In venerandum crucem Εἰς τὸν τίμιον σταυρόν.
αʹ. Σταυροῦ πρόκειται σήμερον ἑορτὴ, χορὸς ἀγγέλων σκιρτάτω· σταυροῦ θέατρον ἔρχεται, δῆμος βροτῶν προσκυνείτω· σταυροῦ τὸ θεῖον ὑψοῦται κράτος, πλῆθος δαιμόνων φυγαδευέσθω. Ἀλλ', ὦ θεῖε σταυρὲ, τὸ τῶν ἀγγέλων ἄῤῥητον θέαμα, τὸ τῶν βροτῶν καύχημα, τὸ σκῆπτρον τὸ βασιλικόν! ὡς γὰρ ἐμψύχῳ σοι διαλέξομαι, χαρμόσυνά τε καὶ νικητήρια τῆς ἡμῶν γε φέροντι σωτηρίας· διὰ σοῦ πύλαι παραδείσου κλεισθεῖσαι πάλιν ἀνοίγονται, διὰ σοῦ τέθραυσται τὸ κράτος τοῦ θανάτου, διὰ σοῦ ᾅδης ἐσκύλευται, διὰ σοῦ οἱ νεκρωθέντες ζωῆς κατηξίωνται, διὰ σοῦ ὁ λῃστὴς ἐν παραδείσῳ χορεύει καὶ ἀγάλλεται, διὰ σοῦ συνῆπται τὰ οὐράνια τοῖς ἐπιγείοις· διὰ σοῦ ἐπίγνωσις ἀληθείας, διὰ σοῦ βάπτισμα ἀναγεννήσεως δεδώρηται, διὰ σοῦ ἄφεσις ἁμαρτιῶν κεχάρισται τοῖς ἀνθρώποις, διὰ σοῦ ἐσφράγισται ἡ δωρεὰ τοῦ ἁγίου Πνεύματος, διὰ σοῦ Ἐκκλησίαι σημειούμεναι, οἶκοι Θεοῦ χρηματίζουσι· διὰ σοῦ σώματος καὶ αἵματος Χριστοῦ ἀπολαύομεν, διὰ σοῦ υἱοὶ Θεοῦ καὶ κληρονόμοι βασιλείας οὐρανῶν γενέσθαι καταξιούμεθα, διὰ σοῦ πανηγύρεις καὶ ἑορταὶ καταφαιδρύνονται καὶ καταλάμπονται. Καὶ ποία ἂν γλῶσσα διεξελθεῖν ἰσχύσειεν, ὅσα καὶ οἷα διὰ σοῦ Χριστὸς ὁ Θεὸς ἐδωρήσατο τῷ γένει τῶν ἀνθρώπων;
Ἐπεὶ δὲ ταῦτα, πληθὺς ἡγιασμένη καὶ φιλέορτος, διὰ τοῦ λόγου ἐπέγνωμεν, λευκαῖς δὲ καρδίαις καὶ καθαροῖς στόμασι περιπτυξώμεθα τὸ σεβάσμιον καὶ ζωοποιὸν ξύλον, ἐν ᾧ προσεπάγη Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ παλάμαι θεῖαι ἥλοις συνεπάρησαν, ἐν ᾧ τὴν λόγχην διὰ τῆς πλευρᾶς διήλασαν οἱ Κυριοκτόνοι, καὶ τὴν γεῦσιν τοῦ ὄξους χολῇ μεμιγμένην προσεπότισαν· παριόντες δὲ καὶ παραπορευόμενοι, ἐκίνουν τὰς κεφαλὰς, χλευάζοντες καὶ λέγοντες, Οὐαί! Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· εἰ Υἱός ἐστι τοῦ Θεοῦ, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύομεν αὐτῷ.
Ταῦτα ἡ τῶν Ἑβραίων ὁμήγυρις ἡ ἀγνώμων καὶ πεπωρωμένη, ἡ τῶν θείων τεραστίων ἀπολαύσασα τῆς εὐεργεσίας· ἡμεῖς δὲ πιστῶς προσκυνήσωμεν τὰ ζωοποιὰ τοῦ Χριστοῦ πάθη, τὴν σταύρωσιν, τὴν ταφὴν, τὴν ἐκ τῶν νεκρῶν τριήμερον ἔγερσιν· ἵνα καὶ συναναστῶμεν, καὶ συνδοξασθῶμεν, εἴπερ συμπάσχομεν, καθὼς τὸ σκεῦος τῆς ἐκλογῆς Παῦλος ὁ θεῖος προηγόρευσεν. Ἐν τούτοις καὶ πρὸς τούτοις συγκαλεῖται γοῦν σήμερον ἡμᾶς ὁ ἑορταζόμενος πανάγιος σταυρὸς, καὶ ταῦτα τὰ ἄφθαρτα καὶ ἀείζωα ἐδέσματα πᾶσιν ὁμοίως ἐπιτρέπει, τοῖς οἴκοις, ταῖς ἀγοραῖς, ταῖς νυξὶ, ταῖς ἡμέραις, ταῖς πόλεσι, ταῖς ἐρήμοις. Τὴν τοίνυν διὰ τοσούτων ἡμῖν τὸ παρ' ἑαυτῆς καλὸν χαριζομένην φαιδρῶς ὑποδεξώμεθα κατὰ τὸν Κυρίου λόγον, μὴ σκυθρωπάζοντες ὡς ὑποκριταὶ, ἀλλὰ τὸ ἱλαρὸν τῆς ψυχῆς ἀνεπιτηδεύτως διαδεικνύντες. Καὶ οὐ τοσούτου μοι δεῖν ἀγῶνος ἡγεῖσθε τὴν περὶ νηστείας παράκλησιν, ὅσου τὸ μὴ σήμερον τοῖς κακοῖς τῆς μέθης περιπεσεῖν· τὴν μὲν γὰρ νηστείαν, καὶ διὰ τὴν συνήθειαν, καὶ διὰ τὴν πρὸς ἀλλήλους αἰδῶ οἱ πολλοὶ καταδέχονται· φοβοῦμαι δὲ τὴν μέθην, ἣν ὥσπερ τινὰ κλῆρον πατρῷον οἱ φίλοινοι ἰδιάζουσιν. Ὡς γὰρ οἱ πρὸς τὰς μακρὰς ἀποδημίας ἀπαίροντες, οὕτω τινὲς τῶν ἀνοήτων σήμερον πρὸς τὰς πέντε τῶν νηστειῶν ἡμέρας οἰνίζονται. Τίς οὕτως ἀνόητος, ὥστε πρὶν ἄρξασθαι πίνειν, τὰ τῶν μεθυόντων παραφρονεῖν; οὐκ οἶδας, ὅτι γαστὴρ παρακαταθήκην οὐ διασώζει; Γαστὴρ ἀλλάκτης ἐστὶν ἀπιστότατος, ταμιεῖον ἀφύλακτον πολλῶν ἐναποτεθέντων, τὴν μὲν βλάβην παρακατέχουσα, τὰ μέντοι παρατεθέντα οὐ διασώζουσα. Ὅρα, μὴ καὶ σοὶ αὔριον ἀπὸ μέθης ἐλθόντι τὰ νῦν ἀναγνωσθέντα λεχθῇ· Οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, λέγει Κύριος. Τί μιγνύεις τὰ ἄμικτα; τίς μετοχὴ νηστείας πρὸς μέθην; τίς κοινωνία τῆς οἰνοφλυγίας πρὸς τὴν ἐγκράτειαν; Τίς συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; Ναὸς μὲν γὰρ Θεοῦ εἰσιν, οἷς τὸ Πνεῦμα τοῦ Θεοῦ ἐνοικεῖ· ναὸς δὲ εἰδώλων, οἱ διὰ τῆς μέθης τὸν συρφετὸν, τῆς ἀκολασίας κόρον ὑποδεχόμενοι.
Ἡ σήμερον ἡμέρα προπύλαιόν ἐστι τῶν νηστειῶν· οὐ δήπου δὲ ὁ ἐν τοῖς προθύροις βεβηλωθεὶς ἄξιός ἐστιν εἰσελθεῖν εἰς τὰ ἅγια. Οὐδεὶς οἰκέτης ἐξευμενίσασθαι θέλων τὸν ἑαυτοῦ δεσπότην, τῷ ἐχθρῷ αὐτοῦ προστάτῃ καὶ διαλλακτῇ κέχρηται. Μέθη ἔχθρα ἐστὶν εἰς Θεόν· νηστεία δὲ ἀρχὴ μετανοίας. Εἰ οὖν βούλει διὰ τῆς ἐξομολογήσεως ἐπανελθεῖν πρὸς τὸν Θεὸν, φεῦγε τὴν μέθην, μή σοι χαλεπωτέραν κατασκευάσῃ τὴν ἀλλοτρίωσιν. Οὐ μέντοι ἐξαρκεῖ καθ' ἑαυτὴν ἡ ἀποχὴ τῶν βρωμάτων πρὸς τὴν ἐπαινετὴν νηστείαν, ἀλλὰ νηστεύσωμεν νηστείαν δεκτὴν, εὐάρεστον τῷ Θεῷ. Ἀληθὴς νηστεία ἡ τῶν κακῶν ἀλλοτρίωσις, ἐγκράτεια γλώσσης, θυμοῦ ἀποχὴ, ἐπιθυμιῶν χωρισμὸς, καταλαλιᾶς, ψεύδους καὶ ἐπιορκίας· ἡ τούτων ἔνδεια, νηστεία ἐστὶν ἀληθής. Ἐν τούτοις μὲν οὖν ἡ νηστεία καλόν. Κατατρυφήσωμεν δὲ τοῦ Κυρίου ἐν τῇ μελέτῃ τῶν λογίων τοῦ Πνεύματος, καὶ ἐν τῇ ἀναλήψει τῶν σωτηρίων νομίμων, καὶ ἐν πᾶσι τοῖς διορθωτικοῖς τῶν ψυχῶν ἡμῶν δόγμασιν. Ἀπὸ μέντοι τῆς ἐν τῷ κρυπτῷ νηστείας φυλαξώμεθα, περὶ ἧς καὶ ὁ προφήτης ἐπεύχεται λέγων· Οὐ λιμοκτονήσει Κύριος ψυχὴν δικαίου· καὶ τὸ, Οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. Οὐ γὰρ ἂν περὶ αἰσθητῶν ἄρτων εἶπεν, ὁ εἰδὼς τοὺς παῖδας τοῦ πατριάρχου Ἰακὼβ ἄρτων ἕνεκεν καταβάντας εἰς Αἴγυπτον, ἀλλὰ περὶ τῆς πνευματικῆς λέγει τροφῆς, καθ' ἣν ὁ ἔσω ἄνθρωπος τελειοῦται. Μὴ ἔλθῃ καὶ ἐφ' ἡμᾶς ἡ τοῖς Ἰουδαίοις ἀπειληθεῖσα νηστεία· Ἰδοὺ γὰρ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐπάξω ἐπὶ τὴν γῆν ταύτην λιμὸν, οὐ λιμὸν ἄρτου, οὐ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου· ὃν διὰ τοῦτο ἐπήγαγεν ὁ δίκαιος κριτὴς, ἐπειδὴ ἑώρα αὐτῶν τὸν μὲν νοῦν ἐν τῇ ἀτροφίᾳ τῶν τῆς ἀληθείας διδαγμάτων λιμαγχονούμενον, ὑπερπιαινόμενον δὲ αὐτῶν καὶ κατασαρκούμενον τὸν ἕξω ἄνθρωπον. Πάσας τοίνυν τὰς ἐφεξῆς ἡμέρας ἑστιάσει ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἑωθιναῖς τε καὶ ἑσπεριναῖς εὐφροσύναις. Μηδεὶς ἑκουσίως ἀπολειπέσθω τῆς πνευματικῆς εὐωχίας, πάντες μετάσχωμεν τοῦ νηφαλίου τῶν πεμμάτων ἐπιτηδεύων. Ἡσυχασάτω ποτὲ καὶ ὁ οἶκος ἀπὸ τῶν μυρίων θορύβων, καὶ τοῦ καπνοῦ καὶ τῆς κνίσης, καὶ τῶν ἄνω καὶ κάτω διατρεχόντων, καὶ οἱονεὶ ἀπαραιτήτῳ δεσποίνῃ τῇ γαστρὶ λειτουργούντων. Πάντως ποτὲ καὶ οἱ φορολόγοι τοῖς ὑποχειρίοις ἐλευθεριάσαι μικρὸν ἐπιτρέπουσι. ∆ότω τινὰ εὐκαιρίαν καὶ ἡ γαστὴρ τῷ στόματι, δότω· σπεισάσθω πενθημέρους σπονδὰς ἡμῖν ἡ ἀεὶ ἀπαιτοῦσα καὶ οὐδέποτε λήγουσα, ἡ λαμβάνουσα σήμερον, καὶ αὔριον ἐπιλανθανομένη. Ὅταν ἐμπλησθῇ, περὶ ἐγκρατείας φιλοσοφεῖ· ὅταν διαπνευσθῇ, ἐπιλανθάνεται τῶν δογμάτων. Νηστεία δανείου φύσιν οὐκ οἶδεν, οὐκ ὄζει τόκων τράπεζα τοῦ νηστεύοντος, οὐκ ἄγχουσιν ὀρφανὸν νηστευτοῦ παιδοτόκοι πατρῷοι, ὥσπερ ὄφεις περιπλεκόμενοι. Καὶ ἄλλως δὲ, ἀφορμὴ εἰς εὐφροσύνην ἐστὶ τὸ νηστεύειν. Ὡς γὰρ ἡ δίψα ἡδὺν τὸν πότον εὐτρεπίζει, καὶ λιμὸς προηγησάμενος ἡδεῖαν παρασκευάζει τὴν τράπεζαν, οὕτω καὶ τὴν τῶν βρωμάτων ἀπόλαυσιν ἡ νηστεία φαιδρύνει.
Μέσην γὰρ ἑαυτὴν παρενθεῖσα καὶ τὸ συνεχὲς τῆς τρυφῆς διακόψασα, ποθεινήν σοι τὴν μετάληψιν ποιήσει φανῆναι, ὥσπερ ἀπόδημον.
βʹ. Ὥστε εἰ βούλει σεαυτῷ ἐπιθυμητὴν κατασκευάσαι τὴν τράπεζαν, δέξαι τὴν ἐκ τῆς νηστείας μεταβολήν. Σὺ ὑπὸ τοῦ σφόδρα τῆς τρυφῆς περιέχεσθαι λέληθας σεαυτῷ ἀμαυρῶν τὴν τρυφὴν, καὶ ὑπὸ φιληδονίας τὴν ἡδονὴν ἀφανίζων. Οὐδὲν γὰρ οὕτως ἐπιθυμητὸν, ὡς μὴ τῇ συνεχείᾳ τῆς ἀπολαύσεως εὐκαταφρόνητον γίνεσθαι· ὧν δὲ σπανία ἡ κτῆσις, περισπούδαστος ἡ ἀπόλαυσις. Οὕτω καὶ ὁ κτίσας ἡμᾶς διὰ τῆς κατὰ τὸν βίον ἐναλλαγῆς παράμονον ἡμῖν τὴν χάριν τῶν δεδομένων ἐμηχανήσατο. Οὐχ ὁρᾷς, ὅτι καὶ ἥλιος φαιδρότερος μετὰ τὴν νύκτα, καὶ ἐγρήγορσις ἡδίων μετὰ τὸν ὕπνον, καὶ ὑγίεια ποθεινοτέρα μετὰ τὴν πεῖραν τῶν ἐναντίων; Καὶ τράπεζα τοίνυν χαριεστέρα μετὰ τὴν νηστείαν, ὁμοίως μὲν πλουσίοις καὶ εὐτραπέζοις, ὁμοίως δὲ τοῖς λιτοῖς καὶ αὐτοσχεδίοις τὴν δίαιταν. Φοβήθητι τὸ ὑπόδειγμα τοῦ πλουσίου· ἐκεῖνον παρέδωκε τῷ πυρὶ ἡ διὰ βίου τρυφή. Οὐ γὰρ ἀδικίαν, ἀλλὰ τὸ ἁβροδίαιτον ἐγκληθεὶς, ἀπετηγανίζετο ἐν τῇ φλογὶ τῆς καμίνου. Ἵνα τοίνυν σβέσωμεν ἐκεῖνο τὸ πῦρ, ὕδατος χρεία. Καὶ οὐ πρὸς τὰ μέλλοντα μόνον ὠφέλιμος ἡ νηστεία, ἀλλὰ καὶ αὐτῇ τῇ σαρκὶ λυσιτελεστέρα· αἱ γὰρ εἰς ἄκρον εὐεξίαι ὑποστροφὰς ἔχουσι καὶ μεταπτώσεις, ὀκλαζούσης τῆς φύσεως, καὶ ἀναφέρειν τὸ βάρος τῆς εὐεξίας ἀδυνατούσης. Ὅρα οὖν, μὴ νῦν διαπτύων τὸ ὕδωρ, ὕστερον ῥανίδος ἐπιθυμήσῃ, ὥσπερ ὁ πλούσιος. Οὐδεὶς ἐκραιπάλησεν ἀπὸ ὕδατος· οὐδενὸς κεφαλὴ ὠδυνήθη ποτὲ ὕδατι βαρυνθεῖσα· οὐδεὶς ἀλλοτρίων ποδῶν ἐδεήθη ὑδροποσίᾳ συζῶν· οὐδενὸς χεῖρες ἀπηχρειώθησαν ὕδατι καταρδόμεναι. Τὸ γὰρ περὶ τὴν πέψιν πλημμελὲς τοῖς τρυφῶσιν ἀναγκαίως ἀκολουθεῖ· τοῦτο τὰ σφοδρὰ νοσήματα τοῖς σώμασιν ἐνεργάζεται. Τοῦ νηστεύοντος σεμνὸν τὸ χρῶμα, οὐκ εἰς ἐρύθημα ἀναιδὲς ἐξανθοῦν, ἀλλ' ὠχρότητι σώφρονι κεκοσμημένον· ὀφθαλμὸς πραῢς, κατεσταλμένον βάδισμα, πρόσωπον σύννουν, ἀκολάστῳ γέλωτι μὴ καθυβριζόμενον, συμμετρία λόγων, καθαρότης καρδίας. Μνήσθητι τῶν ἀπ' αἰῶνος ἁγίων, Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, οἳ περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι· ἐκείνων μίμησαι τὴν ἀναστροφὴν, εἴπερ ζητεῖς αὐτῶν τὴν μερίδα. Τί τὸν Λάζαρον ἐπανέπαυσε τοῖς κόλποις τοῦ Ἀβραάμ; οὐχ ἡ νηστεία; Ἰωάννου δὲ ὁ βίος ἅπας μία νηστεία ἦν· ὃς οὐ κλίνην εἶχεν, οὐ τράπεζαν, οὐ γῆν ἀρόσιμον, οὐκ ἀροτῆρα βοῦν, οὐ σῖτον, οὐ σιτοποιὸν, οὐκ ἄλλο τι τῶν κατὰ τὸν βίον. ∆ιὰ τοῦτο μείζων ἐν γεννητοῖς γυναικῶν οὐκ ἔστιν Ἰωάννου τοῦ Βαπτιστοῦ. Παῦλον δὲ μετὰ τῶν ἄλλων καὶ ἡ νηστεία, ἢν ἐν τοῖς ὑπὲρ τῆς θλίψεως καυχήμασιν ἀπηριθμήσατο, εἰς τὸν τρίτον ἀνήγαγεν οὐρανόν. Κεφάλαιον δὲ ἐπὶ τοῖς εἰρημένοις, ὁ Κύριος ἡμῶν νηστείᾳ τὴν σάρκα, ἢν ὑπὲρ ἡμῶν ἀνέλαβεν, ὀχυρώσας, οὕτως ἐν αὐτῇ τοῦ διαβόλου τὰς προσβολὰς ὑπεδέξατο, ἡμᾶς τε παιδεύων νηστείαις ἀλείφειν καὶ παιδοτριβεῖν ἑαυτοὺς πρὸς τοὺς ἐν τοῖς πειρασμοῖς ἀγῶνας, καὶ τῷ ἀντιπάλῳ διὰ τῆς ἐνδείας οἱονεὶ λαβὴν ἐνδιδούς. Ἀπρόσιτος γὰρ ἦν αὐτῷ διὰ τὸ ὕψος τῆς θεότητος, εἰ μὴ διὰ τῆς ἐνδείας ὑπέβη πρὸς τὸ ἀνθρώπινον. Ἐπανιὼν μέντοι εἰς οὐρανοὺς τροφῆς ἥψατο, τὴν φύσιν τοῦ σώματος τοῦ ἀναστάντος πιστούμενος.
Σὺ δὲ ὑπερπιαίνων μὲν σαυτὸν, καὶ κατασαρκῶν οὐκ ἀνίης, ἐκτήκων δὲ τὸν νοῦν ἐν ἀτροφίᾳ τῶν σωτηρίων καὶ ζωοποιῶν διδαγμάτων, οὐδένα λόγον ποιεῖς. Ἢ ἀγνοεῖς, ὅτι ὥσπερ ἐπὶ παρατάξεως ἡ τοῦ ἑτέρου συμμαχία ἧτταν ποιεῖ τοῦ ἑτέρου, οὕτως ὁ τῇ σαρκὶ προσθέμενος, τὸ πνεῦμα καταγωνίζεται, καὶ ὁ πρὸς τὸ πνεῦμα μεταταξάμενος, καταδουλοῦται τὴν σάρκα; Ταῦτα γὰρ ἀλλήλοις ἀντίκεινται. Ὥστε εἰ βούλει ἰσχυρὸν ποιῆσαι τὸν νοῦν, δάμασον τὴν σάρκα διὰ νηστείας. Τοῦτο γάρ ἐστιν ὅ φησιν ὁ Ἀπόστολος, ὅτι Ὅσον ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, τοσοῦτον ὁ ἔσωθεν ἡμῶν ἀνακαινοῦται· καὶ, Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι. Οὐ καταφρονήσεις τῶν φθαρτῶν βρωμάτων; οὐκ ἐπιθυμίαν λήψῃ τῆς ἐν τῇ βασιλείᾳ τραπέζης, ἣν πάντως ἡ ἐνθάδε νηστεία προευτρεπίσει; Ἢ ἀγνοεῖς τῇ ἀμετρίᾳ τοῦ κόρου παχὺν σεαυτῷ τὸν βασανιστὴν κατασκευάζων σκώληκα; Τίς γὰρ ἐν τροφῇ δαψιλεῖ καὶ τρυφῇ διηνεκεῖ ὑπεδέξατό τινα κοινωνίαν χαρίσματος πνευματικοῦ; Μωϋσῆς δευτέραν λαμβάνων νομοθεσίαν, δευτέρας νηστείας ἐδεήθη· Νινευῖται, εἰ μὴ καὶ τὰ ἄλογα συνενήστευσαν, οὐκ ἂν διέφυγον τὴν ἀπειλὴν τῆς καταστροφῆς. Τίνων ἔπεσε τὰ κῶλα ἐν τῇ ἐρήμῳ; οὐ τῶν κρεοφαγιῶν ἐπιθυμούντων; Ἐκεῖνοι ἕως μὲν ἠρκοῦντο τῷ μάννᾳ, καὶ τῷ ἐκ πέτρας ὕδατι, Αἰγυπτίους ἐνίκων, διὰ θαλάσσης ὥδευον, οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν· ἐπειδὴ δὲ ἐμνήσθησαν τῶν κρεῶν, τῶν λεβήτων, καὶ ὑπέστρεψαν εἰς Αἴγυπτον ταῖς ἐπιθυμίαις, οὐκ εἶδον τὴν γῆν τῆς ἐπαγγελίας. Οὐ φοβῇ τὸ ὑπόδειγμα; οὐ φρίττεις τὴν ἀδηφαγίαν, μή πού σε τῶν ἐλπιζομένων ἀγαθῶν ἀποκλείσῃ; Ἀλλ' οὐκ ἂν ὁ σοφὸς ∆ανιὴλ τὰς ὀπτασίας εἶδεν, εἰ μὴ ἡ νηστεία διαυγεστέραν αὐτοῦ τὴν ψυχὴν ἐποίησεν. Ἐκ γὰρ τῆς παχείας τροφῆς οἱονεὶ αἰθαλώδεις ἀναθυμιάσεις ἀναπεμπόμεναι νεφέλης δίκην πυκνῆς τὰς ἀπὸ τοῦ ἁγίου Πνεύματος ἐγγινομένας ἐλλάμψεις ἐπὶ νοῦν διακόπτουσιν. Εἰ δὲ καὶ ἀγγέλων ἐστί τις τροφὴ, ἄρτος ἐστὶν (ὥς φησιν ὁ Προφήτης, Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος), οὐ κρέα, οὐκ οἶνος, οὐχ ὅσα τοῖς δούλοις τῆς γαστρὸς διεσπούδασται. Νηστεία ὅπλον ἐστὶ πρὸς τὴν κατὰ δαιμόνων στρατηγίαν·
Τοῦτο γὰρ τὸ γένος οὐκ ἐξέρχεται, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ τὰ μὲν ἐκ τῆς νηστείας ἀγαθὰ τοσαῦτα. Ὁ δὲ κόρος, ὕβρεως ἀρχή. Εὐθὺς γὰρ συνεισέπεισι τῇ τρυφῇ καὶ τῇ μέθῃ καὶ ταῖς παντοδαπαῖς καρυκείαις πᾶν εἶδος ἀκολασίας βοσκηματώδους. Ἔνθεν ἵπποι θηλυμανεῖς οἱ ἄνθρωποι, διὰ τὸν ἐκ τῆς τρυφῆς ἐγγινόμενον οἶστρον τῇ ψυχῇ παρὰ τῶν μεθυόντων· αἱ τῆς φύσεως ἐναλλαγαὶ, ἐν ἄῤῥενι μὲν τὸ θῆλυ, ἐν δὲ τῷ θήλει τὸ ἄῤῥεν ἐπιζητούντων. Νηστεία δὲ καὶ γαμικῶν ἔργων μέτρον γνωρίζει, καὶ τῶν ἐκ νόμου συγκεχωρημένων τὴν ἀμετρίαν κολάζουσα. Σὺ τοῦ εὑρεῖν ἄνθρωπον μετά τινος ἑτέρου ὀφείλοντα δικάσασθαι ἐπὶ τοῦ βασιλέως, καὶ τὸ μὴ καθόλου εὑρεῖν.
Πολλοὺς γὰρ ἀπώλεσε τῶν ἀδικεῖν αἱρουμένων. ∆ιὰ ταῦτα ὁ φιλάγαθος Θεὸς οὐ παρεῖδε τὰ δάκρυα καὶ τοὺς στεναγμοὺς τῶν αὐτοῦ ἱερέων καὶ ὁσίων ὑπὲρ αὐτοῦ παρακαλούντων αὐτὸν, ὁ εἰπὼν διὰ τοῦ προφήτου Ἡσαΐου, Κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν, καὶ δεῦτε, καὶ διαλεχθῶμεν. Ἀλλὰ καὶ τούτων τῶν εὐχῶν εἰσακούσας, κἀκείνου τὰ ὑπὲρ ἄνθρωπον παρανομήματα συνεχώρησε, καὶ τῇ Ἐκκλησίᾳ τὸν οἰκεῖον κόσμον, καὶ τὴν εὐπρέπειαν τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων ἀπένειμε, καὶ ἡμῖν τοῖς εἰλικρινῶς προσκυνοῦσι καὶ κατασπαζομένοις αὐτὰς, καὶ τὰ θεῖα παραγγέλματα αὐτοῦ φυλάττουσιν εἰρήνην σταθηρὰν καὶ συγχώρησιν τῶν πεπλημμελημένων καθ' ἑκάστην δωρεῖται· ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ τιμὴ καὶ ἡ προσκύνησις, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.