Dialogus cum Nestorio ΤΟΥ ΑΥΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ∆ΙΑΛΕΞΙΣ ΠΡΟΣ ΝΕΣΤΟΡΙΟΝ ΟΤΙ ΘΕΟΤΟΚΟΣ Η ΑΓΙΑ ΠΑΡΘΕΝΟΣ ΚΑΙ ΟΥ ΧΡΙΣΤΟΤΟΚΟΣ.

{ΝΕΣΤΟΡΙΟΣ.} Οταν ἡ θεία Γραφὴ διαλέγηται γέννησιν Χριστοῦ ἐκ Μαρίας τῆς παρθένου [η] θάνατον, οὐδαμοῦ τεθεῖσα φαίνεται Θεοῦ, ἀλλὰ Χριστοῦ η Κυρίου η ̓Ιησοῦ, ἐπειδὴ τὰ τρία ταῦτα τῶν δύο φύσεων σημαντικὰ, ποτὲ μὲν ταύτης, ποτὲ δὲ ἐκείνης· οιόν τι λέγω· Οταν τὴν ἐκ Παρθένου γέννησιν ἡμῖν τοῦ Χριστοῦ μηνύει [ξοδ. μηνύων] ὁ ̓Απόστολος, λέγει· ̓Εξαπέστειλεν ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν γενόμενον ἐκ γυναικός· οὐκ ειπε δὲ, ̓Εξαπέστειλε τὸν Θεὸν Λόγον· λαμβάνει δὲ τὸ ονομα τὸ μηνύον τὰς δύο γενέσεις, ητοι Θεὸν [ξοδ. Θεὸς] καὶ ανθρωπον, ἐπειδὴ διπλοῦς ἐστιν ὁ Χριστός· Υἱὸν γὰρ Θεοῦ ἐγέννησεν ἡ Παρθένος, καθότι εφησεν· ̔Υμεῖς δὲ θεοί ἐστε καὶ υἱοὶ ̔Υψίστου πάντες· οθεν Χριστοτόκον, Κυριοτόκον, ἀνθρωποτόκον ἐμάθομεν ἀπὸ τῆς Γραφῆς λέγειν, Θεοτόκον δὲ οὐδαμῶς ἐδιδάχθημεν λέγειν τὴν ἁγίαν Παρθένον. {ΚΥΡΙΛΛΟΣ.} ̔Ησαΐας βοᾷ ἐν Πνεύματι λέγων· ̓Ιδοὺ ἡ παρθένος ἐν γαστρὶ εξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ονομα αὐτοῦ ̓Εμμανουὴλ, ο ἐστι μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός· Θεὸς ουν ὁ τεχθεὶς, καν θέλῃς, καν μὴ θέλῃς. {ΝΕΣΤ.} ̔Ο αγγελος τῷ ̓Ιωσὴφ ειπεν· ̓Αναστὰςπαράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αιγυπτον, καὶ ισθι ἐκεῖ εως αν ειπω σοι· οὐκ ειπε δὲ, Παράλαβε τὸν Θεὸν καὶ τὴν μητέρα αὐτοῦ. {ΚΥΡ.} ̓Αλλ' ὁ ἀρχάγγελος Γαβριὴλ πρὸς τὴν Παρθένον λέγει· Πνεῦμα αγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις ̔Υψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ αγιον, υἱὸς ̔Υψίστου κληθήσεται. {ΝΕΣΤ.} ̔Ο ̓Απόστολος εφη· ̔Εαυτὸν ἐκένωσε,μορφὴν δούλου λαβών· οπερ ἐστὶ τὸ ἡμέτερον ἐνδυσάμενος σῶμα, ενθα προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις, ὡς Κυριακὸς ανθρωπος. {ΚΥΡ.} Πᾶν τὸ γενόμενον ἐκ τῆς σαρκὸς, σάρξ ἐστι· οὐκ ἀναιρεῖ δὲ τῆς γεννήσεως παράδοξον· ὡς γὰρ ὁ Θεὸς τίκτει θεϊκῶς, ουτω καὶ ἡ θεοπρεπὴς Παρθένος ετεκεν ἐν σαρκὶ τὸν ἐκ Θεοῦ Θεὸν Λόγον. {ΝΕΣΤ.} Πᾶσα μήτηρ τὸ ὁμοούσιον αὐτῆς τίκτει· οὐκ εστιν ουν αὐτοῦ μήτηρ, εἰ μὴ αὐτὸς ὁμοούσιος αὐτῆς ὑπάρχει· πῶς γὰρ αὐτοῦ μήτηρ τοῦ ἀλλοτρίου τῆς οὐσίας αὐτῆς ὑπάρχοντος [ξοδ. τὸ ἀλλότριον ὑπάρχον]; {ΚΥΡ.} ̔Ημᾶς ἐκ Παρθένου καὶ ἐκ Πνεύματος ἁγίου ενα Υἱὸν ἐδιδάχθημεν ὁμολογεῖν, ὁμοούσιον τῇ μητρὶ ὡς τῷ Πατρὶ, καθὼς οἱ Πατέρες εἰρήκασιν. {ΝΕΣΤ.} ∆ιαιρῶ τὰς φύσεις, ἑνῶ τὴν προσκύνησιν, ἐπειδὴ ἀχώριστος τοῦ φαινομένου Θεός· διὰ τοῦτο οὐ χωρίζω τὴν τιμήν. {ΚΥΡ.} ̔Ο διαιρῶν τὰς φύσεις, δύο υἱοὺς λέγει, μὴ πιστεύων τῇ Γραφῇ λεγούσῃ, οτι ̔Ο Λόγος σὰρξ ἐγένετο. {ΝΕΣΤ.} Παῦλος λέγει ἀρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν γενέσθαι ̓Ιησοῦν, πιστὸν οντα τῷ ποιήσαντι ἑαυτὸν, θυσίαν ἑαυτὸν προσέφερεν ὑπὲρ ἑαυτοῦ ὡς ὑπὲρ τοῦ λαοῦ· οθεν ἀρχιερεὺς καθίσταται τὰ πρὸς τὸν Θεόν. {ΚΥΡ.} Παῦλος λέγει· Χριστὸς απαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται. Καὶ πάλιν· ̔Αμαρτίαν οὐκ ἐποίησεν, καὶ δόλος οὐχ ὑπῆρχεν ἐν τῷ στόματι αὐτοῦ· καὶ ἰδοὺ αὐτὸς ἑαυτὸν προσφέρει ὑπὲρ ἡμῶν· ιδε ουν οὐχ ὑπὲρ ἑαυτοῦ ἀνήνεγκεν αὑτὸν, ἀλλ' ὑπὲρ τοῦ λαοῦ. {ΝΕΣΤ.} Αὐτοῦ λέγοντος· ̔Ο τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αιμα, ζήσεται δι' ἐμοῦ, καθὼς ἐγὼ ζῶ διὰ τὸν ἀποστείλαντά με Πατέρα. Τίνα ουν ἐσθίεις, αἱρετικέ; τὴν θεότητα, η τὴν ἀνθρωπότητα; Οὐκ ειπε γὰρ ὁ Χριστὸς, ̔Ο τρώγων μου τὴν θεότητα, ἀλλὰ, Τὴν σάρκα. {ΚΥΡ.} ̓Εγὼ μὲν πίστει μεταλαμβάνω τὴν τοῦ ζωοποιοῦ Λόγου ζωοποιοῦσαν σάρκα· οθεν ὁ Σωτὴρ εφη· Οἱ ἐσθίοντες ἐκ τούτου τοῦ αρτου, οὐ μὴ γεύσωνται θανάτου εἰς τὸν αἰῶνα· οἱ δὲ ἀναξίως μεταλαμβάνοντες, διὰ τῆς ἀπειθείας κριθήσονται. {ΝΕΣΤ.} Κύριος ἀπέσταλκέ με καὶ τὸ Πνεῦμα αὐτοῦ· Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, ου εινεκεν εχρισέ με· καὶ διὰ τοῦτό φησιν· Εχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ελαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου· νόει ουν τὸν χρισθέντα, ὁμολόγει τὸν χρίσαντα, καὶ προσκύνει τὸν ναὸν διὰ τὸν ἐν αὐτῷ κατοικοῦντα.

{ΚΥΡ.} ̓Εγὼ ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου ενα Υἱὸν ἐκ δύο ὁμολογῶ· τὸν ενα εἰς δύο οὐ διαιρῶ. {ΝΕΣΤ.} Πῶς ἀγνοεῖν λέγεις τὴν ωραν, ην ὁ Υἱὸς οὐκ οιδεν, εἰ μὴ μόνος ὁ Πατήρ; Η πῶς εἰδὼς ἀρνεῖται [ξοδ. αρχεται]; Η μὴ εἰδὼς, πῶς ἐκλήθη σοφία καὶ δύναμις Θεοῦ ὁ τῆς ἀγνοίας μετέχων (ξοδ. τὸν ἀγνοίας μετέχοντα τόπον); {ΚΥΡ.} Οὐκ ἀγνοεῖ ὁ Υἱὸς τοῦ Θεοῦ τὴν ωραν, τὰ πάντα εἰδὼς καὶ εχων ἐν ἑαυτῷ τὸν Πατέρα, καθὼς αὐτὸς ειπεν· Οὐδεὶς γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός· μόνος τὴν φύσιν τοῦ Πατρὸς γινώσκει τὴν πρὸ πάντων, καὶ τὸ τέλος τοῦ αἰῶνος ἀγνοεῖ ὁ Υἱὸς τοῦ Θεοῦ; Μὴ γένοιτο· ἀλλ' ἀγνοεῖ μὲν ὁ κατὰ χάριν Υἱὸς, οὐ μέντοι γε ὁ κατὰ φύσιν· κατὰ χάριν ἡμεῖς ἐσμεν ἀγνοοῦντες τὸ πᾶν, καὶ μηδὲν ἐπιστάμενοι περὶ τὰ τέλη τοῦ αἰῶνος. {ΝΕΣΤ.} Φυσικῶς πεινῶμεν καὶ διψῶμεν καὶ καθεύδομεν, οὐ γνώμῃ τοῦτο πάσχοντες, ἀλλ' ἀνάγκῃ φύσεως ὑποκείμενοι· τί ουν; εὑρεθήσεται Θεὸς ἀναγκαστικοῖς νόμοις ἐξακολουθῶν; Μὴ γένοιτο. {ΚΥΡ.} ̔Ημεῖς μὲν φυσικῶς πεινῶμεν καὶ διψῶμεν καὶ καθεύδομεν, οὐ γνώμῃ, ἀλλ' ἀνάγκῃ φύσεως δουλεύοντες· αὐτὸς δὲ οὐκ ἀνάγκῃ, ἀλλὰ γνώμῃ· καὶ γὰρ ἐκ πέντε αρτων πεντακισχιλίους ἐχόρτασεν, καὶ ἐξ ἑπτὰ πάλιν τετρακισχιλίους· αὐτὸς ειπεν· Οὐδεὶς λαμβάνει τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ἀλλ' οταν θέλω λαμβάνω αὐτήν· οὐδεὶς δὲ ανθρωπος δύναται τοῦτο ποιῆσαι, εἰ μὴ ὁ μόνος Χριστός.

{ΝΕΣΤ.} Λέγεις οτι επαθεν ὁ Υἱός; Επαθεν ουν καὶ ὁ Πατήρ· εἰ δὲ λέγεις οτι ὁ Πατὴρ οὐκ επαθεν, ἑτεροούσιον αὐτοῦ πεποίηκας τὸν Υἱόν. {ΚΥΡ.} Ουτε τὸν Πατέρα λέγω παθητὸν, ουτε τὸν Υἱὸν ἀπαθῆ· ἀλλ' ἀπαθὲς μὲν τὸ Θεῖον, οτι καὶ ἀσώματον· παθητὸς δὲ ὁ Κύριος διὰ τὴν σάρκα. {ΝΕΣΤ.} ̓Εγὼ οὐ λέγω τὸν Λόγον σάρκα γενόμενον, οὐδὲ παθόντα· ἀπαθὲς γὰρ τὸ Θεῖον, καὶ παθῶν ἀνώτερος ὁ ἀπαθής· παθητὴ δὲ σὰρξ καὶ θνητὴ ἀνθρωπίνη φύσις. {ΚΥΡ.} ̔Ομολογοῦμεν καὶ ἡμεῖς ἀπαθὲς τὸ Θεῖον, διὰ δὲ τῆς σαρκὸς κατεδέξατο πάθος· οθεν, Χριστοῦ παθόντος σαρκὶ ὑπὲρ ἡμῶν· τὸ δὲ, Χριστὸς οὐκ ἀλλότριον Θεοῦ ονομα· ὁ γὰρ ἀπόστολος Παῦλός φησιν· ̓Εξ ων ὁ Χριστὸς, ὁ ων ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. ̓Αμήν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

5
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать