πόρρω τῶν προτεθέντων 1.1.330 ἐστὶν ὁ λόγος. τίς γὰρ ἡ ἀνάγκη τὸν περὶ τῶν δογμάτων εἰπεῖν τι προθέμενον περὶ τῆς τάξεως τῶν ἐν τῇ κοσμο γονίᾳ δημιουργηθέντων φιλοσοφεῖν καὶ ὑψηλοτέρας καὶ ὑφειμένας τὰς ἐνεργείας τοῦ κτίσαντος πρὸς λόγον τῆς ἑκάστου τῶν γεγονότων πηλικότητος εἶναι διϊσχυρίζεσθαι; 1.1.331 εἰ δὲ περὶ ἐκείνων ποιεῖται τὸν λόγον καὶ 20ἔργα ἔργων πρεσβύτερά τε καὶ τιμιώτερα20 λέγει τὰ διαπλασθέντα παρ' αὐτοῦ νῦν ἐν τῷ δόγματι, τουτέστι τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον, τάχα καλῶς ἔχει σιωπῇ μᾶλλον τὸν λόγον βδελύξασθαι ἢ διὰ τοῦ συμπλακῆναι τὸ δοκεῖν αὐτὸν καὶ λόγον εἶναι κατασκευάσαι. πῶς γὰρ ἂν εὑρεθείη τὸ προτι 1.1.332 μότερον ἐν οἷς οὐκ ἔστι τὸ ἀτιμότερον; εἰ μὲν γὰρ μέχρι τούτου τῇ πρὸς τὸ κακὸν εὐκολίᾳ καὶ ἑτοιμότητι πρόεισιν, ὥστε τοῦ ἀτιμοτέρου καὶ τὴν φωνὴν καὶ τὴν ἔννοιαν ἐπί τινος τῶν ἐν τῇ ἁγίᾳ τριάδι πιστευομένων ὑπονοῆσαι, βῦσαι τὰ ὦτα προσήκει καὶ φυγεῖν ὅση δύναμις ἀπὸ ἀκοῆς πο νηρᾶς, ὡς ἂν μὴ κοινωνία τις τοῦ μιάσματος γένοιτο τῷ ἀκούοντι, καθάπερ ἐξ ἀγγείου τινὸς πλήρους ἀκαθαρσίας εἰς τὴν τοῦ ἀκούοντος καρδίαν μεταχεομένου τοῦ λόγου. 1.1.333 Πῶς γὰρ ἄν τις ἐπὶ τῆς θείας τε καὶ τιμίας καὶ ὑπερκειμένης φύσεως εἰπεῖν τι τοιοῦτο τολμήσειε, δι' οὗ τὸ ἀτιμότερον συγκριτικῶς ὑπὸ <τοῦ> λόγου κατασκευ άζεται; Ἵνα πάντες, φησί, τιμῶσι τὸν υἱόν, καθὼς τι μῶσι τὸν πατέρα. τῆς οὖν φωνῆς ταύτης τὸ ἴσον τῆς τιμῆς νομοθετούσης (νόμος γάρ ἐστιν ἡ θεία φωνή) οὗτος καὶ τὸν νόμον καὶ τὸν νομοθέτην αὐτὸν παραγράφεται καὶ τῷ μὲν πλείονα, τῷ δὲ ἐλάττονα τὴν τιμὴν διανέμει, οὐκ οἶδα ὅπως τὰ μέτρα τοῦ πλεονάζοντος τῆς τιμῆς ἐξευρίσκων. ἐπὶ μὲν γὰρ τῆς ἀνθρωπίνης συνηθείας αἱ κατὰ τὰς ἀξίας διαφοραὶ τὰς τιμὰς τοῖς κρατοῦσιν ὁρίζονται, ὡς μὴ ἐν ὁμοίῳ καὶ ἴσῳ τῷ σχήματι τοὺς ὑποχειρίους βασιλεῦσί τε προσιέναι καὶ ταῖς ὑποβεβηκυίαις ἀρχαῖς· ἀλλ' ἡ πλείων τε καὶ ὑφειμένη τοῦ φόβου καὶ τῆς αἰδοῦς τῶν προσ ιόντων ἐπίδειξις τὸ ἐνδέον καὶ περιττεῦον τῆς τιμῆς ἐπὶ τῶν τιμωμένων ἐνδείκνυται, καὶ τούτῳ μάλιστα τοὺς προ τιμοτέρους ἐν τῇ διαθέσει τῶν ὑποχειρίων ἔστιν εὑρεῖν, ὅταν τις ὑπὲρ τοὺς πέλας φοβερὸς εἶναι μᾶλλον καὶ πλεί ονος τῆς αἰδοῦς ἢ κατὰ τοὺς λοιποὺς ἀξιοῦσθαι δοκῇ. 1.1.334 ἐπὶ δὲ τῆς θείας φύσεως διὰ τὸ πᾶσαν τὴν κατὰ τὸ ἀγαθὸν τελειότητα συνεμφαίνεσθαι τῷ τοῦ θείου προσρή ματι οὐκ ἔστιν εὑρεῖν κατά γε τὴν ἡμετέραν διάνοιαν τὸν τρόπον τῆς προτιμήσεως. ἐν οἷς γὰρ οὐ δυνάμεως, οὐ δόξης, οὐ σοφίας, οὐ φιλανθρωπίας οὐδέ τινος ὅλως τῆς κατὰ τὸ ἀγαθὸν ἐννοίας πλεονασμὸς ἢ ἐλάττωσις ἐπινοεῖται, ἀλλὰ πάντα, ὅσα ἔχει ὁ υἱὸς ἀγαθά, τοῦ πατρός ἐστι καὶ τὰ τοῦ πατρὸς πάντα ἐν τῷ υἱῷ καθορᾶται, πῶς διατε θέντες τὸ πλέον τῆς τιμῆς ἐπὶ τοῦ πατρὸς ἐνδειξόμεθα; 1.1.335 εἰ βασιλικὴν δύναμιν καὶ ἀξίαν τῇ διανοίᾳ λάβοιμεν, βασι λεὺς ὁ υἱός· ἐὰν κριτὴν ἐννοήσωμεν, ἡ κρίσις πᾶσα τοῦ υἱοῦ ἐστιν· ἐὰν τὸ μεγαλεῖον τῆς κτίσεως τῇ ψυχῇ δεξώ μεθα, πάντα δι' αὐτοῦ ἐγένετο· ἐὰν τῆς ἡμετέρας ζωῆς τὴν αἰτίαν κατανοήσωμεν, οἴδαμεν τὴν ἀληθῆ ζωὴν τὴν μέχρι τῆς φύσεως ἡμῶν καταβᾶσαν· κἂν <τὴν> ἐκ τοῦ σκότους μετάστασιν καταμάθωμεν, οὐκ ἀγνοοῦμεν τὸ φῶς τὸ ἀληθινόν, δι' οὗ τοῦ σκότους ἠλλοτριώθημεν· εἰ δέ τινι τίμιον ἡ σοφία δοκεῖ, Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία. 1.1.336 Πρὸς τοίνυν τὰ τοιαῦτα καὶ τηλικαῦτα τοῦ Χριστοῦ θαύματα τῆς ψυχῆς ἡμῶν κατὰ τὸ εἰκός, ὅσον χωρεῖ, τοσοῦτον θαυμαστικῶς διατιθεμένης, τίς ὑπερβολὴ τιμῆς καταληφθῆναι δυνήσεται τῆς τῷ πατρὶ μόνῳ κατ' ἐξαίρετον 1.1.337 προσαγομένης, ἧς ἀμοιρήσει πρεπόντως ὁ κύριος; αὐτὸ γὰρ τοῦτο ἡ ἀνθρωπίνη πρὸς τὸ θεῖον τιμὴ κατὰ τὸν εἰ κότα νοῦν θεωρουμένη οὐδεμία τις ἄλλη ἐστὶν ἀλλ' ἢ ἀγα πητικὴ σχέσις καὶ ἡ τῶν προσόντων αὐτῷ ἀγαθῶν ὁμο λογία, καί μοι δοκεῖ τὸ οὕτω δεῖν τιμᾶσθαι τὸν υἱὸν ὡς ὁ πατὴρ τιμᾶται, ἀντὶ τῆς ἀγάπης ὑπὸ τοῦ λόγου τετάχθαι· ὁ γὰρ νόμος ἐν τῷ ἀγαπᾶν τὸν θεὸν ἐξ ὅλης καρδίας καὶ δυνάμεως τὴν πρέπουσαν αὐτῷ τιμὴν ἀπονέμειν κελεύει, καὶ ἐνταῦθα τὸ ἰσοστάσιον τῆς ἀγάπης ὁ θεὸς λόγος νομοθετῶν οὕτω φησὶ δεῖν τιμᾶσθαι 1.1.338 τὸν υἱόν, ὡς ὁ πατὴρ τιμᾶται. τοῦτον τὸν τρόπον τῆς τι μῆς ἐπλήρου καὶ ὁ μέγας ∆αβὶδ πρὸς τὸν κύριον ἔν τινι προοιμίῳ τῆς ψαλμῳδίας ἀγαπᾶν ὁμολογῶν τὸν κύριον καὶ διεξιὼν τὰ τῆς ἀγάπης αἴτια, ἰσχὺν καὶ κραταίωμα καὶ καταφυγὴν καὶ ῥύστην καὶ θεὸν βοηθὸν καὶ ἐλπίδα καὶ ὑπερασπιστὴν καὶ σωτηρίας κέρας καὶ ἀντιλήπτορα καὶ τὰ 1.1.339 τοιαῦτα καλῶν. εἰ μὲν οὖν οὐκ ἔστιν ὁ μονογενὴς [υἱὸς] ταῦτα τοῖς ἀνθρώποις γινόμενος, ὑποστελλέσθω τὸ πλεο νάζον τῆς τιμῆς ἐπὶ τούτου κατὰ τὸν τῆς αἱρέσεως νόμον· εἰ δὲ πάντα ταῦτα καὶ ὑπὲρ ταῦτα τὸν μονογενῆ θεὸν εἶναί τε καὶ ὀνομάζεσθαι πεπιστεύκαμεν, κατὰ πᾶσαν ἀγαθοῦ πράγματος καὶ νοήματος ἐπίνοιαν πρὸς τὸ μεγαλεῖον τῆς ἐν τῷ πατρὶ ἀγαθότητος ἐξισαζόμενον, πῶς ἄν τις εὔλογον εἶναι λέγοι ἢ μὴ ἀγαπᾶν τὸ τοιοῦτον ἢ ἀτιμάζειν τὸ ἀγα 1.1.340 πώμενον; οὐ γὰρ ἂν εἴποι τις τὴν μὲν ἀγάπην δεῖν ἐξ ὅλης γίνεσθαι τῆς καρδίας καὶ τῆς δυνάμεως, τὴν δὲ τιμὴν ἐξ ἡμισείας. εἰ οὖν ἐξ ὅλης τῆς καρδίας τιμᾶται ὁ υἱὸς διὰ τοῦ πᾶσαν ἀνατιθέναι αὐτῷ τὴν ἀγάπην, τίς ἐπίνοια τὸ πλέον τῆς τιμῆς ἐξευρήσει, ὅλης τῆς καρδίας, ὅσον χωρεῖ,

τοσοῦτον αὐτῷ διὰ τῆς ἀγάπης τὸ τῆς τιμῆς μέτρον δωρο φορούσης; ὥστε μάταιος ἐπὶ τῶν κατὰ φύσιν τιμίων ὁ τὸ προτιμότερον δογματίζων καὶ διὰ τῆς τοιαύτης συγκρίσεως τοῦ ἀτιμοτέρου παριστῶν τὴν ἔννοιαν. 1.1.341 Ἀλλὰ καὶ τὸ 20πρεσβύτερον20 ἐπὶ μὲν τῆς αἰσθητῆς κτίσεως λέγειν ἀληθές ἐστι· τῆς γὰρ ἀκολουθίας τῶν ἔρ γων ἐν τῇ τάξει τῶν ἡμερῶν δεικνυμένης, εἴποι τις ἂν τῆς τοῦ ἀνθρώπου κατασκευῆς τοσόνδε προγενέστερον εἶναι τὸν οὐρανόν, καὶ διαμετρήσει τὸν διὰ μέσου χρόνον τῷ τῶν ἡμερῶν διαστήματι· ἐπὶ δὲ τῆς πρώτης φύσεως τῆς πᾶσαν μὲν χρονικὴν ἔννοιαν ὑπεραιρούσης πᾶσαν δ' ἐπίνοιαν κατα ληπτικὴν ἀπολειπούσης τὸ μέν τι προάγειν ἐν τοῖς κατὰ τὸν χρόνον πρεσβείοις τὸ δὲ ἐφυστερίζειν οἴεσθαι τῆς νῦν 1.1.342 ἀναφανείσης σοφίας ἐστίν. ὁ γὰρ 20πρεσβύτερον20 τὸν πατέρα τῆς τοῦ μονογενοῦς ὑποστάσεως ἀποφαινόμενος οὐδὲν ἄλλο ἢ νεώτερον τῶν διὰ τοῦ υἱοῦ γενομένων αὐτὸν τὸν υἱὸν ἀποφαίνεται, εἴπερ ἀληθὲς πάντας αἰῶνας καὶ πᾶν διάστημα χρονικὸν μετὰ τὸν υἱὸν καὶ διὰ τοῦ υἱοῦ γεγε 1.1.343 νῆσθαι λέγειν. καὶ ἔτι πρὸς τούτοις, ὅπερ καὶ μᾶλλον ἀπελέγχει τὴν ἀτοπίαν τοῦ δόγματος, οὐ μόνον τῷ υἱῷ κατασκευασθήσεται χρονική τις ἡ ἀρχὴ τῆς ὑπάρξεως ἐκ τοῦ τοιούτου λόγου, ἀλλ' οὐδὲ τοῦ πατρὸς ἐκ τῆς τοιαύτης ἀκολουθίας φείσονται τὸ μὴ οὐχὶ κἀκεῖνον ἀπὸ χρόνου τὴν ἀρχὴν ἐσχηκέναι κατασκευάσαι. εἰ γάρ τι σημεῖον ὑπέρ κειται γνωριστικὸν τῆς τοῦ υἱοῦ γεννήσεως, ἐκεῖνο δηλονότι καὶ τῷ πατρὶ τὴν ἀρχὴν ὁρίσει τῆς ὑποστάσεως. 1.1.344 Σαφηνείας δὲ χάριν οὐκ ἄκαιρον ἴσως φιλοπονώτερον ἐξετάσαι τὸν λόγον. ὁ πρεσβυτέραν τῆς τοῦ υἱοῦ ζωῆς τὴν τοῦ πατρὸς δογματίζων διαστήματί τινι τὸν μονογενῆ τοῦ ἐπὶ πάντων θεοῦ πάντως διΐστησι· τοῦτο δὲ ἢ ἄπειρόν τι ὑπο θήσεται τὸ διὰ μέσου διάστημα ἤ τισι πέρασι καὶ σημείοις 1.1.345 φανεροῖς ὁριζόμενον. ἀλλ' ἄπειρον μὲν εἰπεῖν οὐκ ἐάσει ὁ τῆς μεσότητος λόγος ἢ παντελῶς τὴν τοῦ πατρός τε καὶ υἱοῦ ἔννοιαν διαγράψει τῷ λόγῳ, καὶ οὐδὲ μέσον αὐτὸ νοήσει, ἕως ἂν ἄπειρον ᾖ πρὸς οὐθέτερον ὁριζόμενον, οὔτε ἐπὶ τὸ ἄνω τῆς τοῦ πατρὸς ἐννοίας ἀποτεμνούσης τοῦ ἀπείρου τὴν πρόοδον, οὔτε ἐπὶ τὸ κάτω τοῦ υἱοῦ τὴν ἀπειρίαν ἐκκό πτοντος. αὕτη γὰρ τοῦ ἀπείρου ἡ ἔννοια, τὸ πανταχόθεν ἐκκεχύσθαι τῇ φύσει καὶ μηδενὶ πέρατι μηδαμόθεν περι 1.1.346 λαμβάνεσθαι. οὐκοῦν ἵνα παγία καὶ ἀμετάθετος διαμένῃ περί τε τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἡ τοῦ εἶναι ὑπόληψις, οὐδεμίαν ἕξει χώραν ἄπειρον ἐννοεῖν τὸ διάστημα, ἀλλὰ πεπερασμένῳ τινὶ κατὰ πᾶσαν ἀνάγκην τὸν μονογενῆ τοῦ πατρὸς διαστήσου σι. τοῦτο οὖν ἐστιν ὅ φημι, ὅτι ὁ λόγος οὗτος οὐκ ἐξ ἀϊδίου εἶναι τὸν ἐπὶ πάντων θεόν, ἀλλ' ἀπό τινος ὡρισμένου ση 1.1.347 μείου τὴν ἀρχὴν ἐσχηκέναι κατασκευάσει. ὃ δὲ λέγω, τοιοῦτόν ἐστι· λέξω δὲ διὰ τῶν γνωρίμων ὑποδειγμάτων σα φηνίζων τὸ νόημα, ὡς ἂν γένοιτο διὰ τῶν φαινομένων κατα φανὲς ἡμῖν τὸ ἀγνοούμενον. πέμπτῃ μετὰ τὸν οὐρανὸν ἡμέρᾳ γεγενῆσθαι τὸν ἄνθρωπον λέγοντες ἐκ τῆς Μωϋσέως γραφῆς συγκατεσκευάσαμεν τῷ λόγῳ τούτῳ κατὰ τὸ σιω πώμενον τὸ πρὸ τοῦ ἀριθμοῦ τῶν ἡμερῶν τούτων μηδὲ τὸν οὐρανὸν εἶναι· οὕτω τὸ μετά τι γενόμενον διὰ τοῦ πρὸ ἑαυτοῦ διαστήματος ὁρίζει καὶ τὴν τοῦ προϋπονοουμένου 1.1.348 ὑπόστασιν. εἰ δὲ οὐχ ἱκανῶς τῷ ὑποδείγματι τὸν λόγον ἐσαφηνίσαμεν, δυνατόν ἐστι καὶ δι' ἑτέρων τὸ νοηθὲν παρα στῆσαι. τὸν διὰ Μωϋσέως δοθέντα νόμον τετρακοσίοις ἔτεσι καὶ τριάκοντα τῆς τοῦ Ἀβραὰμ ἐπαγγελίας μεταγενέστερον λέγοντες, ἐὰν ἀπὸ τοῦ νόμου τὸν κατόπιν χρόνον δι' ἀνα λύσεως τῷ λογισμῷ παροδεύσαντες εἰς τὸ πέρας τῶν ἠριθ μημένων φθάσωμεν ἐτῶν, σαφῶς καταλαμβάνομεν, ὅτι πρὸ τοῦ χρόνου τούτου ἡ τοῦ θεοῦ ἐπαγγελία οὔπω ἦν. καὶ πολλὰ τοιαῦτα λέγειν ἔστιν, οἷς τὸ καθ' ἕκαστον ἐπεξιέναι ὡς ὀχληρὸν παραιτήσομαι. 1.1.349 Κατὰ τοίνυν τὴν ἀκολουθίαν τῶν ἐν τοῖς ὑποδείγμασιν εἰρημένων καὶ τὸν προκείμενον ἐξετάσωμεν λόγον. ἦν δὲ οὗτος κατὰ τὴν τῶν ἐναντίων ὑπόληψιν τὸ 20πρεσβύτερον20 καὶ νεώτερον ἐπὶ τῆς τοῦ πατρός τε καὶ τοῦ υἱοῦ καὶ τοῦ 1.1.350 ἁγίου πνεύματος ὑποστάσεως ἕτερον ἑτέρου λέγειν εἶναι. οὐκ οῦν ἐπειδὰν τὴν τοῦ υἱοῦ γέννησιν διαβάντες, καθὼς ὑφη γεῖται ὁ τῆς αἱρέσεως λόγος, ἔπειτα προσβῶμεν τῷ διὰ μέσου διαστήματι ὅπερ ἡ ματαία τῶν ταῦτα δογματιζόντων οἴησις ὑποτίθεται τῶν μεταξὺ τοῦ υἱοῦ καὶ τοῦ πατρὸς εἶναί τι λογιζομένων, ἐὰν εἰς τὸ ἄκρον ἐκεῖνο σημεῖον φθάσωμεν, ᾧ τὸ διάστημα τὸ μεταξὺ περιγράφουσιν, ἐκεῖ καὶ τοῦ θεοῦ τῶν ὅλων ἱσταμένην ἐπὶ τὸ ἄνω τὴν ζωὴν εὑρίσκομεν, ὡς ἐξ ἀνάγκης κατασκευάζεσθαι τὸ πρὸ ἐκείνου μηδὲ τὸν ἀεὶ ὄντα θεὸν πιστεύειν εἶναι. 1.1.351 Εἰ δὲ ἀμφιβάλλεις ἔτι, πάλιν τὸν λόγον δι' ὑποδειγμά των κατανοήσωμεν. ὥσπερ γὰρ ἐπὶ δύο κανόνων, ὅταν ὁ μὲν ἐλάττων ὁ δὲ ὑπερέχων ᾖ, τὰς βάσεις ἀμφοτέρων ἰσώ σαντες ἐν ταῖς κορυφαῖς τὸ πλεονάζον ἐπιγινώσκομεν (παρα θέντες γὰρ τὸ τοῦ ἐλάττονος πέρας ἀπ' ἐκείνου τὸ περισσὸν τοῦ ὑπερέχοντος ἔγνωμεν, καὶ ὅσον ἐνδεῖ τῷ βραχυτέρῳ, διά τινος μέτρου τὸ λεῖπον πρὸς τὸ πέρας τοῦ μείζονος παρισώσαντες εὕρομεν, εἴτε πῆχυς εἴτε ὁποσονοῦν ἐστιν, 1.1.352 ὅσον τοῦ ἐλάττονος τὸ μεῖζον ἀφέστηκεν) οὕτως εἴ τίς ἐστι κατὰ τὸν τῶν ὑπεναντίων λόγον τῆς τοῦ πατρὸς ζωῆς ὡς πρὸς τὴν ζωὴν τοῦ υἱοῦ πλεονασμός, ἔν τινι ῥητῷ διαστή ματι πάντως ἐστί, τοῦτο δὲ οὐκ εἰς τὸ ἐφεξῆς περισσεύειν ἀναγκαίως συνθήσονται. ἀθάνατον γὰρ ὁμοίως ἑκάτερον εἶναι καὶ οἱ ἐχθροὶ τῆς ἀληθείας ὁμολογοῦσιν, ἀλλ' εἰς τὸ ἄνω τὴν διαφορὰν ταύτην ἐπινοοῦσιν, οὐκ ἰσοῦντες πρὸς τὸν πατέρα τοῦ υἱοῦ τὴν ζωήν, ἀλλ' ὑπερεκτείνοντες τὴν περὶ 1.1.353 τοῦ πατρὸς ἔννοιαν τῷ τῆς ζωῆς διαστήματι. ἐπεὶ οὖν πᾶν διάστημα διπλοῖς πέρασι περιγράφεται πάντως, ἀνάγκη πᾶσα καὶ τοῦ ἐπινοηθέντος παρ' αὐτῶν διαστήματος τὰ δύο σημεῖα τὰ γνωριστικὰ τῶν περάτων καταληφθῆναι. ὥσπερ οὖν τὸ ἓν μέρος κατ' αὐτοὺς ἀπὸ τῆς γεννήσεως τοῦ μονο γενοῦς τὴν ἀρχὴν ἔχει, οὕτω καὶ τὸ ἕτερον ἄκρον ἑτέρῳ τινὶ πέρατι πάντως συναπολήξει, ᾧ συναπαρτιζόμενον τὸ διάστημα ἑαυτὸ περιγράφει. τί οὖν ἐστι τοῦτο τὸ πέρας, αὐτοὶ εἰπάτωσαν, εἴπερ τοῖς ἰδίοις λόγοις ἀκολουθεῖν οὐκ αἰσχύνονται. 1.1.354 Ἀλλ' οὐδεμίαν ἀμφιβολίαν ὁ λόγος ἔχει, ὅτι οὐδὲν εὑρήσουσι τὸ ἕτερον πέρας ἐπὶ τὸ ἕτερον μέρος τοῦ ἀνα πλασθέντος παρ' αὐτῶν διαστήματος, εἰ μή τινα πάντως ἀρχὴν ὑποθοῖντο τῆς τοῦ ἀγεννήτου <ζωῆς> ἀφ' ἧς τὸ μέσον ὡς πρὸς τὴν τοῦ υἱοῦ γέννησιν τῷ λόγῳ διαλαμβά 1.1.355 νουσι. τοῦτο οὖν ἐστιν ὃ λέγομεν, ὅτι ὁ μεταγενέστερον τὸν υἱὸν ἔν τινι διαστηματικῇ παρατάσει τῆς τοῦ πατρὸς ζωῆς λέγων ὡρισμένην δώσει καὶ τῷ πατρὶ τὴν ἀρχὴν τῆς ὑπάρξεως, τῷ ἐπινοηθέντι κατὰ τὸ μέσον διαστήματι συμ περιγραφομένην· καὶ οὕτως αὐτοῖς εὑρεθήσεται ἡ πολυ θρύλλητος τοῦ πατρὸς "1ἀγεννησία"2 διὰ τῆς τοιαύτης κατα σκευῆς ὑπ' αὐτῶν τῶν προμάχων τῆς "1ἀγεννησίας"2 ἐκ κλεπτομένη, ὡς τὸν ἀγέννητον θεὸν μὴ ἀεὶ εἶναι λέγειν, ἀλλ' ἀπό τινος ὡρισμένης ἀρχῆς τοῦ εἶναι τὴν ἀρχὴν 1.1.356 ἐσχηκέναι κατασκευάζειν. ὁ γὰρ ἀρχὴν τοῦ εἶναι ἔχων ἄναρχος οὐκ ἔστιν. εἰ δὲ παντὶ τρόπῳ τὸ ἄναρχον τοῦ πατρὸς ὁμολογεῖσθαι προσήκει, μηδὲ τῆς τοῦ υἱοῦ ζωῆς ὡρισμένον τι πολυπραγμονείσθω σημεῖον, ἀφ' οὗ τοῦ εἶναι ἀρξάμενος τῆς εἰς τὸ ἐπέκεινα τοῦ σημείου ζωῆς ἀποτέ μνεται· ἀλλ' ἀρκεῖ κατὰ μόνον τὸν τῆς αἰτίας λόγον προ επινοεῖν τοῦ υἱοῦ τὸν πατέρα, καὶ μὴ κεχωρισμένην καὶ ἰδιάζουσάν ποτε τοῦ πατρὸς τὴν ζωὴν πρὸ τῆς τοῦ υἱοῦ γεννήσεως, ἵνα μὴ συνεισέλθῃ τῇ ὑπολήψει ταύτῃ διαστη ματικόν τι νόημα πρὸ τῆς τοῦ υἱοῦ ἀναδείξεως τῇ ζωῇ τοῦ γεγεννηκότος παραμετρούμενον, ᾧ κατ' ἀνάγκην ἀκολου θήσει τὸ καὶ τοῦ πατρὸς ἀρχήν τινα τῆς ζωῆς ὑποθέσθαι, καθ' ἣν τὸ ἀναπλασθὲν πρὸ τοῦ υἱοῦ διάστημα προϊὸν ἐπὶ τὸ ἄνω στήσεται, συμπεριγράφον αὑτῷ τῆς προεπινοη 1.1.357 θείσης τοῦ πατρὸς ζωῆς τὴν ἀρχήν. ἀλλὰ <δεῖ> τὸ "1ἐξ αὐτοῦ"2 ὁμολογοῦντας, κἂν τολμηρόν τι φαίνηται, καὶ τὸ "1σὺν αὐτῷ"2 μὴ ἀρνεῖσθαι, ὑπὸ τῆς ἐν ταῖς ὑποθήκαις 1.1.358 γραφῆς πρὸς τὴν ἔννοιαν ταύτην ὁδηγουμένους· ἀπαύγασμα γὰρ ἀϊδίου φωτὸς παρὰ τῆς σοφίας ἀκούσαντες συνεπιθεω ροῦμεν τῇ ἀϊδιότητι τοῦ πρωτοτύπου φωτὸς τὸ ἀπαύγασμα, καὶ τὸ αἴτιον τοῦ ἀπαυγάσματος ἐννοοῦντες καὶ τὸ 20πρε σβύτερον20 οὐ δεχόμενοι· καὶ οὕτως ἡμῖν ὁ τῆς εὐσεβείας διασωθήσεται λόγος, οὔτε τῷ υἱῷ τῆς ζωῆς ἐπὶ τὸ ἄνω λειπούσης οὔτε τῆς ἀϊδιότητος τοῦ πατρὸς ἐν τῷ ὁριστὴν ὑποτίθεσθαι τοῦ υἱοῦ τὴν ἀρχὴν κολοβουμένης. 1.1.359 Ἀλλ' ἴσως ἐρεῖ τις τῶν ἐνισταμένων τῷ λόγῳ, ὅτι καὶ ἡ κτίσις ὁμολογουμένην ἀρχὴν τοῦ εἶναι ἔχει, καὶ οὔτε συνεπινοεῖται τῇ ἀϊδιότητι τοῦ δημιουργοῦ τὰ γενόμενα οὔτε ἵστησι διὰ τῆς ἰδίας ἀρχῆς τὸ ἀόριστον τῆς θείας ζωῆς, ὥσπερ ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἐξεταζόμενος ὁ λόγος τὴν ἀτοπίαν ὑπέδειξεν· ὡς ἀκόλουθον εἶναι διὰ τού του ἢ καὶ τὴν κτίσιν συναΐδιον τῷ θεῷ ἢ καὶ τὸν υἱὸν μεταγενέστερον ἀφόβως λέγειν. ὁ γὰρ τοῦ διαστήματος λόγος ὁμοίως ὑποδείξει τὸ ἄτοπον καὶ ἀπὸ τῆς κτίσεως ἐπὶ τὸν 1.1.360 πεποιηκότα διαμετρούμενος. ὁ δὲ τὸ τοιοῦτον ἀνθυποφέ ρων οὐκ ἀκριβῶς τάχα τῇ διανοίᾳ τοῦ δόγματος ἐπιστὰς διὰ τῶν ἀλλοτρίων καὶ παντάπασιν ἀκοινωνήτων τοῦ προ κειμένου τὴν πρὸς τὰ εἰρημένα ποιεῖται μάχην. εἰ μὲν γάρ τι τῶν ὑπὲρ τὴν κτίσιν δεικνύειν εἶχεν ἔν τινι διαστηματικῷ σημείῳ τὴν ἀρχὴν ἔχον τῆς ὑποστάσεως, καὶ τοῦτο παρὰ πάντων ὡμολογεῖτο δυνατὸν εἶναι, τὴν τοῦ διαστήματος ἔν νοιαν καὶ πρὸ τῆς κτίσεως ἐννοεῖν, εἶχεν ἂν ἴσως καιρὸν τὴν ἐπὶ τοῦ μονογενοῦς ἀποδειχθεῖσαν διὰ τῶν εἰρημένων ἀϊδιότητα τοῖς τοιούτοις ἐπιχειρήμασιν ἀναλύειν πειρᾶσθαι. 1.1.361 ἐπεὶ δὲ πάσαις ταῖς τῶν εὐσεβούντων ψήφοις ὁμολογεῖται, ὅτι πάντων τῶν ὄντων τὸ μὲν διὰ τῆς κτίσεώς ἐστι, τὸ δὲ πρὸ τῆς κτίσεως, καὶ ὅτι ἡ μὲν θεία φύσις ἄκτιστος εἶναι πεπίστευται, ἐν ᾗ τὸ μὲν αἴτιον, τὸ δὲ ἐξ αἰτίου τὴν ὑπό στασιν ἀδιαστάτως ἔχειν ὁ τῆς εὐσεβείας διδάσκει λόγος, τῆς δὲ κτίσεως ἐν παρατάσει τινὶ διαστηματικῇ θεωρου μένης, πᾶσα χρονικὴ τάξις καὶ ἀκολουθία τῶν γεγονότων διὰ τῶν αἰώνων καταλαμβάνεται, ἡ δὲ προαιώνιος φύσις ἐκπέφευγε τὰς κατὰ τὸ 20πρεσβύτερόν20 τε καὶ νεώτερον διαφορὰς τῷ μὴ συνθεωρεῖσθαι τῇ θείᾳ τε καὶ μακαρίᾳ 1.1.362 ζωῇ, ὅσα περὶ τὴν κτίσιν ἰδίως ὁ λόγος βλέπει. ἡ μὲν γὰρ κτίσις πᾶσα, καθὼς εἴρηται, κατά τινα τάξεως ἀκο λουθίαν γεγενημένη τῷ τῶν αἰώνων διαστήματι παραμε τρεῖται, καὶ εἴ τις ἀνίοι τῷ λόγῳ διὰ τῆς τῶν κτισθέντων ἀκολουθίας ἐπὶ τὴν τῶν γεγονότων ἀρχήν, τῇ τῶν αἰώνων 1.1.363 καταβολῇ περιορίσει τὴν ζήτησιν. ἡ δὲ ὑπὲρ τὴν κτίσιν οὐσία ἅτε παντὸς διαστηματικοῦ νοήματος κεχωρισμένη πᾶσαν χρονικὴν ἀκολουθίαν ἐκπέφευγεν, ἀπ' οὐδεμιᾶς τοι αύτης ἀρχῆς εἰς οὐδὲν πέρας δι' οὐδενὸς τρόπου τοῦ κατά 1.1.364 τινα τάξιν εὑρισκομένου προϊοῦσα καὶ καταλήγουσα. τῷ γὰρ διαβάντι τοὺς αἰῶνας καὶ πάντα τὰ ἐν αὐτοῖς γεγο νότα καθάπερ τι πέλαγος ἀχανὲς ἡ τῆς θείας φύσεως θεωρία τοῖς λογισμοῖς προφανεῖσα οὐδὲν δώσει σημεῖον ἐφ' ἑαυτῆς γνωριστικὸν ἀρχῆς τινος τῷ εἰς τὰ ἐπέκεινα δια τείνοντι τὴν καταληπτικὴν φαντασίαν· ὥστε τὸν πολυπραγ μονοῦντα τὸ τῶν αἰώνων πρεσβύτερον καὶ ἀνιόντα ἐπὶ τὴν τῶν ὄντων ἀρχὴν ἐν μηδενὶ στῆναι τῷ λογισμῷ δυνηθῆναι, ἀεὶ τοῦ ζητουμένου ὑπεκπροθέοντος καὶ μηδεμίαν στάσιν τῇ πολυπραγμοσύνῃ τῆς διανοίας ὑποδεικνύοντος. 1.1.365 Σαφὴς δὲ ὁ λόγος καὶ τῷ μετρίως ἐπεσκεμμένῳ τὴν τῶν ὄντων φύσιν, ὅτι τῇ μὲν θείᾳ τε καὶ μακαρίᾳ ζωῇ τὸ παραμετρούμενόν ἐστιν οὐδέν. οὐ γὰρ ἐκείνη ἐν χρόνῳ, ἀλλ' ἐξ ἐκείνης ὁ χρόνος· ἡ δὲ κτίσις ἀπό τινος ὁμολο γουμένης πάντως ἀρχῆς ἐπὶ τὸν ἴδιον σκοπὸν διὰ τῶν χρο νικῶν διαστημάτων ὁδεύουσα φέρεται, ὡς ταύτης μὲν δυ νατὸν εἶναι, καθώς φησί που ὁ Σολομών, ἀρχὴν καὶ τέλος καὶ μεσότητα διασκοπῆσαι, διὰ τῶν χρονικῶν τμημάτων 1.1.366 τὴν ἀκολουθίαν τῶν κατ' αὐτὴν σημειούμενον. ἡ δὲ ὑπερ κειμένη τε καὶ μακαρία ζωὴ ἅτε μηδενὸς συμπαροδεύοντος αὐτῇ διαστήματος τὸ διαμετροῦν καὶ διαλαμβάνον οὐκ ἔχει. τὰ μὲν γὰρ γεγονότα πάντα τοῖς ἰδίοις μέτροις ἐμπεριγε γραμμένα κατὰ τὸ ἀρέσαν τῇ σοφίᾳ τοῦ κτίσαντος οἷόν τινι ὅρῳ τῷ προσήκοντι μέτρῳ ὡς πρὸς τὴν τοῦ παντὸς 1.1.367 εὐαρμοστίαν ἐμπεριείληπται. καὶ διὰ τοῦτο κἂν τῇ ἀσθενείᾳ τῶν ἀνθρωπίνων λογισμῶν ἀνέφικτος <ᾖ> ἡ τῶν ἐν τῇ κτίσει θεωρουμένων ἔφοδος, ἀλλ' οὖν τὸ πεπερατῶσθαι τὰ πάντα τῇ τοῦ πεποιηκότος δυνάμει καὶ ἐντὸς εἶναι τῶν τῆς κτίσεως ὅρων οὐκ ἀμφιβάλλεται· ἡ δὲ ποιητικὴ τῶν ὄντων δύναμις τὴν τῶν γεγονότων ἐν ἑαυτῇ περιγράφουσα φύσιν αὐτὴ τὸ περιέχον οὐκ ἔχει, πᾶν νόημα τὸ πρὸς τὴν ἀρχὴν τῆς θείας ζωῆς ἀνελθεῖν ἐπειγόμενον ἐντὸς ἑαυτῆς κατα κλείουσα καὶ πάσης περιεργίας καὶ φιλοπραγμοσύνης τῆς πρὸς τὸ πέρας τοῦ ἀορίστου φθάσαι φιλονεικούσης ὑπερ 1.1.368 εκπίπτουσα. ἅπασα γὰρ ἡ μετὰ τοὺς αἰῶνας ἄνοδος καὶ διάστασις τοῦ νοῦ τοσοῦτον ὑψωθήσεται μόνον, ὅσον κατι δεῖν τὸ τοῦ ζητουμένου ἀδιεξίτητον, καὶ ἔοικεν οἷόν τι μέ τρον καὶ ὅρος τῆς τῶν ἀνθρωπίνων λογισμῶν κινήσεως καὶ ἐνεργείας ὁ αἰὼν καὶ τὰ ἐντὸς τούτων εἶναι, τὰ δὲ ὑπερ κείμενα τούτων ἄληπτα καὶ ἀνεπίβατα λογισμοῖς μένει, παντὸς τοῦ δυναμένου ὑπὸ κατάληψιν ἀνθρωπίνην ἐλθεῖν 1.1.369 καθαρεύοντα. ἐν οἷς γὰρ οὐκ εἶδος, οὐ τόπος, οὐ μέγε θος, οὐ τὸ ἐκ τοῦ χρόνου μέτρον οὐδὲ ἄλλο τι τῶν κατα ληπτῶν ἐπινοεῖται, ἐξ ἀνάγκης καὶ ἡ καταληπτικὴ τοῦ νοῦ δύναμις, ζητοῦσά τινος περιδράξασθαι <τῶν> περὶ τοὺς αἰῶνας καὶ τὴν ἐν τούτοις κτίσιν, εἰς τὸ συγγενὲς ἑαυτῇ καὶ ὁμόφυλον συνιζήσει, τῆς ἀλήπτου φύσεως πανταχόθεν ἀπολισθαίνουσα. 1.1.370 Παντὶ γὰρ οἶμαι τοῦτο γνώριμον εἶναι τῷ καὶ μετρίως ἐπεσκεμμένῳ τὰ ὄντα, ὅτι τοὺς αἰῶνας καὶ τὸν ἐν τούτοις τόπον οἷόν τι χώρημα δεκτικὸν τῶν γινομένων προκατα βαλλόμενος ὁ τῶν ὅλων δημιουργὸς ἐν τούτοις κτίζει τὰ πάντα. οὐ γὰρ ἐνδέχεταί τι τῶν διὰ κτίσεως γεγονότων ἢ γινομένων μὴ πάντως ἢ ἐν τόπῳ ἢ ἐν χρόνῳ τὸ εἶναι ἔχειν. 1.1.371 ἡ δὲ ἀπροσδεὴς καὶ ἀΐδιος καὶ τῶν ὄντων ἐμπεριεκτικὴ φύσις οὔτ' ἐν τόπῳ ἐστὶν οὔτε ἐν χρόνῳ, ἀλλὰ πρὸ τούτων καὶ ὑπὲρ ταῦτα κατὰ τὸν ἄφραστον λόγον αὐτὴ ἐφ' ἑαυτῆς διὰ μόνης τῆς πίστεως θεωρεῖται, οὔτε αἰῶσι παραμετρου μένη οὔτε χρόνοις συμπαρατρέχουσα, ἀλλ' ἐφ' ἑαυτῆς ἑστῶσα καὶ ἐν ἑαυτῇ καθιδρυμένη, οὔτε τῷ παρῳχηκότι οὔτε τῷ μέλλοντι συνδιαιρουμένη· οὐδὲ γὰρ ἔστι τι παρ' αὐτὴν ἔξω αὐτῆς, οὗ παροδεύοντος τὸ μέν τι παρέρχεται 1.1.372 τὸ δὲ μέλλει. ταῦτα γὰρ ἴδια τῶν ἐν τῇ κτίσει τὰ πάθη, πρὸς ἐλπίδα καὶ μνήμην κατὰ τὴν τοῦ χρόνου διαίρεσιν τῆς ζωῆς σχιζομένης· ἐκείνῃ δὲ τῇ ὑψηλῇ καὶ μακαρίᾳ δυνάμει, ᾗ πάντα κατὰ τὸ ἐνεστὸς ἀεὶ πάρεστιν ἐπίσης, καὶ τὸ παρῳχηκὸς καὶ τὸ προσδοκώμενον ὑπὸ τῆς περι εκτικῆς τῶν πάντων δυνάμεως ἐγκρατούμενα καθορᾶται. 1.1.373 Αὕτη τοίνυν ἡ οὐσία ἐστίν, ἐν ᾗ πάντα, καθώς φησιν ὁ ἀπόστολος, συνέστηκε, καὶ οἱ καθ' ἕκαστον τοῦ εἶναι μετέχοντες ζῶμέν τε καὶ κινούμεθα καὶ ἐσμέν, ἡ ἀνωτέρα μὲν πάσης ἀρχῆς, σημεῖα δὲ τῆς ἰδίας φύσεως οὐ παρε χομένη, ἀλλ' ἐν μόνῳ τῷ μὴ δύνασθαι καταληφθῆναι γι νωσκομένη. τοῦτο γὰρ αὐτῆς ἰδιαίτατον γνώρισμα, τὸ παντὸς χαρακτηριστικοῦ νοήματος ὑψηλοτέραν αὐτῆς εἶναι 1.1.374 τὴν φύσιν. ἡ τοίνυν κτίσις διὰ τὸ μὴ τὸν αὐτὸν τῷ ἀκτίστῳ λόγον ἔχειν αὐτῷ τούτῳ τῆς πρὸς τὸν πεποιηκότα συγκρίσεώς τε καὶ κοινωνίας χωρίζεται, τῇ κατὰ τὴν οὐσίαν λέγω διαφορᾷ καὶ τῷ ἴδιον ἐφ' ἑαυτῇ τὸν παραστα τικὸν τῆς φύσεως ἐπιδέχεσθαι λόγον οὐδὲν ἐπικοινωνοῦντα 1.1.375 τῷ ἐξ οὗ γέγονεν. ἡ δὲ θεία φύσις πάντων τῶν ἰδιαζόντως ἐπιθεωρουμένων τῇ κτίσει σημείων ἀλλοτρίως ἔχουσα κάτω ἑαυτῆς καταλείπει τά τε χρονικὰ τμήματα, τὸ 20πρεσβύ τερον20 λέγω καὶ τὸ νεώτερον καὶ τὰς τοπικὰς ἐπινοίας, ὡς μηδὲ 20ἀνώτερον20 ἐπ' αὐτῆς τι κυρίως λέγεσθαι. πᾶν γὰρ τὸ νοούμενον ἐπὶ τῆς ἀκτίστου δυνάμεως ἄνω ἐστὶ καὶ ἀρχή ἐστι καὶ τὸν τοῦ 20κυριωτάτου20 λόγον ἐπέχει. 1.1.376 Ἐπεὶ οὖν δέδεικται διὰ τῶν εἰρημένων μὴ ἐν τῇ κτίσει τὸν μονογενῆ υἱὸν καὶ τὸ τοῦ θεοῦ πνεῦμα <δεῖν> διερευνᾶσθαι, ἀλλ' ἄνω τῆς κτίσεως πιστεύειν εἶναι, ἡ μὲν κτίσις ἐπί τινος ἰδιαζούσης ἀρχῆς διὰ τῆς πολυ πραγμοσύνης τῶν τὰ τοιαῦτα ζητεῖν φιλονεικούντων ἴσως καταληφθήσεται, τὸ δὲ ὑπὲρ ταύτην οὐδὲν ἂν διὰ τού των μᾶλλον εἰς γνῶσιν ἔλθοι, οὐδενὸς ἐν αὐτῷ σημείου 1.1.377 δεικτικοῦ πρὸ τῶν αἰώνων εὑρισκομένου. εἰ οὖν ἐν τῇ ἀκτίστῳ φύσει νοεῖται τὰ θαυμαστὰ πράγματά τε καὶ ὀνόματα, ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, πῶς ἔσται δυνατόν, ὅπερ ἐπὶ τῶν κάτω περιεργαζομένη καὶ πολυπραγμονοῦσα καταλαμβάνει ἡ ἔννοια, ἕτερον ἑτέρου συγκριτικῶς ὑπερτιθεῖσα διά τινος χρονικοῦ διαστήματος, τοῦτο καὶ ἐπὶ τῆς ἀκτίστου καὶ προαιωνίου νομίζειν οὐσίας 1.1.378 εἶναι; ἐν ᾗ πατὴρ μὲν ἄναρχος καὶ ἀγέννητος καὶ ἀεὶ πατὴρ νοεῖται, ἐξ αὐτοῦ δὲ κατὰ τὸ προσεχὲς ἀδιαστάτως ὁ μονογενὴς υἱὸς τῷ πατρὶ συνεπινοεῖται, δι' αὐτοῦ δὲ καὶ μετ' αὐτοῦ, πρίν τι κενόν τε καὶ ἀνυπόστατον διὰ μέσου παρεμπεσεῖν νόημα, εὐθὺς καὶ τὸ πνεῦμα τὸ ἅγιον συνημ μένως καταλαμβάνεται, οὐχ ὑστερίζον κατὰ τὴν ὕπαρξιν μετὰ τὸν υἱόν, ὥστε ποτὲ τὸν μονογενῆ δίχα τοῦ πνεύματος νοηθῆναι, ἀλλ' ἐκ μὲν τοῦ θεοῦ τῶν ὅλων καὶ αὐτὸ τὴν αἰτίαν ἔχον τοῦ εἶναι, ὅθεν καὶ τὸ μονογενές ἐστι φῶς, διὰ δὲ τοῦ ἀληθινοῦ φωτὸς ἐκλάμψαν, οὔτε διαστήματι οὔτε φύ σεως ἑτερότητι τοῦ πατρὸς ἢ τοῦ μονογενοῦς ἀποτεμνόμενον. 1.1.379 διάστημα μὲν γὰρ ἐπὶ τῆς προαιωνίου φύσεως οὐκ ἔστιν, ἡ δὲ κατὰ τὴν οὐσίαν διαφορὰ οὐδεμία. οὐδὲ γὰρ ἔστι δυνατὸν ἀκτίστου πρὸς ἄκτιστον διαφορὰν ἐννοῆσαι, ἄκτιστον δὲ τὸ πνεῦμα τὸ ἅγιον, καθὼς ἐν τοῖς προλαβοῦσιν ἀπο δέδεικται λόγοις. 1.1.380 Τούτων οὖν οὕτως ἔχειν ὑπειλημμένων παρὰ πᾶσι τοῖς καταδεχομένοις τὸν ἰδιωτισμὸν τοῦ ἁπλουστέρου κηρύγματος, τίνα καιρὸν ἔχει τὴν τοῦ υἱοῦ πρὸς τὸν πατέρα συνάφειαν διὰ τῆς κτίσεως ἀναλύειν πειρᾶσθαι, ὡς ἐπάναγκες εἶναί τι καὶ ταύτῃ συναΐδιον ἢ καὶ τὸν υἱὸν μεταγενέστερον 1.1.381 οἴεσθαι; οὔτε γὰρ ἡ γέννησις τοῦ μονογενοῦς ἐντὸς τῶν αἰώνων οὔτε ἡ κτίσις πρὸ τῶν αἰώνων, ὥστε οὐδενὶ τρόπῳ προσήκει τὴν ἀδιάστατον φύσιν καταμερίζεσθαι, καὶ μεταξὺ τῆς πάντων ποιητικῆς αἰτίας διαστηματικήν τινα παρενείρειν ὑπόνοιαν ἐν τῷ λέγειν ποτὲ μὴ εἶναι τὸν πᾶσι δεδωκότα τὸ 1.1.382 εἶναι. οὐκοῦν ἀληθὴς ὁ προαποδεδομένος λόγος, ὅτι τῇ μὲν ἀγεννησίᾳ τοῦ πατρὸς ἡ τοῦ μονογενοῦς ἀϊδιότης γεν νητῶς συνεπινοεῖται· εἰ δέ τι διάστημα μεταξὺ νομισθείη, ᾧ ἡ γέννησις τοῦ υἱοῦ τῆς τοῦ πατρὸς ζωῆς διατέμνεται, τούτῳ καὶ ἡ ἀρχὴ τῆς ζωῆς τοῦ ἐπὶ πάντων θεοῦ ὁρισθή 1.1.383 σεται, ὅπερ ἄτοπον. τὴν δὲ κτίσιν κωλύει οὐδέν, ἄλλο τι οὖσαν κατὰ τὴν ἰδίαν φύσιν παρὰ τὸν κτίσαντα, ἀπό τινος ἰδιαζούσης νοηθῆναι ἀρχῆς, καθὼς ἔφαμεν, κατ' οὐδὲν τῇ ἀκηράτῳ καὶ προαιωνίῳ φύσει συμβαίνουσαν. τὸ γὰρ ἐκ μὴ ὄντων ἤ, ὥς φησιν ὁ ἀπόστολος, ἐκ μὴ φαινομένων οὐρανὸν ἢ γῆν ἢ ἄλλο τι τῶν ἐν τῇ κτίσει θεωρουμένων γεγενῆσθαι λέγειν οὐδεμίαν τῷ ποιητῇ τῶν ὅλων ἀδοξίαν προστρίβεται, ἐπεὶ καὶ μεμαθήκαμεν παρὰ τῆς θείας γρα 1.1.384 φῆς μήτε ἐξ ἀϊδίου ταῦτα εἶναι μήτε εἰσαεὶ διαμένειν. εἰ δέ τι τῶν ἐν τῇ ἁγίᾳ τριάδι πεπιστευμένων μὴ ἀεὶ συνυπ άρχειν τῷ πατρὶ πιστευθείη, ἀλλά τις κατὰ τὸν τῆς αἱρέ σεως λόγον ἐπινοηθείη διάνοια γυμνοῦσά ποτε τὸν ἐπὶ πάντων θεὸν τῆς τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος δόξης οὐδὲν ἕτερον ἢ παντὸς ἀγαθοῦ καὶ θείου πράγματός τε καὶ νοήματος κατὰ τὸν τῆς αἱρέσεως λόγον ὁ θεὸς κεχωρι σμένος ἐπιδειχθήσεται. εἰ δὲ ἀεὶ ἔνδοξος ὁ πατὴρ ὁ ὑπάρ 1.1.385 χων πρὸ τῶν αἰώνων, δόξα δὲ τοῦ πατρὸς ὁ προαιώνιος υἱός, ὁμοίως δὲ καὶ τοῦ υἱοῦ δόξα τὸ τοῦ Χριστοῦ πνεῦμα τὸ ἀεὶ συνθεωρούμενον τῷ υἱῷ καὶ τῷ πατρί, πόθεν ὁ σοφὸς οὗτος καὶ ἐκ ποίας παιδεύσεως τὸ 20πρεσβύτερον20 ἐν τοῖς ἀχρόνοις καὶ τὸ 20τιμιώτερον20 ἐν τοῖς κατὰ τὴν φύσιν τιμίοις ἀποφαίνεται, συγκριτικῶς ὑπερτιθεὶς τοῦ ἑτέρου τὸ ἕτερον καὶ διὰ τῆς τοῦ ἑνὸς προτιμήσεως τὸ ἐφεξῆς ἀτιμάζων; ἡ γὰρ ἀντιδιαστολὴ τοῦ 20τιμιωτέρου20 φανερω τέρα πάντως ἐστὶν εἰς ὅ τι φέρει. 1.1.386 Οἷα δὲ τοῖς εἰρημένοις ἐπάγει καὶ τὰ ἀκόλουθα. 20ἅτε20, φησί, 20τῶν αὐτῶν ἐνεργειῶν τὴν ταὐτότητα τῶν ἔργων ἀποτελουσῶν, καὶ τῶν παρηλλαγμένων ἔργων παρηλλαγμένας καὶ τὰς ἐνεργείας ἀπο φαινόντων20. καλῶς ὁ γεννάδας ἦλθεν ἐπὶ τὴν ἄμαχον συνηγορίαν τοῦ λόγου. 20αἱ αὐταὶ ἐνέργειαι τὴν ταὐ τότητα τῶν ἔργων ἀποτελοῦσι20, φησίν. ἴδωμεν τοίνυν ἐπὶ τῶν πραγμάτων τὸν λόγον. μία τοῦ πυρὸς ἡ διὰ τοῦ θερμαίνειν ἐνέργεια, ἀλλὰ τὰ ἔργα οἵαν ἔχει τὴν 1.1.387 συμφωνίαν ἐπισκεψώμεθα. τήκεται ὁ χαλκός, ὁ πηλὸς πήγνυται, ὁ κηρὸς ἀναλίσκεται, τὰ λοιπὰ τῶν ζῴων εἰ ἐν αὐτῷ γένοιτο φθείρεται, ἡ σαλαμάνδρα ζῳογονεῖται, τὸ στυππεῖον καίεται, τὸ ἀμίαντον ὥσπερ ἐν ὕδατι τῇ φλογὶ καταπλύνεται· τοσαύτη ἡ ταὐτότης τῶν ἔργων ἐκ τῆς μιᾶς ἐνεργείας. τί δὲ ὁ ἥλιος; ἆρ' οὐχὶ καὶ αὐτὸς ἐκ τῆς αὐτῆς δυνάμεως ὁμοίως ἐπιθάλπων τὰ πάντα τὸ μέν τι τῶν φυτῶν ηὔξησε, τὸ δὲ κατεμάρανε, πρὸς τὴν ὑποκειμένην 1.1.388 δύναμιν ὑπαλλάσσων τῆς ἐνεργείας τὸ τέλος; τὸ μὲν γὰρ ἐπὶ τῆς πέτρας ἐξήρανε, τὸ δὲ ἐκ τῆς βαθείας γῆς ἑκα τοντάχουν ἐποίησεν. εἰ δὲ εἰσέλθοις εἰς τὰ τῆς φύσεως ἔργα καὶ ἴδοις ἐν τοῖς σώμασιν ὅσα φιλοτεχνοῦσα ἐργά ζεται, μᾶλλον ἂν τὸ περιεσκεμμένον καταμάθοις τοῦ λέ γοντος, ὅτι 20ἡ αὐτὴ ἐνέργεια τὴν ταὐτότητα τῶν 1.1.389 ἔργων ἀποτελεῖ20. μία ἐνέργεια τῆς συλλήψεώς ἐστιν ἡ αἰτία, ἀλλὰ τὸ σύγκριμα τοῦ ἔνδον οἰκονομουμένου πολυ ειδές, ὡς ἂν μὴ δυνηθῆναι ῥᾳδίως τινὰ τὴν διαφορὰν τῶν ἐν τῷ σώματι ποιοτήτων ἀπαριθμήσασθαι. μία πάλιν ἐν έργεια ἐπὶ τῶν νηπίων ἡ τοῦ γάλακτός ἐστιν ὁλκή, τὸ δὲ ποικίλον τῶν ἀποτελεσμάτων τῆς τοιαύτης τροφῆς τίς ἂν 1.1.390 διεξέλθοι λόγος; ἡ μὲν γὰρ καθάπερ διὰ σωλῆνος ἐκ τοῦ στόματος ἐπὶ τοὺς ἀποκριτικοὺς διεξέρχεται πόρους, ἡ δὲ ἀλλοιωτικὴ τῆς φύσεως δύναμις ἑκάστῳ τῶν μελῶν καταλ λήλως προσάγει τὸ γάλα, διὰ τῆς πέψεως εἰς μυρίας δια φορὰς τὴν τροφὴν κερματίζουσα καὶ τοῖς ὑποκειμένοις ὁμο 1.1.391 φυὲς ἀπεργαζομένη τὸ ἑκάστῳ κατάλληλον. ἐκ γὰρ τῆς αὐτῆς τρέφονται βρώσεως ἀρτηρίαι φλέβες ἐγκέφαλος μή νιγγες μυελὸς ὀστᾶ νεῦρα σύνδεσμοι τένοντες σάρκες ἐπι φάνεια χόνδροι πιμελαὶ τρίχες ὄνυχες ἱδρῶτες ἀτμοὶ φλέγμα χολὴ καὶ ὅσα λοιπὰ περιττὰ καὶ ἀχρεῖα τῆς αὐτῆς αἰτίας 1.1.392 ἐξῆπται. κἂν τὰ τῶν μελῶν εἴπῃς ὀνόματα τά τε ὀργανικὰ καὶ τὰ αἰσθητήρια καὶ ὅσα ἄλλα πληροῖ τὸν τοῦ σώματος ὄγκον, ἐκ μιᾶς καὶ τῆς αὐτῆς κατὰ τὴν τροφὴν ἐνεργείας εἰς τὰς τοσαύτας διαφορὰς ἀλλοιοῦται. εἰ δέ τις καὶ τὰς τέχνας ἀναλογίσαιτο, εὑρήσει καὶ διὰ τούτων τὸ κατεξη τασμένον τοῦ δόγματος· μίαν γὰρ ὡς ἐπὶ τὸ πολὺ τῶν διὰ χειρός τι ποιούντων ἐπὶ πάσης τέχνης ὁρῶμεν ἐνέργειαν, αὐτὴν λέγω τῆς χειρὸς τὴν κίνησιν, ἀλλὰ τίς ἡ κοινωνία 1.1.393 τῶν ἀποτελεσμάτων, σκοπήσωμεν. τί κοινὸν ἔχει ναοῦ κατα σκευὴ πρὸς ἱμάτιον, τῆς ἐν ἑκατέρῳ τέχνης κινήσει χειρὸς ἐνεργουμένης; κινεῖ τὴν χεῖρα καὶ ὁ τοιχωρύχος, κινεῖ καὶ ὁ φρεωρύχος, καὶ γῆ μεταλλεύεται καὶ φονεύεται ἄνθρωπος· κινήσεως χειρὸς ἔργα τὰ πάντα. ὅ τε γὰρ πολεμιστὴς ἐπὶ τῆς μάχης διὰ χειρὸς ἐνεργεῖ τὴν τῶν ἐναντίων σφαγήν, καὶ ὁ γεωπόνος πάλιν τῇ χειρὶ διὰ τῆς δικέλλης ἐπιθρύπτει 1.1.394 τὴν βῶλον. πῶς οὖν ἡμῖν ὁ δογματιστὴς ἀποφαίνεται 20τὰς αὐτὰς ἐνεργείας τὴν ταὐτότητα τῶν ἔργων ἀποτελεῖν20; ἐὰν δὲ δοθῇ τι καὶ ἀληθὲς ἔχειν τὰ εἰρη μένα, πάλιν καὶ διὰ τούτου τὸ κατὰ τὴν οὐσίαν οἰκεῖον τοῦ τε υἱοῦ πρὸς τὸν πατέρα καὶ τοῦ πνεύματος πρὸς τὸν υἱὸν πλέον συνίσταται. εἰ μὲν γὰρ ἦν τις τῶν ἐνεργειῶν παραλλαγή, ὡς ἄλλως μὲν τοῦ πατρός, ἑτέρως δὲ τοῦ υἱοῦ τὸ δοκοῦν ἐργαζομένου, καλῶς εἶχεν ἐκ τοῦ παρηλλαγμένου τῶν ἐνεργειῶν καὶ τὸ τῆς ἐργασθείσης ὑφ' ἑκατέρου τούτων 1.1.395 οὐσίας παρηλλαγμένον τεκμαίρεσθαι. εἰ δὲ ᾧ τρόπῳ ἐνεργεῖ ὁ πατήρ, πάντα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ, κατά τε τὴν αὐτοῦ τοῦ κυρίου φωνὴν καὶ κατὰ τὸν εἰκότα λόγον (οὐ γὰρ ὁ μὲν ἀσωμάτως, ὁ δὲ διὰ σώματος, οὐδὲ ἐκεῖνος μὲν ἐκ τῆσδε τῆς ὕλης, ἐκ δὲ τῆς ἑτέρας ὁ ἕτερος, οὐδὲ ἐν χρόνῳ οὐδὲ ἐν τόπῳ ἄλλος ἄλλῳ τὸ δοκοῦν κατεργάζεται, οὐδ' αἱ τῶν ὀργάνων διαφοραὶ τὸ παρηλλαγμένον κατασκευάζουσιν· 1.1.396 ἀλλ' ἀρκεῖ μόνη θελήματος κίνησις καὶ προαιρέσεως ὁρμή, σύνδρομον ἔχουσα καὶ ἐπακολουθοῦσαν πρὸς τὴν τῶν ὄντων ὑπόστασιν τὴν ὑφιστῶσαν τὰ πάντα δύναμιν), καὶ ἐν πᾶσιν ὁμοίως ὁ πατὴρ ἐξ οὗ τὰ πάντα καὶ ὁ υἱὸς δι' οὗ τὰ πάντα κατὰ ταὐτὸ τῆς ἐνεργείας εἶδος ἐργάζονται, πῶς οὗτος τὴν κατὰ τὰς οὐσίας διαφορὰν ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος ἀποδεικνύειν οἴεται διὰ τοῦ παρηλλαγμένου τῆς τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἐνεργείας ἀπ' ἀλλήλων χωριζομένης; τοὐναν 1.1.397 τίον γάρ, καθὼς προέφην, κατασκευάζεται· ἐπειδὴ οὐδεὶς τρόπος τῆς τῶν ἐνεργειῶν παραλλαγῆς ἐν πατρὶ καὶ υἱῷ θεωρεῖται, καὶ τὸ μηδεμίαν ἐν ταῖς οὐσίαις τοῦ υἱοῦ καὶ τοῦ πνεύματος εἶναι διάστασιν ἐν τῇ ταὐτότητι τῆς ὑπο στησαμένης δυνάμεως ἐπιδείκνυται, καθὼς καὶ ἡ τοῦ λογο γράφου μαρτυρία βεβαιοῖ τὸν λόγον οὕτως ἐπὶ λέξεως ἔχουσα· 20ἅτε20, φησί, 20τῶν αὐτῶν ἐνεργειῶν τὴν ταὐ 1.1.398 τότητα τῶν ἔργων ἀποτελουσῶν20. ὥστε εἰ ταὐτό της ἐπιτελεῖται τῶν ἔργων ἐν τῇ τῶν ἐνεργειῶν ὁμοιότητι, ἔργον δὲ κατ' αὐτοὺς τοῦ μὲν πατρὸς ὁ υἱός, τούτου δὲ τὸ πνεῦμα τὸ ἅγιον, ἡ ὁμοιοτροπία τῆς τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἐνεργείας τὴν ταὐτότητα πάντως τῆς ἀποτελεσθείσης οὐσίας ἐνδείξεται. 1.1.399 Ἀλλὰ προστίθησι· 20καὶ τῶν παρηλλαγμένων ἔργων παρηλλαγμένας καὶ τὰς ἐνεργείας ἐμφαι νόντων20. πάλιν τοίνυν καὶ τοῦτο σκοπήσωμεν, τίνι τὸ ἰσχυρὸν ὁ λόγος ἔχει, καὶ εἰ δοκεῖ διὰ τῶν ἐναργῶν ὑποδειγμάτων ταῦτα κατανοήσωμεν. ἆρ' οὐχὶ μία ἐστὶν ἡ διὰ τοῦ προστάσσειν ἐνέργεια τοῦ πάντα τὸν κόσμον καὶ 1.1.400 τὰ ἐν αὐτῷ συστησαμένου διὰ μόνου θελήματος; Αὐτὸς γὰρ εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. οὐκ ἐπὶ πάντων ὁμοίως οὐσιώθη τὸ πρόσταγμα καὶ ἤρ κεσεν ἡ βούλησις μόνη τὸ μὴ ὂν ὑποστήσασθαι; πῶς οὖν ἐκ μιᾶς τῆς διὰ τοῦ προστάσσειν ἐνεργείας τοσαύτης τῆς διαφορᾶς καθορωμένης οὗτος ὥσπερ οὐχ ὁρῶν τὰ πράγ ματα τὴν τῶν ἔργων παραλλαγὴν τὸ παρηλλαγμένον τῆς 1.1.401 ἐνεργείας ἐνδείκνυσθαι λέγει; τοὐναντίον γὰρ ἔδει μονο ειδῆ πάντα τὰ ἐν τῷ κόσμῳ εἶναι, εἴπερ κατὰ τὸν δογμα τιστὴν τῷ διαλλάσσοντι τῶν ἔργων καὶ τὸ τῶν ἐνεργειῶν παρηλλαγμένον ἐμφαίνεται. ἢ ταῦτα ὅμοια πάντα βλέπει, ἐν μόνῳ δὲ τῷ πατρὶ καὶ τῷ υἱῷ ἐνθεωρεῖ τὸ ἀνόμοιον; 1.1.402 Οὐκοῦν ἐπισκεψάσθω νῦν, εἰ καὶ μὴ πρότερον, τὴν ἐν τοῖς στοιχείοις διαφορὰν καὶ ὡς ἕκαστον τῶν ἐν τῷ κόσμῳ πρὸς τὴν τοῦ παντὸς σύστασιν συντελούντων πρὸς τὸ ἐναν τίον ἀπῆκται τῆς φύσεως. τὰ μὲν γὰρ κοῦφά τε καὶ ἀνω φερῆ πέφυκε, τὰ δὲ βαρέα καὶ εἰς τὸ κάτω βρίθοντα, καὶ τὰ μὲν ἀεὶ ἑστῶτα, τὰ δὲ διόλου κινούμενα, καὶ ἐν τοῖς κινουμένοις τὰ μὲν ἀπαράβατον ἐπὶ τὸ ἓν ἔχει τὴν κίνησιν, ὡς ὁ οὐρανὸς καὶ τῶν ἀστέρων οἱ πλανώμενοι, οἷς ὁ δρόμος εἰς τὸ ἔμπαλιν τοῦ παντὸς ἀνελίσσεται, τὰ δὲ πανταχόθεν διαχεόμενα κατὰ τὸ συμβαῖνον ἀεὶ φέρεται, ὡς ὁ ἀὴρ καὶ 1.1.403 ἡ θάλασσα καὶ ἡ πᾶσα τῆς ὑγρᾶς οὐσίας φύσις. τί δ' ἂν εἴποι τις τὴν τοῦ θερμοῦ πρὸς τὸ ψυχρὸν ἐναντίωσιν ἢ τοῦ ὑγροῦ τὴν πρὸς τὸ ξηρὸν διαφορὰν τοῦ τε ἄνω τὴν πρὸς τὸ κάτω διάστασιν; ὅσαι δὲ τῶν ζῴων αἱ κατὰ τὴν φύσιν ἀνομοιότητες, τὰς δὲ ἐν τοῖς φυτοῖς κατά τε τὰ σχήματα καὶ τὰ μεγέθη καὶ τὰς τῶν καρπῶν καὶ ποιοτήτων παραλ 1.1.404 λαγὰς τίς ἂν ἐπέλθοι λόγος ἀνθρώπινος; ἀλλ' ὁ σοφὸς οὗτος τῶν 20παρηλλαγμένων ἔργων παρηλλαγμέ νας καὶ τὰς ἐνεργείας20 ἡμῖν ἀποφαίνεται, ἢ τὸ εἶδος τῆς θείας ἐνεργείας μήπω μαθών, ὅ φησιν ἡ γραφή, ὅτι τῷ λόγῳ τοῦ προστάγματος πάντα γεγένηται, ἢ πρὸς τὴν τῶν γεγονότων διαφορὰν ἀμβλυώττων. καὶ οὕτως ἡμῖν ἀπερισκέπτως φθεγγόμενος περὶ θείων δογμάτων νομοθετεῖ, οὔπω τάχα τινὸς ἀκηκοώς, ὅτι πᾶν τὸ ἀποφαντικῶς λεγό μενον, ἐὰν μὴ καθόλου τὸ ἄμαχόν τε καὶ ὁμολογούμενον περὶ τοῦ προκειμένου πράγματος ἔχῃ, ἀλλὰ περὶ ὧν οὐκ ἄν τις τῶν ἐπεσκεμμένων συνθοῖτο, περὶ τούτων κατ' ἐξου σίαν ὁ δογματίζων λέγῃ, οὐδὲν διαφέρει τῶν ὀνείρους ἢ 1.1.405 μύθους παρὰ πότον διηγουμένων. καὶ τοιαύτης οὔσης τῆς ἐν τοῖς εἰρημένοις ἀναρμοστίας, καθάπερ οἱ δι' ἐνυπνίου φαντασίας τῶν καθ' ὕπαρ σπουδαζομένων ὁρᾶν τι νομί σαντες προθύμως ἔχονται τῶν ἀνυπάρκτων καὶ τῆς περὶ τὸ φαινόμενον ἐπιθυμίας διὰ τῆς ἠπατημένης ὄψεως ἀναπει θούσης ἔχειν οἴονται, οὕτω καὶ αὐτὸς διὰ τῆς ὀνειρώδους ταύτης τῶν δογμάτων ἀνατυπώσεως ἰσχύειν αὐτῷ φαντα σθεὶς τὰ εἰρημένα ταῦτα οὕτως ἔχειν διαβεβαιοῦται καὶ δι' αὐτῶν κατασκευάζειν ἐπιχειρεῖ τὰ ὑπόλοιπα. ἄξιον δὲ καὶ αὐτὴν παραθέσθαι τὴν λέξιν ἔχουσαν οὕτως. 1.1.406 20Οὕτω δὲ τούτων ἐχόντων καὶ τῇ πρὸς ἄλ ληλα σχέσει τὸν εἱρμὸν ἀπαράβατον διατη ρούντων, προσήκει δήπου τοὺς κατὰ τὴν συμ φυῆ τοῖς πράγμασι τάξιν τὴν ἐξέτασιν ποιου μένους καὶ μὴ φύρειν ὁμοῦ πάντα καὶ συγχεῖν βιαζομένους, εἰ μὲν περὶ ταῖς οὐσίαις κινοῖτό τις ἀμφισβήτησις, ἐκ τῶν πρώτων καὶ προσε χῶν ταῖς οὐσίαις ἐνεργειῶν ποιεῖσθαι τῶν δεικνυμένων τὴν πίστιν καὶ τῶν ἀμφιβαλλο μένων τὴν διάλυσιν, τὴν δὲ ἐπὶ ταῖς ἐνεργείαις 1.1.407 ἀμφιβολίαν διαλύειν ἐκ τῶν οὐσιῶν20. ἐγὼ τοίνυν ἀρκεῖν ἡγοῦμαι πρὸς ἀπόδειξιν τῆς ἀτοπίας τῶν εἰρημένων αὐτὰ τὰ ῥήματα τῆς ἀσεβείας. ὥσπερ γὰρ ὁ τὸ λελωβη μένον ἐκ πάθους πρόσωπον ὑπογράφων τῷ λόγῳ μᾶλλον ἂν ἐπιδείξειεν ἀπογυμνώσας τῶν προκαλυμμάτων τὴν νόσον, ὡς μηδὲν δεῖσθαι λόγῳ μαθεῖν τοὺς τὸ φαινόμενον βλέ ποντας, οὕτως ἡγοῦμαι τὸ εἰδεχθὲς τοῦτο καὶ περικεκομ μένον τοῦ αἱρετικοῦ δόγματος ἱκανῶς φανεροῦσθαι τοῖς διορατικοῖς τὴν ψυχὴν καὶ διὰ μόνης τῆς ἀναγνώσεως ἐκ 1.1.408 καλυπτόμενον. ἀλλ' ἐπειδὴ χρὴ καθάπερ τινὰ δάκτυλον ἐπὶ τὰ σαθρὰ τοῦ δόγματος τὸν δεικτικὸν λόγον ἐπάγοντα φανερωτέραν τοῖς πολλοῖς καταστῆσαι τὴν ἐγκειμένην λώ βην τῷ δόγματι, πάλιν ἐφεξῆς τὸ ῥηθὲν ἀναλήψομαι. 1.1.409 20Οὕτω δέ20, φησί, 20τούτων ἐχόντων20. τί λέγει ὁ ἐν υπνιαστής; ποίων τούτων καὶ πῶς ἐχόντων; ὅτι 20μόνη κυρία καὶ ἀνωτάτω20 τοῦ πατρὸς ἡ οὐσία, ἄκυρος δὲ κατὰ τὸ ἀκόλουθον πάντως ἡ ἐφεξῆς καὶ ἀκυροτέρα ἡ 1.1.410 τρίτη; ταῦτα γὰρ οἷς εἶπεν ἐνομοθέτησεν. ἢ ὅτι παρε πομένης τῇ οὐσίᾳ τῇ πρώτῃ ἐνεργείας τινός, ἧς ἀποτέ λεσμα καὶ 20ἔργον20 ὁ μονογενής ἐστιν υἱός, τῷ μέτρῳ τῆς ὑποστησαμένης αὐτὸν ἐνεργείας ἐνδεδεμένος; ἢ ὅτι ἐλάτ τους τε καὶ μείζους αἱ οὐσίαι νοοῦνται διὰ τὸ ἐγκεῖσθαί πως ἀλλήλαις καὶ περιέχεσθαι ὑπὸ τῆς εὐρυχωροτέρας τὴν ἥσσονα, ὥσπερ ἐπὶ τῶν κάδων συμβαίνει τῶν ἀλλήλοις ἐντιθεμένων, καθ' ὃ μείζους τε καὶ ἐλάττους ἐνορᾷ τὰς 1.1.411 οὐσίας τὰς οὐδενὶ πέρατι καὶ ὅρῳ περιειλημμένας; ἢ ὅτι τῶν δημιουργημάτων αἱ διαφοραὶ καὶ τὴν τῶν δημιουργῶν ἑτερότητα συνεμφαίνουσιν, ὡς ἀμήχανον ἐκ τῶν ὁμοίων ἐνεργειῶν διαφόρους τὰς δημιουργίας συνίστασθαι; ἆρ' οὖν ἔστι τις τοσούτῳ κώματι κατεχόμενος τὰ τῆς ψυχῆς αἰσθη τήρια, ὥστε ἀκούσας τῶν τοιούτων δογμάτων εὐθὺς συν θέσθαι τῷ διαβεβαιουμένῳ ὅτι 20οὕτω δὲ τούτων ἐχόν των καὶ ἐν τῇ πρὸς ἄλληλα σχέσει τὸν εἱρμὸν 1.1.412 ἀπαράβατον διατηρούντων20; τῆς γὰρ αὐτῆς οἶμαι παραπληξίας εἶναι λέγειν τε τὰ τοιαῦτα καὶ λεγόντων ἀκούειν ἀνεξετάστως, ὅτι εἱρμῷ τινι διὰ τῆς πρὸς ἄλληλα σχέσεως εὐθύνεται τὰ διὰ τῆς κατὰ τὴν φύσιν ἀνομοιότητος ἀπ' ἀλλήλων διεσχισμένα. ἢ γὰρ ἥνωται διὰ τῆς οὐσίας κατὰ τὸν ἡμέτερον λόγον καὶ οὕτως 20ἐν τῇ πρὸς ἄλ ληλα σχέσει τὸν εἱρμὸν ἀπαράβατον διατη ρήσει20, ἢ ἀφέστηκεν ἀλλήλων διὰ τῆς κατὰ τὴν φύσιν ἀλ λοτριότητος, καθὼς ἐκεῖνος οἴεται. καὶ τίς εὑρεθήσεται 20καθ' εἱρμὸν σχέσις20 ἐν τοῖς ἀλλοτρίως ἔχουσιν 20ἡ συντηροῦσα τὸ ἀπαράβατον20; τίς δὲ 20ἡ συμφυὴς τῶν πραγμάτων τάξις20, καθ' ἣν ποιεῖσθαι νομοθετεῖ 1.1.413 τὴν ἐξέτασιν; εἰ μὲν γὰρ εἰς τὸ δόγμα τῆς ἀληθείας ἑώρα καὶ μόνῃ τῇ τάξει κατὰ τὸ ἀκόλουθον τῶν ἐν τῇ ἁγίᾳ τριάδι πεπιστευμένων πραγμάτων τὴν διαφορὰν ἐλογίζετο, 20τῆς συμφυοῦς20 ταύτης, ὥς φησι, 20τάξεως20 ἀσύγχυτον ποιουμένης τὴν τῶν ὑποστάσεων κρίσιν, ὥστε καὶ κοινωνεῖν κατὰ τὴν οὐσίαν καὶ διῃρῆσθαι κατὰ τὸν τῆς ὑποστάσεως λόγον οἴεσθαι, οὐκ ἂν πάντως ἐν τοῖς ὑπεναντίοις ἐτέτακτο, ταῦτα λέγων, ὧν καὶ ἡμεῖς προϊστάμεθα. 1.1.414 Νυνὶ δὲ ἅπας ὁ λόγος αὐτῷ πρὸς τὸ ἐναντίον βλέ πων ἄπορον εἶναι κατασκευάζει τῆς ἐνταῦθα νοηθείσης αὐτῷ τάξεως τὴν κατανόησιν. πλεῖστον γὰρ δήπου διενή νοχε τῶν τε ἐκ προβουλεύσεως καὶ τῶν κατὰ τὸ αὐτόματον 1.1.415 ἐκ φυσικῆς τινος ἀνάγκης ἀποβαινόντων τὸ πέρας. συμ φυής ἐστι τῷ πυρὶ ἡ θερμότης καὶ ἡ λαμπηδὼν τῇ ἀκτῖνι καὶ τὸ ῥέειν τῷ ὕδατι καὶ τῷ λίθῳ ἡ ἐπὶ τὸ κάτω φορὰ καὶ πολλὰ τοιαῦτα ἔστιν εἰπεῖν. εἰ δέ τις οἰκίαν ἐδομή σατο ἢ μετῆλθεν ἀρχὴν ἢ ἐμπορίαν ἐστείλατο ἢ ἄλλο τι τῶν ἐκ προβουλεύσεως καὶ παρασκευῆς κατορθουμένων μετεχειρίσατο, οὐκ ἔστιν ἐπὶ τούτου κυρίως λέγειν ὅτι 20συμφυής20 τις τοῖς παρ' αὐτοῦ πεπραγμένοις ἔπεστι τάξις· κατὰ γὰρ τὸ βούλημα τοῦ προαιρουμένου καὶ κατὰ τὸ χρήσιμον τοῦ ἐπιτελουμένου πράγματος ἡ τάξις παρὰ τῶν 1.1.416 τὰ καθ' ἕκαστον ἐνεργούντων ἐπάγεται. ἐνταῦθα τοίνυν ἐπειδὴ ἀποσχίζει τῆς φυσικῆς οἰκειότητος τοῦ πατρὸς τὸν υἱὸν ὁ τῆς αἱρέσεως λόγος, τὰ αὐτὰ δὲ καὶ περὶ τοῦ πνεύ ματος οἴεται, ὡς ἀπεξενωμένου τῆς τε πρὸς τὸν υἱὸν καὶ τὸν πατέρα ἑνώσεως, ἐν παντὶ δὲ τῷ λόγῳ κατασκευάζεται τὸ ἔργον εἶναι τοῦ πατρὸς τὸν υἱόν, ἔργον δὲ πάλιν τοῦ υἱοῦ τὸ πνεῦμα, πάντα δὲ τὰ ἔργα προαιρέσεως, οὐ φύσεως ἀποτελέσματα, πῶς οὗτος τὸ τοῦ θελήματος ἔργον 20συμ φυῆ20 τινα τάξιν πραγμάτων εἶναι ὁρίζεται, οὐκ οἶδα τί νοῶν ἐν τῷ λόγῳ. ὡς ταύτην τοῦ θεοῦ τῶν ὅλων τὴν φύσιν ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος τοῦ ἁγίου δημιουργήσαντος καὶ τὸ ὑπερβεβηκὸς τῶν οὐσιῶν τοιοῦτον εἶναι ποιήσαντος, 1.1.417 ὥστε ὑποχειρίως ἔχειν τῷ ἑτέρῳ τὸ ἕτερον; καὶ εἰ ταῦτα νοεῖ, διὰ τί τὸ εἰρημένον οὐ διεσάφησε, κατὰ τίνα λόγον προεπινοεῖται ταῦτα περὶ θεοῦ γινώσκειν; ὡς ἐν τῇ βρα χύτητι τῶν ἔργων μείζονος ἐπιδειχθησομένης αὐτοῦ τῆς δυνάμεως; καὶ τίς τούτῳ συνθήσεται, τῷ μεγάλην αἰτίαν καὶ δύναμιν τῇ τῶν ἀποτελεσμάτων ἐνθεωρεῖσθαι βραχύ τητι; ἀλλ' ὡς οὖν οὐ δυναμένου τὸ τέλειον ἐν πᾶσι τῷ ἐξ αὐτοῦ συνυποστῆσαι; καὶ πῶς αὐτῷ συμμαρτυρεῖ τὸ 20ἀνώ τατόν τε καὶ κυριώτατον20, εἴπερ ἐλάττονα τῆς προ 1.1.418 αιρέσεως ἐπιδείξει τὴν δύναμιν; ἢ οὐδὲ προτεθεῖσθαι λέγει τὸν τοῦ τελείου λόγον τῷ ἐξ αὐτοῦ ἐγγενέσθαι, ἵνα μὴ πάντως ἡ τιμὴ καὶ ἡ δόξα τοῦ διὰ τὸ ὑπερέχον τιμωμένου κατασμικρύνηται. καὶ τίς οὕτως ἄθλιος ὥστε μηδὲ τὴν θείαν τε καὶ μακαρίαν φύσιν καθαρεύειν ἀπὸ τοῦ κατὰ τὸν φθόνον πάθους ὑπολογίζεσθαι; ποία οὖν εὐπρεπὴς αἰτία τοῦ ταῦτα οὕτω παρὰ τοῦ θεοῦ τῶν ὅλων ἐπὶ τοῦ μονο γενοῦς καὶ τοῦ πνεύματος διατετάχθαι; 1.1.419 Ἀλλ' οὐκ ἐκεῖθεν, φησίν. πόθεν οὖν ἄλλοθεν, εἰ μὴ κατὰ τὴν φύσιν οἰκείως ἔχουσιν 20ἡ συμφυὴς20 αὐτοῖς 20τάξις20 ἐνθεωρεῖται; ἀλλ' ἴσως τὸ ὑφειμένον τῆς οὐσίας ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος τὸ συμφυὲς ὀνομάζει τῆς τάξεως. ἀλλ' ἐγὼ καὶ αὐτοῦ τούτου δέομαι τὴν αἰτίαν μαθεῖν, δι' ἣν ὁ υἱὸς κατὰ τὴν οὐσίαν ἠλάττωται, τῆς οὐσίας καὶ ἐνεργείας ἐν τοῖς ἴσοις καὶ τοῖς αὐτοῖς γνωρί 1.1.420 σμασί τε καὶ ἰδιώμασιν εὑρισκομένων. εἰ δὲ οὐχ ὁ αὐτὸς τῆς τε οὐσίας καὶ τῆς ἐνεργείας ὁ λόγος, ἀλλὰ διάφορον ἐφ' ἑκατέρου τὸ σημαινόμενον, πῶς διὰ τῶν ξένων καὶ ἀλλο τρίων αἱ ἀποδείξεις τοῖς ζητουμένοις ἐπάγονται; ὥσπερ ἂν εἴ τις, πολυπραγμονουμένης τῆς ἀνθρωπίνης οὐσίας καὶ ζητουμένου εἰ γελαστικὸν ζῷον ὁ ἄνθρωπος ἢ γραμματικῆς δεκτικόν, εἰς ἀπόδειξιν τοῦ προτεθέντος παραλαμβάνοι οἰκίας ἢ πλοίου κατασκευήν, ἣν ὁ οἰκοδόμος ἢ ὁ ναυπηγὸς ἐτεκτήνατο, ἔπειτα ἰσχυρίζοιτο τῷ σοφῷ τούτῳ λόγῳ, ὅτι ταῖς ἐνεργείαις τὰς οὐσίας γνωρίζομεν, ἐνέργεια δὲ τοῦ 1.1.421 ἀνθρώπου ἡ οἰκία καὶ τὸ πλοῖον. ἐκ τούτων ἄρα κατα λαμβάνομεν τὸ πλατυώνυχον καὶ γελαστικὸν εἶναι τὸν ἄν θρωπον, ἁπλούστατε; ἀλλ' οὐ τοῦτο, φαίη τις ἄν, τὸ ζητούμενόν ἐστιν, εἴ τινα κίνησιν καὶ ἐνέργειαν ὁ ἄν θρωπος ἔχει, ἀλλ' αὐτὸ τὸ ἐνεργοῦν τί ποτε κατὰ τὴν φύσιν ἐστίν· ὃ πολλοῦ δέω μαθεῖν ἐκ τῆς ἀποκρίσεως. 1.1.422 καὶ γὰρ εἰ περὶ ἀνέμου τι μαθεῖν ἐβουλόμην, οὐκ ἂν ψάμμου σωρείαν ἐξ ἀνέμου συστᾶσαν ἢ ἀχύρου θημῶνα ἢ κόνεως διάχυσιν δείξας ἐντελῆ ἂν τοῦ ζητουμένου τὸν λόγον ἀπέδωκας. ἕτερος γὰρ τοῦ ἀνέμου ὁ λόγος καὶ ἄλλα ταῦτα τὰ ἀντὶ τοῦ ζητουμένου δεικνύμενα. πῶς οὖν οὗτος ταῖς ἐνεργείαις τὰς οὐσίας δείκνυσι καὶ τὸν τοῦ εἶναι λόγον αὐτοῦ τοῦ ὄντος ἐκ τῶν γενομένων παρὰ τοῦ ὄντος παρίστησιν; 1.1.423 Εἶτα κἀκεῖνο σκοπήσωμεν, τί <τὸ> 20ἔργον20 τοῦ πατρός, δι' οὗ καταλαμβάνεσθαι λέγει τὴν οὐσίαν τοῦ ἐνεργήσαντος; τὸν υἱὸν λέξει πάντως, εἴπερ τὰ συν ήθη λέγοι. ἀλλ' οὗτος, ὦ σοφώτατε, κατὰ τὸν σὸν λόγον 20τῇ ἐργασαμένῃ αὐτὸν ἐνεργείᾳ παραμετρού μενος20 ἐκείνην δεικνύει μόνην, τὸ δὲ ζητούμενον οὐδὲν ἧττον ἐν ἀδήλῳ μένει, εἴπερ ἡ ἐνέργεια τῶν παρεπομένων τις εἶναι τῇ πρώτῃ οὐσίᾳ καὶ παρὰ σοῦ μεμαρτύρηται. 1.1.424 αὕτη γὰρ τῷ ἔργῳ τῷ παρ' αὐτῆς ἀποτελεσθέντι συμ παρεκτείνεται, καθὼς σὺ λέγεις, καὶ δείκνυται διὰ τοῦ ἀποτελέσματος, οὐ δὲ αὐτὴ κατὰ τὴν φύσιν ἡ ἐνέργεια ἥτις ἐστίν, ἀλλὰ <τὸ> ποσὸν αὐτῆς μόνον ἐνθεωρεῖται τῷ ἔργῳ. ὡς γὰρ οὐ πᾶσα ἡ τοῦ χαλκεύοντος δύναμις συγκινηθεῖσα τὸ τρύπανον ἐξειργάσατο, ἀλλ' ὅσον σύμμετρον ἦν πρὸς τὴν τοῦ σκεύους ἀπεργασίαν, τοσοῦτον ἡ τέχνη διὰ τοῦ χειρουρ γοῦντος ἐνήργησε, πολλὰ καὶ παντοδαπὰ κατεργάσασθαι δυνατῶς ἔχουσα, οὕτω τὸ μέτρον τῆς ἐνεργείας ἐν ἑαυτῷ 1.1.425 δείκνυσιν ὁ παρ' ἐκείνης γενόμενος. τὸ δὲ ζητούμενον οὐχὶ τὸ ποσόν ἐστι τῆς ἐνεργείας, ἀλλ' αὐτὴ τοῦ ἐνεργήσαντος ἡ οὐσία. κατὰ τὸν αὐτὸν δὲ λόγον καὶ εἰ διὰ τοῦ πνεύ ματος (ὅπερ ἔργον ὀνομάζει τῆς τῷ υἱῷ παρεπομένης ἐν εργείας) κατειληφέναι λέγοι τοῦ μονογενοῦς τὴν φύσιν, οὐ δεμίαν σύστασιν ὁ λόγος ἔχει, πάλιν καὶ ἐνταῦθα τῆς ἐν εργείας μὲν τῷ ἀποτελέσματι συμπαρεκτεινομένης, τὴν δὲ φύσιν ἑαυτῆς τε καὶ τοῦ ἐνεργοῦντος διὰ τοῦ κατεργασθέντος οὐ δεικνυούσης. 1.1.426 Ἵνα δὲ καὶ τοῦτο συγχωρήσωμεν, δεδόσθω ταῖς ἐν εργείαις τὰς οὐσίας γινώσκεσθαι. οὐκοῦν ἡ πρώτη οὐσία διὰ τοῦ ἐξ αὐτῆς ἔργου γνωρίζεται καὶ τὴν δευτέραν ὡσαύτως τὸ ἔργον τὸ παρ' αὐτῆς γενόμενον δείκνυσι. τὴν τρίτην τοίνυν εἰπέ, ὦ σοφώτατε, τί τὸ δεικνύον ἐστί, μηδενὸς ἔργου τοιούτου τῆς τρίτης οὐσίας θεωρουμένου. εἰ γὰρ ταῖς ἐν εργείαις, ὡς σὺ φῄς, αἱ οὐσίαι καταλαμβάνονται, ἀκατάλη πτον εἶναι τὴν τοῦ πνεύματος φύσιν ὁμολογήσεις, οὐκ ἔχων κατὰ τὸ προσεχὲς τοιαύτην ἐνέργειαν καὶ τούτου παραστη σάμενος δι' ἐκείνης τὴν τοῦ πνεύματος φύσιν ἀναλογίσασθαι. 1.1.427 ἢ τοίνυν δεῖξόν τι οὐσιῶδες ἔργον τοῦ πνεύματος, δι' οὗ κατειληφέναι φῂς τὴν οὐσίαν τοῦ πνεύματος, ἢ ὅλος ὑμῖν ὁ ἱστὸς τῆς ἀράχνης τῇ ἐπαφῇ τοῦ λόγου περιρρυήσεται. εἰ γὰρ ἐκ τῆς προσεχοῦς ἐνεργείας ἡ οὐσία γνωρίζεται κατὰ τὸν ὑμέτερον λόγον, ἐνέργεια δὲ οὐσιώδης τοῦ πνεύ ματος οὐδεμία, καθάπερ τοῦ πατρὸς μὲν τὸν υἱόν, τοῦ δὲ υἱοῦ τὸ πνεῦμά φατε, ἀνεπίγνωστος πάντως ἡ τοῦ πνεύ ματος φύσις καὶ ἀκατάληπτος διὰ τούτων συνωμολόγηται, μηδεμιᾶς αὐτὴν ἐνεργείας τῆς καθ' ὑπόστασιν νοουμένης 1.1.428 παραδηλούσης. εἰ δὲ τοῦτο διαπέφευγε τὴν κατάληψιν, πῶς διὰ τοῦ μὴ κατειλημμένου ἡ ὑπερκειμένη οὐσία κατα λαμβάνεται; εἰ γὰρ ἀγνοεῖται τοῦ υἱοῦ τὸ ἔργον, ὅπερ ἐστίν, ὥς φασι, τὸ πνεῦμα, οὐδ' ἂν ἐκεῖνος ἐπιγνωσθείη πάντως, τῇ ἀδηλίᾳ τοῦ τεκμηριοῦντος συσκιαζόμενος· καὶ εἰ τοῦ μονογενοῦς ἡ οὐσία τῷ τρόπῳ τούτῳ διαλανθάνει, πῶς διὰ τῆς λανθανούσης 20ἡ ἀνωτάτω καὶ κυριωτάτη20 φανερωθήσεται, τῆς τοῦ πνεύματος ἀδηλίας κατὰ ἀνάλυσιν διὰ τοῦ υἱοῦ πρὸς τὸν πατέρα διαδοθείσης; ὡς ἐκ τούτων σαφῶς ἀποδείκνυσθαι καὶ διὰ τῆς τῶν ἐχθρῶν μαρτυρίας 1.1.429 τὸ ἀκατάληπτον εἶναι πάντη τοῦ πατρὸς τὴν οὐσίαν. πόθεν οὖν ὁ ὀξυδερκὴς οὗτος ὁ τὰ ἀνύπαρκτα βλέπων τὴν τῶν ἀφανῶν τε καὶ ἀκαταλήπτων φύσιν δι' ἀλλήλων αὐτός τε βλέπει καὶ ἡμῖν ἐγκελεύεται, ἐκ τῶν ἔργων τὰς οὐσίας καὶ ἐξ ἐκείνων τὰ ἔργα λέγων καταλαμβάνεσθαι; 1.1.430 Ἀλλὰ καὶ τὸν ἐφεξῆς λόγον ἐπισκοπήσωμεν. καὶ τὴν ἐπὶ ταῖς ἐνεργείαις φησὶν ἀμφιβολίαν διαλύειν ἐκ τῶν οὐσιῶν. πῶς ἄν τις αὐτὸν ἐκ τῶν ματαίων ὑπολήψεων ἐπὶ τοὺς ἀνθρωπίνους λογισμοὺς μεταγάγοι; τὰς ἐπὶ ταῖς ἐν εργείαις ἀμφιβολίας οἴεται δυνατὸν εἶναι διὰ τῆς καταλή ψεως τῶν οὐσιῶν διαλύεσθαι; πῶς διὰ τῶν μὴ κατειλημ 1.1.431 μένων τὸ ἀμφιβαλλόμενον εἰς πίστιν ἄγει; εἰ μὲν γὰρ κατεί ληπτο ἡ οὐσία, τίς χρεία πολυπραγμονεῖσθαι τὴν ἐνέργειαν, ὡς δι' ἐκείνης μελλόντων ἡμῶν τῇ καταλήψει τοῦ ζητου μένου προσάγεσθαι; εἰ δὲ διὰ τοῦτο ἀναγκαία ἡ τῆς ἐν εργείας ἐξέτασις, ὡς ἂν διὰ ταύτης πρὸς τὴν σύνεσιν τῆς ἐνεργούσης αὐτὴν οὐσίας ὁδηγηθείημεν, πῶς ἡμῖν ἡ μήπω γνωσθεῖσα φύσις τὴν ἐπὶ ταῖς ἐνεργείαις ἀμφιβολίαν δια λῦσαι δυνήσεται; παντὸς γὰρ πράγματος ἀμφιβαλλομένου 1.1.432 διὰ τῶν ὁμολογουμένων αἱ ἀποδείξεις γίνονται. ὅταν δὲ ἐπίσης ἐν ἀμφοτέροις ᾖ τοῖς ζητουμένοις τὸ ἄδηλον, πῶς τὰ δι' αὐτῶν ἀγνοούμενα δι' ἀλλήλων καταλαμβάνεσθαί 1.1.433 φησιν ὁ Εὐνόμιος; ἀμφιβαλλομένης γὰρ τῆς τοῦ πατρὸς οὐσίας, διὰ τῆς παρεπομένης αὐτῷ ἐνεργείας καὶ τοῦ παρὰ ταύτης ἀποτελεσθέντος ἔργου φανεροῦσθαι τὸ ζητούμενον λέγει· πάλιν δὲ τῆς τοῦ μονογενοῦς οὐσίας ζητουμένης ἥτις ἐστίν, ὃν εἴτε ἐνέργειαν εἴτε τι τῆς ἐνεργείας ἀποτέλεσμα λέγει (κέχρηται γὰρ ἑκατέρῳ τῶν λόγων), ἐκ τῆς τοῦ πε ποιηκότος φησὶν οὐσίας εὔκολον εἶναι διαλύειν τὴν περὶ τοῦ μονογενοῦς ἀμφισβήτησιν. 1.1.434 Ἡδέως δ' ἂν καὶ τοῦτο παρ' αὐτοῦ μάθοιμι. ἐπὶ μόνης τῆς θείας φύσεως τὴν ἐπὶ ταῖς ἐνεργείαις ἀμφιβολίαν ἐκ τῆς ἐργασαμένης οὐσίας διαλύεσθαι λέγει, ἢ καὶ ἐπὶ παντὸς πράγματος, ᾧ τις δύναμις ποιητικὴ συνυπάρχει, διὰ τῆς τοῦ ποιοῦντος οὐσίας καὶ τὴν τῶν γεγονότων φύσιν ἐπι γινώσκει; εἰ μὲν οὖν ἐπὶ μόνης τῆς θείας δυνάμεως τὸ τοιοῦτον ἀποφαίνεται δόγμα, δειξάτω πῶς 20τὴν ἀμφισβή τησιν20 τῶν τοῦ θεοῦ ἔργων 20διαλύει20 διὰ τῆς τοῦ ἐνεργή 1.1.435 σαντος φύσεως. ἰδοὺ γὰρ ἀναμφίβολον ἔργον θεοῦ οὐρανὸς γῆ θάλασσα, ὅλος ὁ κόσμος. ζητείσθω δὲ καθ' ὑπόθεσιν τούτων ἑνὸς ἡ οὐσία, καὶ ἔστω οὐρανὸς τῇ θεωρίᾳ τοῦ λόγου προκείμενος. ἀμφιβαλλομένης τοίνυν τοῦ οὐρανοῦ τῆς οὐσίας διὰ τὰς ποικίλας ἐπὶ τούτῳ δόξας τῶν διαφόρως κατὰ τὸ φανὲν ἑκάστῳ περὶ αὐτοῦ φυσιολογούντων, πῶς ἡμῖν ἐπάγει τὴν διάλυσιν τῆς τοῦ ζητουμένου ἀμφιβολίας ἡ τοῦ πεποιηκότος τὸν οὐρανὸν θεωρία; ἐκεῖνος ἄϋλος ἀόρατος ἀσχημάτιστος ἀγέννητός τε καὶ εἰσαεὶ διαμένων, φθορᾶς καὶ τροπῆς καὶ ἀλλοιώσεως καὶ τῶν τοιούτων πάν 1.1.436 των ἀνεπίδεκτος μένων. πῶς οὖν ὁ τοιαύτην περὶ τοῦ ἐνεργήσαντος λαβὼν τὴν διάνοιαν πρὸς τὴν ἐπίγνωσιν τῆς τοῦ οὐρανοῦ φύσεως ἐναχθήσεται; πῶς ἐκ τοῦ ἀοράτου τὸ ὁρατόν, ἐκ τοῦ ἀφθάρτου τὸ φθορᾷ ὑποκείμενον, ἐκ τοῦ ἀγεννήτως ὄντος τὸ ἀπὸ χρόνου τὴν σύστασιν ἔχον, ἐκ τοῦ εἰσαεὶ διαμένοντος τὸ πρόσκαιρον κεκτημένον τὴν ὕπαρξιν, καὶ ἐκ πάντων τῶν ἐναντίων τὴν περὶ τοῦ ζητουμένου ποιή 1.1.437 σεται κατανόησιν; εἰπάτω ὁ περιεσκεμμένος δι' ἀκριβείας τὰ ὄντα, εἰπάτω πῶς ἐστι δυνατὸν τὰ ἀνομοίως κατὰ τὴν φύσιν ἔχοντα δι' ἀλλήλων ἐπιγινώσκεσθαι. καίτοι γε δι' αὐτῶν τούτων ὧν αὐτός φησιν, εἴπερ τοῖς ἰδίοις κατα κολουθεῖν ἠπίστατο λόγοις, ὡδηγήθη ἂν πρὸς τὴν τοῦ ἐκ 1.1.438 κλησιαστικοῦ δόγματος συγκατάθεσιν. εἰ γὰρ ἡ τοῦ ποιή σαντος φύσις τὸ παρ' αὐτῆς γεγενημένον δείκνυσι, καθὼς οὗτός φησι, 20ποίημα20 δὲ κατ' αὐτοὺς ὁ υἱός ἐστι τοῦ πατρός, πάντως ὁ τὴν τοῦ πατρὸς φύσιν κατανοήσας καὶ τὴν τοῦ μονογενοῦς δι' ἐκείνης ἐγνώρισεν, εἴπερ ἡ τοῦ ἐν εργήσαντος φύσις τὸ ἐνεργηθὲν ἀπεσήμηνεν, ὡς καὶ διὰ τούτου τὸν τῆς ἀνομοιότητος αὐτοῖς . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 1.1.439 . . . μονογενῆ τῶν τῆς προνοίας ἔργων ἀποσχοινίζεσθαι. μηδὲν πολυπραγμονείσθω ἡ γέννησις μηδὲ βεβιασμένως ἐκεῖθεν ἡ ἀνομοιότης τοῦ μονογενοῦς διελεγχέσθω. αὐτάρ κης γὰρ καὶ ἡ τῶν προαιρέσεων διαφορὰ τὴν τῆς φύσεως 1.1.440 ἑτερότητα φανερῶσαι. διότι ἁπλῆς εἶναι συνομολογηθείσης καὶ παρὰ τῶν ἐναντίων τῆς πρώτης οὐσίας, ἐπάναγκές ἐστι τῇ φύσει σύνδρομον ἐννοεῖν τὴν προαίρεσιν, τῆς δὲ προαιρέ σεως ἀγαθῆς διὰ τῆς προνοίας ἀποδειχθείσης, ἀγαθὴ συν απεδείχθη καὶ ἡ φύσις, ἀφ' ἧς ἡ προαίρεσις. μόνου δὲ τοῦ πατρὸς τὰ ἀγαθὰ ἐνεργοῦντος, τοῦ δὲ υἱοῦ μὴ τὰ αὐτὰ προαιρουμένου (λέγω δὲ καθ' ὑπόθεσιν τῶν ἐναντίων ἕνεκεν), πρόδηλος ἂν ἦν ἡ κατὰ τὴν οὐσίαν διαφορὰ τῷ 1.1.441 παρηλλαγμένῳ τῶν προαιρέσεων μαρτυρουμένη. εἰ δὲ προ νοεῖ μὲν ὁ πατὴρ τῶν ἁπάντων, προνοεῖ δὲ ὡσαύτως καὶ ὁ υἱός (ἃ γὰρ βλέπει τὸν πατέρα ποιοῦντα, καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ), ἡ τῶν προαιρέσεων ταὐτότης τὸ κοινὸν τῆς φύσεως τῶν τὰ αὐτὰ προαιρουμένων πάντως ἐνδείκνυται. διὰ τί οὖν ἀτιμάζεται ὁ τῆς προνοίας λόγος, ὡς οὐδεμίαν 1.1.442 παρέχων πρὸς τὸ ζητούμενον τὴν συνεργίαν; καίτοι πολλὰ καὶ τῶν κατὰ τὸν βίον ὑποδειγμάτων τῷ ἡμετέρῳ λόγῳ συναγωνίζεται· λέγω δὲ ἀπὸ τῶν πᾶσι γνωρίμων τὰ ὑπο δείγματα. ὁ τοῦ πυρὸς τὸ φῶς τεθεαμένος καὶ τῆς θερ μαντικῆς αὐτοῦ δυνάμεως εἰς πεῖραν ἐλθών, εἰ ἄλλῳ τοι ούτῳ φωτὶ καὶ θερμότητι τοιαύτῃ πελάσειε, δηλονότι πρὸς τὴν τοῦ πυρὸς ἔννοιαν ἀναχθήσεται, ἐκ τῆς ὁμοιότητος τῶν φανέντων αὐτῷ διὰ τῆς αἰσθήσεως πρὸς τὴν συγγένειαν τῆς ἀπεργασαμένης αὐτὰ φύσεως ἐναγόμενος· οὐ γὰρ ἄν τι 1.1.443 κατὰ πάντα τὰ τοῦ πυρὸς ἐνεργήσειε μὴ πῦρ ὄν. οὕτως εἴπερ ὅμοιον καὶ ἴσον τὸν αὐτὸν τῆς προνοίας λόγον τῷ τε πατρὶ καὶ τῷ υἱῷ <ἐγ>καθορῶμεν, διὰ τῶν εἰς τὴν ἡμε τέραν γνῶσιν φθανόντων καὶ τῶν ὑπερπιπτόντων τὴν κατά ληψιν ἡμῶν στοχαζόμεθα, ὡς οὐκ ἂν τοῦ ἑτερογενοῦς κατὰ τὴν φύσιν τοῖς ἴσοις τε καὶ ὁμοίοις ἐνεργήμασι καταλη φθέντος. καὶ γὰρ ὅπως ἂν ἔχῃ πρὸς ἄλληλα τὰ ἐπιφαινό μενα ἑκάστῳ γνωρίσματα, οὕτως ἐξ ἀνάγκης καὶ τὰ ὑπο 1.1.444 κείμενα ἕξει. καὶ εἰ μὲν ἐναντίως ἔχει τὰ γνωρίσματα, ἐναντία χρὴ πάντως λογίζεσθαι καὶ τὰ διὰ τούτων δηλού μενα, εἰ δὲ ταῦτα ὡσαύτως, οὐδὲ ἐκεῖνα ἑτέρως. καὶ ὥσπερ δι' αἰνίγματος τῆς τῶν δένδρων φύσεως τοὺς καρ ποὺς ὁ κύριος εἶναί φησι τὰ σημεῖα, ὡς οὐκ ἐπαλλασσο μένων παρὰ φύσιν τῶν τοιούτων, οὐδὲ τοῖς κακοῖς τῶν ἀγαθῶν οὐδὲ τὸ ἔμπαλιν τοῖς καλοῖς τῶν ἐναντίων ἐφαρ μοζόντων (ἐκ γὰρ τῶν καρπῶν, φησί, τὰ δένδρα γνωρίζεται), οὕτω καὶ τοῦ καρποῦ τῆς προνοίας οὐδεμίαν ἔχοντος δια φοράν, μίαν ὁρῶμεν καὶ τὴν τοὺς καρποὺς τούτους ἐκ βλαστήσασαν φύσιν, κἂν ἐκ διαφόρων ὁ καρπὸς τῶν δέν 1.1.445 δρων προβάλληται. οὐκοῦν διὰ τῶν τῇ ἡμετέρᾳ καταλήψει γνωρίμων (γνώριμος δὲ ἡμῖν ἐστι τῆς προνοίας ὁ λόγος ὡσαύτως ἐπὶ πατρός τε καὶ υἱοῦ θεωρούμενος) ἀναμφί βολος γίνεται καὶ ἡ κατὰ τὴν φύσιν ὁμοιότης καὶ κοινωνία τοῦ μονογενοῦς πρὸς τὸν πατέρα, διὰ τῆς ταὐτότητος τῶν καρπῶν τῆς προνοίας γνωριζομένη. 1.1.446 Ἀλλ' ἵνα μὴ τοῦτο νοηθῇ, ὡς ἐξ ἀνάγκης τινὸς βια σθεὶς 20ἀποστῆναι μὲν λέγει τῶν τῆς προνοίας ἔργων, ἀναχθῆναι δὲ ἐπὶ τὸν τῆς γεννήσεως τρόπον, διὰ τὸ ἀκολουθεῖν20, φησί, 20τῷ τῆς γεν νήσεως τρόπῳ τὸν τρόπον τῆς ὁμοιότητος20. ὢ τῆς ἀνάγκης τῶν ἀποδείξεων· ὡς βιαίως ἡμᾶς ἡ περιουσία τῆς ἐν τῷ λέγειν τέχνης καταναγκάζει τοῖς εἰρημέ νοις συντίθεσθαι. 20ἀκολουθεῖν20 λέγει 20τῷ τρόπῳ τῆς 1.1.447 γεννήσεως τὸν τρόπον τῆς ὁμοιότητος20. ὅσον τὸ τεχνικὸν καὶ περιεσκεμμένον τῆς ἀποφάσεως. οὐκοῦν ἂν γνωρισθῇ τρόπος γεννήσεως, συναπεδείχθη τούτῳ καὶ ὁ τρόπος τῆς ὁμοιότητος. ἐπειδὴ τοίνυν τῶν διὰ σαρκὸς τικτο μένων ζῴων πάντων ἢ τῶν πλείστων ὁ αὐτός ἐστι τῆς γεν νήσεως τρόπος, 20ἀκολουθεῖ20 δὲ κατ' αὐτοὺς 20τῷ τρόπῳ τῆς γεννήσεως ὁ τρόπος τῆς ὁμοιότητος20, πάντα τὰ κατὰ τὸν αὐτὸν τρόπον τικτόμενα ὁμοίως ἕξει πάντως πρὸς τὰ ὁμοίως γεννώμενα. [τὰ γὰρ τῷ αὐτῷ ὅμοια καὶ 1.1.448 ἀλλήλοις ἐστὶν ὅμοια.] εἰ οὖν ὁ τῆς γεννήσεως τρόπος, καθώς φησιν ὁ τῆς αἱρέσεως λόγος, ἑαυτῷ τὸ τικτόμενον ὁμοιοῖ, οὗτος δὲ κατ' οὐδὲν ἐν ταῖς ποικίλαις τῶν ζῴων διαφοραῖς ἀλλοιοῦται, ἀλλ' ὁ αὐτὸς ἐπὶ τῶν πλείστων ἐστίν, εὑρεθήσεται ἡ καθόλου καὶ δίχα τινὸς διορισμοῦ γενομένη ἀπόφασις πάντα ἀλλήλοις ὅμοια κατασκευάζουσα διὰ τὸ τῆς γεννήσεως ὅμοιον, ἄνθρωπον κύνα κάμηλον μῦν ἐλέ φαντα πάρδαλιν καὶ τὰ ἄλλα πάντα, ὅσα κατὰ τὸν ὅμοιον 1.1.449 τρόπον τίκτεσθαι πέφυκεν. ἢ οὐκ ἀλλήλοις φησὶν ὅμοια τὰ παραπλησίως τικτόμενα, ἀλλ' ἕκαστον ἐκείνῳ μόνῳ, παρ' οὗ τὴν γένεσιν ἔχει; ἀλλ' εἰ τοῦτο λέγειν ἐβούλετο, τῷ τίκτοντι ὅμοιον ἔδει τὸ τικτόμενον ἀποφήνασθαι, οὐχὶ 20τρό 1.1.450 πῳ γεννήσεως ὁμοιότητος τρόπον20. ἀλλ' ὃ μὲν εἰκός ἐστι καὶ ἐν τῇ φύσει θεωρεῖται, τὸ ὁμοιογενὲς εἶναι τῷ γεννῶντι τὸ γεννώμενον, τοῦτο οὐ δέχεται, ὡς ἂν μὴ εἰς τοὐναντίον αὐτῷ περιτραπείη τὸ κατασκεύασμα. εἰ γὰρ τῷ γεννῶντι τὸ τικτόμενον ὅμοιον ἔλεγε, φροῦδα πάντα καὶ ἀνυπόστατα τὰ φιλοπόνως αὐτῷ συντεθέντα περὶ τῆς ἀνο μοιότητος τῶν οὐσιῶν ἀπηλέγχετο. 1.1.451 Νυνὶ δὲ 20τρόπῳ γεννήσεως τρόπον20 φησὶν 20ὁμοι ότητος ἕπεσθαι20. τοῦτο δὲ τοῖς ἀκριβῶς ἐπισταμέ νοις ἐξετάζειν ἐννοίας λόγων ἀδιανόητον παντελῶς πῶς οὐχ εὑρεθήσεται; τί γὰρ δεῖ νοῆσαι γεννήσεως τρόπον ἀκού σαντα, πάνυ τῶν ἀπόρων ἐστί. τὸ σχῆμα τοῦ ἀποτίκτοντος ζῴου λέγει ἢ τὴν ὁρμὴν ἢ τὴν διάθεσιν ἢ τόπον ἢ χρόνον ἢ τὸ διὰ συλλήψεως τελειοῦσθαι τὸ ἔμβρυον; ἢ αὐτῶν τῶν γεννητικῶν μέμνηται τόπων; ἢ ταῦτα μὲν οὐχί, ἕτερον δὲ τῶν κατὰ τὴν γέννησιν θεωρουμένων λέγει; καὶ 1.1.452 πῶς ἂν μάθοιμεν τὸ λεγόμενον; τὸ γὰρ ἄκυρον καὶ ἀσή μαντον τῆς τοῦ 20τρόπου20 λέξεως ἐπιδιστάζειν ἡμᾶς τοῖς σημαινομένοις παρασκευάζει, ἐπίσης πάντων ταῖς ὑπονοίαις ὑποπιπτόντων καὶ κατ' ἴσον ἑκάστου τὸ ἀσυνάρτητον πρὸς τὸ προκείμενον ἐχόντων. ὡσαύτως δὲ καὶ ὅ φησιν 20ὁμοιό τητος τρόπον20 οὑτωσὶ λεγόμενον, ἀλλότριον πάσης δια νοίας ὑπονοοῦμεν πρὸς τὰ ὑποδείγματα τῶν διὰ τῆς συνη 1.1.453 θείας γνωρίμων ἀποσκοποῦντες. οὐ γὰρ πρὸς τὸ εἶδος ἢ τὸν 20τρόπον20 τοῦ τόκου καὶ τὸ γεννώμενον ὁμοιοῦται. ὁ μὲν γὰρ τόκος ἐπὶ τῆς διὰ σαρκὸς γεννήσεως σώματός ἐστι διαστολή, τὸ τελειωθὲν ζῷον ἐν τῇ διαπλάσει τῶν σπλάγχνων ἐπὶ τὸ ἔξω προάγουσα, τὸ δὲ γεννώμενον ἄν θρωπός ἐστιν ἢ ἵππος ἢ βοῦς ἢ ὅ τι ἂν τύχῃ διὰ γεννή 1.1.454 σεως ὑφιστάμενον. πῶς τοίνυν 20ὁ τῆς ὁμοιότητος20 τοῦ τικτομένου 20τρόπος ἕπεται τῷ τρόπῳ τῆς γεν νήσεως20, εἰπάτω αὐτὸς οὗτος ἢ εἴ τις ὑπ' αὐτοῦ τὴν μαιευτικὴν ἐπαιδεύθη τέχνην. ἄλλο γάρ τι ὁ τόκος καὶ τὸ ἐκ τοῦ τόκου ἄλλο καὶ διάφορος ἐφ' ἑκατέρου ὁ λόγος. Ὅτι μὲν οὖν ἐπὶ τῶν διὰ σαρκὸς τικτομένων ψεῦδός ἐστι τὸ λεγόμενον, οὐδεὶς ἂν ἀντείποι τῶν νοῦν ἐχόντων. 1.1.455 εἰ δὲ τὸ ποιεῖν καὶ τὸ κατασκευάζειν 20τρόπον γεν νήσεως20 ὀνομάζει, 20ᾧ ἕπεσθαι τὸν τρόπον τῆς20 τοῦ γινομένου φησὶν 20ὁμοιότητος20, καὶ οὕτως ὁ λόγος τοῦ εἰκότος κεχώρισται. οὑτωσὶ δὲ διὰ τῶν ὑποδειγμάτων σκοπήσωμεν. πληγαῖς τυποῦται σίδηρος πρός τι τῶν ἐν τῷ βίῳ χρησίμων παρὰ τοῦ δημιουργοῦντος σχηματιζόμενος. 1.1.456 τὸ οὖν σχῆμα τῆς ἄμης, ἂν οὕτω τύχῃ, πῶς ὁμοιοῦται τῇ χειρὶ τοῦ τεχνίτου ἢ τῷ τρόπῳ τῆς κατασκευῆς οἷον σφύραις καὶ ἄνθραξι καὶ φύσαις καὶ ἄκμονι, δι' ὧν αὐτὴν ὁ δημιουργὸς ἀνετυπώσατο, οὐκ ἄν τις εἰπεῖν ἔχοι· τὸ δὲ ἐπὶ τοῦ ἑνὸς ὑποδείγματος εἰρημένον πᾶσιν ἐφαρμόζει τοῖς διά τινος κατασκευῆς ἀπεργασθεῖσιν, ὅτι 20τῷ τρόπῳ τῆς 1.1.457 γεννήσεως20 τὸ γινόμενον οὐδαμῶς ὁμοιοῦται. τί γὰρ κοινὸν ἔχει τὸ εἶδος τοῦ ἱματίου πρὸς τὸ πηνίον ἢ τοὺς κανόνας ἢ τὴν κερκίδα ἢ ὅλως πρὸς τὸν τρόπον τῆς τοῦ ὑφάντου κατασκευῆς; τί δὲ τὸ βάθρον πρὸς τὴν τῶν ξύλων ἀπεργασίαν ἢ ἄλλο τι τῶν γινομένων πρὸς τὸ σχῆμα τοῦ κατεργασαμένου; 1.1.458 Ἀλλ' ἐν μὲν τοῖς αἰσθητοῖς καὶ σωματικοῖς ἀργεῖν τὸν λόγον τοῦτον καὶ αὐτοὺς οἶμαι τοὺς ἐναντίους συντί θεσθαι. ὑπόλοιπον δ' ἂν εἴη σκοπεῖν, εἴ τινα συντέλειαν πρὸς τὴν τῆς βλασφημίας κατασκευὴν συνεισφέρεται. τί οὖν τὸ ζητούμενον ἦν; τὸ δεῖν κατὰ τὴν οὐσίαν ὁμοίως ἢ ἀνομοίως ἔχειν τῷ πατρὶ τὸν υἱὸν ὁμολογεῖσθαι, ὅπερ διὰ τὸ μὴ δύνασθαι, φησίν, ἐκ τῶν τῆς προνοίας λόγων μαθεῖν ἐπὶ τὸν τῆς γεννήσεως ἀνεληλυθέναι τρόπον, ὡς διὰ τούτου γνῶναι οὐχὶ τὸν γεννηθέντα, εἰ ὁμοίως ἔχει πρὸς τὸν γεννήσαντα, ἀλλά τινα 20ὁμοιό τητος τρόπον20, καὶ διὰ τὸ τοῖς πολλοῖς ἄγνωστον εἶναι τοῦτον, διὰ τοῦτο τὴν γεννήσασαν οὐσίαν περιεργά ζεσθαι. ἆρα οὖν ἐπιλέλησται τῶν ἰδίων διορισμῶν, ἐν οἷς φησιν 20ἐκ τῶν ἔργων20 δεῖν 20τὰς οὐσίας καταλαμ 1.1.459 βάνεσθαι20; τῆς οὖν γεννηθείσης οὐσίας, ἣν ἔργον ὀνο μάζει τῆς ὑπερκειμένης, μηδέπω φανερωθείσης πῶς ἔχει κατὰ τὴν φύσιν; πῶς ὑπερβὰς τό, ὡς αὐτὸς λέγει, κα τώτερον καὶ διὰ τοῦτο τῇ καταλήψει τῶν ζητούντων προσεχέστερον, τῇ 20κυριωτάτῃ καὶ ἀνωτάτῃ20 προσ φύεται; καὶ τὸ ἀκριβῶς εἰδέναι τὰς θείας φωνὰς ἐν τῷ καθ' αὑτὸν λόγῳ κατασκευάζων, νῦν κἀκείνων ὀλίγον ποι εῖται τὸν λόγον, ὥσπερ ἀγνοῶν ὅτι οὐκ ἔστι τῇ γνώσει τοῦ πατρὸς προσβῆναι μὴ διὰ τοῦ υἱοῦ προσεγγίσαντα; Οὐδεὶς γάρ, φησίν, ἔγνω τὸν πατέρα, εἰ μὴ ὁ υἱός, καὶ ᾧ ἂν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Ἀλλ' οὗτος ἐν οἷς μὲν ἂν μέλλῃ καθυβρίζειν τὰς 1.1.460 εὐσεβεῖς καὶ τῇ θεότητι πρεπούσας τοῦ μονογενοῦς ὑπο λήψεις, ἐλάττονα εἶναι λέγει γυμνῇ τῇ φωνῇ, ἐν δὲ τῇ ἐπινοίᾳ τῆς γνώσεως τῶν θείων λανθάνει τὸ μεῖζον ἐπ' αὐτοῦ κατασκευάζων, εἴπερ τὴν τοῦ πατρὸς οὐσίαν ὡς ἑτοιμοτέραν εἰς κατανόησιν καταλαβὼν δι' ἐκείνης ἀνι χνεύειν πειρᾶται καὶ συλλογίζεσθαι τοῦ υἱοῦ τὴν φύσιν. 1.1.461 ἄνεισι γοῦν ἐπὶ τὴν γεννήσασαν οὐσίαν καὶ δι' ἐκείνης τὴν γεννηθεῖσαν ἐπισκοπεῖ· 20διὰ τὸ τῇ φυσικῇ20, φησί, 20τοῦ γεννήσαντος ἀξίᾳ δείκνυσθαι τὸν τῆς γεν νήσεως τρόπον20. πάλιν τοῦτο ἁπλῶς καὶ ἀδιορίστως παραρριφὲν ἐπὶ πάντα παραπλησίως διαχεῖσθαι παρασκευ άζει τοῦ ζητοῦντος τὴν ἔννοιαν. τοιαῦτα γάρ ἐστι καθο λικῶς τὰ δογματιζόμενα, ὡς ἐπὶ πάντα φέρεσθαι ταῖς ὑπο νοίαις καὶ μηδὲν ὑπεξαιρεῖσθαι τῆς περιληπτικῆς ἀποφά 1.1.462 σεως. εἰ οὖν πάντως ὁ τῆς γεννήσεως τρόπος τῇ φυσικῇ τοῦ γεννῶντος ἀξίᾳ γνωρίζεται, πολλαὶ δὲ τῶν τικτόντων αἱ κατὰ τὰς ἀξίας διαφοραὶ καὶ κατὰ πολλὰς ἐπινοίας καταλαμβάνονται (γεννᾶται γὰρ Ἰουδαῖος Ἕλλην βάρβαρος Σκύθης δοῦλος ἐλεύθερος), τί ἐκ τούτων κατασκευάζεται; ὅτι ὅσαι εἰσὶ τῶν γεννώντων κατὰ τὰς φυσικὰς ἀξίας δια φοραί, τοσοῦτοι καὶ τρόποι γεννήσεως κατὰ τὸ εἰκὸς εὑρε θήσονται· ὡς μὴ κατὰ τὸν αὐτὸν τρόπον πληροῦσθαι πᾶσι τὴν γέννησιν, ἀλλὰ ταῖς τῶν γεννώντων ἀξίαις τὰς φύσεις συμμεταβάλλεσθαι καὶ δεῖν ἑκάστῳ τῶν τικτομένων κατὰ τὴν τῶν ἀξιωμάτων διαφορὰν ἰδιάζοντά τινα γεννήσεως 1.1.463 τρόπον καινοτομεῖσθαι. πᾶσι γὰρ συμφυεῖς ἀξίαι τινές εἰσι πάντως ἐπιθεωρούμεναι τοῖς καθ' ἕκαστον, διαφέρουσαι δὲ ἀλλήλων πρὸς τὸ κρεῖττον ἢ καταδεέστερον, ὅπως ἂν ἑκά στῳ συμπέσῃ γένος ἀξίωμα θρησκεία πατρὶς δυναστεία δουλεία πλοῦτος πενία τὸ αὐτεξούσιον τὸ ὑποχείριον, πάντα ὅσα τὰς κατὰ τὸν βίον διαφορὰς ἐν ταῖς ἀξίαις ἐργάζεται. εἰ οὖν 20τῇ φυσικῇ τοῦ γεννῶντος ἀξίᾳ20, καθώς φησιν ὁ Εὐνόμιος, 20ὁ τῆς γεννήσεως δείκνυται τρόπος20, 1.1.464 πολλαὶ δὲ αἱ κατὰ τὰς ἀξίας διαφοραί, πολλοὶ πάντως καὶ οἱ τῆς γεννήσεως τρόποι κατὰ τὸν δογματιστὴν εὑρεθήσονται καὶ ἄλλος ἄλλως ἀποτεχθήσονται, τῆς κατὰ τὰς ἀξίας διαφορᾶς νομοθετούσης τῇ φύσει τὸν τόκον. 1.1.465 Εἰ δὲ μὴ δέχοιτο φυσικὰς εἶναι τὰς τοιαύτας ἀξίας ὡς ἔξω τῆς φύσεως θεωρουμένας, οὐδὲ ἡμεῖς ἀντιλέγομεν. ἐκείνῳ μέντοι πάντως συνθήσεται, ὅτι φυσικῇ τινι πάντως ἀξίᾳ τῆς ἀλόγου ζωῆς ἡ ἀνθρωπίνη κεχώρισται. ἀλλ' ὁ τοῦ τόκου τρόπος οὐδεμίαν ἐν τῇ κατὰ τὴν φυσικὴν ἀξίαν διαφορᾷ τὴν παραλλαγὴν ἔχει, ὁμοιοτρόπως τῆς φύσεως τά τε λογικὰ καὶ τὰ ἄλογα διὰ τῆς γεννήσεως εἰς τὴν 1.1.466 ζωὴν παραγούσης. εἰ δὲ ἐπὶ μόνης ἐκείνης τῆς οὐσίας τῆς, ὡς αὐτὸς ὀνομάζει, 20κυριωτάτης καὶ ἀνωτάτης20 τὸ συμφυὲς ἀξίωμα καταλαμβάνει, ἴδωμεν ὅ τι καὶ νοῶν τοῦτο λέγει. ὡς μὲν γὰρ ὁ ἡμέτερος λόγος, συμφυές ἐστιν ἀξίωμα τῷ θεῷ αὐτὴ ἡ θεότης ἡ σοφία ἡ δύναμις τὸ ἀγαθὸν εἶναι κριτὴν δίκαιον ἰσχυρὸν μακρόθυμον ἀληθινὸν κτίστην ἐξουσιαστὴν ἀόρατον ἀτελεύτητον καὶ εἴ τι ἄλλο τῶν εἰς δοξολογίαν παρὰ τῆς θεοπνεύστου γραφῆς εἰρη μένων ἐστίν, ἅπερ πάντα καὶ τῷ μονογενεῖ υἱῷ κυρίως καὶ συμφυῶς ἐνθεωρεῖσθαί φαμεν, ἐν μόνῃ τῇ κατὰ τὸ ἄναρ χον ἐννοίᾳ τὴν διαφορὰν ἐπιστάμενοι, καὶ ταύτην οὐ κατὰ 1.1.467 πᾶσαν ὑπόνοιαν τοῦ μονογενοῦς ἀποτέμνομεν. μηδεὶς δια σπαρασσέτω διὰ συκοφαντίας τὸν λόγον, ὡς ἀγέννητον ἡμῶν ἀποδεικνύειν ἐπιχειρούντων τὸν ἀληθῶς υἱόν· οὐδὲν γὰρ ἔλαττον ἀσεβεῖν τοὺς τὰ τοιαῦτα λέγοντας τῶν τὸ ἀνό μοιον δογματιζόντων διοριζόμεθα. ἀλλ' ἐπειδὴ πολύσημος ὁ τῆς ἀρχῆς λόγος καὶ εἰς πολλὰ ταῖς ὑπονοίαις φερό μενος, ἔστιν ἐν οἷς φαμεν καὶ τῷ μονογενεῖ υἱῷ μὴ ἀπεμ 1.1.468 φαίνειν τὴν τοῦ ἀνάρχου προσηγορίαν. ὅταν μὲν γὰρ τὸ μὴ ἐξ αἰτίου τινὸς τὴν ὑπόστασιν ἔχειν ἐκ τῆς φωνῆς τοῦ ἀνάρχου νοῆται, τοῦτο μόνου τοῦ πατρὸς ἴδιον ὁμολογοῦ μεν τοῦ ἀγεννήτως ὄντος· ὅταν δὲ κατὰ τὰ λοιπὰ τῶν ἐπὶ τῆς ἀρχῆς σημαινομένων ἡ ἐξέτασις ᾖ, ἐπειδὴ καὶ κτίσεώς τις ἐπινοεῖται ἀρχὴ καὶ χρόνου καὶ τάξεως, κἂν τούτοις καὶ τῷ μονογενεῖ προσμαρτυροῦμεν τὸ ὑψηλότερον ἀρχῆς εἶναι, ὡς ὑπὲρ πᾶσαν καὶ κτίσεως ἀρχὴν καὶ χρόνου ἔν νοιαν καὶ τάξεως ἀκολουθίαν εἶναι πιστεύειν τὸν δι' οὗ τὰ 1.1.469 πάντα ἐγένετο· ὥστε τὸν τῷ λόγῳ τῆς ὑποστάσεως μὴ ἄναρχον ἐν τοῖς ἄλλοις πᾶσιν ὁμολογούμενον ἔχειν τὸ ἄν αρχον, καὶ τὸν μὲν πατέρα καὶ ἄναρχον καὶ ἀγέννητον, τὸν δὲ υἱὸν ἄναρχον μὲν κατὰ τὸν εἰρημένον τρόπον, οὐ μὴν καὶ ἀγέννητον. 1.1.470 Εἰς ποῖον οὖν συμφυὲς ἀξίωμα τοῦ πατρὸς βλέπων δι' ἐκείνου τὸν τῆς γεννήσεως τρόπον ἀναλογίζεται; εἰς τὴν ἀγεννησίαν πάντως ἐρεῖ. οὐκοῦν εἰ μὲν πάντα τὰ ὀνόματα, ὅσα εἰς δοξολογίαν τοῦ θεοῦ τῶν ὅλων ἐμάθομεν, ἀργά σοι καὶ ἀσήμαντα λέγομεν, περιττή τίς ἐστι καὶ παρέλκουσα ἡ τῶν τοιούτων φωνῶν ἀπαρίθμησις ἐν ψιλῷ τῷ κατα λόγῳ προφερομένη, εἴπερ οὐδεμία τῶν λοιπῶν προσηγοριῶν 1.1.471 τὴν φυσικὴν ἀξίαν τοῦ ἐπὶ πάντων παρίστησιν. εἰ δὲ ἑκά στου τῶν λεγομένων ἰδιάζουσά τις ἔννοια καὶ πρέπουσα τῇ περὶ τοῦ θεοῦ ὑπολήψει γνωρίζεται, δηλονότι κατὰ τὸν ἀριθμὸν τῶν ὀνομάτων καὶ αἱ συμφυεῖς ἀξίαι τοῦ θεοῦ θεωροῦνται καὶ διὰ τούτων ἡ τῶν οὐσιῶν ὁμοιότης κατα σκευάζεται, εἴπερ τὰ συμφυῆ ταῖς οὐσίαις ἀξιώματα γνω 1.1.472 ριστικὰ τῶν ὑποκειμένων ἐστί. τῶν δὲ ἀξιωμάτων ἐφ' ἑκατέρου τῶν αὐτῶν φαινομένων, ἡ κατὰ τὴν οὐσίαν ταὐ τότης τῶν ταῖς αὐταῖς ἀξίαις ὑποκειμένων πραγμάτων σα φῶς ἐπιδείκνυται. εἰ γὰρ ἱκανὴ νομίζεται ἑνὸς ὀνόματος παραλλαγὴ τὸ ξένον τῆς οὐσίας ἐνδείξασθαι, πόσῳ μᾶλλον ἰσχύσει ἡ τῶν μυρίων ὀνομάτων ταὐτότης τὸ κοινὸν παρα 1.1.473 στῆσαι τῆς φύσεως; τίς οὖν ἡ αἰτία δι' ἣν τὰ μὲν λοιπὰ τῶν ὀνομάτων περιορᾶται, μόνῳ δὲ τῷ ἑνὶ τεκμηριοῦται ἡ γέννησις; καὶ διὰ τί μόνον συμφυὲς ἀξίωμα τὴν 20ἀγεν νησίαν20 ἐπὶ τοῦ πατρὸς δογματίζουσι, τὰ λοιπὰ παρωσά μενοι; ἵνα τῇ πρὸς τὸ γεννητὸν ἀντιδιαστολῇ τὸν τῆς ὁμοιότητος κακουργήσωσι τρόπον, ὅπερ καὶ αὐτὸ κατὰ τὸν προσήκοντα καιρὸν εὐθυνόμενον ἐπίσης τοῖς προειρημένοις ἀδρανές τε καὶ ἀνυπόστατον καὶ ἀντ' οὐδενὸς εὑρεθήσεται. 1.1.474 Ὅτι δὲ εἰς τοῦτο βλέπουσιν αἱ κατασκευαὶ πᾶσαι, τὸ ἐπιφερόμενον δείκνυσιν, ἐν οἷς ἑαυτὸν ἀποδέχεται ὡς προση κόντως τῇ ὁδῷ ἐκείνῃ πρὸς τὴν κατασκευὴν τῆς βλασφη μίας χρησάμενος καὶ οὐκ εὐθὺς ἀπογυμνώσας τοῦ λόγου τὸ βούλημα οὐδὲ πρὸ τοῦ συναρτῆσαι τὴν κατασκευὴν τῆς ἀπάτης ἀγυμνάστοις ἔτι ταῖς ἀκοαῖς προσβαλὼν τὴν ἀσέ βειαν οὐδὲ ἐν προοιμίοις τῶν λόγων τὴν ἀγεννησίαν οὐσίαν ἀποφηνάμενος καὶ τὴν τῆς οὐσίας ἑτερότητα διαθρυλήσας, 1.1.475 οὑτωσὶ λέγων ταῦτα κατὰ τὴν λέξιν· 20ἢ καθὼς νομο θετεῖ Βασίλειος, ἀπ' αὐτῶν ἄρξασθαι τῶν ζη τουμένων ἔδει ἀσυναρτήτως τὴν ἀγεννησίαν οὐσίαν λέγοντας καὶ τὴν τῆς οὐσίας ἑτερό τητα θρυλεῖν ἢ ταὐτότητα20; περὶ ὧν πολλὰ διὰ μέσου διεξελθὼν ἐν σκώμμασι καὶ λοιδορίαις καὶ ὕβρεσιν (οὕτω γὰρ οἶδεν ὁ σοφὸς ὑπὲρ τῶν ἰδίων δογμάτων δια γωνίζεσθαι) πάλιν ἐπαναλαμβάνει τὸν λόγον καὶ πρὸς τὸν ἀντίπαλον δῆθεν ἀποτεινόμενος κἀκείνῳ τῶν λεγομένων τὴν 1.1.476 αἰτίαν ἀνατιθεὶς τοιάδε φησίν· 20ἐπεὶ καὶ πρὸ τῶν ἄλ λων ὑμεῖς ἔνοχοι τούτοις τοῖς πλημμελήμασιν οἱ τὴν αὐτὴν οὐσίαν τῷ γεννήσαντι καὶ τῷ γεννηθέντι διακληρώσαντες, διὸ καὶ τὴν ἐπὶ τούτοις λοιδορίαν ὥσπερ τινὰ πάγην ἄφυκτον καθ' ἑαυτῶν ἐτεκτήνασθε, τῆς δίκης ὡς εἰκὸς τοῖς ὑμετέροις καθ' ὑμῶν αὐτῶν ἐπιψηφι 1.1.477 ζούσης. ἤτοι γὰρ ἀνάρχως ἀλλήλων κεχω ρίσθαι τὰς οὐσίας ταύτας ὑπολαμβάνοντες, τούτων δὲ τὴν ἑτέραν εἰς υἱοῦ τάξιν διὰ γεν νήσεως ἄγοντες καὶ τὸν ἀνάρχως ὄντα ὑπὸ τοῦ ὄντος γενέσθαι διατεινόμενοι τοῖς ἰδίοις ὑπό κεισθε λοιδορήμασιν (ὃν γὰρ ἀγέννητον εἶναι φαντάζεσθε, τούτῳ τὴν παρ' ἑτέρου γέννησιν ἐπιφημίζετε), ἢ μίαν καὶ μόνην ἄναρχον ὁμο λογοῦντες οὐσίαν, εἶτα ταύτην εἰς πατέρα καὶ υἱὸν τῇ γεννήσει περιγράφοντες, αὐτὴν παρ' ἑαυτῆς γεγεννῆσθαι τὴν ἀγέννητον οὐσίαν φήσετε20. 1.1.478 Τὰ μὲν οὖν πρὸ τῶν ἀνεγνωσμένων αὐτῷ γεγραμμένα, ὡς ψιλὴν ἔχοντα κατὰ τοῦ διδασκάλου καὶ πατρὸς ἡμῶν τὴν ἀναισχυντίαν καὶ οὐδὲν πρὸς τὸν προκείμενον συντε λοῦντα σκοπόν, ὑπερβήσομαι· ἐν δὲ τοῖς εἰρημένοις, ἐπειδὴ δεινῶς ἡμῖν τοὺς ἀμφήκεις τούτους ἐλέγχους διχόθεν στο μώσας διὰ τῆς τῶν διλημμάτων ἐπινοίας προτείνεται, ἀνάγκη καὶ ἡμᾶς μὴ σιωπῇ δέξασθαι τὸν κατὰ τοῦ δόγματος πόλεμον, ἀλλ' ὡς ἔχομεν δυνάμεως συμμαχῆσαι τῷ λόγῳ καὶ δεῖξαι τὴν φοβερὰν ταύτην καὶ ἀμφίστομον μάχαιραν, ἣν κατὰ τῆς ἀληθείας ἐθήξατο, τῶν ἐν ταῖς σκιαγραφίαις φαινομένων ἀδρανεστέραν. 1.1.479 ∆ιπλαῖς ἐννοίαις διαβάλλει τὸ κοινὸν τῆς οὐσίας καί φησιν ἢ δύο ἀγεννήτους ἀρχὰς ἀντιπαρεξαγομένας ἀλλήλαις τὴν μὲν πατέρα, τὴν δὲ υἱὸν ἡμᾶς ὀνομάζειν, τὸν ὄντα παρὰ τοῦ ὄντος γεγενῆσθαι λέγοντας ἢ μίαν νοουμένην καὶ τὴν αὐτὴν οὐσίαν ἑκάτερον ἐν μέρει μεταλαμβάνειν τῶν ὀνομάτων, καὶ πατέρα οὖσαν καὶ υἱὸν γινομένην αὐτὴν παρ' 1.1.480 ἑαυτῆς διὰ γεννήσεως παραγομένην. ταῦτα διὰ τῆς ἐμαυ τοῦ λέξεως γράφω, οὐ παρερμηνεύων αὐτοῦ τὴν διάνοιαν, ἀλλὰ τὸ στομφῶδες καὶ κατεστοιβασμένον τῆς ἑρμηνείας ἐπανορθούμενος, ὡς ἂν εὐσύνοπτον αὐτοῦ πᾶσι τὸ βούλημα γένοιτο, διὰ τῆς κατὰ τὴν λέξιν σαφηνείας ἐκκαλυπτόμενον. 1.1.481 ὁ γὰρ τὴν ἀμαθίαν ἡμῶν διασύρων καὶ τὸ μὴ ἐξ ἀρκούσης παρασκευῆς ἐπὶ τὸν λόγον ἐληλυθέναι προφέρων, οὕτως ἁβρύνει τῇ λαμπρότητι τῆς ἑρμηνείας τὸν ἴδιον λόγον, οὕτως 20ἐξονυχίζει20, καθὼς αὐτὸς ὀνομάζει, 20τὰ ῥή ματα20, ἐν τῇ περιττῇ ταύτῃ καλλιεπείᾳ τὴν συγγραφὴν ἀγλαΐζων, ὡς αὐτόθεν αἱρεῖν τῇ τῆς λέξεως ἡδονῇ τὸν ἀκούοντα· οἷα μετὰ πολλῶν ἄλλων καὶ τὰ νῦν ὑπανεγνω σμένα ἐστί. καὶ εἰ δοκεῖ, πάλιν ὑπαναγνώσομαι· 20διὸ καὶ τὴν ἐπὶ τούτοις λοιδορίαν ὥσπερ τινὰ πάγην ἄφυκτον καθ' ἑαυτῶν ἐτεκτήνασθε, τῆς δίκης ὡς εἰκὸς τοῖς ὑμετέροις καθ' ὑμῶν αὐτῶν ἐπιψηφιζούσης20. 1.1.482 Ὅρα τὰ ἄνθη τῆς ἀρχαίας Ἀτθίδος, ὡς ἐπαστράπτει τῇ συντάξει τοῦ λόγου τὸ λεῖον καὶ κατεστιλβωμένον τῆς λέξεως, ὡς γλαφυρῶς καὶ ποικίλως τῇ ὥρᾳ τοῦ λόγου περιανθίζεται. ἀλλὰ ταῦτα μὲν ἐχέτω, ὡς ἄν τῳ δόξῃ, ἡμῖν δὲ πρὸς τὴν διάνοιαν τῶν εἰρημένων τρεπέσθω πάλιν ὁ δρόμος, καὶ δι' αὐτῶν, εἰ δοκεῖ, γενώμεθα τοῦ λογο 1.1.483 γράφου τῶν λέξεων. 20ἤτοι γὰρ ἀνάρχως ἀλλήλων κεχωρίσθαι τὰς οὐσίας ταύτας ὑπολαμβάνον τες, τούτων δὲ τὴν ἑτέραν εἰς υἱοῦ τάξιν διὰ γεννήσεως ἄγοντες καὶ τὸν ἀνάρχως ὄντα ὑπὸ τοῦ ὄντος γεγενῆσθαι διατεινόμενοι20. ἀρκεῖ ταῦτα. δύο φησὶν ἡμᾶς ἀγεννήτους οὐσίας πρεσβεύειν, 1.1.484 πῶς τοῦτο λέγων ὁ φύρειν τὰ πάντα καὶ συγχεῖν αἰτιώ μενος διὰ τοῦ μίαν ὁμολογεῖν τὴν οὐσίαν; εἰ μὲν γὰρ δύο φύσεις ἀλλοτρίως κατὰ τὸ εἶναι πρὸς ἀλλήλας ἐχούσας καὶ ὁ ἡμέτερος ἐπρέσβευε λόγος κατὰ τὸ ἴσον τῶν τὸ "1ἀνό μοιον"2 δογματιζόντων, καλῶς εἶχε τὸ διῃρημένον τῆς φύ σεως εἰς δύο τινῶν ἀρχῶν ὑπονοίας ἐκφέρειν νομίζεσθαι. εἰ δὲ μία φύσις ὁμολογεῖται παρ' ἡμῶν ἐν διαφόροις ταῖς ὑποστάσεσι καὶ πατὴρ πιστεύεται καὶ υἱὸς δοξάζεται, πῶς δύο πρεσβεύειν ἀρχὰς τὸ τοιοῦτον δόγμα παρὰ τῶν ἐναν 1.1.485 τίων συκοφαντεῖται; εἶτα ἐκ τῶν δύο τούτων ἀρχῶν τὴν μίαν λέγει παρ' ἡμῶν εἰς υἱοῦ τάξιν κατάγεσθαι καὶ τὸν ὄντα ὑπὸ τοῦ ὄντος γεγενῆσθαι. δειξάτω τὸν προστάτην τοῦ λόγου τούτου, καὶ ἡμεῖς σιωπήσομεν, εἴτε τι πρόσωπον διελέγχει τὸ ταῦτα παραφθεγξάμενον εἴτε καὶ ἁπλῶς τὸν λόγον τοῦτον ἐν ἐκκλησίαις οἶδε φερόμενον. τίς γὰρ οὕτως παράφορος τοῖς λογισμοῖς καὶ ἐξεστηκὼς τὴν διάνοιαν, ὡς πατέρα καὶ υἱὸν λέγειν καὶ δύο πάλιν ἀγέννητα οἴεσθαι καὶ τὸ ἓν αὖθις παρὰ τοῦ ἑνὸς γεγενῆσθαι νομίζειν; τίς δὲ καὶ ἡ ἀνάγκη ἡ πρὸς τὰς τοιαύτας ὑπονοίας ἐξωθοῦσα τὸ δόγμα; ἐκ ποίων παρ' αὐτοῦ λόγων τοῦτο κατεσκευάσθη, 1.1.486 ὡς ἀναγκαίως ταύτην ἀνακύψαι τὴν ἀτοπίαν; εἰ μὲν γάρ τι τῶν παρ' ἡμῶν ὁμολογουμένων προέφερεν, εἶτα διὰ τού του προῆγεν εἴτε σοφιστικῶς εἴτε κατά τινα δύναμιν ἀπο δεικτικὴν τὴν τοιαύτην συκοφαντίαν, εἶχεν ἴσως καιρὸν ἐπὶ διαβολῇ τοῦ δόγματος τὰ τοιαῦτα προφέρειν. εἰ δὲ οὔτε ἔστιν οὔτε μὴ γένηται λόγος ἐν ἐκκλησίᾳ τοιοῦτος οὔτε ὁ εἰπὼν ἐλέγχεται οὔτε ὁ ἀκηκοὼς ἐπιδείκνυται οὔτε ἀνάγκη τις εὑρίσκεται διά τινος ἀκολούθου τὴν ἀτοπίαν ταύτην κατασκευάζουσα, τί βούλεται αὐτῷ ἡ σκιαμαχία, οὐ συνορῶ. 1.1.487 ὥσπερ ἂν εἴ τις ὑπὸ φρενίτιδος παραπαίων συμπεπλέχθαι νομίζοι τινὶ μηδενὸς προσπαλαίοντος, εἶτα κατὰ σπουδὴν ἑαυτὸν καταβαλὼν τὸν προσμαχόμενον οἴοιτο, τοιοῦτόν τι πέπονθεν ὁ σοφὸς λογογράφος ἀναπλάσσων ὑπονοίας, ἃς ἡμεῖς οὐ γινώσκομεν, καὶ σκιαῖς προσμαχόμενος, ἃς διὰ τῶν λογισμῶν τῶν ἰδίων ἀνετυπώσατο. 1.1.488 Εἰπάτω γάρ, τίς ἡ ἀνάγκη τὸν ὁμολογοῦντα υἱὸν ἐκ πατρὸς "1γεγεννῆσθαι"2 εἰς δύο ἀγεννήτων ὑπολήψεις ἐκφέρε σθαι; ἢ τίνος μᾶλλόν ἐστι δύο κατασκευάζειν ἀγέννητα, τοῦ τὸν υἱὸν ψευδωνύμως λέγεσθαι κατασκευάζοντος ἢ τοῦ δια 1.1.489 βεβαιουμένου τῇ προσηγορίᾳ τὴν φύσιν ἐπαληθεύεσθαι; ὁ γὰρ τὴν ἀληθῆ γέννησιν τοῦ υἱοῦ μὴ δεξάμενος, εἶναι δὲ ὅλως ὁμολογῶν, οἰκειότερον ἂν ὑπονοηθείη ἀγέννητον λέγειν τὸν ὄντα μέν, μὴ διὰ γεννήσεως δὲ τὸ εἶναι ἔχοντα· ὁ δὲ τὸ γνωριστικὸν ὁμοίωμα τῆς τοῦ μονογενοῦς ὑπο στάσεως αὐτὸ τὸ γεννητῶς αὐτὸν ἐκ τοῦ πατρὸς ὑποστῆναι διοριζόμενος, πῶς ἂν εἰς τὸ ἀγέννητον αὐτὸν οἴεσθαι παρε 1.1.490 νεχθείη; καίτοι καθ' ὑμᾶς τοὺς σοφούς, ἕως ἂν κρατῇ τὸ μὴ "1γεννηθῆναι"2 παρὰ τοῦ πατρὸς τὸν υἱόν, ἑνί τινι τρόπῳ τῶν ὑπὸ τοῦ ἀγεννήτου σημαινομένων καὶ αὐτὸς ἀγέννητος κυρίως ὀνομασθήσεται. ἐπειδὴ γὰρ τὰ μὲν τικτόμενα τὰ δὲ κατασκευαζόμενα γίνεται, τὸ μὴ διὰ γεν νήσεως ὑφεστὸς οὐδὲν κωλύει ἀγεννήτως ὑφεστάναι λέγειν 1.1.491 κατὰ μόνον τὸ τῆς γεννήσεως σημαινόμενον. τοῦτο δὲ ὁ ὑμέτερος περὶ τοῦ κυρίου κατασκευάζει λόγος ὁ κτίσμα εἶναι διοριζόμενος. οὐκοῦν καθ' ὑμᾶς ὦ σοφώτατοι ἀγέν νητος ὁ μονογενὴς ἐκ τῆς τοιαύτης ἀκολουθίας ὀνομασθή σεται, οὐ κατὰ τὸ ἡμέτερον δόγμα, καὶ εὑρίσκεται ὑμῖν 20ἡ δίκη20, ἥντινα καὶ λέγεις δίκην, 20τοῖς ὑμετέροις καθ' ὑμῶν ἐπιψηφίζουσα20. 1.1.492 Εὔκαιρον γὰρ ἐκ τοῦ βορβόρου τῶν ἐκεῖθεν λόγων προσπτύσαι τῇ βδελυρίᾳ τοῦ δόγματος. καὶ γὰρ καὶ τὸ ἕτερον μέρος τῶν κατὰ τὸ διλήμματον τεθέντων αὐτῷ τῆς ἴσης ἔχεται παραπληξίας. 20ἢ μίαν20, φησί, 20καὶ μόνην ἄναρχον ὁμολογοῦντες οὐσίαν εἶτα ταύτην εἰς πατέρα καὶ υἱὸν τῇ γεννήσει περιγράφον τες αὐτὴν παρ' ἑαυτῆς γεγεννῆσθαι τὴν ἀγέν 1.1.493 νητον οὐσίαν φήσετε20. τίς αὕτη πάλιν ἡ καινὴ τερατολογία; πῶς αὐτός τις ὑφ' ἑαυτοῦ γεννᾶται, ἑαυτὸν πατέρα ἔχων καὶ υἱὸς ἑαυτοῦ πάλιν γινόμενος; τίς ἡ ναυτία, τίς ἡ παραφορά, στρέφεσθαι ἑαυτοῖς ἐπὶ τὸ κάτω τὸν ὄροφον καὶ ὑπὲρ κεφαλῆς τὸ ἔδαφος ἔχειν; ὃ οἱ ὑπὸ μέθης καρηβαροῦντες νομίζουσι καὶ βοῶσι καὶ διατείνονται μήτε τὴν γῆν αὐτοῖς πεπηγέναι φεύγειν τε καὶ τοὺς τοίχους καὶ ἐν κύκλῳ περιδινεῖσθαι τὰ πάντα καὶ μηδεμίαν ἔχειν 1.1.494 τὰ φαινόμενα στάσιν. τάχα τοίνυν ἐν τοιούτῳ σάλῳ τὴν ψυχὴν ἔχων ὁ λογογράφος συνέγραφε καὶ ἐλεεῖν προσήκει μᾶλλον ἐπὶ τοῖς γεγραμμένοις αὐτὸν ἢ βδελύττεσθαι. τίς γὰρ οὕτω τῶν θείων δογμάτων ἀνήκοος, τίς οὕτω πόρρω τῶν τῆς ἐκκλησίας μυστηρίων ἐστίν, ὡς τὴν τοιαύτην ἔν νοιαν κατὰ τῆς πίστεως δέξασθαι; μᾶλλον δὲ μικρὸν ἴσως τὸ τοιοῦτον λέγειν, τὸ μηδένα κατὰ τῆς πίστεως τὴν ἀτο 1.1.495 πίαν ταύτην ὑπονοῆσαι. ἀλλὰ τίς ἐπὶ τῆς ἀνθρωπίνης φύ σεως ἢ ἄλλου τινὸς τῶν δι' αἰσθήσεως καταλαμβανο μένων, ἐπειδὰν τὸ κοινὸν τῆς οὐσίας ἀκούσῃ, ἢ ἄναρχα ὑπονοεῖ πάντα, ὅσα τῷ λόγῳ τῆς οὐσίας ἀλλήλοις συμφέ ρεται, ἢ αὐτό τι ἐξ ἑαυτοῦ γίνεσθαι λέγει καὶ τίκτειν ἅμα ἑαυτὸ καὶ ὑφ' ἑαυτοῦ γεννᾶσθαι; 1.1.496 Ὁ πρῶτος ἄνθρωπος καὶ ὁ ἐξ ἐκείνου γεγονὼς δια φόρως ἑκάτεροι τὸ εἶναι ἔχοντες, ὁ μὲν ἐκ συνδυασμοῦ τῶν γονέων, ὁ δὲ ἐκ τῆς τοῦ χοῦ διαπλάσεως, καὶ δύο εἶναι πιστεύονται καὶ τῷ λόγῳ τῆς οὐσίας ἀπ' ἀλλήλων οὐ δια σχίζονται, καὶ οὔτε ἄναρχοι δύο οὐσίαι ἀλλήλαις ἀντι παρεξάγεσθαι λέγονται οὔτε ὁ ὢν ὑπὸ τοῦ ὄντος γεννᾶσθαι, οὔτε εἷς οἱ δύο ποτὲ ἐνοήθησαν ἐν τῇ τοιαύτῃ τερατολογίᾳ τοῦ λόγου, ὡς ἑαυτοῦ πατέρα καὶ ἑαυτοῦ πάλιν υἱὸν ἀμ φοτέρους νομίζεσθαι· ἄνθρωπος γὰρ καὶ οὗτος κἀκεῖνος, καὶ ὁ λόγος τῆς οὐσίας ἐπὶ τῶν δύο κοινός· θνητὸς ἑκά τερος, λογικὸς ὁμοίως, νοῦ καὶ ἐπιστήμης δεκτικὸς ὡσαύ 1.1.497 τως. εἰ οὖν ὁ τῆς ἀνθρωπότητος λόγος ἐπὶ τοῦ Ἀδὰμ καὶ τοῦ Ἄβελ τῷ παρηλλαγμένῳ τῆς γεννήσεως οὐχ ὑπαλλάσσεται, οὐδεμίαν οὔτε τῆς τάξεως οὔτε τοῦ τρόπου τῆς ὑπάρξεως τῇ φύσει τὴν παραλλαγὴν ἐμποιούντων, ἀλλ' ὡσαύτως ἔχειν τῇ κοινῇ τῶν νηφόντων συγκαταθέσει διω μολόγηται καὶ οὐδεὶς <ἂν> ἀντείποι τούτῳ μὴ σφόδρα τοῦ ἑλλεβόρου δεόμενος, τίς ἡ ἀνάγκη κατὰ τῆς θείας φύσεως τὸ παράλογον τοῦτο τῆς ἐννοίας κατασκευάζεσθαι; 1.1.498 Πατέρα καὶ υἱὸν παρὰ τῆς ἀληθείας ἀκούσαντες ἐν δύο τοῖς ὑποκειμένοις τὴν ἑνότητα τῆς φύσεως ἐδιδάχθημεν, ὑπό τε τῶν ὀνομάτων φυσικῶς [διὰ] τῆς πρὸς ἄλληλα σχέ σεως σημαινομένης καὶ ὑπ' αὐτῆς πάλιν τῆς τοῦ κυρίου 1.1.499 φωνῆς. ὁ γὰρ εἰπὼν Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν, τί ἄλλο ἢ τό τε μὴ ἄναρχον ἑαυτοῦ διὰ τῆς τοῦ πατρὸς ὁμολογίας παρίστησιν καὶ τὸ κοινὸν σημαίνει τῆς φύσεως διὰ τῆς πρὸς τὸν πατέρα ἑνότητος; ὡς ἄν, οἶμαι, διὰ τῶν εἰρη μένων τῆς ἐφ' ἑκάτερα τῶν αἱρέσεων παρατροπῆς ὁ τῆς πίστεως καθαρεύοι λόγος, μήτε τοῦ Σαβελλίου χώραν ἔχοντος εἰς σύγχυσιν ἄγειν τὴν τῶν ὑποστάσεων ἰδιότητα, φανερῶς τοῦ μονογενοῦς ἑαυτὸν ἀπὸ τοῦ πατρὸς διακρί ναντος ἐν τῷ εἰπεῖν Ἐγὼ καὶ ὁ πατήρ, μήτε τοῦ Ἀρείου τὸ ξένον τῆς φύσεως κατασκευάζειν ἰσχύοντος, τῆς ἀμφοτέ ρων ἑνότητος οὐ προσιεμένης τὴν κατὰ φύσιν διαίρεσιν. 1.1.500 οὐδὲν γὰρ ἄλλο τί ἐστιν ἐν τῷ λόγῳ τούτῳ τὸ διὰ τῆς ἑνότητος ἐπὶ πατρὸς καὶ υἱοῦ σημαινόμενον πλὴν κατὰ τὴν οὐσίαν αὐτήν· τὰ γὰρ λοιπὰ τῶν ἀγαθῶν, ὅσα ἐπιθεωρεῖται τῇ φύσει, κοινὰ προκεῖσθαι πᾶσιν εἰπών τις καὶ τοῖς διὰ κτίσεως γεγενημένοις οὐχ ἁμαρτήσεται. οἷον Οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος, παρὰ τοῦ προφήτου λέγεται. ταῦτα βού 1.1.501 λεται πάλιν ὁ κύριος καὶ ἡμᾶς γίνεσθαί τε καὶ ὀνομά ζεσθαι· Γίνεσθε γὰρ οἰκτίρμονες καὶ Μακάριοι οἱ ἐλεή μονες καὶ ὅσα τοιαῦτα. ἆρ' οὖν, εἴ τις διὰ προσοχῆς καὶ ἐπιμελείας τῷ θείῳ βουλήματι ἑαυτὸν ὁμοιώσας ἀγαθὸς ἢ οἰκτίρμων καὶ ἐλεήμων ἐγένετο ἢ πρᾶος καὶ ταπεινὸς τῇ καρδίᾳ, καθὼς μεμαρτύρηνται πολλοὶ τῶν ἁγίων ἐν τοῖς προτερήμασι τούτοις γενόμενοι, παρὰ τοῦτο ἕν εἰσι πρὸς τὸν θεὸν ἢ διά τινος τούτων πρὸς αὐτὸν συναπτόμενοι; οὐκ ἔστι ταῦτα. τὸ γὰρ μὴ ἐν πᾶσι ταὐτὸν ἓν εἶναι πρὸς τὸν 1.1.502 τῇ φύσει διηλλαγμένον οὐ δύναται. διὰ τοῦτο ἄνθρωπος πρὸς ἄνθρωπον ἓν γίνεται, ὅταν διὰ προαιρέσεως, καθὼς εἶπεν ὁ κύριος, τελειωθῶσιν εἰς τὸ ἕν, τῆς φυσικῆς συνα φείας τὴν κατὰ προαίρεσιν ἑνότητα προσλαβούσης. καὶ ὁ πατὴρ καὶ ὁ υἱὸς ἕν εἰσι, τῆς κατὰ τὴν φύσιν καὶ τὴν προαίρεσιν κοινωνίας εἰς τὸ ἓν συνδραμούσης. εἰ δὲ τῷ θελήματι μόνῳ συνηρμοσμένος κατὰ τὴν φύσιν διῄρητο, πῶς ἐμαρτύρει ἑαυτῷ τὴν πρὸς τὸν πατέρα ἑνότητα, τῷ κυριωτάτῳ διεσχισμένος; 1.1.503 Ἀκούσαντες τοίνυν ὅτι Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν, τό τε ἐξ αἰτίου τὸν κύριον καὶ τὸ κατὰ τὴν φύσιν ἀπαράλ λακτον τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἐκ τῆς φωνῆς ἐπαιδεύ θημεν, οὐκ εἰς μίαν ὑπόστασιν τὴν περὶ αὐτῶν ἔννοιαν συναλείφοντες, ἀλλὰ φυλάσσοντες μὲν διῃρημένην τὴν τῶν ὑποστάσεων ἰδιότητα, οὐ συνδιαιροῦντες δὲ τοῖς προσώποις τὴν τῆς οὐσίας ἑνότητα, ὡς ἂν μὴ δύο ἑτερογενῆ πράγματα ἐν τῷ τῆς ἀρχῆς λόγῳ ὑπολαμβάνοιτο καὶ διὰ τούτου πάρ 1.1.504 οδον λάβοι τῶν Μανιχαίων τὸ δόγμα. τὸ γὰρ κτιστὸν καὶ τὸ ἄκτιστον ἐκ διαμέτρου πρὸς ἄλληλα τὴν κατὰ τὸ σημαινόμενον ἐναντίωσιν ἔχει. εἰ οὖν τὰ δύο <ἐν> ταῖς ἀρχαῖς ταχθείη, κατὰ τὸ λεληθὸς ἡμῖν ὁ μανιχαϊσμὸς εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ εἰσφθαρήσεται. λέγω δὲ ταῦτα ζήλῳ 1.1.505 τῶν ἐναντίων περιεργότερον κατεξετάζων τὸν λόγον. καὶ οὐδεὶς ἂν ἴσως ἀντείποι μὴ ἐγγὺς τοῦ εἰκότος τὴν θεωρίαν προάγεσθαι, ὅτι δυνατοῦ ὄντος τοῦ κτιστοῦ κατὰ τὸ ἴσον τῷ ἀκτίστῳ ἀντιστήσεταί πως τὸ ἑτερογενὲς τῇ φύσει τῷ μὴ ὡσαύτως κατὰ τὴν οὐσίαν ἔχοντι, καὶ ἕως ἂν μηθετέρῳ αὐτῶν ἐπιλίπῃ ἡ δύναμις, εἰς ἀσύμφωνόν τινα στάσιν πρὸς ἄλληλα τὰ δύο διενεχθήσεται· πᾶσα γὰρ ἀνάγκη κατάλ ληλον εἶναι καὶ οἰκείαν ὁμολογεῖν τῇ φύσει καὶ τὴν προ αίρεσιν, καὶ εἰ ἀνομοίως ἔχοιεν κατὰ τὴν φύσιν, ἀνόμοια 1.1.506 εἶναι καὶ τὰ θελήματα. τῆς δὲ δυνάμεως ἐφ' ἑκατέρων ἱκανῶς ἐχούσης, οὐθέτερον ἀτονήσει πρὸς τὴν ἐκπλήρωσιν τοῦ ἰδίου θελήματος· καὶ εἰ τοσοῦτον ἑκάτερον δύναιτο, ὅσον καὶ βούλεται, εἰς ἀμφήριστον ἑκατέροις ἡ ἀρχὴ κατα στήσεται, τῷ ἀνενδεεῖ τῆς δυνάμεως εἰς τὸ ἀντίπαλον προϊ 1.1.507 οῦσα. καὶ οὕτω τὸ τῶν Μανιχαίων δόγμα παρεισδύσεται, δύο τινῶν ἐναντίων ἀλλήλοις ἐν τῷ λόγῳ τῆς ἀρχῆς ἀντι φανέντων, τῷ διαλλάσσοντι τῆς φύσεως καὶ τῆς προαιρέσεως πρὸς τὸ ἀντικείμενον διατμηθέντων. καὶ γίνεται αὐτοῖς ἡ τῆς ἐλαττώσεως κατασκευὴ τῶν Μανιχαϊκῶν δογμάτων ἀρχή. τὸ γὰρ τῆς οὐσίας ἀσύμφωνον εἰς δύο ἀρχὰς περι ΐστησι τὸ δόγμα, καθὼς ὁ λόγος ὑπέδειξε, τῷ κτιστῷ καὶ τῷ ἀκτίστῳ διῃρημένας. 1.1.508 Ἀλλὰ ταῦτα μὲν ἴσως βεβιασμένην ἔχοντα τὴν τοῦ ἀτόπου κατασκευὴν οἱ πολλοὶ αἰτιάσονται καὶ οὐδὲ γεγρά φθαι τὸ παράπαν μετὰ τῶν λοιπῶν ἀξιώσουσιν. ἔστω ταῦτα· οὐδὲ ἡμεῖς ἀντιλέγομεν. οὐδὲ γὰρ κατ' οἰκείαν ὁρμήν, ἀλλὰ διὰ τοὺς ἀντιμαχομένους εἰς τὴν τοιαύτην περιεργίαν ἐκβαλεῖν τὸν λόγον ἐκ τῆς ἀκολουθίας προήχθημεν. εἰ δὲ οὐ χρὴ ταῦτα λέγειν, πολὺ πρότερον σιωπᾶσθαι προσήκει τῶν ἐναντίων τὸν λόγον τὸν τῆς τοιαύτης ἀντιρρήσεως τὰς ἀφορμὰς παρεχόμενον. οὐ γὰρ ἔστιν ἑτέρως ἐπισχεῖν τὸν τοῖς πονηροῖς ἀντιλέγοντα, μὴ τὴν ὑπόθεσιν ἐξελόντα τῆς 1.1.509 ἀντιρρήσεως. πλὴν ἡδέως ἂν συμβουλεύσαιμι τοῖς οὕτω διακειμένοις μικρόν τι τῆς φιλονεικίας ἔξω γενέσθαι καὶ μὴ λίαν ἐκθύμως τῶν οἰκείων ὑπερμαχεῖν ὑπολήψεων, αἷς ἤδη προειλημμένοι τυγχάνουσι, μηδὲ πανταχόθεν ἀναζητεῖν, ὅπως ἂν τὸ πλέον ἔχοιεν τῶν ἀντιτεταγμένων, ἀλλ' ὡς ὑπὲρ ψυχῆς ὄντος τοῦ δρόμου, μόνῳ τῷ συμφέροντι πείθεσθαι καὶ τῇ ἀληθείᾳ διδόναι τὰ νικητήρια. εἰ τοίνυν τοῦ φιλο νεικεῖν τις ἀποστὰς αὐτὸν ἐφ' ἑαυτοῦ διασκοποῖτο τὸν λόγον, οὐ χαλεπῶς εὑρήσει τὴν ἐμφαινομένην ἀτοπίαν τῷ δόγματι. 1.1.510 Ὑποθώμεθα γὰρ συγχωρεῖσθαι κατὰ τὸν λόγον τῶν ὑπεναντίων τὴν 20ἀγεννησίαν20 οὐσίαν εἶναι καὶ πάλιν ὡσ αύτως τὴν γέννησιν εἰς οὐσίαν ἀναλαμβάνεσθαι. οὐκοῦν εἴ τις ἀκριβῶς τῇ διανοίᾳ τῶν λεγομένων ἀκολουθήσειε, τὸ Μανιχαϊκὸν αὐτοῖς δόγμα διὰ τῆς ὁδοῦ ταύτης ἀναπλασθή σεται, εἴπερ κακοῦ πρὸς ἀγαθὸν καὶ φωτὸς πρὸς σκότος καὶ πάντων τῶν τοιούτων κατὰ τὸ ἐναντίον τῆς φύσεως τὴν 1.1.511 ἀντίθεσιν δογματίζειν τοῖς Μανιχαίοις δοκεῖ. καὶ ὅτι ταῦτα ἀληθῆ λέγω, ῥᾳδίως οἶμαι συνθήσεσθαι τὸν μὴ ῥᾳθύμως παραδραμόντα τὸν λόγον. οὑτωσὶ δὲ διασκε ψώμεθα. ἑκάστῳ τῶν ὑποκειμένων προσφυῆ τινα πάντως ἐπιθεωρεῖται γνωρίσματα, δι' ὧν τὸ ἰδιάζον τῆς ὑποκει μένης ἐπιγινώσκεται φύσεως, εἴτε ἐπὶ τῆς τῶν ζῴων δια φορᾶς ἐξετάζοις τὸν λόγον εἴτε καὶ ἐπὶ τῶν ἄλλων ἁπάν των. οὐ γὰρ τοῖς αὐτοῖς τὸ ξύλον καὶ τὸ ζῷον χαρακτη ρίζεται, οὐδὲ ἐν τοῖς ζῴοις ἐπικοινωνεῖ τὰ τοῦ ἀνθρώπου γνωριστικὰ σημεῖα πρὸς τὴν ἄλογον φύσιν, οὐδ' αὖ πάλιν τὰ αὐτὰ δείκνυσι τήν τε ζωὴν καὶ τὸν θάνατον, ἀλλ' ἐπὶ πάντων ἁπαξαπλῶς, καθὼς εἴρηται, ἄμικτός τίς ἐστι καὶ ἀκοινώνητος ἡ τῶν ὑποκειμένων διάκρισις, οὐδὲν τοῖς τῶν ἐπιθεωρουμένων γνωρίσμασι διά τινος κοινωνίας συγχεομένη. 1.1.512 κατὰ τοίνυν τὴν ἀκολουθίαν ταύτην ἐξετασθήτω τῶν ὑπε ναντίων ὁ λόγος. τὴν 20ἀγεννησίαν20 οὐσίαν φασὶ καὶ τὴν γέννησιν ὡσαύτως εἰς οὐσίαν ἀνάγουσιν. ἀλλ' ὥσπερ ἀν θρώπου καὶ λίθου ἕτερα καὶ οὐ τὰ αὐτὰ γνωρίσματα (οὐ γὰρ ἂν τὸν αὐτὸν ἀποδοίης ἑκατέρου λόγον ἐμψύχου τε καὶ ἀψύχου τὸ τί ἐστιν ὁριζόμενος), οὕτω πάντως ἄλλοις μὲν γνωρίζεσθαι τὸν ἀγέννητον σημείοις δώσουσιν, ἑτέροις δὲ τὸν γεννητόν. οὐκοῦν θεωρήσωμεν τὰ ἰδιάζοντα τοῦ ἀγεν νήτου θεοῦ ὅσα εὐσεβῶς λέγειν τε καὶ νοεῖν παρὰ τῆς ἁγίας γραφῆς περὶ αὐτοῦ μεμαθήκαμεν. 1.1.513 Τίνα οὖν ἔστι ταῦτα; οὐδένα οἶμαι τῶν Χριστιανῶν ἀγνοεῖν ὅτι ἀγαθὸς ὅτι χρηστὸς ὅτι ἅγιος δίκαιός τε καὶ ὅσιος ἀόρατός τε καὶ ἀθάνατος, φθορᾶς τε καὶ τροπῆς καὶ ἀλλοιώσεως ἀνεπίδεκτος, δυνατὸς σοφὸς εὐεργέτης κύ ριος κριτὴς πάντα τὰ τοιαῦτα. τί γὰρ δεῖ τοῖς ὁμολογου 1.1.514 μένοις ἐνδιατρίβοντα παρατείνειν τὸν λόγον; εἰ οὖν ταῦτα ἐν τῇ ἀγεννήτῳ φύσει καταλαμβάνομεν, τὸ δὲ γεννηθῆναι τῷ μὴ γεννηθῆναι ὑπεναντίως ἔχει κατὰ τὴν ἔννοιαν, ἀνάγκη πᾶσα συνθέσθαι τοὺς τὴν ἀγεννησίαν καὶ τὴν γέννησιν οὐ σίαν εἶναι ὁριζομένους κατὰ λόγον τῆς τοῦ γεννητοῦ πρὸς τὸ ἀγέννητον ἀντιθέσεως καὶ τὰ γνωριστικὰ σημεῖα τῆς γεννητῆς οὐσίας ὑπεναντίως ἔχειν τοῖς ἐπιθεωρουμένοις τῇ 1.1.515 ἀγεννήτῳ φύσει. εἰ γὰρ τὰ αὐτὰ λέγοιεν, οὐκέτι τὸ ἑτε ροῖον τῆς τῶν ὑποκειμένων φύσεως διὰ τῆς ταὐτότητος τῶν ἐπιθεωρουμένων συστήσεται. τῶν γὰρ ἑτεροίως ἐχόντων ἕτερα χρὴ πάντως εἶναι καὶ τὰ γνωρίσματα οἴεσθαι, ὅσα δὲ ὡσαύτως κατὰ τὸν λόγον τῆς οὐσίας ἔχει, τοῖς αὐτοῖς δηλαδὴ σημείοις χαρακτηρίζεται. εἰ μὲν οὖν τὰ αὐτὰ καὶ τῷ μονογενεῖ προσμαρτυροῦσιν, οὐδεμίαν, καθὼς εἴρηται, 1.1.516 περὶ τὸ ὑποκείμενον διαφορὰν ἐννοοῦσιν. εἰ δὲ τοῖς βλα σφήμοις ἐπιμένοιεν λόγοις καὶ τὸ παρηλλαγμένον τῆς φύσεως ἐν τῇ διαφορᾷ τοῦ γεννητοῦ καὶ τοῦ ἀγεννήτου κατασκευά ζοιεν, εὔκολον συνιδεῖν πάντως τὸ ἐκ τῆς ἀκολουθίας ἀνα φαινόμενον, ὅτι, κατὰ τὴν τῶν ὀνομάτων ἀντίθεσιν καὶ τῆς φύσεως τῶν ὑπὸ τῶν ὀνομάτων σημαινομένων ὑπεναντίως ἔχειν πρὸς ἑαυτὴν νομισθείσης, ἀνάγκη πᾶσα καὶ τὰ ἐπι θεωρούμενα ἑκατέροις πρὸς τὸ ἐναντίον διενεχθῆναι, ὥστε τῶν ἐπὶ τοῦ πατρὸς λεγομένων τὰ ἀντικείμενα τῷ μονογενεῖ ἐφαρμόζεσθαι, θεότητος ἁγιασμοῦ ἀγαθότητος ἀφθαρσίας ἀϊδιότητος καὶ εἴ τι ἄλλο τὸν ἐπὶ πάντων θεὸν διὰ τῶν εὐσεβῶν ἡμῖν νοημάτων παρίστησιν· ὥστε πάντα τὰ ἀπεμ φαίνοντα καὶ ἑκάστῳ τῶν πρὸς τὸ κρεῖττον ὑπειλημμένων ἀντιδιαστελλόμενα τῆς γεννητῆς ἴδια νομίζειν οὐσίας εἶναι. 1.1.517 Σαφηνείας δὲ χάριν προσδιατριπτέον ἡμῖν ἐστι τῷ τόπῳ. ὥσπερ τῷ θερμῷ καὶ τῷ ψυχρῷ ἐναντίοις οὖσι κατὰ τὴν φύσιν (ὑποκείσθω δὲ τῷ λόγῳ πῦρ τε καὶ κρύσταλλος, ἐκεῖνο ἑκάτερον ὂν ὅπερ οὐκ ἔστι τὸ ἕτερον) καὶ τὰ ἰδίως ἑκατέρῳ τούτων ἐπιφαινόμενα παρηλλαγμένως ἔχει πάντως πρὸς ἄλληλα (ἴδιον γὰρ τοῦ μὲν κρυστάλλου ἡ ψῦξις, τοῦ δὲ πυρὸς ἡ θερμότης), οὕτως εἴπερ κατὰ τὴν ἐν τοῖς ὀνό μασιν ἐναντίωσιν ἐπὶ τοῦ ἀγεννήτου καὶ γεννητοῦ καὶ ἡ διὰ τῶν ὀνομάτων δηλουμένη φύσις πρὸς τὸ ἀντικείμενον δια σταίη, οὐκ ἐνδέχεται τὰς δυνάμεις τῶν κατὰ φύσιν ὑπεναν τίων ὁμοίας ἀλλήλαις εἶναι, ὡς οὐκ ἐνδέχεται οὔτε ἐν πυρὶ τὴν ψύξιν οὔτε ἐν κρυστάλλῳ γενέσθαι τὴν πύρωσιν. 1.1.518 εἰ οὖν ἐν τῇ ἀγεννήτῳ οὐσίᾳ ἡ ἀγαθότης νοεῖται, διέστηκε δέ, καθὼς ἐκεῖνοί φασιν, ἐν τῷ λόγῳ τῆς φύσεως πρὸς τὴν γεννητὴν ἡ ἀγέννητος, συνδιαστήσεται πάντως καὶ τοῦ ἀγεννήτου τὸ ἴδιον ἀπὸ τοῦ κατὰ τὸ γεννητὸν ἰδιάζοντος· ὥστε εἰ ἐν ἐκείνῳ τὸ ἀγαθόν, ἐν τούτῳ νοεῖσθαι τὸ τῷ ἀγαθῷ ἀντικείμενον. καὶ οὕτως ἡμῖν διὰ τῶν σοφῶν τού των δογματιστῶν πάλιν ὁ Μάνης ἀναβιώσεται, τὴν τῆς κακίας φύσιν ἀντιπαρεξάγων τῷ ἀγαθῷ καὶ τῇ τῶν οὐσιῶν ἑτερότητι δογματίζων τὸ ἐν ταῖς δυνάμεσιν αὐτῶν ἀντικεί μενον. 1.1.519 Εἰ δὲ χρὴ μηδὲν ὑποστειλάμενον μετὰ παρρησίας 1.1.519 εἰπεῖν, συγγνωστότερος τούτων ὁ Μάνης εἰκότως ἂν εἶναι νομίζοιτο, ὃν πρῶτόν φασι τοῖς δόγμασι τῶν Μανιχαίων ἐπιτολμήσαντα ἀφ' ἑαυτοῦ κατονομάσαι τὴν αἵρεσιν. λέγω δὲ ταῦτα, ὡς ἂν εἴ τις ἐχίδνης καὶ ἀσπίδος τὴν φιλαν θρωποτέραν ἐκλέγοιτο· πλὴν ἀλλ' ἐπειδή ἐστι καὶ ἐν θη ρίοις τοῦ χείρονος κρίσις, οὐχὶ τούτων ἐκείνους ἀνεκτοτέ 1.1.520 ρους εἶναι δοκιμαζόμενα τὰ δόγματα δείκνυσιν; ὁ μὲν γὰρ συναγορεύειν ᾤετο τῷ τῶν ἀγαθῶν αἰτίῳ, ὡς οὐδεμιᾶς κακῶν αἰτίας ἀπ' ἐκείνου τὴν ἀρχὴν λαβούσης, καὶ διὰ τοῦτο εἰς ἑτέραν ἀρχὴν ἰδιάζουσαν τῶν πρὸς τὸ χεῖρον ἀριθμουμένων πάντων τὴν αἰτίαν ἀνῆψεν οἷον ἀπολογού μενος ὑπὲρ τοῦ θεοῦ τῶν ὅλων, ὡς οὐκ εὐαγὲς ὂν τὴν τῶν ἀγαθῶν πηγὴν καὶ τῶν παρὰ λόγον πλημμελουμένων ἐπαι τιᾶσθαι, οὐ συνιεὶς ὑπὸ μικροψυχίας, ὅτι δυνατὸν ἦν μήτε κακῶν δημιουργὸν τὸν θεὸν οἴεσθαι μήτε ἄλλο τι ἄναρχον 1.1.521 παρὰ τὸν θεὸν φαντασθῆναι. περὶ ὧν πολὺς ὁ λόγος καὶ οὐ τοῦ παρόντος ἂν εἴη καιροῦ. καὶ οὗ χάριν τῶν εἰρη μένων ἐμνήσθημεν, ὅτι ἐκεῖνος μὲν ἀφιστᾶν ᾤετο δεῖν ἀπὸ τοῦ θεοῦ τῶν ὅλων τὴν τῆς κακίας ἀρχήν, οὗτοι δὲ κἀ κείνων χαλεπωτέραν κατασκευάζουσι τὴν ἔκτοπον ταύτην 1.1.522 κατὰ τοῦ υἱοῦ βλασφημίαν. τῶν μὲν γὰρ κακῶν τὴν φύσιν παραπλησίως ἐκείνοις διὰ τῆς κατὰ τὴν οὐσίαν ἐναντιότητος δογματίζουσιν [ὃν υἱὸν ὀνομάζουσιν·] ἐν ᾧ δὲ πάλιν τοῦ τοιούτου πλάσματος τὸν θεὸν τῶν ὅλων δημιουργὸν ἀποφαί νονται, παρ' οὗ φασι τὴν 20γέννησιν20 ἐργασθεῖσαν οὐσίαν ἀλλοτρίως ἔχειν κατὰ τὴν φύσιν πρὸς τὸν ποιήσαντα, ἐν τούτῳ τὸ πλέον εἰς ἀσέβειαν παρὰ τοὺς μνημονευθέντας ἔχουσιν, ὅτι οὐ μόνον ὑπόστασιν διδόασι τῷ ἐναντίως πρὸς τὸ ἀγαθὸν κατὰ τὴν φύσιν ἔχοντι, ἀλλ' ὅτι τὸν ἀγαθὸν θεὸν ἄλλου θεοῦ τοῦ κατὰ τὴν φύσιν διηλλαγμένου λέ γουσιν αἴτιον εἶναι, μονονουχὶ φανερῶς βοῶντες ἐν τῷ δόγ ματι, ὅτι ἔστι τι ὑπεναντίον τῇ τοῦ ἀγαθοῦ φύσει, παρ' 1.1.523 αὐτοῦ ἔχον τοῦ ἀγαθοῦ τὴν ὑπόστασιν. τῆς γὰρ τοῦ πατρὸς οὐσίας ἀγαθῆς εἶναι πεπιστευμένης, τῆς δὲ τοῦ υἱοῦ διὰ τὸ μὴ ὡσαύτως ἔχειν τῷ πατρὶ κατὰ τὸν τῆς φύσεως λόγον, καθὼς δοκεῖ τῇ αἱρέσει, ἐν τοῖς ἐναντίοις κατὰ τὸ ἀκό λουθον εὑρισκομένης, τί διὰ τούτων κατασκευάζεται; τὸ καὶ ὑφεστάναι τὸ τῷ ἀγαθῷ ἀντικείμενον καὶ ἐξ αὐτοῦ τοῦ ἀγαθοῦ ὑποστῆναι τὸ ὑπεναντίον τῇ φύσει. τοῦτό φημι καὶ τῆς τῶν Μανιχαίων ἀτοπίας εἶναι φρικτότερον. 1.1.524 Εἰ δὲ ἀρνοῦνται τῷ λόγῳ τὸ βλάσφημον, ὅπερ ἡ ἀκολουθία τοῦ δόγματος δείκνυσι, φασὶ δὲ τῶν ἀγαθῶν τοῦ πατρὸς τὸν μονογενῆ κεκληρονομηκέναι, μὴ υἱὸν ἀληθῶς ὄντα κατὰ τὴν τῶν εὐσεβῶν δόξαν, ἀλλὰ διὰ κτίσεως τὴν ὑπόστασιν ἔχοντα, καὶ τοῦτο πάλιν κατεξετάσωμεν, εἰ δυ νατόν ἐστι συστῆναι κατὰ τὸν εἰκότα λόγον τὴν τοιαύτην 1.1.525 ὑπόνοιαν. ἐὰν γὰρ δοθῇ κατὰ τὸν λόγον αὐτὼν μὴ ἀλη θῶς υἱὸν ὄντα κεκληρονομηκέναι τῶν πάντων τὸν κύριον, ἀλλὰ κτισθέντα καὶ ποιηθέντα τῶν ὁμογενῶν ἄρχειν, πῶς καταδέξεται καὶ οὐ συστασιάσει ἡ λοιπὴ κτίσις ἐκ τοῦ ὁμοφύλου πρὸς τὸ ὑποχείριον ἀπωσθεῖσα, εἰ μηδὲν κατὰ τὴν φύσιν ἔλαττον ἔχουσα (κτιστὴ γὰρ καὶ αὐτὴ ὥσπερ κἀκεῖνος) ἔπειτα τῷ ὁμοφύλῳ δουλεύειν καὶ ὑποκύπτειν 1.1.526 καταδικάζοιτο; τυραννίδι γὰρ ὅμοιον τὸ τοιοῦτο, μὴ τῇ τῆς οὐσίας ὑπεροχῇ τὸ κράτος νέμειν, ἀλλὰ μενούσης ἐν τῷ ὁμοτίμῳ τῆς φύσεως μερισθῆναι τὴν κτίσιν εἰς δουλείαν καὶ κυριότητα, ὥστε ἐν αὐτῇ τὸ μέν τι ἄρχειν, τὸ δὲ ὑπο χείριον εἶναι, καθάπερ ἐκ διακληρώσεως τούτου τοῦ ἀξιώ ματος συντυχικῶς προσγενομένου τῷ κατὰ τὸν κλῆρον λα 1.1.527 βόντι τὴν τῶν ὁμοίων προτίμησιν. οὐδὲ γὰρ ἄνθρωπος ὁμοτίμως ἔχων πρὸς τὴν ὑποχείριον φύσιν τὴν κατὰ τῶν ἀλόγων ἀρχὴν ἐκληρώσατο, ἀλλὰ προτερεύων τῷ λόγῳ κυριεύει τῶν ἄλλων, τῷ πρὸς τὸ κρεῖττον αὐτῷ παρηλ λάχθαι τὴν φύσιν προτεταγμένος. αἱ δὲ ἀνθρώπιναι δυνα στεῖαι τούτου χάριν ἀγχιστρόφους ἔχουσι τὰς μεταβολάς, ὅτι οὐ δέχεται τὸ κατὰ τὴν φύσιν ὁμότιμον μὴ ἰσομοιρεῖν [ἐν] τῷ κρείττονι, ἀλλά τις ἔγκειται φυσικὴ πᾶσιν ἐπιθυμία 1.1.528 πρὸς τὸ ἐπικρατοῦν ἐξισάζεσθαι, ὅταν ὁμόφυλον ᾖ. πῶς δὲ ἀληθὲς ἔσται τὸ πάντα δι' αὐτοῦ γεγενῆσθαι, ἐὰν ἀληθὲς ᾖ τὸ καὶ αὐτὸν νὸν υἱὸν ἕν τι τῶν γεγονότων εἶναι; ἤτοι γὰρ καὶ ἑαυτὸν πεποιηκὼς ἔσται, ἵνα μὴ ψεῦδος τὸ γεγραμμένον ᾖ ὅτι Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ οὕτω κατ' αὐτῶν ἰσχύσει τὸ ἄτοπον ὃ κατὰ τοῦ δόγματος ἡμῶν ἐσο φίσαντο τὸ αὐτὸν ὑφ' ἑαυτοῦ γενέσθαι λέγειν, ἢ εἴπερ τοῦτο παράλογον καὶ φύσιν οὐκ ἔχον, ἀσύστατον πάν τως ἐκεῖνο δειχθήσεται, τὸ τὴν κτίσιν πᾶσαν δι' αὐτοῦ 1.1.529 γεγενῆσθαι διϊσχυρίζεσθαι. ἡ γὰρ τοῦ ἑνὸς ὑπεξαίρεσις ψευδῆ τὸν περὶ πάντων κατασκευάζει λόγον, ὥστε ἐκ μὲν τοῦ κτιστὸν εἶναι τὸν μονογενῆ διορίζεσθαι δύο πονηρῶν καὶ ἀτόπων τὸ ἕτερον πάντως ὁ λόγος οὐ διαφεύξεται, ἢ τὸ μὴ εἶναι πάντων αὐτὸν τῶν γεγονότων αἴτιον, εἴπερ αὐτὸς ἐκεῖνος ὑπεξαιροῖτο τῶν πάντων, ὃν ἓν τῶν ἔργων διϊσχυρίζονται, ἢ τὸ καὶ ἑαυτοῦ ποιητὴν ἀποδείκνυσθαι, εἴπερ μὴ ψεύδεται ὁ μηδὲν τῶν γεγονότων χωρὶς ἐκείνου γεγενῆσθαι κηρύξας. 1.1.530 Τὰ μὲν οὖν παρ' ἐκείνων τοιαῦτα. εἰ δέ τις τῇ ὑγιαινούσῃ διδασκαλίᾳ προσέχων ἐκ τῆς θείας τε καὶ ἀκηράτου φύσεως τὸν υἱὸν εἶναι πιστεύοι, πάντα συνῳδὰ τῷ τῆς εὐσεβείας ἀναφανήσεται δόγματι, τὸ ποιητὴν εἶναι τῶν πάντων τὸν κύριον, τὸ βασιλεύειν τῶν ὄντων, οὐ κατὰ ἀποκλήρωσιν ἢ κατὰ τυραννικήν τινα δυναστείαν τῶν ὁμοφύλων προτεταγμένον, ἀλλὰ τῇ τῆς φύσεως ὑπερ 1.1.531 οχῇ τὸ κατὰ πάντων ἔχοντα κράτος, καὶ ἔτι πρὸς τού τοις τὸ μὴ εἰς διαφόρους ἀρχὰς τῇ ἑτερότητι τῆς φύσεως διῃρημένας τὸ τῆς μοναρχίας δόγμα καταμερίζεσθαι, ἀλλὰ μίαν θεότητα, μίαν ἀρχήν, μίαν τῶν πάντων ἐξουσίαν εἶναι πιστεύειν, ἐν τῇ τῶν ὁμοίων συμφωνίᾳ τῆς θεότητος θεω ρουμένης καὶ διὰ τοῦ ὁμοίου πρὸς τὸ ὅμοιον τὴν διάνοιαν ἀγούσης, ὡς τῆς πάντων μὲν ἀρχῆς, ἥτις ἐστὶν ὁ κύριος, διὰ τοῦ ἁγίου πνεύματος ταῖς ψυχαῖς ἐλλαμπούσης (ἀμή χανον γὰρ ἄλλως θεωρηθῆναι τὸν κύριον Ἰησοῦν, εἰ μὴ ἐν πνεύματι ἁγίῳ, καθώς φησιν ὁ ἀπόστολος), διὰ δὲ τοῦ κυρίου, ὅς ἐστιν ἡ πάντων ἀρχή, τῆς ἐπέκεινα πάσης ἀρχῆς ἡμῖν εὑρισκομένης, ἥτις ἐστὶν ὁ ἐπὶ πάντων θεός· οὐδὲ γὰρ δυνατόν ἐστιν ἄλλως τὸ ἀρχέτυπον ἀγαθὸν ἐπι 1.1.532 γνωσθῆναι, μὴ ἐν τῇ εἰκόνι τοῦ ἀοράτου φαινόμενον. ὥσπερ δέ τινα δίαυλον ἀνακάμπτοντες μετὰ τὸ κεφάλαιον τῆς θεογνωσίας, αὐτὸν λέγω τὸν ἐπὶ πάντων θεόν, διὰ τῶν προσεχῶν τε καὶ οἰκείων τῇ διανοίᾳ τρέχοντες ἐκ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ πρὸς τὸ πνεῦμα ἀναχωροῦμεν. ἐν περινοίᾳ γὰρ τοῦ ἀγεννήτου φωτὸς καταστάντες ἐκεῖθεν πάλιν τὸ ἐξ αὐτοῦ φῶς κατὰ τὸ προσεχὲς ἐνοήσαμεν οἷον ἀκτῖνά τινα τῷ ἡλίῳ συνυφισταμένην, ἧς ἡ μὲν αἰτία τοῦ εἶναι ἐκ τοῦ ἡλίου, ἡ δὲ ὕπαρξις ὁμοῦ τῷ ἡλίῳ, οὐ χρό νοις ὕστερον προσγινομένη, ἀλλ' ὁμοῦ τῷ ὀφθῆναι τὸν ἥλιον 1.1.533 ἐξ αὐτοῦ συναναφαινομένη· μᾶλλον δὲ (οὐ γὰρ ἀνάγκη πᾶσα τῇ εἰκόνι δουλεύοντας δοῦναι τοῖς συκοφάνταις κατὰ τοῦ λόγου λαβὴν ἐν τῇ τοῦ ὑποδείγματος ἀτονίᾳ) οὐχὶ ἀκ τῖνα ἐξ ἡλίου νοήσομεν, ἀλλ' ἐξ ἀγεννήτου ἡλίου ἄλλον ἥλιον ὁμοῦ τῇ τοῦ πρώτου ἐπινοίᾳ γεννητῶς αὐτῷ συνεκ λάμποντα καὶ κατὰ πάντα ὡσαύτως ἔχοντα κάλλει δυ νάμει λαμπηδόνι μεγέθει φαιδρότητι καὶ πᾶσιν ἅπαξ τοῖς περὶ τὸν ἥλιον θεωρουμένοις. καὶ πάλιν ἕτερον τοιοῦτον φῶς κατὰ τὸν αὐτὸν τρόπον, οὐ χρονικῷ τινι διαστήματι τοῦ γεννητοῦ φωτὸς ἀποτεμνόμενον, ἀλλὰ δι' αὐτοῦ μὲν ἐκλάμπον, τὴν δὲ τῆς ὑποστάσεως αἰτίαν ἔχον ἐκ τοῦ πρω τοτύπου φωτός, φῶς μέντοι καὶ αὐτὸ καθ' ὁμοιότητα τοῦ προεπινοηθέντος λάμπον καὶ φωτίζον καὶ τὰ ἄλλα πάντα 1.1.534 τὰ τοῦ φωτὸς ἐργαζόμενον. οὐδὲ γὰρ ἔστι φωτὶ πρὸς ἕτερον φῶς κατ' αὐτὸ τοῦτο παραλλαγή, ὅταν κατ' οὐδὲν τῆς φωτιστικῆς χάριτος ἐνδέον ἢ ὑστερούμενον φαίνηται, ἀλλὰ πάσῃ τελειότητι πρὸς τὸ ἀκρότατον ἐπηρμένον μετὰ πατρὸς καὶ υἱοῦ θεωρεῖται, μετὰ πατέρα καὶ υἱὸν ἀριθμεῖται, καὶ δι' ἑαυτοῦ τὴν προσαγωγὴν πρὸς τὸ ἐπινοούμενον φῶς τὸ ἐν πατρὶ καὶ υἱῷ πᾶσι τοῖς μετασχεῖν δυναμένοις χαρίζεται. 1.1.535 Ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον. ἐπεὶ δὲ πολύς ἐστιν εὐροῶν ταῖς λοιδορίαις καὶ πάσης μὲν ἀρχῆς κατα σκευὴν τὴν ὕβριν ποιούμενος, ἀντὶ δὲ πάσης ἀποδείξεως τῶν ἀμφισβητουμένων τὴν λοιδορίαν ἐπάγων, φέρε καὶ ὅσα περὶ τῆς τοῦ ἀγεννήτου φωνῆς συκοφαντῶν τὸν διδά σκαλον ἡμῶν καὶ εἰς αὐτὸν ἐκεῖνον καὶ εἰς τὸν λόγον 1.1.536 ἐξύβρισε, βραχέα διελέγχωμεν. παρέθετο τοῦ διδασκάλου περὶ τούτων λέξιν ἔχουσαν οὕτως· "1Ἐγὼ δὲ καὶ τὴν τοῦ ἀγεννήτου προσηγορίαν, κἂν τὰ μάλιστα δοκῇ ταῖς ἐν νοίαις ἡμῶν συμβαίνειν, ἀλλ' οὖν ὡς οὐδαμοῦ τῆς γραφῆς κειμένην καὶ πρῶτον στοιχεῖον οὖσαν τῆς βλασφημίας αὐτοῦ, σιωπᾶσθαι ἂν δικαίως ἀξίαν εἶναι φήσαιμι, τῆς πατρὸς φωνῆς ἴσον δυναμένης τῷ ἀγεννήτῳ· ὁ γὰρ ὄντως πατὴρ καὶ μόνος ἐξ οὐδενός ἐστιν ἑτέρου, τὸ δὲ ἐξ οὐδενὸς 1.1.537 ταὐτόν ἐστι τῷ ἀγεννήτῳ."2 τίνα οὖν ἐπάγει τοῖς εἰρημένοις ἀπόδειξιν τοῦ κακῶς εἰρῆσθαι τὸν λόγον τοῦτον ἀκούσωμεν. 20τὴν μὲν οὖν ἀνωμαλίαν τῶν λόγων ἣν ἐκ προ πετείας οὐχ ἧττον ἢ πονηρίας ἀναιδοῦς τοῖς ἑαυτοῦ καταμίγνυσιν ἐγχειρήμασι, τῷ τῆς γνώμης ἀστηρίκτῳ καὶ τῇ τῶν λογισμῶν ἀσθε νείᾳ περιφερόμενος20. ὁρᾶτε τὸ εὔστοχον τῆς ἀπαν τήσεως, ὡς τεχνικῶς κατὰ τὴν λογικὴν αὐτοῦ ἐντρέχειαν ἐκείνην διαλύει μὲν τῶν εἰρημένων τὴν δύναμιν, ἀντεισάγει 1.1.538 δὲ τὴν εὐσεβεστέραν ὑπόληψιν. 20ἀνώμαλος20, φησί, 20τὸν λόγον, προπετὴς οὐχ ἧττον ἢ πονηρὸς τὴν γνώμην, ἀστήρικτος τῇ τῶν λογισμῶν ἀσθε νείᾳ περιφερόμενος20. πόθεν ταῦτα καὶ ἐκ ποίας αἰτίας παροξυνθεὶς ὁ τὴν γνώμην ἐστηριγμένος καὶ τοῖς λογισμοῖς ὑγιαίνων φησί; τίνος μάλιστα καταγνοὺς τῶν εἰρημένων; ὅτι τὴν ἔννοιαν δέχεται τοῦ ἀγεννήτου, τὴν δὲ φωνὴν ὡς κακῶς ἐκληφθεῖσαν παρὰ τῶν διαστρεφόντων 1.1.539 σιωπῆς ἀξίαν φησί; τί γάρ; μὴ ἐν ῥήμασι καὶ προφορᾷ τὸ ἀσφαλὲς κινδυνεύει τῆς πίστεως, τῆς δὲ κατὰ τὴν διά νοιαν ἀκριβείας λόγος οὐδείς; ἢ οὐχὶ προηγουμένως τῇ καρδίᾳ καθαρεύειν ἀπὸ τῶν πονηρῶν ἐννοημάτων ὁ τῆς ἀληθείας παρακελεύεται λόγος, ῥήμασι δὲ κεχρῆσθαι πρὸς δήλωσιν τῶν τῆς ψυχῆς κινημάτων, δι' ὧν ἂν ᾖ δυνατὸν ἐνδείξασθαι τοῦ νοῦ τὸ ἀπόρρητον, οὐδὲν περὶ τὸν τοιόνδε 1.1.540 τῆς φωνῆς ἦχον μικρολογούμενον; οὐ γὰρ τὸ οὕτως ἢ ὡς ἑτέρως εἰπεῖν αἴτιον τῆς ἐν ἡμῖν διανοίας καθίσταται, ἀλλὰ τὸ κρυπτὸν τῆς καρδίας νόημα τῶν τοιῶνδε λόγων τὴν αἰτίαν ἐνδίδωσιν· Ἐκ γὰρ τοῦ περισσεύματος, φησί, τῆς καρδίας τὸ στόμα λαλεῖ. καὶ τῶν νοηθέντων ἑρμηνέα τὸν λόγον ποιούμεθα, οὐ τὸ ἔμπαλιν τὴν διάνοιαν ἀφ' ὧν λέ γομεν συναγείρομεν· κἂν μὲν ἀμφότερα συμβαίνῃ, καὶ νοεῖν δεξιῶς καὶ ἑρμηνεύειν, ἄρτιος δι' ἑκατέρων ὁ ἄνθρωπος, εἰ δὲ τὸ ἕτερον λίποι, ὀλίγη τῷ ἰδιώτῃ κατὰ τὸν λόγον ἐστὶν ἡ ζημία, τῆς κατὰ ψυχὴν γνώσεως πρὸς τὸ ἀγαθὸν 1.1.541 κατηρτισμένης. Ὁ λαός, φησίν, οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ' ἐμοῦ, τί τούτῳ σημαίνων; ὅτι προτιμοτέρα παρὰ θεῷ κριτῇ τῷ τῶν ἀλα λήτων στεναγμῶν ἐπαΐοντι ἡ τῆς ψυχῆς πρὸς τὴν ἀλήθειαν 1.1.542 σχέσις τῆς ἐν ῥήμασιν εὐπρεπείας τοῦ λόγου. τούτοις μὲν γὰρ ἔστι καὶ πρὸς τὸ ἐναντίον συγχρήσασθαι, κατὰ τὴν ἐξουσίαν τοῦ φθεγγομένου πρὸς τὸ δοκοῦν εὐκόλως ὑπη ρετούσης τῆς γλώττης· ἡ δὲ τῆς ψυχῆς διάθεσις, ὅπως ἂν ἔχουσα τύχῃ, οὕτως ὁρᾶται τῷ εἰς τὰ κρύφια βλέποντι. 1.1.543 Τίνος οὖν χάριν 20ἀνώμαλος καὶ προπετὴς οὐχ ἧττον ἢ πονηρὸς ὁ τὸ20 μὲν εὐσεβῶς νοούμενον ἐκ τῆς τοῦ ἀγεννήτου φωνῆς καὶ ὁμολογῶν καὶ δεχόμενος, τὸ δὲ ὅσον συντελεῖ πρὸς ἀσέβειαν τοῖς <εἰς> τὰ δόγματα παρα νομοῦσι, τοῦτο σιωπᾶσθαι κελεύων; εἰ μὲν γὰρ ἔλεγεν μὴ 1.1.544 δεῖν ἀγέννητον νοεῖν τὸν θεόν, εἶχεν ἂν ἴσως καιρὸν ταύταις καὶ ἔτι τούτων χαλεπωτέραις κατ' αὐτοῦ κεχρῆσθαι ταῖς λοιδορίαις. εἰ δὲ τοῦτο μὲν ὁμολογεῖ κατὰ τὴν κοινὴν τῶν εὐσεβούντων ὑπόληψιν, οἱονεὶ δὲ γνώμην δίδωσι διδα σκαλικῇ διαθέσει πρέπουσαν ὅτι Ἀπέχου τῆς φωνῆς ταύ της, εἰς ἣν ἐντεῦθεν ἡ τῆς καταστροφῆς ὑπόθεσις τὴν ἀρχὴν ἔχει, τὴν δὲ ἔννοιαν ἔχειν περὶ τοῦ ἀγέννητον εἶναι τὸν θεὸν καὶ δι' ἑτέρων ὀνομάτων κελεύει, οὐδὲν διὰ 1.1.545 ταῦτα τῶν λοιδοριῶν τούτων ἄξιος. ἢ οὐχὶ καὶ παρὰ τῆς ἀληθείας ταῦτα ποιεῖν ἐδιδάχθημεν μηδὲ τῶν σφόδρα τιμίων ἀντέχεσθαι, ἐάν τι τούτων εἰς κακὸν συντελῇ; ὀφθαλμὸν δεξιὸν καὶ πόδα καὶ χεῖρα ὡσαύτως ἀποτέμνειν κελεύων, ὅταν σκανδαλίζῃ τι τούτων, τί ἄλλο διὰ τοῦ αἰνίγματος τούτου ποιεῖν ὑποτίθεται ἢ οὐχὶ καὶ τὰ δο κοῦντα καλῶς ἔχειν, εἰ πρός τι κακὸν ἐξ ἀβουλίας τῶν χρωμένων ἀπάγει τὸν ἄνθρωπον, ἀργὰ καὶ ἄπρακτα ποιεῖ εἶναι, ὡς λυσιτελέστερον ὂν τῶν πρὸς ἁμαρτίαν χειραγωγούν των ἀκρωτηριασθέντα σωθῆναι ἢ τούτων περιεχόμενον δι' 1.1.546 αὐτῶν ἀπολέσθαι. τί δὲ ὁ μιμητὴς τοῦ Χριστοῦ Παῦλος; καὶ αὐτὸς ἐν τῷ βάθει τῆς σοφίας τὰ αὐτὰ δογματίζει. ὁ γὰρ πάντα καλὰ προσειπὼν καὶ μηδὲν ἀπόβλητον, εἰ μετ' εὐχαριστίας μεταλαμβάνεται, ἔστιν ὅτε διὰ τὴν συνείδησιν τοῦ ἀσθενοῦντος ἀθετεῖ τινα πάλιν, ἐξ ὧν ἀπεδέξατο, καὶ παραιτεῖσθαι κελεύει. εἰ γὰρ διὰ βρῶμα, φησίν, ὁ ἀδελφός 1.1.547 μου λυπεῖται, Οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα. τοῦτο τοίνυν καὶ ὁ μιμητὴς Παύλου ποιεῖ, ὃς τῇ πονηρᾷ τῆς αἱρέσεως χρήσει διὰ τῆς τοῦ ἀγεννήτου λέξεως ἰσχυροποι ουμένην ἰδὼν τὴν ἀπάτην τῶν διὰ τοῦ ῥήματος τούτου τὸ ἀνόμοιον δογματιζόντων συνεβούλευε τὴν μὲν εὐσεβῆ περὶ τοῦ ἀγεννήτου διάνοιαν ταῖς ψυχαῖς διασῴζειν, τὴν δὲ λέξιν ὡς ἁμαρτίας γενομένην τοῖς ἀπολλυμένοις ἐφόδιον μὴ λίαν σπουδάζεσθαι· τὴν γὰρ τοῦ πατρὸς προσηγορίαν κατά τι σημαινόμενον καὶ τὴν τοῦ ἀγεννήτου σημασίαν ἡμῖν ἱκανῶς 1.1.548 ἐμποιεῖν. πατέρα γὰρ ἀκούσαντες τὸν αἴτιον τοῦ εἶναι τοῖς πᾶσιν εὐθὺς ἐνοήσαμεν, ὃς εἴπερ ἄλλην τινὰ ὑπερκειμένην αἰτίαν εἶχεν, οὐκ ἂν κυρίως πατὴρ ὠνομάσθη, ἐπὶ τὴν προνοηθεῖσαν αἰτίαν τῆς κυρίας τοῦ πατρὸς κλήσεως ἐπαν ιούσης. εἰ δὲ αὐτὸς πάντων αἴτιος καὶ ἐξ αὐτοῦ τὰ πάντα, καθώς φησιν ὁ ἀπόστολος, δηλονότι τῆς ἐκείνου ὑπάρξεως οὐδὲν προεπινοηθῆναι δύναται. τοῦτο δέ ἐστι τὸ ἀγεννήτως εἶναι πιστεύεσθαι. 1.1.549 Ἀλλ' οὐ συγχωρεῖ ταῦτα καλῶς ἔχειν ὁ μηδὲ τὴν ἀλήθειαν ἑαυτοῦ πιθανωτέραν εἶναι δοκεῖν ἀξιῶν, ἀλλ' ἀντινομοθετεῖ καὶ ἀντιφθέγγεται καὶ διαχλευάζει τὸν λόγον. ἢ βούλει καὶ τοὺς ἀφύκτους συλλογισμοὺς καὶ τὰς ποικίλας τῶν σοφισμάτων ἀναστροφάς, δι' ὧν ἐλέγχειν οἴεται τὸν 1.1.550 λόγον, ἐπισκεψώμεθα; ἀλλὰ δέδοικα μὴ τὸ μικροπρεπές τε καὶ γλίσχρον τῶν εἰρημένων τρόπον τινὰ συνδιαβάλῃ καὶ τὸν εὐθύνοντα λόγον. τὸ γὰρ μειρακίοις εἰς ἅμιλλαν προκαλουμένοις συμπλέκεσθαι πλέονα ψόγον ἐκ τοῦ προσ φιλονικεῖν τοῖς τοιούτοις ἤπερ ἐκ τοῦ νενικηκέναι δοκεῖν φέρει τοῖς ἀνδράσι τὸν ἔπαινον. πλὴν ἀλλὰ τοιοῦτον τὸ εἰρη μένον ἐστί. τὰ γὰρ ἐφ' ὕβρει ῥηθέντα μετὰ τῆς συνήθους καλλιφωνίας ἐκείνης ὡς αὐτῷ τε λέγειν προσήκοντα καὶ ἡμῖν εἰς γυμνάσιον μακροθυμίας προκείμενα σιωπῆς ἄξια καὶ λήθης ποιούμεθα· οὐ γὰρ εὐπρεπὲς οἶμαι τὰ καταγέ λαστα τῶν εἰρημένων αὐτῷ τοῖς παρ' ἡμῶν σπουδαζομένοις ἐνσπείροντας εἰς ἀκόσμους τε καὶ δημώδεις γέλωτας τὴν 1.1.551 ὑπὲρ τῆς ἀληθείας διαλύειν σπουδήν. οὐδὲ γὰρ ἔστιν ἐν τῇ ἀκροάσει τούτων διαμεῖναι ἀγέλαστον, ἐὰν ἀκούσωμεν λέγοντος ἐκ τῆς ὑψηλῆς ἐκείνης καὶ μεγαλοφυοῦς εὐγλωτ τίας· 20ᾧ γὰρ ἡ προσθήκη τῶν λόγων εἰς προσ θήκην τελεῖ βλασφημίας, τούτῳ τὸ σιγᾶν ἡμίσει μέρει τοῦ λαλεῖν ἐστι κουφότερον. ἀλλὰ20 ταῦτα μὲν γελάσθω παρὰ τῶν ἐπισταμένων, ὅ τι μὲν ἀπο δοχῆς ἐστιν ἄξιον, ὅ τι δὲ γέλωτος· ἡμεῖς δὲ τὸ δριμὺ τῶν συλλογισμῶν, οἷς τὸν ἡμέτερον περισύρει λόγον, σκοπήσωμεν. 1.1.552 20Εἰ γὰρ ὁ πατήρ20, φησί, 20τῷ ἀγεννήτῳ ταὐτὸν κατὰ τὴν δύναμιν, τὰ δὲ τὴν αὐτὴν ἔχοντα δύ ναμιν τῶν ὀνομάτων ταὐτὸν πάντως καὶ ση μαίνειν πέφυκε, σημαίνει δὲ τὸ ἀγέννητον κατ' αὐτοὺς τὸ ἐξ οὐδενὸς εἶναι τὸν θεόν, ἐξ ἀνάγκης καὶ τὸ πατὴρ σημαίνει τὸ ἐξ οὐδενὸς εἶναι τὸν θεόν, οὐχὶ δὲ τὸ γεγεννηκέναι τὸν υἱόν20. ἐκ ποίας ἀνάγκης, εἰπέ, τὸ γεγεννηκέναι τὸν υἱὸν διὰ τῆς τοῦ πατρὸς φωνῆς οὐκέτι σημαίνεται, ἐὰν ἡ αὐτὴ προσηγορία καὶ τὸ ἄναρχον ἡμῖν τοῦ πατρὸς δι' ἑαυτῆς 1.1.553 παραστήσῃ; εἰ μὲν γὰρ ἀναιρετικὸν ἦν τοῦ ἑτέρου τὸ ἕτε ρον κατὰ τὴν τῶν ἀντικειμένων φύσιν, ἀναγκαίως ἡ τοῦ ἑνὸς θέσις τὴν ἀναίρεσιν τοῦ λοιποῦ κατεσκεύαζεν. εἰ δὲ τὸ κωλύον ἐστὶν οὐδὲν τὸν αὐτὸν καὶ πατέρα εἶναι καὶ ἀγέννητον, ἐὰν διὰ τῆς τοῦ πατρὸς κλήσεως κατά τινα διά νοιαν καὶ τὸ ἀγέννητον ἐννοήσωμεν, τίς ἡ ἀνάγκη τὴν πρὸς τὸν υἱὸν σχέσιν διὰ τῆς τοῦ πατρὸς φωνῆς μηκέτι γνωρί 1.1.554 ζεσθαι; οὐδὲ γὰρ τὰ λοιπὰ τῶν ὀνομάτων, ὅσα τὴν πρὸς ἄλληλα κοινωνίαν ἔχει καὶ διὰ πάντων ταῖς ἐννοίαις συμ φέρεται, ἐπεὶ καὶ αὐτοκράτορα καὶ ἀδέσποτον τὸν βασιλέα καλοῦμεν καὶ τὸν αὐτὸν τῶν ὑποχειρίων ἡγούμενον, καὶ οὔτε ψεῦδός ἐστι περὶ αὐτοῦ λέγειν, ὅτι ἡ τοῦ βασιλέως φωνὴ σημαίνει καὶ τὸ ἀδέσποτον, οὔτε ἐπάναγκες εἶναί φαμεν, εἰ τὸ αὐτοκρατές τε καὶ ἄναρχον διὰ ταύτης τῆς φωνῆς σημανθείη, μηκέτι τὸ κατὰ τῶν ὑπηκόων κράτος διὰ τῆς βασιλείας σημαίνεσθαι· μέσον γὰρ ἑκατέρων τῶν ὑπολήψεων ὂν τῆς βασιλείας τὸ ὄνομα πῆ μὲν τὸ ἀδέσποτον, 1.1.555 πῆ δὲ τὸ ἀρχικὸν τῶν ὑποτεταγμένων ἐνδείκνυται. καὶ ἐνταῦθα τοίνυν, εἰ μὲν ἔστι τις τοῦ πατρὸς τοῦ κυρίου πατὴρ προεπινοούμενος ἕτερος, δειξάτωσαν οἱ τὴν ἀπόρρητον αὐχοῦντες σοφίαν, καὶ τότε συνθησόμεθα μὴ δύνασθαι τοῦ ἀγεννήτου τὴν ἔννοιαν ὑπὸ τῆς τοῦ πατρὸς προσηγορίας 1.1.556 παρίστασθαι. εἰ δὲ ὁ πρῶτος πατὴρ αἰτίαν τῆς ἑαυτοῦ συστάσεως ὑπερκειμένην οὐκ ἔχει, τῷ δὲ πατρὶ συνυπα κούεται πάντως καὶ τοῦ μονογενοῦς ἡ ὑπόστασις, τί μορμο λύττονται ἡμᾶς ταῖς τεχνικαῖς ταύταις τῶν σοφισμάτων διαπλοκαῖς πείθειν, μᾶλλον δὲ φενακίζειν βουλόμενοι, εἰ τὸ ἀγέννητον τοῦ ἐπὶ πάντων θεοῦ διὰ τῆς τοῦ πατρὸς προσ ηγορίας ὁμολογηθείη τῆς πρὸς τὸν υἱὸν σχέσεως τοῦ πατρὸς ἀποσχίζειν τὴν ἔννοιαν; 1.1.557 Ἀλλὰ διαπτύσαντες τὴν παιδιώδη ταύτην καὶ ἐπιπό λαιον αὐτῶν ἐπιχείρησιν τὸ ὡς ἄτοπον παρ' ἐκείνων προ φερόμενον ἀνδρικῶς ὁμολογήσωμεν, ὅτι καὶ ταὐτὸν σημαίνει τῷ ἀγεννήτῳ τὸ τοῦ πατρὸς ὄνομα, καὶ τὸ ἀγέννητον τὸ ἐξ οὐδενὸς εἶναι τὸν πατέρα παρίστησι, καὶ ὁ πατὴρ τὴν περὶ τοῦ μονογενοῦς ἔννοιαν συνημμένως διὰ τῆς σχέσεως μεθ' ἑαυτοῦ συνεισάγει. καὶ γὰρ καὶ ταύτην προσκειμένην τῷ λόγῳ τοῦ διδασκάλου τὴν ῥῆσιν ὁ δεινός τε καὶ ἄμαχος οὗτος ἀγωνιστὴς τῶν γεγραμμένων ἐξέκλεψε, τῇ ἀφαιρέσει τῶν ἀσφαλῶς εἰρημένων ἐξευμαρίζων ἑαυτῷ τὴν ἀντίρρησιν. 1.1.558 ὁ μὲν γὰρ παρὰ τοῦ διδασκάλου ῥηθεὶς λόγος οὑτωσὶ κατὰ τὴν λέξιν ἔχει· "1Ἐγὼ δὲ καὶ τὴν τοῦ ἀγεννήτου προσηγο ρίαν, κἂν τὰ μάλιστα δοκῇ ταῖς ἐννοίαις ἡμῶν συμβαίνειν, ἀλλ' οὖν ὡς οὐδαμοῦ τῆς γραφῆς κειμένην καὶ πρῶτον στοιχεῖον οὖσαν τῆς βλασφημίας αὐτῶν, σιωπᾶσθαι ἂν δι καίως ἀξίαν εἶναι φήσαιμι, τῆς πατρὸς φωνῆς ἴσον δυνα μένης τῷ ἀγεννήτῳ πρὸς τὸ καὶ τὴν περὶ τοῦ υἱοῦ ἔννοιαν 1.1.559 συνημμένως ἑαυτῇ διὰ τῆς σχέσεως συνεισάγειν."2 ὁ δὲ γενναῖος οὗτος τῆς ἀληθείας πρωταγωνιστὴς τὸ μὲν ἀσφα λείας ἕνεκεν τῷ λόγῳ προσκείμενον, λέγω δὲ τὸ "1καὶ τὴν περὶ τοῦ υἱοῦ ἔννοιαν συνημμένως ἑαυτῇ διὰ τῆς σχέσεως συνεισάγειν"2, τοῦτο μὲν ὑπὸ τῆς συγγενοῦς ἐλευθερίας ὑφεί λετο, καὶ διακλέψας τῶν γεγραμμένων τὸν λόγον τοῖς ὑπο λοίποις συμπλέκεται καὶ ἀκρωτηριάσας τὸν εἱρμὸν τοῦ σώ ματος καὶ ὡς ᾤετο σαθρότερον ἑαυτῷ καὶ πρὸς τὴν ἀν τίρρησιν εὐεπίβατον καταστήσας, ψυχρῷ καὶ ἀδρανεῖ τῷ σοφίσματι τοὺς καθ' ἑαυτὸν παρακρούεται, τὸ κατά τι κοι νωνοῦν καὶ διὰ πάντων τὴν κατὰ τὸ σημαινόμενον κοινωνίαν ἔχειν κατασκευάζων καὶ τούτῳ τὴν ἐπιπόλαιον ἀκοὴν συν 1.1.560 αρπάζων. ἡμῶν γὰρ κατά τι σημαινόμενον τὴν τοῦ πατρὸς εἰρηκότων φωνὴν καὶ τὴν τοῦ ἀγεννήτου σημασίαν παρέχε σθαι, οὗτος τὴν παντελῆ τοῦ σημαινομένου μετάληψιν ἀπὸ τῆς συνήθους τῶν ὀνομάτων ἐμφάσεως ποιησάμενος εἰς ἄτοπον δῆθεν ἐκβάλλει τὸν λόγον, ὡς οὐκέτι τὴν πρὸς τὸν υἱὸν σχέσιν τῆς προσηγορίας ταύτης ἐνδεικνυμένης, εἰ καὶ 1.1.561 τὸ τοῦ ἀγεννήτου νόημα διὰ τούτου σημαίνοιτο. ὥσπερ ἂν εἴ τις δύο ἐννοίας περὶ τοῦ ἄρτου μαθών, ὅτι τε ἀπὸ σίτου συνέστηκε καὶ ὅτι τροφὴ τῷ χρωμένῳ γίνεται, μάχοιτο πρὸς τὸν λέγοντα τῷ ὁμοίῳ τρόπῳ τῶν σοφισμάτων κατ' αὐτοῦ χρώμενος, ὅτι ἄλλος λόγος ἐστὶ τῆς ἐκ τοῦ σίτου συστάσεως καὶ ὁ τῆς τροφῆς πάλιν ἕτερος. εἰ οὖν δοθείη τὸ ἐκ τοῦ σίτου εἶναι τὸν ἄρτον, οὐκέτι αὐτὸ τοῦτο καὶ τροφὴ κυρίως ὀνομασθήσεται. τοιαύτη τοῦ συλλογισμοῦ ἡ 1.1.562 διάνοια. 20εἰ γὰρ τὸ ἀγέννητον20, φησίν, 20ὑπὸ τῆς τοῦ πατρὸς προσηγορίας σημαίνεται, οὐκέτι τὸ γεγεννηκέναι τὸν υἱὸν ἡ φωνὴ αὕτη παρίστη σιν20. ἀλλ' εὔκαιρον ἴσως τὴν σεμνὴν ἐκείνην τοῦ κώλου περίοδον καὶ παρ' ἡμῶν ἐπαχθῆναι τῷ λεγομένῳ· 20πρέπει γὰρ τοῖς τοιούτοις πάντως τοιαῦτα, ὅτι πλέον ἂν ἔσχε πρὸς τὸ δοκεῖν σωφρονεῖν, εἰ παντελεῖ σιωπῇ ταύτην ὥριζε τὴν ἀσφάλειαν. ᾧ γὰρ ἡ προσθήκη τῶν λόγων εἰς προσθήκην τελεῖ βλασφημίας, μᾶλλον δὲ τῆς ἐσχάτης ἀνοίας, τούτῳ τὸ σιγᾶν οὐχ ἡμίσει μέρει, ἀλλὰ τῷ παντὶ τοῦ λαλεῖν ἐστι κουφότερον20. 1.1.563 Τάχα ἄν τις αὐτὸν μᾶλλον ἐκ τῶν καθ' ἑαυτὸν προσ αγάγοιτο πρὸς τὴν τῶν λεγομένων ἀλήθειαν. καὶ δὴ καταλιπόντες τὸ κατηγκυλωμένον τῆς τῶν σοφισμάτων πλο κῆς ἰδιωτικώτερόν τε καὶ κοινότερον περὶ τοῦ προκειμένου διαλεξώμεθα. ὁ σὸς πατήρ, ὦ Εὐνόμιε, πάντως ἄνθρωπος ἦν, ἀλλ' ὁ αὐτὸς οὗτος καὶ σοὶ τοῦ εἶναι γέγονεν αἴτιος. 1.1.564 ἆρ' οὖν ἐχρήσω ποτὲ τῷ σοφῷ τούτῳ καὶ ἐπ' ἐκείνου, ὥστε τὸν πατέρα τὸν σόν, εἰ τὸν τῆς φύσεως ὁρισμὸν δέχοιτο, διὰ τὸ ἄνθρωπος εἶναι μηκέτι δύνασθαι τὴν πρὸς σὲ σχέσιν ἀποσημαίνειν; χρῆναι γὰρ πάντως τῶν δύο τὸ ἕτερον, ἢ ἄνθρωπον εἶναι ἢ Εὐνομίου πατέρα. εἶτα σοὶ μὲν οὐκ ἔξεστι μὴ κατὰ τὸ οἰκεῖον τῆς σημασίας προφέρεσθαι τὰ 1.1.565 τῶν οἰκείων ὀνόματα, ἀλλὰ κἂν ὕβρεως γράψαιό τινα τὸν χλευαστικῶς εἰς σὲ διὰ τῆς τῶν ὀνομάτων ὑπαλλαγῆς δια παίζοντα, θεοῦ δὲ καταπαίζων οὐ φρίττεις καὶ διαγελῶν 1.1.566 τὰ δόγματα τῶν μυστηρίων ἀκινδύνως γελᾷς; ὡς γὰρ ὁ σὸς πατὴρ καὶ τὴν πρὸς σὲ δείκνυσιν οἰκειότητα καὶ τὸ ἄνθρωπος εἶναι οὐδὲν διὰ τούτου κωλύεται, καὶ οὐκ ἄν τις τῶν σωφρονούντων ἀντὶ τοῦ πατέρα σου προσειπεῖν τὸν γεν νήσαντα, ὁ δὲ τοῦ ἀνθρώπου τὸν ὁρισμὸν ἀποδοίη, ἢ πάλιν περὶ τοῦ γένους ἐρωτηθεὶς καὶ ὁμολογήσας τὸ εἶναι ἄν θρωπον, κωλύεσθαι λέγοι διὰ τῆς ὁμολογίας ταύτης τὸ καὶ 1.1.567 σὸν αὐτὸν εἶναι πατέρα, οὕτως καὶ ἐπὶ τοῦ θεοῦ τῶν ὅλων ὁ μὲν εὐσεβὴς καὶ τὸ ἀγεννήτως αὐτὸν εἶναι σημαίνεσθαι διὰ τῆς προσηγορίας τοῦ πατρὸς οὐκ ἀρνήσεται, καὶ τὴν πρὸς τὸν υἱὸν οἰκειότητα καθ' ἕτερον ἐνδείκνυσθαι σημαι νόμενον· ὁ δὲ καταγελῶν τῆς ἀληθείας οὐκέτι τὸ γεγεννη κέναι τὸν υἱὸν τὴν τοῦ πατρὸς προσηγορίαν λέγει σημαίνειν, ἐὰν καὶ τὸ ἀγέννητον αὐτὸν εἶναι διὰ τῆς αὐτῆς φωνῆς διδασκώμεθα. 1.1.568 Ἔτι δὲ καὶ τοῦτο πρὸς ἔλεγχον τῆς τῶν ῥηθέντων ἀτοπίας συμπαραλάβωμεν, ὅπερ οὐδένα φημὶ οὐδὲ τῶν κο μιδῇ νηπίων ὑπὸ γραμματιστῇ καὶ παιδαγωγῷ πρὸς τὴν ὀνοματικὴν τεχνολογίαν ἐναγόμενον ἀγνοεῖν. τίς γὰρ οὐκ οἶδεν, ὅτι τῶν ὀνομάτων τὰ μὲν ἀπόλυτά τε καὶ ἄσχετα, 1.1.569 τὰ δὲ πρός τινα σχέσιν ὠνομασμένα ἐστίν; αὐτῶν δὲ τού των πάλιν ἔστιν ἃ κατὰ τὴν τῶν χρωμένων βούλησιν ἐπιρ ρεπῶς πρὸς ἑκάτερον ἔχει, ἃ ἐφ' ἑαυτῶν μὲν λεγόμενα τὴν ἁπλῆν ἐνδείκνυται δύναμιν, μετατιθέμενα δὲ πολλάκις τῶν πρός τι γίνεται. καὶ ἵνα μὴ τοῖς πόρρω τῶν προκειμένων ὑποδείγμασι χρώμενος ἐπιμηκύνω τὸν λόγον, ἐξ αὐτῶν τῶν 1.1.570 δογμάτων ὃ λέγω σαφηνισθήσεται. ὁ θεὸς καὶ πατὴρ καὶ βασιλεὺς λέγεται καὶ μυρίοις ὀνόμασιν ἄλλοις παρὰ τῆς ἁγίας γραφῆς ὀνομάζεται. ἔστι τοίνυν ἐκ τῶν ὀνομάτων τούτων τὸ μὲν ἁπλῶς οὕτως ἐφ' ἑαυτοῦ μεμνημένον ἀπο λύτως εἰπεῖν οἷον ἄφθαρτος αἰώνιος ἀθάνατος καὶ εἴ τι ἄλλο τοιοῦτον· ταῦτα γάρ, κἂν μηδὲν ἕτερον συνυπακούηται νόημα, ἀπηρτισμένην τινὰ περὶ θεοῦ τὴν διάνοιαν ἐν ἑαυ 1.1.571 τοῖς περιγράφει. ἕτερα δὲ τῶν ὀνομάτων τὸ πρός τι χρή σιμον ἀποσημαίνει μόνον ὡς βοηθὸς καὶ ὑπερασπιστὴς καὶ ἀντιλήπτωρ καὶ ὅσα τῆς τοιαύτης σημασίας εὑρίσκεται, ὧν ἐὰν ὑφέλῃς τὸ τῆς βοηθείας δεόμενον, ἤργησεν ἡ ἐμφαι νομένη τῷ ὀνόματι δύναμις. ἔστι δέ τινα, καθὼς προεί ρηται, καὶ ἐφ' ἑαυτῶν καὶ μετὰ τῶν πρός τι λεγόμενα οἷον τὸ θεὸς καὶ τὸ ἀγαθὸς καὶ ὅσα τοιαῦτα. οὐ γὰρ μέχρι 1.1.572 παντὸς ἐν τῷ ἀπολύτῳ τούτων διαμένει ἡ ἔννοια. ὁ γὰρ καθόλου θεὸς ἴδιος τοῦ ἐπικαλουμένου πολλάκις γίνεται, καθὼς ἔστι τῶν ἁγίων ἀκούειν ἰδιοποιουμένων τὴν ἀδέσποτον φύσιν. Ἅγιος κύριος ὁ θεός, ἕως τούτου τὸ ἄσχετον. ἀλλ' ὁ προσθεὶς τὸ ἡμῶν, οὐκέτι ἔδωκεν ἐφ' ἑαυτοῦ νοεῖσθαι τὸ ὄνομα, τῇ πρὸς ἑαυτὸν σχέσει τὸ σημαινόμενον οἰκειώσας. πάλιν Ἀββᾶ ὁ πατήρ, τὸ πνεῦμα βοᾷ· αὕτη ἐστὶν ἡ τῆς 1.1.573 μερικῆς σχέσεως ἀπολελυμένη φωνή. ἀλλὰ καὶ πατέρα ἡμῶν τὸν πατέρα τὸν ἐν τοῖς οὐρανοῖς καλεῖν προσετά χθημεν· αὕτη πάλιν ἡ σχετικὴ σημασία. ὥσπερ τοίνυν τὸν καθόλου θεὸν ἑαυτοῦ τις ποιησάμενος οὐδὲν τὴν ἐπὶ πάντων ἀξίαν ἠμαύρωσεν, οὕτως οὐδέν ἐστι κώλυμα τὸν πατέρα [καὶ] τὸν ἐξ αὑτοῦ τὸν πάσης κτίσεως πρωτότοκον ἀναδείξαντα ὁμοῦ τὸ γεγεννηκέναι τὸν υἱὸν διὰ τῆς τοῦ πατρὸς προσηγορίας σημαίνειν καὶ τὸ μὴ ἐξ αἰτίας ὑπερ 1.1.574 κειμένης εἶναι διὰ τῆς αὐτῆς ἑρμηνεύειν φωνῆς. ὁ γὰρ τὸν πρῶτον πατέρα εἰπὼν τὸν τοῦ παντὸς προεπινοούμενον ἐνεδείξατο, οὗ τὸ ἐπέκεινα [οὗτος ἐκεῖνός] <οὐκ> ἔστιν ... οὐκ ἔχων ὅ τι πρὸ ἑαυτοῦ ἴδῃ οὐδὲ εἰς ὅ τι πέρας μεθ' ἑαυτὸν καταλήξῃ, ἀλλὰ πανταχόθεν ἐπίσης ἀεὶ ὢν καὶ τέλους ὅρον καὶ ἀρχῆς ἔννοιαν τῇ ἀπειρίᾳ τῆς ζωῆς διαβαίνων πάσῃ προσηγορίᾳ συνυπακουόμενον ἔχει καὶ τὸ ἀΐδιον. 1.1.575 Ἀλλ' οὐ δέχεται τὸν ἰδιωτισμὸν τοῦτον ὁ πολὺς ἐν ταῖς τῶν ἀλήπτων θεωρίαις Εὐνόμιος οὐδὲ διπλοῦν ἐπὶ τοῦ πατρὸς εἶναι τὸ σημαινόμενον τίθεται, ἓν μὲν τὸ ἐξ ἐκείνου τὰ πάντα καὶ πρὸ πάντων τὸν υἱὸν <τὸν> μονογενῆ, δι' οὗ τὰ πάντα, σημαίνεσθαι, ἕτερον δὲ τὸ μηδεμίαν αὐτὸν ὑπερ 1.1.576 κειμένην αἰτίαν ἔχειν. ἀλλὰ κἂν ἐκεῖνος διαπτύῃ τὸν λόγον, ἡμεῖς παρ' οὐδὲν τὸν γέλωτα τὸν χλευαστικὸν ποιησάμενοι θαρροῦντες ἀποκρινούμεθα ὅπερ εἰρήκαμεν ἤδη, ὅτι καὶ ταὐτόν ἐστιν ὁ πατὴρ τῷ ἀγεννήτῳ καὶ τὸ γεγεννηκέναι τὸν υἱὸν σημαίνει καὶ τὸ ἐξ οὐδενὸς εἶναι παρίστησιν. 1.1.577 Ὁ δὲ καὶ ἐπαγωνίζεται τοῖς εἰρημένοις καί φησι (καὶ μέντοι καὶ πρὸς τοὐναντίον ἀναστρέφει πάλιν ὁ λόγος)· 20εἰ γὰρ διὰ τὸ γεγεννηκέναι τὸν υἱὸν ὁ θεός ἐστι πατήρ, κατὰ ταὐτὸν δὲ σημαινόμενον πατήρ ἐστι καὶ ἀγέννητος, διὰ τὸ γεγεννηκέναι τὸν υἱὸν ὁ θεός ἐστιν ἀγέννητος, πρὶν δὲ γεννῆσαι τοῦ τον οὐκ ἦν ἀγέννητος20. ἴδωμεν τοίνυν καὶ τὸν τῆς ἀναστροφῆς αὐτοῦ λόγον, πῶς πρὸς τοὐναντίον ἀναλύων τὴν τοῦ προτέρου σοφίσματος σύνθεσιν πάλιν ἡμᾶς καὶ διὰ τού 1.1.578 του ταῖς ἀφύκτοις ἀνάγκαις περιστοιχίζεται. ὁ πρότερος εἶχε συλλογισμὸς τοῦτο τὸ ἄτοπον· εἰ ὁ πατὴρ σημαίνει τὸ ἐξ οὐδενὸς εἶναι τὸν θεόν, ἐξ ἀνάγκης τὸ γεγεννηκέναι τὸν υἱὸν οὐκέτι ἐνδείξεται. οὗτος διὰ τῆς πρὸς τοὐναντίον ἀναστροφῆς ἑτέραν ἡμῖν ἀτοπίαν κατὰ τοῦ ἡμετέρου δόγ ματος ἐπαγγέλλεται. τίς οὖν ἡ τοῦ ἐκεῖ δειχθέντος ἀνά λυσις; 20εἰ διὰ τὸ γεγεννηκέναι20, φησί, 20τὸν υἱὸν ὁ 1.1.579 θεός ἐστι πατήρ20. τοῦτο ἡμῖν ὁ πρότερος συλλογισμὸς οὐ παρέστησεν, ἀλλὰ τὸ μὲν μὴ δύνασθαι, εἰ τὸ ἀγέννητον διὰ τοῦ πατρὸς σημανθείη, καὶ τὴν πρὸς τὸν υἱὸν σχέσιν σημαίνειν ἡ ἀκολουθία τοῦ συλλογισμοῦ δῆθεν ἐδείκνυεν, τὸ δὲ διὰ τοῦτο τὸν θεὸν εἶναι πατέρα, διότι γεγέννηκε τὸν υἱόν, οὐδὲ ἡ τοῦ προτέρου σοφίσματος κατασκευὴ διωρί σατο. τί οὖν ἐστι τὸ ἀναστρεφόμενον ὑπὸ τῆς διαλεκτικῆς τε καὶ τεχνικῆς ἀγχινοίας, οὔπω συνίημι. 1.1.580 Πλὴν ἀλλὰ σκοπήσωμεν τὴν τῶν εἰρημένων διάνοιαν. 20εἰ διὰ τὸ γεγεννηκέναι τὸν υἱὸν ὁ θεός ἐστιν ἀγέννητος, πρὶν δὲ γεννῆσαι, τοῦτον οὐκ ἦν ἀγέννητος20. πάλιν ἕτοιμος πρὸς τὸ εἰρημένον καὶ ἁπλοῦς τῆς ἀληθείας ὁ λόγος, ὅτι καὶ τὸ γεγεννηκέναι τὸν υἱὸν ἡ τοῦ πατρὸς ἐνδείκνυται κλῆσις, καθὼς ἡμῖν ἐν τοῖς προ ειρημένοις προαποδέδεικται, καὶ τὸ μὴ ἐξ αἰτίας νοεῖσθαί 1.1.581 τινος τὸν γεννήσαντα. ἐὰν μὲν γὰρ πρὸς τὸ ἐξ αὐτοῦ βλέ πῃς, ἡ τοῦ μονογενοῦς ὑπόστασις διὰ τῆς τοῦ πατρὸς προσ ηγορίας γνωρίζεται· ἐὰν δὲ τὸ πρὸ αὐτοῦ ἐξετάζῃς, ἡ τοῦ πατρὸς κλῆσις τὸ ἄναρχον τοῦ τὸν υἱὸν γεγεννηκότος ἐν δείκνυται. τὸ δὲ λέγειν ὅτι 20πρὶν γεννῆσαι τὸν υἱὸν οὐκ ἦν ἀγέννητος20 ὁ θεὸς διπλῆν φέρει τὴν κατηγο ρίαν τῷ λογογράφῳ, τῆς τε καθ' ἡμῶν συκοφαντίας καὶ τῆς κατὰ τοῦ δόγματος ὕβρεως· τό τε γὰρ μήτε παρὰ τοῦ διδασκάλου ῥηθὲν μήτε μὴν παρ' ἡμῶν ὡς ὁμολογούμενον διασύρει καὶ τὸν θεόν φησιν ὕστερόν ποτε γεγενῆσθαι πα 1.1.582 τέρα, ἄλλο τι ὄντα πρότερον δηλαδὴ καὶ οὐ πατέρα. δι' ὧν γὰρ τὸ ἄτοπον δῆθεν τοῦ ἡμετέρου λόγου καταχλευάζει, τὴν ἑαυτοῦ περὶ τὸ δόγμα παρανομίαν βοᾷ. ὡς γὰρ ὁμο λογούμενον ἔχων ὅτι πρότερον ἄλλο τι ὢν μετὰ ταῦτα κατὰ προκοπὴν ἐγένετό τε καὶ ὠνομάσθη πατήρ, τοῦτό φησιν ὅτι πρὶν γεννῆσαι τὸν υἱὸν καὶ διὰ τοῦτο κληθῆναι πατήρ, οὐδὲ ἀγέννητος ἦν, εἴπερ ἡ ἀγεννησία τῇ τοῦ πατρὸς ἐν 1.1.583 νοίᾳ γνωρίζεται. τοῦτο ὅσην ἔχει τὴν ἄνοιαν, οὐδὲν οἶμαι δεῖν τοῦ ἐλέγχοντος· ἱκανῶς γὰρ καὶ δι' ἑαυτοῦ παρίστησι τοῖς γε νοῦν ἔχουσιν. εἰ γὰρ ἄλλο τι ἦν ὁ θεὸς πρὸ τοῦ γενέσθαι πατήρ, τί ἐροῦσιν οἱ προστάται τοῦ δόγματος; ἐν ποίᾳ καταστάσει θεωρεῖσθαι φήσουσι; τί ὄνομα τῇ τότε διαγωγῇ, παῖς νήπιον βρέφος μειράκιον; ἢ τούτων μὲν ἐροῦσιν οὐδὲν τὸ περιφανὲς ἴσως τῆς ἀτοπίας ἐρυθριῶντες, τέλειον δὲ αὐτὸν ἐξ ἀρχῆς εἶναι οὐκ ἀπαρνήσονται; εἶτα πῶς τέλειος ὁ μήπω πατὴρ εἶναι δυνάμενος; ἢ τὸ μὲν ἰσχύειν οὐκ ἀφαιρήσονται, φήσουσι δὲ μὴ πρέπειν ὁμοῦ τῷ 1.1.584 εἶναι αὐτὸν καὶ πατέρα εἶναι; καὶ εἰ μὴ καλὸν μηδὲ πρέπον αὐτῷ τὸ ἐξ ἀρχῆς εἶναι πατέρα τοιούτου παιδός, πῶς προϊὼν τὸ μὴ καλὸν ἐπεκτήσατο; ἀλλὰ καλόν ἐστι νῦν καὶ τῇ μεγαλειότητι τοῦ θεοῦ πρέπον τὸ τοιούτου γενέσθαι πατέρα. οὐκοῦν ἀμέτοχον αὐτὸν τοῦ καλοῦ τὸ κατ' ἀρχὰς εἶναι κατασκευάσουσι, καὶ ἕως οὐκ εἶχε τὸν υἱὸν ὁ θεός (ἵλεως δὲ εἴη τῷ λόγῳ ὁ θεός) μήτε σοφίαν ἔχειν αὐτὸν ἐροῦσι μήτε δύναμιν μήτε ἀλήθειαν μήτε ζωὴν μήτε τὰ ἄλλα πάντα, ὅσα κατὰ διαφόρους ἐπινοίας ὁ μονο γενὴς υἱός ἐστί τε καὶ ὀνομάζεται. 1.1.585 Ἀλλὰ ταῦτα μὲν εἰς κεφαλὴν τῶν αἰτίων τραπείη, ἡμῖν δὲ πάλιν ἐπανιτέον ὅθεν ἐξέβημεν. 20εἰ διὰ τὸ γεγεννηκέναι20, φησίν, 20πατήρ ἐστιν ὁ θεός, ὁ δὲ πατὴρ τὸ ἀγέννητον σημαίνει, πρὶν γεννῆσαι οὐκ ἦν ἀγέννητος20. ταῦτα γὰρ εἰ μὲν κατὰ τὴν ἐπ' ἀνθρώπων λέγοι συνήθειαν, ἐφ' ὧν ἀμήχανόν ἐστι πλειόνων ἐπιτηδευμάτων ἕξιν κατὰ ταὐτόν τινα κτήσασθαι, μὴ κατά τινα χρόνου τάξιν καὶ ἀκολουθίαν ἕκαστον τῶν 1.1.586 σπουδαζομένων ἀναλαμβάνοντα–εἰ οὕτω καὶ ἐπὶ τοῦ θεοῦ τῶν ὅλων ἔδει λογίζεσθαι, ὡς νῦν μὲν τὴν ἀγεννη σίαν ἔχειν, μετὰ ταῦτα δὲ προσλαμβάνειν τὴν δύναμιν, εἶτα τὴν ἀφθαρσίαν, εἶτα τὴν φρόνησιν, καὶ προϊόντα πατέρα γίνεσθαι καὶ πάλιν δίκαιον καὶ ἐφεξῆς ἀΐδιον καὶ πάντα, ὅσα περὶ αὐτὸν θεωρεῖται, διά τινος ἀκολουθίας προσκτᾶ σθαι, οὐ σφόδρα ἦν ἄτοπον ἴσως ἕτερον τοῦ ἑτέρου προτε ρεύειν τῶν περὶ τὸν θεὸν ὀνομάτων οἴεσθαι καὶ πρότερον μὲν ἀγέννητον, μετὰ δὲ ταῦτα πατέρα γεγενῆσθαι λέγειν. 1.1.587 νυνὶ δὲ τίς οὕτω ταπεινὸς τὴν διάνοιαν καὶ τῆς τῶν θείων δογμάτων μεγαλοφυΐας ἀμύητος, ὥστε τὴν αἰτίαν τῶν ὄντων εἰς νοῦν λαβὼν μὴ πάντων κατὰ ταὐτὸν ἀθρόαν καὶ συγ κεκροτημένην τῶν περὶ τὸν θεὸν εὐσεβῶς νοουμένων ἀνα λαβεῖν τὴν διάνοιαν, ἀλλὰ τὸ μὲν ὕστερον, τὸ δὲ κατ' ἀρ χάς, ἕτερον δέ τι διὰ μέσου κατά τινα τάξεως ἀκολουθίαν 1.1.588 προσγεγενῆσθαι νομίζειν; οὐ γὰρ ἔστιν ἕν τι τῷ λογισμῷ διαβάντα τῶν περὶ τὸν θεὸν εὐσεβῶς λεγομένων ἐντυχεῖν ἑτέρῳ πράγματι ἢ νοήματι, ὃ τῆς τοῦ ῥηθέντος ἀρχαιό τητος ὑπεραρθῆναι δυνήσεται, ἀλλὰ πᾶν ὄνομα θεῖον καὶ πᾶν μεγαλοπρεπὲς νόημα καὶ πᾶσα γλῶσσα καὶ ὑπόληψις ταῖς περὶ θεοῦ ἐννοίαις ἁρμόζουσα συνήρτηται πρὸς τὴν ἑτέραν καὶ ἥνωται, καὶ πᾶσαι κατὰ τὸ συνεχὲς ἀθρόαι καὶ συγκεκροτημέναι μετ' ἀλλήλων αἱ περὶ τοῦ θεοῦ ὑπολήψεις καταλαμβάνονται, ἡ πατρότης ἡ ἀγεννησία ἡ δύναμις ἡ 1.1.589 ἀφθαρσία ἡ ἀγαθότης ἡ ἐξουσία τὰ ἄλλα πάντα. οὐ γὰρ διῃρημένως τούτων ἕκαστον τῶν λοιπῶν ἀποτετμημένον ἐφ' ἑαυτοῦ κατά τι χρονικὸν διάστημα νοεῖται, ὡς προτερεῦον ἑτέρου ἢ ἐφεπόμενον, ἀλλ' ὅπερ ἂν εὑρεθῇ μεγαλοπρεπές τε καὶ εὐσεβὲς ὄνομα, τῇ ἀϊδιότητι τοῦ θεοῦ συνεμφαίνεται. 1.1.590 ὡς οὖν οὐκ ἔστιν εἰπεῖν ποτὲ μὴ εἶναι τὸν θεὸν ἀγαθὸν ἢ δυνατὸν ἢ ἄφθαρτον ἢ ἀθάνατον, κατὰ τὸν αὐτὸν τρόπον ἀσεβές ἐστι μὴ ἀεὶ αὐτῷ προσμαρτυρεῖν τὴν πατρότητα, ἀλλ' ὕστερον προσγε 1.1.591 γενῆσθαι λέγειν. ὁ γὰρ ἀληθῶς πατὴρ ἀεὶ πατήρ· εἰ δὲ μὴ προσείη τὸ ἀεὶ τῇ ὁμολογίᾳ, ἀλλά τις ἔννοια κατὰ τὸ μάταιον προεπινοουμένη ἀποτέμοι καὶ κολοβώσειεν ἐπὶ τὸ ἄνω τὴν τοῦ πατρὸς ἔννοιαν, οὐκέτι τὸ ἀληθῶς πατὴρ εἶναι κυρίως ὁμο λογηθήσεται, τῆς ἐννοίας ἐκείνης τῆς τοῦ υἱοῦ προεπινοου μένης παραγραφομένης τὸ ἀΐδιον καὶ διηνεκὲς τῆς πατρό τητος. πῶς γὰρ δυνατὸν τὸ μετὰ ταῦτά ποτε γενόμενον 1.1.592 νοεῖσθαι ὃ νῦν λέγεται; εἰ οὖν πρῶτον ἀγέννητος ὢν μετὰ ταῦτα ἐγένετο καὶ ὠνομάσθη πατήρ, οὐκ ἀεὶ ἦν πάντως ὃ νῦν ὀνομάζεται· ὁ δὲ θεὸς ὃ νῦν ἐστι, καὶ ἀεί ἐστιν, οὔτε χείρων οὔτε βελτίων ἐκ προσθήκης γινόμενος οὔτε τι ἄλλο ἐξ ἄλλου μεταλαμβάνων καὶ ἀλλοιούμενος, ἀλλ' ὁ αὐτός ἐστιν ἑαυτῷ ἀεί. εἰ μὲν <οὖν> οὐκ ἦν ἐξ ἀρχῆς πατήρ, οὐδὲ μετὰ ταῦ 1.1.593 τα ἐγένετο. εἰ δὲ ὁμολογεῖται εἶναι πατήρ, πάλιν τὸν αὐτὸν λόγον ἐπαναλήψομαι, ὅτι ὃ νῦν ἐστι, καὶ ἀεὶ ἦν, καὶ εἰ ἀεὶ ἦν, καὶ εἰς ἀεὶ ἔσται. οὐκοῦν ἀεὶ πατὴρ ὁ πατήρ· τῷ δὲ πατρὶ συνεπινοουμένου πάντως καὶ τοῦ υἱοῦ (οὐδὲ γάρ ἐστι δυνατὸν βεβαιωθῆναι τοῦ πατρὸς τὴν κλῆσιν, μὴ υἱοῦ τὴν προσηγορίαν ἐπαληθεύοντος), καὶ τὰ <ἐν> τῷ πατρὶ θεω 1.1.594 ρούμενα πάντα καὶ ἐπὶ τοῦ υἱοῦ καθορᾶται. πάντα γὰρ ὅσα ἔχει ὁ πατὴρ τοῦ υἱοῦ ἐστι, καὶ τὰ τοῦ υἱοῦ πάντα ὁ πατὴρ ἔχει. ὁ πατήρ, εἶπον, τὰ τοῦ υἱοῦ, ὡς ἂν μὴ ἐξείη τῷ συκοφάντῃ συμπεριλαμβάνειν ἐπηρεαστικῶς πως πᾶσι καὶ τὸ μὴ γεγεννῆσθαι τὸν υἱὸν ἐν τῷ λέγειν πάντα τὰ τοῦ πατρὸς τὸν υἱὸν ἔχειν, ἢ πάλιν τὸ γεννητὸν εἶναι καὶ τὸν πατέρα ἐν τῷ τὰ τοῦ υἱοῦ πάντα ἐν τῷ πατρὶ καθορᾶσθαι. πάντα γὰρ τὰ τοῦ πατρὸς ἔχει ὁ υἱός, οὐχὶ πατήρ ἐστι, καὶ τὸ ἔμπαλιν τὰ τοῦ υἱοῦ πάντα ἐν τῷ πατρὶ θεωρεῖται, οὐχὶ υἱός ἐστιν. 1.1.595 Εἰ οὖν ἐν τῷ μονογενεῖ τὰ τοῦ πατρὸς πάντα, οὗτος δὲ ἐν τῷ πατρί, ἡ δὲ πατρότης τῆς ἀγεννησίας οὐ διατέ τμηται, τί πρὸ τῆς τοῦ υἱοῦ ἐννοίας κεχωρισμένως ἐφ' ἑαυτοῦ κατά τι διάστημα περὶ τὸν πατέρα νοεῖσθαι δύναται; 1.1.596 ἐγὼ μὲν οὖν οὐ συνορῶ. οὐκοῦν ἀφόβως ἔστιν ἐπιθαρσήσαντας τοῖς προφερομένοις διὰ τοῦ σοφίσματος ἡμῖν ὁμόσε χω ρῆσαι, καὶ μηδὲν πτοηθέντας τοῦ συλλογισμοῦ τὴν μορμόνα τὴν ἐπὶ καταπλήξει τῶν παίδων σεσοφισμένην εἰπεῖν, ὅτι ὁ θεὸς καὶ ἅγιος καὶ ἀθάνατος καὶ πατὴρ καὶ ἀγέννητος καὶ ἀΐδιος καὶ ὁμοῦ τὰ πάντα ἐστί· κἂν ἕν τι τῶν εὐσεβῶς περὶ αὐτοῦ λεγομένων καθ' ὑπόθεσιν μὴ εἶναι δῷς, τὰ πάντα τῷ ἑνὶ συνανῄρηται· οὐ γὰρ ἔστι δυνατόν, ἐὰν μὴ ἀθάνατος ᾖ, τὰ λοιπὰ εἶναι, ὃ δὲ ἐπὶ μέρους εἴρηται, 1.1.597 καθόλου νοεῖσθαι. οὐκοῦν οὐδὲν περὶ αὐτὸν οὔτε προγε νέστερον οὔτε νεώτερον, ἢ οὕτως ἀνευρεθήσεται πρεσβύτερος αὐτὸς ἑαυτοῦ καὶ νεώτερος. εἰ γὰρ μὴ πάντοτε πάντα ἐστὶν ὁ θεός, ἀλλὰ κατά τινα τάξιν καὶ ἀκολουθίαν τὸ μέν τί ἐστι, τὸ δὲ γίνεται (σύνθεσις δὲ περὶ αὐτὸν οὐδεμία, ἀλλ' ὅπερ ἂν ᾖ, ὅλος ἐστί), κατὰ δὲ τὸν τῆς αἱρέσεως λόγον πρότερον ἀγέννητος ὢν μετὰ ταῦτα γίνεται πατήρ, οὐδεμιᾶς σωρείας ἐπιτηδευμάτων περὶ αὐτὸν νοουμένης, οὐδὲν ἄλλο ἢ ὅλος αὐτὸς ἑαυτοῦ ὅλου πρεσβύτερός τε καὶ μεταγενέστερος γίνεται, κατὰ μὲν τὸ ἀγέννητον ἑαυτοῦ προτερεύων, κατὰ δὲ τὴν τοῦ πατρὸς ἔννοιαν ἑαυτοῦ γινό 1.1.598 μενος δεύτερος. εἰ δὲ καθώς φησι περὶ τοῦ θεοῦ ὁ προ φήτης ὅτι ὁ αὐτός ἐστι, μάταιος ὁ λέγων ὅτι πρὶν γεν νῆσαι οὐκ ἦν ἀγέννητος, ὅτι οὐδέτερον τούτων χωρὶς τοῦ ἑτέρου εὑρίσκεται, οὔτε τοῦ πατρὸς τὸ ὄνομα οὔτε τοῦ ἀγεννήτου, ἀλλ' ὁμοῦ τὰ δύο καὶ μετ' ἀλλήλων ταῖς δια νοίαις τῶν εὐσεβῶς λογιζομένων ἐγγίνεται τὰ νοήματα. καὶ γὰρ ἐξ ἀϊδίου πατὴρ ὁ θεὸς καὶ πατὴρ ἀΐδιος, καὶ πάντα ὅσα εὐσεβῶς λέγεται κατὰ ταὐτὸν ὀνομάζεται, τῆς χρονικῆς ταύτης καθὼς ἔφαμεν ἀκολουθίας καὶ τάξεως ἐπὶ τῆς προαιωνίου φύσεως ἀργούσης. 1.1.599 Ἴδωμεν δὲ καὶ τὰ λοιπὰ τῆς διαλεκτικῆς εὐστροφίας, 1.1.599 ἃ καὶ αὐτὸς 20γελοῖά τε ἅμα καὶ ἐλεεινά20 φησιν εἶναι, καλῶς τοῦτο λέγων. πλατὺς γὰρ ὡς ἀληθῶς ἐν τοῖς εἰρη μένοις ὁ γέλως, μᾶλλον δὲ πολὺς ὁ θρῆνος ἐπὶ τῇ κατε χούσῃ τὴν ψυχὴν ἀπάτῃ. ἐπειδὴ γὰρ κατά τι σημαινόμενον ὁ πατὴρ καὶ τὴν τοῦ ἀγεννήτου περιείληφεν ἔννοιαν, ὡς ὁ ἡμέτερος λόγος, μεταλαβὼν τὴν κυρίαν τοῦ πατρὸς σημα 1.1.600 σίαν εἰς τὸ ἀγέννητον μόνον τάδε φησίν· 20εἰ γὰρ ταὐτόν ἐστιν εἰπεῖν ἀγέννητος ἢ πατήρ, ἐξέσται ἡμῖν καταλιποῦσι τὴν τοῦ πατρὸς φωνήν, μεταλα βοῦσι δὲ τὸ ἀγέννητον εἰπεῖν· ὁ ἀγέννητος υἱοῦ ἐστιν ἀγέννητος· ὥσπερ γὰρ ὁ ἀγέννητος υἱοῦ πατήρ, οὕτως ἔμπαλιν υἱοῦ ἀγέννητος ὁ πατήρ20. ἔπεισί μοι λοιπὸν θαυμάζειν τὸν ἄνδρα τῆς εὐμη χανίας, καὶ τὸ πολύτροπον αὐτοῦ καὶ ποικίλον τῆς εἰς τὰ δόγματα παιδιᾶς ὑπὲρ τὴν τῶν πολλῶν εἶναι δύναμιν οἴε 1.1.601 σθαι. τὸ μὲν γὰρ εἰρημένον παρὰ τοῦ διδασκάλου ἡμῶν εἷς λόγος ἐν βραχεῖ τὴν περιγραφὴν ἔχων, τὸ δυνατὸν εἶναι καὶ διὰ τῆς τοῦ πατρὸς προσηγορίας τὴν ἀγεννησίαν σημαί νεσθαι, τὰ δὲ παρὰ τούτου τοσαῦτα, ὧν τὸ πλῆθος οὐκ ἐν τῇ διαφορᾷ τῶν νενοημένων ἐστίν, ἀλλ' ἐν τῇ περιόδῳ καὶ ἀναστροφῇ τῶν ὁμοίων ῥημάτων. καθάπερ γὰρ οἱ τὴν μύλην κεκαλυμμένοις τοῖς ὀφθαλμοῖς περιθέοντες ἐν πολλῇ τῇ ὁδοιπορίᾳ κατὰ τὸν αὐτὸν μένουσι τόπον, οὕτως ἀεὶ περὶ τὰ αὐτὰ στρέφεται καὶ τῶν αὐτῶν οὐκ ἀφίσταται. 1.1.602 εἶπεν ἅπαξ ἐπιχλευάζων, ὅτι οὐ τὸ γεννῆσαι σημαίνει ὁ πατήρ, ἀλλὰ τὸ ἐξ οὐδενὸς εἶναι. πάλιν τὸ ὅμοιον ἔπλεξεν· 20εἰ πατὴρ τὸ ἀγέννητον σημαίνει, πρὶν γεννῆσαι οὐκ ἦν ἀγέννητος20. εἶτα ἐκ τρίτου ἐπὶ τὰ αὐτὰ ἐπαν έρχεται· 20ἔξεστι γάρ20, φησί, 20μεταλαβοῦσι τὸ ἀγέν νητον εἰπεῖν· ὁ ἀγέννητος υἱοῦ ἐστιν ἀγέννη τος20. καὶ εὐθὺς ἐπανέλαβεν ὃ πολλάκις ἐξήμεσε καί φησιν· 20ὥσπερ γὰρ ὁ ἀγέννητος υἱοῦ πατήρ, οὕτως ἔμ 1.1.603 παλιν υἱοῦ ἀγέννητος ὁ πατήρ20. ὢ ποσάκις ἐπὶ τὸν ἑαυτοῦ ἔμετον ἐπανέδραμε, ποσάκις ἐπανέλαβε, ποσάκις ἐξέ βλυσεν. ἆρ' οὖν οὐκ ἐπαχθεῖς καὶ ἡμεῖς τοῖς πολλοῖς γενησόμεθα τῇ ματαιότητι τῶν παρ' αὐτοῦ προφερομένων καὶ τὸν ἡμέτερον λόγον συμπερισύροντες; Καὶ ἴσως τὸ σιωπᾶν ἦν ἐν τοῖς τοιούτοις ἁρμοδιώ τερον· ἀλλ' ἵνα μή τις τῇ περὶ τὸν ἔλεγχον ἀσθενείᾳ καθ υφιέναι νομίσῃ τὸν λόγον, ταῦτα τοῖς εἰρημένοις ἀποκρι 1.1.604 νούμεθα. οὐκ ἔξεστί σοι λέγειν 20υἱοῦ ἀγέννητον20 τὸν πατέρα, κἂν ἡ τοῦ πατρὸς κλῆσις τὸ μὴ ἐξ αἰτίας εἶναι τὸν γεγεννηκότα σημαίνῃ. ὥσπερ γὰρ κατὰ τὸ ῥηθὲν ἡμῖν ὑπόδειγμα τὴν τοῦ βασιλέως ἀξίαν ἀκούσαντες δύο ἐκ τοῦ ὀνόματος ἐνοήσαμεν, τό τε ὑποτετάχθαι μηδενὶ τὸν κατ' ἐξουσίαν προέχοντα, καὶ τὸ τῶν ὑποχειρίων κρατεῖν, οὕτω καὶ ἡ τοῦ πατρὸς προσηγορία διπλῆν ἡμῖν ἐπὶ τοῦ θεοῦ τὴν σημασίαν παρέχεται, τήν τε πρὸς τὸν υἱὸν νοουμένην <σχέσιν> καὶ τὸ μηδεμιᾶς αὐτὸν ἐξῆφθαι προεπινοουμένης 1.1.605 αἰτίας. ὥσπερ οὖν οὐκ ἔστιν ἐπὶ τοῦ βασιλέως εἰπεῖν, ὅτι εἰ τὰ δύο διὰ τῆς αὐτῆς προσηγορίας σημαίνεται, τό τε κρατεῖν τῶν ὑποχειρίων καὶ τὸ μὴ ἔχειν τὸν προηγούμενον, ἔξεστι μὴ ἄρχοντα τοῦ ἔθνους, ἀλλ' ἀβασίλευτον τῶν ὑποτεταγ μένων προσαγορεύειν, οὐδὲ συντιθέντας τὸ τοιοῦτο λέγειν, ὅτι ὥσπερ βασιλεὺς ἔθνους λέγεται, οὕτω καὶ ἀβασίλευτος τοῦ ἔθνους ὀνομασθήσεται, τὸν αὐτὸν τρόπον καὶ τῆς τοῦ πατρὸς φωνῆς τόν τε υἱὸν ἐνδεικνυμένης καὶ τὴν τοῦ ἀγεν νήτου ἔννοιαν παριστώσης οὐκ ἔξεστι μετατιθέντας παρὰ τὸ δέον τὴν σημασίαν τῇ πρὸς τὸν υἱὸν οἰκειότητι γελοίως προσκολλᾶν τοῦ ἀγεννήτου τὴν ἔννοιαν ἐν τῷ λέγειν ὅτι τοῦ 20υἱοῦ ἀγέννητος ὁ ἀγέννητος20. 1.1.606 Ἐπὶ τούτοις δὲ τοῖς εἰρημένοις ὡς ἐπιβὰς τῆς ἀλη θείας καὶ διελέγξας τῶν ἀντιτεταγμένων τὸ ἄτοπον οἷα μεγαλαυχούμενος φθέγγεται. 20καὶ τίς πώποτε20, φησί, 20σωφρονῶν σιωπᾶσθαι τὴν φυσικὴν ἔννοιαν ἐδι καίωσε, τὴν δὲ παράνοιαν ἐτίμησεν20; οὐδείς, ὦ σοφώτατε, οὔκουν οὐδὲ ὁ ἡμέτερος λόγος ὁ εἰπὼν τὴν τοῦ ἀγεννήτου προσηγορίαν ταῖς ἐννοίαις συμβαίνειν καὶ δεῖν ταύτην ἔχειν ἐν ταῖς καρδίαις ἀκίνητον, ἀντὶ δὲ τῆς δια στραφείσης παρ' ὑμῶν φωνῆς τὴν τοῦ πατρὸς προσηγορίαν 1.1.607 ἱκανὴν εἶναι καὶ πρὸς ἐκείνην ἄγειν τὴν ἔννοιαν. μνήσθητι γὰρ ὧν αὐτὸς παρέθου ῥημάτων, ὅτι οὐχὶ 20σιωπᾶσθαι τὴν φυσικὴν ἔννοιαν ἐδικαίωσε, τὴν δὲ παρά νοιαν20, ὡς αὐτὸς ὀνομάζεις, 20ἐτίμησεν20· ἀλλὰ τὴν προσ ηγορίαν μόνην τοῦ ἀγεννήτου, τοῦτ' ἔστι τὴν ἐν ταῖς συλ λαβαῖς προφοράν, ὡς κακῶς ἐξειλημμένην καὶ ἅμα μηδὲ παρὰ τῆς γραφῆς εἰρημένην ἀκινδύνως σιωπᾶν συμβουλεύει, τὸ δὲ σημαινόμενον καὶ μάλιστα ταῖς ἐννοίαις ἡμῶν συμ βαίνειν φησίν. 1.1.608 Ἀλλὰ τὰ μὲν παρ' ἡμῶν τοιαῦτα. ὁ δὲ τοὺς σοφι στὰς διαβάλλων καὶ τῇ ἀληθείᾳ καθοπλίζων τὸν λόγον καὶ τῶν ἡμετέρων πλημμελημάτων κατηγορῶν οὐκ ἐρυθριᾷ ἐν τοῖς περὶ τῶν δογμάτων λόγοις διὰ σοφισμάτων ἀστεϊ ζόμενος καὶ μιμούμενος τοὺς ἐν τοῖς συμποσίοις διὰ κομ ψευμάτων τινῶν ἐφελκομένους τὸν γέλωτα. θεᾶσθε γὰρ τὸ ἐμβριθὲς καὶ λελογισμένον τῆς τοῦ συλλογισμοῦ συμπλοκῆς· τῶν αὐτῶν γὰρ πάλιν ἐπιμνησθήσομαι. 20εἰ γὰρ ταὐτόν ἐστιν εἰπεῖν ἀγέννητος ἢ πατήρ, ἐξέσται ἡμῖν καταλιποῦσι τὴν τοῦ πατρὸς φωνήν, μεταλα βοῦσι δὲ τὸ ἀγέννητον εἰπεῖν· ὁ ἀγέννητος υἱοῦ ἐστιν ἀγέννητος· ὥσπερ γὰρ ὁ ἀγέννητος υἱοῦ πατήρ, οὕτως ἔμπαλιν υἱοῦ ἀγέννητος ὁ 1.1.609 πατήρ. παραπλήσιον γὰρ τοῦτο ἐκείνῳ20. ὥσπερ γὰρ εἴ τις τὸν Ἀδὰμ ὀρθῷ καὶ ὑγιαίνοντι λόγῳ μηδὲν δια φέρειν λέγοι ἢ πατέρα πάντων ἀνθρώπων ἢ πρῶτον ἀνθρώ πων ὑπὸ τοῦ θεοῦ πεπλάσθαι λέγειν (ταὐτὸν γὰρ δι' ἑκα τέρων σημαίνεσθαι), εἶτά τις τῶν κατ' αὐτὸν διαλεκτικῶν ἐφαλλόμενος τοῖς εἰρημένοις μιμοῖτο τὴν τοιαύτην πλοκήν, ὅτι εἰ ταὐτόν ἐστιν ἢ πρῶτον αὐτὸν ὑπὸ τοῦ θεοῦ πεπλάσθαι λέγειν ἢ πατέρα τῶν μετὰ ταῦτα, ἐξέσται καταλιποῦσι τὴν τοῦ πατρὸς φωνήν, μεταλαβοῦσι δὲ τὸ πρωτόπλαστον εἰπεῖν· ὁ Ἀδὰμ τοῦ Ἄβελ οὐχὶ πατήρ ἐστιν, ἀλλὰ πρωτόπλαστος· ὥσπερ γὰρ ὁ πρωτόπλαστος υἱοῦ πατήρ, οὕτω τὸ ἔμπαλιν 1.1.610 υἱοῦ πρωτόπλαστος ὁ πατήρ–εἰ ταῦτα ἐν καπηλείῳ λέγοιτο, πόσον ἂν οἴει κρότον καὶ γέλωτα παρὰ τῶν διακωθωνιζο μένων ῥαγῆναι, ἐπικαγχαζόντων τῇ κομψείᾳ τοῦ παρευρέ ματος; τοιούτοις ὁ σοφὸς θεολόγος ἰσχυρίζεται καθ' ἡμῶν τοῖς λόγοις καὶ κατατρέχει τοῦ δόγματος, παιδαγωγοῦ τινος ὄντως καὶ βακτηρίας δεόμενος, ὡς ἂν διδαχθείη ὅτι οὐ πάντα ὅσα κατά τινος κατηγορεῖται πρὸς ἓν πάντως τὸ σημαινόμενον βλέπει, ὡς διὰ τοῦ ῥηθέντος ἡμῖν κατὰ τὸν 1.1.611 Ἄβελ καὶ τὸν Ἀδὰμ ὑποδείγματος δείκνυται. τὸν γὰρ Ἀδὰμ τὸν αὐτὸν καὶ πατέρα τοῦ Ἄβελ καὶ ἔργον τοῦ θεοῦ λέγειν ἀληθές ἐστιν· οὐ μὴν ἐπειδὴ αὐτὸς ἀμφότερα, ἐπὶ τοῦ Ἄβελ τὰ δύο. οὕτω καὶ ἐπὶ τοῦ θεοῦ τῶν ὅλων ἡ τοῦ πατρὸς προσηγορία δηλοῖ μὲν καὶ τὸ ἰδίως ὑπὸ τῆς τοιαύτης φωνῆς σημαινόμενον, τὸ γεγεννηκέναι λέγω τὸν υἱόν, ἐνδείκνυται δὲ καὶ τὸ μηδεμίαν αἰτίαν προεπινοεῖσθαι τοῦ ἀληθῶς πατρός· οὐ μὴν ἐπάναγκες, ὅταν τοῦ υἱοῦ μνησθῶμεν, μὴ πατέρα υἱοῦ λέγειν, ἀλλ' ἀγέννητον υἱοῦ προσαγορεύειν· οὐδ' αὖ πάλιν εἰ πρὸς τὴν τοῦ υἱοῦ σχέσιν τὸ ἄναρχον σιωπηθείη, ἐκβάλλειν τῆς διανοίας ἡμῶν ἐπὶ τοῦ θεοῦ τὸ ἀγέννητον. ἀλλ' ἀπωθεῖται τὴν τοιαύτην χρῆσιν τῶν ὀνομάτων καὶ κατὰ τοὺς μίμους τῶν γελοίων διαχλευάζει τὸν λόγον τῷ ἀλλοκότῳ τῶν σοφισμάτων γελω τοποιῶν ἐν τοῖς δόγμασι. 1.1.612 Πάλιν γὰρ τῶν παρ' αὐτοῦ ῥηθέντων ἐπιμνησθήσομαι. 20εἰ ταὐτόν ἐστιν εἰπεῖν ἀγέννητος ἢ πατήρ, ἐξέσται ἡμῖν καταλιποῦσι τὴν τοῦ πατρὸς φωνήν, μεταλαβοῦσι δὲ τὸ ἀγέννητον εἰπεῖν· ὁ ἀγέννητος υἱοῦ ἐστιν ἀγέννητος· ὥσπερ γὰρ ὁ ἀγέννητος υἱοῦ πατήρ, οὕτως ἔμπαλιν υἱοῦ ἀγέννητος ὁ πατήρ20. ἀλλ' ἀντιγελάσωμεν εἰ δοκεῖ καὶ 1.1.613 ἡμεῖς, εἰς τοὐναντίον αὐτῷ περιαγαγόντες τὸ σόφισμα. εἰ οὐκ ἔστι ταὐτὸν ὁ πατὴρ τῷ ἀγεννήτῳ, ὁ τοῦ πατρὸς υἱὸς οὐκ ἔσται καὶ τοῦ ἀγεννήτου υἱός. πρὸς γὰρ τὸν πατέρα μόνον τὴν σχέσιν ἔχων ἀλλοτρίως πάντως ἕξει κατὰ τὴν φύσιν πρὸς τὸν ἄλλο τι ὄντα καὶ τῇ ἐννοίᾳ τοῦ πατρὸς μὴ 1.1.614 συμβαίνοντα· ὥστε εἰ ἄλλο τι παρὰ τὸν ἀγέννητόν ἐστιν ὁ πατὴρ καὶ οὐ περιλαμβάνει τοῦ πατρὸς ἡ προσηγορία καὶ τοῦ ἀγεννήτου τὸ σημαινόμενον, οὐ δύναται εἷς ὢν ὁ υἱὸς εἰς δύο πραγμάτων σχέσεις καταμερίζεσθαι, καὶ ὁ αὐτὸς εἶναι τοῦ τε πατρὸς καὶ τοῦ ἀγεννήτου υἱός· καὶ ὡς ἄτοπον ἐνομίσθη υἱοῦ ἀγέννητον τὸν θεὸν λέγειν, οὕτω πάντως καὶ ἐν τῷ ἀντιστρέφοντι τὸ ἴσον ἄτοπον εὑρεθήσεται τοῦ ἀγεννήτου υἱὸν <τὸν> μονογενῆ λέγειν· ὥστε τῶν δύο τὸ ἕτερον, ἢ ταὐτόν ἐστι τῷ ἀγεννήτῳ ὁ πατήρ, ἵνα ὁ τοῦ πατρὸς υἱὸς καὶ τοῦ ἀγεννήτου υἱὸς ᾖ, καὶ μάτην ἡμῶν διεχλευάσθη ὁ λόγος, ἢ εἰ ἕτερόν τι παρὰ τὸ ἀγέννητόν ἐστιν ὁ πατήρ, ὁ τοῦ πατρὸς υἱὸς τῆς πρὸς τὸ ἀγέννητον σχέσεως ἠλλο 1.1.615 τρίωται. καὶ ἐὰν τοῦτο κρατήσῃ, μὴ ἐκ τοῦ ἀγεννήτου εἶναι τὸν μονογενῆ, γεννητὸν αὐτῷ πάντως ἡ ἀκολουθία τοῦ λόγου τὸν πατέρα ἐνδείξεται· τὸ γὰρ ὂν μὲν μὴ ἀγεννήτως δὲ ὂν γεννητὴν πάντως ὑπόστασιν ἔχει. εἰ οὖν γεννητὸς ὁ πατὴρ κατ' ἐκείνους ἄλλο τι ὢν παρὰ τὸν ἀγέννητον, ποῦ ἡ πολυθρύλητος ἀγεννησία ἐκείνη; ποῦ ἡ κρηπὶς καὶ ἡ 1.1.616 ὑποβάθρα τῆς αἱρετικῆς πυργοποιΐας; οἴχεται καὶ ἠφά νισται διὰ τοῦ γλίσχρου τῶν σοφισμάτων ἐκ τῶν κατέχειν τέως δοκούντων διολισθῆσαν τῆς λαβῆς τὸ ἀγέννητον, καὶ ἡ τοῦ ἀνομοίου κατασκευὴ καθάπερ τι ὄναρ διαρρυεῖσα τοῦ λόγου τὴν ἐπαφὴν διαπέφευγε τῷ ἀγεννήτῳ συναποπτᾶσα. οὕτως ὅταν τι ψεῦδος ᾖ πρὸ τῆς ἀληθείας τιμώμενον, κἂν πρὸς ὀλίγον διὰ τῆς ἀπάτης ἀνθήσῃ, ταχέως περὶ ἑαυτὸ καταρρεῖ καὶ ταῖς ἰδίαις κατασκευαῖς διαλύεται. 1.1.617 Ἀλλὰ ταῦτα μέν, ὅσον ἐπιμειδιᾶσαι τῇ κομψείᾳ τῆς τοῦ ἀνομοίου ἀνταποδόσεως, καὶ παρ' ἡμῶν προενήνεκται. 1.1.618 καιρὸς δ' ἂν εἴη πάλιν ἐπαναγαγεῖν ἐπὶ τὴν ἀκολου θίαν τὸν λόγον. οὐ βούλεται ὁ Εὐνόμιος ὑπὸ τῆς τοῦ πατρὸς φωνῆς καὶ τοῦ ἀγεννήτου τὴν σημασίαν παρίστασθαι, ἵνα τὸ ποτὲ μὴ εἶναι τὸν μονογενῆ κατασκευάσῃ. καὶ γὰρ καὶ πολὺ τοῦτο παρὰ τῶν μαθητῶν αὐτοῦ τὸ ἐρώτημα ὅτι, 1.1.619 ὁ ὢν πῶς γεννᾶται; αἴτιον δὲ τούτου οἶμαι τὸ μὴ ἐθέλειν τῆς ἀνθρωπίνης χρήσεως τῶν ὀνομάτων καὶ ἐπὶ τῶν θείων διανοημάτων ἀφίστασθαι. ἀλλ' ἡμεῖς εὐνοϊκῶς αὐτῷ τὸ πεπλανημένον τῆς ὑπονοίας εἰς τὸ εὐθὲς προαγάγωμεν, 1.1.620 εἰπόντες ἃ περὶ τούτου γινώσκομεν. ἄλλα σημαίνει παρ' ἡμῖν, ὦ Εὐνόμιε, τὰ ὀνόματα, καὶ ἑτέραν ἐπὶ τῆς ὑπερκει μένης δυνάμεως τὴν σημασίαν παρέχεται. καὶ γὰρ καὶ ἐν τοῖς λοιποῖς πᾶσι πολλῷ τῷ μέσῳ ἡ θεία φύσις ἀπὸ τῆς ἀνθρωπίνης διατετείχισται, καὶ οὐδὲν ἐνταῦθα τοιοῦτον ἡ πεῖρα δείκνυσιν, ὅσον ἐν ἐκείνῃ στοχασμοῖς τισι καὶ ὑπο νοίαις εἰκάζεται. τὸν αὐτὸν τρόπον καὶ ἐν τοῖς ὑπὸ τῶν ὀνομάτων σημαινομένοις, κἂν ὁμωνυμία τις ᾖ τῶν ἀνθρω πίνων πρὸς τὸ ἀΐδιον, ἀλλὰ κατὰ τὸ μέτρον τῆς τῶν φύ σεων ἀποστάσεως καὶ τὰ σημαινόμενα διὰ τῶν ὀνομάτων 1.1.621 κεχώρισται. οἷον οἰκοδεσπότην ἄνθρωπον διὰ τῆς παρα βολῆς τὸν θεὸν ὀνομάζει ὁ κύριος· ἀλλὰ πολὺ τοῦτο καὶ ἐν τῷ βίῳ τὸ ὄνομα. ἆρ' οὖν ὁ αὐτὸς λόγος τοῦ καθ' ἡμᾶς ἀνθρώπου καὶ τοῦ ἀνθρώπου ἐκείνου, καὶ τοιοῦτος ὁ ἡμέτερος οἶκος οἵα ἡ μεγάλη οἰκία ἐκείνη, καθώς φησιν ὁ ἀπόστολος, ἐν ᾗ τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ ὅσα τῆς λοιπῆς ὕλης ἠρίθμηται; ἢ ἄλλα μὲν ἐκεῖνα ἃ οὐδ' ἂν ἐπιγνοίη τις εὐκόλως, ἐν ἀφθαρσίᾳ καὶ μακαριό τητι θεωρούμενα, ἄλλα δὲ τὰ παρ' ἡμῖν ἐκ γῆς ὄντα καὶ 1.1.622 εἰς γῆν καταρρέοντα; ὡσαύτως δὲ καὶ ἐν τοῖς λοιποῖς πᾶσι σχεδὸν ὁμωνυμία τίς ἐστι πρὸς τὰ θεῖα τῶν ἡμετέρων πραγμάτων, ἐν τῇ ταὐτότητι τῶν ὀνομάτων πολὺ τὸ διά φορον τῶν σημαινομένων ἐνδεικνυμένη. διὸ καὶ τὰ τῶν μελῶν καὶ τὰ τῶν αἰσθητηρίων ὀνόματα παραπλησίως ἔστιν εὑρεῖν ὥσπερ ἐφ' ἡμῶν οὕτω καὶ ἐπὶ τῆς θείας τεταγμένα ζωῆς, ἣν ὑπὲρ αἴσθησιν εἶναι πάντες ὁμολογοῦσιν ἄνθρωποι. δάκτυλοι καὶ βραχίων καὶ χεὶρ ὀφθαλμός τε καὶ βλέφαρα καὶ ἀκοὴ καὶ καρδία καὶ πόδες καὶ ὑποδήματα καὶ ἵπποι καὶ ἱππασίαι καὶ ἅρματα καὶ μυρία τοιαῦτα ἐκ τοῦ ἀνθρωπίνου βίου πρὸς τὴν τῶν θείων δήλωσιν δι' αἰνίγματος 1.1.623 ὑπὸ τῆς γραφῆς μετενήνεκται. ὥσπερ τοίνυν ἕκαστον τού των τῶν ὀνομάτων καὶ ἀνθρωπίνως λέγεται καὶ οὐκ ἀνθρω πίνως σημαίνεται, οὕτω καὶ τὸ τοῦ πατρὸς ὄνομα κἂν ὡσαύτως ἐπί τε τῆς ἡμετέρας καὶ ἐπὶ τῆς θείας λέγηται φύσεως, ἀλλὰ κατὰ τὸ μέτρον τῆς διαφορᾶς τῶν ἐν τοῖς ὀνόμασιν ὑποκειμένων καὶ τὰ διὰ τῶν φωνῶν σημαινόμενα τὴν παραλλαγὴν ἔχει. 1.1.624 Ἄλλως γὰρ νοοῦμεν ἐπ' ἀνθρώπων τὴν γέννησιν καὶ ἄλλως περὶ τῆς θείας γεννήσεως στοχαζόμεθα. ὁ ἄν θρωπος ἐν χρόνῳ τίκτεται καὶ τόπος τις αὐτῷ πάντως τὴν 1.1.625 ζωὴν ὑποδέχεται, ὧν ἄνευ συστῆναι φύσιν οὐκ ἔχει. διὰ τοῦτο τοίνυν τὰ χρονικὰ τμήματα περὶ τὴν τοῦ ἀνθρώπου ζωὴν ἀναγκαίως εὑρίσκεται, τὸ πρὸ αὐτοῦ λέγω καὶ τὸ κατ' αὐτὸν καὶ τὸ μετὰ τοῦτο. ἀληθὲς γάρ ἐστιν εἰπεῖν περί τινος τῶν γεγενημένων ὅτι ποτὲ μὴ ὢν νῦν ἔστι, καὶ μέντοι καί ποτε πάλιν τοῦ εἶναι παύσεται· ἐπὶ δὲ τῆς προαιωνίου γεννήσεως τὰ χρονικὰ ταῦτα νοήματα ἅτε μηδὲν ἔχοντα συγγενὲς πρὸς ἐκείνην τὴν φύσιν τοῖς νηφόντως λογιζομένοις οὐ συνεισέρχεται. τὸ γὰρ ποτὲ καὶ τὸ ὕστερον καὶ τὸ πρό τερον, καὶ ὅσα τὴν χρονικὴν ταύτην παράτασιν ἀποσημαίνει, διαβὰς ὁ τὴν θείαν ζωὴν λογιζόμενος ὑψηλῶς τὰ ὑψηλὰ κατασκέψεται, καὶ οὐχ ὅσα περὶ τὴν ἀνθρωπίνην γέννησιν βλέπει, τούτοις νομίσει δουλεύειν καὶ τὴν ἀδέσποτον φύσιν. 1.1.626 ἐνταῦθα πάθος προηγεῖται τῆς ἀνθρωπίνης συστάσεως, καὶ σωματικαί τινες ἀφορμαὶ πρὸς τὴν τοῦ ζῴου κατασκευὴν καταβάλλονται, καὶ ὑπόκειται κατὰ τὸ θεῖον βούλημα ἡ τὰ τοιαῦτα θαυματοποιοῦσα φύσις πανταχόθεν τὸ οἰκεῖόν τε καὶ κατάλληλον εἰς τὴν τοῦ γινομένου τελείωσιν ἐρανίζουσα, τῶν τε τοῦ κόσμου στοιχείων ὅσον ἱκανὸν ἀφ' ἑκάστου καὶ τῆς ὑπὸ τοῦ χρόνου συνεργίας τὸ μέτριον καὶ τῆς ἐκ τῶν διαπλασσόντων τὸ τικτόμενον τροφῆς, ὅσον οἰκεοῖν τῷ πλασ σομένῳ γίνεται, καὶ συνελόντι φάναι διὰ πάντων χωροῦσα ἡ φύσις, δι' ὧν ἡ ἀνθρωπίνη ζωὴ τὴν κατασκευὴν ἔχει, οὕτως εἰς γέννησιν τὸ μὴ ὂν ἄγει, καὶ διὰ τοῦτο μὴ ὂν γίνεσθαι λέγομεν, ὅτι τὸ ἔν τινι χρόνῳ μὴ ὂν ἐν ἄλλῳ 1.1.627 χρόνῳ τοῦ εἶναι ἄρχεται. ἐπὶ δὲ τῆς θείας γεννήσεως ἡ ἔννοια τήν τε τῆς φύσεως ὑπηρεσίαν καὶ τὴν τοῦ χρόνου τελείωσιν πρὸς τὴν τοῦ γινομένου συνεισφοράν, καὶ πάντα ὅσα περὶ τὴν κάτω γέννησιν ὁ λόγος ἐθεώρησεν, οὐ προσ ίεται καὶ οὐδενὶ τῶν ταπεινῶν νοημάτων συνεμπεσεῖται ὁ μὴ σαρκικαῖς διανοίαις τῶν θείων μυστηρίων ἐπιβατεύων, ἀλλὰ ζητεῖ τινα διάνοιαν τῷ μεγαλείῳ τοῦ σημαινομένου 1.1.628 πρέπουσαν· οὔτε γὰρ πάθος περὶ τὸν ἀπαθῆ νοήσει οὔτε συνεργίας φυσικῆς τὸν δημιουργὸν πάσης φύσεως ἐπιδεῖσθαι λογίσεται οὔτε χρονικὴν παράτασιν ἐπὶ τῆς αἰωνίου ζωῆς παραδέξεται, ἀλλὰ πάντων τούτων καθαρεύουσαν τὴν θείαν γέννησιν κατανοήσας μόνον τὸ μὴ ἀνάρχως εἶναι διὰ τῆς τοῦ πατρὸς σημασίας τὸν μονογενῆ δηλοῦσθαι συνθήσεται, ὡς τὴν αἰτίαν μὲν ἐκεῖθεν ἔχειν τοῦ εἶναι, ἀρχὴν δὲ τῆς ὑποστάσεως μὴ λογίζεσθαι, διὰ τὸ μὴ δύνασθαί τι ση 1.1.629 μεῖον τοῦ ζητουμένου κατανοῆσαι. τοῦ γὰρ προγενεστέρου καὶ τοῦ νεωτέρου καὶ πάντων τῶν τοιούτων νοημάτων ἐν τοῖς χρονικοῖς διαστήμασιν εὑρισκομένων, ἐὰν ὑφέλῃς τῷ λόγῳ τὸν χρόνον, πάντα συνυφῄρηται τὰ τοιαῦτα σημεῖα καὶ συνυπεσπάσθη μετὰ τοῦ χρόνου. 1.1.630 Ἐπεὶ οὖν τὸ "1ποτέ"2 οὐ προσίεται ὁ πρὸ τῶν αἰώνων κατὰ τὸν ἄφραστον λόγον τῷ πατρὶ συνών, γεννητὸς μὲν ἐστίν, οὐ μήν ποτε τοῦ εἶναι ἄρχεται· οὔτε γὰρ ἐν χρόνῳ οὔτε ἐν τόπῳ τὴν ζωὴν ἔχει. ἐξαιρεθέντος δὲ καὶ τόπου καὶ χρόνου καὶ παντὸς τοιούτου διανοήματος ἐπὶ τῆς τοῦ μονογενοῦς ὑποστάσεως, τὸ πρὸ ἐκείνου νοούμενον ὁ πατήρ ἐστι μόνος. ἀλλ' ἐν τούτῳ καὶ ὁ μονογενὴς ὤν, καθὼς αὐτὸς ἐκεῖνός φησι, τὴν τοῦ ποτὲ μὴ εἶναι ὑπόνοιαν δέ 1.1.631 ξασθαι φύσιν οὐκ ἔχει. εἰ μὲν γάρ ποτε οὐκ ἦν καὶ ὁ πατήρ, ἀναγκαίως τῇ τοῦ πατρὸς ἀνυπαρξίᾳ καὶ ἡ τοῦ υἱοῦ ἀϊδιότης ἐπὶ τὸ ἄνω συναπεκόπτετο. εἰ δὲ ἀεί ἐστιν ὁ πατήρ, πῶς ὁ υἱός ποτε οὐκ ἔστιν ὁ μὴ δυνάμενος ἐφ' ἑαυτοῦ χωρὶς τοῦ πατρὸς νοηθῆναι, ἀλλὰ κατὰ τὸ σιωπώ 1.1.632 μενον ἀεὶ τῷ πατρὶ συνονομαζόμενος; ἡ γὰρ τοῦ πατρὸς κλῆσις ἐπίσης τῶν δύο προσώπων ἐν ἑαυτῇ τὴν ἐπισημασίαν ἔχει, αὐτομάτως τῆς περὶ τοῦ υἱοῦ ἐννοίας τῇ φωνῇ ταύτῃ συνεισιούσης. πότε οὐκ ἦν ὁ υἱός; ἐν τίνι τὸ μὴ εἶναι αὐτοῦ κατελήφθη; ἐν τόπῳ; τόπος οὐκ ἦν· ἐν χρόνῳ; πρὸ χρόνων ὁ κύριος. εἰ οὖν πρὸ τούτων ἦν, πότε οὐκ ἦν; καὶ εἰ ἐν τῷ πατρὶ ἦν, ἐν τίνι οὐκ ἦν, εἴπατε οἱ τὰ ἀθέατα 1.1.633 βλέποντες. τί διὰ μέσου ὁ λογισμὸς ὑμῶν ἀνετυπώσατο; τί καινὸν τοῦ μονογενοῦς ἐνοήσατε ἢ πρᾶγμα ἢ νόημα, ὃ τῷ πατρὶ συμπαρεκτεινόμενον περισσοτέραν αὐτοῦ τὴν ζωὴν τοῦ μονογενοῦς ἀποδείκνυσι; 1.1.634 Καὶ τί τοῦτο λέγω; οὐδὲ γὰρ ἐπὶ τῶν ἀνθρώπων κυρίως ἔστιν εἰπεῖν, ὅτι οὐκ ὤν τις ἐγεννήθη. Λευῒς γὰρ πρὸ πολλῶν γενεῶν τῆς κατὰ σάρκα ἑαυτοῦ γεννήσεως ὑπὸ τοῦ Μελχισεδὲκ δεδεκάτωται· οὕτω γάρ φησιν ὁ ἀπόστολος, ὅτι Λευῒς ὁ τὰς δεκάτας λαμβάνων δεδεκάτωται, καὶ τὴν ἀπόδειξιν τοῖς λεγομένοις ἐπήγαγεν, ὅτι ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς αὐτοῦ ἦν ὅτε Ἀβραὰμ τῷ ἱερεῖ τοῦ ὑψίστου συνήν 1.1.635 τησεν. εἰ οὖν ἄνθρωπος τρόπον τινὰ ὢν γεννᾶται, κατὰ τὴν ἀποστολικὴν μαρτυρίαν διὰ τοῦ κοινοῦ τῆς οὐσίας ἐν τῷ γεγεννηκότι αὐτὸν προϋφεστώς, πῶς ἐπὶ τῆς θείας φύ σεως τὴν φωνὴν ταύτην τολμῶσι προφέρειν, ὅτι οὐκ ὢν ἐγεννήθη ὁ ἐν τῷ πατρὶ ὤν, καθώς φησιν ὁ κύριος· Ἐγὼ 1.1.636 ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί, κατ' ἄλλην δηλαδὴ καὶ ἄλλην ἐπίνοιαν ἑκάτερος ἐν τῷ ἑτέρῳ εἶναι λεγόμενος, ὁ μὲν υἱὸς ἐν τῷ πατρί, ὡς τὸ ἐπὶ τῆς εἰκόνος κάλλος ἐν τῇ ἀρχετύπῳ μορφῇ, ὁ δὲ πατὴρ ἐν τῷ υἱῷ, ὡς ἐν τῇ εἰκόνι ἑαυτοῦ τὸ πρωτότυπον κάλλος. ἀλλ' ἐπὶ μὲν τῶν χειροκμήτων εἰκόνων ὁ διὰ μέσου χρόνος τὴν μεταλη φθεῖσαν μορφὴν ἀπὸ τοῦ πρωτοτύπου πάντως διΐστησιν, ἐκεῖ δὲ οὐκ ἔστι χωρίσαι τοῦ ἑτέρου τὸ ἕτερον, καθώς φησιν ὁ ἀπόστολος, οὔτε τῆς ὑποστάσεως τὸν χαρακτῆρα οὔτε τῆς θείας δόξης τὸ ἀπαύγασμα οὔτε τῆς ἀγαθότητος τὴν εἰ κόνα, ἀλλ' ὁ τούτων τι διανοηθεὶς συνημμένως καὶ τὸ μετ' 1.1.637 αὐτοῦ νοούμενον τῇ διανοίᾳ συμπαρεδέξατο. ὢν γάρ, φη σίν, ἀπαύγασμα τῆς δόξης, ὤν, οὐχὶ γενόμενος, ὡς σαφῶς διὰ τούτου τὸ ἐφ' ἑκάτερα τῶν ὑπολήψεων ἀσεβὲς ἀποπέμ ψασθαι καὶ μήτε ἀγέννητον οἰηθῆναι τὸν μονογενῆ, διὰ τοῦ εἰπεῖν ἀπαύγασμα τῆς δόξης· ἐκ γὰρ τῆς δόξης ἐστὶ τὸ ἀπαύγασμα, καὶ οὐ τὸ ἔμπαλιν ἀπὸ τούτου ἡ δόξα· μήτε ὅτι ποτὲ τοῦ εἶναι ἤρξατο· ἡ γὰρ τοῦ ὢν μαρτυρία τὸ διηνεκὲς τοῦ υἱοῦ καὶ ἀΐδιον καὶ τὸ πάσης χρονικῆς 1.1.638 σημασίας ὑπερκείμενον ἑρμηνεύει. ὥστε τίνα καιρὸν ἔχει τὴν μικροπρεπῆ ταύτην ἐρώτησιν ἐπὶ λύμῃ τῆς εὐσεβείας παρὰ τῶν ἐναντίων προφέρεσθαι, ἣν ὡς ἄμαχον ἡμῖν εἰς κατασκευὴν τοῦ οἰκείου προβάλλονται <δόγματος> διερω 1.1.639 τῶντες εἰ ὁ ὢν γεννᾶται; πρὸς οὓς ἔστιν εὐθαρσῶς ἀπο κρίνασθαι, ὅτι ὁ ἐν τῷ ἀγεννήτῳ ὢν ἐξ αὐτοῦ ἐγεννήθη, τὴν μὲν αἰτίαν τοῦ εἶναι ἐκεῖθεν ἔχων (Ἐγὼ γάρ, φησί, ζῶ διὰ τὸν πατέρα) τὴν δ' ἀρχὴν οὐκ ἔστιν εἰπεῖν ὅτε. μὴ γὰρ ὄντος τοῦ μεσιτεύοντος προστάγματος ἢ διανοήματος ἢ χρονικοῦ διαστήματος, ᾧ διακρίνεται καὶ διαχωρίζεται τὸ εἶναι τοῦ υἱοῦ ἀπὸ τοῦ πατρός, οὐδὲν ἐπινοεῖται σημεῖον ἀφ' οὗ ὁ μονογενὴς τῆς τοῦ πατρὸς ζωῆς διαζευχθεὶς ἔκ 1.1.640 τινος ἰδιαζούσης ἀρχῆς ἀναφαίνεται. εἰ οὖν οὐδεμία ἐστὶν ἄλλη ἀρχή, ἥτις τοῦ υἱοῦ τῆς ζωῆς ἡγεμονεύει, ἀλλὰ μόνον τὸν πατέρα ὁ εὐσεβὴς λόγος τῆς ὑποστάσεως τοῦ υἱοῦ προ θεωρεῖ ἀδιαστάτως, ὁ πατὴρ δὲ ἄναρχος καὶ ἀγέννητος, καθὼς καὶ ἡ τῶν ὑπεναντίων συνομολογεῖ μαρτυρία, πῶς ἀρχὴν τοῦ εἶναι λαμβάνει ὁ τῷ ἀνάρχῳ ἐνθεωρούμενος; 1.1.641 τί δὲ βλάπτεται τῆς εὐσεβείας ὁ λόγος ἐκ τοῦ συντίθεσθαι ταῖς τῶν ἐναντίων φωναῖς, ἃς ὡς ἀτόπους προτείνονται λέ γοντες εἰ ὁ ὢν ἐγεννήθη; οὐδὲ γὰρ τοῦτό φαμεν, ὅτι κατὰ τὴν ῥυπαρὰν τοῦ Νικοδήμου πρὸς τὸν κύριον ἐπαπόρησιν, καθ' ἣν ᾤετο μὴ εἶναι δυνατὸν ἐκεῖνος εἰς δευτέραν γέν νησιν τὸν ὄντα ἐλθεῖν, οὕτως ὁ ὢν τὴν γέννησιν δέχεται, ἀλλ' ὅτι τοῦ ἀεὶ καὶ ἀνάρχως ὄντος ἐξημμένον ἑαυτοῦ τὸ εἶναι ἔχων καὶ τῷ τὰ πρεσβύτερα πολυπραγμονοῦντι συναν ιὼν καὶ εἰς τὸ ὑπερκείμενον τῆς πολυπραγμοσύνης τοῦ νοῦ προλαμβάνων καὶ πάσαις ταῖς περὶ τοῦ πατρὸς ἐννοίαις συγκεκραμένος, οὔτε τοῦ εἶναι ἄρχεται οὔτε ἀγέννητός ἐστιν, ἀλλὰ καὶ ἐγεννήθη καὶ ἦν, τῷ μὲν τῆς αἰτίας λόγῳ τὴν ἐκ τοῦ πατρὸς γέννησιν ὁμολογῶν, τῷ δὲ ἀϊδίῳ τῆς ζωῆς τὸ ποτὲ μὴ εἶναι οὐ προσιέμενος. 1.1.642 Ἀλλ' ἀντιβαίνει τοῖς εἰρημένοις ὁ τὰ περισσὰ σοφι ζόμενος καὶ διασχίζει τῆς τοῦ πατρὸς φύσεως τοῦ μονο γενοῦς τὴν οὐσίαν, διότι ὁ μὲν γεγέννηται, ὁ δὲ ἀγέννητός ἐστι· καὶ τοσούτων ὄντων τῶν ὀνομάτων τῶν εὐσεβῶς περι θεωρουμένων τῇ θείᾳ φύσει, ἐν οἷς οὐδεμία παραλλαγὴ τοῦ πατρὸς πρὸς τὸν υἱὸν καθορᾶται, πάντων δὲ κατὰ τὸ ἴσον ἀμφοτέροις ἐφαρμοζόντων, οὐδενὸς τῶν ἄλλων ἐπιμνη σθεὶς δι' ὧν τὸ κοινὸν γνωρίζεται, μόνῳ τῷ ὀνόματι τῆς ἀγεννησίας προσφύεται· καὶ οὐδὲ ταύτης τὴν συνήθη καὶ νενομισμένην ἔμφασιν δέχεται, ἀλλὰ καινοτομεῖ τοῦ ἀγεν νήτου τὴν ἔννοιαν, τὰς κοινὰς περὶ τῆς φωνῆς ταύτης ὑπο 1.1.643 λήψεις παραγραφόμενος. τί ποτ' οὖν ἐστι τούτων τὸ αἴτιον; οὐδὲ γὰρ ἄνευ μεγάλης τινὸς αἰτίας τῆς μὲν συνήθους τῶν ὀνομάτων ἐμφάσεως τὸν λόγον ἀφίστησι, ξενίζει δὲ τῇ παραλλαγῇ τῆς τῶν φωνῶν σημασίας. οἶδεν ἀκριβῶς ὅτι εἰ μὲν ἐπὶ τῆς συνηθείας φυλαχθείη τῶν ὀνομάτων ἡ χρῆσις, οὐδεμίαν ἰσχὺν εὑρήσει πρὸς ἀνατροπὴν τοῦ ὑγιαί νοντος δόγματος, εἰ δὲ τῶν κοινῶν καὶ νενομισμένων δια νοημάτων παρακινηθείη τὰ ῥήματα, τῇ περὶ τὴν φωνὴν κακοτροπίᾳ ῥᾳδίως δύνασθαι συγκακουργήσειν τὰ δόγματα. 1.1.644 οἷον (ἐπ' αὐτῶν γὰρ διέλθωμεν τῶν ἀδικουμένων ῥημάτων) εἰ κατὰ τὴν κοινὴν τῶν δογμάτων ὑπόληψιν διὰ τὸ μὴ γεγεννῆσθαι ἀγέννητον λέγεσθαι τὸν θεὸν κατεδέξατο, διέ πεσεν ἂν ὅλον αὐτοῖς τὸ μηχάνημα τῆς αἱρέσεως, ὑπο 1.1.645 σπασθέντος τοῦ κατὰ τὴν ἀγεννησίαν σοφίσματος. εἰ γὰρ ἐπείσθη διὰ τῆς ἀκολουθίας ταύτης καθ' ὁμοιότητα πάν των σχεδὸν τῶν εἰς ἐκκλησίαν θεοῦ συντελούντων ὥσπερ ἀόρατον καὶ ἀπαθῆ καὶ ἀσώματον, οὕτω καὶ ἀγέννητον νοεῖσθαι τὸν ἐπὶ πάντων θεόν, δι' ἑκάστου τῶν ὀνομάτων τὸ μηδαμῶς προσὸν τῷ θεῷ σημαίνεσθαι συντιθέμενος, μὴ σῶμα μὴ πάθος μὴ χρῶμα μὴ τὸ ἐξ αἰτίας ἔχειν τὸ εἶναι, εἰ ταῦτα οὕτως ἔχειν ὑπέλαβεν, οὐδεμίαν ἔσχεν ἂν δύναμιν ὁ τῆς ἀνομοιότητος λόγος αὐτῶν, ἐν τοῖς λοιποῖς πᾶσιν, ὅσα περὶ τὸν τῶν ὅλων θεὸν θεωρεῖται, συγχωρούντων καὶ τῶν ἐναντίων τῷ μονογενεῖ πρὸς τὸν πατέρα τὸ ὅμοιον. 1.1.646 Ἀλλ' ἵνα μὴ τοῦτο γένηται, πάντων τῶν περὶ τὸν θεὸν ὀνομάτων, τῶν ἐνδεικτικῶν λέγω τῆς ὑπερκειμένης δυνά μεως, προτίθησι τὸ τῆς ἀγεννησίας ὄνομα καὶ τοῦτο πε ποίηται τῆς κατὰ τοῦ δόγματος ἡμῶν καταδρομῆς ὁρμη τήριον, τὴν τοῦ γεννητοῦ πρὸς τὸ ἀγέννητον κατὰ τὴν προ φορὰν ἐναντίωσιν ἐπὶ τὰ πρόσωπα μεταφέρων, οἷς ἐφήρμοσται τὰ ὀνόματα· καὶ διὰ τούτων τὴν ἑτερότητα τῶν οὐσιῶν τῷ παρηλλαγμένῳ τῶν ὀνομάτων σοφίζεται, οὐκ ἐπειδὴ γεγέν νηται γεννητόν, οὐδ' ὅτι μὴ γεννηθεὶς ἔστιν ἀγέννητον λέ γεσθαι συντιθέμενος, ἀλλὰ τὸν μὲν ἐκ τῆς <ἀγεννησίας τὸν δὲ ἐκ τῆς> γεννήσεως οὐσιῶσθαι λέγων, οὐκ οἶδα ποίας 1.1.647 αὐτὸν σοφίας ἐπὶ τὴν τοιαύτην σύνεσιν χειραγωγούσης. εἰ γάρ τις αὐτὰς ἐφ' ἑαυτῶν καταμάθοι τῶν ὀνομάτων τὰς ἐμφάσεις, ὑφελὼν τῷ λόγῳ τὰ πρόσωπα ἐφ' ὧν τετάχθαι δοκεῖ τὰ ὀνόματα, εὑρήσει τὸ μάταιον τῆς διανοίας τῶν 1.1.648 παρ' αὐτοῦ λεγομένων. μὴ γὰρ ὅτι προεπινοεῖται τοῦ υἱοῦ ὁ πατὴρ κατὰ τὸν ἀληθῆ λόγον τῆς πίστεως, διὰ τοῦτο καὶ τὴν τῶν ὀνομάτων τάξιν ἀξιούτω τις τῇ τῶν ὑποκει μένων αὐτοῖς προσώπων ἀξίᾳ καὶ τάξει συνδιατίθεσθαι, ἀλλὰ αὐτὰ σκοπείτω ἐφ' ἑαυτῶν τὰ ὀνόματα, ποῖον τοῦ ἑτέρου τῷ λόγῳ τῆς ἐπινοίας προτέτακται (τὸ ὄνομα πάλιν φημί, οὐ τὸ πρᾶγμα τὸ διὰ τοῦ ὀνόματος σημαινόμενον), ποῖον τῶν εἰρημένων θέσιν τινὸς νοήματος καὶ ποῖον τὴν τοῦ τεθέντος ἀναίρεσιν ἐνδείκνυται· οἷον (σαφηνείας γὰρ ἕνεκεν διὰ τῶν ὁμοίων οἶμαι χρῆναι παραστῆσαι τὸν λόγον) παίδευσις καὶ ἀπαιδευσία ὀργὴ καὶ ἀοργησία πάθος καὶ ἀπάθεια καὶ ὅσα τοῦ τοιούτου εἴδους ἐστί, ποῖα τούτων τὸ προεπινοεῖσθαι τῶν ἄλλων ἔχει; ὅσα τὴν ἀναίρεσιν τοῦ τε θέντος ἢ ὅσα τὴν θέσιν τοῦ ὑποκειμένου παρίστησιν; ἐγὼ 1.1.649 μὲν τοῦτό φημι. πρότερον γὰρ νοεῖται ἡ παίδευσις καὶ ἡ ὀργὴ καὶ τὸ πάθος, καὶ τότε ἡ τῶν νοηθέντων ἀναίρεσις. οὕτω καὶ ἡ γέννησις καὶ ἡ ἀγεννησία. καὶ μηδεὶς διὰ τῆς ἐθελοθρησκείας διαβαλλέτω τὸν λόγον ὡς προτιθέντα τὸν 1.1.650 υἱὸν τοῦ γεννήσαντος. οὐ γὰρ τὸν υἱὸν προτετάχθαι τοῦ πατρὸς καὶ προεπινοεῖσθαι κατασκευάζομεν, εἰ περὶ τῆς τοῦ γεννητοῦ καὶ ἀγεννήτου σημασίας διαλαμβάνει ὁ λόγος. οὐκοῦν ἡ μὲν γέννησίς τινος πράγματος ἢ νοήματος θέσιν ἀποσημαίνει, ἡ δὲ ἀγεννησία τὴν τοῦ τεθέντος, καθὼς εἶπον, ἀναίρεσιν· ὥστε παντὶ τρόπῳ προεπινοεῖσθαι τοῦ τῆς 1.1.651 ἀγεννησίας ὀνόματος τὸ τῆς γεννήσεως ὄνομα. τί οὖν ἐν τούτοις οἰκεῖον τῷ πατρὶ τὸ τῇ τάξει δεύτερον ἐν τοῖς ὀνό μασιν ἐφαρμόζειν βιάζονται, καὶ οἴονται τό τινος ἀφαιρετικὸν νόημα δεικτικὸν καὶ περιληπτικὸν εἶναι τῆς τοῦ ὄντος οὐσίας, καὶ πρὸς τοὺς ἐλέγχοντας τὴν σαθρότητα τῶν λό γων ἀγανακτοῦσι καὶ παροξύνονται; 1.1.652 Ἰδοὺ γὰρ πῶς μνησικακεῖ τῷ τὸ σαθρὸν αὐτοῦ καὶ ἀσθενὲς τῆς κακουργίας φωράσαντι, καὶ ὡς ἀμύνεται αὐτὸν δι' ὧν δύναται· δύναται δὲ διὰ λοιδορίας μόνης καὶ ὕβρεως, καὶ σφόδρα γε αὐτῷ περιττεύει τὸ κτῆμα τῆς τοιαύτης δυνάμεως. καθάπερ γὰρ ἐπὶ τῶν καλλιγραφούντων τὸν λόγον σύνδεσμοί τινες τοῦ ῥυθμοῦ τὸ ἐνδέον παραπληροῦσι, τὸ εὔηχόν τε καὶ ἐναρμόνιον δι' ἑαυτῶν ἐντιθέντες τῇ συν τάξει τῆς λέξεως, οὕτω καὶ ἐν τοῖς πλείστοις ὧν λέγει [ἐν] ταῖς λοιδορίαις καταποικίλλει τὴν συγγραφήν, ὥσπερ καλλωπιζόμενος τῇ περιουσίᾳ τῆς τοῦ ὑβρίζειν δυνάμεως. 1.1.653 πάλιν γὰρ ἡμεῖς 20μάταιοι20, πάλιν 20τῶν ὀρθῶν λογι σμῶν ἁμαρτάνοντες20 καὶ 20οὐ μετὰ τῆς ἀρκούσης τῇ χρείᾳ παρασκευῆς τοῖς λόγοις ἐπιχειροῦν τες20 καὶ 20τῆς τοῦ λέγοντος διανοίας ἀπολειπό μενοι20. ταῦτα γὰρ πάντα καὶ ἔτι πλείω τούτων παρὰ τοῦ εὐσταθοῦντος στόματος ὁ διδάσκαλος ἡμῶν ὀνομάζεται. καὶ ἴσως οὐκ ἄλογος τῆς ὀργῆς ἡ αἰτία, ἀλλὰ δικαίως ὁ λογο 1.1.654 γράφος παρώξυνται. τί γὰρ αὐτὸν ἔδει λυπεῖν ἐξελέγχοντα τὴν ἀρρωστίαν τοῦ λόγου, τί δὲ παραγυμνοῦν τε καὶ φανερὸν ποιεῖν τοῖς ἀκεραιοτέροις τὸ βλάσφημον τῇ πιθανότητι τῶν σοφισμάτων συγκαλυπτόμενον; διὰ τί δὲ οὐκ ἐπικαλύπτει τῇ σιωπῇ τὰ σαθρὰ τοῦ δόγματος, ἀλλὰ στηλιτεύει τὸν δείλαιον, δέον ἐλεεῖν καὶ ἐπικαλύπτειν διὰ ἡσυχίας τὴν ἀσχημοσύνην τοῦ λόγου; ὁ δὲ ἐλέγχει καὶ θεατρίζει τὸν ὁπωσοῦν παρὰ τοῖς ἰδίοις μαθηταῖς ἐπὶ σοφίᾳ καὶ ἀγχινοίᾳ 1.1.655 τιμώμενον. εἶπέ που τῶν ἑαυτοῦ λόγων ὁ Εὐνόμιος 20ἕπε σθαι τῷ θεῷ τὸ ἀγέννητον20. ἐπέστη τῷ ῥήματι ὁ δι δάσκαλος ἡμῶν, ὅτι τὸ ἑπόμενον τῶν ἔξωθεν ἐπιθεωρου μένων ἐστίν, ἡ δὲ οὐσία οὐ τῶν ἔξωθέν τινος, ἀλλ' αὐτοῦ τοῦ εἶναι καθὸ ἔστι τὴν σημασίαν ἐνδείκνυται. διὰ τοῦτο ἀγανακτεῖ ὁ ἐπιεικής τε καὶ ἄμαχος καὶ πολύς ἐστιν εὐροῶν τοῖς ὀνείδεσι, διότι ἀκούσας τοῦ ῥηθέντος καὶ τῆς δια νοίας ἐπῄσθετο. τί οὖν ἥμαρτεν, εἰ ἐπιστατικῶς τῇ 1.1.656 διανοίᾳ τῶν γεγραμμένων ἐπηκολούθησεν; εἰ μὲν γὰρ οὐ κατὰ λόγον τῶν εἰρημένων ἐλάβετο, καλῶς ἔχει σοι τὰ εἰρημένα, καὶ ἡμεῖς <οὐκ> ἀγανακτήσομεν· εἰ δὲ ἐρυθριᾷς πρὸς τὸν ἔλεγχον, τί οὐκ ἐξαλείφεις ἐκ τῶν γεγραμμένων, ἀλλὰ λοιδορεῖς τὸν προφέροντα; ναί, φησίν, ἀλλ' οὐ συνῆκε 1.1.657 τοῦ λόγου τὸ βούλημα. τί οὖν ἀδικοῦμεν, εἰ ἄνθρωποι ὄντες ἐκ τῶν εἰρημένων τῆς διανοίας ἐστοχασάμεθα, τῶν ἐν κρυπτῷ τῆς καρδίας οὐδεμίαν κατάληψιν ἔχοντες; θεῷ μὲν γὰρ ὑπάρχει καὶ τὰ ἀθέατα βλέπειν καὶ τῶν μηδενὶ τρόπῳ καταλαμβανομένων τοὺς χαρακτῆρας ἐπισκοπεῖν καὶ τὴν ἀνομοιότητα τῶν ἀοράτων ἐπιγινώσκειν. ἡμεῖς δὲ μόνον δι' ὧν ἀκούομεν κρίνομεν. 1.1.658 Εἴρηται τοίνυν 20παρέπεσθαι τῷ θεῷ τὸ ἀγέν νητον20. ἐκ τοῦ λόγου τούτου τῶν ἔξωθέν τι τῷ θεῷ παρακολουθούντων τὴν ἀγεννησίαν αὐτὸν λέγειν ὑπενοή σαμεν. πάλιν εἴρηται 20μᾶλλον δὲ αὐτό ἐστιν οὐσία τὸ ἀγέννητον20. οὐκέτι τούτου συνεῖναι τὴν ἀκολουθίαν ἰσχύσαμεν, πολὺ τὸ ἀπεμφαινόμενον καὶ τὸ ἀλλόκοτον ἐν 1.1.659 τοῖς σημαινομένοις κατανοήσαντες. εἰ γὰρ παρέπεται τῷ θεῷ τὸ ἀγέννητον, τὸ δὲ ἀγέννητον οὐσία ἐστί, δύο τινῶν πάντως οὐσιῶν ἔννοιαν ἐν ταὐτῷ κατασκευάζει ὁ λόγος· ὡς εἶναι μὲν τὸν θεὸν κατὰ ταὐτὸν ** ὡς εἶναί ποτε καὶ εἶναι <εἰσαεὶ> πεπίστευται, ἔχειν δὲ παρεπομένην αὐτῷ οὐσίαν ἄλλην, ἣν 20ἀγεννησίαν20 προσαγορεύουσιν, ἕτερόν τι οὖσαν παρὰ τὸν οὗ ἐστιν ἐπακολούθημα, καθώς φησιν ὁ διδάσκαλος· καὶ εἰ οὕτω ταῦτα κελεύει νοεῖν, συγγνώτω τοῖς ἰδιώταις ἡμῖν, μὴ δυναμένοις τῇ λεπτότητι ταύτῃ τῶν θεωρημάτων ἐφίστασθαι. 1.1.660 Εἰ δὲ ἀποβάλλει τοῦτον τὸν λόγον καὶ οὔ φησι διπλῆν οὐσίαν περὶ τὸν θεὸν λέγειν, τὴν μὲν ἐκ τῆς θεότητος, τὴν δὲ ἐκ τῆς ἀγεννησίας γνωριζομένην, ἑαυτῷ συμβουλευ σάτω ὁ μήτε προπετὴς καὶ ἀπόνηρος μὴ πολὺ νέμειν ταῖς λοιδορίαις ἐν τοῖς ὑπὲρ τῆς ἀληθείας ἀγῶσιν, ἀλλὰ διασα φεῖν τοῖς ἀπαιδεύτοις ἡμῖν, πῶς τὸ ἐπακολουθοῦν καὶ τὸ προηγούμενον οὐκ ἄλλο τι καὶ ἄλλο ἐστίν, ἀλλ' ἓν ἀμφό τερα γίνεται· καὶ γὰρ ἐν οἷς ὑπερμάχεται νῦν τοῦ λόγου, μένει παραπλησίως τὸ ἄτοπον, καὶ οὐδέν, καθὼς αὐτός φησιν, 20ἡ τῶν εὐαριθμήτων ἐκείνων ῥημάτων 1.1.661 προσθήκη20 διορθοῦται τὸ τῶν εἰρημένων ἀσύμφωνον. τίνα γὰρ ἐν τούτοις ἔστιν εὑρεῖν διδασκαλίαν, οὔπω κατιδεῖν ἠδυνήθην. εἰρήσεται δὲ αὐτὰ τὰ γεγραμμένα παρ' αὐτοῦ ἐπὶ λέξεως. 20εἴπομεν20, φησί· 20μᾶλλον δὲ αὐτό ἐστιν ἀγέννητον, οὐκ εἰς τὸ εἶναι συναιροῦντες τὸ δειχθὲν ἀκολουθεῖν, ἀλλὰ τὸ μὲν Ἀκολουθεῖ τῇ προσηγορίᾳ, τὸ δὲ Ἐστὶ τῇ οὐσίᾳ συναρμό ζοντες. ὧν συντεθέντων γένοιτο ἂν πᾶς ὁ λόγος τοιοῦτος, ὅτι ἀκολουθεῖ τὸ ἀγέννητον ὄνομα, ἐπείπερ αὐτό ἐστιν ἀγέννητος20. τίνα τοίνυν ἑρμηνέα τῶν εἰρημένων παραστησόμεθα; 20οὐκ εἰς τὸ εἶναι20, φησί, 1.1.662 20συναιροῦντες τὸ δειχθὲν ἀκολουθεῖν20. ἀλλὰ τὸ μὲν "120συναιροῦντες20"2 ἴσως ἄν τινες τῶν αἰνιγματιστῶν εἴποιεν ἀντὶ τοῦ "1συνάπτοντες"2 αὐτῷ νενοῆσθαι, τῶν δὲ λοιπῶν πῶς ἄν τις ἐπιγνοίη τὸ συνετὸν καὶ ἀκόλουθον; τὸ φανέν, φησίν, ἐκ τῆς ἀκολουθίας οὐ πρὸς τὴν οὐσίαν, ἀλλὰ πρὸς τὴν προσηγορίαν οἰκείως ἔχει. ἡ δὲ προσηγορία, ὦ σοφώτατε, τί; πότερον ἀπᾴδει τῆς οὐσίας ἢ σύνδρομός ἐστι 1.1.663 κατὰ τὴν ἔννοιαν; εἰ μὲν γὰρ ἀνοικείως ἔχει πρὸς τὴν οὐσίαν τὸ ὄνομα, πῶς ὑπὸ τῆς τοῦ ἀγεννήτου προσηγορίας ἡ οὐσία χαρακτηρίζεται; εἰ δὲ 20προσφυῶς20, καθὼς αὐτὸς ὀνομάζεις, ὑπὸ τῆς ἀγεννησίας ἡ οὐσία περιλαμβάνεται, πῶς ἐνταῦθα καταμερίζεται; καὶ τὸ μὲν ὄνομα τῆς οὐσίας ἑτέρῳ ἀκολουθεῖ, αὐτὴ δὲ πάλιν ἡ οὐσία ἑτέρῳ. τίς δὲ ἡ σύνθεσις τοῦ παντὸς λόγου; 20ἀκολουθεῖ20, φησί, τῷ θεῷ 20τὸ ἀγέννητον ὄνομα, ἐπείπερ αὐτό ἐστιν ἀγέν 1.1.664 νητος20. ἄλλο τι ὄντι τῷ θεῷ παρὰ τὸ ἀγέννητον ἀκολου θεῖν τοῦτο λέγει τὸ ὄνομα; καὶ πῶς τὴν θεότητα ἐν τῇ ἀγεννησίᾳ ὁρίζεται; ἀλλ' ἀγεννήτῳ ὄντι τῷ θεῷ ἕπεσθαι πάλιν φησὶ τὸ ἀγέννητον. καὶ τίς ἡμῖν τῶν αἰνιγμάτων τούτων διαλύσει τὸν γρῖφον, ἀγέννητον προηγούμενον καὶ ἀγέννητον ἐφεπόμενον καὶ προσηγορίαν οὐσίας νῦν μὲν προσφυῶς ἐφηρμοσμένην, πάλιν δὲ ὡς ἀλλοτρίαν παρεπο 1.1.665 μένην; τίς δὲ αὐτῷ καὶ ἡ τοσαύτη περὶ τὸ τῆς ἀγεννησίας ὄνομα πτόησις, ὥστε ἐκείνῳ πᾶσαν ἀνατιθέναι τὴν τῆς θεότητος φύσιν, καὶ εἰ μὲν οὕτως ὀνομασθείη, μηδὲν τῆς εὐσεβείας ἐνδεῖν, εἰ δὲ μή, τὸν πάντα τῆς πίστεως κινδυ νεύεσθαι λόγον; καὶ εἰ μὴ περιττόν τις καὶ παρέλκον οἰήσε τὸ περὶ τούτων βραχέα διαλαβεῖν, οὑτωσὶ τὸν λόγον διαληψόμεθα. 1.1.666 Τὸ ἀΐδιον τῆς θείας ζωῆς, ὡς ἄν τις ὅρῳ τινὶ περι λαβὼν ὑπογράψειε, τοιοῦτόν ἐστιν. ἀεὶ μὲν ἐν τῷ εἶναι καταλαμβάνεται, τοῦ δὲ ποτὲ μὴ εἶναι καὶ ποτὲ μὴ ἔσεσθαι 1.1.667 τὸν λόγον οὐκ ἐπιδέχεται. ἀλλ' ὥσπερ ἐπὶ τοῦ κυκλοτεροῦς σχήματος οἱ τὰ ἐπίπεδα γεωμετροῦντες ἐξίσης ἀπὸ τοῦ κέντρου πρὸς τὸ διάστημα τῆς γραμμῆς πρὸς ἑαυτὴν ἑλι χθείσης ἀόριστον εἶναι τὴν ἀρχὴν τοῦ σχήματος λέγουσι, μήτε εἰς τέλος ὁμολογούμενον μήτε εἰς ἀρχὴν φανερὰν τῆς γραμμῆς διασπωμένης, ἀλλ' ἐκ τῶν ἴσων διαστημάτων πανταχόθεν ἐκ τοῦ κέντρου πρὸς ἑαυτὴν ἡνωμένης ἐκφυγεῖν τὸ ἀρχήν τινα καὶ τελευτὴν ἐπιδέξασθαι, οὕτω καὶ μηδεὶς συκοφαντείτω τὸν λόγον ὡς περιγεγραμμένῳ σχήματι τὴν 1.1.668 ἀόριστον φύσιν προσεικαζόντων. οὐ γὰρ πρὸς τὴν περιγρα φὴν τοῦ κύκλου βλέποντες, ἀλλὰ πρὸς τὸ ὅμοιον τοῦ παν ταχόθεν ἀλήπτου τῆς ζωῆς ἀφορῶντές φαμεν τοῦ ἀϊδίου τὴν ἔννοιαν τοιαύτην εἶναι. ἀπὸ γὰρ τοῦ νῦν ἐνεστῶτος ὥσπερ ἀπὸ κέντρου καὶ σημείου τινὸς πανταχόθεν τὴν διά νοιαν πρὸς τὸ ἄπειρον τῆς ζωῆς ἐπεκτείνοντές τε καὶ πε ριάγοντες ἴσως καὶ ὁμοίως ὑπὸ τῆς ἀκαταληψίας ἐν κύκλῳ περιελκόμεθα, συνεχῆ καὶ ἀδιάστατον αὐτὴν πρὸς ἑαυτὴν τὴν θείαν ζωὴν ἁπανταχόθεν καταλαμβάνοντες καὶ οὐδὲν 1.1.669 πέρας κατ' οὐδὲν μέρος ἐπιγνῶναι δυνάμενοι. τοῦτο λέγομεν περὶ τῆς ἀϊδιότητος τοῦ θεοῦ, ὃ παρὰ τῆς προφητείας ἠκούσαμεν, ὅτι θεὸς καὶ βασιλεὺς προαιώνιος καὶ βασιλεύει τὸν αἰῶνα καὶ ἐπ' αἰῶνα καὶ ἔτι, καὶ διὰ τοῦτο ἀνώτερον μὲν πάσης ἀρχῆς, περισσότερον δὲ παντὸς τέλους εἶναι διο ριζόμεθα. ταύτην οὖν τὴν ἔννοιαν ὡς πρέπουσαν τῷ θεῷ τῶν ὅλων περὶ αὐτὸν ἔχοντες δύο προσηγορίαις τὸ νοηθὲν ἐξαγ γέλλομεν, τῷ ἀγεννήτῳ καὶ τῷ ἀτελευτήτῳ τὸ ἄπειρον καὶ 1.1.670 διηνεκὲς καὶ ἀΐδιον τῆς ζωῆς τοῦ θεοῦ παριστῶντες. εἰ γὰρ τὸ ἕτερον τούτων μόνον εἰς τὴν διάνοιαν ταύτην παρα ληφθείη, σιωπηθείη δὲ τὸ λειπόμενον, χωλεύσει πάντως τὸ σημαινόμενον ἐν τῷ λείποντι. οὐ γὰρ ἔστι δυνατὸν <δι'> ἑνός τινος τούτων τὴν ἐν ἑκατέρῳ σημασίαν ὑγιῶς παραστῆσαι. ὁ γὰρ ἀτελεύτητον εἰπὼν τὴν πρὸς τὸ τέλος μόνον ἀλλο τρίωσιν ἔδειξεν, οὐ μήν τι καὶ περὶ τῆς ἀρχῆς διελέχθη· καὶ ὁ τὸν ἄναρχον ὀνομάσας τὸ μὲν ὑπὲρ ἀρχὴν εἶναι τὸ σημαινόμενον ἔδειξε, τὸν δὲ περὶ τοῦ τέλους λόγον ἀφῆκεν ἀμφίβολον. 1.1.671 Τούτων οὖν, ὡς ἔφην, τῶν ὀνομάτων ἐπίσης τὸ ἀΐδιον τῆς θείας ζωῆς παριστώντων, καιρὸς ἂν εἴη κατεξετάσαι, πῶς οὗτοι διατεμόντες τοῦ ἀϊδίου τὸ σημαινόμενον τὸ μὲν τῆς ἀρχῆς ἀναιρετικὸν νόημα οὐσίαν εἶναί φασιν, [οὐ περὶ τὸ ἀΐδιον θεωρεῖσθαι] τὸ δὲ τοῦ τέλους ἀνεπίδεκτον ἐν τοῖς ἔξω τῆς οὐσίας λογίζονται, οὐκ οἶδα τίνι διανοίᾳ τὸ τοιοῦ τον ἀποκληροῦντες, ὥστε τὸ μὲν ἀρχὴν μὴ ἔχειν ἐν οὐσίᾳ τίθεσθαι, τὸ δὲ τέλος μὴ ἔχειν ὡς ἐκτὸς τῆς οὐσίας ἀπο 1.1.672 ποιεῖσθαι. ἐχρῆν γάρ, ἐπειδὴ τὰ δύο περὶ τὸ αὐτὸ θεω ρεῖται, ἢ ἀμφότερα εἰς τὸν τῆς οὐσίας παραδέχεσθαι λόγον ἤ, εἰ τὸ ἓν ἀπόβλητον ἔκριναν, συναποβάλλειν τούτῳ καὶ τὸ λειπόμενον. εἰ δὲ πάντως ἀρέσκει διελόντας τοῦ ἀϊδίου τὴν ἔννοιαν τὸ μέν τι εἰς οὐσίαν τῆς θείας φύσεως κατα τάττειν, τὸ δὲ ἐν τοῖς μὴ οὖσι λογίζεσθαι, (ἐπειδὴ ταπεινοῖς λογισμοῖς τὰ τοιαῦτα κρίνειν ἐθέλουσι, πρὸς τὸ ὕψος τῶν περὶ θεοῦ νοημάτων ὥσπερ τὰ πτερορρυήσαντα τῶν ὀρνέων οὐκ ἀνιπτάμενοι), συμβουλεύσαιμι ἂν αὐτοῖς ἔγωγε μετα λαβεῖν πρὸς τὸ ἐναντίον τὰ δόγματα, ὡς τὸ μὲν ἀτελεύ τητον ἐν οὐσίᾳ λογίζεσθαι, περιορᾶν δὲ μᾶλλον τοῦ ἀτελευ τήτου τὸ ἄναρχον, τῷ μέλλοντι καὶ τῷ κατ' ἐλπίδας πλέον ἢ τῷ παρῳχηκότι καὶ ἑώλῳ τὰ πρωτεῖα προσνέμοντας. 1.1.673 ἐπειδὴ γάρ (λέγω δὲ ταῦτα διὰ τοὺς μικροὺς τὰ ψυχάρια ἑκουσίως τῇ τῶν νηπίων ὑπολήψει συγκατάγων τὸν λόγον) ἐπειδὴ τοίνυν τὸ παρελθὸν τῆς ζωῆς ἀντ' οὐδενός ἐστι τῷ ζήσαντι, πᾶσα δὲ ἡ σπουδὴ τοῖς ζῶσι πρὸς τὸ μέλλον καὶ προσδοκώμενον γίνεται, τιμιώτερον ἂν εἴη τοῦ ἀνάρχου τὸ ἀτελεύτητον, ὅτι πρὸς τὸ μέλλον καὶ προσδοκώμενον τὸ 1.1.674 ἀθάνατον φέρεται. ὥστε ἢ θεοπρεπῆ καὶ ὑψηλὰ <τὰ> περὶ τῆς θείας φύσεως ἔστω νοήματα, ἢ εἴπερ ἀνθρωπίνοις λογισμοῖς κρίνουσι τὰ τοιαῦτα, τὸ μέλλον ἔστω τοῦ παρῳ χηκότος αὐτοῖς τιμιώτερον, καὶ τούτῳ τοῦ θεοῦ τὴν οὐσίαν περιγραφέτωσαν, ἐπειδὴ πᾶν τὸ παρελθὸν ἤδη τοῦ χρόνου τῇ παρόδῳ συναφανίζεται, τὸ δὲ προσδοκώμενον διὰ τῆς ἐλπίδος τὴν ὑπόστασιν ἔχει. 1.1.675 Ἀλλὰ ταῦτα μὲν ὡς παιδίοις τοῖς ἐν τῇ ἀγορᾷ καθ ημένοις καὶ παίζουσι γελοῖα καὶ παιδαριώδη προφέρω· οὐδὲ γὰρ ἔστι τὸ χαμαιρριφές τε καὶ γήϊνον τῶν τῆς αἱρέ σεως δογμάτων ἐπισκεπτόμενον μὴ οὐχὶ πάντως εἰς μειρα 1.1.676 κιώδη τινὰ παιδιὰν ὑποφέρεσθαι. ἐκεῖνο δὲ προσθεῖναι τῷ λόγῳ καλῶς ἔχειν φημί, ὅτι τῆς τοῦ ἀϊδίου σημασίας δι' ἀμφοτέρων κατὰ τὸν ῥηθέντα λόγον συμπληρουμένης, ἔκ τε τῆς <τῆς> ἀρχῆς καὶ ἐκ τῆς τοῦ τέλους ἀλλοτριώσεως, εἰ μὲν ἐν τῷ ἑνὶ τὴν οὐσίαν τοῦ θεοῦ περιγράφοιεν, ἡμιτελὴς αὐτοῖς καὶ ἡμίτομος ὁ τῆς οὐσίας λόγος ἀναφανήσεται, ἐν μόνῳ τῷ ἀνάρχῳ νοούμενος, τὸ δὲ ἀτελεύτητον ἐν ἑαυτῷ 1.1.677 κατ' οὐσίαν μὴ κεκτημένος. εἰ δὲ ἀμφότερα συνθέντες τὸν τῆς οὐσίας λόγον δι' ἑκατέρων συναπαρτίσουσι, πάλιν σκο πήσωμεν τὴν συναναδεικνυμένην ἀτοπίαν τῷ λόγῳ· εὑρε θήσεται γὰρ αὐτοῖς οὐκέτι πρὸς τὸν μονογενῆ μόνον, ἀλλὰ καὶ πρὸς ἑαυτὸν ἀλλοτρίως ἔχων. σαφὴς δὲ ὁ λόγος καὶ οὐδὲ πολλῆς τῆς ἐπιστασίας δεόμενος. ὁ γὰρ τῆς ἀρχῆς καὶ ὁ τοῦ τέλους λόγος ἐναντίως ἑκάτερος πρὸς τὸν ἕτερον ἔχει, καὶ διάφορον ἐπ' ἀμφοτέρων τὸ σημαινόμενον, ὥσπερ καὶ ἐπὶ τῶν λοιπῶν τῶν κατὰ διάμετρον ἀλλήλοις ἀντικει 1.1.678 μένων, οἷς οὐδὲν ὕπεστι μέσον. ὁ γὰρ ἐρωτηθεὶς τὸν περὶ τῆς ἀρχῆς λόγον οὐ τὸν αὐτὸν ἀποδώσει τῷ περὶ τοῦ τέ λους ὅρῳ, ἀλλ' ἐπὶ τὸ ἐναντίον ἐκείνῳ προάξει τὸν ὡρι σμένον τῆς ἀρχῆς λόγον. οὐκοῦν καὶ τὰ ἑκατέρῳ τούτων ἀντικείμενα κατὰ τὸ ἴσον μέτρον τῆς ἀντιθέσεως καὶ ἀπ' ἀλλήλων διενεχθήσεται, καὶ ἄλλο τι ὁμολογηθήσεται εἶναι τὸ ἄναρχον, ὅπερ ἀντίκειται τῷ ὑπὸ τῆς ἀρχῆς δηλουμένῳ, ἄλλο δέ τι τὸ ἀτελεύτητον, ὅπερ ἀναιρετικὸν τοῦ τέλους 1.1.679 ἐστίν. εἰ οὖν ταῦτα τὰ δύο εἰς τὴν οὐσίαν τοῦ θεοῦ φέ ροντες ἀναθήσουσι, τό τε ἀτελεύτητόν φημι καὶ τὸ ἄναρχον, δύο τινῶν ἐναντίων καὶ ἀσυμφώνων συνδρομὴν τὸν θεὸν ἑαυτῶν ἀποδείξουσι. τὴν γὰρ τοῦ τέλους πρὸς τὴν ἀρχὴν ἐναν τίωσιν ἡ ἑκατέρῳ τούτων ἀντικειμένη διάνοια καὶ ἐφ' ἑαυ τῆς ἐπιδείκνυται. τὰ γὰρ τοῖς ἀντικειμένοις ἐναντία καὶ 1.1.680 ἀλλήλοις ἐναντία πάντως ἐστίν. ἀληθὴς δὲ ὁ λόγος ὅτι πάντα, ὅσα τοῖς ἐναντίως ἔχουσι κατὰ τὴν φύσιν ἀντι καθίσταται, ταῦτα καὶ πρὸς ἄλληλα τὸ ἐναντίον ἔχει, ὡς ἐπὶ τῶν ὑποδειγμάτων ἔστιν ἰδεῖν. τῷ πυρὶ τὸ ὕδωρ ἀνθ έστηκεν· οὐκοῦν καὶ αἱ ἀναιρετικαὶ τούτων δυνάμεις ἀλ λήλαις ἐναντιώσονται. εἰ γὰρ σβεστικὴ τοῦ πυρός ἐστιν ἡ ὑγρότης, ἀναιρετικὴ δὲ τοῦ ὕδατός ἐστιν ἡ ξηρότης, τὴν τοῦ ὕδατος πρὸς τὸ πῦρ ἐναντίωσιν καὶ αἱ ἀντικείμεναι τούτοις ποιότητες καὶ ἐφ' ἑαυτῶν διεσώσαντο, ὡς ἐναντίως 1.1.681 ἔχειν ὁμολογεῖσθαι τῷ ξηρῷ τὴν ὑγρότητα. οὕτως οὖν καὶ τῆς ἀρχῆς καὶ τοῦ τέλους ὑπεναντίως διακειμένων, τὰ ἀντικείμενα τούτοις ὀνόματα καὶ ἀλλήλοις μάχεται κατὰ τὴν ἔννοιαν, τὸ ἄναρχον λέγω καὶ τὸ ἀτελεύτητον. εἰ τοίνυν τὸ ἕτερον τούτων μόνον τῆς οὐσίας ἐνδεικτικὸν εἶναι ὁρίζονται (πάλιν γὰρ τὸν αὐτὸν ἐπαναλήψομαι λόγον), ἐξ ἡμισείας προσμαρτυρήσουσιν οὕτω τῷ θεῷ τὸ εἶναι, ἐν μόνῳ τῷ ἀνάρχῳ περιγράφεσθαι λέγοντες αὐτοῦ τὴν οὐσίαν, 1.1.682 πρὸς δὲ τὸ ἀτελεύτητον οὐκέτι ἐκτείνοντες· εἰ δὲ ἀμφότερα εἰς τὸν τῆς οὐσίας λόγον φέροντες καταθήσουσιν, οὐδὲν ἕτερον ἢ ἐξ ἐναντίων αὐτὴν συγκεῖσθαι ἀποφανοῦνται κατὰ τὸν ῥηθέντα τρόπον, τῇ κατὰ τὸ τέλος πρὸς τὴν ἀρχὴν ἐναντιώσει τῷ ἀτελευτήτῳ καὶ ἀνάρχῳ κατ' οὐσίαν διασχι ζομένην. καὶ οὕτως εὑρίσκεται αὐτῶν ὁ θεὸς ποικίλον τι χρῆμα καὶ σύνθετον, ἐξ ἀντικειμένων τινῶν συγκεκροτη μένος. 1.1.683 Ἀλλ' οὔτε ἔστιν οὔτε μὴ γένηται δόγμα τοιοῦτον ἐν ἐκκλησίᾳ θεοῦ, ὥστε τὸν ἁπλοῦν καὶ ἀσύνθετον μὴ μόνον πολυειδῆ καὶ ποικίλον, ἀλλὰ καὶ ἐξ ἐναντίων συγκείμενον ἀποφαίνεσθαι. ἡ γὰρ ἁπλότης τῶν τῆς ἀληθείας δογμά των τὸν θεὸν ὅπερ ἐστὶν ὑποτίθεται, οὔτε ὀνόματι οὔτε δια νοήματι οὔτε τινὶ ἄλλῃ καταληπτικῇ ἐπινοίᾳ περιληφθῆναι δυνάμενον, οὐ μόνον ἀνθρωπίνης, ἀλλὰ καὶ ἀγγελικῆς καὶ πάσης ὑπερκοσμίου καταλήψεως ὑψηλότερον μένοντα, ἄφρα στόν τε καὶ ἀνεκφώνητον καὶ πάσης τῆς διὰ λόγων σημα σίας ἀνώτερον, ἓν ὄνομα γνωριστικὸν τῆς ἰδίας ἔχοντα φύ σεως, τὸ μόνον αὐτὸν ὑπὲρ πᾶν εἶναι ὄνομα· ὃ δὴ καὶ τῷ μονογενεῖ κεχάρισται, διὰ τὸ πάντα ὅσα ἔχει ὁ πατὴρ καὶ 1.1.684 τοῦ υἱοῦ εἶναι. τῆς δὲ ἀϊδιότητος αὐτοῦ, οὐχὶ τῆς οὐσίας ἐνδεικτικὰς εἶναι τὰς φωνὰς ταύτας ὁμολογεῖ τῆς εὐσεβείας ὁ λόγος, τήν τε ἀγέννητόν φημι καὶ τὴν ἀτελεύτητον, ὡς τοῦ μὲν ἀγεννήτου τὸ μηδεμίαν αὐτοῦ ὑπερκεῖσθαι ἀρχὴν καὶ αἰτίαν ἐνδεικνυμένου, τοῦ δὲ ἀτελευτήτου τὸ εἰς μηδὲν πέρας στήσεσθαι αὐτοῦ τὴν βασιλείαν σημαίνοντος. Σὺ γάρ, φησίν, ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι, διὰ μὲν τοῦ εἶναι τὸ μὴ ἐξ αἰτίας τινὸς ὑποστῆναι σημαί νων, διὰ δὲ τοῦ ἐφεξῆς τὴν ἄπαυστόν τε καὶ ἀτελεύτητον μακαριότητα τῆς ζωῆς ἐνδεικνύμενος. 1.1.685 Ἀλλ' ἴσως ἐρεῖ τις καὶ τῶν εὐλαβεστέρων ἐπιστὰς τοῖς περὶ τοῦ ἀϊδίου ἡμῖν ἐξητασμένοις, ὅτι χαλεπόν ἐστι τὸν περὶ τοῦ μονογενοῦς λόγον διὰ τῶν εἰρημένων παρελ θεῖν ἀπροσκόπως. δύο γὰρ ἀπεμφαινόντων δογμάτων, ἑνὶ ὁ λόγος συνενεχθήσεται. ἢ γὰρ ἀγέννητον εἶναι καὶ τὸν υἱὸν κατασκευάσομεν, ὅπερ ἄτοπον, ἢ οὐδὲ τὸ ἀΐδιον αὐτῷ 1.1.686 συγχωρήσομεν, ὅπερ ἴδιον τῶν βλασφημούντων ἐστίν. εἰ γὰρ τῷ ἀνάρχῳ καὶ ἀτελευτήτῳ ἡ ἀϊδιότης γνωρίζεται, ἀνάγκη πᾶσα ἢ ἀσεβεῖν μὴ ὁμολογοῦντας τοῦ υἱοῦ τὸ ἀΐδιον, ἢ πρὸς τὴν τῆς ἀγεννησίας ὑπόληψιν ἐν ταῖς περὶ τοῦ μονογενοῦς ὑπονοίαις ἐκφέρεσθαι. τί οὖν ἡμεῖς; εἰ μέν τινα χρονικὴν ἔμφασιν ὑπερετίθει τῆς τοῦ μονογενοῦς ὑποστάσεως ὁ τὸν πατέρα τοῦ υἱοῦ μόνῳ τῷ τῆς αἰτίας λόγῳ προθεωρῶν, εἰκότως ἂν ὁ τῆς ἀϊδιότητος ἡμῖν περὶ 1.1.687 τοῦ υἱοῦ λόγος ἐκινδυνεύετο. νυνὶ δὲ τὸ ποτὲ μὴ ἔσεσθαι

ἐπὶ τῆς προαιωνίου φύσεως ἴσως καὶ ὁμοίως ἐπί τε τῆς τοῦ πατρὸς ζωῆς καὶ τῆς τοῦ μονογενοῦς [ἀλλὰ καὶ τῆς τοῦ ἁγίου πνεύματος ὁμολογίας] οὐ δέχεται· ἔνθα γὰρ 1.1.688 χρόνος οὐκ ἔστι, καὶ τὸ ποτὲ συνανῄρηται. εἰ δὲ ἀεὶ ἐν τῷ εἶναι καταλαμβάνεται ὁ υἱὸς τῇ περὶ τοῦ πατρὸς ἐννοίᾳ συναναφαινόμενος, τίς ὁ φόβος προσμαρτυρεῖν τῷ μονογενεῖ τὸ ἀΐδιον, τῷ μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς ἔχοντι τέλος; ὡς γὰρ ἐκ φωτὸς φῶς καὶ ζωὴ ἐκ ζωῆς καὶ ἐξ ἀγαθοῦ ἀγαθὸς σοφός τε καὶ δίκαιος καὶ δυνατὸς καὶ τὰ ἄλλα πάντα ὡσαύτως ἐκ τοιούτου τοιοῦτος, οὕτω καὶ ἐξ ἀϊδίου πάντως ἀΐδιος. 1.1.689 Ἀλλ' ὑφαρπάζει τὸν λόγον ὁ ἀντιλογικός τε καὶ φίλ ερις, ὡς τῆς ἀκολουθίας ταύτης καὶ ἐξ ἀγεννήτου ἀγέν νητον ὑπονοεῖσθαι ποιούσης. ἀλλὰ νηψάτω τῇ καρδίᾳ καὶ ταῖς ἰδίαις ἐπιστήτω φωναῖς ὁ μαχόμενος, ὅτι τὸ ἐκ τοῦ πατρὸς ὁμολογῶν τὴν τοῦ ἀγεννήτου ὑπόνοιαν ἐπὶ τοῦ μονο γενοῦς ἀπεπέμψατο, καὶ οὐδεὶς ἔπεστι φόβος καὶ ἀΐδιον 1.1.690 αὐτὸν καὶ οὐκ ἀγέννητον λέγειν. ὅτι μὲν γὰρ οὐ διαστή ματι χρονικῷ τοῦ υἱοῦ τὸ εἶναι περιορίζεται, ἀλλὰ καὶ πρὸ τῶν αἰώνων καὶ μετὰ τούτους τὸ ἄπειρον αὐτοῦ τῆς ζωῆς ἁπανταχόθεν ἐκκέχυται, κυρίως τῇ τοῦ ἀϊδίου προσηγορίᾳ κατονομάζεται· ὅτι δὲ πάλιν υἱὸς καὶ ὢν καὶ λεγόμενος συνημμένως τὴν τοῦ πατρὸς ἔννοιαν ἑαυτῷ συνθεωρεῖσθαι δίδωσι, τὸ ἀγεννήτως εἶναι δοκεῖν διὰ τούτου ἐκπέφευγεν, ἀεὶ συνὼν τῷ ἀεὶ ὄντι πατρί, καθὼς εἶπε καὶ ἡ θεόπνευστος ἐκείνη τοῦ διδασκάλου ἡμῶν φωνή, ὅτι γεννητῶς τῇ ἀγεν 1.1.691 νησίᾳ τοῦ πατρὸς συναπτόμενος. ὁ δὲ αὐτὸς ἡμῖν καὶ περὶ τοῦ ἁγίου πνεύματος λόγος, ἐν μόνῃ τῇ τάξει τὴν διαφορὰν ἔχων. ὡς γὰρ συνάπτεται τῷ πατρὶ ὁ υἱὸς καὶ τὸ ἐξ αὐτοῦ εἶναι ἔχων οὐχ ὑστερίζει κατὰ τὴν ὕπαρξιν, οὕτω πάλιν καὶ τοῦ μονογενοῦς ἔχεται τὸ πνεῦμα τὸ ἅγιον, ἐπινοίᾳ μόνῃ κατὰ τὸν τῆς αἰτίας λόγον προθεωρουμένου τῆς τοῦ πνεύ ματος ὑποστάσεως· αἱ δὲ χρονικαὶ παρατάσεις ἐπὶ τῆς προαιωνίου ζωῆς χώραν οὐκ ἔχουσιν. ὥστε τοῦ λόγου τῆς αἰτίας ὑπεξῃρημένου ἐν μηδενὶ τὴν ἁγίαν τριάδα πρὸς ἑαυ τὴν ἀσυμφώνως ἔχειν. Τὰ μὲν δὴ πρῶτα τῶν πρὸς Εὐνόμιον ἀγώνων ἱκανῶς ἤδη κατὰ θείαν συμμαχίαν ἐν τοῖς φθάσασι διήνυσται πόνοις, καθὼς πάρεστι τοῖς βουλομένοις ἐξ αὐτῶν ἡμῖν τῶν πεπονημένων μαθεῖν, ὅπως ἐν τῷ προτέρῳ τῶν λόγων ἡ ἀπάτη κατὰ κράτος ἐλήλεγκται, καὶ οὐδεμίαν ἰσχὺν ἔτι κατὰ τῆς ἀληθείας ἐν τοῖς ἐξητασμένοις τὸ ψεῦδος ἔχει τοῖς γε μὴ λίαν ἐκθύμως ἀναισχυντοῦσι πρὸς τὴν ἀλή 2.1.2 θειαν. ἐπειδὴ δὲ καὶ δεύτερος αὐτῷ κατὰ τῆς εὐσεβείας πόνος οἷόν τις λῃστρικὸς συγκεκρότηται λόχος, πάλιν τοῦ θεοῦ συμμαχοῦντος δι' ἡμῶν ἡ ἀλήθεια τῇ παρατάξει τῶν ἐχθρῶν ἀνθοπλίζεται, καθάπερ τις στρατηγὸς προκαθη γουμένη τῶν ἡμετέρων λόγων καὶ πρὸς τὸ δοκοῦν ἑαυτῇ κατὰ τῶν πολεμίων εὐθύνουσα, ᾗ κατ' ἴχνος ἑπόμενοι θαρ ρούντως τοῖς δευτέροις τῶν ἀγώνων ἐπιτολμήσομεν οὐδὲν καταπλαγέντες τὴν τοῦ ψεύδους παράταξιν, κἂν ἐν πλήθει 2.1.3 προφαίνηται λόγων· πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος χι λίους ὑφ' ἑνὸς διωχθήσεσθαι καὶ μυριάδας ὑπὸ δύο μετα κινηθήσεσθαι, ὡς τῆς εὐσεβείας, οὐ τῆς πολυχειρίας ἐχού 2.1.4 σης τὸ κατὰ πόλεμον κράτος. ὥσπερ γὰρ ὁ πολύσαρκος Γολιὰθ τὴν βαρεῖαν ἐκείνην τοῖς Ἰσραηλίταις ἐπισείων αἰχμὴν οὐδεμίαν ἐπήγαγε δειλίαν ἀνδρὶ ποιμένι καὶ ἀμελετήτῳ τῆς πολεμικῆς εὐστροφίας, ᾧ συμπλακεὶς κατὰ τὴν μάχην ἀκέ φαλος γίνεται, πρὸς τοὐναντίον αὐτῷ τῆς ἐλπίδος περιτρα πείσης, τὸν αὐτὸν τρόπον καὶ ὁ καθ' ἡμᾶς Γολιὰς ὁ τῆς ἀλλοφύλου καθηγούμενος γνώσεως πρόκωπόν τε καὶ γυμνὴν οἷόν τινα ῥομφαίαν τὴν βλασφημίαν τοῖς ἀντιτεταγμένοις προτείνων καὶ στίλβων ἅμα τοῖς νεοθήκτοις σοφίσμασιν, οὐκ ἐφάνη φοβερὸς καὶ δυσάντητος τοῖς ἰδιώταις ἡμῖν, ὡς κατ' ἐξουσίαν ἔχειν αὐτὸν τῇ ἐρημίᾳ τῶν ἀντιβαινόντων ἐπικομ πάζειν· ἀλλ' εὗρεν ἡμᾶς ἐκ τῆς τοῦ κυρίου ποίμνης αὐτο σχεδίους πολεμιστὰς τοὺς μήτε μαθόντας λογομαχεῖν μήτε ζημίαν τὸ μὴ μεμαθηκέναι νομίζοντας ἰδιωτικόν τε καὶ ἀγροικίζοντα τὸν λόγον τῆς ἀληθείας κατ' αὐτοῦ σφενδονή 2.1.5 σαντας. ἐπειδὴ τοίνυν καὶ ὁ μνημονευθεὶς ἐκεῖνος ποιμὴν τῇ σφενδόνῃ καταβαλὼν τὸν ἀλλόφυλον, ὑπορραγείσης τῷ λίθῳ τῆς περικεφαλαίας καὶ πρὸς τὴν βίαν τῆς βολῆς ἐπὶ τὰ ἐντὸς διασχούσης, οὐ τοῦτον ἐποιήσατο τῆς ἀνδραγαθίας τὸν ὅρον, τὸ ἰδεῖν ἐν πτώματι τὸν ἀντίπαλον, ἀλλ' ἐπιδρα μὼν καὶ τῆς κεφαλῆς τὸν ἐχθρὸν ἀποσυλήσας τροπαιοφόρος τοῖς ἰδίοις ἐπάνεισι, τὴν μεγαλορρήμονα κεφαλὴν ἐκείνην ἐν τῷ στρατῷ τῶν ὁμοφύλων διαπομπεύων, διὰ τοῦτο καὶ ἡμᾶς προσήκει πρὸς τὸ ὑπόδειγμα βλέποντας μὴ καταμα λακισθῆναι πρὸς τοὺς δευτέρους τῶν πόνων, ἀλλ' ὡς ἔνι μάλιστα μιμήσασθαι τοῦ ∆αβὶδ τὴν ἀριστείαν καὶ παραπλη σίως ἐκείνῳ μετὰ τὴν πρώτην πληγὴν ἐπεμβῆναι τῷ κει μένῳ, ὡς ἂν φανείη μάλιστα τῆς κεφαλῆς ἔρημος ὢν ὁ 2.1.6 τῆς ἀληθείας πολέμιος. ὁ γὰρ τῆς πίστεως διεζευγμένος τὴν κεφαλὴν ἀποτέτμηται τοῦ ἀλλοφύλου μᾶλλον. ἐπεὶ γὰρ κεφαλὴ παντὸς ἀνδρὸς ὁ Χριστός, καθώς φησιν ὁ ἀπό στολος, ἄνδρα δὲ τὸν πιστὸν πάντως εἰκὸς ὀνομάζεσθαι (οὐ γὰρ δὴ καὶ τῶν ἀπίστων ἂν εἴη κεφαλὴ ὁ Χριστός), πάν τως ὁ τῆς σῳζούσης πίστεως ἀποτμηθεὶς ἀκέφαλος ἂν εἴη κατὰ τὸν Γολιάθ, διὰ τῆς ἰδίας μαχαίρας, ἣν κατὰ τῆς ἀληθείας ἐθήξατο, τῆς ἀληθινῆς κεφαλῆς μεριζόμενος, ἣν οὐχὶ τεμεῖν ἀπ' αὐτοῦ, ἀλλ' ἀποδεῖξαι τετμημένην ἔργον ἡμέτερον. 2.1.7 Καί με μηδεὶς οἰέσθω φιλοτιμίᾳ τινὶ καὶ δόξης ἀν θρωπίνης ἐπιθυμίᾳ πρὸς τὸν ἄσπονδον τοῦτον καὶ ἀκή ρυκτον πόλεμον ἑτοίμως κατιόντα τοῖς ἐναντίοις συμπλέ κεσθαι. εἰ μὲν γὰρ ἐξῆν ἀπραγμόνως καθ' ἡσυχίαν διά γειν ἐν εἰρηνεύοντι βίῳ, πόρρω τοῦ καθεστῶτος ἂν ἦν ἑκουσίως ἐπιταράσσειν τὴν ἡσυχίαν, αὐθαίρετον ἐκ προ 2.1.8 κλήσεως πόλεμον καθ' ἡμῶν αὐτῶν ἐπεγείροντας. ἐπεὶ δὲ πολιορκεῖται μὲν ἡ πόλις τοῦ θεοῦ, ἡ ἐκκλησία, κατα σείεται δὲ τὸ μέγα τεῖχος τῆς πίστεως τοῖς μηχανήμασι τῆς αἱρέσεως ἐν κύκλῳ περιδονούμενον, κίνδυνος δὲ οὐ μικρὸς αἰχμάλωτον οἴχεσθαι παρὰ τῆς τῶν δαιμόνων ἐπι στρατείας ἀνάρπαστον τὸν λόγον τοῦ κυρίου γενόμενον, διὰ τοῦτο φοβερὸν εἶναι κρίνας τὸ μὴ συμμετασχεῖν τῆς τῶν Χριστιανῶν ἀγωνίας οὐκ ἐπὶ τὴν ἡσυχίαν ἀπέκλινα, προτι μοτέρους δὲ μᾶλλον ἐποιησάμην τοὺς ἐκ τῶν πόνων ἱδρῶτας τῆς ἐκ τοῦ ἡσυχάζειν ἀνέσεως, εἰδὼς ἀκριβῶς ὅτι ὥσπερ τὸν μισθὸν λήψεται, καθώς φησιν ὁ ἀπόστολος, κατὰ τὸν ἴδιον κόπον ἕκαστος, οὕτω πάντως καὶ τὴν τιμωρίαν ἐπὶ 2.1.9 τῇ τῶν κατὰ δύναμιν πόνων ὀλιγωρίᾳ. διὰ τοῦτο καὶ τὴν πρώτην τοῦ λόγου μάχην εὐθαρσῶς ὑπέστην, ἐκ τοῦ ποι μενικοῦ καδδίου, τουτέστιν ἐκ τῶν ἐκκλησιαστικῶν δογμάτων, τοὺς ἀκατασκεύους τούτους καὶ αὐτοφυεῖς λόγους εἰς ἀνα τροπὴν τῆς βλασφημίας ἀφεὶς καὶ οὐδεμιᾶς τῆς ἐκ τῶν ἔξωθεν λόγων ὁπλίσεως ἐπὶ τὸν ἀγῶνα προσδεηθείς, καὶ νῦν πρὸς τοὺς δευτέρους τῶν ἀγώνων οὐκ ἀναδύομαι, τὴν ἐλπίδα θέμενος κατὰ τὸν μέγαν ∆αβὶδ ἐπὶ τὸν διδάσκοντα χεῖρας εἰς παράταξιν καὶ δακτύλους εἰς πόλεμον, εἴ πως γένοιτο καὶ ἡμῖν ἐκ θείας δυνάμεως εὐθυνθῆναι μὲν τὴν γράφουσαν χεῖρα πρὸς τὴν τῶν αἱρετικῶν δογμάτων ἀναί ρεσιν, ὑπηρετῆσαι δὲ τοὺς δακτύλους τῇ ἀνατροπῇ τῆς πο νηρᾶς παρατάξεως, ἐμπείρως καὶ ἀγωνιστικῶς διατιθέντας κατὰ τῶν πολεμίων τὸν λόγον. ὥσπερ δὲ ἐπὶ τῶν ἀνθρω πίνων πολέμων οἱ μὲν ἀνδρείᾳ τε καὶ δυνάμει τῶν λοιπῶν 2.1.10 διαφέροντες, καὶ κατησφαλισμένοι τοῖς ὅπλοις καὶ ταῖς πρὸς τοὺς κινδύνους μελέταις τὴν τοῦ πολεμεῖν ἐμπειρίαν προσειλη φότες ἐπὶ τοῦ μετώπου τῆς φάλαγγος ἵστανται τῶν κατὰ τὸ βάθος ἐπιτεταγμένων προκινδυνεύοντες, ὁ δὲ λοιπὸς ὅμιλος εἰς μόνην φαντασίαν πλήθους συντείνοντες αὐτῷ τῷ συνασπισμῷ δοκοῦσί τι κέρδος τῷ κοινῷ συνεισφέρειν, οὕτως καὶ ἐπὶ τῶν ἡμετέρων ἀγώνων ὁ μὲν γενναῖος τοῦ Χριστοῦ στρατιώτης καὶ σφοδρὸς κατὰ τῶν ἀλλοφύλων ἀγωνιστής, ὁ μέγας τοῦ πνεύματος ὁπλίτης Βασίλειος, ὁ τὴν ἀποστολικὴν πανοπλίαν ἐνδεδυκὼς καὶ τῷ θυρεῷ κατησφαλισμένος τῆς πίστεως τό τε ἀμυντήριον ὅπλον, τὴν τοῦ πνεύματος λέγω μάχαιραν, ἀεὶ προβαλλόμενος, οὗτος μὲν προπολεμεῖ τῆς τοῦ κυρίου στρατιᾶς ἐν τῷ πονηθέντι κατὰ τῆς αἱρέσεως λόγῳ ζῶν τε καὶ ἀμυνόμενος καὶ κατὰ τῶν ἐχθρῶν ἀρι στεύων, ἡμεῖς δὲ τὸ πλῆθος τῷ θυρεῷ τοῦ προμάχου τῆς πίστεως ἑαυτοὺς ὑποκρύψαντες, καθ' ὅπερ ἂν προηγῆται πρὸς τοὺς ἐναντίους ὁ στρατηγός, τῶν κατὰ δύναμιν ἀγώνων οὐκ ἀφεξόμεθα. 2.1.11 Ἐπειδὴ τοίνυν διελέγχων ἐκεῖνος τὴν ἠπατημένην τῆς αἱρέσεως καὶ ἀνυπόστατον φαντασίαν οὐδαμῶς ἄλλως τὴν προσηγορίαν τῆς ἀγεννησίας ἢ κατ' ἐπίνοιάν φησιν ἐπιλέγε σθαι τῷ θεῷ καὶ τὰς ἀποδείξεις ἐπήγαγε ταῖς τε κοιναῖς ἐννοίαις καὶ ταῖς γραφικαῖς μαρτυρίαις ἠσφαλισμένας, ὁ δὲ τῆς ἀπάτης εὑρετὴς Εὐνόμιος οὔτε συντίθεται τοῖς εἰρη μένοις οὔτε ἀνατρέπειν δυνατῶς ἔχει, συνεχόμενος δὲ πρὸς τὴν ἀλήθειαν, ὅσῳ τηλαυγέστερον διαλάμπει τῆς εὐσεβείας τὸ δόγμα, τοσούτῳ μᾶλλον κατὰ τὰ νυκτινόμα τῶν ζῴων πρὸς τὸ φῶς ἀμβλυώττων καὶ οὐδὲ τὰς συνήθεις τῶν σο φισμάτων καταδύσεις εὑρίσκων μάτην διαπλανᾶται καὶ πρὸς τὸ τοῦ ψεύδους ἀδιεξόδευτον εἰσιὼν περὶ τὰ αὐτὰ συνειλεῖται καὶ πᾶς αὐτῷ σχεδὸν περὶ τὴν φλυαρίαν ταύτην ὁ δεύτερος κατησχόληται πόνος, διὰ τοῦτο καλῶς ἔχει καὶ ἡμῖν ἐν τούτῳ γενέσθαι τὴν πρὸς τοὺς ἀντιτεταγμένους μάχην, ἐν ᾧ καὶ ὁ πρόμαχος ἡμῶν διὰ τοῦ ἰδίου καθηγήσατο λόγου. 2.1.12 πρῶτον δέ φημι χρῆναι πᾶσαν ἐπὶ κεφαλαίῳ τὴν ἡμετέραν περὶ τῶν δογμάτων ὑπόληψιν καὶ τὴν τῶν ἐχθρῶν πρὸς ἡμᾶς διαφωνίαν ἐπιδραμεῖν, ὡς ἂν γένοιτο καθ' ὁδὸν ἡμῖν ἡ τῶν προκειμένων ἐξέτασις. ἔστι τοίνυν τὸ κεφάλαιον τῆς τῶν Χριστιανῶν εὐσεβείας τὸ πιστεύειν τὸν μονογενῆ θεόν, ὅς ἐστιν ἀλήθεια καὶ φῶς ἀληθινὸν καὶ δύναμις θεοῦ καὶ ζωή, ἀληθῶς πάντα εἶναι ἃ λέγεται, τά τε ἄλλα καὶ πρὸ τῶν ἄλλων ταῦτα· θεὸν καὶ ἀλήθειαν, τουτέστι θεὸν κατὰ ἀλήθειαν ἀεὶ ὄντα ὅπερ νοεῖται καὶ ὀνομάζεται καὶ οὔτε ποτὲ μὴ ὄντα οὔτε ποτὲ μὴ ἐσόμενον, οὗ τὸ εἶναι ὅ τι ποτὲ κατ' οὐσίαν ἐστὶ πᾶσαν ἐκφεύγει καταληπτικὴν ἔφοδον 2.1.13 καὶ πολυπραγμοσύνην· ἡμῖν δέ, καθώς πού φησι τῆς σο φίας ὁ λόγος, ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων κατά τινα τῶν γινωσκομένων ἀναλογίαν εἰς γνῶσιν ἔρχεται τοῦ εἶναι, μόνον τὴν πίστιν διὰ τῶν ἐνεργειῶν, οὐ τὴν γνῶσιν 2.1.14 τοῦ τί ἐστι χαριζόμενος. ταύτης τοίνυν τῆς διανοίας παρὰ πᾶσι τοῖς Χριστιανοῖς κεκρατηκυίας τοῖς γε τῆς ἐπωνυμίας ταύτης ἀληθῶς ἀξίοις, ἐκείνοις φημὶ οἳ προσκυνεῖν παρὰ τοῦ νόμου μεμαθηκότες μηδέν, ὃ μὴ ἔστιν ἀληθινὸς θεός, αὐτῷ τῷ προσκυνεῖν τὸν μονογενῆ θεὸν ὁμολογοῦσιν ἐν ἀλη θείᾳ καὶ οὐ ψευδώνυμον εἶναι θεόν, ἦλθεν ἡ φθοροποιὸς ἐρυσίβη τῆς ἐκκλησίας ἡ ἀχρειοῦσα τὰ εὐσεβῆ τῆς πίστεως σπέρματα, ἡ τῆς Ἰουδαϊκῆς ἀπάτης συνήγορος, ἔχουσά τι 2.1.15 καὶ τῆς Ἑλληνικῆς ἀθεΐας. τῷ μὲν γὰρ κτιστὸν ἀναπλάσ σειν θεὸν τῆς τῶν Ἑλλήνων ἀπάτης συνήγορος γίνεται, τῷ δὲ μὴ παραδέχεσθαι τὸν υἱὸν τὴν Ἰουδαϊκὴν συνίστησι πλάνην. αὕτη τοίνυν ἡ αἵρεσις ἡ παραγραφομένη τὴν ἀλη θινὴν τοῦ κυρίου θεότητα καὶ κατασκευάζουσα κτιστὸν αὐτὸν εἶναι δεῖν ὑπολαμβάνειν, καὶ μὴ ἐκεῖνο ὅπερ κατ' οὐσίαν καὶ δύναμιν καὶ ἀξίαν ἐστὶν ὁ πατήρ, ἐπειδὴ παντα χόθεν τῆς ἀληθείας περιλαμπούσης οὐδεμίαν ἔχει κατα σκευὴν τὰ ζοφώδη ταῦτα νοήματα, πάντων τῶν ὀνομάτων ὑπεριδόντες τῶν εἰς θεοπρεπῆ τινα δοξολογίαν παρὰ τῆς γραφῆς εὑρεθέντων, ὁμοίως ἐπὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ λεγομένων, ἦλθον ἐπὶ τὸ τῆς 20ἀγεννησίας20 ὄνομα τὸ παρ' αὐτῶν τούτων ἐπὶ ἀθετήσει τῆς μεγαλειότητος τοῦ μονο 2.1.16 γενοῦς θεοῦ συμπεπλασμένον. τῆς γὰρ εὐσεβοῦς ὁμολογίας τὴν εἰς τὸν μονογενῆ θεὸν πίστιν δογματιζούσης, Ἵνα πάντες τιμῶσι τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα, πάσας οὗτοι τὰς εὐσεβεῖς φωνὰς αἷς ἡ τοῦ υἱοῦ μεγαλειότης ὁμοτίμως πρὸς τὴν τοῦ πατρὸς ἀξίαν διασημαίνεται παρωσάμενοι ἐντεῦθεν ἑαυτοῖς τῆς ἀθέου περὶ τὸ δόγμα παρανομίας τὰς ἀρχὰς 2.1.17 καὶ τὰς ὑποθέσεις ἐπινοοῦσιν. ἐπειδὴ γὰρ ὁ μονογενὴς θεός, ὡς ἡ τοῦ εὐαγγελίου διδάσκει φωνή, ἐκ τοῦ πατρὸς ἐξῆλθε καὶ παρ' αὐτοῦ ἐστιν, ἄλλοις ὀνόμασι τὴν διάνοιαν ταύτην μεταλαβόντες δι' ἐκείνων τὴν ἀληθῆ πίστιν κατα 2.1.18 σπαράσσουσι. τὸ γὰρ μὴ ἔκ τινος ὑπερκειμένης αἰτίας εἶναι τὸν πατέρα τῆς ἀληθείας διδασκούσης, οὗτοι ἀγεννη σίαν ὠνόμασαν τὸ τοιοῦτον νόημα, καὶ τὴν ἐκ πατρὸς τοῦ μονογενοῦς ὑπόστασιν τῷ τῆς 20γεννήσεως20 διασημαίνουσι ῥήματι, εἶτα συνθέντες τὰς δύο φωνὰς τὴν 20ἀγεννησίαν20 τε καὶ τὴν 20γέννησιν20 ἀντιφατικῶς ἐναντιουμένας ἀλλήλαις ἐντεῦθεν τοὺς ἀνοήτους τῶν ἑπομένων αὐτοῖς παρακρούονται· τὸ γὰρ "1ἐγεννήθη"2 καὶ "1οὐκ ἐγεννήθη"2 ὡς ἄν τις ὑπο δείγματι σαφηνίσειε, τοιοῦτόν ἐστιν οἷον καὶ τὸ "1κάθηται"2 2.1.19 καὶ "1οὐ κάθηται"2 καὶ ὅσα τῷ τοιούτῳ λέγεται τρόπῳ. οἱ δὲ τῆς κατὰ φύσιν τῶν ῥημάτων ἐμφάσεως τὰς φωνὰς ταύτας παρακινήσαντες ἄλλην αὐτοῖς ἐφαρμόζειν διάνοιαν ἐπὶ καθαιρέσει τῆς εὐσεβείας φιλονεικοῦσιν. οὐκ ἰσοδυνα μούσης γάρ, καθὼς εἴρηται, τῆς τῶν ῥημάτων σημασίας τοῦ κάθηται καὶ οὐ κάθηται (ἀναιρεῖται γάρ πως ἐν θα τέρῳ τῶν σημαινομένων τὸ ἕτερον) ταύτην τὴν περὶ τὸ σχῆμα τῆς προφορᾶς ἐναντίωσιν τῆς κατὰ τὴν οὐσίαν παρ αλλαγῆς ἐνδεικτικὴν εἶναι σοφίζονται, τῷ μὲν τὴν γέννησιν 2.1.20 τῷ δὲ τὴν μὴ γέννησιν οὐσίαν εἶναι διοριζόμενοι. καίτοι ὥσπερ οὐκ ἔστιν οὐσίαν ἀνθρώπου νομίσαι τὸ καθῆσθαι ἢ μὴ καθῆσθαι τὸν ἄνθρωπον (οὐ γὰρ τὸν αὐτὸν ἄν τις ἀποδοίη λόγον καθέδραν τε ἀνθρώπου καὶ ἄνθρωπον αὐτὸν ὁριζόμενος), οὕτως ἡ μὴ γεννηθεῖσα οὐσία κατὰ τὴν ἀνα λογίαν τοῦ ῥηθέντος ἡμῖν ὑποδείγματος ἄλλο τι πάντως ἐστὶ τῷ ἰδίῳ λόγῳ πρὸς τὸ ἐκ τοῦ μὴ γεννηθῆναι δηλού 2.1.21 μενον. ἀλλ' οὗτοι πρὸς τὸν πονηρὸν ἐκεῖνον σκοπὸν ἀφο ρῶντες, ὡς ἂν μάλιστα τῆς τοῦ μονογενοῦς θεότητος ἡ ἄρνησις αὐτοῖς κυρωθείη, οὐχὶ τὴν οὐσίαν τοῦ πατρὸς ἀγεννήτως εἶναί φασιν, ἀλλ' ἀναστρέψαντες τὸν λόγον οὐσίαν τὴν ἀγεννησίαν ὁρίζονται, ἵνα τῇ πρὸς τὸ γεννητὸν ἀντι διαστολῇ τὸ τῆς φύσεως παρηλλαγμένον διὰ τῆς ἐναντιώ 2.1.22 σεως τῶν ὀνομάτων κατασκευάσωσι. καὶ πρὸς μὲν τὴν ἀσέ βειαν μυρίοις ὀφθαλμοῖς βλέπουσι, πρὸς δὲ τὸ ἀμήχανον τῆς περὶ τοῦτο σπουδῆς ὡς μεμυκότες τὰ ὄμματα τῆς ψυχῆς ἀμβλυώττουσι. τίς γὰρ μὴ παντάπασι λημῶν τὰ τῆς ψυχῆς αἰσθητήρια οὐ διορᾷ τῆς τοῦ δόγματος αὐτῶν ἀρχῆς τὸ ἀπαγὲς καὶ ἀσύστατον καὶ ὡς ἐπ' οὐδενὸς βέ βηκεν αὐτοῖς ὁ λόγος ὁ τὴν ἀγεννησίαν οὐσίαν ποιῶν; οὑτωσὶ γὰρ αὐτοῖς ἡ ἀπάτη κατασκευάζεται. λέξω δὲ καθώς ἐστι δυνατὸν ἰσχυρῶς τῇ ἐμαυτοῦ φωνῇ τὸν τῶν ἐχθρῶν ἀνθυποφέρων λόγον. 2.1.23 Φασὶν 20ἀγέννητον τὸν θεὸν ὀνομάζεσθαι, ἁ πλοῦν δὲ εἶναι τῇ φύσει τὸ θεῖον, τὸ δὲ ἁπλοῦν μηδεμίαν ἐπιδέχεσθαι σύνθεσιν· εἰ οὖν ἀσύν θετος κατὰ τὴν φύσιν ἐστὶν ὁ θεός, ᾧ τὸ τοῦ ἀγεννήτου ἔπεστιν ὄνομα, αὐτῆς ἂν εἴη τῆς φύ σεως ὄνομα τὸ ἀγέννητον, καὶ ἔστιν οὐδὲν ἕτε 2.1.24 ρον ἢ ἀγεννησία ἡ φύσις20. πρὸς οὓς τοῦτό φαμεν, ὅτι ἕτερον τοῦ 20ἀσυνθέτου20 καὶ ἕτερον τοῦ 20ἀγεννήτου20 τὸ σημαινόμενον. τὸ μὲν γὰρ τὴν ἁπλότητα τοῦ ὑποκειμένου, τὸ δὲ τὸ μὴ ἐξ αἰτίας εἶναι παρίστησι, καὶ οὐκ ἐπαλλάσ σονται πρὸς ἀλλήλας αἱ τῶν ὀνομάτων ἐμφάσεις, κἂν περὶ τὸ ἓν ἀμφότερα λέγηται. ἀλλ' ἐκ μὲν τῆς τοῦ ἀγεννήτου προσηγορίας τὸ ἄνευ αἰτίας εἶναι τὸν οὕτως ὠνομασμένον ἐμάθομεν, ἐκ δὲ τῆς τοῦ ἁπλοῦ τὸ καθαρεύειν συνθέσεως· 2.1.25 οὐδέτερον δὲ τούτων ἀντὶ τοῦ ἄλλου λέγεται. οὔκουν οὐ δεμίαν ἀνάγκην ἔχει, ἐπειδὴ ἁπλοῦν ἐστι τῇ φύσει τὸ θεῖον, ἀγεννησίαν αὐτοῦ τὴν φύσιν κατονομάζεσθαι· ἀλλὰ καθ' ὃ μὲν ἀμερής ἐστι καὶ ἀσύνθετος, ἁπλοῦς λέγεται, καθ' ὃ δὲ οὐκ ἐγεννήθη, ἀγέννητος. εἰ δὲ μὴ σημαίνοι τὸ ἄνευ αἰτίας εἶναι ἡ φωνὴ τοῦ ἀγεννήτου, ἀλλ' ἡ ἁπλότης ἀντεισ έρχοιτο τῇ σημασίᾳ τοῦ τοιούτου ὀνόματος καὶ διὰ τοῦτο ἀγέννητος κατὰ τὸν λόγον τῆς αἱρέσεως λέγοιτο, διότι ἁπλοῦς ἐστι καὶ ἀσύνθετος, μία δὲ τοῦ ἁπλοῦ τε καὶ ἀγεν νήτου ἡ σημασία, καὶ ἡ τοῦ υἱοῦ ἁπλότης 20ἀγεννησία20 2.1.26 πάντως ὀνομασθήσεται. ἁπλοῦν γὰρ εἶναι τῇ φύσει καὶ τὸν μονογενῆ θεὸν οὐκ ἀρνήσονται, εἰ μὴ ἄρα καὶ τὸ θεὸν εἶναι αὐτὸν ἀρνήσαιντο. οὐκοῦν οὐδεμίαν κατὰ τὸ σημαι νόμενον κοινωνίαν ἡ ἁπλότης πρὸς τὸ ἀγέννητον ἕξει, ὡς διὰ τὸ ἀσύνθετον ἀγεννησίαν τὴν φύσιν λέγεσθαι, ἵνα μὴ δυοῖν ἀτόποιν τὸ ἕτερον καθ' ἑαυτῶν ἐπισπάσωνται, ἢ ἀρ νούμενοι τοῦ μονογενοῦς τὴν θεότητα ἢ κἀκείνῳ τὴν ἀγεν 2.1.27 νησίαν ἐπιφημίζοντες. ἐπεὶ γὰρ ἁπλοῦν μὲν τῇ φύσει τὸ θεῖον, ὄνομα δὲ κατ' αὐτοὺς τῆς ἁπλότητός ἐστι τὸ ἀγέν νητον, ἢ σύνθετον εἶναι τὸν υἱὸν κατασκευάσουσιν, ᾧ τὸ μηδὲ θεὸν εἶναι συναποδείκνυται, ἢ εἰ ὁμολογοῖεν ἐπ' αὐτοῦ τὴν θεότητα, ἁπλοῦν δὲ καθὼς εἴρηται τὸ θεῖόν ἐστι, τὸν αὐτὸν καὶ ἀγέννητον διὰ τὴν ἁπλότητα πάντως εἶναι κατα σκευάσουσιν, εἴπερ ἡ ἁπλότης ταὐτὸν τῇ ἀγεννησίᾳ νομί ζεται. ὡς δ' ἂν σαφέστερον τὸ λεγόμενον γένοιτο, πάλιν τὸ ῥηθὲν ἀναλήψομαι. 2.1.28 Ἡμεῖς τοῦτό φαμεν, ὅτι ἑκατέρῳ τῶν ὀνομάτων ἴδιόν τι τὸ σημαινόμενον ὕπεστι καὶ οὔτε τῷ ἀγεννήτῳ τὸ ἀμερὲς ἑρμηνεύεται οὔτε τῷ ἁπλῷ τὸ ἀγέννητον· ἀλλ' ἐν μὲν τῷ ἁπλῷ τὸ ἀσύνθετον ἐνοήσαμεν, ἐν δὲ τῷ ἀγεννήτῳ τὸ μὴ 2.1.29 ἐξ αἰτίας εἶναί τινος ἐδιδάχθημεν. τὸν δὲ υἱὸν ἐκ θεοῦ θεὸν ὄντα καὶ αὐτὸν ἁπλοῦν πιστεύειν οἰόμεθα δεῖν διὰ τὸ πάσης συνθέσεως καθαρεύειν τὸ θεῖον καὶ κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τούτου μήτε διὰ τῆς τοῦ υἱοῦ προσηγορίας τὴν ἁπλότητα τῆς οὐσίας σημαίνειν μήτ' αὖ τῇ ἁπλότητι παριστᾶν τὸ τοῦ υἱοῦ σημαινόμενον, ἀλλ' ἐκ τούτου μὲν τὴν ἐκ τοῦ πατρὸς ὑπόστασιν φανεροῦσθαι, ἐκ δὲ τοῦ ἁπλοῦ ὅπερ ἐμφαίνει ἡ τοιαύτη φωνή. ἐπεὶ οὖν ὁ μὲν τῆς κατ' οὐσίαν ἁπλότητος λόγος εἷς καὶ ὁ αὐτὸς κἂν ἐπὶ πατρὸς λέγηται κἂν ἐπὶ υἱοῦ, οὔτε ὑφέσει τινὶ οὔτε πλεονασμῷ διαλλάσσων, τὸ δὲ γεννητὸν τῷ ἀγεννήτῳ πολλὴν κατὰ τὸ σημαινόμενον τὴν διαφορὰν ἔχει (τοῦτο γὰρ ἔστιν ἐν τῷ ἑτέρῳ τῶν ὀνομάτων νοῆσαι, ὃ ἐν τῷ ἄλλῳ οὐκ ἔστι), διὰ τοῦτό φαμεν μηδεμίαν ἀνάγκην εἶναι ἀγεννήτου ὄντος τοῦ πατρός, ἐπειδὴ ἁπλῆ ἐστιν αὐτοῦ ἡ οὐσία, 20ἀγεννησίαν20 2.1.30 λέγεσθαι αὐτοῦ τὴν οὐσίαν. οὐδὲ γὰρ ἁπλοῦ ὄντος τοῦ υἱοῦ, τοῦ αὐτοῦ καὶ γεννητοῦ εἶναι πεπιστευμένου, ἁπλότητα λέγομεν τὴν οὐσίαν, ἀλλ' ὥσπερ ἁπλῆ ἐστιν ἡ οὐσία καὶ οὐχ ἁπλότης, οὕτω καὶ ἀγέννητός ἐστιν ἡ οὐσία καὶ οὐκ 20ἀγεννησία20. τὸν αὐτὸν τρόπον γεννητοῦ ὄντος καὶ τοῦ υἱοῦ, πάσης ἀνάγκης ὁ λόγος κεχώρισται, ἐπειδὴ ἁπλῆ αὐτοῦ ἐστιν ἡ οὐσία, γέννησιν αὐτοῦ τὴν οὐσίαν ὁρί ζεσθαι, ἀλλὰ καὶ ἐνταῦθα ἰδίαν ἔμφασιν ἑκάτερα τῶν ὀνο μάτων ἔχει· ἥ τε γὰρ τοῦ γεννητοῦ προσηγορία τὸ ἔκ τινός σοι παρίστησι καὶ τὸ ἁπλοῦν τὸ ἀπηλλάχθαι συνθέσεως. 2.1.31 ἀλλ' οὐ ταῦτα κἀκείνοις δοκεῖ· βούλονται γάρ, ἐπειδὴ ἁπλῆ ἐστιν τοῦ πατρὸς ἡ οὐσία, μὴ ἄλλο τι ἢ ἀγεννησίαν αὐτὴν εἶναι νομίζεσθαι, διότι καὶ ἀγέννητος λέγεται. πρὸς οὓς καὶ τοῦτο ἔστιν εἰπεῖν ὅτι, ἐπειδὴ καὶ κτίστην τὸν πατέρα καὶ δημιουργὸν ὀνομάζουσιν, ἁπλοῦς δὲ κατ' οὐσίαν ἐστὶν ὁ ταῦτα ὀνομαζόμενος, ὥρα τοῖς σοφοῖς τούτοις "1κτίσιν"2 καὶ "1δημιουργίαν"2 τὴν οὐσίαν τοῦ πατρὸς ἀποφαίνεσθαι, ἐπείπερ πᾶσαν σημασίαν τοῦ περὶ αὐτὸν λεγομένου ὀνόματος ὁ τῆς 2.1.32 ἁπλότητος λόγος εἰς τὴν οὐσίαν ἀνάγει. ἢ τοίνυν χωρισά τωσαν τοῦ ὁρισμοῦ τῆς θείας οὐσίας τὴν ἀγεννησίαν ἐπὶ μόνης τῆς ἰδίας ἐμφάσεως μένουσαν ἤ, εἴπερ διὰ τὴν ἁπλό τητα τοῦ ὑποκειμένου τῇ ἀγεννησίᾳ τὴν οὐσίαν ὁρίζοιντο, διὰ τὴν αὐτὴν αἰτίαν καὶ τὴν κτίσιν καὶ τὴν δημιουργίαν τῇ τοῦ πατρὸς οὐσίᾳ ἐνθεωρείτωσαν, ὡς οὐχὶ κτιζούσης καὶ δημιουργούσης τῆς ἐν τῇ οὐσίᾳ δυνάμεως, ἀλλ' αὐτῆς 2.1.33 τῆς δυνάμεως κτίσμα καὶ δημιούργημα νοουμένης. εἰ δὲ τοῦτο ἀποβάλλουσιν ὡς πονηρόν τε καὶ ἄτοπον, πεισθή τωσαν ἐκ τῆς ἀκολουθίας κἀκεῖνον τούτῳ συναποβάλλειν τὸν λόγον· ὡς γὰρ οὐκ ἔστι δημιούργημα ἡ τοῦ δημιουρ γοῦ οὐσία, οὕτως οὐδὲ ἀγεννησία ἡ τοῦ ἀγεννήτου οὐσία. συντομίας δὲ χάριν καὶ σαφηνείας πάλιν τὸν αὐτὸν ἐπανα λήψομαι λόγον· εἰ μὴ διὰ τὸ γεγεννῆσθαι, ἀλλὰ διὰ τὸ ἁπλῆ καὶ ἀσύνθετος οὐσία ὁ πατὴρ εἶναι ἀγέννητος λέγεται, διὰ τὴν αὐτὴν ταύτην αἰτίαν ἀγέννητος καὶ ὁ υἱὸς ὀνομα σθήσεται· οὐσία γὰρ καὶ οὗτός ἐστι μονοειδὴς καὶ ἀσύν 2.1.34 θετος. εἰ δὲ τὸν υἱόν, ἐπειδὴ ἐγεννήθη, γεννητὸν ἐξ ἀνάγ κης ὁμολογήσομεν, δῆλον ὅτι καὶ τὸν πατέρα, ἐπειδὴ οὐκ ἐγεννήθη, προσεροῦμεν ἀγέννητον. εἰ δὲ τοῦτο ἥ τε ἀλή θεια καὶ ἡ τῶν κειμένων ἀκολουθία καταναγκάζει, πρό δηλον ὅτι οὐχὶ οὐσίας ἐστὶ τὸ ἀγέννητον ὄνομα, ἀλλὰ δια φορᾶς τινος νοημάτων σημαντικὸν τῆς τὸ γεννηθὲν τοῦ μὴ γεννηθέντος διαστελλούσης. 2.1.35 Εἶτα καὶ τοῦτο τοῖς εἰρημένοις προσεξετάσωμεν. εἰ τὸ ἀγέννητον ὄνομά φασι τὴν οὐσίαν σημαίνειν καὶ μὴ τὸ ἄνευ αἰτίας τὴν ὑπόστασιν ἔχειν, ποίῳ ὀνόματι τὸ ἄνευ αἰτίας εἶναι τὸν πατέρα συστήσουσι, τῆς ἀγεννησίας εἰς τὴν 2.1.36 τῆς οὐσίας ἔνδειξιν παρ' αὐτῶν ἀποτεταγμένης; εἰ γὰρ μὴ τὴν διασταλτικὴν τῶν ὑποστάσεων διαφορὰν διὰ τῆς τοῦ ἀγεννήτου φωνῆς διδασκόμεθα, ἀλλ' αὐτῆς τῆς φύσεως ἐν δεικτικὴν εἶναι τὴν φωνὴν ταύτην ὑποληψόμεθα οἷον ἀπορ ρέουσάν πως τοῦ ὑποκειμένου πράγματος καὶ διὰ τῆς τῶν συλλαβῶν ἐκφωνήσεως ἐκκαλύπτουσαν τὸ ζητούμενον, ἀνάγκη πᾶσα ἢ μὴ εἶναι τὸν θεὸν ἀγέννητον ἢ μὴ λέγεσθαι, μηδε μιᾶς φωνῆς τὴν τοιαύτην ἔμφασιν ἰδιαζόντως ἐπ' αὐτοῦ 2.1.37 παρεχομένης. τῆς γὰρ ἀγεννησίας, καθὼς οὗτοί φασιν, οὐ τὸ ἄνευ αἰτίας εἶναι διασημαινούσης, ἀλλὰ τὴν φύσιν ἐν δεικνυμένης, περιτραπήσεται πάντως αὐτοῖς πρὸς τοὐναντίον τὸ σόφισμα καὶ εὑρεθήσεται διαφεῦγον <ἐκ> τοῦ δόγματος αὐτῶν ἐπὶ τοῦ θεοῦ τὸ ἀγέννητον. μηδενὸς γὰρ ἑτέρου ῥήματος ἢ ὀνόματος τὸ μὴ γεννηθῆναι τὸν πατέρα παρι στῶντος, τοῦ δὲ ἀγεννήτου κατὰ τὴν σοφίαν αὐτῶν ἄλλο τι καὶ οὐχὶ τὸ μὴ γεγεννῆσθαι διερμηνεύοντος, οἴχεται καὶ συνερρύη πρὸς τὸν Σαβέλλιον αὐτοῖς κατολισθήσας ὁ λόγος. 2.1.38 ἀνάγκη γὰρ πᾶσα διὰ τῆς ἀκολουθίας ταύτης τὸν αὐτὸν εἶναι νομίζεσθαι τῷ υἱῷ τὸν πατέρα, τῆς κατὰ τὸ γεννητὸν καὶ ἀγέννητον διαφορᾶς ἐκ τοῦ δόγματος αὐτῶν ἐκκλα πείσης, ὥστε δυοῖν θάτερον ἢ ἀναθήσονται τὴν περὶ τοῦ ὀνόματος δόξαν ὡς διαφορὰν τῆς ἑκατέρου ἰδιότητος καὶ οὐχὶ φύσιν σημαίνοντος, ἢ παραμένοντες τοῖς ἐγνωσμένοις περὶ ταύτης τῆς φωνῆς Σαβελλίῳ συνθήσονται· οὐ γὰρ ἔστιν ὅπως ἡ τῶν ὑποστάσεων διαφορὰ τὸ ἀσύγχυτον ἕξει, μὴ τῷ 2.1.39 γεννητῷ διαστελλομένη πρὸς τὸ ἀγέννητον. ὥστε εἰ μὲν διαφορὰν σημαίνει τὸ ὄνομα, ἡ οὐσία ἔσται διὰ τῆς προση γορίας ταύτης ἀσήμαντος· ἄλλος γὰρ τῆς διαφορᾶς καὶ ἕτερος τῆς οὐσίας ὁ λόγος· εἰ δὲ πρὸς τὴν φύσιν τὴν ση μασίαν τῆς φωνῆς καθέλκουσιν, εἰς τὴν τῶν Υἱοπατόρων λεγομένων ἀπάτην ἀκολούθως ὑποσυρήσονται, τῆς κατὰ τὰς 2.1.40 ὑποστάσεις τρανώσεως ὑφαιρεθείσης τοῦ λόγου. εἰ δὲ λέ γουσι κωλύειν μηδὲν καὶ τὴν πρὸς τὸ γεννητὸν ἀντιδιαστολὴν ἐκ τῆς ἀγεννησίας σημαίνεσθαι καὶ αὐτὴν παριστᾶν τὴν οὐσίαν, διαστειλάτωσαν ἡμῖν τὰς προσφυεῖς τοῦ ὀνόματος σημασίας, ὡς δύνασθαι κυρίως ἁρμόζειν πρὸς ἑκατέραν 2.1.41 διασχισθεῖσαν τοῦ ἀγεννήτου τὴν ἔννοιαν. ἡ μὲν γὰρ τῆς διαφορᾶς ἐκ τοῦ ὀνόματος τούτου δήλωσις ἀμφιβολίαν οὐκ ἔχει, τῷ τῆς ἀντιδιαστολῆς λόγῳ συνισταμένη· ἀντὶ γὰρ τοῦ "1γεγέννηται ὁ υἱὸς"2 καὶ "1οὐ γεγέννηται ὁ πατὴρ"2 τὸν μὲν ἀγέννητον τὸν δὲ γεννητὸν λέγεσθαι κατά τινα ῥημά των παρωνυμίαν καὶ ἡμεῖς συντιθέμεθα· ἡ δὲ τῆς οὐσίας δεῖξις ἐκ ποίας διανοίας διὰ τοῦ προσρήματος τούτου σαφη νισθήσεται, εἰπεῖν οὐκ ἂν ἔχοιεν. 2.1.42 Ἀλλὰ τοῦτο σιωπήσας ὁ καινὸς θεολόγος ἑτέρους ἡμῖν φληνάφους ἐπὶ τῆς προλαβούσης λογογραφίας εἴρων διέξεισιν. 20ὅτι ἁπλοῦς20, φησίν, 20ὢν ὁ θεὸς ἀγέννητος λέγεται, διὰ τοῦτο ἀγεννησία ἐστὶν ὁ θεός20. τί κοινὸν ὁ τῆς ἁπλότητος ἔχει λόγος πρὸς τὴν τοῦ ἀγεννήτου διάνοιαν; καὶ γὰρ καὶ ὁ μονογενὴς καὶ γεννητός ἐστι καὶ ἁπλοῦς εἶναι οὐκ ἀμφιβάλλεται. 20ἀλλὰ καὶ ἀμερής20, φησί, 20καὶ ἀσύνθετος20. τί καὶ τοῦτο πρὸς τὸ ζητούμενον; οὐδὲ γὰρ ὁ υἱὸς πολυειδὴς καὶ συγκείμενος, ἀλλ' ὅμως οὐ διὰ 2.1.43 τοῦτο ἀγέννητος. ἀλλὰ καὶ ποσότητος, φησί, καὶ πηλικό τητος ἠλλοτρίωται. ἔστω καὶ ταῦτα. καὶ γὰρ καὶ ὁ υἱὸς ἀπεριόριστος τῷ πηλίκῳ καὶ ἄποσος καὶ ὅμως υἱός. ἀλλὰ τὸ ζητούμενον οὐ τοῦτό ἐστι. πρόκειται γὰρ ἀποδειχθῆναι κατὰ τίνα τοῦ ἀγεννήτου σημασίαν ἡ οὐσία γνωρίζεται. ὡς γὰρ ἐκ τῆς φωνῆς ταύτης ὁ τῆς τῶν ἰδιωμάτων διαφορᾶς κατελήφθη λόγος, οὕτως ἠξίουν ἀναμφίβολον εἶναι καὶ τοῦ εἶναι τὴν ἔνδειξιν ἔκ τινος τῶν σημαινομένων διὰ τῆς αὐτῆς 2.1.44 ταύτης προσηγορίας. ἀλλὰ τοῦτο μὲν σιωπᾷ, λέγει δὲ 20μὴ δεῖν κατ' ἐπίνοιαν ἐπιφημίζεσθαι τῷ θεῷ τὸ ἀγέννητον. τὰ γὰρ οὕτω λελεγμένα ταῖς φω ναῖς20, φησί, 20συνδιαλύεσθαι πέφυκε20. τί δὲ τῶν λε γομένων οὐχ ὁμοῦ τῷ λεχθῆναι καὶ διαλύεται; οὐ γὰρ ὥσπερ κεραμεύοντες ἢ πλινθευόμενοι κατὰ τὴν ἅπαξ γενο μένην ἐν τῷ στόματι τοῦ λόγου τύπωσιν ἀδιάλυτα φυλάσσο μεν τὰ διὰ τῆς φωνῆς προφερόμενα, ἀλλ' ὁμοῦ τε προενή νεκται διὰ τοῦ φθόγγου ὁ λόγος καὶ τὸ ῥηθὲν οὐκ ἔστι. 2.1.45 πάλιν γὰρ πρὸς τὸν ἀέρα τοῦ τῆς φωνῆς πνεύματος ἀνα χεθέντος, οὐδὲν ἴχνος τῶν εἰρημένων ἐνετυπώθη τῷ τόπῳ, ἐν ᾧ γέγονε τῆς φωνῆς ἡ ἀνάχυσις· ὥστε εἰ τούτῳ τὸν κατ' ἐπίνοιαν λόγον χαρακτηρίζει, τῷ μὴ μένειν λόγον ἀλλὰ τῇ φωνῇ τοῦ φθεγγομένου συναφανίζεσθαι, οὐκ ἂν φθάνοι πάντα λόγον ὀνομάζων ἐπίνοιαν, μηδεμιᾶς ὑποστάσεως ἐν 2.1.46 οὐδενὶ λόγῳ μετὰ τὴν προφορὰν διαμενούσης. οὐδὲ γὰρ αὐτὴν τὴν ἀγεννησίαν, ἣν ἐξαιρεῖ τῆς ἐπινοίας, ἀδιάλυτον καὶ παγίαν μετὰ τὸ προενεχθῆναι δεῖξαι δυνήσεται, τῆς προενεχθείσης διὰ τοῦ φθόγγου ῥήσεως ἐκ τοῦ στόματος ἐν τῷ ἀέρι μὴ συμμενούσης. καὶ οὕτω δ' ἄν τις μάθοι τὸ τῶν εἰρημένων ἀσύστατον, ὅτι κἂν σιωπῶντες τὰς τῆς ψυχῆς ἐννοίας ἀπογραφώμεθα, οὐ τὰ μὲν ὑφεστῶτα τῶν νοημάτων τὴν διὰ τῶν γραμμάτων σημείωσιν δέξεται, τὸ δὲ ἀσύστατον ἀμοιρήσει τῆς ἐν τοῖς γράμμασι σημειώσεως· 2.1.47 ἔξεστι γὰρ πᾶν, ὅτιπερ ἂν ἐπὶ νοῦν ἔλθῃ, κἂν ὑφεστήκῃ κατὰ τὴν σύνεσιν κἂν ὡς ἑτέρως ἔχῃ, κατ' ἐξουσίαν ἐν αποθέσθαι τῷ γράμματι, ταὐτὸν δὲ εἰς φανέρωσιν διανοίας ὁ φθόγγος ἐστὶ τῷ γράμματι· ἐπίσης γὰρ δι' ἑκατέρων τὸ 2.1.48 νοηθὲν ἐξαγγέλλομεν. πρὸς τί τοίνυν ὁρῶν μόνῃ συνδιαλύει τῇ φωνῇ τὴν ἐπίνοιαν, συνιδεῖν οὐκ ἔχω. παντὸς γὰρ λόγου τοῦ διά τινος ἤχου προφερομένου τοῦ μὲν πνεύματος τοῦ τὴν φωνὴν διαπορθμεύσαντος πρὸς τὸ συγγενὲς ἡ μετα χώρησις γίνεται, ὁ δὲ τῶν ῥηθέντων νοῦς διὰ τῆς ἀκοῆς τῷ μνημονικῷ τῆς τοῦ ἀκούοντος ψυχῆς ἐγχαράσσεται, εἴτε 2.1.49 ἀληθὴς εἴτε διεσφαλμένος τύχοι. οὐκοῦν ψυχρὰν τῆς ἐπι νοίας ταύτης ὁ λογογράφος ἡμῖν τὴν ἑρμηνείαν ταύτην προ τείνεται, τῇ διαλύσει τῆς φωνῆς χαρακτηρίζων καὶ ὁριζό μενος. καὶ τούτου χάριν ὁ συνετὸς ἀκροατὴς ἐκεῖνος, καθ ώς φησιν Ἡσαΐας, παραγράφεται μὲν τὴν ἀδιανόητον ταύ την τῆς ἐπινοίας φυσιολογίαν, ὄντως διαλυτὴν αὐτὴν καὶ ἀνυπόστατον ἀποδείξας κατὰ τὸν τούτου λόγον, τεχνολογεῖ δὲ περὶ τῆς ἐγκειμένης τῇ λέξει δυνάμεως, διὰ τῶν γνωρί μων ὑποδειγμάτων τῇ περὶ τῶν δογμάτων θεωρίᾳ προσβιβά 2.1.50 ζων τὸν λόγον. πρὸς ὃν ὁ Εὐνόμιος διὰ τῆς σεμνῆς ταύ της λογογραφίας ἑαυτὸν ἀντεπαίρων ἀναλύειν ἐπιχειρεῖ τὰ περὶ τῆς ἐπινοίας διηρθρωμένα τοῦτον τὸν τρόπον. ἄμεινον δὲ ἴσως πρὶν διευθῦναι τὰ γεγραμμένα τὸν σκοπὸν ἐξετάσαι, τί βουλόμενος ἀποφεύγει τὸ κατ' ἐπίνοιαν ἐπιλέγεσθαι τῷ θεῷ τὸ ἀγέννητον. ∆όγμα κοινὸν ἐπὶ πάντων τῶν παραδεδεγμένων τὸν λόγον τῆς εὐσεβείας κεκράτηκε τὸ πᾶσαν ἐν τῷ Χριστῷ τὴν ἐλπίδα τῆς σωτηρίας δεῖν ἔχειν, ὡς οὐκ ἐνδεχόμενον ἄλλως ἐν ἀγαθοῖς γενέσθαι, μὴ τῆς εἰς Χριστὸν πίστεως 2.1.51 παρεχομένης τὸ σπουδαζόμενον. ταύτης δὲ τῆς διανοίας παγίως ταῖς ψυχαῖς τῶν πεπιστευκότων ἐνερηρεισμένης καὶ πάσης τιμῆς τε καὶ λατρείας καὶ δόξης τῷ μονογενεῖ θεῷ παρὰ πάντων ὡς ἀρχηγῷ τῆς ζωῆς ἀνακειμένης τῷ ποιοῦντι τὰ τοῦ πατρὸς ἔργα, καθὼς αὐτὸς ὁ κύριος ἐν τῷ εὐαγγελίῳ φησί, καὶ μηδεμιᾶς κατὰ πᾶσαν ἀγαθοῦ πράγ ματος ἔννοιαν ὑπερβολῆς ἐλαττουμένῳ, οὐκ οἶδα πόθεν παρακινηθέντες δυσμενείᾳ καὶ φθόνῳ τῆς τοῦ κυρίου τιμῆς, καθάπερ ζημίαν ἑαυτοῖς κρίνοντες τὴν γινομένην τῷ μονο γενεῖ θεῷ παρὰ τῶν πεπιστευκότων προσκύνησιν, ἀνταί ρουσι ταῖς θείαις τιμαῖς καὶ πείθειν ἐπιχειροῦσιν, ὡς 2.1.52 οὐδὲν τῶν περὶ αὐτῶν λεγομένων ἀληθῶς λέγεται. οὔτε γὰρ θεός, κἂν ὀνομάζηταί πως ὑπὸ τῆς γραφῆς, ἀληθινός ἐστι θεός, οὔτε υἱὸς λεγόμενος ἐπαληθεύουσαν ἔχει τῇ προσηγορίᾳ τὴν φύσιν οὔτε ἀξίας οὔτε φύσεως αὐτῷ πρὸς τὸν πατέρα ἔστι τις κοινωνία. μηδὲ γὰρ εἶναι δυνατὸν τῷ γεγεννημένῳ πρὸς τὸν ποιήσαντα τὸ κατὰ τὴν ἀξίαν ἢ τὴν δύναμιν ἢ τὴν φύσιν ὑπάρχειν ὁμότιμον, διότι τῷ μὲν ἀόριστος ἡ ζωὴ καὶ ἐξ ἀϊδίου ἡ ὕπαρξις, τῷ δὲ υἱῷ τρόπον τινὰ περιγέγραπται ἡ ζωή, τῆς ἀρχῆς καθ' ἣν γέγονε περατούσης ἐπὶ τὸ ἄνω τῆς ζωῆς τὴν πρόοδον καὶ τῇ τοῦ 2.1.53 πατρὸς ἀϊδιότητι συμπαρατείνεσθαι κωλυούσης· ὥστε καὶ τούτῳ τὴν ζωὴν ἐλλιπῆ νομίζεσθαι καὶ τὸν πατέρα μὴ ἀεὶ εἶναι, ὅπερ νῦν ἐστί τε καὶ λέγεται, ἀλλ' ἕτερόν τι πρότερον ὄντα μετὰ ταῦτα βουλεύσασθαι γενέσθαι πατέρα, μᾶλλον δὲ οὐχὶ γενέσθαι, ἀλλὰ κληθῆναι· μηδὲ γὰρ υἱοῦ κατὰ ἀλήθειαν ὀνομασθῆναι πατέρα, ἀλλὰ κτίσματος εἰς 2.1.54 υἱοῦ κλῆσιν ὑποβληθέντος. πάντως δέ, φασί, τὸ μετα γενέστερον τοῦ πρεσβυτέρου καὶ τὸ ὡρισμένον τοῦ ἀϊδίου καὶ τὸ κατὰ βούλησιν τοῦ πεποιηκότος γεγεννημένον αὐτοῦ τοῦ πεποιηκότος δυνάμει τε καὶ ἀξίᾳ καὶ φύσει καὶ τοῖς ἐκ χρόνου πρεσβείοις καὶ ἅπασι τοῖς τιμίοις ἐξ ἀνάγκης 2.1.55 ἠλάττωται. οὗ δὲ τὸ τέλειον ἐν ταῖς θειοτέραις τῶν ὑπο λήψεων ἄπεστι, πῶς ἄν τις τοῦτο ταῖς τοῦ ἀληθινοῦ θεοῦ τιμαῖς εὐλόγως ἀποσεμνύνειεν; ὡς ἐκ τούτου κατασκευά ζεσθαι παρ' αὐτῶν τὸν ἀτελῆ μὲν κατὰ τὴν δύναμιν, ἐλ λιπῆ δὲ κατὰ τὴν τῆς ζωῆς τελειότητα, ὑποχείριον δὲ τῷ δυναστεύοντι, ποιοῦντα δὲ μηδὲν ἀφ' ἑαυτοῦ πλὴν εἴ τι νομοθετεῖται τῷ τοῦ κρατοῦντος προστάγματι, τοῦτον ἐν μηδεμιᾷ θεοπρεπεῖ τιμῇ τε καὶ ὑπολήψει πιστεύειν <δεῖν> εἶναι, ἀλλὰ θεὸν μὲν ὀνομάζειν, κενὸν δὲ πάσης μεγαλο πρεποῦς ἐννοίας περιφέρειν τὸ ὄνομα. 2.1.56 Καὶ ἐπειδὴ ταῦτα οὑτωσὶ λεγόμενα δίχα τῆς τῶν λο γισμῶν περιβολῆς παροξύνει πως εἰς ὀργὴν καὶ φρίττειν ποιεῖ τῷ ξενισμῷ τὸν ἀκούοντα (τίς γὰρ δέχεται πονηρὸν σύμβουλον γυμνῶς καὶ ἀκατασκεύως τὴν καθαίρεσιν τῆς μεγαλειότητος τοῦ Χριστοῦ συμβουλεύοντα;), διὰ τοῦτο παραγωγαῖς τισι πιθαναῖς καὶ ἀπάταις τὴν πονηρὰν ταύτην ἐνέδραν τοῦ λόγου περικαλύψαντες ταῖς ἔξωθεν ἐπινοίαις τοὺς ἀνοήτους τῶν ἀκροατῶν παρακρούονται. τὰ γὰρ ἄλλα κατασκευάσαντες, δι' ὧν ἂν ᾗ δυνατὸν αὐτομάτως ἐπὶ ταῦτα κατασυρῆναι τὴν τῶν ἀκουόντων διάνοιαν, τῷ ἀκροατῇ τὸ 2.1.57 πέρας τῆς καταστροφῆς καταλείπουσιν. εἰπόντες γὰρ μὴ εἶναι ταὐτὸν κατὰ τὴν οὐσίαν τὸν μονογενῆ θεὸν τῷ ἀληθινῷ πατρὶ καὶ τοῦτο σοφιστικῶς συμπεράναντες διὰ τῆς τοῦ ἀγεννήτου πρὸς τὸ γεννητὸν ἀντιθέσεως τὸ ἀπὸ τούτου σιωπῶντες ἐργάζονται, αὐτομάτως διὰ τοῦ ἀκολούθου τῆς ἀσεβείας κρατυνομένης. καὶ ὥσπερ τὸ δηλητήριον ὁ φαρ μακεὺς εὐπαράδεκτον ποιεῖ, τῷ ἐπιβουλευομένῳ μέλιτι κατα γλυκάνας τὸν ὄλεθρον, καὶ ὁ μὲν ἔδωκε μόνον, τὸ δὲ ἐγ καταμιχθὲν τοῖς σπλάγχνοις οὐδὲν ἔτι πραγματευομένου τοῦ φαρμακέως τὴν φθορὰν κατεργάζεται, ὅμοιόν τι καὶ 2.1.58 παρὰ τούτων γίνεται· ταῖς γὰρ κομψείαις τῶν σοφισμάτων τὸ φθοροποιὸν δόγμα οἷόν τινι μέλιτι καταχρώσαντες, ἐπει δὰν ἐγχέωσι τὴν ἀπάτην τῇ ψυχῇ τοῦ ἀκούοντος τὴν περὶ τοῦ μὴ εἶναι θεὸν ἀληθινὸν τὸν μονογενῆ θεόν, τὰ ἄλλα πάντα τούτῳ καὶ σιωπῶντες συγκατειργάσαντο. τῷ γὰρ πεισθῆναι μὴ ἀληθῶς εἶναι θεὸν ἐπακολουθεῖ τὸ μηδὲ ἄλλο τι τῶν περὶ αὐτοῦ θεοπρεπῶς λεγομένων ἐν ἀληθείᾳ λέγεσθαι· εἰ γὰρ οὔτε υἱὸς οὔτε θεὸς ἐξ ἀληθείας, ἀλλ' ἐκ καταχρήσεως τούτων ἑκάτερον, πάντως ὅτι καὶ τὰ λοιπὰ τῶν ὀνομάτων, οἷς παρὰ τῆς θείας γραφῆς ὀνομά 2.1.59 ζεται, τῆς ἀληθείας κεχώρισται. οὐ γὰρ δὴ τὸ μὲν ἀλη θῶς ἐπ' αὐτοῦ ῥηθήσεται, τὸ δὲ ἀμοιρήσει τῆς ἀληθείας, ἀλλὰ πάντως ἀλλήλοις ἀκολουθήσει τὰ πάντα, ὥστε εἰ μὲν ἀληθῶς εἴη θεός, καὶ κριτὴν καὶ βασιλέα καὶ τὰ καθ' ἕκαστον τῶν λεγομένων εἶναι ὡς λέγεται, εἰ δὲ ἡ θεότης ψεύδοιτο, μηδὲ ἄλλο τι τῶν περὶ αὐτοῦ ἀληθεύειν. πεισθέντων τοίνυν τῶν ἠπατημένων τὸ ψευδώνυμον ἐπὶ τοῦ μονογενοῦς εἶναι τὴν τῆς θεότητος κλῆσιν, τὸ μηδὲ λα τρεύειν μηδὲ σεβάζεσθαι μηδὲ ὅλως τὴν θεῷ χρεωστου μένην ἀπονέμειν τιμὴν συγκατεσκευάσθη. 2.1.60 Ἵνα τοίνυν ἐνεργὸς αὐτοῖς ἡ κατὰ τοῦ σωτῆρος ἐπι χείρησις γένηται, ταύτην εὕραντο τῆς βλασφημίας τὴν μέθοδον. συμβουλεύουσι μὴ δεῖν τὴν ἐν τοῖς ἄλλοις ὀνό μασι κοινωνίαν ἐπισκοπεῖν, δι' ὧν τὸ ὁμότιμον τῆς ἀξίας τοῦ υἱοῦ πρὸς τὸν πατέρα διασημαίνεται, ἀλλ' ἐκ τῆς τοῦ ἀγεννήτου πρὸς τὸ γεννητὸν ἀντιθέσεως τὸ παρηλλαγμένον τῆς φύσεως συλλογίζεσθαι· τοῦτο γὰρ εἶναι τὴν θείαν φύσιν, 2.1.61 ὅπερ σημαίνει τὸ τῆς ἀγεννησίας ὄνομα. εἶτα πάντων ἀν θρώπων τῶν γε νοῦν ἐχόντων ἀμήχανον εἶναι λογιζομένων δυνάμει τινὶ ῥημάτων τὴν ἄφραστον φύσιν ἐξαγγελθῆναι, οὔτε τῆς γνώσεως ἡμῶν τοσοῦτον ἐκτεινομένης, ὡς εἰς τὰ ὑπερέκεινα τῶν γινωσκομένων φθάνειν, οὔτε τῆς τῶν λόγων ὑπηρεσίας τοσαύτην δύναμιν ἐν ἡμῖν κεκληρωμένης, ὡς ἱκανὴν εἶναι τὸ νοηθὲν ἐξαγγεῖλαι, εἴπερ τι καὶ ὅλως ὑψηλόν τε καὶ θεῖον ἐπὶ νοῦν ἔλθοι, πάλιν οἱ σοφοὶ οὗτοι πολλὴν ἀβελτερίαν καὶ τῆς λογικῆς ἐπιστήμης ἀπειρίαν τῶν πολλῶν καταψηφιζόμενοι αὐτοί τε εἰδέναι διαβεβαιοῦνται ταῦτα καὶ οἷς ἂν ἐθέλωσι δύνασθαι τὴν περὶ τούτων ἐμ 2.1.62 ποιῆσαι γνῶσιν. καὶ διὰ τοῦτο λέγουσι μηδὲν ἕτερον εἶναι τὴν θείαν φύσιν πλὴν τὴν 20ἀγεννησίαν20 αὐτήν, καὶ ταύ την 20κυριωτάτην καὶ ἀνωτάτω20 προσαγορεύοντες ἅπαν τὸ μεγαλεῖον τῆς θεότητος τῇ φωνῇ ταύτῃ ἐγκατακλείουσιν· ὡς ἐκ τούτου κατασκευάζεσθαι, εἰ ἡ ἀγεννησία τὸ κυριώ τατον τῆς οὐσίας ἐστὶ καὶ τὰ λοιπὰ τῶν θεοπρεπῶν ὀνο μάτων ταύτῃ συνήρτηται, ἡ θεότης, ἡ ἀφθαρσία, ἡ δύνα μις καὶ τὰ ἄλλα πάντα, εἰ οὖν ταῦτα καὶ τὰ τοιαῦτα ἡ 20ἀγεννησία20 ἐστί, πάντως εἴ τι τοῦτο μὴ λέγεται, οὐδὲ 2.1.63 ἐκεῖνα ἔσται. ὡς γὰρ τὸ λογικὸν καὶ τὸ γελαστικὸν καὶ τὸ ἐπιστήμης δεκτικὸν ἴδιον τοῦ ἀνθρώπου ἐστίν, εἰ δέ τι μή ἐστιν ἄνθρωπος, οὐδὲ ἐν τοῖς ἰδιώμασι πάντως ἔσται τῆς φύσεως, οὕτως εἴπερ 20ἀγεννησία20 ἐστὶν ἡ ἀληθινὴ θεότης, ᾧ τὸ ὄνομα τοῦτο μὴ πρόσεστιν, οὐδὲ ἄλλο τι τῶν τὴν θεότητα χαρακτηριζόντων τούτῳ πάντως ἐφευρεθήσεται. τῆς οὖν ἀγεννησίας περὶ τὸν υἱὸν μὴ λεγομένης, τὸ μηδὲ τὰ λοιπὰ πάντα τῶν ὑψηλῶν τε καὶ θεοπρεπῶν ὀνομάτων 2.1.64 ἐπ' αὐτοῦ κυρίως λέγεσθαι κατεσκευάσθη. τοῦτο οὖν εἶναι τὴν κατάληψιν τῶν θείων μυστηρίων ὁρίζονται, τὸ ἀθε τεῖσθαι τοῦ υἱοῦ τὴν θεότητα, μονονουχὶ φανερῶς ἐμβοῶντες παντὶ τῷ τὴν ἀκοὴν ὑπέχοντι ὅτι σοὶ ἔξεστι τελείῳ κατὰ τὴν γνῶσιν εἶναι, μὴ πιστεύοντι τῷ μονογενεῖ θεῷ, ὅτι ἐστὶν ἀληθῶς θεός, μὴ τιμῶντι τὸν υἱὸν καθὼς τιμᾶται ὁ πατήρ, μὴ υἱὸν ἀλλὰ κτίσμα κατὰ τὴν φύσιν εἶναι νομίζοντι, μὴ κύριον, μὴ δεσπότην, ἀλλὰ δοῦλον καὶ ὑποχείριον. πρὸς τοῦτο γὰρ βλέπει τὸ πέρας τῆς συμβουλῆς, κἂν ἑτέροις ῥήμασιν ἡ βλασφημία περικαλύπτηται. 2.1.65 ∆ιὰ ταῦτα ποικίλως κατὰ τὴν προτέραν λογογραφίαν ἐμπυρ ριχίζων τῇ τῶν σοφισμάτων στροφῇ καὶ διαφόρως τεχνολογῶν τὸ ἀγέννητον, ἐκκλέπτει τὴν διάνοιαν τῶν εὐεξαπατήτων, ἐν οἷς φησιν· 20οὐκοῦν εἰ μήτε κατ' ἐπίνοιαν μήτε κατὰ στέρησιν μήτε ἐν μέρει, ἀμερὴς γάρ, μήτε ἐν αὐτῷ ὡς ἕτερον, <ἁπλοῦς γὰρ καὶ ἀσύνθετος, μήτε παρ' αὐτὸν ἕτερον>, εἷς γὰρ καὶ μόνος ἀγέννη 2.1.66 τος, αὐτὸ ἂν εἴη οὐσία ἀγέννητος20. συνιδὼν τοίνυν ὁ διδάσκαλος ἡμῶν τὴν ἐκ τῆς ἀπάτης ἐγγινομένην τοῖς παρακρουσθεῖσι ζημίαν, ὅτι αὐτῆς ἐστι τῆς εἰς τὸν κύριον ὁμολογίας παράβασις ἡ περὶ τοῦ μὴ εἶναι αὐτὸν ἀληθῶς θεὸν συγκατάθεσις, εἰς ὅπερ ἡ τῶν ῥημάτων τούτων ἀκολουθία καταστρέφει τὸ δόγμα, διὰ τοῦτο τὸ μὲν ὡς μέρος μὴ ἐπιλέγεσθαι τῷ θεῷ τὴν ἀγεννησίαν οὐκ ἀντιλέγει, ἁπλοῦν τε καὶ ἄποσον καὶ ἀμέγεθες καὶ ἀσύνθετον καὶ αὐτὸς συνομολο γῶν εἶναι τὸ θεῖον, τὸ δὲ κατ' ἐπίνοιαν μὴ δεῖν ἐπ' αὐτοῦ τὴν ἐπωνυμίαν λέγεσθαι ταύτην καὶ ἀντιλέγει καὶ ἀποδείκνυ σιν· οἷς οὐκ ἐμμένων ὁ λογογράφος πάλιν ἡμῖν τὴν παρ' ἑαυτοῦ σοφίαν ἀντικαθίστησιν ἐν τῷ δευτέρῳ τῶν λόγων, τοῖς περὶ τῆς ἐπινοίας εἰρημένοις ἀντιμαχόμενος. 2.1.67 Καιρὸς δ' ἂν εἴη λοιπὸν καὶ αὐτῆς μνησθῆναι τῆς εἰς τοῦτο κατασκευῆς, τοσοῦτον ὑπειπόντας μόνον. οὐκ ἔστιν ἐν ἀνθρωπίνῃ φύσει δύναμις εἰς ἀκριβῆ κατανόησιν οὐσίας θεοῦ· τάχα δὲ μικρόν ἐστιν ἐπὶ μόνης ἀποφήνασθαι τοῦτο τῆς ἀνθρωπίνης δυνάμεως, ἀλλὰ καὶ τὴν ἀσώματον κτίσιν ἐλάττονά τις εἰπὼν ἢ ὥστε χωρῆσαι καὶ περιλαβεῖν τῇ γνώσει τὴν ἀόριστον φύσιν οὐ τοῦ παντὸς ἁμαρτήσεται. 2.1.68 οἷον ἔστιν ἐπὶ τῶν καθ' ἡμᾶς ὑποδειγμάτων κατανοῆσαι, ὅτι πολλῶν ὄντων καὶ διαφόρων τῶν διὰ σαρκὸς τὴν ζωὴν εἰληχότων, τῶν μὲν πτηνῶν τῶν δὲ χερσαίων, τό τε ὑπερ νεφὲς ἐν τῇ τῶν πτερῶν δυνάμει γενόμενον καὶ τὸ τοῖς κοίλοις ἐγκαθιδρυμένον καὶ ἐμφωλεῦον εἰ μὲν πρὸς ἄλληλα κρίνοιντο, οὐκ ὀλίγον ἂν ἀφεστάναι δόξειε τοῦ χερσαίου τὸ ἐναέριον, εἰ δὲ πρὸς τὰ ἄστρα καὶ τὴν ἀπλανῆ σφαῖραν ἡ σύγκρισις εἴη, οὐδὲν ἔλαττον κεχωρίσθαι τοῦ οὐρανοῦ τὸ μετεωροποροῦν διὰ πτήσεως τῶν περὶ γῆν νομισθήσεται 2.1.69 ζῴων. οὕτως καὶ ἡ τῶν ἀγγέλων δύναμις τῷ μὲν ἡμετέρῳ συγκρινομένη πάμπολυ προέχειν δοκεῖ, ὅτι οὐδεμιᾶς αἰσθή σεως ἐνοχλούσης γυμνῇ τε καὶ ἀπαρακαλύπτῳ τῇ γνωστικῇ δυνάμει τῶν ὑψηλῶν ἐπορέγεται· εἰ δὲ πρὸς τὸ μεγαλεῖον τοῦ ὄντως ὄντος καὶ ἡ ἐκείνων κατάληψις ἐξετάζοιτο, τάχα ὁ τολμήσας εἰπεῖν μὴ πόρρω τῆς ἡμετέρας βραχύτητος καὶ τὴν ἐκείνων δύναμιν ἀφεστάναι τῆς θείας κατανοήσεως οὐκ ἔξω τοῦ εἰκότος ἀποτολμήσει. πολὺ γὰρ τὸ μέσον καὶ ἀδιεξίτητον, ᾧ πρὸς τὴν κτιστὴν οὐσίαν ἡ ἄκτιστος φύσις 2.1.70 διατετείχισται. αὕτη πεπεράτωται, ἐκείνη πέρας οὐκ ἔχει· αὕτη τοῖς ἰδίοις μέτροις κατὰ τὸ ἀρέσαν τῇ σοφίᾳ τοῦ πεποιηκότος ἐμπεριείληπται, τῆς δὲ μέτρον ἡ ἀπειρία ἐστίν· αὕτη διαστηματικῇ τινι παρατάσει συμπαρεκτείνεται, καὶ χρόνῳ καὶ τόπῳ περιειργομένη, ἐκείνη ὑπερεκπίπτει πᾶσαν διαστήματος ἔννοιαν, καθ' ὅπερ ἄν τις ἐπιβάλλῃ τὸν νοῦν, κατ' ἐκεῖνο τὴν πολυπραγμοσύνην ἐκφεύγουσα· ἐν ταύτῃ τῇ ζωῇ καὶ ἀρχὴν τοῖς οὖσι καὶ τέλος ἔστιν ἐπινοῆσαι, ἡ δὲ ὑπὲρ τὴν κτίσιν μακαριότης οὔτε ἀρχὴν οὔτε τέλος προσίεται, ἀλλ' ὑπὲρ τὸ ἐν ἑκατέρῳ σημαινόμενον πέφυκεν ἀεὶ ὡσαύτως ἔχουσα καὶ ἐφ' ἑαυτῆς βεβηκυῖα, οὐ διαστη ματικῶς ἔκ τινος εἴς τι τῇ ζωῇ διοδεύουσα· οὔτε γὰρ μετ ουσίᾳ ζωῆς ἑτέρας ἐν τῷ ζῆν γίνεται, ὡς ἀκόλουθον εἶναι καὶ πέρας καὶ ἀρχὴν τῆς μετουσίας νοεῖσθαι, ἀλλ' αὐτὸ ὅπερ ἐστὶ ζωή ἐστιν ἐν ἑαυτῇ ἐνεργουμένη, οὔτε μείζων οὔτε ἐλάττων ἐκ προσθήκης ἢ ὑφαιρέσεως γίνεται. ἡ μὲν γὰρ εἰς τὸ μεῖζον ἐπαύξησις ἐν τῷ ἀπείρῳ χώραν οὐκ ἔχει, τῆς δὲ κατὰ τὴν ἐλάττωσιν ἐπινοίας τὸ κατὰ φύσιν 2.1.71 ἀπαθὲς ἀνεπίδεκτον. ὥσπερ δὲ τὸν οὐρανὸν ὁρῶντες καὶ τρόπον τινὰ διὰ τῶν ὁρατικῶν αἰσθητηρίων τοῦ κατὰ τὸ ὕψος ἐφαπτόμενοι κάλλους εἶναι μὲν τὸ φαινόμενον οὐκ ἀμφιβάλλομεν, τὸ δὲ τί ἐστιν ἐρωτηθέντες διερμηνεῦσαι τῷ λόγῳ τὴν φύσιν οὐκ ἔχομεν, θαυμάζομεν δὲ μόνον τὴν ἐγκύκλιον τοῦ παντὸς ὁρῶντες περιφορὰν καὶ τῶν πλανητῶν τὴν ἐναρμόνιον ἐπὶ τὸ ἔμπαλιν κίνησιν κύκλον τέ τινα τὸν λεγόμενον ζῳοφόρον κατὰ τὸ λοξὸν ἐγκεχαραγμένον τῷ πόλῳ, ᾧ τὴν κίνησιν τῶν κατὰ τὸ ἐναντίον ἀνειλουμένων παρατηροῦσιν οἱ ταῦτα σοφοί, φωστήρων τε διαφορὰς κατά τε τὰ μεγέθη καὶ τὰς τῶν αὐγῶν ἰδιότητας ἐπιτολάς τε καὶ δύσεις κατὰ τὴν ἐγκύκλιον τοῦ ἔτους περίοδον ἐπὶ τῶν αὐτῶν ἀεὶ καιρῶν γινομένας ἀπαραβάτως, συνόδους τε τῶν πλανωμένων καὶ ὑποδρομὰς τῶν ὑποβεβηκότων καὶ ἐκλεί ψεις τῶν ὑπερκειμένων καὶ γῆς ἀποσκιάσεις καὶ ἀποκατα στάσεις τῶν ἐκλειπόντων τήν τε πολυειδῆ τῆς σελήνης ἀλ λοίωσιν καὶ τοῦ ἡλίου τὴν ἐπὶ τοῦ μέσου τῶν πόλων κί νησιν, καὶ ὡς ἀνάπλεως ὢν τοῦ ἰδίου φωτὸς καὶ ταῖς ἀκτῖσιν ἐν κύκλῳ καταστεφὴς πάντα τε τῇ φωτιστικῇ δυ νάμει περιπτυσσόμενος ἔστιν ὅτε καὶ αὐτὸς ἐκλείπει, τοῦ σεληναίου σώματος ὥς φασιν ἐπιπροσθοῦντος, καὶ ὡς κατὰ τὸ βούλημα τοῦ διατάξαντος ἀεὶ τὸν ἴδιον δρόμον ἀνύων περιπορεύεται διὰ τῆς τεταγμένης προόδου καὶ ὑποβάσεως, τὰς τέσσαρας τοῦ ἔτους ὥρας ἐν ἑαυταῖς ἀνελίσσων, ταῦτα ὁρῶντες εἶναι μὲν τὰ φαινόμενα δι' ὧν ὁρῶμεν οὐκ ἀμφι βάλλομεν, οὐσίας δὲ λόγον ἑκάστου τῶν ὄντων τοσοῦτον ἀπέχομεν κατανοῆσαι, ὅσον εἰ μηδὲ τὴν ἀρχὴν τῇ αἰσθήσει τὸ φανὲν ἐγνωρίσαμεν· οὕτω καὶ τὸν ποιητὴν τοῦ κόσμου ὅτι μὲν ἔστιν οἴδαμεν, τὸν δὲ τῆς οὐσίας λόγον ἀγνοεῖν οὐκ ἀρνούμεθα. 2.1.72 Οἱ δὲ γινώσκειν ταῦτα κομπάζοντες πρότερον μὲν περὶ τῶν ὑποβεβηκότων εἰπάτωσαν, τί τὸ οὐράνιον οἴονται σῶμα, τίνα δὲ τὴν κυκλοφοροῦσαν διὰ παντὸς μηχανήν, ἐν τίνι δὲ τὴν κίνησιν γίνεσθαι; ὅπερ γὰρ ἄν τις τῇ διανοίᾳ λογίσηται, πάντως εἰς τὸ ἀμήχανόν τε καὶ ἀκατάληπτον ὁ λογισμὸς 2.1.73 προϊὼν καταλήξει. εἴ τε γὰρ ἕτερον ὁμοιοσχημάτιστον σῶμα λέγοι τις ἐν τύπῳ περιηρμοσμένον περικρατεῖν τὴν φοράν, ὡς ἀεὶ τὸν δρόμον καμπτόμενον ὁμοιοτρόπως περὶ ἑαυτὸν ἑλίσσεσθαι, τῇ ἀνάγκῃ τοῦ περιέχοντος ἐξενεχθῆναι πρὸς τὸ εὐθὺ κωλυόμενον, πῶς ἐρεῖ διαμένειν ταῦτα τὰ σώματα, διὰ τῆς διηνεκοῦς τρίψεως ἐν ἀλλήλοις οὐ δαπανώ 2.1.74 μενα; πῶς δὲ καὶ ἐνεργεῖται ἡ κίνησις, δύο σωμάτων ὁμο φυῶν πρὸς τύπον ἀλλήλοις ἐναρμοττόντων, ὅταν τὸ ἕτερον ἀκίνητον μένῃ; τῇ γὰρ ἀκινησίᾳ τοῦ περιδεδραγμένου τὸ ἐντὸς διασφιγγόμενον ἀδυνατήσει πάντως πρὸς τὴν ἰδίαν ἐνέργειαν. τί δὲ καὶ τὸ ἑδράζον τοῦ περιέχοντος ἐκείνου τὴν παγιότητα, ὥστε διαμένειν ἄσειστον, ὑπὸ τῆς τοῦ ἐνηρ 2.1.75 μοσμένου κινήσεως μὴ τινασσόμενον; εἰ δὲ κἀκείνου κατὰ τὴν πολυπραγμοσύνην τῆς διανοίας εἶναί τις ἕδρα ὑπο ληφθείη ἡ συντηροῦσα ἐν τῷ παγίῳ τὴν στάσιν, πάντως προϊὼν κατὰ τὸ ἀκόλουθον ὁ λόγος κἀκείνης πολυπραγμο νήσει βάσιν τῆς βάσεως καὶ ταύτης ἄλλην καὶ τῆς ἐφεξῆς ἑτέραν καὶ οὕτω διὰ τῶν ὁμοίων ἡ ἐξέτασις ἀνιοῦσα πρὸς τὸ ἄπειρον ἐνεχθήσεται καὶ εἰς ἄπορον καταλήξει, τοῦ εἰς τὴν τοῦ παντὸς σύστασιν ὑποβεβλημένου σώματος τὸ ἐπέ κεινα πάλιν κατεξετάζουσα, ὡς μηδαμοῦ στῆναι τὸν λόγον 2.1.76 τοῦ ἀεὶ περιέχοντος τὴν περιβολὴν ζητοῦντα. ἀλλὰ τοῦτο μὲν οὐχί· κενὸν δέ τι κατὰ τὴν ματαίαν τῶν ταῦτα πεφι λοσοφηκότων ὑπόνοιαν τοῖς οὐρανίοις περικέχυται νώτοις καὶ τούτῳ ἐνολισθαίνουσα τοῦ παντὸς ἡ δίνησις πρὸς ἑαυ τὴν ἀναστρέφει, μηδεμίαν ἐκ στερεοῦ τινος ἀντιτυπίαν εὑ ρίσκουσα τὴν δυναμένην ἐξ ἀντιβάσεως στῆσαι καὶ ἀνα κόψαι προϊοῦσαν ἐν κύκλῳ τὴν κίνησιν. τί τοίνυν ἐστὶ τὸ κενὸν ἐκεῖνο, ὃ μήτε σῶμά φασι μήτε νόημα, καὶ μέχρι τίνος ἱστάμενον, καὶ τί τὸ διαδεχόμενον; τίς δὲ τοῦ ναστοῦ καὶ ἀντιτύπου ἡ πρὸς τὸ κενὸν καὶ ἀνυπόστατον ἐκεῖνο συγγένεια; τί τὸ μεσιτεῦον τοῖς παρηλλαγμένοις τῇ φύσει; 2.1.77 πῶς δὲ διὰ τῶν ἑτεροφυῶν ἡ τοσαύτη τοῦ παντὸς εὐαρ μοστία συνίσταται; τί δ' ἄν τις εἴποι τὸν οὐρανὸν αὐτὸν εἶναι, μίγμα τι τῶν περιεχομένων στοιχείων ἢ ἓν ἐξ ἁπάν των ἢ ἄλλο τι παρὰ ταῦτα; τί δὲ τοὺς ἀστέρας αὐτούς, πόθεν δὲ αὐτοῖς τὴν αὐγὴν ἀποστίλβειν τί οὖσαν καὶ ὅπως συνισταμένην; τῆς δὲ διαφορᾶς αὐτῶν κατά τε τὸ κάλλος καὶ τὸ μέγεθος ὁ λόγος τίς; τοὺς δὲ ἐντὸς ἑπτὰ κύκλους τὴν ἐναντίαν τῷ παντὶ κίνησιν περιαγομένους τί εἶναι, ὑπὸ ποίας ἀνάγκης ἐλαύνεσθαι; τὸ δὲ ἄϋλον ἐκεῖνο καὶ αἰθέ ριον πῦρ καὶ ὁ ἐγκεχυμένος διὰ μέσου ἀὴρ οἷόν τι διατεί χισμα γινόμενος τῆς θερμαντικῆς τε καὶ ἀναλωτικῆς φύ σεως πρὸς τὴν ὑγρὰν καὶ εὐανάλωτον; καὶ ὅπως κατὰ τὸ 2.1.78 ἔσχατον ἡ γῆ τῷ παντὶ ὑποβέβληται; τί τὸ φυλάσσον ἔχει ἐν τῷ βεβαίῳ τὴν στάσιν; τί τὸ ὑπερεῖδον αὐτῆς τὴν ἐπὶ τὸ κάτω φοράν; εἰ ταῦτα καὶ τὰ τοιαῦτά τις ἡμᾶς κατεξ ετάζοι, ἆρά τις ἔσται τοσοῦτον ἀνεστηκὼς τὴν διάνοιαν ὥστε καθυποσχέσθαι τῶν τοιούτων τὴν γνῶσιν; οὐδὲν γὰρ ἕτερον εἰς ἀπόκρισιν τοῖς εὐγνώμοσιν ἢ τοῦτο λείπεται, ὅτι ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας μόνος οἶδε τὸν λόγον τῆς κτίσεως. ἡμεῖς δὲ Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ, καθώς φησιν ὁ ἀπόστολος. 2.1.79 Εἰ οὖν ἡ κάτω κτίσις ἡ μέχρι τῶν αἰσθητηρίων τῶν ἡμετέρων φθάνουσα ὑπὲρ τὰ μέτρα τῆς ἀνθρωπίνης ἐστὶ γνώσεως, πῶς ὁ μόνῳ θελήματι τὸ πᾶν συστησάμενος ἐντὸς τῆς ἡμετέρας ἐστὶ καταλήψεως; ματαιότης ταῦτα καὶ μανία ψευδής, καθώς φησιν ὁ προφήτης, τὸ οἴεσθαι δυνατὴν εἶναί τινι τὴν τῶν ἀλήπτων περίνοιαν. οὕτως ἔστιν ἰδεῖν μικρὰ νήπια διὰ τὴν ἐκ τῆς ἡλικίας ἄγνοιαν παίζοντά τε ὁμοῦ 2.1.80 καὶ σπουδάζοντα. πολλάκις γὰρ ἀκτῖνος ἡλιακῆς διὰ θυ ρίδος αὐτοῖς εἰσρυείσης περιχαρέντα τῷ κάλλει πρὸς τὸ φαινόμενον ἵεται καὶ φέρειν φιλονεικεῖ διὰ χειρὸς τὴν ἀκτῖνα καὶ διαμάχεται πρὸς ἄλληλα καὶ περιδράσσεται τοῦ φωτός, τῇ περιβολῇ τῶν δακτύλων, ὡς οἴεται, τὴν αὐγὴν ἐνδησάμενα· ἀλλὰ διαλυθείσης τῶν δακτύλων τῆς ἐμπλοκῆς γέλωτα ποιεῖ τοῖς νηπίοις καὶ κρότον διαρρυεῖσα τῶν χειρῶν 2.1.81 ἡ τῆς ἀκτῖνος λαβή. οὕτω καὶ τὰ τῆς ἡμετέρας γενεᾶς παιδία, καθώς φησιν ἡ παραβολή, ταῖς ἀγοραῖς ἐγκαθή μενα παίζει· οἱ τὴν θείαν δύναμιν διὰ τῶν τῆς προνοίας λόγων καὶ τῶν ἐν τῇ κτίσει θαυμάτων ταῖς ψυχαῖς ἐλλάμ πουσαν βλέποντες οἷον ἀκτῖνά τινα καὶ θερμότητα τῆς ἡλιακῆς ἀπορρέουσαν φύσεως οὐχὶ θαυμάζουσι τὴν χάριν καὶ προσκυνοῦσι τὸν διὰ τούτων νοούμενον, ἀλλ' ὑπερβάντες τὸ χωρητὸν τῇ ψυχῇ ταῖς τῶν σοφισμάτων λαβαῖς τοῦ ἀναφοῦς περιδράσσονται καὶ κρατεῖν οἴονται διὰ τῶν συλλο γισμῶν, εἴπερ οἴονται· διασχόντος δὲ τοῦ λόγου καὶ διαπτύ ξαντος τὴν τῶν σοφισμάτων πλοκὴν εὑρίσκεται τοῖς νοῦν 2.1.82 ἔχουσι τὸ ἀπειλημμένον οὐδέν. οὕτω μικροπρεπῶς τε καὶ βρεφικῶς τοῖς ἀμηχάνοις ἐμματαιάζοντες οἷόν τινι παλάμῃ παιδικῇ τὴν ἀπερινόητον τοῦ θεοῦ φύσιν ταῖς ὀλίγαις συλ λαβαῖς τῆς 20ἀγεννησίας20 ἐναποκλείουσι καὶ συναγορεύουσι τῇ παρανοίᾳ καὶ οἴονται τοσοῦτον καὶ τοιοῦτον εἶναι τὸ θεῖον, ὡς ἀνθρωπίνῳ λογισμῷ δύνασθαι διὰ μιᾶς προση γορίας ἐμπεριείργεσθαι, καὶ ταῖς μὲν τῶν ἁγίων φωναῖς ἀκολουθεῖν σχηματίζονται, αὐτῶν δὲ ἐκείνων ὑπεραίροντες 2.1.83 ἑαυτοὺς οὐ δεδοίκασιν. ἃ γὰρ οὐδεὶς τῶν μακαρίων ἀν δρῶν εἰρηκὼς ἐπιδείκνυται, ὧν τις καὶ λόγος ἐν ταῖς θείαις βίβλοις ἀνάγραπτος φέρεται, ταῦτα οὗτοι, καθώς φησιν ὁ ἀπόστολος, μὴ εἰδότες μήτε ἃ λέγουσι καὶ περὶ ὧν διατείνονται, ὅμως αὐτοί τε εἰδέναι φασὶ καὶ τοῖς ἄλ λοις καθηγεῖσθαι τῆς εἰδήσεως μεγαλαυχοῦσι. καὶ διὰ τοῦτο τὸν μονογενῆ θεὸν μὴ ἀληθῶς εἶναι ὃ λέγεται κατει ληφέναι διϊσχυρίζονται. ἡ γὰρ τῶν συλλογισμῶν ἀνάγκη τοῦτο κελεύει. 2.1.84 Ὡς δείλαιοι τῆς ἀγχινοίας, ὡς δυστυχὴς αὐτοῖς καὶ ὀλέθριος ἡ περιττὴ καὶ κατεσκεμμένη φιλοσοφία. τίς οὕτω κατὰ σπουδὴν αὐτομολεῖ πρὸς τὸ βάραθρον, ὡς οὗτοι πόνῳ καὶ σπουδῇ τὸν λάκκον ἑαυτοῖς τῆς βλασφημίας ὡρύξαντο; ὅσῳ τῷ μέτρῳ τῆς ἐλπίδος τῶν Χριστιανῶν ἀφωρίσθησαν· οἵῳ χάσματι πρὸς τὴν σῴζουσαν πίστιν διε τειχίσθησαν· ὅσον τῶν κόλπων τοῦ πατρὸς τῆς πίστεως 2.1.85 Ἀβραὰμ ἀπῳκίσθησαν. ἐκεῖνος, εἰ δεῖ κατὰ τὴν τοῦ ἀποστόλου μεγαλοφυΐαν ἀλλάξαντα τὴν φωνὴν ἀλληγορικῶς τὸν νοῦν τῆς ἱστορίας κατανοῆσαι, μενούσης δηλαδὴ καὶ τῆς ἱστορικῆς ἀληθείας, ἐξῆλθε διὰ θείου προστάγματος τῆς ἰδίας γῆς καὶ τῆς καθ' ἑαυτὸν συγγενείας ἔξοδον ἀνδρὶ προφήτῃ πρὸς θεοῦ κατανόησιν ἐπειγομένῳ πρέ 2.1.86 πουσαν. οὐ γάρ μοι δοκεῖ τοπική τις μετάστασις τῶν νοητῶς εὑρισκομένων προξενεῖν τὴν κατάληψιν. ἀλλ' αὐτὸς ἑαυτοῦ καὶ τῆς ἰδίας γῆς, τοῦ ταπεινοῦ λέγω καὶ γηΐνου φρονήματος, ἔξω γενόμενος καὶ ὑπεράρας ὡς οἷόν τε ἦν τῶν κοινῶν τῆς φύσεως ὅρων ἑαυτοῦ τὴν διάνοιαν καὶ κατα λιπὼν τῆς ψυχῆς τὴν πρὸς τὰς αἰσθήσεις συγγένειαν, ὡς μηδενὶ τῶν κατ' αἴσθησιν προφαινομένων διοχλούμενος πρὸς τὴν κατανόησιν τῶν ἀοράτων ἀμαυρωθῆναι, μήτε ἀκοῆς περιηχούσης μήτε ὄψεως ἐν τοῖς φαινομένοις τὴν διάνοιαν διαπλανώσης, καθώς φησιν ὁ ἀπόστολος, διὰ πίστεως περι πατῶν, οὐ διὰ εἴδους, εἰς τοσοῦτον ἐπήρθη τῇ μεγαλοφυΐᾳ τῆς γνώσεως, ὥστε ὅρος νομισθῆναι τῆς ἀνθρωπίνης τε λειώσεως, τοσοῦτον γνοὺς τὸν θεόν, ὅσον ἦν δυνατὸν τὴν βραχεῖαν καὶ ἐπίκηρον ταύτην δύναμιν ὑπερταθεῖσαν χω 2.1.87 ρῆσαι. τοιγαροῦν καὶ ὁ πάσης κτίσεως κύριος, ὥσπερ τι εὕρημα τοῦ πατριάρχου γενόμενος, ἰδίως θεὸς τοῦ Ἀβραὰμ ὀνομάζεται. ἀλλ' ὅμως τί φησι περὶ ἐκείνου ὁ λόγος; ὅτι ἐξῆλθεν οὐκ ἐπιστάμενος ποῦ ἀπέρχεται, ἀλλ' οὐδὲ τὸ ὄνομα τοῦ ἀγαπωμένου μαθεῖν χωρήσας οὔτε μὴν τῇ ἀγνοίᾳ 2.1.88 ταύτῃ δυσανασχετῶν τε καὶ αἰσχυνόμενος. τοῦτο μὲν οὖν αὐτῷ καὶ ἡ ἀσφαλὴς ἦν πρὸς τὸ ζητούμενον ὁδηγία, τὸ μηδενὶ τῶν προχείρων εἰς κατανόησιν ἐν ταῖς περὶ τοῦ θεοῦ διανοίαις χειραγωγεῖσθαι μηδέ τινι ὅλως τῶν κατα λαμβανομένων ἐνσείσασαν αὐτοῦ ποτε τὴν διάνοιαν στῆναι 2.1.89 τῆς εἰς τὸ ἐπέκεινα τῶν γινωσκομένων πορείας. ἀλλ' ὥσπερ τὴν ἐγχώριον αὐτοῦ σοφίαν, τὴν Χαλδαϊκὴν λέγω φιλοσο φίαν, μέχρι τῶν φαινομένων ἑστῶσαν τῷ λογισμῷ διαβὰς καὶ ὑψηλότερος τῶν διὰ τῆς αἰσθήσεως γινωσκομένων γενό μενος ἐκ τοῦ κάλλους τῶν θεωρουμένων καὶ ἐκ τῆς εὐαρ μοστίας τῶν οὐρανίων θαυμάτων τὸ πρωτότυπον κάλλος ἰδεῖν ἐπεθύμησεν, οὕτω καὶ τὰ ἄλλα πάντα, ὅσα προϊὼν τῷ λογισμῷ κατελάμβανεν, εἴτε δύναμιν εἴτε ἀγαθότητα εἴτε τὸ ἀνάρχως εἶναι εἴτε τὸ πρὸς οὐδὲν πέρας ὁρίζεσθαι εἴτε τι τοιοῦτον ἕτερον νόημα περὶ τὴν θείαν φύσιν εὑρί σκεται, πάντα ἐφόδια πρὸς τὴν ἄνω πορείαν καὶ ὑποβάθρας ποιούμενος καὶ ἀεὶ τοῖς εὑρισκομένοις ἐπερειδόμενος καὶ τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος καὶ τὰς καλὰς ἐκείνας ἀνα βάσεις, καθώς φησιν ὁ προφήτης, ἐν τῇ καρδίᾳ διατιθέ μενος καὶ πᾶν τὸ καταλαμβανόμενον ὑπὸ τῆς ἰδίας δυνά μεως ὡς τοῦ ζητουμένου μικρότερον ὑπερβαίνων, ἐπειδὴ πᾶσαν ἐν ταῖς περὶ τοῦ θεοῦ ὑπολήψεσι τὴν ἐξ ὀνόματος γινομένην τῆς φύσεως εἰκασίαν παρέδραμεν, ἐκκαθήρας τὸν λογισμὸν τῶν τοιούτων ὑπονοιῶν ἀμιγῆ τε καὶ καθαρὰν πάσης ἐννοίας τὴν πίστιν ἀναλαβών, τοῦτο σημεῖον ἐποιή σατο τῆς τοῦ θεοῦ ἐπιγνώσεως ἀπλανές τε καὶ ἔκδηλον, τὸ κρείττω καὶ ὑψηλότερον παντὸς γνωριστικοῦ σημείου τὸν θεὸν εἶναι πιστεῦσαι. 2.1.90 ∆ιά τοι τοῦτο μετὰ τὴν ἐπιπεσοῦσαν ἐκείνην ἔκστασιν ἐκ τῶν ὑψηλῶν θεαμάτων πάλιν εἰς τὴν ἀνθρωπίνην κατα κύψας ἀσθένειαν Ἐγὼ δέ εἰμι, φησί, γῆ καὶ σποδός, τουτέ στιν ἄφωνός τε καὶ ἀνενέργητος ὡς πρὸς τὴν τοῦ νοηθέντος 2.1.91 ἀγαθοῦ ἑρμηνείαν. ἡ γὰρ γῆ δοκεῖ μοι καὶ ἡ τέφρα τὸ ἄψυχον καὶ τὸ ἄγονον ἅμα διασημαίνειν, καὶ οὕτω νόμος πίστεως γίνεται τῷ μετὰ ταῦτα βίῳ, διδάσκων τῇ κατ' αὐτὸν ἱστορίᾳ τοὺς τῷ θεῷ προσιόντας ὅτι οὐκ ἔστιν ἄλ λως προσεγγίσαι θεῷ, μὴ πίστεως μεσιτευούσης καὶ συν απτούσης δι' ἑαυτῆς τὸν ἐπιζητοῦντα νοῦν πρὸς τὴν ἀκατά 2.1.92 ληπτον φύσιν. καταλιπὼν γὰρ τὴν ἐκ τῆς γνώσεως πολυπραγμοσύνην Ἐπίστευσε, φησίν, Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. οὐκ ἐγράφη δὲ δι' ἐκεῖνον, ὁ ἀπόστολος λέγει, ἀλλὰ δι' ἡμᾶς, ὅτι τὴν πίστιν, οὐχὶ τὴν γνῶσιν ὁ θεὸς εἰς δικαιοσύνην τοῖς ἀνθρώ 2.1.93 ποις λογίζεται. ἡ μὲν γὰρ γνῶσις ὥσπερ ἐμπειρικήν τινα τὴν διάθεσιν ἔχει, μόνῳ τῷ γινωσκομένῳ συντιθεμένη, ἡ δὲ τῶν Χριστιανῶν πίστις οὐχ οὕτως· οὐ γὰρ τῶν γινωσκο μένων, ἀλλὰ τῶν ἐλπιζομένων ἐστὶν ὑπόστασις. τὸ δὲ δια κρατούμενον οὐκ ἐλπίζεται· Ὃ γὰρ ἔχει τις, φησί, τί καὶ ἐλπίζει; τὸ δὲ διαφεῦγον τὴν κατανόησιν ἡμῶν ἡμέτερον ἡ πίστις ποιεῖ, διὰ τῆς ἰδίας βεβαιότητος ἐγγυωμένη τὸ μὴ φαινόμενον. οὕτω γάρ φησι περὶ τοῦ πιστοῦ ὁ ἀπόστολος ὅτι Τὸν ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησε. μάταιος οὖν ὁ διὰ γνώσεως τῆς μάτην φυσιούσης ἐπιγνῶναι τὴν θείαν οὐσίαν 2.1.94 δυνατὸν εἶναι λέγων. οὔτε γὰρ ἄνθρωπος οὕτω μέγας ὥστε ἐξισῶσαι τῷ κυρίῳ τὴν καταληπτικὴν ἑαυτοῦ δύναμιν (Τίς γὰρ ἐν νεφέλαις ἰσωθήσεται τῷ κυρίῳ; φησὶν ὁ ∆αβίδ) οὔτε οὕτω μικρὸν τὸ ζητούμενον ὥστε ὑπὸ λογισμῶν ἀν θρωπίνης βραχύτητος περιληφθῆναι. ἄκουε τοῦ ἐκκλη σιαστοῦ συμβουλεύοντος μὴ ἐξενεγκεῖν ῥῆμα πρὸ προσώπου θεοῦ, ὅτι ὁ θεός, φησίν, ἐν τῷ οὐρανῷ ἄνω καὶ σὺ ἐπὶ 2.1.95 τῆς γῆς κάτω. δείκνυσι δέ, οἶμαι, διὰ τῆς τῶν στοιχείων τούτων πρὸς ἄλληλα οἰκειώσεως, μᾶλλον δὲ διαστάσεως, ὅσον ὑψηλοτέρα ἡ θεία φύσις τῆς τῶν ἀνθρωπίνων λογισμῶν περινοίας. ὅσον γὰρ ἀνώτερα τὰ ἄστρα τῆς τῶν δακτύλων ἁφῆς, τοσοῦτον μᾶλλον δὲ πολλαπλάσιον καὶ ἡ πάντα νοῦν ὑπερέχουσα φύσις τῶν λογισμῶν τῶν γηΐνων ὑπερανέστηκεν. 2.1.96 οὐκοῦν μαθόντες, ὅσον τῆς φύσεως τὸ διαλλάττον ἐστί, τοῖς ἰδίοις ὅροις δι' ἡσυχίας ἐμμένωμεν. ἀσφαλέστερον γὰρ ἅμα καὶ εὐσεβέστερον πλέον τοῦ νοουμένου τὸ μεγαλοπρεπὲς εἶναι τοῦ θεοῦ πιστεύειν ἤ τισιν ὑπονοίαις τὴν δόξαν αὐτοῦ περιγράψαντα μηδὲν ὑπὲρ ἐκεῖνο οἴεσθαι. 2.1.97 Καὶ ἄλλως δ' ἄν τις ἀσφαλὲς εἶναι φήσειεν ἀπολυ πραγμόνητον ἐᾶν τὴν θείαν οὐσίαν ὡς ἀπόρρητον καὶ ἀνέπ αφον λογισμοῖς ἀνθρωπίνοις. τὸ μὲν γὰρ τῶν ἀδήλων καταστοχάζεσθαι καί τινα τῶν ἀποκρύφων γνῶσιν ἐξ ἐπι νοίας ἀνθρωπίνων λογισμῶν ἐρευνᾶσθαι πάροδον καὶ ἀκο λουθίαν καὶ ταῖς διεψευσμέναις τῶν ὑπολήψεων δίδωσιν, διότι τῶν ἀγνοουμένων ὁ στοχασμὸς οὐ μόνον τὸ ἀληθές, ἀλλὰ καὶ αὐτὸ πολλάκις τὸ ψεῦδος ὡς ἀληθὲς ὑπολήψεται. 2.1.98 ὁ δὲ τῶν εὐαγγελίων καὶ τῆς προφητείας μαθητὴς ὅτι μὲν ἔστιν ὁ ὢν ἐξ ὧν ἀκήκοέ τε τῶν ἁγίων καὶ διὰ τῆς τῶν φαινομένων εὐαρμοστίας καὶ τῶν τῆς προνοίας ἔργων πι στεύει, τί δὲ καὶ ὅπως ἐστὶν ὡς ἀνωφελὲς ἅμα καὶ ἀνή νυτον οὐκ ἐξετάζων οὐδεμίαν δώσει τῷ ψεύδει κατὰ τῆς 2.1.99 ἀληθείας τὴν εἴσοδον. ἐν μὲν γὰρ τῷ πολυπραγμονεῖν καὶ ὁ παραλογισμὸς χώραν εὑρίσκει, πάσης δὲ πολυπραγμο σύνης ἀργούσης συναποκόπτεται πάντως καὶ ἡ τοῦ διαμαρ τάνειν ἀνάγκη. καὶ ὅτι ἀληθὴς ὁ λόγος, πάρεστιν ἐκ τού του μαθεῖν. πῶς αἱ τῶν ἐκκλησιῶν αἱρέσεις εἰς ποικίλας καὶ διαφόρους τὰς περὶ θεοῦ ὑπολήψεις ἀπεπλανήθησαν, ἄλλου κατ' ἄλλην τινὰ τῆς διανοίας κίνησιν ἑαυτὸν ἀπατή σαντος; πῶς αὐτοὶ οὗτοι περὶ ὧν ὁ λόγος ἐστὶ περὶ τὸ 2.1.100 βάραθρον τοῦτο τῆς ἀσεβείας κατώλισθον; ἆρ' οὐχὶ πᾶσιν ἀσφαλέστερον ἦν κατὰ τὴν συμβουλὴν τῆς σοφίας μὴ ζη τεῖν τὰ βαθύτερα, ἀλλὰ δι' ἡσυχίας τὴν ἁπλῆν τῆς πί στεως παρακαταθήκην ἄσυλον ἑαυτοῖς ἀσφαλίζεσθαι; ἀλλ' ἐπειδὴ ὅλως ἀρχὴν ἔλαβεν ἡ τῶν ἀνθρώπων οὐθένεια τοῖς ἀπερινοήτοις ἐμβατεύειν εἰκῇ καὶ δόγμασι κρατύνειν τὰ τῆς ματαίας αὐτῶν οἰήσεως παρευρήματα, ἐντεῦθεν ὁ πολὺς κατάλογος τῶν τῇ ἀληθείᾳ προσπολεμούντων, καὶ αὐτοὶ οὗτοι περὶ ὧν ὁ λόγος ἐστὶν οἱ δογματισταὶ τῆς ἀπάτης ἀναπεφήνασιν οἱ εἰς περιγραφήν τινα τὸ θεῖον ἄγοντες, μονονουχὶ φανερῶς εἰδωλοποιοῦντες ἑαυτῶν τὴν ὑπόνοιαν ἐν τῷ τὴν ἐμφαινομένην τῇ 20ἀγεννησίᾳ20 διάνοιαν ταύτην θεο ποιεῖν, ὡς οὐχὶ κατά τινα λόγον ἐπιθεωρουμένην τῇ θείᾳ 2.1.101 φύσει, ἀλλ' αὐτὴν οὖσαν θεὸν ἢ οὐσίαν θεοῦ. καίτοι γε ἴσως ἐχρῆν πρὸς τὸν τῶν ἁγίων χορὸν ἀποβλέποντας, τοὺς προφήτας λέγω καὶ πατριάρχας, οἷς πολυμερῶς καὶ πολυ τρόπως ὁ τῆς ἀληθείας ἐνεφθέγξατο λόγος, καὶ μετὰ ταῦτα τοὺς αὐτόπτας τε καὶ ὑπηρέτας γενομένους τοῦ λόγου, δυσ ωπηθῆναι μὲν τὴν ἀξιοπιστίαν τῶν ὑπ' αὐτοῦ μαρτυρη θέντων τοῦ πνεύματος, ἐμμένειν δὲ τοῖς ὅροις τῆς ἐκείνων διδασκαλίας καὶ γνώσεως καὶ μὴ ἐπιτολμᾶν τούτοις, ὧν ἡ 2.1.102 τῶν ἁγίων κατάληψις οὐκ ἐφήψατο. ἐκεῖνοι γὰρ ἀγνοού μενον τέως τὸν θεὸν τῇ ἀνθρωπίνῃ ζωῇ διὰ τὴν ἐπικρα τοῦσαν τότε περὶ τὰ εἴδωλα πλάνην ἐμφανῆ καὶ γνώριμον τοῖς ἀνθρώποις ποιοῦντες ἔκ τε τῶν θαυμάτων, ἃ τοῖς παρ' αὐτοῦ γεγενημένοις ἐμφαίνεται, καὶ ἐκ τῶν ὀνομάτων, δι' ὧν τὸ ποικίλον τῆς θείας δυνάμεως κατανοεῖται, πρὸς τὴν σύνεσιν τῆς θείας φύσεως χειραγωγοῦσι, τὴν μεγαλοπρέ πειαν μόνην τῶν περὶ τὸν θεὸν θεωρουμένων τοῖς ἀνθρώ ποις γνωρίζοντες· τὸν δὲ τῆς οὐσίας λόγον ὡς οὔτε δυνατὸν χωρηθῆναι οὔτε τι φέροντα τοῖς πολυπραγμονοῦσι τὸ κέρδος 2.1.103 ἄρρητον ἀφῆκαν καὶ ἀνεξέταστον. καὶ γὰρ καὶ τὰ ἄλλα πάντα ὅτι μὲν γέγονε διηγήσαντο, οὐρανὸν γῆν θάλασσαν χρόνους αἰῶνας καὶ τὴν ἐν τούτοις κτίσιν, ὅ τι δὲ τούτων ἕκαστον καὶ ὅπως καὶ ὅθεν ἀπεσιώπησαν· οὕτω καὶ περὶ τοῦ θεοῦ Ὅτι μὲν ἔστι καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαπο δότης γίνεται, συμβουλεύουσι πείθεσθαι, τὴν δὲ φύσιν αὐτὴν ὡς ὑπὲρ πᾶν οὖσαν ὄνομα οὔτε ὠνόμασαν οὔτε ἠμέλλησαν. 2.1.104 εἰ γάρ τι πρὸς δήλωσιν τῆς θείας κατανοήσεως μεμαθή καμεν ὄνομα, πάντα ταῦτα κοινωνίαν ἔχει καὶ ἀναλογίαν πρὸς τὰ τοιαῦτα τῶν ὀνομάτων, ἃ τοῦ τινὸς ἀνθρώπου τὴν ἰδιότητα δείκνυσιν. ὡς γὰρ οἱ τὸν ἀγνοούμενον διά τινων γνωρισμάτων δηλοῦντες εὐπατρίδην αὐτόν, ἂν οὕτω τύχῃ, καὶ τῶν εὖ γεγονότων λέγουσιν εἶναι καὶ λαμπρὸν ἐν πλούτῳ καὶ ἐν ἀξίᾳ περίβλεπτον ἀνθοῦντά τε τῇ ὥρᾳ καὶ ἐπὶ τόσον διανεστηκότα τῷ σώματι, καὶ τὰ τοιαῦτα λέγοντες οὐ τὴν φύσιν τοῦ δηλουμένου, ἀλλά τινα γνωρίσματα τῶν περὶ αὐτὸν γινωσκομένων ἐδήλωσαν (οὔτε γὰρ τὸ εὐγενὲς οὔτε τὸ πολυχρήματον οὔτε τὸ περιφανὲς τοῦ ἀξιώματος οὔτε τὸ κατὰ τὴν ὥραν περίβλεπτον ἡ ἀνθρωπότης ἐστίν, ἀλλ' 2.1.105 ἕκαστον τούτων περὶ τὸν τινὰ θεωρεῖται)· οὕτως καὶ πᾶσαι φωναὶ <αἱ> παρὰ τῆς ἁγίας γραφῆς εἰς δοξολογίαν θείαν ἐξευρημέναι τῶν περὶ τὸν θεόν τι δηλουμένων ἀποσημαί νουσιν, ἰδίαν ἔμφασιν ἑκάστη παρεχομένη, δι' ὧν ἢ τὸ δυνατὸν ἢ τὸ τοῦ χείρονος ἀνεπίδεκτον ἢ τὸ μὴ ἐξ αἰτίας εἶναι ἢ τὸ μὴ εἰς περιγραφὴν τέλους ἔρχεσθαι ἢ τὸ κατὰ πάντων ἔχειν τὸ κράτος ἢ ὅλως τι τῶν περὶ αὐτὸν διδασκό μεθα· αὐτὴν δὲ τὴν οὐσίαν ὡς οὔτε διανοίᾳ τινὶ χωρητὴν οὔτε λόγῳ φραστὴν ἀπολυπραγμόνητον εἴασε, σιωπῇ τιμᾶσθαι νομοθετήσασα ἐν τῷ κωλύειν τῶν βαθυτέρων τὴν ζήτησιν καὶ ἐν τῷ λέγειν μὴ δεῖν ἐξενεγκεῖν ῥῆμα πρὸ προσώπου θεοῦ. 2.1.106 ∆ιὰ τοῦτο πᾶσάν τις θεόπνευστον φωνὴν ἐρευνώμενος οὐκ ἂν εὕροι τῆς θείας φύσεως τὴν διδασκαλίαν οὐδὲ μὴν ἄλλου τινὸς τῶν κατ' οὐσίαν ὑφεστηκότων· ὅθεν ἐν ἀγνοίᾳ πάντων διάγομεν πρῶτον ἑαυτοὺς ἀγνοοῦντες οἱ ἄνθρωποι, 2.1.107 ἔπειτα δὲ καὶ τὰ ἄλλα πάντα. τίς γὰρ ἔστιν ὃς τῆς ἰδίας ἑαυτοῦ ψυχῆς ἐν καταλήψει γεγένηται, τίς ὁ ἐπιγνοὺς αὐτῆς τὴν οὐσίαν, ὑλική τίς ἐστιν ἢ ἄϋλος, καθαρῶς ἀσώματος ἤ τι καὶ σωματοειδὲς περὶ αὐτὴν θεωρεῖται, πῶς γίνεται πῶς κίρναται, πόθεν εἰσκρίνεται πῶς ἀφίσταται, τί τὸ συν δεσμοῦν καὶ μεσιτεῦον ἔχει πρὸς τὴν τοῦ σώματος φύσιν, πῶς ἡ ἀναφής τε καὶ ἀσχημάτιστος ἰδίᾳ τινὶ περιγραφῇ περιείληπται, τίς ἡ κατὰ τὰς ἐνεργείας διαφορά, πῶς ἡ αὐτὴ καὶ ὑπὲρ τὸν οὐρανὸν ἀνατείνεται τῇ πολυπραγμοσύνῃ τῶν ἀοράτων καὶ πρὸς τὰ ὑλικὰ πάθη κατολισθαίνει τῷ βάρει τοῦ σώματος καθελκομένη, θυμόν τε καὶ φόβον, λύπην τε καὶ ἡδονήν, ἔλεον καὶ ἀπήνειαν, ἐλπίδα καὶ μνή μην, δειλίαν καὶ θράσος, φιλίαν καὶ μῖσος καὶ πάντα τὰ 2.1.108 ἐναντίον ἐν ταῖς δυνάμεσι τῆς ψυχῆς ἐνεργούμενα; τίς ἄρα κατανοήσας οὐκ ἐλογίσατο, μή τινα δῆμον ψυχῶν ἐν ἑαυτῷ συγκεκροτημένον ἔχοι, πάμπολυ τῶν εἰρημένων ἑκάστου πρὸς τὰ λοιπὰ διαφέροντος καί, καθ' ὃ ἂν ἐπικρατῇ, τὴν κατὰ πάντων ἔχοντος δυναστείαν, ὡς καὶ αὐτὸ τὸ λογιστικὸν ταῖς ἐπικρατήσεσι τῶν τοιούτων κινημάτων ὑποκύπτειν καὶ ὑποτάσσεσθαι καὶ τὴν παρ' ἑαυτοῦ συνεργίαν πρὸς τὰς τοι αύτας ὁρμὰς οἷον δεσπότῃ τινὶ τυραννικῶς συνεισφέρειν; 2.1.109 τὸ οὖν πολυμερὲς καὶ πολυειδὲς τοῦτο τῶν κατὰ ψυχὴν νοουμένων τίς ὁ διδάξας ἡμᾶς ἐκ τῆς θεοπνεύστου γραφῆς λόγος, πότερον ἕν τί ἐστιν ἐξ ἁπάντων συγκεκραμένον, καὶ τίς ἡ τῶν ἐναντίων πρὸς ἄλληλα κρᾶσις καὶ σύμπνοια, ὡς 2.1.110 ἓν πρᾶγμα τὰ πολλὰ γενέσθαι; ἀλλ' ἕκαστον τούτων κατ' ἰδίαν νοούμενον οἷον ἐν πολυχώρῳ τινὶ ἀγγείῳ τῇ ψυχῇ κατακέκλεισται; καὶ πῶς οὐκ ἀεὶ πάντων ὡς ἐγκειμένων τὴν αἴσθησιν ἔχομεν, θαρροῦντες ἅμα καὶ δειλαινόμενοι μισοῦντές τε κατὰ ταὐτὸν καὶ ἡδόμενοι καὶ τῶν ἄλλων πάν των συγκεχυμένην καὶ ἀναμεμιγμένην ἔνδον τὴν κίνησιν ἔχοντες, ἀλλ' ἀνὰ μέρος αὐτῶν τὴν δυναστείαν ἐπιγινώσκο μεν, ὅταν ἐπικρατήσῃ τι τούτων ἡσυχαζόντων τῶν ἄλλων; 2.1.111 τίς δὲ ὅλως καὶ ἡ σύνθεσις καὶ ἡ διάθεσις αὕτη καὶ ἡ πολύκενος ἐν ἡμῖν εὐρυχωρία, ὥστε ἑκάστῳ τὴν ἰδίαν χώραν ἀποταχθῆναι οἷόν τισι μέσοις διατειχίσμασι κωλυο μένῳ πρὸς τὴν ἐπιμιξίαν τοῦ γείτονος; αὐτὸ δὲ τοῦτο, εἰ κατ' οὐσίαν ὑφέστηκεν ὁ θυμὸς ἢ ὁ φόβος ἢ καὶ τὰ λοιπὰ τῶν εἰρημένων ἤ τινες ἀνυπόστατοι κινήσεις τυγχάνουσι, τίς 2.1.112 ὁ διερμηνεύσας λόγος; εἰ μὲν γὰρ ὑφεστήκασιν, οὐ μία ψυχή, καθὼς εἴρηται, ἀλλά τι συγκρότημα ψυχῶν ἐν ἡμῖν περιείληπται, ἑκάστου τούτων εἰς ἰδιάζουσαν καὶ περιγε γραμμένην ψυχὴν ἀποκεκριμένου. εἰ δέ τινα κίνησιν ἀνυ πόστατον οἴεσθαι χρὴ ταῦτα εἶναι, πῶς κατακρατεῖ καὶ δυναστεύει ἡμῶν τὸ ἀνύπαρκτον καθάπερ ἐκ τυραννίδος ἡμᾶς δουλωσάμενον, ὅτιπερ ἂν τούτων κατακρατῆσαν τύχῃ; 2.1.113 καὶ εἰ νοητόν τί ἐστιν ἡ ψυχή, πῶς ἐν τῷ νοητῷ θεωρεῖται τὸ πολυμερές τε καὶ σύνθετον, ἰδίως τῆς τοιαύτης ἐννοίας παρὰ τὰς σωματικὰς ταύτας ποιότητας θεωρουμένης; ἡ δὲ αὐξητικὴ δύναμις τῆς ψυχῆς ἥ τε ὀρεκτικὴ καὶ θρε πτικὴ καὶ ἀλλοιωτικὴ καὶ τὸ πάντα μὲν τὰ τοῦ σώματος τρέφεσθαι, μὴ διὰ πάντων δὲ διήκειν τὴν αἴσθησιν, ἀλλ' ἐπίσης τοῖς ἀψύχοις ἔνια τῶν ἐν ἡμῖν ἀμοιρεῖν τῆς αἰσθή σεως, ὀστέων καὶ χόνδρων ὀνύχων τε καὶ τριχῶν καὶ τρε 2.1.114 φομένων καὶ οὐκ αἰσθανομένων; τὴν οὖν ἡμιτελῆ τῆς ψυχῆς ἐπὶ τούτων ἐνέργειαν τίς ὁ κατανοήσας, εἰπέ μοι; 2.1.115 Καὶ τί περὶ τῆς ψυχῆς λέγω; ἀλλ' οὐδὲ τῆς σαρκὸς αὐτῆς τὸ τὰς σωματικὰς ἀναδεδεγμένον ποιότητας ἐναργεῖ τινι καταλήψει μέχρι τοῦ δεῦρο τεθήραται. ἐὰν γάρ τις τῷ λόγῳ τὸ φαινόμενον εἰς τὰ ἐξ ὧν σύγκειται διαλύσῃ καὶ ψιλώσας τῶν ποιοτήτων ἐφ' ἑαυτοῦ κατανοῆσαι φιλονικήσῃ τὸ ὑπο 2.1.116 κείμενον, τί καταλειφθήσεται τῇ θεωρίᾳ, οὐ συνορῶ. ὅταν γὰρ ἀφέλῃς τοῦ σώματος τὸ χρῶμα, τὸ σχῆμα, τὴν ἀντιτυπίαν, τὸ βάρος, τὴν πηλικότητα, τὴν ἐπὶ τόπου θέσιν, τὴν κίνησιν, τὴν παθητικήν τε καὶ ἐνεργητικὴν διάθεσιν, τὸ πρός τί πως ἔχειν, ὧν ἕκαστον οὐδὲν ἐφ' ἑαυτοῦ σῶμά ἐστι, περὶ δὲ τὸ σῶμα τὰ πάντα, τί λοιπὸν ἔσται, ὃ τὸν τοῦ σώματος δέχεται λόγον, οὔτε δι' ἑαυτῶν συνιδεῖν ἔχομεν οὔτε παρὰ 2.1.117 τῆς γραφῆς μεμαθήκαμεν. ὁ δ' ἑαυτὸν ἀγνοῶν πῶς ἄν τι τῶν ὑπὲρ ἑαυτὸν ἐπιγνοίη; καὶ ὁ τῇ περὶ ἑαυτοῦ ἀγνοίᾳ προειθισμένος ἆρ' οὐχὶ φανερῶς δι' αὐτοῦ τούτου διδά σκεται πρὸς μηδὲν τῶν ἔξωθεν ἀποκεκρυμμένων ξενίζεσθαι; διὰ τοῦτο καὶ τὰ τοῦ κόσμου στοιχεῖα τῇ μὲν αἰσθήσει τοσοῦτον γινώσκομεν, ὅσον τὸ ἀφ' ἑκάστου χρήσιμον πρὸς τὴν ζωὴν ἡμῶν δέχεσθαι, τὸν δὲ τῆς οὐσίας αὐτῶν λόγον 2.1.118 οὔτε ἐμάθομεν οὔτε τὸ μὴ εἰδέναι ζημίαν ποιούμεθα. τί γάρ μοι πολυπραγμονεῖν τοῦ πυρὸς τὴν φύσιν, πῶς ἐκτρί βεται, πῶς ἐξάπτεται, πῶς τῆς παρακειμένης δρασσόμενον ὕλης οὐ πρότερον ἀποχωρεῖ πρὶν διαφαγεῖν καὶ ἐξαναλῶσαι τὸ ὑποκείμενον, πῶς λανθάνει ὁ σπινθὴρ τῷ λίθῳ ἐγκεί μενος, πῶς ψυχρὸς ὢν τοῖς ἁπτομένοις ὁ σίδηρος ἀπογεννᾷ τὴν φλόγα, πῶς τριβόμενα πρὸς ἑαυτὰ τὰ ξύλα πῦρ ἀνα δίδωσι, πῶς ἀπαυγάζον ἐν ἡλίῳ τὸ ὕδωρ φλόγα ποιεῖ, τῆς τε ἐπὶ τὸ ἄνω φορᾶς τὴν αἰτίαν καὶ τὴν ἀεικίνητον δύναμιν καὶ πάντα τὰ τοιαῦτα παρέντες πολυπραγμονεῖν τε καὶ ἐξετάζειν μόνον τὸ ἀπ' αὐτοῦ χρήσιμον εἰς τὸν βίον ἑαυτῶν ἐνοήσαμεν, εἰδότες ὅτι οὐδὲν ἔλαττον ἔχει τοῦ πολυπραγμο νοῦντος ὁ ἀπραγμόνως τὴν ὠφέλειαν δεχόμενος. 2.1.119 ∆ιὰ τοῦτο ὡς περιττόν τε καὶ ἀνωφελὲς τὸ περὶ τῆς οὐσίας τῶν γεγονότων ἀδολεσχεῖν ἡ γραφὴ παρῆκε. καί μοι δοκεῖ ὁ τῆς βροντῆς υἱὸς Ἰωάννης ὁ τῇ μεγαλοφωνίᾳ τῶν κατ' αὐτὸν δογμάτων ὑπερηχήσας τὰ προλαβόντα κη ρύγματα τοῦτο νοήσας ἐπὶ τέλει τῆς εὐαγγελικῆς ἱστορίας εἰπεῖν ὅτι πολλά ἐστι τὰ ὑπὸ τοῦ κυρίου γεγενημένα Ἅτινα, φησίν, ἐὰν γράφηται καθ' ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία, οὐ πάντως ταῦτα λέγων τὰ 2.1.120 κατὰ τὰς ἰάσεις θαύματα· τούτων γὰρ οὐδὲν ἀφῆκεν ἀμνη μόνευτον ἡ ἱστορία, εἰ καὶ μὴ ἐπ' ὀνόματος πάντων τῶν τεθεραπευμένων τὴν μνήμην πεποίηται· ὅταν γὰρ λέγῃ νεκροὺς ἐγείρεσθαι, τυφλοὺς ἀναβλέπειν, κωφοὺς ἀκούειν, χωλοὺς περιπατεῖν, καὶ πάλιν ἰᾶσθαι πᾶσαν μαλακίαν, οὐδὲν διὰ τούτων ἀνιστόρητον τῶν θαυμάτων ἀπέλιπε, ταῖς καθολικαῖς ἐννοίαις ἐμπεριλαβὼν τὰ καθ' ἕκαστον· ἀλλ' ἐκεῖνο τάχα τῷ βάθει τῆς γνώσεως ὁ εὐαγγελιστὴς λέγει, ὅτι τὸ μεγαλεῖον τοῦ υἱοῦ τοῦ θεοῦ οὐκ ἐκ τῶν διὰ σαρκὸς 2.1.121 θαυματοποιηθέντων μόνον γινώσκειν χρή· μικρὰ γὰρ ταῦτα ὡς πρὸς τὴν λοιπὴν μεγαλουργίαν ἐξεταζόμενα. σὺ δὲ ἀνάβλεψον εἰς τὸν οὐρανόν, ἰδὲ τὰ ἐν αὐτῷ κάλλη, μετέ νεγκε τὴν διάνοιαν ἐπὶ τὸ πλάτος τῆς γῆς, ἐπὶ τὰ βάθη τοῦ ὕδατος, πάντα τὸν κόσμον τῇ διανοίᾳ λαβὼν καὶ τὴν ὑπερκόσμιον φύσιν τῷ λογισμῷ κατανοήσας, ταῦτα γνῶθι τὰ ἀληθινὰ τοῦ σοι διὰ σαρκὸς ἐπιδημήσαντος ἔργα, ἅτινα, φησίν, ἐὰν καθ' ἕκαστον γράφηται τὸ τί καὶ ὅπως καὶ ὅθεν καὶ πόσον, ὑπὲρ τὸ χώρημα τοῦ κόσμου τῆς περὶ 2.1.122 αὐτοῦ τοῦ κόσμου διδασκαλίας ἔσται τὸ πλῆθος. ἐπειδὴ γὰρ τὰ πάντα ὁ θεὸς ἐν σοφίᾳ ἐποίησεν, ὅρον δὲ ἡ τοῦ θεοῦ σοφία οὐκ ἔχει (Τῆς γὰρ συνέσεως αὐτοῦ, φησίν, οὐκ ἔστιν ἀριθμός), ὁ τοῖς ἰδίοις μέτροις πεπερασμένος κόσμος οὐ χωρήσει ἐν ἑαυτῷ τῆς ἀορίστου σοφίας τὸν λόγον. εἰ οὖν ὁ κόσμος ὅλος ἐλάττων ἐστὶν ἢ ὥστε τὴν διδασκαλίαν τῶν ἔργων τοῦ κυρίου χωρῆσαι, πόσοι κόσμοι χωρήσουσιν 2.1.123 τὴν περὶ τοῦ θεοῦ τῶν ὅλων διήγησιν; τάχα γὰρ οὐδὲ ἡ βλάσφημος ἀρνήσεται γλῶσσα τὸ ἀπειροπλασίονα εἶναι τὸν ποιητὴν πάντων τῶν μόνῳ θελήματι παραχθέντων εἰς γένεσιν. εἰ οὖν ἡ κτίσις πᾶσα τοῦ περὶ ἑαυτῆς λόγου ἐστὶν ἀχώρητος (τοῦτο γὰρ ὁ μέγας Ἰωάννης μαρτύρεται κατά γε τὸν ἡμέτερον λόγον), πῶς ἂν ἀνθρωπίνη βραχύτης ὅλον τὸν περὶ τοῦ δεσπότου τῆς κτίσεως χωρήσειε λόγον; 2.1.124 εἰπάτωσαν οἱ τὰ μεγάλα φθεγγόμενοι τί ἐστιν ἄνθρωπος συγκρίσει τοῦ παντὸς θεωρούμενος; ποῖον γεωμετρικὸν σημεῖον οὕτως ἀμερές, τί τῶν Ἐπικουρείων ἀτόμων οὕτω τῇ ματαιότητι τῶν ταῦτα θεωρούντων ἀπολεπτύνεται καὶ ἐγγὺς τοῦ μὴ ὄντος γίνεται, ὡς ἀνθρωπίνη βραχύτης ἀντ' οὐδενός ἐστι πρὸς τὸ πᾶν κρινομένη; καθώς φησι καὶ ὁ μέγας ∆αβὶδ καλῶς ἐπεσκεμμένος ἡμῶν τὴν οὐθένειαν ὅτι Ἡ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐπώπιόν σου, οὐ παντελῶς εἶναι λέγων οὐδέν, ἀλλ' ὅμοιον τῷ μηδέν, τὸ καθ' ὑπερβολὴν πᾶσαν βραχὺ τῇ πρὸς τὸ ἀνύπαρκτον συγκρίσει διασημαίνων. 2.1.125 Ἀλλ' ὅμως ἀπὸ τοιαύτης ὡρμημένοι φύσεως πλατύ νουσι κατὰ τῆς ἀφράστου δυνάμεως τὰ ἴδια στόματα καὶ προσηγορίᾳ μιᾷ τὴν ἀόριστον φύσιν περιμετροῦσι τῷ ὀνόματι τῆς 20ἀγεννησίας20 τὴν οὐσίαν τοῦ θεοῦ περισφίγγοντες, ἵνα τὴν κατὰ τοῦ μονογενοῦς ἑαυτοῖς βλασφημίαν διὰ τού των ὁδοποιήσωσι. τοῦ δὲ μεγάλου Βασιλείου διορθωσαμένου τὴν ἠπατημένην ὑπόνοιαν καί τινα περὶ τῶν ὀνομάτων διεξ ελθόντος ὡς οὐκ ἐκ φύσεως ὄντων, ἀλλὰ κατ' ἐπίνοιαν ἐπικειμένων τοῖς πράγμασι, τοσοῦτον ἀπέχουσι τοῦ ἀναλῦσαι πρὸς τὴν ἀλήθειαν, ὅτι καθάπερ ἰξῷ τινι προσκατέχονται τοῖς ἅπαξ παρ' αὐτῶν εἰρημένοις καὶ οὐ μεθίενται τοῦ σοφίσματος οὐδὲ κατ' ἐπίνοιαν λέγεσθαι τὸ ἀγέννητον, ἀλλὰ 2.1.126 τῆς φύσεως εἶναι παραστατικὸν διορίζονται. τὸ μὲν οὖν πάντα διεξιέναι τὸν λόγον καὶ τὴν ληρώδη καὶ μακρὰν ἐκείνην παραθέμενον φλυαρίαν ἐπὶ λέξεως ἀνατρέπειν πει ρᾶσθαι μακρᾶς ἂν εἴη σχολῆς καὶ χρόνου πολλοῦ καὶ πολ 2.1.127 λῆς ἀπραξίας δεόμενον, καθάπερ ἀκούω καὶ τὸν Εὐνόμιον ὑπὲρ τὸν Ἰλιακὸν πόλεμον τῇ πολυετίᾳ φιλοπόνως καὶ καθ' ἡσυχίαν πολλὴν προσεδρεύσαντα ἐν πολλῷ τῷ ὕπνῳ τὸν μακρὸν τοῦτον ὄνειρον ἑαυτῷ συμπλάσαι, ζητοῦντα φιλο πόνως οὐχ ὅπως ἑρμηνεύσῃ τι τῶν νοηθέντων, ἀλλ' ὅπως κατὰ τῶν λέξεων ἐπισύρηται κατηναγκασμένα νοήματα καὶ περισυλλέγοντα τὰς εὐηχοτέρας φωνὰς ἐκ συγγραμμάτων 2.1.128 τινῶν· καὶ ὥσπερ οἱ πτωχοὶ δι' ἀπορίαν ἐσθῆτος ἐκ ῥακω μάτων τινῶν τοὺς χιτῶνας ἑαυτοῖς περικεντοῦντες συρρά πτουσιν, οὕτω καὶ τοῦτον ἄλλην ἀλλαχόθεν λέξιν περι βοσκόμενον διὰ τούτων ἐξυφῆναι ἑαυτῷ τοῦ λόγου τὸν κέν τρωνα, οὐκ ἀταλαιπώρως διακολλῶντα τὴν συμβολὴν τῶν ῥημάτων καὶ συναρμόζοντα, οὗ τὸ γλίσχρον καὶ μειρακιῶδες τῆς φιλοτιμίας εἰς ἅμιλλαν ἀνδρὶ πρὸς ἀλήθειαν βλέποντι τοσοῦτον ἀπόβλητον, ὅσον ἀθλητῇ τινι τῶν καρτερικῶν καὶ 2.1.129 ἐξώρων τὸ διὰ περιεργίας κομμωτικῆς γυναικίζεσθαι, ἀλλά μοι δοκεῖ τὸν σκοπὸν τοῦ παντὸς ἐγχειρήματος δι' ὀλίγων ἐπιδραμόντα τὰς μακρὰς περιόδους χαίρειν ἐᾶσαι. 2.1.130 Οὐκοῦν εἴρηται παρ' ἡμῶν (οἰκειοῦμαι γὰρ τοῦ διδα σκάλου τὸν λόγον) ὅτι τῆς θείας φύσεως ἀμυδρὰν μὲν καὶ βραχυτάτην ἔχομεν διὰ τῶν λογισμῶν τὴν ἀντίληψιν, ἀπο χρῶσαν δ' ὅμως τῇ βραχύτητι τῆς δυνάμεως ἡμῶν διὰ τῶν ὀνομάτων τῶν περὶ αὐτὴν λεγομένων εὐσεβῶς τὴν 2.1.131 γνῶσιν ἐρανιζόμεθα. τούτων δέ φαμεν τῶν ὀνομάτων οὐ μονοειδῆ πάντων εἶναι τὴν σημασίαν, ἀλλὰ τὰ μὲν τῶν προσόντων τῷ θεῷ, τὰ δὲ τῶν ἀποπεφυκότων ἔχει τὴν ἔμφασιν, οἷον δίκαιον αὐτὸν καὶ ἄφθαρτον λέγομεν, τῷ μὲν δικαίῳ τὸ προσεῖναι δικαιοσύνην, τῷ δὲ ἀφθάρτῳ τὸ μὴ προσεῖναι φθορὰν ἐνδεικνύμενοι. ἔξεστι δὲ πάλιν καὶ ὑπαλ λάξαντα τὰς σημασίας κατὰ τὸ ἔμπαλιν προσφυῶς ἐφαρ μόσαι τῷ θεῷ τὰ ὀνόματα, ὥστε τῷ μὲν ἀπεμφαίνοντι τὸ 2.1.132 οἰκεῖον, τῷ δὲ προσόντι τὸ ἀλλότριον παραστῆσαι. τῇ γὰρ δικαιοσύνῃ τῆς ἀδικίας ἐναντιουμένης, τῇ δὲ φθορᾷ τῆς ἀϊδιότητος ἀντικειμένης, δυνατόν ἐστι χρήσασθαι προσφόρως ἐπὶ τοῦ θεοῦ τοῖς ἐναντίοις, καὶ μὴ διαμαρτεῖν τοῦ προσή κοντος ἐν τῷ εἰπεῖν ἀεί τε αὐτὸν εἶναι καὶ ἄδικον μὴ εἶναι, ὅπερ ἴσον ἐστὶ τῷ λέγειν δίκαιόν τε εἶναι καὶ φθορὰν μὴ 2.1.133 προσδέχεσθαι. οὕτω καὶ τὰ λοιπὰ τῶν ὀνομάτων τῇ ποιᾷ μεταλήψει τῆς σημασίας πρὸς ἑκατέραν τὴν ἔμφασιν ἐπι τηδείως ἔχειν φαμέν, οἷον τὸ ἀγαθὸν καὶ ἀθάνατον καὶ πάντα τὰ κατὰ τὸν ὅμοιον ἐκφερόμενα τύπον. δύναται γὰρ ἕκαστον αὐτῶν ἄλλως καὶ ἄλλως μεταληφθὲν καὶ τὸ προσὸν καὶ τὸ μὴ προσὸν ἐπὶ τῆς θείας ἐνδείξασθαι φύσεως, ὥστε τοῦ σχήματος τῶν ὀνομάτων ὑπαλλασσομένου τὴν εὐσεβῆ 2.1.134 περὶ τὸ ὑποκείμενον διάνοιαν μένειν ἀκίνητον. ταὐτὸν γάρ ἐστιν ἀνεπίδεκτόν τε πονηρίας τὸν θεὸν εἰπεῖν καὶ ἀγαθὸν ὀνομάσαι, καὶ ἀθάνατον ὁμολογῆσαι καὶ ἀεὶ ζῶντα εἰπεῖν· οὐδεμίαν γὰρ ἐν τούτοις κατὰ τὸ σημαινόμενον διαφορὰν ἐννοοῦμεν, ἀλλ' ἓν δι' ἑκατέρων τῶν λόγων ἀποσημαίνομεν, 2.1.135 κἂν τὸ μὲν θέσιν τὸ δὲ ἀναίρεσίν τινος ἔχειν δοκῇ. ὡσ αύτως καὶ πάντων ἀρχὴν λέγοντες τὸν θεὸν καὶ πάλιν ἄν αρχον ὀνομάζοντες οὐδὲν κατὰ τὰς ἐννοίας μαχόμεθα, καθ' ἑκάτερον τῶν λεγομένων ἀρχηγὸν καὶ αἴτιον εἶναι τοῦ παντὸς ἀποφαίνοντες· ὥστε κἂν ἄναρχον εἴπωμεν κἂν τοῦ παντὸς ἀρχηγέτην, τῷ μὲν τὸ μὴ προσόν, τῷ δευτέρῳ δὲ τὸ προσὸν παρεστήσαμεν, δυνατοῦ ὄντος καθὼς εἴρηται διὰ τῆς τῶν σημαινομένων ὑπαλλαγῆς μεταλλάξαι πρὸς τὸ ἐναν τίον τὰς τῶν ὀνομάτων ἐμφάσεις καὶ τῷ νῦν ἀπεμφαίνοντι τέως ὀνόματι διά τινος μετασχηματισμοῦ τὸ προσὸν γνωρι 2.1.136 σθῆναι καὶ τῷ ἑτέρῳ τὸ ἕτερον. ἔξεστι γὰρ ἀντὶ τοῦ ἀρχὴν αὐτὸν μὴ ἔχειν εἰπεῖν τὸ ἀρχὴν αὐτὸν τοῦ παντὸς εἶναι ὁρίσασθαι, καὶ ἀντὶ τούτου πάλιν τὸ μόνον αὐτὸν ἀγεννή τως ὁμολογεῖν ὑφεστάναι· ὥστε τὰ μὲν ῥήματα δοκεῖν τῇ τοῦ σχήματος ἐξαλλαγῇ διαφόρως ἔχειν πρὸς ἄλληλα, τὸν δὲ νοῦν τοῖς λεγομένοις ἕνα καὶ τὸν αὐτὸν διαμένειν. τὸ γὰρ σπουδαζόμενον ἐν τοῖς περὶ θεοῦ λόγοις ἐστὶν οὐχὶ ῥημάτων εὐφωνίαν εὔκροτόν τε καὶ ἐναρμόνιον ἐπινοῆσαι, ἀλλ' εὐσεβῆ διάνοιαν ἐξευρεῖν δι' ἧς τὸ πρέπον τῇ ὑπολήψει τῇ περὶ θεοῦ φυλαχθήσεται. 2.1.137 Ἐπειδὴ τοίνυν εὐσεβές ἐστι λογίζεσθαι τὸν τοῦ παντὸς αἴτιον αὐτὸν αἰτίαν ὑπερκειμένην μὴ ἔχειν, ταύτης ἡμῖν ἐρηρεισμένως τῆς διανοίας μενούσης τίς ἔτι περὶ τὰ ῥήματα τοῖς νοῦν ἔχουσιν καταλείπεται μάχη, πάσης φωνῆς, καθ' ἣν τὸ τοιοῦτον ἐξαγγέλλεται νόημα, τὸ αὐτὸ παριστώσης; εἴτε γὰρ ἀρχὴν αὐτὸν καὶ αἴτιον τοῦ παντὸς εἶναι λέγοις εἴτε ἄναρχον αὐτὸν ὀνομάζοις εἴτε ἀγεννήτως εἶναι εἴτε ἐξ ἀϊδίου ὑφεστάναι εἴτε τοῦ παντὸς αἴτιον εἴτε ἐξ οὐδενὸς αἰτίου μόνον, πάντα τὰ τοιαῦτα ἰσοστάσιά πως ἀλλήλοις ἐστὶ κατὰ τὴν δύναμιν τῶν σημαινομένων καὶ ὁμοτίμως ἔχει τὰ ῥήματα, καὶ μάταιος ὁ ζυγομαχῶν περὶ τὸν τοιόνδε τῆς φωνῆς ἦχον, ὡς οὐχὶ τῇ διανοίᾳ, ταῖς δὲ συλλαβαῖς καὶ 2.1.138 τοῖς φθόγγοις ἐγκειμένης τῆς εὐσεβείας. ταύτης τοίνυν τῆς ἐννοίας παρὰ τοῦ διδασκάλου διηρθρωμένης, δι' ἧς ἔνεστι τοὺς μὴ κεκαλυμμένους τῷ αἱρετικῷ προκαλύμματι σαφῶς διϊδεῖν ὅτι τὸ θεῖον, ὅπως ἂν κατὰ τὴν φύσιν ἔχῃ, ἀνέπαφόν τέ ἐστι καὶ ἀκατανόητον καὶ πάσης ἀντιλήψεως τῆς ἐκ τῶν λογισμῶν ὑψηλότερον, ἡ δὲ ἀνθρωπίνη διάνοια πολυπραγμονοῦσα καὶ διερευνωμένη δι' ὧν ἂν ᾖ δυνατὸν λογισμῶν ἐπορέγεται καὶ θιγγάνει τῆς ἀπροσπελάστου καὶ ὑψηλῆς φύσεως, οὔτε τοσοῦτον ὀξυωποῦσα ὡς ἐναργῶς ἰδεῖν τὸ ἀόρατον οὔτε καθάπαξ ἀπεσχοινισμένη τῆς προσ εγγίσεως ὡς μηδεμίαν δύνασθαι τοῦ ζητουμένου λαβεῖν 2.1.139 εἰκασίαν. ἀλλὰ τὸ μέν τι τοῦ ζητουμένου διὰ τῆς τῶν λογισμῶν ἐπαφῆς ἐστοχάσατο, τὸ δὲ αὐτῷ τῷ μὴ δύνασθαι κατιδεῖν τρόπον τινὰ κατενόησεν, οἷόν τινα γνῶσιν ἐναργῆ 2.1.140 τὸ ὑπὲρ πᾶσαν γνῶσιν τὸ ζητούμενον εἶναι ποιησαμένη. τά τε γὰρ ἀπεμφαίνοντα περὶ τὴν θείαν φύσιν ἐνόησε καὶ ὅσα πρέπει περὶ αὐτὴν ὑπονοεῖν οὐκ ἠγνόησεν, οὐ μὴν αὐτὴν ἐκείνην ἥτις ἐστὶ περὶ ἣν ταῦτα λογίζεται κατιδεῖν ἠδυ νήθη, ἀλλ' ἐκ τῆς τῶν προσόντων τε καὶ μὴ προσόντων γνώσεως εἶδεν, ὃ μόνον ὀφθῆναι δυνατόν ἐστιν, ὅτι τὸ παντὸς μὲν κακοῦ πόρρωθεν ἱδρυμένον, ἐν παντὶ δὲ νοού μενον ἀγαθῷ πάντως τι τοιοῦτόν ἐστιν οἷον λόγῳ τε ἄρ 2.1.141 ρητον εἶναι καὶ λογισμοῖς ἀνεπίβατον. οὕτω τοίνυν πάσας μὲν τὰς ἀπρεπεῖς ἐννοίας ἐν τῇ περὶ τῆς θείας φύσεως ὑπολήψει τοῦ διδασκάλου ἡμῶν ἀποκαθήραντος, πᾶν δὲ ὅσον εὔφημόν τε καὶ θεοπρεπὲς νοεῖν περὶ αὐτὴν συμβου λεύσαντος καὶ διδάξαντος, ὡς οὔτε τι τῶν φθαρτῶν οὔτε τῶν διὰ γενέσεως εἰς τὸ εἶναι παρηγμένων τὸ πρῶτον αἴτιόν ἐστιν, ἀλλὰ πάσης τοιαύτης ὑπονοίας ἔξω νοεῖται, ἐκ δὲ τῆς ἀρνήσεως τῶν μὴ προσόντων καὶ ἐκ τῆς ὁμολογίας τῶν εὐσεβῶς περὶ αὐτοῦ νοουμένων ὅτι ἔστι καταλαμβάνεται, μάχεται τοῖς εἰρημένοις ὁ σφοδρὸς κατὰ τῆς ἀληθείας ἀγωνιστὴς καὶ βούλεται τὸν τοιόνδε τοῦ ῥήματος ἦχον, τὴν τῆς 20ἀγεννησίας20 λέγω φωνήν, ἐμφανῶς δεικνύναι τοῦ θεοῦ τὴν οὐσίαν. 2.1.142 Καίτοι παντὶ πρόδηλον τῷ γε μετρίως ἐπεσκεμμένῳ τὰς τῶν ὀνομάτων χρήσεις, ὅτι ἡ ἀφθαρσία καὶ ἡ ἀγεν νησία διὰ τοῦ ἀφαιρετικοῦ μορίου τὸ μηδὲν τούτων προσ εῖναι τῷ θεῷ, μήτε φθορὰν μήτε γένεσιν, ἀποσημαίνει, ἐπεὶ καὶ ἄλλα πολλὰ τῶν ὀνομάτων ὁμοφώνως λεγόμενα τὴν ἀφαίρεσιν τοῦ μὴ προσόντος, οὐ τὴν θέσιν τοῦ ὄντος ἐνδείκνυται, τὸ ἄκακον καὶ ἄλυπον καὶ ἀπόνηρον καὶ ἀτά ραχον καὶ ἀόργητον ἄϋπνον ἄνοσον ἀπαθὲς ἀνεπίληπτον 2.1.143 καὶ ὅσα τοιαῦτα. λέγεται μὲν γὰρ ἀληθῶς ταῦτα καὶ οἷον κατάλογός τίς ἐστι καὶ ἀπαρίθμησις τῶν πρὸς τὸ χεῖρον νοουμένων, ὧν τὸ θεῖον κεχώρισται, οὐ μήν τι περὶ οὗ λέγεται διὰ τῶν ὀνομάτων ὁ λόγος παρίστησιν. τί μὲν γὰρ οὐκ ἔστι, δι' ὧν ἠκούσαμεν ἐδιδάχθημεν, τί δέ ἐστιν, 2.1.144 ἡ τῶν εἰρημένων οὐκ ἐνεδείξατο δύναμις. ὥσπερ γὰρ εἴ τις περὶ τῆς τοῦ ἀνθρώπου φύσεως εἰπεῖν τι θέλων τὸ μήτε ἄψυχον λέγων μήτε ἀναίσθητον μήτε πτηνὸν μήτε τετρά πουν μήτ' ἔνυδρον τὸ μὲν ὂν οὐκ ἐνεδείξατο, τὸ δὲ μὴ ὂν διεσάφησε, καὶ οὔτε ψεύδεται ταῦτα περὶ τοῦ ἀνθρώπου διεξιὼν οὔτε σαφῶς τὸ ὑποκείμενον δείκνυσιν, κατὰ τὸν αὐτὸν λόγον πολλῶν τοιούτων περὶ τὴν θείαν φύσιν λεγομένων, ἐν οἷς χρὴ τὸν θεὸν ὑπονοεῖν εἶναι μανθάνομεν, αὐτὸ δὲ ὅ τι ποτέ ἐστι κατ' οὐσίαν διὰ τῶν εἰρημένων οὐ διδασκόμεθα. φεύγοντες δὲ παντὶ τρόπῳ τῶν ἀτόπων τινὶ νοημάτων ἐν ταῖς περὶ θεοῦ δόξαις συνενεχθῆναι πολλαῖς καὶ ποικίλαις ἐπωνυμίαις ἐπ' αὐτοῦ κεχρήμεθα, κατὰ τὴν τῶν ἐπινοιῶν 2.1.145 διαφορὰν τὰς προσηγορίας ἁρμόζοντες. ἐπειδὴ γὰρ ἓν οὐδὲν ὄνομα περιληπτικὸν τῆς θείας ἐξεύρηται φύσεως κατ' αὐτοῦ τοῦ ὑποκειμένου προσφυῶς τεταγμένον, διὰ τοῦτο πολλοῖς ὀνόμασι, ἑκάστου κατὰ διαφόρους ἐπιβολὰς ἰδιά ζουσάν τινα περὶ αὐτοῦ τὴν ἔννοιαν ποιουμένου, τὸ θεῖον προσαγορεύομεν, ἐκ τῆς πολυειδοῦς καὶ ποικίλης κατ' αὐτοῦ σημασίας ἐναύσματά τινα πρὸς τὴν κατανόησιν τοῦ ζητου 2.1.146 μένου θηρεύοντες. ἐρωτῶντες γὰρ ἡμᾶς αὐτοὺς καὶ διεξ ετάζοντες τί τὸ θεῖόν ἐστι, διαφόρως ἀποφαινόμεθα οἷον τὸ ὑπερκείμενον τῆς τῶν ὄντων συστάσεώς τε καὶ διοική σεως, ὃ οὐκ ἐξ αἰτίας τὴν ὕπαρξιν ἔχει, τοῖς δὲ λοιποῖς πᾶσιν αἴτιον τοῦ εἶναι καθέστηκεν, περὶ ὃ γέννησις καὶ ἀρχὴ καὶ φθορὰ καὶ τέλος οὐκ ἔστιν οὔτε πρὸς τὸ ἐναν τίον τροπὴ οὔτε τοῦ κρείττονος ὕφεσις, ὡς μήτε τὸ κακὸν 2.1.147 ἐπ' αὐτοῦ χώραν ἔχειν μήτε τὸ ἀγαθὸν ἀπεῖναι. εἰ δή τις τὰς τοιαύτας ἐννοίας ὀνόμασι διαλαμβάνειν ἐθέλοι, ἀνάγκη πᾶσα τὸ μὲν μὴ προσιέμενον τὴν πρὸς τὸ χεῖρον τροπὴν ἄτρεπτόν τε καὶ ἀναλλοίωτον ὀνομάσαι, τὸ δὲ πρῶτον αἴτιον τοῦ παντὸς ἀγέννητον προσειπεῖν, ἄφθαρτον δὲ τὸ φθορᾶς ἀνεπίδεκτον, τὸ δὲ εἰς μηδὲν καταλῆγον πέρας ἀθάνατόν τε καὶ ἀτελεύτητον, παντοκράτορα δὲ τὸν τοῦ παντὸς ἐξη γούμενον, καὶ οὕτω τἄλλα πάντα κατὰ τὰς εὐσεβεῖς ὑπο λήψεις ὀνοματοποιοῦντες ταῖς τῶν ἐπινοιῶν διαφοραῖς ἄλ λως καὶ ἄλλως προσαγορεύομεν, ἢ δύναμιν ἢ κράτος ἢ ἀγαθότητα ἢ τὸ μὴ ἐξ αἰτίου εἶναι ἢ τὸ εἰς ἀεὶ διαμένειν διὰ τῶν ὀνομάτων σημαίνοντες. 2.1.148 Φημὶ τοίνυν τῆς τοιαύτης ὀνοματοποιΐας τοὺς ἀνθρώ πους εἶναι κυρίους κατὰ τὸ φανὲν ἑκάστῳ προσφυῶς ἐφαρ μόζοντας τῷ ὑποκειμένῳ τὰς κλήσεις, καὶ μηδὲν ἄτοπον εἶναι, ὅπερ ὡς φοβερόν τε καὶ φρικῶδες μορμολυττόμενος ὁ λογογράφος προτείνεται, τὸ νεωτέρας εἶναι τὰς τῶν ὀνο μάτων θέσεις ὁμολογεῖν ἐπὶ παντὸς αὐτοῦ τοῦ κατονομα ζομένου πράγματος καὶ ἐπ' αὐτοῦ τοῦ θεοῦ. οὐ γὰρ ῥῆμα 2.1.149 ὁ θεὸς οὐδὲ ἐν φωνῇ καὶ φθόγγῳ ἔχει τὸ εἶναι. ἀλλ' ὁ μὲν θεός ἐστιν καθ' ἑαυτόν, ὅ τι ποτὲ καὶ εἶναι πεπίστευται, ὀνομάζεται δὲ παρὰ τῶν ἐπικαλουμένων οὐκ αὐτὸ ὅ ἐστιν (ἄφραστος γὰρ ἡ φύσις τοῦ ὄντος), ἀλλ' ἐξ ὧν ἐνεργεῖν τι περὶ τὴν ζωὴν ἡμῶν πεπίστευται τὰς ἐπωνυμίας ἔχει, οἷον καὶ αὐτὸ τοῦτο τὸ ἐκ τοῦ προχείρου λεγόμενον· θεὸν γὰρ αὐτὸν λέγοντες τὸν ἔφορον καὶ ἐπόπτην καὶ διορατικὸν τῶν 2.1.150 κεκρυμμένων νοοῦντες ἐπικαλούμεθα. εἰ δὲ προϋφέστηκε τῶν ἐνεργειῶν ἡ οὐσία, νοοῦμεν δὲ τὰς ἐνεργείας δι' ὧν αἰσθανόμεθα, ῥήμασι δὲ ταύτας ὅπως ἂν ᾖ δυνατὸν ἐξαγ γέλλομεν, τίς ἔτι καταλείπεται φόβος νεώτερα τῶν πραγμά των τὰ ὀνόματα λέγειν; εἰ γὰρ μὴ πρότερον ἑρμηνεύομέν τι τῶν περὶ θεοῦ λεγομένων, πρὶν ἂν νοήσωμεν, νοοῦμεν δὲ δι' ὧν ἐκ τῶν ἐνεργειῶν διδασκόμεθα, προϋφέστηκε δὲ τῆς ἐνεργείας ἡ δύναμις, ἡ δὲ δύναμις ἐξήρτηται τοῦ θείου βουλήματος, τὸ δὲ βούλημα ἐν τῇ ἐξουσίᾳ τῆς θείας ἀπό κειται φύσεως, ἆρ' οὐ σαφῶς διδασκόμεθα ὅτι ἐπιγίνονται τοῖς πράγμασιν αἱ σημαντικαὶ τῶν γινομένων προσηγορίαι καὶ ὥσπερ σκιαὶ τῶν πραγμάτων εἰσὶν αἱ φωναί, πρὸς τὰς κινήσεις τῶν ὑφεστώτων σχηματιζόμεναι; 2.1.151 Καὶ ὅτι ταῦτα οὕτως ἔχει, πείθει σαφῶς ἡ θεία γραφὴ διὰ τοῦ μεγάλου ∆αβὶδ τοῦ καθάπερ διά τινων ἰδίων καὶ προσφυῶν ὀνομάτων τῶν ἐκ τῆς ἐνεργείας αὐτῷ νοηθέντων τὴν θείαν φύσιν ἀνακαλοῦντος. Οἰκτίρμων γάρ, φησί, καὶ ἐλεήμων ὁ κύριος, μακρόθυμος καὶ πολυέλεος. ταῦτα τοίνυν τί λέγουσιν; ἐνεργείας ἔχειν τὴν σημασίαν ἢ φύσεως; οὐκ 2.1.152 ἄν τις ἄλλο τι παρὰ τὴν ἐνέργειαν εἴποι. πότε τοίνυν ἐνεργήσας τοὺς οἰκτιρμοὺς ἢ τὸν ἔλεον ὁ θεὸς ἔσχεν ἐκ τῆς ἐνεργείας τὸ ὄνομα; ἆρα πρὸ τῆς ἀνθρωπίνης ζωῆς; καὶ τίς ἦν ὁ τοῦ ἐλέου δεόμενος; ἀλλὰ μετὰ τὴν ἁμαρτίαν πάντως, ἡ δὲ

οὐκοῦν μετὰ τὸν ἄνθρωπον καὶ ἡ τοῦ ἐλεεῖν ἐνέργεια καὶ

ἁμαρτία μετὰ τὸν ἄνθρωπον.

τοῦ ἐλέου τὸ

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

7
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать