Epistula ad Amun ΤΟΥ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΑΜΜΟΥΝ ΜΟΝΑΖΟΝΤΑ Α Περὶ γονορρυοῦς.
Πάντα μὲν καλὰ καὶ καθαρὰ τὰ τοῦ θεοῦ ποιήματα· οὐδὲν γὰρ ἄχρηστον ἢ ἀκάθαρτον ὁ τοῦ θεοῦ πεποίηκε λόγος· «Χριστοῦ γὰρ εὐωδία ἐσμὲν ἐν τοῖς σῳζομένοις» κατὰ τὸν ἀπόστολον. Ἐπειδὴ δὲ ποικίλα καὶ πολύτροπα τὰ τοῦ διαβόλου βέλη, καὶ τοὺς ἀκεραιοτέρους τῇ γνώμῃ παρασκευάζει ταράττεσθαι, κωλύει τε τῆς συνήθους γυμνασίας τοὺς ἀδελφούς, ὑποσπείρων αὐτοῖς λογι σμοὺς ἀκαθαρσίας καὶ μολυσμοῦ, φέ 64 ρε διὰ βραχέων καὶ τὴν τοῦ πονηροῦ πλάνην ἀπελάσωμεν τῇ τοῦ σωτῆρος ἡμῶν χάριτι, καὶ τὴν τῶν ἁπλουστέρων γνώμην στηρίξωμεν. «Πάντα μὲν γὰρ καθαρὰ τοῖς κα θαροῖς, τῶν δὲ ἀκαθάρτων καὶ ἡ συνείδησις καὶ τὰ πάντα μεμόλυνται». Ἄγαμαι δὲ τοῦ διαβόλου τὸ σόφισμα, ὅτι περφθορὰ καὶ λύμη ὑπάρχων, λογισμοὺς ὑποβάλλει τῷ δοκεῖν μὲν καθαρότητος, ἔστι δὲ τὸ γινόμενον ἔνεδρα μᾶλλον ἢ δοκιμασία· ἵνα γὰρ, ὡς προεῖπον, ἀπασχολήσῃ τοὺς ἀ σκητὰς τῆς ἐθίμου καὶ σωτηριώδους μελέτης καὶ δόξῃ κρατεῖν κατὰ τοῦ το, τοιαῦτά τινα κινεῖ βομβύκια, ἅτινα φέρει μὲν οὐδὲν τῷ βίῳ χρή σιμον, κενὰς δὲ ζητήσεις καὶ φλυα ρίας, ἃς δεῖ παραιτεῖσθαι. Τί γάρ, εἰπέ μοι ὦ ἀγαπητὲ καὶ εὐλαβέστα τε, ἔχει ἁμάρτημα ἢ ἀκάθαρτον φυσική τις ἔκκρισις; Ὡς εἴ τις ἐθέλοι ποιῆσαι ἔγκλημα καὶ τὰς διὰ ῥινῶν ἐκπεμπομένας μύξας καὶ τὰ διὰ στόματος πτύσματα· ἔτι δὲ καὶ τού των ἔχομεν λέγειν πλείονα, τὰς διὰ γαστέρων ἐκκρίσεις, ἅπερ τῷ ζῴῳ πρὸς τὸ ζῆν ἀναγκαῖα καθέστηκε. 65 Ἔτι τε «εἰ τῶν τοῦ θεοῦ χειρῶν ἔργον εἶναι πιστεύομεν τὸν ἄνθρωπον», κατὰ τὰς θείας γραφάς, πῶς ἠδύνατο ἐκ καθαρᾶς δυνάμεως ἔργον τι γενέσθαι μεμολυσμένον; Καὶ εἰ «γένος τοῦ θεοῦ ὑπάρχομεν», κατὰ τὰς θείας τῶν ἀποστόλων Πράξεις, οὐδὲν ἔχομεν ἐν ἑαυτοῖς ἀκάθαρτον· τότε γὰρ μόνον μεμολύσμεθα, ὅτε τὴν δυσωδεστάτην ἁμαρτίαν ἐργα ζόμεθα· ὅτε δὲ φυσική τις ἀβουλήτως ἔκκρισις γίνεται, τότε τῇ τῆς φύσεως ἀνάγκῃ μετὰ τῶν ἄλλων, ὡς προείπομεν, καὶ τοῦτο ὑπομένομεν. Ἀλλ' ἐπειδή περ οἱ θέλοντες μόνον ἀντιλέγειν τοῖς ὀρθῶς λεγομένοις, μᾶλλον δὲ παρὰ θεοῦ πεποιημένοις, παραφέρουσι καὶ ῥητὸν εὐαγγελικόν, ὡς ὅτι «οὐ τὰ εἰσερχόμενα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐξερχόμενα», ἀναγκαίως καὶ ταύτην αὐτῶν τὴν ἀλογίαν, οὐ γὰρ ἂν εἴποιμεν ζήτησιν, ἐλέγξωμεν. Πρῶτον μὲν γὰρ τὰς γραφὰς κατὰ τὰς ἰδίας ἀμαθίας, 66 ἀστήρικτοι ὄντες, βιάζονται· ἔχει δὲ τὸ θεῖον οὕτω λόγιον· τινῶν γὰρ πάλιν τούτοις ὁμοίως ἐνδοιαστῶς ἐχόντων περὶ βρωμάτων, αὐτὸς λύων αὐτῶν τὴν ἄγνοιαν, ἤγουν τὴν ἀπά την δημοσιεύων, φησὶ «μὴ τὰ εἰ σερχόμενα κοινοῦν τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐξερχόμενα»· εἶτα ἐπάγει καὶ πόθεν ἐξερχόμενα, «τὰ ἀπὸ καρδίας»· ἐκεῖ γὰρ εἶναι τοὺς πονηροὺς θησαυροὺς τῶν βεβήλων λογισμῶν καὶ τῶν ἄλλων ἁμαρτημά των γινώσκει. Συντομώτερον δὲ ὁ ἀπόστολος, αὐτὸ δεδιδαγμένος, φησί· «Βρῶμα ἡμᾶς οὐ παραστήσει τῷ θεῷ»· φαίη δ' ἄν τις καὶ νῦν εὐλόγως, φυσική τις ἔκκρισις ἡμᾶς οὐ παραστήσει πρὸς τιμωρίαν. Τάχα δὲ καὶ παῖδες ἰατρῶν, ἵνα κἂν ἐκ τῶν ἔξωθεν δυσωπηθῶσιν, ὑπὲρ τούτου ἀπολογήσονται, ὅτι τῷ ζῴῳ δέδονταί τινες ἀναγκαῖαι διέξοδοι κατὰ τῶν ἐν ἡμῖν ἑκάστῳ μελῶν τρεφομένων τὸ περιττὸν ἀ 67 ποπέμπειν· οἷον, κεφαλῆς περιττώματα, τρίχες, καὶ τὰ ἀπὸ κεφαλῆς ὑδατώδη πεμπόμενα καὶ γαστρὸς διαχωρήματα, καὶ τοίνυν τῶν σπερματικῶν πόρων ἐκεῖνο περίττωμα. Ποία τοίνυν ἐστί, πρὸς θεοῦ, ὦ πρεσβύτα θεοφιλέστατε, ἁμαρτία, αὐτοῦ τοῦ πλάσαντος τὸ ζῷον δεσπότου θελήσαντος καὶ ποιήσαντος ταῦτα τὰ μέλη τοιαύτας ἔχειν διεξόδους; Ἐπειδὴ δὲ δεῖ προλαμβάνειν τὰ τῶν πονηρῶν ἐναντιώματα, εἴποιεν γὰρ ἄν· οὐκοῦν οὐκ ἔστιν ἁμαρτία οὐδὲ ἡ ἀληθὴς χρῆσις, εἰ τὰ ὄργανα παρὰ τοῦ δημιουργοῦ διαπέπλασται· πρὸς τοῦτο ἐρωτηματικῶς αὐτοὺς παύσωμεν, φάσκοντες· Ποίαν λέγεις χρῆσιν; τὴν ἔννομον, ἣν καὶ ὁ θεὸς ἐπέτρεψε, «αὐξάνεσθε, λέγων, καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν»· ἣν καὶ ὁ ἀπόστολος ἀπεδέξατο, εἰπών· «Τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμαίαντος», ἢ τὴν δημώδη μέν, 68 λαθραίως δὲ καὶ μοιχικῶς ἐπιτελουμένην; Ἐπεὶ καὶ τῶν ἄλλων τῶν ἐν τῷ βίῳ γινομένων εὑρήσομεν τὰς διαφορὰς κατά τι γινομένας· οἷον, φονεύειν οὐκ ἔξεστιν, ἀλλ' ἐν πολέμοις ἀναιρεῖν τοὺς ἀντιπάλους καὶ ἔννομον καὶ ἐπαίνου ἄξιον· οὕτω γοῦν καὶ τιμῶν μεγάλων οἱ κατὰ πόλεμον ἀριστεύσαντες ἀξιοῦνται, καὶ στῆλαι τούτων ἐγείρονται κηρύττουσαι τὰ κατορθώματα· ὥστε τὸ αὐτὸ κατά τι μὲν καὶ κατὰ καιρὸν οὐκ ἔξεστι, κατά τι δὲ καὶ εὐκαίρως ἀφίεται καὶ συγκεχώρηται. Ὁ αὐτὸς οὖν λόγος καὶ περὶ τῆς μίξεως. «Μακάριος ὃς ἐν νεότητι ζυγὸν ἔχων ἐλεύθερον τῇ φύσει πρὸς παιδοποιίαν κέχρηται»· εἰ δὲ πρὸς ἀσέλγειαν, «πόρνους καὶ μοιχοὺς» ἡ παρὰ τῷ ἀποστόλῳ γραφεῖσα τιμωρία ἐκδέξεται. ∆ύο γὰρ οὐσῶν ὁδῶν ἐν τῷ βίῳ περὶ τούτων, μιᾶς μὲν μετριωτέρας καὶ βιωτικῆς, τοῦ 69 γάμου λέγω, τῆς δὲ ἑτέρας, ἀγγελικῆς καὶ ἀνυπερβλήτου, τῆς παρθενίας, εἰ μέν τις τὴν κοσμικήν, τουτέστι τὸν γάμον, ἕλοιτο, μέμψιν μὲν οὐκ ἔχει, τοσαῦτα δὲ χαρίσματα οὐ λήψεται· λήψεται γάρ, ἐπεί περ φέρει καὶ αὐτὸς «καρπὸν τὸν τριάκοντα»· εἰ δὲ τὴν ἁγνήν τις καὶ ὑπερκόσμιον ἀσπάσοιτο, εἰ καὶ τραχεῖα παρὰ τὴν πρώτην καὶ δυσκατόρθωτος ἡ ὁδός, ὅμως ἔχει χαρίσματα θαυμασιώτερα, τὸν γὰρ τέλειον καρπόν, τὴν ἑκατοντάδα, ἐβλάστησεν. Ὥστε τὰ ἀκάθαρτα αὐτῶν καὶ πονηρὰ ζητήματα, λύσεις ἰδίας ἔσχε καὶ παρὰ τῶν θείων γραφῶν πάλαι προλυθείσας. Ὑποστήριζε τοίνυν, ὦ πάτερ, τὰς ὑπὸ σαυτὸν ἀγέλας, ἐκ τῶν ἀποστολικῶν παρακαλῶν, ἐκ τῶν εὐαγγελικῶν ψυχαγωγῶν, ἐκ τῶν ψαλμῶν συμβουλεύων· «Ζῆσόν με, λέγων, κατὰ τὸ λόγιόν σου», λόγιον δὲ αὐτοῦ τὸ ἐκ καθαρᾶς καρδίας λατρεύειν αὐτῷ· τοῦτο γὰρ εἰδὼς ὁ 70 αὐτὸς προφήτης, ὥσπερ ἑαυτὸν μεταφράζων, λέγει· «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός», ἵνα μὴ ῥυπώδεις λογισμοί με ταράξωσι· πάλιν ∆αυίδ· «Καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με», ἵνα κἄν ποτε λογισμοί με θορυβήσωσιν, ἰσχυρά τις παρὰ σοῦ δύναμις στηρίξῃ με, ὥσπερ κρηπὶς τυγχάνουσα. Αὐτὸς τοίνυν ταῦτα καὶ τὰ τοιαῦτα συμβουλεύων, λέγε πρὸς τοὺς βράδιον τῇ ἀληθείᾳ πειθομένους· «∆ιδάξω ἀνόμους τὰς ὁδούς σου»· καὶ θαρρῶν κυρίῳ ὅτι πείσεις ἀποσχέσθαι τῆς τοιαύτης κακίας, ψάλλε· «Καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι». Γένοιτο δὲ τοὺς μὲν κακοήθως ζητοῦντας παύσασθαι τῆς τοιαύτης ματαιοπονίας, τοὺς δὲ δι' εὐήθειαν ἐνδοιαστῶς ἔχοντας, «ἡγεμονικῷ πνεύματι» κρατυνθῆναι. Ὅσοι δὲ βεβαίως τὴν ἀλήθειαν ἐπίστασθε, ἀρραγῆ ταύτην κατέχετε καὶ ἀσάλευτον, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ πατρὶ δόξα καὶ κράτος σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.