Ιωάννης ο Χρυσόστομος, 4ος αι.

Περὶ τοῦ ὁμοίας εἶναι τῆς ζωῆς τῇ θαλάσσῃ

Quod mari similis sit haec vita / О том, что эта жизнь подобна морю

Quod mari similis sit haec vita ΣΤʹ. Τοῦ αὐτοῦ, ὅτι θαλάσσῃ παρείκασται ὁ βίος οὗτος, καὶ εἰς τὸ, "Ὅτε ἀνέβη ὁ Ἰησοῦς μετὰ τῶν μαθητῶν αὐτοῦ εἰς τὸ πλοῖον καὶ ἀφύπνωσεν."

Οἱ πελάγιοι πλωτῆρες, ἐπειδὰν εὐθυβόλῳ πνεύματι καταφυσώμενοι τὸν πλοῦν ἀνύωσι, χαροποιοῖς τοῖς προσώποις γινόμενοι, ἀντίμιμον τῆς γαλήνης τὴν ὄψιν ῥυθμίζουσιν· ἐπειδὰν δὲ τῆς γαλήνης ἡ εὐδία παραμείνασα τοὺς ναύτας ἐκλύσῃ, καὶ τοὺς μὲν καθεύδειν, τοὺς δὲ καὶ παιδίοις ἐμπιστεύειν τὰ τῆς ὁλκάδος πηδάλια παρασκευάσῃ, καὶ τοῦ μὲν κυβερνήτου ἀμεριμνοῦντος, τῶν δὲ ναυτῶν τὸν πόνον τῆς τέχνης τῇ εὐδίᾳ λυσάντων, ἄφνω δὲ λαίλαπος τραχυτάτου κατασπιλάσαντος, ἐπὶ τὸ πέλαγος ἀδοκήτως ἐκδράμωσιν οἱ ἄνεμοι, καὶ ἄρξηται ἡ θάλασσα ἐξ αγριαινομένη μορμύρειν, καὶ ἡ τῶν κυμάτων πληθὺς ἐμποδίζειν τῇ νηῒ, καὶ αἱ τῶν πολυπλόκων σχοινίων διατάσεις αἱ ἀμφὶ τὸν ἱστὸν ἠρτημέναι τῇ τῶν ἀνέμων βιαίᾳ ἐμβολῇ μαστιζόμεναι συρίζωσιν· τότε δὴ, ἀγαπητοὶ, θροῦς μὲν ζαλώδης καὶ κλαυθμυρώδης ὑπὸ τῶν ἐπιβατῶν γίνεται, βύθινον θάνατον παρὰ τὸν φυσικὸν προσδοκώντων.

Ἔστι δὲ ἰδεῖν τοὺς ναύτας ὑπὸ τῆς ἔξωθεν αὐτοὺς περιεχούσης ζάλης χειμαζομένους, πλέον δὲ ὑπὸ τῆς τῶν ἔνδοθεν ὀλοφυρο μένων κραυγῆς ἐκνευριζομένους, ὡς καὶ τὸν μὲν κυβερνήτην ὑπότρομον γεγονότα ἀπὸ τῆς δειλίας μηκέτι δύνασθαι χρῆσθαι τῇ κυβερνητικῇ χειρὶ πρὸς τὴν τῆς νηὸς εὐθυπλοΐαν, πάντας δὲ ὁμοῦ τῆς ἐν ἀνθρώποις ζωῆς μετὰ φωνῆς ἀπεκδέχεσθαι. Τοιοῦτόν τι συμβέβηκε τοῖς μαθηταῖς τοῦ Κυρίου· μετάβαλε γάρ μοι τῷ λόγῳ ἐπὶ τὸ Εὐαγγέλιον. Ἀνέβη ὁ Ἰησοῦς μετὰ τῶν μαθητῶν εἰς τὸ πλοῖον, καὶ διήρχετο τὴν θάλασσαν εὐμαρῶς. Καὶ ἕως μὲν αὐτοῖς ὁ ∆εσπότης Χριστὸς ἐγρηγόρει, πᾶς ἐναντίος ἄνεμος ἐφιμοῦτο, ἡπλοῦτο δὲ αὐτοῖς καὶ ἡ θάλασσα ὡς ἤπειρος, οὐδὲν κῦμα τῇ χριστοφόρῳ νηῒ προσεφίστατο· ὅτε δὲ οἰκονομικῶς ὁ Ἰησοῦς ἐν τῷ πλοίῳ ἐκάθευδε κατὰ τὴν τοῦ σώματος φύσιν, καὶ οὐ κατὰ τὴν τῆς θεότητος ἀξίαν (ἄϋπνον γὰρ τὸ ὄμμα τῆς θεότητος)· τότε οἱ ἄνεμοι θεωρήσαντες τὸν ἑαυτῶν παιδευτὴν καὶ ταξίαρχον ὑπνώσαντα, καθάπερ ἵπποι ἡνιόχου καθεύδοντος κατολιγωρήσαντες, λάβρῳ φυσήματι ἄγριον χειμῶνα συρίζοντες κατὰ τῆς ἀποστολικῆς ὁλκάδος ἐφέροντο. Γενομένης δὲ ζάλης ἀνείκαστον θάνατον ἀποπνεούσης, καὶ τῆς θαλάσσης κοχλαδὸν ἀναζεούσης, καὶ τὸν θυμὸν τῶν κυμάτων τῇ ὁροθέτιδι ψάμμῳ ἐπιφριζούσης, θεωρήσαντες οἱ μαθηταὶ τὸν πολυθρύλλητον χειμῶνα, τὸν πολυύμνητον προμαχεῶνα Χριστὸν παρεκάλουν· τί λέγοντες; Ἐπιστάτα, σῶσον ἡμᾶς, ἀπολλύμεθα. Ἐκάθευδεν ὁ Κύριος οἰκονομικῶς ἐν τῷ πλοίῳ, οὐκ ἀγνοῶν τὸ μέλλον γίνεσθαι, οὐκ ἀδυνατῶν γαλήνην βραβεῦσαι· εἰδὼς δὲ μέλλουσαν ταράσσεσθαι τὴν θάλασσαν, κατὰ δύο αἰτίας ἐκάθευδεν· ἵνα καὶ τὸ σαθρὸν τῆς ὀλιγοπιστίας τῶν μαθητῶν ἐν τῷ χειμῶνι διελέγξῃ, καὶ τὸ δυνατὸν τῆς θεότητος αὐτοῖς ἐνδείξηται.

Ἦν οὖν ἰδεῖν, ἀγαπητοὶ, διαγρηγορήσαντος τοῦ ∆εσπότου σωματικῶς, πάντα ὀξύτερον ἑαυτοῦ γενόμενον, καὶ τὸν ἄνεμον πρὸς τὸ ἴδιον σπήλαιον ὑποφεύγοντα, τήν τε θάλασσαν μηκέτι ἀπειλοῦσαν τῇ ἀποστολικῇ ὁλκάδι, ἀλλὰ τὰ κύματα πρὸς τὴν προσκύνησιν ἐπιστρέφοντα. Τοιαύτη ἐστὶν καὶ ἡ τοῦ βίου φορὰ, μηδέποτε μένειν ἐν ταυτότητι τὰ πράγματα, ἀλλὰ ποτὲ μὲν γαληνιᾷν εἰρήνῃ καὶ εὐθηνίᾳ τροφῶν ἀνενδεεῖ, ποτὲ δὲ ταράσσεσθαι ὥσπερ τὴν θάλασσαν, τοῦτο μὲν βαρβάρων καταδρομαῖς, τοῦτο δὲ τυράννων ἐπιβουλαῖς καὶ πραγμάτων πλοκαῖς, καὶ πολλοῖς ἄλλοις κλόνοις καὶ ἀκαταστασίαις. Καὶ γὰρ ἡ εἰρημένη ἱστορία περὶ τῆς ἀποστολικῆς ὁλκάδος τοῦτον ἔχει τὸν νοῦν· οὐκ ἦν γὰρ ὑπὸ τοῦ Κυρίου γινόμενον, ὃ οὐκ ἦν μυστηρίου ἐχόμενον. Θαλάσσῃ παρείκασται ὁ βίος οὗτος, πλοίῳ ἡ ἀνθρωπίνη ὑπόστασις, φέρουσα καθάπερ ἐπιβάτας καὶ κυβερνήτην τοὺς λογισμοὺς καὶ τὸν νοῦν. Ἐὰν οὖν τοῦτο τὸ πλοῖον, τουτέστιν ἡ ἀνθρωπίνη ὑπόστασις, ἐν τούτῳ τῷ βίῳ χειμαζομένη ὑπὸ τῆς τοῦ διαβόλου κακίας, καὶ ἀπὸ τῶν ἐναντίων δαιμόνων τῶν τὰ κύματα τῶν ἐπιθυμιῶν ἐξεγειρόντων, καὶ τὸν ἁλμυρὸν ἀφρὸν τῶν ἡδονῶν πρὸς τὸν ἔνδοθεν νοῦν ἐπιῤῥιπτόντων καὶ ταῖς ἐπιθυμίαις τὸν κυβερνήτην νοῦν σειόντων, καὶ πρὸς τὴν ἁμαρτίαν βυθιζόντων ὅτι δὲ ἕκαστος τῶν ἀνθρώπων ταῖς πολυφλόγοις ἡδοναῖς σειόμενος πρὸς τὴν ἁμαρτίαν ἐβυθίζετο, μαρτυρεῖ μου τῷ λόγῳ ∆αυῒδ ὁ προφήτης. Ὅτε γὰρ περὶ τὴν σωφροσύνην ἐναυάγησεν, ἀνεβόα λέγων· Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με. Οὐ γὰρ τοῦτο κατὰ ἱστορίαν εὑροῦμέν που γεγραμμένον τῷ ∆αυΐδ· ποῦ γὰρ ∆αυῒδ ἔπλευσεν; ἢ εἰς ποῖον πέλαγος ἀπελθὼν ἐβυθίσθη; ἀλλ' οὐ δαμοῦ.

Τί οὖν ἐστιν ὃ λέγει, ἢ πάντως, ἐν τῷ βίῳ τούτῳ ὥσπερ ἐν θαλάσσῃ ὑπάρχων, καὶ σεισθεὶς ταῖς ἡδοναῖς καθάπερ κύμασι, καὶ τοὺς ἁρμοὺς τῶν λογισμῶν λυθεὶς, λάβρον τὸ κῦμα τῆς ἐπιθυμίας ἔνδοθεν δεξάμενος, τοῦ ἀνδρὸς πρὸς τὴν τοῦ Οὐρίου γυναῖκα ἐκλυθεὶς, ναυάγιον σωφροσύνης ὑπέμεινεν. ∆ιὸ ἔλεγεν· Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με. Εἶτα πάλιν μετανοήσας καὶ οἱονεὶ ἀνανήψας ἐκ τοῦ βάθους τῆς ἁμαρτίας, πάλιν κρατῶν τοῦ πηδαλίου τῆς σωφροσύνης, καὶ τὸν ἑαυτοῦ βίον ἐν σωφροσύνῃ ῥυθμίζων, ηὔχετο τῷ Θεῷ λέγων· Μή με πάλιν καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός. Τοιοῦτόν τι καὶ ὁ Ἀπόστολος μυστικῶς αἰνιττόμενος λέγει τὴν ἀνθρωπότητα, Τρίτον ἐναυάγησα. Τί γάρ φησιν; Τρὶς ἐναυάγησα; νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα. Τρίτον γὰρ ἐναυάγησεν ἡ ἀνθρωπότης, ἅπαξ ἐν τῷ παραδείσῳ διὰ τῆς παραβάσεως, δεύτερον πάλιν ἐν τῷ κατακλυσμῷ Νῶε, τρίτον μετὰ τὸ δέξασθαι τὸν νόμον πρὸς τὴν εἰδωλολατρείαν ἐξέπεσεν ὁ λαὸς, ἕως οὗ ἐλθὼν ὁ τῶν ψυχῶν ἡμῶν κυβερνήτης Χριστὸς, στήσας τὸ ἱστίον τοῦ σταυροῦ ἐν μέσῃ τῇ γῇ, ἀχείμαστον ἡμῖν τὸν εἰς οὐρανόπολιν πλοῦν οἰκονόμησεν. Νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα. Νύκτα λέγει τὴν πρὸ τῆς τοῦ Σωτῆρος παρουσίας ἐν τῇ σκοτεινῇ πλάνῃ διατριβήν· ἡμέραν δὲ λέγει τὴν μετὰ Χριστοῦ παρουσίαν ἐν τῷ φωτεινῷ βαπτίσματι διαγωγήν. Πάσης οὖν τῆς ἀνθρωπότητος, καθὼς ἔφαμεν ὑπὸ τῆς τοῦ διαβόλου κακίας χειμαζομένης, θεωρήσας ὁ τοῦ Θεοῦ Λόγος, ἐλθὼν εἰς τόνδε τὸν βίον, εἰσέρχεται εἰς τὴν κοιλίαν τοῦ πλοίου τῆς Παρθένου Μαρίας· οὗ τὴν εἰκόνα ἐν Ἰωνᾷ τῷ προφήτῃ γεγονυῖαν εὕραμεν. Πέμπεται γὰρ Ἰωνᾶς εἰς Νινευῒ, ἔρχεται ὁ Χριστὸς εἰς τόνδε τὸν βίον· ἀπέρχεται ὁ Ἰωνᾶς εἰς τὸ πλοῖον, καὶ εἰς τὴν κοίλην τοῦ πλοίου καθεύδει, καὶ ὁ τοῦ Θεοῦ Λόγος ἐν ἐννέα μησὶν ἐν τῇ κοιλίᾳ τῆς Παρθένου Μαρίας σχεδὸν ἐκάθευδε σιωπῶν τοῖς ἀνθρώποις. Τότε μᾶλλον ἐξηγείρετο ὁ διαβολικὸς τῆς κακίας χειμὼν, ὡς ἐπὶ τοῦ Ἰωνᾶ· ἀλλ' ὅτε ἐῤῥίφη Ἰωνᾶς εἰς τὸ πέλαγος, τουτέστιν, ὅτε Ἰησοῦς προῆλθεν ἐκ τῆς κοιλίας τῆς Παρθένου εἰς τόνδε τὸν βίον, καὶ πᾶς ἐναντίος ἄνεμος ἐφιμοῦτο, καὶ μέχρις οὗ φθάσῃ τὸ κῆτος εἰς τὸν ᾅδην, πολλὰ σημεῖα καὶ τέρατα ἐπετέλει διανηχόμενος εἰς τόνδε τὸν βίον. Ἦλθεν Ἰωνᾶς εἰς τὸ κῆτος, καὶ αὐτὸς εἰς τὸν ᾅδην ἦλθεν· τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας τὰς αὐτὰς τῷ Ἰωνᾷ ἐν τῷ ᾅδῃ πεποίηκεν.

Ἐκρίπτεται Ἰωνᾶς ἐκ τοῦ κήτους εἰς τὴν Νινευῒ, καὶ Χριστὸς ἀνίσταται ἐκ νεκρῶν καὶ ἔρχεται εἰς τὸν κόσμον τοῦτον κηρύσσει μετάνοιαν· μετανοοῦσι Νινευῖται, καὶ οἱ τοῦ κόσμου τούτου πολῖται· νηστεύουσι τριάδα ἡμερῶν, καὶ σώζεται τὰ πολυαρίθμητα πλήθη, ὡς καὶ ἐν τῇ Νινευῒ δεκαδύο μυριάδες ἀνθρώπων καὶ κτήνη πολλά. Τοῦ γὰρ Κυρίου κηρύσσοντος τῷ κόσμῳ τούτῳ τὴν μετάνοιαν καὶ τὴν πίστιν, σώζονται αἱ δέκα δύο φυλαὶ τοῦ Ἰσραήλ. Ὅταν γὰρ Τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε, πᾶς Ἰσραὴλ σωθήσεται. Ὅτι δὲ εἰκὼν τοῦ Χριστοῦ ἦν Ἰωνᾶς αὐτὸς ὁ Κύριος λέγει ἐν τῷ Εὐαγγελίῳ· Ὃν τρόπον Ἰωνᾶς ἐποίησεν ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ, καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

2
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать