Κύριλλος Αλεξανδρείας, 5ος αιώνας

Περὶ τῆς προσκυνήσεως καὶ λατρείας ἐν πνεύματι καὶ ἀληθείᾳ 2

De adoratione et cultu in spiritu et veritate 2 / О поклонении и служении в духе и истине 2

ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ΕΚΤΟΣ.

Ὅτι χρὴ Θεῷ τῷ κατὰ φύσιν ἡμᾶς προσκεῖσθαι μόνῳ, καὶ ἀγαπᾷν αὐτὸν ἐξ ὅλης ψυχῆς καὶ καρδίας. {ΚΥΡ.} Ἀνδρείας μὲν οὖν πέρι τῆς ἐν Χριστῷ νοουμένης, καὶ πνευματικῆς εὐσθενείας ἀποχρῶν, ἡμῖν, ὡς ἔοικεν, ἐκπεποίηται λόγος, ὦ Παλλάδιε· τὰ δὲ ἐφ' οἷς ἂν γένοιτο ταυτὶ πρὸς ἡμῶν, περιαθρεῖν ἀναγκαῖον, καθάπερ ἐγᾦμαι, πάλιν. {ΠΑΛΛ.} Εὖ λέγεις. {ΚΥΡ.} Φέρε δὴ οὖν, τῆς διανοίας τὸν ὀφθαλμὸν ἐν κύκλῳ περιελίττοντες, καὶ εἰς ἀκριβῆ κατάσκεψιν τῶν καθ' ἡμᾶς ἱέντες πραγμάτων, ἀνασκοπῶμεν εὖ μάλα, διὰ ποίας ἰόντες τρίβου, λαμπροί τε ἐσόμεθα, καὶ τὴν ἐφ' ἅπασι τοῖς ἐπαινουμένοις οἷά τινα στέφανον ἀναδησόμεθα ψῆφον. Ἢ οὐ δοκῶ σοι φρονεῖν ὀρθὰ, τὸ ἔν γε τούτοις φιλοκρινεῖν ᾑρημένος; {ΠΑΛΛ.} Παντάπασι μὲν οὖν. Φαίην γὰρ ἂν καὶ αὐτὸς ἐγὼ προκλήσει τῇ πρὸς ἀνδρίαν προκαταθήγεσθαι δεῖν, ἑλέσθαι τε τὰ δι' ὧν ἄν τις ἔσοιτο λαμπρὸς, καὶ τῆς ἀμωμήτου ζωῆς ἔρχοιτο κατ' εὐθύ. {ΚΥΡ.} Οὐκοῦν ἤδη λέγωμεν, ὡς ἁπάσης μὲν οἰκίας ἔρεισμα, κρηπίς· νεὼς δὲ τρόπις, ἀρχή· τοῦ δὲ κατορθοῦν ᾑρημένου, θεμέλιος ἂν γένοιτο καὶ ὑποβάθρας ἀρχὴ, τῆς ἀληθείας ἡ γνῶσις, καὶ ὁ περὶ πίστεως τῆς εἰς Θεὸν τὸν ἕνα καὶ φύσει καὶ ἀληθινὸν ἀκιβδήλευτος λόγος· «Ἐὰν γὰρ μὴ πιστεύσητε, οὐδ' οὐ μὴ συνῆτε,» φησὶ τὸ Γράμμα τὸ ἱερόν. Συνιέντας δὲ οὔπω τῶν ἀναγκαίων οὐδὲν ἀπρακτεῖν ἀνάγκη, τὸ κατορθοῦν οὐκ εἰδότας. Ἢ οὐκ ἂν ἀναγκαῖον εἶναι φὴς πρὸς εὐδοκίμησιν ἡμῖν, τὴν ἐπὶ παντὶ τῷ πρακτέῳ διάσκεψιν, εἰ ἐν λόγῳ πεποιήμεθα τὸ δρᾷν ὀρθῶς, ἃ ἐρᾷν ἀναγκαῖον; {ΠΑΛΛ.} Φημί. {ΚΥΡ.} Τροφὸς οὖν ἄρα συνέσεως, πίστις. Σύνεσις δὲ, τῶν πρακτέων ἡμῖν ποιεῖται τὴν βάσανον. Καὶ γοῦν ὅτε τοῖς ἐξ Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς παιδαγωγὸν ὥσπερ τινὰ, καὶ ἰθυντῆρα σοφὸν, τὸν διὰ Μωσέως ἐπέστησε νόμον, ὑποβάθραν ὥσπερ τινὰ καὶ ἀκατάσειστον ἀρχὴν, τὴν παρὰ τῆς μιᾶς τε καὶ ἀληθοῦς Θεότητος προκατεβάλετο γνῶσιν· μὴ γὰρ ἂν ἰσχύσειν αὐτοὺς ὑπελάμβανε τῆς ἀδιαβλήτου καὶ ἀκραιφνοῦς ἐφικέσθαι ζωῆς, ἤγουν τῷ τῶν καλλίστων εἰσηγητῇ καταρυθμίζεσθαι νόμῳ, καὶ ὑπείκειν ἐντολαῖς, εἰ μὴ καθάπερ προανατείχισμα τὴν ἐπὶ Θεῷ πίστιν ἑλόντες εἰς νοῦν, ἀντιφέροιντο γενναίως ταῖς εἰς ῥᾳθυμίαν αὐτοὺς ἀκονούσαις ἡδοναῖς. Ἔδει δὴ οὖν, ἔδει, καθάπερ τινὰ ψυχικὴν ἀῤῥωστίαν, προαποθέσθαι τοὺς πάλαι τὴν πολύθεον πλάνησιν, πίστει τε τῇ εἰς Θεὸν τὸν ἕνα φύσει καὶ ἀληθῶς ἐρηρεῖσθαι καλῶς· τοιγάρτοι καὶ πρῶτος αὐτοῖς προανέλαμψε νόμος· «Ἐγώ εἰμι Κύριος ὁ Θεός σου, ὅστις ἐξήγαγόν σε ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας. Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. Οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐν τῇ γῇ κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς, οὐ προσκυνήσεις αὐτοῖς, οὐδ' οὐ μὴ λατρεύσῃς αὐτοῖς. Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, ὁ Θεὸς ζηλωτὴς, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης γενεᾶς τοῖς μισοῦσί με· καὶ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσί με, καὶ φυλάσσουσι τὰ προστάγματά μου.» Ἔδει γὰρ, ἔδει σκληροῖς καταπτοεῖσθαι δείμασι, τοὺς ἀνεξίτητον μέλλοντας ποιεῖσθαι τὴν ἐντολήν· τοιγάρτοι καὶ ζηλωτὴν ἑαυτὸν ὀνομάζει Θεὸν, καὶ ἁμαρτίας πατέρων ἐπιτιθέντα τοῖς ἐξ αὐτῶν, εἴ γε κατ' ἐκείνους ἕλοιντο βιοῦν, καὶ προ γονικοῖς ἁμιλλᾶσθαι πταίσμασιν. Οὐ γάρ πού φαμεν, ὡς τοῖς γε ὅλως οὐδὲν πεπλημμεληκόσιν αἱ τῶν πατέρων ἐγκατασκήπτουσιν ἁμαρτίαι, καί τοι διαῤῥήδην ἀνακεκραγότος Θεοῦ· «Οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων, οὐδὲ τέκνα ὑπὲρ πατέρων, ἕκαστος τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανεῖται.» Ἀλλ' εἰ ταῖς τῶν πατέρων ἕποιντο γνώμαις οἱ ἐξ αὐτῶν, καὶ προγονικῆς δυσσεβείας ἔσοιντο ζηλωταὶ, παρατείνει που τάχα καὶ εἰς αὐτοὺς ὁ θυμός. Κἂν εἰ γένοιτό πως ἐξ ἐμφύτου φιλανθρωπίας ἀνεῖναι τοῖς πρώτοις τὸν ὑπὲρ πάντα Θεὸν, τὸ κολάζεσθαι δεῖν, ἀλλ' οὖν ὀψὲ τοῖς δευτέροις ἤγουν τοῖς τρίτοις ἐπάγει τὴν ἐν ἀρχαῖς τῷ βεβήλῳ γένει πρέπουσάν τε καὶ ὀφειλομένην ὀργήν. Κατεσόβει τοίνυν εἰς τὸ φοβεῖσθαι δεῖν, ζηλωτὴν ἑαυτὸν ὀνομάζων Θεόν· ἐβεβαίου γε μὴν καὶ ἑτέρως εἰς πίστιν αὐτοὺς, ποιεῖν ἔλεος εἰς χιλιάδας ὑπισχνούμενος τοῖς ἀγαπῶσιν αὐτόν. Προσετίθει δὲ τούτοις γείτονά τε καὶ ἀδελφὴν ἐντολήν· «Οὐ γὰρ λήψῃ, φησὶ, τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ· οὐ γὰρ μὴ καθαρίσῃ Κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ.» Τοῦτό τινες ἔδρων, ξύλοις τε καὶ λίθοις τὴν τοῦ Θεοῦ κλῆσιν ἀνάπτοντες, καὶ τὸν ὑπὲρ πᾶν ὄνομα κατακομίζοντες ἀμαθῶς εἰς ἀνθρωπίνης χειρὸς φιλοτέχνημά τε καὶ πόνον. Ἔφη δέ που περὶ αὐτῶν διὰ φωνῆς Ἡσαΐου Θεός· «Ἐκλε-ξάμενος τέκτων ξύλον, ἔστησεν αὐτὸ ἐν μέτρῳ, καὶ ἐν κόλλῃ ἐῤῥύθμισεν αὐτὸ, καὶ ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς, καὶ ὡς ὡραιότητα ἀνθρώπου στῆσαι αὐτὸ ἐν οἴκῳ· ἔκοψε ξύλον ἐκ τοῦ δρυμοῦ ὃ ἐφύτευσε Κύριος, καὶ ὑετὸς ἐμήκυνεν, ἵνα ᾖ ἀνθρώποις εἰς καῦσιν, καὶ λαβὼν ἀπ' αὐτοῦ, ἐθερμάνθη, καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ' αὐτῶν· τὸ δὲ λοιπὸν εἰργάσαντο εἰς θεοὺς, καὶ προσκυνοῦσιν αὐτοῖς.» Καὶ μεθ' ἕτερα· «Γνῶτε, ὅτι σποδὸς ἡ καρδία αὐτῶν, καὶ πλανῶνται.» Οὗτοι λαμβάνουσι τὸ ὄνομα Κυρίου ἐπὶ ματαίῳ. Ἀλλ' οἶμαι δεῖν τοὺς οἵ γε λοιπὸν ἔξω τε πάγης γεγόνασι διαβολικῆς, καὶ Θεὸν ἐγνώκασι τὸν ἀληθινὸν, μὴ εἰς ψυχρὰς ὀκλάζειν ἐννοίας, μήτε μὴν τὸ ἀγεννὲς ἔν γε δὴ τούτῳ τιμᾷν φληνάφως, ἀνθελκομένους εἰς τὸ δεῖν ἑτέρους εἰδέναι θεοὺς, ἤγουν οἴεσθαί τινας ὑπάρχειν ὅλως παρὰ τὸν ἕνα καὶ ἀληθῶς. «Εἰ γὰρ καὶ λέγοιντό τινες θεοὶ καὶ κύριοι, ἔν τε τῷ οὐρανῷ, καὶ ἐπὶ γῆς, ἀλλ' ἡμῖν εἷς Θεὸς, ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ· καὶ ἓν Πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα, καὶ ἡμεῖς ἐν αὐτῷ.» Ἥκιστα μὲν γὰρ τὴν τῆς θεότητος φύσιν συστελοῦμεν Ἰουδαϊκῶς, εἰς μόνον τὸν ἕνα Θεὸν καὶ Πατέρα, κατευρύνοντες δὲ ὥσπερ εἰς ἁγίαν τε καὶ ὁμοούσιον Τριάδα· καὶ μὴν καὶ προσώπων ποιότητι, καὶ ὑποστάσεως ἰδιότητι διαστέλλοντες, εἰς ἕνα δὴ πάλιν συστελοῦμεν Θεὸν, διὰ τὸ τῆς οὐσίας ταυτὸν, καὶ αὐτῷ λατρεύσομεν, αὐτῷ προσκυνήσομεν, ἐπικαλούμενοι τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον. «Οὐ γὰρ ἔσονται,» φησὶ, «θεοὶ ἕτεροι πλὴν ἐμοῦ·» καὶ πάλιν· «Κύριον τὸν Θεόν σου προσκυ νήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.» Ἐπειδὴ δὲ εἶς μὲν ἔστι Θεὸς ὁ Πατὴρ, εἶς δὲ Κύριος ὁ Υἱὸς, ἓν δὲ Πνεῦμα ἅγιον ἐκπορευτὸν, οὔτε τὸν ἕνα Θεὸν τῆς ἀληθοῦς κυριότητος ἐξοίσομεν· οὔτε μὴν τὸν ἀληθῶς καὶ φύσει Κύριον, τοῦ εἶναι Θεὸν ἐκπέμψομεν· ἕψεται γὰρ θεότητι μὲν πάντως τῇ κατὰ φύσιν, ἡ κυριότης· κυριότητι δὲ αὖ τῇ κατ' ἀλήθειαν, ἡ τῆς θεότητος δόξα. {ΠΑΛΛ.} Ὀρθότατά γε καὶ ὅτι μάλιστα σοφῶς ἔφης. {ΚΥΡ.} Ἕνα δὴ οὖν, Παλλάδιε, Θεὸν εἰσόμεθα, καὶ ἐπ' αὐτῷ τὸ σύμπαν οὐδένα καταλογιούμεθα, τὴν ἀνόσιόν τε καὶ βέβηλον διψυχίαν, ὡς ἀλαζόνα καὶ ὑβρίστριαν ἀληθῶς, ἀπωτάτω ποιούμενοι τῆς ἑαυτῶν ψυχῆς, ἵνα μὴ καὶ ἡμῖν αὐτοῖς ἱερὸς ἐπιφωνῇ λόγος· «Ἕως πότε χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις; ἢ Βάαλ Βάαλ, ἢ Θεῷ Θεῷ.» Μονοτρόπους γὰρ ἡμᾶς, οὐχ ἑτερόφρονας καὶ σεσαλευμένους, εἰς ἃ μὴ προσῆκεν ἑτοιμότατα μεταπίπτοντας ὁρᾶσθαι δεήσει· ὡς τό τοι χωλεύειν ἐπ' ἄμφω καὶ καταδονεῖσθαι φιλεῖν, φαίην ἂν ἔγωγε τῶν ὅτι μάλιστα δυσαθεωτάτων. Καὶ γοῦν καὶ ὁ πάλαι νόμος θανάτῳ τιμᾶται τὸν οὐκ ἀσφαλῆ, φησὶ γάρ· «Ὁ θυσιάζων θεοῖς ἐξολοθρευθήσεται, πλὴν Κυρίῳ μόνῳ.» Τοιγάρτοι τῆς θείας κατεπαίρεσθαι δόξης, καὶ τὰ αὐτῇ καὶ μόνῃ διανέμειν πρέποντα, ἐπιχειρεῖν οἷς ἂν ἕλοιτό τις, καὶ τοῖς μὴ φύσει χαρίζεσθαι θεοῖς, νοσημάτων αἴσχιστον, μᾶλλον δὲ δυσσεβείας ἂν γένοιτο τῆς ἐσχάτης ἔγκλημα καὶ γραφή. Ἀπηλλάχθαι δὴ οὖν τῶν τοιούτων ἀνάγκη, τόν γε ὡς ἀληθῶς γνήσιον καὶ θεοφιλῆ, καὶ οὐχὶ δὴ μόνον ἀποκαθαίροντα τὴν καρδίαν, ἀλλὰ μηδ' ὅσον εἰπεῖν διὰ γλώσσης ἱέντα ποτὲ τὸ εἴδωλον ὄνομα. Γέγραπται γὰρ, ὅτι «Καὶ ὄνομα θεῶν ἑτέρων οὐκ ἀναμνησθήσεσθε, οὐδ' οὐ μὴ ἀκουσθῇ ἐκ τοῦ στόματος ὑμῶν.» Ἃ γὰρ αἰσχρὸν εἰδέναι, λαλεῖν οὐκ ἀζήμιον. Πανταχῆ δὲ τὸ ἐν πίστει γνήσιον τιμᾷν ᾑρημένους, διαμεμνῆσθαι προσήκει τοῦ μακαρίου Παύλου γράφοντος ὧδε· «Ἀδύνατον γὰρ τοὺς ἅπαξ πεφωτισμένους, καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα, δυνάμεις τε μέλλοντος αἰῶνος, καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν.» Οἱ γὰρ ἅπαξ εἰς μετάληψιν τῆς οὐρανίου καὶ θείας ἐνηνεγμένοι χάριτος, διά γε τοῦ ἁγίου βαπτίσματος, ἀναστάσεώς τε πέρι, καὶ τῆς τοῦ Χριστοῦ βασιλείας τὸν ἀληθῆ καὶ ζωοποιὸν παραδεξάμενοι λόγον, εἰ παλινδρομεῖν ἕλοιντο πρὸς τὸ ἐν ἀρχαῖς, καὶ νόσον ὑποδραμεῖν τὴν πρώτην, οὐκ ἀνακαινισθήσονται πρὸς καθαρισμὸν διὰ δευτέρου βαπτίσματος· «Οὐ γὰρ ἡ αὐτῶν ἀπιστία τὴν πίστιν τοῦ Θεοῦ καταργήσει,» καθά φησιν ὁ θεσπέσιος Παῦλος. Οὐδὲ ἐπείπερ καταπεφρονήκασί τινες ἀνόπιν ἰόντες τῆς θείας χάριτος, τὸ ἀβέβαιον καταγράψομεν· ποιναῖς δὲ μᾶλλον ὁ τῶν ὅλων ὑποθήσει κριτὴς τοὺς εἰς τοῦτο κατολισθεῖν δυσσεβείας οὐ παραιτουμένους, ὡς τὸν Υἱὸν τοῦ Θεοῦ καταπατῆσαι καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγήσασθαι, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσαι, ἐν ᾧ ἡγιάσθησαν, καὶ γεγόνασι τῆς θείας φύσεως κοινωνοί. Ὥσπερ γὰρ στρατιώτην τὸν ῥιψάσπιδά τε καὶ φυγοπόλεμον, οὐ δευτέροις τιμᾶσθαι σημάντροις, ἀλλ' ἤδη κολάζεσθαι χρὴ, καὶ τῆς ἀνανδρείας ἀποτιννύναι λόγους· τὸν αὐτὸν, οἶμαι, προσήκει τρόπον, τοὺς οὕτω σεπτήν τε καὶ ἀξιάγαστον περιυβρίζοντας χάριν, οὐ τοῦ δευτέρου τιμᾶσθαι Πνεύματος δόσει, τῆς πρώτης ἀθετουμένης, ἀλλ' ἤδη ποιναῖς ὑποκεῖσθαι πρέπει. Ὅτι γὰρ τοὺς ἅπαξ πεφωτισμένους εἰς τοῦτο ἰέναι προσήκει γνώμης, καὶ ἑδραιότητος λογισμῶν, ὡς εἰδέναι μὲν ἕνα τὸν φύσει Θεὸν, καταμυσάττεσθαι δὲ τοὺς ἕτερόν τι παρὰ τοῦτο εἰσηγουμένους, καὶ ἐπιθυμημάτων ποιεῖσθαι κάλλιστον, τὸ ἐπιθρώσκειν εἰδώλοις, καὶ κατασείειν ναοὺς, καὶ οὐδὲν ἡγεῖσθαι τὰ Ἑλλήνων σεβάσματα, καὶ ἀρχαῖος ἡμᾶς διδάξει λόγος. Γέγραπται γὰρ ἐν τοῖς Ἀριθμοῖς· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν ἐπὶ δυσμῶν Μωὰβ παρὰ τὸν Ἰορδάνην κατὰ Ἱεριχὼ, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην εἰς γῆν Χαναὰν, καὶ ἀπολεῖτε πάντας τοὺς κατοικοῦντας ἐν τῇ γῇ πρὸ προσώπου ὑμῶν. Καὶ ἐξαρεῖτε τὰς σκοπιὰς αὐτῶν, καὶ πάντα τὰ εἴδωλα τὰ χωνευτὰ αὐτῶν ἀπολεῖτε αὐτὰ, καὶ πάσας τὰς στήλας αὐτῶν ἐξαρεῖτε.» Συνίης ὅτι τοὺς παρελθόντας τὸν Ἰορδάνην, ἐκ μέσου ποιεῖσθαι χρὴ βωμοὺς καὶ τεμένη, καὶ αὐτοῖς εἰδώλοις καὶ στήλαις ἀναμοχλεύειν ἀμελητί; ὡς τό γε φειδὼ τοῖς τοιούτοις τυχὸν ἀπονέμειν κακοῖς μήνυσις ἂν γένοιτο σαφὴς, τοῦ μὴ ἐρηρεῖσθαι καλῶς, μήτε μὴν ἀκαταιτίατον τῷ Θεῷ τὴν καρδίαν ἀφιεροῦν, καίτοι λέγοντι σαφῶς περὶ τῶν ἀθέων καὶ πονηρῶν· «Οὐ προσκυνήσεις τοῖς θεοῖς αὐτῶν, οὐδ' οὐ μὴ λατρεύσῃς κατὰ τὰ ἔργα αὐτῶν, ἀλλὰ καθαιρέσει καθελεῖς, καὶ συντρίβων συντρίψεις τὰς στήλας αὐτῶν, καὶ λατρεύσεις Κυρίῳ τῷ Θεῷ σου, καὶ εὐλογήσω τὸν ἄρτον σου, καὶ τὸν οἶνόν σου, καὶ τὸ ὕδωρ σου· καὶ ἀποστρέψω μαλακίαν ἀφ' ὑμῶν· οὐκ ἔσται ἄγονος, οὐδὲ στεῖρα ἐπὶ τῆς γῆς σου, τὸν ἀριθμὸν τῶν ἡμερῶν σου ἀναπληρώσω.» Ἔστι γὰρ οὐκ ἀσυμφανὲς, ὡς τοῖς ἄγαν ἐρηρεισμένοις καὶ ἐξ ὑγιοῦς διανοίας τῷ τῶν ὅλων Θεῷ προσκειμένοις, ἀπόδειξίν τε τοῦ πράγματος ἐναργῆ ποιεῖσθαι μεμελετηκόσι, τὸ κατασείειν βωμούς τε καὶ στήλας, καὶ ἀνθρώπων ἀθύρματα παρεφθαρμένων τὸν νοῦν, θείων ἔσται χαρισμάτων πρόξενον. {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Εἰ γὰρ δὴ καθέλῃς τὰ χειροποιητὰ, φησὶ λατρεύσειάς τε Θεῷ, τὰ παρ' ἐκείνοις ἔθη μεμισηκὼς, «Εὐλογήσω τὸν ἄρτον σου, καὶ τὸν οἶνόν σου. καὶ τὸ ὕδωρ σου.» Μυστικὸς ὁ λόγος καὶ βαθύς· τοῖς γὰρ Θεῷ γνησίοις, πρὸς εὐλογίας ἔσται πνευματικῆς, τῶν τοῦ Χριστοῦ μυστηρίων ἡ μέθεξις, καὶ ἡ διὰ τοῦ ἁγίου βαπτίσματος χάρις. Τοῖς γε μὴν διψυχοῦσιν ἔτι, κεκινημένοις εἰς ἀπόστασιν, ὀργὴ καὶ κατάκριμα· καὶ τί γὰρ οὐχὶ τῶν δεινῶν, τὸ μεταλαχεῖν ἐστι τῆς εὐλογίας τῆς πνευματικῆς; καὶ τοῦτο, οἶμαι, ἔστιν, ὃ καὶ ὁ σοφὸς ἔφη Παῦλος, ὅτι «Ὁ ἐσθίων καὶ πίνων τὸ σῶμα καὶ αἷμα τοῦ Χριστοῦ ἀναξίως, κατάκριμα ἑαυτῷ ἐσθίει καὶ πίει, μὴ διακρίνων τὸ σῶμα Κυρίου. ∆οκιμαζέτω δὲ,» φησὶν, «ὁ ἄνθρωπος ἑαυτὸν, καὶ τότε ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω·» Ἔσται τοίνυν πρὸς εὐλογίας, φησὶ, τῶν ἁγίων μυστηρίων ἡ μέθεξις, τοῖς γε ὡς ἀληθῶς φιλοθεωτάτοις. Καὶ ἀπαλλαγήσονται δὲ μαλακισμοῦ, τουτέστι, τοῦ νοσεῖν ἑτοίμως τὸ ἀδικεῖν πεφυκὸς, καὶ ἀποκομίζον εἰς ἀνανδρίαν· ἀλλ' οὐδὲ ἄγονος ἔσται, φησὶν, ἐν αὐτοῖς, οὐδὲ στεῖρα. Γονιμωτάτη γὰρ πᾶσα θεοφιλὴς καὶ ὁσία ψυχὴ, καὶ καρποῖς ἁγίοις κατάκομος, φημὶ δὲ δὴ πάλιν, τοῖς ἐξ ἀρετῆς αὐχήμασιν. {ΠΑΛΛ.} Ὧδε ἔχει. {ΚΥΡ.} Εὐκατάσειστον δὲ τὴν καρδίαν ἔχειν οὐκ ἐῶν, εὐμηχανῶς ἐπιτρέπει πρὸς τὸ δεῖν ἑλέσθαι τὸ βεβηκὸς εἰς πίστιν, καὶ εἰς εὐσέβειαν ἀσφαλές· ποτὲ μὲν γὰρ λογισμοῖς τοῖς καθήκουσιν μεταπαιδεύων ἐπὶ τὸ ἄμεινον, ἀποσπουδάζειν κελεύει, μᾶλλον δὲ ἀποστρέφεσθαι παντελῶς, ὡς ὀλέθρου πρόξενον, τὸ θύειν εἰδώλοις ἢ προσκυνεῖν, διαβολῆς τῆς ἐσχάτης, μᾶλλον δὲ δυσσεβείας τῆς ἀνωτάτω δεικνὺς ἀνάπλεων τὴν τοιάνδε νόσον· ποτὲ δὲ καὶ φόβον, τὸν τοῦ κολάζεσθαι λέγω, παιδαγωγὸν ὥσπερ τινὰ καὶ γενναῖον ἡμῖν ἐπιστήσας φύλακα, περιτρέπει πανταχόθεν ἐπὶ τὸ ἀρέσκον αὐτῷ. Καὶ γοῦν ἐν τῷ ∆ευτερονομίῳ φησὶν ὁ μακάριος Μωσῆς· «Καὶ ταῦτα τὰ προστάγματα καὶ τὰ κρίματα, ἃ φυλάξεσθε τοῦ ποιῆσαι ἐπὶ τῆς γῆς, ἣν Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν ἐν κλήρῳ πάσας τὰς ἡμέρας, ἃς ὑμεῖς ζῆτε ἐπὶ τῆς γῆς. Ἀπωλείᾳ ἀπολεῖτε πάντας τοὺς τόπους, ἐν οἷς ἐλάτρευσαν ἐκεῖ τὰ ἔθνη τοῖς θεοῖς αὐτῶν, οὓς ὑμεῖς κληρονομεῖτε αὐτοὺς ἐπὶ τῶν ὀρέων τῶν ὑψηλῶν, καὶ ἐπὶ τῶν θινῶν, καὶ ὑποκάτω δένδρου δασέος. Καὶ κατασκάψετε τοὺς βωμοὺς αὐτῶν, καὶ συντρίψετε τὰς στήλας αὐτῶν, καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε, καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρὶ, καὶ ἀπολεῖτε τὸ ὄνομα αὐτῶν ἐκ τοῦ τόπου ἐκείνου.» Οἱ μὲν Ἑλλήνων σοφοὶ καὶ λογάδες, ποιηταὶ δὲ μάλιστα, ὀρειάδας τινὰς καὶ ἁμαδρυάδας ὀνομάζουσι νύμφας, ἤτοι δαίμονας. Εἰσὶ δὲ οἳ καὶ τοῖς κατὰ τόπον ὑψώμασι τοὺς παρὰ σφίσι τιμᾷν ᾑρημένοι θεοὺς, βωμοὺς ἱστάντες ἐν ὄρεσι, βουθυτεῖν ἐσπούδαζον, καὶ τοῖς τῶν δένδρων εὐφυεστέροις περιιδρύσαντες ἕλη καὶ δαιμονίων ἰνδάλματα, μηλοσφαγίαις ἐκέχρηντο. Ἀλλ' ἦν ἀναγκαῖον κατοῤῥωδοῦντας οὐδὲν τοὺς ὑπὸ Θεῷ γεγονότας τῷ κατ' ἀλήθειάν τε καὶ φύσει, τὰ τῶν πλανωμένων κατασείειν ἀθύρματα, καὶ τῶν παρ' ἐκείνοις ἐθῶν ὡς ἀπωτάτω χωρεῖν. Τοιγάρτοι φησὶ πάλιν· «Ἐὰν δὲ ἐξολοθρεύσῃ Κύ-ριος ὁ Θεός σου τὰ ἔθνη, εἰς οὓς σὺ πορεύσῃ ἐκεῖ τοῦ κληρονομῆσαι τὴν γῆν αὐτῶν, ἀπὸ προσώπου σου, καὶ κατακληρονομήσῃς αὐτοὺς, καὶ κατοικήσῃς ἐν τῇ γῇ αὐτῶν, πρόσεχε σαυτῷ, μὴ ἐκζητήσῃς ἐπακολουθῆσαι αὐτοῖς μετὰ τὸ ἐξολοθρευθῆναι αὐτοὺς ἀπὸ προσώπου σου, οὐ μὴ ἐκζητήσῃς τοὺς θεοὺς αὐτῶν, λέγων, Πῶς ποιοῦσι τὰ ἔθνη ταῦτα τοῖς θεοῖς αὐτῶν, ποιήσω καὶ ἐγώ· οὐ ποιήσῃς οὕτω Κυρίῳ τῷ Θεῷ σου· τὰ γὰρ βδελύγματα, ἃ Κύριος ἐμίσησεν, ἐποίησαν τοῖς θεοῖς αὐτῶν, ὅτι καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν κατακαίουσιν ἐν πυρὶ τοῖς θεοῖς αὐτῶν.» Εὖ γε ὁ νομοθέτης ἀποφάσκει παντελῶς τῶν πλανωμένων τὴν μίμησιν, καὶ ἀποφοιτᾷν εὖ μάλα κελεύει τῆς ἀνηλεοῦς τῶν τέκνων σφαγῆς. Φθόρους δὲ καὶ λυμεῶνας τῆς ἀνθρωπότητος τοὺς φιλαιμάτους τε καὶ ψευδωνύμους ἐλέγχει θεοὺς, καὶ αὐτοὺς ἀγρίως τοὺς τῆς ἀναγκαίας φιλοστοργίας ἀτιμάζοντας νόμους, διά γε τὸ σφίσι δοκοῦν· «Ἔκτισε μὲν γὰρ εἰς τὸ εἶναι τὰ πάντα Θεὸς, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου, καὶ οὐκ ἔστιν ᾅδου βασίλειον ἐπὶ γῆς. Φθόνῳ δὲ διαβόλου θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν.» Καὶ ἡ μὲν θεία θέλησις ἀνατρέπει θάνατον, καὶ καταλύει φθοράν· καὶ τὸ οὐκ εἶναι τὰ ὄντα, μισεῖ· ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα, καθὰ γέγραπται. Οἱ δὲ ταῖς τῶν δαιμονίων πλεονεξίαις σεσαγηνευμένοι πρὸς πλάνησιν, καθάπερ ἡδύσματα, καὶ τῶν ὅτι μάλιστα χρηστῶν καὶ εὐοσμοτάτων θυμιαμάτων, προσκομίζουσι τῷ Σατανᾷ τῶν ἐπὶ ζωῇ γεγονότων τὸν ὄλεθρον, καὶ τῶν ἐκτισμένων εἰς τὸ εἶναι, τὸν θάνατον. Εὐφυέστατα τοίνυν, τῆς ἐσχάτης δεῖξαι διαβολῆς τὰ παρ' ἐκείνοις ἔμπλεω ἠβουλήθη καὶ φύσιν ἀδικουμένην, καὶ τῆς πολυεύκτου φιλοπαιδίας πεπατημένους θεσμοὺς, μετασοβῶν εὖ μάλα τὸν εὐγενῆ καὶ μισόκακον νοῦν τῶν ἀκροωμένων ἐπὶ τὸ χρῆναι τιμᾷν καὶ ἀνθελέσθαι γοργῶς ἅπερ ἂν αὐτὸς βούλοιτό τε καὶ λέγοι. Καὶ ταυτὶ μὲν, εἰς ἀνατροπὴν τῆς παρ' ἐκείνοις ἀνοσιότητος ἐνομοθετεῖτο πάλαι. Καθορίζει δὲ θάνατον τοῦ μεταπείθειν ἐθέλοντος τὸν ἐρηρεισμένον, καὶ τῆς ἀληθείας τὴν γνῶσιν φιλοθέως εἰσδεδεγμένον. Ἔφη γὰρ οὕτω πάλιν· «Ἐὰν δὲ ἀναστῇ ἐν σοὶ προφήτης ἢ ἐνυπνιαζόμενος τὸ ἐνύπνιον, καὶ δῷ σοι σημεῖον ἢ τέρας, καὶ ἔλθῃ τὸ σημεῖον ἢ τὸ τέρας, ὃ ἐλάλησε πρὸς σὲ, λέγων· Πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις οὓς οὐκ οἴδατε, οὐκ ἀκούσεσθε τῶν λόγων τοῦ προφήτου ἐκείνου ἢ τοῦ ἐνυπνιαζομένου τὸ ἐνύπνιον ἐκεῖνο, ὅτι πειράζει Κύριος ὁ Θεός σου ὑμᾶς τοῦ εἰδέναι, εἰ ἀγαπᾶτε τὸν Θεὸν ὑμῶν ἐξ ὅλης τῆς καρδίας ὑμῶν, καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν· ὀπίσω Κυρίου τοῦ Θεοῦ ὑμῶν πορεύσεσθε, καὶ τοῦτον φοβηθήσεσθε, καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάξεσθε, καὶ τῆς φωνῆς αὐτοῦ ἀκούσεσθε, καὶ αὐτῷ δουλεύσετε, καὶ αὐτῷ προστεθήσεσθε. Καὶ ὁ προφήτης ἐκεῖνος ἢ ὁ τὸ ἐνύπνιον ἐνυπνιαζόμενος ἐκεῖνος, ἀποθανεῖται· ἐλάλησε γὰρ ἀποπλανῆσαί σε ἀπὸ Κυρίου τοῦ Θεοῦ σου.» Ὡς ὅσιός τε καὶ Θεῷ πρέπων ὁ νόμος! Εἰ γάρ τοι τοῖς τῶν σωμάτων φονευταῖς πάντη τε καὶ πάντως τὸ ἐκτεθνάναι δεῖν ἕψεται κατὰ νόμους, πῶς ἂν οὐχὶ κινδυνεύσειεν εἰκότως ὁ ψυχῇ τὴν ὀλέθριον ἐπιφέρων πλάνησιν, καὶ βόθροις τῆς ἀπωλείας ἐνιεὶς τὴν ἀμείνω σώματος, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν; Χρῆναι μὲν δὴ τὴν ἐφ' αἵματι πράττεσθαι δίκην, τὸν ἀπατεῶνα καὶ βωμολόχον, ἐδικαίου Θεός· ποινὴν δὲ τὴν ἴσην καταψηφίζεται καὶ τὸν εὐπαράφορόν τε καὶ ἐλαφρὸν ὑποτεθεικότων τοῖς τοιοῖσδε νοῦν. Ἐξὸν γὰρ εὐκόλως διαδράναι, φησὶν, ἀνανήφοντα πρὸς τὸ ἀληθὲς, ἐθελούσιον ἀνθ' ὅτου τὴν εἴς γε τὸ ἀδικοῦν ἀποδρομὴν ἐποιήσατο; «Ἐὰν δὲ εὑρεθῇ ἐν σοὶ ἐν μιᾷ τῶν πόλεών σου, ὧν Κύριος ὁ Θεός σου δίδωσί σοι, ἀνὴρ ἢ γυνὴ, ὅστις ποιήσει τὸ πονηρὸν ἐναντίον Κυρίου τοῦ Θεοῦ σου, παρελθεῖν τὴν διαθήκην αὐτοῦ, καὶ ἀπελθόντες λατρεύσωσι θεοῖς ἑτέροις, καὶ προσκυνήσωσιν αὐτοῖς, τῷ ἡλίῳ ἢ τῇ σελήνῃ, ἢ παντὶ τῶν ἐκ τοῦ κόσμου τοῦ οὐρανοῦ, ἃ οὐ προσέταξέ σοι, καὶ οὐκ ἀνηγγέλη σοι, καὶ ἐκζητήσει σφόδρα, καὶ ἰδοὺ ἀληθὲς γέγονε τὸ ῥῆμα, γεγένηται τὸ βδέλυγμα τοῦτο ἐν Ἰσραήλ· καὶ ἐξάξεις τὸν ἄνθρωπον ἐκεῖνον, ἢ τὴν γυναῖκα ἐκείνην, οἵτινες ἐποίησαν τὸ πρᾶγμα τὸ πονηρὸν τοῦτο, καὶ λιθοβολήσετε αὐτοὺς ἐν λίθοις, καὶ τελευτήσουσιν· ἐπὶ δυσὶ μάρτυσιν ἢ ἐπὶ τρισὶ μάρτυσιν ἀποθανεῖται ὁ ἀποθνήσκων· οὐκ ἀποθανεῖται ἐφ' ἑνὶ μάρτυρι· καὶ ἡ χεὶρ τῶν μαρτύρων ἔσται ἐπ' αὐτῷ ἐν πρώτοις θανατῶσαι αὐτὸν, καὶ ἡ χεὶρ τοῦ παντὸς λαοῦ ἐπ' ἐσχάτων· καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν·» Θεοῦ γὰρ ἠδικημένου περὶ τὸ ἴδιον σέβασμα, τὸ ἐποικτείρειν οὐκ ἀσφαλές. Ἐπιζήμιον δὲ κομιδῆ τὸ μὴ ἐν καιρῷ μαλακίζεσθαι πρὸς ἀνάνδρους φιλαλληλίας· καὶ τοῦτο, οἶμαι, ἔστιν ὅπερ ἔφη Κύριος· «Ὁ ἀγαπῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος.» Ἐῤῥέτω γὰρ καὶ τότε νόμος φιλοστοργίας, καὶ φυσικῆς ἀγάπης οἰχέσθω δύναμις, καὶ πᾶν ὁτιοῦν τῶν ἡκόντων εἰς φιλανθρωπίαν, καὶ ἵν' οὕτως εἴπωμεν, δι' εὐσεβοῦς σκληρότητος θεραπευέσθω Θεός. Ἢ γὰρ οὐχ ὅσιον εἶναι φὴς, τοὺς ἀπροφάσιστον ἔχοντας τὴν ἀπόστασιν, κολάζεσθαι δεῖν ἀφιλοικτειρμόνως, ὡς τὴν ἐπέκεινα πάντων καταλυποῦντας δόξαν, καὶ ὑβρίζειν ἀφυλάκτως οὐ παραιτουμένους, ὃν ἦν δή που κρεῖττον ταῖς εἰς ἑδραιότητα κατευφραίνειν σπουδαῖς; {ΠΑΛΛ.} Ὅσιον, πῶς γὰρ οὔ; {ΚΥΡ.} Μεμνήσομαι δὲ διειπόντος αὐτοῦ τοῖς ἀρχαιοτέροις· «Τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα, ὅτι ἀπέστησαν ἀπ' ἐμοῦ μακρὰν, καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων, καὶ ἐματαιώθησαν;» Κατατεθηπὼς δὲ ὥσπερ ἐπ' ἀκράτοις ἀμαθίαις τοὺς ἐξ Ἰσραὴλ, ὧδέ πή φησιν· «Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἐπὶ πλεῖον ἡ γῆ σφόδρα, λέγει Κύριος· ὅτι δύο πονηρὰ ἐποίησεν ὁ λαός μου. Ἐμὲ ἐγκατέλιπε πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν.» Εὐβουλίας γὰρ ἁπάσης ἀφαμαρτεῖν οἰηθείην ἂν ἔγωγε, καὶ μάλα εἰκότως τοὺς, οἵ γε τῆς εἰς Θεὸν ἀποφοιτῶντες λατρείας, τῇ κτίσει λατρεύουσι παρὰ τὸν Κτίστην καὶ Ποιητὴν, ἤγουν ἔτι πρὸς αἰσχίω καταθρώσκοντες πλάνησιν, προσκυνοῦσι τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν· καί τοι ἦν εὐκόλως, εἴπερ ἕλοιντο φρονεῖν ὀρθῶς, τῆς ὑπὲρ πάντα καὶ ἀῤῥήτου φύσεως καταθεάσασθαι τὸ κάλλος ἀπὸ κτίσεως κόσμου, καὶ ἐκ τῆς τῶν γεγονότων εὐρυθμίας τὸν ταξίαρχον καὶ ἡγεμόνα καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς ἐννοεῖν. Ἀλλὰ τὴν οὕτω σεπτήν τε καὶ ἀξιάγαστον γνώμην διαπτύσαντες, τινὲς τῶν ἀρχαιοτέρων, χρύσεα χαλκείων ἠλλάξαντο, κατὰ τοὺς παρ' Ἕλλησι ποιητάς. Τὸ γάρ τοι χρῆναι μεθέντες Θεῷ τῷ κατὰ φύσιν προσκυνεῖν, μειρακιωδῶς ἐτράποντο πρὸς ἀνόνητον εἰκαιολατρείαν· αἰσχύνην καὶ γέλωτα τῆς ἑαυτῶν καταχέοντες κεφαλῆς καὶ ἐπικουρίας τῆς ἄνωθεν αὐτόκλητον ᾑρημένοι τὴν ἀπόπτωσιν. Καὶ γοῦν ἔφη Θεός· «Ὡς αἰσχύνη κλέπτου ὅταν ἁλῷ, οὕτως αἰσχυνθήσονται οἱ υἱοὶ Ἰσραὴλ αὐτοὶ, καὶ οἱ βασιλεῖς αὐτῶν, καὶ οἱ ἄρχοντες αὐτῶν, καὶ οἱ ἱερεῖς αὐτῶν, καὶ οἱ προφῆται αὐτῶν· τῷ ξύλῳ εἶπαν, ὅτι Πατήρ μου εἶ σὺ, καὶ τῷ λίθῳ· Σὺ ἐγέννησάς με. Καὶ ἔστρεψαν ἐπ' ἐμὲ νῶτα, καὶ οὐ πρόσωπα αὐτῶν· καὶ ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν ἐροῦσιν· Ἀνάστα καὶ σῶσον ἡμᾶς. Καὶ ποῦ εἰσὶν οἱ θεοί σου, οὓς ἐποίησας σαυτῷ; Εἰ ἀναστήσονται καὶ σώσουσί σε ἐν τῷ καιρῷ τῆς κακώσεώς σου; ὅτι κατὰ ἀριθμὸν τῶν πόλεών σου ἦσαν θεοί σου, Ἰούδα, καὶ κατὰ ἀριθμὸν διόδων τῆς Ἱερου-σαλὲμ, ἔθυον τῷ Βαάλ. Ἱνατί λαλεῖτε πρός με; Πάντες ὑμεῖς ἠνομήσατε εἰς ἐμὲ, λέγει Κύριος.» {ΠΑΛΛ.} ∆εινόν γε ὡς ἀληθῶς τὸ χρῆμα, ὦ τᾶν. {ΚΥΡ.} Ἀλλ' ὁ μέν τις ἔσθ' ὅτε τῶν τελούντων ἐν ἡμῖν, ἐρηρεισμένος δὲ οὔπω λίαν, κατάπλαστον δὲ καὶ νόθην τὴν εἰς Χριστὸν ἐπιτηδεύσας ἀγάπησιν, καὶ οἷος ὥσπερ κώδιον ἑαυτῷ περιτιθεὶς τὸ δοκεῖν εἶναι θεοφιλὴς, πικρὸν καὶ ἀνόσιον ἔσται θηρίον, κέρκωψ τε καὶ ἀλλοπρόσαλλος, ὡς οἴκοι καὶ νυκτὶ, φημὶ δὴ τὸ λεληθότως, ταῖς τῶν δαιμονίων προσκεῖσθαι λατρείαις, οἴεσθαι δέ που κατὰ τὸ εἰκὸς, καὶ αὐτὸν δύνασθαι διαδράναι Θεὸν, καὶ τὸν τῆς ἀῤῥήτου φύσεως παραλογίσασθαι νοῦν. Ἐκδείξῃ δ' ἄν τις καὶ λίαν ἀμογητὶ, τὸν ᾧγε ταυτὶ πάρεστι φρονεῖν, τῆς Ἑλλήνων ἀβελτηρίας τὰ αἰσχίω βεβουλημένον. Τοῖς μὲν γὰρ παρ' Ἕλλησι σοφοῖς κτιστὸν καὶ γεννητὸν ὄντα, πάντ' ἐφορᾷν καὶ πάντ' ἐπακούειν, ὀρθῶς ἔχειν ἐδόκει τὸν ἥλιον, τὸν φωστῆρα τὸν μέγαν, καὶ ἐπ' αὐτῷ δὴ τούτῳ πεποιημένον παρὰ Θεοῦ· ᾤοντο γὰρ δεῖν τὸ ἐν Θεοῦ τάξει παρειλημμένον, τοῖς τῆς θείας φύσεως καταπλουτεῖν ἀξιώμασιν. Ἀξίωμα δὲ τῆς ἀνωτάτω φύσεως, τὰ πάντα εἰδέναι καὶ καθορᾷν. Ἀλλ' ἐκεῖνοι μὲν ἐν τούτοις· ἡμῖν δὲ Θεὸς ἐπεφώνει πάλαι· «Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν· μὴ ἀπ' ἐμοῦ κρυβήσεταί τι;» Λάθοι γὰρ οὐδὲν τόν γε ἀληθῶς φύσει Θεόν. Καὶ μυσταγωγείτω ὁ μακάριος ∆αβὶδ λέγων· «Σύνετε δὴ, ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροί, ποτὲ φρονήσατε· ὁ φυτεύσας τὸ οὖς, οὐκ ἀκούσει; καὶ ὁ πλάσας ὀφθαλμοὺς, οὐχὶ κατανοεῖ;» Ἔφασκον, οἶμαι, τινὲς ἐξ ἀσυνεσίας· «Οὐκ ὄψεται Κύριος, οὐδ' οὐ συνήσει ὁ Θεὸς Ἰακώβ.» Ἢ οὐκ ἠλίθιον κομιδῇ, τὸ μήτε εἰδέναι λέγειν τὸν τῆς γνώσεως χορηγὸν, μήτε μὴν ἐπαίειν οἴεσθαι, τὸν τοῖς παρ' αὐτοῦ γεγονόσι τὸ χρῆμα διδόντα; {ΠΑΛΛ.} Ἀπίθανον παντελῶς. {ΚΥΡ.} Προσκυνητέον οὖν ἄρα μόνῳ τε καὶ ὁλοτρόπως Κυρίῳ τῷ Θεῷ, κατὰ τὰς Γραφὰς, ἑτέρῳ δὲ παρ' αὐτὸν οὐδενί. Γέγραπται γὰρ, ὅτι «Τέλειος ἔσῃ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου.» Τελειότης δὲ πνευματικὴ, τὸ ἱδρυμένον ἐν πίστει, καὶ ἀμώμητον εἰς λατρείαν, καὶ τῆς εἰς Θεὸν ἀγάπης τὸ ἀδιάβλητον κάλλος. {ΠΑΛΛ.} Οὕτω φημί. {ΚΥΡ.} Ἆρ' οὖν, ὦ Παλλάδιε, τοὺς ἥκιστα μὲν θεοῖς ἑτέροις, ἤγουν τῇ κτίσει παρὰ τὸν Κτίσαντα προσκυνεῖν ἑλομένους· πειθομένους δὲ οὐκ οἶδ' ὅπως ταῖς τῶν εἰδωλολατρούντων ψευδομαντείαις, μώμου καὶ αἰτίας ἀπαλλάξομεν; ἢ τῶν εἰς ἀπόστασιν ἐγκλημάτων ἐλευθέρους ἀποφαίνειν τοῖς γε ὡς ἀληθῶς γνησίοις ἀσφαλές; {ΠΑΛΛ.} Οὐδαμῶς. {ΚΥΡ.} Ἀστρογοητεῖαι δὲ καὶ κληδονισμοὶ καὶ ψευδομαντεῖαι, καὶ δαιμονιώδεις φενακισμοὶ, πρέποιεν ἂν, οἶμαί που, μόνοις τε καὶ τάχα τοῖς ἐκτοπώτατα προτεθυμημένοις τὴν ἀκλεᾶ καὶ ἐπάρατον εἰδωλολατρείαν εἰσοικίζεσθαι κατὰ νοῦν. {ΠΑΛΛ.} Ὀρθῶς ἔφης. Ἐπείτοι καὶ θεῖος ἡμῖν παρεγγυᾷ λόγος, τὴν εἴς γε τούτους αἰσχρότητα καταμυσάττεσθαι δεῖν. Ἔχει δὲ οὕτως· «Ἐὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, οὐ μαθήσῃ ποιεῖν κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ἐκείνων· οὐχ εὑρεθήσεται ἐν σοὶ περικαθαίρων τὸν υἱὸν αὐτοῦ καὶ τὴν θυγατέρα αὐτοῦ ἐν πυρὶ, μαντευόμενος μαντείαν, καὶ κληδονιζόμενος, καὶ οἰωνιζόμενος, φαρμακὸς, ἐπᾴδων ἐπαοιδὴν, ἐγγαστρίμυθος, καὶ τερατοσκόπος, καὶ ἐρωτῶν τοὺς νεκρούς· ἔστι γὰρ βδέλυγμα Κυρίῳ τῷ Θεῷ σου πᾶς ποιῶν ταῦτα.» Καὶ μεθ' ἕτερα πάλιν φησί· «Τέλειος ἔσῃ ἔναντι Κυρίου τοῦ Θεοῦ σου· τὰ ἔθνη ταῦτα, οὓς σὺ κατακληρονομήσεις αὐτοὺς, οὗτοι κληδονισμῶν καὶ μαντειῶν ἀκούσονται· σοὶ δὲ οὐχ οὕτως ἔδωκε Κύριος ὁ Θεός σου. Προφήτην ἐκ τῶν ἀδελφῶν σου ὡς ἐμὲ ἀναστήσει Κύριος ὁ Θεός σου· [αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ᾐτήσω παρὰ Κυρίου τοῦ Θεοῦ σου] ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας.» {ΚΥΡ.} Εὖγε, ὦ φιλότης. Ἑψόμεθα γὰρ οὐχὶ τερατοσκόποις τε καὶ νεκρομάντεσιν, ἀλλ' οὐδὲ πτήσεις τῶν οἰωνῶν, ὡς ἀληθές τι χρῆμα παραδεξόμεθα, κἂν εἰ φέροιντο πρὸς δεξιὸν, εἴτ' οὖν εἰς εὐώνυμον· κἂν εἰ πρὸς ἑσπέραν τε καὶ πρὸς ἠῶ· μωρίας γὰρ ταυτὶ τῆς ἐσχάτης. Ἡγεμόνα δὲ τοῦ παντὸς ποιούμενοι τὸν Χριστὸν τὸν δι' ἡμᾶς καθ' ἡμᾶς προφήτην, παρ' αὐτοῦ ληψόμεθα τῶν ἀναγκαίων τὴν γνῶσιν, καὶ αὐτῷ προσεδρεύσομεν, οἰμώζειν μακρὰ ταῖς τῶν δαιμονίων ψευδοεπείαις καὶ τὸ ἐῤῥῶσθαι λέγοντες. Μόνῳ γὰρ ὥσπερ τὸ χρῆναι ζωοποιεῖν καὶ κατάρχειν τῶν ὅλων, φυσικῶς τε καὶ ἰδικῶς ἀνακείσεται Θεῷ· τὸν αὐτὸν, οἶμαι, τρόπον, καὶ τὸ πάντων ἔχειν τὴν γνῶσιν. Ἴδιον δὲ φύσεως τῆς αὐτοῦ, τὸ εἰδέναι σαφῶς τὰ ἐσόμενα, καὶ συνειλεγμένην ὥσπερ ἐν ἑαυτῷ τὴν τῶν ὅλων εἴδησιν ἔχειν. Ἢ οὐχὶ σοφός τε καὶ ἀτρεκὴς ὁ ἐπὶ τῷδε λόγος; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Εἰς αὐτὸν οὖν ἄρα πλημμελήσομεν, καὶ εἰς τὴν ἀνωτάτω δόξαν ἡ γραφὴ, εἰ βεβήλοις τε καὶ ἀκαθάρτοις πνεύμασιν ἐνεῖναι πιστεύσομεν τὰ δι' ὧν αὐτὸς κατακαλλύνοιτό τε καὶ ὑπάρχει λίαν ἐκπρεπής. Ὥρα ἤδη διακειμένους ὡδὶ φληνάφως ὑπονοεῖν καὶ ζωοποιεῖν δύνασθαι, καὶ δὴ καὶ δημιουργὸν ὑπάρχειν τὸν Σατανᾶν, εἰ τὰ πάντων ἐξαίρετα καὶ ἰδικῶς ἀνακείμενα τῇ τοῦ Θεοῦ φύσει, χαριούμεθά τε αὐτῷ, καὶ προσπεφυκέναι φαμέν· ἴδιον δὲ καὶ ἐξαίρετον ἀγαθὸν τῆς ἀνωτάτω φύσεως, τῶν ἐσομένων ἡ γνῶσις. Ἢ οὐκ ἀληθὲς ὅ φημι; {ΠΑΛΛ.} Καὶ μάλα. Φησὶ γὰρ διὰ φωνῆς Ἡσαΐου. πρός τινας ἀνατιθέντας τῇ κτίσει τὰ τοῦ Θεοῦ· «Μνήσθητε ταῦτα, καὶ στενάξατε· μετανοήσατε, οἱ πεπλανημένοι, ἐπιστρέψατε τῇ καρδίᾳ, καὶ μνήσθητε πρότερα ἀπὸ τοῦ αἰῶνος, ὅτι ἐγώ εἰμι Θεὸς, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ ἀναγγέλλων πρότερον τὰ ἔσχατα, πρὶν αὐτὰ γενέσθαι, καὶ ἅμα συνετελέσθη, καὶ εἶπα· Πᾶσά μου ἡ βουλὴ στήσεται, καὶ πάντα ὅσα βεβούλευμαι, ποιήσω.» Μήνυσιν γὰρ ὥσπερ τοῦ μὴ ἕτερον εἶναί τινα παρ' αὐτὸν φύσει τε καὶ ἀληθῶς Θεὸν τοῖς ἀκροωμένοις ἐτίθει τὸ ἀναγγέλλειν δύνασθαι τὰ ἔσχατα πρὶν αὐτὰ γενέσθαι. {ΚΥΡ.} Εὖ γε, ὦ Παλλάδιε, Βουλοίμην δ' ἂν ἔτι περιαθροῦντας εὖ μάλα τὸ ἀληθὲς, καὶ τόδε διασκοπεῖν· τίνα τρόπον ἔτι, εἰ τελοῖμεν ὅλως ἔν γε τοῖς ἐθέλουσι βιοῦν ὀρθῶς τε καὶ εὐαγγελικῶς, ταῖς τῶν ψευδομαντειῶν θωπείαις ἑψόμεθα καὶ δὴ καὶ προσεσχηκότες, ὡς εἴη τις λόγος ὁ παρ' αὐτῶν ἀληθὴς, οὐχὶ τῆς τοῦ Σωτῆρος καθοριοῦμεν φωνῆς τὸ διαψεύδεσθαι δεῖν. Ἔφη γάρ που καὶ πρὸς τοὺς ἀλαζόνας καὶ ὑβριστὰς Ἰουδαίους· «Ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν· ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ· ὅταν λαλεῖ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψευστής ἐστιν αὐτὸς, καὶ ὁ πατὴρ αὐτοῦ.» Τίνα δὴ οὖν ἔσται τρόπον νημερτὴς, ψευστής· πῶς δὲ οὐχὶ πάντη τε καὶ πάντως ἁμαρτοεπὴς, ὁ μὴ ἑστηκὼς ἐν τῇ ἀληθείᾳ; Ἆρ' οὖν ἐναργὲς, ὦ Παλλάδιε, παντί που λοιπὸν, ὅτι ταῖς τῶν δαιμονίων φωναῖς τὸ ἀληθὲς ἀπονέμοντες, καταψηφιούμεθα τοῦ Χριστοῦ τὴν ψευδομυθίαν, καὶ ψευδοεπεῖν ἐροῦμεν τὴν ἀλήθειαν; {ΠΑΛΛ.} Κινδυνεύομεν. {ΚΥΡ.} Ἄλλως τε, προσθείην γὰρ τοῖς εἰρημένοις καὶ τόδε· δεδιδάγμεθα παρὰ Χριστοῦ, τοὺς τῶν ἀκαθάρτων πνευμάτων μὴ προσίεσθαι λόγους, κἂν εἰ βούλοιντό ποτε τὴν αὐτοῖς ἀστιβῆ καὶ ἀσυνηθεστάτην προσκομίζειν ἀλήθειαν. {ΠΑΛΛ.} Πῶς δὲ φής; {ΚΥΡ.} Ἦ οὐκ ἐπαΐεις τῶν ἁγίων εὐαγγελιστῶν ἀναγεγραφότων, ὅτι τὰ μὲν δαιμόνια, τορόν τι καὶ μέγα διακεκραγότα, προσῄεσαν τῷ Χριστῷ· «Ἔα, τί ἡμῖν καὶ σοὶ, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς· οἴδαμέν σε τίς εἶ, ὁ Ἅγιος τοῦ Θεοῦ. Ὁ δὲ ἐπιτιμῶν,» φησὶν, «οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι εἴδησαν τὸν Χριστὸν αὐτὸν εἶναι.» Καίτοι τί δή ποτε, κατὰ γάρ τοι τὸ εἰκὸς ἐνδοιάσειέ τις ἂν, τοῖς τὸ ἀληθὲς ἀνακεκραγόσιν ἐπιτετίμηκεν ὁ Χριστός; Ἀλλ' ἦν δή που τὸ δρώμενον, ἐπωφελὲς εἰς ἡμᾶς. Τὸ γάρ τοι μὴ δεῖν τοῖς παρ' ἐκείνοις προσκεῖσθαι λόγοις, κἂν εἰ αὐτὴν ἐθέλοιεν ἀναφωνεῖν τὴν ἀλήθειαν, καὶ τὰ ἐναργῶς ἔτυμα λέγειν, διὰ τούτου παιδευόμεθα· ἀναπλέκοντες γὰρ ἔσθ' ὅτε τῇ ἀληθείᾳ τὸ ψεῦδος, κατασίνονται τοὺς ἀκροωμένους, οὐ καθ' ἕτερον, οἶμαι, τρόπον, ἢ καθ' ὃν θεῷτό τις τοὺς τῇ τοῦ μέλιτος μίξει παραιρουμένους τὴν αἴσθησιν τῶν πικρῶν, καὶ τῇ τῶν γλυκέων ἐπιπλοκῇ κατασυλᾷν ἐθέλοντας τὸ ἔσθ' ὅτε λυποῦν. {ΠΑΛΛ.} Σφαλερὸν οὖν παντελῶς τὸ τοῖς τῶν χρησμολόγων προσέχειν φενακισμοῖς. {ΚΥΡ.} Θανάτῳ τὸ χρῆμα τιμᾶται Θεὸς, καὶ ἐν τοῖς ἐσχάτοις καταγράφει κακοῖς. Ἔφη δὲ οὕτως ἐν τῷ Λευιτικῷ· «Καὶ ψυχὴ ἣ ἂν ἐπακολουθήσῃ ἐγγαστριμύθοις ἢ ἐπαοιδοῖς, ὥστε ἐκπορνεῦσαι ὀπίσω αὐτῶν, ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὴν ψυχὴν ἐκείνην, καὶ ἀπολῶ αὐτὴν ἐκ τοῦ λαοῦ αὐτῆς· καὶ ἔσεσθε ἅγιοι, ὅτι ἐγὼ ἅγιός εἰμι Κύριος ὁ Θεὸς ὑμῶν.» Καὶ μεθ' ἕτερα πάλιν· «Καὶ ἀνὴρ ἢ γυνὴ ὃς ἐὰν γένηται αὐτῶν ἐγγαστρίμυθος ἢ ἐπαοιδὸς, θανάτῳ θανατούσθω, καὶ ἐν λίθοις λιθοβολήσατε αὐτούς· ἔνοχοί εἰσιν.» Ἀποφάσκει μὲν γὰρ πρῶτον, τὸ χρῆναί τινας ταῖς βωμολόχοις ἀστρομαντείαις, ἤγουν νεκυομαντείαις ἕπεσθαι φιλεῖν, πολιτείας ἁγιοπρεποῦς ὡς ἀπωτάτω τὸ χρῆμα εἶναι λέγων, καὶ τοῖς Θεῷ προσκειμένοις ἀνάρμοστον κομιδῆ· καὶ καθορίζει τοῦ δευτέρου τὸν θάνατον, ἐνόχους τέ φησιν εἶναι καὶ αὐτούς· οὐκ ἐφιεὶς τὸν ἔλεον ἀπονέμεσθαι πρὸς ἡμῶν τοῖς πρὸς τοῦτο ἤδη μοχθηρίας ἐληλακόσιν, ὡς πάγην γενέσθαι θανάτου, καὶ ψυχῶν ἀθώων θήρατρον, καὶ ὀλέθρου θύραν, καὶ πέταυρον ᾅδου, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων κακῶν; Ἀλλ' οἶμαί που σοφὸν καὶ ἀκίβδηλον ἐννοεῖν, ὡς οὐκ ἂν ἐπεστήρισε Θεὸς τὴν οὕτω πικρὰν καὶ παντὸς ἐπέκεινα κακοῦ διᾴττουσαν δίκην τοῖς εἰδέναι τε καὶ λαλεῖν ἑτέροις τὰ ἐσόμενα δυναμένοις, καί τοι τῶν ἐσομένων ἀληθῶς ἔχουσιν εἰπεῖν. Κολάζεται γὰρ οὐχὶ τῆς ἀληθείας ὁ μῦθος, ἐπάρατον δὲ τὸ ψευδειπεῖν· ἀλλ' εἰ δή τις ἁλίσκοιτο τοῦτο δρῶν, καὶ τοῦτο ὡς ἐκ Θεοῦ, αὐτήν που τὴν ἄῤῥητον σεσυκοφάντηκε φύσιν, καὶ τῇ ἀληθείᾳ τὸ ψεῦδος ὡς αὐτῇ προσῆκον ἀνατιθεὶς, ἰσοπαλῆ τοῖς ἐγκλήμασιν ἀνατλὰς τὴν δίκην πρὸς αὐτὸ λίαν οἰχήσεται. Ἐπιτιμᾷ γὰρ ὁ λόγος οὐ τοῖς ἐκ Θεοῦ, μὴ γένοιτο, πραττομένοις τὰ ὡς Θεοῦ· ὅτι μηδὲ ψεύδους ἐλευθέραν ἐποιοῦντο τὴν προαγόρευσιν. Ἐπειδὴ δὲ οὐκ ἐξ ἀληθείας ἑλόντες, λαλοῦσιν ἃ ἂν βούλοιντο, καὶ τὸ κατὰ σφᾶς αὐτοὺς, ταύτῃτοι διημαρτήκασιν. {ΠΑΛΛ.} Ἆρ' οὖν, ἐν τῷδε διαγνωσόμεθα πότερα Θεὸς ὁ χρησμοδοτῶν ἐστιν, ἤγουν ἐκεῖνοι λαλοῦσι τὰ σφῶν αὐτῶν; {ΚΥΡ.} Καὶ μάλα· θεῖος γὰρ καὶ ἡμᾶς πρὸς τοῦτο εὐθὺς ἀναπείσει νόμος. Ἔφη γὰρ οὕτω Θεὸς ἐν ∆ευτερονομίῳ· «Ἐὰν δὲ λέγῃ τις ἐν καρδίᾳ· Πῶς γνωσόμεθα τὸ ῥῆμα, ὃ οὐκ ἐλάλησε Κύριος; ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐκεῖνος ἐπὶ τῷ ὀνόματι Κυρίου, καὶ μὴ γένηται τὸ ῥῆμα ὃ οὐκ ἐλάλησε Κύριος, ἐν ἀσεβείᾳ ἐλάλησεν ὁ προφήτης, οὐκ ἀφέξεσθε ἀπ' αὐτοῦ.» Ἀκούεις ὅτι τὰς ἐν τοῖς προηγορευμένοις ἀποτεύξεις ἀπόδειξιν ἔσεσθαί φησιν ἐναργῆ τοῦ μὴ ἐκ Θεοῦ κεχρησμοδοτῆσθαί τι; φιλεῖ γὰρ ἀλήθειαν ἡ ἀλήθεια. Τοιοῦτόν τί φησι διὰ τῆς Ἱερεμίου φωνῆς· «Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν· εἰ κρυβήσεται ἄνθρωπος ἐν κρυφαίοις, καὶ ἐγὼ οὐκ ὄψομαι αὐτόν; Μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος. Ἤκουσα ἃ λαλοῦσιν οἱ προφῆται; ἂ προ-φητεύουσιν οἱ προφῆται ἐν τῷ ὀνόματί μου ψευδῆ.» Εἶτα διὰ μέσου τοὺς τῶν θείων νόμων καταφρονήσαντας ἐπαιτιασάμενος οὐ μικρῶς, ἐναργῆ τὴν ἀπόδειξιν τῶν τε ἐκ Θεοῦ καὶ μὴ, δίδωσι τὴν ἀλήθειαν. Ἔφη γὰρ πάλιν· «Ὁ προφήτης, ἐν ᾧ τὸ ἐνύπνιον αὐτοῦ, καὶ ἐν ᾧ ὁ λόγος μου πρὸς αὐτὸν, διηγησάσθω τὸν λόγον μου ἐπ' ἀληθείας.» Ὡς εἴπερ τι φαίνοιτο τῆς ἀληθείας ἡμαρτηκὸς, ἐκδείξειεν ἂν αὐτὸ εὐθὺς ψευδοεπῆ τὸν γεννήτορα, καὶ ἀπὸ τῆς ἑαυτοῦ λαλοῦντα καρδίας, οὐκ ἀπὸ στόματος Κυρίου, καθὰ γέγραπται. {ΠΑΛΛ.} Βούλει τι θῶμεν τῶν ἀναγκαίων εἰς βάσανον, ἢ παρέντες ἴωμεν, ᾗπερ ἂν ὁ σὸς ἡμᾶς ἀποκομίσῃ λόγος; {ΚΥΡ.} Καὶ μὴν, ὦ Παλλάδιε, τῶν ἀναγκαίων εἰς ὄνησιν οὐ βραχὺς ἡμῖν ὁ λόγος· ὡς τό τοι μὴ φάναι τὸ δοκοῦν ἐλευθέρως ἐπαιτιασαίμην ἂν, καὶ μάλα εἰκότως· φράζε δὴ οὖν ὀκνήσας οὐδέν. {ΠΑΛΛ.} Εἰ μὴ ἀπὸ στόματος Κυρίου λαλοῦσί τινες, ἐρεύγονται δὲ, ὡς φὴς, τὰ ἀπὸ καρδίας, τίνα δὴ τρόπον καί τοι τεθνεῶτα τὸν ἅγιον Σαμουὴλ ἡ ἐγγαστρίμυθος ἐκείνη γυνὴ παρεκόμισε τῷ Σαοὺλ, τὸ τῶν ἐσομένων αὐτῷ σαφηνιοῦντα πέρας; ταυτὶ γὰρ ὧδε πεπρᾶχθαι, καὶ οὐχ ἑτέρως ἔχειν οἴονταί τινες. {ΚΥΡ.} Οἴει δὲ αὐτὸς οὐχ ὧδε ἔχειν, καὶ λογιεῖ τοῦτο ἄμεινον, ἤγουν φληνάφως τὴν τοῦ δικαίου ψυχὴν ἐκβεβιάσθαι φὴς κατὰ τὸ ἀληθὲς, καὶ γυναίου καλοῦντος ἐλθεῖν; {ΠΑΛΛ.} Οὐκ ἂν ἔχοιμι σαφῶς εἰπεῖν. Ἐνδείξειε δ' ἂν, οἶμαί που, τὸ ἀληθὲς, ἡ βάσανος. {ΚΥΡ.} Εὖ ἔφης. Οὐκοῦν ἐκεῖνο καὶ πρό γε τῶν ἄλλων πολυπραγμονείσθω τέως, πότερον διὰ Θεοῦ πολυπραγμονοῦνται καὶ τερατεύονται καὶ ἀποπεραίνουσι ταυτὶ, ἤγουν διὰ πονηρῶν πνευμάτων οἷς μελέτη τὸ ἐπιτήδευμα. {ΠΑΛΛ.} Καὶ τίς ἂν εἰς τοῦτο λογισμῶν ἀτοπίας ἀφίκοιτο ἂν, ὡς οἴεσθαι διὰ Θεοῦ τερατεύεσθαι ταυτὶ νεκρομάντας τε καὶ ἐγγαστριμύθους καὶ ἐπαοιδούς; ∆ιαμεμνήσομαι γὰρ τοῦ νόμου, παντὸς ἑλομένου τοῦτο δρᾷν ποινὴν καθορίζοντος τὴν ἐσχάτην. Εἶτα πῶς οὐκ ἀπόπληκτον ἐννοεῖν, τὸν θανάτῳ καταδεδικασμένον, οὐκ ἀπᾴδειν Θεῷ; Οὐ γάρ πω τοῖς ἑαυτοῦ διαμαχεῖται νόμοις. {ΚΥΡ.} Ἄριστα διανοῇ. Τὰς δὲ τῶν ἁγίων ψυχὰς σωμάτων ἀπηλλαγμένας παρεῤῥίφθαι νομιοῦμεν, καὶ λόγου μὲν ἀξιοῦσθαι μηδενὸς, ἥκειν δὲ ἤδη πρὸς τοῦτο ταλαιπωρίας, ὡς καὶ πονηροῖς καὶ ἀκαθάρτοις ὑποκεῖσθαι πνεύμασι, καὶ ἀνεθελήτως ἀκολουθεῖν περιτρέπουσιν εὐκόλως οἷπερ ἂν ἕλοιντο τυχόν. Καίτοι τὸ τῆς Ἀποκαλύψεως βιβλίον ἡμῖν συντιθεὶς ὁ σοφὸς Ἰωάννης, ὃ καὶ ταῖς τῶν Πατέρων τετίμηται ψήφοις, τὰς τῶν ἁγίων ψυχὰς ὑπ' αὐτὸ τὸ θεῖον τεθεᾶσθαι θυσιαστήριον, διεβεβαιοῦτο σαφῶς. Εἰ δὲ καὶ ἐξ αὐτῶν ἕλκουσι τῶν ἄνω μονῶν, καὶ τόπων αὐτὰς τῶν ἱερωτάτων κατακομίζουσιν ἀφειδῶς, ἀπείργοντος οὐδενὸς, βάσιμος μὲν ἅπασι τοῖς δαιμονίοις ὁ οὐρανὸς, ἀνοίγνυται δὲ κατὰ τὸ εἰκὸς αὐτοῖς καὶ ἡ τοῦ παραδείσου πύλη· παραχωρεῖ δὲ, ὡς ἔοικεν, καὶ ἡ φλογίνη ῥομφαία, καὶ οὐχὶ τῆς εἰσόδου καὶ ἐξόδου μόνον αὐτοῖς· ἀλλ' εἰ βούλοιντό τινας καὶ τῶν εἴσω γεγονότων ἐκκομίζειν ἐκ παῤῥησίας· εἶτα οὐχὶ δὴ τοῦτό ἐστι, τὴν ἐν Χριστῷ διασύρειν ἐλπίδα, καὶ τρισάθλιον ὑποφαίνειν τῶν τεθαυμασμένων τὸν βίον; {ΠΑΛΛ.} Ἔοικεν. {ΚΥΡ.} Καὶ μὴν οὐκ ἀσυμφανές. Πῶς δὲ ἦν ἄμεινον τῷ θαυμασίῳ Παύλῳ, τὸ ἀναλῦσαι, καὶ σὺν Χριστῷ εἶναι; Εἰ γὰρ δὴ μέλλοιμεν τῶν ἐπιγείων ἀποφοιτήσαντες, καὶ σὺν Χριστῷ γεγονότες, τοῖς ἀντικειμένοις ὑποκεῖσθαι πνεύμασι, κεκένωται μὲν ἡ πίστις, κατὰ τὸ γεγραμμένον, τὸ δὲ ἐνδημεῖν ἐν σώματι, τοῦ συνεῖναι Χριστῷ, πᾶς τις οὖν, οἶμαι, καὶ ἀσυγκρίτως διενεγκεῖν ἐπιψηφιεῖται λοιπὸν, καὶ τὸ ἐπὶ τούτου δυσανεκτότερον· ἔτι μὲν γὰρ ἐν τῷδε τῷ βίῳ ποιούμενοι τὰς διατριβὰς, οὐχὶ τοῖς τοῦ διαβόλου θελήμασιν ὑπεζεύγμεθα, πατοῦμεν δὲ ἐπάνω ὄφεων καὶ σκορπίων μᾶλλον, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. Εἶτα σὺν Χριστῷ γεγονότες, πῶς ἐν χείροσιν ἐσόμεθα; πῶς δὲ αὐτὸς ἀληθεύει λέγων· «Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσι, κἀγὼ γινώσκω αὐτὰ, καὶ ἀκολουθοῦσί μοι, κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῶν χειρῶν μου· ὁ Πατήρ μου ὃς ἔδωκέ μοι, πάντων μείζων ἐστὶ, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατρός μου;» Πεφενάκικε δὲ τάχα που τῆς εἰς Χριστὸν εὐσεβείας τοὺς ἀθλητὰς, γεγραφὼς ὡδὶ καὶ ὁ σοφώτατος Πέτρος· «Ὥστε καὶ ὑπὸ ἄλλων πάσχοντες κατὰ τὸ θέλημα αὐτοῦ, πιστῷ Κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν.» Εἰ δὲ τῷ Θεῷ παρατεθεῖσαν ψυχὴν βιάζεται ὁ Σατανᾶς, ἄγων τε καὶ φέρων οἵπερ ἂν ἕλοιτο κατὰ καιροὺς, πῶς ἂν νοοῖτο πιστὸς ὁ τῶν ἁγίων προεστηκὼς, καὶ οἱονεὶ παρακαταθήκην τὸ ἑκάστου πνεῦμα λαβών; Λῆρος οὖν ἄρα ταυτὶ, καὶ ἀποπληξία δεινὴ, τὸ κατὰ ἀλήθειαν οἴεσθαι τὴν προφήτου φωνὴν ψυχραῖς ἐπῳδαῖς γυναίου μυσαρωτάτου τῶν ἐκνεμηθέντων αὐτῇ καθελκῦσαι τόπων. {ΠΑΛΛ.} Τίς οὖν ἂν γένοιτο τῶν θεωρημάτων ὁ λόγος; χρῆναι γὰρ οἶμαι τὰ οὕτως αἰσχρὰ μηδ' ὅσον εἰπεῖν, κἂν γοῦν ἐν ψιλαῖς ἐννοίαις ἑλεῖν. {ΚΥΡ.} Αὐτὸ παραθέντες τὸ Γράμμα τὸ ἱερὸν, τὰ εἰς νοῦν ἰόντα τότε σαφῆ καταστήσομεν, πανταχῆ τοῦ πρέποντος ἀπρὶξ ἡμμένοι. Ἔχει δὲ οὕτω· «Καὶ Σαμουὴλ ἀπέθανε, καὶ ἐκόψαντο αὐτὸν πᾶς Ἰσραὴλ, καὶ θάπτουσιν αὐτὸν ἐν Ἀρμαθαΐμ, ἐν πόλει αὐτοῦ· καὶ Σαοὺλ περιεῖλε τοὺς ἐγγαστριμύθους, καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς. Καὶ συναθροίζονται οἱ ἀλλόφυλοι, καὶ ἔρχονται καὶ παρεμβάλλουσιν εἰς Σωνάμ. Καὶ συναθροίζει Σαοὺλ πάντα ἄνδρα Ἰσραὴλ, καὶ παρεμβάλλουσιν εἰς Γελβουέ. Καὶ εἶδε Σαοὺλ τὴν παρεμβολὴν τῶν ἀλλοφύλων, καὶ ἐφοβήθη, καὶ ἐξέστη ἡ καρδία αὐτοῦ σφόδρα. Καὶ ἐπηρώτησε Σαοὺλ διὰ Κυρίου, καὶ οὐκ ἀπεκρίθη αὐτῷ Κύριος ἐν τοῖς ἐνυπνίοις, καὶ ἐν τοῖς δήλοις, καὶ ἐν τοῖς προφήταις. Καὶ εἶπε Σαοὺλ τοῖς παισὶν αὐτοῦ· Ζητήσατέ μοι γυναῖκα ἐγγαστρίμυθον, καὶ πορεύσομαι πρὸς αὐτὴν, καὶ ζητήσω ἐν αὐτῇ. Καὶ εἶπον οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν· Ἰδοὺ γυνὴ ἐγγαστρίμυθος ἐν Ἀενδώρ. Καὶ συνεκαλύψατο Σαούλ· καὶ περιεβάλετο ἱμάτια ἕτερα, καὶ πορεύεται αὐτὸς καὶ δύο ἄνδρες μετ' αὐτοῦ, καὶ ἔρχονται πρὸς τὴν γυναῖκα νυκτὸς, καὶ εἶπεν αὐτῇ· Μάντευσαι δή μοι ἐν τῷ ἐγγαστριμύθῳ, καὶ ἀνάγαγέ μοι ὃν ἐὰν εἴπω σοι. Καὶ εἶπεν αὐτῷ ἡ γυνή· Ἰδοὺ δὴ σὺ οἶδας ὅσα ἐποίησε Σαοὺλ ὡς ἐξωλόθρευσε τοὺς ἐγγαστριμύθους, καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς, καὶ ἱνατί σὺ παγιδεύεις τὴν ψυχήν μου, θανατῶσαι αὐτήν; Καὶ ὤμοσεν αὐτῇ Σαοὺλ, λέγων· Ζῇ Κύριος, εἰ ἀπαντήσεταί σοι ἀδικία ἐν τῷ λόγῳ τούτῳ. Καὶ εἶπεν ἡ γυνὴ τῷ Σαούλ· Τίνα ἀναγάγω σοι; Καὶ εἶπε· Τὸν Σαμουὴλ ἀνάγαγέ μοι. Καὶ εἶδεν ἡ γυνὴ τὸν Σαμουὴλ, καὶ ἀνεβόησε φωνῇ μεγάλῃ. Καὶ εἶπεν ἡ γυνὴ πρὸς Σαούλ· Ἱνατί παρελογίσω με; καὶ σὺ εἶ Σαούλ. Καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς· Μὴ φοβοῦ, εἶπον τίνα ἑώρακας. Καὶ εἶπεν αὐτῷ ἡ γυνή· Θεοὺς ἑώρακα ἀναβαίνοντας ἐκ τῆς γῆς. Καὶ εἶπεν αὐτῇ· Τί ἔγνως; Καὶ εἶπεν αὐτῷ· Ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τῆς γῆς, καὶ οὗτος διπλοΐδα ἀναβεβλημένος. Καὶ ἔγνω Σαοὺλ, ὅτι οὗτος Σαμουὴλ, καὶ ἔκυψεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ προσεκύνησεν αὐτῷ. Καὶ εἶπε Σαμουήλ· Ἱνατί παρηνώχλησάς μοι ἀναβῆναί με; Καὶ εἶπε Σαούλ· Θλίβομαι σφόδρα, καὶ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοὶ, καὶ ὁ Θεὸς ἀφέστηκεν ἀπ' ἐμοῦ, καὶ οὐκ ἐπακήκοέ μου ἔτι, καὶ ἐν χειρὶ τῶν προφητῶν, καὶ ἐν τοῖς ἐνυπνίοις· καὶ νῦν κέκληκά σε, γνωρίσαι μοι, τί ποιήσω. Καὶ εἶπε Σαμουήλ; Ἱνατί ἐπερωτᾷς με, καὶ Κύριος ἀφέστηκεν ἀπὸ σοῦ, καὶ γέγονε μετὰ τοῦ πλησίον σου; καὶ πεποίηκε Κύριός σοι, καθὼς ἐλάλησε Κύριος ἐν χειρί μου· καὶ διαῤῥήξει Κύριος τὴν βασιλείαν σου ἐκ χειρός σου, καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ ∆αβίδ· διότι οὐκ ἤκουσας φωνῆς Κυρίου, καὶ οὐκ ἐπλήρωσας θυμὸν ὀργῆς αὐτοῦ ἐν Ἀμαλὴκ, διὰ τοῦτο τὸ ῥῆμα ἐποίησε Κύριός σοι ἐν τῇ ἡμέρᾳ ταύτῃ· καὶ παραδώσει Κύριος τὸν Ἰσραὴλ μετὰ σοῦ εἰς χεῖρας ἀλλοφύλων, καὶ αὔριον σὺ, καὶ οἱ υἱοί σου μετὰ σοῦ πεσοῦνται, καὶ τὴν παρεμβολὴν Ἰσραὴλ δώσει Κύριος εἰς χεῖρας ἀλλοφύλων.» Ἆρά σοι λοιπὸν ἐνδοιάσαι θέμις, ὅτι ταῖς ἑαυτοῦ ψήφοις κατεγνωσμένος ἐκτέτηκεν ὁ Σαούλ; Ἐπειδὴ γὰρ ἐδεδίει τῶν ἠθροισμένων ἐφ' ἑαυτῷ τὸ ἀσθενὲς εἰς μάχην, μανθάνειν ἠξίου τὰ ἐσόμενα παρὰ Θεοῦ. Σεσιωπηκότος δὲ, καὶ ἀποκαλύπτοντος οὐδὲν, τρέπεται πρὸς τὸ λυπεῖν τὸν σιωπᾷν ᾑρημένον. Ἀφικνεῖται δὲ πρὸς νεκυομαντείαν, καίτοι τοὺς γνώστας δέ φημι τοὺς οἰομένους εἰδέναι τὰ ἐσόμενα. Εἶτά φησιν· «Ἀνάγαγέ μοι τὸν Σαμουὴλ,» οὐχ ὡς τῆς ἐπῳδῆς ἤτοι τῆς μάγων τέχνης, τὴν τοῦ ἁγίου ψυχὴν παρενεγκεῖν δυναμένης, ἀλλ' ὡς ἀεὶ τῶν μαντευομένων τῇ τοιᾷδε κεχρημένων φωνῇ· ἐπυθόμην δὲ ὅτι λόγοις τισὶν ἀποῤῥήτοις καταγοητεύοντες τὰ δαιμόνια, καὶ ὕδατι κατεπᾴδοντες, εἴδωλα καὶ σκιὰς, καὶ ὡς ἐν ἐσόπτρῳ μορφὰς καταθεῶνταί τινων, τάχα που τῶν δαιμονίων καταπλαττομένων ἀστείως τὰ τῶν λεγομένων ἀνακομιεῖσθαι σχήματα. Καὶ γοῦν ἔφη μὲν ἐν ἀρχαῖς τὸ γύναιον· Ὁρῶ θεοὺς ἀναβαίνοντας ἐκ τῆς γῆς. Εἶτα μὲν τοῦτο· «Καὶ εἶδε,» φησὶν, «ἡ γυνὴ τὸν Σαμουήλ.» Χαλεπὸν δὲ οὐδὲν, ἐν ἴσῳ τε καὶ ὁμοίῳ σχήματι τοῦ μακαρίου Σαμουὴλ σκιὰν ὀφθῆναι καὶ εἴδωλον, ἐκ δαιμονιώδους ἐνεργείας μεμορφωμένον. Εἴπερ οὖν οἴοιτό τις ἀνακεκλῆσθαι κατὰ τὸ ἀληθὲς τὴν τοῦ προφήτου ψυχὴν, καὶ τοῖς τοῦ γυναίου λόγοις ἐπιψηφιεῖται τὸ ἀληθὲς, ἐπειδὴ καὶ θεοὺς ἀναβαίνοντας ἀπὸ τῆς γῆς τεθεᾶσθαί φησιν, καὶ τοῖς τῆς μαντείας ἔθεσι χαριζέσθω τὸ ψεῦδος, ἀλλ' οἰέσθω κατὰ ἀλήθειαν καὶ θεοὺς εἶναί τινας τῆς τοιαύτης τάξεως τοὺς ἀνασχόντας ἀπὸ τῆς γῆς, καίτοι Θεοῦ κατὰ φύσιν ὄντος ἑνός τε καὶ μόνου. {ΠΑΛΛ.} Ἔφης μὲν ὀρθῶς. Ἐρεῖ δὲ οὖν, οἶμαι, τὶς, Καίτοι λελάληκεν ἀληθῆ φιλοπευστοῦντος τοῦ Σαοὺλ ἐσόμενα. Οὐ μικρὸς δὲ ἡμῖν δεδαπάνηται λόγος ἀπελέγχων ὅτι οὐκ ἐν ἀκαθάρτοις πνεύμασιν ἡ ἀλήθεια. {ΚΥΡ.} Οὐ γὰρ οὖν. Ἀνάρμοστον γὰρ χρῆμά τι καὶ ἀσυμφυὲς, φῶς καὶ σκότος, Χριστὸς καὶ Βελιάλ· τοῖς γε μὴν παροτρύνουσι καὶ καταλυπεῖν εἰωθόσιν, ἀποκαλύπτει Θεὸς, καὶ δι' ὧν ἥκιστα χρὴ ἔσθ' ὅτε, τὰ ἐσόμενα, ἐνηχούντων κατὰ τὸ εἰκὸς ἁγίων ἀγγέ λων εἰς ἀνθρώπινον νοῦν, ἅπερ ἂν εἰ μάθοιεν οἱ φιλοπευστεῖν ᾑρημένοι, κατατακήσονται λίαν, καὶ ἀπαρχὴν ὥσπερ τινὰ τῆς σφίσιν ἐπηρτημένης ὀργῆς τε καὶ δίκης ὑπομένουσι τὴν πρόγνωσιν. Ἁγίοις μὲν γὰρ προφήταις ἐπαναπαύεται, καὶ ἀνακοινοῦται πολλάκις, οὐχὶ δὴ μόνα τὰ σκυθρωπὰ, καὶ οἷσπερ ἄν τις ἐπιστυγνάσας καθίσει δακρύων, ἀλλὰ καὶ ὅσα πρὸς εὐθυμίας καὶ εὐημερίας ἔσται τισίν· ἀνοσίοις δὲ καὶ ἐναγεστάτοις φιλομάντεσι, τὰ σφίσιν αὐτοῖς ἐσόμενα διεκκαλύπτει κακά. {ΠΑΛΛ.} Καὶ τίς ἢ πόθεν ἂν γένοιτο τούτων ἡμῖν ἡ πίστις; {ΚΥΡ.} Ἀπό γε τῶν ἱερῶν Γραμμάτων· τύπος γὰρ ἡμῖν καὶ μυσταγωγίας ἀνεγράφη τρόπος, τὰ τοῖς ἀρχαιοτέροις συμβεβηκότα. Ἢ γὰρ οὐκ οἶσθα, ὅτι Βαλὰκ ὁ τοῦ Σεπφὼρ, ὁ Μωαβιτῶν καὶ Μαδιηναίων τύραννος, τὴν ἀκαταγώνιστόν τε καὶ ἄθραυστον τοῦ Ἰσραὴλ κατοῤῥωδήσας πληθὺν, καὶ αὐτίκα δὴ μάλα τοῖς ἑτέροις ἔθνεσι συνδιόλλυσθαι πεπιστευκὼς, κατεμισθοῦτο τὸν Βαλαάμ; «∆εῦρο δὴ,» λέγων, «ἐπάρασαί μοι τὸν Ἰσραήλ. Ἐπειδὴ δὲ ἧκον οἱ πρέσβεις· Κα ταλύσατε αὐτοῦ,» φησὶ, «τὴν νύκτα, καὶ ἀποκριθήσομαι ὑμῖν πρᾶγμα ὃ ἐὰν λαλήσῃ Κύριος πρός με.» Ὀνειράτια δὲ ψυχρὰ καὶ δαιμονιώδη ζητῶν, καὶ ἐξ ἐπῳδῆς τάχα που καὶ μαγγανείας αὐτῷ συμβαίνοντα προσδοκῶν, Κύριον ἔφη λαλήσειν αὐτῷ· θεοκλυτεῖν γὰρ ἐσκήπτετο. Ἀλλ' εἰ καὶ ταῖς συνήθεσι τῶν γοήτων φωναῖς τὸ Γράμμα χρῆται τὸ ἱερὸν, οὐκ ἂν οἰηθείημεν ὀρθῶς φρονοῦντες, Θεὸν τὸν φύσει καὶ ἀληθῶς ταῖς βεβήλων ἐνιέναι ψυχαῖς ὡς ἐξ ἀγάπης τὸ ἀληθὲς, καὶ ἀνδρὶ μυσαρῷ καὶ γόητι καὶ εἰδωλολάτρῃ προσλαλεῖν. Πλὴν, «Ἦλθε,» φησὶν, «ὁ Θεὸς πρὸς Βαλαὰμ, καὶ εἶπεν αὐτῷ· Τί οἱ ἄνθρωποι οὗτοι παρὰ σοί;» Τοῦ δὲ τῆς ἀφίξεως τὴν αἰτίαν ἀπηγγελκότος, «Εἶπε,» φησὶν, «ὁ Θεὸς πρὸς Βαλαάμ· Οὐ πορεύσῃ μετ' αὐτῶν, οὐδ' οὐ μὴ καταράσῃ τὸν λαόν· ἔστι γὰρ εὐλογημένος.» Ἰδοὺ δὴ σαφῶς ἐκ προσώπου τοῦ Θεοῦ, ὁ μακάριος ἄγγελος τὸν ἀπατεῶνα καὶ εἰκαιόμυθον ἀποτρέπει γόητα τὸν εὐλογημένον παρὰ Θεῷ μὴ ἐπαρᾶσθαι ζητεῖν, μηδὲ ταῖς ἄνωθεν ἀντεξάγειν ψήφοις τὰ ἐξ ἀνθρωπίνης δυσβουλίας εὑρέματα, οὐχ ὡς τῆς ἀρᾶς ἰσχυούσης ἀδικεῖν, ἀλλ' ἵνα σαφῶς τε καὶ ἐναργῶς ὁ τὴν τοιαύτην ἐλπίδα παραλόγως εἰσδεδεγμένος, πληροφοροῖτο, καὶ δι' αὐτοῦ, ὡς οὐκ ἂν γένοιτό ποτε Μωαβίταις ἢ Μαδιηναίοις ἁλώσιμος ὁ Ἰσραὴλ, προασπίζοντός τε καὶ ὑπεραθλοῦντος Θεοῦ, καὶ ταῖς εὐμενείαις ἀνατειχίζοντος τὸν αὐτῷ προσκείμενον καὶ εὐλογηθέντα λαόν. Ἀλλὰ ταυτὶ μὲν ὁ θεσπέσιος ἄγγελος ἔφη τε καὶ δρᾷν ἐνετέλλετο· ἐπειδὴ δὲ ταῖς τῶν δώρων ὑποσχέσεσιν ἐπὶ τῷ χρῆναι βαδίζειν ὁ μάντις ἐδελεάζετο, τάχα που καὶ ἀληθῶς ἰσχύσειν ὑπειληφὼς, ἰέναι μὲν ἐφίησιν ὁ μακάριος ἄγγελος, κατὰ μέσην δὲ ὤφθη τὴν ὁδὸν, συναστραπτούσῃ ῥομφαίᾳ, διδάσκων ἐναργῶς ὡς ὁ πόλεμος αὐτῷ πρός τε Θεὸν καὶ ἀγγέλους, εἰ ἐπαρᾶσθαι βούλοιτο τοὺς εὐλογημένους. Ἐπειδὴ δὲ ἀφῖκτο πρὸς τὸν Μαδιηναῖον, βωμοὺς μὲν ἀνίστη, καὶ βουθυτεῖν ἐκέλευε· προφήτης δὲ ἦν εὐθὺς, οὐχ ὁ συνήθης, καὶ ψευδηγόρος, ἀλλὰ θείᾳ τε καὶ ἀποῤῥήτῳ δυνάμει παρετρέπετο παρ' ἐλπίδα πρὸς τὸ ἐναντίον. Ἐπηρᾶτο μὲν γὰρ οὐδαμῶς, ηὐλόγει δὲ μᾶλλον τὸν Ἰσραὴλ, καὶ πικραῖς ἐνίησι λύπαις τὸν Βαλάκ. Γέγραπται δὲ οὕτως· ὅτι «Ἐθυμώθη Βαλὰκ καὶ συνεκρότησε ταῖς χερσὶν αὐτοῦ, καὶ εἶπε Βαλὰκ πρὸς Βαλαάμ· Καταράσασθαι τὸν ἐχθρόν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλογῶν ηὐλόγησας τούτῳ τρίτῳ. Καὶ εἶπε Βαλαὰμ πρὸς Βαλάκ· Οὐχὶ καὶ τοῖς ἀγγέλοις σου οἷς ἀπέστειλας πρός με ἐλάλησα, λέγων· Ἐάν μοι δῷ Βαλὰκ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου, οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα Κυρίου ποιῆσαι αὐτὸ καλὸν ἢ πονηρὸν παρ' ἑαυτοῦ; ὅσα ἂν εἴπῃ μοι Θεὸς, ταῦτα ἐρῶ.» Σύνηθες μὲν οὖν τοῖς ψευδομάντεσι, καὶ ταῖς οὕτως ἀπατηλαῖς κεχρῆσθαι φωναῖς, σκεπτομένοις ὅτι πάντη τε καὶ πάντως τοῖς φιλοπευστεῖν ἐθέλουσιν, ἐροῦσι τὸ ἀληθές. Σύνες δὲ ὅτι τὸ φάναι τὸ ἀτρεκὲς ἀλλότριον τῆς ἐπαοιδοῦ τε καὶ μάγου τέχνης· προσγένοιτο δ' ἂν ἔσθ' ὅτε παρὰ Θεοῦ ἐπὶ τῷ τὰς τῶν βεβήλων ψυχὰς, τῇ τῶν ἐσομένων προαγορεύσει δεινῶς κατακομίζοντος. {ΠΑΛΛ.} Πείθομαι. {ΚΥΡ.} Ὅτι γὰρ μεμίσηκε καὶ παραλύει Θεὸς τὰς τοιαύτας ἤτουν γοητείας καὶ εἰκαιομυθίας, σαφὲς ἂν γένοιτο λέγοντος αὐτοῦ· «Ἐγὼ Κύριος ὁ Θεός·» καὶ προσέτι τούτοις· «Τίς ἕτερος διασκεδάσει σημεῖα ἐγγαστριμύθων καὶ τὰς μαντείας ἀπὸ καρδίας, ἀποστρέφων φρονίμους εἰς τὰ ὀπίσω, καὶ τὴν βουλὴν αὐτῶν μωρεύων, καὶ ἱστῶν ῥήματα παιδὸς αὐτοῦ καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων;» Μαντείας μὲν γὰρ τὰς ἀπὸ καρδίας, ἑώλους τε καὶ ψευδοεπεῖς ἀποφαίνει· τοῦ γε μὴν ἰδίου παιδὸς, τουτέστι Χριστοῦ, πάντα μὲν ἵστησι λόγον· τὴν δὲ βουλὴν τῶν ἀγγέλων αὐτοῦ, τουτέστιν, ἃ ἂν βούλοιντο λαλεῖν, οἱ τῆς ἐπ' αὐτοῦ πίστεως κήρυκες, ταῦτα δὲ πάντα ἀληθείας ἔμπλεω δεικνύει, σημείοις τε καὶ τέρασι προσμαρτυρῶν, καὶ ταῖς ἄλλαις τοῦ Πνεύματος ἐνεργείαις. Ἔφη δέ που πάλιν, κατονει-δίζων τισὶ τὰ Θεοῦ νόμῳ κεκιβδηλευμένα· «Στῆθι τοίνυν ἐν ταῖς ἐπαοιδαῖς σου, καὶ τῇ πολλῇ φαρμακείᾳ σου, ἃ ἐμάνθανες ἐκ νεότητός σου, εἰ δυνήσῃ ὠφεληθῆναι· κεκοπίακας ἐν ταῖς βουλαῖς σου, στήτωσαν καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, οἱ ὁρῶντες τοὺς ἀστέρας, ἀναγγειλάτωσάν σοι ὅ τι μέλλει ἐπὶ σὲ ἔρχεσθαι.» Ὁρᾷς οὖν ὡς γέλωτος ἀξίαν καὶ ἀνωφελῆ παντελῶς τὴν ἐπάρατον ἀστρογοητείαν ἀπελέγχει Θεός. Ὅτι δὲ πάλιν πρέποι ἂν αὐτῷ καὶ μόνῳ τὸ νημερτὲς, καὶ τὸ ἕτοιμον εἰς λόγους τοὺς περὶ τῶν ἔσεσθαι προσδοκωμένων ἀπλανῶς, ἄκουε λέγοντος διὰ φωνῆς Ἡσαΐου· «Μνήσθητε ταῦτα, καὶ στενάξατε· μετανοήσατε, οἱ πεπλανημένοι, ἐπιστρέψατε τῇ καρδίᾳ, καὶ μνήσθητε τὰ πρότερα ἀπὸ τοῦ αἰῶνος· ὅτι ἐγώ εἰμι Θεὸς, καὶ οὐκ ἔστιν πλὴν ἐμοῦ· ἀναγγέλλων πρότερον τὰ ἔσχατα πρὶν αὐτὰ γενέσθαι, καὶ ἅμα συνετελέσθη. Καὶ εἶπα· Πᾶσά μου ἡ βουλὴ στήσεται, καὶ πάντα ὅσα βούλομαι, ποιήσω.» Μόνῳ δὴ οὖν ἀνακείσεται πρὸς ἡμῶν τῷ πάντων ἐπέκεινα Θεῷ, τὸ διειδέναι τε σαφῶς, καὶ προαγορεύειν ἀπλανῶς δύνασθαι τὰ ἐσόμενα· ὕθλοι δὲ ἄλλως καὶ γραώδη μυθάρια, βωμολοχίαι τε καὶ φενακισμοὶ, τὰ παρ' ἑτέρων, οἳ τὸν νοῦν παρεφθορότες τὰ ἀπὸ καρδίας αὐτῶν λαλοῦσι, κατὰ τὸ γεγραμμένον, καὶ ἀργυρολογίας ἀφορμὴν ποιοῦνται τὸ ψεῦδος. {ΠΑΛΛ.} Ἀληθές. Ἔχει γὰρ ὧδε, καὶ οὐχ ἑτέρως. {ΚΥΡ.} Ἀφεξόμεθα δὴ οὖν καὶ τοῦδε, καὶ οἶμον ἀφέντες τὴν διεστραμμένην, βαδιούμεθα τὴν ἐπ' εὐθὺ, Θεῷ μονοτρόπως προσκείμενοι, καὶ ταῖς τῶν ἁγίων φωναῖς ἐπιψηφιζόμενοι τὴν ἀλήθειαν. {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Τί δὲ οὐχὶ κἀκεῖνο πρὸς τούτοις ἡγησόμεθα στυγητὸν, μοῖράν τε εἶναί φαμεν Ἑλληνικῆς ἀθεότητος, τό τε περικαθαίρεσθαι φιλεῖν τάχα που πυρὶ καὶ ὕδατι, καὶ ἑτέροις τισὶ τοιούτοις τρόποις; {ΠΑΛΛ.} Καὶ μάλιστά γε. Τοιγάρτοι καὶ θεῖον ἔφη χρησμῴδημα σαφῶς· «Οὐχ εὑρεθήσεται ἐν σοὶ περικαθαίρων τὸν υἱὸν αὐτοῦ ἢ τὴν θυγατέρα αὐτοῦ ἐν πυρί.» {ΚΥΡ.} Ὡς εὖ γε ἡμῖν ὁ νόμος προσεφώνει ταυτὶ, καὶ ἀπέφησε τὸ δρᾷν! Εἰκαιότητος γὰρ οἶμαι τὸ χρῆμα μεστὸν, καὶ λογισμοῦ τητώμενον τοῦ παναρίστου καὶ σοφοῦ· ὀνήσει γὰρ κατὰ τίνα δὴ τρόπον ἡ πυρὸς ἡμᾶς φύσις; καὶ δᾷδες ἐν κύκλῳ περιθέουσαι πῶς ἂν ἐξέλοιντο τὸν ἡμαρτηκότα; Χαλκοῦ μὲν γὰρ ἤγουν ἑτέρας τοιαύτης τινὸς ὕλης, ἐκτήκει τὸν ῥύπον ἡ πυρὸς βολή. Νοῦ δὲ καὶ ψυχῆς βεβήλωσιν, τίνα τρόπον ἀφανιεῖ; Ἆρ' οὖν, οὐ γέλωτος ἤδη ταυτὶ, καὶ φληνάφων ἐννοιῶν εὑρέματα; {ΠΑΛΛ.} Παντάπασι μὲν οὖν. {ΚΥΡ.} Φαίην δ' ἂν ὡς ἥδιστα τοῖς Ἑλλήνων λογάσιν, οἳ τῶν τοιούτων αἰσχρῶν ἐπιτηδευμάτων εὑρεταὶ γεγόνασι, καὶ τοῖς ἄλλοις εἰσηγηταί· Τί δὴ ἄρα δρῶντες, ὦ γενναῖοι καὶ σοφοὶ, τὸν μὲν Τιτυὸν ἐκεῖνον, ὃν ἐκφύναι λέγετε γῆς, εἰς ᾅδου κολάζετε, γῦπας αὐτῷ περιιστάντες τῶν ἡπάτων δαιτυμόνας, ὥραν ὅτι γυναίου τεθαυμακὼς ἠῤῥώστησε τὴν ἐπιθυμίαν; Ταντάλῳ δὲ λίθον ἐπηρτῆσθαί φατε, καὶ γλώττης αὐτὸν ἀκολάστου εἰσπράττεσθαι δίκας μυθολογεῖτε τοῖς νέοις; κύκλου δὲ μακραῖς καὶ ἀεικινήτοις περιστροφαῖς, τὸν Ἰξίονα καταδήσαντες, ποινὴν ἀνατλῆναι ἐπὶ τῷδέ φατε, τοῖς ἐξ ἀπάτης ὑμῶν οὐκ ἀπᾴδουσαν θεοῖς, σφᾶς δὲ αὐτοὺς καὶ ἑτέρους καίτοι δεινοῖς καὶ ἐκτοπωτάτοις ἐναλόντας κακοῖς, πυρὶ καὶ θαλλοῖς ἀπαλλάττετε, καθάπερ οἴεσθέ που, καὶ τῶν ἐγκλημάτων χαρίζεσθε τὴν ἀπόνιψιν, καί τοι ἄγαν κατεγνωσμένοις. Τιτυῷ δὲ, εἰπέ μοι, καὶ τοῖς ἀρτίως ὠνομασμένοις, τὸ ἐν ἐνδείᾳ τάχα που γενέσθαι πυρὸς, σκληρὰν καὶ ἀδιεξίτητον ἐπίθετε δίκην; Καὶ μὴν ὅ γε καθ' ὑμᾶς κλεπτίστατος καὶ πυρὸς ἀνθρώποις διακομιστὴς, τὸν Προμηθέα λέγω, εἴ τίς περ ὅλως κἀκεῖνος ἦν, τὴν πυρὸς ἐπλούτει χρῆσιν, καὶ πρό γε τῶν ἄλλων· ἀῤῥήκτοις δὲ καὶ αὐτὸν ἐνειλῆφθαι δεσμοῖς οἱ παρ' ὑμῖν ᾄδουσι μῦθοι· καὶ μὴν καὶ γαμψώνυχας ἐπιπτῆναι αἰγυπιοὺς λέγουσι, καθάπερ ἀμέλει καὶ Τιτυῷ, δεινοὺς καὶ ἀγρίους τοὺς κολαστάς. ∆ότε δὴ, δότε τὴν διὰ πυρὸς κάθαρσιν, οὐχὶ δὴ μόνοις ἐκείνοις, ἀλλ' εἰ καί τινες ὑμῶν ἢ θυγατράσιν ἑτέρων, ἢ γυναιξὶν ἐπιμαίνοιντο, δρῶντες ἃ μὴ θέμις, καὶ οὗτοι πυρὶ τῆς αἰτίας ἀπηλλαγμένοι, συνδιαφευγόντων τοῖς πταίσμασι τὰς γραφάς· ἀλλ' ἐφ' ἑτέροις μὲν εὐθὺς δικαστήρια καὶ γραφαὶ, καὶ ἡ τῶν νόμων σαλεύεται μισοπονηρία, ἑαυτοὺς δὲ τὴν πάναισχρον καὶ δυσώδη ζωὴν ἀδιακρίτως ἐπιτηδεύοντας, παντὸς ἀπαλλάττειν οἴεσθε μολυσμοῦ, ψυχροῖς καὶ μειρακιώδεσιν ἀθύρμασιν ἐξηπατημένοι, καὶ ὑπηρέτας εἰς τοῦτο λαμβάνοντες τοὺς ὅτι μάλιστα τῶν ἄλλων μυσαρωτάτους· οἳ καὶ ὁμοῦ τῷ σχήματι, τὸν ἀνδροπρεπῆ μεθέντες λόγον, καταβιβάζονται πρὸς τὰ γυναικῶν ἤθη τε καὶ τρόπους σώματά τε καὶ γνώμας. Εἶτα τίνα τρόπον ὁ τοιοῦτος ἀφαγνιεῖ; διακείμενοι γὰρ ὡδὶ, τοιόνδε τι δράσετε, ὡς εἰ καὶ τὸ τυχόν τις ἐδόκει καταμυρίζεσθαι μὲν, βορβόρῳ δέ τῳ ἀκοσμοτάτῳ κατακεχρισμένος, εἶτα κατορθοῦν οἴοιτο καὶ σφόδρα καλῶς τό γε εἰς νοῦν ἧκον αὐτῷ. {ΠΑΛΛ.} Εὖ λέγεις· καὶ συναινέσαιμι ἂν ἀληθῆ λέγοντί σοι. {ΚΥΡ.} Καὶ παρίημι μὲν τὴν ἔν γε τούτῳ μωρίαν, καὶ σιγήσω τέως τοὺς τῆς καθάρσεως ὑπουργοὺς, ἐπ' αὐτὸ δὲ εἶμι τὸ χρῆμα πάλιν· καὶ δὴ καὶ ἐρῶ, ὡς ἀνούστατά τε καὶ ἀμαθέστατα βιοῦν ἑλομένους, καταφωράσαιτό τις ἂν τοὺς τῶν δαιμονίων προσκυνητὰς, καὶ μήτε τὸν τοῦ ἐκσμήξασθαι νοοῦντας τρόπον, μήτε μὴν ἠκριβωκότας, ὅ τί ποτέ ἐστι κατὰ ἀλήθειαν μολυσμὸς καὶ βεβήλωσις· μοιχεῖαί τε γὰρ καὶ τὰ ἔτι τούτων ἀγριώτερα πάθη, ἀῤῥενομιξίαι καὶ φόνοι, καταλαλιαὶ καὶ φθόνοι, ψευδομαντεῖαι καὶ δόλοι, ἀπάτη καὶ ψευδορκία, κηλίδες ἂν εἶεν καὶ μολυσμοὶ ψυχὴν καὶ σῶμα καταμιαίνουσαι, καὶ δυσαπόνιπτον ἔχουσαι τὴν ἐκβολήν. Ἀλλὰ ταυτὶ μὲν οὔτε πῦρ, οὔτ' ἂν ὑδάτων πηγαὶ διασμήξειαν. Παρέντες δὲ, οἶμαί που, καὶ τὸ εἰδέναι μόνον, ὅτι σπιλοῦσι ψυχὴν, καὶ δυσωδίας ἔμπλεω ἀποτελοῦσι τὸν νοῦν, νεκρῶν ἀποφοιτῶσι σωμάτων, καὶ καταμυσάττονται τὸ κατεφθαρμένον, τοὺς τῆς φύσεως ἀτιμάζοντες νόμους. Καὶ μὴν καὶ ἐδωδίμων ὧν ἂν ἕλοιντο κατὰ σφᾶς αὐτοὺς συνετῶς καταγινώσκουσι, κἂν εἰ συμβαίη τυχὸν, καὶ οὐχ ἑκόντας θίγειν, εὐθὺς ἀναθρώσκοντες ἐπὶ τὴν διὰ πυρὸς ἢ ὕδατος ἴενται κάθαρσιν, ὡς ἂν εἰ μόνον ἀπόσχοιντο τούτων, ἅγιοί τε καὶ εἰλικρινεῖς ἐσόμενοι. Ἥττηνται γὰρ ὧδε τῆς δόξης, καὶ ἐξεστήκασι φρενῶν, ἐφ' οἷς ἂν λέγοιτο καὶ σφόδρα εἰκότως· «Οὐαὶ ὑμῖν, ἐξήνιοί τε καὶ ἀμαθεῖς, διυλίζοντες τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπίνοντες.» Λόγου γὰρ ἀξιοῦντες οὐδενὸς τό γε ὡς ἀληθῶς καταμολύνειν εἰδὸς, καταπεφρίκασι περιττῶς τὰ ἐφ' οἷς ἄν τις οὐδὲν ὑπομένει τὸ βλάβος. Ὥστε καὶ εἴ τις αὐτῶν ἐπὶ τύμβον ἴοι, καὶ τοῖς τῶν τεθνεώτων ἐμβάλλοι σήμασιν, ἱμάτιον ἀποβαλὼν, ψιλοῦται τὴν κεφαλὴν, καὶ αὐτὴν ἀποκείρων ὡς μεμολυσμένην τὴν τρίχα, ὧν ὅτι προσῆκεν ἀποφοιτᾷν καὶ παραιτεῖσθαι τὴν μίμησιν, ὁ θεῖος ἡμᾶς ἐπαίδευσε νόμος. Ἔφη γὰρ πάλιν· «Οὐ φοιβήσετε, οὐκ ἐπιθήσετε φαλάκρωμα ἐπὶ νεκρῷ, ἀνὰ μέσον ὀφθαλμῶν ὑμῶν.» Ἑλλήνων γὰρ οἱ λογάδες, Ἀπόλ-λωνα μυθολογοῦσι θεὸν, ὃν καὶ Φοῖβον ὀνομάζουσι, τουτέστι, καθαρὸν καὶ ἀμίαντον. Τὸν αὐτὸν δὲ εἶναι τῷ ἡλίῳ φασί. Φοιβάζειν οὖν ἔφασκον, καὶ φοιβᾶσθαι πάλιν, κατὰ συνήθειαν τὴν Ἑλληνικὴν, τὸ καθαίρειν τε καὶ καθαίρεσθαι, κατά γε τὸ αὐτοῖς δοκοῦν, καὶ τοὺς παρὰ σφίσιν αὐτοῖς νόμους. Ἀπείργει δὴ οὖν ἡμᾶς τὸ θεῖον χρησμῴδημα τῶν οὕτως αἰσχρῶν καὶ ἀκαλλεστάτων ἐπιτηδευμάτων. Οὐ γάρτοι προσήκει μολυσμὸν ἡγεῖσθαι ψυχῆς, τὸν τῶν σωμάτων θάνατον, οὔτε μὴν οἴεσθαι ταῖς τῶν ὁρώντων καρδίαις ἐναπομάττεσθαι ῥύπον, τὴν ἐπὶ νεκρῷ θέαν, οὐδ' αὖ ἐπὶ τῷδε προσήκει τὴν τρίχα ψιλοῦν. Κομιδῆ γὰρ ἕωλον καὶ τῆς χαμαιζήλου δόξης τὸ χρῆμα μεστόν. Εὖ γε δὴ οὖν ὁ νόμος τὸ, «Οὐ φοιβήσετε,» φησίν· οὐ γὰρ ἡ τοιάδε κάθαρσις ὀνήσει ψυχὴν, ἀδικεῖ δὲ μᾶλλον, καὶ τὴν γνῶσιν παραιρουμένη τῆς ἐπωφελεστάτης ὁδοῦ, καὶ τῆς τοῦ συμφέροντος ἀποκομίζουσα θήρας. Σκεψώμεθα γὰρ ὡδί· Νόμοι παρ' ἡμῖν τῶν ἐπὶ γῆς κρατούντων εἰσὶ, τὰ πρακτέα καὶ μὴ, τοῖς ἁπανταχοῦ βραβεύοντές τε καὶ ἀποφάσκοντες· ἀλλ' οὐκ ἄν τις δύναιτο διαφυγεῖν τὰς ἐπὶ ταῖς παραβάσεσι δίκας, μὴ οὐχὶ τὸ ἀνεῖσθαι δεῖν τῆς βασιλέως ἡμερότητος ἐφιείσης αὐτῷ. Κατὰ τὸν ἴσον γοῦν τρόπον, ὁ τῶν θείων ἀλογήσας νόμων, οὐκ ἂν γένοιτο καθαρὸς, μὴ οὐχὶ θείῳ νεύματι τὸ χρῆμα πεπλουτηκώς. Εἰ μὲν γὰρ πυρὸς ἢ ὕδατος παραβεβήκαμεν νόμους, καὶ ὁ τῆς ἁμαρτίας λόγος εἰς ἐκεῖνα βλέπει, ἀπονιπτέτω τὸ ὕδωρ τὴν γραφὴν, κατατηκέτω τὸν ῥύπον τὸ πῦρ, καὶ ἀνιέντων ἐπ' ἐξουσίας, οἷς ἂν ἕλοιντο τὰ ἐγκλήματα εἰ δὲ ἀληθὴς ὁ λέγων πρὸς τὸν Θεόν· «Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα,» εἷς γὰρ ὁ νομοθέτης καὶ κριτὴς, ἀνθ' ὅτου μεθέντες τὸν τοῦ κολάσαι τε καὶ ἀνεῖναι κύριον, εἰς γραοπρεπεῖς ἐννοίας κατολισθαίνουσι, πυρὶ καὶ ὕδατι νέμοντες τὸ ἀπαλλάττειν δύνασθαι τῶν αἰτιαμάτων αὐτούς. Ἄπαγε τῆς δυσβουλίας, ἄνθρωπε, πρόσιθι μόνῳ τῷ κατὰ φύσιν Θεῷ, καὶ ἀκούσῃ λέγοντος εὐθύς· «Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου ἕνεκα ἐμοῦ, καὶ οὐ μνησθήσομαι.» Αὕτη κάθαρσις ἀληθής· τοῦτο λαμπρότης ἡ πνευματική· διεσμήγμεθα γὰρ ἡμεῖς, πίστει τῇ εἰς Χριστὸν κεκερδακότες τῆς ἁμαρτίας τὴν ἄφεσιν, ἡγιασμένοι δὲ τῷ λουτρῷ τῆς παλιγγενεσίας, καὶ τὴν θείαν ἑαυτοὺς καταπλουτίσαντες χάριν, τὴν τοῦ θείου Πνεύματος, ὃ καὶ πυρὸς δίκην, οἷά τινα συρφετὸν τὸν ταῖς ἡμετέραις διανοίαις ἐγκατασκήψαντα δαπανᾷ μολυσμόν. Ἐν Πνεύματι γὰρ ἁγίῳ καὶ πυρὶ βεβαπτίσθαι ἡμᾶς φησι ταύτῃτοι δικαίως ἡ θεόπνευστος Γραφή. {ΠΑΛΛ.} Ἐν μοίρᾳ δὴ οὖν εἰδωλολατρείας λογιούμεθά που καὶ τὴν ἐπὶ τῷδε πλάνησιν; {ΚΥΡ.} Πάνυ μὲν οὖν. Ἀθεότητος γὰρ τὸ χρῆμα μεστόν. Συντάξαιτο δὲ τούτοις καὶ ἐπαριθμοῖτο ἂν εἰκότως, τὸ οἴεσθαι τὰ ἀνθρώπινα τοῖς ἑτέρων διοικεῖσθαι νεύμασιν, καὶ τῶν καθ' ἡμᾶς ἀνῆφθαι τὴν ἐξουσίαν οὐχ ἡμᾶς αὐτοὺς, ἀλλ' οὓς ἂν ἕλοιντο μυθοπλαστεῖν οἱ τῶν οὕτως ἀπιθάνων δογμάτων εὑρεταί. Εἱμαρμένην γὰρ καὶ Τύχην καὶ Γένεσιν, οὐκ οἶδα ὅπως οἰακοστρόφους ὥσπερ τινὰς ἐφιστάντες τῷ βίῳ, ἕκαστον μὲν ἡμῶν οὐκ εἶναί φασι τῶν πρακτέων θελητὴν ἢ κύριον· ἄγεσθαι δὲ καθάπερ ἐξ ἀναγκαίου δεσμοῦ πρὸς τὸ τοῖς κρατοῦσι δοκοῦν. Εἶτα τί ἂν γένοιτό ποτε τοῦ τοιοῦδε ἀλογώτερον; πῶς δ' ἂν μειζόνων ἠδίκησεν ὁ Σατανᾶς τὸ τῶν ἀνθρώπων γένος, ἢ ὅτε προσῆκεν ὧδε φρονεῖν καὶ διαλογίζεσθαι διαθείς; πῶς γὰρ ἂν ἔτι βουλεύσαιτο τὰ χρηστὰ, καὶ ἐθελουργὸς ἐπ' αὐτά τις ἴοι ποτέ; Γεγονὼς δὲ καὶ ἐν τοῖς αἰσχίοσι, καὶ πεφρονηκὼς ἃ μὴ χρὴ, πῶς ἂν ἑαυτὸν αἰτιῷτο καὶ κατατήξας ταῖς λύπαις τὰ ἀμείνω μεταβουλεύσαιτο φρονεῖν τε καὶ δρᾷν; Ὥσπερ γὰρ τοῖς τὴν θάλατταν διᾴττουσι καὶ διαπλεῖν ᾑρημένοις πᾶσά πως τοῖς ἐκ πρύμνης ἄγεσθαι ἀνάγκη πνεύμασι, καὶ καταβιάζεσθαι πανταχῆ πρὸς τὸ τῷ συνωθοῦντι δοκοῦν· οὕτω που πάντως καὶ ἡμῖν αὐτοῖς παραχωρεῖν ἀναγκαῖον, ἐφ' ὅπερ ἂν ἕλοιτο διακομίζειν ἡ Τύχη, καὶ τὰ δυσδιάφυκτα κατ' ἐκείνους τῆς Εἰμαρμένης πνεύματα. Ἢ οὐκ ὀρθῶς εἰρῆσθαι ταυτὶ καὶ αὐτὸς οἰήσῃ πάλιν; {ΠΑΛΛ.} Πῶς γὰρ οὔ; {ΚΥΡ.} Οὐκοῦν ἠλίθιον κομιδῆ, τὸν μὲν ἀγαθὸν καὶ ἐπιεικῆ στεφανοῦν ἐπαίνοις, καὶ τιμῆς ἀξιοῦν, τὸν δὲ πονηρὸν καὶ ἀκόλαστον βδελυρὸν ἡγεῖσθαι καὶ διεπτυσμένον. {ΠΑΛΛ.} Τίνα φῂς τρόπον; {ΚΥΡ.} Ὅτι, ὦ Παλλάδιε, Γένεσίς τε καὶ Τύχη νενικήκασι κατ' αὐτοὺς, καὶ ἀνεθελήτως ἐπ' ἄμφω τὸ τρισάθλιον τῶν ἐπὶ τῆς γῆς ἀποφέρουσι γένος. Ἐθελούσιον δὲ παρ' ἡμῖν οὐδέν. Ἢ γὰρ οὐχὶ τὸ πε-φυκός τι κινεῖν καὶ δυνάμενον, αἴτιον ἂν εἴη τοῦ κινεῖσθαι τοῖς παρ' αὐτοῦ κινουμένοις; {ΠΑΛΛ.} Φημί. {ΚΥΡ.} Ἴθι οὖν διά γε τῶν ἴσων ἐννοιῶν ἐπὶ τὰ ἀνθρώπινα, καὶ ἀναμέτρει τὰ καθ' ἡμᾶς, καὶ ἵν' ἐσμὲν κακοῦ περιαθρήσῃς εὖ μάλα, εἰ μὴ ταῖς ἑαυτῶν ἐθελουσίοις ῥοπαῖς, ἢ τὰν, ἢ ἐπὶ τὰν ἴμεν τε καὶ διασπεύδομεν, κεκρατήμεθα δὲ ὥσπερ καὶ ὑπενηνέγμεθα τοῖς ἑτέρων ζυγοῖς ἄγειν τε καὶ φέρειν τὰ καθ' ἡμᾶς, ᾗπερ ἂν ἕλοιντο, δυναμένοις. Τὰ εἰκότα γὰρ ἤδη φρονοῦντες, ἑαυτοῖς μὲν ἔτι τῶν πρακτέων ἀναθήσομεν οὐδὲν, ἀνάψομεν δὲ μᾶλλον τὰς ἐφ' ἅπασιν αἰτίας, τοῖς ἐφ' ὁτιοῦν τῶν κατὰ γνώμην αὐτοῖς πηδαλιουχεῖν εἰωθόσιν. Ἀφεστήξει δὴ οὖν ὥσπερ ἐπαίνου παντὸς ὁ δίκαιος, οὕτω καὶ ποινῆς ὁ ἄδικος, καὶ τοῦ κολάζεσθαι δεῖν. {ΠΑΛΛ.} Ὀρθότατα διανοῇ. {ΚΥΡ.} Εἰκῆ τοιγαροῦν θαυμάζουσιν οἱ τῶν τοιούτων δογμάτων εὑρεταὶ Σόλωνά τε τὸν Ἀθήνῃσι, ∆ράκοντά τε καὶ Λυκοῦργον, ὡς παγκάλων μαθημάτων εἰσηγητὰς, καὶ νόμους τοῖς Ἕλλησι τοὺς ἀρίστους ἐξευρηκότας. Ποία γὰρ ἐκ τοῦδε λοιπὸν ἡ ὄνησις, εἰ μηδὲν ἐφ' ἡμῖν, ἀνῆπται δὲ μᾶλλον τὰ ἡμῶν ἑτέροις; ἐν ἴσῳ δέ που καὶ ἐν ὁμοίῳ λοιπὸν, τοῖς τοὺς νόμους εἰδόσι, καὶ ὁ τούτους ἠγνοηκὼς, εἰ μὴ μέτεστι δρᾷν τοῖς ἐθέλουσιν ἐλευθέρως, ἃ ἂν ἕλοιντο τυχὸν, ἀδικωτάτους δὲ λίαν τοὺς τῶν νόμων ὑφηγητὰς γενέσθαι φημὶ, καί τοι πλείστην ὅσην δόξαν δικαιοσύνης ἐφ' ἑαυτοῖς ᾑρημένους. Χρῆναι γὰρ δὴ νενομοθετήκασιν, οὐκ οἶδ' ὅπως, τοὺς ῥᾳθυμοῦντας κολάζεσθαι, καὶ πικρὰς τῆς παραβάσεως ἀποτιννύναι δίκας, κανόνας δὲ ὥσπερ τοῖς νέοις καὶ παιδαγωγίας τρόπους ἀξιεπαινετωτάτους παραδεδώκασιν, ἢ ὡς ὂν ἐφ' ἡμῖν αὐτοῖς, τὸ διαβιοῦν ἑλέσθαι σεμνῶς, ἢ οὐκ οἶδ' ὅ τι πεφρονηκότες. Φαίη δ' ἂν, οἶμαι, τίς· Εὖγε, ὦ Σόλων, ἐνομοθέτεις τοῖς τότε· ἀλλ' ἔδει που πάντως προσαναπείθειν τὴν Εἱμαρμένην ἐφεῖναι τοῖς νομοθετουμένοις ἃ ἂν βούλοιντο φρονεῖν τε καὶ δρᾷν. Ἐνομοθέτεις δὲ οὐ πεπεικώς· ἐγέλας δέ που τάχα καὶ αὐτὸς τὸν μῦθον, καὶ κυρίους ἠπίστασο τῶν πρακτέων ἡμᾶς, τήν τε ἄδικον καὶ τυφλὴν τῶν ἀνθρωπίνων πραγμάτων ἀπεσόβεις Τύχην· ἢ γὰρ οὐκ ἂν ᾤου δεῖν, ἄριστον μὲν εἶναι πολίτην ὑπονοεῖν, τὸν εὐσεβῆ τε καὶ νομοφύλακα, καὶ τῆς εἰς ἄκρον ἐπιεικείας ἀνῆρθαι τὴν δόξαν, ἀχρεῖον δὲ αὖ καὶ τοῖς αἰσχίστοις ἐναριθμούμενον, τὸν ἐῤῥῶσθαι φράζοντα τοῖς εἰς ὀρθότητα συμβουλεύσουσι διᾴττειν νόμοις; {ΠΑΛΛ.} Ἀστειότατά τε καὶ σφόδρα καλῶς ἔφης. {ΚΥΡ.} Τί δὲ, ὦ φιλότης; οὐχὶ τὰς παιδαγωγίας καὶ τὰς ὑποθήκας, καὶ μὴν καὶ προκλήσεις τὰς ἐπ' ἀρετὴν, ἅσπερ ἂν ποιοῖντο πατέρες μὲν ἐφ' υἱοῖς, διδάσκαλοι δὲ ὁμιληταῖς, εἰκαίας εἶναι φήσομεν, εἰ καταστείχειν ἀνάγκη τὴν οὐ κατὰ γνώμην ὁδὸν, καὶ βίου τρίβον ἰέναι τὴν ἀνεθέλητον ἔσθ' ὅτε; {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Εἰ δὲ δὴ καὶ παισὶν ἰδίοις, ἤγουν ἑτέροις τισὶ πεπλημμεληκόσιν ἐποτρύνοιτό τις καὶ ὀρθὴν ποιεῖται τὴν ἐπίπληξιν, ἐπαινέσαις ἂν τὸν τοιοῦτον αὐτὸς, ἢ ἄδικον λογιῇ, τοὺς μὲν ἁπάντων ἡμῖν τῶν κακῶν αἰτίους ἀνεπιτιμήτους ἐᾷν οὐκ οἶδ' ὅπως ᾑρημένους, τούς γε μὴν, ἀνεθελήτως τε καὶ ἐξ ἀνάγκης ἐπὶ ταῦτα ἠγμένους ὑποφέρειν ταῖς δίκαις; {ΠΑΛΛ.} Ἔοικε. Πολὺ γὰρ ἔχει τὸ πιθανὸν ὁ λόγος. {ΚΥΡ.} Ἔμπλεως δὲ ὅτι δυσσεβείας αὐτοῖς τῆς ἐσχάτης ἡ τοιάδε δόξα, κἀντεῦθεν εἴσῃ τοι· τὸν γὰρ τοῦδε τοῦ παντὸς οἰακοστρόφον ὥσπερ τινὰ καὶ ἐπιστάτην Θεὸν, τῆς ἐνούσης αὐτῷ κατασείοντες δόξης, καὶ εἰς τοῦτο λοιπὸν ἰόντες θράσους, ὡς τῶν ἰδίων εἰσάπαν ἀλλοτριοῦν αὐχημάτων αὐτὸν, ψήφοις ἰδίαις αὐτοὶ τὸ τῶν καθ' ἡμᾶς ἀπονέμουσι κράτος, τοῖς εἰς νοῦν ἥκουσιν ἁπλῶς· καί τοι τὴν κτίσιν ἅπασαν οὐκ ἀνεπιστατήτοις κινήμασι φερομένην ὁρῶντες εἰς τὰ οἰκεῖα. Τί γὰρ οὐκ ἐν κόσμῳ πράττεται τῶν περὶ τὴν κτίσιν; τί δὲ τῶν ὄντων οὐχὶ τὴν ἰδίαν τετήρηκε τάξιν, καὶ μονονουχὶ τὸν ταξίαρχον ἀναφωνεῖ; καὶ ὅτι νόμοις ὑπέζευκται βοᾷ καὶ νεύμασι διοικεῖται τοῖς τοῦ κρατεῖν ἰσχύοντος, φημὶ δὴ Θεοῦ. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Παῦλος· «Τὰ γὰρ ἀόρατα αὐτοῦ,» φησὶν, «ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους· διότι γνόντες τὸν Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν, ἀλλ' ἐματαιώθησαν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες, εἶναι σοφοὶ ἐμωράνθησαν.» Πῶς γὰρ οὐκ ἐμωράνθησαν ἕτερ' ἄττα παρά τε τὸ ἔχον ὀρθῶς, σφίσι τε αὐτοῖς καὶ μὴν καὶ ἑτέροις φρονεῖν συμβουλεύοντες· Καίτοι τί δή ποτε φαίη τις ἂν τοῖς οὕτως ἀθλίοις ἐπινήχεσθαι λογισμοῖς, μηδὲ αὐτοῖς ἁνδάνοντος τοῖς παρ' ὑμῖν ποιηταῖς τοῦ μύθου; Ἀνῆφθαι γὰρ δὴ τῶν πρακτέων τὰς οἰκονομίας, οὐχ ἑτέρους τινὰς, ἀλλ' ἡμᾶς αὐτοὺς εὖ ἔχειν ἐδόκει. Καὶ γοῦν Ὅμηρος μὲν, ἐν οἰκείοις ποιήμασι, τὸν πανάριστον ὑμῶν καὶ ὕπατον ∆ία τοῖς ἑτέροις ἔφη προσδιειλέχθαι δαίμοσι περὶ τῆς Αἰγίσθου μοιχείας, καὶ τῆς ἐπὶ τῷδε ποινῆς· Ὦ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται! Ἐξ ἡμέων γάρ φασι κάκ' ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ Σφίσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε' ἔχουσιν. Ἀνθ' ὅτου γὰρ δὴ, φησὶν, ἐπαιτιῶνταί τινες τοὺς θεοὺς ὡς παρ' αὐτῶν ἔχοντες τὰ κακὰ, καὶ οὐχὶ δὴ μᾶλλον τῆς σφῶν αὐτῶν ἁμαρτίας κατακεκράγασιν, ὡς ἐνιείσης αὐτοὺς συμφοραῖς, καὶ ταῖς ὑπὲρ μόρον, τουτέστι, καὶ ταῖς ὑπὲρ Εἰμαρμένην, ἤτοι τὸ τῇ Εἱμαρμένῃ δοκοῦν. Οὐκοῦν εἴπερ ἕλοιτό τις διαβιῶναι μὲν ὀρθῶς, εὐβουλοτάτας δὲ καὶ ἐπιεικεστάτας τὰς ἐν τῷδε τῷ βίῳ ποιεῖσθαι διατριβὰς, ὀρθοποδήσει τε καὶ διανήξεται τὰ δεινὰ, γνώμης ἔχων ὀρθῆς καὶ ἀδιαστρόφου καρπὸν, τὸ μὴ ἐναλῶναι κακοῖς· καὶ ἀληθὴς ὁ λόγος. Ἐφ' ἡμῖν γὰρ αὐτοῖς ἐστι, τὸ ἐπ' ἄμφω βλέπειν, πρός τε τὸ ἀγαθόν φημι καὶ τὸ ἐναντίον· καὶ οἱ μὲν ἐν λόγῳ πεποιημένοι, τὸ θαυμάζεσθαι πεφυκὸς καὶ τὴν εἰς ὀρθότητα τρίβον, ἐν καλῷ γενήσονται τῆς ἀρετῆς· οἱ δὲ ἀποκλίνοντες εἰς τὸ ἐναντίον, καὶ τῶν ἀμεινόνων προθέντες τὸ ἀδικοῦν, αὐτοὶ τὴν ἰδίαν καταφθείροντες ζωὴν, ἁλοῖεν ἂν αὐθένται τινὲς καὶ ὀλετῆρες δεινοὶ τῆς σφῶν αὐτῶν κεφαλῆς ἐξεληλεγμένοι. Ὅτι δὲ ἐφ' ἡμῖν αὐτοῖς τὸ ἐπ' ἄμφω βλέπειν κείσεται, καθάπερ ἔφην ἀρτίως, καὶ ἀναπεπτωκότες εἰς ἡδονὰς, τῆς τῶν συμφερόντων διαμαρτάνομεν θήρας, σαφὲς ἂν γένοιτο, διαβοῶντος ἑτέρου τῶν παρ' αὐτοῖς ποιητῶν· Εὐριπίδης οὗτος ἦν. Γύναιον μὲν γὰρ ἐπὶ σκηνῆς ἀῤῥωστοῦν ἐποίει τὴν ἀκόλαστον ἡδονὴν, εἶτα οὐκ οἶδ' ὅπως φιλοσοφοῦν ἔδειξε, καὶ λέγον· Τροιζήνιαι γυναῖκες, αἳ τόδ' ἔσχατον Οἰκεῖτε χώρας Πελοπείας προνώπιον, Ἤδη ποτ' ἄλλως νυκτὸς ἐν μακρῷ χρόνῳ Θνητῶν ἐφρόντισ', ᾗ διέφθαρται βίος. Καί μοι δοκοῦσιν οὐ κατὰ γνώμης φύσιν Πράσσειν κάκιον· ἔστι γὰρ τὸ εὖ φρονεῖν Πολλοῖσιν. Ἀλλὰ τῇδε ἀθρητέον τόδε· Τὰ χρήστ' ἐπιστάμεθα καὶ γινώσκομεν, Οὐκ ἐκπονοῦμεν δὲ, οἱ μὲν ἀργίας ὕπο, Οἱ δ' ἡδονὴν προθέντες ἀντὶ τοῦ καλοῦ Ἄλλην τιν'. Εἰσὶ δ' ἡδοναὶ πολλαὶ βίου, Μακραί τε λέσχαι, καὶ σχολὴ, τερπνὸν κακόν. Συνίης ὅπως οὐ Τύχην, οὐ Γένεσιν, οὐχ Εἱμαρμένην τοῖς ἀρχαιοτέροις αἰτιᾶσθαι δοκεῖ, ὡς ἐξωθοῦσαν ἡμᾶς σὺν βίᾳ τῆς ἐγνωσμένης ὀρθότητος, καὶ ὧν ἂν μάθοιμεν εἶναι χρηστῶν; ∆ιέφθαρται γὰρ ὁ βίος τῶν ἐπὶ τῆς γῆς, φησὶν, οὐ κατὰ γνώμης φύσιν, τουτέστιν, οὐχ ὅτι πονηρὰν ἔχουσι κατὰ φύσιν τὴν γνώμην· ἀλλ' ὅτι μὴ ἐκπονεῖν ἐθέλουσι τὰ ἐγνωσμένα χρηστά. Καὶ τίς ἡ τοῦδε πρόφασις· Ἢ γὰρ ὄκνος, φησὶν, ἐπέδησε πρὸς ἀργίαν, ἤ τις τῶν κατὰ τὸν βίον ἡδονῶν ἀντεισδραμοῦσα, φησὶ, καὶ τοῦ συμφέροντος ἀντανίσχουσα, τῆς τῶν ἀναγκαίων ἀπεκόμιζε θήρας, καὶ ἀπεβουκόλησε τὸν νοῦν, λειοτέραν ἀποφαίνουσα τὴν εἰς ῥᾳθυμίαν ὁδόν. Μυρία δὲ ἂν τούτοις ἐπεσωρεύσαμεν τῶν παρ' αὐτοῖς, καὶ ῥᾷστά γε δή. Τὸ δὲ ἀποχρῶν, ὅτι τοῖς ἀκροωμένοις ἡδὺ, τίς ἂν ἐνδοιάσαι; τοιγάρτοι καὶ διωσόμεθα τοῦ λόγου τὸν ὄχλον. {ΠΑΛΛ.} Ὀρθῶς ἔφης. Ἀλλ' εἰ βούλει, φασὶ, ταῦτα δὴ μέθες. ∆ιανοοῦ δὲ ὅπως ἀπολογήσῃ σοφῶς, εἴπερ ἔροιντό τινες, τίς ἂν νοοῖτο τυχὸν ὁ λόγος τῆς ἐν ἡμῖν ἀνισότητος, καὶ τοῦ ἄνω τε καὶ κάτω παρ' ἀξίαν ἔσθ' ὅτε. Εὐημεροῦντα μὲν γὰρ καὶ πλουτοῦντα τὸν πονηρὸν καταθεῷτό τις ἂν, ἔν γε τοῖς ἐναντίοις γεγονότα πολλάκις τὸν ἐπιεικῆ, καὶ τῶν εἰς λῆξιν ἡκόντων ἐπαίνων ἔμπλεω. {ΚΥΡ.} ∆υσέποπτον ἀληθῶς καὶ δυσέφικτον κομιδῆ τὸ χρῆμά ἐστιν, ὦ Παλλάδιε, καὶ τὸ ταυτὶ δὴ βούλεσθαι πολυπραγμονεῖν φαίην ἂν ἔγωγε τῶν τῆς ἀνθρωπότητος μέτρων ἐπέκεινά τε καὶ ἀνωτάτω. Θείοις γὰρ κρίμασι παραχωρεῖν ἀναγκαῖον· καὶ εἴπερ ἑλοίμεθα φρονεῖν ὀρθῶς, μόνῳ δὴ, μόνῳ τῷ ὑπερτάτῳ καὶ ἀκηράτῳ νῷ τῆς οἰκονομίας τὴν γνῶσιν ἀνάπτοντες, πρὸς τὰ ἐν χερσὶ βαδιούμεθα, ἃ καὶ σὺν βίᾳ μόλις πρὸς ἡμῶν εὑρίσκεται, κατὰ τὰς Γραφάς. Ἐπειδὴ δὲ οἶμαι δεῖν κατὰ τὸ ἐγχωροῦν ἐπαμύνειν ἡμᾶς τῷ λόγῳ, φέρε καὶ ἡμεῖς ἐπ' ἐκεῖνο ἴωμεν. Ἕωλον ἀρτίως τῶν ἀθέων τὴν δόξαν ἀπηλέγχομεν, οὐκ ἐξαγωνίοις χρώμενοι λογισμοῖς, ἀλλ' ἐξ ἀναγκαίων ἐννοιῶν ἀποφαίνοντες, ὅτι τῆς ἀνθρώπου διανοίας οὐ γένεσις ἔχει τοὺς οἴακας, ἀλλ' οὐδ' Εἱμαρμένης ἡμῖν σκληρός τε καὶ δυσδιάφυκτος ἐπέῤῥιπται ζυγὸς, ἀλλ' ὅτι κυρία τῶν ἐν αἱρέσει πρακτέων ἡ ἑκάστου γνώμη, καὶ ἐφ' ἡμῖν αὐτοῖς τὸ ἑλέσθαι δρᾷν τὸ δοκοῦν, εἴτ' ἀγαθὸν, εἴτε φαῦλον. Καταλογισαίμην γὰρ ἔγωγε τῆς εὐημερίας τοὺς τρόπους κατά γε τὸ τοῖς ἱεροῖς Γράμμασιν εὖ ἔχειν ὑπειλημμένον, οὐκ ἐν οἷς τὸ βδελυρὸν καὶ γήϊνον δὴ τουτὶ σπαταλᾷ σαρκίον, ἀλλ' ἐφ' οἷς ἂν γένοιτο τῆς αἰωνίου ζωῆς μεταλαχεῖν δύνασθαι τὴν ὑπὲρ σῶμα ψυχήν· εἶεν δ' ἂν, οἶμαι, ταυτὶ, τὰ εἰς ἀρετὴν σπουδάσματα, καὶ ἡ ἐν πίστει τε καὶ ἔργοις λαμπρότης. Εἰ μὲν οὖν οὐ μέτεστι τοῖς ἐθέλουσι σωφρονεῖν, κἂν εἰ φαῦλοί τινες εἶεν, εἴτ' οὖν ἀγαθοὶ τοὺς τρόπους, ἡκόντων εἰς μέσον οἱ διελέγξοντες. Εἰ δὲ ἐν αἱρέσει κειμένου τοῦ κατορθοῦν ἐλευθέρως, ἃ ἂν βούλοιτό τις, καὶ ἐνὸν ἅπασι μετ' ἐξουσίας τὸ εὐημερεῖν ἑλέσθαι πνευματικῶς, καὶ τῆς ἄνωθεν εὐκλείας ἐν ἴσῳ μεταλαχεῖν, πλεονεκτοῦσί τινες, ἢ ἐν πλούτῳ τὰς ὑπεροχὰς, ἢ ἐν δοξαρίοις ἔχοντες κοσμικοῖς, μὴ τοῦτο ἡμᾶς πρὸς ἀθέους τινὰς καὶ τῆς ἀληθοῦς γνώσεως ἐκμεμοχλευμένας ἀποκομιζέτω δόξας, ὡς οἴεσθαι τοῖς καθ' ἡμᾶς, Εἱμαρμένης καὶ Τύχης ἐπιτεθεῖσθαι ζυγόν. Ἀλλὰ γραφέσθω μέν τις, εἰ βούλεται, τῶν ἐν πλούτῳ τὰς πλεονεξίας ἴδιον ὥσπερ πεποιημένων ἀγαθὸν, τὸ πᾶσι κοινὸν, εἰ λόγος ἀπῆν ὁ πλεονεξίας. Πολυπραγμονείτω δὲ μᾶλλον τοῦ πεποιηκότος τὴν βούλησιν· ἐν ἴσῃ γὰρ τάξει τὰ καθ' ἡμᾶς οἰκονομεῖσθαί τε καὶ ὁρᾶσθαι θέλων, πλουσίοις μὲν παραγγέλλει τὸν συναχθέντα πλοῦτον ἀπεμπολᾷν, καὶ ταῖς τῶν πτωχευομένων διανέμειν χρείαις, δόξης δὲ καὶ ὑπεροχῆς οὐκ ἐφίησιν ἐρᾷν. Ὅτι δὲ τὴν ἰσότητα τοῖς ἐπὶ γῆς βραβεύει Θεὸς, χαλεπὸν οὐδὲν συνιδεῖν καὶ ἐξ αὐτῆς ἡμᾶς τῆς τοῦ σώματος κατασκευῆς. Οὐ γὰρ οἶδεν ἡ φύσις, τὸν ἐν πενίᾳ καὶ πλούτῳ, τὸν δυσγενῆ καὶ λαμπρὸν, τὸν εὐγενῆ καὶ κατεῤῥιμμένον, καὶ τὸν ἐν δόξῃ τῇ κατὰ τόνδε τὸν βίον· ἀλλ' ἴση διὰ πάντων ἀπροσωπολήπτως ἔρχεται, τοῖς αὐτοῖς ἀποτελοῦσα μορίοις ἕκαστον εἰς τὸ ἀρτίως ἔχον σχῆμά τε καὶ κάλλος· καὶ μία μὲν ὁδὸς ἡ πάντων εἰς γένεσιν, μία δὲ ζωῆς ἀπόθεσις, οὐ τὸν μὲν ἀνιεῖσα βρόχων, τὸν δὲ εἴσω ποιουμένη τυχὸν, ἀλλὰ σκληρόν τε καὶ ἀνεξίτητον παντὶ τῷ πεποιημένῳ τὸ τέλος ἐπάγουσα. Ἆρ' οὖν, εἰπέ μοι, δυσκάτοπτον ἔτι, μᾶλλον δὲ οὐχὶ παντί τῳ λοιπὸν ἐναργὲς, ὅτι τῆς θείας βουλῆς ὁ σκοπὸς, τὸ ἐν ἰσότητι ζῇν τοὺς ἐπὶ γῆς; Ἄκουε δὲ λέγοντος, εἰ δοκεῖ, καὶ δι' ἑνὸς τῶν προφητῶν· «Οὐχὶ Θεὸς εἷς ἔκτισεν ἡμᾶς; οὐχὶ Πατὴρ εἷς πάντων ἡμῶν; τί ἐγκατελίπετε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ;» Οὐκοῦν εἰ τὸ τῷ πεποιηκότι δοκοῦν παραλύουσί τινες, ἐθελούσιον ἔχοντες ἐφ' ὅπερ ἂν ἕλοιντο τῶν πρακτέων τὴν ῥοπὴν (τετίμηκε γὰρ ἐλευθερίᾳ τὴν φύσιν ὁ ∆ημιουργὸς), οὐδὲν πρὸς τὸν λόγον, ἐπεί τοι καὶ νόμων τῶν καθ' ἡμᾶς ὑπερορῶσί τινες. Ἀλλ', οἶμαί γε δὴ, καταψέξειεν ἂν οὐδεὶς, εἴ γε νοῦν ἔχοι, τῶν νόμων τοὺς ὁριστὰς, ἐπαιτιῷτο δ' ἂν μᾶλλον καὶ σφόδρα εἰκότως τοὺς ὑπερφρονεῖν ἑλομένους τῶν ἀναγκαίων. Ὅταν τοίνυν πλημμελοῦντες λέγωσί τινες· Ἐδόκει που τάχα τῇ Τύχῃ, καὶ, Εἰμαρμένης ἦν οὗτος ἐπ' ἐμοὶ σκοπὸς, τίς ὁ λῆρος, ὦ οὗτοι, καὶ πρός γε ἡμῶν λελέξεται; Τί δὲ δὴ γράφεσθε τὸ μηδὲν, τῆς σφῶν αὐτῶν ἐλαφρίας οὐ κατεγνωκότες; Ἀλλ' ἥ γε θεία Γραφὴ παραφωνήσει τὸ ἀληθὲς τοῖς μὴ ὀρθοποδεῖν ᾑρημένοις· «Ἀφροσύνη ἀνδρὸς λυμανεῖται τὰς ὁδοὺς αὐτοῦ· τὸν δὲ Θεὸν αἰτιάσεται τῇ καρδίᾳ αὐτοῦ.» Ἀληθοῦς οὖν ἄρα διημαρτήκασι δόξης οἱ Γένεσίν τε καὶ Εἰμαρμένην καὶ Τύχην εὐδιαῤῥίπιστον τοῖς καθ' ἡμᾶς ἐπιστήσαντες, καὶ οὐχὶ δὴ μᾶλλον Θεῷ προσνέμοντες τὴν τῶν πραγμάτων οἰκονομίαν· καίτοι λέγοντος τοῦ Χριστοῦ· «Οὐχὶ δύο στρουθία ἀσσαρίου ἑνὸς πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν, ἄνευ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. Ὑμῶν δὲ αἱ τρίχες τῆς κεφαλῆς ἠριθμημέναι εἰσί. Μὴ οὖν φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε ὑμεῖς.» Προνοεῖ μὲν γὰρ τῶν ἐπὶ τῆς γῆς ὁ ∆ημιουργὸς, ἑκάστῳ γε μὴν ἐφίησι καὶ δρᾷν τὸ δοκοῦν, καὶ ἣν ἂν βούλοιτο βαδίζειν ὁδόν. Ἐπειδὴ δὲ ἠῤῥώστησε τὴν παρατροπὴν τὸ ἐπὶ τῆς γῆς γένος, νόμον εὐθὺς εἰς βοήθειαν δέδωκε, κατὰ τὸ γεγραμμένον. Σφαλερὸν οὖν ἄρα παντί τῳ λοιπὸν τὴν εἰς Χριστὸν πίστιν εἰσδεδεγμένῳ, καὶ τὴν ἀρχαίαν ἐκείνην διελάσαντι πλάνησιν, τὸ γραώδεσι μύθοις ἀποφέρεσθαι πρὸς ἃ μὴ δεῖ, καὶ τῆς ὑγιοῦς ἀποκομίζεσθαι δόξης, ὡς τόδε τὸ σύμπαν, ἤτοι τὸν ἄνθρωπον, ἡνιοχεῖν οἴεσθαι Τύχην τε καὶ Εἱμαρμένην, τὰς οὐκ οὔσας ὅλως. {ΠΑΛΛ.} Σφαλερώτατον. Καταθήξει γὰρ ἂν ὁ τοιοῦτος πάντη τε καὶ πάντως ἐφ' ἑαυτῷ τὸν κριτήν. {ΚΥΡ.} Τί δέ; οὐ πάναισχρον εἶναι φὴς καὶ ἀγχίθυρον ἀληθῶς τοῖς τοιοῖσδε κακοῖς τὸ ἡμέρας ἐπιτηρεῖν, καὶ ὥρας, καὶ καιροὺς, καὶ ἐνιαυτοὺς, αὖξίν τε καὶ φθίσιν τοῦ σεληνιακοῦ κύκλου; {ΠΑΛΛ.} Καὶ μάλα. Σαφέστατα γὰρ τοῖς ἐξ ἐθνῶν ἀνασεσωσμένοις ἔγκλημα ποιεῖται τὸ χρῆμα, λέγων ὁ θεσπέσιος Παῦλος· «Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεὸν, ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς· νῦν δὲ γνόντες τὸν Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλαι ἄνωθεν δουλεύειν θέλετε; ἡμέρας παρατηρεῖσθε, καὶ μῆνας, καὶ ἐνιαυτοὺς, καὶ καιρούς· φοβοῦμαι ὑμᾶς, μή πως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς.» {ΚΥΡ.} Ἡ ὡρῶν ἄρα καὶ ἡμερῶν ἐπιτήρησις, προσθείην δ' ἂν ὅτι καὶ ἡ καιρῶν, ἀνάρμοστος παντελῶς τοῖς τὸν ἕνα τε καὶ φύσει Θεὸν οὐκ ἠγνοηκόσι, μᾶλλον δὲ τοῖς ὑπ' αὐτοῦ διὰ πίστεως ἐγνωσμένοις, καὶ εἰς οἰκειότητα κεκλημένοις τὴν διὰ τῆς χάριτος· ὑπονοστεῖ γὰρ ἀνόπιν, τὸ ἐν Χριστῷ καύχημα μεθεὶς, ὁ τοῦτο δρᾷν ᾑρημένος· καὶ φιλελεύθερον μὲν οὐκέτι τὸν οἰκεῖον διεσώσατο νοῦν, φληνάφως δὲ μᾶλλον τὸν τῆς ἀρχαίας πλανήσεως ὑποτρέχει ζυγὸν, τοῖς τοῦ κόσμου στοιχείοις τιμὴν ἀπονέμων, ἥνπερ ἂν ἔχοι Θεὸς, καὶ ταῖς ἀνωτάτω στεφανῶν εὐκλείαις τὰ κεκλημένα πρὸς γένεσιν τοῖς τοῦ πεποιηκότος νεύμασι. Στοιχεῖα δὲ κόσμου φησὶ τὰ οἱονεὶ μόρια τοῦ παντὸς, καιρούς τε καὶ μῆνας, καὶ τὰς τούτων ἀναμετρήσεις, διά τε ὡρῶν καὶ ἡμερῶν ἀποτελουμέ νας. Συνεχῆ γὰρ ὄντα τὸν χρόνον, καὶ ἀείῤῥυτον ἔχοντα τὴν εἰς τὸ πρόσω φορὰν, ταῖς τῶν καιρῶν, ὡρῶν τε καὶ ἡμερῶν οἱονεί πως διὰ μέσον παρεγκοπαῖς καὶ ἀνακυκλήσεσι ταῖς εἰς αὖθις αὖ μέτροις τε καὶ ἀριθμοῖς ὑπέταξε Θεός. Ἔδει γὰρ, ἔδει τοῖς οὐκ ἄναρχον ἔχουσιν εἰς τὸ εἶναι διεκβολὴν, καὶ ὅσον οὐδέπω πρὸς τὸ τῆς ἰδίας ζωῆς ἀφιξομένοις τέλος, καὶ χρόνου τοῦ τοιοῦδε τυχὸν, ἀρχομένου τε, φημὶ, καὶ λήγοντος, καὶ τοῖς οὐκ οὖσιν ἀεὶ τὴν οἰκείαν ὥσπερ συγκαθιστάντος φύσιν. Εἰσκεκομισμένου τοιγαροῦν οὐδενὸς ἑτέρου τοῖς ἐπὶ τῆς γῆς διά τε καιρῶν, ὡρῶν τε καὶ ἡμερῶν, πλὴν ὅτι καὶ μόνης τῆς ἐν κύκλῳ διαδρομῆς καὶ ἀναμετρήσεως ἀκριβοῦς, τί μυθοπλαστοῦσί τινες ἃ καὶ γελοῖον ἐννοεῖν; καὶ τὰς μὲν τῶν ὡρῶν ἀγαθοεργοὺς, τὰς δὲ, οὐ τοιαύτας εἶναί φασι, καὶ ἀκριβῆ λίαν ποιοῦνται τὴν ἐπιτήρησιν, αὐταῖς ἀπονέμοντες τὸ ἐπάγειν δύνασθαι τό τε εὐημερεῖν καὶ τὸ ἐναντίον, οἷς ἂν ἕλοιντο τυχὸν, ἢ οἷς ἂν αὐτὰς ἀνάγκη συμβαίνειν; Ἆρ' οὖν οὐχὶ λῆρός τε ἤδη ταυτὶ καὶ φρενοβλάβεια δεινὴ, πάγη δέ τις διαβολικὴ φιλοκακούργως ἐσκευασμένη; {ΠΑΛΛ.} Φημὶ, καὶ ἔστιν ἐναργές. {ΚΥΡ.} Ὥσπερ γὰρ ἐλέγομεν, ὅτι Μοίραις τε καὶ Τύχῃ καὶ ἀλλοτρίοις νεύμασι τὰ καθ' ἑαυτοὺς ἡμᾶς ἀνάπτειν ἀνέπειθον, εἰκαῖον ἡμῖν ἀποφαίνοντες τὸ ἐπιμελὲς, καὶ μερίμνης ἀποκομίζοντες τῆς ὑπὲρ σφῶν αὐτῶν· οὕτω κἀνθάδε τὴν αὐτὴν ἡμῖν ἐξαρτύοντες πλάνησιν, καθάπερ ἐξ ἀναγκαίου ζυγοῦ τὰ ἐξ ἡμερῶν καὶ ὡρῶν ἐπηρτῆσθαί φασι, τοῖς ἐπὶ τῆς γῆς, δυσδιάφυκτον ἔχοντα τὴν διεκδρομήν· καὶ τόγε παράδοξον (γραοπρεπὴς μὲν γὰρ ὁ τοιόσδε μῦθος), ὕθλοις δὲ τοῖς περὶ τούτων νηρίθμους ὁρῶντες ἑπομένας τὰς ἀποτεύξεις, οὐ χαρίζονται τῇ πείρᾳ τὸ διελέγχειν δύνασθαι τὸν φενακισμόν· φαυλότητα δὲ καταγράφοντες ὡρῶν τε καὶ ἡμερῶν, καὶ ταῖς εἰς τὸ μεῖον καταδύσεσι τοῦ σεληνιαίου κύκλου τὴν αὐτὴν ἐπάγοντες ψῆφον, ὅ τί ποτε ἄρα φαῖεν ἄν. Εἰ δὴ βούλοιτό τις ἐν ὥρᾳ μιᾷ καὶ ἐν ἡμέρᾳ τυχὸν, τοὺς μὲν ὄντας ἐν εὐημερίαις, τοὺς δὲ ταῖς ἐσχάταις ἐναλόντας συμφοραῖς, ἀπαριθμεῖσθαι καὶ λέγειν, καίτοι τὸ φύσει φαῦλον παντί τῳ γένοιτ' ἂν ὁποῖον εἶναι καὶ πέφυκεν· εἴπερ οὖν ἐστιν ὥρα τε καὶ ἠὼς τοῖς ἐπὶ γῆς ἐπιζήμια, τί μὴ εἰς πάντας ἐν ἴσῳ τὰ ἐξ αὐτῶν διαστείχει βλάβη· ἀλλ' οἱ μέν εἰσιν ἐν τοῖς ἄγαν εὐκταιοτάτοις, οἱ δὲ διολώλασιν ἔσθ' ὅτε, καὶ τοῦ πρὸς λῆξιν ἰόντος ἔμπλεω κακοῦ, μῦθος τῷ βίῳ γεγόνασι, καὶ σκηνῆς ὑπόθεσις τραγικῆς; Ἀλλ' ἔστιν ἰδεῖν τοῖς γε ἀκριβῶς ἐθέλουσι τὸ ὅτι μάλιστα λυσιτελὲς εἰδέναι τε καὶ ἐκπονεῖν, ὅτι κατὰ τὴν αὐτὴν ἡμέραν τε καὶ ὥραν τυχὸν, ὁ δεῖνα μὲν ἥλω μοιχείας ἢ φόνου καὶ πικρὰς τοῖς δικάζουσιν ἀποτιννύει τὰς δίκας, ὁ δεῖνα δὲ αὖ σωφροσύνης τε καὶ κοσμιότητος καὶ τῆς ὑπὲρ ἄγαν ἐπιεικείας ἐπαίνοις ἐντρυφᾷ. Ἀλλ' οὔτε τὸν ἀκόλαστον ἀπείρξειεν ἂν ἡμέρα τε καὶ ὥρα σωφρονεῖν, οὔτε μὴν τὸν ἐπιεικῆ καὶ κόσμιον, καταθήξειεν ἂν εἰς ἀκοσμίαν καὶ ἀκολάστους ἡδονάς· γνώμη δὲ μᾶλλον ἡ ἐλευθέρα πρὸς πᾶν ὁτιοῦν, καὶ ἀνειμένη ῥοπὴ, τὸν μὲν ἐν ἐκείνοις, τὸν δ' αὖ ἐν τούτοις γενέσθαι παρεσκεύασεν. Οὐκοῦν ἐν ἡμῖν, καὶ οὐκ ἐν ταῖς τῶν καιρῶν ποιότησι φυσικαῖς, τότε διευθυμεῖσθαι ἔστι, καὶ τὸ μὴ οὕτως ἔχον. {ΠΑΛΛ.} Ἔοικεν. Εὐθὺς γὰρ ὁ λόγος. {ΚΥΡ.} Ἐκδεδίασι δὲ ὅτι μάλιστα τήν τε πέμπτην καὶ ὀγδόην ἡμέραν, καὶ προφασίζονται μὲν προφάσεις ἐν ἁμαρτίαις, λελήθασι δὲ τῶν ἀρτιφρόνων οὐδένα ψυχροῖς καὶ γραώδεσιν ἐπινηχόμενοι λογισμοῖς· ἐριννύων γάρ τινων γένεσιν καὶ δαιμονίων ἀνάδειξιν, ἃ καὶ τῶν ἄλλων ἐστὶν ἀγριώτερα, ποινάς τε καὶ δίκας, καί τινα πρὸς τούτοις ἕτερα, φληνάφως αὐταῖς ἐπιπλέκοντες, οὐκ ἐρυθριῶσιν οἱ τάλανες. Εἰ δὲ δὴ καὶ ὑπονοστήσειεν ἐπὶ τὸ μεῖον ὁ πρὶν πλησιφαὴς ὢν ἤδη τῆς σελήνης κύκλος, διατορνεύει γὰρ ὧδε τῶν μηνιαίων διαστημάτων τὸ ἀνακύκλημα φθίνουσά τε καὶ αὔξουσα κατά γε τὸ τεχνησαμένῳ δοκοῦν· καταλήγουσι μὲν ἔργου παντὸς, ὑπερτίθενται δὲ καὶ ἀποδημίας πάντη τε καὶ πάντως συμφθίνειν οἰόμενοι τῷ στοιχείῳ τὰ καθ' ἡμᾶς, καὶ ταῖς εἰς τὸ μεῖον ὑποστροφαῖς συνεκτήκεσθαι τὰ ἀνθρώπινα. Ἀλλ' εἰ χρή τι ταῖς ἐκείνων ἀσυνεσίαις ἐπιμειδιῶντας εἰπεῖν, τὸν ὀστρείοις πρέποντα καὶ τοῖς τῶν λαχάνων ἀτυχεστάτοις εἰσδέχονται φόβον. Σώματα μὲν γὰρ τὰ τοιάδε τυχὸν ἤγουν τὰ ἔτι μείζω τε καὶ προφερέστερα, πασχέτω φυσικῶς τὴν συναίσθησιν, καθ' ὃν οἶδεν ὁ ∆ημιουργὸς λόγον· ἐπισφαλὴς γὰρ ἐν τούτοις ἡ βάσανος, καὶ οὐκ ἀκερδὲς τὸ ἄπραγμον, διανοίας δὲ ἀνθρωπίνης ἀφεστήξει πολὺ καὶ μακράν που τὸ χρῆμα κείσεται. Εἰ γὰρ καὶ φθίνει τυχὸν τὸ στοιχεῖον, ἀλλ' ὅ γε σώφρων καὶ ἐμμελὴς οὐδὲν ἧττον ἔσται τοιοῦτος, καὶ οὐκ ἂν ταῖς ἐκείνου συνιζήσει αὐγαῖς ἐπὶ τὸ μεῖον ὁ νοῦς, οὐδ' ἂν μεταθεῖτο τῶν πραγμάτων ἡ φύσις ἐπὶ τὸ αἴσχιόν τε καὶ ἄμεινον ταῖς τοῦ στοιχείου δυνάμεσι κατηναγκασμένη. Ἀεὶ γάρ πως συμπαρομαρτεῖ τοῖς μὲν τῶν ἀρίστων δημιουργοῖς τὸ χρῆναι μεταλαχεῖν παντὸς ἀγαθοῦ, τοῖς γε μὴν τῶν φαύλων ἐργάταις, τὰ αὐτοῖς ὅτι μάλιστα πρεπωδέστατα. Θαυμάζω δὲ ὅτι φθινούσης σελήνης, καὶ εἰς τὸ τοῦ μηνὸς διερπούσης τέλος, χρήσταις μὲν οὖσιν αὐτοῖς καὶ ἄγαν ἐρασιχρημάτοις αὐξάνουσιν οἱ τόκοι, καὶ ἁδρότερα τῶν δεδανεικότων ἀποτελεῖται τὰ βαλάντια, συγκατισχνοῦσθαι δὲ τῷ στοιχείῳ καὶ συναῤῥωστεῖν ἀναγκαίως τὰ ἕτερα τῶν πραγμάτων, οὐκ οἶδ' ὅπως ὑπειλήφασιν. Ἢ οὐκ εἶναι φὴς γελοιότητός τε καὶ ἀσυνεσίας ἔμπλεω ταυτί; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Τὸ μὲν τοῖς οὕτως φληνάφως ὑπειλημμένοις μακροὺς ἀντεξάγειν λόγους, εἰκαῖον οἶμαί που. Νοσεῖ γὰρ ἐξ ἑαυτῶν, κἂν εἰ μή τις λέγοι, τὸ ἀκαλλές. Ἴωμεν δὲ μᾶλλον ἐπ' ἐκεῖνο νυνί. {ΠΑΛΛ.} Τὸ ποῖον; {ΚΥΡ.} Καταμυσάττεσθαί μοι δοκεῖ τήν τε πέμπτην καὶ ὀγδόην ἡμέραν ὁ Σατανᾶς, καὶ τὴν τῆς σελήνης ἐκ πλησιφαοῦς ἀνόπιν ὁδὸν, ἤτοι τῆς συνόδου τὸν καιρὸν, τουτέστι, τὴν τεσσαρεσκαιδεκάτην, δι' αἰτίαν τοιαύτην, κἂν εἰ παμποίκιλος ὢν καὶ δριμὺς εἰς κακουργίαν, ἑτέρας αὐτοῖς ἐπιπλέκει τὰς ἀφορμάς· τοὺς γάρ τοι καιροὺς ἤτοι τὰς ἡμέρας, ἐν αἷς αὐτὸν τῆς καθ' ἡμῶν τυραννίδος ἀπολισθεῖν συμβέβηκεν, ἐπιλάμψαντος ἡμῖν τοῦ Μονογενοῦς ἐν ἀνθρωπείᾳ μορφῇ καὶ ἐν εἴδει τῷ καθ' ἡμᾶς, τάχα που καὶ ἐν ψιλαῖς ἐννοίαις ἑλεῖν οὐκ ἀνέχεται. {ΠΑΛΛ.} Πῶς δὴ φής; {ΚΥΡ.} Οὐ γὰρ, ὦ Παλλάδιε, πέμπτος ἡμῖν ἀπαριθμεῖται καιρὸς, ὁ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας; {ΠΑΛΛ.} Συνίημι ὃ φὴς, ἀπό γε τῆς εὐαγγελικῆς παραβολῆς. Ἐξεληλυθέναι γὰρ ἔφη Χριστὸς, τὸν τοῖς ἐργάταις εἰς τὸν ἀμπελῶνα μισθούμενον, περὶ ὥραν πρώτην, τρίτην τε καὶ ἕκτην, καὶ ἐννάτην καὶ ἑνδεκάτην, τουτέστιν, ἐν τῷ τελευταίῳ καιρῷ, καθ' ὃν ἐπεφάνη τε καὶ ἐπέλαμψεν ἡμῖν. {ΚΥΡ.} Νουνεχέστατά γε καὶ λίαν ὀρθῶς εἴρηκας. Τί δέ; οὐχὶ τῇ πέμπτῃ τοῦ Σαββάτου παραδεδόσθαι φαμὲν αὐτὸν, καὶ εἰς ἀρχὰς ὥσπερ ἥκειν τῆς ὅλης οἰκονομίας, δι' ἧς οἱ πάντες ἀνασεσώσμεθα, τὸν σωτήριον ὑπὲρ ἡμῶν ἀνατλάντος σταυρὸν τοῦ δι' ἡμᾶς ἐνηνθρωπηκότος; {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Κατήργηκε δὲ τὸν θάνατον, καὶ ἀνεβίω πάλιν, σκυλεύσας τὸν ᾅδην, οὐκ ἐν ὀγδόῃ, τουτέστι, τῇ μιᾷ τῶν Σαββάτων, {ΠΑΛΛ.} Οὐκ ἀμφίβολον. {ΚΥΡ.} Καὶ γοῦν ὁ πάλαι νόμος τὴν ἐν σαρκὶ περιτομὴν, ὑποτύπωσίν τινα τῆς ἐν πνεύματι καὶ ἀληθείᾳ, διετύπου πράττεσθαι κατὰ τὴν ὀγδόην. Περιτομὴ δέ γε τῆς ἀρχαίας ἐκείνης ἡ προφερεστέρα, τουτέστιν, ἡ ἐν πνεύματι, Πνεύματός ἐστιν ἁγίου μέθεξις, καὶ χάρις ἡ ἐν ἀρχαῖς, ἢν, ἐπείπερ ἐκ νεκρῶν ἀνεβίω, πάλιν ἀνεκαίνισεν, ἡμῖν ὁ Χριστὸς, λέγων· «Λάβετε Πνεῦμα ἅγιον.» Ἔφη δέ που καὶ ὁ μακάριος Παῦλος, ὅτι «Τὸ Πάσχα ἡμῶν ἐτύθη Χριστός.» Ἡμέρα γε μὴν τῆς σωτηρίου ταύτης καὶ πολυεύκτου σφαγῆς, ἡ κατὰ σελήνην τεσσαρεσκαιδεκάτη. Οὕτω καὶ ὁ νόμος προανεκήρυττεν ἐναργῶς τῆς τοῦ Σωτῆρος ἡμῶν σφαγῆς τὸν καιρὸν, ἢν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς ὑπομεμενηκέναι φαμὲν αὐτόν· «Τῇ γὰρ δεκάτῃ, φησὶ, τοῦ μηνὸς τοῦ πρώτου, λαβέτωσαν ἑαυτοῖς πρόβατον κατ' οἴκους, κατ' ἀριθμὸν, φησὶ, ψυχῆς συλλέξουσι, καὶ ἔσται διατετηρημένον ἕως τῆς τεσσαρεσκαιδεκάτης τοῦ μηνὸς τούτου, καὶ σφάξουσιν αὐτὸν πρὸς ἑσπέραν πᾶν τὸ πλῆθος τῶν υἱῶν Ἰσραήλ.» Ἀκούεις ὅπως ἀπὸ δεκάτης ληφθὲν, εἰς τεσσαρεσκαιδεκάτην ἐφυλάττετο τοῖς πάλαι τὸ ἱερεῖον, ἵνα τὸν πέμπτον νοήσῃς καιρὸν, καθ' ὃν γενόμενος ἄνθρωπος τὸν ὑπὲρ ἡμῶν ὑπέστη θάνατον, φθινούσης ἤδη τῆς σελήνης, ἣ καὶ εἰς ἀρχὰς τέτακται τῆς νυκτός; Μυστηρίου δὲ τὸ χρῆμα τύπος, καὶ ὑποσημαίνειν ἔοικεν ἰσχνῶς, τῆς τοῦ διαβόλου πλεονεξίας τὴν ἀνόπιν ὁδὸν, καὶ κατάδυσιν ὥσπερ τὴν κατὰ βραχὺ πρὸς τὸ ἄναλκι καὶ εἰσάπαν ἀσθενές. Σελήνης δέ πως ἐπέχει τύπον. Ἄρχει γὰρ καὶ αὐτὸς τῆς νυκτὸς, τουτέστι, τῶν ἐν σκότει καὶ νυσταζόντων ἔτι, καὶ τὴν τῆς θεογνωσίας οὐκ ἐχόντων αὐγήν· ὅτι δὲ τῇ νυκτὶ παρεικάζειν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ τὴν τῶν ἐπιπλανωμένων ἀγέλην, ἄκουε τί φησιν ὁ πάντων ∆εσπότης πρὸς Ἰουδαίους, ὑπονοστούσης πρὸς εἰδωλολατρίαν τῆς Ἱερουσαλήμ· «Νυκτὶ ὡμοίωσα τὴν μητέρα σου· ὡμοιώθη ὁ λαός μου, ὡς οὐκ ἔχων γνῶσιν.» Συνίης ὅτι νύκτα φησὶ τοὺς οὐκ ἔχοντας γνῶσιν τῆς ἀληθοῦς καὶ κατὰ φύσιν δηλονότι θεότητος; Μεμίσηκε τοιγαροῦν ὁ πάντων ἐχθρὸς καιροὺς καὶ ἡμέρας καθ' οὓς διόλωλε μὲν αὐτὸς, ἀνασεσώσμεθα δὲ ἡμεῖς. Ὁ δὲ σὺν ἐκείνῳ μισῶν τῆς αὐτοῦ μερίδος ἔσται, καὶ κλῆρον ἕξει σὺν αὐτῷ, τὸ ἀκαταλήκτως κολάζεσθαι δεῖν. {ΠΑΛΛ.} Ἐν μοίρᾳ δὴ οὖν τῆς ὡς ἀληθῶς βεβήλου τε καὶ θεομισοῦς εἰδωλολατρίας, καὶ τοιάδε θήσομεν, καθάπερ ἀμέλει καὶ τὴν περὶ τῆς καλουμένης γενέσεως εἰκαιομυθίαν. {ΚΥΡ.} Ὡς εὖ ἴσθι τοι, μὴ ἑτέρως ἔχειν, καθὰ καὶ αὐτὴ διήλεγξε τῶν πραγμάτων ἡ βάσανος. Καὶ πρός γε δὴ τούτοις καταστυγητέον εὖ μάλα καὶ τὸ προσκεῖσθαι φιλεῖν ἀνονήτοις οἰωνοσκοπίαις, ψιθυρισμοῖς τε καὶ ἐπῳδαῖς· νοῦ γὰρ ἐλαφρίας εἰς τοῦτο διωλισθήκασί τινες τῶν παρ' Ἕλλησιν, ὡς οἴεσθαι τῶν καθ' ἡμᾶς πραγμάτων τὴν γνῶσιν, καὶ τοῖς εἰς ἀέρα διᾴττουσιν ἐγκεῖσθαι πτηνοῖς. Τοιγάρτοι καὶ τὰς εἰς ἕω τε καὶ εἰς ἑσπέραν, εἰς δεξιόν τε καὶ εἰς εὐώνυμον περιεργάζονται πτήσεις· κἂν εἰ κράζουσά πω φαίνοιτο κορώνη, τὸ οὖς ὑποστήσαντες, καθάπερ τι τῶν ἄγαν ἀληθεστάτων ἐκδέχονται, καὶ ὑπονοστοῦσι χαίροντες· ἐπερυθριῶσι δὲ οὐδαμῶς οἱ δείλαιοι, τῆς οὕτω σεπτῆς προφητείας τὴν δύναμιν ἀνατιθέντες στρουθίοις. Σεμνὸς δὲ αὐτοῖς ἐκπεποίηται τοιουτοσὶ λόγος, ὥσπερ οἴονται κατὰ σφᾶς αὐτούς· φαίνουσι γὰρ δι' αὐτῶν οἱ θεοὶ, φησίν. Ἡμεῖς δὲ θεοὺς οὐκ εἶναί φαμεν τοὺς ἀποστάτας ἀγγέλους, παρ' ὧν εἰς ἡμᾶς ἀγαθοί τε καὶ ἀξιάγαστοι προφῆται κεχειροτόνηνται, καὶ τῶν ἐσομένων οἱ γνῶσται, ἥ τε λακέρυζα κορώνη, καὶ μὴν καὶ ὠκύπτερος ἴρηξ, ξουθαί τε πέλειαι, κατά γε τοὺς παρ' Ἕλλησι λόγους, καὶ τὰ ἕτερα τῶν στρουθίων, ἄξιοί γε οἱ προφῆται τῶν ἐνηχούντων αὐτοῖς τὰ εἰς ἡμᾶς αὐτοὺς τερετίσματα· ὄλβιοι δὲ καὶ ὑμεῖς καὶ ἀξιοζήλωτοι τοιούτων τυχόντες τῶν θεηγόρων· ἐκλέλησθε δὲ ὡς ἔοικε καὶ τὰς τῶν παρ' ὑμῖν ποιητῶν θαυμάζοντες δόξας, ὅτι καὶ αὐτοῖς ἐδόκει τὸ χρῆμα διαγελᾷν, ὕθλον τε εἶναι νομίζειν αὐτὸ, καὶ τῶν ἀναγκαίων οὐδέν. Ὅμηρος μὲν γάρ· Ὢ πέπον, οἰωνοὺς μὲν ἔα, φησὶν, Εἴτ' ἐπὶ δέξι' ἴωσι πρὸς ἠώ τ' ἠέλιόν τε, Εἴτ' ἐπ' ἀριστερὰ, τοί γε ποτὶ ζόφον ἠερόεντα. Εὐριπίδης δὲ σαφῶς καὶ ἀναφανδὸν καθορίζει τὸ μάταιον τοῦ κατασκέπτεσθαι δεῖν τὰς οἰωνῶν διαπτήσεις. Θησέα μὲν γὰρ Ἱππολύτῳ φησὶ ἐπιμαίνεσθαι τῷ οἰκείῳ παιδὶ, καὶ δὴ καὶ ἐξελᾷν τῆς ἐνεγκούσης ἐπιχειρεῖν. Ἐκείνου δὲ φάσκοντος· Οὔθ' ὅρκον, οὔτε πίστιν, οὐδὲ μάντεων Φήμας ἐλέγξας, ἄκριτον ἐκβάλλεις με γῆς. Θησέα πρὸς τοῦτο εἰπεῖν· Ἡ δέλτος ἤδε κλῆρον οὐ δεδεγμένη Κατηγορεῖ σου πιστά· τοὺς δ' ὑπὲρ κάρα Φοιτῶντας ὄρνεις, πόλλ' ἐγὼ χαίρειν λέγω. Καὶ μὴν ἀξιόχρεως ἡ Θεοῦ φωνὴ γένοιτ' ἂν, καὶ τῆς ἐν δέλτῳ γραφῆς, ἀμείνων ἡ πίστις, εἴπερ ἐστὶ καὶ ψευδοεπεῖν οὐκ ἀπεικὸς ἡμᾶς· μηδὲν δὲ ἁμαρτεῖν, ἔστι Θεοῦ, καὶ τὸ ἀληθὲς ὅτι μάλιστα φίλον. Ἀλλ' ᾔδει που πάντως τοὺς ὑπὲρ κάρα φοιτῶντας ὄρνεις Θησεὺς, οὐδὲν ὄντας παντελῶς. Οὐκοῦν δαιμονίοις μὲν ἀναθετέον οὔτι πω τῶν ἐσομένων τὴν γνῶσιν, Θεῷ δὲ μᾶλλον αὐτὴν προσνεμοῦμεν ὡς ἐξαίρετον. Καὶ φενακισμὸς ἔσται λοιπὸν, τὰ τῶν ὀρνίθων μαντεύματα, καὶ διανοίας οὐκ ἀσφαλοῦς ἔλεγχος ἐναργὴς, ἡ ἐπὶ τῷδε πίστις. Καὶ αὐτὸς δέ πού φησιν ὁ νόμος· «Οὐκ οἰωνιεῖσθε,» βδελυρὸν τὸ χρῆμα εἰδὼς, καὶ ὅτι μάλιστα κατεστυγημένον παρά γε τῷ πάντων κρατοῦντι Θεῷ. {ΠΑΛΛ.} Ὧδε ταῦτα ἔχειν καὶ αὐτῷ μοι δοκεῖ. {ΚΥΡ.} Ἐπειδὴ δὲ πάλιν, καὶ ὁ λαθραῖος οὗτος καὶ γραοπρεπὴς ψιθυρισμὸς, γοητείας ἂν εἴη μοῖρα τε καὶ τρόπος. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Μωσῆς τοὺς ἄνωθεν ἡμῖν διεσαφήνισε νόμους, ἀεὶ συνάπτων τὰ πλημμελήματα, καὶ οἱονεί πως ἐν ἀδελφότητι καὶ ὁμοφυΐᾳ τιθεὶς τῇ φαρμακείᾳ τὴν ἐπῳδήν. «Οὐκ ἔσται γὰρ, ἔφασκεν, ἐν ὑμῖν μαντευόμενος μαντείαν, οἰωνιζόμενος καὶ κληδονιζόμενος, φαρμακὸς, ἐπαοιδὸς, τερατοσκόπος, καὶ ἐγγαστρίμυθος, καὶ ἐπερωτῶν τοὺς νεκρούς.» Ἀλλὰ νοσεῖ μὲν ἡ ἐπῳδὴ τὸ πάναισχρον κομιδῇ, καὶ τὸ ἐν κακῷ κεῖσθαι λίαν, ἀνεπτόηνται δὲ οὐκ οἶδ' ὅπως εἰς τοῦτό τινες, ἐκεῖνο λέγοντες ὅτι Κύριον Σαβαὼθ ὀνομάζουσι κατεπᾴδοντες τοῖς ἠῤῥωστηκόσιν οἱ τῶν τοιῶνδε μελεδωνοί. Ταύτῃ τοι καὶ ἐμπεδοῦν, ὅτι μὴ αἰσχρὸν εἴη λοιπὸν τὸ ἐπιτήδευμα, διασπεύδουσιν. Ἐοίκασι δὲ ψυχρῷ τε καὶ ἀδρανεῖ πρὸς ἀπάτην καὶ φρενοβλάβειαν ἀποκομίζεσθαι λογισμῷ· τοιγάρτοι τοῦ πράγματος ὅτι μάλιστα δυσαχθὲς, αὐτὸ δὴ τοῦτό ἐστιν. Ἡμεῖς γὰρ τὸ, Κύριος Σαβαὼθ, τῷ τῶν ὅλων ἀναφωνοῦμεν Θεῷ, δοξολογεῖν ἐθέλοντες· ἑτέρῳ γε μὴν τῶν ὄντων οὐδενὶ τὴν τοιάνδε κλῆσιν ἐφίεμεν ἔχειν. Εἷς γὰρ καὶ μόνος ἐστὶν ὁ τῶν δυνάμεων Κύριος. Οἱ δὲ, τὴν οὕτως ὑπερφυᾶ καὶ εὐκλεεστάτην ἐπωνυμίαν, ἤτοι δοξολογίαν, παραῤῥίπτουσιν εὐκόλως οἷς ἂν ἕλοιντο τῶν συναθυρόντων αὐτοῖς δαιμονίων, καὶ τοῖς τῆς τερατουργίας αὐτῶν ὑποκριταῖς, τὴν Θεῷ καὶ μόνῳ πρεπωδεστάτην χαρίζονται δόξαν, κολακεύοντές τε καὶ κολακευόμενοι, καὶ τῆς οὕτω δεινῆς δυσσεβείας τὴν ὑπερβολὴν, τῆς ἐφ' οἷς ἂν ἕλοιντο συνδρομῆς ἀπονέμοντες εἰς ἀντέκτισιν. Θεομάχον γὰρ ἀεὶ καὶ φιλοδοξότατον τῶν δαιμονίων τὸ στῖφος. Χρὴ τοιγαροῦν, μὴ ταῖς ἐκείνων ἡμᾶς συναποφέρεσθαι δυσβουλίαις, ἀποφοιτᾷν δὲ μᾶλλον ὡς ἀπωτάτω, καὶ μὴ πονηροῖς προσέχειν ἰατροῖς ἢ τερατουργοῖς, τοῖς δαίμοσι, μισθὸν ὥσπερ τινὰ τῶν εἰς ἡμᾶς ἀθυρμάτων ἐξαιτοῦσι τὰς δυσφη μίας. Σὺ δὲ εἴ τι τῶν τοῦ σώματος μορίων ἀλγεῖς, καὶ πεπίστευκας ἀληθῶς, ὅτι τὸ Κύριος Σαβαὼθ, καὶ αἱ τοιαίδε κλήσεις ἃς Θεῷ τῷ κατὰ φύσιν ἡ θεία προσνέμει Γραφὴ, λυτικαί σοι γενήσονται τοῦ κακοῦ, αὐτὸς ὑπὲρ σεαυτοῦ προσευχόμενος, ἀναφώνει τὰς λέξεις· ἄμεινον γὰρ ἢ ἐκεῖνοι δράσεις, Θεῷ τὴν δόξαν ἀνατιθεὶς, καὶ οὐχὶ τοῖς ἀκαθάρτοις πνεύμασι. Μεμνήσομαι δὲ καὶ τῆς θεοπνεύστου Γραφῆς λεγούσης· «Ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ' αὐτῷ, ἀλείψαντες αὐτὸν ἐλαίῳ, ἐν τῷ ὀνόματι τοῦ Κυρίου· καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος, κἂν ἁμαρτίας ᾖ πεποιηκὼς, ἀφεθήσεται αὐτῷ.» {ΠΑΛΛ.} Οἰωνοσκοπία δὴ οὖν, καὶ μέν τοι καὶ ἐπῳδὴ συντετάχθω, εἰ δοκεῖ, τοῖς ἐκ νόμου διαβεβλημένοις, καὶ τοῖς ἐν αἰσχίστῃ καὶ βδελυρωτάτῃ δόξῃ παρὰ Θεῷ. {ΚΥΡ.} Καὶ μάλα, προσθείην δ' ἂν, ὅτι καὶ καθ' ἑτέρους τὸν Θεὸν ὑβριοῦμεν τρόπους, καὶ τῆς εἰς αὐτὸν δυσσεβείας ὄφλοι τις ἂν γραφήν τε καὶ λόγους, τὸ ψευδορκεῖν ᾑρημένος, καὶ τὸ παλίμφημόν τι, καὶ ἀπηχὲς εἰπεῖν κατά γε τῆς ὑπερτάτης καὶ ἀνωτάτω δόξης. Τὸ μὲν γὰρ κολάζεται τῇ εἰσάπαν ὀργῇ, καὶ ἀσχέτῳ ποινῇ, συντελοῦντος τοῦ δρεπάνου, καθὰ γέγραπται, τὴν τοῦ ψευδορκοῦντος ἑστίαν, καὶ κατασείοντος εἰς τὸ παντελές· «Εἰσελεύσεται γὰρ, φησὶν, εἰς τὸν οἶκον τοῦ κλέπτου, καὶ εἰς τὸν οἶκον τοῦ ὀμνύοντος τῷ ὀνόματί μου ἐπὶ ψεύδει, καὶ καταλύσει ἐν μέσῳ τοῦ οἴκου αὐτοῦ, καὶ συντελέσει αὐτὸν, καὶ τὰ ξύλα αὐτοῦ, καὶ τοὺς λίθους αὐτοῦ.» Θάτερόν γε μὴν, τὸ ἐκτεθνάναι δεῖν, καὶ τὸ πάντων ἐπέκεινα τῶν κακῶν ἔχειν τὴν δίκην. Χρὴ τοιγαροῦν ὀμνύναι μὴ ἐπὶ ψεύδει· μᾶλλον δὲ μηδ' ὅλως ὀμνύναι. Τουτὶ γὰρ ἡμᾶς ἐδίδαξεν ὁ Σωτὴρ, λέγων· «Ἔστω ὑμῶν, τὸ Ναὶ, ναὶ, καὶ τὸ Οὒ, οὔ· τὸ δὲ περισσὸν τούτων, ἐκ τοῦ διαβόλου ἐστίν.» Ὅρκου γὰρ ὅλως οὐκ ἔσται χρεία τοῖς ἐν ὑπολήψει σεμνότητος, καὶ σύνοικον ὥσπερ πεποιημένοις τὴν ἀρετήν· ἐκτετίμηται γὰρ λίαν παρὰ τοῖς εὐσεβείας ἐρασταῖς τῶν τοιούτων ὁ βίος, καὶ τὸ ἀπιστεῖσθαι μισεῖν· κἂν εἴ τι φθέγγοιτο τυχὸν, τῇ τῶν ἀκροωμένων εὐθὺς στεφανοῦται πίστει. Ἔστω τοιγαροῦν ἡμῶν εὐκλεὴς ὁ βίος, καὶ ἀργήσει πάντως που, καθάπερ ἐγᾦμαι, καὶ ἡ τοῦ διόμνυσθαι χρεία. Εἰ δὲ δή που γένοιτο, καὶ τῆς εἰς ἁγίους τιμῆς ὀλιγωρούντων ἔσθ' ὅτε τινῶν, ὅρκιος ἔστω Θεὸς, μὴ τὸ ἑτέρων ὄνομα παρακομιζέσθω τινῶν. Ἀπερισκέπτως γὰρ ἤδη τινὲς εἰς ἐκλύτους ἰόντες ἐξιτηλίας, ἀδιαφορεῖν ὑποπλάττονται, νὴ τὸν οὐρανὸν, ἢ τὴν δίκην, νὴ τὴν Ἀδράστειαν λέγοντες, νὴ τὸ φῶς, νὴ τὸν λύχνον. Ἕτερά τε ἄττα κατὰ τὸ σφίσι δοκοῦν συλλέγοντες, τάχα που καὶ εὐσεβεῖν οἴονται, τὸ μὲν θεῖον ὄνομα παρωθούμενοι, τῇ δὲ πρεπούσῃ Θεῷ καταχρυσοῦντες δόξῃ τὰ τοῖς αὐτοῦ νεύμασι κεκλημένα πρὸς γένεσιν. Τοιαύτην τινὰ πλάνησιν ἠῤῥωστηκότα κατὰ καιροὺς τὸν Ἰσραὴλ εὑρήσομεν. Ὁμολογουμένως γὰρ τῷ Θεῷ τὸν ἐν τοῖς Ἱεροσολύμοις ἀνεδείμαντο ναὸν, καὶ ἐπ' αὐτῷ δὴ τούτῳ φρονοῦντες μέγα, καὶ τῶν εἰς εὐσέβειαν αὐχημάτων εἴσω γενέσθαι πεπιστευκότες, καὶ ἀξιολογωτάτην εὖ μάλα τὴν δόξαν ἑλεῖν τῶν σφίσι διηγγελμένων διὰ τοῦ πανσόφου Μωσέως ὀλίγα φροντίσαντες ἀπεριμερίμνως ἡλίσκοντο· ἀλλ' ὅτι τὸ χρῆμα αὐτοῖς οὐ πρὸς εὔκλειαν ἔσται ποθὲν, καὶ γάννυται δὲ οὐχὶ ταῖς ἐκ λίθων οἰκοδομίαις ὁ Θεὸς, ἐδίδασκε λέγων· «Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον οἰκοδομήσετέ μοι; ἢ τίς τόπος τῆς καταπαύσεώς μου; λέγει Κύριος.» Ἐμπίπλησι γὰρ τὰ πάντα Θεὸς, καὶ ἐπ-αναπαύεται μὲν οὐρανῷ, διήκει δὲ καὶ ἐπὶ τῆς γῆς· οὐ γὰρ ἐν ποσῷ τὸ θεῖον, ἀλλ' ὥσπερ ἐστὶν ἀπωτάτω φαντασίας σωματικῆς, οὕτω καὶ τόπου καὶ τοῦ πεποσῶσθαι δοκεῖν. Ἐπειδὴ δὲ ἅπαξ Ἰουδαῖοι λέγοντος ἤκουον, Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου, πρὸς ἐννοίας ἰόντες οὐκ ἀσφαλεῖς, ὅρκιον ἐποιοῦντο τὸν οὐρανὸν, θεῖον αὐτὸν ὀνομάζοντες θρόνον, ὁμοίως δὲ καὶ τὴν γῆν, ὡς ὑπὸ πόδας Θεοῦ κειμένην· καὶ μὴν καὶ τὴν Ἱερουσαλὴμ, πόλις γὰρ, ἔφασκον, ἐστὶ τοῦ πάντων κρατοῦντος Θεοῦ, καί τοι τῶν ἀρχαιοτέρων ἁγίων τὸ, Ζῇ Κύριος, ἐν ὅρκου χρείᾳ πεποιημένων. Ἀλλὰ τὴν τῶν Ἰουδαίων ἠλι-θιωτάτην ἔννοιαν κατεκιβδήλευσεν ὁ Σωτὴρ, μὴ δεῖν ἀπόμνυσθαι λέγων, μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶ Θεοῦ, μήτε ἐν τῇ γῇ, ὅτι ὑποπόδιόν ἐστι τῶν ποδῶν αὐτοῦ, μήτε εἰς Ἱεροσόλυμα, ὅτι πόλις τοῦ μεγάλου βασιλέως ἐστίν· ἃ γὰρ ἐκεῖνοι ληροῦντες ἔφασκον, ταῦτα χρησίμως ὁ Σωτὴρ ἐφθέγξατο, πανταχῆ κατάπλαστον, καὶ οὐκ οἶδ' ὅθεν ἐξευρημένον ἐλέγχων αὐτῶν τὸ ἔν γε τούτοις εὐλαβές. Οἰχέσθω δὴ οὖν καὶ ἡ ἐπὶ τῷδε πλάνησις. ∆εδιδάγμεθα γὰρ ἐν ταῖς ὅρκου χρείαις, μηδενὸς μὲν ἑτέρου διαμεμνῆσθαι πώποτε, ποιεῖσθαι δὲ μᾶλλον εἰς πίστιν ἀσφαλῆ καὶ ἀξιόχρεων, τὸ Ναὶ, ναὶ, καὶ τὸ Οὔ, οὔ. Ἔφη δὲ καὶ ὁ νόμος· «Εἰ ἀπόλοιτο παρακαταθήκη πρός τινος, ἐξαιτοίη δὲ ὁ δοὺς τὴν ἐπὶ τῷδε πίστιν, ὅρκος ἔσται τοῦ Θεοῦ ἀναμέσον ἀμφοτέρων.» Καὶ ἄνθρωποι μὲν κατὰ τοῦ μείζονος ὀμνύουσιν· ἔφη γὰρ ὧδε Παῦλος ἡμῖν ὁ σοφός· μεῖζον δὲ εἶναί φαμεν ἀνθρώπου, νοοῦντες ὀρθῶς, οὐ τῷ μεγέθει τυχὸν, ἤγουν ἐν συνέσει καὶ σοφίᾳ, καὶ δόξῃ πλεονεκτοῦν, ἀλλ' ὡς τὸ εἶναι τοιῶσδε τυχὸν ἡμῖν. {ΠΑΛΛ.} Οὐ συνίημι ὃ φής. {ΚΥΡ.} Καὶ μὴν, ὦ Παλλάδιε, σαφὴς, ὥς γέ μοι δοκεῖ, καὶ ἐναργὴς ὁ λόγος. Ἢ γὰρ οὐχὶ μεγέθει φαμὲν τῶν ἀνθρωπίνων σωμάτων διενεγκεῖν ἀσυγκρίτως πολλὰ τῶν πεποιημένων, καὶ προσέτι τὸν οὐρανόν; {ΠΑΛΛ.} Καὶ πάνυ. {ΚΥΡ.} Συνέσει δὲ καὶ σοφίᾳ καὶ ἰσχνότητι σωμάτων, οὐχ ὑπερφέρουσιν ἄγγελοι; {ΠΑΛΛ.} Ὑπερφέρουσιν, ἀλλὰ καὶ τιμῇ. {ΚΥΡ.} Λαμπρότητι δὲ καὶ δόξῃ τῇ κατὰ σῶμά φημι, οὐκ ἀπαραβλήτως ἀμείνων ἡλίου φύσις· {ΠΑΛΛ.} Ἀμείνων. {ΚΥΡ.} Ἄραρεν οὖν, ὅτι τούτων ἕκαστον ἔχοι ἂν εἰκότως ὡς πρὸς ἡμᾶς τὸ ὑπερτεροῦν, καθ' ὃ πέφυκε νικᾷν. Ὅρκια δὴ οὖν ταυτὶ ποιησόμεθα, παρέντες ὡς περιττὸν, τὸ διαμεμνῆσθαι Θεοῦ; {ΠΑΛΛ.} Οὐδαμῶς. {ΚΥΡ.} Ἔοικεν οὖν ἄρα τὸ κατὰ φύσιν ὑπερτενὲς καὶ ὅλῳ τῷ εἶναι τῶν πεποιημένων διενεγκὸν, τουτέστι, Θεὸν, καὶ ἀνθρώπου μεῖζον εἰπεῖν. {ΠΑΛΛ.} Εὖ λέγεις. {ΚΥΡ.} Ἔστω τοιγαροῦν τὸ Ναὶ, καὶ τὸ Οὓ, παρά γε τοῖς ἄριστα βιοῦν ᾑρημένοις, ὅρκου χρεία τε καὶ δύναμις, καὶ διαπεπήχθω ὀρθῶς· ἕψεται γὰρ οὕτω καὶ τὸ πιστεύεσθαι δεῖν. Εἰ δὲ ἀτιμάζοιτο πρός τινος τὸ Ναὶ καὶ τὸ Οὒ, τῶν ὅρκων ἡ χρεία τετράφθω λοιπὸν ἐπὶ τὸ μεῖζον ἢ καθ' ἡμᾶς, μᾶλλον δὲ ἢ κατὰ πᾶσαν τὴν κτίσιν. ∆υσφημίαν δὲ, τί ἂν λέγοιμι λοιπὸν, ὅποι τέ ἐστι, καὶ ἵν' ἀποφέρῃ κακοῦ τοὺς αὐτῇ χρωμένους, ἣν θανάτῳ μὲν πικρῷ καὶ ὁ πάλαι τιμᾶται νόμος. Καταδεδίκακε δὲ καὶ αὐτὸς ὁ Χριστὸς, ἀφύκτοις τε καὶ ἀτελευτήτοις κακοῖς· «Ὃς γὰρ ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ' ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ, οὔτε ἐν τῷ νῦν αἰῶνι, οὔτε ἐν τῷ μέλλοντι.» Πνεῦμα λέγων τὴν ὑπὲρ σῶμα φύσιν, ὅπερ ἐστὶ Θεὸς, ᾧ τὴν γλῶτταν ἀχάλινον ὁ ἐπαφεῖναι τολμῶν, τοὺς τῆς ἀθυροστομίας ἐκθεριεῖ καρπούς. «Χείλη γὰρ ἄφρονος, ἄγουσιν αὐτὸν εἰς κακὰ, καθὼς γέγραπται. Τὸ στόμα δὲ αὐτοῦ τὸ θρασὺ θάνατον ἐπικαλεῖται.» Τοιγάρτοι καὶ ὁ θεσπέσιος ἔφασκε Μελῳδός·» Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου· μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας.» Εἶεν δ' ἂν οὗτοι, κατὰ Θεοῦ καὶ τῆς ἀῤῥήτου καὶ ἀκηράτου φύσεως ἀνοσιωτάτη καταβοή. {ΠΑΛΛ.} ∆εῖ δὴ οὖν ἄρα διερηρεῖσθαι καλῶς, τοὺς ἰέναι μὲν ἀμωμήτως τὴν ἐπ' εὐθὺ σπουδάζοντας, Θεῷ δὲ προσκρούειν οὐκ ἀνεχομένους. {ΚΥΡ.} Οὕτω φημί. Πρὸς γάρ τοι τοὺς προσιόντας Θεῷ μὴ ἐξ ὑγιοῦς καρδίας, ἀλλ' ὑπόπτου καὶ παρεφθαρμένης, καὶ ἀῤῥωστεῖν ἑλομένης τὸ ἄναλκί τε καὶ εὐκατάσειστον, ὁ προφήτης φησίν· «Ἕως πότε χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν, ἢ Βάαλ, Βάαλ, ἢ Θεῷ Θεῷ;» Τὸ γὰρ μήτε πρὸς πίστιν εἰσάπαν ὑγιὲς, μήτε μὴν εἰς πλάνησιν διαπεπῆχθαι φιλεῖν, ἐπ' ἄμφω τε χωλεύειν ἐστὶ, καὶ μὴν, τὸ ἐφ' ἑκατέρῳ καταφθείρει γνήσιον. Πρόφασις δὲ τῆς οὕτω σαθρᾶς καὶ εὐδιακλάστου γνώμης γένοιτ' ἂν, οἶμαι, τισὶ τὸ κατάπλαστον ποιεῖσθαι καὶ οὐκ ἀληθῆ τὴν εἰς Θεὸν ἀγάπησιν, καὶ ὑποκρίνεσθαι μὲν τὸ χριστιανίζειν βούλεσθαι, μὴ μὴν ἐξ ὅλης καρδίας τοῦτο δρᾷν, μήτε μὴν αἰδοῖ τῇ πρὸς τὸ ἀληθὲς ἀναπεπεισμένους καὶ τετιμηκότας τὸ ἔχον ὀρθῶς· ἀλλ' ἢ θηρωμένους τὸ σφίσιν αὐτοῖς καθ' ἡδονὴν, ἢ κινδύνου φόβον, καὶ δυσημερίας ἀγρίαν ἔφοδον οἱονεὶ καταγοητεύοντας τῇ πίστει προσεληλυθέναι δοκεῖν, ἵνα πολλοὺς ἔχοιεν τοὺς συναθλεῖν ᾑρημένους, καὶ τὴν οἰκείαν δανείζειν φροντίδα. Ἀλλ' ἐσχάτη τοῖς τοιούτοις ἀπονεμηθήσεται φροντὶς, καὶ ἐν τοῖς ὅτι μάλιστα καταβεβλημένοις ὁ κλῆρος, ἀτιμότατοί τε καὶ ἀπεῤῥιμμένοι καὶ μόλις ἀποκερδαίνοντες τὸ ἀξιοῦσθαι ζωῆς, ἁλοῖεν ἂν Θεοῦ βασανίζοντος τὰ ἐν ἡμῖν κεκρυμμένα· ὁποῖοί τινες ἦσαν οἱ ἀπὸ Γαβαών. Προσκεχωρήκασι μὲν γὰρ τῷ Ἰησοῦ ποτε, καὶ τῷ λαῷ τοῦ Θεοῦ προσοικειοῦσθαι λίαν ἐξελιπάρουν· πλὴν οὐκ ἀκακουργὸν ἐποιοῦντο τὴν προσδρομὴν, οὔτε μὴν ἁπλῆν τε καὶ ἀκαπήλευτον, καὶ ὡς ἐξ ἀγάπης τῆς πρὸς Θεὸν, ἀλλ' ἐν ὑποκρίσει καὶ δόλῳ. Καὶ διέλαθον μὲν ἐν ἀρχαῖς. Ἐπειδὴ δὲ πικρὰ δρῶντες ἡλίσκοντο, καὶ κατεφωράθησαν κακόνοοί τε καὶ πολυγνώμονες, ἐν τοῖς ἐσχάτοις ἐτάττοντο. Γεγόνασι γὰρ ξυλοκόποι τε καὶ ὑδροφόροι πάσῃ τῇ Συναγωγῇ. Ὁρᾷς οὖν ὅποι κατακομιεῖ τὸ μὴ γνήσιον, καὶ τὸ μὴ ἑλέσθαι τιμᾷν ἐξ ὑγιοῦς διανοίας τὴν πρὸς ἁγίους οἰκειότητα πνευματικήν. Ἀπατῶσι μὲν γὰρ ἔσθ' ὅτε τινὲς, καὶ οὔτι πού φημι τὸν πάντα εἰδότα Χριστὸν, τοὺς ἐν τύπῳ δὲ μᾶλλον αὐτοῦ, τουτέστιν, τοὺς λαῶν ἡγουμένους. Καθάπερ ἀμέλει κἀκεῖνοι τότε τὸν Ἰησοῦν εἰς εἰκόνα καὶ ὑποτύπωσιν παρενεχθέντα Χριστοῦ, καὶ εἰσελαύνουσι μετὰ δόλου κατασκιασμάτων, ἐν βάθει διαλογισμῶν, καὶ τῆς εἰς νοῦν πονηρίας προϊσχόμενοι τὴν ὑπόκρισιν· καταγινωσκόμενοι δὲ, λαθεῖν γὰρ οὐκ ἔνι, σωθήσονται μόλις, μοῖραν ἔχοντες τὴν δουλοπρεπῆ καὶ ἐσχάτην· ἀνελευθέρου γὰρ γνώμης, ἀπάτη καρπός. Ἡμεῖς δὲ, οἷς τὸ φρονεῖν ὑγιῶς τὰ τοῦ Θεοῦ σκοπὸς καὶ ἀποσπουδάζεται τὰ λοιπὰ, προσκεισόμεθα τῷ ἰδίῳ ∆εσπότῃ καὶ Θεῷ τῶν ὅλων, ἐξ ἁπλῆς καρδίας, ἐκ διανοίας ὀρθῆς, ἐξ ὁλοτελοῦς ἀγάπης, ἀῤῥωστεῖν τὸ δίψυχον οὐκ ἀνεχομένης, ἀποφοιτώσης δὲ παντελῶς ἠθῶν καὶ φρονημάτων Ἑλληνικῶν, καὶ ἰούσης ὡς ἀπωτάτω καὶ μάλα γοργῶς τῶν ἐκ νόμου καταδεδικασμένων. Ἐσόμεθα γὰρ οὕτω τέλειοι ἐναντίον Κυρίου τοῦ Θεοῦ, κατὰ τὸ γεγραμμένον, καὶ λαμπροὶ, καὶ εὐδόκιμοι μετὰ τῶν ἄλλων ἁγίων ἐν Χριστῷ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ΕΒ∆ΟΜΟΣ.

Περὶ τῆς εἰς ἀδελφοὺς ἀγάπης. Εὐφημίαις ἡμῖν, ὦ Παλλάδιε, ταῖς εἰς λῆξιν καὶ ἀνωτάτω στεφανοῦντος τοῦ νόμου τὴν πρώτην τε καὶ ὑπερτάτην τῶν ἐντολῶν, τὸ, «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου, φημὶ, ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης διανοίας, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου·» προσεπάγοντος δὲ, ὅτι «Καὶ τὸν πλησίον σου ὡς σεαυτὸν,» καὶ μὴν καὶ αὐτοῦ τοῦ Χριστοῦ φάσκοντος ἐναργῶς, ὅτι ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται, πλήρωμά τε νόμου τὴν ἀγάπην κατονομάζοντος καὶ τοῦ θεσπεσίου Παύλου, διά τοι τὸ μηδὲν τῷ πλησίον ἐργάζεσθαι κακὸν, ἀποχρῶσαν ἡμῖν, ὡς γοῦν ἔμοιγε δοκεῖ, τὴν ἐπὶ τῇ πρώτῃ διασκευὴν ἐποιήσατο ὁ λόγος, κατά γε τὸ ἐγχωροῦν, ἄνω τε καὶ κάτω, καὶ οἱονεί πως ἐν κύκλῳ περινοστῶν, καὶ οὐκ ἀγεννῶς ἀφηγούμενος τῆς εἰς Θεὸν ἀγάπης ὁλοτελοῦς τε καὶ ἀμωμήτου παντελῶς, τίς ἂν γένοιτο πρὸς ἡμῶν ὁ τρόπος. Φέρε δὴ οὖν τὴν γείτονά τε καὶ ἀδελφὴν πολυπραγμονῶμεν ἐντολὴν, καὶ ἀγάπης τῆς εἰς τὸν πλησίον ἀκριβῆ ποιώμεθα τὴν κατάσκεψιν, ἰχνηλατοῦντες εὖ μάλα τὰ δι' ὧν ἂν γένοιτό τις μὲν ἀρετῆς ἐν κύκλῳ καλῷ, φιλοτεχνίας δὲ τῆς εἰς τοῦτο, τὴν ἀρίστην δόξαν ἀράμενος, ἐν ἀγαθότητι βαδιεῖται μετὰ Θεοῦ καὶ ἀνθρώπων κατὰ τὸν θεσπέσιον Σαμουήλ. Χρῆναι γὰρ ἔγωγέ φημι τῇ εἰς Θεὸν ἀγάπῃ συνεπιτηδεύειν ἀστείως τὴν εἰς ἀδελφούς· ὡς τό τοι λείπεσθαι μιᾶς, τὴν ἐπ' ἀμφοῖν ἀπότευξιν ἔχει, κατά γε τὰς Ἰωάννου φωνάς. Γέγραφε γὰρ ὡδί· «Ἐάν τις εἴπῃ, ὅτι Ἀγαπῶ τὸν Θεὸν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισεῖ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὂν ἑώρακε, τὸν Θεὸν ὃν οὐχ ἑώρακε πῶς δύναται ἀγαπᾷν; Καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν παρ' αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν, ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ.» Συνδιόλλυνται δὴ οὖν ἀλλήλοιν ἑκάτερα καὶ συνανίσχει λαμπρῶς· ἀγχίθυροι γὰρ ὥσπερ ἀλλήλαιν αἱ ἀρεταὶ, καὶ οἷά τις συνωρὶς ἀδιάσπαστος, εἰς ἕν τι τὸ ἐκπρεπὲς καὶ τελεώτατον κάλλος τῆς εἰς Θεὸν εὐσεβείας, τὸν ἡνιοχεῖν ἄριστα μεμελετηκότα διακομίζουσιν. {ΠΑΛΛ.} Εὖ ἔφης. Καὶ ἐπεί τοι σκοπὸς τὸ ἱδροῦν ἐν τούτοις, ἴθι δὴ αὖ, καὶ τὰς ἐφ' ἑκάστῳ τῶν θεωρημάτων συναγείρων πίστεις ἐκ τῶν ἱερῶν Γραμμάτων, πειρῶ μοι λέγειν, τὸ ὅπως ἂν γένοιτο τῆς εἰς τὸν πλησίον ἀγάπης ἀκραιφνὴς ἡ πλήρωσις. {ΚΥΡ.} Πλείστη μὲν οὖν ὅση πρὸς τοῦτο ἡμᾶς ἀποφέρει τρίβος. Γέγραπται γὰρ, ὅτι «Πλατεῖα ἡ ἐντολή σου σφόδρα.» Τό γε μὴν ἐφ' ἑκάστῳ τῶν δρωμένων εὐτεχνὲς, οὐχ ἑτέρωθεν ἂν οἶμαί που συλλέξαιτό τις πλὴν ὅτι γε διὰ τοῦ νόμου· δεδόσθαι γὰρ ἡμῖν αὐτὸν εἰς βοήθειαν προφητικὸς ἔφη λόγος. Καὶ γοῦν πρὸς ἀνάμνησιν ἡμᾶς τὴν διηνεκῆ τῶν τεθεσπισμένων διανιστὰς ὁ νομοθέτης, φησί· «Καὶ ἐμβαλεῖτε τὰ ῥήματα ταῦτα εἰς τὴν καρδίαν ὑμῶν, καὶ εἰς τὴν ψυχὴν ὑμῶν, καὶ ἀφάψατε ταῦτα εἰς σημεῖον ἐπὶ τῆς χειρὸς ὑμῶν, καὶ ἔσται ἀσάλευτα πρὸ ὀφθαλμῶν ὑμῶν, καὶ διδάξατε αὐτὰ τὰ τέκνα ὑμῶν, λαλεῖν αὐτὰ, καθημένους ἐν ὁδῷ, καὶ κοιταζομένους, καὶ διανισταμένους, καὶ γράψατε αὐτὰ ἐπὶ τὰς φλιὰς τῶν οἴκων ὑμῶν, καὶ τῶν πυλῶν ὑμῶν, ἵνα πολυημερεύητε, καὶ ἡμέραι τῶν υἱῶν ὑμῶν ἐπὶ τῆς γῆς, ἧς ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς, καθὼς αἱ ἡμέραι τοῦ οὐρανοῦ ἐπὶ τῆς γῆς.» Καὶ τί δὴ πάλιν ἐστὶ τὸ, Ἀφάψατε αὐτὰ ἐπὶ τῶν χειρῶν ὑμῶν, ἐν τοῖς Ἀρι-θμοῖς ἐδήλου σαφῶς. Γέγραπται γὰρ ὡδί· «Καὶ εἶπε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, καὶ ποιησάτωσαν ἑαυτοῖς κράσπεδα ἐπὶ τὰ πτερύγια τῶν ἱματίων ἑαυτῶν εἰς τὰς γενεὰς αὐτῶν· καὶ ἐπιθήσετε ἐπὶ τὰ κράσπεδα τῶν πτερυγίων κλῶσμα ὑακίνθινον, καὶ ἔσται ἐν τοῖς κρασπέδοις, καὶ ὄψεσθε αὐτὰ, καὶ μνησθήσεσθε πασῶν τῶν ἐντολῶν Κυρίου, καὶ ποιήσετε αὐτάς· καὶ οὐ διαστραφήσεσθε ὀπίσω τῶν διανοιῶν ὑμῶν, καὶ ὀπίσω τῶν ὀφθαλμῶν ὑμῶν ἐν οἷς ὑμεῖς ἐκπορνεύετε ὀπίσω αὐτῶν, ὅπως ἂν μνησθῆτε· καὶ ποιήσετε πάσας τὰς ἐντολάς μου, καὶ ἔσεσθε ἅγιοι τῷ Θεῷ ὑμῶν, ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.» Προεπιτάξας οὖν εὖ μάλα καταγράφειν ἡμᾶς ἐν καρδίαις τὸν νόμον, εἶτα χαλεπὸν ἀῤῥώστημα νοῦ τὴν λήθην εἰδὼς, οἷά περ ἐν πίνακι ταῖς φλιαῖς ἀποσημήνασθαι δεῖν ἐπιτάττει τὰς ἐντολάς· καὶ μὴν καὶ τῆς δεξιᾶς ἀφάπτειν χειρὸς δέλτιά που τάχα τὸν νόμον ὠδίνοντα, καὶ ἐγγεγραμμένον ἔχοντα τὸ χρησμῴδημα, καὶ μὴν καὶ αὐτῶν ἀπηρτῆσθαι τῶν ἐσθημάτων, οὐκ ἀσυντελὲς εἶναί φησιν εἰς ὄνησιν, τά τε κράσπεδα, καὶ τὸ κλῶσμα ὑακίνθινον. {ΠΑΛΛ.} Καὶ τίς ἂν γένοιτο τῶν θείων νόμων ἡμῖν ἀνάμνησις διά τε κρασπέδων καὶ ὑακινθίνου κλώσματος; {ΚΥΡ.} Οὐ γὰρ δὴ τὸν νόμον αἰνιγματωδῶς λελαλῆσθαι τοῖς πάλαι καὶ μὴν καὶ ὡς ἐν σκιαῖς εἶναι φής; {ΠΑΛΛ.} Φημί. {ΚΥΡ.} Αἴνιγμα δὴ οὖν τοῦ δεῖν ἑλέσθαι, φρονεῖν τε καὶ δρᾷν τὰ ἐξ οὐρανοῦ, καὶ τῶν ἄνωθεν διαμεμνῆσθαι νόμων, τὸ κρασπέδων τε καὶ αὐτῆς ἀφάψαι χειρὸς τὸ κλῶσμα τὸ ὑακίνθινον; λίθῳ γὰρ οἶμαι τῇ Ἰνδικῇ, τῷ ὑακινθίνῳ φημὶ, τὸ αἰθέριόν πως εἰκάζεται σῶμα, αὐγῇ τε καὶ σκότῳ συμμιγὲς, καὶ ἐν βάθει πως ἔχον τὸ ὑδαροειδὲς, ὑποτρέμουσάν τε καὶ εὐδιάχυτον ὑποφαῖνον τὴν ὄψιν. Ἀπηρτῆσθαι δὴ οὖν ὁ νόμος τῶν τε ἐσθημάτων αὐτῶν καὶ μὴν καὶ χειρὸς τὸ κλῶσμα τὸ ὑακίνθινον οἰκονομικῶς προστέταχεν, οἱονεί πως ὑποφωνῶν. Ἔσθημά σοι νοῦ καὶ διανοίας ἄμφιον, λόγιον ἔστω τὸ ἐξ οὐρανοῦ, καὶ δεξιῶν ἔργων βραβευτὴς ὁ νόμος. Ἔργου γὰρ δὴ σύμβολον ἡ χείρ· τὰ δὲ συννόμως δρώμενα πρὸς ἡμῶν, πάντως που καὶ ἀνεπίπληκτα, καὶ τὸ ἐν φαυλότητι σκαιὸν οὐκ ἔχει. Ἐμεγάλυνον οὖν οἱ Φαρισαῖοι τὰ κράσπεδα αὐτῶν, καὶ ἐπλάτυνον τὰ φυλακτήρια αὐτῶν, τουτέστι, τὰ τῆς δεξιᾶς ἀπηρτημένα δέλτια· πλὴν ἐγελῶντο παρὰ Χριστοῦ, εἰς φιλοδοξίας ἀφορμὴν, καὶ οὐκ εἰς ἀνάμνησιν τοῦ νόμου τὸ χρῆμα ποιούμενοι. Ἔστιν οὖν ἄρα καὶ ἐννόμως ἀνομεῖν, εἰ μή τις ὀρθῶς ἀποχρῷτο τῷ νόμῳ. Καὶ τοῦτο, οἶμαι, ἐστὶν ὅπερ ἔφη Σολομών· «ἔστι δίκαιος ἀπολλύμενος ἐν δικαίῳ αὐτοῦ.» Καταγραπτέον οὖν ἄρα τὴν θείαν ἐντολὴν εἰς νοῦν καὶ καρδίαν, καὶ τήν γε τοῦ πράγματος ὄνησιν ἐναργῆ καθιστὰς ὁ θεῖος ἔφη ∆αβὶδ περὶ δικαίου παντός· «Ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν τῇ καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ.» Ἔστι γὰρ, οἶμαι, καὶ μάλα σαφὲς, ὡς ὅτῳ περ ἂν ὁ θεῖος εἰς νοῦν ὑπάρχει νόμος, προσέσται που πάντως καὶ τὸ ἐρηρεῖσθαι καλῶς, καὶ τὸ ἐν βεβαίῳ κεῖσθαι τῆς ἀρετῆς. {ΠΑΛΛ.} Ὧδε ἔχει. {ΚΥΡ.} Οὐκοῦν ἡ μακρὰ καὶ διηνεκὴς τοῦ νόμου μελέτησις, ἀποκομίζει πρὸς τὸ εὐθὺ, τοῦτο δ' ἂν εἴη τῷ Θεῷ δοκοῦν, θολὸν ὥσπερ τινὰ καὶ ὁμίχλην τῆς ἀνθρώπου διανοίας, τὴν λήθην ἐκπέμπουσα. Καὶ οὐ μέχρι τούτων ὁ νομοθέτης, ἀλλά τι καὶ ἄμεινον προσεπινοῶν, δέλεαρ ὥσπερ τι, τῆς ἔν γε τῷ χρῆναι ποιεῖν προθυμίας, ἐλπίδα ποιεῖται, τὴν ἐφ' ἅπασι τοῖς εὐκταιοτάτοις. Ἔφη γὰρ πάλιν· «Ἐὰν ἐν τοῖς προστάγμασί μου πορεύησθε, καὶ τὰς ἐντολάς μου φυλάξησθε, καὶ ποιήσητε αὐτὰς, δώσω τὸν ὑετὸν ὑμῖν ἐν τῷ καιρῷ αὐτοῦ, καὶ ἡ γῆ δώσει τὰ γεννήματα αὐτῆς, καὶ τὰ ξύλα τῶν πεδίων ἀποδώσει τὸν καρπὸν αὐτῶν. Καὶ καταλήψεται ὑμῖν ὁ ἀλοητὸς τὸν τρυγητὸν, καὶ ὁ τρυγητὸς καταλήψεται τὸν σπόρον, καὶ φάγεσθε τὸν ἄρτον ὑμῶν εἰς πλησμονὴν, καὶ κατοι κήσετε μετ' ἀσφαλείας ἐπὶ τῆς γῆς ὑμῶν, καὶ ὁ πόλεμος οὐ διελεύσεται διὰ τῆς γῆς ὑμῶν, καὶ δώσω εἰρήνην ἐν τῇ γῇ ὑμῶν, καὶ κοιμηθήσεσθε, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν ὑμᾶς, καὶ ἀπολῶ θηρία πονηρὰ ἐκ τῆς γῆς ὑμῶν.» Συνίης ὅσης φροντίδος καὶ ἡμερότητος ἀξιοῖ τὸν ἐπιεικῆ τε καὶ φιλεργέστατον, καὶ μὴν αἰδοῖ τῇ περὶ τὸν νόμον ἡττώμενον; Πρώϊμόν τε γὰρ καὶ ὄψιμον ὑετὸν, εὐκαρπίαν τε τὴν ἀλλεπάλληλον, καὶ μὴν καὶ ἄρτου πλησμονὴν, καὶ τῶν ἐδωδίμων ἄφθονον χρῆσιν, καὶ πρός γε τούτοις εἰρήνην χαριεῖσθαι κατεπαγγέλλεται. Τὸν γάρ τοι τοῦ νόμου φύλακα γνήσιον, καὶ ὧν ἂν βούλοιτο Θεὸς ἄπληστον ἐραστὴν, ταῖς τῶν οὐρανίων ἀγαθῶν ἀφθονίαις καταμεθύειν εἰκός· γῆν μὲν γὰρ οἷά τε πίειράν τε καὶ εὔτοκον τὴν τοῦ δικαίου ψυχὴν, παράκλησις ἡ πνευματική τε καὶ ἄνωθεν ὑετοῦ κατάρδουσα δίκην, κατευφραίνει λίαν, ὡς ἀνελλιπῆ καὶ οἱονεὶ παμποίκιλον τῆς εἰς Θεὸν εὐσεβείας ἐκφαίνει καρπόν· εἰρήνη δὲ στεφανοῖ, τὴν εἰς τὸ εὖ εἶναι διαμονὴν εἰσφέρουσα. Γράφει γοῦν καὶ ὁ Παῦλος· «Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ὑμῶν, καὶ τὰ νοήματα ὑμῶν.» Ὁ τῆς τοιᾶσδε οὖν παρὰ Θεοῦ φιλοτιμίας τετυχηκὼς, ἀπόλεμόν τε καὶ εἰρηναῖον διατελέσει βίον, εἴκοντος ἐχθροῦ, πίπτοντός τε καὶ οἰχομένου πρὸς τὸ μηδὲν τοῦ ἀνθεστηκότος παντὸς, καὶ ἀπρακτούσης ἐφόδου διαβολικῆς, καὶ φόβου παντὸς ἐκποδὼν ἰόντος εὐκόλως. Τὸν αὐτὸν δὲ τουτονὶ νόμον καὶ ἐν τῷ ∆ευτερονομίῳ γεγραμμένον εὑρήσομεν. Ἔφη γὰρ ὡδὶ βραχὺ παραλλάξας· «Ἐὰν δὲ ἀκοῇ εἰσακούσητε πάσας τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἀγαπᾷν Κύριον τὸν Θεόν σου, καὶ λατρεύειν αὐτῷ ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ δώσει σοι τὸν ὑετὸν τῆς γῆς σου, καθ' ὥραν πρώϊμον καὶ ὄψιμον καὶ εἰσοίσεις τὸν σῖτόν σου καὶ τὸν οἶνόν σου, καὶ τὸ ἔλαιόν σου, καὶ δώσεις χορτάσματα ἐν τοῖς ἀγροῖς σου τοῖς κτήνεσί σου.» Οὐκοῦν τὸ μὲν εὐτεχνές τε καὶ εὔρυθμον, εἴς γε τὸ χρῆναι πληροῦν ἃ ἂν βούλοιτο Θεὸς, ἡ τοῦ νόμου μελέτησις ταῖς ἡμετέραις εἰσοικιεῖται ψυχαῖς. Ἱδρῶτα δὲ τὸν ἐπ' ἀρεταῖς οἰστὸν ἀποφαίνει τῶν ἐπηγγελμένων ἡ ἔφεσις. {ΠΑΛΛ.} Ἀληθές· συναινέσαιμι γὰρ, καὶ σφόδρα εἰκότως. Ἀγάπης δὲ τῆς εἰς τὸν πλησίον, τίνα δὴ τρόπον διαπερανεῖ τις ἂν τὸν νόμον, ὥρα λέγειν, ὦ τάν. {ΚΥΡ.} Ἰτέον δὴ οὖν ἐπ' αὐτὸ δὴ τοῦτο. Καὶ δὴ λέγομεν, τοῖς ἱεροῖς ἑπόμενοι Γράμμασιν, ὅτι Μωσῇ προστέταχεν ὁ τῶν ὄλων ∆εσπότης Θεὸς, ἐξεκκλησιάσαι τὸν λαὸν, καὶ ὑπὸ τὸ Σινᾶ καλούμενον ὄρος καθαρούς τε καὶ ἡγνισμένους εὖ μάλα συνενεγκεῖν· ἀποπλύνασθαι γὰρ δεῖν τὰ ἄμφια, καὶ τῆς εἰς γυναῖκας ἡδονῆς ὁρᾶσθαι βελτίους, εἰς τρεῖς διατέταχεν ἡμέρας, διὰ τῶν ἐν αἰσθήσει καὶ ὁρατῶν πραγμάτων σημαίνων τὰ νοητά· λαμπροῖς γὰρ ὥσπερ ἀμφίοις, τοῖς ἐξ ἀρετῶν αὐχήμασι κατηγλαϊσμένους, καὶ τῇ κατὰ νοῦν φαιδρότητι διαπρέποντας, καὶ φιλοσαρκίας ἁπάσης καὶ μολυσμῶν ἐπιγείων ἀπηλλαγμένους, οἱονεί πως εἰς ὄψιν ἰέναι πρέπει Θεοῦ, παιδαγωγοῦντος ἡμᾶς εἰς τοῦτο τοῦ νόμου, καθάπερ ἀμέλει καὶ τοὺς πάλαι Μωσῆς· τύποι γὰρ ἦσαν ἐκεῖνα τῶν ἀληθεστέρων. Καὶ ἡ διὰ τοῦ πανσόφου Μωσέως παιδαγωγία, τὴν διὰ τοῦ νόμου παίδευσιν ἀποκομίζοντος εἰς Χριστὸν, ὑπετύπου τοῖς ἀρχαιοτέροις. Ἐπιτηρεῖν δὲ πρὸς τούτοις ἄξιον κἀκεῖνο οἶμαί που. Τὸ γάρ τοι χρῆμά τε καὶ πρόσωπον τοῦ παιδαγωγεῖν ὀφείλοντος, ἔν γε τῷ Μωσέως προσώπῳ τετήρηται καλῶς· οὐ γὰρ ἑαυτῷ, παρέστησεν, ἀλλὰ Θεῷ τὸν λαὸν, οἱονεί πως θεσμοθέτῃ καὶ διδασκάλῳ καὶ τῶν πρακτέων εἰσηγητῇ. Προσεκόμιζε δὲ καὶ ἡμᾶς οὐχ ἑαυτῷ διὰ τοῦ γράμματος παιδαγωγὸς ὢν ὁ νόμος, ἀλλὰ τῷ δι' ἡμᾶς ἐξ οὐρανοῦ καταφοιτήσαντι Θεῷ Λόγῳ. Ἆρά σοι κατ' ἴχνος τῶν τῆς ἀληθείας ἐννοιῶν ὁ λόγος ἡμῖν ἰέναι δοκεῖ; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Γέγραπται τοίνυν, ὅτι «Καὶ ἐξήγαγε Μωσῆς τὸν λαὸν εἰς συνάντησιν τοῦ Θεοῦ, ἐκ τῆς παρεμβολῆς, καὶ παρέστησαν ὑπὸ τὸ ὄρος τὸ Σινᾶ. Τὸ δὲ ὄρος τὸ Σινᾶ ἐκαπνίζετο ὅλον διὰ τὸ καταβεβηκέναι Κύριον ἐπ' αὐτοῦ ἐν πυρὶ, καὶ ἀνέβαινεν ὁ καπνὸς ὡς καπνὸς καμίνου· καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα· ἐγένοντο δὲ αἱ φωναὶ τῆς σάλπιγγος προβαίνουσαι ἰσχυρότεραι σφόδρα. Μωσῆς ἐλάλει· ὁ δὲ Θεὸς ἀπεκρίνετο αὐτῷ φωνῇ.» Τὸ μὲν οὖν ἐν ὄρει καταφοιτῆσαι Θεὸν, σημεῖον ἂν γένοιτο καὶ μάλα σαφὲς, τοῦ διανοίαις αὐτὸν οὐ χθαμαλωτάταις ἐπιφοιτᾷν, οὔτε μὴν ἐναυλίζεσθαι φιλεῖν τοῖς γεῶδες ἔχουσι καὶ χαμαιῤῥιφὲς τὸ φρόνημα, ἀλλ' ὅτῳ περ ἂν ὁ νοῦς ἀναθρώσκοι πρὸς τὸ ὑψοῦ, καὶ οἱονεὶ κορυφὴν ὑπερτέλλουσαν ἔχων, κάτω που βλέπει τὰ ἀνθρώπινα, καὶ μόνα φαντάζοιτο τὰ παρὰ Θεῷ. Κατασημήνειε δ' ἂν καὶ ἑτέρως, ὑψηλὴ μὲν ὅτι καὶ ὑπερκειμένη τῶν καθ' ἡμᾶς ἡ περὶ Θεοῦ γνῶσις, μόνοις δὲ τάχα που κἂν γοῦν ἐκ μέρους ἁλώσιμος τοῖς τὰ ὑψηλὰ πέτεσθαι μεμελετηκόσι· «Νεοσσοὶ γὰρ γυπὸς τὰ ὑψηλὰ πέτανται,» κατὰ τὸ γεγραμμένον. Ἐν τούτῳ δὲ σύνες, ὅτι κατέβη Θεὸς τὸν ἀρχαῖον τοῖς πάλαι διορίζων νόμον, οὐκ ἔνθα περ ἦν ὁ λαὸς, ἀλλ' ὑψοῦ καὶ μακράν. Ἀφειστήκει γὰρ μακρόθεν ἔτι κατὰ τὴν τοῦ Ψάλλοντος φωνὴν, οὔπω γεγονότος μεθ' ἡμῶν σαρκικῶς, οὔτε μὴν καθέντος ἑαυτὸν εἰς κένωσιν τοῦ Μονογενοῦς· οὐ γὰρ τοῖς ἀρχαιοτέροις, ἀλλ' εἰς ἡμᾶς αὐτοὺς τετήρηται τὸ μυστήριον· γέγονε γὰρ μεθ' ἡμῶν ὅσον ἧκεν εἰπεῖν, εἰς δόξαν ὀφθαλμοφανῆ, τὰ τῆς θεότητος ὑψώματα καταλελοιπώς· ἐπολιτεύετο δὲ μεθ' ἡμῶν, ὡς εἷς ἐξ ἡμῶν. Ἐν εἴδει γε μὴν τοῦ πυρὸς κατῄει Θεός· ἔδει, τοῖς ἀνάγκῃ καὶ νόμῳ τοὺς παιδαγωγεῖσθαι μέλλοντας, ὅτι πρὸς πῦρ ἕξουσι τοὺς λόγους, εἰ ἕλοιντο ῥᾳθυμεῖν, διειδέναι σαφῶς. Οὐ γὰρ ἐξ ἀγάπης τῆς ἐθελουσίου, καὶ νοῦ ῥοπῆς ἐλευθέρας ἐπράττετο τοῖς ἀρχαιοτέροις τὸ θεοφιλὲς, ἀλλ' ὡς ἐξ ἀνάγκης καὶ φόβου· πνεῦμα γὰρ ἦν οὐκ ἐλεύθερον, οὔτε μὴν υἱοθεσίας, τὸ ἐν αὐτοῖς, ἀλλὰ δουλείας εἰς φόβον. Καπνίζεται δὲ τὸ ὄρος διὰ τὸ καταβεβηκέναι Κύριον ἐπ' αὐτὸν ἐν πυρί· καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ ἐν Ψαλμοῖς ὑμνούμενον· «Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ.» Κατασημήνειε δ' ἂν καὶ ἑτέρως ἡμῖν ὁ καπνὸς τὸ ἐπὶ τῇ καταφρονήσει πάντη τε καὶ πάντως ἐσόμενον δάκρυον· ἐξέρπει γὰρ δὴ ταῖς τοῦ καπνοῦ προσβολαῖς ἡ ἐξ ὀμμάτων ἰκμάς. Εἰ δὲ βούλοιτό τις τοῖς προκειμένοις θεωρήμασιν ἐπιβαλεῖν ἑτέρως, εἰς τὸν διὰ τοῦ νόμου φωτισμὸν καταλογιεῖται τὸ πῦρ, πλὴν ἀχλύος οὐ δίχα· καὶ γάρ ἐστιν ἀμυδρὸς καὶ ἀσαφὴς ὁ νόμος, καὶ τὸ ἐκ τοῦ γράμματος κατασκίασμα παχὺ, καὶ καταθολοῦν ἱκανὸν τὸν τῆς διανοίας ὀφθαλμόν. Ἰσχυρότεραι δὲ προβαίνουσαι τῆς σάλπιγγος αἱ φωναί· μικρὰ γὰρ ἦν καὶ μόλις ἀναφωνοῦντος τοῦ νόμου τὸ ἐν ἀρχαῖς. Ἐπειδὴ δὲ προβέβηκεν ὁ λόγος ἡμῖν εἰς παίδευσιν εὐαγγελικὴν, ἐπιλάμψαντος τοῦ Ἐμμανουὴλ, ἰσχυρότεραι γεγόνασιν αἱ φωναί· ἐξάκουστον γάρ τι καὶ τορὸν ἀναπεφώνηκεν ὁ Χριστὸς, καὶ εἰς πᾶσαν ἤδη διῆκον τὴν οἰκουμένην. Αὐτοῦ γὰρ ἔστιν ἀκοῦσαι λέγοντος διὰ φωνῆς τοῦ ∆αβίδ· «Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη· ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.» Καίτοι τῆς τοῦ νόμου τηνικάδε φωνῆς, ἑτέρωθι μὲν οὐκ ἰούσης, οὔτε μὴν ἅπαντα μυσταγωγούσης τὰ ἔθνη, μόνην δὲ τὴν Ἰουδαίων περιηχούσης χώραν, καὶ παιδαγωγούσης ἒν γένος τὸ ἐξ Ἰσραήλ. Ἀλλ', «Ἐλάλει μὲν, φησὶν, ὁ Μωσῆς· ὁ δὲ Θεὸς, ἀπεκρίνετο αὐτῷ φωνῇ.» Ἐζήτει μὲν γὰρ ὡς διάκονος τὸν νόμον ὁ Μωσῆς, καὶ τῶν θείων θεσπισμάτων μεσίτης καὶ ὑπουργός· ἀπεκρίνετο δὲ Θεὸς τῇ ἰδίᾳ φωνῇ, τουτέστι, δι' Υἱοῦ· φωνὴ γὰρ καὶ λόγος τοῦ Πατρὸς, ὁ Υἱός. Ἐξ αὐτοῦ δὲ ὁ νόμος, καὶ εἰ λελάληται δι' ἀγγέλων· πάρα γοῦν, εἴπερ ἕλοιτό τις, ἐπαΐειν λέγοντος ἐναργῶς· «Αὐτὸς ὁ λαλῶν, πάρειμι.» Καὶ, «Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι· λέγω γὰρ ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἒν, ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.» Λόγους οὖν ἰδίους, τὸν νόμον ἀποκαλεῖ· φωνὴ γὰρ αὐτὸν λελάληκε Θεοῦ, καθάπερ ἔφην ἀρτίως, τουτέστιν ὁ Υἱός. Εἶτά φησιν, ὅτι «Καταβέβηκεν ὁ Κύριος ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, καὶ ἐκάλεσε Κύριος τὸν Μωσῆν ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, καὶ ἀνέβη Μωσῆς. Καὶ εἶπεν ὁ Θεὸς πρὸς Μωσῆν λέγων· Καταβὰς διαμάρτυραι τῷ λαῷ μήποτε ἐγγίσωσι πρὸς τὸν Θεὸν κατανοῆσαι, καὶ πέσῃ ἐξ αὐτῶν πλῆθος· καὶ οἱ ἱερεῖς οἱ ἐγγίζοντες Κυρίῳ τῷ Θεῷ ἁγιασθήτωσαν, μήποτε ἀπαλλάξῃ ἀπ' αὐτῶν Κύριος.» Κάτεισιν εἰς τὸ ὄρος ὁ ὑπὲρ πάντων Θεὸς, εἶτα κεκλημένος ἄνεισιν ὁ Μωσῆς. Οὐ γάρ ἐστι τῶν ἐνδεχομένων ἰσχύσαι τινὰς εἰς τὰ τῆς ἀληθοῦς θεοπτίας ἀναθρώσκειν ὑψώματα, μὴ οὐχὶ καθέντος ἑαυτὸν τοῦ Θεοῦ, καὶ ταῖς ἡμετέραις διανοίαις προσιτὸν γενέσθαι παρασκευάζοντος· αὐτοῦ δὲ καλοῦντος ἄνιμεν οὕτω μόλις εἰς ὑπερφυᾶ καὶ ἐξῃρημένην οἱονεὶ κορυφὴν, τὴν περὶ αὐτοῦ γνῶσιν ἀληθῆ ὅπερ ἐποίσει Χριστὸς, ἀποκαλύπτων ἡμῖν τὸν Πατέρα καὶ Θεὸν, καὶ ἀστιβὲς μὲν τοῖς ἀγελαίοις τὸ ὄρος (ἀνέμβατος γὰρ τοῖς πολλοῖς ἡ τῆς ἄγαν ὑπερτενοῦς γνώσεως χάρις), βάσιμος δὲ μόνοις τοῖς εἰδόσι διαστείχειν αὐτὴν, μᾶλλον δὲ καὶ εἰς τοῦτο κεκλημένοις παρὰ Θεοῦ, καθάπερ ἀμέλει καὶ Μωσῆς. Εἴ τις οὖν ἄρα ἐστὶ πιστὸς καὶ γνήσιος ἐν οἴκῳ Θεοῦ, ἔσται καὶ αὐτὸς κατ' ἐκεῖνον ἐξειλεγμένος καὶ ἐπιτηδείως ἔχων εἰς τὸ ἀγχοῦ γενέσθαι Θεοῦ, κατά γε τὸν ἐν ἁγιασμῷ καὶ εἰδήσει τρόπον. Συνεσόμεθα γὰρ οὕτως αὐτῷ λέγοντι· «Σὺ δὲ αὐτοῦ στῆθι μετ' ἐμοῦ.» Ἀποκαθαίρεσθαι δὲ δεῖν τοὺς ἱερωσύνῃ κατεστεμμένους παρεγγυᾷ λέγων· «Μήποτε ἀπαλλάξῃ ἀπ' αὐτῶν Κύριος.» Σφαλερὸν γὰρ κομιδῇ τῆς ἱερωσύνης τὸ χρῆμα, καὶ κινδύνων οὐκ ἀπωτάτω, μᾶλλον δὲ καὶ λίαν ἐγγὺς, εἰ μὴ ὁρῷτο προσὸν τὸ ἀμώμητον εἰς ζωήν· ἁγίους γὰρ εἶναι πρέπει τοὺς τῷ πανάγνῳ λειτουργοῦντας Θεῷ. Εἶτά φησι· «Καὶ εἶπε Κύριος τῷ Μωσῇ· Βάδιζε, κατάβηθι καὶ ἀνάβηθι σὺ καὶ Ἀαρὼν μετὰ σοῦ· οἱ δὲ ἱερεῖς καὶ ὁ λαὸς μὴ βιαζέσθωσαν ἀναβῆναι πρὸς τὸν Θεὸν, μήποτε ἀπολέσῃ ἀπ' αὐτῶν Κύριος.» Ἄνεισιν ὁ Μωσῆς καὶ οὐ δίχα τοῦ Ἀαρὼν, ὃς ἦν εἰς τύπον Χριστοῦ. Τίμιος γὰρ νόμος ἐν Χριστῷ, καὶ ὡς ἅγιος δι' αὐτὸν, ἐγγὺς Θεοῦ καὶ μετὰ Θεοῦ. ∆ιακηρύττει γὰρ καὶ αὐτὸς τὸν ἀρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν, κατὰ τὰς Γραφάς. Παρεζεύχθω οὖν ὁ νόμος Χριστῷ, διὰ τῆς ἐν πνεύματι θεωρίας. Ἀκήκοε γὰρ ὁ Μωσῆς· «Ἀνάβηθι σὺ καὶ Ἀαρών.»–»Ἂ οὖν Θεὸς συνέζευξεν, ἄνθρω-πος μὴ χωριζέτω,» τῆς ἐν Χριστῷ θεωρίας ἀποκομίζων τὸν νόμον, διὰ τὸ μόνῃ προσκεῖσθαι τῇ σκιᾷ, καὶ μὴ εἰς εἰκόνα τῶν τύπων παραδέχεσθαι τὴν ἀλήθειαν. Εἴρηταί γε μὴν ἀναφοιτᾷν εἰς τὸ ὄρος τοῖς δήμοις ὁμοῦ τὸ γένος τὸ ἱερόν. Οὐ γὰρ τοῖς ἐν νόμῳ παιδαγωγουμένοις, οὐδὲ τοῖς ἔτι τὴν ἐν σκιαῖς τελοῦσι λατρείαν, δέδοται παρὰ Θεοῦ τὸ ἐν ὑψηλοῖς καὶ ὑπερτάτοις ἰέναι δόγμασι τοῖς περὶ αὐτοῦ· τετήρηται δὲ μᾶλλον τοῖς ἐν πίστει δεδικαιωμένοις, καὶ ἐν Χριστῷ κεκλημένοις εἰς ὑπακοὴν, καὶ πολὺ τῆς ἀρχαιοτέρας διενεγκοῦσαν γνῶσιν. Τεθαύμακε γὰρ τὸ ὑπερέχον τῆς γνώσεως τοῦ Χριστοῦ καὶ ὁ θεσπέσιος Παῦλος· μαρτυρήσει δὲ καὶ αὐτὸς ὁ Σωτὴρ, περί τε ἡμῶν καὶ τῶν ἐξ αἵματος Ἰσραὴλ, ἀναφανδὸν λέγων, ὅτι «Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται. Καὶ περὶ μὲν τῶν Ἰουδαίων· «Ἄφετε αὐτοὺς,τυφλοί εἰσιν, ὁδηγοὶ τυφλῶν.» Προσπεφώνηκε δὲ πάλιν τοῖς ἐγνωκόσιν αὐτόν· «Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσιν.» Ἐπειδὴ δὲ τοὺς περὶ τούτων διεπέραινε λόγους ὁ τῶν ὅλων Θεὸς, ἄρχεται θεσμοθετεῖν, καὶ τοὺς ἐφ' ἅπασι τοῖς ἀρίστοις ὁρίζειν νόμους. Οὕτω τέ φησιν· «Ἐγὼ Κύριος ὁ Θεός σου, ὅστις ἐξήγαγόν σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.» Πρέπουσαν δὲ τοῖς νόμοις ἐποιήσατο τὴν ἀρχὴν, ἑαυτὸν εἶναι λέγων τὸν ἐν Αἰγύπτῳ τερατουργόν· τὸν ταῖς τῶν πλεονεκτούντων μανίαις ὅλην, ὡς ἔπος εἰπεῖν, κατεξανιστάντα τὴν κτίσιν· ὑετούς τε καὶ χαλάζας ἐξ ὡπλικότα, καὶ τῶν στοιχείων μεταβολὰς ἐπιδεδειχότα, καὶ τοῖς πρωτοτόκοις τὸν οἰκτρὸν ἐνιέντα θάνατον, καὶ σκότον αὐτοῖς καταχέαντα τὸν τριήμερον· τὸν διὰ μέσων ἰέναι κυμάτων οἷς ἂν ἐθέλοι δωρούμενον, καὶ ἀμογητὶ συνθραύοντα τοὺς ἀνθεστηκότας. Ἔδει γὰρ, ἔδει μὴ ἀγνοεῖν τοὺς τῆς θείας ἐντολῆς ὑποτρέχοντας τὸν ζυγὸν, ὅση τίς ἐστιν ἡ τοῦ νομοθέτου δύναμις, καὶ ὅτι προσκρούειν αὐτοῖς οὐκ ἀσφαλὲς τῷ πάντα εὐκόλως κατορθοῦν ἰσχύοντι. {ΠΑΛΛ.} Ὡς εὖ γε ἡμῖν ὁ νομοθέτης καὶ θεοπρεπῶς ἐσκέπτετο! Κατάγχει γάρ πως ἀεὶ τὸ δεῖμα πρὸς εὐπείθειαν, καὶ ὥσπερ τινὰ πῶλον εὐήνιον ἀπεργάζεται τὸν ἀπηνῆ καὶ δυσάγωγον. {ΚΥΡ.} Ὀρθότατα ἔφης. Ἀποφήσας δὴ οὖν τὸ χρῆ-ναι θεοῖς προσκυνεῖν ἑτέροις, καὶ τὴν εἰδώλου παντὸς ποίησιν, ἐξομοίωμά τε καὶ γραφὴν, καὶ τὸ προσνέμειν ἀποτολμᾷν τὸ τῆς θεότητος ὄνομα ταῖς τῶν ἀγαλματουργῶν ἐπιστήμαις, δίκαις ὑπενεγκὼν ταῖς ἐσχάταις («Οὐ γὰρ λήψῃ, φησὶ, τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ, ὅτι οὐ μὴ καθαρίσῃ Κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ»), καταρυθμίζει λοιπὸν τὰ ἀνθρώπινα, καὶ ὥσπερ τινὰ κανόνα πρὸς τὸ εὐθὺ ταῖς ἁπάντων πολιτείαις ὁρίζει τὸν νόμον· ἁπάσης δὲ ἡμᾶς ἐξίστησιν ἁμαρτίας, τὸν τῆς ἐν Χριστῷ δικαιοσύνης καὶ πρό γε τῶν ἄλλων κατασημαίνων καιρὸν, καθ' ὃν ἡ τελεωτάτη λύτρωσις καὶ ἡ φαυλότητος καταφθορὰ, καὶ ἀναμόρφωσις εἰς τὸ ἀπ' ἀρχῆς, καὶ ζωῆς ἀνακαινισμὸς τῆς ἐν ἁγιότητί τε καὶ φιλοθεΐᾳ. Τοιγάρτοι φησί· «Μνήσθητι τὴν ἡμέραν τῶν Σαββάτων ἁγιάζειν αὐτήν· ἓξ ἡμέρας ἐργάσῃ, καὶ ποιήσεις πάντα τὰ ἔργα σου, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ Σάββατα, ἀνάπαυσις Κυρίῳ τῷ Θεῷ σου· οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον, σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ παιδίσκη σου, ὁ βοῦς σου καὶ τὸ ὑποζύγιόν σου, πᾶν τὸ κτῆνός σου, καὶ ὁ προσήλυτος ὁ παροικῶν ἐν σοί. Ἐν γὰρ ἓξ ἡμέραις ἐποίησε Κύριος τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς, καὶ κατέπαυσε τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ. ∆ιὰ τοῦτο ηὐλόγησε Κύριος τὴν ἡμέραν τὴν ἑβδόμην, καὶ ἡγίασεν αὐτήν. {ΠΑΛΛ.} Καὶ τί δὴ τοῦτό ἐστιν; οὐ γάρ τοι συνίημι σαφῶς. Ἁγιάσαιμεν δ' ἂν τίνα τρόπον τὴν τῶν Σαββάτων ἡμέραν; {ΚΥΡ.} Βούλει λέγωμεν ὀλίγα ἄττα περὶ Σαββάτου καὶ τῆς ἐν αὐτῷ τετιμημένης ἀργίας; εἶεν γὰρ ἂν οὕτω καὶ μάλα σαφῆ τὰ θεόθεν ἡμῖν κεχρησμοδοτημένα. {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Τὸ Σάββατον, ὦ Παλλάδιε, τελευταία τῆς ἑβδομάδος τυγχάνον ἡμέρα, κατασημήνειεν ἂν, οἶμαί που, τὸν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας καιρὸν, ὃς πέφηνε μὲν ἐπὶ συντελείᾳ καὶ μονονουχὶ πρὸς αὐταῖς ἤδη τοῦ παρόντος αἰῶνος δυσμαῖς, ἀρχὴ δὲ καὶ θύρα καὶ ὁδὸς ἡμῖν γέγονεν εἰς ἀπόνιψιν ἁμαρτίας, εἰς ἐλευθερίαν καὶ ἄφεσιν, εἰς ἀφθαρσίαν καὶ εἰς ζωὴν, καὶ εἰς ἐλπίδα τὴν μέλλουσαν. Πολυτρόπως δὲ ἡμῖν τὸν ἐν Χριστῷ νοούμενον σαββατισμὸν καὶ ἡ τῶν ἱερῶν Γραμμάτων αἰνίττεται πίστις, ὁτὲ μὲν τὴν ἐν ἑαυτῷ κατάληξιν, τὴν ὡς ἐξ ἁμαρτιῶν ὑπογράφουσα, καὶ τὴν ὅτι μάλιστα πικράν τε καὶ ἀπηνῆ τοῦ παραβαίνοντος καθορίζουσα δίκην, ὁτὲ δὲ αὖ τὴν ἐν αὐτῷ λύτρωσίν τε καὶ ἄφεσιν εἰς ἐλευθερίαν, καὶ μὴν καὶ εὐτρεπισμὸν τὸν εἰς αἰῶνα τὸν μέλλοντα τυπικῶς ὑποφαίνουσα. {ΠΑΛΛ.} Φράζε δὴ οὖν ὅπως. Εἰδείην γὰρ ἂν ὡς ἥδιστά γε. {ΚΥΡ.} ∆ιὰ πίστεως, ὦ Παλλάδιε, τῆς ἐν Χριστῷ νοουμένης πνευματικῶς σαββατίζομεν, τῶν ἐν τῷδε κόσμῳ περισπασμῶν καταλήγοντες, καὶ περιφορᾶς εἰκαίας ἀποπαυόμενοι, καὶ φαυλότητος ἀπονοσφιζόμενοι, καὶ τὸν τῆς ἁμαρτίας διεκδύνοντες ζυγὸν, ἀνείμεθα λοιπὸν εἰς ἐλεύθερον ἁγιασμόν. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος περὶ τῶν οὔπω πεπιστευκότων φησί· «Τίσι δὲ προσώχθισε τεσσαράκοντα ἔτη; οὐχὶ τοῖς ἀπειθήσασιν, ὧν τὰ κῶλα ἔπεσον ἐν τῇ ἐρήμῳ; Τίσι δὲ ὤμοσε μὴ εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασι; καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι' ἀπείθειαν. Φοβηθῶμεν οὖν μήποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι.» Καὶ μεθ' ἕτερα· «Ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ.» Καίτοι πῶς οὐκ ἀληθὲς, ὡς εἴπερ ἐστὶν ὁ σαββατισμὸς, τὸ μόνον ἀργεῖν ἐν Σαββάτῳ, πῶς οὐκ εἰσῆλθεν εἰς τὴν κατάπαυσιν ὁ Ἰσραὴλ, καί τοι τὴν ἐν Σαββάτῳ τηρήσας ἀργίαν; Ἀλλ' ἦν εἰς τύπον τὸ χρῆμα τῆς ἐν Χριστῷ καταπαύσεως, καὶ τοῦ καταλήξειν ἐξ ἁμαρτίας δικαιουμένου τῇ πίστει. Τοιγάρτοι λιθόλευστον ἐκτεθνάναι δεῖν ἐκέλευσε Θεὸς τὸν ἐν Σαββάτῳ συλλέγοντα ξύλα· ἡ δὲ ἐπ' ἐκείνῳ δίκη, νοητοῦ καὶ ἀναγκαίου πράγματος ὑποτύπωσις ἦν. Ἢ γὰρ οὐχὶ τὸ ἐκ τῆς οἰκείας ῥίζης αὐανθὲν, ἐκκεκαθαρμένον καὶ ξηρανθὲν ἤδη ξύλον, νεκρότητος ἂν εἴη σύμβολον; εἴη δ' ἂν καὶ ἑτέρως πυρὸς διατροφή; {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Τοιαύτη τίς ἐστιν ἡ παμμόχθηρος ἁμαρτία, νεκρότης ὥσπερ τις, καὶ τῆς ἀνημέρου φλογὸς ἀνοσία τροφὸς τοῖς ἀγαπῶσιν αὐτήν. Ὅταν τοίνυν ὡς ἐν καιρῷ καταλήξεως, τῆς ἐξ ἁμαρτιῶν λέγω, νεκρῶν καὶ ἀκάρπων ἔργων ἔχοιντό τινες, καὶ ἀγαπᾷν ἕλοιντο, μεθέντες τὴν ἀρετὴν, τὰ δι' ὧν αὐτοῖς εἰς αἰῶνα ποιναὶ καὶ φλόγες ἐξάπτοιντο, τὴν ἐπὶ θανάτῳ κατάῤῥησιν ὑπομενοῦσιν εἰκότως, ὅτι καίτοι μὴ βιοῦν ἀνειμένως ἐξὸν, ἐθελοντὶ διαστείχουσιν ἐπὶ τὸ κολάζεσθαι δεῖν. Εἰσερχόμεθα δὴ οὖν εἰς τὴν κατάπαυσιν οἱ πιστεύσαντες, κατά γε τὴν τοῦ μακαρίου Παύλου φωνήν. Καὶ γοῦν διὰ φωνῆς Ἰερεμίου, τοὺς δι' ἁμαρτίας τῆς εἰς τὸν τύπον, τὸ τῆς ἀληθείας παρασημαίνοντας κάλλος ἐπαιτιᾶται Θεὸς λέγων· «Βάδισον καὶ στῆθι ἐν πύλαις υἱῶν λαοῦ σου, ἐν αἷς εἰσπορεύονται βασιλεῖς Ἰούδα, καὶ ἐν αἷς ἐκπορεύονται ἐν αὐταῖς, καὶ ἐν πάσαις ταῖς πύλαις Ἱερουσαλήμ· καὶ ἐρεῖς πρὸς αὐτούς· Ἀκούσατε λόγον Κυρίου, βασιλεῖς Ἰούδα καὶ πᾶσα Ἰουδαία καὶ πᾶσαἹερουσαλὴμ, καὶ οἱ εἰσπορευόμενοι ἐν ταῖς πύλαις ταύταις. Τάδε λέγει Κύριος· Φυλάσσεσθε τὰς ψυχὰς ὑμῶν, καὶ μὴ αἴρετε βαστάγματα ἐν τῇ ἡμέρᾳ τῶν Σαββάτων, καὶ πᾶν ἔργον οὐ ποιήσετε, καὶ μὴ ἐκπορεύεσθε ταῖς πύλαις Ἱερουσαλὴμ, καὶ μὴ ἐκφέρετε βαστάγματα ἐξ οἰκιῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ τῶν Σαββάτων, καθὼς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν καὶ οὐκ ἤκουσαν, καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν, καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν ὑπὲρ τοὺς πατέρας αὐτῶν, τοῦ μὴ ἀκοῦσαί μου, καὶ τοῦ μὴ δέξασθαι παιδείαν.» Οὐ μόνον δὴ οὖν τὸ δεῖν ἔργου παντὸς καταλήγειν ἐν Σαββάτῳ προστέταχεν, ἀλλὰ καὶ περαιτέρω πυλῶν Ἱερουσαλήμ. {ΠΑΛΛ.} Εἶτα τίς ἂν εἴη καὶ τούτων ὁ λόγος; {ΚΥΡ.} Νοητὸς δὴ καὶ πνευματικὸς, καὶ ἐπέκεινα τῶν τύπων, καὶ σκιᾶς ἀμείνων τῆς ἀρχαιοτέρας. Ἔργου μὲν γὰρ τοῦ πρὸς φαυλότητα τετραμμένου τε καὶ βλέποντος εἰς κατάληξιν ἰέναι κελεύει τοὺς ἐν Χριστῷ σαββατίζοντας, βάσταγμά γε μὴν ἐπωμάδιον ποιεῖσθαι μηδέν. Τοὺς γὰρ ἅπαξ διὰ τῆς πίστεως τὸ δύσοιστον ἀληθῶς τῆς ἁμαρτίας ἄχθος ἀποβεβληκότας, πῶς οὐκ ἀπόπληκτον παντελῶς τὸ καὶ εἰς αὖθις αὐτῷ καταφορτίζεσθαι δεῖν, καὶ ὑποπίπτειν ἑλέσθαι πάλιν τοῖς εἰς φαυλότητα ζυγοῖς; Πυλῶν δὲ εἴσω καθίζειν τῶν τῆς Ἱερουσαλὴμ, τὸ μὴ χρῆναι πόλεως ἡμᾶς τῆς ἁγίας ἀπονοσφίζεσθαι τυπῶν, μήτε μὴν ἔξω φέρεσθαι καὶ ἀπολισθεῖν ἐφιεὶς, διὰ τῆς εἰς ἕτερόν τι παρατροπῆς. Ἁγίαν δὲ πόλιν νοήσεις, τὴν Ἐκκλησίαν· ἤδη γάρ πού τινες, διὰ τῆς εἰς Χριστὸν πίστεως ἐκλελαμπρυσμένοι, ἀποφορτισάμενοί τε τὴν βέβηλον ἁμαρτίαν, εἴσω τε πυλῶν γεγονότες ἁγίων τοῦ οἴκου τοῦ Θεοῦ, παρεκομίσθησαν εἰς ἀπόστασιν, εἰ καὶ μὴ πρὸς ἐμφανῆ τυχὸν, ἀλλ' οὖν ἐξήλαντο τῆς ἁγίας πύλης, ἔθη τιμήσαντες εἰδωλοπρεπῆ. Εἴσω δὴ οὖν καθῆσθαι πυλῶν τοὺς νοητῶς σαββατίζοντας κεχρησμῴδηκε Θεὸς, τὸ ἀσφαλές τε καὶ ἀνεξίτηλον, καὶ τὸ μηδαμῆ χρῆναι παρολισθεῖν τῆς εἰς αὐτὸν γνησιότητος, τοῦ τύπου σημαίνοντος. Ὅτι δὲ Θεοῦ πόλις ἡ Ἐκκλησία, μάλιστα μὲν ἀναβοήσει καὶ ὁ ∆αβὶδ λέγων· «∆εδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ·» πληροφορήσει δέ που καὶ αὐτὸς ὁ Σωτὴρ περὶ αὐτῆς λέγων· Ὧδε κατοικήσω ὅτι ᾑρετι-σάμην αὐτήν.» {ΠΑΛΛ.} Ἄραρεν οὖν, ὅτι παντὸς ἔργου καταλύσομεν ἐν Σαββάτῳ, κατά γε τὸ νομοθέτῃ δοκοῦν. {ΚΥΡ.} Οὐ παντὸς ἁπλῶς, ὦ Παλλάδιε· τὸ γάρ τοι χρῆναι φρονεῖν τε καὶ δρᾷν τὰ ἐφ' οἷς ἂν ἥδοιτο Θεὸς, καὶ οὐ μετρίαν ἔχοι τὴν ὄνησιν, οὐκ ἐπαινουμένην ἂν εἰσδέξαιτο τὴν κατάληξιν. Προστέθεικε γὰρ οὐ μάτην, ὥς γέ μοι δοκεῖ, τὸ Γράμμα τὸ ἱερὸν, τὸ ἁγιάζεσθαι δεῖν πρὸς ἡμῶν τὴν τῶν Σαββάτων ἡμέραν· «Μνήσθητι γὰρ, «φησὶ,» τὴν ἡμέραν τῶν Σαββάτων ἁγιάζειν αὐτήν.» Ἀποπερανοῦμεν δὲ τοῦτο καὶ λίαν ἐπιεικῶς, εἰ ἁγίων ἔργων ἐπιμεληταὶ φαινόμεθα, σαββατίζοντες νοητῶς· εἴη δ' ἂν τοῦ πράγματος ὑποτύπωσις ἐναργὴς, τὸ ἐν Σαββάτῳ τοὺς ἱερέας ἐν τῷ ἱερῷ τὸ Σάββατον βεβηλοῦν, καὶ ἀμωμήτως ἐργάζεσθαι τὰ ἱερὰ, καὶ πληροῦν θυσίας, καὶ μηλοσφαγεῖν, πάντα τε δρᾷν τὰ εἰς δόξαν Θεοῦ ἀδιακωλύτως. Ἢ γὰρ οὐχὶ ταῖς τῶν Ἰουδαίωνμομφαῖς αὐτὸ δὴ τοῦτο παρεκόμισεν ὁ Χριστὸς, ὅτε δὴ λύσιν ἐπεφήμιζον αὐτῷ τοῦ νόμου τεθεραπευκότι τὸν παράλυτον ἐν Σαββάτῳ; {ΠΑΛΛ.} Μεμνήσομαι. {ΚΥΡ.} Περιτέμνεται δὲ καὶ ἄνθρωπος ἐν Σαββάτῳ, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, οὐκ ἐπιτιμῶντος τοῦ νόμου· παρεγγυᾷ γὰρ ὁ τύπος καὶ μονονουχὶ διαμαρτύρεται σαφῶς, ὅτι πρέποι ἂν καὶ μάλα εἰκότως τοῖς ἐν Χριστῷ σαββατίζουσι, τουτέστι, τοῖς καταλήγουσιν ἁμαρτίας, καὶ ἁγιαζομένοις διὰ πίστεως, ἡ ἐν πνεύματι περιτομὴ πραττομένη κατὰ τὴν ὀγδόην, τουτέστι τὴν ἀναστάσιμον ἡμέραν· ἐγήγερται γὰρ οὕτω Χριστός. Ἐπειδὴ δὲ ἀνεβίω, τὸ τοῦ θανάτου καταλύ σας κράτος, κατεσφράγισεν εὐθὺς τῷ ἁγίῳ Πνεύματι τοὺς ἑαυτοῦ γνωρίμους, καὶ τοῦτό ἐστιν ἡ ἐν πνεύματι περιτομή. Ἐνεφύσησε γὰρ λέγων· «Λάβετε Πνεῦμα ἅγιον.» Ἣ οὐχ οὕτω πράττεσθαι τὴν ὡς ἐν νοήσει περιτομὴν καὶ ὁ Παῦλός φησι; Περιτετμῆσθαι γὰρ δεῖν περιτομῇ ἀχειροποιήτῳ, τουτέστι πνεύματι, διισχυρίσατο τοὺς πεπιστευκότας. Προσθείην δ' ἂν ὅτι, τῶν εἰς ἀνδρείαν τὴν πνευματικὴν, καὶ τοῦ συντρίβειν ἐχθροὺς, καὶ νικᾷν ἐν Χριστῷ τοὺς ἀνθεστηκότας, οὐκ ἂν καταλήξαιμεν εἰκότως, νοητῶς σαββατίζοντες· εἰκόνα δέ σοι παροίσω πάλιν τὸν ἀρχαῖον ἐκεῖνον Ἰησοῦν, ὁμοῦ τοῖς ἐξ Ἰσραὴλ ᾑρηκότα τὴν Ἱεριχὼ κατὰ τὴν ἑβδόμην ἡμέραν, τουτέστιν, ἐν τῷ Σαββάτῳ. {ΠΑΛΛ.} Ἀργίαν οὖν ἄρα τὸ Σάββατον μόνον ἡμῖν, ὡς ἔοικε, τῶν ἐκ φαυλότητος καὶ ἁμαρτιῶν εἰσκομίσειεν ἂν, τόγε ἧκον εἰς ἀλήθειαν, τὴν ὡς ἐν τύποις ἔτι τοῖς ἀρχαιοτέροις μονονουχὶ σκιαγραφουμένην. {ΚΥΡ.} Οὕτω φημί· καθ' ἕτερον δὲ τρόπον, τὸ Χριστοῦ μυστήριον παραδείξειεν ἂν καὶ μάλα σαφῶς. {ΠΑΛΛ.} Τίνα δὴ φής. {ΚΥΡ.} Ἔφη που πάλιν ὁ νόμος· «Ἐὰν δὲ κτήσῃ παῖδα Ἑβραῖον, ἓξ ἔτη δουλεύσει σοι, τῷ δὲ ἔτει τῷ ἑβδόμῳ ἀπελεύσεται ἐλεύθερος δωρεάν.» Καὶ ἐν μὲν τῇ Ἐξόδῳ ταυτί. Ἐν δὲ τῷ ∆ευτερονομίῳ πάλιν οὕτω φησί· «Ἐὰν δὲ πραθῇ σοι ὁ ἀδελφός σου ὁ Ἑβραῖος, ἢ ἡ Ἑβραία, δουλεύσει σοι ἓξ ἔτη, καὶ τῷ ἑβδόμῳ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ· ὅταν δὲ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ, οὐκ ἐξαποστελεῖς αὐτὸν κενόν· ἐφόδιον ἐφοδιάσεις αὐτὸν ἀπὸ τῶν προβάτων σου, καὶ ἀπὸ τοῦ σίτου καὶ ἀπὸ τῆς κλήρου σου· καθὼς ηὐλόγησέ σε Κύριος ὁ Θεός σου, δώσεις αὐτῷ.» Τὸν μὲν γὰρ ἄλλον ἅπαντα χρόνον, πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, πνεύματι δουλείας ὁ Ἰσραὴλ κατ εσφίγγετο, νόμῳ τῷ κολάζοντι καταζευγνύμενος. Ἐπειδὴ δὲ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς (τέθειται δὲ ἡμῖν καὶ τοῦδε τύπος τὸ Σάββατον) ἐπέλαμψεν ὁ Ἐμμανουὴλ, τότε δὴ τὸ μὲν δουλείας ἀφῄρηται πνεῦμα, προσκεκομικότες δὲ ὅλως οὐδὲν εἰς ἀπολύτρωσιν τῷ ∆εσπότῃ, φιλανθρωπίνῳ χάριτι κέκληνται πρὸς ἐλευθερίαν, καὶ εἰς τὴν τῆς υἱοθεσίας δόξαν· δεδικαίωνται γὰρ οἱ πιστεύσαντες οὐκ ἐξ ἔργων νόμου κατὰ τὰς Γραφὰς, ἀλλ' ἐκ πίστεως. Καὶ τοῦτο εἶναί φημι τὸ, «Ἀπελεύσεται ἐλεύθερος δωρεάν.» Ἀλλ', «Ὅταν, φησὶν, ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ, οὐκ ἐξαποστελεῖς αὐτὸν κενόν· ἐφόδιον ἐφοδιάσεις αὐτὸν ἀπὸ τῶν προβάτων σου, ἀπὸ τοῦ σίτου σου, καὶ ἀπὸ τῆς ληνοῦ σου.» Ὁρᾷς ἐναργῶς τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν δύναμιν, ἔν γε τουτοισὶ διαλάμπουσαν; λελυτρώμεθα γὰρ, καὶ ἀνῆκεν ἡμᾶς ἐλευθέρους ὁ πάντων ἡμῶν Σωτὴρ, δωρεάν. Οὐ γὰρ ἐξ ἔργων δικαιοσύνης ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος, κατὰ τὸ γεγραμμένον, τῆς οὕτως ὑπερφυοῦς ἡμερότητος μετεσχήκαμεν· ἀνιεὶς δὲ ἡμᾶς ἐλευθέρους, τουτέστιν, ἀπαλλάξας ἁμαρτιῶν, καὶ τῇ τῆς υἱοθεσίας κατακαλλύνας χάριτι, καλὸν ἡμῖν ἐφόδιον ἑαυτὸν προστέθεικεν, ὡς ἄμωμον ἱερεῖον, καὶ ὡς πρόβατον ἐπὶ σφαγὴν δι' ἡμᾶς ἠγμένος, χαρισάμενός τε τὸ μετασχεῖν εὐλογίας τῆς ζωοποιοῦ, τουτέστι, τῆς ἁγίας αὐτοῦ σαρκός τε καὶ αἵματος. Τοῦτο, οἶμαι, ἐστὶ τὸ ἐφοδιάζεσθαι δεῖν ἀπὸ τῶν προβάτων, ἀπό τε σίτου καὶ οἴνου, τοὺς ἐν ἑβδόμῳ καιρῷ, τουτέστιν, ἐν τῷ νοητῷ Σαββάτῳ, κεκλημένους εἰς ἐλευθερίαν ἐξ ἡμερότητος τῆς ∆εσποτικῆς· ἀλλὰ ταυτὶ μὲν ὁ νόμος. Ἐπειδὴ δὲ τοῖς Ἰουδαίοις ἀναπεπτωκόσιν εἰς ῥᾳθυμίαν, οὐ λίαν ἐδόκει τηρεῖν τὰ ἐντεταλμένα, κατῃτιᾶτο ὁ Θεὸς τοῦτο δρᾷν ἑλομένους. Γέγραπται γὰρ, ὅτι καὶ «Ἐγενήθη λόγος Κυρίου πρὸς Ἱερεμίαν, λέγων· Οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ, λέγων· ∆ιεθέ-μην διαθήκην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἡμέρᾳ ᾗ ἐξειλόμην αὐτοὺς ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας λέγων· Ὅταν πληρωθῇ ἓξ ἔτη, ἀποστελεῖς τὸν ἀδελφόν σου τὸν Ἑβραῖον, ὃς πραθήσεταί σοι, καὶ ἐργᾶταί σοι ἓξ ἔτη, καὶ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον· καὶ οὐκ ἤκουσάν μου, καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν· καὶ ἐπέστρεψαν σήμερον ποιῆσαι τὸ εὐθὲς πρὸ ὀφθαλμῶν μου, τοῦ καλέσαι ἄφεσιν ἕκαστον τοῦ πλησίον αὐτοῦ· καὶ συνετέλεσαν διαθήκην κατὰ πρόσωπόν μου ἐν τῷ οἴκῳ, ᾧ ἐπεκλήθη τὸ ὄνομά μου ἐπ' αὐτοῦ· καὶ ἐπεστρέψατε, καὶ ἐβεβηλώσατε τὴν διαθήκην μου, τοῦ ἐπιστρέψαι ἕκαστον τὸν παῖδα αὐτοῦ, καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ, οὓς ἐξαπεστείλατε ἐλευθέρους τῇ ψυχῇ αὐτῶν, τοῦ εἶναι ὑμῖν εἰς παῖδας καὶ παιδίσκας.» Ὁρᾷς ὅπως οὐκ ἀνέχεται τῶν τύπων ἀθετουμένων, μᾶλλον δὲ αὐτῆς τῆς ἀληθείας ἐξυβρισμένης ὡς ἐν σκιαῖς ἔτι; «Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα, καὶ ἡ κλῆσις τοῦ Θεοῦ,» κατὰ τὸ γεγραμμένον. Τοὺς δὲ ἀνεθέντας ἅπαξ, ἀνόπιν ἕλκοντες Ἰουδαῖοι, καὶ τοῖς τῆς δουλείας αὖθις ὑποφέροντες ζυγοῖς, τὸ ἀμεταμέλητον οὐ τετηρῄκασι, προσκεκρούκασί τε διὰ τοῦτο τοῦ μυστηρίου τὴν δύναμιν, ἀθετήσαντές τε καὶ ἀτιμάσαντες, εἰ καὶ ἦν ἐν τύποις ἔτι {ΠΑΛΛ.} Ὀρθότατα ἔφης. {ΚΥΡ.} ∆ικαιούμεθα δὲ ὅτι δωρεὰν διὰ χάριτος τῆς ἐν Χριστῷ, τῆς ἑαυτῶν ζωῆς ἀντάλλαγμα προσενεγκόντες οὐδὲν, ἀλλ' οὐδὲ τὴν τῆς ἐλευθερίας ἐκ πριάμενοι δόξαν, ἡμερότητι δὲ καὶ φιλανθρωπίᾳ ∆εσποτικῇ τὸ χρῆμα κερδαίνοντες, ὑπετύπου λέγων ἐν τῷ ∆ευτερονομίῳ· «∆ι' ἑπτὰ ἐτῶν ποιήσεις ἄφεσιν. Καὶ οὕτως τὸ πρόσταγμα τῆς ἀφέσεως, ἀφήσεις πᾶν χρέος ἴδιον, ὃ ὀφείλει σοι ὁ πλησίον σου, καὶ τὸν ἀδελφόν σου οὐκ ἀπαιτήσεις ὃ ἐὰν ᾖ σοι παρ' αὐτῷ· τῷ δὲ ἀδελφῷ σου ἄφεσιν ποιήσεις τοῦ χρέους σου, ὅτι οὐκ ἔσται ἐν σοὶ ἐνδεής· ὅτι εὐλογῶν εὐλογήσει σε Κύριος ὁ Θεός σου, ἐν τῇ γῇ, ᾗ Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ κατακληρονομῆσαι αὐτήν.» Ὁρᾶς διαστράπτουσαν ἐν ταῖς σκιαῖς τὴν ἀλήθειαν; Ἐναργέστατα γὰρ τοῦ Σωτῆρος ἡμῶν τὴν εἰς ἡμᾶς οἰκονομίαν παραδείξειεν ἂν καὶ τόδε. Τοὺς μὲν γὰρ ἀγχοῦ γεγονότας αὐτῷ διὰ τῆς πίστεως, οἰκείους τε ἤδη καὶ ἀδελφοὺς ἀναδεδειγμένους, διὰ τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος, θείας τε φύσεως γενέσθαι κοινωνοὺς, ὀφλημάτων ἀνῆκεν, ἐκτετικότας οὐδέν· οὐ γὰρ ἐζήτησε παρ' αὐτῶν τὰς τῆς παραβάσεως δίκας, καίτοι τοὺς λόγους τῶν σφίσι βεβιωμένων ἐπωφληκότας αὐτῷ· τοὺς δὲ ἀλλοτρίους ἔτι, μονονουχὶ δὲ καὶ ἀλλογενεῖς, διὰ τὴν ὀλέθριον αὐτῶν ἀπιστίαν, καὶ ὡς ἀπωτάτω γεγονότας τῆς εἰς αὐτὸν οἰκειότητος, ἐνόχους κατέστησε τοῖς ὀφλήμασι, καὶ ὡς ἀναπόνιπτον ἔχοντας ἔτι τὴν ἁμαρτίαν, ὑπόχρεώς τε τῇ δίκῃ καὶ τῷ κολάζεσθαι δεῖν εἰκότως εἰργάσατο· καὶ γοῦν προσεφώνει μὲν τοῖς πεπιστευκόσιν· «Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ὄντως μαθηταί μού ἐστε, καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.» Τοῖς δὲ τὴν ἀληθῆ καὶ εὐαγγελικὴν ἀτιμάζουσι παίδευσιν, «Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε.» Συνίης οὖν ὅτι, τοὺς μὲν κατὰ πίστιν οἰκείους, πρὸς ἐλευθερίαν ἀνήσειν ἐπαγγέλλεται, τοὺς δὲ ἀλλοτρίους ἔτι καὶ ξένους, ἐντεθνεῶτας τοῖς πταίσμασιν, ἀποτίσειν ἔφη τῷ κριτῇ τῶν ἰδίων πλημμελημάτων τοὺς λόγους; {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} ∆ιαμορφοῖ δὲ ἀστείως καὶ τὴν εἰς αἰῶνα τὸν μέλλοντα τρυφὴν ἁγιοπρεπῆ, καὶ τὴν τῶν οὐρανίων μέθεξιν ἀγαθῶν ἡ κατὰ τὸ Σάββατον ἀργία. {ΠΑΛΛ.} Φράσον ἂν ὅπως συνιέναι θέλοντί μοι. {ΚΥΡ.} Καὶ μάλα. Ψάλλει γάρ που λέγων ὁ θεσπέσιος ∆αβὶδ περὶ τῶν υἱῶν Ἰσραὴλ, καὶ τοῦ πάντα ἰσχύοντος Θεοῦ· «Ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς· ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος,» τὸ μάννα λέγων, οὐρανοῦ καὶ ἀγγέλων τροφὴν, ἵνα τῶν αἰσθητῶν τε καὶ ὁρατῶν τὸν οἰκεῖον ἱέντες ἐπέκεινα νοῦν, τὴν πνευματικὴν καὶ θείαν κατασκεπτώμεθα χορηγίαν, ἢν ταῖς τῶν ἁγίων ψυχαῖς ἐνίησι Θεὸς, τὸν ἀγγέλους τρέφοντα, καὶ ζωογονοῦντα τοὺς ἀνθρώπους, Θεὸν λόγον ἐγκαταυλίζεσθαι ποιῶν τοῖς τὴν πίστιν εἰσδεδεγμένοις. Κατῴκηκε γὰρ ὁ Χριστὸς ἐν ταῖς καρδίαις ἡμῶν διὰ τοῦ ἁγίου Πνεύματος, καὶ ἄρτῳ ζῶντι καὶ ἐξ οὐρανοῦ τρεφόμεθα πρὸς εὐεξίαν τε καὶ ἰσχὺν πνευματικήν· τύπος μὲν οὖν τοῦ τοιοῦδε, τὸ μάννα, σαφὴς καὶ ἀνενδοιάστως ἔχων. Προστέταχε δὲ ὁ νόμος συναγείρειν αὐτὸ τοὺς υἱοὺς Ἰσραὴλ, τὸ διαρκῶς ἔχον ἑκάστῳ μὴ ὑπερτρέχοντας. Γέγραπται γὰρ ὡδί· «Τὸ πρωῒ ἐγένετο καταπαυομένης τῆς δρόσου κύκλῳ τῆς παρεμβολῆς, καὶ ἰδοὺ ἐπὶ πρόσωπον τῆς ἐρήμου λεπτὸν ὡσεὶ κορίαννον, λευκὸν ὡσεὶ πάγος ἐπὶ τῆς γῆς. Ἰδόντες δὲ αὐτὸ οἱ υἱοὶ Ἰσραὴλ, εἶπαν ἕτερος τῷ ἑτέρῳ· Τί ἐστι τοῦτο; οὐ γὰρ ᾔδεισαν τί ἧν. Εἶπε δὲ Μωσῆς πρὸς αὐτούς; Οὗτος ὁ ἄρτος ὃν δέδωκεν ὑμῖν Κύριος φαγεῖν. Τοῦτο τὸ ῥῆμα ὃ συνέταξε Κύριος· Συναγάγετε ἀπ' αὐτοῦ ἕκαστος εἰς τοὺς καθήκοντας γομὸρ κατὰ κεφαλὰς, κατὰ ἀριθμὸν ψυχῶν ὑμῶν, ἕκαστος σὺν τοῖς συσκήνοις ὑμῶν συλλέξατε.» Εἶτά φησι καὶ μεθ' ἕτερα πάλιν· «Ἐγένετο δὲ τῇ ἡμέρᾳ τῇ ἕκτῃ, συνέλεξαν τὰ δέοντα διπλᾶ γομὸρ τῷ ἑνί· εἰσῆλθον δὲ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς, καὶ ἀνήγγειλαν Μωσῇ. Εἶπε δὲ Μωσῆς πρὸς αὐτούς· Τοῦτο τὸ ῥῆμά ἐστιν ὃ ἐλάλησε Κύριος· Σάββατα ἅγια ἀνάπαυσις τῷ Κυρίῳ· αὔριον ὅσα ἂν πέ[σ]σητε, πέ[σ]σετε, ὅσα ἐὰν ἕψητε, ἕψετε, καὶ πᾶν τὸ πλεονάζον καταλείπετε αὑτοῖς ἀποθήκην εἰς τὸ πρωΐ.» Εἶτα πρὸς τούτοις τὸν θεῖον αὐτοῖς διεσάφει νόμον, εὐθὺς ἐπειπὼν ὁ ἱεροφάντης Μωσῆς· «Φάγετε σήμερον· ἔστι γὰρ Σάββατα σήμερον τῷ Κυρίῳ. Οὐχ εὑρήσετε σήμερον ἐν τῷ πεδίῳ. Ἓξ ἡμέρας συλλέξετε, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ Σάββατα· οὐκ ἔσται ἐν αὐτῇ.» Ἆρά σοι λοιπὸν, ὦ Παλλάδιε, καὶ μετὰ τοῦτο ἀσυμφανὲς, ὅτι τῆς ἐσομένης εἰς αἰῶνα τὸν μέλλοντα ζωῆς, οἱονεὶ προευτρεπισμὸν καὶ ὑποτύπωσιν ἂν ἔχοι καὶ μάλα σαφῆ, τὸ μήτε τι δρᾷν ἐν Σαββάτῳ; συλλέγειν δὲ ὥσπερ εἰς ἀποθήκην τὸ ἤδη πεπορισμένον; καὶ μηδὲ αὐτὸ τὸ ἐξ οὐρανοῦ καταδεδόσθαι μάννα, τῷ δὲ ἤδη συγκεκομισμένῳ διακεχρῆσθαι δεῖν εἰς ἀπόλαυσιν καὶ τροφήν; Σαββατίζοντες γὰρ ἐν Χριστῷ καὶ εἰς λῆξιν ἰόντες τῆς ἁμαρτίας ὁλοτελῆ, τοῖς ἄνωθεν ἐντρυφήσομεν ἀγαθοῖς, πόνου μὲν ἐξῃρημένου παντὸς, ἱδρώτων δὲ δίχα, πᾶν ὅπερ ὀνίνησι πλουσίως εὑρίσκοντες. {ΠΑΛΛ.} Ἀληθὴς ὁ λόγος. Ἐφ' ἑτοίμοις γὰρ ὥσπερ καὶ προκεισομένοις ἅπασιν ἀγαθοῖς ἡ τὸ τηνικάδε τῶν ἁγίων ἔσται ζωή· εἰρήσθω δὲ καὶ πρὸς ἡμῶν αὐτῶν ἁγίῳ παντί· «Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι.» {ΚΥΡ.} Οὐκοῦν ἀναθέοντες εἰς τὸ ἀπαρχῆς, καὶ ὥσπερ ἀνόπιν τὸν λόγον ἀνασειράζοντες, ἐκεῖνό φαμεν, τὸ, ὅτι δὴ σφόδρα καὶ ἀκολούθως ὁ νόμος ἐφ' ἕνα τὸν φύσει καὶ ἀληθῶς μεταστήσας Θεὸν, οὐ συγκεχώρηκεν ἀγνοεῖν οὐδὲ τὸν ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ φύντα τε καὶ συνυπάρχοντα συναΐδιον Λόγον. Προεντειλάμενος γὰρ καὶ εἰπὼν, «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου·» καὶ μήν· «Καὶ οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι, πλὴν ἐμοῦ·» συνῆψεν εὐθὺς τὸ Χριστοῦ μυστήριον, ἐπειπών· «Μνήσθητι τὴν ἡμέραν τῶν Σαββάτων ἁγιάζειν.» Οἶμος γὰρ ἥδε καλή τε καὶ ἀναγκαία, καὶ θεοπρεπεστάτης εὐτεχνίας ὁδὸς, καὶ τελεωτάτην τοῖς ἃ προσῆκεν εἰδέναι μανθάνουσιν, ἐμποιοῦσα τὴν ὄνησιν. Καὶ γοῦν ὁ Σωτὴρ πρὸς τὸν ἐν οὐρανοῖς ἔφη Πατέρα καὶ Θεόν· «Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.» Συμπαρομαρτεῖ γὰρ ἀναγκαίως τῷ λόγῳ τῷ περὶ Πατρὸς, ὁ περὶ Υἱοῦ, καὶ ἀγχίθυρος λίαν ἡ ἐπ' ἀμφοῖν ἐστι γνῶσις. Ἰουδαίοις γοῦν τῆς ἀληθείας ἡμαρτηκόσι, διὰ τοῦ μὴ προσίεσθαι τὸν Υἱὸν, οἰομένοις δὲ ὅτι Θεὸν ἐγνώκασιν, ἐπετίμα λέγων· «Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ᾔδειτε ἄν.» Συνεισκρίνεται γὰρ ἐπ' ἀμφοῖν ἡ ἑκατέρου γνῶσις. Οὐκοῦν θεμέλιον ὥσπερ τινὰ προκαταθεὶς ἀναγκαίως τὸ ἀκριβὲς εἰς θεογνωσίαν, καὶ τοῦ νομοθέτου τὴν εἴδησιν προενριζώσας αὐτοῖς, κάτεισιν ἐπὶ τὰ ἀνθρώπινα, καὶ τῇ εἰς Θεὸν αἰδοῖ γείτονα τίθησι καὶ συνημμένην εὐθὺς τὴν εἰς πατέρα τε καὶ μητέρα, δι' ὧν εἰς τὸ εἶναί τε καὶ ὑπάρχειν ὅλως Θεοῦ κατανεύοντος κεκομίσμεθα, δευτέραν ὥσπερ τινὰ τάξιν ἐχόντων τοῦ ∆ημιουργοῦ· θείοις μὲν γὰρ νεύμασι καὶ αὐτοδιδάκτῳ τέχνῃ ζωοπλαστεῖ τὸ τικτόμενον ἡ φύσις ἐν ἑαυτῇ· δημιουργικὴν δὲ ὥσπερ ὑποπλάττεται δόξαν· καὶ ὥσπερ ὁ Θεὸς πάντων ἐστὶν ἀρχὴ καὶ γένεσις, καθὸ Ποιητὴς καὶ ∆ημιουργὸς, οὕτω καὶ ἕκαστος τῶν εἰς γονέας τετελεκότων τῷ ἐξ αὐτοῦ φύντι τέκνῳ ῥίζα τις ὥσπερ ἐστὶ γενέσεως, καὶ τῆς εἰς τὸ εἶναι παρόδου πηγή. Εἰς τύπον δὴ οὖν τοῦ πάντων δημιουργοῦ, ἡ πατρὸς καὶ μητρὸς ὑπουργία πρὸς ὕπαρξιν, εἰς ἅπαντας τοὺς ἐπὶ τῆς γῆς. Τοιγάρτοι τῶν ἄλλων προφερεστέραν τὴν εἰς αὐτοὺς ποιεῖσθαι τιμὴν ὁ νόμος προστέταχεν, οὔτε γερῶν ἀποστήσας τοὺς ᾑρημένους τιμᾷν, οὔτε ποινῆς ἀπαλλάττων τοὺς τοῦτο δρᾷν οὐκ ἀνεχομένους· τὴν μὲν γὰρ εὐγενῆ καὶ ὁσίαν γνώμην τιμαῖς στεφανοῖ· τὴν δὲ οὐχ οὕτως ἔχουσαν, τοῖς εἰς λῆξιν καταφορτίζει κακοῖς· «Τίμα» γὰρ, φησὶ, «τὸν πατέρα σου, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.» Οὐκοῦν ἆθλον μὲν ὥσπερ τι καὶ γέρας ἐξαίρετον εἰς ζωὴν, καὶ τὸ ἐπὶ μήκιστον ἰέναι χρόνον, τοῖς ἐθέλουσι τιμᾷν, θάνατον δὲ τοῖς ἀλαζόσι καὶ ὑβρισταῖς ἐπαρτήσας ὁ νόμος, παιδαγωγὸν ὥσπερ τινὰ μετασοβοῦντα πρὸς τὸ εὐθὺ τὸν φόβον ἐφίστησιν. Ἔφη γὰρ πάλιν· «Ὃς τύπτει πατέρα ἢ μητέρα αὐτοῦ, θανάτῳ τελευτάτω· καὶ ὁ κακολογῶν πατέρα αὐτοῦ ἢ μητέρα, τελευτήσει θανάτῳ.» Ἄθρει δὴ οὖν ὅτι πάντα μὲν τὸν τρόπον τῆς εἰς αὐτοὺς ἁμαρτίας ἐν ἴσῳ κολάζει μέτρῳ, ἀγχοῦ δὲ δὴ πάλιν τοῖς περὶ Θεοῦ τὰ γονέων δίκαια τιθεὶς ὁρᾶται σαφῶς. Ὥσπερ γὰρ ἐπὶ Θεοῦ, τὸ γλώττης πλημμέλημα τιμᾶται θανάτῳ καὶ ταῖς εἰς ἄκρον ὀργαῖς, οὕτω καὶ ἐπ' αὐτῶν τῶν γεγεννηκότων· καὶ τὴν θείαν μέν τις ἀθετήσας ἐντολὴν, καὶ ταῖς παραβάσεσι καταλυπεῖν ᾑρημένος τὸν παιδαγωγὸν, χωρὶς οἰκτιρμῶν ἀποθνήσκει. Πατρὸς δὲ τυχὸν ἢ μητρὸς ὑποθηκῶν ἀλογήσας, λιθόλευστος τελευτᾷ, νόμου τοῦ θείου καὶ τόδε προστεταχότος. Ἔφη δὲ οὕτως ἐν τῷ ∆ευτερονομίῳ· «Ἐὰν δέ τινι ᾖ υἱὸς ἀπειθὴς καὶ ἐρεθιστὴς, οὐχ ὑπακούων φωνῆς πατρὸς αὐτοῦ καὶ φωνῆς μητρὸς, καὶ παιδεύσωσιν αὐτὸν, καὶ μὴ εἰσακούσῃ αὐτῶν· καὶ συλλαβόντες αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ, ἐξάξουσιν αὐτὸν ἐπὶ τὴν γερουσίαν τῆς πόλεως αὐτοῦ, καὶ ἐπὶ τὴν πύλην τοῦ τόπου αὐτοῦ, καὶ ἐροῦσι τοῖς ἀνδράσι τῆς πόλεως αὐτοῦ λέγοντες, ὅτι Ὁ υἱὸς ἡμῶν οὗτος ἀπειθεῖ, καὶ ἐρεθίζει, καὶ οὐκ εἰσακούει τῆς φωνῆς ἡμῶν, συμβολοκοπῶν οἰνοφλυγεῖ· καὶ λιθοβολήσουσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως αὐτοῦ λίθοις, καὶ ἀποθανεῖται. Καὶ ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν, καὶ οἱ ἐπίλοιποι ἀκούσαντες φοβηθήσονται·» Ἆρά σοι λοιπὸν ἐνδοιάζειν ἔτι καὶ μετὰ τοῦτο θέμις, ὡς εἶσι κατ' ἴχνος τῆς τοῦ Θεοῦ τιμῆς ἡ εἰς πατέρα τε καὶ μητέρα; {ΠΑΛΛ.} Οὐδαμῶς. Ἐκδυσωπεῖ γὰρ ἡμᾶς εἰς γε τὸ χρῆναι τιμᾷν, καὶ τὸ ὑπό του σοφῶς εἰρημένον· «Μνήσθητι, ὅτι δι' αὐτῶν ἐγεννήθης.» Καὶ μὴν ὁ πατριάρχης Ἰακιὼβ ἐπιεικέστατα λέγων· «Εἰ μὴ ὁ φόβος Ἰσαὰκ τοῦ πατρὸς ἦν μοι.» {ΚΥΡ.} Ἆρ' οὖν, εἰπέ μοι, τὸ δι' αὐτῶν γεγενῆσθαι λέγειν, οὐκ εἰκόνα τοῦ ∆ημιουργοῦ καὶ τοῦ πρὸς τὸ εἶναι καλοῦντος τὰ οὐκ ὄντα ποτὲ καταδείξειεν ἂν ἐναργῶς ὄντας αὐτούς; τὸ δὲ δὴ καὶ φόβῳ τῷ πρὸς ἡμῶν τετιμῆσθαι πρέπειν, οὐ μονονουχὶ καὶ ἐν αὐτῷ ∆εσποτικῷ τέθεικεν ἀξιώματι; {ΠΑΛΛ.} Καὶ μάλα. Τοιγάρτοι καὶ ἐπαρᾶταί τισιν ὁ Παροιμιαστὴς, λέγων· «Ὀφθαλμὸν καταγελῶντα πατρὸς, καὶ ἀτιμάζοντα γῆρας μητρὸς, ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων.» Πλὴν ἐκεῖνο διασάφει, τὸ ὅπως ἂν οἴοιτό τις εἰρῆσθαι σαφῶς παρὰ τοῦ πάντων Σωτῆρος Χριστοῦ· «Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος.» Μεμνήσομαι δὲ κἀκείνου· πατέρα γὰρ θάπτειν καὶ γηροκομεῖν ἐκλιπαροῦντι τῷ μαθητῇ, τὸ «Ἀκολούθει μοι, φησὶ, καὶ ἄφες τοὺς νεκροὺς θάπτειν τοὺς ἑαυτῶν νεκρούς.» {ΚΥΡ.} Εἶτα τί τὸ ἄτοπον ἐν τούτοις; ἄναντες γὰρ οὐδὲν, ὥς γέ μοι δοκεῖ, ψιλὴ δὲ λίαν τῶν προκειμένων ἡ γνῶσις, καὶ ἑλεῖν ἑτοιμοτάτη τοῖς ἐθέλουσιν ὀρθῶς νοεῖν. {ΠΑΛΛ.} Καὶ μὴν οὐκ ἐλεύθερος παντελῶς ὑποψίας ὁ λόγος· ἔοικε γάρ πως τῆς εἰς γονέας αἰδοῦς ἀποκομίζειν ἡμᾶς. {ΚΥΡ.} Ἄπαγε τῆς ὑπονοίας, ἄνθρωπε, καὶ τῶν οὕτω κεκιβδηλευμένων ἐννοιῶν! ἀφίστησι γὰρ, οὔ τί που τῆς εἰς γονέας αἰδοῦς, τοῦ Σωτῆρος ὁ λόγος, πρεσβυτέραν δὲ καὶ ἀμείνω τὴν εἰς Θεὸν ἡγεῖσθαι διδάσκει. ∆ιατετέλεκε δὲ καὶ ἡμῖν ὁ λόγος, ἀγχοῦ καὶ δευτέραν ἄνω τε καὶ κάτω τῆς Θεῷ πρεπούσης ὀνομάζων αὐτὴν, ὃ δὴ καὶ αὐτὸς τετήρηκεν ὁ Χριστὸς, οὐκ αἰτίαν ἐπιγράψας τοῖς ἀγαπᾷν ἑλομένοις, ἀλλ' οὐδὲ μῶμόν τινα καὶ γραφὴν ἐπιθεὶς τοῖς ᾑρημένοις τιμᾷν. Τό γε μὴν κατόπιν ἰέναι Θεοῦ τὰ ἀνθρώπινα, πρεπωδέστατα νομοθετεῖ. Τοιγάρτοι φησὶν οὐχ ἁπλῶς· «Ὁ φιλῶν πατέρα αὐτοῦ ἢ μητέρα·» προστέθεικε δὲ τὸ, «ὑπὲρ ἐμέ.» Ἢ γὰρ οὐκ οἰήσῃ πρέπειν τῆς εἰς ἀνθρώπους ἀγάπης προτετάχθαι τὴν εἰς Θεόν; {ΠΑΛΛ.} Παντάπασι μὲν οὖν. {ΚΥΡ.} Ἰέναι δὴ οὖν οὐκ ἠφίει τὸν μαθητὴν ἐπὶ τὸ μὴ δεῖν οἴεσθαι προὐργιαιτέραν ποιεῖσθαι τῆς εἰς Θεὸν αἰδοῦς τὴν εἰς ἄνθρωπον, κἂν εἰ ὑπάρχοι πατὴρ, ὁ καὶ τοῖς τῆς φύσεως νόμοις εἴς γε τὸ χρῆναι τιμᾶσθαι συνηγορούμενος. Ἀμείνω μὲν οὖν τὰ καθ' ἑαυτὸν ποιεῖται τῶν καθ' ἡμᾶς. Τὸ γάρ τοι πάντων ἐπέκεινα καὶ ἀνωτάτω, Θεός· ἐφίησι δὲ οὐδαμῶς παρ' οὐδὲν ἡγεῖσθαί τισιν τὴν εἰς γονέας αἰδὼ, διά γε τὸ χρῆναι φρονεῖν τε καὶ λέγειν, ὡς ἔστιν ἐν μοίρᾳ τῇ πρεσβυτέρᾳ τε καὶ ἀμείνονι τὰ τοῦ Θεοῦ. Ἐπίκλημα γὰρ ἐποιεῖτο τοῖς Ἰουδαίων καθηγηταῖς τὸ χρῆμα ὁ Χριστὸς λέγων· «Ὁ Θεὸς εἶπε, Τίμα τὸν πατέρα σου, καὶ τὴν μητέρα σου· ὑμεῖς δὲ λέγετε, φησὶν ὁ Θεός· Ὃς ἐὰν εἴπῃ τῷ πατρὶ αὐτοῦ, ∆ῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, καὶ οὐ μὴ τιμήσῃ τὸν πατέρα αὐτοῦ ἢ τὴν μητέρα αὐτοῦ, καὶ ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν.» {ΠΑΛΛ.} Καὶ μὴν οὐ λίαν ἑτοίμη τῶν προκειμένων ἡ γνῶσις. ∆ιασάφει δὴ οὖν ὅ τί ποτέ ἐστιν ἔν γε τούτῳ τὸ τῶν Φαρισαίων πλημμέλημα. {ΚΥΡ.} Ἐν τῷ Λευϊτικῷ γέγραπταί που· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἄνθρωπος ὃς ἐὰν εὔχηται εὐχὴν ὥς τε τιμὴν τῆς ψυχῆς αὐτοῦ τῷ Κυρίῳ, ἔσται ἡ τιμὴ τοῦ ἄρσενος ἀπὸ εἰκοσαετοῦς ἕως ἑξηκονταετοῦς, ἔσται ἡ τιμὴ αὐτοῦ πεντήκοντα δίδραχμα ἀργυρίου, τῷ σταθμῷ τῷ ἁγίῳ.» Ὀλίγα δὲ ἄττα μεταξὺ γυναίου τε πέρι καὶ μειρακίων εἰπὼν, ἐπιφέρει πάλιν· «Ἐὰν δὲ ταπεινὸς ᾖ τῇ τιμῇ, στήσεται ἐναντίον τοῦ ἱερέως, καὶ τιμήσεται αὐτὸν ὁ ἱερεύς.» Μυστικὸς μὲν οὖν ὁ λόγος καὶ βαθὺς, καιρῷ δὲ τῷ πρέποντι πρὸς ἡμῶν εὖ μάλα βασανισθήσεται· τὸ δὲ ἐν χερσὶ, φέρε λέγωμεν· Προσῄεσάν τινες τῶν ἐξ Ἰσραὴλ, καὶ καθιεροῦν ἐσπούδαζον τῷ Θεῷ τὰς ἑαυτῶν ψυχὰς, ὡς ἐν τύπῳ μὲν ἔτι καὶ σκιᾷ, πλὴν κατὰ τὸν νόμον, τὰς ὑπὲρ σφῶν αὐτῶν ὁμολογοῦντες τιμὰς τοῖς ἱερᾶσθαι λαχοῦσι, καὶ τῷ θείῳ προσεδρεύουσι θυσιαστηρίῳ. Ἀλλ' ἦσάν τινες, ἐφιέμενοι μὲν τῆς τοιᾶσδε δόξης, (ἡγιασμένοι γὰρ ἤδη καὶ ἱεροὶ, καὶ θεῖον ἀνάθημα, καὶ τί γὰρ οὐχὶ τῶν τοιῶνδε χρηματίζειν ἠξίουν;) σπάνει δὲ χρημάτων ἀνακόπτοντες τὴν ἐπιθυμίαν, καὶ δυσδιάφευκτον ἔχοντες παραπόδισμα τοῦ πράγματος τὴν πτωχείαν· προτρεπόντων δὲ αὐτοὺς καὶ μάλα προθύμως ἐπὶ τὸ δεῖν ἰέναι πρὸς τοῦτο τῶν Γραμματέων καὶ Φαρισαίων (ἐρασιχρήματοι γὰρ οἱ τοιοίδε λίαν, καὶ λημμάτων αἰσχρῶν ἡττώμενοι), τὴν εἰς γονέας αἰδὼ προετείνοντο, δύνασθαί τε μόλις σφίσι τε αὐτοῖς κἀκείνοις τὰ ζωαρκῆ πορίζεσθαι τυχὸν, ἢ καὶ ἄμφια συλλέγειν, ἀληθεύοντες, ἔφασκον. Οἵδε ἀναπείθειν ἐτόλμων, παρ' οὐδὲν ἡγεῖσθαι τὸ χρῆμα διὰ Θεόν· κἂν εἰ προσίοιεν οἱ γεγεννηκότες τὴν συνήθη παρ' αὐτῶν ζητοῦντες ἐπικουρίαν, χρῆναι λέγειν ἐδίδασκον πατρὶ καὶ μητρί· «∆ῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς ἄν.» Τουτέστιν, Ὅπερ ἂν ἐξ ἐμοῦ λάβῃς, τὸ θεῖον ἴσθι τοι παραβλάπτων ἀνάθημα, καὶ χρήμασιν ἱεροῖς τὰς χεῖρας ἐπάγων· ἀνατέθεικα γὰρ ἐμαυτὸν καὶ ὡς δῶρον ἐπήγγελμαι τῷ Θεῷ. Οἱ δὲ τὰ ἐκ τῆς ἱεροσυλίας δεδιότες βλάβη, καὶ τοὺς ἐπὶ τῷδε νόμους καταπεφρικότες ἄγαν, διεκαρτέρουν οἰμώζοντες, καὶ τὴν εἰς Θεὸν εὐσέβειαν πρόφασιν αὐτοῖς γενέσθαι λιμοῦ διετείνοντο, κατακεκραγότες τάχα που καὶ τῆς θείας ἐντολῆς, ὡς ἀδικούσης αὐτοὺς εἰς τὰ καιριώτατα. ∆ιὰ τί τοίνυν φησὶν, «Ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῦ, διὰ τὴν παράδοσιν ὑμῶν;» Ἔδει γὰρ, ἔδει τι-μᾷν τοὺς φύσαντας, οὐ τῆς εἰς Θεὸν εὐσεβείας ἕνεκα τὸν ἐπ' αὐτοῖς καταλύειν νόμον. Οὐκοῦν οὔτε τῶν Θεῷ πρεπόντων ἀμελητέον διὰ τὰ ἀνθρώπινα, οὔτε μὴν εἰσάπαν τῶν ἀνθρωπίνων διὰ Θεὸν καταραθυμεῖν ἀναγκαῖον· ἀπονέμοντας δὲ μᾶλλον τὸ τῆς ἀγάπης ἐξαίρετον τῇ πάντων ἀρχῇ, τουτέστι τῷ Θεῷ, καὶ καθάπερ ἐν τάξει δευτέρᾳ καὶ γείτονι, παρακομίζειν εὐθὺς καὶ εἰς τοὺς τῆς γενέσεως ὑπουργοὺς τὰς αὐτοῖς ὅτι μάλιστα πρεπούσας τιμὰς προσενθυμουμένους, οἷς ἔφην καὶ τόδε. {ΠΑΛΛ.} Τὸ τί δὴ φής; {ΚΥΡ.} Χρῆμα γὰρ ὅτι μάλιστα τῶν ἀναγκαίων ἡμῖν ἀποφαίνων ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν εἰς τοὺς φύσαντας αἰδὼ, φειδοῦς ἠξίου καὶ λόγου τὴν ἑαυτοῦ μητέρα. Ἀπηρτημένος γὰρ ἤδη τοῦ τιμίου σταυροῦ, καὶ τῷ ξύλῳ προσηλωμένος, τῷ γνησίῳ μαθητῇ τὴν ἁγίαν ἐδίδου Παρθένον, καὶ γηροκόμον αὐτῇ καθιστὰς τὸν ἠγαπημένον, ἔλεγεν· «Γύναι, ἰδοὺ ὁ υἱός σου· καὶ τῷ μαθητῇ εἶπεν· Ἰδοὺ ἡ μήτηρ σου· καὶ ἀπ' ἐκείνης τῆς ὥρας, φησὶν, ἔλαβεν αὐτὴν ὁ μαθητὴς εἰς τὰ ἴδια. {ΠΑΛΛ.} Ὡς ἄριστά γε ἡμῖν ὁ περὶ τοῦδε λόγος ἐκπεποιῆσθαι δοκεῖ. {ΚΥΡ.} Καταζεύξας δὴ οὖν εὖ μάλα τοῖς γεγεννηκόσι τὰ ἐξ αὐτῶν, καὶ τὸν ἐκ νόμου καὶ ἀνάγκης αὐτοῖς ἐπιῤῥίψας ζυγὸν, ὁποῖοί τινες εἶεν ἂν περὶ τὰ σφῶν αὐτῶν γεννήματα καὶ οἱ γονεῖς, εἰ τὸ τῷ Θεῷ δοκοῦν οὐκ ἐκσοβήσονται, παραχρῆμα νομοθετεῖ. Παῦλος μὲν οὖν ὁ σοφώτατος ἐν βραχεῖ καὶ εὐαπαλλάκτως, ὑποτάττεσθαι δεῖν τοῖς πατράσι, παρεγγυᾷ τοῖς τέκνοις· ἔφη δὲ, ὅτι καὶ «Οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλ' ἐκτρέφετε αὐτὰ ἐν νουθεσίᾳ Κυρίου·» τουτέστι, Τῶν ἀρίστων αὐτοῖς μαθημάτων εἰσηγηταὶ γεγονότες, πρὸς θεοφιλῆ καὶ ἐννομωτάτην ἀπευθύνετε πολιτείαν. ∆ιὰ κύκλου δὲ ὥσπερ ὁ νόμος (σύνηθες γάρ ἐστιν ὡς ἀεὶ τοῦτο αὐτῷ), τῆς τῶν τέκνων ἐπιεικείας προνοεῖν ὅτι μάλιστά γε καὶ μάλα ὀρθῶς ἐπισκήπτει πατράσιν· «Οὐ γὰρ βεβηλώσεις,» φησὶ, «τὴν θυγατέρα σου ἐκπορνεῦσαι αὐτὴν, καὶ οὐκ ἐκπορνεύσῃ ἡ γῆ, καὶ ἡ γῆ πλησθήσεται ἀνομίας. Τὴν γάρ τοι σωμάτων ἁγνείαν καὶ πρό γε τῶν ἄλλων, καὶ πρωτόλειον ὥσπερ τι τῆς εὐαγοῦς πολιτείας, ἐξαιτεῖ παρ' ἡμῶν ὁ ∆ημιουργός· προεισβολαὶ γὰρ ὥσπερ τῆς κατὰ πνεῦμα λαμπρότητος τὰ σωματικὰ, τὸν ἐπ' αἰσχρότητί τε καὶ ἀτιμίᾳ διαδιδράσκοντα μῶμον. Τὰ πάντων οὖν ἄριστα πρέποι ἂν ἡμῖν εἰσηγεῖσθαι πατέρας. Εἰ δὲ δὴ μέλλοιεν ὑπτιοῦσθαι καὶ ῥᾳθυμεῖν οἱ παιδαγωγοὶ, μᾶλλον δὲ καὶ τῶν αἰσχιόνων αὐτοῖς γεγονότες ἀρχηγοὶ καὶ καθηγηταὶ παραλόγως ἡλίσκοντο, ποινὴν ὑποστήσονται τὴν ἐσχάτην, ὡς τοὺς ἰδίους αὐτοὶ καρποὺς καταφθείροντες, καὶ τοῖς τῆς ἀπωλείας ἐνιέντες βόθροις, ὧν ἦν δήπου καὶ ὑπερθνήσκειν ἄμεινον· νομοθετεῖ γὰρ καὶ τοῦτο ἡ φύσις πατράσιν. Ὁ δὲ δὴ πρὸς αἰσχρότητα τὴν ἐμφανεστάτην τοῖς ἐθέλουσι προθεὶς τὸ ἑαυτοῦ κόριον, οὐχ ὑπὲρ αὐτοῦ καὶ μόνου δικαίως ἂν εὐθύνοιτό τε καὶ ἐξαιτοῖτο δίκας παρά γε τοῦ πάντων κριτοῦ, ἀλλὰ καὶ ὑπὲρ παντὸς τοῦ πρὸς αἰσχρότητα διωλισθηκότος. Θήρατρον γὰρ ὥσπερ τι προθεὶς καὶ θανάτου λίνον, πάντας ἔχει συλλαβὼν, καὶ εἰ μὴ πάντες ἁλίσκοιντο. ∆οκιμάζεται γὰρ οὐχὶ δή που πάντως τὸ ἐκβεβηκὸς, ἀλλὰ τῶν ἐγχειρημάτων ἡ δύναμις· γυναικὸς δὲ πέρι τοιᾶσδε, καὶ ὁ σοφώτατος γράφει Σολομών· «Τὴν γυναῖκα, ἥτις ἐστὶ θήρευμα καὶ σαγήνη καρδία αὐτῆς, δεσμὸς εἰς χεῖρας αὐτῆς.» Ἀναγκαίως τοιγαροῦν ὁ νομοθέτης, «Οὐ βεβηλώσεις,» φησὶ, «τὴν θυγατέρα σου, ἐκπορνεῦσαι αὐτὴν, καὶ οὐκ ἐκπορνεύσῃ ἡ γῆ.» Οὐ γὰρ οὔσης ὅλως, περὶ ἣν ἂν γένοιτο τυχὸν τῆς πορνείας τὸ ἔγκλημα, χαλεπὸν οὐδὲν τὸ διαδράναι παθεῖν, καὶ εἴ τῴ τις εἴη πρὸς ἡδονὴν εὐπάροιστος, καὶ τὸ ἄναλκι παντελῶς ἀῤῥωστήσας ὁ νοῦς, εὐκοσμίαν δὲ τὴν εἴς γε τὸ σῶμα τηρεῖσθαι. Τέως προστάξας παρὰ τῶν πατέρων τοῖς τέκνοις, θανάτῳ τιμᾶται καὶ τὸν εἰς τοῦτο ἰόντα γνώμην, ὡς εἰς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ τὰ ἴδια παραῤῥίψαι γεννήματα· γέγραπται δὲ οὕτως ἐν τῷ Λευϊτικῷ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Καὶ τοῖς υἱοῖς Ἰσραὴλ λαλήσεις λέγων· Ἐάν τις ἀπὸ τῶν υἱῶν Ἰσραὴλ, ἢ τῶν προσγεγενημένων προσηλύτων ἐν Ἰσραὴλ, ὃς ἂν δῷ τοῦ σπέρματος αὐτοῦ ἄρχοντι, θανάτῳ θανατούσθω· τὸ ἔθνος τὸ ἐπὶ τῆς γῆς λιθοβολήσουσιν αὐτὸν ἐν λίθοις· καὶ ἐγὼ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον, καὶ ἀπολῶ αὐτὸν ἐκ τοῦ λαοῦ αὐτοῦ, ὅτι τοῦ σπέρματος αὐτοῦ ἔδωκεν ἄρχοντι, ἵνα μιάνῃ τὰ ἅγιά μου, καὶ βεβηλώσῃ τὸ ὄνομα τῶν ἡγιασμένων μοι.» {ΠΑΛΛ.} Ἀμυδρὸς ὁ νόμος. Οὐ γὰρ ἐναργές πω μάλα τὸ τί ἂν βούλοιτο δηλοῦν. ∆ιασάφει δὴ οὖν· δράσεις γὰρ ὀρθῶς. {ΚΥΡ.} Μωαβῖται καὶ Μαδιηναῖοι, Γεργεσαῖοί τε καὶ Ἀγαρηνοὶ, καὶ βαρβάρων ἕτερα ἄττα γένη, τὴν Ἰουδαίων προσοικοῦντα χώραν, ἔθεσιν ἐπολιτεύετο τοῖς Ἑλληνικοῖς, καὶ ἦν ἑκάστῳ θρησκεία τὸ δοκοῦν, καὶ τὸ εἰς νοῦν ἧκον ἁπλῶς, προσκύνησις καὶ λατρεία· ἀσφαλῆ δὲ οὔπω καὶ ἐρηρεισμένην ἔχοντες τὴν διάνοιαν εἰς φιλοθεῖαν οἱ ἐξ Ἰσραὴλ, κομιδῇ μὲν ἦσαν εὐπάροιστοι πρὸς ἀπόστασιν, εὔκολοι δὲ οὕτως εἰς ἀποφορὰν, ὡς ἡγεῖσθαι παρ' οὐδὲν τὸ καὶ αὐτοῖς, εἰ τύχοι, προσκυνεῖν τοῖς τῶν ὁμόρων θεοῖς, καὶ συνελέσθαι νοσεῖν τοῖς γείτοσι τὴν ἄνωθεν τε καὶ ἐν Αἰγύπτῳ πλάνησιν. Καὶ γοῦν ταῖς ἐκ Μαδιὰμ νεάνισιν ἐπεμαίνοντό ποτε, καὶ γυναίων ὥραις συνηρπασμένοι, συνεπεκαλοῦντο αὐτοῖς τὸν Βεελφεγώρ. Ἐντεῦθεν ὁ νομοθέτης προαναθρήσας εὖ μάλα τὸ σαθρόν τε καὶ εὐδιάκλαστον τῆς ἐνούσης αὐτοῖς διανοίας, ἀπέφησε παντελῶς τὴν πρὸς ἀλλοτρίους ἐπιμιξίαν, σαφέστατα λέγων· «Τὴν θυγατέρα σου οὐ δώσεις τῷ υἱῷ αὐτοῦ, καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ τῷ υἱῷ σου· ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ' ἐμοῦ, καὶ πορευθεὶς λατρεύσει θεοῖς ἑτέροις.» Ἐπειδὴ τοίνυν ἦν δή που πάντως, καὶ μάλα εἰκότως, τῶν ἐξ Ἰσραὴλ ἑλέσθαι τινὰς, τοῖς τῶν ἐθνῶν περιφανεστέροις κατεγγυᾷν θυγατέρας πλούτῳ σεσαγηνευμένας, εἴς γε τὸ χρῆναι λογίζεσθαι παρ' οὐδὲν τὴν ἀπόστασιν, ὀργὴν καὶ τὸν θάνατον καθορίζει τοῦ τολμήματος, καὶ τοῖς περὶ τῶν ἐσχάτων ὑποφέρει λόγοις τὴν γραφήν· ἦν γὰρ ἀναγκαῖον τὴν ἀλλογενεῖ δοθεῖσαν, γενέσθαι καὶ ἑτερόφρονα, καὶ λατρεῦσαι δαίμοσιν· ὡς ὀλετῆρα δὴ οὖν τοῦ ἰδίου καρποῦ, ταῖς ἰσοῤῥόποις ὑπέστρωσε δίκαις. Οὐκοῦν ἡ μὲν ἱερά τε καὶ νέα Γραφὴ παρεγγυᾷ τοῖς φύσασιν, ἐν νουθεσίᾳ Κυρίου ποιεῖσθαι σπουδάζειν τὰς τῶν τέκνων ἀνατροφὰς, ὁ δὲ βραδύγλωσσος νόμος διὰ κύκλου καὶ περιφορᾶς τὴν αὐτὴν εἴσεισιν ὁδόν. Τὸ γάρ τοι μὴ χρῆναι πατέρας θυγατράσιν ἐφεῖναι δρᾷν τὰ εἰς αἰσχρότητα καὶ ἀσέλγειαν προεπιτάξας εὖ μάλα, δεῖν δὴ ἔτι καὶ μετὰ τοῦτό φησι τὰ εἰς θεογνωσίαν αὐταῖς ἀσάλευτα τηρεῖν, καὶ βεβήλοις εἰδωλολατρ[ε]ίαις οὐκ ἐᾷν ἐναλίσκεσθαι, κἂν εἰ πολλή τις αὐταῖς προκέοιτο περιουσία χρημάτων· ἀνδρὶ μὲν γὰρ ἀλλογενεῖ, πλουσίῳ δ' οὖν ὅμως, νόμῳ τοῦ γάμου συνεζευγμένη, ἆρ' οὐχὶ τοῦτό ἐστι τὸ, «Τί γὰρ ὠφεληθήσεται ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ;» {ΠΑΛΛ.} Ὀρθῶς ἔφης. {ΚΥΡ.} Ἴδοι δ' ἄν τις, καὶ μάλα ῥᾳδίως, οὐ βραχὺ τὸ μεσολαβοῦν, τοῖς τε ἐν Χριστῷ δεδικαιωμένοις, καὶ τοῖς διὰ νόμου παιδαγωγουμένοις. Τὸ μὲν γὰρ ὀθνείοις ἐπιπλέκεσθαί τισιν, ὁμόσε τε κατὰ ταὐτὸν τοῖς ἀλλογενέσιν ἰέναι, τοῖς ἀρχαιοτέροις οὐκ ἀζήμιον ἦν· ἡμῖν δὲ ὁ Παῦλος, πολιτεύεσθαι δεῖν ἄμεινόν τε καὶ εὐθαρσέστερον συμβουλεύει, λέγων· «Εἴ τις ἀνὴρ γυναῖκα ἔχει ἄπιστον, καὶ αὕτη συνευδοκεῖ οἰκεῖν μετ' αὐτοῦ, μὴ ἀφιέτω αὐτήν· καὶ γυνὴ, ἤτις ἔχει ἄνδρα ἄπιστον, καὶ οὗτος συνευδοκεῖ οἰκεῖν μετ' αὐτῆς, μὴ ἀφιέτω τὸν ἄνδρα. Ἡγίασται γὰρ ὁ ἀνὴρ ἄπιστος ἐν τῇ γυναικί· καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀνδρί.» Τίς οὖν ἄρα ἐστὶ τῆς ἔν γε τούτοις οἰκονομίας ὁ τρόπος; Ἐδεδίει δὲ ἀνθ' ὅτου πάλαι μὲν ὁ νόμος τὴν πρὸς ἑτερόφρονας ἀναπλοκὴν, νυνὶ δὲ οὐκ ἔτι; Ἐδραίους μὲν γὰρ τοὺς ἐν Χριστῷ κεκλημένους, καὶ ἀκατάσειστον ἔχοντας τὴν φιλοθεΐαν, τὸ κατοικοῦν ἐν αὐτοῖς ἀπεργάζεται Πνεῦμα, δι' οὗ καὶ «ἐν ᾧ κράζομεν· Ἀββᾶ ὁ Πατήρ·» οἱ δὲ οὔπω τὸ δῶρον ἐπλούτουν. Ὡς γὰρ ὁ θεσπέσιος Ἰωάννης φησὶν, «Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη.» Οὐκοῦν ἡ πᾶσα τελείωσις ἐν Χριστῷ, τετελείωκε δὲ ὁ νόμος οὐδὲν, κατὰ τὸ γεγραμμένον. {ΠΑΛΛ.} Φράσῃς ἂν οὖν ἱρείροντί μοι τὸ ὅπως ἂν γένοιτο σαφὲς τὸ ἀτελὲς ἐν νόμῳ. {ΚΥΡ.} Καὶ μάλα. Βαδιεῖται δὲ ἡμῖν ἐπὶ τὰ ἐν χερσὶν ὁ λόγος, καὶ ἀγάπης τῆς εἰς τὸν πλησίον ἐκβασανιεῖ τοὺς τρόπους, παχύτερόν πως ἢ χρὴ τῆς διὰ Μωσέως συγγραφῆς, τοῖς ἀρχαιοτέροις εἰσκεκομισμένης. {ΠΑΛΛ.} Ἴθι δὴ οὖν ἐπ' αὐτὸ [τὸ] δὴ τουτὶ, καὶ μάλα προθύμως. {ΚΥΡ.} Οὐκοῦν ὁ μὲν νόμος, «Ἀγαπήσεις, φησὶ, τὸν πλησίον σου ὡς ἑαυτόν·» ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, τῆς φιλαλληλίας τὸν νόμον διὰ μορίων ὅσων ἡμῖν εἰσηγεῖται λόγων, συνήγορον δὲ τῷ νόμῳ τὴν ἔμφυτον γνῶσιν, καὶ τὴν ἐν ἑκάστῳ θέλησιν οἱονεὶ καθιστὰς, «Ἃ οὖν θέλετε, φησὶν, ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, ταῦτα καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως.» Εἰ γὰρ ὧνπερ ἄν τις εὔξαιτο τυχεῖν, ταῦτα δρᾷν ἕλοιτο καὶ αὐτὸς ἑτέροις, οὐκ ἀποδραμεῖται σκοποῦ· βαδιεῖται δὲ μᾶλλον κατ' εὐθὺ τῆς ἀγάπης, καὶ τὸν τῆς φιλαλληλίας ἀναδήσεται στέφανον. {ΠΑΛΛ.} Εὖ λέγεις. {ΚΥΡ.} Ἡ ἀγάπη τοίνυν, νόμου μὲν πλήρωσις, πίστεως δὲ καὶ ἐλπίδος ἀμείνων. Γράφει γὰρ οὕτως ἡμῖν ὁ θεσπέσιος Παῦλος. Τοιγάρτοι καθάπερ ἐξ ἀνθέων ἠρινῶν πολυειδῆ τινα στέφανον ἀναπλέκων αὐτῇ, πάλιν φησί· «Κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσομαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακὸν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει ἡ ἀγάπη, οὐδέποτε ἐκπίπτει.» Ἀλλ' ἐμφανῆ μὲν ἅπασιν, ὥς γε οἶμαι, ταυτὶ, καὶ μακρὸς ἂν γένοιτο λίαν ὁ περὶ αὐτῶν λόγος, εἴπερ τις ἕλοιτο λεπτῶς τὰ παρὰ τῇ Νέᾳ συναγείρειν Γραφῇ. Τετραψόμεθα δὲ νυνὶ πρὸς τὰς ἐκ νόμου σκιὰς, καὶ τὰ ὡς ἐν τύποις ἔτι τοῖς πάλαι τεθεσπισμένα. {ΠΑΛΛ.} Ἄριστα διανοῇ. {ΚΥΡ.} Μελέτησις μὲν ὁ νόμος ἦν εἰς δικαιοσύνην καὶ προεισβολή τις ὥσπερ τῶν εὐαγγελικῶν ἀνδραγαθημάτων. Γέγραπται γάρ· «Ἀρχὴ ὁδοῦ ἀγαθῆς, τὸ ποιεῖν τὰ δίκαια.» Παιδαγωγεῖ γὰρ ὁ νόμος ἐπὶ Χριστὸν, καὶ τῆς ἐν αὐτῷ νοουμένης ζωῆς οὐ διεψευσμένην ἂν ἔχοι τὴν δόξαν, εἰ νοοῖτο πνευματικῶς. Καὶ ἵστησι μὲν εἰς δικαιοσύνην, ἀποφέρει δὲ πρὸς τὸ ὑπὲρ τοῦτο ἔτι τὸ μάθημα τὸ εὐαγγελικόν. Τρόποι δὲ δικαιοσύνης, πρῶτος μὲν, τιμὴ καὶ ἀγάπησις, ἡ εἰς τὸν ἕνα τε καὶ φύσει Θεόν· γείτων δὲ ὥσπερ καὶ μετ' ἐκεῖνο εὐθὺς ἡ εἰς ἀδελφοὺς καὶ ὁμογενεῖς, προεγκειμένης τῆς εἰς γονέας αἰδοῦς. Ἐν κόσμῳ δὴ οὖν τῷ πρέποντι πρόεισιν ἡμῖν ὁ Λόγος, μετά γε τὴν εἰς Θεὸν εὐσέβειαν, καὶ τὸ εἰς γονέας εὐλαβὲς, ὅτι τῆς ἐπιεικείας προσήκει τὴν ἔνδειξιν καὶ εἰς ἑτέρους ἡμᾶς ποιεῖσθαι παρεγγυῶν. Πανταχῆ γὰρ ὁ νόμος, τῆς ἰσότητος προνοεῖ, καὶ ἀκριβῆ τοῦ δικαίου ποιεῖσθαι τὴν βάσανον, ὁρᾶται θεσμοθετῶν. Γέγραπται γὰρ ἐν ∆ευτερονομίῳ· «Οὐκ ἔσται ἐν τῷ μαρσίππῳ σου στάθμιον μέγα ἢ μικρόν· στάθμιον ἀληθινὸν δίκαιον ἔσται σοι, καὶ μέτρον ἀληθινὸν δίκαιον ἔσται σοι, ἵνα πολυήμερος γένῃ ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ, ὅτι βδέλυγμα Κυρίῳ τῷ Θεῷ σου πᾶς ποιῶν ταῦτα, πᾶς ποιῶν ἄδικον.» Καὶ πάλιν ἐν τῷ Λευϊτικῷ· «Ἐν μέτροις καὶ σταθμίοις, καὶ ζυγοῖς ζυγὰ δίκαια, καὶ στάθμια δίκαια, καὶ χοῦς δίκαιος ἔσται σοι.» Μέτροις δὲ καὶ σταθμίοις καὶ ζυγοῖς παρισοῦν εὖ μάλα τῆς δικαιοσύνης τοὺς τρόπους ἠπείγετο καὶ μάλα ὀρθῶς· νοῦς γὰρ εὐθύς τε καὶ φιλοδίκαιος ταλαντεύει τρόπον τινὰ καὶ ἀναμετρεῖ τῶν πραγμάτων τὰς φύσεις, καὶ τὸν τῆς ἰσότητος βασανίζει λόγον, λεπτότερόν τε καὶ ἀκριβέστερον, ἤπερ ἂν οἴοιτό τις τοὺς ἐπὶ πλάστιγγος καὶ ζυγοῦ, τὸ νόμισμα δοκιμάζοντας· ἐπιμετρεῖ δὲ ὥσπερ ἑκάστῳ τῶν θεωρουμένων τὸ ὅτι μάλιστα πρέπον αὐτῷ, οὔτε τῷ περιττῷ τῆς ἀκριβοῦς ἰσότητος παραλύων κάλλος, οὔτε μὴν τῇ πρὸς τὸ μεῖον ὑποφορᾷ, παραχαράττεσθαι συγχωρῶν τὸ ὡς ἐν ἰσότητι διαρκές. Ἔστω τοίνυν ζυγὰ καὶ στάθμια δίκαια, καὶ χοῦς δίκαιος, φησίν· εἶεν δ' ἂν, οἶμαι, ταυτὶ, τύποι τινὲς ὥσπερ καὶ ἐμφανῆ παραδείγματα, τρόπους ἡμῖν ὑποφαίνοντα, δι' ὧνπερ ἂν ἡμῖν ὁ τῆς ἀκριβοῦς ἰσότητος διερευνῷτο λόγος, καὶ ἡ τῆς δικαιοσύνης ἀναφανεῖται γνῶσις. Σύνες δὲ ὅτι συμμετρεῖται μὲν τὰ ἐν νόμῳ, καὶ ὅρον ἔχει τὴν δικαιοσύνην, πλουτεῖ δὲ τὸ μεῖζον, καὶ πολὺ δὴ λίαν ἐπέκεινα τρέχει τὰ διὰ Χριστοῦ. Πέρα γὰρ δικαίου τὸ ἀγαθὸν, τουτέστι, τῆς ἐν Χριστῷ πολιτείας ἡ δόξα. {ΠΑΛΛ.} Εὖ λέγεις. Μεμνήσομαι γὰρ τοῖς ἐν πίστει δεδικαιωμένοις διειπόντος Χριστοῦ· «Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» {ΚΥΡ.} Ἀλλ' ὧδε μὲν ἡμῖν ἐχέτω ταυτί· πολυπραγμονῶμεν δὲ, εἰ δοκεῖ, τῆς Μωσαϊκῆς ἐπιεικείας τὸ μέτρον, καὶ τῆς κατὰ νόμον δικαιοσύνης τὴν δόξαν· τὸν γάρτοι φιλοθηρεῖν τοῦ δικαίου τὴν γνῶσιν ὀρθότατα διεσπουδακότα, καὶ μὴν καὶ τὸ διαπρέπειν ἐν ἀγαπήσει τυχὸν τῇ πρὸς ἀδελφοὺς ἐν λόγῳ πεποιημένον, ἀσφαλῆ τε καὶ βεβηκότα, καὶ ὅπερ ἐστὶν ἀληθῶς, ὁρᾶσθαι πρέπει, οὐκ εὐκατάσειστον, οὐδὲ ἐλαφρὸν, οὐ κατάπλαστον ἔχοντα τὸ χρηστὸν, καὶ ὥσπερ ὄϊος τῷ κωδίῳ κατασκιάζει ἐθέλοντα τὴν λύκου μορφὴν, μᾶλλον δὲ γυμνὴν καὶ ἀνεπίληπτον ἔχειν ἐπείγεσθαι τοῦ ἰδίου τρόπου τὴν ἐλευθερίαν. Τοιγάρτοι φησὶν ὁ νόμος· «Οὐ πορεύσῃ δόλῳ ἐν τῶ ἔθνει σου, καὶ οὐ μισήσεις τὸν ἀδελφόν σου τῇ καρδίᾳ σου.» Τίθησί τε καὶ ἑτέρως αὐτό· «Καὶ ἱμάτιον γὰρ, φησὶν, ἐκ δύο ὑφασμένον οὐκ ἐπιβαλεῖς σεαυτῷ·» καὶ πάλιν· «Οὐκ ἐνδύσῃ κίβδηλον ἔριον καὶ λίνον ἐν τῷ αὐτῷ.» Πάνδεινον γὰρ ἀληθῶς καὶ μώμου παντὸς ἐπέκεινα, τοῖς ἐν ὑπολήψει χρηστότητος ἀπάτη καὶ δόλος· καὶ ἔστι τὸ χρῆμα τῶν ἄγαν παρὰ Θεῷ κατεστυγημένων, καὶ ἀδελφὴν ἔχον ἀεί πως τὴν διψυχίαν, καὶ τὸ οἱονεὶ τῆς γνώμης διφυές τε καὶ ἀλλοπρόσαλλον, ἐφ' οἷς ὅτι μάλιστα καταθήγεται πρὸς ὀργὰς ὁ θεῖός τε καὶ ἀκήρατος νοῦς. Ἔφη γάρ που περί τινων· «Βολὶς τιτρώσκουσα ἡ γλῶσσα αὐτῶν· δόλια γὰρ τὰ ῥήματα τοῦ στόματος αὐτῶν· τῷ πλησίον αὐτοῦ λαλεῖ τὰ εἰρηνικὰ, καὶ ἐν ἑαυτῷ ἔχει τὴν ἔχθραν. Μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει Κύριος, ἢ ἐν λαῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου;» Ἀναβήσεσθαι δὲ καὶ εἰς τὸ ὄρος τοῦ Κυρίου φησιν ὁ ∆αβὶδ, τὸν ἀθῷον χερσὶ, καὶ καθαρὸν τῇ καρδίᾳ, ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ, οὐδὲ ἐποίησε τῷ πλησίον αὐτοῦ κακόν. Ἀποφάσκει δὴ οὖν ὁ νόμος ὡς αἴσχιστόν τε καὶ ἀπηχὲς, τὸ ἐν δόλῳ πορεύεσθαι, τουτέστι, τὸ πανούργως ἑλέσθαι βιοῦν, καὶ ὑποπλάττεσθαι μὲν τῆς δικαιοσύνης τὸ σχῆμα, κατασίνεσθαι δὲ ἀδελφοὺς, τῶν τῆς ἀγάπης νόμων ἠφειδηκότα· ἄμφιόν γε μὴν ἔχειν ἡμᾶς οὐκ ἐᾷ τὸ ἐκ δυοῖν ὑφασμένον, αἴνιγμά που τὸ χρῆμα τιθεὶς, τοῦ μὴ ἀνέχεσθαι, διπλόην ὥσπερ ἔχειν εἰς νοῦν· διπλόην δὲ εἶναί φημι, τὴν ἔσω καὶ νοητὴν, τὴν ἐπάρατον ἀνθρωπαρέσκειαν, ἣ ἐκ δυοῖν ὥσπερ ἀναπλέκεται σπουδασμάτοιν, τὴν εἰς ἄλληλα διαφθορὰν οὐ μετρίαν ἠῤῥωστηκότοιν. Τίς γὰρ ἢ ποῖος τῶν ὑποκριτῶν ὁ βίος; ἆρ' οὐχὶ τὸ ἐν ὄψει μὲν ἀνθρώπων ὁρᾶσθαι χρηστοὺς, καὶ τὸ δοκεῖν μὲν εἶναι, μὴ μὴν ἔτι καὶ εἶναι κατὰ ἀλήθειαν χρηστούς; {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} ∆ιττὸς οὖν ὁ τρόπος ἐξ ἀνομοίων ἡμῖν θελημάτων ἐξυφασμένος. Ἀλλ' ὅ γε θεσπέσιος ∆αβὶδ ἀποδέχεται τὸν μονότροπον καὶ φειδοῦς ἀξιοῦσθαί φησι τῆς ἄνωθεν· «Κύριος γὰρ κατοικίζει μονοτρόπους, φησὶν, ἐν οἴκῳ.» ∆ιασκορπίζειν δὲ λέγεται καὶ ὁ Θεὸς ὀστᾶ ἀνθρωπαρέσκων· καταμυσάττεται δὲ τὸ χρῆμα καὶ ὁ Παῦλος, λέγων· «Ἄρτι γὰρ ἀνθρώπους πείθω, ἢ τὸν Θεόν; ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.» {ΠΑΛΛ.} Καὶ τίνι τῶν ὄντων οὐκ ἀσυμφανὲς, ὡς ἔκτοπον ἀληθῶς καὶ τῆς ἀκριβοῦς ὀρθότητος ἀπωτάτω τὸ διψυχεῖν τε καὶ ὑποκρίνεσθαι; {ΚΥΡ.} Ἀγάπης οὖν ἄρα καρπὸς τῆς ἀμωμήτως ἐσκευασμένης καὶ ἀνδρὶ πρεπούσης δικαίῳ τε καὶ ἀγαθῷ, τὸ ἀπηλλάχθαι δόλου. Καὶ τοῦδε δεῖν δή φησιν ὁ νόμος, τόν γε ὡς ἀληθῶς τῆς δικαιοσύνης ἐπιμελητὴν, καὶ ἀγάπης τῆς εἰς ἀδελφοὺς ἐραστὴν, ὀρθῶς ἔχειν οἴεσθαι τὴν ἐπὶ τῷδε δόξαν, οὐκ εἴπερ αὐτός τε καὶ μόνος παραιτοῖτο ἀδικεῖν, ἀλλ' εἰ καὶ γένοιτο παιδευτὴς καὶ τῶν κατὰ γένος οἰκείων, ἤγουν καθ' ἕτερόν τινα τρόπον ἐγγὺς γεγονότων, καὶ τὸ τῆς πρὸς αὐτὸν οἰκειότητος ὄνομα πεπλουτηκότων. Παρεγγυᾷ δὲ καὶ ὁ Παῦλος τὸν ἐπιμελησόμενον Ἐκκλησίας, τέκνα ἔχειν ἐν ὑποταγῇ, καὶ ἀπόδειξιν τὸ πρᾶγμα τῆς ἐνούσης αὐτῷ ἐπιεικείας καὶ μὴ, ποιεῖται λέγων· «Εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδε, πῶς Ἐκκλησίας Θεοῦ ἐπιμελήσεται;» ∆ιὰ τοῦτό φησιν ὁ νόμος ὡς ἐν παραδείγματος τρόπῳ, καὶ ἐναργοῦς εἰκόνος· «Ἐὰν δὲ κερατίσῃ ταῦρος ἄνδρα ἢ γυναῖκα, καὶ ἀποθάνῃ, λίθοις λιθοβοληθήσεται ὁ ταῦρος, καὶ οὐ βρωθήσεται τὰ κρέα αὐτοῦ, ὁ δὲ κύριος τοῦ ταύρου ἀθῶος ἔσται· ἐὰν δὲ ὁ ταῦρος κερατιστὴς ᾖ πρὸ τῆς χθὲς καὶ πρὸ τῆς τρίτης, καὶ διαμαρτύρωνται τῷ κυρίῳ αὐτοῦ, καὶ μὴ ἀφανίσῃ αὐτὸν, ἀνέλῃ δὲ ἄνδρα ἢ γυναῖκα, ὁ ταῦρος λιθοβοληθήσεται, καὶ ὁ κύριος αὐτοῦ προσαποθανεῖται· ἐὰν δὲ λύτρα ἐπιβληθῇ αὐτῷ, δώσει λύτρα τῆς ψυχῆς αὐτοῦ, ὅσα ἐὰν ἐπιβάλωσιν αὐτῷ. Ἐὰν δὲ υἱὸν ἢ θυγατέρα κερατίσῃ ὁ ταῦρος, κατὰ τὸ δικαίωμα τοῦτο ποιήσουσιν αὐτῷ. Ἐὰν δὲ παῖδα κερατίσῃ ἢ παιδίσκην, ἀργυρίου τριάκοντα δίδραχμα δώσει τῷ κυρίῳ αὐτῶν, καὶ ὁ ταῦρος λιθοβοληθήσεται.» Ἆρά σοι σαφὲς τὸ χρησμῴδημα; {ΠΑΛΛ.} Οὐ σφόδρα. {ΚΥΡ.} Ἄθρει δὴ οὖν ὅ φημι, καὶ πρό γε τῶν ἄλλων εἰς νοῦν ἔχε τὸν ἱερώτατον Παῦλον, ὡδὶ γεγραφότα· «Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; Ἢ δι' ἡμᾶς πάντως λέγει;» Ταύρῳ δὴ οὖν παρεικάζει τὸν ὑβριστήν τε καὶ ἀλαζόνα, καὶ πλεονεκτεῖν ἰσχύοντα. Γαῦρον γὰρ ἀεί πώς ἐστι καὶ ἀγέρωχον τὸ ζῶον, καὶ πάνδεινον εἰς ἀλκὴν, καὶ δύσοιστον ἔχει τὴν ἔφοδον. Τὸν δὴ τοιοῦτον, εἰ γένοιτο, φησὶν, οἰκεῖος, καὶ οἱονεί πως κατεζευγμένος τῶν ὁσιουργεῖν ᾑρημένων τινὶ, παραλύσειέ τε, μᾶλλον δὲ καὶ ἀνέλοι τινὰ, καταχωννὺς τάχα που ταῖς πλεονεξίαις, ἀποτιννῦναι δίκην τὴν ἐπ' αὐτῷ θανάτῳ προστέταχε· χρῆναι ἔφη λιθόλευστον τελευτᾷν. Ὑποκλέπτει δὲ τῆς ὀργῆς τὸν κεκτημένον, εἰ μὴ τῆς πλεονεξίας εἰδείη τὸν τρόπον, μηδὲ τῆς ἐκείνου φαυλότητος ἁλίσκοιτο κοινωνός· οὐ γὰρ ἡμῶν ἐγκλήματα τὰ ἑτέρων, εἰ λαθραῖα γένοιτο τυχόν. Ἐσθίειν δ' οὐκ ἐᾷ τοῦ ταύρου τὰ κρέα, τό τοι μὴ χρῆναι μεταλαχεῖν τῆς ἑτέρων ἀκαθαρσίας, ὡς ἐν τύπῳ τῷ κατὰ τὴν βρῶσιν καὶ τὴν οἱονεὶ μέθεξιν ὑποτυπῶν· ἆρ' οὐχὶ τοῦτό ἐστιν ἐναργῶς, τὸ, «Σεαυτὸν ἁγνὸν τήρει, καὶ μὴ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις;» {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Συγκαταδικάζεσθαι δὲ τῷ μόσχῳ δεδικαίωκε τὸν δεσπότην, εἴπερ εἰδείη τὸ πλημμεληθὲν, καὶ μαθὼν ἐλέγχοιτο τὴν πλεονεξίαν· τὸ γὰρ ἀπείργειν δύνασθαι τῆς ἀδικίας τοὺς τρόπους, καὶ κατακωλύειν εὖ μάλα τὸ πλημμελὲς, εἶτα τοῦτο δρᾷν οὐκ ἀνέχεσθαι, καὶ λίαν ἐσπουδασμένως, μονονουχὶ καὶ συνειργασμένον ἀποφαίνει τὸν ἄνθρωπον, καὶ ὅσον ἧκεν εἰς θέλησιν καὶ ταυτοβουλίαν τοῖς ἐθέλουσιν ἀνοσιουργεῖν καὶ συνεκπονεῖν ᾑρημένον. Τεθνάτω δὴ οὖν ὁ τοιόσδε, φησὶν, πλὴν εἰ μὴ λύτρα καὶ τὰς ἔν γε τούτοις ζημίας ἐπιθεῖεν οἱ κριταί. Βλέπει δὲ ὁ νόμος πρὸς τὸ χρηστὸν, καὶ συνθέλησιν τὴν εἰς ἁμαρτίαν, καὶ ὡς ἐν ψιλῇ συναινέσει συνδρομήν. «Κολάζει γὰρ μετριώτερον, εἴπερ ἕλοιντο, φησὶν, οἱ κριταί.» Καὶ δέχου τὸν τύπον εἰς ἀλήθειαν· κατακρίνει μὲν γὰρ θανάτῳ τὰ παγχάλεπα τῶν πλημμελημάτων ὁ πάντων κριτὴς, πλὴν προσίεται τοὺς ἡμαρτηκότας, καὶ λύτρα προσφέροντας, τὰ τῆς ἁμαρτίας λυτικὰ, τὸ ἐκ μετανοίας δάκρυον, τὸν ἐπὶ ταῖς μεταγνώσεσι πόνον, τῆς ἐλεημοσύνης τοὺς τρόπους· «Κατακαυχᾶται γὰρ ἔλεος κρίσεως,» κατὰ τὰς Γραφάς. Ἀκριβῆ δὲ ὁ νόμος καὶ τὴν ἐπὶ τοῖς πεπονθόσι ποιεῖται διαστολήν· εἰ μὲν γὰρ υἱὸν ἡ θυγατέρα, φησὶν, ὁ μόσχος ἀνέλῃ, τεθνάτω καὶ ἀφιλοικτιρμόνως· εἰ δὲ παῖδα ἢ παιδίσκην, ἀργύριον ἔστω τὸ ὑπὲρ αὐτῶν ζητούμενον. Τίς οὖν ὁ λόγος, πῶς οὐκ ἄξιον ἰδεῖν; καίτοι τὸ ἐλεύθερόν τε καὶ δοῦλον ἐν ἡμῖν, ἐκ πλεονεξίας καὶ οὐκ ἀῤῥώστημα φύσεως, καθάπερ ἀμέλει καὶ τὸ νοσεῖν· «Εἷς γὰρ ἡμᾶς ἔκτισε Θεὸς, καὶ εἷς ὁ πάντων Πατὴρ,» κατὰ τὴν τοῦ προφήτου φωνήν. Ἆρ' οὖν ὡς ἔγκλημα καὶ δουλείαν καταγράφει τινῶν ὁ ∆ημιουργός; ἆρα καὶ παρ' αὐτῷ τὸ δοῦλον ἐν μείοσι, καὶ δόξῃ πλεονεκτεῖ τὸ ἐλεύθερον; Οὐ μὲν οὖν. «Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐκ ἔνι δοῦλος, οὔτε ἐλεύθερος.» Οὐκοῦν, σκιὰ γὰρ ὁ νόμος, διὰ μὲν υἱοῦ τε καὶ θύγατρος, τὸ ἐλεύθερον τῶν ἁγίων σημαίνεται γένος· διὰ δέ γε παιδός τε καὶ παιδίσκης, τὸ δοῦλον ἔτι καὶ ὑπὸ ζυγὸν ἁμαρτίας. Ἔστι δὲ οὐ ταυτὸν, τὸ πλημμελεῖν εἰς ἁγίους ἢ ἁμαρτωλούς. Κολάζεται δὲ οὐκ ἐν ἴσῳ μέτρῳ τὰ ἐπ' ἀμφοῖν· ὅτι μὲν γὰρ ἀδελφοὶ τὴν φύσιν, οἴδε τε κἀκεῖνοι, παντί τῳ σαφές· ἀλλ' ἔστι τὸ ἅγιον, ἐν ὑπεροχῇ τῇ πνευματικῇ, καὶ ἐν τοῖς τῆς ἀρετῆς ὑψώμασι· καὶ παρὰ τῷ Θεῷ τίμιον, ὡς καὶ ἐν υἱοῦ τάξει γενέσθαι καὶ θύγατρος, καὶ τὸ ἀνθρώπινόν τε καὶ δουλοπρεπὲς ὑπερφέρεσθαι μέτρον. Ὁσιουργεῖν δὲ ὁ νόμος καὶ ἀγάπης ἔχεσθαι τῆς εἰς ἀδελφοὺς, καὶ καθ' ἑτέρους ἡμῖν εἰσηγεῖται τρόπους, οὓς καὶ παραθέντες ἐφεξῆς, τὸ εἰς νοῦν ἧκον ἐφ' ἑκάστῳ ἐροῦμεν. Ἔφη γὰρ πάλιν· «Ἐὰν δέ τις ἀνοίξῃ λάκκον, ἢ λατομήσῃ λάκκον, καὶ μὴ καλύψῃ αὐτὸν, καὶ ἐμπέσῃ ἐκεῖ μόσχος, ἢ ὄνος, ὁ κύριος τοῦ λάκκου ἀποτίσει, ἀργύριον δώσει τῷ κυρίῳ αὐτῶν, τὸ δὲ τετελευτηκὸς αὐτῷ ἔσται.» Τοῦτο δέ ἐστιν αἰνιγματωδῶς, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον, καὶ τὸ ὠφελεῖν πεφυκὸς οὐκ ἐᾷν ἄχρηστον γενέσθαι τισὶν, οὔτε μὴν ὁδὸν ὁρᾶσθαι πρὸς θάνατον, τὰ ἡμῖν τε καὶ ἑτέροις ἀναγκαῖα πρὸς ζωήν. Ἢ γὰρ οὐχὶ λάκκον τις ἀνοίγων, ἢ λατομῶν, ἑαυτῷ τι καὶ ἑτέροις χρήσιμόν τε καὶ ἀναγκαῖον ἀποτελεῖ; Ἀλλὰ μὴ ἔστω, φησὶ, κινδύνου πρόφασις ἑτέρῳ τὰ σά. «Ἡ γὰρ ἀγάπη,» καθά φησιν ὁ θεσπέσιος Παῦλος, «οὐ ζητεῖ τὰ ἑαυτῆς,» λογίζεται δὲ μᾶλλον καὶ τὰ ἑτέρων. {ΠΑΛΛ.} Καὶ τίς ὁ λάκκον ἀνοίγων ἢ λατομῶν, τίς δὲ ὁ λάκκος, ἐθέλοιμ' ἂν εἰδέναι σαφῶς. {ΚΥΡ.} Τὸ μὲν οὖν ἐκ τῆς ἱστορίας ὑποδηλούμενον, οὐκ ἀσυμφανές· χρῆναι γάρ φησι κατακαλύπτεσθαι λάκκον, ἵνα μή τι βλάβος συμβαίνῃ τισίν. Ἤγουν ἴστω, φησὶν, ὁ μὴ τοῦτο πεπραχὼς, ὡς εἴπερ τι κατολισθήσειεν, ἀργύριον ἀποδώσει τῷ κυρίῳ αὐτοῦ, τὸ δὲ τεθνηκὸς ἔσται αὐτῷ. Ἀναθρώσκοντες δὲ τὸ τῆς ἱστορίας ἐμφανὲς, καὶ εἰς θεωρίαν ἀναγαγόντες τὸ χρῆμα πνευματικὴν, ἐκεῖνο ἐροῦμεν· Λάκκον ἔοικεν ὀνομάζειν ἡμῖν ἐν τούτοις ὁ νόμος, τῆς θεοπνεύστου Γραφῆς τὴν γνῶσιν, καὶ τὸν περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος λόγον, καὶ τοῦ κατὰ Χριστὸν μυσιηρίου τὴν εἴδησιν· κεῖται γὰρ ὥσπερ ἐν βάθει ταυτὶ, καὶ ζωοποιὸν ἔχει τὴν δύναμιν· καὶ μαρτυρήσει λέγων αὐτὸς ὁ Σωτήρ· «Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.» Οὐκοῦν ὁ συγγράμμασι μὲν τοῖς ἀρχαιοτέροις ἐντυχὼν, καὶ σὺν πόνῳ πολυπραγμονῶν τῆς θεοπνεύστου Γραφῆς τοὺς λόγους, καὶ τὴν ἀκριβῆ τε καὶ ἀκίβδηλον γνῶσιν ἀναζητῶν, πολλὴν ἂν ἔχοι τὴν ἐμφέρειαν πρός γε τὸν ὀρύττοντα λάκκον· ζητεῖ γὰρ ὕδωρ ζωοποιὸν, καὶ πηγὴν εὐφραίνουσαν, καὶ χειμάῤῥουν τρυφῆς· ὁ δέ γε εἰς τοῦτο λοιπὸν συνέσεως ἀφιγμένος, ὡς καὶ ἰδίᾳ δύνασθαι παραδοῦναι συγγραφῇ τοῦ μυστηρίου τὸν λόγον, λατομεῖ λάκκον· καινουργεῖ γὰρ ὥσπερ οὐ τοῖς ἑτέρων ἱδρῶσιν ἐποικοδομῶν, ἀλλὰ τοῖς ἰδίοις ἑαυτόν τε καὶ ἑτέρους ὠφελῶν. Ὀρύττουσι δὲ λάκκους συντετριμμένους, κατὰ τὴν τοῦ προφήτου φωνὴν, καὶ οἱ τῆς ψευδωνύμου γνώσεως ἐρασταί· εἴ τις τοίνυν ὀρύξειε λάκκον, ἀσφαλιζέσθω, φησὶν, μὴ ἄρα τισὶν ὀλέθρου γένοιτο τρόπος, τὸ καλῶς εἰργάσθαι δοκοῦν· δεῖ γὰρ ἡμᾶς ὀρθῶς τε καὶ ἀπηκριβωμένως τὸν περὶ Θεοῦ ποιεῖσθαι λόγον, ὡς μηδενὶ γενέσθαι σκανδάλου πρόφασιν. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ πῶμα ἐπικεῖσθαι τῷ λάκκῳ, τὸ τῆς καθηκούσης ἀσφα λείας μὴ ἀμοιρεῖν τὸν λόγον. Ἐὰν γὰρ πέσῃ, φησὶ, βοῦς ἢ ὄνος, ὁ πεπονηκὼς ἀποτίσει. Βοῦν δὲ καὶ ὄνον ὀνομάζει πάλιν οὐχ ἁπλῶς, ἀλλ' ὡς ἐν λόγῳ βαθεῖ· καὶ βοῦν μέν φησιν, ἵνα νοήσῃς τὸ ἱερόν τε καὶ καθαρὸν γένος· ὄνον δὲ, ἵνα συνῇς, τὸ ἀνίερον καὶ ἀκάθαρτον· οὐ γὰρ προσάγεται κατὰ νόμον εἰς θυσίαν Θεῷ τὸ ἀκάθαρτον· ἱερὸν δὲ γένος καὶ καθαρὸν εἶναί φαμεν, τοὺς ἡγιασμένους ἤδη διὰ τῆς πίστεως· ἀνίερον δὲ καὶ ἀκάθαρτον, τοὺς οὔπω κεκαθαρμένους διὰ τοῦ ἁγίου βαπτίσματος, ἀλλ' ἐντετηγμένον ἔχοντες ἔτι τῆς ἁμαρτίας τὸν μολυσμόν. Ὅμοιον οὖν ὡς εἰ λέγοι, Εἴ τι γένοιτο βλάβος, ἢ περί τινα τῶν ἤδη βεβαπτισμένων καὶ κατεσφραγισμένων διὰ τῆς χάριτος εἰς οἰκειότητα τὴν ὡς πρὸς Θεὸν, ἤγουν εἴς τινα τυχὸν τῶν οὔπω τοιούτων, ὀφλήσει δίκην ὁ τοῦ σκανδάλου πρόξενος, καὶ αὐτῷ μενεῖ τὸ τεθνηκὸς, τουτέστιν, αὐτοῦ γενήσεται τοῦ παθόντος ὁ θάνατος. Ἀσφαλίζεταί γε γοῦν καὶ αὐτὸς ὁ Σωτὴρ ἡμᾶς λέγων· «Ὃς ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμὲ, συμφέρει αὐτῷ, ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης.» {ΠΑΛΛ.} Ὀρθῶς ἔφης. {ΚΥΡ.} Ἴδοις δ' ἂν εὐκόλως καὶ δι' ἑτέρων ἡμῖν αἰνιγμάτων παραδηλοῦντα τὸν νόμον σφαλερὸν, ὅτι τὸ πλημμελεῖν καὶ τοῦτο εἰς ἀδελφούς· τὸ γὰρ τύπτειν αὐτῶν ἀσθενοῦσαν τὴν συνείδησιν, εἰς Χριστὸν ἡμῶν ἀναφέρει τὸ πλημμελές. Ἔφη τοίνυν· «Ἐὰν δὲ ἐξελθὸν πῦρ εὕρῃ ἀκάνθας καὶ προσεμπρήσῃ ἅλωνας ἢ στάχυας, ἢ πεδίον, ἀποτίσει τὸ πῦρ ὁ ἐγκαύσας.» Οὐ γάρ τοι προσήκει τοῖς ἀδικεῖν πεφυκόσι συνδιόλλυσθαι τὸ χρηστὸν, οὐδὲ τοῖς ἀγρίοις συνδαπανᾶσθαι τὸ ἤμερον. {ΠΑΛΛ.} Πῶς ἔφης; {ΚΥΡ.} Ἢ γὰρ οὐχὶ ταῖς ἐν ὄρεσί τε καὶ ἐν ἀγροῖς ἀκάνθαις παρεικάζοιτο ἂν εἰκότως τὰ τῶν ἀνοσίων αἱρετικῶν συγγράμματα, καὶ ἡ τῶν παρ' Ἕλλησι δογμάτων τερθρεία; τίς γὰρ ἂν γένοιτο ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἐκεῖθεν ἡ ὄνησις, μᾶλλον δὲ ποῖον οὐκ ἔσται βλάβος τοῖς εἰς νοῦν ἐθέλουσιν ἐκεῖνα λαβεῖν; Πυρὸς τοίνυν μόνου τροφὸς, ἡ ἄκανθα, καὶ φλογὸς διατροφή. Ἀνακαίουσι δὲ καὶ φλόγας ἡμῖν τὰς εἰς αἰῶνα καὶ τῶν πεπλανημένων τὰ ἐξίτηλα δόγματα, καὶ τὰ τῶν εἰδωλολατρῶν γραοπρεπῆ μυθάρια· ἄσταχυς δὲ καὶ σῖτος, ἡμερωτάτη τροφὴ, καὶ ἀνθρώποις ἐδώδιμα, καὶ ἀναγκαῖα πρὸς ὄνησιν· συνέχει γὰρ ἡμᾶς εἰς ζωὴν, καὶ τύπος ἂν εἴη τῶν τῆς ἀληθείας δογμάτων, δι' ὧν οἱ πεπιστευκότες ὡς ἄρτῳ ζῶντι τρεφόμεθα καὶ ἀληθινῷ, τῷ Χριστῷ. Ἔστι δὲ αὖ πεδίον λεῖον ὥσπερ τι καὶ ἄτραχυ, τοῖς διαστείχειν εἰδόσιν ὀρθῶς ἡ θεόπνευστος Γραφή· «Πάντα γὰρ ἐνώπιον τοῖς συνιοῦσι,» κατὰ τὸ γεγραμμένον· «καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.» Οὐκοῦν ἄκανθα μὲν ἡ μυσαρωτάτη καὶ βέβηλος ἀθυροστομία τῶν διεστραμμένων· σῖτος δὲ καὶ ἄσταχυς ὁ ψυχωφελής τε καὶ τροφιμώτατος τῆς ἀληθείας λό γος· ψιλὸν δὲ πεδίον, ἡ θεόπνευστος Γραφή. Ὅταν τοίνυν οἷά περ φλόγες, ἢ πῦρ τοῖς τῶν ἑτεροδόξων τε καὶ Ἑλλήνων φενακισμοῖς οἱ τῶν ἁγίων μυσταγωγῶν ἐπιφύοιντο λόγοι, τοῖς τῆς ἀληθείας συνηγοροῦντες δόγμασι, καὶ τὰ κατὰ μόνης ἰόντων ἀκάνθης φησὶ, καὶ καταφλεγόντων μὲν ὡς ἄχρηστον καὶ ἀγρίαν ὕλην, τὰ παρ' ἐκείνοις συγγράμματα, μὴ συναδικούντων δὲ σῖτον ἢ ἄσταχυν, τουτέστιν, νηφέτωσαν οἱ μυσταγωγοὶ, μὴ ἄρα τι καταπημήνειαν τῶν τῆς ἀληθείας δογμάτων· ἢ ἴστω, φησὶν, ὁ σὺν ἀσφαλείᾳ τοῦτο δρᾷν οὐκ ἀνεχόμενος, ὡς εἴπερ τι γένοιτο συγκαταφλεχθῆναι τοῖς φαύλοις τῶν ἀναγκαίων εἰς ὄνησιν, ἀποτίσει τῆς ἀπροσεξίας τοὺς λόγους. Αἰσθάνῃ δὴ οὖν ὅσην ἡμᾶς ποιεῖσθαι τὴν ἐπιτήρησιν προστέταχεν ὁ νομοθετῶν, τῆς εἰς ἀδελφοὺς ἀγάπης τὸ εἰλικρινὲς ἀθόλωτον ἀποσώζων πανταχῆ; {ΠΑΛΛ.} Συνίημι.

ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ΟΓ∆ΟΟΣ.

Ἔτι περὶ ἀγάπης τῆς εἰς ἀδελφοὺς, καὶ κατὰ τοῦ κλέπτοντος μόσχον ἢ πρόβατον. Πανταχόθεν δὴ οὖν, ὦ Παλλάδιε, πάρα σοι νοεῖν, ὡς ὀρθούς τε καὶ ἀκριβεῖς ἄγαν ποιεῖσθαι κελεύει τῆς μυσταγωγίας τοὺς λόγους καὶ ὁ πάλαι νόμος. Οὐκ ἀζήμιον δὲ τοῖς ἐξαπατᾷν εἰωθόσι τῶν ἁπλουστέρων τινὰς τὸ χρῆμα τιθεὶς, ἔφη πάλιν· «Ἐὰν δέ τις κλέψῃ μόσχον ἢ πρόβατον, καὶ σφάξῃ ἢ ἀποδῶται, πέντε μόσχους ἀποτίσει ἀντὶ τοῦ μόσχου, καὶ τέσσαρα πρόβατα ἀντὶ τοῦ προβάτου. Ἐὰν δὲ ἐν τῷ διορύγματι εὑρεθῇ ὁ κλέπτης, καὶ πληγεὶς ἀποθάνῃ, οὐκ ἔστιν αὐτῷ φόνος· ἐὰν δὲ ἀνατείλῃ ὁ ἥλιος ἐπ' αὐτῷ, ἔνοχος ἔσται, ἀνταποθανεῖται. Ἐὰν δὲ μὴ ὑπάρχῃ αὐτῷ, πραθήτω ἀντὶ τοῦ κλέμματος· ἐὰν δὲ καταληφθῇ καὶ εὑρεθῇ ἐν τῇ χειρὶ αὐτοῦ κλέμμα, ἀπό τε ὄνου καὶ ἕως προβάτου ζῶντα, διπλᾶ ἀποτίσει αὐτά.» {ΠΑΛΛ.} Οὐ σφόδρα σαφὴς ὁ λόγος. Σὺ δὲ ὅ τί ποτέ ἐστι τὸ ὡς ἐν αἰνίγματι χρησμῳδούμενον, πειρῶ μοι λέγειν. {ΚΥΡ.} Ζημίαν ὁ νόμος καθορίζει χρησίμως τοῦ πλεονεκτεῖν ἐθέλοντος, καὶ ἀνασειράζει τρόπον τινὰ τὸν ἀκάθεκτον εἰς ἐπιθυμίαν, ὧν ἂν ἔχοι τυχὸν ἢ γείτων, ἢ ἀδελφὸς, ὥστε κἂν εἰ γένοιτο, φησὶν, ἐν αὐτῷ τεθνάναι τῷ κλέπτειν τὸν ἐπὶ τῷδε κατεγνωσμένον, οὐδένα τοῖς ἀνῃρηκόσι προστρίβεσθαι μῶμον. Ἀτιμᾷ δὲ καὶ λέγων, ὅτι προσήκει πιπράσκειν αὐτὸν, εἰ μὴ πρὸς λύτρων ἀντέχοι καταβολὴν, εἴς γε τὸ χρῆναι βιοῦν ἑλέσθαι καλῶς συνελαύνων τοῖς δείμασι. Νοῦς γε μὴν τῆς ἱστορίας ὁ κεκρυμμένος ἕτερος ἂν εἴη παρὰ τοῦτον πολὺ, καὶ δεῖ καὶ λέγειν ἡμᾶς ὡς ἔνι καλῶς. Μόσχος μὲν δὴ καὶ πρόβατον, καθαρά τε ἄμφω καὶ ἱερὰ, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνακομιζόμενα τῷ Θεῷ. Ἀλλ' ὁ μὲν μόσχος ἐν ὑπεροχῇ καὶ μεγέθει σώματος· θάτερόν γε μὴν, οὐχ οὕτω. Μόσχου γὰρ μεῖον τὸ πρόβατον. Μόσχοι δὴ οὖν καὶ πρόβατα ὥσπερ τινὰ ζῶα καθαρά τε καὶ ἱερώτατα, τῶν διὰ πίστεως δεδικαιωμένων ἡ ἁγία πληθὺς, καὶ διχηλοῦντες ὁπλὴν, καὶ μηρυκισμὸν ἀνάγοντες, κατὰ τὸν νόμον, καὶ καρπῶν ἡμέρων ἐργάται· γηπονεῖ γὰρ ὁ μόσχος· ἔγκαρπον δὲ καὶ τὸ πρόβατον, καὶ ἐνσεσήκασται μὲν ταῖς θείαις αὐλαῖς, τουτέστιν, ἐν ἐκκλησίαις ἡ τῶν κεκλημένων ἀγέλη· πολλοὶ δὲ λίαν οἱ κλέπται περὶ αὐτὴν, διορύττοντες τε καὶ παρεισδύνοντες, καὶ πολυτρόποις φενακισμοῖς τὰς τῶν ἁπλουστέρων ψυχὰς ἐξέλκοντες, καὶ μονονουχὶ καταπιπράσκοντες τῷ ὀλοθρεύοντι Σατανᾷ· πλὴν ὁ δεδρακώς τι τοιοῦτον, πέντε μόσχους ἀποτίσει, φησὶν, ἀνθ' ἑνὸς, καὶ τέσσαρα πρόβατα ἀντὶ τοῦ προβάτου· πενταπλασίονα μὲν γὰρ ἐπὶ τῷ μόσχῳ, τῷ κεκλοφότι τὴν δίκην, τετραπλασίονα δὲ δεῖν ἐφ' ἑνὶ προβάτῳ γενέσθαι φησὶ, κατὰ τὸ μέτρον, οἶμαί που, τῆς πνευματικῆς κατ' ἀρετὴν ποσότητος, τῶν ἀπολλυμένων ἐπιθεὶς τὴν κόλασιν. Τύπος δ' ἂν εἴη καὶ σκιὰ τῆς ἐν ἀρετῇ ποσότητος, ἡ σωματική· τὸ γάρτοι μεῖζον ἢ μεῖον ἐν ἐπιεικείαις, ἀταλαίπωρον ἰδεῖν ἔν γε τοῖς πεπιστευκόσιν, ἐπεὶ μὴ ἐν ἴσῳ πάντες τυχόν· «Ἀλλ' ἕκαστος ἡμῶν ἴδιον ἔχει χάρισμα ἐκ Θεοῦ, ὁ μὲν οὕτως, ὁ δὲ οὕτως.» Εἰ δὲ δὴ κλέπτων τε καὶ διορύττων ἔτι, καὶ τὰ τῆς λῃστείας ἔργα πληρῶν, ὡς ἐν νυκτί τε καὶ σκότῳ καταφωραθείη, φησὶ, καὶ ἐκτεθνάτω τότε· καὶ τὸ χρῆμα, οὐ φόνος, οὐδὲ τῷ δράσαντι γραφή. Πλεονέκτης γὰρ καὶ βίαιος ὁ πεσὼν, καὶ πολέμου τέτρωται νόμῳ· ἡλίου δὲ ἀνατείλαντος, καὶ παρελάσαντος ἤδη τοῦ τῆς λῃστείας καιροῦ, τὴν τοῦ πλήττοντος εἴργει χεῖρα, καὶ φόνου γραφὴν καθορίζει τοῦ τολμήματος. Ἕως μὲν γὰρ ὁ κλέπτης ὁ νοητὸς, τὴν τοῦ πιστεύσαντος εἰς Χριστὸν καταλωβᾶται ψυχὴν, καὶ ἀγάπης ἐξέλκει τῆς εἰς Θεὸν, εἰ ἐν αὐτοῖς ἁλοίη τοῖς πλημμελήμασι, πάθοι ἂν οὐκ ἀδίκως καὶ τὸ ἐκτεθνάναι δεῖν· ψυχὴν γὰρ ἀπέκτεινε, τὴν ἀμείνω σώματος· ἡλίου δὲ ἀνατείλαντος καὶ αὐτῷ κατὰ νοῦν, καὶ διαυγαζούσης ὡς ἐν τάξει φωτὸς καὶ ἡμέρας, τῆς ἀληθοῦς γνώσεως, κινδυνεύειν οὐκ ἐᾷ, κολάζεται γὰρ τὰ νυκτὸς ἔργα καὶ σκότους, τὰ δὲ ὡς ἐν φωτὶ λοιπὸν, οὐκ ἔτι. Ἀνεῖσθαι δὲ τῶν ἀρχαίων ἐγκλημάτων, καὶ τῶν ἐν ἀγνοίᾳ καὶ σκότῳ, δεδικαίωκε Θεός. Καὶ δὴ καὶ λεγέσθω τοῖς ἐξ ἁμαρτίας εἰς φῶς ἀφιγμένοις τὸ νοητὸν, «Ἦτέ ποτε σκότος, νυνὶ δὲ φῶς ἐν Κυρίῳ.» Οὕτω δεδικαίωκεν ὁ Κύριος καὶ τὸν θεσπέσιον Παῦλον, τὸν πρότερον ὄντα βλάσφημον, καὶ διώκτην, καὶ ὑβριστήν· καθ' ὑπερβολὴν γὰρ ἐδίωκε τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθει αὐτήν. {ΠΑΛΛ.} Ἄριστα ἔφης. {ΚΥΡ.} Ἐὰν δὲ μὴ δύνηται, φησὶ, πέντε μόσχους ἀνθ' ἑνὸς, καὶ πρόβατα τέσσαρα ἀνθ' ἑνὸς, πραθήτω ἀντὶ τοῦ κλέμματος. Ὁρᾷς ὅπως ἀτιμίαν ὁ νόμος τὴν δουλοπρεπῆ καταγράφει σαφῶς τῶν διηνεκῆ καὶ ἀνέκνιπτον ἐχόντων τὴν ἁμαρτίαν, καὶ μηδ', ὅσον εἰπεῖν, λύτροις ἀποκρούεσθαι τὰ ἐγκλήματα δυναμένων, διά τε τὸ τῆς γνώμης ἀσθενὲς οὐκ ἀνεχομένων ἱδροῦν εἰς μετάγνωσιν, καὶ διὰ τῶν εἰς τοῦτο πόνων ἐκμειλίττεσθαι Θεόν; Πιπράσκεσθαι δὴ οὖν εὖ μάλα φησίν. Ἐναριθμεῖσθαι γὰρ οὐκ ἐᾷ τοῖς διὰ τῆς θείας χάριτος ἠλευθερωμένοις, τοὺς οὕτω μεμολυσμένους. Ἐξωθούμενοι δὲ τῆς τοῖς ἐλευθέροις πρεπούσης τιμῆς, ἀκούσονται καὶ αὐτοί· «Ἰδοὺ ταῖς ἀνομίαις ὑμῶν ἐπράθητε.» Εἰ δὲ κεκλοφὼς μὲν ἁλοίη, φησὶν, οὔπω δὲ ἀνελὼν, τουτέστιν, εἰ φενακισμοῦ καὶ ἀπάτης ἀρξάμενος τῆς εἰς ἑτέρους καταλαμβάνοιτό τις τῶν ἑτεροδοξεῖν εἰωθότων, νενικηκὼς δὲ οὔπω καὶ κατακομίσας εἰς ὄλεθρον τοὺς ἀκροωμένους, ἀποτίσει διπλᾶ. Ἀναλήψεται γὰρ τὸ οἰκεῖον ὁ τῆς ἀγέλης δεσπότης, προσεξαιτηθήσεται δὲ καὶ λόγους ὁ βωμολόχος· τοῦτο γὰρ ἂν εἴη τὸ ἐν διπλῷ· καὶ ζημίαν ὑπομενεῖ τὴν εἰς θάνατον. Ὃ γὰρ ἠθέλησε δρᾷν εἰς ἑτέρους, πάθοι ἂν αὐτὸς καὶ μάλα εἰκότως. {ΠΑΛΛ.} Ὡς ὀλέθριόν τε καὶ πάνδεινον ἀληθῶς τῶν φενάκων τὸ χρῆμα, περὶ ὧν οἶμαί που καὶ αὐτὸν προαγορεῦσαι Χριστόν· «Προσέχετε ἀπὸ τῶν ἐρχομένων πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες.» {ΚΥΡ.} Ὀρθῶς οὖν ὁ νόμος ὡς θηρῶν ἀγρίων, τὸ ἐκτεθνάναι δεῖν παντὸς τοιοῦδε καταψηφίζεται. Γέγραπται γὰρ ἐν μὲν τῇ Ἐξόδῳ· «Ἐὰν κλέψῃ τίς τινα τῶν υἱῶν Ἰσραὴλ, καὶ καταδυναστεύσας αὐτὸν ἀποδῶται, καὶ εὑρεθῇ ἐν αὐτῷ, θανάτῳ τελευτάτω.» Ἐν δέ γε τῷ ∆ευτερονομίῳ· «Ἐὰν δὲ ἁλῷ ἄν-θρωπος κλέπτων ψυχὴν ἐκ τῶν ἀδελφῶν αὐτοῦ, τῶν υἱῶν Ἰσραὴλ, καὶ καταδυναστεύσας αὐτὸν ἀποδῶται, ἀποθανεῖται ὁ κλέπτης ἐκεῖνος.» Οὐ γάρ τοι θέμις τὸ ἱερὸν ἐν Χριστῷ καταδῃοῦσθαι γένος, καὶ εἰς δουλείαν οὐκ ἐντριβῆ κατακομίζεσθαί ποι παρά γε τῶν τοῦτο δρᾷν εἰωθότων· ὥσπερ γὰρ οἱ τὰ μειράκια φενακίζοντες, πόλεώς τε καὶ οἰκιῶν ἀπονοσφίζουσι, καὶ αὐχημάτων αὐτὰ τῶν ἐλευθέρων ἐκπέμποντες, τοῖς τῆς ἀναγκαίας δουλείας ὑποφέρουσι ζυγοῖς· τὸν αὐτὸν, οἶμαι, τρόπον, οἱ τοὺς ὀρθὰ φρονεῖν ἑλομένους, καὶ τὸν ἐλευθέροις πρέποντα βίον ἐπιτηδεύοντας, ἐπὶ τὸ σφίσιν αὐτοῖς ἀνοητότατα δοκοῦν, πολυπλόκοις ἐννοιῶν ἀπάταις ἀποκομίζοντες, λῃστείας εἰκότως τῆς ἐπὶ ψυχαῖς ἀνθρώπων, ὑπομενοῦσι τὴν γραφήν· ποινὴ δὲ αὐτοῖς ὁ θάνατος. Τοῖς τοιούτοις, μηδὲ «Χαίρειν λέγετε,» φησὶ τοῦ Σωτῆρος ὁ μαθητὴς, οὐκ εἰς τρόπων ἡμᾶς ἀγριότητα παιδαγωγῶν, ἀλλ' ὅτι τῷ λύκῳ τὸ πρόβατον εἰς διαθέσεις οὐκ ἐπιτήδειον· ἀσύμβατα δὲ ὥσπερ ἀλλήλοιν, τὰ ἑτερογνωμονεῖν εἰωθότα· «Τίς γὰρ μερὶς πιστῷ μετὰ ἀπίστου;» Καὶ πρός γε δὴ τούτοις, τοῖς πόρνοις τοῦ αἰῶνος τούτου μὴ συναναπλέκεσθαι δεῖν, ὁ θεσπέσιος Παῦλος γράφει. Ἵνα τοίνυν μὴ καθάπερ ἐκ πατρῴας ἑστίας τῆς Ἐκκλησίας τοῦ Θεοῦ καθαρπάζοιντό τινες, καὶ εἰς ἐκκλησίας ἀποφέροιντο πονηρευομένων, ταῖς εἰς φαυλότητα παρατροπαῖς τὸν οἰκεῖον ὥσπερ καταπιπράσκοντες νοῦν, «Φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαὶ,» θάνατον ὁρίζει τὴν δίκην ὁ νόμος τοῖς τοῦτο δρᾷν ἀνοσιώτατα προτεθυμημένοις. Ἴδοις δ' ἂν αὐτὸ πλαγίως ἡμῖν ὑποφαίνοντα πάλιν νόμον, καὶ δι' ἑτέρου χρησμῳδήματος. Καταρυθμίζει γὰρ ἐπὶ τὸ ἔχον ὀρθῶς τὰ ἐν κόσμῳ πράγματα, διὰ τῆς ἐμφανεστέρας καὶ ἑτοίμης ἑλεῖν τοῖς ἐθέλουσι θεωρίας. Οὐ γάρ τοι τὴν ἱστορίαν ἔν γε τοῖς ὅτι μάλιστα χρησίμοις ὡς ἕωλον ἀναιρήσομεν. Ὀνήσει γὰρ ἔσθ' ὅτε καὶ αὐτὸ τὸ γράμμα τοὺς ἀκροωμένους, ὠδίνει δὲ ὥσπερ ἐν βάθει τὰ πνευματικὰ, καὶ τῶν ἰσχνοτέρων ἐννοιῶν τὴν δύναμιν ὡς ἐν σκιαῖς ἔχει λεπταῖς. Ἔφη δὲ ἐν τῇ Ἐξόδῳ πάλιν· «Ἐὰν δέ τις ἀπατήσῃ παρ-θένον ἀμνήστευτον, καὶ κοιμηθῇ μετ' αὐτῆς, φερνῇ φερνιεῖ αὐτὴν ἑαυτῷ γυναῖκα. Ἐὰν δὲ ἀνανεύων ἀνανεύσῃ, καὶ μὴ βούληται ὁ πατὴρ αὐτῆς δοῦναι αὐτὴν αὐτῷ γυναῖκα, ἀργύριον ἀποτίσει τῷ πατρὶ καθ' ὅσον ἐστὶν ἡ φερνὴ τῶν παρθένων.» Ἀνευρύνων δὲ ὥσπερ ἡμῖν τὴν θείαν ἐντολὴν, ὁ θεσπέσιος Μωσῆς ἐν τῷ ∆ευτερονομίῳ φησίν· «Ἐὰν δὲ εὑ-ρεθῇ ἄνθρωπος κοιμώμενος μετὰ γυναικὸς συνωκισμένης ἀνδρὶ, ἀποκτενεῖτε ἀμφοτέρους, τὸν ἄνδρα τὸν κοιμώμενον μετὰ τῆς γυναικὸς, καὶ τὴν γυναῖκα, καὶ ἐξαρεῖς τὸ πονηρὸν ἐξ υἱῶν Ἰσραήλ. Ἐὰν δὲ γένηται παρθένος μεμνηστευμένη ἀνδρὶ, καὶ εὑρὼν αὐτὴν ἄνθρωπος ἐν πόλει, κοιμηθῇ μετ' αὐτῆς, ἐξάξετε ἀμφοτέρους ἐπὶ τὴν πύλην τῆς πόλεως αὐτῶν, καὶ λιθοβοληθήσονται ἐν λίθοις, καὶ ἀποθανοῦνται· τὴν νεάνιν, ὅτι οὐκ ἐβόησεν ἐν τῇ πόλει, καὶ τὸν ἄνθρωπον, ὅτι ἐταπείνωσε τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ· καὶ ἐξαρεῖτε τὸ πονηρὸν ἐξ ὑμῶν αὐτῶν. Ἐὰν δὲ ἐν πεδίῳ εὕρῃ ἄνθρωπος τὴν μεμνηστευμένην, καὶ βιασάμενος κοιμηθῇ μετ' αὐτῆς, ἀποκτενεῖτε τὸν ἄνθρωπον, τὸν κοιμώμενον μετ' αὐτῆς, μόνον· τῇ δὲ νεάνιδι ποιήσετε οὐδὲν, οὐκ ἔσται τῇ νεάνιδι ἁμάρτημα θανάτου, ὅτι ὡς εἴ τις ἐπαναστῇ ἄνθρωπος ἐπὶ τὸν πλησίον αὐτοῦ, καὶ φονεύσῃ αὐτοῦ τὴν ψυχήν, οὕτως τὸ πρᾶγμα τοῦτο, ὅτι ἐν τῷ ἀγρῷ εὗρεν αὐτὴν, ἐβόησεν ἡ νεάνις ἡ μεμνηστευμένη, καὶ ὁ βοηθήσων οὐκ ἦν αὐτῇ.» Τὸ μὲν οὖν τῆς ἱστορίας, οὐδενὸς οἶμαί που δεήσεσθαι λόγου, πρὸς τὸ συνιέναι δύνασθαί τισι· σαφῆ γὰρ λίαν καὶ ἐναργῆ. ∆εῖ δὲ ἡμᾶς, ὡς ἔοικε, ταυτὶ μεθέντας εἰς τὸ παρὸν, τὴν ἔσω τε καὶ κεκρυμμένην ἰέναι τρίβον. {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Φημὶ δὴ οὖν, ὅτι ὥσπερ ἐν τοῖς εἰς γυναῖκα πλημμελήμασι, τὸ πάντων ἂν εἴη παγχάλεπον, ἡ μοιχεία, τὸν ἑτέρου τινὸς παραλύουσα γάμον, καὶ τῶν ἤδη συνημμένων ποιοῦσα διάζευξιν, κατὰ τὸν αὐτὸν, οἶμαι, τουτονὶ τρόπον, τῶν εἰς ἀνθρωπίνας ψυχὰς αἰτιαμάτων, τὸ πάντων μάλιστά ἐστι δυσσεβέστερόν τε καὶ ἀφορητότερον, τὸ ἐπιτηδεῦσαι τὴν παραφθορὰν, οὐκ εἰς τὴν τυχοῦσαν ἁπλῶς, ἀλλὰ εἰς τὴν ἤδη τρόπον τινὰ συνῳκισμένην καὶ ἑνωθεῖσαν Χριστῷ, τῷ ἄνωθέν τε καὶ ἐξ οὐρανοῦ νυμφίῳ· ἑνούμεθα γὰρ αὐτῷ διά τε τῆς πίστεως, καὶ προσέτι, τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος· «Ὁ γὰρ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστι,» κατὰ τὰς Γραφάς. Θανάτῳ δὴ οὖν ὁ νόμος τιμᾶται δικαίως ὁμοῦ τῷ μοιχεύσαντι τὴν πεπορνευμένην, καὶ τὸν μὲν ὡς ἐνιέντα τῆς ἐνούσης αὐτῷ δυσσεβείας τὰ σπέρματα, τὴν δὲ, ὅτι τὸν τῆς γνησιότητος ἀτιμάζουσα νόμον, ἑτέρῳ γέγονε, καὶ ταῖς ἐκείνου παραφθοραῖς ἁπλοῦσα τὸν νοῦν, τὸν ἐξ ἀνθρωπίνων εὑρημάτων εἰσεδέξατο μολυσμόν. {ΠΑΛΛ.} Πιθανὸς ὁ λόγος. {ΚΥΡ.} Γυναικὶ μὲν οὖν, ἀνδρὶ κατὰ νόμους συνωκισμένῃ, παρεικαστέον εὖ μάλα τὴν διὰ πίστεώς τε καὶ Πνεύματος Χριστῷ συνῳκισμένην καὶ ἑνωθεῖσαν ψυχήν. Παρθένον δὲ εἶναι μεμνηστευμένην λογιούμεθα, τὴν κεκλημένην εἰς ἀρχὰς γνώσεως ἀληθοῦς, οὔπω δὲ ὁλοτελῶς ἑνωθεῖσαν Χριστῷ, περιμένουσάν τε ἔτι καθάπερ τινὰ γάμον καὶ συναφείας τρόπον τὸν ἀληθέστερον, τὴν διὰ τοῦ ἁγίου βαπτίσματος χάριν, καὶ τὴν τοῦ ἁγίου Πνεύματος μέθεξιν, ἀῤῥαβῶνά γε μὴν, καὶ ὁμιλίας ὥσπερ ἀρχὴν, τὸν τῆς κατηχήσεως λόγον εἰσδεδεγμένην. Οὕτω τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν ὁ θεῖος ἡμῖν μυσταγωγὸς, Παῦλος δὲ οὗτος, παρεκόμισε τῷ Χριστῷ· γράφει γὰρ ὧδε· «Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ.» Καὶ αὐτὸς δέ πού φησιν ὁ Νυμφίος διὰ φωνῆς προφητῶν· «Καὶ μνηστεύσομαί σε ἐμαυτῷ εἰς τὸν αἰῶνα, ἐν δικαιοσύνῃ, καὶ ἐν κρίματι, καὶ ἐν ἐλέῳ, καὶ ἐν οἰκτιρμοῖς· καὶ μνηστεύσομαί σε ἐν πίστει, καὶ ἐπιγνώσῃ τὸν Κύριον.» Εἰ τοίνυν γένοιτο, φησὶ, τῆς παραφθορᾶς τὰ ἐγκλήματα, καὶ ἐπί τινι τοιᾷδε ψυχῇ, μοιχείᾳ γεγράφθω τὸ χρῆμα· ὑπόχρεως γὰρ ἡ μεμνηστευμένη, καὶ ὑπὸ χεῖρα λοιπὸν τοῦ μετὰ βραχὺ νυμφίου. Ἀλλ' εἰ μὲν ἐν πόλει γένοιτο τὸ ἀδίκημα, φησὶ, τουτέστιν, ἢ ἐν Ἐκκλησίᾳ Χριστοῦ, καὶ ἐν πόλει Θεοῦ ζῶντος, ἣν κατοικοῦσιν ἄγγελοι, καὶ ἄνδρες ἅγιοι, καθηγηταὶ καὶ διδάσκαλοι τοῖς κινδυνεύουσι, καὶ ἀπατωμένοις ἐπαμύνειν οἷοί τε, συναποτεθνάτω τῷ φένακι καὶ ἡ παθοῦσα παρθένος. Ἐξὸν γὰρ ἑτοίμως διαδράναι τὴν παραφθορὰν, εἰ τοῖς διασώζειν εἰδόσι καταμεμήνυκε διδασκάλοις, ἐθελούσιον ἠῤῥώστησε τὸ παθεῖν, καὶ οὐκ ἐξ ἀνάγκης ἔχει τὴν εἰς τὸ φαῦλον ἀπαγωγήν. Εἰ δὲ δὴ μὴ γένοιτο, φησὶν, ἐν Ἐκκλησίᾳ, μηδὲ ἐν πόλει Θεοῦ ζῶντος, ἀλλ' ὥσπερ ἐν πεδίῳ καὶ ἐν ἀγρῷ, οὗ μυσταγωγὸς ὁ ἐπαμύνων οὐκ ἦν, καὶ τῶν μεταπείθειν ἐπὶ τὸ ἄμεινον εἰωθότων ἐρημία πολλὴ, καὶ ὡς ἐν σπάνει παιδαγωγῶν ὁ φενακισμὸς, κινδυνευέτω μόνος ὁ βιασάμενος· πλεονεξία γὰρ ἤδη τὸ δρώμενον καὶ πάθος ἀνεπικούρητον, καὶ ἀνάγκη τις δυσδιάφυκτος, παρακρούσεται τὴν γραφήν· ἢ τοῖς ἀβουλήτως ἐπενηνεγμένοις ὡς ἀκουσίοις, ἐπιτιμᾷν οὐ περιττὸν εἶναι φήσομεν; {ΠΑΛΛ.} Παντάπασι μὲν οὖν· ὅσιος γὰρ ὁ νόμος. {ΚΥΡ.} Εὖ λέγεις· ἰσχνοτέραν δὲ τῶν δρωμένων ποιεῖ τὴν βάσανον, καὶ ἐπιμετρεῖ τρόπον τινὰ τοῖς πλημμελήμασι τὰς ὀργὰς, οὔτε τοῦ κολάζεσθαι δεῖν ἀπαλλάττων εἰσάπαν τὸ ἐπὶ τοῖς μείοσι πλημμελὲς, οὔτε μὴν ἐν ἴσῳ τοῖς ὑπὲρ τοῦτο τιθεὶς, ἰσομεγέθη δὲ ὥσπερ τοῖς αἰτιάμασιν ἀποτορνεύων τὴν κίνησιν. Ἔφη γὰρ πάλιν· «Ἐὰν δέ τις εὕρῃ τὴν παῖδα τὴν παρθένον, ἥτις οὐ μεμνήστευται, καὶ βιασάμενος αὐτὴν κοιμηθῇ μετ' αὐτῆς, καὶ εὑρεθῇ, δώσει ὁ ἄνθρωπος ὁ κοιμηθεὶς μετ' αὐτῆς τῷ πατρὶ τῆς νεάνιδος πεντήκοντα δίδραχμα ἀργυρίου, καὶ αὐτοῦ ἔσται γυνὴ, ἀνθ' ὧν ἐταπείνωσεν αὐτήν· οὐ δυνήσεται ἐξαποστεῖλαι αὐτὴν τὸν ἅπαντα χρόνον.» Μοιχεία μὲν οὖν ὑπόχρεω κατεστήσατο τὸν συνόντα μεμνηστευμένῃ, κατὰ τρόπους δὲ δηλονότι τοὺς ἤδη προειρημένους. Εἰ δὲ δὴ φαίνοιτο, φησὶ, καὶ ἀσυναφὴς ἔτι, κατεγγυηθεῖσα δὲ οὔπω Χριστῷ διὰ τῆς πίστεως, ὡς ἐν εἴδει παρθένου ψυχὴ, εἶτά τις αὐτὴν τοῖς εἰς δυσσέβειαν λόγοις καταμιάνας ἁλῷ, καὶ παρενεγκὼν ἐκ πλάνης εἰς πλάνησιν, ὁποῖόν τι δρῶσιν αἱρετικοὶ, τοὺς ἐξ ἐθνῶν ἔσθ' ὅτε καὶ Ἰουδαίων ἁρπάζοντες, ἕπεσθαί τε σφίσιν αὐτοῖς ἀναπείθοντες, οὐκ ἀζήμιον εὑρήσει τὸ ἐγχείρημα. Ἀποτίσει γὰρ τῷ πατρὶ τῶν πνευμάτων, τουτέστι, τῷ Θεῷ, τῆς πλημμελείας τοὺς λόγους, ὡς ἐν ζημίᾳ χρημάτων ὑποτυπουμένης εὖ μάλα. Τὸ δὲ, Αὐτοῦ ἔσται γυνὴ, τῇ ἱστορίᾳ χρήσιμον. {ΠΑΛΛ.} Συνίημι ὃ φής· διπλοῦς γὰρ ὁ νόμος· σαρκικός τε καὶ πνευματικός. {ΚΥΡ.} Ἐπιτήρει δὲ, ὅπως οὐδὲ ὁ τῆς ἀρχαίας ἐντολῆς ἠγνόησε λόγος, ὅπερ ἔφη Χριστὸς ἀνδρός τε πέρι καὶ γυναικός· «Ὃ οὖν Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.» Αὐτοῦ γὰρ ἔστω γυνὴ, φησὶν, ἀνθ' ὧν ἐταπείνωσεν αὐτήν· οὐ δυνήσεται ἐξαποστεῖλαι αὐτὴν τὸν ἅπαντα χρόνον. Καὶ πρός γε τούτῳ, διανοοῦ τῆς πανάγνου παρθενίας, ὁπόσον ἐστὶ τὸ ὡς ἐν αὐχήμασιν ὑψηλόν· ταπείνωσιν γὰρ οἶδέ τε καὶ ὀνομάζειν ἀξιοῖ τῆς θεοπνεύστου Γραφῆς ὁ λόγος, τὴν διαπαρθένευσιν, καὶ οἱονεὶ τῆς σεμνότητος τὴν ἀπόθεσιν. {ΠΑΛΛ.} Ὀρθῶς ἔφης. {ΚΥΡ.} Ἀποφήσας δὴ οὖν ὡς θεομισῆ καὶ ἀνόσιον ἀληθῶς τὸν τῶν ἑτεροδόξων φενακισμὸν, καὶ τὴν εἰς φαυλότητα παρατροπὴν τῶν παραφθείρειν εἰωθότων τοὺς ὀρθοποδεῖν ᾑρημένους, καὶ τὴν ἐφ' ἃ μὴ προσ ῆκεν ἀπαγωγὴν, ἐπινενόηκέ τι καὶ ἕτερον, ὃ δὴ καὶ αὐτὸς ἡμῖν ὁ θεσπέσιος Παῦλος μαθημάτων ἄριστον ἐποιεῖτο, λέγων· «Μὴ λογομαχεῖν ἐπ' οὐδενὶ χρησίμῳ, ἢ ἐπὶ καταστροφῇ τῶν ἀκουόντων.» Αἱ γὰρ περιτταὶ διαλέξεις, καὶ τὸ φιλόνεικον κομιδῇ περὶ ζητήσεις, οὐκ ἀναγκαίας γεννῶσι μάχας, καὶ τὸν τῶν ἀκροωμένων τύπτουσι νοῦν· οἱ μὲν γὰρ, ἐξ ἐλαφρίας, τὸ μὴ ὀρθῶς ἔχον τε καὶ εἰρημένον ἔσθ' ὅτε προαλῶς τε καὶ ἀμαθῶς εἰσδέχονταί τε καὶ ἐπαινεῖν σπουδάζουσιν· οἱ δὲ, τοῖς ἀρίστοις τὴν αἰσχίω ψῆφον ἐπάγοντες, τὴν ἴσην τοῖς ἄλλοις ἠῤῥωστηκότες ἀπαιδευσίαν, ἁλοῖεν ἄν· ὀλίγοι δὲ παντελῶς οἱ διακρίνειν εἰδότες, καὶ τοῦ κατασίνεσθαι πεφυκότος προτάττειν τὸ ὠφελοῦν. Ἄπληγα δὲ τὸν νοῦν οὗτοι διατηροῦσι μόλις ἐν ταῖς τῶν ἑτέρων λογομαχίαις. Οὐκοῦν ὡς ἔσται τὸ χρῆμα τοῖς δρᾷν ἐθέλουσιν οὐκ ἀζήμιον, ὑπαινίττεται πάλιν ἡμῖν ὁ νόμος, λέγων· «Ἐὰν δὲ μάχωνται δύο ἄνδρες, καὶ πατάξωσι γυναῖκα ἐν γαστρὶ ἔχουσαν, καὶ ἐξέλθῃ τὸ παιδίον αὐτῆς μὴ ἐξεικονισμένον, ἐπιζήμιον ζημιωθήσεται, καθότι ἂν ἐπιβάλῃ ὁ ἀνὴρ τῆς γυναικὸς, καὶ δώσει μετὰ ἀξιώματος. Ἐὰν δὲ ἐξεικονισμένον ᾖ, δώσει ψυχὴν ἀντὶ ψυχῆς.» Λόγος μὲν οὖν, ἐν μήτρᾳ τὸ ἔμβρυον, ἀνθρωποειδὲς ὁρᾶσθαι μόλις, καὶ εἰς τύπον ἰέναι τοῦ καθ' ἡμᾶς σώματος τότε, ὅτε καὶ ἀριθμὸς ἐπ' αὐτῷ τεσσαρακοστῆς ἡμέρας διαπεραίνεται. Ταύτῃτοί φασι Μωσέα μὲν τὸν πανάριστον ἐκ τῆς ἐν Αἰγύπτῳ πλάνης οἱονεί πως ἀνωδίνοντά τε καὶ ἀναμορφοῦντα τὸν Ἰσραὴλ εἰς τὴν ἐν νόμῳ ζωὴν, σιτίων ἀπέχεσθαι καὶ ποτῶν· «Ἄρτον γὰρ, φησὶν, οὐκ ἔφαγον, καὶ ὕδωρ οὐκ ἔπιον τεσσαράκοντα ἡμέρας.» Καὶ εἰς ἡμᾶς δὲ αὐτοὺς, ὑποτοπητέον δράσαι τε τοῦτο καὶ ὑπομεῖναι Χριστόν. Ἀνεμορφοῦτο γὰρ ἐν αὐτῷ πρὸς ἁγιασμὸν δι' ἐγκρατείας ἡ φύσις, ἐξ ἀκρατοῦς ὀρέξεως ἐν ἀρχαῖς ἐν τῷ πρωτοπλάστῳ τὸν εἰς ἁμαρτίαν καὶ παράβασιν ἀῤῥωστήσασα μολυσμόν. Ταυτὶ μὲν ἡμᾶς οὐκ ἀπίθανον ἐννοεῖν· πλὴν, ὅπως ποτ' ἂν ἔχοι τῆς ἱστορίας ὁ λόγος, παρείσθω νυνί· πῶς δ' ἂν νοεῖσθαι πρέποι, τὸ γυναῖκα πλήττεσθαι τὴν ἐν γαστρὶ ἔχουσαν, πρὸς τῶν εἰωθότων λογομαχεῖν, φέρε δὴ, φέρε διασκεπτώμεθα· τὸ γάρ τοι λίαν ἰσχνομυθεῖν ἔν γε δὴ τούτοις, οὐκ ἀτερπές. Οὐκοῦν καρπὸς ἂν εἴη καὶ κύημα νοῦ, πίστις ἡ εἰς Χριστὸν, δι' ἐντελοῦς ἡμᾶς γνώσεως ἀναπλάττουσα πρὸς αὐτὸν, καὶ εἰς θεῖον διαμορφοῦσα τύπον· καὶ γοῦν οἱ πεπιστευκότες διὰ φωνῆς Ἡσαΐου, τοῦτο, οἶμαί που, κατασημαίνοντες, εὖ μάλα κατακεκράγασι· «∆ιὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν, πνεῦμα σωτηρίας σου ἐποιήσαμεν ἐπὶ τῆς γῆς.» Οὐκοῦν καρπὸς ἂν εἴη καὶ κύημα νοῦ τὸ πνευματικὸν καὶ σωτήριον, πίστις ἡ εἰς Χριστὸν, ἣ καὶ τοὺς θείους ἡμῖν χαρακτῆρας ἐνσημαίνεται. Τοῖς γοῦν ἐκ τελεωτέρας γνώσεως μετεῤῥυηκόσιν ἀμαθῶς εἰς τὴν μείω τε καὶ ἀτελεστέραν, Γαλάται δὲ οὗτοι, προσεφώνει λέγων ὁ θεσπέσιος Παῦλος· «Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Ἐναρξάμενοι γὰρ πνεύματι, τὴν κατὰ σάρκα τελείωσιν ἐπετήδευον, εἰς τὴν τοῦ νόμου λατρείαν μετενηνεγμένοι· ταύτῃτοι καὶ ἀτελεσφόρητον ἐν ἑαυτοῖς τὴν τοῦ Χριστοῦ μόρφωσιν ἀπετέλουν, οἱονεί πως ἀπαμβλίσκοντες τὸ ἔν γε σφίσιν αὐτοῖς ὡς ἐν νηδύϊ κείμενον ἀγαθόν. Οὐκοῦν τὸ ἐν γνώσει τέλειον καὶ τὸ ἀκραιφνὲς εἰς πίστιν, τοῦ Σωτῆρος τὴν μόρφωσιν ταῖς ἁπάντων ἡμῶν εἰσοικιεῖται ψυχαῖς, καὶ τοῦτο ἐν ἡμῖν ὡς θεία τις ἔσται σπορά. Ὅταν τοίνυν ὡς ἀπό γε τῆς τινων λογομαχίας σκανδαλίζοιντό τινες· εἶτα ἡ τοῦτο παθοῦσα ψυχὴ, τὴν ὡς ἐν ὠδίσι κειμένην, καὶ εἰς νοῦν ἔσω τεθησαυρισμένην, ἀπαμβλίσκοι πίστιν τε καὶ γνῶσιν, εἰ μὲν εἴη, φησὶ, μὴ ἐξεικονισμένη, τουτέστιν, εἰ ἀτελὴς ἔτι καὶ ἀκαλλεστέρα, ζημίαν ὑπομενεῖ πάντη τε καὶ πάντως ὁ τοῦ σκανδάλου παραίτιος, ἣν ἂν ἐπιβάλῃ, φησὶν, ὁ ταύτης νυμφίος, τουτέστι, Χριστός· καὶ δώσει μετὰ ἀξιώματος, τουτέστι, καὶ ὁμολογείτω χάριν, μὴ τὴν εἰς ὄλεθρον παντελῆ ποινὴν ὑποστάς. Εἰ δὲ εἴη, φησὶν, ἐξεικονισμένον τὸ τῆς ψυχῆς κύημα νοητὸν, τουτέστιν, εἰ γνῶσις εἴη καὶ πίστις τοῦ Χριστοῦ φοροῦσα μόρφωσιν, τοῖς περὶ τῶν ἐσχάτων ὑποκείσεται λόγοις, ὡς ἤδη καὶ φονευτή. Ψυχῆς γὰρ θάνατος, ἡ τῆς ἀμωμήτου πίστεως ἀπόθεσις, καὶ τῆς ἀρτίως ἐχούσης γνώσεως ἡ ζημία. Τοιγάρτοι τὸ χρῆναι μεταλαχεῖν ἀνοσίων εἰσηγημάτων, καὶ ὧν ἂν ποιοῖτο λόγων, ἀνὴρ, γεγονὼς κατάβρωμα διαβολικὸν, καὶ τῆς τῶν δαιμονίων ἀγέλης οἱονεί πως τροφὴ, μολυσμὸν εἶναί φησι· καὶ ἀποφάσκει πάλιν, ὡς ἐν αἰνίγματι λέγων, «Καὶ κρέας θηριάλωτον οὐκ ἔδεσθε· τῷ κυνὶ ἀποῤῥίψατε αὐτό.» Κύνα μὲν γὰρ, τὸν ἀναιδῆ καὶ ἀκάθαρτον ἄνθρωπον ὀνομάζειν ἔθος τῇ θείᾳ Γραφῇ. Πρέπον δ' ἂν εἴη τῷ τοιῷδε τυχὸν, ἅπας τις οὖν, οἶμαι, λόγος βδελυρὸς καὶ δυσώδης, καὶ ἐξ αὐτοῦ συγκείμενος τοῦ Βεελζεβοὺλ, ὡς θηρὸς ἀγρίου κατεδηδοκότος τὴν ὑποπεσοῦσαν αὐτῷ καὶ ὑπηρετοῦσαν εἰς τοῦτο ψυχήν· «Λέγει γὰρ οὐδεὶς, Ἀνάθεμα Ἰησοῦς, εἰ μὴ ἐν Βεελζεβούλ.» Ἁγίοις γε μὴν τὸ ἐν μεθέξει γενέσθαι τῶν οὕτως αἰσχρῶν ἢ κεκιβδηλευμένων ἐννοιῶν τε καὶ λόγων, ἀνάρμοστον κομιδῇ. «Κοινωνία γὰρ οὐδεμία φωτὶ πρὸς σκότος.» {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Ἐγρηγορέναι δὲ ὅτι προσήκει τοὺς καθηγεῖσθαι λαχόντας, καὶ ἡγουμένους ποιμνίων, κατεχρησμῴδησε πάλιν. Τίς δ' ἂν γένοιτο τῆς πρὸς ἡμῶν ἐπιεικείας εἰς τοῦτο τρόπος, ὑπεμφαίνει, λέγων ἐν τῷ Λευϊτικῷ· «Τὰ κτήνη σου οὐ κατοχεύσεις ἑτεροζύγῳ, καὶ τὸν ἀμπελῶνά σου οὐ κατασπερεῖς διάφορον.» Πώεσι μὲν γὰρ αἰγῶν καὶ προβάτων, ἤγουν ἀμπελῶνι παρεικαστέον εὖ μάλα τὴν ὑπὸ χεῖρα πληθύν. Ἤκουε μὲν γὰρ ὁ θεσπέσιος Πέτρος· «Σίμων Ἰωνᾶ, φιλεῖς με; βόσκε τὰ ἀρνία μου, ποίμαινε τὰ πρόβατά μου.» Περὶ δέ γε τῶν ἐξ Ἰσραὴλ, ὁ προφήτης ἔφασκεν Ἡσαΐας· «Ὁ γὰρ ἀμπε-λὼν Κυρίου Σαβαὼθ, οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ἄνθρωπος τοῦ Ἰούδα, νεόφυτον ἠγαπημένον.» Ποιμένος δὴ οὖν ἀρετὴ, τὸ μὴ ἐπαφιέναι προβάτοις ἑτεροειδές τι ζῶον, ὡς ταῖς ὀθνείου τυχὸν ὀχείαις ὑποπεσεῖν, ἵνα μὴ ἑτεροφυὲς τέκῃ, καὶ τῆς ἐνούσης αὐτῷ φυσικῆς εὐγενείας ἐκνενευκός· ἀμπελώνων δὲ ὁ μελεδωνὸς, εἴπερ εἴη νουνεχὴς, καὶ γηπονεῖν ἄριστα μεμελετηκὼς, οὐκ ἂν ἀνάσχοιτό ποτε τὰ ξηρὰ τῶν σπερμάτων ὑπ' αὐταῖς φύεσθαι ταῖς ἀμπέλοις, ἵνα μὴ δαπανωμένης αὐταῖς τῆς ἰκμάδος εἰς τὸ ἀλλότριον, ὑστερίζοιεν αὗται περὶ τὸ οἰκεῖον. Ἴθι δὴ οὖν ὡς ἐξ εἰκόνος ἤδη πως, ἐπὶ τὸν πνευματικὸν, τὰ λογικὰ θρέμματα, μὴ τοῖς τῶν ἑτεροδιδασκάλων ὑπάγεσθαι συγχωρῶμεν ἀνοσίως ὥσπερ σπερματισμοῖς, νοητοῖς δηλονότι, καὶ ταῖς ὡς ἐν λόγῳ εἰσηγήσεσιν· ἀκαλλὴς γὰρ λίαν ὁ ἐξ ἀνομοίου καρπὸς γνώμης, καὶ οἱ τῶν οὐχ ὁμοπίστων λόγοι, φαύλων ἂν γένοιντο κυημάτων πρόξενοι τοῖς εἰσδεδεγμένοις αὐτούς· ἀμπελῶνας δὲ ὄντας ἡμᾶς, καὶ ἐν ὀρχάτων τάξει κειμένους, μονοειδεῖ τρόπον τινὰ προσήκει στεφανοῦσθαι καρπῷ, καὶ τὸν διφυᾶ παραιτεῖσθαι τρόπον. Λόγος γὰρ οὐδεὶς εἰς ὁμοιότητα φυσικὴν, σίτῳ καὶ βότρυσιν. Ἀλλοτρίων δὴ οὖν σπερμάτων μηδεὶς ἡμῶν ἔστω τόπος. {ΠΑΛΛ.} Εὖ λέγεις. {ΚΥΡ.} Καὶ καθ' ἕτερον δὲ τρόπον ἀσυναφῆ καὶ ἀσύμβατα, καὶ τῆς πρὸς ἄλληλα κοινωνίας διεσχισμένα τὰ ἑτεροτροποῦντα δεικνύει, παραθεὶς εἰς τύπον τὴν ἐκτοπωτάτην καὶ ἀλλόκοτον κομιδῇ τοῦ λογικοῦ ζώου σύνοδον, πρὸς τὸ μὴ τοιοῦτον, ἑτεροειδὲς δὲ καὶ ἔκφυλον. Καὶ δὴ καί φησιν ἐν μὲν τῇ Ἐξόδῳ· «Ὃς ἂν κοιμηθῇ μετὰ κτήνους, θανάτῳ ἀποκτενεῖτε αὐτόν.» Σαφέστερον δὲ πάλιν ἐν τῷ Λευϊτικῷ· «Καὶ ὃς ἐὰν δῷ κοιτασίαν αὐτοῦ ἐν τετράποδι, θανάτῳ θανατούσθω, καὶ τὸ τετράπουν ἀποκτενεῖτε· καὶ γυνὴ ἤτις προσελεύσεται πρὸς πᾶν κτῆνος βιασθῆναι αὐτὴν ὑπ' αὐτοῦ, ἀποκτενεῖτε τὴν γυναῖκα, καὶ τὸ κτῆνος· θανάτῳ θανατούσθωσαν· ἔνοχοί εἰσιν.» Ὁμιλίαι τε γὰρ, καὶ οἱονεὶ μίξεις αἱ νοηταὶ καὶ σύνοδοι, αἱ πρὸς οὓς ἂν ἥκιστα πρέποι, καὶ οἷς κατηῤῥώστησε πρὸς ἀλογίαν ὁ νοῦς τὴν ἐσχάτην, θανάτου πρόξενοι, καὶ αὐτοῖς τοῖς παραφθείρουσι, καὶ τοῖς ἐθελούσιον ὑπομένουσι τὴν παραφθοράν. {ΠΑΛΛ.} Ὀρθότατά τε καὶ μάλα ὁσίως ὁ νόμος φησί. {ΚΥΡ.} Θαυμάσαις δ' ἂν ἔτι καὶ τόδε· ἦν γὰρ δή πού τινας, ὡς ἐξ ἀφορήτου πλεονεξίας, καὶ εἰ μὴ βούλοιντο τυχὸν τὴν ἐξ ὀρθότητος ἐννοιῶν ἐπὶ τὸ πλαγίως ἔχον ὑπομεῖναι παραφθορὰν, καὶ καθάπερ ἐξ ἀνάγκης, οὐκ ἀδακρυτὶ τάχα που παθεῖν τὴν πλάνησιν. Οὐκ ἀνεπικούρητον τοίνυν ὁ νόμος περιορᾷν ἠξίου καὶ τὸ τοιοῦτον γένος. {ΠΑΛΛ.} Τὸ ποῖόν τι φῄς; {ΚΥΡ.} Τὸ ζυγῷ δουλείας κατεσφιγμένον καὶ ταῖς τῶν πριαμένων ἐξουσίαις κατησχοιμένον. {ΠΑΛΛ.} Βεβοήθηκε δὲ τίνα δὴ ἄρα τρόπον καὶ τούτοις ὁ νόμος; {ΚΥΡ.} Ἀνίησι γὰρ δεσμοῦ καὶ ἀνάγκης, εἰ τὸ βλάβος εἴη περὶ ψυχὴν, καὶ ἀποτρέχειν εἰ βούλοιτο τὸ ἠδικημένον παραποδίζοντος οὐδενὸς, δεδικαίωκεν ἐναργῶς. Ἔφη γὰρ ὧδε πλαγίως ἐν τῇ Ἐξόδῳ· «Ἐὰν δέ τις πατάξῃ τὸν ὀφθαλμὸν τοῦ οἰκέτου αὐτοῦ, ἢ τὸν ὀφθαλμὸν τῆς θεραπαίνης αὐτοῦ, καὶ ἐκτυφλώσῃ, ἐλευθερίους ἐξαποστελεῖ αὐτοὺς, ἀντὶ τοῦ ὀφθαλμοῦ αὐτῶν· ἐὰν δὲ τὸν ὀδόντα τῆς θεραπαίνης αὐτοῦ ἐκκόψῃ, ἢ τὸν ὀδόντα τοῦ οἰκέτου αὐτοῦ, ἐλευθέρους ἐξαποστελεῖ αὐτοὺς, ἀντὶ τοῦ ὀδόντος αὐτῶν.» Ὅσον μὲν γὰρ ἧκεν εἰς θεωρίαν ἐξωφανῆ καὶ πρόχειρον νοῦν, κατακωλύει τὸ θράσος, καὶ συμμέτρους ἀποτελεῖ τὰς τῶν κτησαμένων ὀργὰς, καὶ οὐ μέχρις ἐκείνων ἰέναι βούλεται, δι' ὧν ἂν γένοιτο, τὴν εἰς τὸ εὖ εἶναι ζημίαν τοὺς ὑπεζευγμένους, ἀποστῆναι. Ἐφίησι δὲ οὐδαμῶς ἀχαλίνως ἰέναι τὰ ἐκ θυμοῦ, καὶ εἰς αὐτὴν ἤδη πράττεσθαι τὴν φύσιν, ἧς ἂν νοοῖτο μόνος ὑπάρχων ∆εσπότης ὁ ∆ημιουργός· δουλεία γὰρ καὶ τὸ ἐπὶ τῇδε πάθος οὐκ ἀῤῥώστημα φυσικὸν, ἀλλ' εἰσποιητὸν ἐκ πλεονεξίας. Ἐν Χριστῷ μὲν οὖν ὁ Θεὸς καὶ Πατὴρ ὅλην ἀναπλάττει εὐθὺς πρὸς τὸ ἐν ἀρχαῖς τὴν φύσιν. «Εἴ τις γὰρ ἐν Χριστῷ, καινὴ κτίσις.» Ἀναιρεῖται δὲ παντελῶς τῆς δουλείας τὸ αἶσχος· γράφει γὰρ ὁ Παῦλος, ὅτι «Ἐν Χριστῷ Ἰησοῦ, οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύθερος.» Ἀφαιρεῖται δὲ τέως ὁ νόμος προσπαιδαγωγῶν εἰς τὸ τέλειον τὸ τῆς ἐξουσίας ἀκάθεκτον, καὶ τὸ ἐπέκεινα μέτρου τοῦ καθήκοντος, ζημίαν ἐπιτιθεὶς τοῖς ὀλιγωροῦσι τοῦ νόμου, τῶν ἠδικημένων τὴν ἄφεσιν. Ἀλλὰ ταυτὶ μὲν εἰς γράμμα καὶ σκιὰν, εἴπερ ἕλοιτό τις καὶ τῇδε νοεῖν· εἰ δὲ δὴ διερμηνεύοιτο πνευματικῶς ὁ τοῦ νόμου σκοπὸς, προσβάλλοις ἂν, ὦ Παλλάδιε, καὶ καθ' ἕτερον τρόπον τοῖς ἐν αὐτῷ θεωρήμασι· φῶς μὲν γὰρ τουτὶ τὸ ἐγκόσμιον τοῖς τοῦ σώματος ὀφθαλμοῖς εἰσδεχόμεθά τε καὶ θαυμάζομεν· φῶς δὲ τὸ θεῖον καὶ νοητὸν ἐν ταῖς ἡμετέραις ἀνίσχει καρδίαις· καὶ τροφὴ μὲν ἡ τοῦ σώματος, ὀδοῦσι καταλεαίνεται, καὶ ἔσται τὸ χρῆμα πρὸς ζωὴν ὁδός· τὰ δέ γε τῶν θείων θεωρημάτων, σκληρὰ, καὶ δυσέφικτα καθάπερ ὀδόντι τῇ τῆς διανοίας ἰσχύϊ μονονουχὶ συνθρύπτεται καὶ ἀποτρέφει ψυχήν. Καὶ γοῦν ἡ Σοφία τὴν θείαν ἡμῖν καὶ πνευματικὴν ἁπλοῦσα τράπεζαν, «Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον,» φησίν. Οὐκοῦν κἂν εἰ οἰκέτῃ συμβαίνοι τυχὸν περί τι τῶν τοιούτων βλάβος, παραπαίοντος δεσπότου καὶ παρολισθεῖν ἀναγκάζοντος ἐξ ὀρθότητος δογμάτων εἰς ἔκτοπον πλάνησιν, λελύσθω, φησὶν, ὁ δεσμὸς, καὶ λόγος ἔστω μηδεὶς ἀναγκαίου ζυγοῦ. ∆ιεῤῥίφθω δέ ποι καὶ τῆς ἐξουσίας τὸ δεῖμα, ἴτω τε λοιπὸν ὁ κατεζευγμένος, ὅποιπερ ἂν αὐτῷ τὸ ἀλωβήτως ἔχειν εὑρίσκοιτο· ψυχῆς γὰρ ἄμεινον οὐδὲν ἦν. Καὶ ἵνα σώσῃ, φησὶν, ἀπολελύσθω δουλείας. Ἴδοις δ' ἂν ἀληθῆ τὸν λόγον, καὶ ἐν καιροῖς ἔτι τοῖς καθ' ἡμᾶς πληρούμενον· οὐ γὰρ ἀνέχονται δεσποτῶν οἰκέται παρακομιζόντων εἰς πλάνησιν, τῆς ἐπηρτημένης αὐτοῖς ἐξουσίας ὑπεξαγαγόντες γενικῶς τὸ ἔν γε τούτῳ πειθήνιον· ἄχθει μὲν γὰρ τῷ δουλείας τὸν τοῦ σώματος ὑπενεγκόντες αὐχένα, τηροῦσιν ἀθόλωτον ἐν ἑαυτοῖς τὸν νοῦν, καὶ τὸ δεῖν εἰδέναι σαφῶς τε καὶ ἀπλανῶς τὸν περὶ τῆς ἀληθοῦς πίστεως λόγον, πολλοῦ δὴ λίαν, μᾶλλον δὲ τοῦ παντὸς εἶναι ἄξιον πεπιστεύκασι, καὶ τροφὴν τὸ χρῆμα ποιοῦνται πνευματικὴν, οἷά περ ὀδόντι τῷ νῷ κατατρίβοντες τὸ εἰς οὖς ἐρχόμενον, καὶ τὴν τῶν θείων νοημάτων ἀναμασώμενοι δύναμιν. {ΠΑΛΛ.} Ὡς σαφής τε ἡμῖν, καὶ ὀρθῶς ἔχων ὁ λόγος. {ΚΥΡ.} Προσεθίζει δὲ καὶ ἑτέρως ὁ νόμος ἡμᾶς εἰς φιλαλληλίαν, τιμᾷν ἀναπείθων τὸ συγκαθίστασθαι τοῖς ἐγγὺς, καὶ τοὺς τῆς ἀνισότητος καταμυσαττόμενός τε καὶ κολάζων τρόπους. {ΠΑΛΛ.} Πῶς δὴ φής; {ΚΥΡ.} Ἄκουε δή· γράφει γὰρ πάλιν· «Ἐὰν κε-ρατίσῃ τινὸς ταῦρος τὸν ταῦρον τοῦ πλησίον, καὶ τελευτήσῃ, ἀποδώσονται τὸν ταῦρον τὸν ζῶντα, καὶ διελοῦνται τὸ ἀργύριον αὐτοῦ, καὶ τὸν ταῦρον τὸν τεθνηκότα διελοῦνται. Ἐὰν δὲ γνωρίζηται ὁ ταῦρος ὅτι κερατιστής ἐστι πρὸ τῆς χθὲς καὶ πρὸ τῆς τρίτης ἡμέρας· καὶ διαμεμαρτυρημένοι ὦσι τῷ κυρίῳ αὐτοῦ, καὶ μὴ ἀφανίσῃ αὐτὸν, ἀποτίσει ταῦρον ἀντὶ ταύρου, ὁ δὲ τετελευτηκὼς αὐτῷ ἔσται.» Ὁρᾷς τὸ αἴνιγμα, καὶ οἱονείπως ἡμῖν ἐκ παραδείγματος ἐναργεστάτου πρὸς τὸ εὐθὺ διαστείχοντα τὸν ἐπὶ τῷδε λόγον; Εἰ γὰρ γένοιτο τεθνάναι, φησὶ, τὸν τοῦ δεῖνα ταῦρον, καὶ ὑφ' ἑτέρου ταύρου πεσεῖν, διελοῦνται τὸν ταῦρον τὸν ζῶντα, καὶ ἀμφοῖν ἔσται πάλιν ὁ τεθνηκὼς, τουτέστιν, εἰ πλεονεξίας ἐπιγένοιτο καὶ ἀδικίας τρόπος παρ' οὐχ ἑκόντος τινὸς εἰς ἕτερον, ἐντρυφάτω, φησὶν, ὁ ἠδικημένος τοῖς τοῦ λυπήσαντος ἀγαθοῖς, καὶ κοινὰς ἐχέτω τὰς θυμηδίας. Τοῦτο γὰρ, οἶμαι, ἔστι, τὸ διελέσθαι τὸν ταῦρον τὸν ζῶντα· Κοινὰς δὲ ποιείτω, φησὶ, καὶ ἀνεθελήτως προσκεκρουκὼς τὰς τοῦ πεπονθότος συμφοράς· τουτὶ γὰρ οἶμαι παραδηλοῦν, τὸ διελέσθαι τὸν τεθνηκότα. Ὁρᾷς οὖν ὅπως ὁ νόμος αἰνιγματωδῶς ἔτι καὶ κατεσκιασμένως τὸν φιλάλληλον εἰσηγεῖται τρόπον; Ἢ οὐχὶ δὴ τοῦτό ἐστι τὸ, «Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων;» {ΠΑΛΛ.} Ἔοικε. {ΚΥΡ.} Εἰ δὲ δὴ, φησὶν, ὁ πλεονεκτῶν εἰδείη σαφῶς, ὅτι πείσεταί τι δεινὸν ὁ πέλας, τῶν τῆς πλεονεξίας τρόπων οὐκ ἀνῃρημένων, ζημίαν αὐτὸς τὴν ἴσην ὑπομενεῖ, καὶ τὴν τοῦ παθόντος συμφορὰν ἐπαντλήσει μόνῃ τῇ ἰδίᾳ ψυχῇ. Τοῦτο γὰρ αἰνιγματωδῶς, τὸ, «Ἀποτίσει ταῦρον ἀντὶ ταύρου, ὁ δὲ τετελευτηκὼς αὐτοῦ ἔσται.» Οὐ γὰρ μέχρι τοῦ τῶν οἰκείων ἀγαθῶν ἀποπεσεῖν τοῖς ἀδικοῦσιν ὁ λόγος, ἀλλ' ἰδίαν ἕξουσι συμφορὰν, καὶ αὐτῶν ἔσται πάθος, τὸ τῷ πέλας συμβεβηκός. {ΠΑΛΛ.} Ὡς εὖ γε ἡμῖν ὁ λόγος ἔχει. {ΚΥΡ.} Σοφὸν δὲ ἡμῖν τῆς εἰς ἀλλήλους ἀγάπης ἐτίθει νόμον καὶ ὁ θεσπέσιος Παῦλος, ὡδίπη λέγων· «Μὴ τὰ ἑαυτῶν ζητοῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων.» Οὐ ζητεῖ γὰρ ἡ ἀγάπη τὰ ἑαυτῆς· περισκέπτεται δὲ μᾶλλον καὶ τὰ ἑτέρων, καὶ ὅπως ἂν ἔχοι τὰ ἀδελφῶν εὖ. Τοῦτό τοι πάλιν τὸ ἀρχαῖον ἡμῖν ὑπαινίττεται Γράμμα· ἔχει δὲ οὕτως· «Ἐὰν δὲ καταβοσκήσῃ τις ἀγρὸν ἢ ἀμπελῶνα, καὶ ἀφῇ τὸ κτῆνος αὐτοῦ, καταβοσκῆσαι ἀγρὸν ἕτερον, ἀποτίσει ἐκ τοῦ ἀγροῦ αὐτοῦ κατὰ τὸ γέννημα αὐτοῦ· ἐὰν δὲ πάντα τὸν ἀγρὸν καταβοσκήσῃ, τὰ βέλτιστα τοῦ ἀγροῦ αὐτοῦ, καὶ τὰ βέλτιστα τοῦ ἀμπελῶνος αὐτοῦ ἀποτίσει.» Ὁ μὲν γὰρ ἀγροῖς ἑτέρων τὸ ἴδιον κτῆνος ἐπαφιεὶς, ὀνίνησι μὲν τὰ καθ' ἑαυτὸν, καὶ ζητεῖ πως τὰ ἑαυτοῦ, πλὴν οὐκ ἐξ ὧν ὁ γείτων εὐφραίνεται, οὐδὲ ἐφ' οἷς ἂν ἥδοιτό τις τῶν πέλας, ἀλλ' ἐξ ὧν ἂν λυπεῖσθαί τε καὶ ἀδικεῖσθαι συμβαίνοι. Ζητητέον οὖν ἄρα τὸ ἡμᾶς ὠφελοῦν, τουτέστι, τὸ ἑαυτῶν, οὐ διὰ τῆς εἰς ἑτέρους πλεονεξίας, ἀλλὰ δι' ὧν ἂν γένοιτο πρὸς τοῦτο ἰέναι, πλημμελοῦντας οὐδὲν, καὶ τῆς τοῦ γείτονος εὐθυμίας ἑστώσης ὀρθῶς. Τοῦτο γὰρ ἂν εἴη σαφῶς, τὸ ζητεῖν καὶ τὰ ἑτέρων. Ἢ ἴστω τις, φησὶν, εἰ ἀφυλάκτως ἕλοιτο καταλυπεῖν ἀδελφοὺς, καὶ ἀπρονοήτως ἔχοι τοῦ πέλας, εἰς μόνον τάχα που τὸ ἴδιον βλέπων, τὴν ἴσην ὑπομενεῖν ζημίαν, καὶ τὸν τῆς δοκούσης ὠφελείας τρόπον, τῶν ὅτι μάλιστα φιλαιτάτων αὐτῷ προξενήσων τὴν ἀπώλειαν. Τουτὶ γὰρ, οἶμαι, ἔστι τὸ, «Ἀποτίσει τὰ βέλτιστα τοῦ ἀγροῦ αὐτοῦ, καὶ τοῦ ἀμπελῶνος αὐτοῦ.» Ἁρμόζει δ' ἂν, ὥς γέ μοι φαίνεται, τῶν προκειμένων ἡ δύναμις καὶ τοῖς τῶν αἱρέσεων εὑρεταῖς, ὧν οἱ βδελυροὶ καὶ ἀνούστατοι μαθηταὶ, κτηνῶν ἀλόγων δίκην, λήϊά τε καὶ ἀμπελῶνας κατανέμονται τοὺς δεσποτικοὺς, εἰς κρίμα καὶ κόλασιν τῶν τῆς αἱρέσεως εὑρετῶν· συμβήσεται γὰρ ἐκείνοις ἡ τῶν καλλίστῳν ζημία, τουτέστιν, ὁ περὶ αὐτὴν ὄλεθρος τὴν ψυχήν· ἀμπελῶνος γὰρ, ἤγουν ληΐου τυχὸν, καὶ ἀνὰ μέρος ἑκάστου τῶν καθ' ἡμᾶς νοουμένων τὸ ἐν αὐτῷ βέλτιστον ἡ ψυχή. {ΠΑΛΛ.} Καρπὸν οὖν ἄρα τῆς ἀγάπης εἶναί φαμεν τὸ χρῆναι ζητεῖν τὰ ἑτέρων, καὶ οὐχὶ δὴ μόνον τὰ ἑαυτῶν. {ΚΥΡ.} Πάνυ μὲν οὖν, ὦ Παλλάδιε, καὶ τὸ μὲν χρῆναι πληροῦν τὴν εἰς ἀδελφοὺς ἀγάπησιν, ὡς ἥδιστον τῷ Θεῷ, καταφορτίζεσθαι δὲ τὴν ἀγάπην τῷ περιττῷ καὶ πλείονι τῆς πρὸς ἡμῶν καταχρήσεως, οἰκονομικῶς οὐκ ἐᾷ· κατασίνεται γὰρ εὐκόλως καὶ τὸν εὖ βεβηκότα νοῦν, κἂν εἰ ἐν καλῷ γένοιτο τυχὸν τῆς ἐφ' ὅτῳ οὖν ἀρετῆς, τὸ μὴ μετρίως αὐτῷ, δυσαντήτῳ δὲ μᾶλλον ἐπιθρῶσκον ὁρμῇ. {ΠΑΛΛ.} Ὅσον δὴ τί φής; οὐ γάρ τοι συνίημι σαφῶς. {ΚΥΡ.} Ἢ οὐκ ἀρετὴν εἶναι φὴς, τὸ πρᾶόν τε καὶ ἀνεξίκακον; {ΠΑΛΛ.} Πῶς γὰρ οὕ; {ΚΥΡ.} Ἀλλ' εἴπερ τις τυχὸν τῷ πραότητά τε καὶ ἀνεξικακίαν ἐπιτηδεύοντι, λύπας τε καὶ ὕβρεις ἐπισωρεύσειε, καὶ τὰ δι' ὧν οἱ θυμοὶ, μετρίως μὲν εἰ γένοιτο, διακαρτερήσειεν ἂν ἔσθ' ὅτε καὶ οἴσει γεννικῶς, γύμνασμά τε πραότητος καὶ ἀοργησίας τὸ χρῆμα ποιήσεται. Εἰ δὲ δή τις ἴοι τοῦ μετρίου πέρα, καὶ τῶν ἀνεξικακίας ὅρων ἐπέκεινα τρέχοι, τὸ ἀπεικὸς οὐδὲν, καταβιασθεῖσαν ὥσπερ τὴν ἀρετὴν καὶ ἀτονῆσαι βραχύ. {ΠΑΛΛ.} Εὖ λέγεις· μεθύει γάρ πως ἐν ἀνθρώποις τὸ ἀγαθὸν, καὶ οὐδενὸς κατασείοντος, ἕστηκε μόλις. {ΚΥΡ.} Ἴθι δὴ οὖν, εἰ δοκεῖ, καὶ ἐπ' αὐτὴν τὴν ἀγάπησιν. Ἀρετὴ γὰρ ἡ προὔχουσα, καὶ τῶν ἄλλων ἐστὶν ἡ προφερεστέρα. Τῆς γε μὴν ἄγαν καταχρήσεως οὐκ ἀνέχεται. Ὃ δὴ πάλιν καθάπερ ἐν εἴδει παραβολῆς καὶ σαφοῦς παραδείγματος, ὁ νόμος ἡμῖν ὑφηγεῖται λέγων· «Ἐὰν δὲ εἰσέλθῃς εἰς τὸν ἀμητὸν τοῦ πλησίον σου, καὶ συλλέξῃς ἐν ταῖς χερσί σου στάχυς, καὶ δρέπανον οὐ μὴ ἐπιβάλῃς ἐπὶ τὸν ἀμητὸν τοῦ πλησίον σου· ἐὰν δὲ εἰσέλθῃς εἰς τὸν ἀμπελῶνα τοῦ πλησίον σου, καὶ φάγῃς σταφυλὴν ὅσον ψυχήν σου ἐμπλησθῆναι, εἰς δὲ ἄγγος οὐκ ἐμβαλεῖς.» Τὸ μὲν γὰρ ὀλίγους χερσὶ συναγεῖραι στάχυας, ἤγουν ἀποκεῖραι βότρυν εἰς ἐπιθυμίαν ἢ τροφὴν, οὐδὲν ἂν ἔχοι τὸ βλάβος. Οἴσει γὰρ, οἶμαι, σὺν θυμηδείᾳ· ταυτὶ τῆς ἀγάπης ὁ νόμος, καὶ οὐκ ἐπέκεινα τοῦ μέτρου τὸ χρῆμα φαίνεται. Τὸ δὲ καὶ ἀμῶντα σίδηρον τοῖς τοῦ πέλας ὑπενεγκεῖν, ὑπερνήχεταί πως καὶ ὑπερθρώσκει λοιπὸν τὸ φιλάλληλον, καὶ εἰς ὅρους ἤδη τοὺς τῆς πλεονεξίας οἴχεται. Οὐκοῦν ὑπόδειγμα τοῦτο σαφὲς τοῦ μὴ κατακεχρῆσθαι δεῖν ταῖς τῶν ἀδελφῶν ἀγαπήσεσίν ἐστι, τιμᾷν δὲ ταῖς αὐταρκείαις καὶ τὸ φιλάλληλον. Οὐκ ἄκομψον δὲ καθάπερ ἐγῷμαι, τὸν ἐπὶ τῷδε πάλιν εἰς ἡμᾶς καὶ ἑτέροις τισὶν ἐφαρμόσαι λόγον, οἳ τὰς ἐν ταῖς Ἐκκλησίαις τῶν διδασκόντων φωνὰς, αἵπερ ἂν ἐκ τοῦ παραχρῆμα καὶ προχείρου γένοιντο, καθάπερ τινὰ τροφὴν δρεπόμενοι νοητὴν, οὐ μέχρι τούτου μένειν ἀνέχονται, πέρα δὲ ὥσπερ ἰόντες τοῦ μέτρου, καὶ οἷά περ εἰς ἄγγος ἐμβάλλοντες, καὶ δέλτοις ἐναποτίθενται, χρηστομαθεῖς μὲν ὄντες λίαν, ἀδικοῦντες δέ πως εἰς ὑπόληψιν ἀδελφοὺς, ὅτι τὸ ἐσχεδιασμένον εὐθὺς, ὥσπερ τι τῶν ἄγαν κατεσκευασμένων, ἐναποτίθενται γραφῇ, Ἀλλ' ὅ γε νόμος, ὦ βέλτιστοι, φαίην ἂν αὐτοῖς, τὸ μηδὲν εἰς ἄγγος ἐμβάλλειν προστέταχεν ἐναργῶς. {ΠΑΛΛ.} Σφαλερὸν οὖν ἄρα τὸ ἀναμοχλεύειν ὥσπερ ψυχῆς ἀρετὴν, καὶ τὸν εὖ βεβηκότα νοῦν μονονουχὶ κατασείειν ἀποτολμᾷν τῷ τῆς καταχρήσεως περιττῷ. {ΚΥΡ.} Ἀτρεκὴς ὁ λόγος. Χρῆναι γὰρ δεῖν δεδικαίωκεν ἐναργῶς ὁ τῶν ὅλων Θεὸς, οὐκ ἐπιβουλεύειν ἡμᾶς ἀρετῇ, μετέχειν δὲ μᾶλλον, εἰ τύχοι, τῶν ἐξ ἀρετῆς ἀγαθῶν. Καὶ ἀμυδρὸν ἐπὶ τούτῳ ποιεῖται τὸ αἴνιγμα, καὶ ἐν μικροῖς κομιδῆ τὰ ἀσυγκρίτως ὑπερκείμενα ζωγραφεῖ. Γέγραπται γὰρ ἐν τῷ ∆ευτερονομίῳ· «Ἐὰν δὲ συναντήσῃς νοσσιᾷ ὀρνέων πρὸ προσώπου σου ἐν τῇ ὁδῷ, ἢ ἐπὶ παντὶ δένδρῳ, ἢ ἐπὶ τῆς γῆς, νεοσσοῖς, ἢ ὠοῖς, καὶ ἡ μήτηρ θάλπῃ ἐπὶ τῶν νεοσσῶν, ἢ ἐπὶ τῶν ὠῶν, οὐ λήψῃ τὴν μητέρα μετὰ τῶν τέκνων. Ἀποστολῇ ἀποστελεῖς τὴν μητέρα, τὰ δὲ παιδία λήψῃ σεαυτῷ, ἵνα εὖ σοι γένηται, καὶ πολυήμερος ἔσῃ.» {ΠΑΛΛ.} Καὶ τί δὴ τοῦτό ἐστιν; οὐ γάρ μοι σαφὲς τὸ αἴνιγμα. {ΚΥΡ.} Ἢ οὐκ ἐναργῶς ἐπαΐεις; ὡς εἴπερ τις ἕλοι νεοττεύουσαν ἔτι τὴν ὄρνιν, ἤγουν ἐπωάζουσαν, ποιείσθω μὲν ὄνησίν τε καὶ εὕρημα τὰ ἐξ αὐτῆς· ἀποπεμπέτω γε μὴν, οὐδὲν ἐποίησε βλάβος. {ΠΑΛΛ.} Ναί· ὁ γάρ τοι τοῦ Γράμματος οὗτος ἂν εἴη σκοπός. {ΚΥΡ.} Οὐκοῦν ἄθρει τὸ κεκρυμμένον, καὶ οἱονεὶ διαπτύξας τὴν σκιὰν, κατασκέπτου νοητῶς τὴν ἀλήθειαν. Ἑκάστη μὲν γὰρ ἀρετὴ, μήτηρ οἷά τίς ἐστι τῶν ἐξ αὐτῆς ἀγαθῶν καὶ γένεσις, οἷον εἴ τις λέγοι τὴν χρηστότητα, τὴν φιλοπτωχείαν, τὴν πραότητα, τὴν μακροθυμίαν. Χρηστεύεται γάρ τις οὐχ ἑαυτῷ μᾶλλον ἢ ἑτέροις· μετάσχοιεν δ' αὖ τῆς φιλοπτωχείας, οἱ ταύτης δεδεημένοι, καὶ πραότητος ὁμοίως καὶ μακροθυμίας. Οὐκοῦν ἀρετὴ μὲν ἑκάστη μήτηρ ἂν νοοῖτο, καὶ οἱονεί τις ἀρχὴ τῶν ἐν αὐτῇ τε καὶ ἐξ αὐτῆς ἀγαθῶν. Νοσσιαὶ δὲ ὥσπερ ἀρετῶν, αἱ ταύτας ὠδίνουσαι, καὶ ἐν σφίσιν αὐταῖς ἑλοῦσαι ψυχαί. Χρῆναι δὴ οὖν ἄρα φησὶν ὁ νόμος, τοὺς ἀνδράσι περιτυγχάνοντας, ἐν οἷς ἂν εἶεν ἀρεταὶ καθάπερ εἰς νοσσιὰν συγκεκομισμέναι, ποιεῖσθαι μὲν κέρδη τὰ ἐξ αὐτῶν, μὴ μὴν ἔτι κατασίνεσθαι φιλεῖν ἀρετὴν, τὴν τῶν ἀρίστων κατορθωμάτων μητέρα· ἀδικεῖται δὲ ἀρετὴ, κατασειομένη πρός τινος, κατά γε τοὺς ἤδη προειρημένους τρόπους. {ΠΑΛΛ.} Ὡς βαθὺ τὸ αἴνιγμα! {ΚΥΡ.} Ναί· λέγεις ὀρθῶς. Ἀλλ', ἵνα τι φῶμεν ταῖς τοῦ μακαρίου Παύλου συμβαῖνον φωναῖς, «Μὴ τῶν στρουθίων μέλει τῷ Θεῷ; ἢ δι' ἡμᾶς πάντως λέγει;» τύπους γὰρ ἡμῖν πραγμάτων, οὐκ αὐτὰ σαφῶς ἐξηγεῖται τὰ πράγματα, τῆς διὰ Μωσέως ἐντολῆς ὁ λόγος· ἴδοις δ' ἂν, ὅπως ἡμᾶς καὶ εἰς τρόπους ἤδη τῆς ἀνωτάτω φιλαλληλίας ἀνακομίζει κατὰ βραχύ. Πειρᾶται γὰρ ἀναπείθειν, καὶ αὐτοὺς ἀγαπᾷν τοὺς προσκεκρουκότας, καὶ λύπης ἀμείνους ὁρᾶσθαι τῆς εἰς ἐχθροὺς, μὴ ὑπὸ τοῦ κακοῦ νικωμένους, νικῶντας δὲ μᾶλλον ἐν τῷ ἀγαθῷ τὸ κακόν. Ἔφη γὰρ πάλιν ἐν μὲν τῇ Ἐξόδῳ· «Ἐὰν δὲ συναντήσῃς τῷ βοῒ τοῦ ἐχθροῦ σου, ἢ τῷ ὑποζυγίῳ αὐτοῦ, πλανωμένοις ἐν τῇ ὁδῷ, ἀποστρέψας ἀποδώσεις αὐτῷ· ἐὰν δὲ ἴδῃς τὸ ὑποζύγιον τοῦ ἐχθροῦ σου πεπτωκὸς ὑπὸ τὸν γόμον αὐτοῦ, οὐ παρελεύσῃ αὐτὸ, ἀλλὰ συνεγερεῖς αὐτὸ μετ' αὐτοῦ.» Ἐν δὲ τῷ ∆ευτερονομίῳ· «Μὴ ἰδὼν τὸν μόσχον τοῦ ἀδελφοῦ σου, ἢ τὸ πρόβατον αὐτοῦ, πλανώμενα ἐν τῇ ὁδῷ, ὑπερίδῃς αὐτά· ἀποστροφῇ ἀποστρέψεις αὐτὰ τῷ ἀδελφῷ σου· ἐὰν δὲ μὴ ἐγγίζῃ ὁ ἀδελφός σου πρὸς σὲ, μηδὲ ἐπιστήσῃ αὐτὸν, συνάξεις αὐτὰ ἔνδον εἰς τὴν οἰκίαν σου, καὶ ἔσται μετὰ σοῦ, ἕως ἂν ζητήσῃ αὐτὰ ὁ ἀδελφός σου, καὶ ἀποδώσεις αὐτὰ αὐτῷ· οὕτως ποιήσεις τὸν ὄνον αὐτοῦ, καὶ οὕτως ποιήσεις τὸ ἱμάτιον αὐτοῦ, καὶ οὕτως ποιήσεις κατὰ πᾶσαν ἀπώλειαν τοῦ ἀδελφοῦ σου, ὅσα ἐὰν ἀπόληται παρ' αὐτοῦ, καὶ εὕρῃς, οὐ δυνήσῃ ὑπεριδεῖν αὐτά· οὐχ ὑπερόψει τὸν ὄνον τοῦ ἀδελφοῦ σου, ἢ τὸν μόσχον αὐτοῦ πεπτωκότα ἐν τῇ ὁδῷ· μὴ ὑπερίδῃς, ἀνιστῶν ἀναστήσεις αὐτὰ μετ' αὐτοῦ.» Συνίης οὖν, ὅπως ἡμᾶς ἀστειότατα παιδαγωγεῖ πρὸς τὸ ἄγαν ἤδη πως καὶ τελέως ἀγαθὸν, μελέτησιν ὥσπερ ἀμνησικακίας ποιεῖσθαι προστάττων, τὴν εἰς τὰ κτήνη φειδὼ τοῦ λελυπηκότος, ὃν καὶ ἄνω τε καὶ κάτω τῷ τῆς ἀδελφότητος ὀνόματι στεφανοῖ, κατακωλύων, οἶμαί που, τὸ ἔντονον εἰς ὀργὰς, καὶ τὸ περιττὸν εἰς μικροψυχίας, καὶ τὸν τῆς φύσεως νόμον, βραβευτὴν ὥσπερ τινὰ τῆς ἀγάπης εἰσφέρων. Ἂν γὰρ εὕρῃς, φησὶν, πλανώμενον κτῆνος, ἢ ἀπολωλὸς ἱμάτιον, περισώσεις αὐτὰ τῷ ἀδελφῷ σου· κἂν εἰ γένοιτό τι τῶν ἀχθοφορεῖν εἰωθότων κατολισθῆσαν εἰς γῆν ὑπ' αὐτῷ συντρίβεσθαι τῷ φορτίῳ, συνεργάσῃ καὶ συνεγερεῖς. Ἕτερον δὲ τοῦτό ἐστιν οὐδὲν, ἢ τὸν κεκτημένον ὠφελεῖν, καὶ μελέτη πρὸς ἔλεον, καὶ παιδαγωγία πρὸς φιλοικειότητα, καὶ τὸ λυπεῖσθαι μακρὰ παρωθεῖσθαι ζητεῖν, καὶ παραιτεῖσθαι διαφορὰς, ὑπέρ γε τοῦ μὴ δοκεῖν προσκρούειν ἀγάπῃ καὶ νόμῳ τῷ εἰς φιλαδελφίαν. Εἰκὸς δὲ δή τι καὶ ἕτερον ὑπαινίττεσθαι, τὸ χρησμῴδημα· εἰ γὰρ τοσαύτη γέγονε τῷ νομοθέτῃ φροντὶς, ὡς εἰ καί τι τῶν ἀλόγων εἴη τὸ πεπονθὸς, ὀρέγειν ἡμᾶς τὴν ἐπικουρίαν, πῶς οὐκ ἂν αὐτῷ μειζόνως ἀρέσειεν ἡ εἰς ἀνθρώπους φειδὼ, καὶ ἡ τοῖς ὁμογενέσιν ὀφειλομένη φιλαλληλία; οὐκοῦν κἂν εἰ ἐχθρὸς πλανῷτο τυχὸν, μανθανέτω τὴν ἐπ' εὐθὺ, καὶ δι' ἡμῶν νευέτω πρὸς τὸ συμφέρον. Οὕτω καὶ ὁ Χριστὸς, λίθοις μὲν ἐβάλλετο παρὰ τῶν ἐξ Ἰσραὴλ, ἐπεφώνει δὲ ὅμως· «Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ.» Καὶ εἰ πόνῳ τις καὶ πειρασμοῖς ἐνθλίβοιτο τῶν προσκεκρουκότων, καὶ οἱονείπως εἰς γῆν ἐῤῥιμμένος, ἀφύκτοις ἀνάγκαις καταπιέζοιτο, φησὶν, ἐπικουρείσθω πρὸς ἡμῶν, καὶ ἔστω λύπης ἀμείνων, ὁ διάφορος. Ἢ οὐχὶ δὴ τοῦτό ἐστιν, «Εὖ ποιεῖτε τοὺς ἐχθροὺς ὑμῶν, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς;» {ΠΑΛΛ.} Ἄριστα ἔφης. {ΚΥΡ.} Ἁγιοπρεπὲς οὖν ἄρα, τὸ τοῖς κάμνουσι συναλγεῖν, καὶ οὐχὶ δὴ μᾶλλον τὰ ἐφ' οἷς ἦν ἄμεινον ἐποικτείρεσθαι δεῖν, πλεονεξίας τῆς κατ' αὐτῶν ποιεῖσθαι πρόφασιν, ἐπιθρώσκοντάς τε καὶ ἐπιμηνιῶντας ἔτι τοῖς ἠδικημένοις. Κἂν εἰ δύναιτό τις λαθραίους ἀποτελεῖν τῆς ἐπιβουλῆς τοὺς τρόπους, ἀποσχέσθαι δεῖν ὁ νόμος εὖ μάλα φησὶ καὶ τῶν ἐπὶ τῷδε κακουργημάτων· ἔφη γὰρ πάλιν· «Οὐ κακῶς ἐρεῖς κωφὸν, καὶ ἀπέναντι τυφλοῦ οὐ προσθήσεις σκάνδαλον.» Καί τοι πῶς οὐκ ἄμεινον, καὶ τοῖς ἄγαν ἐπιεικέσιν ὅτι μάλιστα πρέπει τὸ χαλινὸν ὥσπερ ἔχειν ἐν γλώττῃ, καὶ τὴν ἐφ' ὁτῳοῦν, μᾶλλον δὲ ἀνθρώπῳ παντὶ παραιτεῖσθαι κατάῤῥησιν; Μὴ καταλαλεῖτε γὰρ, φησὶν, ἀδελφοί μου, ἀλλήλων, τοῦ Σωτῆρος ὁ μαθητής. Νῦν δέ φησιν ὁ νόμος· «Οὐ κακῶς ἐρεῖς κωφὸν,» δι' αἰνίγματος, οἶμαί που, κατασημαίνειν ἐθέλων τὸ δεῖν ἀναγκαίως τούς γε ὡς ἀληθῶς ἐπιεικεῖς τὸν τρόπον, ἀποφοιτᾷν ἀδικίας, κἂν εἰ τὸ παθεῖν ἑτοίμως δύνασθαι συμβαίνῃ τισί· κωφὸς μὲν γὰρ ἢ τυφλὸς, ἀῤῥωστίας οὐκ ἐλεύθεροι· νοσοῦσι γὰρ δὴ τὰ ἀπὸ σώματος, καὶ τὰς αἰσθήσεις πεπήρωνται, ὄψιν δὲ λέγω καὶ ἀκοήν. Καὶ οὐκ ἂν ἀκούσειεν ὁ κωφὸς τοῦ καταλαλεῖν ἐθέλοντος, ἀλλ' οὐδ' ἂν καταθεῷτο τυφλὸς τὸν προστιθέντα σκάνδαλον. Λαθεῖν οὖν ἄρα χαλεπὸν οὐδὲν, κἂν εἰ βούλοιτό τις ἐπιβουλεύειν αὐτοῖς. Ἀλλ' οὓς ἔδει μᾶλλον ἑλεῖν, ὡς ἠῤῥωστηκότας ἤδη τῆς οἴκοθεν συμφορᾶς, καὶ προσαδικοῦντες ἁλώσονται, σκανδάλῳ μὲν τὸν τυφλὸν οὐκ εἰδότα συντρίβοντες, λοιδορίαις δὲ τὸν κωφὸν, ὡς ἐπ' εὐφημίαις, ἔσθ' ὅτε καὶ μειδιᾷν ἀναπείθοντες, πλήττοντές γε μὴν καὶ εἰς αὐτά που πολλάκις τὰ καιριώτατα. Οὐκοῦν κεκρυμμένη μὲν, εἴπερ ἕλοιτό τις, ἡ ἐπ' ἀμφοῖν ἂν γένοιτο κακουργία, σκληρότητος δὲ καὶ τῆς ἄγαν μισαλληλίας οὐκ ἂν διεξοίχοιτο γραφήν. {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Φιλαλλήλους γὰρ ὅτι καὶ φιλοικτίρμονας, καὶ τὸ ἀρχαῖον ἡμᾶς καθίστησι θέσπισμα, ῥᾷον ἂν μάθοις ἐπαΐων λέγοντος, ὁτὲ μὲν, ὅτι «Ἀνοίγων ἀνοίξεις τὰ σπλάγχνα σου τῷ ἀδελφῷ σου τῷ ἐπιδεομένῳ ἐν σοί·» ὁτὲ δὲ αὖ, «Καὶ προσήλυτον οὐ κακώσετε, οὐδὲ μὴ θλίψετε αὐτόν· ἦτε γὰρ προσήλυτοι ἐν γῇ Αἰγύπτου. Πᾶσαν χῆραν καὶ ὀρφανὸν οὐ κακώσετε· ἐὰν δὲ κακίᾳ κακώσητε αὐτοὺς, καὶ κράξαντες καταβοήσωσι πρὸς μὲ, ἀκοῇ εἰσακούσομαι τῆς φωνῆς αὐτῶν, καὶ ὀργισθήσομαι θυμῷ, καὶ ἀποκτενῶ ὑμᾶς μαχαίρᾳ, καὶ ἔσονται αἱ γυναῖκες ὑμῶν χῆραι, καὶ τὰ παιδία ὑμῶν ὀρφανά. Ἐὰν δὲ ἀργύριον ἐκδανείσῃς τῷ ἀδελφῷ σου πενιχρῷ τῷ παρὰ σοὶ, οὐκ ἔσῃ αὐτὸν κατεπείγων, οὐδὲ ἐπιθήσεις αὐτῷ τόκον· ἐὰν δὲ ἐνεχύρασμα ἐνεχυράσῃς τὸ ἱμάτιον τοῦ πλησίον σου, πρὸ δυσμῶν ἡλίου ἀποδώσεις αὐτῷ. Ἔστι γὰρ τοῦτο περιβόλαιον αὐτοῦ μόνον, τοῦτο τὸ ἱμάτιον ἀσχημοσύνης αὐτοῦ· ἐν τίνι κοιμηθήσεται; ἐὰν οὖν καταβοήσῃ πρός με, εἰσακούσομαι αὐτοῦ· ἐλεήμων γάρ εἰμι.» Ἀκούεις ὅπως τὸ γλυκὺ τῆς φιλαλληλίας μάθημα προτιθεὶς, προσηπείλησε τὴν ὀργήν; μονονουχὶ δὲ καὶ ἀπολογεῖται χρηστῶς τοῖς αὐτὴν ὑπομεῖναι μέλλουσιν, εἰ μὴ ποιοῖντο διὰ σπουδῆς τὴν εἰς ἀδελφοὺς εὐσπλαγχνίαν; Ἐλεήμων γάρ εἰμι, φησὶ, τουτέστιν, ἀγαθὸς ὢν κατὰ φύσιν, καὶ οἰκτίρμων ὡς Θεὸς, προσδέξομαι πάντως τὴν τοῦ παθόντος καταβοὴν, καὶ ἐλεήσω προχείρως τῶν τῇ πενίᾳ κατηχθισμένων τὸ δάκρυον. Παραιτητέον οὖν ἄρα τοῦ πένητος τὴν κατάῤῥησιν. Ὅτι γὰρ εἶναι προσήκει κοινωνικοὺς, καὶ σπουδῆς ἀξιοῦν τῆς προὐργιαιτάτης τὴν φιλοπτωχίαν, ἐκδεδυσώπηκε πάλιν ἐν τῷ ∆ευτερονομίῳ, λέγων, «Οὐκ ἀποστερήσεις μισθὸν πένητος, ἢ ἐνδεοῦς ἐκ τῶν ἀδελφῶν σου, ἢ ἐκ τῶν προσηλύτων τῶν ἐν ταῖς πόλεσί σου, αὐθημερινὸν ἀποδώσεις τὸν μισθὸν αὐτοῦ. Οὐκ ἐπιδύσεται ὁ ἥλιος ἐπ' αὐτῷ, ὅτι πένης ἐστὶ, καὶ ἐπ' αὐτῷ ἔχει τὴν ἐλπίδα· καὶ οὐ καταβοήσεται κατὰ σοῦ πρὸς Κύριον, καὶ οὐκ ἔσται ἐν σοὶ ἁμαρτία.» Συνίης οὖν ὅτι τοῦ πένητος τὴν καταβοὴν κατοῤῥωδεῖν ἀναπείθει, συνελαύνων εἰς φιλαλληλίαν; καὶ ἡ μὲν νέα τε καὶ διὰ Χριστοῦ Γραφὴ, τὸ τελείως ἀγαθὸν εἰσφέρουσα, «Πωλήσατε τὰ ὑπάρχοντα, φησὶ, καὶ δότε ἐλεημοσύνην, καὶ ἰδοὺ πάντα εὔοδα ὑμῖν ἔσται·» ὃ δὴ καὶ δεδράκασι τῶν πεπιστευκότων τινές. «Προσεκόμιζον γὰρ χωρίων τε καὶ οἰκιῶν τιμὰς, καὶ ἐτίθεσαν παρὰ τοὺς πόδας τῶν ἀποστόλων, διεδίδοτο δὲ ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχεν.» Ἐπειδὴ δὲ στοιχειωτής ἐστιν ὁ νόμος, καὶ εἰς ἀρχὰς ἀποφέρει τῶν λογίων τοῦ Θεοῦ, προμελέτησιν ὥσπερ τινὰ τῆς εἰς τοῦτον τρίβου ποιεῖσθαι προστάττει τὸ ὡς ἐν ὀλίγοις ἄφθονον, διὰ τοῦτό φησιν· «Ἐὰν δὲ ἀμήσῃς ἀμητόν σου ἐν τῷ ἀγρῷ σου, καὶ ἐπιλάθῃ δράχμα ἐν τῷ ἀγρῷ σου, οὐκ ἀναστραφήσῃ λαβεῖν αὐτό· τῷ πτωχῷ, καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ ἔσται, ἵνα εὐλογήσῃ σε Κύριος ὁ Θεός σου ἐν πᾶσι τοῖς ἔργοις τῶν χειρῶν σου· ἐὰν δὲ ἐλαιολογῇς οὐκ ἐπαναστρέψεις καλαμήσασθαι τὰ ὀπίσω σου, τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ ἔσται, καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτου, διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ῥῆμα τοῦτο. Ἐὰν δὲ τρυγήσῃς τὸν ἀμπελῶνά σου, οὐκ ἐπανατρυγήσῃς αὐτὸν τὰ ὀπίσω σου, τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ ἔσται, καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτῳ. ∆ιὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ῥῆμα τοῦτο.» Καλὸν γὰρ ἐν εὐθυμίαις τὸ διαμεμνῆσθαι πόνων, καὶ θλίψεως τῆς ἀρχαιοτέρας· καλεῖ γὰρ τὸ χρῆμα πρὸς φιλοπτωχίαν, καὶ τῆς εὐημερίας τὸ πλάτος, ἀμνημονεῖν οὐκ ἐᾷ τῶν ἐν ἐνδείᾳ κακῶν. {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Θέα δὲ ὅπως ἡμᾶς εὐτεχνέστατα καὶ λίαν ἀστείως ἀπεθίζει μὲν τῶν χειρόνων, καὶ ἀποσπουδάζειν ἀναπείθει τὸ ἀσυμπαθὲς, προσάγει δὲ τοῖς ἀμείνοσι, καὶ τοῖς τῆς φιλαλληλίας ἐμβιβάζει τρόποις· προτρέπει μὲν γὰρ εἴ του δέοιντο τυχὸν, ἐκδανείζειν ἀδελφοῖς, ἀπείργει δὲ τόκων, καὶ διωθεῖσθαι προστάττει πλεονασμούς. Προσεπιτάξας δὲ δεῖν μὴ εἶναι φορτικοὺς, μήτε μὴν ἐγκεῖσθαι τοῖς ὠφληκόσιν, ἄφεσιν χρεῶν ποιεῖσθαι κελεύει. Γράφει δὲ οὕτως· «Οὐκ ἐκτοκιεῖς τῷ ἀδελφῷ σου τόκον ἀργυρίου, καὶ τόκον βρωμάτων, καὶ τόκον παντὸς πράγματος, οὗ ἐὰν ἐκδανείσῃς τῷ ἀλλοτρίῳ, οὐκ ἐκτοκιεῖς· ἵνα εὐλογήσῃ Κύριος ὁ Θεός σου ἐν πᾶσι τοῖς ἔργοις σου ἐπὶ τῆς γῆς, ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν.» Ὅσον μὲν γὰρ ἧκεν εἴς γε τὴν τοῦ νομοθέτου βούλησιν, προὔκειτο ἂν ἀφθόνως, ὡς ὀθνείῳ τε ὁμοῦ καὶ ἀδελφοῖς τὸ τῶν ἐν πλάτει περιουσίας, δεξιὸν καὶ φιλότιμον· «Παντὶ γὰρ τῷ αἰτοῦντί σε δίδου, φησὶν ὁ Χριστὸς, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ, μὴ ἀπαίτει.» Ἐπειδὴ δὲ οὐκ ἄγαν εὐσθενὴς τῶν ἐν ἀρχαῖς ἐπὶ δικαιοσύνῃ ὁ νοῦς, εἴς γε τὸ περαίνειν ἀμωμήτως δύνασθαι τὸ ἀγαθὸν, κατὰ βραχὺ πρόεισιν ἐπ' αὐτὸ παιδαγωγῶν ὁ νόμος, καὶ τὸν τῆς δικαιοσύνης τρόπον ἐπιμετρεῖται· ὡς εἰς ἀδελφοὺς καὶ γείτονας, τῆς εὐσπλαγχνίας τὸ ἀκριβὲς, καὶ τὸ εἰς ὀθνείους ἄφθονον, καὶ τὸ εἰς ἅπαντας κοινωνικὸν, παιδαγωγίᾳ τηρῶν τῇ τελεωτέρᾳ, μέχρι γὰρ καιροῦ διορθώσεως αἱ σκιαί· καιρὸς δὲ ἦν οὗτος ὁ τῆς Χριστοῦ παρουσίας. {ΠΑΛΛ.} Ἀστειότατα ἔφης. {ΚΥΡ.} Προσεπιτάξας δὴ οὖν τὸ χρῆναι διακιχρᾷν, καὶ πλεονασμοὺς ἀποτεμὼν, καὶ τοῖς τοῦτο δρᾷν ἑλομένοις εὐλογίαν ὑπισχνούμενος, ἑπτὰ τοῖς ὀφλήμασιν ἐπελιττομένων ἐνιαυτῶν, ἀνεῖναι προστάττει, τὸν τῆς ἁπάντων ἀφέσεως τιμῶντας καιρὸν, τουτέστι, τῆς τοῦ Χριστοῦ παρουσίας, καθ' ὃν οἱ πάντες δεδικαιώμεθα τῇ πίστει, τῶν ἀρχαίων πλημμελημάτων τὴν ἀμνηστίαν ἀποκερδαίοντες, προσηλώσαντος αὐτοῦ τῷ ἰδίῳ σταυρῷ τὸ καθ' ἡμῶν χειρόγραφον, καὶ οὓς ὠφλήσαμεν λόγους τῷ κριτῇ, πεποιηκότος ἐκ μέσου. Λέγει δὲ οὕτω πάλιν ἐν τῷ ∆ευτερονομίῳ· «∆ι' ἑπτὰ ἐτῶν ποιήσεις ἄφεσιν, καὶ οὕτως τὸ πρόσταγμα τῆς ἀφέσεως· Ἀφήσεις πᾶν χρέος ἴδιον, ὃ ὀφείλει σοι ὁ πλησίον, καὶ τὸν ἀδελφόν σου οὐκ ἀπαιτήσεις, ὅτι ἐπικέκληται ἄφεσις Κυρίῳ τῷ Θεῷ σου. Τὸν ἀλλότριον ἀπαιτήσεις ὅσα ἐὰν ᾖ σοι παρ' αὐτῷ. Τῷ δὲ ἀδελφῷ σου ἄφεσιν ποιήσεις τοῦ χρέους σου, ὅτι οὐκ ἔσται ἐν σοὶ ἐνδεὴς, ὅτι εὐλογῶν εὐλογήσει σε Κύριος ὁ Θεός σου ἐν τῇ γῇ, ᾗ Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ κατακληρονομῆσαι αὐτήν.» Καὶ μεθ' ἕτερα πάλιν· «Ἐὰν δὲ γένηται ἐν σοὶ ἐνδεὴς ἐκ τῶν ἀδελφῶν σου, ἐν μιᾷ τῶν πόλεών σου, ἐν τῇ γῇ ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, οὐκ ἀποστρέψεις τὴν καρδίαν σου, οὐδὲ μὴ συσφίγξῃς τὴν χεῖρά σου ἀπὸ τοῦ ἀδελφοῦ σου, τοῦ ἐπιδεομένου. Ἀνοίγων ἀνοίξεις τὴν χεῖρά σου αὐτῷ, δάνειον δανιεῖς αὐτῷ ὅσον ἂν ἐπιδέηται, καὶ καθ' ὅσον ὑστερεῖται. Πρόσεχε σεαυτῷ μήποτε γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου ἀνόμημα λέγων· Ἐγγίζει τὸ ἔτος τὸ ἕβδομον, ἔτος τῆς ἀφέσεως, καὶ πονηρεύσηται ὁ ὀφθαλμός σου τῷ ἀδελφῷ σου τῷ ἐπιδεομένῳ, καὶ οὐ δῷς αὐτῷ, καὶ βοήσεται κατὰ σοῦ πρὸς Κύριον, καὶ ἔσται σοι ἁμαρτία μεγάλη· διδοὺς δώσεις αὐτῷ, καὶ δάνειον δανιεῖς αὐτῷ ὅσον ἂν ἐπιδέηταί σου, καὶ οὐ λυπηθήσῃ τῇ καρδίᾳ σου, διδόντος σοῦ αὐτῷ· ὅτι διὰ τὸ ῥῆμα τοῦτο εὐλογήσει σε Κύριος ὁ Θεός σου, ἐν πᾶσι τοῖς ἔργοις σου, καὶ ἐν πᾶσιν οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου.» Οὐ λυπηθήσῃ, φησὶ, τῇ καρδίᾳ διδόντος σοῦ αὐτῷ· «Ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεὸς,» κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. {ΠΑΛΛ.} Εἶτα πῶς τὸ ἔτος τὸ ἕβδομον τοῦτο τὴν τοῦ Σωτῆρος ἡμῶν καταδηλοῖ παρουσίαν, καθ' ἣν ὁ τῆς ἀπάντων ἀφέσεως ἀνεδείχθη καιρὸς, ἤτοι τετελείωται τρόπος; {ΚΥΡ.} Ἢ οὐ μεμνήσῃ διειρηκότων ἡμῶν καὶ ἐν τοῖς ἤδη παρῳχηκόσιν, ὅτι σύνηθες τῇ θείᾳ Γραφῇ, τοῦ παρόντος καὶ ἐνεστηκότος αἰῶνος τὸ σύμπαν διάστημα παρομοιοῦν ἑβδομάδι, διὰ τὴν εἰς τὸ ἀπαρχῆς τῶν ἡμερῶν ἀνακύκλωσιν; πέρας γὰρ ἑβδομάδος, τὸ Σάββατον, καὶ γείτων εὐθὺς ἡ ὀγδόη, νέαν ἡμῖν ὥσπερ αἰῶνος ἀρχὴν εἰσκομίσουσα, διὰ τῆς ἀναστάσεως τοῦ Χριστοῦ. {ΠΑΛΛ.} Μεμνήσομαι. {ΚΥΡ.} Ἐπιδεδήμηκε τοίνυν κατὰ τὰς Γραφὰς, ἐπὶ συντελείᾳ τοῦ παρόντος αἰῶνος, καὶ οἱονεί πως ἐν Σαββάτῳ Χριστὸς, ὅτε καὶ ἀνῆκεν ἅπαντας, σειραῖς τῶν οἰκείων ἁμαρτιῶν κατεσφιγμένους, καὶ ἐπωφληκότας αὐτῷ τοὺς τῆς παραβάσεως λόγους. Τοιγάρτοι καὶ ἐν τοῖς Εὐαγγελίοις, ὀφειλέταις ἡμᾶς παρεικάζει λέγων· «∆ύο χρεωφειλέται ἦσαν ἀνθρώπῳ ἑνί· ὁ εἷς ὤφειλεν αὐτῷ δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. Μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο.» Καὶ πρὸς τούτοις ἔτι τὸν τῆς προσευχῆς ἡμῖν διαπλάττων τύπον, «Οὕτως οὖν ὑμεῖς προσεύχεσθε, φησί· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν.» Πλαγίως οὖν ἄρα καὶ αἰνιγματωδῶς ὁ νόμος τὸ θεῖον ἡμῖν ὑπεδήλου μυστήριον, ἄφεσιν ποιεῖσθαι προστάττων τὴν δι' ἐτῶν ἑπτὰ, καὶ ταῖς τῆς χρηστότητος ἐμβιβάζει τρίβοις, χρημάτων ἀμείνω ποιεῖσθαι διδάσκων, τὴν εἰς ἀδελφοὺς ἀγάπησιν, εὐμεταδότους τε εἶναι καὶ κοινωνικοὺς ἀναπείθων, καὶ οἱονεὶ μελέτησίν τινα τῆς εἰς ἅπαντας ἀφθονωτέρας αἰδοῦς, τὴν εἰς ἀδελφὸν καὶ γείτονα τέως ἡμερότητα τιθείς. {ΠΑΛΛ.} Ὧδε ἔχει. Συναινέσαιμι γὰρ ἀριστοεπεῖν ἐθέλοντί σοι. {ΚΥΡ.} Καὶ τὸ ἔτι μεῖζον, εἰ μάθοις, καταθαυμάσαις ἂν, ὦ Παλλάδιε. {ΠΑΛΛ.} Τὸ ποῖον; {ΚΥΡ.} Χρηστότητος γὰρ καὶ φιλαλληλίας εἰς τοῦτο προήκειν ἡμᾶς ὁ νόμος βούλεται, ὡς οὐδὲν ἡγεῖσθαι, τῆς εἰς ἀδελφοὺς ἀγάπης τὸ ἰσοστατοῦν. Κατακολουθεῖν δὲ οὕτω γεννικῶς ταῖς ἐπ' αὐτοῖς δυσθυμίαις, ὡς καὶ ὀργῆς ὁρᾶσθαι κρείττονας, κἂν εἰ μὴ γένοιντο πρὸς ἡμᾶς ὁποίους εἶναί τε καὶ ὁρᾶσθαι χρὴ, καὶ ταῖς ἀφιλοστοργίαις ἕλοιντο λυπεῖν. Ἔχεις καὶ τοῦδε τὸν τύπον ἐν τοῖς Ἀριθμοῖς· «Καὶ ἀπέστειλε γὰρ, φησὶν, ὁ Μωσῆς ἀγγέλους ἐκ Κάδης πρὸς βασιλέα Ἐδὼμ, λέγων· Τάδε λέγει ὁ ἀδελφός σου Ἰσραήλ· Σὺ ἐπίστῃ πάντα τὸν μόχθον τὸν εὑρόντα ἡμᾶς, καὶ κατέβησαν οἱ πατέρες ἡμῶν εἰς Αἴγυπτον, καὶ παρωκήσαμεν ἐν Αἰγύπτῳ ἡμέρας πλείους, καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ τοὺς πατέρας ἡμῶν, καὶ ἀνεβοήσαμεν πρὸς Κύριον, καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς ἡμῶν, καὶ ἀποστείλας ἄγγελον, ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου, καὶ νῦν ἐσμεν ἐν Κάδης πόλει, ἐκ μέρους τῶν ὁρίων σου. Παρελευσόμεθα διὰ τῆς γῆς σου, οὐ διελευσόμεθα δι' ἀγρῶν, οὐδὲ δι' ἀμπελώνων, οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκου σου, ὁδῷ βασιλικῇ πορευσόμεθα, οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ εὐώνυμα, ἕως ἂν παρέλθωμεν τὰ ὅριά σου. Καὶ εἶπε πρὸς αὐτὸν Ἐδώμ· Οὐ διελεύσῃ δι' ἐμοῦ, εἰ δὲ μὴ, ἐν πολέμῳ ἐξελεύσομαι εἰς συνάντησίν σοι. Καὶ λέγουσιν αὐτῷ οἱ υἱοὶ Ἰσραήλ· Παρὰ τὸ ὄρος παρελευσόμεθα· ἐὰν δὲ τοῦ ὕδατός σου πίωμεν ἐγώ τε καὶ τὰ κτήνη μου, δώσω τιμήν σοι· Ἀλλὰ τὸ πρᾶγμα οὐδέν ἐστι, παρὰ τὸ ὄρος παρελευσόμεθα. Ὁ δὲ εἶπεν· Οὐ διελεύσῃ δι' ἐμοῦ. Καὶ ἐξῆλθεν Ἐδὼμ εἰς συνάντησιν αὐτῷ ἐν ὄχλῳ βαρεῖ, καὶ ἐν χειρὶ ἰσχυρᾷ. Καὶ οὐκ ἠθέλησεν Ἐδὼμ δοῦναι τῷ Ἰσραὴλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ, καὶ ἐξέκλινεν Ἰσραὴλ ἀπ' αὐτοῦ.» Ἀκούεις ὅπως, οἱ μὲν ἐξ αἵματος Ἰσραὴλ, τὰς ἐν Αἰγύπτῳ ταλαιπωρίας χρησίμως ἀπαριθμούμενοι, καὶ τῆς πλεονεξίας τοὺς τρόπους ἄνω τε καὶ κάτω συντιθέντες, ἀστείως τὴν οὐδὲν ἀδικοῦσαν αἰτοῦσι χάριν, μονονουχὶ συλλήπτορα ποιεῖσθαι σπουδάζοντες τὸν ὁμογενῆ· καὶ γὰρ ἦσαν ἐξ Ἠσαῦ ἀδελφοὶ Ἰακώβ· οἱ δὲ καίτοι κατοικτεῖραι δέον, ἐφεῖναί τε δρᾷν ὅπερ ἂν εἰδεῖεν χρήσιμόν τε καὶ ἐπωφελὲς αὐτῶν, σκληροί τε καὶ ἀτεράμονες καὶ συναλγεῖν οὐκ εἰδότες, δι' αὐτῶν ἠλέγχοντο τῶν πραγμάτων· ἐξείργουσι γὰρ ὁδοῦ, καίτοι λέγοντος ἐναργῶς τοῦ λαοῦ, μήτε ἀμπελῶσι, μήτε ἀγρῶν εὐκαρπίαις κατασίνεσθαί ποι, ἀλλὰ καὶ ὕδωρ ἀντλήσειν οὐκ ἀνάργυρον. Ὁ δὲ, εἰ μὴ βούλοιντο τῶν αἰτηθέντων ἀποχωρεῖν, οὐ προσηπείλησε μόνον τὴν ἔφοδον, ἀλλ' ἦν καὶ ἐν ὅπλοις ἤδη, καὶ πανστρατὶ, παρετάττετο. Καὶ τί δὴ πρὸς τοῦτο; κρείττων ἦν μικροψυχίας ὁ Ἰσραήλ· ἐξέκλινε γὰρ ἀπ' αὐτοῦ, φησὶ, τὸ πρὸς ἀδελφοὺς δύσερι παρωθούμενος, καὶ τῆς ἀγχιστείας τὸν νόμον, ταῖς ἄγαν ἀνεξικακίαις ἐκτετιμηκώς. Ἢ οὐχ ὧδε ἔχειν οἰήσῃ ταυτί; {ΠΑΛΛ.} Καὶ πάνυ. {ΚΥΡ.} Οὐκοῦν τὸ θυμοὺς ἀνακόπτειν καὶ ἀνασειράζειν ὀργὰς, καὶ ἐπιμετρεῖν ἀναλόγως τὰς δίκας τοῖς ἑκάστου πταίσμασι, καὶ μὴν καὶ τὸ δεῖν ὀρθὰς καὶ ἀδιαβλήτους παντελῶς πράττεσθαι πρὸς ἡμῶν τὰς ἐφ' ἑκάστῳ κρίσεις, ἀγάπης εἶναι λογιούμεθα τῆς εἰς ἀδελφοὺς καρπόν τε καὶ ἀποτέλεσμα. {ΠΑΛΛ.} Καὶ μάλα δικαίως. {ΚΥΡ.} Πάρα δὴ οὖν ἐθέλοντί σοι, διαπείθεσθαι πάλιν, ποτὲ μὲν λέγοντος, «Καὶ οὐ μηνιεῖς τοῖς υἱοῖς τοῦ λαοῦ σου·» ποτὲ δὲ αὖ· «Ἐὰν δὲ γένηται ἀντιλογία ἀνὰ μέσον ἀνθρώπων, καὶ προσέλθωσιν εἰς κρίσιν, καὶ κρίνωσι καὶ δικαιώσωσι τὸν δίκαιον καὶ καταγνῶσι τοῦ ἀσεβοῦς, καὶ ἐὰν ἄξιος ᾖ πληγῶν ὁ ἀσεβῶν, καὶ καθιεὶς αὐτὸν ἐναντίον τῶν κριτῶν, καὶ μαστιγώσουσιν αὐτὸν ἐναντίον αὐτοῦ, κατὰ τὴν ἀσέβειαν αὐτοῦ, ἀριθμῷ τεσσαράκοντα μαστιγώσουσιν αὐτὸν, οὐ προσθήσουσιν, ἐὰν δὲ προσθήσωσι μαστιγῶσαι αὐτὸν, ὑπὲρ ταύτας τὰς πληγὰς πλείους, ἀσχημονήσει ὁ ἀδελφός σου ἐναντίον σου.» {ΠΑΛΛ.} Καὶ τίς ἂν ὁρῷτο πάλιν ἡμῖν ὁ λόγος, τοῦ χρῆναι πληγαῖς ἀριθμῷ τεσσαράκοντα μόναις καταπαίεσθαι τοὺς κατεγνωσμένους; αἰσχύνει δὲ ὅπως τινὰς, τὸ ὑπὲρ τούτου φράσον. {ΚΥΡ.} Κατὰ πολλοὺς ἡμῖν τρόπους τὸ Χριστοῦ μυστήριον σκιαγραφεῖται καλῶς διὰ τῆς ἀρχαίας ἐντολῆς, καὶ τὸ σωτήριον ἡμῖν οἱονεὶ πλαστουργεῖται πάθος, ἐν ᾧ, καὶ δι' οὗ παντὸς ἀπηλλάγμεθα τοῦ κακοῦν ἰσχύοντος, καὶ ἀνηκέστοις ἡμᾶς ἐνιέντος συμφοραῖς· καὶ ὥσπερ ἔναγχος ἔφην, τὸ δι' ἑπτὰ ἐτῶν ἀνεῖσθαι τοὺς ὠφληκότας, τὸν τῆς ἁπάντων ἀφέσεως καιρὸν ὑπαινίττεται. ∆εδικαιώμεθα γὰρ ἐν Χριστῷ, καὶ δεδιδάγμεθα λέγειν ἐν προσευχαῖς, πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν, «Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν·» οὕτω κἀνθάδε, τὸ μέχρι πληγῶν τεσσαράκοντα προήκειν τοῖς παίουσιν, ἤτοι παιομένοις τὰς διὰ μαστίγων αἰκίας, τὸν τριπόθητον ἡμῖν τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς ἀποφαίνει καιρὸν, καθ' ὃν τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, καὶ μεμαλάκισται μὲν αὐτὸς διὰ τὰς ἁμαρτίας ἡμῶν, ἐμπαροινησάντων εἰς αὐτὸν τῶν ἐξ Ἰσραὴλ, καὶ τὰς κατὰ νώτων πληγὰς ἐπενεγκόντος Πιλάτου, ποινῆς δὲ ἡμεῖς καὶ κολάσεως ἐξῃρήμεθα. Πάλαι γὰρ ἦσαν πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ, κατὰ τὸ γεγραμμένον, ἀλλ' ὑπὲρ ἡμῶν ἐμαστίχθη Χριστός· ὥσπερ γὰρ ὑπὲρ πάντων ἀπέθανεν, οὕτω καὶ ὑπὲρ πάντων ἐμαστιγοῦτο πάλιν, εἷς ὢν ὁ πάντων ἀντάξιος. Τὸν δέ γε τεσσαρακονθήμερον ἀριθμὸν εἰς τὸν πεντάκις ὀκτὼ κατατεμὼν, χρήσιμον εὑρήσεις τῇ τοῦ καιροῦ σημασίᾳ, τὸν πέντε καὶ τὸν ὀκτὼ, ἐπιδεδήμηκε γὰρ ὁ Μονογενὴς ἐν πέμπτῳ καιρῷ, κατά γε τὴν Εὐαγγελικὴν παραβολήν· Ἐμισθοῦτο γάρ τις εἰς τὸν ἀμπελῶνα τοὺς ἐργάτας· ἐξελθὼν δὲ περὶ τὴν ὥραν πρώτην, τρίτην τε καὶ ἕκτην, καὶ ἐννάτην καὶ ἑνδεκάτην· ἐγήγερται δὲ κατὰ τὴν ὀγδόην, τοῦ θανάτου καταλύσας τὸ κράτος, καὶ τῆς ἐπεισάκτου φθορᾶς τὴν μητέρα συνδιολλὺς αὐτῷ, τοῦτ' ἔστιν, ἁμαρτίαν, ἧς ἀνῃρημένης, ἀργεῖν ἀνάγκη καὶ μάστιγας, καὶ τὰς δι' αὐτὴν ποινὰς καὶ κολάσεις. Οὐκ ἐᾷ τοιγαροῦν ὁ νόμος ὑπερτρέχειν ἔτι τὴν μάστιγα τὸν τεσσαρακοστὸν ἀριθμὸν, μέχρι τῆς Χριστοῦ παρουσίας καὶ οἱονεί πως ἱστὰς τὰ κολαστήρια, καὶ τὸν τῆς ἀφέσεως κατασημαίνων καιρόν. Τῆς γὰρ ἀληθείας οἱ τύποι τὸ κάλλος ὠδίνουσιν. Ἰστέον δὲ ὅτι προσκρούσας ὁ Ἰσραὴλ, τεσσαρακοστὸν ἔτος ἐπλανᾶτο τὴν ἔρημον· ὅρκῳ γὰρ ὤμοσεν ὁ Θεὸς, μὴ εἰσάξειν αὐτοὺς εἰς τὴν γῆν τῆς ἐπαγγελίας. Καὶ ἦν ὅρος οὗτος αὐτοῖς τῆς ὀργῆς, παρῳχηκότος δὲ τοῦ καιροῦ, λέλυται μὲν ἡ ὀργὴ, διέβησαν δὲ τὸν Ἰορδάνην οἱ ἐξ αὐτῶν, καὶ εἰσέφρησαν εἰς τὴν γῆν, οὐχ ὑπερδραμούσης τῆς ἀγανακτήσεως τὸ τεσσαρακοστὸν ἔτος. Τύπος οὖν ἄρα καὶ τοῦδε σαφὴς, τὸ μέχρι πληγῶν τεσσαράκοντα καταπαίεσθαι τινὰς, ἀφέσεως γὰρ ὁ μετὰ τοῦτο καιρὸς, διάβασιν ἡμῖν εἰσφέρων τὴν τοῦ Ἰορδάνου τὴν μυστικὴν, καὶ μὴν καὶ μαχαίρας πετρίνας, ὅ ἐστι, τὴν ἐν πνεύματι περιτομὴν, καὶ τὴν Ἰησοῦ στρατη γίαν· γέγονε γὰρ ἡμῖν καθηγητὴς ὁ Χριστὸς, μετὰ Μωσέα καὶ νόμον. {ΠΑΛΛ.} Πείθομαι. {ΚΥΡ.} Ἵνα τοίνυν ὀρθῶς τε καὶ ἀδεκάστως τὰ παρεμπίπτοντα διακρίνοιτο, καὶ οἱ τῆς πλεονεξίας ἀφανίζοιντο τρόποι, «Κριτὰς, φησὶ, καὶ γραμματοεισαγωγεῖς καταστήσεις σεαυτῷ ἐν πάσαις ταῖς πόλεσί σου, αἷς Κύριος ὁ Θεὸς δίδωσί σοι, κατὰ φυλὰς καὶ κρινοῦσι τὸν λαὸν δικαίαν κρίσιν. Οὐκ ἐκκλινοῦσι κρίσιν, οὐδὲ ἐπιγνώσονται πρόσωπον, οὐδὲ λήψονται δῶρα· τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν, καὶ ἐξαίρει λόγους δικαίων.» Ὤετο γὰρ δεῖν ὁ νόμος, καὶ μάλα εἰκότως τοὺς οἵπερ ἂν εἶεν εἰς τὸ δικάζειν ἠγμένοι, καὶ τοῦ χρηματίζεσθαι φιλεῖν ὁρᾶσθαι βελτίους, καὶ τῇ πρός τινας αἰδοῖ μὴ χαριζομένους τοῦ καλῶς καὶ ἀδιαβλήτως ἔχοντος τὴν παράβασιν, καὶ μὴν καὶ τὸ ἑτεροκλινὲς, ὡς ἀνόσιον ἀποσειομένους ταλαντεύοντάς τε συννόμως ἕκαστα τῶν πραγμάτων, καὶ τὸν τῶν ὅλων ἀπομιμεῖσθαι κριτὴν, τοῦτ' ἔστι, Χριστὸν, ὃν καὶ αὐτὸς ὁ νόμος προαναπεφώνηκεν ἐναργῶς, καὶ κριτὴν ὄντα εἰδὼς ὡς Θεόν. Ἔφη δὲ οὕτω πάλιν· «Ἐὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ, καὶ κληρονομήσῃς αὐτὴν, καὶ κατοικήσῃς ἐπ' αὐτῆς, καὶ εἴπῃς, Καταστήσω ἐπ' ἐμαυτὸν ἄρχοντα καθὰ καὶ τὰ λοιπὰ ἔθνη τὰ κύκλῳ μου, καθιστῶν καταστήσεις ἐπὶ σεαυτὸν ἄρχοντα, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου, αὐτὸν ἐκ τῶν ἀδελφῶν σου καταστήσεις ἐπὶ σεαυτὸν ἄρχοντα· οὐ δυνήσῃ καταστῆσαι ἐπὶ σεαυτὸν ἄνθρωπον ἀλλότριον, ὅτι οὐκ ἀδελφός σού ἐστιν.» Οὐ δεῖ γὰρ ἡμᾶς τῇ κτίσει λατρεύειν παρὰ τὸν κτίσαντα Θεὸν, ἱέντας ὡς ἐσωτάτω τοῖς τῆς ἀληθείας προσκλίνεσθαι λόγοις, καὶ εἰσκαλέσαι μὲν ὥσπερ εἰς γῆν τὴν ἁγίαν, τοῦτ' ἔστι, τὴν ἐπαγγελίαν τοῦ Θεοῦ τὴν διὰ πίστεως τῆς ἐν Χριστῷ· καταστῆσαι δὲ οὕτως ἐφ' ἑαυτοῖς ἄρχοντα καὶ κριτὴν τὸν ἐκ Θεοῦ πεφυκότα Υἱὸν, κἂν εἰ νοοῖτο μετὰ σαρκός· λέγει τε περὶ ἡμῶν· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ, ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου.» Ἕτερόν γε μὴν ἐπ' αὐτῷ τὸ σύμπαν, οὐδένα παραδεξόμεθα, καὶ τοῖς ὀθνείων ζυγοῖς οὐχ ὑποίσομεν τὸν αὐχένα· εἷς γὰρ ἡμῖν ἐστι καθηγητὴς ὁ Χριστός. Ἰουδαῖοι γὰρ οἱ τάλανες ἔξω μεμενήκασι δι' ἀπιστίαν, καὶ ἥκιστα μὲν ἐφ' ἑαυτοῖς εἰς ἄρχοντά τε καὶ κριτὴν κατεδέξαντο τὸν Χριστὸν, καί τοι κατηγμένον ἐξ οὐρανοῦ, θελήσει τε καὶ εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ πρὸς τούτοις ὅτι καὶ ἄνθρωπον ἀλλότριον ἐφ' ἑαυτοῖς κεχειροτονήκασι τὸν τῆς ἀπωλείας υἱὸν, τοῦτ' ἔστι, τὸν Ἀντίχριστον, ἔκφυλόν τε καὶ ἀλλογενῆ, καὶ οὐδ' ἐξ αἵματος Ἰσραὴλ, καί τοι τοῦ νόμου διειπόντος σαφῶς, «Οὐ δυνήσῃ καταστῆσαι ἐπὶ σεαυτὸν ἄνθρωπον ἀλλότριον, ὅτι οὐκ ἀδελφός σού ἐστιν.» Ἤκουον δὲ λέγοντος καὶ αὐτοῦ τοῦ Χρι στοῦ· «Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με. Ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε.» Ἐπιδεδήμηκε γὰρ ὁ Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Ἥξει δὲ κατὰ καιροὺς ὁ τῆς ἀνομίας υἱὸς, οὐκ εἰς δόξαν Θεοῦ Πατρὸς, τοῦτο γὰρ οἶμαι εἶναι τὸ, Ἐν τῷ ὀνόματι τοῦ Πατρὸς, ἀλλ' ἰδίᾳ κεφαλῇ περιτιθεὶς ὁ δείλαιος τὸ τῆς θεότητος ὄνομα. «Καθιεῖται γὰρ εἰς τὸν οἶκον τοῦ Θεοῦ ἀποδεικνὺς ἑαυτὸν, ὅτι ἐστὶ Θεός.» Ἀλλ' οὐκ ἂν αὐτῷ προσκυνήσουσιν Ἰουδαῖοι, οὐδ' ἂν ὡς Χριστὸν παραδέξαιντό ποτε τηροῦντες τὸν νόμον· ἐξ αἵματος γὰρ Ἰσραὴλ ἀναφύναι Χριστὸν, προμεμήνυκεν ἐναργῶς. Οἱ δὲ, καὶ τοῦτο μεθέντες ὡς ἕωλον, ἄνθρωπον ἀλλότριον καὶ ἀλλογενῆ παραδέξονται. {ΠΑΛΛ.} Οὐκοῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρποὺς, καὶ τῆς αἰσχρᾶς εἰκαιοβουλίας τὴν ἰσοπαλῆ κομιοῦνται δίκην. {ΚΥΡ.} Εὖ ἔφης· ὁ γάρτοι τὰ δίκαια κρίνων Θεὸς, διανεμεῖ δὴ πάντως ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ. Καὶ ὧδε μὲν ἡμῖν ἐχέτω ταυτὶ, καὶ ἀποχρῶν ἔστω ὁ λόγος. Ἀτὰρ δὴ τοῖς εἰς τὸ κρίνειν ἑτέρους ἠγμένοις, καὶ εἰς τὸν τοῖς δικάζουσι πρέποντα θῶκον, ἐπεφώνει πάλιν ὁ νόμος· «Οὐ παραδέξῃ ἀκοὴν ματαίαν,» τοῦτ' ἔστι, λόγον ψευδῆ καὶ συκοφαντίας ἔμπλεω· «Οὐ προστεθήσῃ μετὰ πλήθους ἐκκλῖναι μετὰ πλειόνων, ὥστε ἐκκλῖναι κρίσιν.» Καὶ πάλιν μεθ' ἕτερα· «Οὐ διαστρέψεις κρῖμα πένητος ἐν κρίσει αὐτοῦ, ἀπὸ παντὸς ῥήματος ἀδίκου ἀποστήσῃ.» Πρέποι γὰρ ἂν ὅτι μάλιστά γε, τὸ ἀνεπίληπτον ἐν λόγοις τοῖς τοῦ δικάζειν κυρίοις, καὶ ὀρθοεπεῖν ἀνάγκη τὸν ἐφ' ἑκάστῳ τῶν κατηγορουμένων ψηφορεῖν ὀφείλοντα τὸ τῷ νομοθέτῃ δοκοῦν. Ἐπενήνεκται δὲ χρησίμως καὶ τὸ, «Πένητα οὐκ ἐλεήσεις ἐν κρίσει.» Πρόχειρον γάρ τι χρῆμα καὶ προαλὲς, παρά γε τοῖς κρίνουσι τὸ ἐπ' ἄμφω βλέπειν, ὅτε μὴ πλούσιος ὁ κρινόμενος, καὶ εὐκατάτροχον κομιδῆ πρὸς πλεονεξίαν, ἀνὴρ πενίᾳ κατηχθισμένος· ἔχει δὲ οὐκ ἀνικάνως ἔσθ' ὅτε καὶ πρός γε τὸ δύνασθαι τὸν τοῦ δικαίου καταβιάσασθαι λόγον, καλῶν εἰς ἔλεον τοὺς τῶν δικαζόντων ἁπαλωτέρους. Ἐξείργει δὴ οὖν ὁ νόμος καὶ τοῦ πλεονεκτεῖσθαι δεῖν καὶ τοῦ κατοικτείρειν τοὺς ἐν ἐνδείᾳ καὶ ἀθλιότητι, τῆς δικαιοκρισίας τὸ κάλλος τηρῶν ἀπαράφθορον, καὶ τῆς ἰσότητος πρύτανιν πανταχῆ τὸν δικάζοντα τιθείς· «∆ικαίως γὰρ τὸ δίκαιον διώξεις,» φησίν. Ὡς τό τοι λυποῦν τὸν νόμον, κἂν εἴ τι τῶν ἀγαθῶν ὑπάρχειν δοκῇ, νοοῖτ' ἂν εἰκότως οὐκ ἀπλημμελές· «Ἔστι γὰρ δίκαιος ἀπολλύμενος ἐν δικαίῳ αὐτοῦ,» κατὰ τὸ γεγραμμένον. ∆εῖται δὴ οὖν εὐτεχνίας τὸ ἀγαθὸν, καὶ τὸ ἐποικτείρειν οὐκ ἐν καιρῷ, τῆς εἰς νόμον ἀδικίας οὐκ ἂν διαφύγοι γραφήν. Τοὺς μὲν οὖν μετρίοις ἐγκατειλημμένους αἰτιάμασι, ταῖς διὰ μαστίγων αἰκίαις ἐπανορθοῖ. Θέα δὲ ὅπως δουλοπρεπὲς τὸ χρῆμα καὶ ἀνελεύθερον κομιδῆ, καὶ μή τοι θαυμάσῃς· πνεῦμα γὰρ ἦν ἐν αὐτοῖς δουλείας. ∆ιὰ τοῦτο πληγαὶ μὲν οὐκέτι τοῖς διὰ Χριστοῦ θεσπίσμασιν ἕπονται, καθὰ καὶ τῷ πάλαι νόμῳ. Πρόκειται δὲ μᾶλλον τὰ ἐλευθέροις πρέποντα, λαμπραὶ καὶ ἀξιόληπτοι δωρεαὶ, καὶ πνευματικῶν ἀγαθῶν ἀπαρχαί τε καὶ ὑποσχέσεις, καὶ μακαρισμοὶ τοῖς κατορθώμασι πρέποντες, καὶ ἀπειλὴ μὲν οὐκέτι, προκλήσεις δὲ μᾶλλον ἐπ' ἀρετήν. Οἰκέταις μὲν γὰρ ὡς οἰκέτης καὶ συνομόδουλος προσελάλει Μωσῆς, τοῖς ἀρχαιοτέροις, Χριστὸς δὲ υἱοῖς ὡς Υἱὸς, καὶ ὡς ἀδελφοῖς κατὰ θέσιν, ὁ ἀληθῶς καὶ γνήσιος ἐκ Θεοῦ Πατρός. {ΠΑΛΛ.} Ὀρθῶς ἔχει. {ΚΥΡ.} Θανάτῳ γε μὴν τὸν φονεύοντα ζημιοῖ, καὶ ταῖς τῶν ἴσων ἐπαγωγαῖς, τὸ ἀχάλινον ἀνασειράζει θράσος, καὶ τὸν οὐκέτι φορητὸν κολάζει θυμὸν ἀφορήτῳ δίκῃ καὶ τοῖς εἰς λῆξιν ἰοῦσι κακοῦ, προβασανίζων εὖ μάλα τοῦ δεδρακότος τὸν σκοπόν· καὶ εἰ μὲν ἑκούσιον εἴη τὸ πλημμεληθὲν, ἀναιρεῖ τὸν ἔλεον. Ἀσχημονεῖν δὲ οὐκ ἐᾷ τὴν φιλαλληλίαν, θρυπτομένην οὐκ ἐν καιρῷ, καὶ ἐφ' οἷς ἥκιστα χρὴ, κατασπωμένην ὥσπερ ἐπὶ τὸ μαλθακώτερον. Ἔφη γὰρ οὕτως· «Ἐὰν δέ τις ἐπίθηται τῷ πλησίον ἀποκτεῖναι αὐτὸν δόλῳ, καὶ καταφύγῃ, ἀπὸ τοῦ θυσιαστηρίου μου λήψῃ, αὐτὸν θανατῶσαι.» Εἰ δὲ μέχρι τοῦ ἀῤῥωστῆσαι μόνον προήκει τῷ παίοντι τοῦ βεβιασμένου τὸ πάθος· ἐπιμετρεῖ τὴν δίκην, καὶ μέχρι χρημάτων προστάττει γενέσθαι τὸ βλάβος. Ἔφη γὰρ ὧδε πάλιν· «Ἐὰν δὲ λοιδορῶνται δύο ἄνδρες, καὶ πατάξῃ τις τὸν πλησίον λίθῳ, ἢ πυγμῇ, καὶ μὴ ἀποθάνῃ, κατακλιθῇ δὲ ἐπὶ κοίτης, ἐὰν ἐξαναστὰς ὁ ἄνθρωπος περιπατήσῃ ἔξω ἐπὶ ῥάβδου, ἀθῶος ἔσται ὁ πατάξας, πλὴν τῆς ἀργίας αὐτοῦ ἀποτίσει, καὶ τὰ ἰατρεῖα. Καὶ ταυτὶ μὲν ὁ νόμος. Ἀλλ' ὅ γε Σωτὴρ, τὸ τελείως ἀγαθὸν εἰσφέρων· «Τῷ παίοντί σε,» φησὶν, «ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην.» Οἰκετῶν δὲ πέρι νομοθετεῖ τάδε· «Ἐὰν δέ τις πατάξῃ τὸν παῖδα αὐτοῦ, ἢ τὴν παιδίσκην αὐτοῦ ἐν ῥάβδῳ, καὶ ἀποθάνῃ ὑπὸ τὰς χεῖρας αὐτοῦ, δίκῃ ἐκδικηθήσεται, ἐὰν δὲ διαβιώσῃ ἡμέραν μίαν ἢ δύο, οὐκ ἐκδικηθήσεται· τὸ γὰρ ἀργύριον αὐτοῦ ἐστιν.» Θανάτῳ μὲν οὖν τιμᾶται τὴν εἰσάπαν ὀργήν· οὐ γὰρ ἐπεί τοι γεγόναμεν ἐκ πλεονεξίας δεσπόται, καὶ ζωῆς ἀπείργειν αὐτῆς ἐφῆκε Θεὸς, τοὺς ὑπὸ χεῖρα καὶ ζυγόν. Συναναπλέκειν δὲ ταῖς ὀργαῖς ἀναπείθει τὸν ἔλεον, ποινὴν καθορίζων τοῦ φονεύοντος τὴν ἐσχάτην. «Εἰ δὲ διαβιῴη, φησὶν, ἡμέραν μίαν ἢ δύο, οὐκ ἐκδικηθήσεται, τὸ ἀργύριον αὐτοῦ ἐστιν.» Μονονουχὶ γάρ φησιν, Οὐ τῆς τοῦ παίοντος ἔργον ὀργῆς τὸ τῷ παθόντι συμβεβηκὸς, μετά γε τὸ εὐρωστῆσαί πως. Οὐ γὰρ ἂν ἠθέλησέ τις ἀποβαλεῖν τὸν ἴδιον οἰκέτην, ὃν ἀργυρίοις ἐπρίατο, καὶ χρήματα δοὺς, ἐκτήσατο. Ἀκούσιος δὲ εἰ γένοιτο φονεὺς, ζημιοῦν ἀειφυγίᾳ δικαιοῖ πάλιν ὁ νόμος αὐτὸν, συμμέτρῳ φιλανθρωπίᾳ κεράσας τὴν κόλασιν, καὶ τὸ ἀνεθελήτως πλημμεληθὲν, οὐκ ἐν ἴσῃ μοίρᾳ τοῖς ἐθελουσίοις εὖ μάλα τιθείς. Πόλεις δὲ ἀφορίζεσθαι τρεῖς προστέταχεν, ἃς καὶ τῶν Φυγαδευτηρίων ὠνόμασε, συνελαύνει τε οὕ τως ἐκεῖ τοὺς ἐπ' ἀκουσίοις πταίσμασι φεύγοντας. Καὶ καιρὸν ἀφέσεως ὁρίζει πάλιν καὶ τοῖς ὧδε πεπραχόσιν ἀθλίως, ἱερέως θάνατον τοῦ ὑπερκειμένου καὶ προὔχοντος. Γράφει δὲ οὕτως ἐν τοῖς Ἀριθμοῖς· «Ἐὰν δὲ ἐξαπίνης οὐ δι' ἔχθραν ὤσῃ αὐτὸν, ἢ ἐπιῤῥίψῃ ἐπ' αὐτὸν πᾶν σκεῦος, οὐκ ἐξ ἐνέδρου ἢ παντὶ λίθῳ, ἐν ᾧ ἀποθανεῖται ἐν αὐτῷ οὐκ εἰδὼς, καὶ ἐπιπέσῃ ἐπ' αὐτὸν, καὶ ἀποθάνῃ, αὐτὸς δὲ οὐκ ἐχθρὸς αὐτοῦ ἦν, οὐδὲ ζητῶν κακοποιῆσαι, καὶ κρινεῖ ἡ Συναγωγὴ ἀνὰ μέσον τοῦ πατάξαντος, καὶ ἀνὰ μέσον τοῦ ἀγχιστεύοντος τὸ αἷμα κατὰ τὰ κρίματα ταῦτα, καὶ ἐξελεῖται ἡ Συναγωγὴ τὸν φονεύσαντα ἀπὸ τοῦ ἀγχιστεύοντος τὸ αἷμα. Καὶ ἀποκαταστήσουσιν αὐτὸν ἡ Συναγωγὴ εἰς τὴν πόλιν τοῦ φυγαδευτηρίου, οὗ κατέφυγε· καὶ κατοικήσει ἐκεῖ ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς μέγας, ὃν ἔχρισαν αὐτὸν τῷ ἐλαίῳ τῷ ἁγίῳ.» Εἶτα μεθ' ἕτερα· «Καὶ μετὰ τὸ ἀποθανεῖν τὸν ἱερέα τὸν μέγαν, ἐπαναστρέψει ὁ φονεύσας εἰς τὴν γῆν τῆς κατασχέσεως αὐτοῦ.» {ΠΑΛΛ.} Λύσις οὖν ἄρα τῆς ἀειφυγίας αὐτοῖς, ὁ τοῦ προλεχθέντος ἡμῖν ἀρτίως ἱερέως θάνατος. {ΚΥΡ.} Σχῆμα τοῦτο τοῖς τύποις. Ὠδίνουσι δὲ τὸ τοῦ Χριστοῦ μυστήριον αἱ σκιαί. {ΠΑΛΛ.} Τίνα τρόπον; {ΚΥΡ.} Οὐκ ἀπίθανον, ὦ Παλλάδιε, τό γε οἴεσθαι τυχὸν τοὺς ταῖς ἁμαρτίαις ἐγκατειλημμένους, φονευτὰς ὥσπερ τινὰς τῆς ἰδίας ὑπάρχειν ψυχῆς, καὶ κατολισθῆσαι εἰς τοῦτο ταλαιπωρίας οὐκ ἐθελουσίως, ἐκβεβιασμένους δὲ ὥσπερ εἰς παράβασιν, καὶ εἰς τὸ προσκροῦσαι Θεῷ, διὰ τὸ ἐγκεῖσθαι τὴν διάνοιαν τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος, καὶ διὰ τὸν ἐν τοῖς μέλεσι τῆς σαρκὸς τῆς ἀτιθάσσου φιληδονίας, τυραννήσαντα νόμον. Φυγῇ τοιγαροῦν τῇ ἀπὸ κόσμου καὶ σώματος ἡ ἀθλία ψυχὴ τοῦ ἀνθρώπου ζημιοῦται, καὶ ὥσπερ εἰς πόλιν τινὰ φυγαδευτηρίου τοῖς τοῦ θανάτου μυχοῖς ἐνιζήσασα, μακροὺς διετέλει χρόνους, ἀνείθη δὲ μόλις ἀποθανόντος Χριστοῦ τοῦ μεγάλου ἱερέως, ὃς τὸν ὑπὲρ πάντων θάνατον ἀνατλὰς, καταπεφοίτηκε μὲν εἰς ᾅδου, πύλας δὲ ἤνοιξε τοῖς κάτω, καὶ δεσμῶν ἠφίει, «λέγων τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύπτεσθε.» {ΠΑΛΛ.} Ὡς σαφὴς ὁ λόγος. {ΚΥΡ.} Οὐ καθ' ἕνα δὲ τρόπον εὐδοκιμεῖν ἀναπείθων τοὺς ἀρχαιοτέρους ὁ νόμος, ἀλλ' εὖ συντεθεῖσθαι διὰ πάντων, καὶ ὡς ἄριστα ἔχειν, ἵνα ᾖ ἄρτιος ὁ τοῦ Θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτημένος, καὶ συνόδους γαμικὰς καταῤῥυθμίζει πρὸς τὸ σεμνὸν, καὶ ὡς ἂν ἀμωμήτως πράττοιτο ταυτὶ παρά τε Θεῷ καὶ ἀνθρώποις, καθίστησιν ἐναργές. Πορνείαν μὲν οὖν καὶ ἀκαθαρσίαν ἐξορίζει παντελῶς, ἀῤῥενομιξίαν δὲ καὶ μοιχείαν, ὡς ἀπωτάτω ποιεῖται, λέγων ἐν τῷ Λευιτικῷ· «Καὶ πρὸς τὴν γυναῖκα τοῦ πλησίον σου οὐ δώσεις κοίτην σπέρματός σου, ἐκμιανθῆναι πρὸς αὐτὴν, καὶ μετὰ ἄρσε νος οὐ κοιμηθήσῃ κοίτην γυναικείαν· βδέλυγμα γάρ ἐστιν.» Αὐτόθεν, φησὶ, τὰ τοιαῦτα τὸ κατακεκρίσθαι νοσεῖ, καὶ πολὺ τὸ δυσῶδες ἐντετηκὸς αὐτοῖς, ἀταλαιπώρως εὑρίσκεται, καὶ μακροῦ πρὸς ἔλεγχον οὐ δεήσει λόγου τοῖς εἰς τοῦτο βδελυρίας ἠγμένοις, ὡς οἴκοθεν ἔχειν αἰσχρὰν οὕτω καὶ ἀκαλλῆ τὴν δόξαν, καὶ παρ' αὐτῆς τῆς φύσεως τὴν γραφήν. Τοιγάρ τοι παρεὶς τὰ τοιαῦτα, τὰ συννόμως δρώμενα, καὶ οὐκ ἔξω λόγου βασανίζει, λέγων ἐν τῷ ∆ευτερονομίῳ· «Ἐὰν δέ τις λάβῃ γυναῖκα καὶ συνοικήσῃ αὐτῇ· καὶ ἔσται, ἐὰν μὴ εὕρῃ χάριν ἐναντίον αὐτοῦ· ὅτι εὗρεν ἐν αὐτῇ ἄσχημον πρᾶγμα, γράψει αὐτῇ βιβλίον ἀποστασίου, καὶ ἀποδώσει εἰς τὰς χεῖρας αὐτῆς, καὶ ἀποστελεῖ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ· καὶ ἐὰν ἀπελθοῦσα γένηται ἀνδρὶ ἑτέρῳ, καὶ μισήσῃ αὐτὴν ἀνὴρ ὁ ἔσχατος, καὶ γράψῃ αὐτῇ βιβλίον ἀποστασίου, καὶ δώσῃ εἰς τὰς χεῖρας αὐτῆς, καὶ ἐξαποστείλῃ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ, ἢ καὶ ἀποθάνῃ ὁ ἀνὴρ αὐτῆς ὁ ἔσχατος, ὃς ἔλαβεν αὐτὴν ἑαυτῷ γυναῖκα, οὐ δυνήσεται ὁ ἀνὴρ ὁ πρότερον ἐξαποστείλας αὐτὴν, ἐπαναστρέψας λαβεῖν αὐτὴν ἑαυτῷ γυναῖκα, μετὰ τὸ μιανθῆναι αὐτὴν, ὅτι βδέλυγμά ἐστιν ἐναντίον Κυρίου τοῦ Θεοῦ σου, καὶ οὐ μιάνητε τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς ὑμῶν δίδωσιν ὑμῖν ἐν κλήρῳ.» Τὴν γὰρ ἐπ' αἰτίαις εὐλόγοις ἀνδρὸς διεσχοινισμένην καὶ ἀνατλᾶσαν ὕβριν τὴν ὑφ' ἑτέρῳ, γνήσιον ποιεῖσθαι σύνοικον, οὐκ ἀσφαλὲς, μᾶλλον δὲ καὶ εἰσάπαν ἀμαθές. «Ὁ γὰρ κατέχων, φησὶ, μοιχαλίδα, ἄφρων καὶ ἀσεβής.» Ὥσπερ δὲ ἀποφάσκει τοῖς ἐμφανῶς αἰσχροῖς καὶ ἀναμφιβόλως κατεγνωσμένοις, τὸ ἐφήδεσθαι δεῖν, οὕτω δὴ πάλιν οὐκ ἐᾷ τὰ σεμνὰ διαβάλλειν, ὡς ἄσεμνα. Ἐν ἴσῳ γὰρ πλημμελείας λόγῳ κείσεται τὸ φιλοστοργίας ἀξιοῦν, ὃ φεύγειν ἄμεινον, καὶ τὸ διαθέσεως ἀποστερεῖν, ὃ παραιτεῖσθαι φόβος. «Οὐαὶ γὰρ, φησὶν, οἱ λέγοντες τὸ γλυκὺ πικρὸν, καὶ τὸ πικρὸν γλυκύ· τὸ καλὸν πονηρὸν, καὶ τὸ πονηρὸν καλόν· οἱ τιθέντες τὸ φῶς σκότος, καὶ τὸ σκότος φῶς.» Οὐκοῦν εἰσποιεῖσθαι μὲν εἰς αὖθις τὴν γεγενημένην ἀπόπεμπτον οὐκ ἐᾷ, οὔτε μὴν ἐφίησι τοῖς οὔπω κατεγνωσμένοις τὰ ἐκ φιλολογίας ἐπιφέρεσθαι βλάβη. Ἔφη δὲ οὕτω πάλιν· «Ἐὰν δέ τις λάβῃ γυναῖ-κα, καὶ συνοικήσῃ αὐτῇ, καὶ μισήσῃ αὐτὴν, καὶ ἐπιθῇ αὐτῇ προφασιστικοὺς λόγους, καὶ κατενέγκῃ αὐτῆς ὄνομα πονηρὸν, καὶ λέγῃ, Τὴν γυναῖκα ταύτην εἴληφα, καὶ προσελθὼν αὐτῇ οὐχ εὕρηκα αὐτῆς τὰ παρθένια· καὶ λαβὼν ὁ πατὴρ τῆς παιδὸς καὶ ἡ μήτηρ, ἐξοίσουσι τὰ παρθένια τῆς παιδὸς πρὸς τὴν γερουσίαν ἐπὶ τὴν πύλην, καὶ ἐρεῖ ὁ πατὴρ τῆς παιδὸς τῇ γερουσίᾳ· Τὴν θυγατέρα μου ταύτην δέδωκα τῷ ἀνθρώπῳ τούτῳ γυναῖκα, καὶ μισήσας αὐτὴν νῦν οὗτος, ἐπιτίθησιν αὐτῇ προφασιστικοὺς λόγους, λέγων, Οὐχ εὕρηκα τῇ θυγατρί σου παρθένια· καὶ ταῦτα τὰ παρθένια τῆς θυγατρός μου. Καὶ ἀναπτύξουσι τὸ ἱμάτιον ἐναντίον τῆς γερουσίας τῆς πόλεως, καὶ λήψεται ἡ γερουσία τῆς πόλεως ἐκείνης τὸν ἄνθρωπον ἐκεῖνον, καὶ παιδεύσουσιν αὐτὸν, καὶ ζημιώ σουσιν αὐτὸν ἑκατὸν σίκλους, καὶ δώσουσι τῷ πατρὶ τῆς νεάνιδος, ὅτι ἐξήνεγκεν ὄνομα πονηρὸν ἐπὶ παρθένον Ἰσραηλῖτιν, καὶ αὐτοῦ ἔσται γυνή. Οὐ δυνήσεται ἐξαποστεῖλαι αὐτὴν τὸν ἅπαντα χρόνον.» Συνίης οὖν ὅπως οὐκ ἀζήμιον παντελῶς ἀπαλλάττεσθαι δεῖν τοῦ συνεδρίου, προστέταχε τὸν ἀδίκως ὀλιγωρήσαντα τῆς οὔπω κατεγνωσμένης. Χρῆναι γὰρ οἶμαι περιέπειν εὖ μάλα τὸ ἀγαθὸν, καὶ μὴ ἁψικόρως ἵεσθαι πρὸς τὸ δοκοῦν τὸ σεμνὸν ὡς ἄσεμνον συκοφαντεῖν ᾑρημένους· πειρᾶσθαι δὲ μᾶλλον αἰδοῦς ἀξιοῦν, τὸ παντὶ προσκεῖσθαι καλῷ, καὶ τοῖς ἀρίστοις εἰς εὐφημίαν συνδιαιτᾶσθαι φιλεῖν. Ὁ γάρ τοι τὰς διὰ μέσου τῶν πραγμάτων ἀκηδίας οὐ προσιέμενος, τὸν ἐφ' οἷς ἂν γένοιτο καλῶς ἀποπεραίνει σκοπόν. Ὅτι δὲ εἶναι προσήκει τοιούτους ἡμᾶς ὑπεδήλου πάλιν ὁ νόμος ὑποφωνῶν· «Ἐὰν οἰκοδομήσῃς οἰκίαν καινὴν, ποιήσεις στεφάνην τῷ δώματί σου. Καὶ οὐ ποιήσεις φόνον ἐν τῇ οἰκίᾳ σου, ἐὰν πέσῃ ὁ πεσὼν ἐπ' αὐτοῦ.» Ὥσπερ γάρ ἐστιν ἀκαλλὴς οἰκία ταινίας ἐρήμη, καὶ τῶν ὑστεροδομίων οὐκ ἐπενηνεγμένων αὐτῇ, τὸν αὐτὸν, οἶμαι, τρόπον, ἀπίθανον κομιδῆ πᾶν ἔργον ἡμῖν ἀγαθὸν, εἰ μὴ πρὸς πέρας ἄγοιτο τὸ πρέπον αὐτῷ· καὶ οὐ μέχρι τούτων, ἀλλ' ἕψεται τοῖς ῥᾳθυμοῦσι καὶ κίνδυνος. Τοῦτο γὰρ, οἶμαι, ἔστι τὸ κατολισθεῖν ἐκ τῆς οἰκίας τινά. «Οὐαὶ γὰρ,» φησὶν, «οἱ ποιοῦντες τὸ ἔργον Κυρίου ἀμελῶς.» ∆ιὰ μυρίων οὖν ὅσων ὁ νόμος ἡμᾶς ἀποκομίζει πρὸς τὸ συμφέρον. Καὶ τροφὴν μὲν οὔπω παρατίθησι τὴν ἀνδροπρεπῆ τε καὶ στερεωτέραν, γάλακτι δὲ ὥσπερ νηπίους ὄντας παιδοκομεῖ, τοὺς ἀρχαιοτέρους διαβιβάζων κατὰ βραχὺ πρὸς τὸ Χριστοῦ μυστήριον. Ὅτι γὰρ πνευματικὸς ὁ νόμος, καὶ ὅσον μὲν ἧκεν εἰς σκιὰν καὶ τύπους, οἱονεί πως οὐκ ἐδώδιμος, οὔτε μὴν ἀναγκαῖος εἰς πνευματικὴν ἂν γένοιτο τροφὴν, ἔσται δὲ τοιοῦτος, εἰ γοῦν μεταπλάττοιτο πρὸς θεωρίαν εὐαγγελικὴν, καὶ εἰς τὸ Χριστοῦ μυστήριον, συνήσεις εὖ μάλα γεγραφότος ὡδὶ τοῦ πανσόφου Μωσέως περὶ αὐτοῦ. Ἔφη γὰρ ἐν τῷ Λευιτικῷ· «Ὅταν δὲ εἰσέλθῃς εἰς τὴν γῆν, ἢν Κύριος ὁ Θεός σου δίδωσιν ὑμῖν, καὶ καταφυτεύσητε πᾶν ξύλον βρώσιμον, περικαθαριεῖτε τὴν ἀκαθαρσίαν αὐτοῦ· ὁ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται ὑμῖν ἀπερικάθαρτος, οὐ βρωθήσεται. Καὶ τῷ ἔτει τῷ τετάρτῳ ἔσται πᾶς ὁ καρπὸς αὐτοῦ ἅγιος, αἰνετὸς τῷ Κυρίῳ. Ἐν δὲ τῷ ἔτει τῷ πέμπτῳ φάγεσθε τὸν καρπὸν αὐτοῦ. Πρόσθεμα ὑμῖν τὰ γεννήματα αὐτοῦ. Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.» Παραδείσοις μὲν γὰρ τοῖς εὐερνεστάτοις ἡ Μωσέως ἡμῖν ἔοικε Συγγραφὴ, πολυειδῆ θεσπισμάτων ὠδίνουσα βλάστην, καὶ ξύλοις ὥσπερ κατάκομος, τοῖς ἐφ' ἑκάστῳ νόμοις. Ἀλλ' ἐφ' ἑκάστῳ ξύλῳ καθαριεῖτε, φησὶν, τὴν ἀκαθαρσίαν αὐτοῦ, τοῦτ' ἔστι, τὸ τῆς ἱστορίας εἰκαῖον ἀποτεμεῖς, καὶ τὸ οἱονεὶ ξυλῶδες περιελεῖς τοῦ γράμματος, ἐπ' αὐτὴν δὲ ἥξεις τοῦ φυτοῦ τὴν καρδίαν, τοῦτ' ἔστι, τοῦ τεθεσπισμένου τὸν ἔσω περιεργάσῃ καρπὸν, καὶ αὐτὸ ποιήσῃ τροφήν. «Ἀλλ' ἔσται,» φησὶν, «ὁ καρπὸς αὐτοῦ, τρία ἔτη ἀπερικάθαρτος· οὐ βρωθήσεται.» Τὸ ἔτος τίθησιν εἰς καιρόν· καιροὶ γὰρ πρῶτοι γεγόνασι τρεῖς, καθ' οὓς ἦν ὁ νόμος ἀπερικάθαρτος ἔτι, τῷ τῆς ἱστορίας πάχει κατηχθισμένος, καὶ ὥσπερ εἰκαῖον συρφετὸν περικείμενος τὴν σκιάν. Χρόνους δὲ τρεῖς εἶναί φημι, τὸν Μωσέως, τὸν Ἰησοῦ, τὸν Κριτῶν· καιρὸς μετ' ἐκείνους τέταρτος ἦν, καθ' ὃν ὁ λαμπρὸς τῶν ἁγίων προφητῶν ἀνέφυ χορός. Τότε γέγονεν ὁ τοῦ νόμου καρπὸς ἅγιός τε καὶ αἰνετός. Ἤρξατο γὰρ ἐκ προφητῶν ἁγίων, ἀθετεῖσθαι τὰ ἐν νόμῳ, καὶ οὐδὲ ὀνομάζεσθαι τὰ ὡς ἐν σκιαῖς, κηρύττεσθαι δὲ φανερῶς ἡ ἀλήθεια, καὶ τῆς Χριστοῦ παρουσίας ἐπαινεῖσθαι τὸ μυστήριον. Καὶ γείτων εὐθὺς ὁ πρόδρομος ἦν, ἀνακεκραγώς τε καὶ λέγων· «Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.» Οὐκοῦν ἐν τετάρτῳ χρόνῳ πρὸς ἀρχὰς τοῦ διακαθαίρεσθαι τὰ ἐν νόμῳ γέγονε, καὶ ἦν ἤδη πως ὁ καρπὸς ἅγιος. Πλὴν, ἐν πέμπτῳ βρώσιμος, καθ' ὃν ἡ Χριστοῦ παρουσία μαρτυρουμένη διά τε τοῦ νόμου καὶ διὰ τῶν προφητῶν. ∆ιὰ τοῦτό φησιν, «Ἔσται ὁ καρπὸς αὐτοῦ πρόσθεμα ὑμῖν.» Πρὸς γὰρ τοῖς εὐαγγελικοῖς κηρύγμασι καὶ ἡ νομικὴ παίδευσις πρὸς θεωρίαν ἠγμένη πνευματικὴν τοῖς φιλομαθέσι χρειωδεστάτη· καὶ γοῦν ἔφασκεν ὁ Σωτὴρ, ὅτι «Πᾶς γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅμοιός ἐστιν ἀνθρώπῳ πλουσίῳ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά·» καινὰ λέγων, τὰ Εὐαγγέλια, καὶ παλαιὰ δὲ, τὰ ἐν νόμῳ, τὴν ἐν Χριστῷ γνῶσιν ἡμῖν οὐκ ἀγεννῶς συνεισφέροντα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.

ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ΕΝΝΑΤΟΣ. Περὶ τῆς ἁγίας σκηνῆς, ὅτι τύπος ἦν τῆς ἐν Χριστῷ Ἐκκλησίας.

Ἀγάπης μὲν οὖν εἰς Θεόν τε καὶ ἀδελφοὺς περιφανῆ τὰ αὐχήματα, καὶ ἀποπεραίνεται μὲν δι' ἀμφοῖν ὁ νόμος. εὐκλείας γε μὴν εἰς τοῦτο κατηντηκὼς ἅπας τις οὖν, λαμπρός τε καὶ ἀξιάγαστος, καὶ ἐν τοῖς ὅτι μάλιστα γνησίοις κατατετάξεται, Χριστοῦ βοῶντος καὶ λέγοντος, «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.» Εἰσελεύσεται γὰρ δὴ καὶ μάλα ἑτοίμως εἰς τὴν ἐπουράνιον Ἱερουσαλὴμ, καὶ ταῖς ἄνω μοναῖς ἐνδιαιτήσεται, τοῖς ὑπὲρ νοῦν καὶ λόγον ἐντρυφῶν ἀγαθοῖς. Τοιουτονί τι καὶ ὁ προφήτης Ἡσαΐας φησίν· «Οἱ ὀφθαλμοί σου ὄψονται, Ἱερουσα λὴμ, πόλεις πλουσίας, σκηνὰς, αἳ οὐ μὴ σεισθῶσιν, οὐδὲ μὴ κινηθῶσιν οἱ πάσσαλοι τῆς σκηνῆς, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαῤῥαγῶσι.» Παράγει μὲν γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου, κατὰ τὰς Γραφάς. Ἑδραιοτάτη δὲ σφόδρα καὶ ἀκράδαντος πάντως ἡ τῶν ἐσομένων ἐλπίς. Ἀλλὰ τούτων ἁπάντων λυομένων, καθὰ καὶ τοῦ Σωτῆρος διισχυρίσατο μαθητὴς, ποταμοὺς δεῖ εὑρεθῆναι ἡμᾶς, ἁγίους καὶ ἀμώμους κατ' ἐνώπιον αὐτοῦ, πνευματικαῖς μὲν θυσίαις καταγεραίροντας ὡς Σωτῆρα καὶ Λυτρωτὴν, ἱερὰν δὲ καὶ ἀπόλεκτον, καὶ τοῖς εὐαγγελικοῖς συμβαίνουσαν νόμοις ἐπιτηδεύοντας πολιτείαν· καθάπερ ἀμέλει τοῖς ἀρχαιοτέροις ὁ νόμος τὴν οὕτω σεπτήν τε καὶ ἀξιόληπτον ἐσκιαγράφει ζωήν· μηλοσφαγεῖν ἐπιτάττων, καὶ τὰς δι' αἱμάτων ποιεῖσθαι προσαγωγὰς, δεκάτας τε καὶ ἀπαρχὰς ἀφιεροῦν τῷ Θεῷ, καὶ πρὸς τούτοις ἔτι χαριστήρια. Πλὴν, οὐκ ἔξω ταυτὶ τῆς ἁγίας πράττεσθαι δεῖν ἐνομοθέτει σκηνῆς. Ἀπόλεκτον δὲ τὸ ἐκ Λευῒ γένος ἀνετίθει τῷ Θεῷ, τύπον ἡμῖν καὶ εἰς ἡμᾶς αὐτοὺς τὸ χρῆμα τιθείς. Κεκλήμεθα γὰρ καὶ ἡμεῖς παρά γε ταῖς θείαις Γραφαῖς «γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν.» Εἰσελαύνομεν δὲ καὶ εἰς σκηνὴν τὴν ἀληθεστέραν, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος, τοῦτ' ἔστι τὴν Ἐκκλησίαν, οὐ διὰ μόσχων καὶ τράγων ἐκμειλισσόμενοι τὸν τῶν ὅλων ∆ημιουργὸν, ἀλλ' ὡς ἐν ὀρθῇ τε καὶ ἀμωμήτῳ πίστει διαπρέποντες, καὶ πνευματικαῖς καρποφορίαις νοητῶς εὐωδιάζοντες. «Τοιαύταις γὰρ δὴ θυσίαις εὐαρεστεῖται Θεὸς,» καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. {ΠΑΛΛ.} Ὀρθῶς ἔφης. Καὶ θυσίαις μὲν ταῖς ὑπὲρ νόμον ὅτι προσῆκεν ἡμᾶς εὐδοκιμεῖν, φαίην ἂν ἔγωγε· συνθήσομαι γάρ. Πλὴν, ἐκεῖνο φράσον· ἆρ' οὐκ εἰς τύπον ἡμῖν τῆς ἐξ ἐθνῶν Ἐκκλησίας ἡ παλαιὰ κατὰ τὴν ἔρημον διεπήγνυτο σκηνὴ, τῆς ἀληθεστέρας ἀμυδρόν πως ἔτι τὸ κάλλος ἐκφαίνουσα; {ΚΥΡ.} Πάνυ μὲν οὖν. Ἔφην δὲ καὶ ἀρτίως, ὅτι καὶ τὸ ἄριστα δεῖν εἰλῆφθαι πρὸς ἱερὰς λειτουργίας τοὺς ἐξ αἵματος Λευῒ, καὶ κεκλημένων ἐν πίστει πρὸς ἱερὰν καὶ ἀμώμητον ζωὴν, φημὶ δὴ τὴν ἐν Χριστῷ, τύπος ἂν εἴη πάλιν. {ΠΑΛΛ.} Βούλει δὴ οὖν ὀλίγα ἄττα περί τε τῆς ἁγίας σκηνῆς, καὶ τῆς κατὰ νόμον ἱερωσύνης λέγωμεν, βασανίζοντος ἡμῖν τοῦ λόγου τὰ ἐπ' ἀμφοῖν ὁσίως τεθεσπισμένα; {ΚΥΡ.} Οὐκ ἄτραχυ μὲν τὸ χρῆμα· πόνου γὰρ, οἶμαι, δεήσει μακροῦ, καὶ ἱδρῶτος ἡμῖν, ὦ Παλλάδιε, πρός τε τὸ δύνασθαι συνιέναι ταυτὶ, καὶ μὴν καὶ φράσαι. Ἀτὰρ, εἴτοι δοκεῖ, Θεῷ πίσυνοι διαστείχωμεν· διεπύθου γὰρ λέγοντος ἐναργῶς, «Τίς ἔδωκε στόμα ἀνθρώπῳ; καὶ τίς ἐποίησε δύσκωφον καὶ κωφὸν, βλέποντα καὶ τυφλόν; οὐκ ἐγὼ Κύριος ὁ Θεός; καὶ νῦν πορεύου καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου.» {ΠΑΛΛ.} Ἴθι δὴ οὖν, συλλήπτορα καὶ πρός γε τουτὶ τὸν τῆς σοφίας ποιούμενος χορηγόν. {ΚΥΡ.} Οὐκοῦν εἶμί τοι, καὶ δὴ καὶ ἐρῶ, τὰ ἐξ ἱερῶν Γραμμάτων εὖ μάλα συνενεγκών. Κατέθορε μὲν γὰρ ἐν εἴδει πυρὸς ἐπὶ ὄρος τὸ Σινᾶ Θεὸς ὁ πάντων δημιουργὸς, καὶ νόμους ἐτίθει, καθ' οὓς ἦν ἕκαστα τῶν πρακτέων ἀποφέρεσθαι πρὸς τὸ εὐθὺ καὶ ἀκιβδήλως ἔχον. Εἶτα τῆς ἀρχαιοτέρας αὐτοὺς ἀποκομίζων πλάνης, καὶ τῆς ἐν Αἰγύπτῳ ψευδολατρείας ὡς ἀπωτάτω τιθεὶς, προσελάλει Μωσῇ τῷ τηνικάδε μεσιτεύοντι. «Τάδε ἐρεῖς,» φησὶ, «τῷ οἴκῳ Ἰακὼβ, καὶ ἀναγγελεῖς τοῖς υἱοῖς Ἰσραήλ· Ὑμεῖςἑωράκατε, ὅτι ἐκ τοῦ οὐρανοῦ λελάληκα πρὸς ὑμᾶς, οὐ ποιήσετε ἑαυτοῖς θεοὺς ἀργυροῦς, καὶ θεοὺς χρυσοῦς οὐ ποιήσετε ὑμῖν ἑαυτοῖς.» Θεοῖς μὲν γὰρ οὐκ ἠφίει τοῖς ψευδωνύμοις λατρεύειν. Προσκεῖσθαι δὲ δεῖν ἐπιτάττει μόνῳ τῷ ἄνωθεν ἥκοντι καὶ ἐξ οὐρανοῦ, καὶ τῷ κατὰ πάντων οὐσιωδῶς ἀνημμένῳ τὸ κράτος, οὐκ ἐν εὐχροίαις ὑλῶν ἔχοντι τὸ περιφανὲς, ἀλλ' ἐν τῷ δεικνύειν ἴδιον ὄντα τὸν οὐρανόν. Ἦν δέ πως ἀνάγκη, τοὺς τῆς ἀρχαίας ἀνοσιότητος καὶ βεβήλου λατρείας ἀποφοιτᾷν ἐπιτεταγμένους, ἐφ' ἑτέραν εὐθὺς μεταχωρῆσαι συνήθειαν, καὶ ὥσπερ τινὰ ζυγὸν ὑπελθεῖν τὴν ὑπὸ Θεῷ τῷ κατὰ φύσιν, λατρείαν. Ἀνειμένος γὰρ νοῦς, ἀκάθεκτος, καὶ πολὺ λίαν ἕτοιμος εἰς ἀποφορὰν, τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἐκτοπωτάτων δειμάτων τε καὶ φροντίδος ἐπηρτημένων, ἀταλαιπώρως κομιδῆ διᾴττει πρὸς τὸ εὐθὺ, καὶ ἀπονεύει πρὸς τὸ συμφέρον. Ἐπειδὴ δὲ δι' Υἱοῦ πρόσιμεν τῷ Πατρί· «Οὐδεὶς γὰρ ἔρχεται πρὸς τὸν Πατέρα,» φησὶν, «εἰ μὴ δι' ἐμοῦ.» Λοιπὸν ἀναγκαίως τὴν δι' Υἱοῦ πρόσοδον καὶ τῆς ἐν αὐτῷ καρποφορίας τοὺς τύπους, ἐθεσμοθέτει λέγων· «Θυσιαστήριον ἐκ γῆς ποιήσεις μοι, καὶ θύσετε ἐπ' αὐτῷ τὰ ὁλοκαυτώματα, καὶ τὰς θυσίας ὑμῶν, τὰ πρόβατα καὶ τοὺς βόας ὑμῶν, ἐν παντὶ τόπῳ ᾧ ἂν ἐπονομάσω τὸ ὄνομά μου ἐκεῖ· καὶ ἥξω πρὸς σὲ, καὶ εὐλογήσω σε. Ἐὰν δὲ ἐκ λίθων θυσιαστήριον ποιῇς μοι, οὐκ οἰκοδομήσεις αὐτοὺς τμητούς· τὸ γὰρ ἐγχειρίδιόν σου ἐπιβέβληκας ἐπ' αὐτὸ, καὶ μεμίανται.» Γήϊνον μὲν γὰρ ὀνομάζει θυσιαστήριον τὸν Ἐμμανουήλ· «Γέγονε γὰρ σὰρξ ὁ Λόγος.» Γῆ δὲ ἐκ γῆς ἡ σαρκός ἐστι φύσις. Ἐν Χριστῷ δὴ οὖν ἡ πᾶσα καρποφορία καὶ πᾶσα προσαγωγή· φησὶ γὰρ αὐτὸς, «Χωρὶς ἐμοῦ, οὐ δύνασθε ποιεῖν οὐδέν.» Ὥσπερ γὰρ δι' αὐτοῦ τὴν προσαγωγὴν ἐσχήκαμεν, οὕτω καὶ πᾶσα θυσία δεκτὴ δι' αὐτοῦ, τῶν τὴν πίστιν εἰσδεδεγμένων. Ἐπαγγέλλεται δὲ τοῖς τὸ ἐκ γῆς ἱστᾶσι θυσιαστήριον, ἄφιξίν τε καὶ εὐλογίαν. «Ἥξω γὰρ,» φησὶ, «πρὸς σὲ, καὶ εὐλογήσω σε.» Παραδεξαμένοις γὰρ ἡμῖν διὰ τοῦ πανσόφου Μωσέως τῆς ἀληθείας τοὺς τύπους, καὶ αὕτη κατὰ καιροὺς ἐπέλαμψεν ἡ ἀλήθεια, τοῦτ' ἔστι Χριστὸς, δι' οὗ καὶ ἐν ᾧ τὴν ἄνωθεν εὐλογίαν καὶ παρὰ Πατρὸς πεπλουτήκαμεν, κατεσφραγισμένοι πρὸς υἱοθεσίαν ἐν ἁγίῳ Πνεύματι, ἐν Χριστῷ δὲ δὴ πάλιν καὶ τοῦτο διαπεραίνεται. «Ἐὰν δὲ θυσιαστήριον ἐκ λίθων ποιῇς μοι,» φησὶν, «οὐκ οἰκοδομήσεις αὐτοὺς τμητούς.» Οὐκ ἐᾷ σιδήρῳ κατατιτρώσκεσθαι τοὺς ἀφιερωμένους τῷ Θεῷ λίθους. Λίθος γὰρ ἦν ἐκλεκτὸς, ἀκρογωνιαῖος, ἔντιμος, ὁ Χριστὸς, ἄτρωτος μὲν ἁμαρτίαις, τὰς δὲ ἐκ διαβόλου πληγὰς παθεῖν οὐκ εἰδὼς, οὐ μεμερισμένος Θεῷ τε καὶ κόσμῳ, καὶ εἰ γέγονε σὰρξ, ἀλλ' ὅλος ὢν ἅγιος, οὐ διαιρούμενος εἰς Θεὸν ἰδίᾳ, καὶ εἰς ἄνθρωπον ἰδικῶς μετὰ τὴν ἄῤῥητον ἕνωσιν, ἤτοι τὴν πρὸς σάρκα σύνοδον, ἀλλ' εἷς ὑπάρχων Θεὸς, καὶ ἄνθρωπος ὁ αὐτός. Μεμέρισται γὰρ οὐδαμῶς, καθὰ καὶ ὁ σοφὸς γράφει Παῦλος. {ΠΑΛΛ.} Τὸ ἐκ γῆς οὖν ἄρα θυσιαστήριον, καὶ μὴν καὶ οἱ ἀπλῆγες λίθοι, σημαίνουσι Χριστὸν, κατὰ τοὺς ἤδη προειρημένους τρόπους; {ΚΥΡ.} Οὕτω φημί· πνευματικὸς γὰρ ὁ νόμος, κατὰ τὰς Γραφάς. Ἐπειδὴ δὲ τὸ Χριστοῦ μυστήριον, καὶ τὴν δι' αὐτοῦ πρόσοδον αἰνιγματωδῶς ὑπετύπου, τότε δὴ, τότε καὶ τῆς Ἐκκλησίας προαναδεῖξαι τὸ σχῆμα Θεὸς ἐσκέπτετο. Μωσέα μὲν οὖν ἐκάλει καὶ σὺν αὐτῷ τὸν Ἰησοῦν ἐπὶ τὸ ὄρος τὸ Σινᾶ. Καὶ σύνες ἐντεῦθεν, ὅτι καὶ αὐτοῖς τοῖς ἁγίοις προφήταις δι' Υἱοῦ προσιτὸς ὁ Πατήρ· ἀναθρώσκουσι γὰρ ἀλλήλοις Μωσῆς τε καὶ Ἰησοῦς. Γέγραπται γὰρ, «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν λέγων· Εἶπον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ λάβετέ μοι ἀπαρχὰς παρὰ πάντων, οἷς ἂν δόξῃ τῇ καρδίᾳ, λήψεσθε τὰς ἀπαρχάς μου, καὶ αὕτη ἐστὶν ἡ ἀπαρχὴ, ἣν λήψεσθε παρ' αὐτῶν, χρυσίον καὶ ἀργύριον, χαλκὸν καὶ ὑακίνθινον, πορφύραν καὶ κόκκινον διπλοῦν, καὶ βυσσὸν κεκλωσμένην, καὶ τρίχας αἰγείας, καὶ δέρματα κριῶν ἠρυθροδανωμένα, καὶ δέρματα ὑακίνθινα, καὶ ξύλα ἄσηπτα, καὶ λίθους σαρδίου, καὶ λίθους εἰς τὴν γλυφὴν, εἰς τὴν ἐπωμίδα, καὶ εἰς τὸν ποδήρη, καὶ ποιήσεις μοι ἁγίασμα, καὶ ὀφθήσομαι ἐν ὑμῖν. Καὶ ποιήσεις μοι κατὰ πάντα ὅσα ἄν σοι δείξω ἐν τῷ ὄρει τὸ παράδειγμα τῆς σκηνῆς, καὶ τὸ παράδειγμα πάντων τῶν σκευῶν αὐτῆς, οὕτως ποιήσεις.» Ὁρᾷς ὅπως ἐπὶ τὸ χρῆναι καρποφορεῖν τὸ λυσιτελές τε καὶ χρειωδέστατον, εἰς Ἐκκλησίας σύστασιν προτρέπει λαοὺς, προσκομίζοντας ἱλαρῶς τὰ κατ' ἰσχύν τε καὶ γνώμην; Οὐ γάρ τοι χρυσὸν ἐζήτει μόνον ἤγουν τὰ πολλοῖς δυσπόριστα τυχὸν, ἀλλὰ καὶ τρίχας αἰγείας, καὶ κριῶν δέρματα, δεικνὺς ὅτι καὶ τὸ βραχύ τε καὶ εὐτελὲς, εἰ μηδὲν ἔχοι λαμπρότερον ὁ καρποφορεῖν ᾑρημένος, οὐκ ἀπόβλητον τῷ Θεῷ· ἢ τάχα που καὶ ἐν ἴσῳ τοῖς τιμιωτάτοις, ἢ καὶ ἐν ἐπαίνῳ μείζονι, καθάπερ ἀμέλει καὶ ὁ Χριστὸς οὐκ ἀθαύμαστον ἠφίει τὴν ἐν τοῖς Ἱεροσολύμοις χήραν, τῷ γαζοφυλακίῳ προσάγουσαν βραχύ τι καὶ εὐπόριστον κομιδῆ, μέγα δ' ἴσως τοῖς ἐν ἐσχάτῃ πενίᾳ, οὓς δὴ καὶ κατατρύχειν εἰκὸς καὶ τῶν ἄγαν εὐτελεστάτων τὴν ἀπεμπολήν. Ληφθεισῶν δὲ τῶν ἀπαρχῶν, «Ἁγίασμά μοι ποιήσεις,» φησὶ, «καὶ ὀφθήσομαι ἐν ὑμῖν.» Ἐπιφαίνεται γὰρ ἐν Ἐκκλησίᾳ Χριστὸς, καὶ ἐπιλάμπει τοῖς ἐν αὐτῇ, κατά γε τὸ ἐν Ψαλμοῖς, «Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν.» Ἐπιτήρει δὲ ὅπως, καίτοι καταβεβηκὼς ἐπὶ τὸ ὄρος ἐν εἴδει πυρὸς, ὀφθείς τε τῷ λαῷ παντί· γέγραπται γὰρ οὕτως, ὡς οὔπω φανεὶς, τὸ Ὀφθήσομαι, φησὶν, ἐν ὑμῖν, ἐγηγερμένου τοῦ ἁγιάσματος. Μόνον γὰρ οὐχὶ διακεκραγὼς ὁρᾶται σαφῶς, ὅτι σκιαὶ μὲν, αἱ ὀπτασίαι ἐκεῖναι τῆς ἀληθοῦς θεοπτίας. Ἡ δὲ ἀληθὴς ἀνάδειξις, ὁ Χριστὸς, ἐν ᾧ καὶ αὐτὸν τεθεάμεθα τὸν Πατέρα. Καὶ γοῦν Ἰουδαίους οἰομένους ὅτι τεθέανται κατὰ τὸ ἀληθὲς ἐν τῷ ὄρει Σινᾶ τὸν τῶν ὅλων Θεὸν, ἀνούστατα διατιθεμένους διήλεγχε, λέγων· «Οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε, οὔτε εἶδος αὐτοῦ ἑωράκατε, καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε.» Οὐκοῦν ὀφθήσομαι, φησὶν, ἐν ὑμῖν ἐγηγερμένου τοῦ ἁγιάσματος. Τοῦτο δὲ ἦν Ἐκκλησίας τύπος, καθ' ὁμοιότητα γενομένης τῆς ἄνω. Καὶ γάρ τοι φησὶ, «Ποιήσεις μοι κατὰ πάντα ὅσα δεικνύω σοι ἐν τῷ ὄρει, οὕτω ποιήσεις.» Παρεδείχθη γάρ τοι τῷ μακαρίῳ Μωσῇ τύπος, ὡς ἔφην, τῶν ἁγίων Ἐκκλησιῶν, καὶ πολυειδῶς αὐτὸς ὡς ἐν σκιᾷ πλαττόμενος ὁ δι' ἡμᾶς γενόμενος ἄνθρωπος. Ἐφ' ἑκάστῳ γε μὴν τῶν παραδειγμάτων πολὺς ἂν γένοιτο καὶ μακρὸς ὁ λόγος, καὶ ἰσχνομυθίας ἔμπλεως. Ἐπειδὴ δέ ἐστι τὰ μὲν ἴδιά τε καὶ πρέποντα τῇ τῶν γεγονότων κατασκευῇ, τὰ δὲ πρὸς τὴν τῶν θεωρημάτων ἀπονένευκε χρείαν, φέρε, λέγωμεν τὰ εἴς γε τοῦτο λυσιτελῆ, μεθέντες τὰ ἕτερα. {ΠΑΛΛ.} Οὐ συνίημι ὃ φής. {ΚΥΡ.} Ἄθρει δὴ οὖν ὅ φημι· συνήσεις γὰρ, οἶμαι, καὶ λίαν ἀμογητί· κιβωτὸν γενέσθαι προστέταχεν ἐκ ξύλων ἀσήπτων, ἔσωθέν τε καὶ ἔξωθεν χρυσίῳ καθαρῷ διαπεπυκασμένην, καὶ τὰ καλούμενα μαρτύρια, τοῦτ' ἔστι, τὸν νόμον ὡς ἐν πλαξὶν ὠδίνουσαν, καὶ οὐ μέχρι τούτων τὰ ἐπ' αὐτήν· ἀναφορέας γὰρ δὴ γενέσθαι προστάττει πάλιν ἐξ ἀσήπτων ξύλων, ἐν ἴσῳ κεχρυσωμένους, χρυσοῦς τε δακτυλίους καὶ στρεπτὰ κύκλῳ. Μῆκός τε καὶ πλάτος καὶ ὕψος ὡρίσατο τῷ τεχνήματι. Ἀλλ' εἰ βούλοιτό τις πολυπραγμονεῖν εὖ μάλα τὰ τοιάδε μυστικῶς, εὑρήσει μὲν ἴσως, ὅ τί ποτέ ἐστιν ἡ κιβωτὸς, καὶ τὰ ἐν αὐτῇ μαρτύρια, καὶ τίς ἡ ξύλων ἀσήπτων γέγονε χρεία. Τί δ' ἂν βούλοιτο δηλοῦν, καὶ τῇ κιβωτῷ τὸ χρυσίον, τὰ τέως ἐν τάξει χρείας τε καὶ κόσμου συντεθειμένα, κυμάτια δὴ λέγω, στρεπτὰ, κρίκους τε καὶ ἀναφορέας, εἰ περιεργάζοιτο τυχὸν, σκληρὸν εὑρήσει τὸ χρῆμα. Καὶ λόγον αὐτοῖς ἐφαρμόσαι τὸν μυστικὸν οὐκ ἔχων, περιττοεπήσει τάχα που, καὶ ὄχλον εἰκαίων ἐπισωρεύσει ῥημάτων, ταῖς τῶν φιλομαθεστέρων ἀκοαῖς. Ἀληθὴς δὲ ἡμῖν ὁ λόγος οὐκ ἐπί τοι μόνης τῆς κιβωτοῦ τυχὸν, προσθείην δ' ἂν ὅτι καὶ ἐπί γε τῶν ἄλλων, ἃ δὴ γενέσθαι προστέταχεν. {ΠΑΛΛ.} Οὐκ ἀπίθανά μοι δοκεῖς διανοεῖσθαί τε καὶ λέγειν. Τοιγάρτοι μεθεὶς τό γε ἧκον, ὡς φὴς, εἰς συμμετρίαν. τε καὶ χρείαν, ἤγουν εἰς κόσμον τῶν ἀποτελεσμάτων, ἐπ' αὐτὸ διᾴττειν ἐπείγου τὸ τοῖς θεωρήμασιν, ἀναγκαῖον, τοῦτ' ἔστι, τίνα τρόπον αὐτὸς ἡμῖν ὁ Χριστὸς σημαίνεται διὰ τῶν παραδεδειγμένων, ἤτοι κατεσκευασμένων, ἀμελητὶ διασάφει. {ΚΥΡ.} Οὐκοῦν, ἐγὼ μὲν, ὡς ἔνι φράσαι τε καὶ νοεῖν, πειράσομαι. ∆ιαμαρτάνοντι δέ τ' ἀληθοῦς, καὶ μεῖον ἢ χρὴ τῇ τῶν νοημάτων ὑπεροχῇ προσβάλλοντι, συγγνώμων ἔσο. Τὸ γὰρ ἐν ἐσόπτρῳ τε καὶ αἰνίγματι βλέπειν, ἀποσφήλειεν ἂν ἔσθ' ὅτε καὶ τὸν ἀκριβῆ τε καὶ ἔμφρονα νοῦν. {ΠΑΛΛ.} Εὖ λέγεις. {ΚΥΡ.} Ἡ κιβωτὸς ἡμῖν, ὦ Παλλάδιε, τύπος ἂν εἴη καὶ εἰκὼν τοῦ Χριστοῦ. Τὸν γὰρ τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς ἀνασκοπούμενοι τρόπον, καθάπερ ἐν κιβωτῷ τῷ ἐκ Παρθένου ναῷ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ἐνηυλισμένον ὀψόμεθα. «Κατῴκησε γὰρ ἐν αὐτῷ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς,» κατὰ τὰς Γραφάς. Λόγος δὲ ἦν Θεοῦ, τὰ ἐν τῇ κιβωτῷ μαρτύρια. Καὶ ἄσηπτα μὲν ἦν αὐτῆς τὰ ξύλα, χρυσῷ δὲ τῷ καθαρῷ καὶ δοκιμωτάτῳ κατεκαλλύνετο, ἔσωθέν τε καὶ ἔξωθεν. Ἄφθαρτον γὰρ τὸ σῶμα Χριστοῦ, καθάπερ τινὶ χρυσῷ, τῇ τοῦ ἐνοικοῦντος Λόγου δυνάμει καὶ λαμπρότητι, καὶ τῇ τοῦ ἁγίου Πνεύματος φύσει καὶ ἐνεργείᾳ ζωοποιῷ, πρὸς ἀφθαρσίαν διακρατούμενον. ∆ιὰ γάρ τοι τοῦτο καὶ ζωοποιεῖν λέγεται Χριστός. Ζωὴ γὰρ ὢν κατὰ φύσιν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, τῇ δυνάμει τοῦ ἰδίου πνεύματος τὸν ἴδιον αὐτὸς ἀνεζωοποίει ναὸν, φθορᾶς ἀνωτέρω τιθείς. «Ἡ γὰρ σὰρξ αὐτοῦ οὐκ οἶδε διαφθορὰν,» κατὰ τὴν τοῦ ἁγίου Παύλου φωνήν. Προσεφώνει δέ που καὶ Ἰουδαίοις, περὶ τοῦ ἰδίου σώματος· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν·» καὶ μὴν καὶ ὁ Πέτρος τεθανατῶσθαι μὲν σαρκὶ, φησὶν, αὐτὸν, ἐζωοποιῆσθαι δὲ πνεύματι. Σύμβολον οὖν ἄρα τῆς ὑπερλάμπρου θεότητος, ὁ χρυσὸς, ἐπαληλειμμένης ὥσπερ τῷ ἁγίῳ σώματι, καὶ τὴν ἰδίαν αὐτοῦ λαμπρότητά τε καὶ ἀφθαρσίαν ἐνιείσης ἀποῤῥήτως, καὶ ὡς αὐτή που μόνη καὶ καθ' ἑαυτὴν ἡ θεία τε καὶ ὑπὲρ νοῦν ἐπίσταται φύσις. Εἰ γὰρ «Οἱ δίκαιοι κατὰ καιροὺς ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν,» τίς ἔσται λοιπὸν ἡ αὐτοῦ δόξα Χριστοῦ; Πῶς δὲ οὐ νοῦ καὶ λόγου πέρα παντὸς ἡ ἔκλαμψις; Χρυσοῖ δὲ τὴν κιβωτὸν ἔχοντες ἀναφορεῖς, χρυσοῖ καὶ οἱ κρίκοι, καὶ πάντα τὰ ἐν αὐτῇ· μέτοχοι γὰρ τῆς δόξης οἱ ἀμφ' αὐτὸν, καὶ ὡς ἐν ἀγάπῃ καὶ ἁγιασμῷ προσερηρεισμένοι καὶ χρήσιμοι. Τοιοῦτοί τινες ἦσαν καὶ οἱ μακάριοι μαθηταὶ, δύναμιν τὴν παρ' αὐτοῦ τὴν θεοπρεπῆ δεχόμενοι, καὶ τῆς ἄνωθεν ὑπεροχῆς τὴν λαμπρότητα μεθεκτῶς ἐκπεπλουτηκότες, καὶ πληροῦντες διὰ τοῦτο τὰς θεοσημίας. {ΠΑΛΛ.} Ὀρθῶς ἔφης. {ΚΥΡ.} «Καὶ πρός γε τῇ κιβωτῷ, ποιήσεις,» φησὶν, «ἱλαστήριον, ἐπίθεμα χρυσίου καθαροῦ δύο πήχεων καὶ ἡμίσους τὸ μῆκος, καὶ πήχεως καὶ ἡμίσους τὸ πλάτος. Καὶ ποιήσεις δύο Χερουβὶμ χρυσᾶ τορνευτά· καὶ ἐπιθήσεις αὐτὰ ἐξ ἀμφοτέρων τῶν κλιτῶν τοῦ ἱλαστηρίου. Ποιηθήσονται Χερουβὶμ εἷς ἐκ τοῦ κλίτους τούτου, καὶ Χερουβὶμ εἷς ἐκ τοῦ κλίτους τοῦ δευτέρου τοῦ ἱλαστηρίου. Καὶ ποιήσεις τοὺς δύο Χερουβὶμ ἐπὶ τὰ δύο κλίτη. Ἔσονται οἱ Χερουβὶμ ἐκτείνοντες τὰς πτέρυγας ἐπάνωθεν συσκιάζοντες ταῖς πτέρυξιν αὐτῶν ἐπὶ τοῦ ἱλαστηρίου, καὶ τὰ πρόσωπα αὐτῶν εἰσάλληλα, εἰς τὸ ἱλαστήριον ἔσονται τὰ πρόσωπα τῶν Χερουβίμ. Καὶ ἐπιθήσεις τὸ ἱλαστήριον ἐπὶ τὴν κεφαλὴν ἄνωθεν, καὶ εἰς τὴν κιβωτὸν ἐμβαλεῖς τὰ μαρτύρια ἃ ἂν δῶ σοι. Καὶ γνωσθήσομαί σοι ἐκεῖθεν, καὶ λαλήσω σοι ἄνωθεν τοῦ ἱλαστηρίου ἀνὰ μέσον τῶν δύο Χερουβὶμ τῶν ὄντων ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, κατὰ πάντα ὅσα ἂν ἐντείλωμαί σοι πρὸς τοὺς υἱοὺς Ἰσραήλ.» {ΠΑΛΛ.} Εἶτα τί τὸ ἱλαστήριον εἶναι φής; {ΚΥΡ.} Ὅσον μὲν ἧκεν εἴς τε γράμμα καὶ σκιὰν, ἐκ χρυσοῦ ἐπεποίητο καθαροῦ, καὶ ἐπήρτητό πως ἐπικειμένη τῇ κιβωτῷ· εἴρηται γὰρ ἐπίθεμα διὰ τοῦτο. Τετραμμένοι δὲ εἰς αὐτὸ καὶ βλέποντες, οἱ τοῖς τῆς ἱερωσύνης αὐχήμασι κατηγλαϊσμένοι, πρὸς Θεὸν ἐδόκουν τετράφθαι καὶ βλέπειν. Φαμὲν δὲ εἶναι τὸ ἱλαστήριον, εἰ νοοῖτο πνευματικῶς, τὸν δι' ἡμᾶς γενόμενον ἄνθρωπον, «ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι, εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ.» Παῦλος γὰρ ὧδέ φησιν. Ἐπιστέλλει δὲ ἡμῖν καὶ Ἰωάννης ὁ σοφώτατος μαθητής· «Τεκνία, ταῦτα γράφω ὑμῖν, ἵνα μὴ ἁμάρτητε, καὶ ἐάν τις δὲ ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα, Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνων, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου.» ∆ι' αὐτοῦ γὰρ ἱλασμὸς, εὐχή τε πᾶσα, καὶ αἴτησις ἀγαθῶν. «Ἕως γὰρ ἄρτι,» φησὶν, «οὐκ ᾐτήσατε οὐδὲν ἐπὶ τῷ ὀνόματί μου· αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν.» Αὐτὸς οὖν ἄρα τὸ ἱλαστήριον. ∆ι' αὐτοῦ γὰρ ἡμῖν ἵλεως ὁ Πατὴρ, καὶ εἰς αὐτὸν καταλήγει πᾶν πέρας εὐχῆς, καὶ δι' αὐτοῦ πρόσιμεν, οὐχ ἑτέρως ὄντες δεκτοί. Τοιγάρτοι φησὶν, «Ἐγώ εἰμι ἡ ὁδός·» καὶ, «Ἐγώ εἰμι θύρα,» καὶ, «Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ.» Πλὴν εἰ καὶ γέγονε καθ' ἡμᾶς, καθιεὶς ἑαυτὸν εἰς ἀνθρωπότητά τε καὶ κένωσιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἀλλ' ἔστι καὶ ἴδιον αὐτοῦ φυσικῶς τὸ ἐν δόξῃ νοεῖσθαι τῇ θεοπρεπεῖ, καὶ ἐν ὑπεροχαῖς ὑπάρχειν ταῖς ὑπὲρ τὴν κτίσιν, καθάπερ ἀμέλει καὶ πρὸ τῆς σαρκός. ∆ιὰ τοῦτο τὰ Χερουβὶμ περιεστᾶσι τὸ ἱλαστήριον, πυκάζοντα ταῖς πτέρυξι, καὶ πρὸς αὐτὸ τετραμμένα, καὶ ἀεὶ τὸ πρόσωπον ἐπερείδοντα, καὶ δορυφορίας μὲν ἀπόδειξις ἐναργὴς, ἡ εἰς δεξιά τε καὶ εὐώνυμα στάσις. Τὸ δὲ τῶν ἀνωτάτω δυνάμεων οἱονεί πως ἔντονόν τε καὶ ἀκόρεστον εἰς θεοπτίαν, ὑπεμφαίνειν ἔοικεν, τὸ βλέπειν ἀεὶ τὰ Χερουβὶμ ἐπὶ τὸ ἱλαστήριον. Ἐν τῷ ἰδίῳ δὲ σχήματι γράφει τὸν Υἱὸν καὶ ὁ προφήτης Ἡσαΐας, λέγων· «Εἶδον τὸν Κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ Σεραφὶμ εἱστήκεσαν κύκλῳ αὐτοῦ,» καὶ ἓξ μὲν ἑκάστῳ πτέρυγας ἐκπεφυκέναι, φησὶ, καλύπτειν δὲ αὐτὰ, ταῖς μὲν δυσὶ τοὺς πόδας, ταῖς δὲ δυσὶ τὰ πρόσωπα, πέτεσθαι δὲ ταῖς ἑτέραις. Καὶ εἰ μὲν οἴοιτό τις ὅτι τὸ τοῦ Θεοῦ πρόσωπον, καὶ μὴν καὶ τοὺς πόδας κατεκάλυπτον τὰ Σεραφὶμ, οὐδὲν ἀπεικὸς ἐννοεῖν τι τοιοῦτον. Μετατρέποντες γὰρ εἰς Ἑλλήνων φωνὴν, τοῦ Σεραφὶμ τὴν δήλωσιν, γνώσεως πληθυσμὸν ἤτοι σοφίας χύσιν σημαινομένην εὑρήσομεν. Ὑπεμφαίνουσι τοιγαροῦν τῷ σχήματι καὶ μάλα σαφῶς, αἱ πάνσοφοί τε καὶ ἀνωτάτω δυνάμεις, ὅτι Θεοῦ πρόσωπον οὐ θέμις ὁρᾶσθαι πρός τινος. Ἄποπτος γὰρ παντελῶς ἡ ὑπὲρ πάντα νοῦν ἐστι φύσις, καὶ φῶς ἀπρόσιτον οἰκεῖ, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνὴν, καὶ «Οὐδεὶς ὄψεται Θεοῦ πρόσωπον, καὶ ζήσεται,» κατά γε τὸ παρ' αὐτοῦ πρὸς Μωσέα τὸν ἱερώτατον εἰρημένον ὀρθῶς. Ἀλλ' οὐδ' ἄν τις γνοίη τά τε ἴχνη καὶ τὰς ὁδοὺς αὐτοῦ. Γέγραπται γὰρ, «Ὦ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ!» Ψάλλει δὲ καὶ ὁ μακάριος ∆αβὶδ, καὶ σοφὸν ἀνακρούει μέλος· «Ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται.» Ὥσπερ γὰρ οὐκ ἄν τις ἴδοι ἴχνος ἐν ὕδασιν, ἢ ἀνθρώπου τυχὸν ἢ νεὼς, ἢ τῶν ἐν αὐτοῖς νηχομένων, οὕτως οὐκ ἂν καταθρήσειέ τις θείας τε καὶ ἀποῤῥήτους ὁδούς. Ὧν ἂν εἶεν εἰς τύπον οἱ πόδες. Εἰ δὲ δὴ καὶ τὰ ἑαυτῶν πρόσωπα καὶ τοὺς πόδας καταπυκάζειν ταῖς πτέρυξιν ὑποτοπήσαιτό τις τὰ ἅγια Σεραφὶμ, ἐννοῶμεν ὅτι τῆς περὶ Θεοῦ σοφίας, ἤτοι γνώσεως ἀρχὴν ἢ τέλος ἰδεῖν οὐ θέμις. Ἀκατάληπτος γὰρ καὶ αὐτὴ, καὶ ὑπὲρ νοῦν ἐστι τὸν ἀνθρώπινον. Ἀρχὴ δὲ παντὸς σώματος, κεφαλή· τέλος δὲ οἱ πόδες. Τὸ ἱλαστήριον οὖν ἄρα Χριστὸς, ὃς καὶ ἐν σαρκὶ πεφηνὼς, οὐδὲν ἧττόν ἐστι Θεὸς, καὶ Κύριος, φύσει τε καὶ ἀληθῶς, περιεστώσας ἐν κύκλῳ δουλοπρεπῶς καὶ αὐτὰς ἔχων τὰς ἀνωτάτω δυνάμεις. Ἔφη δέ που καὶ λόγος ἡμῖν ἱερὸς, ὡς μετά γε τὸ ἐκστῆναι τὸν Σατανᾶν τὴν ἐν Χριστῷ μεθέντα πεῖραν, ὅτε νενήστευκεν ὑπὲρ ἡμῶν, ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ· «Πνεύματα γάρ εἰσι λει τουργικὰ εἰς διακονίαν ἀποστελλόμενα, διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίας.» Ἄνωθεν δὲ τοῦ ἱλαστηρίου, γνωσθήσομαί σοι, φησὶ, καὶ λαλήσω σοι, δύο που, καθάπερ ἐγᾦμαι, καὶ διὰ τούτου δηλῶν. Ἢ γὰρ ὅτι ἄνθρωπος ὢν ὁ Χριστὸς, τὰ ὑπὲρ ἀνθρώπου λαλήσει φύσιν, καὶ οὐχὶ μόνοις ἐμμενεῖ τοῖς τῆς κενώσεως μέτροις, διά γε τὸ εἶναι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν. «Ἐγὼ γὰρ, ἔφασκε, καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» καὶ, «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» Ἢ ἐκεῖνό που τάχα· γινώσκεται γὰρ ἄνωθεν τοῦ ἱλαστηρίου καὶ τῶν Χερουβὶμ, τουτέστιν, ἐν ὑπεροχῇ καὶ δόξῃ τῇ ὑπὲρ ἄνθρωπον, καὶ παντὸς ἐπέκεινα γενητοῦ, ὧν τὸ ἀκρότατόν τε καὶ ὑπέρτατον τὰ Σεραφὶμ, εἰ καὶ γέγονε σάρξ. Ἐκ χρυσοῦ δὲ τὸ ἱλαστήριον, καὶ αὐτὰ τὰ Σεραφίμ. Ἡ μὲν γὰρ εὐκλεής τε καὶ περικαλλεστάτη φύσις, Θεός. Ἐν ὁμοιώσει δὲ τῇ πρὸς αὐτὸν κατὰ μέθεξιν, τὰ γενητά. Τοῖς δὲ ἐν κύκλῳ καὶ ἀγχοῦ γεγονόσιν αὐτοῦ, τὴν τῆς ἰδίας καὶ φυσικῆς φαιδρότητος ἐπιμερίζει μέθεξιν, ὡς φωτὸς ἐπί τι τῶν πέλας ἀντανακλωμένου, καὶ λαμπρότητι τῇ ἰδίᾳ τὸ προστυχὸν καταυγάζοντος. {ΠΑΛΛ.} Ὀρθῶς ἔχει, καὶ ἀπεξεσμένος ἡμῖν εἰς τἀληθὲς, ὁ λόγος. {ΚΥΡ.} Μετὰ δὲ τὴν τοῦ ἱλαστηρίου κατασκευὴν, καὶ ἑτέρως ἡμῖν τὸ Χριστοῦ μυστήριον σκιαγραφεῖ, λέγων· «Καὶ ποιήσεις τράπεζαν χρυσοῦ καθαροῦ.» ∆ακτυλίους τε αὐτῇ προσερειρῆσθαι δεῖν ἐπιτάξας, καὶ χρυσοῦς ἐμβάλλεσθαι τοὺς ἀναφορέας, μέτρα τε αὐτῆς καὶ εὐτεχνίας τοὺς τρόπους, καθ' οὓς ἂν γένοιτο λαχοῦσα τὸ ἐκπρεπὲς εἰς εἶδος τὸ ἀνωτάτω σαφέστατα διειπὼν, «Καὶ ἐπιθήσεις, φησὶν, ἐπὶ τὴν τράπεζαν ἄρτους ἐνωπίους, ἐναντίον μου διὰ παντός.» Χρυσᾶ δὲ αὐτῆς τὰ σκεύη, τρυβλία τε καὶ θυίσκας, καὶ μὴν καὶ κυάθους, καὶ σπονδεῖα γενέσθαι προστέταχεν. Ἆρ' οὐκ ἐναργῶς ὁ ἄρτος ἡμῖν ὁ ἐξ οὐρανοῦ κατεδείκνυτο, προκεισόμενος κατὰ καιροὺς ἐν ἁγίαις τραπέζαις ἐκκλησιῶν, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ; {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Τρυβλία τε καὶ θυίσκαι, κύαθοί τε καὶ σπονδεῖα, καὶ τὰ δι' ὧν τῆς ἁγίας τραπέζης ἡ μυστικὴ καὶ ἱερωτάτη πληροῦται χρεία, οὐ τῶν θείων κειμηλίων τύπος ἂν εἶεν. ὦ τᾶν; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Ἀλλὰ ταυτὶ μὲν ἐν τῇ Ἐξόδῳ. Τραπέζης δὲ πέρι καὶ μὴν καὶ προθέσεως ἄρτων, κεχρησμῴδηκεν ὁ νομοθέτης ἐν τῷ Λευιτικῷ· ἀνευρύνει δὲ ὥσπερ τὴν ἐντολὴν, τίνα τε τρόπον ἡ πρόθεσις ἔσται, διδάσκει σαφῶς, λέγων οὕτως· «Καὶ λήψεσθε σεμίδαλιν, καὶ ποιήσετε αὐτὴν δώδεκα ἄρτους. ∆ύο δεκάτων ἔσται ὁ ἄρτος ὁ εἷς. Καὶ ἐπιθήσετε αὐτοὺς δύο θέματα, καὶ ἓξ ἄρτους τὸ ἓν θέμα ἐπὶ τὴν τράπεζαν τὴν καθαρὰν ἔναντι Κυρίου. Καὶ ἐπιθήσετε ἐπὶ τὸ θέμα λίβανον καθαρὸν καὶ ἅλα, καὶ ἔσονται εἰς ἄρτους εἰς ἀνάμνησιν προκείμενα τῷ Κυρίῳ, τῇ ἡμέρᾳ τῶν σαββάτων προσθήσεται ἔναντι Κυρίου διαπαντὸς ἐνώπιον τῶν υἱῶν Ἰσραὴλ, διαθήκην αἰώνιον· καὶ ἔσται Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ. Καὶ φάγονται αὐτὰ ἐν τόπῳ ἁγίῳ· ἔστι γὰρ Ἅγια τῶν ἁγίων τοῦτο αὐτῶν, καὶ ἀπὸ τῶν θυσιαζομένων τῷ Κυρίῳ, νόμιμον αἰώνιον.» Ἐν δέ γε τοῖς Ἀριθμοῖς, ὡς ἕνα πάλιν ἄρτον ἡμῖν τὸν ἐξ οὐρανοῦ καὶ ἐξ ἡμῶν· γέγονε γὰρ Θεὸς ὢν φύσει καθ' ἡμᾶς ὁ Λόγος, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, κατεδείκνυ λέγων πρὸς τὸν ἱεροφάντην Μωϋσέα· «Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἐν τῷ πο-ρεύεσθαι ὑμᾶς εἰς τὴν γῆν ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ, καὶ ἔσται, ὅταν ἐσθίητε ὑμεῖς ἀπὸ τῶν ἄρτων τῆς γῆς, ἀφαιρεῖτε ἀφαίρεμα ἀφόρισμα Κυρίῳ ἀπαρχὴν φυράματος ὑμῶν· ἄρτον ἀφαίρεμα ἀφοριεῖτε αὐτὸ ὡς ἀφαίρεμα ἀπὸ ἅλωνος, οὕτως ἀφαιρήσετε ἀπαρχὴν φυράματος ὑμῶν, καὶ δώσετε τῷ Κυρίῳ ἀφαίρεμα εἰς τὰς γενεὰς ὑμῶν.» Καὶ ἀπονητὶ μὲν διὰ τούτων καταθεῷτό τις ἂν τὸ τῆς ἀληθείας μυστήριον. Λελέξεται δὲ πρὸς ἡμῶν ἐν ἰδίῳ καιρῷ λεπτῶς καὶ ἀπηκριβωμένως, εἰς ἕτερον ἡμῖν ἱδρῶτα συγγραφῆς μετεῤῥηκότος τοῦ λόγου. Πλὴν ἐκεῖνο, οἶμαί που, κατατεθήποι τις ἂν εἴς γε τὸ παρὸν ἡμῖν, ὦ Παλλάδιε. {ΠΑΛΛ.} Τὸ ποῖόν τι φής; {ΚΥΡ.} Πολυειδῶς γὰρ ἡμῖν ἐμφανῆ καθιστὰς τὸν Ἐμμανουὴλ, καὶ δι' ἑτέρου πάλιν αὐτὸν ἀναπλάττει λόγου. Πρὸς γάρ τοι Μωϋσέα φησί· «Καὶ ποιήσεις λυχνίαν ἐκ χρυσίου καθαροῦ, τορνευτὴν ποιήσεις τὴν λυχνίαν· ὁ καυλὸς αὐτῆς καὶ οἱ καλαμίσκοι, καὶ οἱ κρατῆρες, καὶ οἱ σφαιρωτῆρες, καὶ τὰ κρίνα ἐξ αὐτῆς ἔσται. Ἓξ καλαμίσκοι ἐκ τοῦ κλίτους τοῦ δευτέρου.» Καὶ αὖ ἐπὶ τούτοις τὰ εἰς κόσμον τε καὶ χρείαν τῷ τεχνήματι τελοῦντα προστεθεικὼς, κρίνα τέ φημι, καὶ σφαιρωτῆρας καὶ καρυίσκους, ἐπεφώνει πάλιν· «Ὅλη τορνευτὴ, ἐξ ἑνὸς χρυσίου καθαροῦ· καὶ ποιήσεις τοὺς λύχνους αὐτῆς ἑπτὰ, καὶ ἐπιθήσεις τοὺς λύχνους αὐτῆς. Καὶ φανοῦσιν ἐκ τοῦ ἑνὸς προσώπου. Καὶ τὸν ἐπαρυστῆρα αὐτῆς, καὶ τὰ ὑποθέματα αὐτῆς ἐκ χρυσίου καθαροῦ, ποιήσεις πάντα τὰ σκεύη ταῦτα ταλάντου χρυσίου καθαροῦ. Ὅρα, ποιήσεις κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει.» Χρυσῆ μὲν οὖν ἡ λυχνία τύπον ἐπέχουσα τοῦ Χριστοῦ. Φύσει γὰρ καὶ ἀληθείᾳ Θεὸς ὁ Υἱός· χρυσῷ δὲ παρεικαστέον, καθὰ καὶ ἐν τοῖς ἀνωτέρω διωριζόμεθα, τὴν θείαν λαμπρότητα καὶ ὑπεροχήν. Τορνευτὴ δὲ ὅτι περικαλλὴς καὶ πέρα λόγου παντὸς, τό γε ἧκον εἰς εὐμορφίαν τὴν νοητὴν, ὁ Ἐμμανουήλ. Γέγραπται γὰρ ὅτι «Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.» Οὐκοῦν τὸ ἐκτετορνεῦσθαι τὴν λυχνίαν, τὸ εἰς εἶδος ἐκπρεπὲς, δῆλον δὲ ὅτι τὸ θεοπρεπὲς, κατεδείκνυεν ἂν εὖ μάλα τοῦ Ἐμμανουήλ. Εἰς δεξιὸν δὲ καὶ εὐώνυμον, οἷάπερ ἐκ δένδρου καλαμίσκους ἐκπεφυκότας, συναναθρώσκειν δὲ τῷ μέσῳ καυλῷ, καὶ εἰς ὕψος αἴρεσθαί φησι τὸ ἰσοστατοῦν. Εἷς γὰρ ὢν κατὰ φύσιν ὁ Μονογενὴς, καὶ ἐν ἁπλότητι τῇ κατ' οὐσίαν, ὡς Θεὸς, διαφόροις ἐνεργείαις πολλοστὸς εἶναι δοκεῖ, ἀλλ' οὐδὲν εἰσκεκριμένον ἢ ὀθνεῖον ἐν αὐτῷ, κἂν εἰ νοοῖτό πως τοῖς θεοπρεπέσιν ἀξιώμασιν οὐχ ἁπλοῦς. Φῶς γὰρ καὶ ζωὴ, καὶ δύναμις καὶ ἀφθαρσία νοεῖται. Ὅτι γὰρ οὐδὲν εἰσποιητὸν ἐν αὐτῷ διδάξαι βεβουλημένος, προσεπήνεγκεν, οἶμαί που, τὸ, «Οἱ σφαιρωτῆρες καὶ οἱ καλαμίσκοι ἐξ αὐτῆς ἔστωσαν· ὅλη τορνευτὴ ἐκ χρυσίου καθαροῦ,» τοῦτ' ἔστιν, ὅλος διόλου Θεὸς, οὐκ ἐν ἴσῳ τοῖς γενητοῖς ἡγιασμένος, οὐδὲ ὥσπερ ἄγγελοι τυχὸν ἐν ἰδίᾳ νοούμενοι φύσει, κατηγλαϊσμένοι δὲ ἐκείνου χάριτί τε καὶ δόξῃ, καὶ οἷάπερ χρυσίῳ καθαρῷ, τῇ τοῦ πνεύματος δόσει κατακεχρισμένοι, ἀλλ' αὐτὸ τῇ φύσει τὸ χρῆμα, Θεὸς, ἡ καθαρωτάτη τε καὶ ὑπερτάτη φύσις. Ἑπτὰ δὲ οἱ λύχνοι· κατὰ πολλοὺς γὰρ τρόπους ὁ παρὰ Χριστοῦ φωτισμός. Καὶ, «Ὧ μὲν δέδοται λόγος σο-φίας, ἑτέρῳ δὲ λόγος γνώσεως, διάκρισίς τε πνευμάτων,» καὶ τὰ λοιπά. Τελειότητος δὲ σημεῖον, ὁ ἑπτὰ πάλιν ἐστὶν ἀριθμός. Παντέλειος δὲ καὶ κατὰ φύσιν ἰδίαν ὁ Ἐμμανουὴλ, ὡς Θεὸς, καὶ τῶν παρ' αὐτοῦ χαρισμάτων ἐν διανομῇ, τελείως ἔγκειται τοῖς ἑλεῖν ἀξίοις. Οὐ γὰρ «Ἐκ μέτρου δίδωσι τὸ πνεῦμα,» κατὰ τὴν τοῦ Ἰωάννου φωνὴν, ἀλλ' «ἐκ τοῦ πληρώματος ἡμεῖς πάντες ἐλάβομεν.» Εἶτά φησι· «Καὶ ἐπιθήσεις τοὺς λύχνους, καὶ φανοῦσιν ἐκ τοῦ ἑνὸς προσώπου.» Ἀλλὰ τίς ἂν γένοιτο τυχὸν ἡ τοιάδε θέσις, ἐν τοῖς Ἀριθμοῖς ἐδήλου σαφῶς, οὕτω λέγων· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν λέγων· Λάλησον Ἀαρὼν, καὶ ἐρεῖς πρὸς αὐτόν· Ὅταν ἐπιθῇς τοὺς λύχνους ἐκ μέρους κατὰ πρόσωπον τῆς λυχνίας, φωτιοῦσιν οἱ ἑπτὰ λύχνοι· καὶ ἐποίησεν οὕτως Ἀαρὼν ἐκ τοῦ ἑνὸς μέρους κατὰ πρόσωπον τῆς λυχνίας, καὶ ἐξῆψε τοὺς λύχνους αὐτῆς, καθὰ συνέταξε Κύριος τῷ Μωσῇ» Σύνες δὴ οὖν, ὅτι κατὰ πρόσωπον τῆς λυχνίας, οἱ ἑπτὰ τετραμμένοι λύχνοι, τὸ φῶς τοῖς ὁρῶσιν ἐνίεσαν. Οὐ γὰρ τοῖς κατόπιν καὶ οἱονεί πως ἐν ἀποστροφῇ κειμένοις τῇ παρὰ Θεῷ, τὸ θεῖόν τε καὶ νοητὸν ἐπιλάμπει φῶς, ἀλλὰ τοῖς εἰς ὄψιν ἠγμένοις δι' ἁγιασμοῦ, καὶ ἀντιπροσώποις ἤδη γεγονόσι διὰ τῆς ἐν πίστει παῤῥησίας, καὶ τῆς ἔν γε τῷ βιοῦν ὀρθῶς παγκάλου σεμνότητος. Βδελυρὸν μὲν γὰρ καὶ ἀπηχθημένον πᾶν ὅσον ἐστὶν ἐν φαυλότητί τε καὶ ἀπειθίᾳ. Τίμιον δὲ καὶ ἐν ἐπισκέψει Θεοῦ, τὸ εὐπειθὲς καὶ εὐήνιον. Ἰουδαίοις μὲν γὰρ ἐμπαροινεῖν ἑλομένοις ἀκαθέκτως αὐτῷ, καὶ διὰ φωνῆς Ἡσαΐου φησίν· «Ὅταν τὰς χεῖρας ἐκτείνητε πρὸς μὲ, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν.» «Ὀφθαλμοὶ δὲ Κυρίου ἐπὶ δικαίους,» κατὰ τὸ ἐν Ψαλμοῖς ὑμνούμενον. {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Τῆς ἁγίας ταυτησὶ λυχνίας μέμνηται σαφῶς καὶ ὁ θεσπέσιος Ζαχαρίας· ἔφη γὰρ, ὅτι «Καὶ ἐπέστρεψεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, καὶ ἐξήγειρέ με, ὃν τρόπον ἐξηγέρθη ἄνθρωπος ἐκ τοῦ ὕπνου αὐτοῦ, καὶ εἷπε πρὸς μὲ, Τί σὺ βλέπεις; Καὶ εἶπα, Ἑώρακα, καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη, καὶ τὸ λαμπάδιον αὐτῆς, καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς, καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς· μία ἐκ δεξιῶν τοῦ λαμπαδίου αὐτῆς, καὶ μία ἐξ εὐωνύμων. Καὶ ἐπηρώτησα, καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ, λέγων, Κύριε, τί ἐστι ταῦτα; καὶ εἶπε πρὸς μὲ, λέγων, Οὐ γινώσκεις τί ἐστι ταῦτα; Καὶ εἶπα, Οὐχὶ, Κύριε.» Ὁ μὲν οὖν μακάριος προφήτης διεπυνθάνετο λέγων, Τί ἐστι ταῦτα, Κύριε; Βραχὺ δὲ διήγημα παρενθεὶς ὁ θεσπέσιος ἄγγελος διερμηνεύει τὴν ὅρασιν, καὶ τὴν τῆς λυχνίας κατασκευὴν εἰς Χριστὸν ἀναφέρει λέγων περὶ τῶν ἐν αὐτῇ λύχνων ἑπτὰ, «Οὗτοι οἱ ὀφθαλμοὶ Κυρίου, ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν.» Εἰ γὰρ χρή τι καὶ τῶν παχυτέρων εἰπεῖν, μυρίοις ὅσοις ἡμᾶς ὀφθαλμοῖς τὸ θεῖον ὁρᾷ καὶ κατασκέπτεται τὰ ἀνθρώπινα, γινώσκων τὰ ἐν τῷ σκότει, κατὰ τὸ γεγραμμένον, «Καὶ τὸ φῶς μετ' αὐτοῦ ἐστιν.» Εἰ γὰρ καὶ ἡμῖν τοῖς ἐν κόσμῳ τὸ φῶς ἐνίησι Θεὸς, καταπλουτήσειεν ἂν αὐτὸ καὶ πρό γε τῶν ἄλλων ἐν ἰδίᾳ φύσει λαχών. Ἢ εἴπερ οὐχ ὧδε ἔχειν ὑποπτεύουσί τινες, ὥρα που τάχα τοῖς ὧδε φρονεῖν ἑλομένοις ἐπιφωνεῖν, «Σύνετε δὴ ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροί ποτε φρονήσατε. Ὁ φυτεύσας τὸ οὖς, οὐχὶ ἀκούει; ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν, οὐχὶ κατανοεῖ; Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ ἠκονημένος μᾶλλον μαχαίρας διστόμου, διικνούμενος μέχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας, καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ. Πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ.» Φωτίζει δὴ οὖν καὶ ἐφορᾷ πάντα Χριστός. Τοιγάρτοι καὶ ἔφασκε δι' ἑνὸς τῶν προφητῶν· «Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν. Μὴ ἀπ' ἐμοῦ κρυβήσεταί τι;» Λάθοι γὰρ ἂν οὐδὲν τὸν πάντα εἰδότα νοῦν. Ἢ οὐκ ἄριστά σοι ταῦτα διεσκέφθαι δοκῶ; {ΠΑΛΛ.} Παντάπασι μὲν οὖν. {ΚΥΡ.} Ἀσύνηθες δέ τι περὶ τὴν λυχνίαν ὁ προφήτης ὁρῶν, ἐλαιῶν γὰρ ἦσαν κλάδοι, προσεπυνθάνετο λέγων, «Τί αἱ δύο ἐλαῖαι αὗται αἱ ἐκ δεξιῶν τῆς λυχνίας καὶ ἐξ εὐωνύμων; Καὶ ἐπηρώτησα,» φησὶν, «ἐκ δευτέρου, καὶ εἶπα πρὸς αὐτόν· Τί οἱ δύο κλάδοι τῶν ἐλαιῶν, οἱ ἐν ταῖς χερσὶ τῶν δύο μυξωτήρων τῶν χρυσῶν, τῶν ἐπιχεόντων καὶ ἐπαναγόντων τὰς ἐπαρυστρίδας τὰς χρυσᾶς; Καὶ εἶπε πρός με,» φησὶν, «Οὐ γινώσκεις τί ἐστι ταῦτα; Καὶ εἶπα, Οὐχὶ, Κύριε. Καὶ εἶπέ μοι· Οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος παρεστήκασι τῷ Κυρίῳ πάσης τῆς γῆς.» {ΠΑΛΛ.} Τίς οὖν ἄρα γέγονε χρεία τῷ μακαρίῳ προφήτῃ, τοῦ καὶ εἰς αὖθις ἀναπυθέσθαι δεῖν; Ἐπηρώτησα γὰρ, φησὶν, ἐκ δευτέρου. {ΚΥΡ.} Ἢ γὰρ οὐχὶ φαίης ἂν, ὦ Παλλάδιε, σοφόν τε εἶναι καὶ πρέπον, τοῖς γε ὅλως ὀρθὰ φρονεῖν ᾑρημένοις, ἀκριβεῖς καὶ ἀπεξεσμένους τὰς ἐφ' ὅτῳ οὖν τῶν ἀναγκαίων ποιεῖσθαι πεύσεις; {ΠΑΛΛ.} Φημί. {ΚΥΡ.} Κλῶνας δὴ οὖν ἐλαιῶν θαλῷ βρύοντας ἁπαλῷ καὶ νεοθαλεῖ τεθεαμένος ὁ προφήτης, ἐλαίας αὐτοὺς, καὶ οὐκ ἐξ ἐλαιῶν ὠνόμαζε κλάδους. Εἶτα σεσιώπηκεν ὁ θεσπέσιος ἄγγελος, τὴν ἐμφρονεστέραν καὶ ἀληθῆ περιμένων πεῦσιν· ἐπειδὴ δὲ διεγηγερμένος, δύο κλάδους ἐλαιῶν ὠνόμαζε λοιπὸν, καὶ ἀναμαθεῖν ἐλιπάρει, τίνος ἂν εἴη σύμβολα ταυτὶ ἐδιδάσκετο παραχρῆμα, τοῦ ἀγγέλου λέγοντος· «Οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος παρεστήκασι τῷ Κυρίῳ πάσης τῆς γῆς.» Υἱοὺς δὲ πιότητος δύο, τόν τε ἐξ Ἰσραὴλ, καὶ μέν τοι τὸν ἐξ ἐθνῶν ἀπεκάλει λαὸν, οὓς καὶ τῷ Κυρίῳ πάσης τῆς γῆς παρεστάναι φησὶ, σαφῶς τε καὶ ἐναργῶς εἰς τύπον Χριστοῦ, τὸ ἐπὶ τῇ λυχνίᾳ τέχνημα τιθεὶς, ἧς οἱ κλάδοι τῶν ἐλαιῶν, εἰς δεξιά τε καὶ εὐώνυμα, καὶ οἱονεὶ τὴν ἐν κύκλῳ λαχόντες στάσιν τῷ ἐλαίῳ καταπιαίνονται, ὅ ἐστιν ἁγίου Πνεύματος τύπος, τὸν τῶν πιστευόντων κατάρδοντος νοῦν, κατὰ τὸ, «Ἐν ἐλαίῳ ἐλίπανας τὴν κεφαλήν μου.» {ΠΑΛΛ.} Εἶτα τί μὴ μᾶλλον ἐλαίας αὐτὰς, κλῶνας δὲ μᾶλλον ἐλαιῶν ἀπεκάλει; {ΚΥΡ.} Ὅτι, ὦ ἑταῖρε, καθάπερ ἐξ ἐλαιῶν μόσχια λεπτὰ καὶ ἀρτιθαλεῖς ἐξῄρηνται κλάδοι, μόνον δὲ οὐχὶ μεταβοθρεύονται μετὰ πίστεως εἰς εὐσέβειαν οἱ πεπιστευκότες, οἱ μὲν ἐκ τῆς Ἰουδαίων ὄντες συναγωγῆς, οἱ δὲ, τῆς ἐξ ἐθνῶν πληθύος ἐξῃρημένοι· πεπιστεύκασι γὰρ οὐχὶ πάντες οἱ ἐξ Ἰσραὴλ, οὔτε μὴν ἅπασα τῶν ἐθνῶν εἰσέφρησεν ἡ πληθύς. Κλάδοι τοίνυν ἐλαιῶν, οἱ ὡς ἐκ δένδρων ἀπεσπασμένοι πληθύος Ἰουδαϊκῆς, καὶ μὴν καὶ Ἑλληνικῆς, καὶ ἐν φωτὶ τῷ θείῳ γεγενημένοι, καὶ ἐνσπαταλῶντες ἤδη πως τῇ τοῦ ἁγίου Πνεύματος ἀφθονωτέρᾳ χύσει. Τοῦτο γὰρ οἶμαι δηλοῦν, τὸ, ὡς ἐν μυξωτῆρσι τῶν λύχνων τοὺς τῶν ἐλαιῶν κεῖσθαι κλάδους, ὧν καὶ ὁ μακάριος Ψαλμῳδὸς διαμέμνηταί που, πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν ἀναμελῳδῶν τε καὶ λέγων περί τε τῆς συνηρμοσμένης αὐτῷ νύμφης, τουτέστι, τῆς Ἐκκλησίας, καὶ τῶν ἐν πίστει τέκνων αὐτῆς· «Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου. Οἱ υἱοί σου, ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου.» Ζωοποιούμεθα γὰρ ἐν μεθέξει Πνεύματος, καὶ ἐν ἁγίᾳ τραπέζῃ Χριστοῦ, τὴν εἰς αὐτὸν πίστιν εἰσδεδεγμένοι. {ΠΑΛΛ.} Ναὶ λέγεις ὀρθῶς· «Ἐγὼ γάρ εἰμι,» φησὶν, «ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.» {ΚΥΡ.} Ἀλλὰ λυχνίας μὲν πέρι, καὶ τῶν ἐν αὐτῇ, ταυτὶ πρὸς ἡμῶν εἰς παρὸν εἰρήσεται. Ἴτω δὲ ὁ λόγος ἐπὶ τὸ χαλκοῦν ἤδη θυσιαστήριον, τῆς κατὰ νόμον λατρείας, τὸ χρειωδέστατον. «Ποιήσεις γὰρ,» φησὶ, «θυσιαστήριον ἐκ ξύλων ἀσήπτων. Πέντε πήχεων τὸ μῆκος, καὶ πέντε πήχεων τὸ εὖρος. Τετράγωνον ἔσται τὸ θυσιαστήριον, καὶ τριῶν πήχεων τὸ ὕψος αὐτοῦ· καὶ ποιήσεις τὰ κέρατα ἐπὶ τῶν τεσσάρων γωνιῶν, ἐξ αὐτοῦ ἔσται τὰ κέρατα, καὶ καλύψεις αὐτὰ χαλκῷ, καὶ ποιήσεις στεφάνην τῷ θυσιαστηρίῳ, καὶ τὸν καλυπτῆρα αὐτοῦ, καὶ τὰς φιάλας αὐτοῦ, καὶ τὰς κρεάγρας αὐτοῦ, καὶ τὸ πυρεῖον αὐτοῦ, πάντα τὰ σκεύη αὐτοῦ ποιήσεις χαλκᾶ.» Πεντάπηχυ μὲν οὖν εἰς εὖρός τε καὶ μῆκος τὸ θυσιαστήριον. Ἔδει γὰρ, ἔδει μέτρων αὐτῷ, καὶ λίαν ἀφθονωτάτων. Σχίσαι τε γὰρ ἐπ' αὐτῷ καὶ βοῶν ἔμελλον ἀναφέρεσθαι τμήματα, καὶ ὁλοκαυτώσεις, οἰῶν τε καὶ τράγων ἀναφοραὶ καθιερουμένων Θεῷ. Ταύτῃτοι χαλκῆ καὶ ἐσχάρα καὶ πυρεῖον αὐτῷ, κρεάγραι τε καὶ φιάλαι, καὶ πάντα αὐτοῦ τὰ σκεύη, ὡς ἂν δύναιντο ταῖς κατὰ νόμον θυσίαις, τὴν παρά γε σφῶν αὐτῶν εἰσκομίζοντα χρείαν, ταῖς τοῦ παμφάγου πυρὸς μὴ καταφθείρεσθαι προσβολαῖς. Στεφάνην δὲ καὶ τὰ ἐπὶ ταῖς γωνίαις κέρατα, τῷ τοῦ σχήματος κάλλει προσθήσομεν. Ἄχαρι γὰρ οὐδὲν παρὰ τῷ πανσόφῳ Θεῷ. Πλὴν, ἐκεῖνο πάλιν δὴ φέρε λέγωμεν, ἀκριβῆ τὸν νοῦν ἐπερείδοντες τοῖς ἐφ' ἑκάστῳ τεθεσπισμένοις. Θυσιαστήριον προστέταχε ταῖς κατὰ νόμον θυσίαις ἐοικὸς καὶ πρέπον, ἀλλ' οὐδὲν ἐν αὐτῷ χρυσοῦν, καθάπερ ἀμέλει, καταθεῷτό τις ἂν ἐπὶ τῆς κιβωτοῦ, λυχνίας τε αὖ καὶ τραπέζης, καὶ τῶν ἀμφ' αὐτήν. {ΠΑΛΛ.} Τί δὴ οὖν ἄρα καὶ τοῦτό ἐστι; {ΚΥΡ.} Οὐ γὰρ δὴ τῆς θείας τε καὶ ἀκηράτου φύσεως τὴν κατὰ πάντων ὑπεροχὴν, καὶ ἀσύγκριτον λαμπρότητα, ὡς ἐν νοήσει λέγω, τὸ χρυσίον εὖ μάλα καταδηλοῦν ἐλέγομεν, ὦ Παλλάδιε; {ΠΑΛΛ.} Ὧδε ἔχει. {ΚΥΡ.} Ἄθρει δὴ οὖν, ἀχρύσωτον παντελῶς τῆς κατὰ νόμον λατρείας τὸ θυσιαστήριον, αἴνιγμά που τὸ χρῆμα τιθέντος ἡμῖν τοῦ Θεοῦ, καὶ μάλα σαφῶς, ὅτι Πνεύματος ἁγίου πρόξενος ἥκιστα μὲν ὁ νόμος, τετίμηται δὲ οὐχὶ τοιαύτῃ χάριτι τῆς ἐν τύπῳ λατρείας ἡ δύναμις. Πνεῦμα γὰρ ἦν δουλείας ἐπὶ τὸν Ἰσραήλ· ἡμῖν δὲ τὸ δῶρον ἀπενεμήθη διὰ Χριστοῦ μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν. Ἐνεφύσησε γὰρ, λέγων, «Λάβετε Πνεῦμα ἅγιον.» Τοιγάρτοι καὶ Παῦλος προσεφώνει τοῖς πεπιστευκόσιν, «Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν, Ἀββᾶ ὁ Πατήρ.» Ὅτι δὲ τῆς κατὰ νόμον λατρείας ἡ δύναμις τὴν τοῦ ἁγίου Πνεύματος οὐκ ἐπλούτει μέθεξιν, δέδονται δὲ μᾶλλον τοῖς ἐν πίστει δεδικαιωμένοις, πληροφορήσει λέγων ὁ σοφὸς Ἰωάννης· «Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη.» Οὔπω γὰρ ἀνεβίω Χριστός· μονονουχὶ γὰρ τότε κατεχρυσώθη τῷ Πνεύματι, καὶ κοινωνίᾳ τῇ πρὸς αὐτὸν, ἡ ἀνθρώπου φύσις. Χρυσοῦ μὲν δὴ δίχα, ταύτῃτοι γενέσθαι προστέταχε τὸ θυσιαστήριον, καθάπερ ἐγῷμαι, τὸν δὲ ἐπὶ τῷ χαλκῷ λόγον, ἐξ οὗ καὶ πεποίητο, παραδραμεῖν, ὡς ἔοικε, τοῖς φιλομαθέσιν οὐκ ἀζήμιον. Ἐκτέκοι γὰρ ἄν τι τῶν ἀναγκαίων ἡ βάσανος, καθάπερ τὸ ὑπό του σοφῶς εἰρημένον, Ἐν παντὶ μεριμνῶντι ἔνεστι περιττόν. {ΠΑΛΛ.} Τί οὖν ἂν ἔχοις εἰπεῖν καὶ ἐπὶ τῷδε πάλιν; {ΚΥΡ.} Ἄκουε δή· ψήφῳ μὲν γὰρ τῇ ἄνωθεν εἰς ἱερέα καὶ ἡγούμενον τὸν θεσπέσιον Ἀαρὼν κεχειροτονῆσθαί φησι τὸ Γράμμα τὸ ἱερόν. Κορέ γε μὴν καὶ ∆αθὰν, καὶ τοῖς ἀμφ' αὐτοὺς, ἡ ἀγρία πληθὺς τῆς ἄνωθεν ψήφου προαλέστατα καταθέοντες, καὶ τῶν θείων κατεξανιστάμενοι νόμων, πυρεῖα προσῆγον ἄκλητοι καὶ αὐτόμολοι πρὸς τοῦτο ἰόντες, καὶ τιμὴν ἁρπάζοντες, οὐ νεμηθεῖσαν αὐτοῖς, ἀντιπαρεξάγοντες καὶ μάλα θερμῶς, τὰ ἐξ ἀπονοίας καὶ θράσους, ἱερεῖ τῷ προὔχοντι, καὶ τῶν ἄλλων ἁπάντων ἀπολέγδην ἐξῃρημένῳ. Ἐσκιαγραφεῖτο δὲ διὰ τούτων ἡ ἐσομένη κατὰ Χριστοῦ τῶν Ἰουδαίων ἀπόνοια. Αὐτὸς γὰρ ἡμῶν ἀρχιερεὺς, ψήφῳ πρὸς τοῦτο ἠγμένος τῇ παρὰ Πατρὸς, καὶ οἱ μὲν τῶν οὕτως αἰσχρῶν ἐπιχειρημάτων ἐκτετίκασι δίκας· ἀποτίσουσι δὲ καὶ μετ' αὐτοὺς Ἰουδαῖοι τοῖς ἴσοις ἐγκλήμασι γεγονότες ἔνοχοι. Θεὸς δὲ δὴ τότε πρὸς Μωσέα τε τὸν ἱερὸν, καὶ μὴν καὶ πρὸς Ἐλεάζαρ ἔφη, τὸν ἐξ Ἀαρὼν τὸν ἱερέα· «Ἀνέλεσθε τὰ πυρεῖα τὰ χαλκᾶ ἐκ μέσου τῶν κεκαυμένων, καὶ τὸ πῦρ τὸ ἀλλότριον τοῦτο σπεῖρον ἐκεῖ, ὅτι ἡγίασε τὰ πυρεῖα τῶν ἁμαρτωλῶν τούτων ἐν ταῖς ψυχαῖς αὐτῶν. Καὶ ἐποίησαν αὐτὰ λεπίδας ἐλατὰς, περίθεμα τῷ θυσιαστηρίῳ, ὅτι προσηνέχθησαν ἔναντι Κυρίου, καὶ ἡγιάσθησαν. Καὶ ἐγένοντο εἰς σημεῖον τοῖς υἱοῖς Ἰσραήλ. «Ταύτῃ μὲν οὖν ἔφη τὸ τηνικάδε Θεός. Ἐν τῇ Ἐξόδῳ δὲ γέγραπται περὶ τοῦ Βεσελεὴλ, ὃς ἦν ἐκ πατρὸς μὲν Οὐρίου, φυλῆς δὲ τῆς ∆ὰν, καὶ πάσης εὐτεχνίας ἡγούμενος· «Οὗτος ἐποίησε τὸ θυσιαστήριον τὸ χαλκοῦν ἐκ τῶν πυρείων τῶν χαλκῶν, ἃ ἦν τοῖς ἀνδράσι τοῖς καταστασιάσασι μετὰ τῆς Κορὲ συναγωγῆς.» {ΠΑΛΛ.} Τί οὖν τοῦτό γε; {ΚΥΡ.} Πολλὴν ἂν ἔχοι τὴν ὄνησιν, εἰ ἐννοοῖτο ὅτι πεποίηται μὲν ἡ κιβωτὸς εἰς τύπον Χριστοῦ, καὶ μέν τοι καὶ τὰ ἕτερα, λυχνία, φημὶ, καὶ τὸ ἱλαστήριον, καὶ ἐκ χρυσίου τράπεζα, προσκομίσαντος τοῦ λαοῦ καὶ ἀναθέντος ἑκάστου τὸ ἐν χερσί. ∆εκτοὶ γὰρ λίαν εἰς δόξαν Θεοῦ καὶ Πατρὸς, οἱ καρποφοροῦντες Χριστῷ, καὶ δωροφορίας προσάγοντες τὰς πνευματικὰς, ὧν ἦσαν ἐκεῖνοι τύποι καὶ σκιαί. Τῆς δὲ κατὰ νόμον λατρείας τὸ θυσιαστήριον, παροξυσμοῦ καὶ ἀντιλογίας, καὶ ἵν' οὕτως εἴπω λοιπὸν, ἀντάρσεως τῆς καθ' ἱερέως τοῦ μεγάλου γεγενημένης, οἱονεί πως ὑπόμνημα καὶ προαναφώνησις, ἐν αὐτῇ κειμένη τῇ κατασκευῇ, μυστικῶς τε καὶ οἰκονομικῶς σημαίνεται. Ἆρά σοι σαφὲς τὸ αἴνιγμα; Χριστοῦ γὰρ εἰς τύπον ὁ Ἀαρών· πεφιλονεικήκασι δὲ τῇ τοῦ Χριστοῦ δόξῃ καὶ Ἰουδαῖοι, καὶ ἀντιλέγεται διὰ τοῦτο τὸ κατὰ νόμον θυσιαστήριον. Πέπαυται γὰρ ἡ ὡς ἐν σκιαῖς λατρεία· καὶ ἐν Χριστῷ δὴ μᾶλλον εὐωδιάζομεν τῷ Πατρὶ τὴν νοητὴν εὐοσμίαν· καὶ τοῦτο ἡμῖν ὡς ἐν σκιαῖς πάλιν ὑπετύπου, λέγων· «Καὶ ποιήσεις μοι θυσιαστήριον θυμιάματος ἐκ ξύλων ἀσήπτων, καὶ ποιήσεις αὐτὸ πήχεως τὸ μῆκος, καὶ πήχεως τὸ εὖρος· τετράγωνον ἔσται, καὶ δύο πήχεων τὸ ὕψος. Ἐξ αὐτοῦ ἔσται τὰ κέρατα αὐτοῦ, καὶ καταχρυσώσεις αὐτὸ χρυσίῳ καθαρῷ, τὴν ἐσχάραν αὐτοῦ, καὶ τοὺς τοίχους αὐτοῦ κύκλῳ, καὶ τὰ κέρατα αὐτοῦ.» Σκυτάλας δὲ αὐτῷ καὶ κρίκους, καὶ ἀναφορέας, ἕτερά τε τοιαῦτα προστεθεικὼς, καὶ θήσεις αὐτὸ, φησὶν, «Ἔναντι τοῦ καταπε τάσματος τοῦ ὄντος ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖ Θεός· καὶ θυμιάσει ἐπ' αὐτοῦ Ἀαρὼν θυμίαμα σύνθετον λεπτὸν τὸ πρωΐ, πρωΐ· ὅταν ἐπισκιάζῃ τοὺς λύχνους, θυμιάσει ἐπ' αὐτοῦ. Καὶ ὅταν ἐξάπτῃ Ἀαρὼν τοὺς λύχνους τὸ ὀψὲ, θυμιάσει ἐπ' αὐτοῦ θυμίαμα ἐνδελεχισμοῦ διὰ παντὸς ἔναντι Κυρίου εἰς τὰς γενεὰς αὐτῶν. Καὶ οὐκ ἀνοίσεις ἐπ' αὐτῷ θυμίαμα ἕτερον· κάρπωμα θυσίας, καὶ σπονδὴν οὐ σπείσεις ἐπ' αὐτοῦ. Καὶ ἐξιλάσεται ἐπ' αὐτοῦ Ἀαρὼν ἐπὶ τῶν κεράτων αὐτοῦ, ἅπαξ τοῦ ἐνιαυτοῦ ἀπὸ τοῦ αἵματος τοῦ καθαρισμοῦ τῶν ἁμαρτιῶν τοῦ ἐξιλασμοῦ. Ἅπαξ τοῦ ἐνιαυτοῦ καθαριεῖ αὐτὸ εἰς τὰς γενεὰς αὐτῶν· Ἅγιον τῶν ἁγίων ἐστὶ τῷ Κυρίῳ.» {ΠΑΛΛ.} Εἰς τύπον ἄρα Χριστοῦ καὶ τοῦτο παραδεξόμεθα; {ΚΥΡ.} Πάνυ μὲν οὖν, ὦ Παλλάδιε. Ἀληθὲς γὰρ ὅτι τὸ χρῆμά ἐστι, τὸ τίμιον αὐτοῦ καὶ βαθὺ μυστήριον ἐνδείξ[ει]εν ἂν καὶ μάλα ῥᾳδίως τοῖς γε ᾑρημένοις τὰ τοιάδε πολυπραγμονεῖν ἰσχνῶς τε καὶ κατεῤῥινημένως. Πεποίητο μὲν γὰρ ἐκ ξύλων ἀσήπτων, χρυσῷ δὲ ὅλον ἀλήλ[ε]ιπτο. Ἀδιάφθορον γὰρ τὸ σῶμα Χριστοῦ, καὶ φύσιν ἐν ἑαυτῷ τὴν θείαν καταπλουτοῦν· «Γέγονε γὰρ σὰρξ ὁ Λόγος, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Ἀπαρχὴ δὲ ἡμῶν ὁ Χριστὸς, καὶ ῥίζα τοῦ γένους ἀνακτιζομένου πρὸς ἀφθαρσίαν διὰ τῆς πρὸς Θεὸν ἑνώσεως, εἰ καὶ ἐξαιρέτως ἐπ' αὐτοῦ τὸ χρῆμα νοοῖτο. Κέρατα δὲ τῷ θυσιαστηρίῳ, καὶ οἱονεὶ χεῖρες ἐκπεπετασμέναι, καὶ τοῦ τιμίου σταυροῦ τὸ σχῆμα προαναπλάττοντα. Εἰ δὲ δὴ τέτταρά τις εἶναι λέγοι τὰ κέρατα, ἀδικοῦν οὐδὲν, εἴς γε τὸ νοεῖν ὀρθῶς τὸν φιλομαθῆ. Τετραγώνου τε γὰρ καὶ ἰσοπλεύρου πανταχῆ τοῦ θυσιαστηρίου τυγχάνοντος, ἴση πανταχόθεν τῶν κεράτων ἡ θέα· καὶ τίς ὁ τοῦδε λόγος; ἐν παντὶ γὰρ τόπῳ Χριστὸς γινώσκεται, καὶ οὗτος ἐσταυρωμένος· αὔχημα δὲ τοῦτο λαμπρὸν τοῖς πιστεύουσιν εἰς αὐτόν. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος, «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ, δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ.» Πρόσκειται δὲ τῷ τεχνήματι, τὰ τελοῦντα πρὸς κόσμον, στεφάνη στρεπτή· καὶ γάρ ἐστιν ἀληθῶς «Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων» ὁ Ἐμμανουήλ. Ἐπενήνεκται δὲ καὶ τὰ εἰς χρείαν αὐτῷ, οἱ ἀναφορεῖς τε καὶ τὰ λοιπά. Φέρεσθαι γὰρ ἐν κόσμῳ κατὰ τοὺς τῶν ἀναζεύξεων καιροὺς τὸ θεῖον ἔδει θυσιαστήριον. Ἔδρων δὲ τοῦτο καὶ οἱ θεσπέσιοι μαθηταὶ, Χριστὸν περιφέροντες διὰ τοῦ κηρύγματος εὐσχημόνως τε καὶ κατὰ τάξιν, ὡς Θεοῦ διάκονοι καὶ οἰκονόμοι μυστηρίων Χριστοῦ. «Θήσεις δὲ,» φησὶ, «τὸ θυσιαστήριον ἀπέναντι τοῦ καταπετάσματος τοῦ ὄντος ἐπὶ τῆς κιβωτοῦ τῶν μαρτυρίων ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖθεν.» {ΠΑΛΛ.} Εἶτα τί τὸ ἀναγκαῖον καὶ χώρων αὐτῶν οἶμαι, τῶν τεταγμένων; {ΚΥΡ.} Ὡς βαθὺς μὲν ὁ λόγος, καὶ ἀμυδρὸς ἄγαν ἐρῶ δὲ ὡς ἔνι, Θεῷ πίσυνος τῷ καὶ αὐτοὺς σοφοῦντι τοὺς τυφλούς. Κιβωτὸν γενέσθαι ἐκ ξύλων ἀσήπτων καὶ χρυσίου καθαροῦ, φησὶ, καὶ ἦν ὁ νόμος ἐν αὐτῇ, τουτέστιν, ὁ θεῖος λόγος, ἤτοι τὰ μαρτύρια. Τύπος γὰρ ἦν τὸ χρῆμα, τοῦ ἐκ Θεοῦ φύντος Λόγου, κατοικήσαντος ἐν ἡμῖν, καὶ σαρκὸς ἐν ὁμοιώματι γεγονότος, κατὰ τὰς Γραφάς. Εἶτα καταπέτασμά τι τέσσαρσι στύλοις ἐπιτετανυσμένον, ἀπαιωρεῖσθαι τῇ κιβωτῷ δεῖν ἔφη. Ὄνομα δὲ τῷ καταπετάσματι, τὸ ἱλαστήριον. Χριστὸς δὲ καὶ τοῦτο. «Ἱλασμὸς γάρ ἐστιν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, καὶ ἱλαστήριον διὰ πίστεως.» Ὠνόμαζε γὰρ οὕτως ὁ Παῦλος αὐτόν· γεγράφατο δὲ καὶ οἱονεί πως ἐν κύκλῳ τοῦ ἱλαστηρίου τὰ Χερουβὶμ, τῶν ἀνωτάτω δυνάμεων τὴν ὑπὸ Θεῷ δουλείαν· Θεὸς γὰρ ὁ Λόγος· καὶ τὸ ἀγχοῦ δὴ μάλα, καὶ μὴν καὶ τὸ παρεστάναι λειτουργικῶς, εὖ μάλα σημαίνοντα. Εἶτα Θεὸς ἔφη πρὸς Μωσέα· «Καὶ γνωσθήσομαί σοι ἐκεῖθεν, καὶ λαλήσω σοι ἄνωθεν τοῦ ἱλαστηρίου ἀναμέσον τῶν δύο Χερουβὶμ τῶν ὄντων ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου.» Ἦν δὲ, ὡς ἔφην, ἡ κιβωτὸς ὁ Χριστὸς, ὡς ἐν ἀφθάρτῳ σώματι Θεὸς Λόγος, πλὴν εἰς γῆν ἡ κιβωτός· γέγονε δὲ καὶ ἐν ὑφέσει καὶ ἐν χθαμαλότητι τῇ καθ' ἡμᾶς ὁ Μονογενής. Μορφὴν γὰρ ὑπέδυ τὴν δουλοπρεπῆ, καὶ κεκένωκεν ἑαυτόν. Αὐτὸς δὲ πάλιν ἐστὶ τὸ ἱλαστήριον, τὸ ὑψοῦ κείμενον, καὶ ὑπὸ τῶν ἄνω ∆υνάμεων δορυφορούμενον. Οὐ γὰρ ἐκ μόνων ἡμῖν τῶν τῆς κενώσεως τρόπων γνώριμος ὁ Υἱὸς, ἀλλὰ καὶ ἐξ ὧν ἐστι Θεὸς καὶ τῶν ὅλων Κύριος. Εἰ γὰρ καὶ τεταπείνωκεν ἑαυτὸν διὰ τὸ ἀνθρώπινον, ἐν τοῖς καθ' ἡμᾶς οἰκονομικῶς καταβεβηκὼς, ἀλλ' «Ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα.» Τύπος δ' ἂν εἴη καὶ τοῦδε, τὸ ὑψοῦ τεθεῖσθαι τὸ ἱλαστήριον εἰς δεξιὸν καὶ εὐώνυμον ἀναγεγραμμένων τῶν Χερουβίμ. Ἔνθα γὰρ ἂν ἡ Θεῷ πρέπουσα μόνῳ φαίνοιτο λειτουργία, ἐκεῖ δήπου εἴη ἂν πάντως καὶ ἡ τῆς θεότητος δόξα, καὶ τῶν ὑπὲρ λόγον ἀξιωμάτων ἡ ὑπεροχή. «Ἄνωθεν δὲ τῶν Χερουβὶμ, γνωσθήσομαί σοι,» φησὶν, ὁ πάντων ∆εσπότης, τὴν ἄῤῥητον φύσιν μὴ ἐν οἷς ἡ κτίσις ζῃτεῖσθαι προστάττων, ἀλλ' ἐπέκεινα πάντως τοῦ κεκλημένου πρὸς ὕπαρξιν· Θεοῦ γὰρ φύσει λόγος τε καὶ τόπος ὁ πρεπωδέστατος, τὸ πέρα τε καὶ ἄνω παντὸς γενητοῦ. Οὐκοῦν ὁ ὑπεράνω τῶν Χερουβὶμ τόπος, καὶ αἰσθητῶς ἐν τῇ ἁγίᾳ σκηνῇ μονονουχὶ τὴν θείαν ἡμῖν καταδηλοῖ φύσιν· ταύτῃτοι τὸ χρυσοῦν θυσιαστήριον εἰς τύπον Χριστοῦ γεγονὸς, ἀποκεῖσθαι προστέταχεν ἀπέναντι τοῦ ὑπεράνω τῶν Χερουβὶμ χρηματίζοντός τε καὶ νοουμένου τοῦ οἱονεί πως εἰς ὄψιν Θεοῦ καὶ ἐν ὀφθαλμοῖς τοῦ Πατρὸς ἐν Χριστῷ γενέσθαι τὰ καθ' ἡμᾶς τοῦτό που σημαίνοντος. Ἐν ἀποστροφῇ γὰρ ὄντα τὸν ἄνθρωπον, καὶ προσκεκρουκότα Θεῷ διὰ τὴν παράβασιν καὶ πολλὴν ἁμαρτίαν, ἔστησε πάλιν ἐν προσώπῳ τοῦ Πατρὸς ὡς ἐν ἑαυτῷ καὶ πρώτῳ Χριστός. «Πρόδρομος γὰρ ὑπὲρ ἡμῶν εἰσβέβηκεν εἰς τὸν οὐρανὸν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν,» καθὰ γράφει Παῦλος ἡμῖν ὁ σοφός. Ὁ γὰρ ὑπάρχων ἀεὶ μετὰ τοῦ ἰδίου Πατρὸς, νῦν ἐμφανισθῆναι λέγεται ὡς ἐν ἑαυτῷ γε καὶ πρώτῳ παρατιθεὶς ἐν ὄψει τοῦ Πατρὸς τὰ ἀνθρώπινα, καὶ τὴν ἀρχαίαν ἐκείνην ἀποστροφὴν μεθιστάς. «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν,» κατὰ τὰς Γραφάς. {ΠΑΛΛ.} Ἄραρεν οὖν ὅτι Χριστοῦ πάλιν εἰκὼν τὸ θυσιαστήριον τὸ χρυσοῦν. {ΚΥΡ.} Καὶ πρός γε δὴ τούτῳ νοοῖτ' ἂν εἰκότως αὐτὸς ὁ θυμίαμα τὸ σύνθετον καὶ λεπτόν. Αὐτὸς γὰρ ὁ ἀρχιερεύς· «Θυμιάσει γὰρ,» φησὶν, «ἐπ' αὐτοῦ Ἀαρὼν θυμίαμα σύνθετον, λεπτόν·» καὶ σύνθετον μὲν τὸ θυμίαμα· Θεὸς γὰρ ὢν ὁ Λόγος, γέγονε σάρξ. Καὶ συντέθειταί πως ἡμῖν ὁ Ἐμμανουὴλ, θείας φύσεώς τε καὶ ἀνθρωπότητος εἰς ἐνότητα τὴν ὑπὲρ νοῦν, ἀποῤῥήτως συνηνεγμένην. Λεπτὸν δὲ, ὅτι τὸ παχὺ τῆς κατὰ νόμον λατρείας οὐκ ἔχει. «Θυσίας γὰρ καὶ προσφορὰν οὐκ ἠθέλησας. Ὁλοκαύτωμα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας. Σῶμα δὲ κατηρτίσω μοι, φησί· τότε εἶπον, Ἰδοὺ ἥκω· τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου.» Καὶ τί δὴ τοῦτό ἐστι τὸ θέλημα τοῦ Πατρὸς, αὐτὸς ἡμᾶς ἐν Εὐαγγελίοις μεμυσταγώγηκε λέγων, ὅτι «Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πεμψαντός με, ἵνα πᾶν ὃ δέδωκέ μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.» Προσκεκόμικε γὰρ ἑαυτὸν ὑπὲρ ἡμῶν εἰς ὀσμὴν εὐωδίας, κεχρημάτικέ τε διὰ τοῦτο καὶ ἀρχιερεύς. Οὐκοῦν αὐτὸς ὁ ἀρχιερεὺς, αὐτὸς τὸ θυμίαμα τὸ σύνθετόν τε καὶ λεπτόν· καὶ μαρτυρήσει λέγων ὁ Παῦλος· «Τῷ δὲ Θεῷ χάρις, τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι' ἡμῶν ἐν παντὶ τόπῳ, ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ, ἐν τοῖς σωζομένοις, καὶ ἐν τοῖς ἀπολλυμένοις· οἷς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν.» Προσεφώνει δὲ καὶ ἡμῖν· «Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ ὡς τέκνα ἀγαπητὰ, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.» Καὶ τόν γε τοῦ θυμιᾷν ἐναργῆ καθίστη καιρὸν, ἅπαντα δὲ δεῖν ἐν τάξει τε καὶ εὐκοσμίᾳ πράττεσθαι νομοθετῶν, καὶ δι' ὧν ἂν ἡμῖν ἡ τῶν εἰς τὸ εἴσω θεωρημάτων εὖ ἔχοι δύναμις. «Τὸ πρωῒ» γὰρ, φησὶ, «καὶ τὸ ὀψὲ τῶν λύχνων ἐξαπτομένων καὶ ἐπισκιαζομένων,» τοῦ μὲν ὀψὲ καὶ πρωῒ, τὸ ἀδιάλειπτόν τε καὶ διηνεκὲς ἐμφαίνοντος, τοῦ δὲ ὑπὸ λύχνοις χρῆναι θυμιᾷν, ἐκεῖνό που τάχα παραδηλοῦντος εὖ μάλα, ὅτι φωτὶ τῷ θείῳ καταλαμπόμενοι, τότε δὴ, τότε τῆς εὐωδίας Χριστοῦ πλουσίως ἀναπιμπλάμεθα, ἴμεν τε οὕτω πρὸς αἴσθησιν τῶν ἔσω σκηνῆς ἀγαθῶν, ἤτοι τῆς τῶν θείων χαρισμάτων διανομῆς, ἣν τοῖς ἀξίοις ὀρέγει Χριστός· Ὥστε εἴ τις οὔπω γέγονεν ἐν φωτὶ διὰ πίστεως, ἔστι που πάντως καὶ τῆς νοητῆς εὐωδίας ἀμέτοχος, ἔτι τὸ Χριστοῦ μὴ εἰδὼς μυστήριον. «Ἐὰν γὰρ μὴ πιστεύσητε, οὐδ' οὐ μὴ συνῆτε, φησί. Προσβολὴ γὰρ ἡ πίστις, εἰς σύνεσιν ἀποφέρουσα, καὶ οἱονεὶ πρὸς παραδοχὴν τοῦ θείου φωτὸς ἁπλοῦσα τὸν νοῦν. Ἐνδελεχισμοῦ δὲ ὀνομάζει τὸ θυμίαμα. Καιρὸς γὰρ οὐδεὶς, καθ' ὃν οὐκ εὐωδιάζει Χριστὸς ἐν τῇ ἁγίᾳ σκηνῇ, τουτέστιν, ἐν τῇ Ἐκκλη-σίᾳ. Ἀποφάσκει δὲ παντελῶς, τὸ δεῖν ἐπ' αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ θυσιαστηρίου τοῦ Χριστοῦ, σπονδὴν κατακεῖσθαι, καὶ ἀναφέ[ρε]σθαι κάρπωμα. Κατήργηται γὰρ ἐν Χριστῷ τὰ ἐν νόμῳ, καὶ εἰς τέλος ἕρπουσιν αἱ σκιαί. Τοῦτο, οἶμαι, ἔστι σπονδὴ καὶ κάρπωμα. Καὶ μαρτυρεῖ λέγων ὁ προφήτης· «Ἐξῆρται ἐξ οἴκου Κυρίου θυσία καὶ σπονδή.» Ἀναδεδειγμένης γὰρ ἤδη τῆς ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνήσεως καὶ λατρείας, περιτταί πως αἱ σκιαὶ, καὶ τὸ ἐν τύποις εἰκαῖον καὶ ἀνόνητον παντελῶς· καινὴ γὰρ κτίσις ἐν Χριστῷ. Τῆς γὰρ χάριτος ἐκπεπτώκασιν οἱ ἐν νόμω δικαιούμενοι μετὰ τὴν τῆς ἀληθείας ἀνάδειξιν. «Οὐκ ἀνοίσεις δὲ,» φησὶν, «ἐπὶ τὸ θυσιαστήριον θυμίαμα ἕτερον.» Παραδεξόμεθα γὰρ ἐν Χριστῷ ἕτερον παντελῶς οὐδένα. Ῥαββὶ δὲ τῶν ὄντων ἐροῦμεν οὐδενί. Εἷς γὰρ ἡμῶν διδάσκαλος καὶ καθηγητὴς, καὶ αὐτῷ δὴ μόνῳ προσκεισόμεθα, λέγοντες, «Μῦρον ἐκκενωθὲν ὄνομά σου. ∆ιὰ τοῦτο νεάνιδες ἠγάπησάν σε. Εἵλκυσάν με, ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦσαι.» Ἢ οὐχὶ τοῦτό ἐστι τὸ, «Οὐκ ἀνοίσεις ἐπ' αὐτὸ θυμίαμα ἕτερον;» Μόνου γὰρ Χριστοῦ τὸ εὐῶδες ἐν Ἐκκλησίᾳ τοῖς γε ἀληθῶς ἐχέφροσιν ἐξαρκοίη ἂν, ἑτέρας ὀσμῆς οὐκ ἐφιεμένοις· καθάπερ ἀμέλει καὶ οἱ τάλανες Ἰουδαῖοι. Τὸ μὲν γὰρ θυμίαμα τὸ σύνθετον καὶ λεπτὸν, τουτέστι, Χριστὸν, ταῖς ἀπονοίαις περιυβρίζουσιν. Καὶ ἀμέτοχοι μὲν τῆς ἱερᾶς ταύτης ἢ καὶ θείας ἀληθῶς μεμενήκασιν εὐωδίας· ἕτερον δὲ ἀντ' αὐτοῦ παραδέξονται, τὸν τῆς ἀνομίας υἱὸν, «τὸν ἀντικείμενον καὶ ὑπεραιρόμενον ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ, κατὰ τὸ γεγραμμένον, καθίσαι, ἀποδεικνύοντα ἑαυτὸν ὅτι ἐστὶ Θεὸς,» ὃς καὶ τὴν θείαν σκηνὴν καταμιαίνει, καπνὸς ὢν ἀλλότριος, καὶ ἵν' οὕτως εἴπω, κακοσμία διαβολική· «Ἔσται γὰρ αὐτοῦ,» φησὶν, «ἡ παρουσία κατ' ἐνέργειαν τοῦ Σατανᾶ.» {ΠΑΛΛ.} Συνίημι ὃ φής. Καὶ γάρ ἐστιν ἐναργὴς ὁ λόγος. {ΚΥΡ.} Ἐξιλάσασθαί γε μὴν ἐπὶ τοῦ θυσιαστηρίου τοῦ θυμιάματος, προστάττει τῷ Ἀαρὼν ἅπαξ τοῦ ἐνιαυτοῦ καταχρίοντι τῷ αἵματι τοῦ καθαρισμοῦ τῶν ἁμαρτιῶν, τὰς τῶν κεράτων ἀρχάς. «Ἅγιον γὰρ,» φησὶ, «τῶν ἁγίων ἐστί.» Καὶ τοῦτό σοι σαφὲς καταστήσει, λέγων, ὁ θεσπέσιος Παῦλος· «Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελεωτέρας σκηνῆς, οὐ χειροποιήτου, τουτέστιν, οὐ ταύτης τῆς κτίσεως· οὐδὲ δι' αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑ ράμενος.» Ὡς γὰρ αὐτός που πάλιν φησὶν, «Ἅπαξ ἀποθανὼν, οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύσει. Ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ.» Εἰσῄει τοίνυν ὁ θεσπέσιος Ἀαρὼν εἰς τὰ Ἅγια τῶν ἁγίων, ἅπαξ τοῦ ἐνιαυτοῦ, δι' αἵματος τοῦ καθαρισμοῦ τῶν ἁμαρτιῶν. Καὶ ὅρα Χριστὸν ἐν τουτοισὶ πάλιν, αἵματι τῷ ἰδίῳ τῆς ἁπάντων σωτηρίας καὶ ζωῆς, μονονουχὶ τὸν ἴδιον καταῤῥαίνοντα σταυρόν. Σταυροῦ γὰρ τύπος τὰ κέρατα, τῇδε κἀκεῖσε ὡς ἐν τάξει χειρῶν ἀποτάδην ἐκνενευκότα. Οὐκοῦν ἀποθανόντα μὲν ἅπαξ ἐννόει Χριστὸν, Ἅγιον δὲ τῶν ἁγίων ὄντα, κατὰ φύσιν, ὡς Θεόν. Καὶ γάρ ἐστιν ἀληθὴς Ἰωάννης, λέγων, ὅτι «Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν.» Χριστοῦ γὰρ μέτοχος ἡ πᾶσά ἐστι ὁρατὴ καὶ ἀόρατος κτίσις. Ἄγγελοί τε γὰρ καὶ ἀρχάγγελοι, καὶ τὰ ἔτι τούτων ἐπέκεινα, καὶ αὐτὰ δὲ τὰ Χερουβὶμ, οὐχ ἑτέρως ἅγια, πλὴν ὅτι διὰ μόνου Χριστοῦ, ἐν ἁγίῳ Πνεύματι. Αὐτὸς οὖν ἄρα ἐστὶ τὸ θυσιαστήριον, αὐτὸς δὲ τὸ θυμίαμα, καὶ ἀρχιερεὺς, αὐτὸς δὲ ὁμοίως τὸ αἷμα τοῦ καθαρισμοῦ ἁμαρτιῶν. {ΠΑΛΛ.} Ναὶ λέγεις ὀρθῶς. Πλὴν ὅ τί ποτέ ἐστι τοῦ καθαρισμοῦ τῶν ἁμαρτιῶν τὸ αἷμα, σαφῶς ἐννοεῖν οὐκ ἔχω. {ΚΥΡ.} Προανατυπῶν ὁ νόμος τὴν δι' αἵματος ἀποκάθαρσιν καὶ τὸ θῦμα τὸ ἱερὸν, φημὶ δὴ Χριστὸν, δι' οὗ καὶ σεσώσμεθα, τὸν ἐξ ἁμαρτίας ἐντετηγμένον ἡμῖν διαδιδράσκοντες μολυσμὸν, ὧδέ πή φησιν ἐν τῷ Λευϊτικῷ· «Ἐὰν δὲ πᾶσα,» φησὶ, «συναγωγὴ Ἰσραὴλ ἀγνοήσῃ, καὶ λάθῃ ῥῆμα ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς, καὶ ποιήσωσι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου, ἣ οὐ ποιηθήσεται, καὶ πλημμελήσωσι, καὶ γνωσθῇ αὐτοῖς ἡ ἁμαρτία, ἢν ἥμαρτον ἐν αὐτῇ, καὶ προσάξει ἡ συναγωγὴ μόσχον ἐκ βοῶν ἄμωμον περὶ τῆς ἁμαρτίας, καὶ προσάξει αὐτὸν παρὰ τὰς θύρας τοῦ μαρτυρίου τῆς σκηνῆς, καὶ ἐπιθήσουσιν οἱ πρεσβύτεροι τῆς συναγωγῆς τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου ἔναντι Κυρίου, καὶ σφάξουσι μόσχον ἔναντι Κυρίου, καὶ εἰσοίσει ὁ ἱερεὺς χριστὸς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου. Καὶ βάψει ὁ ἱερεὺς τὸν δάκτυλον ἀπὸ τοῦ αἵματος τοῦ μόσχου, καὶ ῥανεῖ ἑπτάκις ἔναντι Κυρίου κατ' ἐνώπιον τοῦ καταπετάσματος τοῦ ἁγίου, καὶ ἀπὸ τοῦ αἵματος ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων τῆς συνθέσεως, ὅ ἐστιν ἐνώπιον Κυρίου, ὅ ἐστιν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.» Καὶ πλατύτερον μὲν περί γε τούτων ἡμῖν κατὰ καιροὺς εἰρήσεται· ἄθρει δὲ ὡς ἐν μόσχῳ πάλιν ὑπὲρ ἡμῶν σφαζόμενον τὸν Ἐμμανουὴλ, καὶ ἁμαρτίας ἡμᾶς ἀπαλλάττοντα, καὶ ἐξιστῶντα δίκης, καὶ ποινῆς ἀποφέροντα, καὶ διὰ τῆς μείζονος καὶ τελειοτέρας ἰόντα σκηνῆς, οὐ διὰ μόσχων καὶ τράγων, ἀλλὰ δι' αἵματος τοῦ ἰδίου, καὶ θανάτου προσάπαξ ἀπογευσάμενον. Ἐπὶ ξύλου γὰρ ἄνω λόγχῃ διανοιγεὶς τὴν πλευρὰν, αἷμά τε καὶ ὕδωρ ἐξέβλυσεν. Τύπος δ' ἂν εἶεν σταυροῦ, καθὰ καὶ φθάσαντες εἴπομεν, αἱ τῶν κεράτων ἐξοχαί. {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Ἀλλ' οὔτι πω μόνῳ τῷ αἵματι καθαίρεσθαι δεῖν αἰνιγματωδῶς ὁ νόμος, ἀλλὰ καὶ ὕδατι τῷ ἁγίῳ προστέταχε. Τελεωτάτη γὰρ ἤδε πρὸς κάθαρσιν ὁδὸς, κατά γε τὸ ἐν Χριστῷ μυστήριον. {ΠΑΛΛ.} Πῶς δὲ δὴ ἄρα καὶ τοῦτο δέδειχεν, ἢ τίνα τρόπον; {ΚΥΡ.} Γέγραπται γὰρ, ὅτι «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Ποίησον λουτῆρα χαλκοῦν, καὶ βάσιν αὐτοῦ χαλκῆν, ὥστε νίπτεσθαι. Καὶ θήσεις αὐτὸν ἀνὰ μέσον τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἀνὰ μέσον τοῦ θυσιαστηρίου. Καὶ ἐκχεεῖς εἰς αὐτὸν ὕδωρ· καὶ νίψονται Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἐξ αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας ὕδατι. Ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, νίψονται ὕδατι, καὶ οὐ μὴ ἀποθάνωσιν· ἢ ὅταν προσπορεύωνται πρὸς τὸ θυσιαστήριον λειτουργεῖν, καὶ ἀναφέρειν τὰ ὁλοκαυτώματα Κυρίῳ, νίψονται τὰς χεῖρας καὶ τοὺς πόδας ὕδατι. Ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, νίψονται ὕδατι ἵνα μὴ ἀποθάνωσι· καὶ ἔσται αὐτοῖς νόμιμον αἰώνιον αὐτῷ. καὶ ταῖς γενεαῖς αὐτοῦ μετ' αὐτόν.» Ὅτι μὲν οὖν ἡ διὰ τοῦ ἁγίου βαπτίσματος ὡς ἔν γε δὴ τούτῳ προανεγράφετο χάρις, οὐκ ἀσυμφανές. Βαπτιζόμεθα γὰρ, οὐ σαρκὸς ἀπόθεσιν ῥύπου ἀποκερδαίνοντες, ἀλλὰ τῶν νοῦ καὶ καρδίας ἀπαλλαττόμενοι μολυσμῶν, καὶ τὰς τῶν πλημμελημάτων ἀπολουόμενοι κηλίδας, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ καλοῦντος εἰς σωτηρίαν. ∆εδικαιώμεθα γὰρ οὐκ ἐξ ἔργων νόμου, κατὰ τὰς Γραφὰς, ἀλλ' ἐκ πίστεως Ἰησοῦ Χριστοῦ. Θέα δὲ δὴ, ὅπως καίτοι κατὰ νόμον ἅγιος ὢν ὁ Ἀαρὼν, καὶ μὴν καὶ οἱ σὺν αὐτῷ λειτουργεῖν ἐπιτεταγμένοι, προσαπονίζονται χεῖράς τε καὶ πόδας ὕδατι, πόνων δὲ οὕτως ἅπτονται τῶν ἱερῶν, καὶ μὴν εἰς τὰ Ἅγια τῶν ἁγίων εἰστρέχουσι, δειμάτων ἐλεύθεροι, σαφῶς τε καὶ ἐναργῶς καταδηλοῦντος, οἶμαί που, καὶ τοῦτο τοῦ νόμου, μόνον δὲ οὐχὶ καὶ αὐτοῦ διακεκραγότος τοῦ πράγματος, ὡς ἀνίερος παρὰ Θεῷ, καὶ ὁ δοκῶν εἶναί τις κατὰ νόμον ἱερὸς, εἰ μὴ ἀπολούσαιτο τῷ ὕδατι, καὶ ὅτι τῆς ἐν νόμῳ λατρείας ἡ δύναμις οὐκ ἀπόχρη πρὸς κάθαρσιν. Προαπενίζοντο γοῦν, καίτοι κατὰ νόμον ἡγιασμένοι, καθαίρεται δὲ, οὔτι που τὸ καθαρὸν, ἀλλὰ τὸ ῥυποῦν καὶ ἀκάθαρτον. Τοιουτονὶ δὲ καὶ αὐτὸς εἴρηκεν ὁ Χριστὸς, «Ὁ λελουμένος οὐ χρείαν ἔχει, εἰ μὴ τοὺς πόδας νίψασθαι, ἔστι γὰρ καθαρός.» Γράφει δὲ καὶ σοφώτατος Παῦλος, ὡς ἔστιν ἀδύνατον αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας. Ἀτελὴς οὖν ὁ νόμος εἰς ἁγιασμὸν, εἰ μὴ προσγένοιτο τοῖς δεδιψηκόσι τὴν πρὸς Θεὸν οἰκειότητα τὸ σωτήριον βάπτισμα. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Ἰωάννης, καίτοι τοῖς ἄγαν αὐχήμασιν εὖ μάλα κατεστεμμένος, καὶ ἀρετῆς εἰς τοῦτο διέρπειν εἰδὼς, ὡς εἰς λῆξιν ἤδη γενέσθαι τὴν ἀνωτάτω, βαπτίζεσθαι παρεκάλει τῷ Σωτῆρι λέγων· «Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι.» {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Χεῖρες δὲ καὶ πόδες ἀπονιπτόμενοι, ἔργου καὶ πορείας τῆς οἱονεὶ πρὸς ἕκαστα τῶν πρακτέων, τὸ καθαρὸν καὶ ἀκίβδηλον ὑποσημαίνουσιν. Τουτὶ δὲ ἡμῖν ἐξησκηκόσιν, ἐφεῖται μὲν εἰσελθεῖν εἰς τὴν ἐσωτέραν σκηνὴν, προσκομίζειν δὲ τῷ Θεῷ θυσίας πνευματικὰς, καὶ ὡς ἐν τάξει θυμιαμάτων τῆς εὐαγγελικῆς πολιτείας καθιεροῦν οἱονείπως τὴν εὐοσμίαν. Παρεγγυᾷ δὲ χρησίμως ἀπονίζεσθαι δεῖν τοὺς εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσελαύνειν ἐθέλοντας, καὶ τῶν ἱερῶν ἔργων ἐπιμελητὰς, ἵνα μὴ ἀποθάνωσιν. Χρῆμα γὰρ ἐπισφαλὲς καὶ ἐπιζήμιον ἀληθῶς, τὸ ἐγγίζειν Θεῷ μὴ κεκαθαρμένους. Τοιγάρτοι καὶ σοφὸς ἡμῖν ἐπισκήπτει Παῦλος, εἰ τῆς μυστικῆς εὐλογίας μεταλαχεῖν ἐθέλοιμεν, ἑαυτοὺς δοκιμάζειν, προσιέναι τε οὕτω λοιπόν. Πρᾶγμα δὲ ὅτι καὶ κινδύνου μεστὸν τὸ ἀτημελὲς ἐν τούτοις, ἐκκαλύπτει λέγων· «∆ιὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Κρινόμενοι δὲ ὑπὸ Κυρίου, παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.» {ΠΑΛΛ.} Ἄραρεν οὖν ὅτι τὴν διὰ τοῦ ἁγίου βαπτίσματος ὁ ἱερὸς ἡμῖν λουτὴρ προκατεδείκνυε χάριν. {ΚΥΡ.} Ὧδε ἔχει· μὴ γὰρ ἐνδοιάσῃς ὅλως. Καὶ τόν γε τῆς τούτου κατασκευῆς περιαθρήσας τρόπον, κατατεθηπὼς ἂν, οἶμαι, καὶ ἔτι μειζόνως ἔσῃ. Γέγραπται γὰρ ὡδὶ περὶ τοῦ Βεσελεὴλ, τοῦ τὰ ἐν τῇ σκηνῇ τετεχνουργηκότος· «Οὗτος ἐποίησε τὸν λουτῆρα τὸν χαλκοῦν, καὶ τὴν βάσιν αὐτοῦ χαλκῆν, ἐκ τῶν κατόπτρων τῶν νηστευσασῶν, αἳ ἐνήστευσαν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, ἐν ᾗ ἡμέρᾳ ἔπηξεν αὐτήν. Καὶ ἐποίησε τὸν λουτῆρα, ἵνα νίπτωνται ἐξ αὐτοῦ Μωσῆς τε καὶ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας, εἰσπορευομένων αὐτῶν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, οἳ ὅταν προσπορεύωνται εἰς τὸ θυσιαστήριον, λειτουργεῖν, ἐνίπτοντο ἐξ αὐτοῦ, καθάπερ συνέταξεν ὁ Κύριος τῷ Μωσῇ.» {ΠΑΛΛ.} Καὶ τί τῶν κατόπτρων τὸ χρῆμα; τίνες δὲ ἄρα καὶ αἱ νηστεύσασαι; {ΚΥΡ.} Πολλὰ τῶν γεγενημένων σαφῆ μὲν οὐκ ἔχει παρὰ τῇ θείᾳ Γραφῇ τὴν ἀφήγησιν. Σημαίνεται δέ πως ἐκ παραδρομῆς, καθάπερ ἀμέλει καὶ τόδε τὸ ἐν χερσί. Ποῦ γὰρ, ἢ τίνες νενηστεύκασι τῆς ἁγίας ἐγηγερμένης σκηνῆς, οὐ λελάληκεν ὁ Μωσῆς. Ὅτι δὲ γέγονεν, οὐκ ἐνδοιάσαι τις ἄν· εἴρηται γὰρ, εἰ καὶ μὴ σαφῶς. Ἀλλὰ τουτὶ δὴ μεθέντες, ἐπ' ἐκεῖνο ἴωμεν, εἰ δοκεῖ. {ΠΑΛΛ.} Τὸ ποῖον; {ΚΥΡ.} Τὰ νενηστευκότα γύναια τίνος ἂν εἶεν εἰς τύπον; τί δὲ τὸ ἐκ τῶν κατόπτρων τὸν λουτῆρα πλάττεσθαι τὸν χαλκοῦν; {ΠΑΛΛ.} Καὶ μὴν, σὸν ἤδη πως καὶ τοῦτο εἰπεῖν. {ΚΥΡ.} Ἄκουε δή· Λελατρεύκασιν εἰδώλοις οἱ ἐξ Ἰσραὴλ, τὴν ὑπὸ τοῖς Αἰγυπτίοις ἀνατλάντες θητείαν, καὶ τοῖς ἐκείνων διαβιοῦντες νόμοις, μακροὺς διατετελέκασι χρόνους. Ἔθος τοίνυν Αἰγυπτίων μάλιστα γυναιξὶν, εἰσφοιτᾷν ἱεροῖς, λινῇ μὲν ἐσθῆτι κατεσταλμέναις, κατόπτρῳ δὲ τὴν ἀριστερὰν, καὶ σείστρῳ τὴν δεξιὰν ἱεροπρεπῶς κατεστεμμέναις, αἳ ὅτι μάλιστα τῶν ἄλλων ἐξειλεγμέναι καὶ ἱερομύστιδες, τῆς τοιαύτης μόλις ἠξιοῦντο τιμῆς, ὕβρεως μὲν οὖν· ὧδε γὰρ ἄμεινόν τε καὶ ἀληθὲς εἰπεῖν. Γύναια δὴ οὖν τῶν ἐξ αἵματος Ἰσραὴλ, λείψανα τῆς ἐν Αἰγύπτῳ λατρείας ἐν ἰδίοις σκεύεσιν εὑρηκότα, ταυτὶ δὴ τὰ κάτοπτρα προσεκόμισαν εἰς καρποφορίαν, ἃ καὶ εἰς τὸ τοῦ λουτῆρος μετεσκευάσθη χρῆμα. Σκηνῆς δὲ τῆς ἁγίας ἐγηγερμένης νενηστεύκασι προσιζήσαντά που ταῖς θύραις, καὶ πάντα ἁγνῶς διαιτώμενα, ὑποδηλοῦντος, οἶμαι, τοῦ πράγματος, ὅτι τῆς ἀληθεστέρας ἀναδεδειγμένης σκηνῆς, τοῦτ' ἔστι, τῆς Ἐκκλησίας ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος, ὡς ὁ θεσπέσιος γράφει Παῦλος, καιρὸς ἤδη πως τοὺς ἀνακειμένους εἰς δόξαν ποτὲ τῆς τῶν δαιμονίων ἀγέλης, εἰς ἱερὰ μεταπλάττεσθαι σκεύη, καὶ ἐπιτηδείως ἔχοντα πρὸς παραδοχὴν τοῦ ἁγίου βαπτίσματος, ὡς καὶ διαπρέπειν δύνασθαι τοῖς ὑπὲρ νόμον αὐχήμασιν. Τουτὶ γὰρ, οἶμαι, ἔστι τὸ ἐκ κατόπτρων Ἑλληνικῶν, ἤτοι κειμηλίων διαβολικῶν, τὸν λουτῆρα πλάττεσθαι τὸν χαλκοῦν, ἐν ᾧ δὴ καὶ τὸ ὕδωρ, τὸ καὶ αὐτὸν ἀποκαθαῖρον Μωσέα, καὶ τῇ κατὰ νόμον ἱερωσύνῃ χρήσιμον εἰς ἀπόνιψιν, δῆλον δὲ ὅτι τὴν νοητήν. Ἢ γὰρ, οὐχὶ σκεύη διαβολικὰ, τοὺς πεπλανημένους καὶ τοῖς δαιμονίοις λελατρευκότας φαίης ἂν εἶναι καὶ αὐτὸς, ὦ Παλλάδιε; {ΠΑΛΛ.} Πῶς γὰρ οὔ; {ΚΥΡ.} Νενηστεύκασι δὲ τὰ γύναια παρὰ τὰς θύρας τῆς σκηνῆς τῆς ἁγίας. Εἴη δ' ἂν καὶ τάδε καλὸν αἴνιγμα καὶ σοφὸν, τοῦ μὴ δι' αἱμάτων εἰστρέχειν ἐν ἐκκλησίαις τοὺς ἐν Χριστῷ δεδικαιωμένους, θυσίαις δὲ μᾶλλον πνευματικαῖς ἐκπρέποντας, καὶ δωροφορίαν ὥσπερ τινὰ προσκομίζοντας τῷ Θεῷ τὴν ἐγκράτειαν, τὴν οἱονεὶ νέκρωσιν τῆς σαρκός. «Παραστήσατε γὰρ,» φησὶ, «τὰ σώματα ὑμῶν, θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν.» Καὶ πάλιν· «∆οξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν.» Οὐκοῦν αἱ νηστεύσασαι τῆς ἁγίας ἐγηγερμένης σκηνῆς, εἰς εἰκόνα τελοῦσι ψυχῶν, οὐ Μωσαϊκοῖς ἐντάλμασι παιδαγωγουμένων ἔτι, πνευματικὴν δὲ μᾶλλον καὶ εὐαγγελικὴν ἀναδεδειγμένων τὴν πολιτείαν ἤδη, καὶ πατουσῶν οὐκ ἀνιδρωτὶ τὰς ἐπιγείους ἡδονὰς, καὶ ἀναμορφουμένων εὖ μάλα πρὸς τὸ ἀκήρατον κάλλος, διὰ τὸ μὴ ἀνέχεσθαι παθεῖν τὰ μυσαρά τε καὶ βέβηλα τῆς φιλοσαρκίας ἐγκλήματα. Ἢ οὐχ οὕτως ἡμῖν ὁ τοῦ βίου τρόπος τοῖς ἐν Χριστῷ κεκλημένοις εἰς ἁγιασμὸν καὶ ἰσχνότητα τὴν πνευματικήν; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Ἀλλὰ ταυτὶ μὲν εἰς τὸ παρὸν σκευῶν ἱερῶν εἰρήσθω πέρι. Φέρε δὲ, εἰ δοκεῖ, καὶ αὐτὴν ἡμῖν ὅπως ἔχει θέσεώς τε καὶ κατασκευῆς κατασκεπτώμεθα τὴν σκηνήν. Καὶ βαθὺ μὲν τὸ χρῆμα, καὶ τῶν καθ' ἡμᾶς ἐπέκεινα μέτρων, βλάβος δὲ οἶμαι τὸ σύμπαν οὐδὲν, πανταχόθεν ἡμᾶς ἐρανίζεσθαι φιλεῖν τὸ τελοῦν εἰς ὄνησιν, καὶ τοῖς ἄγαν ὑπερκειμένοις ὡς ἔνι προσβάλλοντας. {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Εἰ μὲν οὖν ἕλοιτό τις ἄγαν ἰσχνομυθεῖν, μακρὸς ἂν γένοιτο καὶ πολυσχιδὴς ὁ ἐφ' ἑκάστῳ λόγος. Ἰστέον δὲ ὅτι, τὰ μὲν σκευῶν καὶ θεωρίας ἀγχοῦ καὶ λόγων ἐστὶ μυστικῶν, τὰ δὲ εἰς κόσμον τε καὶ χρείαν ἐκμεμηχάνηται τῆς σκηνῆς· ὑποτεμὼν δὲ, ὡς ἔνι, τὸ μῆκος τοῦ λόγου, ἐν βραχέσιν ἐρῶ, καὶ συστελῶ τὸ διήγημα. Ἔφη τοίνυν, ὅτι «Καὶ τὴν σκηνὴν ποιήσεις δέκα αὐλαίας, ἐκ βύσσου κεκλωσμένης, καὶ ὑακίνθου καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου. Χερουβὶμ ἐργασίαν ὑφαντοῦ ποιήσεις αὐτά· μῆκος τῆς αὐλαίας τῆς μιᾶς, ὀκτὼ καὶ εἴκοσι πήχεις, καὶ εὖρος τεσσάρων πήχεων ἡ αὐλαία ἡ μία ἔσται· μέτρον τὸ αὐτὸ ἔσται πάσαις ταῖς αὐλαίαις. Πέντε δὲ αὐλαῖαι ἔσονται ἐξ ἀλλήλων συνεχόμεναι, ἑτέρα ἐκ τῆς ἑτέρας, καὶ πέντε αὐλαῖαι ἔσονται συνεχόμεναι, ἑτέρᾳ τῇ ἑτέρᾳ.» ∆έκα μὲν οὖν αἱ αὐλαῖα· καὶ ἀλλήλων ἀπρὶξ ἡμμέναι· πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρὶ, καὶ τῶν ἐνοικούντων αὐταῖς εἷς που πάντων καὶ ὅσιος ὁ σκοπὸς, μία δὲ καὶ ἡ περὶ Θεοῦ γνῶσις. Ἐν γὰρ εἰρήνῃ κέκληκεν ἡμᾶς ὁ Θεὸς, κατὰ τὸ γεγραμμένον. Ἐκδέξῃ δὲ, εἰ δοκεῖ, τὰς δέκα αὐλαίας, εἶναί τε οἰήσῃ τὸ πλήρωμα τῶν εἰς κόσμον Ἐκκλησιῶν, οὐ διεσπαρμένων εἰς διχόνοιαν, ἢ εἰς ἀσύμφωνον δόξαν, ἀλλ' ἡνωμένων ἐν πνεύματι, καὶ οἱονεί πως συνεσφιγμένων εἰς ἓν καθ' ἑνότητα τὴν ἐν Χριστῷ διὰ πίστεως. Πανταχοῦ γὰρ καὶ ἐν πάσαις εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα. Πλάτος δὲ ἑκάστῃ τῶν αὐλαιῶν πήχεις τέσσαρες, καὶ ὀκτὼ καὶ εἴκοσι τὸ μῆκος. Καὶ περίεργον μὲν καὶ ἰσχνὸν τὸ αἴνιγμα, πλὴν οἶμαι καταδηλοῦν αὐτὸ σκοτεινῶς τε καὶ ἀμυδρῶς, ὅτι καὶ ἡ διὰ νόμου παίδευσις δεκτή πως ἐν Ἐκκλησίαις, στενοτάτη μὲν οὖσα διά γε τὸ ἀσυμφανὲς τοῦ γράμματος· προϊόντος γε μὴν εἰς μῆκος τοῦ χρόνου, τέλος ἕξει τὸ περὶ Χριστοῦ μυστήριον, τοῦτ' ἔστι, τὴν ὀγδόην, ἤτοι τὴν ἐν ὀγδόῃ γενομένην ἀνάστασιν. Τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστὸς, πρὸς ὃν καὶ ὁ θεῖος ἀνακέκραγε ∆αβίδ· «Πλατεῖα ἡ ἐντολή σου σφόδρα.» Γράφει δὲ καὶ ὁ θεσπέσιος Παῦλος, τοῖς τὴν ἐν νόμῳ λατρείαν τῆς εἰς Χριστὸν πίστεως προτετιμηκόσι· «Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται· οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. Τὴν δὲ αὐτὴν ἀντιμισθίαν ὡς τέκνοις λέγω. Πλατύνθητε καὶ ὑμεῖς, μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις.» Ὁρᾷς ὅτι τὸ προσκεῖσθαι θέλειν τοῖς ἀπειθήσασιν Ἰουδαίοις καὶ λαλοῦσιν ἔτι τὰ ἐν νόμῳ μετὰ τὴν πίστιν, στενοχωρεῖσθαι ποιεῖ; {ΠΑΛΛ.} Συνίημι. {ΚΥΡ.} Ἱστία δὲ ταῖς αὐλαίαις ἐκ βύσσου κεκλωσμένης, καὶ ὑακίνθου καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου. Παμποίκιλος γὰρ τῆς Ἐκκλησίας ὁ κόσμος. Τοῦτό τοι καὶ ὁ θεσπέσιος ψάλλει ∆αβὶδ, ὡδί πη λέγων περὶ αὐτῆς· «Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη.» Κόσμημα δὲ καὶ ὡραϊσμὸς ἐν αὐτῇ πολυειδὴς, ὁ Χριστὸς, εἷς μὲν κατὰ φύσιν ὑπάρχων, αἰνίγμασι δὲ πολλοῖς καὶ διαφόροις νοούμενος, οἷον, φέρε εἰπεῖν, καὶ βύσσος κεκλωσμένη. Ἰσχνὸς γὰρ ὢν καὶ ἀσώματος κατὰ φύσιν ὁ ἐκ Θεοῦ τοῦ Πατρὸς Λόγος, κέκλωσται τρόπον τινὰ διὰ τῆς οἱονεὶ πρὸς σάρκα συμπλοκῆς. Οὐκοῦν καὶ βύσσος κεκλωσμένη, καὶ μὴν, καὶ ὡς ὑάκινθος, ὅτι μὴ ἐκ γῆς, ἀλλ' ἄνωθεν καὶ ἐξ οὐρανοῦ· ὑακίνθῳ γάρ πως παρεικάζεται τὸ ὑψοῦ τε καὶ ἄνω καὶ αἰθέριον σῶμα, τὸ καὶ μέχρις αὐτοῦ διῆκον τοῦ στερεώματος. Οὐκοῦν ὡς ὑάκινθος διὰ τὸ ἐξ οὐρανοῦ, πορφύρα δὲ, ὅτι μὴ δοῦλος, ὡς γενητὸς, ἀλλ' ἐκ Θεοῦ βασιλεὺς, καὶ τῶν ὅλων Κύριος. Κεκλωσμένον δὲ κόκκινον· ἐν συμπλοκῇ γὰρ, ὡς ἔφην, τῇ πρὸς σάρκα νοούμενος, καὶ ὑπάρχων ἀληθῶς ὁ τοῦ Θεοῦ Λόγος, τὸ ἴδιον αἷμα δέδωκεν ὑπὲρ ἡμῶν. Αἵματος γὰρ σημεῖον, τὸ κόκκινον· Χερουβὶμ δὲ, τῶν δειρέων ἡ γραφὴ, τὸ συνῆφθαι τάχα που τοῖς ἄνω τὰ κάτω, καὶ ταῖς ἐν οὐρανῷ δυνάμεσι τὴν ἐπὶ τῆς γῆς Ἐκκλησίαν ἡνῶσθαι λοιπὸν καταδηλοῦντος τοῦ πράγματος εὖ μάλα. Ἰστέον δὲ ὅτι καὶ ὁ σοφώτατος Σολομὼν, ἐνεκόλαψε τοῖς τείχεσι τοῦ ναοῦ τὰ Χερουβίμ. Ἐκπεποίηται δὲ τὸν αὐτὸν τουτονὶ τρόπον καὶ ἡ διατύπωσις τοῦ οἴκου τοῦ σημαινομένου διὰ φωνῆς Ἰεζεκιήλ. Καλύμματα δὲ ταῖς αὐλαίαις δέῤῥεις, ἀγκύλαις τε καὶ κρίκοις συνεσφιγμέναι. Καὶ μὴν καὶ ἐπικαλύμματα, δέρματα ὑακίνθινα, καὶ δέρματα κριῶν, ἠρυθροδανωμένα, τῆς Ἐκκλησίας τὸν σκεπαστὴν Χριστὸν ὑπεμφαίνοντα, διὰ μὲν τοῦ ὑακίνθου πάλιν, ὡς ἐξ οὐρανοῦ καὶ ἄνωθεν. διὰ δέ γε τοῦ ἐρυθροῦ χρώματος, ὡς ἐν σαρκὶ γέγονεν. Τοιουτονὶ γάρ πώς ἐστι τὸ τῆς σαρκὸς χρῶμα. {ΠΑΛΛ.} Οὐκ ἔξω λόγου ταυτὶ τεθεωρῆσθαί φημι. {ΚΥΡ.} Στύλοι δὲ ταῖς αὐλαίαις, εὖρος μὲν εἰς πῆχυν ἰόντες ἕνα τε καὶ ἥμισυ. Μῆκος δέ γε μὴν εἰς δέκα, κεφαλὰς μὲν καὶ σώματα χρυσῷ διαπεπασμένοι, βάσεσι δὲ διπλαῖς καὶ ἀργυραῖς ἐπερηρεισμένοι. Νοεῖται δὲ πάλιν ὡς ἐν ἑκάστῳ στύλῳ Χριστὸς, τῆς Ἐκκλησίας τὸ ἔρεισμα, τὸ τῆς ἀληθείας ἑδραίωμα, κατὰ τὴν τοῦ Παύλου φωνήν. Ἵστησι δὲ καὶ συνέχει τὰ πάντα αὐτός. ∆ιὰ μὲν γὰρ τοῦ ἑνός τε καὶ ἡμίσους πήχεως, ὡς τέλειος κατὰ φύσιν θεότητος, μείων δὲ αὖ, ὡς ἐν ἀνθρωπότητος μέτροις, πλαγίως ὑποσημαίνεται. Οὐκ εὔηθες δὲ εἰπεῖν, ὅτι παντέλειος μὲν, ὡς ἐν ὁλοκλήρῳ πήχει Χριστὸς, ἐπεί τοι Θεός ἐστι κατὰ φύσιν. Ὡς δὲ ἐν ἡμίσει πήχεως, ὑφειμένος διὰ τὸ ἀνθρώπινον. Τέλειον γὰρ ἐν γενητοῖς οὐδέν. Πλούσιος δὲ ὢν, ἐπτώχευσεν ἐν ἡμῖν, καὶ καθῆκεν ἑαυτὸν εἰς κένωσιν ὁ Μονογενής. {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Οὐκοῦν οὐκ ἰσοστατήσει ταῖς τῆς θεότητος ὑπεροχαῖς τὸ ἀνθρώπινον· πολλοῦ γε καὶ δεῖ. Τοιγάρτοι καὶ ἔφασκεν, ὡς καθ' ἡμᾶς γεγονὼς καὶ νοού μενος· «Ὁ Πατήρ μου μείζων μου ἐστὶ,» καίτοι κατὰ φύσιν θεότητος, ἰσομέτρως ἔχων, καὶ τῆς τοῦ τεκόντος ὑπεροχῆς οὐχ ἡττώμενος. Μῆκος δὲ τῷ ξύλῳ, δεκάπηχυ. Παντέλειος γὰρ ὡς ἐν ὑψώμασι τῆς θεότητος, ὁ Χριστός. Τελειότητος δὲ σημεῖον, ὁ εἰς δέκα τρέχων ἀριθμὸς παρά γε τῇ θείᾳ λαμβάνεται Γραφῇ. Χρυσῆ δὲ τῷ ξύλῳ κεφαλὴ, καὶ μὴν καὶ σῶμα χρυσοῦν. Φύσεώς γε μὴν τῆς ἀνωτάτω καταπλουτεῖ τὸν ἐναυλισμὸν ὁ ἐκ Παρθένου ναός. Σύμβολον δὲ θεότητος, ὁ χρυσὸς, ὑπεροχὴν ἔχων τὴν κατὰ πάντων, ὡς ἐν ὕλης τυχὸν τῆς τοιᾶσδε λόγῳ. Ἐξ ἀργύρου δὲ καὶ ἐκ δυοῖν ἡ βάσις. Λαμπρὸς δὲ καὶ διαφανὴς ἐν γῇ ὁ Χριστὸς, κατά γε τὸ, «Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν·» καὶ οἱονεὶ διφυᾶ τὴν γνῶσιν ἔχει· νοεῖται γὰρ ἐν αὐτῷ Θεός τε καὶ ἄνθρωπος. Τουτὶ γὰρ, οἶμαι, ἔστι, τὸ διπλῆν ὥσπερ ἔχειν καὶ ἐξ ἀργύρου τὴν βάσιν. {ΠΑΛΛ.} Εἰκάζεις ὀρθῶς. {ΚΥΡ.} Θέα γε μὴν ἐκεῖνο, ὦ τᾶν. {ΠΑΛΛ.} Ὅ τι δή; {ΚΥΡ.} Εἰς αὐλαίας γὰρ δέκα προστεταχὼς ὅλην ἐκτείνεσθαι τὴν σκηνὴν, ἐπιλέγει μεταξύ· «Καὶ ποιήσεις δέῤῥεις τριχίνας, σκέπην ἐπὶ τῆς σκηνῆς· ἕνδεκα ποιήσεις αὐτὰς δέῤῥεις, τὸ μῆκος τῆς δέῤῥεως τῆς μιᾶς ἔσται τριάκοντα πήχεων, καὶ τεσσάρων πήχεων τὸ εὖρος τῆς δέῤῥεως τῆς μιᾶς· τὸ αὐτὸ μῆκος ἐπὶ ταῖς ἕνδεκα δέῤῥεσι. Καὶ συνάψεις τὰς πέντε δέῤῥεις ἐπὶ τὸ αὐτὸ, καὶ τὰς ἓξ δέῤῥεις ἐπὶ τὸ αὐτὸ, καὶ ἐπιδιπλώσεις τὴν δέῤῥιν τὴν ἕκτην κατὰ πρόσωπον τῆς σκηνῆς· καὶ ποιήσεις ἀγκύλας πεντήκοντα ἐπὶ τοῦ χείλους τῆς δέῤῥεως τῆς μιᾶς, τῆς ἀνὰ μέσον κατὰ τὴν συμβολήν. Καὶ πεντήκοντα ἀγκύλας ποιήσεις ἐπὶ τοῦ χείλους τῆς δέῤῥεως τῆς συναπτούσης τῆς δευτέρας.» Τί τὸ χρῆμα λοιπὸν, ὦ Παλλάδιε; δέκα μὲν γὰρ ἐγείρει τὰς αὐλαίας. Εἶτα πῶς οὐκ ἰσάριθμοι ταύταις αἱ δέῤῥεις, περιττεύει δὲ μία, τοῦτ' ἔστιν ἡ ἑνδεκάτη; Συνάψεις γὰρ, φησὶν, τὰς πέντε δέῤῥεις ἐπὶ τὸ αὐτὸ, καὶ τὰς ἓξ δέῤῥεις ἐπὶ τὸ αὐτό. {ΠΑΛΛ.} Οὐκ ἔχω φράσαι. {ΚΥΡ.} Ἀλλ' ἥ γε θέσις σαφηνιεῖ τὸ ζητούμενον. {ΠΑΛΛ.} Πῶς ἔφης; {ΚΥΡ.} Πέντε μὲν γὰρ αὐλαίας ἀλλήλαις συνεσφιγμένας ὅτι προσῆκε γενέσθαι φησίν· ἑτέρας δὲ πέντε, κατὰ τὸ αὐτὸ δὲ σχῆμα, καὶ ἐν ἴσῳ τρόπῳ ἀντιτεταγμένας. Τοιγαροῦν ἀλλήλαιν καὶ ἀντιπροσώπως ἀντεγηγερμέναιν, ὡς ἐκ βοῤῥέου τυχὸν καὶ νότου, ἤγουν ἐξ ἠοῦς καὶ μέντοι καὶ δυσμῶν, ἑνδεκάτη τις ἡ διὰ μέσου λοιπὸν ἐσχεδιάζετο πλευρὰ, ἀνὰ μέρος ποιουμένη τὰς δέκα, διῃρημένας εἰς δύο, ἐφ' ᾗ τάχα που καὶ δέῤῥις ἡ ἑνδεκάτη περιτετά[ν]νυσται, κρίκοις τε καὶ ἀγκύλαις ἄμφω συνέχοντα τὰς πλευράς· καθ' ὁμοιότητα δὲ τῶν ἄλλων, καὶ οἱ ταύτης στύλοι, πλὴν ἥττους ἐν ἀριθμῷ. Αἱ μὲν γὰρ δέκα αὐλαῖαι, καθάπερ ἤδη προεῖπον, εἰς μῆκος ἐξετείνοντο πήχεων ὀκτὼ καὶ εἴκοσιν, ἥ γε μὴν ἑνδεκάτη καὶ μεσαιτάτη τῶν ἄλλων, τὸ εὖρος τῶν πέντε (τετραπήχεις δὲ αὖται), πρὸς τὸ εἰκοσάπηχύ[ν] που διατετάν[ν]υσται μέτρον. ∆ιὰ τοῦτό φησι· Καὶ ἐπιδιπλώσεις τὴν δέῤῥιν τὴν ἕκτην κατὰ πρόσωπον τῆς σκηνῆς, ἵνα μὴ τὸ περιττῶς ἐκτεταμένον τῷ τῆς αὐλῆς κάλλει διαλυμαίνοιτο. Ἐν ταύτῃ δὴ οὖν τῇ μεταξὺ τῶν ἄλλων καὶ ὡς ἑνδεκάτῃ τὰ ἱερά τε καὶ θεῖα τετάχατο σκεύη, διαμορφοῦντα ποικίλως ἔν γε δὴ σφίσιν αὐτοῖς τὸν Ἐμμανουήλ· τάχα που τοῦ ἀριθμοῦ καὶ τόδε κατασημαίνοντος, ὡς ἐν τελευταίοις τοῦ αἰῶνος καιροῖς, καὶ ὡς ἐν ὥρᾳ τῇ ἑνδεκάτῃ τυχὸν ἀναφαίνεται Χριστὸς, καὶ ἡ Χριστὸν ἔχουσα σκηνὴ, τοῦτ' ἔστιν, ἡ Ἐκκλησία. {ΠΑΛΛ.} Οὐδὲν, ὡς ἔοικεν, ἀπεικὸς ἐννοεῖν εὖ ἔχειν καὶ τὸν ἐπὶ τῷδε λόγον. {ΚΥΡ.} Μετὰ δέ γε τοὺς ἐπὶ τῇ σκηνῇ λόγους τε καὶ τύπους, «Καὶ ποιήσεις, φησὶν, αὐλὴν τῇ σκηνῇ, εἰς τὸ κλίτος τὸ πρὸς λίβα, καὶ ἱστία τῆς αὐλῆς ἐκ βύσσου κεκλωσμένης· μῆκος ἑκατὸν πήχεων τῷ ἑνὶ κλίτει· καὶ οἱ στύλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι χαλκαῖ· καὶ οἱ κρίκοι αὐτῶν, καὶ αἱ ψαλίδες ἀργυραῖ. Οὕτως τῷ κλίτει τῷ πρὸς ἀπηλιώτην ἱστία ἑκατὸν πήχεων μῆκος· καὶ οἱ στύλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι χαλκαῖ· καὶ οἱ κρίκοι καὶ αἱ ψαλίδες τῶν στύλων, καὶ αἱ βάσεις αὐτῶν περιηργυρωμέναι ἀργυρίῳ. Τὸ δὲ εὖρος τῆς αὐλῆς τὸ κατὰ θάλασσαν, ἱστία πεντήκοντα πήχεων, στύλοι αὐτῶν δέκα, καὶ βάσεις αὐτῶν δέκα.» Ἄθρει δὴ οὖν, ὅτι στεναὶ μὲν αἱ πρῶται γεγόνασιν αὐλαὶ, καὶ εἰς τρίτην διήκουσαι δεκάδα πήχεων. Εὖρος μὲν γὰρ αὐταῖς τέσσαρες, μῆκος δὲ ὀκτὼ καὶ εἴκοσι· αἱ δὲ μετ' ἐκείνας, εὐρεῖαί τε οὕτω καὶ μακραί· ἑκατὸν γὰρ ἐφ' ἑκατὸν, καὶ πεντήκοντα ἐπὶ πεντήκοντα, τρέχουσαί τε ἡ μὲν εἰς ἠῶ, ἡ δὲ εἰς ἑσπέραν τε καὶ λίβα. {ΠΑΛΛ.} Εἶτα τί τὸ αἴνιγμα; {ΚΥΡ.} Οὐχὶ δὴ τοῦτό ἐστιν ἐναργῶς, τὸ πάλαι διεπηγγελμένον διὰ φωνῆς Ἡσαΐου πρὸς τὴν ἐν ἐσχάτοις καιροῖς ἀναδεδειγμένην Ἐκκλησίαν· «Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου, καὶ τὰς δέῤῥεις τῶν αὐλαιῶν σου. Πῆξον, μὴ φείσῃ ἔτι εἰς τὰ δεξιὰ, καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον.» Στενουμένη γὰρ ἐν ἀρχαῖς ἡ Ἐκκλησία Χριστοῦ, λοιπὸν εἰς ἠῶ τε καὶ δύσιν, καὶ βοῤῥᾶν τε καὶ νότον ἐξευρύνεται, καὶ διὰ παντὸς ἥκει τόπου. {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Ἐπιτήρει δὲ ὅτι τοὺς μὲν ἄλλους ἅπαντας στύλους τῶν δέκα αὐλαιῶν, καὶ τῆς ἀνὰ μέσον, χρυσῷ μὲν ἔφη διαπάττεσθαι δεῖν, βάσεσί γε μὴν ἐπερηρεῖσθαι διπλαῖς, ἀργύρου πεποιημέναις. Καὶ τίς ὁ τοῦδε λόγος, εἴρηται, καθάπερ ἐγᾦμαι· τῶν δὲ μακρῶν καὶ πλατειῶν αὐλαιῶν τοὺς στύλους, ἑτέρῳ διαποικίλλει λόγῳ. Ἀργύρῳ μὲν ἐκ κεφαλῆς εἰς πόδας καταγλαΐζεσθαι δεῖν εὖ μάλα φησὶ, βάσεσι δὲ αὖ ἐπερηρεῖσθαι χαλκαῖς καὶ περιαργύροις. Τύπος δ' ἂν εἴη καὶ τοῦδε Χριστὸς, φωτὸς μὲν ὅτι διέλαμψε δίκην, αὐγαῖς δηλονότι ταῖς νοηταῖς ἀστράπτων ὡς Θεὸς, τοῦ ἀργύρου σημαίνοντος. Ὅτι δὲ λαμπρὸς καὶ εὐηχὴς ὁ περὶ γῆν αὐτῷ πεποίηται λόγος, τοῦτ' ἔστι, τὸ κήρυγμα τὸ εὐαγγελικὸν, τοῦ περιαργύρου χαλκοῦ πλαγίως ἡμῖν ὑπεμφαίνοντος. Εὐηχὴς μὲν γὰρ καὶ ὁ χαλκὸς, λαμπρὸν δὲ δὴ λίαν καὶ διαφανὲς τοῦ ἀργύρου τὸ χρῆμα. Ἔνεστι δὲ τοῦτο τοῖς εὐαγγελικοῖς κηρύγμασι, καὶ κατίδοι τις ἂν, τοῦ Σωτῆρος τὸν λόγον, ἔχοντα μὲν τῆς εἰς ἄκρον εὐσεβείας τὸ διειδές τε καὶ καθαρὸν, ὅλην δὲ ὥσπερ περιβομβοῦντα τὴν οἰκουμένην. Εἰ δὲ δή τις ἕλοιτο τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγγελιστὰς ὡς ἐν τοῖς τοιοῖσδε τυχὸν ἀνατυποῦσθαι στύλοις, λογιεῖται τὰ εἰκότα. Καὶ γάρ εἰσιν ἀληθῶς ὥσπερ ἠργυρωμένοι, διὰ τὸ ἐν μεθέξει γενέσθαι Χριστοῦ τοῦ φωτίζοντος. Τοιγάρτοι φησί· «Καὶ ἔσται ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς.» Ὀνομάζονται δὲ καὶ «Τοῦ κόσμου φῶς,» χαλκῷ δὲ περιαργύρῳ μονονουχὶ καὶ ἐμβεβηκότες. Ἔρεισμα γὰρ αὐτοῖς, ὥσπερ τῷ λαμπρῷ καὶ εὐηχεστάτῳ κεχρῆσθαι λόγῳ. «Κύριος γὰρ,» φησὶ, «δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Ὡραῖοι δὲ καὶ οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθὰ, γέγραπται. {ΠΑΛΛ.} Βαθὺς μὲν ὁ λόγος, πλὴν, ἀληθείας ἐγγύς. {ΚΥΡ.} Συμπεπερασμένων δὴ οὖν καὶ τῶν ἐπὶ ταῖς αὐλαῖς τεθεσπισμένων, εἰς ἐλαίου τε καὶ μύρου καὶ μὴν καὶ θυμιαμάτων μετατρέπει κατασκευὴν, οὕτω λέγων· «Καὶ σὺ, σύνταξον τοῖς υἱοῖς Ἰσραήλ· καὶ λαβέτωσάν σοι ἔλαιον ἐξ ἐλαιῶν ἄτρυγον, καθαρὸν, κεκομμένον εἰς φῶς καῦσαι, ἵνα καίηται λύχνος διαπαντὸς ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ἔξωθεν τοῦ καταπετάσματος τοῦ ἐπὶ τῆς διαθήκης, καὶ καύσει αὐτὸ ὁ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἀφ' ἑσπέρας ἕως πρωῒ, ἐναντίον Κυρίου, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν, παρὰ τῶν υἱῶν Ἰσραήλ.» {ΠΑΛΛ.} Καὶ τί δὴ τοῦτό ἐστιν; {ΚΥΡ.} Ἀναγκαιοτάτην ἔχει τὴν δήλωσιν, καὶ σοφὸν εἶναί φημι τὸ αἴνιγμα· ἑπτὰ μὲν γὰρ λύχνοις, καιομένοις. τε ἀεὶ καὶ φαίνουσιν ἐν τῇ ἁγίᾳ σκηνῇ, τὸν διὰ Χριστοῦ φωτισμὸν παρεικαστέον εὖ μάλα, διαρκῶς ἔχοντα πρὸς τὸ ἐλλάμπειν δύνασθαι καὶ ἀνακαίειν, ἤτοι ἀναμεστοῦν, τῶν πιστευόντων τὸν νοῦν. Ἀριθμὸς γάρ πως ὁ εἰς ἑπτὰ τὴν τῆς τελειώσεως δήλωσιν ὑπεμφαίνει πανταχῆ. Ὡς ἔν γε τῷ φάναι τυχὸν, «Στεῖρα δὲ ἔτεκεν ἑπτὰ» τοῦτ' ἔστι, πλεῖστά τε καὶ ὅσα ἐχρῆν εἶναι πρὸς αὐτάρκειαν. Ἀνακαίουσι δὲ τοὺς λύχνους Ἀαρών τε καὶ οἱ λοιποὶ, οἱ καὶ μετ' αὐτὸν ἱερεῖς. Ἄσβεστος γὰρ ὥσπερ ὁ παρὰ Χριστοῦ φωτισμὸς ἐν Ἐκκλησίαις σώζεται ταῖς τῶν ἱερᾶσθαι κεκληρωκότων ἐπιεικείαις, οἳ ταῖς εἰς ὀρθότητα μυσταγωγίαις τὸν τῶν πιστευόντων καταλαμπρύνουσι νοῦν. Τουτὶ γὰρ, οἶμαι, ἔστι τὸ ἀνακαίεσθαι τοὺς λύχνους ἀπὸ ἑσπέρας ἕως πρωΐ. Σκοτίαν δὲ οἶμαι τὴν ἐκ διαβόλου πλάνησιν, καὶ νοητὴν ὥσπερ τινὰ νύκτα κατὰ νοῦν ἀνθρώποις συμβαίνουσαν, τὰ τῶν ἀνοσίων αἱρετικῶν ἀφεγγῆ τε καὶ ἀμυδρὰ μυθάρια. ∆ιηνεκὲς οὖν ἄρα καὶ ἀκατάληκτον τοῦ Σωτῆρος τὸ φῶς ὁρῷτο ἂν ἐν Ἐκκλησίαις, διερμηνευόντων ὀρθῶς τὰ θεῖά τε καὶ εὐαγγελικὰ κηρύγματα τῶν ἐν αὐταῖς διδασκάλων. Καθαρὸν δὲ τὸ ἔλαιον· τρυγὸς γὰρ ὥσπερ καὶ ῥύπου παντὸς ἀπήλλακται παντελῶς ὁ περί γε τῶν θείων δογμάτων ὀρθός τε καὶ ἀληθὴς καὶ ἀμιγὴς τοῦ χείρονος λόγος, ὃς ἀεὶ τοῦ Σωτῆρος ἐγείρει τὸν φωτισμὸν, οὐκ αὐτὸς οἴκοθέν τι προστιθεὶς εἰς λαμπρότητα τῷ Χριστῷ (κομιδῇ γὰρ εὔηθες τὸ ἀνθρώπου δεῖσθαι νομίζειν αὐτὸν), ἀλλ' ὅτι φῶς τὸ ἀληθινὸν καὶ ἀπαύγασμα τοῦ Πατρὸς ὑπάρχων ὁ Χριστὸς, τοῖς εἰς ὀρθότητα τῶν διδασκάλων λόγοις, τοῦθ' ὅπερ ἐστὶν ἀληθῶς, ταῖς τῶν πιστευόντων διανοίαις φαίνεται. {ΠΑΛΛ.} Καὶ διατί τὸ ἔλαιον ἐξ ἐλαιῶν εἶναί φησι; τοιγάρτοι λίαν ἀκριβὲς τοῦ λόγου, τάχα τι τῶν ἀναγκαίων ὠδίνει θεωρημάτων. {ΚΥΡ.} Ἄριστα διανοῇ, καὶ τόγε εἰς νοῦν ἧκον ἐρῶ. Οὐκ ἐκ μόνων ἡμῖν ἐλαιῶν, ὦ Παλλάδιε, τὴν τοῦ ἐλαίου χρείαν ἐπιτηδεύειν ἔθος τοῖς ταῦτα σοφοῖς, ἀλλὰ καὶ ἐξ ἑτέρων ὅσων νόθων τε καὶ γεωδεστέρων σπερμάτων. Καὶ τὸ μὲν γνήσιον ἀληθῶς ἐξ ἐλαιῶν ἔσται τῶν δοκιμωτάτων, κίβδηλον δέ πως τὸ ὡς ἐκ μοχλείας καὶ τέχνης, καὶ οἱονεί πως οὐκ ἀληθὲς, τὸ ἐκ σπερμάτων τῶν γεωδεστέρων, φημί. Οὐκοῦν λόγῳ τε τῷ ἀκιβδήλῳ καὶ ἀληθεῖ, καὶ διὰ σοφίας τῆς ἄνωθεν τοῖς ἀξίοις χορηγουμένῳ, τὸ ἐξ ἐλαιῶν ἔλαιον εὖ μάλα παρεικαστέον. Τόγε μὴν ἐξ ἀνθρωπίνων ἐννοιῶν καὶ δαιμωνιώδους ἐμπνοίας ἐξευρημένον, τὸ ἐκ τῆς τινων τέχνης καὶ καπηλείας, καὶ νόθην ἔχον τὴν χρῆσιν. Ἀχρεῖος δὲ καὶ ἀπόβλητος ὁ τοιόσδε λόγος, καὶ ἀσυντελὴς παντελῶς πρὸς φωτισμὸν τῆς γνώσεως τοῦ Χριστοῦ. Τοιγάρτοι καὶ ἀπαράδεκτος ἐν Ἐκκλησίαις, οὔτε τὸ εὐῶδες ἔχων τοῦ ἁγίου Πνεύματος («Οὐδεὶς γὰρ λέγει, Κύριος Ἰησοῦς, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ»), οὔτε μὴν τὸ γνήσιον καὶ ἀθόλωτον τῆς ἀληθείας, καὶ εἰς χρησίμην τὴν ὄνησιν ἀναγκαῖον. Ἐπιτήρει δὲ ὅτι παρὰ τῶν υἱῶν Ἰσραὴλ προσκομί-ζεσθαι δεῖν τὸ ἐξ ἐλαιῶν ἔλαιον ὁ νόμος φησίν. Ὡς γὰρ ἔφην φθάσας, καρπὸς ἔσται παρ' ἡμῶν καὶ δωροφορία πνευματικὴ τῷ Θεῷ, λόγος ἀληθὴς, τὸν παρὰ Χριστοῦ φωτισμὸν οὐκ ἀφιεὶς ἀσθενεῖν ἐν τοῖς μυσταγωγουμένοις. Ἔξωθεν δὲ τοῦ καταπετάσματος, ἥ τε τῶν λύχνων θέσις, καὶ μὴν καὶ ἡ καῦσις. Φῶς γὰρ ὑπάρχων κατὰ φύσιν ὁ Χριστὸς, οὐ δεῖται φωτὸς, ἀλλ' ἡμῖν αὐτοῖς τοῖς ἔξω θεότητος, καθὸ γενητοῖς, τὸ ἴδιον ἐνίησι φῶς. Ὡς ἐσωτέρω δὲ τοῦ καταπετάσματος ἡ κιβωτὸς ἦν, εἰς ὑποτύπωσιν καὶ εἰκόνα κειμένη Χριστοῦ. {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Εἶτά φησι· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν· Καὶ σὺ λάβε ἡδύσματα, ἄνθος σμύρνης ἐκλεκτῆς πεντακοσίους σίκλους, καὶ κινναμώμου εὐώδους τὸ ἥμισυ τούτου, διακοσίους πεντήκοντα, καὶ καλά μου εὐώδους διακοσίους πεντήκοντα, καὶ ἴρεως πεντακοσίους σίκλους τοῦ ἁγίου, καὶ ἔλαιον ἐξ ἐλαιῶν ἔσται, καὶ ποιήσεις αὐτὸ ἔλαιον χρίσμα ἅγιον μύρον μυρεψικὸν τέχνῃ μυρεψοῦ. Ἔλαιον χρίσμα ἅγιον ἔσται. Καὶ χρίσεις ἐξ αὐτοῦ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τὴν κιβωτὸν τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὴν λυχνίαν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος, καὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων, καὶ πάντα αὐτοῦ τὰ σκεύη, καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὸν λουτῆρα, καὶ τὴν βάσιν αὐτοῦ, καὶ ἁγιάσεις αὐτά· καὶ ἔσται Ἅγια τῶν ἀγίων. Πᾶς ὁ ἁπτόμενος αὐτῶν, ἁγιασθήσεται. Καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ χρίσεις, καὶ ἁγιάσεις αὐτοὺς ἱερατεύειν μοι. Καὶ τοῖς υἱοῖς Ἰσραὴλ λαλήσεις, λέγων· Ἔλαιον ἄλειμμα χρίσεως ἅγιον ἔσται τοῦτο ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν· ἐπὶ σάρκα ἀνθρώπου οὐ χρισθήσεται, καὶ κατὰ τὴν σύνθεσιν ταύτην οὐ ποιήσετε ὑμῖν ἑαυτοῖς ὡσαύτως. Ἅγιόν ἐστι, καὶ ἁγίασμα ἔσται ὑμῖν. Ὃς ἂν ποιήσῃ ὡσαύτως, καὶ ὃς ἂν δῷ ἀπ' αὐτοῦ ἀλλογενεῖ, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτοῦ.» Ποιότητος μὲν οὖνπερ, καὶ μὴν καὶ συνθήκης, ἀνισότητός τε αὖ, τῆς εἰς ὁλκὴν δὴ, λέγω, τῶν ὠνομασμένων εἰδῶν, οὐδὲν ἂν ἔχοιμι φράσαι· φίλη γὰρ ἡ ἀλήθεια τοῖς εὖ φρονεῖν εἰωθόσιν. Ἔλαιον δὲ μύροις ἀνακραθὲν, κατασημήνειεν ἂν, ὥσπερ οὖν ἐγᾦμαι, τὸν ἐν Χριστῷ διὰ Πνεύματος ἁγιασμὸν τοῖς ἠλεημένοις χορηγούμενον. Κατά γε τὸ, «Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου.» Καταχρίεται δὲ ἡ σκηνὴ, καὶ πάντα τὰ ἐν αὐτῇ, μετάσχοι γὰρ ἂν ἁγιασμοῦ καὶ τόπος διὰ τοῦ ἐνοικοῦντος ἐν αὐτῷ. Ἁγιάζεται δὲ καὶ τὰ σκεύη, κατά γε τὸν αὐτοῖς πρέποντα τρόπον, ὅτι ταῖς Θεοῦ λειτουργίαις χρήσιμα, καὶ ὁ ἁπτόμενος αὐτῶν ἁγιασθήσεται. Ἀνέπαφα δὴ οὖν τοῖς ἔτι βεβήλοις τὰ ἅγιά τε καὶ ἱερά· «Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος;» κατὰ τὸ γεγραμμένον. Ἀποφάσκει δὲ παντελῶς τὸ δεῖν ἑαυτοῖς τὴν ὁμοίαν ἐλαίου ποιεῖσθαι κατασκευήν. Ἴδιον γὰρ μόνου τὸ ἁγιάζειν ἐστὶ τοῦ Θεοῦ, καὶ ὡς ἐξαίρετον ἀληθῶς ἀνακείσεται τὸ χρῆμα αὐτῷ, γενητῇ δὲ καὶ πεποιημένῃ φύσει τὸ ἁγιάζειν ἑτέρους δύνασθαι, πῶς ἂν ἔχοι ποτέ; Πλουτεῖ γὰρ μόλις ἐκ μετοχῆς τῆς ἄνωθεν τὸν ἁγιασμόν. Πρέποι δ' ἂν αὐτῇ διὰ τῆς τῶν ἁγίων ἐπιβοᾶσθαι φωνῆς. «Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;» Καὶ γὰρ Ἰωάννης φησὶ περὶ τοῦ Μονογενοῦς, ὅτι «Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν.» Καὶ, «Οὐκ ἐκ μέτρου δίδωσι τὸ Πνεῦμα,» πηγὴ δὲ μᾶλλον ὑπάρχων αὐτὸς ἁγιασμοῦ, ἐπιμετρεῖ τοῖς ἀξίοις τὸ Πνεῦμα, καὶ τὴν λογικὴν ἁγιάζει κτίσιν· «Ἐπὶ σάρκα δὲ ἀνθρώπου, φησὶν, οὐ χρισθήσεται,» καίτοι προστεταχὼς καταχρίεσθαι δεῖν ἀπ' αὐτοῦ, τόν τε Ἀαρὼν καὶ τοὺς συνιερατεύοντας. Οὐκοῦν ὑπὲρ ἀνθρώπινον τὸ γένος ἤδη τὸ ἱερὸν, ἅτε δὴ καὶ Χριστοῦ μέτοχον τοῦ ὑπὲρ τὴν κτίσιν. Τοιγάρτοι καὶ πρὸς τὸ ὑπὲρ φύσιν ἡμᾶς ἀνακομίζων ἀξίωμα, καὶ οἱονεὶ τῶν ἐπιγείων ἀποτεμὼν, τοῖς ἄνω προσνέμει· «Πατέρα» γὰρ, φησὶ, «μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὁ Πατὴρ ὑμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε.» Ὄλεθρος δὲ ἡ δίκη τοῖς ἀπ' αὐτοῦ παρέχουσιν ἀλλογενεῖ· «Μὴ δῶτε γὰρ,» φησὶ, «τὰ ἅγια τοῖς κυσὶ, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων.» Τὸ γάρ τοι προσάγειν ἀτημελῶς τοῖς ἀπίστοις ἔτι τὰ κεκρυμμένα, καὶ τὰ μόνοις ἁγίοις πρέποντα, κινδύνου μεστόν· ἁγιάζεται γὰρ οὐ τὸ βέβηλον ἔτι καὶ νοσοῦν ἐκτόπως τὴν ἀκαθαρσίαν, ἀλλὰ τὸ ἤδη κεκαθαρμένον διὰ τοῦ ἁγίου βαπτίσματος. {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Κατὰ τὸν ἴσον τουτονὶ τρόπον καὶ λόγον, τὴν τοῦ θυμιάματος ποιεῖσθαι κατασκευὴν διετύπου, λέγων· «Καὶ σὺ λάβε σεαυτῷ ἡδύσματα, στακτὴν καὶ ὄνυχα, καὶ χαλβάνην ἡδυσμοῦ, καὶ λίβανον διαφανῆ, ἴσον ἴσῳ ἐστὶν, καὶ ποιήσουσιν αὐτῷ θυμίαμα μυρεψικόν· ἔργον μυρεψοῦ μεμιγμένον, καθαρὸν, ἔργον ἅγιον. Καὶ συγκόψεις ἐκ τούτων λεπτῶς, καὶ θήσεις ἀπέναντι τοῦ μαρτυρίου ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ὅθεν γνωσθήσομαί σοι ἐκεῖθεν. Ἅγιον τῶν ἁγίων ἔσται ὑμῖν θυμίαμα. Κατὰ τὴν σύνθεσιν ταύτην οὐ ποιηθήσεται ὑμῖν ἑαυτοῖς. Ἁγίασμα ἔσται ὑμῖν Κυρίῳ. Ὃς ἂν ποιήσῃ ὡσαύτως, ὥστε ὀσφραίνεσθαι ἐν αὐτῷ, ἀπολεῖται ἐκ τοῦ λαοῦ αὐτοῦ.» Ὑποφαίνει δὲ πάλιν ἡμῖν ὁ ἐπὶ τῷδε λόγος, ὅτι τὰ ἰδικῶς ἐξαίρετα τῆς ἁπασῶν ἐπέκεινα φύσεως. Μέτεστι μὲν τῶν πεποιημένων οὐδενὶ οὐσιωδῶς, κοινὸν δὲ τῇ κτίσει παντελῶς οὐδὲν, πρὸς τὸν ποιητὴν καὶ δεσπότην, τόγε ἧκον εἰς ἀξίας λόγον καὶ γερῶν ὑπεροχήν. Μεμνησόμεθα δὲ καὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν, καὶ αὐτὸ δὲ τὸ σύνθετον καὶ λεπτὸν θυμίαμα Χριστὸν εἰρηκότες, καὶ αὐτὸν ἡμῖν τὸν Ἐμμανουὴλ δι' ἀμφοῖν σημαίνεσθαι. Οὐκοῦν εἰς Χριστὸν ἀναφερομένου τοῦ θυμιάματος (εὐῶδες γὰρ ἀσυγκρίτως), οὐ ποιήσομεν ἑαυτοῖς κατ' αὐτὸ δὴ τὸ θυμίαμα. Ἕτερον γὰρ ἐπ' αὐτῷ παντελῶς οὐδένα παραδεξόμεθα, καθάπερ ἀμέλει καὶ οἱ τάλανες Ἰουδαῖοι, τὸν τῆς ἀνομίας υἱόν. Ἑαυτοῖς γὰρ οἱ τοιοίδε συνθέντες ἁλώσονται, καὶ κατ' ἐκεῖνο δὴ τὸ εὐῶδες καὶ ἐξαίρετον ἀληθῶς θυμίαμα, τοῦ Θεοῦ καὶ Πατρὸς, τοῦ τὴν μὲν ὀσμὴν τῆς γνώσεως αὐτοῦ πεφανερωκότος ἡμῖν ἐν τῷ Υἱῷ, δι' οὗ καὶ ἡμεῖς εὐωδιάζομεν, οὐχ ἑαυτοῖς συνθέντες τὸ θυμίαμα τὸ λεπτὸν, ἀλλ' ὡς μέτοχοι τοῦ θυμιάματος, καὶ τῇ τοῦ Πνεύματος χάριτι κατακεχρισμένοι, καὶ διὰ τῆς ἐν Χριστῷ πολιτείας εὐδοκιμεῖν σπουδάζοντες. {ΠΑΛΛ.} ∆ιὰ παντὸς οὖν, ὡς ἔοικεν, τοῦ γεγονότος ἐν, τῇ ἁγίᾳ σκηνῇ, τὸ τοῦ Σωτῆρος ἡμῖν διαμορφοῦται μυστήριον. {ΚΥΡ.} Καὶ πρός γε δὴ τούτῳ καταθαυμάσειας ἂν, εἰ μάθοις ὅτι καὶ αὐτοὶ τῆς ἁγίας σκηνῆς οἱ τεχνουργοὶ Χριστὸν διαπλάττουσιν, ὡς ἔν γε σφίσιν αὐτοῖς. {ΠΑΛΛ.} Τίνα φὴς τρόπον; ἐννοεῖν γὰρ οὐκ ἔχω. {ΚΥΡ.} Γέγραπται γὰρ αὖ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Ἰδοὺ ἀνακέκλημαι ἐξ ὀνόματος τὸν Βεσελεὴλ τὸν τοῦ Οὐρίου υἱὸν, υἱοῦ Ὢρ τῆς φυ λῆς Ἰούδα, καὶ ἐνέπλησα αὐτὸν Πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης. Καὶ ἐν παντὶ ἔργῳ διανοεῖσθαι τὸ χρυσίον, καὶ τὸ ἀργύριον, καὶ τὸν χαλκὸν, καὶ τὴν ὑάκινθον, καὶ τὴν πορφύραν, καὶ τὸ κόκκινον τὸ νηστὸν, καὶ τὴν βύσσον τὴν κεκλωσμένην, καὶ τὰ λιθουργικὰ, καὶ εἰς τὰ ἔργα τὰ τεκτονικὰ τῶν ξύλων ἐργάζεσθαι κατὰ πάντα τὰ ἔργα. Καὶ ἐγὼ δέδωκα αὐτὸν, καὶ τὸν Ἐλιὰβ τοῦ Ἀχισαμὰ, ἐκ φυλῆς ∆ὰν, καὶ παντὶ συνετῷ καρδίᾳ δέδωκα σύνεσιν, καὶ ποιήσουσιν πάντα ὅσα συνέταξα.» Ἄθρει δὴ οὖν ὅπως καθηγεῖται μὲν τῶν τεχνουργημάτων ὁ Βεσελεὴλ, Ἐλιὰβ δὲ ἐργάζεται. {ΠΑΛΛ.} Τί οὖν τοῦτό γε; {ΚΥΡ.} Πεύσῃ δὴ οὖν· Ἰούδας τε καὶ ∆ὰν, ἄμφω μὲν ἐξ Ἰακὼβ, ἀλλ' ὁ μὲν ἐξ ἐλευθέρας τῆς Λείας, ὁ δὲ ἐκ θεραπαίνης τῆς Βάλης. Τύπος οὖν ἄρα καὶ ἐναργὴς ὁ Βεσελεὴλ τοῦ πεφηνότος ἡμῖν ἐκ φυλῆς Ἰούδα τὸ κατὰ σάρκα Χριστοῦ, καὶ ἐκ φύσεως ἀληθῶς τῆς ἐλευθέρας, δῆλον δὲ ὅτι τῆς θείας καὶ ὑπερτάτης. Ἐμφήνειε δ' ἂν εὖ μάλα καὶ Ἐλιὰβ τοὺς, ὡς ἐκ δούλης τῆς Ἰερουσαλὴμ, Χριστῷ συνεργασαμένους ἀποστόλους καὶ εὐαγγελιστάς· Θεοῦ γὰρ γεγόνασι συνεργοὶ τὰ εἰς σύστασιν τῶν ἁγίων Ἐκκλησιῶν μονονουχὶ πονοῦντι καὶ τεχνωμένῳ Συνεκόμιζον δὲ τὰ ἐξ οἰκείας σπουδῆς καὶ ἐπιεικείας εἰς τὰ τῆς σκηνῆς ἔργα πάντες οἱ συνετοὶ τῇ καρδίᾳ, τῶν κατὰ καιροὺς διδασκάλων ἀποπληροῦντες εἰκόνας, οἷς ἐν σπουδῇ καὶ φροντίδι τὸ ἐργάζεσθαι τὰ τοῦ Θεοῦ, καὶ ὅσαπερ ἂν τελοίη πρὸς ὄνησιν τῆς Ἐκκλησίας Χριστοῦ.

ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ∆ΕΚΑΤΟΣ Περὶ τῶν αὐτῶν ἔτι, καὶ περὶ τῶν ἐν ἁγίᾳ σκηνῇ

Ἀρά σοι σαφὴς, ὦ Παλλάδιε, καὶ ἀποχρῶν ὁ λόγος, ὃν ἐπὶ τῇ ἁγίᾳ σκηνῇ καὶ τῶν ἐν αὐτῇ πεποιήμεθα; {ΠΑΛΛ.} Σαφὴς μὲν εὖ μάλα, πλὴν ἀποχρῶν ἥκιστά γε. {ΚΥΡ.} Βούλει δὴ οὖν ἐπ' ἐκεῖνο πάλιν προθυμότατα διαστείχωμεν, ὃ τοῖς ἐπ' αὐτῇ διηγήμασιν ἐλλελοιπέναι δοκεῖ; οἴει γάρ που, κατὰ τὸ εἰκὸς, προσεπάγεσθαι δεῖν τὸν σαφηνιοῦντα λόγον, τίνα μὲν ἡμῖν ἐγήγερται τρόπον, πηνίκα δὲ καὶ ὅπως τὰ ἐν αὐτῇ συντέθειται δικαιώματά τε καὶ νόμοι, καὶ ἐγκαινισμὸς καὶ ἁγιασμὸς καὶ κρίσις. {ΠΑΛΛ.} Φράζε δὴ οὖν τὰ ἐφ' ἑκάστῳ πάλιν· διανοῇ γὰρ ὀρθῶς. {ΚΥΡ.} Οὐκοῦν ἐρῶ μὲν ἐγώ. Σὺ δὲ αὖ συγγνώμων ἔσο, τὴν εἰσάπαν δυσχέρειαν τῶν θεωρημάτων ἐννενοηκὼς, κἂν εἴπου τι λέγοιμι τυχὸν τῶν ἀκριβείας ἡμαρτηκότων, καὶ λόγου τοῦ δέοντος ἐκπεφοιτηκότων, μετάπλαττε καὶ μεθάρμοζε. Συλλήπτορα γάρ σε καὶ ἀρωγὸν τῶν ἐμαυτοῦ ποιήσομαι λόγων. {ΠΑΛΛ.} Ἴθι Θεῷ πίσυνος. {ΚΥΡ.} Συμπεπερασμένων δὴ οὖν εὖ μάλα τῶν ἔργων τῆς ἁγίας σκηνῆς, καὶ μὴν καὶ ἑκάστου τῶν ἐν αὐτῇ σοφῶς καὶ εὐτέχνως ἐκπεποιημένων πρός γε τὸ παραδειχθὲν ἐν τῷ ὄρει κάλλος, ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων, «Ἐν ἡμέρᾳ μιᾷ μη-νὸς τοῦ πρώτου, νεομηνίᾳ, στήσεις τὴν σκηνὴν τοῦ μαρτυρίου.» Καὶ μεθ' ἕτερα πάλιν· «Καὶ ἐγένετο, φησὶν, ἐν τῷ μηνὶ τῷ πρώτῳ, τῷ δευτέρῳ ἔτει ἐκπορευομένων αὐτῶν ἐξ Αἰγύπτου νεομηνίας, ἐστάθη ἡ σκηνὴ, καὶ ἔστησε Μωσῆς τὴν σκηνήν.» Ἐγήγερται μὲν οὖν, κατὰ τὸ Θεῷ δοκοῦν, ἡ ἀρχαία σκηνὴ τῆς ἐν Χριστῷ νοουμένης Ἐκκλησίας, ἐφ' ἑαυτῇ τοὺς τύπους εὖ μάλα προσαναφαίνουσα. Πολυπραγμονῶμεν δὲ, εἰ δοκεῖ, τὰς αἰτίας τοῦ διὰ Μωσέως ἐγηγέρθαι μᾶλλον αὐτὴν, σεσιγημένου πρὸς τὸ παρὸν Ἰησοῦ τοῦ Ναυῆ, καίτοι παρεστηκότος ἀεὶ τῷ παναρίστῳ Μωσῇ, καὶ συναναθρώσκοντος μὲν ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, πολεμοῦντος δὲ καὶ ἀντεξάγοντος τῷ Ἀμαλὴκ διὰ φωνῆς Μωσέως. Ἔφη γάρ που πρὸς αὐτὸν, «Ἐπίλεξαι σεαυτῷ ἄνδρας δυνατοὺς, καὶ ἐξελθὼν παράταξαι τῷ Ἀμαλὴκ αὔριον.» Καὶ παρετάξατο, καὶ νενίκηκε. Τίς οὖν ἄρα ἐστὶν ὁ τοῦδε λόγος, οὐ δοκιμάζειν ἄξιον; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Οὐκοῦν ἐφ' ἑκάστῳ τῶν δρωμένων τὸν τοῦ μυστηρίου λόγον εἴπερ ἕλοιτό τις ἐξακριβοῦν ὡς ἔνι, κατατεθηπὼς ἐρεῖ τὸ, «Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ!» Ἄθρει γὰρ ὅπως λεπτός τε καὶ ἀναγκαῖος ὁ ἐφ' ἑκάστῳ νοῦς· ἀναθέοντι μὲν γὰρ εἰς τὸ ὄρος τῷ θεσπεσίῳ Μωσῇ, συνάνεισιν Ἰησοῦς· οὐ γὰρ προσιτὸς ἑτέρως ὁ Πατὴρ, εἰ μὴ δι' Υἱοῦ. Καὶ γάρ ἐστιν ἀληθὲς, εἰ λέγοιτο· «Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ.» Ἐν Χριστῷ τοιγαροῦν καὶ αὐτοῖς τοῖς ἁγίοις ἡ πρόσοδος· καὶ οὐκ ἄν τις δύναιτο, καθάπερ εἰς ὄρος, ἀναπηδᾷν εἰς ὑψηλήν τινα καὶ ὑπερφερῆ θεωρίαν, ἀλλ' οὐδ' ἂν, οἶμαι, τὶς ἀγχοῦ γένοιτο Θεοῦ, κατὰ τρόπον δὲ δηλονότι συν αφείας, τῆς ἐν πνεύματι καὶ ἁγιασμῷ πολιτείας, μὴ οὐχὶ συνόντος τε αὐτῷ τοῦ Ἐμμανουὴλ, καὶ τὰ ἀνθρώποις ἀνέφικτα βάσιμα τιθέντος καὶ ἱππήλατα. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ διὰ φωνῆς Ἡσαΐου εἰρη-μένον, «Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ πάντα τὰ σκολιὰ ἔσται εἰς εὐθεῖαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας.» Ἐν Χριστῷ γὰρ ἡμῖν καὶ τὰ ἀνάντη λεῖα, καὶ βάσιμον τὸ τραχύ· ψιλὰ δὲ καὶ ὕπτια, τὰ δυσπόρευτα. Καὶ γὰρ, ὡς αὐτός που πάλιν φησὶν ὁ προφήτης, «Ὁδὸς εὐσεβῶν. εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν.» Οὐκοῦν ἀναγκαίως συνάνεισιν Ἰησοῦς τῷ θεσπεσίῳ Μωσῇ. Προσιτὸς γὰρ, ὡς ἔφην, ὁ Πατὴρ δι' Υἱοῦ, καὶ αὐτός ἐστιν ὁ μεσίτης, συνάπτων ἡμᾶς δι' ἑαυτοῦ, καὶ ἐν τοῖς ὑπὲρ φύσιν ὑψώμασιν ἀνακομίζων. Παρετέτακτο δὲ σὺν ἀπολέκτοις ἀνδράσι, καὶ ἐνίκα τὸν Ἀμαλήκ. Ἐπιλεξάμενος γὰρ τοὺς ἁγίους ὁ Χριστὸς, ὧν ἀπαρχὴ γεγόνασιν οἱ θεσπέσιοι μαθηταὶ, νενίκηκε τὸν ἀρχηγὸν τοῦ αἰῶνος τούτου· Μωσῆς δὲ ὁ κελεύων ἦν· γέγονε γὰρ ὑπὸ νόμον ὁ Υἱὸς, καίτοι νομοθέτης ὑπάρχων ὡς Θεός. Καὶ τῆς παρατάξεως ὁ καιρὸς οὐ κατ' αὐτὴν ἐκείνην ἐπράττετο τὴν ἡμέραν, καθ' ἢν οἱ Μωσέως γεγόνασι λόγοι, ἀλλ' εἰς τὴν αὔριον, τοῦτ' ἔστιν, εἰς ὑπέρθεσιν ἑτέρου καιροῦ. Προηγόρευσε γὰρ ὁ νόμος τὰ ἐσόμενα, καὶ τῶν τοῦ Σωτῆρος κατορθωμάτων λαμπρὰν ἔχει τὴν ἀφήγησιν, εἰ νοοῖτο πνευματικῶς. Ταύτῃτοι, καθάπερ ἐγᾦμαι, καὶ τὴν ἁγίαν σκηνὴν ἀνέστησεν ὁ Μωσῆς. Ἔστι γὰρ οὐκ ἀσυντελὴς ἡ διὰ νόμου παί-δευσις εἰς τὴν τῆς Ἐκκλησίας σύστασιν. Παιδαγωγεῖ γὰρ εἰς Χριστὸν, ὅς ἐστιν ἡ κεφαλὴ τῆς Ἐκκλησίας, καὶ ἡ πᾶσα σύστασις, στύλος καὶ ἑδραίωμα τῆς ἀληθείας, κατὰ τὸ γεγραμμένον. Καὶ γοῦν Ἰουδαίοις προσπεφώνηκεν ὁ Χριστός· «Εἰ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν καὶ ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.» Οἰκοδομεῖ τοιγαροῦν καὶ ὁ Μωσῆς, τοῦτ' ἔστιν, ἡ διὰ νόμου παίδευσις, τὴν Ἐκκλησίαν Χριστοῦ, τὸ ἐπ' αὐτῇ μυστήριον ὡς ἐν σκιαῖς ἔτι προαναφαίνουσα. Πρόσωπον δὲ τὸ Μωσέως ἔσθ' ὅτε τὸν δι' αὐτοῦ παρίστησι νόμον, κατά γε τὸ ἐν εὐαγγελικαῖς παραβολαῖς ὀρθῶς εἰρημένον, «Ἔχουσι Μωσέα καὶ τοὺς προφήτας.» {ΠΑΛΛ.} Ὀρθῶς ἔφης. {ΚΥΡ.} Τί δ' ἂν βούλοιτο κατασημῆναι πάλιν τὸ, ἐν ἡμέρᾳ χρῆναι μιᾷ, καὶ μὴν καὶ τὸ, νουμηνίᾳ τοῦ μηνὸς τοῦ πρώτου, καὶ τὸ, ἐν δευτέρῳ ἔτει τὴν ἁγίαν διαπήγνυσθαι σκηνὴν, φέρε δὴ λέγωμεν ἰχνηλατοῦντες τὸ ἀληθὲς, καὶ τὸ ὡς ἄριστα ἔχειν τοῖς ἐντευξομένοις δοκοῦν. Ἡμέρα μὲν γὰρ ἡ μία τὸν πολύευκτον ἡμῖν καὶ σωτήριον ὑποφαίνει καιρὸν, καθ' ὃν ἄνθρωπος γεγονὼς ὁ Μονογενὴς, τῷ θανάτῳ τῆς ἰδίας σαρκὸς κατεκτήσατο τοὺς ἐπὶ τῆς γῆς τῷ Θεῷ καὶ Πατρί. Εἷς δὲ δὴ πάντων ὁ τοῦδε καιρός· ἅπαξ γὰρ ἀποθανὼν, οὐκέτι ἀποθνήσκει· θάνατος αὐτῷ οὐκέτι κυριεύσει, κατὰ τὰς Γραφάς· οὐ γὰρ ἔτι προσδοκήσομεν ὑπέρ τε ἡμῶν αὐτῶν καὶ τῶν ἐν ᾅδου πνευμάτων τεθνήξεσθαι τὸν Υἱὸν, ἀλλ' οὐδὲ ἀπαρχὴν ἔσεσθαι τῶν κεκοιμημένων δευτέραν. Οὐ γὰρ ἐσομένου θανάτου, πῶς ἂν γένοιτο καὶ ἀνάστασις; Ἔστι τοίνυν οὐ ψευδοεπῆσαι λέγοντας, ὡς εἷς ὁ τοῦδε καιρὸς, καθάπερ ἔφην ἀρτίως, καὶ ἡμέρα μία, ἧς καὶ ὁ προφήτης ἐμνήσθη λέγων ὡς ἐκ προσώπου Θεοῦ, «Καιρῷ δεκτῷ ἐπηκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι.» Γράφει δὲ καὶ ὁ θεσπέσιος Παῦλος, «Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας,» καθ' ἣν ἐκ νεκρῶν ἀνεβίω Χριστὸς, τὸ ἀμειδὲς τοῦ θανάτου καταλύσας κράτος, ὅτε καὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας οἰκοδόμους ὥσπερ τινὰς καὶ τεχνίτας πνευματικοὺς τοὺς ἁγίους ἀποστόλους καθίστη, λέγων, «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα, ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Ἢ γὰρ οὐχὶ τοῦτο εἶναι φὴς τῆς Ἐκκλησίας τὴν σύστασιν; {ΠΑΛΛ.} Τὸ τί δὴ φής; {ΚΥΡ.} Τὴν διὰ τῶν ἁγίων μυσταγωγῶν παραδοθεῖσαν πίστιν, καὶ κεκηρυγμένην πολιτείαν, φημὶ δὴ τὴν ἐν Χριστῷ, καὶ τὴν διὰ τοῦ ἁγίου βαπτίσματος πρὸς Θεὸν ἕνωσιν, διὰ μετοχῆς τοῦ ἁγίου Πνεύματος. Οὕτω γὰρ ἡμῖν προσεφώνει λέγων ὁ Παῦλος, «Καὶ ὑμεῖς ὡς λίθοι ζῶντες ἐποικοδομεῖσθε οἶκος πνευματικὸς, εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι.» Πάλαι μὲν γὰρ ὡς ἐν διαφόροις σκεύεσιν ἐν τῇ ἁγίᾳ σκηνῇ προεμορφοῦτο Χριστὸς, ὡς χρυσοῦν θυμιατήριον, ὡς κιβωτὸς, ὡς λυχνία, καὶ μὴν καὶ ὡς τράπεζα, καὶ τὰ ἐν αὐτῇ· ἕκαστος δὲ, οἶμαι, τῶν πεπιστευκότων, κατά γε τὸν ἐνεστηκότα καιρὸν, οἶκος καὶ ναὸς χρηματίζει Θεοῦ, Χριστὸν ἔχων ἐνηυλισμένον. Κατοικεῖ γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ τῆς πίστεως, καθὰ γέγραπται, εἷς μὲν καὶ ὁ αὐτὸς κατὰ φύσιν ὑπάρχων, εἰ καὶ νοοῖτο μετὰ σαρκός. «Εἷς γὰρ Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰη σοῦς Χριστὸς, δι' οὗ τὰ πάντα,» τοῖς δὲ τῆς θεότητος διαφόροις ἰδιώμασιν τὸ οἱονεὶ πολυειδὲς ἔχων ἐφ' ἑαυτῷ, καὶ διαφόρως νοούμενος. Ἔστι γὰρ ἐν ἡμῖν ὡς Λόγος Θεοῦ, καὶ σοφία, καὶ φῶς, καὶ ζωὴ, καὶ ἄρτος ὁ ζῶν καὶ ἐξ οὐρανοῦ. {ΠΑΛΛ.} Συνῆκα ὃ φής. {ΚΥΡ.} Οὐκοῦν ὁ τῆς ἐνανθρωπήσεως καιρὸς ἡμῖν, καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως ἡ τριπόθητος ἡμέρα, προανετυποῦτο πάλαι διὰ τὸ φάναι Θεὸν, Ἐν ἡμέρᾳ μιᾷ στήσεις τὴν σκηνήν. Τὸ δὲ, Καὶ ἐν νουμηνίᾳ τοῦ μηνὸς τοῦ πρώτου, χρησίμως τε καὶ ἀναγκαίως προσενηνεγμένον κατίδοι τις ἂν, ὦ Παλλάδιε. Ὥσπερ γὰρ ἀρχὴ μηνὸς, ἡμερῶν ἡ ἐν αὐτῷ πρώτη, τοῦτ' ἔστιν, ἡ νουμηνία· οὕτως καὶ ἀρχή τις ὥσπερ αἰῶνος νέου, καὶ προεισβολὴ καινότητος χρόνων, ὁ τῆς ἐπιδημίας καιρός. «Καινὴ γὰρ κτίσις ἐν Χριστῷ· τὰ ἀρχαῖα παρῆλθεν.» Ἀναλάμπει δὲ ὥσπερ ἡμῖν ὁ μετὰ τοῦτον αἰὼν, νῦν μὲν ὡς ἐν ἐλπίσιν ἔτι βλεπόμενος, τότε δὲ καὶ παρεσόμενος ἀληθῶς, ὅταν ἡμῖν ὁ Χριστὸς ἐπιλάμψῃ πάλιν μετὰ τῶν ἁγίων ἀγγέλων ἐν τῇ δόξῃ τοῦ Πατρὸς, τοὺς ἐν καινότητι ζωῆς περιπατεῖν ἑλομένους, καὶ τὸ ἐκπρεπέστατον κάλλος τῆς εὐαγγελικῆς πολιτείας ἐν ὑπομονῇ πλουτήσαντας, παραληψόμενος μεθ' ἑαυτοῦ, καὶ εἰς τὴν πάλαι προσδοκωμένην δόξαν καὶ βασιλείαν εἰσκομιῶν. Ὅτι δὲ καινὴ κτίσις καὶ οἱονεὶ καιρῶν καὶ πραγμάτων βλάστη νέα τῶν ἐν Χριστῷ, καταδείξειεν ἂν εὖ μάλα τὸ αἴνιγμα τοῦ πρώτου μηνὸς, καθ' ὃν πόαι μὲν καὶ ἁπαλαὶ καὶ ἀρτιφανεῖς ἐν γῇ, φυτῶν δὲ ἀναθήλησις, καὶ τῶν ἐν λειμῶσιν ἀνθέων τὸ πολυειδὲς ἐμφαίνεται κάλλος, ἐαρινῆς γελώσης εὐωδίας· οἱονεὶ γάρ πως ἐν τοιῷδε καιρῷ κέκληκεν ὁ Χριστὸς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, οὕτω λέγων, «Ἀνάστα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου, περιστερά μου, ὅτι ἰδοὺ ὁ χειμὼν ἀπῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἐν αὐτῷ· τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ· καιρὸς τῆς τομῆς ἔφθασεν.» Ἀνεθάλη γὰρ ἡ ἀνθρώπου φύσις αὖ, ὥσπερ τι φυτὸν, καταμαρανθεῖσα θανάτῳ, διά τε τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ τὴν κατὰ πάντων ἡμῶν τυραννήσασαν ἁμαρτίαν. Ἀκούω δὲ λέγοντος τοῦ Χριστοῦ καὶ δι' ἑνὸς τῶν ἁγίων προφητῶν, «Αὐτὸς ὁ λαλῶν πάρειμι, ὡς ὥρα ἐπὶ τῶν ὀρέων.» Ὅπερ γὰρ ἐν ὄρεσι καὶ δρυμοῖς τὸ ἔαρ ἐργάζεται, βλάστῃ νέᾳ στεφανοῦν τὰ φυτὰ, τοῦτο καὶ ἐφ' ἡμῶν ἡ τοῦ Σωτῆρος ἡμῶν ἀποπεπλήρωκε παρουσία, γενομένη κατὰ καιροὺς, ὡς ἐν ἔτει δευτέρῳ, καὶ οὐκ ἔν γε τῷ πρώτῳ καιρῷ, καθ' ὃν ἦν ὁ νόμος, καὶ τῶν προφητῶν ὁ χορὸς, καὶ καθ' ὃν ἐκράτει θάνατος. Βεβασίλευκε γὰρ ἀπὸ Ἀδὰμ καὶ μέχρι Μωσέως. Οὐκοῦν ὡς ἐν δευτέρῳ ἔτει, τοῦτ' ἔστιν, ὡς ἐν χρόνῳ τῷ μετὰ τὸν πρῶτον, καθ' ὃν ἦν ὁ νόμος, ἡ ἐξ ἐθνῶν ἀνέλαμψεν Ἐκκλησία, Χριστὸν ἔναυλον ἔχουσα, τὸ τῶν προφητῶν καὶ τοῦ νόμου τέλος. Ἆρά σοι δοκεῖ πρὸς τὸ εὐθύ τε καὶ ἀληθὲς διᾴττειν ἡμῶν ὁ λόγος; {ΠΑΛΛ.} Παντάπασι μὲν οὖν. {ΚΥΡ.} Οἶμαι δὲ ἔγωγε τὴν ἀληθεστέραν ἡμῖν προκατηγγέλθαι σκηνὴν διὰ φωνῆς Ἡσαΐου, λέγοντος ὡς πρὸς ἕκαστον τῶν ἐν πίστει κεκλημένων εἰς δικαιοσύνην, «Οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλὴμ, πόλεις πλουσίας, σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν, οὐδὲ μὴ κινηθῶσιν οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς· οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαῤῥαγῶσιν εἰς τὸν αἰῶνα χρόνον.» Θεοῦ γὰρ πόλις ἡ Ἐκκλησία, ἧς καὶ ὁ θεσπέσιος ∆αβὶδ ἐπεμνήσθη λέγων, «∆εδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.» Πλουσία γὰρ αὕτη, καὶ τοῖς ἄνωθεν καὶ ἐξ οὐρανοῦ χαρίσμασι κατηγλαϊσμένη, καὶ ἄῤῥηκτον ἔχουσα τὴν ἐν βεβαίῳ στάσιν, ἵδρυσίν τε καὶ διαμονήν. «Πύλαι γὰρ ᾅδου οὐ κατισχύσουσιν αὐτῆς,» κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. {ΠΑΛΛ.} Ὀρθότατα καὶ εἰκότα διανοῇ. {ΚΥΡ.} Ἐγηγερμένης δὲ τῆς σκηνῆς, ὅτι προσῆκεν ἐν κόσμῳ κεῖσθαι τὰ ἐν αὐτῇ, καὶ μὴ χύδην καὶ ἀτημελῶς, διδάσκει λέγων ὁ πάντων δεσπότης Θεός· «Καὶ θήσεις τὴν κιβωτὸν τοῦ μαρτυρίου, καὶ σκεπάσεις τὴν κιβωτὸν τῷ καταπετάσματι. Καὶ εἰσοίσεις τὴν τράπεζαν, καὶ προθήσεις τὴν πρόθεσιν αὐτῆς. Καὶ εἰσοίσεις τὴν λυχνίαν, καὶ ἐπιθήσεις τοὺς λύχνους αὐτῆς. Καὶ θήσεις τὸ θυσιαστήριον τὸ χρυσοῦν, εἰς τὸ θυμιᾷν ἐναντίον τῆς κιβωτοῦ. Καὶ ἐπιθήσεις κάλυμμα καταπετάσματος ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων θήσεις παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. Καὶ περιθήσεις τὴν σκηνὴν, καὶ πάντα τὰ αὐτῆς περιθήσεις κύκλῳ.» Ἀλλ' ἔνεστι μὲν ἐν τούτοις εἰσκεκομισμένα ἰδεῖν ἐν τῇ ἁγίᾳ σκηνῇ τὰ σκεύη τὰ ἱερά· οὐ μὴν ἔτι καὶ σαφῶς τὸν ἑκάστῳ πρέποντά τε καὶ ἐκνεμηθέντα τόπον. Βούλει δὴ οὖν τῶν ἐπὶ τῇ σκηνῇ προσταγμάτων λεπτήν τε καὶ ἀκριβῆ τῶν τοιῶνδε τὴν γνῶσιν ἐρανιζώμεθα; {ΠΑΛΛ.} Ὡς ἥδιστά γε. {ΚΥΡ.} Ἔφη τοίνυν πρὸς τὸν ἱερὸν Μωσέα Θεός· «Καὶ ποιήσεις καταπέτασμα ἐξ ὑακίνθου καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου, καὶ βύσσου νενησμένης· ἔργον ὑφαντὸν ποιήσεις αὐτὸ Χερουβίμ. Καὶ ἐπιθήσεις αὐτὸ ἐπὶ τεσσάρων στύλων ἀσήπτων κεχρυσωμένων χρυσίῳ. Καὶ αἱ κεφαλίδες αὐτῶν χρυσαῖ, καὶ αἱ βάσεις αὐτῶν τέσσαρες ἀργυραῖ. Καὶ θήσεις τὸ καταπέτασμα ἐπὶ τῶν στύλων, καὶ εἰσοίσεις ἐκεῖ ἐσώτερον τοῦ καταπετάσματος τὴν κιβωτὸν τοῦ μαρτυρίου. Καὶ διοριεῖ τὸ καταπέτασμα ὑμῖν ἀναμέσον τοῦ Ἁγίου, καὶ ἀναμέσον τοῦ Ἁγίου τῶν ἁγίων. Κατακαλύψεις τῷ καταπετάσματι τὴν κιβωτὸν τοῦ μαρτυρίου ἐν τῷ Ἁγίῳ τῶν ἁγίων. Καὶ ἐπιθήσεις τὴν τράπεζαν ἔξωθεν τοῦ καταπετάσματος, καὶ τὴν λυχνίαν ἀπέναντι τῆς τραπέζης ἐπὶ μέρους τῆς σκηνῆς τὸ πρὸς νότον. Καὶ τὴν τράπεζαν θήσεις ἐπὶ μέρους τῆς σκηνῆς τὸ πρὸς βοῤῥᾶν. Καὶ ποιήσεις ἐπίσπαστρον τῇ θύρᾳ τῆς σκηνῆς ἐξ ὑακίνθου καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου, καὶ βύσσου κεκλωσμένης, ἔργον ποικιλτοῦ. Καὶ ποιήσεις τῷ καταπετάσματι πέντε στύλους, καὶ χρυσώσεις αὐτοὺς χρυσίῳ· καὶ αἱ κεφαλίδες αὐτῶν χρυσαῖ, καὶ χωνεύσεις αὐτοῖς πέντε βάσεις χαλκᾶς.» Καὶ ταυτὶ μὲν περὶ τούτων. Περὶ δέ γε τοῦ λουτῆρος ὧδέ πή φησι· «Ποίησον λουτῆρα χαλκοῦν, καὶ βάσιν αὐτῷ χαλκῆν ὥστε νίπτεσθαι, καὶ θήσεις αὐτὸν ἀνὰ μέσον τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἀνὰ μέσον τοῦ θυσιαστηρίου.» Ἆρά σοι σαφὴς ὁ ἐφ' ἑκάστῳ λόγος; {ΠΑΛΛ.} Οὐ μὲν οὖν· διηπόρηκα γὰρ, ἴσθι· καὶ τί τὸ χρῆμα, εἰπεῖν οὐκ ἔχω. {ΚΥΡ.} Οὐκοῦν ἐφ' ἑκάστῳ τῶν προκειμένων ῥητῶν, εἰς θεωρίαν τὴν ἐπ' αὐτοῖς τὸ τελοῦν ἁρπάσας, σαφῆ καὶ εὐκρινεστάτην, ὡς ἂν οἷός τε ὦ, ποιήσομαι τὴν ἀφήγησιν. Ἐγήγερται μὲν γὰρ, ὦ Παλλάδιε, κατὰ τὴν ἔρημον ἡ ἁγία σκηνὴ, ὡς ἐν θέσει τε καὶ ἐν εἴδει διπλῷ. Καὶ μία μὲν ἦν ἡ ἐσωτάτη· ὄνομα δὲ αὐτῇ, τὰ Ἅγια τῶν ἁγίων. Προεισβολὴ δὲ ὥσπερ τις καὶ περὶ αὐτὴν ἡ πρώτη, τὰ ἐπίκλην Ἅγια. Καὶ εἰς μὲν τὴν ἐσωτάτω σκηνὴν, ἡ κιβωτὸς ἀπετέθειτο, ἐπὶ τεσσάρων στύλων χρυσῶν ἔχουσα περιπέτασμα πεποιημένον ἐντέχνως ἐξ ὑακίνθου καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου, καὶ βύσσου νενησμένης. Εἰ ρηκότες δὲ ἤδη, καὶ, καθάπερ ἐγᾦμαι, διαρκῶς τὰ ἐπί τε τῇ βύσσῳ καὶ τῇ πορφύρᾳ, καὶ τῷ κεκλωσμένῳ κοκκίνῳ, καὶ μέν τοι καὶ ὑακίνθῳ, παρωσόμεθα μὲν τὸ ταυτοεπές· ἐκεῖνό γε μὴν ἐροῦμεν εἰς τὸ παρόν· Τὸ καταπέτασμα τὸ ἐπὶ τεσσάρων στύλων χρυσῶν, ὧν αἱ βάσεις ἀργυραῖ, τὸ Χριστοῦ μυστήριον ὑπεδήλου τότε. Τί γάρ; οὐχὶ καταπέτασμα τὸ σῶμα Χριστοῦ καὶ σοφὸς ἡμῖν ὠνόμασε Παῦλος, οὕτω λέγων, «Ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τουτέστι, τῆς σαρκὸς αὐτοῦ;» {ΠΑΛΛ.} Ὀρθῶς ἔφης. {ΚΥΡ.} Ἄθρει δὴ οὖν ὡς ἐν σκιαῖς καὶ αἰνίγμασιν, ὅτι Θεὸς ὢν καὶ ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν ὁ Λόγος, ὡς ἐν χρυσῇ καὶ ἀσήπτῳ γέγονε κιβωτῷ, τῷ ἐκ Παρθένου ναῷ· ἄσηπτον γὰρ καὶ τίμιον τὸ σῶμα Χριστοῦ· μονονουχὶ δὲ καὶ ἐκρύπτετο καθάπερ ἐν τάξει καταπετάσματος, τὴν σάρκα λαβών· κρύπτεσθαι δέ φαμεν τὸν ἐκ Θεοῦ Λόγον, οὐχ ὡς ἐν βραχεῖ περιορισθέντα σώματι· πανταχῆ γὰρ καὶ ἐν πᾶσιν ὁ Υἱός· ἀλλὰ τῷ λανθάνειν οἰκονομικῶς, καὶ τὸν τῆς ἀναδείξεως ὑπομένειν καιρόν. Ἀναδείξεως δὲ τῆς εἰς ἅπαντας ὁ καιρὸς, ἡ ἐκ νεκρῶν ἀναβίωσις. Πρὸ μὲν γὰρ τοῦ τιμίου σταυροῦ, τοῖς ἁγίοις ἐπέταττε μαθηταῖς, ἵνα μὴ φανερὸν αὐτὸν ποιῶσι. Γέγραπται γὰρ ὡδί. Μετὰ δέ γε τὸ ἀναβιῶναι παθόντα τὸν θάνατον, «Πορευθέντες, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» Οὐκοῦν ἐπεκρέματο μὲν τοῖς στύλοις τὸ καταπέτασμα, κατακαλύπτον ἔσω τὴν κιβωτὸν, τύπος δ' ἂν εἴη Χριστοῦ, τοῖς τῶν ἁγίων εὐαγγελιστῶν κηρύγμασιν αἰρομένου τε ὑψοῦ, καὶ ἐν δόξῃ θεότητος ὁρωμένου τοῖς ἐν τῇ ἁγίᾳ σκηνῇ, τουτέστι, τῇ Ἐκκλησίᾳ. Τέσσαρες δὲ οἱ στύλοι, χρυσοῖ καὶ περιάργυροι· ἰσάριθμοι δὲ αὐτοῖς οἱ εὐαγγελισταὶ, λαμπροί τε καὶ τίμιοι. Οὐκοῦν ἔκειτο μὲν ἡ κιβωτὸς, ἄνωθεν δὲ κάτω διῆκον τὸ καταπέτασμα, τὸ ἐκ βύσσου καὶ πορφύρας καὶ τῶν ἄλλων, οὐχ ὁρατὴν ἐτίθει. Ἄνωθεν δὲ τοῦ καταπετάσματος καὶ τῶν εἰς δεξιά τε καὶ εὐώνυμα Χερουβὶμ, ἐχρημάτιζε Θεὸς, δεικνὺς ὅτι καὶ ὑπὲρ πᾶσαν κτίσιν ἐστί· καὶ αὐτὰ δὲ πάντα τὰ τῶν λογικῶν ἀνωτάτω, τουτέστι τὰ Σεραφὶμ, τὴν θείαν τε καὶ ἄῤῥητον ὑποκάθηται δόξαν, καὶ αὐτὸν δορυφοροῦντα τὸν Υἱὸν, εἰ καὶ γέγονε σὰρξ, καὶ ὡς ἐν ὑφέσει τυχὸν τῆς πρὸς τὸν Πατέρα ἰσότητος, καθὸ πέφυκεν ἄνθρωπος. Τοιγάρτοι καὶ ἔφασκεν αὐτός· «Ὁ Πατήρ μου μείζων μού ἐστιν.» Ἶσος δὲ ὢν κατὰ φύσιν τῷ γεγεννηκότι, τὸ ἐν μείοσι γενέσθαι φησὶ διὰ μόνον τὸ ἀνθρώπινον. ∆ιὰ τοῦτο καὶ ἐν τῇ ἁγίᾳ σκηνῇ, κύκλῳ μὲν τοῦ καταπετάσματος, τὰ Χερουβὶμ, καὶ αὐτὰ ὡς Θεὸν δορυφοροῦντα τὸν Υἱόν. Καὶ μὴν καὶ αὐτοῦ τοῦ καταπετάσματος ἄνωθεν, ὃ ἦν εἰς τύπον Χριστοῦ, νοεῖται Θεός. «Καὶ γνωσθήσομαι» γὰρ, φησὶν, «ἐκεῖθεν, καὶ λαλήσω σοι.» Ἐπέκεινα γὰρ πάσης κτίσεως ὁ Πατὴρ, καὶ αὐτοῦ τοῦ Ἐμμανουὴλ, οὐ καθ' ὃ νοεῖται καὶ ἔστι Θεός· ἶσος γάρ ἐστι κατὰ πάντα Θεῷ· ἀλλ' ὅσον ἧκεν εἰς δούλου μορφὴν, καὶ εἰς ἀνθρωπότητος μέτρον. {ΠΑΛΛ.} Ὡς λεπτὸς ὁ λόγος καὶ βαθύς. {ΚΥΡ.} Ἔρχεται δὲ ὅμως οὐκ ἀπὸ σκοποῦ. {ΠΑΛΛ.} Σύμφημι. {ΚΥΡ.} Ἐχούσης δὲ ὧδε τῆς κιβωτοῦ, «Καὶ θήσεις, φησὶ, τὸ θυσιαστήριον τὸ χρυσοῦν εἰς τὸ θυμιᾷν ἐναντίον τῆς κιβωτοῦ.» Καὶ Χριστὸς μὲν ὅτι τὸ θυσιαστήριόν ἐστι τὸ χρυσοῦν, διαρκῶς ἡμῖν εἰρῆσθαι δοκῶ. Τέθειταί γε μὴν ἀπέναντι τῆς κιβωτοῦ, ἐφ' ᾗ τὸ καταπέτασμα, καὶ κύκλῳ τὰ Σεραφὶμ, καὶ ἀνωτέρω Θεὸς, οἱονεὶ δεχόμενος τὴν ἀπαράβλητον εὐωδίαν τοῦ Ἐμμανουήλ. Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, καθὰ γέγραπται· τοιγάρτοι καὶ ἔφασκεν αὐτὸς, «Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱόν.» ∆εκτοὶ δὲ τῷ Θεῷ καὶ ἡμεῖς αὐτοὶ, τὸ Χριστοῦ μύρον εὐωδιάζοντες. Πιστώσεται δὲ καὶ ὁ Παῦλος γράφων· «Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι' ἡμᾶς, ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ.» {ΠΑΛΛ.} Ὀρθῶς ἔφης. {ΚΥΡ.} Ἐννοῶμεν δὴ οὖν ἀκριβῶς, τοῖς γεγραμμένοις ἐνιέντες τὸν ὀφθαλμὸν, ἱδρύσθαι μὲν τὴν κιβωτὸν ἐν τῷ πρὸς λίβα καὶ δυσμὰς κλίτει τῆς ἁγίας σκηνῆς· ἀπέναντι δὲ αὐτῆς τὸ χρυσοῦν θυσιαστήριον, ἐν τῷ πρὸς ἀκτῖνα τόπῳ. Ἠὼς γὰρ καὶ δύσις μεμέστωται τοῦ Χριστοῦ, βοῤῥᾶς τε καὶ νότος. Καὶ γοῦν τόπος μὲν τῇ λυχνίᾳ, τὰ νότια τῆς σκηνῆς. τῇ δὲ τραπέζῃ, τὰ πρὸς βοῤῥᾶν. Καὶ ὅτι δι' ἀμφοῖν ὁ Χριστὸς σημαίνεται, πολὺς ἡμῖν ἤδη προαπέδειξε λόγος· ὅτι μὲν γὰρ φῶς ὁ Χριστὸς, ἡ λυχνία δηλοῖ· ὅτι δὲ ζωὴ καὶ ἄρτος ὁ ζῶν, ἡ τράπεζα μὲν καὶ τὰ ἐν αὐτῇ. Πλὴν ἐκεῖνο διανοοῦ, καὶ ἄθρει τὸ μυστήριον· Νοτιωτάτη μὲν γὰρ τῶν Ἰουδαίων ἡ χώρα, βορειοτέρα δὲ πάλιν ἡ τῶν ἐθνῶν. Οὐκοῦν ἀπό γε τῆς θέσεως τῆς ἀμφοῖν, τῆς τε λυχνίας καὶ τῆς τραπέζης, φημὶ, περιέσται δήπου τοῖς ἐθέλουσιν εὖ μάλα νοεῖν, ὅτι τοῖς μὲν Ἰουδαίοις φῶς ἐπέλαμψεν ὁ Χριστὸς, καὶ παρ' αὐτοῖς ἐκήρυττεν, «Ἐγώ εἰμι τὸ φῶς.» Ἀπέσταλται γὰρ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Καὶ, «Αὐτῶν εἰσιν αἱ ἐπαγγελίαι,» κατὰ τὰς Γραφάς. Ἐπεὶ δὲ οὐ προσήκαντο τῆς ἀληθείας τὸ φῶς, γέγονε τοῖς ἔθνεσιν ζωὴ καὶ ἄρτος ἐξ οὐρανοῦ· καὶ οὐ δίχα φωτὸς τὰ ἔθνη· καὶ τοῦτο δ' ἂν μάθοις, διήκοντος τοῦ φωτὸς τῆς λυχνίας καὶ εἰς τὰ βόρεια τῆς σκηνῆς. Στενοτάτης δὲ οὔσης τῆς σκηνῆς τῆς ἁγίας, τὸ ἀπεικὸς οὐδὲν, μονονουχὶ καὶ παρατεθεῖσθαι δοκεῖν τῇ τραπέζῃ τὴν λυχνίαν, κἂν εἰ τὸν νότιον ἔχῃ τόπον. Ἐμφανίζει δὲ ἡμῖν καὶ ἑτέρως ὁ τύπος, ὡς θείου φωτὸς ἐκλάμποντος γένοιτ' ἂν τοῖς ἀξίοις τὸ μεταλαχεῖν δύνασθαι τοῦ Χριστοῦ, ὡς ἄρτου ζῶντος καὶ ἀληθινοῦ. Σύσσωμα δὲ καὶ συμμέτοχα γέγονε τὰ ἔθνη Χριστοῦ. Γράφει δὲ πάλιν ὁ θεσπέσιος Παῦλος· Σύσσωμα δὲ καὶ συμμέτοχα γέ γονε τὰ ἔθνη φωτὸς, δηλονότι τοῦ νοητοῦ, προσαναπιμπλάμενα «διαυγαζούσης ἡμέρας, καὶ Φωσφόρου κατὰ νοῦν ἀνατέλλοντος,» ἔφη γάρ τις τῶν τοῦ Σωτῆρος μαθητῶν. Ἐχόντων δὲ ὧδε θέσεώς τε καὶ κατασκευῆς τῶν ἐν τοῖς Ἁγίοις τῶν ἁγίων, ἐπίσπαστρον, ἤτοι καταπέτασμα, γενέσθαι προστέταχεν ἐξ ὑακίνθου καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου, καὶ βύσσου νενησμένης· τοῦτο δὲ ταῖς σκηνῆς εἰσβολαῖς περιτείνεσθαι δεῖν ἔφασκεν ἀναγκαίως, πέντε χρυσοῖς ἐπαιωρούμενον στύλοις, ὧν αἱ βάσεις χαλκαῖ. Καὶ ἐπίσπαστρον μὲν ὀνομάζει, τῆς θύρας τὸ περιτάνυσμα, διὰ τὸ, οἶμαι, λεπτοῖς κρίκοις ἀνόπιν ἕλκεσθαι δικνουμένης τῆς εἰσβολῆς· ἀντεπισπᾶσθαι δὲ αὖ καὶ κατευρύνεσθαι τῶν θυρῶν, κρύπτειν τὰ Ἅγια. Πέντε δὲ οἱ στύλοι, χρυσοῖ καὶ περίχαλκοι, τοὺς ὡς πέμπτῳ καιρῷ, καθ' ὃν ἡ Χριστοῦ γέγονε παρουσία, προανατυποῦντες διδασκάλους καὶ τῶν Ἐκκλησιῶν ἡγουμένους· οἳ τὸν τῆς ἀληθείας ὀρθοτομοῦντες λόγον, τίμιοι μὲν ὡς χρυσός εἰσιν, εὐηχεῖς δὲ οὕτως ὡς χαλκός. «Εἰς πᾶσαν γὰρ δὴ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν·» οἳ καὶ διὰ τῆς ἐντέχνου καὶ θεοπνεύστου μυσταγωγίας τοῖς εἰς τὰ Ἅγια τῶν ἁγίων εἰστρέχειν ἐθέλουσιν ἀνευρύνουσιν ὥσπερ τὰς εἰσβολάς. Τὰ μὲν οὖν Ἅγια τῶν ἁγίων, τοῦτ' ἔστιν, ἡ ἐσωτέρα σκηνὴ κατεκαλύπτετο τῷ καταπετάσματι. Παρερήρειστο δὲ εὐθὺς καὶ συνήρμοστο τῇ δευτέρᾳ καὶ ἡ πρώτη σκηνὴ, τὸ θυσιαστήριον ἔχουσα τῶν καρπωμάτων, ἐν ᾧ πᾶσα ἡ δι' αἱμάτων ἐτελεῖτο προσαγωγὴ, πόπανά τε καὶ οἱ λιβανωτοὶ, καὶ πᾶσα θυσία καὶ σπονδὴ, καὶ πρός γε τῷ θυσιαστηρίῳ καὶ τὸν λουτῆρα τὸν χαλκοῦν. Τόπος δὲ αὖ τῷ μὲν θυσιαστηρίῳ παρὰ τὰς θύρας τῆς σκηνῆς, δῆλον δὲ ὅτι τῆς ἐξωτέρας· τῷ δέ γε λουτῆρι, τὸ μεσαίτατον τῆς σκηνῆς. {ΠΑΛΛ.} Καὶ τίς ἂν νοοῖτο πάλιν ἡ ἐπιτήρησις; {ΚΥΡ.} Ἀκριβὲς, ὦ Παλλάδιε, τὸ Γράμμα τὸ ἱερὸν, καὶ εἰκαῖον ἐν αὐτῷ παντελῶς οὐδέν. Θέα γὰρ ὅπως ἡμῖν τὸ αἴνιγμα παιδαγωγοῦντα δέδειχεν ἐπὶ Χριστὸν τὸν νόμον. Τέθειται γὰρ παρ' αὐταῖς ταῖς εἰσόδοις ταῖς εἰς τὰ Ἅγια τῶν ἁγίων τῆς κατὰ νόμον λατρείας τὸ θυσιαστήριον. Ἀποφέρει γὰρ ὁ νόμος μόλις ἡμᾶς εἰς ἀρχὰς τῶν τοῦ Χριστοῦ μυστηρίων, καὶ οἱονεί πως παρὰ τὰς πρώτας εἰσβολὰς τῆς ἐπ' αὐτῷ γνώσεως ἀκριβοῦς· εἰσκομίζει δὲ οὐδαμῶς εἰς τὰ Ἅγια τῶν ἁγίων, τοῦτ' ἔστιν, εἰς τὴν ἐσωτέραν σκηνὴν, ἐν ᾗ πολυειδὴς ὁ Χριστὸς, ὡς Θεοῦ Λόγος, ὡς φῶς, ὡς ἄρτος ζῶν, ὡς εὐωδίας ὀσμὴ τῷ Θεῷ καὶ Πατρί. Ἢ γὰρ οὐχὶ φαίης ἂν ὅτι στοιχεῖά τε καὶ ἀρχαὶ τῶν λογίων τοῦ Θεοῦ, τῆς κατὰ νόμον λατρείας ἡ προμελέτησις ἦν; {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Ὅτι δὲ τετελείωκεν ὁ νόμος οὐδὲν, «Ἀμή-χανον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρ τίας,» ἀναμάθοις ἂν εὐθὺς, καὶ λίαν ἀμογητὶ, καὶ τὴν τοῦ λουτῆρος χρείαν ἐννενοηκώς. Ἔκειτο γὰρ ἐν μέσῃ τῇ πρώτῃ σκηνῇ λαμπρὸς καὶ περίοπτος, προαπονίζων ὕδατι τοὺς εἰς τὰ Ἅγια τῶν ἁγίων εἰστρέχοντας. Τέθειτο γὰρ τοῖς ἱερεῦσιν ὁ ἐπὶ τῷδε νόμος. Οὐκοῦν καὶ ἡ ἐν νόμῳ δοκοῦσα πλήρωσις, ἀτελὴς, τὴν διὰ τοῦ ἁγίου βαπτίσματος κάθαρσιν ὑποδηλοῦσα, ἣ τὸ ἱερὸν ἐκπλύνει γένος, φημὶ δὴ τὸ τῶν ἐν πίστει δεδικαιωμένων, οἷς καὶ ὁ θεσπέσιος μαθητὴς προσπεφώνηκε λέγων, «Ὑμεῖς δὲ γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ἵνα τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ἡμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς.» Ἰστέον δὲ ὅτι καὶ τῇ θύρᾳ τῆς ἔξω σκηνῆς περιτετάννυστο καταπέτασμα, ὡς ἂν μὴ γυμνά τε καὶ ἐμφανῆ τοῖς ἔξωθεν εἴη τὰ Ἅγια, τοῦτ' ἔστιν, ἡ πρώτη σκηνὴ, ἐν ᾗ τὸ ἐν νόμῳ θυσιαστήριον· καταδηλοῦντος, οἶμαι, τοῦ τύπου πάλιν, ὅτι μηδὲ αὐτὸς τοῖς τυχοῦσιν ἐμφανὴς ὁ νόμος. Κατακάλυμμα γὰρ ἔχει τὸ γράμμα, καὶ κατακεκάλυπταί τε καὶ κατημφίασταί πως τὴν ὡς ἐν σκιαῖς ἀσάφειαν. {ΠΑΛΛ.} Ὧδε ἔχει. {ΚΥΡ.} Οὐκοῦν ἐν μὲν τῇ πρώτῃ σκηνῇ λουτὴρ ἔκειτο καὶ θυσιαστήριον· ἐν δὲ τῇ δευτέρᾳ καὶ ἐσωτάτω, ἡ κιβωτὸς καὶ ἡ λυχνία· καὶ μέντοι καὶ τὸ χρυσοῦν θυμιατήριον, ἐφ' ᾧ τὸ λεπτὸν θυμίαμα, τράπεζά τε καὶ ἄρτοι. ∆ιαμέμνηται δὲ ὁ θεσπέσιος Παῦλος καὶ στάμνου χρυσῆς ἐχούσης τὸ μάννα. Καὶ μὴν καὶ ῥάβδον ἡμῖν ὀνομάζει τὴν Ἀαρὼν, ἣν καὶ ἐν τοῖς Ἁγίοις τῶν ἁγίων ἀποτεθεῖσθαί φησιν, ἅτε δὴ καὶ τῶν ἱερῶν Γραμμάτων ἐντριβὴς, καὶ ἐγνωκὼς ὅτι μάλιστά γε τὰ τεθεσπισμένα κατὰ καιροὺς, καὶ τῷ μακαρίῳ Μωσῇ προστεταγμένα θεόθεν. Οἶδε δὲ οὖσαν καὶ τράπεζαν καὶ λυχνίαν ἐν τῇ πρώτῃ σκηνῇ. Γράφει δὲ οὕτω περὶ ταῖν δυοῖν διαθήκαιν, «Ἐν τῷ λέγειν καινὴν, πεπαλαίωκε τὴν πρώτην. Τὸ δὲ παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ. Εἶχε μὲν οὖν καὶ ἡ πρώτη δικαιώματα λατρείας, τό τε ἅγιον κοσμικόν· σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα, καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται ἁγία. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ, ἡ λεγομένη Ἅγια ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ αἱ πλάκες τῆς διαθήκης. Ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον,» περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. {ΠΑΛΛ.} Ἄρ' οὖν εἴ τις ἕλοιτο φιλοπευστεῖν, χρῆναί τε λέγοι τὰς αἰτίας εἰπεῖν τῆς ὅλης κατασκευῆς, τίς ἂν γένοιτο πρὸς ἡμῶν ὁ λόγος; {ΚΥΡ.} Ὅτι, ὦ Παλλάδιε, τὰ μὲν πρὸ τῆς κατασκευῆς τῆς ἁγίας σκηνῆς, τὰ δὲ μετὰ τοῦτο γενέσθαι προστέταχεν. Ἐν μὲν γὰρ τῇ Ἐξόδῳ καί τοι πρὶν ὅλως τοὺς περὶ τῆς ἁγίας σκηνῆς ὀφθῆναι τύπους, καὶ τὰ ἐπ' αὐτῆς γενέσθαι προστάγματα, τὸν ἐπὶ τῇ χρυσῇ στάμνῳ κατεχρησμῴδησε λόγον, εἰδὼς τὸ ἐσόμενον. Μετὰ δέ γε τὴν πῆξιν τῆς ὅλης σκηνῆς ἐν τοῖς Ἀριθμοῖς εὑρήσομεν τὴν ῥάβδον τὴν Ἀαρὼν εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσκεκομισμένην. Ἐν δὲ τῷ Λευϊτικῷ προσεπενομοθέτει Θεὸς περί τε λυχνίας, καὶ μὴν καὶ τραπέζης τῆς ἐν τῇ πρώτῃ σκηνῇ. Νομομαθὴς δὲ ὑπάρχων ὁ σοφώτατος Παῦλος, παρίησι μὲν ὅλως τῶν γεγονότων οὐδὲν, διαμέμνηται δὲ πρώτων τε καὶ μέσων καὶ τελευταίων. {ΠΑΛΛ.} Ἄριστα ἔφης. Φράζε δὴ οὖν ἕκαστα σαφῶς καὶ διεσταλμένως· βαθὺς γάρ που πάντως ὁ ἐπ' αὐτοῖς ἐστι λόγος. {ΚΥΡ.} Ναὶ, λέγεις ὀρθῶς. Ἔχει γὰρ ὧδε τὸ χρῆμα κατὰ ἀλήθειαν. Ποιήσομαι δὲ τῶν διηγημάτων καὶ τὴν στάμνον ἀρχήν. Ὑετοῦ μὲν γοῦν δίκην καθίει Θεὸς τοῖς ἐξ Ἰσραὴλ τὸ μάννα κατὰ τὴν ἔρημον· τροφὴ γὰρ τοῦτο καὶ ἄρτος αὐτοῖς ἄνωθεν καὶ ἐξ οὐρανοῦ. Ἀλλ' ὅτι μὴ μέχρι τῶν αἰσθητῶν τὸ δρώμενον ἦν· ἀναφέρει γάρ τε ὥσπερ διὰ τύπου καὶ σκιᾶς ἐπὶ τὸ χρῆναι νοεῖν, ὅτι παρέσται κατὰ καιροὺς ὁ ἄνωθεν ἡμῖν καὶ ἐκ Πατρὸς Λόγος, ὡς ἄρτος ἐξ οὐρανοῦ, ὡς καὶ ὁ θεῖος ἡμῖν ∆αβὶδ ὑποφαίνει λέγων· «Ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς, ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος.» Καὶ οὔτι πού φαμεν τὸ μάννα τὸ αἰσθητὸν ἄρτον εἶναι τὸν ἐξ οὐρανοῦ καὶ ἀγγέλων. Τρέφεται μὲν γὰρ τὸ πνεῦμα πνευματικῶς, σῶμα δὲ αὖ κατ' ἰδίαν φύσιν, τοῦτ' ἔστι, σωματικῶς. Τροφὴ δὲ ἀγγέλων καὶ ἄρτος ὁ πρέπων οὐρανοῖς καὶ τοῖς ἄνω πνεύμασιν, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος. Τὸ μάννα δὴ οὖν ἐδήλου Χριστόν. Οὐδὲν δὲ ὁ τύπος τὸ ὠφελοῦν ἔχει, μὴ τῆς ἀληθείας εἰσδεδεγμένης. Σκιὰ γὰρ τοῦτο ἐκείνης, οὐ δι' ἑαυτὸ κυρίως γεγονὸς, ἀλλ' ἵνα τι τῶν ἀμεινόνων ἐφ' ἑαυτῷ ζωγραφῇ. ∆ιὰ τοῦτο Χριστὸς τοῖς Ἰουδαίων δήμοις σοφὴν ἐποιεῖτο τὴν ἐπίπληξιν, ὅτι μὴ μᾶλλον αὐτὸν ὡς ἀλήθειαν, ἀλλὰ Μωσέα θαυμάζουσι, τῶν τύπων τὸν ὑπουργόν. Ἔφη γὰρ οὕτως, «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, Μωσῆς ὑμῖν δέδωκε τὸ μάννα· ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν.» Εἰκόνα δὴ οὖν τὸ μάννα τιθεὶς τοῦ ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταφοιτήσαντος Λόγου, τὰ ἐπί γε τῇ στάμνῳ κεχρησμῴδηκε Θεός. Γέγραπται δὲ οὕτως· «Εἶπε δὲ Μωσῆς· Τοῦτο τὸ ῥῆμα, ὃ συνέταξε Κύριος, Πλήσατε τὸ γομὸρ τοῦ μάννα, εἰς ἀποθήκην εἰς τὰς γενεὰς ὑμῶν, ἵνα ἴδωσι τὸν ἄρτον, ὃν ἐφάγετε ὑμεῖς ἐν τῇ ἐρήμῳ, ὡς ἐξήγαγεν ὑμᾶς Κύριος ἐκ γῆς Αἰγύπτου. Καὶ εἶπε Μωσῆς πρὸς Ἀαρών· Λάβε στάμνον χρυσοῦν ἕνα, καὶ ἔμβαλε εἰς αὐτὸν πλῆρες τὸ γομὸρ τοῦ μάννα, καὶ ἀποθήσεις αὐτὸ ἐναντίον τοῦ Θεοῦ, εἰς διατήρησιν εἰς τὰς γενεὰς ὑμῶν, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωσῇ. Καὶ ἀπέθετο Ἀαρὼν ἔναντι τοῦ μαρτυρίου, εἰς διατήρησιν.» Ὥσπερ γὰρ ἐλέγομεν ὅτι τὸν θεῖον ἔχουσα λόγον ἡ κιβωτὸς ὑπεδήλου τὸν Ἐμμανουήλ· Θεοῦ γὰρ ἦν Λόγος ὡς ἐν ἁγίῳ ναῷ, τῷ ἐκ Παρθένου φημί· τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ στάμνος ἡμῖν ἡ χρυσῆ, τὸ μάννα τὸ αἰσθητὸν ὠδίνουσα, τὸν ἄνωθεν καὶ ζωοποιὸν ἐμφαίνει Λόγον, δῆλον δὲ ὅτι τὸν ἐκ Πατρὸς, ὡς ἐν ἱερῷ καὶ ἀχράντῳ σώματι. Ἐπίμεστος δὲ καὶ ἡ στάμνος τοῦ μάννα. «Ἐνῴκησε γὰρ ἐν αὐτῷ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς,» κατά γε τὴν τοῦ μακαρίου Παύλου φωνήν. «Καὶ οὐκ ἐκ μέτρου δίδωσι τὸ Πνεῦμα.» Παντέλειος γὰρ ὁ Χριστός. Ἀπέκειτο δὲ ἡ στάμνος, εἰς διατήρησιν εἰς τὰς γενεὰς τῶν υἱῶν Ἰσραήλ. Ἄφθαρτος γὰρ καὶ μένων ἀεὶ, καὶ ἐν παντὶ καιρῷ τε καὶ χρόνῳ γνωριμώτατος ὁ Χριστός. Καὶ ἔστιν ἔναντι Κυρίου, τοῦτ' ἔστιν, ἐν ὀφθαλμοῖς τοῦ Πατρός. Ὅτε γὰρ γέγονε καθ' ἡμᾶς ὁ Μονογενὴς, τότε καὶ εἰσῆλθεν εἰς τὰ Ἅγια τῶν ἁγίων, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, τοῦτ' ἔστιν, εἰς τὸν οὐρανὸν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν, καθὰ γέγραπται. Οὐ γὰρ ἑαυτὸν ἐν ὄψει καθίστησι τοῦ Πατρὸς, ἀλλὰ ἡμᾶς ὡς ἐν ἑαυτῷ, καίτοι γεγονότας ἐκ προσώπου καὶ οἱονεί πως ἐξ ὀφθαλμῶν, διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ τὴν κατὰ πάντων τυραννήσασαν ἁμαρτίαν. Ἐν Χριστῷ τοιγαροῦν ἐσχήκαμεν τὴν προσαγωγὴν, καὶ τὴν παῤῥησίαν εἰς τὴν εἴσοδον τῶν Ἁγίων, καθάπερ ἡμῖν ὁ σοφὸς ἔφη Παῦλος. Ὥσπερ γὰρ καὶ συνεγηγέρμεθα καὶ συν-εκαθίσαμεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ, οὕτω πάλιν ἐν αὐτῷ καὶ ἐν προσώπῳ γεγόναμεν τοῦ Πατρός. Καὶ στάμνου μὲν πέρι τῆς ἱερᾶς εἰρήσθω τάδε· σημαίνει δὲ ὅτι καὶ αὐτὴ τὸν Χριστὸν ἡ ῥάβδος Ἀαρὼν, φέρε δὴ λέγωμεν, εἰ δοκεῖ. {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Κορὲ τοίνυν καὶ μέντοι καὶ Ἀβειρὼν, καὶ πρός γε τούτῳ ∆αθὰν, φυλῆς τε καὶ αἵματος ἐξέφυσαν τῆς Λευΐ· συντεταγμένην δὲ, φησὶ, ταῖς ἄνωθεν ψήφοις ἐν τῇ ἁγίᾳ σκηνῇ λειτουργίαν ἐγκεχειρισμένοι, τὴν Μωσέως τε καὶ Ἀαρὼν δεδιψήκασι δόξαν, ἑαυτοῖς ἁρπάζοντες τὴν τιμὴν, κεκλημένοι δὲ οὐχὶ πρὸς τοῦτο παρὰ Θεοῦ. Καὶ μὴν καὶ εἰς ἀπηνὲς ἀπογαυρούμενοι θράσος, ἐξοφρυώμενοί τε ἄγαν, φορητὴν μὲν οὐκέτι, δύσοιστον δὲ κομιδῇ κατ' ἀμφοῖν ἐποιοῦντο τὴν κατάῤῥησιν· ἀτιμαγέλαι δὲ ὥσπερ ἀπενοσφίζοντο ταῦροι, καὶ τὴν ὑπὸ Θεῷ δουλείαν ἀποσειόμενοι, συναποθρώσκειν αὐτοῖς ἑτέρους δυσσεβοῦντας ἀνέπειθον. Ἀλλ' οἱ μὲν τῶν σφίσι τετολμημένων εἰσεπράττοντο δίκας. ∆ιοιγνῦσα γὰρ ἡ γῆ τὸ στόμα αὐτῆς, αὐτοῖς ὁμογενέσι, σκηναῖς καὶ περιουσίαις, εἰς ᾅδου καθίει τὸν ἀλαζόνα λαόν· ὅτι δὲ ψήφῳ τῇ ἄνωθεν, καὶ οὐχὶ θελήμασι τοῖς Μωσέως, τὴν προὔχουσαν ἐν ἱερωσύνῃ τάξιν Ἀαρὼν διεκληρώσατο, διατρανοῦν ἐθέλων ὁ νομοθέτης, εἰς τὸν πανάριστον ἔφη Μωσέα· «Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ λάβε παρ' αὐτῶν ῥάβδον, κατ' οἴκους πατριῶν, παρὰ πάντων τῶν ἀρχόντων αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, δώδεκα ῥάβδους, καὶ ἑκάστου τὸ ὄνομα αὐτοῦ ἐπίγραψον ἐπὶ τῆς ῥάβδου. Καὶ τὸ ὄνομα Ἀαρὼν ἐπίγραψον ἐπὶ τῆς ῥάβδου Λευΐ. Ἔστι γὰρ ῥάβδος μία. Κατὰ φυλὴν οἴκου πατριῶν αὐτῶν δώ σουσι. Καὶ θῄσεις αὐτὰς ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, κατέναντι τοῦ μαρτυρίου, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖ. Καὶ ἔσται, ὁ ἄνθρωπος ὃν ἂν ἐκλέξωμαι αὐτὸν, ἡ ῥάβδος αὐτοῦ ἐκβλαστήσει. Καὶ περιελῶ ἀπ' ἐμοῦ τὸν γογγυσμὸν υἱῶν Ἰσραὴλ, ἃ αὐτοὶ γογγύζουσιν ἐφ' ὑμῖν. Καὶ ἐλάλησε Μωσῆς τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἔδωκαν αὐτῷ πάντες οἱ ἄρχοντες αὐτῶν ῥάβδον, τῷ ἄρχοντι τῷ ἑνὶ ῥάβδον κατ' ἄρχοντα, κατ' οἴκους πατριῶν αὐτῶν, δώδεκα ῥάβδους. Καὶ ἡ ῥάβδος Ἀαρὼν ἀναμέσον τῶν ῥάβδων αὐτῶν, καὶ ἀπέθηκε Μωσῆς τὰς ῥάβδους ἔναντι Κυρίου ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου. Καὶ ἐγένετο τῇ ἐπαύριον, καὶ εἰσῆλθε Μωσῆς καὶ Ἀαρὼν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου. Καὶ ἰδοὺ ἐβλάστησεν ἡ ῥάβδος Ἀαρὼν εἰς οἶκον Λευῒ, καὶ ἐξήνεγκε βλαστὸν, καὶ ἐξήνθησεν ἄνθη, καὶ ἐβλάστησε κάρυα. Καὶ ἐξήνεγκε Μωσῆς πάσας τὰς ῥάβδους ἀπὸ προσώπου Κυρίου πρὸς πάντας υἱοὺς Ἰσραήλ. Καὶ εἶδον, καὶ ἔλαβον ἕκαστος τῆν ῥάβδον αὐτοῦ. Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Ἀπόθες τὴν ῥάβδον Ἀαρὼν ἐνώπιον τῶν μαρτυρίων εἰς διατήρησιν, σημεῖον τοῖς υἱοῖς τῶν ἀνηκόων. Καὶ παυσάσθω ὁ γογγυσμὸς αὐτῶν ἀπ' ἐμοῦ, καὶ οὐ μὴ ἀποθάνωσι.» Σημεῖον οὖν οὐκ ἀσυμφανὲς τοῦ ἐξῃρῆσθαι λαμπρῶς καὶ ἐκκεκριμένως εἰς ἱερουργίαν, ὡς ἐξ αἵματος Λευῒ, τὸν θεσπέσιον Ἀαρὼν, τὸ ἐξανθῆσαι τὴν ῥάβδον. Περιτρεπομένης δὲ αὖθις εἰς θεωρίαν πνευματικὴν, ὡς ἐν τύποις ἔτι παχυτάτοις, τὸ Χριστοῦ μυστήριον ἀναλάμψει πάλιν. {ΠΑΛΛ.} Τίνα τρόπον; {ΚΥΡ.} Κεχειροτόνηται μὲν γὰρ νομοθέτης ἅμα καὶ ἀρχιερεὺς ἐφ' ἡμᾶς παρὰ Θεοῦ καὶ Πατρὸς ὁ Ἐμμανουὴλ, ἑαυτὸν ὑπὲρ ἡμῶν προσκομιῶν τὸ θῦμα. Ὡς γὰρ ὁ μακάριος ἔφη Παῦλος, «Ὁ μὲν νόμος διὰ Μωσέως, ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν· ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον, Υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον.» Οὐκοῦν καθίκετο μὲν ἐξ οὐρανοῦ ὁ Λόγος, καὶ γέγονε καθ' ἡμᾶς, τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος. Ἀλλ' οὐκ ἐδόκει φρονεῖν ὀρθὰ τοῖς ἐξ αἵματος Ἰσραήλ· ἀντεξάγοντες δὲ ὥσπερ αὐτῷ τὸ ἴδιον θέλημα τοῖς ἐκ φθόνου βέλεσι πολυτρόπως ἔβαλλον, οὐ γλώττης, οὐ θράσους, οὐκ ἐκτόπων ἐπιχειρημάτων ἔτι φειδόμενοι, διολλύντες δὲ σφᾶς αὐτοὺς οἱ δείλαιοι, καὶ τελευταῖον ἐσταύρωσαν. Πλὴν ἀνέθαλλεν ἡ ῥάβδος ἡ ἐκ ῥίζης Ἰεσσαί· ἀνέφυ γὰρ δὴ καὶ ἀνεβίω Χριστὸς, λύσας τὰς ὀδύνας τοῦ θανάτου, καθὰ γέγραπται· ζωὴν γὰρ ὄντα κατὰ φύσιν, ὡς Θεὸν, πῶς ἦν εἰκὸς κρατεῖσθαι θανάτῳ, καὶ οὐχὶ δὴ μᾶλλον καταθλῆσαι φθορᾶς; Ὥσπερ δὲ τὸ ἀναφῦναι τὴν ῥάβδον, καὶ ἀναβλαστεῖν ἀδοκήτως τὸ ἀνανθὲς ἤδη ξύλον, διαρκὲς τοῖς ἀρχαιοτέροις σημεῖον ἦν τοῦ διὰ ψήφου τῆς ἄνωθεν εἰς ἀρχιερέα κεχειροτονῆσθαι τὸν Ἀαρών· οὕτω φαμὲν, ὅτι λαμπρά τε καὶ ἐναργὴς καὶ ἀποχρῶσα λίαν ἀπόδειξις τοῦ καὶ Θεὸν εἶναι κατὰ φύσιν τὸν Ἐμμανουὴλ, τὸ πατῆσαι θάνατον, καὶ ἀναβιῶναι θεοπρεπῶς. Καὶ γοῦν αὐτὸς ὁ Χριστὸς, καίτοι πᾶν ὁτιοῦν τῶν ὑπέρ γε τὸ εἰκὸς καὶ λόγον ἀποπεραίνειν ἀμογητὶ καὶ εὐκόλως δυνάμενος, τοῖς τὸ σημεῖον αἰτοῦσιν ἔφασκεν· «Ἡ γενεὰ αὕτη πονηρά ἐστι· σημεῖον αἰτεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. Ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.» Οὐκοῦν διαβόητον ἀληθῶς καὶ περιφανὲς σημεῖον, καὶ ἀρκοῦν εἰς πίστιν τοῖς γε ὡς ἀληθῶς εὐγνώμοσι, τοῦ κατὰ φύσιν εἶναι Θεὸν καὶ ἐκ Θεοῦ Πατρὸς πεφυκέναι τὸν Υἱὸν, τὸ καταργῆσαι τὸν θάνατον καὶ φθορὰν, καὶ ἀναθάλαι πρὸς ζωήν. «Γέγονε γὰρ αὐτὸς ἀπαρχὴ τῶν κεκοιμημένων, καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν.» Καὶ δέδοται τὸ σημεῖον τοῖς υἱοῖς τῶν ἀνηκόων, ὡς ἂν εἰδεῖεν ὅτι ψήφῳ τοῦ Θεοῦ καὶ Πατρὸς ἀρχιερεὺς γέγονεν ἐφ' ἡμᾶς ὁ Χριστὸς, «ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος,» κατὰ τὸ γεγραμμένον. {ΠΑΛΛ.} Ἀλλ' ἐξήνθησε μὲν ἡμῖν ἡ ῥάβδος ἡ Ἀαρών· τουτὶ γὰρ ἡμῖν ἀρτίως ὁ ἱερὸς ὑπέδειξε λόγος· ἐξήνθησε δὲ κάρυα· καὶ τί δὴ τὸ αἴνιγμα, νοεῖν οὐκ ἔχω. {ΚΥΡ.} Μάλιστα μὲν, ὦ Παλλάδιε, τὸ ἀπεικὸς οὐδὲν, ἐκ καρύας εἰλῆφθαι τὴν ῥάβδον ὑπονοεῖν. Καὶ ἦν ἐν ἔθει τοῖς πάλαι τὸ καὶ τοιοῖσδέ τισιν ἀποκεχρῆσθαι σκήπτροις. Εἰ δὲ δὴ καὶ λόγον ἡμᾶς ἐφαρμόσαι δεῖ τὸν τοῖς θεωρήμασι πρέποντα, φράσαιμ' ἂν ἐκεῖνο πάλιν, ὃ ἐκτεθρύλληταί πως, δοκεῖ δὲ εἶναί τισι καὶ ὡς ἐν πίστει δεκτὸν, τὸ μὴ ἀνικάνως ἔχειν τὴν ῥάβδον τὴν καρυΐνην ἀϋπνίαν ἐμποιεῖν, εἰ πρός γε τὸ κάρα κέοιτό τινων, τάχα που δυνάμεσι φυσικαῖς ἐνεργοῦσαν τὸ χρῆμα κατὰ θέλησιν Θεοῦ. Πιστώσεται δέ πως εἰς τοῦτο ἡμᾶς καὶ αὐτὸς λέγων πρὸς Ἱερεμίαν ὁ πάντα εἰδὼς, καὶ τῶν ὅλων ∆ημιουργός· «Τί σὺ ὁρᾷς, Ἱερεμία; «Ὁ δὲ, Βακτηρίαν» λέγων «καρυΐνην· καὶ δὴ πρὸς τοῦτο Θεός; «Ὀρθῶς ἑώρακας,» φησὶν «ὅτι ἐγὼ ἐγρήγορα ἐπὶ τοὺς λόγους μου, τοῦ ποιῆσαι αὐτούς.» Ἀϋπνίας οὖν ἄρα σύμβολον νοοῖτ' ἂν εἰκότως ἡ ῥάβδος ἡ καρυΐνη. Γρηγόρησις δὲ ὥσπερ ἐξ ὕπνου γέγονεν ἡ ἐκ νεκρῶν ἀναβίωσις τοῦ Χριστοῦ. Τοιγάρτοι καὶ διὰ τῆς τοῦ Ψάλλοντος λύρας φησίν· «Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα, ἐξηγέρθην, ὅτι Κύριος ἀντελάβετό μου.» {ΠΑΛΛ.} Ἀληθὴς ὁ λόγος. {ΚΥΡ.} Λύχνου δὲ καὶ τραπέζης πέρι, τῆς ἔν γε τῇ πρώτῃ σκηνῇ, γέγραπται πάλιν ὡδί· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν λέγων· Ἔντειλαι τοῖς υἱοῖς Ἰσραὴλ, καὶ λαβέτωσαν ἔλαιον καθαρὸν, κεκομμένον εἰς φῶς, καῦσαι λύχνον διαπαντὸς, ἔξωθεν τοῦ καταπετάσματος ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· καὶ καύσουσιν αὐτὸ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἀπὸ ἑσπέρας ἕως πρωῒ ἐνώπιον Κυρίου ἐνδελεχῶς, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν. Ἐπὶ τῆς λυχνίας τῆς καθαρᾶς καύσετε τοὺς λύχνους ἐναντίον Κυρίου ἕως εἰς τὸ πρωΐ. Καὶ λήψεσθε σεμίδαλιν, καὶ ποιήσετε αὐτὴν δώδεκα ἄρτους. ∆ύο δεκάτων ἔσται ὁ ἄρτος ὁ εἶς, καὶ ἐπιθήσετε αὐτοὺς δύο θέματα, ἓξ ἄρτους τὸ ἓν θέμα ἐπὶ τὴν τράπεζαν τὴν καθαρὰν ἔναντι Κυρίου, καὶ ἐπιθήσετε ἐπὶ τὸ θέμα λίβανον καθαρὸν καὶ ἅλα, καὶ ἔσονται εἰς ἄρτους εἰς ἀνάμνησιν προκείμενα τῷ Κυρίῳ. Τῇ ἡμέρᾳ τῶν σαββάτων προθήσετε ἔναντι Κυρίου διαπαντὸς ἐνώπιον τῶν υἱῶν Ἰσραὴλ, δια-θήκην αἰώνιον· καὶ ἔσται Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ φάγονται αὐτὰ ἐν τόπῳ ἁγίῳ· ἔστι γὰρ Ἅγια τῶν ἁγίων. Τοῦτο αὐτῷ ἀπὸ τῶν θυσιαζομένων τῷ Κυρίῳ, νόμιμον αἰώνιον.» Καθαρὸν οὖν τὸ ἔλαιον, καὶ μὴν καὶ ἐλάϊνον, τοῦτ' ἔστιν, ἐξ ἐλαιῶν, οὐκ ἐξ ἑτεροειδῶν σπερμάτων καὶ γεωδεστέρων, ἐξ ὧν ἔλαιον μὲν ἐθλίβετο, νόθον δὲ ὥσπερ καὶ οἱονεὶ κεκαπηλευμένον· ἀεὶ γάρ ἐστι καθαρὸν καὶ γνήσιον ἀληθῶς ἐν Ἐκκλησίαις τὸ φῶς, δῆλον δὲ ὅτι τὸ διὰ Χριστοῦ, Πνεύματι, κἂν εἰ διὰ τῆς τῶν ἁγίων διακονοῖτο φωνῆς, πρὸς οὓς ἔφη Χριστός· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου.» Καὶ θαυμαστὸν οὐδέν· οὓς γὰρ ἀδελφοὺς ὠνόμασε, καὶ μετόχους ἑαυτοῦ κατεστήσατο, τούτοις ἂν εἰκότως καὶ τῶν ἰδίων ἀξιωμάτων ἐπιμερίζοι τὴν δόξαν. Καίεται δὴ οὖν ὁ λύχνος καὶ ἐν τῇ πρώτῃ σκηνῇ, καὶ διττὸν ἂν ἔχοι τὸ χρῆμα τὸν νοῦν· ἐν μὲν γὰρ τῇ ἐσωτέρᾳ σκηνῇ λύχνοι φαίνουσιν ἑπτὰ, ἐξαπτόμενοι τὸ πρωΐ, καὶ πλούσιον τοῖς εἰστρέχουσιν ἐνιέντες τὸ φῶς. Καὶ ἦν ἡ λυχνία Χριστὸς, ὡς ἐν τύπῳ πάλιν τοὺς εἰς τὰ Ἅγια τῶν ἁγίων εἰστρέχειν ἐθέλοντας πολλῷ καὶ ἀμφιλαφεῖ καταυγάζων φωτί· «Προσέλθετε γὰρ, φησὶ, πρὸς αὐτὸν καὶ φωτίσθητε.» Καὶ μὴν καὶ τὸ ἀνακαίεσθαι τὸ πρωῒ τοὺς λύχνους κατασημήνειεν ἂν τῆς ἐνανθρωπήσεως τὸν καιρόν. ∆ιηύγασε γὰρ, οἷά τις ἡμέρα, καὶ φῶς ἀνέλαμψε νοητὸν, τῆς ἀρχαίας ἡμῶν ἀμαθίας ἐλαύνων τὸν σκότον, καὶ ὡς ἐν τάξει νυκτὸς, τὴν ἐπισκήψασαν ταῖς ἁπάντων καρδίαις κατασκεδαννύων ἀχλύν. Οὕτω γὰρ ἡμῖν τῆς τοῦ Σωτῆρος ἐπιδημίας τὸν καιρὸν καὶ ὁ προφήτης παρεκάλει λέγων· «Τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου, τὸ πρωῒ παραστήσομαί σοι, καὶ ἐπόψομαι.» Πότε γὰρ ἂν δεκταὶ γεγόνασιν αἱ ἁπάντων εὐχαὶ, καὶ οἱ πάλαι πλανώμενοι παρέστημεν οἱονεὶ τῷ Θεῷ, δι' οἰκειότητος, δηλονότι τῆς πνευματικῆς, καὶ ὑπακοῆς καὶ πίστεως, εἰ μὴ τὸ φῶς ἡμῖν ἐπέλαμψε τὸ ἐξ οὐρανοῦ, τοῦτ' ἔστι, Χριστός; Οὐκοῦν ἐν μὲν τῇ ἐσωτέρᾳ σκηνῇ πλούσιόν τε καὶ λεπτὸν τῶν ἑπτὰ λύχνων τὸ φῶς, ἐν δὲ τῇ πρώτῃ σκηνῇ λύχνος ἦν ὁ φαίνων, ἐμφαίνων τε, οἶμαι, μὴ δίχα τοῦ θείου φωτὸς, μηδὲ αὐτοὺς εἶναι τοὺς ἐν νόμῳ παιδαγωγουμένους καταδηλοῦντος τοῦ πράγματος. Ἐκάλει γὰρ ἐκ πολυθεΐας εἰς ἐπίγνωσιν τοῦ φύσει τε καὶ ἀληθῶς Θεοῦ καὶ ὁ διὰ Μωσέως νόμος, καὶ ἀφίστα μὲν τοὺς ἀρχαιοτέρους τοῦ λατρεύειν ἔτι τῇ κτίσει παρὰ τὸν Κτίσαντα, προσκεῖσθαι δὲ δεῖν ἀνέπειθε τῷ πάντων ∆ημιουργῷ· φωτὸς δὲ οὐ δίχα τοῦ νοητοῦ ταυτὶ ταῖς τῶν παιδαγωγουμένων κατωρθοῦτο ψυχαῖς. Οὐκοῦν, ἐρῶ γὰρ εἰσαῦθις, πλούσιος μὲν καὶ πολὺς τοῖς εἰς τὰ Ἅγια τῶν ἁγίων ὁ παρὰ Χριστοῦ φωτισμὸς, μείων δὲ τοῖς ἐν νόμῳ· καὶ ἀληθὴς ὁ λόγος Ἰσοστατεῖ γὰρ οὐδαμῶς, εἰς λαμπρότητα τὴν πνευματικὴν, τοῖς εὐαγγελικοῖς θεσπίσμασιν, ἡ ἐν νόμῳ σκιά· τὰ μὲν γὰρ ὅλην περιαστράπτει τὴν οἰκουμένην, ἡ δὲ ἦν μόνοις γνώρισμα τοῖς ἐξ Ἰσραήλ. {ΠΑΛΛ.} Ὀρθῶς ἔφης. {ΚΥΡ.} Ἔοικε δὲ, ὦ Παλλάδιε, καὶ ἕτερόν τι παραδηλοῦν ἡ τράπεζα καὶ ὁ λύχνος, ὁ ἔν γε τῇ πρώτῃ σκηνῇ. {ΠΑΛΛ.} Τὸ τί δὴ φής; {ΚΥΡ.} Ἰωάννην τάχα που τὸν θεσπέσιον Βαπτιστὴν ὁ λύχνος, ἄρτοι δὲ οἱ δύο καὶ δέκα, τὸν τῶν ἁγίων ἡμῖν ἀποστόλων προανατυποῦσι χορόν. {ΠΑΛΛ.} Τίνα τρόπον; {ΚΥΡ.} Ἢ οὐκ οἶσθα ὅτι τοῖς ἐν νόμῳ καὶ κατὰ τὴν Ἰουδαίαν λύχνος ἦν οἷά τις, Χριστοῦ προβαδίζων ὁ θεσπέσιος Βαπτιστὴς, καὶ περὶ αὐτοῦ προαναπεφώνηκεν ὁ Θεὸς καὶ Πατήρ· «Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου.» Μεμαρτύρηκε δὲ τοῦτο καὶ αὐτὸς ὁ Σωτὴρ, τοῖς τῶν Ἰουδαίων καθηγηταῖς περὶ αὐτοῦ λέγων. «Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιασθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ.» Θέα γὰρ ὅπως ὡς νομομαθὴς ὢν ὁ μακάριος Παῦλος, μονονουχὶ πρὸς ἀνάμνησιν ἀναφέρει λύχνου, τοῦ κατὰ τὴν πρώτην σκηνήν. Ἄσβεστον μὲν γὰρ ὁ νομοθέτης διατηρεῖσθαι δεῖν κεκέλευκεν οὕτω λέγων· «Καὶ καύσουσιν αὐτὸν Ἀαρὼν, καὶ οἱ υἱοὶ αὐτοῦ ἀπὸ ἑσπέρας ἕως πρωῒ ἐνώπιον Κυρίου ἐνδελεχῶς.» Χρόνον γε μὴν ἐπ' αὐτῷ κομιδῇ βραχὺν ἡσθέντες Ἰουδαῖοι, διά γε τὸ προσδραμεῖν τῷ δι' αὐτοῦ βαπτίσματι, καὶ θαῦμα ἑλεῖν ἐπ' αὐτῷ πολὺ, κατεκοίμισαν τῷ θανάτῳ μονονουχὶ τὸν ἀειφανῆ λύχνον κατασβεννύοντες. Εἰ γὰρ καὶ Ἡρώδου τὸ τόλμημα λέγοιτο τυχὸν, ἀλλ' οὖν ὄντος ἐξ αἵματος Ἰσραήλ· διὰ τοῦτο Χριστὸς τοῖς Ἰουδαίων λαοῖς τὸ κατὰ παντὸς ἁγίου θράσος ἐγκαλῶν, «Οὐκ ἐνδέχεται,» φησὶ, «προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ.» {ΠΑΛΛ.} Φῶς οὖν ἄρα καὶ λύχνος, καθ' ὁμοιότητα καὶ κατὰ μέθεξιν τοῦ Χριστοῦ, καὶ ὁ θεσπέσιος Βαπτιστὴς τοῖς ἐν νόμῳ κατὰ τὴν Ἰουδαίαν. {ΚΥΡ.} Οὕτω φημί. Κατὰ τὸν ἴσον δὲ τρόπον ἄρτους νοεῖσθαί φαμεν τοὺς ἁγίους ἀποστόλους. Εἷς μὲν γὰρ ὁ φύσει τε καὶ ἀληθῶς ἄρτος ὁ ἐξ οὐρανοῦ καὶ ζωοποιός· κατὰ μίμησιν δὲ τοῦ φύσει καὶ κατὰ μέθεξιν ἄρτοι τρέφοντες εἰς εὐσέβειαν οἱ θεῖοι μυσταγωγοὶ, λόγους ἡμῖν ἐνιέντες ζωῆς, καὶ τὸν ἐκ τῆς ἀμαθίας λιμὸν, τῆς τῶν πιστευόντων ἐξιστάντες ψυχῆς. Ἰσάριθμοι δὲ τοῖς μαθηταῖς, οἱ ἄρτοι· δυοκαίδεκα γὰρ, καὶ εἰς δύο κείμενοι θέματα, ἒξ ἔνθεν, φησὶ, καὶ ἓξ ἔνθεν, μονονουχὶ καὶ ἐν κύκλῳ περιεστῶτες, καὶ ἐν μέσῳ τόπῳ κείμενον ἔχοντες ἕνα τε καὶ ἐξ οὐρανοῦ, τοῦτ' ἔστι, Χριστόν· καὶ δύο δεκάτων ἕκαστος, τοῦτ' ἔστιν, ἐκ δύο μέτρων τελείων. Τέλειοι γὰρ κατ' ἄμφω γεγόνασιν οἱ θεσπέσιοι μαθηταὶ, πρὸς πᾶν ὁτιοῦν ἀρτίως ἔχοντες ἀγαθὸν, ἔργῳ τε διαπρεπεῖς καὶ λόγῳ. Λίβανος δὲ καὶ ἅλας αὐτοῖς τὰ ἐπιπαττόμενα, τοῦ μὲν λιβάνου τὸ εὐῶδες ἐν ἁγιασμῷ, καὶ εὐωδίᾳ Χριστοῦ, τοῦ γε μὴν ἁλὸς, τὴν φρόνησιν ὑπεμφαίνοντος. Οὐ γὰρ ἀσύνετος ἢ μωρὸς τῶν ἁγίων ὁ λόγος, ἀλλ' ἐν χάριτί τε καὶ ἅλατι ἠρτυμένος, κατὰ τὸ γεγραμμένον, καὶ χάριν διδοὺς τοῖς ἀκούουσιν. Εἴρηται δὲ πρὸς αὐτοὺς καὶ παρὰ Χριστοῦ· «Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς.» Προτίθενται δὲ καὶ ἐν ἡμέρᾳ Σαββάτων. Ἡμέρα γὰρ ἀναδείξεως τῶν ἁγίων ἀποστόλων, ὁ τοῦ νοητοῦ Σαββάτου καιρὸς, τοῦτ' ἔστιν, ἡ Χριστοῦ παρουσία, ἣν ἐπείπερ οὐκ ἔγνωσαν οἱ ἐξ Ἰσραὴλ, ὁ Παῦλός φησι περὶ αὐτῶν, «Ἄρα ἀπο-λείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ.» Οὐ γὰρ εἰσῆλθον εἰς τὴν κατάπαυσιν αὐτοῦ, τὴν πίστιν οὐ προσηκάμενοι. Σαββατισμὸς οὖν νοητὸς καὶ ἀληθὴς, ὁ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας καιρός. Ἐν ὀφθαλμοῖς δὲ Θεοῦ τῶν ἄρτων ἡ πρόθεσις, καὶ μὴν καὶ ἐν ὀφθαλμοῖς Ἰσραήλ. «Προθήσετε γὰρ, φησὶ, τῇ ἡμέρᾳ τῶν Σαββάτων ἔναντι Κυρίου διὰ παντὸς, παρὰ τῶν υἱῶν Ἰσραήλ·» θεωμένου καὶ διηνεκῶς ἀξιοῦντος τοὺς ἁγίους ἐπισκοπῆς. «Ὀφθαλμοὶ γὰρ Κυρίου ἐπὶ δικαίους,» φησί. Τοῦ δὲ Ἰσραὴλ, ὡς προσέχειν αὐτοῖς ὀφείλοντος, καὶ οἱονεί πως ἐφιστῶντος τῆς διανοίας τὸν ὀφθαλμὸν, οὗ καὶ εἰς τύπον ἂν εἴη ὁ σωματικός. «Ἀλλ' ἔσται, φησὶν, Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ φάγονται αὐτά.» Πρόκειται γὰρ ἡμῖν εἰς τροφὴν τὰ τῶν ἁγίων ἀποστόλων συγγράμματα, τοῖς ἐν πίστει δεδικαιωμένοις, ἁγίῳ τε καὶ ἱερῷ γένει, λαοῖς τοῖς εἰς περιποίησιν, καὶ ἐξειλεγμένοις, καὶ τῇ τοῦ ἁγίου Πνεύματος χάριτι κατακεχρισμένοις. {ΠΑΛΛ.} Εὖ ἔφης· συναινέσαιμι γὰρ ἄν. Ἀλλὰ τοῦ δὴ χάριν, οὐκ ἐν τοῖς Ἁγίοις τῶν ἁγίων, ἀλλ' ἐν τῇ πρώτῃ σκηνῇ τοῦ ἁγίου Βαπτιστοῦ, καὶ τῶν ἁγίων ἀποστόλων οἱ τύποι; {ΚΥΡ.} Πρῶτον μὲν ὅτι πολὺ τὸ μεσολαβοῦν, καὶ οὐκ ἐν οἷς ὁ Χριστὸς, καὶ τὰ τῶν ἁγίων κείσεται, ἀλλ' οἱονεί πως ἔξω καὶ ἐν μείοσιν. Ἐξῄρηται γὰρ καὶ ἀνὰ μέρος ἐστὶ τὰ τοῦ Θεοῦ, καὶ πολὺς τὰ ἀνθρώπινα διατειχίζει λόγος, ἀσύγκριτον ἐπιδεικνὺς τὴν τῶν φύσεων ἰδιότητα, καὶ τὴν τῆς εὐκλείας διαφοράν. Εἶτα ὅτι γεγόνασιν ἐξ Ἰουδαίων καὶ τῆς κατὰ νόμον λατρείας. Ταύτῃ τοι τόπος ὥσπερ αὐτοῖς ὁ πρέπων ἡ πρώτη σκηνὴ, ἐν ᾗ τὸ ἐν τύποις ἔκειτο τῶν καρπωμάτων θυσιαστήριον· ἢ οὐκ ἐξ αἵματος Ἰσραὴλ καὶ ἀπὸ σκηνῆς ὥσπερ τῆς πρώτης, ἡ τῶν ἁγίων μαθητῶν γέγονε κλῆσις; {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Ἔχοντος δὴ οὖν ἀποχρώντως ἡμῖν εὖ μάλα τοῦ περὶ τούτων λόγου, παροιστέον, εἰ δοκεῖ, τὴν τοῦ θεσπεσίου Παύλου φωνὴν, διατρανοῦσαν ἀστείως, τὸ ἐπί γε τῇ πρώτῃ καὶ τῇ δευτέρᾳ σκηνῇ μαρτύριον. Γράφει δὲ ὧδε· «Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν, διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες. Εἰς δὲ τὴν δευτέραν, ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων, τοῦτο δηλοῦντος τοῦ ἁγίου Πνεύματος, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν. Ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθ' ὃν δῶρά τε καὶ θυσίαι προσφέρονται, μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα, μόνον ἐπὶ βρώμασι καὶ πόμασι καὶ διαφόροις βαπτισμοῖς δικαιώματα σαρκὸς μέχρι καιροῦ διορθώσεως ἐπικείμενα. Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιήτου, τοῦτ' ἔστιν, οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι' αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς Ἅγια τῶν ἁγίων αἰωνίαν λύτρωσιν εὑράμενος.» Συνίης οὖν ὅτι τὰς μὲν ἐν τῇ πρώτῃ σκηνῇ λατρείας ἐπετέλουν οἱ ἱερεῖς, τὴν εἰς Ἅγια τῶν ἁγίων εἰσδρομὴν οὐκ ἔχοντες. Τοιάδε γάρ πώς ἐστιν ἡ κατὰ νόμον λατρεία, στάσιν ἔχουσα τὴν ἐν σκιαῖς. Εἰκαῖα δὲ ταῦτα πρὸς κάθαρσιν καὶ ἀπόπλυσιν ἁμαρτίας. ∆ιεπύθου γὰρ ἀρτίως βοῶντος τοῦ Παύλου, ὡς ἀνικάνως ἔχουσι κατὰ συνείδησιν, τελειῶσαι τὸν λατρεύοντα. ∆ιετηρεῖτο δὲ μᾶλλον μέχρι καιροῦ διορθώσεως, δῆλον δὲ ὅτι τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς, ὅτε τῶν τύπων τὸ ἀκαλλὲς μετακεχώρηκεν εἰς ἀλήθειαν. «Ἅπαξ δὲ τοῦ ἐνιαυτοῦ καὶ μόνος ὁ ἀρχιερεὺς εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσέθει. Καὶ οὐ χωρὶς αἵματος, ὃ προσῆγεν ὑπέρ τε ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.» Σαφηνιεῖ δὲ ἡμῖν καὶ τοῦτο πάλιν ὁ σοφώτατος Παῦλος ὡδὶ λέγων περὶ Χριστοῦ, «Ἀνώτερον λέγων, ὅτι θυσίας καὶ προσφορὰς καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας, οὔτε ηὐδόκησας, αἵτινες κατὰ νόμον προσφέρονται. Τότε εἶπον, Ἰδοὺ ἥκω τοῦ ποιῆσαι τὸ θέλημά σου·» ἀναιρεῖ τὸ πρῶτον ἵνα τὸ δεύτερον στήσῃ· «Ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμὲν, διὰ τῆς προσφορᾶς τοῦ σώματος Ἰησοῦ Χριστοῦ· καὶ πᾶς μὲν ἀρχιερεὺς ἕστηκε καθ' ἡμέραν λειτουργῶν, καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας, οὐδεμίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν, εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ· τὸ λοιπὸν ἐκδεχόμενος ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ, μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους.» Ἅπαξ γὰρ ἀποθανὼν, οὐκέτι ἀποθνήσκει, κατὰ τὸ γεγραμμένον· πολλῶν δὲ ἀνενεγκὼν ἁμαρτίας, εἰσῆλθεν εἰς τὰ Ἅγια τῶν ἁγίων, τοῦτ' ἔστιν, εἰς τὸν οὐρανὸν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν. {ΠΑΛΛ.} Σαφὴς ὁ λόγος· ἱδρῶτα δὴ οὖν τὸν ἐπὶ τῷδε μέθες, αἷμα δὲ ποῖον ἂν εἴη πάλιν ὃ καὶ προσκομίζειν ἔθος, τὸν τῶν ἱερῶν ἡγούμενον ὑπέρ τε ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων, ἐρομένῳ φράσον. {ΚΥΡ.} Νομομαθὴς ὢν ὁ Παῦλος καὶ ἠκριβωκὼς ὅτι μάλιστά γε τὴν διὰ Μωσέως ἐντολήν, ὡς σοφοῖς τὰ τοιαῦτα τοῖς Ἑβραίων λαοῖς, καὶ ἀνεγνωκόσι τὸν νόμον, περὶ τῶν οὕτω σεπτῶν τε καὶ ἀποῤῥήτων ἄγαν, οὐκ ἐν πλάτει διηγημάτων, ἐν παραδρομῇ δὲ μᾶλλον καὶ ἀναμνήσει τῶν ἤδη προεγνωσμένων, τὰ τοιάδε προσλαλεῖ. Παροίσω δὲ, εἰ δοκεῖ, καὶ τὸν ἐπὶ τῷδε νόμον χρηστομαθεῖν ᾑρημένῳ, καὶ τὸ ἀκριβὲς δὴ λίαν καὶ ἀπεξεσμένον εἰς διασάφησιν τῶν θεωρημάτων εὖ μάλα δεδιψηκότι. Γέγραπται τοίνυν ἐν τῷ Λευιτικῷ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν λέγων· Λάλησον πρὸς τοὺς υἱοὺς Ἰσραήλ· Ψυχὴ, ἐὰν ἁμάρτῃ ἐναντίον Κυρίου ἀκουσίως ἀπὸ πάντων τῶν προσταγμάτων Κυρίου, ὧν οὐ δεῖ ποιεῖν, καὶ ποιήσῃ ἕν τι ἀπ' αὐτῶν, ἐὰν μὲν ὁ ἀρχιερεὺς ὁ κεχρισμένος ἁμάρτῃ, τοῦ τὸν λαὸν ἁμαρτεῖν, προσάξει περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, μόσχον ἐκ βοῶν ἄμωμον τῷ Κυρίῳ περὶ τῆς ἁμαρτίας, καὶ προσάξει τὸν μόσχον παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου ἔναντι Κυρίου, καὶ σφάξει τὸν μόσχον ἐνώπιον Κυρίου. Καὶ λαβὼν ὁ ἱερεὺς ὁ χριστὸς ὁ τετελειωμένος τὰς χεῖρας ἀπὸ τοῦ αἵματος τοῦ μόσχου, εἰσοίσει αὐτὸ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ βάψει ὁ ἱερεὺς τὸν δάκτυλον εἰς τὸ αἷμα, καὶ προσρανεῖ ἀπὸ τοῦ αἵματος ἑπτάκις ἔναντι Κυρίου, κατὰ τὸ καταπέτασμα τὸ ἅγιον. Καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τοῦ θυμιάματος τῆς συνθέσεως τοῦ ἐναντίον Κυρίου, ὃ ἐστὶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καὶ πᾶν τὸ αἷμα τοῦ μόσχου ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων, ὃς ἐστὶ παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ πᾶν τὸ στέαρ τοῦ μόσχου τοῦ τῆς ἁμαρτίας περιελεῖ ἀπ' αὐτοῦ, τὸ στέαρ τὸ κατακαλύπτον τὰ ἐνδόσθια, καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσθίων, καὶ τοὺς δύο νεφροὺς, καὶ τὸ στέαρ τὸ ἐπ' αὐτῶν, ὅ ἐστιν ἐπὶ τῶν μηρίων, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελεῖ αὐτὸ, ὃν τρόπον ἀφαιρεῖται αὐτὸ ἀπὸ τοῦ μόσχου τοῦ τῆς θυσίας τοῦ σωτηρίου, καὶ ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον τῆς καρπώσεως καὶ τὸ δέρμα τοῦ μόσχου, καὶ πᾶσαν αὐτοῦ τὴν σάρκα σὺν τῇ κεφαλῇ καὶ τοῖς ἀκρωτηρίοις, καὶ τῇ κοιλίᾳ, καὶ τῇ κόπρῳ· καὶ ἐξοίσουσιν ὅλον τὸν μόσχον ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρὸν, οὗ ἐκχεοῦσι τὴν σποδιάν. Καὶ κατακαύσουσιν αὐτὸν ἐπὶ ξύλων ἐν πυρί· ἐπὶ τῆς ἐκχύσεως τῆς σποδιᾶς καυθήσεται.» Ταυτὶ μὲν ὁ νόμος γενέσθαι προστέταχεν, εἰ τῶν ἐξ ἀγνοίας πταισμάτων καταγράφοιτό τι τοῦ προὔχοντος ἐν ἱερωσύνῃ. Χρῆναι δέ φησι καὶ ὑπὲρ τῶν τοῦ λαοῦ ἀγνοημάτων ἐπιτελεῖσθαι θυσίαν μόσχου προσκομιζομένου σφαζομένου τε οὕτως παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου ἔναντι Κυρίου, καὶ τῶν πρεσβυτέρων τῆς Συναγωγῆς ἐπιθέντων αὐτῷ τὰς χεῖρας, εἰσφερομένου τε τοῦ αἵματος εἰς τὰ Ἅγια τῶν ἁγίων, καὶ ἁπαξαπλῶς εἰπεῖν πάντων ἐπιτελουμένων ἐπ' αὐτῷ καθ' ὁμοιότητα τῆς θυσίας ὑπὲρ Ἀαρών. Ἀλλ' ὅτι μὲν δὴ καὶ ἱερέων καὶ λαοῦ κάθαρσις ὁ Χριστὸς, δεδικαιώμεθα γὰρ ἐν αὐτῷ τὸν ἐκ τῆς ἁμαρτίας ἀπο τριβόμενοι μολυσμὸν, καὶ διὰ τούτων ἂν γένοιτο παντί τῳ σαφές. Λέγωμεν δὲ ἀνὰ μέρος τὰ ἐφ' ἑκάστῳ τῶν γεγραμμένων· προήκοι γὰρ ἂν εὐκρινῶς ὁ λόγος καὶ διαπτύσσων, ὡς ἔνι, τὰ κεκρυμμένα. {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Λαμβάνεται τοίνυν ὁ μόσχος ἀμώμητός τε καὶ ἀπλὴξ εἰς τύπον Χριστοῦ τοῦ ἀληθῶς ἀμώμου, καὶ τὸν ἐκ τῆς ἁμαρτίας τραυματισμὸν οὐκ ἀνασχομένου παθεῖν. «Ἔρχεται γὰρ, φησὶν, ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν·» οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, κατὰ τὰς Γραφάς. Προσάγεται δὲ πρὸς αὐταῖς τῆς ἁγίας σκηνῆς ταῖς θύραις ἔναντι Κυρίου, τὸ παθεῖν ὥσπερ οὐ παραιτούμενος, ὑπέρ γε τῆς ἁγίας σκηνῆς, τοῦτ' ἔστι, τῆς Ἐκκλησίας, ἀνατεθειμένος τε ὑπὲρ αὐτῆς εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί. Τοιγάρτοι καὶ ἔφασκεν, «Ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν.» Τὸ, ἁγιάζω, λέγων, ἀντὶ τοῦ, προσάγω, καὶ ἀνατίθημι προσφορὰν ἀμώμητον τῷ Θεῷ καὶ Πατρί. Ἁγιάζεσθαι γὰρ λέγεται τὸ ἀνατιθέ-μενον τῷ Θεῷ, κατ' ἐκεῖνό που τὸ γεγραμμένον· «Παγὶς ἀνδρὶ, ταχύ τι τῶν ἰδίων ἁγιάσαι· μετὰ γὰρ τὸ εὔξασθαι, μετανοεῖν γίνεται.» Ὅτι δὲ ἡ προσφορὰ δεκτὴ καὶ εὐάρεστος, δηλοῖ τὸ, «Ἔναντι Κυρίου.» Νοοῦμεν γὰρ ἤδη τὸ γεγραμμένον ἐπὶ τῆς τῶν ἀδελφῶν ξυνωρίδος, Καΐν τέ φημι καὶ Ἀβέλ. «Ἐπεῖδε μὲν γὰρ, φησὶν, ὁ Θεὸς ἐπὶ Ἀβέλ τε καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ, ἐπὶ δὲ Καῒν καὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν·» ἐφορᾷ γὰρ ὅτι τὸ ἁνδάνον αὐτῷ, καὶ ἀποστρέφεται μισῶν τὸ μὴ οὕτως ἔχον, οὐκ ἀσυμφανές. Ἐπιτιθεμένων δὲ τῷ μόσχῳ τῶν χειρῶν τοῦ διημαρτηκότος, ἡ σφαγὴ πράττεται· καὶ ἐνώπιον Κυρίου. «Αὐτὸς γὰρ ἡμῶν αἴρει τὰς ἁμαρτίας, καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται» σφαζόμενος. Ἔργου γὰρ δὴ καὶ πράξεων, ἡ χεὶρ, εἰς τύπον. Πλὴν, ἐνώπιον Κυρίου σφάζεται, μονονουχὶ καὶ συγκαταβαίνοντος τοῦ Πατρὸς εἰς τὸ δεῖν ὑπὲρ ἡμῶν ἐκτεθνάναι τὸν Υἱόν· οὐ γὰρ ἀποστρέφεται σφαζόμενον βλέπων, καὶ οὐ δή που πάντως τὸ παθεῖν ἐπαινῶν, οὐκ ἠγνοηκὼς δὲ ὅτι σωτήριόν ἐστι τῷ κόσμῳ τὸ παθεῖν ὑπὲρ ἡμῶν τὸν Ἐμμανουήλ. Οὐκοῦν αὐτὸς ἡμῶν αἴρει τὰς ἁμαρτίας, καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται, τὴν ἐπὶ τῷ τιμίῳ σταυρῷ δι' ἡμᾶς ὑπομένων σφαγήν. Εἶτα λαβὼν ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τῷ δακτύλῳ, ῥανεῖ μὲν ἑπτάκις ἐπὶ τὸ καταπέτασμα τὸ ἅγιον, ὃ ἦν ἐπὶ τῆς κιβωτοῦ. Ὄνομα δὲ αὐτῷ, τὸ ἱλαστήριον. Καταχρίει δὲ καὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. Γέγονε γὰρ ἡμῖν ἱλασμός τε καὶ ἱλαστήριον, ὁ Χριστός. Πλὴν, ἐν αἵματι διαθήκης αἰωνίου, τελεωτάτην ἡμῖν δωρεῖται τὴν ἀποκάθαρσιν. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ, τὸ ἑπτάκις ῥαίνεσθαι τῷ αἵματι τὸ ἱλαστήριον· σύμβολον δὲ τελειότητος, ὁ ἑπτὰ ἀριθμός. Εὐωδιάζει γὰρ αὐτοῦ καὶ ὁ θάνατος τὴν τοῦ κόσμου σωτηρίαν καὶ ζωὴν καὶ τὴν ἐν πίστει προσαγωγήν· «Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι,» κατὰ τὰς Γραφάς. Οὐκοῦν τοῦ θανάτου τὴν εὐωδίαν δηλοῖ τὸ καταχρίεσθαι τῷ αἵματι τὸ χρυσοῦν θυμιατήριον. Ἐκχεῖται δὲ καὶ τὸ αἷμα τὸ λοιπὸν παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν καρπω μάτων ἐν τῇ πρώτῃ σκηνῇ· καὶ ψυχῆς μὲν εἰς τύπον τὸ αἷμα. Τέθεικε δὲ τὴν ψυχὴν ὁ Ἐμμανουὴλ, οὐχ ὑπέρ γε μόνης τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, ἀλλὰ καὶ ὑπὲρ τῶν ἐν νόμῳ, τουτέστι, τοῦ Ἰσραήλ, ἐκλελυτρώμεθα γὰρ τῷ αἵματι τοῦ Χριστοῦ συλλήβδην ἅπαντες, Ἕλληνές τε καὶ Ἰουδαῖοι, καὶ μαρτυρήσει λέγων ὁ Παῦλος· «Ἢ Ἰουδαίων ὁ Θεὸς μόνον; οὐχὶ δὲ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν· εἴπερ εἷς ὁ Θεὸς, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ πίστεως.» Ὑφαιρομένων δὲ ἀπ' αὐτῶν τῶν ἐντοσθίων τοῦ μόσχου καὶ ἀναφερομένων εἰς τὸ θυσιαστήριον, ἔξω τῆς παρεμβολῆς τὸ ἐπίλοιπον καταπίμπραται σῶμα. Ἔστι γὰρ αὐτὸς τὸ θῦμα τὸ ἱερὸν, εὐωδιάζων ἐν ἀρεταῖς, ὧν εἶεν ἂν τύποι τὰ ἐντόσθια, καὶ κεκρυμμέναι οἱονεί πως ἐν ἡμῖν αἱ ἀρεταὶ, καὶ εἰς νοῦν ἔσω κείμεναι· αὐτὸς καὶ ὁ πάσχων ἔξω τῆς πύλης, καὶ τῷ θανάτῳ τῆς ἰδίας σαρκὸς ἐκκαθαίρων τοὺς μεμολυσμένους· «∆αμάλεως γὰρ σποδὸς ῥαντίζουσα τοὺς κεκοινωμένους, ἁγιάζει, φησὶ, πρὸς τὴν τῆς σαρκὸς καθαρότητα.» Οὐκοῦν εἷς καὶ ὁ αὐτὸς ὑπάρχων ὁ Ἐμμανουὴλ, καὶ ἐν ταῖς ἁγίαις εὐωδιάζει σκηναῖς, φημὶ δὴ ταῖς Ἐκκλησίαις· πέπονθε δὲ καὶ ἔξω τῆς πύλης· ἔνθα καὶ ἡμᾶς ἐξιέναι δεῖν τὸν ὀνειδισμὸν αὐτοῦ φέροντας, ὁ θεσπέσιος ἔφη Παῦλος. Προσάγεται δὲ ὁ μόσχος καὶ ὑπὲρ τῶν τοῦ λαοῦ ἀγνοημάτων, ἐν ἴσῳ τε καὶ ἀπαραλλάκτως· καὶ λόγος ἦν τῆς θυσίας ἐν ἅπασιν ὁ αὐτός. Ἐν ἴσῳ γὰρ τρόπῳ προσκεκόμικεν ἑαυτὸν ὑπέρ τε μικρῶν καὶ μεγάλων, λαοῦ τε καὶ ἱερέων ὁ Ἐμμανουήλ. Ἢ οὐκ ἀληθὲς ὅ φημι; {ΠΑΛΛ.} Πῶς γὰρ οὔ; {ΚΥΡ.} Βούλει δὴ οὖν ὥσπερ ἀνόπιν τὸν λόγον ἀνασειράζοντες, πρὸς τὰ ἐπὶ τῇ σκηνῇ διηγήματα μετατρεπώμεθα. {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Συμπεπερασμένων τοιγαροῦν τῶν ἔργων ἁπάντων, καὶ ἐν τόπῳ τῷ ἑκάστῳ πρεπωδεστάτῳ τῶν ἱερῶν σκευῶν εὖ μάλα συντεθειμένων, ἁγιάζεσθαι δεῖν αὐτά τε καὶ τὴν σκηνὴν διετύπου Θεὸς, οὕτω λέγων τῷ θεσπεσίῳ Μωσῇ· «Καὶ λήψῃ τὸ ἔλαιον τοῦ χρίσματος, καὶ χρίσεις τὴν σκηνὴν, καὶ πάντα τὰ ἐν αὐτῇ, καὶ ἁγιάσεις αὐτὴν, καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ ἔσται ἅγια. Καὶ χρίσεις τὸ θυσιαστήριον τῶν καρπωμάτων, καὶ πάντα τὰ ἐν αὐτῷ σκεύη, καὶ ἁγιάσεις τὸ θυσιαστήριον, καὶ ἔσται τὸ θυσιαστήριον Ἅγιον ἁγίων.» Ἐλαίῳ δὴ οὖν τῷ ἁγίῳ κα-ταχριουμένην ὁρᾷς τήν τε κιβωτὸν, καὶ μέντοι τὴν τράπεζαν, καὶ τὴν λυχνίαν ἐπ' αὐτῇ, καὶ τὸ χρυσοῦν ἔτι θυμιατήριον· καί τοι γὰρ πάντων μακρὸς ἡμῖν διεσάφησεν ἤδη λόγος ἀνατυπούμενον τὸν Ἐμμανουήλ. {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Σύνες δὴ οὖν ἄρα τὸ διὰ φωνῆς τοῦ ∆αβὶδ, ὡς πρὸς αὐτὸν ὑμνούμενον· «Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀδικίαν. ∆ιὰ τοῦτο ἔχρισέ σε Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Γράφει δὲ καὶ ὁ Παῦλος, «ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες.» Ἰστέον δὲ, ὅτι κατὰ τὸν ἀμωμήτως ἔχοντα λόγον, αὐτὸς ὑπάρχων ὁ τοῖς ἄλλοις ἅπασιν ἁγιασμοῦ χορηγὸς καὶ συνδοτὴρ, ὡς Θεὸς, τῷ Θεῷ καὶ Πατρὶ, μεθ' ἡμῶν ἁγιάζεται κατὰ τὸ ἀνθρώπινον· καὶ τοῦτό ἐστιν ἡ λεγομένη κένωσις. Ὁ γὰρ ἅγιος κατὰ φύσιν ὡς Θεὸς, δεδεῆσθαι λέγεται τοῦ ἁγιάζοντος Θεοῦ· καὶ τοῦτό φησιν ὁ μακάριος Πέτρος· «Ἵνα τὸν ἀπὸ Ναζαρὲτ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ἁγίῳ.» Οὐκοῦν περὶ τὸ ἀνθρώπινον ἡ χρίσις, καὶ τῆς σαρκὸς ὁ ἁγιασμὸς, τῆς οὐ κατὰ φύσιν ἁγίας, ἀλλ' ὡς ἐν μεθέξει τῇ παρὰ Θεοῦ· θύραθεν γὰρ τοῖς κτίσμασιν ὁ ἁγιασμὸς, καὶ εἰσποιητῶς παρὰ Θεοῦ καταπλουτοῦσι τὴν χάριν. Χρίεται δὲ τοῖς ἄλλοις ὁμοῦ, καὶ τῆς κατὰ νόμον λατρείας τὸ θυσιαστήριον. Ἅγιος γὰρ καὶ ὁ νόμος, καλῶν εἰς ἐπίγνωσιν τοῦ κατὰ φύσιν Θεοῦ, καὶ δικαιοσύνης εἴδησιν τοῖς ἀκροωμένοις ἐντιθεὶς, καὶ εἰς ἀρχὰς ἀγαθότητος ἀποφέρων τοὺς παιδευομένους· «Ἀρχὴ γὰρ, φησὶν, ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια.» Γράφει δέ που καὶ ὁ θεσπέσιος Παῦλος, «Ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία, καὶ δικαία καὶ ἀγαθή.» Ἅγιος δὲ ἁγίων ὁ νόμος, οὐ κατά γε τὴν σκιὰν, ἀλλ' ὅτι πρὸς θεωρίαν εἰ μετατρέποιτο τὴν πνευματικὴν, αὐτὸν ἡμῖν οἱ τύποι διακεκράγασι τὸν Χριστὸν, τὸν Ἅγιον ἁγίων ἀληθῶς· ἁγιάζει γὰρ ὡς Θεὸς τῷ ἰδίῳ καταχρίων πνεύματι τοὺς ἐν μεθέξει γεγονότας αὐτοῦ διὰ τῆς πίστεως. Ἐγηγερμένης δὲ δὴ, καὶ μὴν καὶ ἐλαίῳ τῷ ἁγίῳ κατακεχρισμένης τῆς ἁγίας σκηνῆς, τὸ μετὰ τοῦτο λέγωμεν, εἰ δοκεῖ. {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Γέγραπται τοίνυν ὡδί· «Καὶ συνετέλεσε Μωσῆς πάντα τὰ ἔργα, καὶ συνεκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ δόξης Κυρίου ἐπληρώθη ἡ σκηνή. Καὶ οὐκ ἠδυνήθη Μωσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ὅτι ἐπεσκίαζεν ἐπ' αὐτὴν ἡ νεφέλη, καὶ δόξης Κυρίου ἐπλήσθη ἡ σκηνή. Ἡνίκα δὲ ἀνέβη ἀπὸ τῆς σκηνῆς, ἀνεζεύγνυσαν οἱ υἱοὶ Ἰσραὴλ σὺν τῇ ἀπαρτίᾳ αὐτῶν· εἰ δὲ μὴ ἀνέβη ἡ νεφέλη, οὐκ ἀνεζεύγνυσαν ἕως τῆς ἡμέρας, ἧς ἀνέβη ἡ νεφέλη· νεφέλη γὰρ ἦν ἐπὶ τῆς σκηνῆς ἡμέρας, καὶ πῦρ ἦν ἐπ' αὐτῆς νυκτὸς, ἐναντίον παντὸς Ἰσραὴλ, ἐν πάσαις ταῖς ἀναζυγαῖς αὐτῶν.» Ἀναδεδειγμένης γὰρ ἐν κόσμῳ τῆς ἁγίας καὶ ἀληθεστέρας σκηνῆς, τοῦτ' ἔστι, τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, φῶς περιελάμπετο Χριστοῦ, καὶ ἡ νεφέλη ὥσπερ τις πνευματικὴ δρόσος ἡμᾶς τοῖς ἄνωθεν πλουσίως καταπιαίνουσα, τὸν θεῖον ναὸν ἀναπίμπλησι. Πλὴν, οὐκ ἠδυνήθη, φησὶν, εἰσελθεῖν ὁ Μωσῆς, οὐ γὰρ εἰσβέβηκεν ὁ Ἰσραὴλ, τὴν τοῦ θείου φωτὸς προσβολὴν ἐνεγκεῖν οὐ δυνάμενος, ἐπείτοι οὐδὲ συνῆκε τὸ Χριστοῦ μυστήριον, ἀλλ' οὐδὲ προσήκατο τὸν ἐν πνεύματι φωτισμὸν, οὐδὲ τεθέαται τοῖς τῆς διανοίας ὄμμασι τὴν δόξαν Κυρίου, ᾧ καὶ ὡς ἐν τύπῳ νεφέλης, ἀπαίροντι μὲν τοῦ κόσμου καὶ πρὸς τὰ ἄνω βαδίζοντι, συναπαίρομεν κατ' ἴχνος ἰόντες τὸ δεσποτικὸν ἐνεκαίνισε γὰρ ἡμῖν τὴν πρόσφατόν τε καὶ ζῶσαν ὁδὸν, τὴν εἰς τὰ ἄνω φημὶ καὶ ἐν οὐρανῷ, ἀναπαυομένῳ δὲ ὥσπερ καὶ καταλύοντι, συναναπαυόμεθα καὶ συγκαταλύσομεν. Ἀπαιρούσῃ δὲ τῇ νεφέλῃ, συναπῆρεν ὁ λαός· καὶ καταλυούσης, συγκατηυλίζετο· «Νεφέλη γὰρ ἦν, φησὶν, ἐπὶ τῆς σκηνῆς τὴν ἡμέραν, καὶ πῦρ τὴν νύκτα.» Καταπιαίνει μὲν γὰρ ὁ Χριστὸς χαρίσμασι τοῖς πνευματικοῖς, τοὺς ὥσπερ ἐν ἡμέρᾳ καὶ φωτὶ γεγονότας, διά γε τοῦ τὴν ἐπ' αὐτῷ γνῶσιν λεπτῶς τε καὶ ἐξητασμένως ἑλεῖν, καὶ ἐκλελαμπρύνθαι τὸν νοῦν· καταφωτίζει δὲ τοὺς ἀμαθεστέρους ἔτι. Σκότος δὲ ὅλως κοσμικῆς ἀπάτης οὐκ ἔστιν ἐν Ἐκ-κλησίαις, περιαστράπτοντος αὐτὰς τοῦ Χριστοῦ, καὶ νοητῷ φωτὶ τὰ σύμπαντα καταυγάζοντος· οὐ γάρ ἐσμεν νυκτὸς, οὐδὲ σκότους, ἀλλ' υἱοὶ φωτὸς καὶ ἡμέρας, κατὰ τὸ γεγραμμένον. {ΠΑΛΛ.} Ὀρθῶς ἔφης. {ΚΥΡ.} Προσθέντες δὲ τούτοις, καὶ οὐκ ἐν μήκει λόγων, τοὺς ἐπί γε τῇ σκηνῇ νόμους, τάς τε τῶν λαῶν δωροφορίας, καὶ μὴν καὶ ἀπάρσεις καὶ συναυλισμοὺς, ἀφηγησόμεθα· ἴοι γὰρ ἂν οὕτω πρὸς οἶμον ὀρθὴν ὁ λόγος. {ΠΑΛΛ.} Σύμφημι. {ΚΥΡ.} ∆εδικαίωκε τοίνυν ὁ νομοθέτης καὶ κριτὴς ἐν μόνῃ δὴ χρῆναι τῇ ἁγίᾳ σκηνῇ τὰς θυσίας ἐπιτελεῖν, τοὺς εἴπερ ἂν ἕλοιντο τοῦτο δρᾷν, ἀφιστὰς, οἶμαί που, τῆς ἑώλου ψευδολατρείας, τῆς ἐν Αἰγύπτῳ φημὶ, ἔνθα πολὺς μὲν ὁ τῶν εἰδώλων ἐμπαιγμὸς, θεῶν τε τῶν ψευδωνύμων ἡ ἀκαλλεστάτη πληθὺς, οὐδὲ αὐτοῖς τάχα που τοῖς προσκυνεῖν ᾑρημένοις γνωρίζεσθαι δυναμένη· ἀνεῖται δὲ καὶ τὸ θύειν, ὥσπερ ἂν ἕλοιτό τις, κατά γε τὸ ὑπό του τῶν παρ' Ἕλλησι σοφῶν ἀτημελῶς εἰρημένον, ἄλλος δ' ἄλλῳ ἔρεζε θεῶν. Ἀφιστὰς οὖν τῆς οὕτω ψυχρᾶς τε καὶ βεβήλου τριβῆς καὶ συνηθείας ἀλογωτάτης, ἔφη πάλιν ἐν τῷ Λευιτικῷ· «Λάλησον πρὸς Ἀαρὼν καὶ πρὸς τοὺς υἱοὺς αὐτοῦ, καὶ πρὸς πάντας τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Τοῦτο τὸ ῥῆμα ὃ ἐνετείλατο Κύριος λέγων· Ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ, ἢ τῶν προσ-κειμένων ἐν ὑμῖν, ὃς ἂν, σφάξῃ μόσχον ἢ πρόβατον, ἢ αἶγα ἐν τῇ παρεμβολῇ, καὶ ὃς ἐὰν σφάξῃ ἔξω τῆς παρεμβολῆς, καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ, ὥστε ποιῆσαι αὐτὸ εἰς ὁλοκαύτωμα, ἢ σωτήριον τῷ Κυρίῳ, δεκτὸν εἰς ὀσμὴν εὐωδίας· καὶ ὃς ἂν σφάξῃ ἔξω ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ μὴ ἐνέγκῃ αὐτὸ, ὥστε μὴ προσενέγκῃ δῶρον Κυρίῳ ἀπέναντι τῆς σκηνῆς Κυρίου, καὶ λογισθήσεται τῷ ἀνθρώπῳ ἐκείνῳ, αἷμα ἐξέχεεν, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς.» Αἷμα μὲν οὖν ἐκχεῖν, καὶ τοῖς εἰς μιαιφωνίαν ἐγκλήμασιν ἔνοχον ἔσεσθαι τὸν ἔξω θύοντα τῆς σκηνῆς. Ἑαυτὸν γὰρ ὥσπερ διεχρήσατό τις, καὶ τὴν οἰκείαν ὠλόθρευσε ψυχὴν, ὁ Θεοῦ μὲν τοῦ κατὰ φύσιν ἀφιστὰς αὐτὴν, προσνέμων δὲ λίθοις καὶ ξύλοις καὶ ταῖς τῶν δαιμονίων ἀπάταις ἀνατιθείς. Ὅτι δὲ οὐ πᾶν ἁπλῶς θῦμα παρὰ τὰς θύρας ἄγεσθαι προστέταχε τῆς σκηνῆς, ἀλλ' ὅπερ ἕλοιτό τις εἰς θυσίαν ἀναθεῖναι Θεῷ, δέδειχεν ἐναργῶς προσεπάγων εὐθύς· «Καὶ οὐ θύσουσιν ἐπὶ τὰς θυσίας αὐτῶν τοῖς ματαίοις, οἷς αὐτοὶ ἐκπορνεύσωσιν ὀπίσω αὐτῶν.» Οὐκοῦν ἀποφάσκει παντελῶς τὸ θύειν ἀδιακρίτως, ᾧπερ ἂν βούλοιτό τις, δεῖν δὲ δὴ μόνῳ τῷ κατὰ φύσιν Θεῷ τὰς λατρείας ἐπιτελεῖν, εὖ μάλα φησί. {ΠΑΛΛ.} Ὡς ἄριστά γε ἡμῖν ὁ λόγος ἔχει. {ΚΥΡ.} Ὀνήσειε δ' ἂν καὶ οὐ μετρίως ἡμᾶς καθ' ἕτερον οἶμαι τρόπον τὸ χρῆναι νοεῖν ὡς ἔστι λυσιτελὲς καὶ ἀναγκαῖον ἤδη πως τὸ, ἐν μόνῃ δεῖν τῇ ἁγίᾳ σκηνῇ πράττεσθαι τὰς θυσίας, καὶ τὰ ἱερὰ προσφέρεσθαι θύματα. {ΠΑΛΛ.} Πῶς ἔφης; {ΚΥΡ.} Ἦ οὐκ εἰκόνα καὶ τύπον ἐλέγομεν εἶναι τοῦ Ἐμμανουὴλ, τὸν ἱερέως τε πέρι καὶ ἀγνοημάτων λαοῦ πρὸς τῇ ἁγίᾳ σκηνῇ σφαζόμενον μόσχον; {ΠΑΛΛ.} Ἐλέγομεν. {ΚΥΡ.} Χρῆναι δὴ οὖν ταύτῃ τοι φαμὲν, ὡς ἐν σκηναῖς ἁγίαις ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ, τοῦ Χριστοῦ τελεῖσθαι μυστήριον. Τουτὶ γὰρ ἡμῖν καὶ ἑτέρωθί που διετύπου πάλιν. Θεσμοθετήσας γὰρ ἐν ἀρχαῖς τίνα δὴ τρόπον προσήκει σφάζεσθαι τὸν ἀμνὸν εἰς τύπον Χριστοῦ τῆς Αἰγυπτίων ἀπαίρουσι γῆς τοῖς ἐξ Ἰσραήλ· «Ἐν οἰκίᾳ μιᾷ βρωθήσεται, φησὶ, καὶ οὐκ ἐξοίσετε ἀπὸ τῶν κρεῶν αὐτοῦ ἔξω.» Οὐκοῦν παραλύουσι τὸ Θεῷ δοκοῦν, οἱ ἑτερόφρονες αἱρετικοὶ παρὰ τὴν οὖσαν ἀληθῶς ἁγίαν σκηνὴν, ἑαυτοῖς ἑτέραν διαπηγνύντες, καὶ ἔξω θύοντες τὸν ἀμνὸν, καὶ ἀπωτάτω που τῆς μιᾶς ἀποφέροντες οἰκίας, καὶ μερίζοντες τὸν ἀμέριστον· εἷς γὰρ καὶ τέλειος ἐν πᾶσι Χριστός. Ἀλλ' ὅγε σοφός τε ἡμῖν καὶ ἱεροφάντης Μωσῆς παρεγγυᾷ λέγων ἐν τῷ ∆ευτερονομίῳ, «Πρόσεχε σεαυτῷ μὴ ἀνενέγκῃς τὸ ὁλοκαύτωμά σου ἐν παντὶ τόπῳ ᾧ ἐὰν ἴδῃς, ἀλλ' ἢ εἰς τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτὸν, ἐν μιᾷ τῶν πόλεών σου, ἐκεῖ ἀνοίσεις τὰ ὁλοκαυτώματά σου, καὶ ἐκεῖ ποιήσεις πάντα ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον· ἀλλ' ἢ ἐν πάσῃ ἐπιθυμίᾳ σου θύσεις, καὶ φάγῃ κρέα κατὰ τὴν ἐπιθυμίαν τῆς ψυχῆς σου· κατὰ τὴν εὐλογίαν Κυρίου τοῦ Θεοῦ σου, ἣν ἔδωκέ σοι ἐν πάσῃ πόλει. Ὁ ἀκάθαρτος ἐν σοὶ καὶ ὁ καθαρὸς ἐπὶ τὸ αὐτὸ φάγεται αὐτὸ, ὡς δορκάδα ἢ ἔλαφον, πλὴν τὸ αἷμα οὐ φάγεσθε, ἐπὶ τὴν γῆν ἐκχεεῖτε αὐτὸ, ὡς ὕδωρ.» ∆ιανοίας οὖν ἄρα τῆς βδελυρωτάτης ἀμπλάκημα καὶ γραφὴ, τὸ ἐν παντὶ τόπῳ θύειν ἀποτολμᾷν, καὶ μὴ ἐν οἴκῳ Θεοῦ πληροῦν τὸ Χριστοῦ μυστήριον. {ΠΑΛΛ.} Εὖ λέγεις· πλὴν ἐκεῖνο φράσον. Τὴν αἵματος βρῶσιν κεκιβδήλευκεν ὁ νόμος, καὶ μάλα εἰκότως. Τί δ' ἂν εἴη πάλιν ὁ ἔν γε τῷ γράμματι νοῦς; {ΚΥΡ.} Οὐκοῦν, εἰ δοκεῖ, τὰ ἐπὶ τῷδε τεθεσπισμένα, καὶ ἐν τῷ Λευιτικῷ φέρε δὴ λέγωμεν. Ἔχει γὰρ ὧδε· «Καὶ ὁ ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ, ἢ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἂν φάγῃ πᾶν αἷμα, ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὴν ψυχὴν τὴν ἔσθουσαν τὸ αἷμα, καὶ ἀπολῶ αὐτὴν ἐκ τοῦ λαοῦ αὐτῆς. Ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστι. Καὶ ἐγὼ δέδωκα αὐτὸ ὑμῖν ἐπὶ τοῦ θυσιαστηρίου ἐξιλάσκεσθαι περὶ τῶν ψυχῶν ὑμῶν· τὸ γὰρ αἷμα αὐτοῦ ἀντὶ ψυχῆς ἐξιλάσεται. ∆ιὰ τοῦτο εἴρηκα τοῖς υἱοῖς Ἰσραήλ· Πᾶσα ψυχὴ ἐξ ὑμῶν οὐ φάγεται αἷμα. Καὶ ὁ προσήλυτος ὁ προσκείμενος ἐν ὑμῖν οὐ φάγεται αἷμα· καὶ ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ, ἢ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἂν θηρεύσῃ θήρευμα θηρίον ἢ πετεινὸν, ὃ ἐσθίεται, καὶ ἐκχεεῖ τὸ αἷμα, καὶ καλύψει αὐτὸ τῇ γῇ· ἡ γὰρ ψυχὴ πάσης σαρκὸς, αἷμα αὐτοῦ ἐστι. Καὶ εἶπα τοῖς υἱοῖς Ἰσραήλ· Αἷμα πάσης σαρκὸς οὐ φάγεσθε, ὅτι ἡ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστι· πᾶς ὁ ἐσθίων αὐτὸ, ἐξολοθρευθήσεται.» Ἄθρει δὴ οὖν σαφῶς καὶ ἀναφανδὸν ὡς εἰς ψυχῆς τύπον τὸ αἷμα λαμβάνεται. {ΠΑΛΛ.} Συνίημι, {ΚΥΡ.} Ἀλλοτριοῖ τοιγαροῦν ὁ νόμος, καὶ ὑπεξάγει σωμάτων τῶν σφαζομένων τὸ αἷμα, δόγμα διδάσκων ἀληθὲς, καὶ πρός γε ἡμῶν αὐτῶν ἐν πίστει δεκτὸν, καὶ ἐν Ἐκκλησίαις τίμιον, τὸ, ἀθάνατον εἶναί φημι, διακεῖσθαι καὶ φρονεῖν τὴν λογικὴν τοῦ ἀνθρώπου ψυχὴν, ἣν τοῖς γηΐνοις σώμασιν, οὐ συγκαταφθείρει θάνατος, ἀπολύει δὲ μᾶλλον καὶ ἀνίησιν ὁ ∆ημιουργὸς, καὶ ὑπεξάγει τοῦ παθεῖν, ζωῆς ἀποφήνας μέτοχον. Πεποίηται γὰρ ὁ ἄνθρωπος ἐν ἀρχαῖς εἰς ψυχὴν ζῶσαν, ἐνιέντος αὐτῷ τοῦ Θεοῦ πνοὴν ζωῆς· γέγραπται γὰρ ὡδί. Καταγράψομεν γὰρ, καθάπερ ἐγᾦμαι, τὸ ἄναλκι τῆς τὰ πάντα ζωογονούσης ζωῆς, εἰ τὸ πρὸς αὐτῆς γεγονὸς εἰς ζωὴν, συνδιόλλυσθαί φαμεν τοῖς προσκαίροις σώμασι. Συνέσει δὲ τῇ παγκάλῳ στέψομεν, ἀθάνατον εἶναι πιστεύοντες, δοκοῦν ὧδε ἔχειν αὐτὴν τῷ πάντων ∆ημιουργῷ, ἐν ᾧ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν. Καὶ οὗτος, οἶμαί που, τῆς νομοθεσίας τῆς ἐπὶ τῷδε λόγος. Ἴωμεν δὲ καὶ ἐφ' ἕτερα δικαιώματα τῆς σκηνῆς. Ἔφη τοίνυν ὁ Θεὸς ἐν τῇ Ἐξόδῳ, «Οὐ σφάξεις ἐπὶ ζύμῃ αἷμα θυσιάσματός μου.» Ἄζυμον ἔστω, φησὶ, τὸ προχεόμενον αἷμα, καὶ ὑπὲρ τοῦ προσκεκομισμένου εἰς θυσίαν τῷ Θεῷ, ζύμης αὐτῷ δηλονότι ἤτοι σεμιδάλεως ἐζυμωμένης, οὐκ ἐπενηνεγμένης· χρὴ γὰρ ἡμᾶς ἐκκεκαθαρμένους καὶ ἀζύμους ὥσπερ ὑπάρχοντας, τοῦτ' ἔστι, τὴν ἐκ φαυλότητος καὶ πονηρίας οἱονεί πως ἐπιπλοκὴν, εἰς νοῦν οὐκ ἔχοντας, καθιεροῦν τῷ Θεῷ τὰς ἑαυτῶν ψυχὰς, ὧν εἰς τύπον τὸ αἷμα· νέον δὲ φύραμα καὶ ἀζύμους ἐκάλει καὶ ὁ θεσπέσιος Παῦλος, τοὺς εἰλικρινῆ καὶ ἀθόλωτον, καὶ ἀσυμμιγῆ φαυλότητος τὴν οἰκείαν τηροῦντας ψυχὴν, διὰ πίστεως δὲ δηλονότι τῆς εἰς Χριστὸν, καὶ ἀγάπης ὁλοτελοῦς. Ἀλλ' «Οὐδὲ μὴ κοιμηθῇ, φησὶ, στέαρ τῆς ἑορτῆς μου, ἕως πρωΐ,» τοῦτ' ἔστι, χθιζὸν οὐκ ἀνοίσεις στέαρ εἰς ὀσμὴν εὐωδίας. Ἐν δὲ τῷ Λευιτικῷ σαφεστέραν ποιεῖται τοῦ νόμου τὴν δήλωσιν, καὶ τὸ χρῆμα ἐναργὲς καθίστησι λέγων περὶ τοῦ προσάγοντος θῦμα· «Κἂν εὐχὴν, ἢ ἑκούσιον θυσιάσῃ τὸ δῶρον αὐτοῦ, ᾗ ἂν ἡμέρᾳ προσενέγκῃ τὴν θυσίαν, βρωθήσεται, καὶ τῇ αὔριον· τὸ δὲ καταλειφθὲν ἀπὸ τῶν κρεῶν τῆς θυσίας, ἕως ἡμέρας τρίτης, ἐν πυρὶ καυθήσεται. Ἐὰν δὲ φαγὼν φάγῃ ἀπὸ τῶν κρεῶν τῇ ἡμέρᾳ τῇ τρίτῃ, οὐ δεχθήσεται αὐτῷ τῷ προσφέροντι αὐτὸ, οὐ λογισθήσεται αὐτῷ, μίασμά ἐστιν· ἡ δὲ ψυχὴ ἤτις ἂν φάγῃ ἀπ' αὐτοῦ, μιανθήσεται, καὶ τὴν ἁμαρτίαν λήψεται.» Τριταῖον μὲν οὖν ἀποπέμπεται θῦμα, παραιτεῖται δὲ ὅτι καὶ τὸ χθιζὸν, διεσάφει λέγων. «Ἐὰν δὲ θύσῃς θυσίαν εὐχὴν χαρμοσύνης τῷ Κυρίῳ, εἰς δεκτὸν ὑμῖν θύσετε αὐτό. Αὐτῇ τῇ ἡμέρᾳ ἐκείνῃ βρωθήσεται, οὐ καταλείψεται ἀπὸ τῶν κρεῶν εἰς τὸ πρωΐ· ἐγώ εἰμι Κύριος· τὴν ἁμαρτίαν λήψεται.» {ΠΑΛΛ.} Εἶτα τίς ἂν γένοιτο καὶ τῶνδε ὁ νοῦς; {ΚΥΡ.} Προαποδέδειχεν ἡμῖν ὁ νόμος ἐν τοῖς ἀνωτέρω πλειστάκις, ὅτι τὸν ἅπαντα χρόνον κατατέμνειν ἔθος τῇ θείᾳ Γραφῇ, ποτὲ μὲν εἰς δύο, καθ' ὃν ἦν ὁ νόμος, καὶ καθ' ὃν ἐπέλαμψεν ὁ Χριστός· ποτὲ δὲ αὖ, εἰς τρεῖς παρεισκρινομένου τε καὶ τὰ τάττοντος μεταξὺ, καὶ καθ' ὃν ὁ τῶν ἁγίων προφητῶν ἀνέλαμψε χορὸς, πλὴν ὅτι καὶ ἐν χρόνῳ τῷ κατὰ Μωσέα, καὶ ἐν τῷ τῶν ἁγίων προφητῶν λατρείας ἦν τρόπος ὁ αὐτὸς, ὡς ἐν σκιαῖς ἔτι ταῖς κατὰ νόμον. Πρωΐας δὲ γενομένης, ἤτοι τοῦ τρίτου λοιπὸν πάλιν ἀναδειχθέντος καιροῦ, καὶ τοῦ νοητοῦ φωτὸς, τοῦτ' ἔστι, Χριστοῦ, τὴν ὑφ' ἥλιον περιαστράπτοντος, λελυμένης δὲ λοιπὸν τῆς παλαιᾶς ἀχλύος, οὐκέτι δεκτὸς τῆς τὸ τηνικάδε λατρείας ὁ τρόπος, ἀλλ' εἴτε χθιζὸν, εἴτ' οὖν εἴη τὸ τριταῖον στέαρ, ἢ θύμα, δεκτὸν μὲν οὐκέτι, βδελυρὸν δὲ καὶ ἀπόβλητον παρὰ Θεῷ, καὶ ἐν μιάσματος τάξει λελογισμένον τοῖς οὐκ ἐν καιρῷ προσκομίζειν ᾑρημένοις. Ἢ οὐκ εἶναι φὴς ἀληθὲς, ὅτι Χριστοῦ καταλάμποντος τοῖς εὐαγγελικοῖς παιδεύμασι τὰς τῶν ἁγίων ψυχὰς καὶ εἰς λατρείαν τὴν πνευματικὴν μυσταγωγοῦντος εὖ μάλα, περιττά πως ἤδη καὶ ἀνωφελῆ τὰ ἐν νόμῳ; {ΠΑΛΛ.} Φημί. Μεμνήσομαι γὰρ τοῦ θεσπεσίου Παύλου, σκύβαλα καὶ ζημίαν ἀποκεκληκότος τὰ κατὰ νόμον αὐχήματα, διὰ τὸ ὑπερέχον τῆς γνώσεως τοῦ Χριστοῦ. Ἀκούω δὲ γεγραφότος τισί· «Λέγω δὲ ὑμῖν ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς οὐδὲν ἡμᾶς ὠφελήσει.» {ΚΥΡ.} Ὀρθῶς ἔφης. Οὐκοῦν ἁμαρτία καὶ μολυσμὸς, ἀναδειχθέντος Χριστοῦ, καὶ παρελάσαντος τοῦ καιροῦ, καθ' ὃν ἦν ὁ νόμος καὶ οἱ προφῆται, τῆς ὡς ἐν σκιαῖς λατρείας ἀντέχεσθαι· καὶ Θεῷ προσάγειν ἐπιχειρεῖν ὄϊν, ἢ στέαρ, ἢ λιβανωτόν· καίτοι λέγοντος ἐναργῶς τοῦ Υἱοῦ τῷ Θεῷ καὶ Πατρί· «Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι. Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας, τότε εἶπον, Ἰδοὺ ἥκω· ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου.» Ἄμωμον γὰρ ὥσπερ ἱερεῖον ἑαυτὸν ὑπὲρ ἡμῶν ἀναθεὶς ὁ Υἱὸς, ἔστησε τὰ ἐν νόμῳ, περιελεῖν ἁμαρτίας οὐ δυνάμενα· τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστός. {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} ∆ιὰ νομικῆς οὖν ἄρα λατρείας ἀπρόσιτος ὁ Πατὴρ, μετὰ τὴν ἐν Χριστῷ τελείωσιν, προσιτὸς δέ ἐστι διὰ μόνου τοῦ Υἱοῦ. Τοιγάρτοι καὶ ἔφασκεν, «Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ.» Ὅτι δὲ ἄθυτόν τε καὶ ἀτελὲς πᾶν εἴτι μὴ ἐν Χριστῷ, δεκτὸν δὲ καὶ ἱερώτατον τὸ δι' αὐτοῦ τε καὶ ἐν αὐτῷ, σαφὲς ἂν γένοιτο καὶ δι' ὧν ὁ νόμος ἐν μὲν τῇ Ἐξόδῳ φησίν· «Οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ·» ἐν δὲ τῷ Λευιτικῷ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν λέγων· Μόσχον ἢ πρόβατον ἢ αἶγα ᾧ ἂν τεχθῇ, καὶ ἔσται ἑπτὰ ἡμέρας ὑπὸ τὴν μητέρα αὐτοῦ. Τῇ δὲ ἡμέρᾳ τῇ ὀγδόῃ καὶ ἐπέκεινα, δεχθήσεται εἰς δῶρα κάρπωμα τῷ Κυρίῳ, καὶ μόσχον καὶ πρόβατον, αὐτὴν καὶ τὸ παιδίον αὐτῆς οὐ σφάξετε ἐν ἡμέρᾳ μιᾷ.» Ἄρνα μὲν οὖν τὸ ἀρτιγενὲς καὶ ὑπότιτθον ἔτι σφράττειν οὐκ ἐᾷ, δεικνὺς ὅτι, τὸ ἀτελὲς ἔτι καὶ ὡς ἐν συνέσει βραχύ τε καὶ ἀσθενὲς, οὔπω μὲν ἱερόν· ἔτι δὲ ἀπαράδεκτον διὰ τοῦτο Θεῷ. Τοιοῦτοί τινες ἦσαν ἄσοφοί τε καὶ ὀλιγογνώμονες, πρὸς οὓς ὁ θεσπέσιος γράφει Παῦλος· «Καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκοντος ὑμᾶς τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, οὐ στερεᾶς τροφῆς· τελείων δέ ἐστιν ἡ στερεὰ τροφή.» Οὐκοῦν ἀτελὲς ἔτι, τὸ ἐν γάλακτί τε καὶ ὑπὸ μαστὸν, κατά γε τὸ ἐν συνέσει φημὶ καὶ εὐρωστίᾳ πνευματικῇ· ἴτω δὲ αὖ ἡμῖν ὁ περὶ τῶνδε λόγος, ὡς ἐκ τύπου τῶν ἐν αἰσθήσει καὶ ἐναργῶν πραγμάτων, ἐπὶ τὰ ὑπὲρ αἴσθησίν τε καὶ νοητὰ, πλὴν ὅτι τὰ πάντα γέγονεν ἐν Χριστῷ καὶ ἐν τελειότητι καὶ παραδοχῇ, συνήσεις εὖ μάλα. Τὰ γάρ τοι προσκομιζόμενα ζῶα καὶ ἀνατιθέμενα τῷ Θεῷ, δεῖν μὲν εἶναί φησιν ἑπτὰ ἡμέρας ὑπὸ τὴν μητέρα, τῇ δὲ ἡμέρᾳ τῇ ὀγδόῃ καὶ ἐπέκεινα, δῶρον ἔσεσθαι, καὶ εἰς κάρπωμα τῷ Θεῷ. {ΠΑΛΛ.} Οὐ σφόδρα σαφὴς ὁ λόγος. {ΚΥΡ.} Ἦ γὰρ οὐχὶ τὴν ὀγδόην τὴν ἀναστάσιμον τοῦ Σωτῆρος ἡμέραν εἶναι φὴς, καὶ ἀρχὴν ὥσπερ αἰῶνος νέου, παριππεύσαντος τοῦ κατὰ νόμον ὡς ἐν ἡμέραις ἑπτὰ ταῖς πρώταις; {ΠΑΛΛ.} Φημί. {ΚΥΡ.} Οὐκοῦν ἀνίερόν τε καὶ ἀπροσκόμιστον ἔτι τὸ ὡς ἐν χρόνῳ τῷ κατὰ τὸν νόμον δηλονότι τὸ ἐν λατρείᾳ σαρκικῇ· δῶρον δὲ ἤδη καὶ εὐπρόσδεκτον τῷ Θεῷ πᾶν εἴτι λοιπὸν ἐν Χριστῷ κατὰ τὴν ὀγδόην καὶ ἐπέκεινα. Ἀκατάληκτος γὰρ ἡ ἐν Χριστῷ κλῆσις, ἀρχὴν ἔχουσα τὴν ἀνάστασιν. Καὶ τοῦτο εἰδὼς αὐτὸς ἔφασκεν ὁ Υἱὸς, ὁτὲ μὲν, «Ὅταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτὸν,» ὁτὲ δὲ, «Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, καρπὸν πλείονα φέρει.» {ΠΑΛΛ.} Ὀρθῶς ἔφης. Τὸ δέ γε μὴ συνδιόλλυσθαι δεῖν μητέρα τοῖς τέκνοις ἐν ἡμέρᾳ μιᾷ, τί ἂν εἴη πάλιν; {ΚΥΡ.} Νομοθετήσας εὖ μάλα τὰ ἐπὶ Χριστῷ, καὶ τὴν δι' αὐτοῦ τελείωσιν προαναφωνήσας ἀστείως, οὐκ ἠγνόησεν, ὡς Θεὸς, τῶν Ἰουδαίων τὸ ἀπειθὲς, καὶ τῆς Ἱερουσαλὴμ τὸ δυσήνιον, καὶ ὅτι ταύτης ἕνεκα τῆς αἰτίας, ὀλοθρευθήσονται μὲν ὡς κυριοκτόνοι, καὶ ἀγρίως πεπαρῳνηκότες εἰς τὸν Υἱὸν οἱ ἐξ Ἰσραὴλ, πλὴν οὐκ εἰσάπαν ὁλόριζος Ἱερουσαλὴμ οἰχήσεται, μενεῖ δὲ ὥσπερ ἔρημος τέκνων, τὸν τελευταῖον καὶ ἐν ἐσχάτοις περιμένουσα καιρὸν, καθ' ὃν καὶ αὐτὴ σωθήσεται κατόπιν τρέχουσα τῶν ἐθνῶν· τέθειται γὰρ εἰς νῶτον, τοῦτ' ἔστιν, ὀπίσω, κατὰ τὴν τοῦ Ψάλλοντος φωνὴν, «Ὅτι θήσει αὐτοὺς νῶτον·» πᾶς γὰρ Ἰσραὴλ σωθήσεται, τῆς ἐξ ἐθνῶν ἀγέλης τοῖς θείοις σηκοῖς προενηυλισμένης. Οὐκ ἐᾷ τοιγαροῦν ὁ νόμος τὴν ὡς ἐν ἐσχάτῃ πανωλεθρίᾳ γενέσθαι φθορὰν, ἡμερότητι συγκεκραμένην τὴν ἐπὶ τοῖς ἀπειθήσασι προαναφαίνων ὀργὴν, ἐν ταὐτῷ δὲ, οἶμαι τύπων ὥσπερ τινὰ τὸ χρῆμα τιθεὶς εἰδήσεως ἀναγκαίας. Ἥκιστα μὲν γὰρ οἰχήσεται τὰ ὄντα πρὸς τὸ μηδὲν ἀκράτῳ φθορᾷ τυραννούμενα, διαμενεῖ δὲ ὥσπερ ταῖς διαδοχαῖς τοῦτο ἐν ἐκείνῳ, κἀκεῖνο τυχὸν ἐν τούτῳ σωζόμενα, κατά γε τὸ συγγενὲς ἢ ὁμοειδὲς, τὸν εἰσάπαν ὄλεθρον τῶν ἰδίων κτισμάτων ἀποσοβοῦντος τοῦ Θεοῦ. «Ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου,» κατὰ τὸ γεγραμμένον. Ἔπρεπε δὲ καὶ τῶν τοιούτων ἡ προαγόρευσις, καὶ μὴν καὶ ἡ δήλωσις, τῶν περὶ Χριστοῦ λόγων, δι' ὃν καὶ ἐν ᾧ τὰ ἐφθαρμένα σώζεται, καὶ τὸ θανάτῳ τυραννούμενον ἀνατέθηλεν εἰς ζωὴν, τετελεύτηκε μὲν γὰρ ἡ ῥίζα τοῦ ἀνθρωπείου γένους οἷά τις μήτηρ, ὡς ἐν Ἀδὰμ, πλὴν οἱ ἐξ αὐτῆς, τοῦτ' ἔστιν, ἡμεῖς, ἀνεθάλλομεν ἐν Χριστῷ καὶ ἐσμὲν καὶ σωζόμεθα, ζωὴν ἔχοντες αὐτὸν καὶ ῥίζαν ὥσπερ τοῦ γένους δευτέραν. {ΠΑΛΛ.} Ὡς εὖ γε δὴ καὶ μάλα ἀπεζεσμένως ὁ λόγος ἔχει. {ΚΥΡ.} Ἄξιον δὲ, ὦ Παλλάδιε, τοῖς εἰρημένοις ἐπενεγκεῖν, τό· «Οὐ φυτεύσεις σεαυτῷ ἄλσος· πᾶν ξύλον παρὰ τὸ θυσιαστήριον Κυρίου τοῦ Θεοῦ σου, οὐ ποιήσεις σεαυτῷ, οὐ στήσεις σεαυτῷ στήλην, ἃ ἐμίσησε Κύριος ὁ Θεός σου.» Θέα γὰρ ὅπως εἰδωλοπρεποῦς ἀπάτης ἐξοικίζει παντελῶς τὸν τῆς ἀληθείας προσκυνητὴν, ἥκιστα μὲν ἐφιεὶς, τοῖς Ἑλλήνων ἀποκεχρῆσθαι νόμοις, ἀποσείεσθαι δὲ δεῖν τὰ παρ' ἐκείνοις ἔθη παρεγγυῶν, κἂν εἰ μηδὲν ἔχοιεν τὸ λυποῦν, καὶ εἰ γένοιντο τυχόν. {ΠΑΛΛ.} Οἷόν τι φής; {ΚΥΡ.} Τὰ εὐερνέστατα τῶν φυτῶν πάντα τε ἀμφιλαφῶς κομῶντα δρυμὸν καταλαμβάνοντες Ἕλληνες. βωμοὺς καὶ θυσίας τοῖς δαιμονίοις ἵστασαν. Ἔδει γὰρ, ἔδει τοῖς τῶν δαιμονίων βωμοῖς ἀποφορὰν ὥσπερ νοῦ, καὶ μὴν καὶ τέρψεις παραπεπῆχθαι κοσμικάς. Νοσεῖ γὰρ τὸ ψεῦδος οἴκοθεν μὲν τὸ ἄναλκι, κατακαλλύνεται δὲ πολλάκις τοῖς εἰσποιητοῖς ὡραϊσμοῖς, καθάπερ ἀμέλει καὶ τῶν γυναίων τὰ ἄσεμνα. Τῷ δὲ θείῳ θυσιαστηρίῳ τῷ τῆς ἀληθείας ἀπαστράπτοντι κάλλει, ποίων ἔδει τῶν ἔξωθεν ἐπικουρημάτων, ἤγουν εἰκαίων ὡραϊσμῶν; οὐ γὰρ διὰ τέρψεως κοσμικῆς προσιτὸν τὸ θεῖον, οὐδὲ ἀνειμένῳ τρόπον τινὰ νῷ καὶ ἀνάπτοντι πρὸς τὰ σαρκικὰ, ἀλλ' ὡς ἐν νηφούσῃ διανοίᾳ καὶ πολὺ πρὸς τὸ ἄνω βλεπούσῃ καὶ ἐν οὐρανοῖς. Εἴπερ ἦν ὅλως καὶ ὑπὸ πρέμνα τυχὸν, ὡς ἐκ ταυτομάτου γεγονὸς θεῖόν που θυσιαστήριον, ἠδίκησεν ἂν τὸ χρῆμα οὐδὲν τὸν ἀσφαλῆ καὶ γνήσιον τοῦ Σωτῆρος προσκυνητήν· ἐπειδὴ δέ ἐστιν ὅλως Ἑλληνικὸν τὸ ἐπιτήδευμα, παραιτητέον τὴν μίμησιν, καὶ τῆς συνηθείας τὸ ἐμφερὲς, καθάπερ ἀμέλει, τῷ μὲν πιστῷ καὶ βεβηκότι νῷ πρὸς ἀληθῆ εἴδησιν, εἴδωλον μὲν οὐδὲν ἐν κόσμῳ, ἀλλ' οὐδὲ εἰδωλόθυτόν ἐστιν, ἐσθίειν γε μὴν οὐκ ἐφίεται παρεγγυῶντος ἑτέρου διὰ τὴν τῶν ἀσθενεστέρων συνείδησιν· «Ἵνα τί γὰρ ἐγὼ κρίνομαι ὑπὸ ἄλλης συνειδήσεως; Εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι, ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ;» εὐδοκιμεῖ τοιγαροῦν τὸ χρῆμα παρὰ Θεῷ τὸ παραιτεῖσθαί φημι τὴν πρὸς Ἕλληνας ἰσουργίαν, ὡς ἔν τε τῇ τῶν θυσιαστηρίων θέσει, καὶ ἐν τοῖς περὶ θρησκείας ἔθεσί τε καὶ τρόποις. {ΠΑΛΛ.} Σύμφημι. {ΚΥΡ.} Τὸ δὲ δὴ χρῆναι καρποφορεῖν εἰς δόξαν Θεοῦ, καὶ μὴ κενὰς χεῖρας ἔχοντας εἰς τὴν ἁγίαν ἰέναι σκηνὴν, διεσάφει πάλιν ἡμῖν τὸ Γράμμα τὸ ἱερὸν, ἐν τοῖς Ἀριθμοῖς οὕτως ἔχον· «Καὶ ἐγένετο, ᾗ ἡμέρᾳ συνετέλεσε Μωσῆς, ὥστε ἀναστῆσαι τὴν σκηνὴν, καὶ ἔχρισεν αὐτὴν, καὶ ἡγίασεν αὐτὴν, καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὸ θυσιαστήριον, καὶ πάντα τὰ σκεύη αὐτοῦ, καὶ ἔχρισεν αὐτὰ, καὶ ἡγίασεν αὐτά. Καὶ προσήνεγκαν οἱ ἄρχοντες Ἰσραὴλ, δώδεκα ἄρχοντες οἴκων πατριῶν αὐτῶν. Οὗτοι οἱ ἄρχοντες φυλῶν, οὗτοι οἱ παρεστηκότες ἐπὶ τῆς ἐπισκοπῆς. Καὶ ἤνεγκαν τὸ δῶρον αὐτῶν ἔναντι Κυρίου, ἓξ ἁμάξας λαμπηνίκας, καὶ δώδεκα βόας, ἅμαξαν παρὰ δύο ἀρχόντων, καὶ μόσχον παρὰ ἑκάστου. Καὶ προσήγαγον ἐναντίον τῆς σκηνῆς. Καὶ εἶπε Κύριος πρὸς Μωσῆν, λέγων· Λάβε παρ' αὐτῶν, καὶ ἔσονται πρὸς τὰ ἔργα τὰ λειτουργικὰ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ δώσεις αὐτὰ τοῖς Λευίταις ἑκάστῳ κατὰ τὴν αὐτοῦ λειτουργίαν. Καὶ λαβὼν Μωσῆς τὰς ἁμάξας καὶ τοὺς βόας, ἔδωκεν αὐτὰ τοῖς Λευίταις.» Καὶ οὐ μέχρι τούτων τὰ ἐκ τῶν φυλάρχων ἦν· προσεπενήνεκται δὲ καὶ ἕτερα. Γέγραπται γὰρ, «Καὶ προσήνεγκαν οἱ ἄρχοντες εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου, ἐν τῇ ἡμέρᾳ ᾗ ἔχρισεν αὐτὸ, καὶ προσήνεγκαν οἱ ἄρχοντες τὰ δῶρα αὐτῶν ἀπέναντι τοῦ θυσιαστηρίου. Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Ἄρχων εἷς καθ' ἡμέραν, ἄρχων καθ' ἡμέραν προσοίσουσι τὰ δῶρα αὐτῶν εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου. Καὶ ἦν ὁ προσφέρων ἐν τῇ ἡμέρᾳ τῇ πρώτῃ τὸ δῶρον αὐτοῦ, Ναασσὼν υἱὸς Ἀμιναδὰβ, ἄρχων τῆς φυλῆς Ἰούδα. Καὶ προσήνεγκε τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἓν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον. ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν, θυΐσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος, μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα. Καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. Τοῦτο δῶρον Ναασσὼν υἱοῦ Ἀμιναδάβ.» Προσεκόμιζον δὲ καὶ καθεξῆς ἄχρι τοῦ δυοκαιδεκάτου, κατά γε τὸν ἴσον τρόπον καὶ ἐν ἀπαραλλάκτοις φιλοτιμίαις, ἐκνεμηθείσης ἑκάστῳ τῆς αὐτῷ συντεταγμένης ἡμέρας ἰδικῶς· διετύπου γὰρ ὧδε Θεός. {ΠΑΛΛ.} Καὶ τίς δὴ ἄρα ἐστὶ τῆς οὕτω πολυειδοῦς προσαγωγῆς ὁ λόγος; {ΚΥΡ.} Καρποφορία μὲν οὖν τὸ χρῆμά ἐστιν, ὦ Παλλάδιε, πέπλεκται δὲ, οἶμαι, καὶ λόγος αὐτῇ μυστικὸς εἰς τὸν Ἐμμανουὴλ, καὶ εἰς ἡμᾶς αὐτοὺς ἀνακομίζων τὸ αἴνιγμα· φράσω δὲ ὡς ἂν οἷός τε ὦ πάλιν. Ἀναδεδειγμένης γὰρ ἐν τῷδε τῷ κόσμῳ τῆς ἁγίας, καὶ ἀληθοῦς σκηνῆς, τοῦτ' ἔστι, τῆς Ἐκκλησίας, πολυειδῶς ἐν αὐτῇ διαπρέπων Χριστὸς καὶ μονονουχὶ παρ' ἡμῶν καὶ ὑπὲρ ἡμῶν ὡς ἱερὸν προσάγεται θύμα τῷ Θεῷ καὶ Πατρὶ, λύτρον καὶ ἀντάλλαγμα τῆς ἁπάντων ζωῆς, εἷς ὁ πάντων ἀντάξιος. Ἐπειδὴ γὰρ γέγονεν ἄνθρωπος ὁ Μονογενὴς ὡς εἷς ἐξ ἡμῶν, ἑαυτὸν προσκεκόμικε τῷ Θεῷ καὶ Πατρὶ, πρωτόλειον ὥσπερ τι καὶ ἀπαρχὴ τῆς ἀνθρώπου φύσεως εὐωδιαζούσης ἐν ἁγιασμῷ, φυσικῶς μὲν καὶ οὐσιωδῶς ἐνυπάρχοντι, καθ' ὃ νοεῖται καὶ ἔστι Θεὸς, εἰσκεκριμένως δὲ αὖ διὰ τὸ ἀνθρώπινον. Εἷς δὲ ὑπάρχων καὶ αὐτὸς, κατὰ πολλοὺς ἐγράφετο τρόπους, ὡς ἔν γε τῇ τῶν ἀρχόντων προσκομιδῇ, ἱερουργεῖται δὲ ὥσπερ καὶ νῦν ὁ Χριστὸς, διὰ τῶν κατὰ καιροὺς ἡγουμένων πολυτρόπως νοούμενος, καὶ διαφόροις ὀνόμασιν ἐκτετιμημένος· καὶ καθ' ἡμέραν προσφορὰ, τὸ ἀνεκλειπὲς οἱονεί πως καὶ ἀκατάληκτον τῆς Χριστοῦ θυσίας ἐν ἡμέρᾳ πάσῃ καὶ τὸ ἐν αὐτῇ καρποφόρον τῶν ἐν πίστει δεδικαιωμένων ὑποδηλοῦντος τοῦ πράγματος. Οὐ γὰρ ἐπιλείψουσιν οἱ προσκυνηταὶ, ἀλλ' οὐδὲ σπάνις ἔσται δωροφορίας· προσκομισθήσεται δὲ πρὸς ἡμῶν καὶ ὑπὲρ ἡμῶν ὁ Χριστὸς, μυστικῶς ἱερουργούμενος ἐν ταῖς ἁγίαις σκηναῖς. Αὐτὸς δὲ ἡμῶν καρποφορία πρώτη καὶ ἐξαίρετος· προσκεκόμικε γὰρ ἑαυτὸν εἰς θυσίαν τῷ Πατρὶ, καὶ οὐχ ὑπέρ γε μᾶλλον ἑαυτοῦ, κατὰ τὸν ἀμωμήτως ἔχοντα λόγον, ἀλλ' ὑπὲρ ἡμῶν τῶν ὑπὸ ζυγὸν καὶ γραφὴν ἁμαρτίας. Καθ' ὁμοιότητα δὲ τὴν πρὸς αὐτὸν, ἱερὰ θύματα καὶ ἡμεῖς, κόσμῳ μὲν ἀποθνήσκοντες, ὡς νενεκρωμένης τῆς ἁμαρτίας ἐν ἡμῖν, ζῶντες δὲ τῷ Θεῷ, τὴν ἐν ἁγιασμῷ καὶ ὁσιότητι ζωήν. Ταυτὶ γὰρ ἡμῖν ὑπεμφαίνειν ἔοικεν ἡ τῶν ἀρχόντων προσαγωγὴ, ἣν καὶ ἀνὰ μέρος ἐκβασανίζοντες τοῖς καθήκουσι λογισμοῖς, ὅπως ἂν ἡμῖν εὖ ἔχοι, βούλει λέγωμεν κατὰ τὸ ἐγχωροῦν; {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Προσκεκόμισται μὲν οὖν παρὰ ἑκάστου μόσχος· ἐκνενέμηνται δὲ τοῖς ἱεροῖς ἔργοις τῆς ἁγίας σκηνῆς, ἓξ οὖσαι τὸν ἀριθμὸν αἱ ἅμαξαι. Εἶτα παρ' ἑκάστου τρυβλίον ἓν ἀργυροῦν, καὶ φιάλη μία, καὶ ἀμφότερα, φησὶ, πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, θυΐσκη μία θυμιάματος ἔμπλεως, κριὸς εἷς, ἀμνὸς εἷς ἐνιαύσιος εἰς ὁλοκαύτωμα, χίμαρος ἐξ αἰγῶν περὶ ἁμαρτίας· καὶ ταυτὶ μὲν τὰ ὁλοκαυτώματα. Προσεκόμιζον δὲ καὶ εἰς θυσίαν σωτηρίου, φησὶ, δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίους πέντε. {ΠΑΛΛ.} Φράζε δὴ οὖν καὶ πρό γε τῶν ἄλλων, τί τὸ μεταξὺ, καὶ ποίαν ἄν τις εἴποι τὴν διαφορὰν τῆς τοῦ σωτηρίου θυσίας, καὶ ὁλοκαυτώματος. {ΚΥΡ.} Ἄκουε δή. Τὰ μὲν γὰρ ὁλοκαυτώματα τῶν ζώων ὅλα δι' ὅλων, ἱερῷ καὶ ἀσβέστῳ κατεφλέγετο πυρὶ, οὐδενὸς τὸ σύμπαν ἐξῃρημένου, ἀλλ' οἱονεί πως παντὸς μορίου καὶ μέλους εἰς ὀσμὴν εὐωδίας ἀναβαίνοντος τῷ. θεῷ, τὰ δέ γε ὑπὲρ τῆς τοῦ σωτηρίου θυσίας σφαζόμενα, μερικὴν ἐδέχετο τὴν καθιέρωσιν, ὡς ἐν ὤμῳ δεξιῷ, κεφαλῇ τε καὶ ποσὶ, νεφροῖς καὶ ἥπατι, καὶ ἑτέροις τισὶ τοῖς εἰς τὸ εἴσω καὶ ἐνδοσθίοις. Πρέπει δὴ οὖν τὸ ὁλοκαυτοῦσθαι Χριστῷ· καὶ γάρ ἐστιν ἀληθῶς ὅλος ἅγιος, εὐώδης ἅπας καὶ ἱερός. Ἡμῖν δὲ οἰκεῖον, τὸ οὐκ εἰσάπαν ἅγιον, καὶ οὐχ ὁλοκλήρως ἱερὸν, οἷς ἔνεστί τι καὶ μολυσμοῦ διὰ τὴν ἐν ἡμῖν ἁμαρτίαν. «Καθαρὸς γὰρ οὐδεὶς ἀπὸ ῥύπου,» καὶ «Παραπτώματα τίς συνήσει;» κατὰ τὸ γεγραμμένον. ∆ιὰ τοῦτο τὴν ὑπὲρ τοῦ σωτηρίου θυσίαν, οὐχ ὁλόκαυτον ὁ νόμος, μερικῶς δὲ μᾶλλον καθιεροῦσθαι δεῖν εὖ μάλα προστέταχεν. Ἆρ' οὖν, ὦ Παλλάδιε, σαφής σοι καὶ ἀποχρῶν εἰς εὐμαθίαν ὁ λόγος; {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Φέρε δὴ οὖν, ἐπ' ἐκεῖνο ἴωμεν εἴς γε τὸ, ἑκάστῳ φημὶ τῶν προσενηνεγμένων, φάναι τι, καὶ μὴν καὶ συνιέναι τῶν ἀναγκαίων εἰς ὄνησιν. {ΠΑΛΛ.} Ἴθι δὴ οὖν. {ΚΥΡ.} Ἔστι τοίνυν τὰ παρ' ἑκάστου τῶν φυλάρχων, τρυβλίον ἀργυροῦν ἓν καὶ φιάλη μία, καὶ ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐλαίῳ. Τὸ μὲν οὖν τρυβλίον ἐστὶ τοῖς ἐδωδίμοις ὑπηρετοῦν, καὶ εἰς ὀψοφαγίαν χρήσιμον, καθὸ καὶ αὐτὸς ἐδίδαξεν ὁ Σωτὴρ φιλοπνευστοῦντι Ἰωάννῃ τῷ γνησίῳ μαθητῇ τίς ὁ παραδώσων αὐτὸν, «Ὁ ἐμβάψας, φησὶ, μετ' ἐμοῦ τὴν χεῖρα ἐν τῷ τρυβλίῳ.» Φιάλης δὲ τί ἂν λέγοιμι τὴν χρείαν, διακεκραγότος ὡδὶ τοῦ πράγματος; Καὶ σημεῖον ἄρτου σεμίδαλις, ὅτι καὶ ἐξ αὐτῆς ἄρτος, ἄρτος δὲ ζωῆς, ὁ Χριστός. Οὐκοῦν ὡς ἐν τῷ τρυβλίῳ καὶ ἐν τῇ φιάλῃ, καὶ ὡς ἐν ἄρτῳ τῷ ἐν ἀμφοῖν, πλήρη γὰρ ἦν σεμιδάλεως, ὡς ἐν βρώσει τε καὶ πόσει, ζωὴ καὶ ζωοποιὸς ὁ Χριστὸς σημαίνεται. «Ἀμὴν γὰρ, φησὶ, λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.» Ἐλαίῳ δὲ τὴν σεμίδαλιν καταδεδεῦσθαί φησιν, αὐτό που τὸ ἐν Ψαλμοῖς ἀναμελῳδοῦντος οἱονεί που τοῦ τύπου· «Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀδικίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Θυΐσκη δὲ αὖ, σχῆμά τε καὶ εἶδος θυμιατηρίου, θυΐας ἐν ἴσῳ πεποιημένου, ἐπίμεστον δὲ καὶ αὐτὸ θυμιάματος· εὐωδία γὰρ καὶ θυμιατήριον ὁ Χριστὸς, οὐκ ἔξωθεν δὲ τὸ εὐῶδες ἔχων, καθάπερ ἀμέλει καὶ ἡμεῖς αὐτοὶ κατὰ μέθεξιν ἀρετῆς, καὶ τοῦ κατ' εὐσέβειαν ἁγιασμοῦ τὸ ἐν τούτοις εἶναι κερδαίνοντες, ἀλλ' οἴκοθεν ὡς Θεὸς καὶ ἐν ἰδίᾳ φύσει πλουτῶν τὰ δι' ὧν θαυμάζεται, καὶ ὅλην ἐμπίπλησι τὴν οἰκουμένην τῆς ὑπερκοσμίου καὶ ὑπὲρ κτίσιν ὀσμῆς. Θεὸς γὰρ ὢν φύσει καὶ ἀληθῶς, καὶ τὴν ὀσμὴν τῆς γνώσεως τοῦ Πατρὸς ἐν ἰδίᾳ φύσει λαχὼν, εὖ μάλα διαγινώσκεται, ἔμπλεως οὖν ἡ θυΐσκη θυμιάματος. Ταύτῃ τοι προσάγεται μόσχος τε καὶ κριὸς, καὶ μὴν καὶ ἀμνὸς, καὶ χίμαρος ἐξ αἰγῶν, τὰ πρὸς τούτοις ἔτι προσκεκομισμένα, καὶ διὰ πάντων αὐτὸς ὁ γραφόμενος· ἐν μὲν τῷ μόσχῳ, διὰ τὸ ἄγαν εὐσθενὲς, καὶ ὅτι τῶν ἐν ἡμερότητι καὶ καθαρότητι ζώων, τὸ προὔχον, ὁ μόσχος, καὶ ὡς ἐν μεγέθει σώματος, τὸ ὑπερτεροῦν· ἐν ὑπεροχῇ δὲ τῇ νοητῇ, πάντα ἐστὶ τὰ Χριστοῦ, καὶ αὐτὸς ὁ προὔχων καὶ ὑπερκείμενος τῇ κατὰ πᾶν ὁτιοῦν ἀσυγκρίτῳ διαφορᾷ· ἐν δὲ τῷ κριῷ, διὰ τὸ τέλειον, καὶ μέντοι διὰ τὸ ἄκακον, ἐν τῷ ἀμνῷ· «Ἐγὼ γὰρ, φησὶν, ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι, οὐκ ἔγνων·» ἐν δὲ τῷ χιμάρῳ, διὰ τὴν ὑπέρ γε τῶν ἡμαρτηκότων σφαγήν. Χίμαρος γὰρ ὑπὲρ ἁμαρτίας τὸ θῦμα, κατὰ τὸν νόμον· εἰσέδυ δὲ δι' ἡμᾶς τὸν θάνατον ὁ Ἐμμανουὴλ, καὶ τῶν ἀρχαίων πλημμελημάτων ἐκλελυτρώμεθα, δι' ἣν ὑπέμεινεν ὑπὲρ ἡμῶν σφαγήν. Ἢ οὐκ εἶναι φὴς καὶ τοῦτο ἀληθές; {ΠΑΛΛ.} Πῶς γὰρ οὔ; {ΚΥΡ.} Ἐπιτήρει δὲ ὅτι προσεκομίσθησαν μὲν οἱ μόσχοι, δέδονταί γε μὴν εἰς τὰ ἔργα τῆς σκηνῆς, ἵν' ἐν ταῖς ἀναζεύξεσιν αὐτοὶ φέροντες ἐφ' ἁμαξῶν, πόνου καὶ ἀνίας ἀπαλλάτοιεν τοὺς ἱερουργούς. Ἐπαναπαύεται γὰρ ἡ Ἐκκλησία Χριστῷ, καὶ αὐτὸς ἡμᾶς φέρει, τοῖς ὑπὲρ δύναμιν πόνοις περιπίπτειν οὐκ ἐφιεὶς τὸ ἱερὸν καὶ τίμιον γένος, καὶ τὸν τῶν ἁγίων ἔργων ἐπιστήμονα λαόν. Οὕτω μὲν οὖν ἀνοιστέον ἐπὶ Χριστὸν τὰ ὠνομασμένα. Τὰ δέ γε εἰς θυσίαν σωτηρίου προσεκόμιζον οἱονεί πως αὖ ἀνθ' ἑαυτῶν οἱ ἡγούμενοι, καθιεροῦντες τρόπον τινὰ τῇ ἁγίᾳ σκηνῇ, καὶ εἰς ὀσμὴν εὐωδίας ἀναφέροντες τῷ Θεῷ. ∆αμάλεις δὲ ἦσαν δύο, κριοὶ πέντε, τράγοι πέντε, ἀμνάδες πέντε. Καὶ μόσχος μὲν, ὁ Χριστὸς, δαμάλεις δὲ αὖ ἡμεῖς, καὶ λόγος ὁ ἐπ' ἀμφοῖν, οὐκ ἀσύμφυλος, ἀληθὴς δὲ μᾶλλον καὶ ἐναργής· ἡγεμονικώτατον γὰρ ἀεί πως τὸ ἄρσεν ἐστὶ, καὶ ἐν τιμῇ καὶ δόξῃ τῇ παναρίστῳ παρὰ Θεῷ, καὶ μάρτυς ἡ φύσις, ὁμολογοῦσα τὸ χρῆμα. Μεῖον δὲ καὶ ὑπεστρωμένον τὸ θῆλυ, καὶ οἱονεὶ κατόπιν ἰὸν τῆς ἀρσένων ἀλκῆς τε καὶ δόξης. Ἔστι δὴ οὖν ἐν ἄρσενι μόσχῳ, καθηγητὴς μὲν ἡμῶν ὁ Χριστὸς, ὑπεζεύγμεθα δὲ ὥσπερ ἡμεῖς καὶ ἐν πολλῷ μείονι παρ' αὐτὸν ἀλκῇ τε καὶ δόξῃ, καὶ, ἀσύγκριτον τὸ μεσολαβοῦν. Εἰ γὰρ καὶ γέγονε καθ' ἡμᾶς, ὁμοειδὴς γὰρ τῷ μόσχῳ δάμαλις, ἀλλ' ἐν πολλῇ λίαν ὑπεροχῇ τὰ αὐτοῦ. «Τίς γὰρ ὁμοιωθήσεται τῷ Θεῷ ἐν υἱοῖς Θεοῦ;» καθ' ἡμᾶς γὰρ ὁμοῦ καὶ ὑπὲρ ἡμᾶς ὁ Χριστὸς ἐν ὑπεροχῇ θεότητος, εἰ καὶ γέγονε σάρξ. ∆ύο γε μὴν αἱ δαμάλεις, εἰς τύπον, οἶμαί που, τῶν δύο λαῶν, συνδεδραμηκότων εἰς ἕνα τὸν ἀπ' ἀμφοῖν, συνείροντος εἰς ἑνότητα τὴν πνευματικὴν διὰ πίστεως τοῦ δι' ἡμᾶς τε καὶ μεθ' ἡμῶν. Κριοὶ δὲ πάλιν καὶ ἀμνοὶ ἰσάριθμοι, χίμαροί τε οὐχ ἥττους, τῶν πιστευόντων πληθὺν ὑπεμφαίνοντες, τὴν ὡς ἐν πέμπτῳ, φημὶ, συνενηνεγμένην καιρῷ, καθ' ὃν ἡ ἐπιδημία τοῦ λέγοντος, «Ὅταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Σημαίνεται δὲ τῶν πεπιστευκότων διὰ μὲν τῶν κριῶν τὸ ὡς ἐν φρονήσει τέλειον, καὶ τῆς νοητῆς ἡλικίας, δῆλον δὲ ὅτι τῆς ἐν Χριστῷ, τὸ ἀρτίως ἔχον, διὰ δὲ τῶν ἀμνῶν τὸ ὡς ἐν ἁπλότητί τε καὶ ἀκακίᾳ· «Μὴ» γὰρ δὴ, φησὶν, «ἀδελφοὶ, παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε·» διὰ δὲ τῶν ὑπὲρ ἁμαρτίας χιμάρων, τὸ ἀεὶ δεῖσθαι καθαρισμοῦ καὶ πλημμελημάτων ἀφέσεως. Τοιγάρτοι καὶ δεδιδάγμεθα λέγειν ἐν προσευχαῖς· «Ἄφες ἡμῖν τὰ παραπτώματα.» Οὐ γάρ ἐστι καιρὸς, ὅτε μὴ βοᾷν ἀναγκαῖον τοῖς ὡς ἀληθῶς ἀρτίφροσι, καὶ τῆς ἀνθρωπείας φύσεως εἰδόσι τὸ ἄναλκι, καὶ, «Παραπτώματα τίς συνήσει;» καὶ, «Ἐκ τῶν κρυφίων μου καθάρισον με.» Τοῦτο θυσία πνευματικὴ, σωτηρίας τε πέρι τῶν ἡμετέρων ψυχῶν εὐωδιάζουσα τῷ Θεῷ. {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Χριστὸν οὖν ἔφην, ὡς ἔν γε τῷ μόσχῳ καὶ τοῖς κριοῖς, ἀμνοῖς τε καὶ τράγοις, καὶ τοῖς ἑτέροις κατασημαίνεσθαι, καὶ ἀφαμαρτεῖν τοῦ πρέποντος οἰηθείην ἂν οὔτι που τὸν ἐπὶ τῷδε λόγον. Εἰ δὲ δή τις ἕλοιτο καὶ ἐφ' ἡμᾶς αὐτοὺς τὴν τῶν ἐννοιῶν μετακομίσαι δύναμιν, τὸ λυποῦν οὐδὲν, τοιαύτην τινὰ θεωρίαν τοῖς προκειμένοις ἐπενεγκεῖν. {ΠΑΛΛ.} Ὁποίαν δὴ φῄς; {ΚΥΡ.} Προσεκομίζοντο κατὰ τὸν νόμον παρὰ παντὸς Ἰσραὴλ τὰ ἱερὰ θύματα. Προσεχεῖτο δὲ τῷ θείῳ θυσιαστηρίῳ τῶν σφαζομένων τὸ αἷμα, μονονουχὶ καταγράφοντος ὡς ἐν σκιᾷ τοῦ δρωμένου, καὶ πλαγίως ἡμῖν ὑπεμφαίνοντος, ὅτι Θεῷ τῷ ἁγίῳ τὰς ἑαυτῶν ἡμῶν καθιεροῦν προσήκει ψυχάς. {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Οὐκοῦν ἀνθ' ἠμῶν καὶ ὑπὲρ ἡμῶν τὰ θύματα, καὶ ἡμεῖς ἐσμεν ἐν αὐτοῖς οἱ κατὰ τύπον ἱερουργούμενοι. {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Φέρε δὴ οὖν πολυπραγμονοῦντες ὀρθῶς τὰ ὡς παρὰ πάντων προσκεκομισμένα διὰ τῆς τῶν ἡγουμένων χειρὸς, τῆς ἐν πνεύματι θεωρίας τὸ κάλλος περιαθρήσωμεν. Ἦν οὖν ἄρα τὰ προσενηνεγμένα ἐν ἀργυροῖς σκεύεσι, τρυβλίῳ, φημὶ, καὶ φιάλῃ, σεμίδαλις ἐλαιοβρεχής. Σύμβολον δὲ λαμπρότητος μὲν ὁ ἄργυρος, ζωῆς δὲ ἡ σεμίδαλις, ὡς ἄρτου γένεσις τοῦ συνέχοντος εἰς ζωὴν, ἱλαρότητος δὲ τὸ ἔλαιον. Προσαγέσθω δὴ οὖν καὶ πρός γε ἡμῶν αὐτῶν τῷ ἐπὶ πάντων Θεῷ τὸ ὡς ἐν λαμπρότητι ζωῆς ἱλαρὸν, ἐλπίδι τῇ ἐν Χριστῷ. «Τῇ γὰρ ἐλπίδι χαίροντες,» φησί. Πῶς δ' ἂν εἶεν οὐχὶ τῆς ἀνωτάτω θυμηδίας ἔμπλεῳ, τὸ ἐν ζωῇ τε καὶ πολιτείᾳ περιφανὲς ἐξησκηκότες εὖ μάλα τῶν τοῦ Σωτῆρος ἡμῶν ἐνταλμάτων οἱ φύλακες; οἷς πάντη τε καὶ πάντως τὸ ἐν μεθέξει γενέσθαι τῆς δόξης αὐτοῦ τεθησαύρισται παρὰ Θεῷ. «Ἀπεθάνετε γὰρ, φησὶ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.» Οὐκοῦν ἡ σεμίδαλις ἐλαιόδευτος. Ἔνεστι γὰρ τῇ τῶν ἁγίων ζωῇ καὶ τὸ ὡς ἐν ἐλπίδι δόξης ἱλαρὸν, μετὰ λαμπρότητος δηλονότι τῆς ἐν ὁσιότητι καὶ δικαιοσύνῃ. Χρυσῆ δὲ θυΐσκη θυμιάματος πλήρης, τὸ τῶν ἁγίων γράφουσα κάλλος, καὶ ὡς ἐν σκεύεσιν ἐκλεκτοῖς τὸ εὐῶδες ἐν ἁγιασμῷ, εἶτα δῶρον ὥσπερ τι Θεῷ τὸ εὐοσμότατον ἀληθῶς. Ἢ οὐχὶ σκεύη λαμπρὰ καὶ ἀπόλεκτα τοὺς ἁγίους ὑπάρχειν οἰησαίμεθα ἂν, ὦ Παλλάδιε; {ΠΑΛΛ.} Μάλιστά γε. {ΚΥΡ.} Μόσχος δὲ ἦν παρ' ἑκάστου, καὶ δυοκαίδεκα μὲν οἱ πάντες. Ἀχθοφοροῦσί γε μὴν τὴν ἁγίαν σκηνὴν, κατὰ δύο προσενηνεγμένοι πρὸς ἅμαξαν μίαν, καὶ ὑπὸ ζυγὸν ἕνα, ἐκνενέμηνται δὲ ταῖς τῶν Λευιτῶν ὑπουργίαις· καὶ τύπος ἂν εἴη τὸ χρῆμα τῶν δύο λαῶν, οὐκέτι μεμερισμένων εἰς ἀνομοιότητα δογμάτων καὶ ζωῆς, συνενηνεγμένοιν δὲ ὥσπερ καὶ συνδεδραμηκότοιν ὑπό γε τὸν ἕνα τοῦ Σωτῆρος ζυγὸν τληπαθῶς καὶ ἀνδρείως. «Ἀνδρίζου γὰρ, φησὶ, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον.» Τληπαθὲς δὲ ζῶον ὁ μόσχος καὶ κραταιότατον. Τοιοίδε πάντως οἱ θεοσεβείας ᾑρημένοι, ζυγὸν ὥσπερ ἐφ' ἑαυτοῖς ἐπέχοντες τὸν Χριστὸν, ὡς ἐν τῇ ἁγίᾳ σκηνῇ προανατυπούμενον. Σῶμα δὲ αὐτοῦ τὴν Ἐκκλησίαν καὶ ὁ θεῖος ἡμῖν ὠνόμαζε Παῦλος. Ἐλέ-γετο δὲ καὶ πρὸς Ἀνανίαν περὶ αὐτοῦ, φημὶ δὴ τοῦ Παύλου· «Πορεύου, ὅτι σκεῦος ἐκλογῆς ἐστί μοι οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐναντίον τῶν ἐθνῶν.» Κριὸς δὲ πρὸς τούτοις, καὶ μὴν καὶ ἀμνὸς τὰ προσενηνεγμένα, τοῦ τε πρεσβυτέρου προσενηνεγμένου καὶ τοῦ νέου λαοῦ τὴν πρὸς Θεὸν ἄφιξιν καὶ τὴν οἱονείπως ἀνάθεσιν, δῆλον δὲ ὅτι τὴν πνευματικὴν, ὑπεμφαίνοντες. Ὥσπερ γὰρ τὸ τληπαθὲς καὶ ἀνδρεῖον ὡς ἔν γε τοῖς μόσχοις κατεσημαίνετο, κατὰ τὸν ἴσον, οἶμαι, τουτονὶ τρόπον καὶ ἐν τοῖς προβάτοις ἡ ὡς ἐν πραότητι καρποφορία τῶν διὰ πίστεως τῆς ἐν Χριστῷ δεδικαιωμένων διαδείκνυται σαφῶς. Πρᾶον γὰρ δὴ τὸ ζῶον, καὶ μὴν ἔγκαρπον. Τοιοῦτοι δὲ πάντες οἱ τῆς εὐαγγελικῆς πολιτείας ἀκριβεῖς ἐργάται, οἷς καὶ αὐτὸς ἐπεφώνησεν ὁ Χριστός· «Παντὶ τῷ αἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ, μὴ ἀπαίτει, καὶ τῷ παίοντί σε εἰς τὴν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην.» Γράφει δὲ καὶ ὁ Παῦλος· «∆οῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ' ἤπιον εἶναι πρὸς πάντας, ἐν πραότητι διδάσκοντα τοὺς ἀντιδιατιθεμένους.» Τὸ δὲ δεῖν ἕπεσθαι τοῖς ἤδη προειρημένοις καὶ τὴν αἰγὸς προσφορὰν, ἐκδείξειεν ἂν οὐχὶ ἕτερον, οἶμαι, τὶ, πλὴν ὅπερ ἔναγχος ἔφην, τὸ δεῖσθαι δὴ πάντας, κἂν εἴ τινες εἶεν ἀγαθοὶ τὴν ἕξιν, τοῦ διὰ μεταγνώσεως καθαρισμοῦ καὶ ἀμνηστίας παραπτωμάτων. Καὶ τοῦτο εἰδὼς ὁ θεῖος ἔφη ∆αβίδ «Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται;» Χίμαρος δὴ οὖν τὸ ὑπὲρ ἀφέσεως θῦμα, κατὰ τὸν πάλαι νόμον. Μετάγνωσις δὲ νυνὶ καὶ ἀμνηστίας αἴτησις τὸ καθ' ἡμᾶς ἱερεῖον, τοὺς ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσιόντας Θεῷ. «Λέγε γὰρ, φησὶ, σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς.» Ψάλλει δέ που καὶ ὁ ∆αβίδ· «Εἶπα, Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἁμαρτίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.» Ἆρά σοι λοιπὸν σαφὴς ὁ λόγος περὶ τῆς τῶν ἀρχόντων δωροφορίας; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Χρῆναι δὲ οἶμαι κἀκεῖνο εἰπεῖν, προσκεκομισμένης γὰρ ἤδη τῆς παρ' ἑκάστου καὶ ὡς ὑπὲρ πάντων θυσίας, ἀρχὴ τῶν θείων ἐγένετο λόγων ἐν τῇ ἁγίᾳ σκηνῇ πρὸς τὸν ἱεροφάντην Μωσέα. Γέγραπται δὲ οὕτω πάλιν ἐν τοῖς Ἀριθμοῖς· «Αὕτη ἡ ἐγκαίνισις τοῦ θυσιαστηρίου, μετὰ τὸ πληρῶσαι τὰς χεῖρας αὐτοῦ, καὶ μετὰ τὸ χρίσαι αὐτόν. Ἐν τῷ εἰσπορεύεσθαι Μωσῆν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, τοῦ λαλῆσαι αὐτῷ, καὶ ἤκουσε τὴν φωνὴν Κυρίου τοῦ Θεοῦ λαλοῦντος πρὸς αὐτὸν ἄνωθεν τοῦ ἱλαστηρίου, ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, ἀνὰ μέσον τῶν δύο Χερουβὶμ, καὶ ἐλάλει πρὸς αὐτόν.» Τετελειωμένης γὰρ ὥσπερ τῆς ἁγίας σκηνῆς, καὶ ἀναδειχθέντος κόσμῳ τοῦ ἀληθοῦς ἁγιάσματος, ὅ ἐστιν ἡ Ἐκκλησία, τότε δὴ τότε φωνὴ γέγονε πρὸς ἡμᾶς τοῦ Θεοῦ καὶ Πατρός. «Λελάληκε γὰρ ἡμῖν ἐν Υἱῷ,» ὃν καὶ ἱλαστήριον εἶναί φαμεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφάς. Ἄνωθεν δὲ τῶν Χερουβὶμ ἡ φωνή· κτίσεως γὰρ ἀνωτάτω καὶ ἐπέκεινα Θεὸς, οὐσιώδη τε καὶ ἐνυπάρχουσαν τὴν κατὰ παντὸς τοῦ γεγονότος ἔχων ὑπεροχήν· διαπορθμεύων δὲ εἰς ἡμᾶς τὰς ἄνωθεν καὶ παρὰ Πατρὸς φωνὰς, ἔφασκεν ὁ Υἱὸς, τὸ ἀληθὲς ἱλαστήριον, «Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ οὐκ ἔστιν ἐμὰ, ἀλλὰ τοῦ πέμψαντός με.» Οὐκοῦν ἄνωθεν τοῦ ἱλαστηρίου γέγονεν ἡ φωνή. Θαυμάσαις δ' ἂν οὐ μετρίως τὴν τῶν φυλάρχων ἀνασκοπούμενος πρόσοδον. Ἀπονεμηθείσης γὰρ ἡμέρας ἑκάστῳ καὶ ἰδικῶς, καθ' ἣν ἔδει πληροῦν τὰ συντεταγμένα καὶ προσκομίσαι τὸ δῶρον, προσίεσαν μὲν ἐν κόσμῳ κατά γε τὸ τῷ νομοθέτῃ δοκοῦν· πλὴν οὐ κατὰ τὴν τῆς γενέσεως τάξιν, ἤτοι καθ' ἡλικίαν, ἀλλ' οὐδὲ ἀναμὶξ καὶ χύδην ἁπλῶς, συντεθειμένοι δὲ μᾶλλον ὥσπερ εἰς οἰκονομίαν μυστικήν. {ΠΑΛΛ.} Καὶ μὴν ὅ τι ποτέ ἐστιν ὃ φὴς, ἐννοεῖν οὐκ ἔχω. Φράζε δὴ οὖν μοι σαφῶς. {ΚΥΡ.} Βούλει λέγωμεν ἐν τάξει καὶ καθεξῆς τοὺς ἐξ Ἰακὼβ γεγονότας; Σαφὲς γὰρ ἂν γένοιτο καὶ λίαν ὡδὶ τὸ ἐν τῇ προσόδῳ παρηλλαγμένον. {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Ἔστι τοίνυν πρωτότοκος μὲν ὁ Ῥουβὴμ, ἐπ' αὐτῷ δὲ Συμεὼν, Λευὶ, καὶ Ἰούδας ἀπό γε μητρὸς τῆς Λείας. Βάλα δὲ αὖ τὸ θεραπαινίδιον τὸν ∆άν τε καὶ Νεφθαλεὶμ, καὶ μὴν καὶ ἡ Ζελφὰ παιδίσκη Λείας, τὸν Γὰδ καὶ Ἀσὴρ, Λεία γε μὴν πρὸς τοῖς ἄλλοις τέσσαρσι, τὸν Ἰσάχαρ καὶ Ζαβουλὼν τίκτει· γενέσθην δὲ καὶ ἀπὸ Ῥαχὴλ Ἰωσὴφ καὶ Βενιαμίν. Οὐκοῦν πρῶτοι μὲν ἐκ Λείας, οἱ ἐξ ἐλευθέρας τέσσαρες, Ῥουβὴμ, καὶ Συμεὼν, Λευὶ καὶ Ἰούδας. Ἐκ δυοῖν δὲ θεραπαίναιν, Βάλας τε καὶ Ζελφᾶς, τέσσαρες, ∆ὰν καὶ Νεφθαλεὶμ, Γὰδ καὶ Ἀσήρ. Ἕτεροι δὲ αὖ ἐπὶ τούτοις τέσσαρες· δύο μὲν ἐκ Λείας, Ἰσάχαρ τε καὶ Ζαβουλὼν, ἀπὸ δέ γε τῆς Ῥαχὴλ, Ἰωσὴφ καὶ Βενιαμίν. Μεμνῆσθαι δὲ ἀναγκαῖον, ὡς εἰς δύο μεμέρισται φυλὰς ὁ Ἰωσὴφ κλῆρος, εἴς τε τὸν Ἐφραῒμ καὶ μέντοι τὸν Μανασ-σῆν, τοὺς ἐξ αὐτοῦ γεγονότας. {ΠΑΛΛ.} Συνίημι μὲν εὖ μάλα τῶν ὀνομάτων τὴν τάξιν· τί δ' ἂν εἴη λοιπὸν τὸ ζητούμενον ὡς ἔν γε δὴ τούτοις, σὸν ἤδη διατρανοῦν. {ΚΥΡ.} Προσιόντες, ὦ Παλλάδιε, τοῖς δώροις ἅμα, τοῦτο ἔδρων, οὐ καθ' ἡλικίαν, ἀλλὰ πρῶτος μὲν Ἰούδας, καίτοι τέταρτος ὢν κατὰ χρόνον, ἔννατος δὲ μετ' αὐτὸν Ἰσάχαρ, καὶ σὺν αὐτοῖς δέκατος Ζαβουλών. Συμμορία δὲ ὥσπερ μετὰ τούτους δευτέρα, Ῥουβὴμ ὁ πρωτότοκος, καὶ ὁ καθεξῆς καὶ δεύτερος, Συμεών. Συνῆπται δὲ καὶ ὁ ∆ὰν ἐκ δούλης. Καὶ πρός γε δὴ τούτοις, τάγμα τὸ τρίτον διὰ τριῶν ἐλευθέρων, Ἐφραΐμ τε καὶ Μανασσῆ καὶ Βενιαμίν. Συμμορία δὲ τετάρτη ἐν ἐσχάτοις, τῶν ἐκ θεραπαινῶν γεγονότων. Τρεῖς δὲ δὴ οὗτοι πάλιν, ∆ὰν καὶ Ἀσὴρ, καὶ Νεφθαλεὶμ, καίτοι προὔχοντες τῷ τῆς γενέσεως χρόνῳ, τῶν ὡς τάξει προτεταγμένων, Ἐφραΐμ τε, φημὶ, καὶ Μανασσῆ, καὶ Βενιαμίν. Ἆρ' οὐκ ἀναγκαίαν φῂς τὴν ἐπὶ τούτοις βάσανον; {ΠΑΛΛ.} Μάλιστά γε· τίς οὖν ὁ λόγος, πειρῶ μοι λέγειν. {ΚΥΡ.} Αἴνιγμά που τὸ χρῆμά ἐστι, καθάπερ ἐγᾦμαι πάλιν. Ὅτι τάξιν ἔχει τὴν πρώτην παρὰ Θεῷ τὰ διὰ Χριστοῦ τῶν ἐν νόμῳ· καὶ ὅτι τέθεινται μὲν οἱ πρῶτοι ἔσχατοι, οἱ δὲ ἔσχατοι πρῶτοι. Οἱ γὰρ ὡς ἐν χρόνῳ πρεσβύτεροι διά τε τοῦτο πρωτότοκοι, τοῦτ' ἔστιν ὁ Ἰσραὴλ, κατόπιν ἔρχεται τῶν ἐθνῶν. Καὶ οἱ τὸ δοῦλον ἔχοντες πνεῦμα, καὶ τῆς δουλευούσης Ἱερουσαλὴμ υἱοὶ, τὸ προὔχειν ἐν δόξῃ παραχωρήσουσι τοῖς τῆς ἐλευθέρας, ἥτις ἐστὶ μήτηρ ἡμῶν τῶν ἐν Χριστῷ δεδικαιωμένων, καὶ εἰς ἐλεύθερον ἀξίωμα κεκλημένων δι' ἐλευθέρου πνεύματος. Ὅρα γὰρ, εἰ δοκεῖ, τῶν θεωρημάτων τὸ ἀκριβές. Πρώτη μὲν γὰρ προσάγει τὸ δῶρον ἡ Ἰούδα φυλή· ἐξ ἧς ἀνέφυ κατὰ σάρκα Χριστός. Καὶ μετὰ ταύτην εὐθὺς ἡ Ἰσάχαρ τε καὶ Ζαβουλών· ἄμφω δὲ ἤσθην ἐλεύθεροι καὶ ἐξ ἐλευθέρων. Εἶτα Ῥουβὴμ ὁ πρω τότοκος, Συμεών τε καὶ Γὰδ, ὅς ἐστιν ἐκ δούλης. Σημαίνεται δὲ διὰ τούτων ὁ Ἰσραήλ. Καὶ φέρε τὰς ἐφ' ἑκάστῳ λέγωμεν, ἐκ τῆς ἐπ' αὐτοῖς γενομένης προφητείας ἐξ Ἰακὼβ συλλέγοντες. Ἔφη τοίνυν ὁ θεσπέσιος Ἰακώβ· «Ῥουβὴμ πρωτότοκός μου, σὺ ἰσχύς μου, καὶ ἀρχὴ τέκνων μου, σκληρὸς φέρεσθαι καὶ σκληρὸς αὐθάδης·» καὶ πάλιν· «Συμεὼν καὶ Λευὶ ἀδελφοὶ συνετέλεσαν ἀδικίαν ἐξ αἱρέσεως αὐτῶν. Εἰς βουλὴν αὐτῶν μὴ εἰσέλθῃ ἡ ψυχή μου, καὶ ἐπὶ τῇ συστάσει αὐτῶν μὴ ἐρεῖσαι τὰ ἥπατά μου· ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώπους, καὶ ἐν τῇ ἐπιθυμίᾳ αὐτῶν ἐνευροκόπησαν ταῦρον. Ἐπικατάρατος ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης, καὶ ἡ μῆνις αὐτῶν, ὅτι ἐσκληρύνθη.» Περὶ δὲ τοῦ Γὰδ ἔφη πάλιν τάδε· «Πειρατήριον πειρατεύσει, καὶ αὐτὸς πειρατεύσει αὐτὸν κατὰ πόδας.» Οὐκοῦν ἐν μὲν τῷ Ῥουβὴμ σημαίνοιτο ἂν εἰκότως ὁ Ἰσραὴλ, ὁ πρωτότοκος μὲν κατὰ χρόνον, σκληρὸς δὲ δὴ καὶ αὐθάδης καὶ ὑβριστής· ἐν δέ γε τῷ Συμεὼν, ᾧ καὶ συνῆπται Λευῒ, ὡς ἕτοιμος εἰς μιαιφονίαν, καὶ ἀπεκτονὼς μὲν ἁγίους· «Τίνα» γὰρ, φησὶ, «τῶν προφητῶν οὐκ ἀπέκτειναν οἱ πατέρες ὑμῶν;» νευροκοπήσας δὲ ὥσπερ καὶ ταῦρον, ὅς ἐστι Χριστός. Οὐ γάρτοι μόνος ὁ τῶν Ἰουδαίων καταφωρᾶται τε-τολμηκὼς τὰ κατὰ τῶν ἁγίων καὶ κατὰ Χριστοῦ τολμήματα, συνέδραμε δὲ τούτοις καὶ ὁ Λευῒ, τοῦτ' ἔστι τὸ ἱερὸν γένος, οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες, Γραμματεῖς τε καὶ Φαρισαῖοι. ∆ιὰ τοῦτο, ἐν ταῖς τοῦ προπάτορος Ἰακὼβ προφητείαις, συνέζευκται τῷ Συμεὼν καὶ ὁ Λευΐ. Ἐν δέ γε τῷ Γὰδ, ὅς ἐστιν ἐκ δούλης καὶ πειρατήριον, ὡς δυσγενὴς κατὰ γνώμην, καὶ πειράζων τὸν Ἰησοῦν, καὶ παγίδας ἱστὰς, εἰς κακουργίας αὐτῷ· προσῄεσαν γὰρ λέγοντες, «Ἔξεστι δοῦναι φόρους Καίσαρι, ἢ οὔ;» Οὐκοῦν, ἀνοίσω γὰρ αὖθις εἰς τὸ ἐν ἀρχαῖς τὸν λόγον, ὁ ἐν χρόνῳ πρωτότοκος Ἰσραὴλ, ὁ σκληρὸς καὶ αὐθάδης καὶ ὑβριστὴς, ὁ πρόχειρος εἰς μιαιφονίαν, καὶ ἐπάρατον μὲν τὴν μῆνιν ἔχων, ἀπεκτονὼς δὲ ἀνθρώπους, καὶ νευροκοπήσας ταῦρον, ὁ δυσγενὴς καὶ πικρὸς εἰς δόλους, καὶ παγίδας ἱστὰς καὶ πειρατήριον, κατόπιν τέτακται τῶν ἐν Χριστῷ τε καὶ ἐλευθέρων, καὶ εἰ ἐλεύθερος μεθ' ἡμᾶς, ὡς ἐν ὄψει μόλις ἔρχεσθαι Θεοῦ. {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Ἀναμάθοις δ' ἂν ὅ φημι, καὶ τοῖς ἐφεξῆς τὸν νοῦν ἐφιστάς. Τρεῖς γὰρ ἀλλήλων ἐχόμενοι προσεκόμιζον ἐφεξῆς, ἐξ ἐλευθέρας τῆς Ῥαχὴλ, Ἐφραΐμ τε καὶ Μανασσῆς*. Εἶτα τρεῖς ἀλλήλων ἐχόμενοί τε καὶ μετ' ἐκείνους οἱ ἐκ θεραπαινῶν, φημὶ δὲ δὴ πάλιν, ∆ὰν, Ἀσήρ τε καὶ Νεφθαλείμ. Συνίης οὖν ὅτι προεισβάλλουσι μὲν καὶ ἐκτετίμηνται λίαν οἱ ἐξ ἐλευθέρας, ἕπονταί γε μὴν οἱ ἐκ θεραπαινῶν· ἢ οὐχὶ τοῦτό ἐστιν ἐναργὲς, ὃ καὶ αὐτὸς ἡμῖν ὁ θεσπέσιος γράφει Παῦλος; «Ὅταν» γὰρ, φησὶ, «τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται.» {ΠΑΛΛ.} Ὀρθῶς ἔφης· ἰσχνὴ γὰρ ἄγαν ἡ ἐπιτήρησις. {ΚΥΡ.} Καὶ μὴν ὅτι τὸ χρῆμα οὐκ ἐψευσμένον, εἴσῃ τοι καὶ λίαν εὐπετῶς. Ἐμπεδοῖ γὰρ ἡμᾶς καὶ ἐξ ἑτέρων εὐθὺς ἐννοιῶν ὁ λόγος· ἐν κόσμῳ γὰρ τῷ καθήκοντι πράττεσθαι δεῖν ἐτύπου Θεὸς τάς τε ἀναζεύξεις, καὶ μὴν καὶ ἱδρύσεις, ἤτοι συγκαταυλισμοὺς τῶν υἱῶν Ἰσραὴλ, κύκλῳ τε ἰέναι τῆς σκηνῆς εὖ μάλα προστέταχε, κατά γε τὸ, οἶμαι, πρὸς τοῦ μάκαρος ∆αβὶδ ἀστείως ὑμνούμενον· «Καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε, τοῦ ἀκοῦσαί με φωνῆς αἰνέσεώς σου,» ἤγουν τὸ, «Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ.» Ὑποσημαίνεται δέ τι καὶ ἕτερον, τὸ ὡς ἐν τύπῳ δράσαι κεκελευσμένον. Χρὴ γὰρ ἡμᾶς οὐκ ἀπονοσφίζεσθαι Θεοῦ, ἀλλ' οἱονείπως ἀγχοῦ καὶ ἐν κύκλῳ φαίνεσθαι περιεστηκότας, οὐ μεσολαβούσης ἁμαρτίας, οὐ διαστάσης ἡμᾶς κοσμικῆς ἡδονῆς, ἀλλ' εἰς ἑνότητα τὴν πνευματικὴν συλλέγοντος ὀρθοῦ διανοίας παραστήματος ἑτοιμότητός τε τῆς πρὸς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων. Πρέπει γὰρ ἂν ὅτι μάλιστά γε τοῖς οὕτως εὐδοκιμεῖν ᾑρημένοις τὸ χρῆναι καρποφορεῖν. Γέγραπται γὰρ ὅτι «Πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα.» Οὐκοῦν συναπαίρειν αὐτοὺς ἐκέλευε τῇ σκηνῇ, καὶ κύκλῳ βαδίζειν, καὶ ὡς ἐν τάξει πάλιν, οὐ ταῖς ἡλικίαις πρεπούσῃ καὶ ἀσυγχύτως ἰούσῃ πρὸς τοὺς ἐσχάτους ἀπὸ τῶν πρώτων, συνημμένους δὲ οὕτω, καὶ ἀνὰ μέρος, καθάπερ ἐν τῇ τῶν δώρων προσαγωγῇ. Γέγραπται δὲ οὕτως ἐν τοῖς Ἀριθμοῖς, «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν λέγων· Ἄνθρωπος ἐχόμενος κατὰ τάγμα αὐτοῦ καὶ κατὰ σημασίας κατ' οἴκους πατριῶν αὐτῶν, παρεμβαλέτωσαν οἱ υἱοὶ Ἰσραὴλ ἔναντι Κυρίου, κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ.» Εἶτα τὸν ἑκάστῳ τόπον ἐκνεμηθέντα δεικνύει· ὅποι τε καὶ ὅπως καὶ τίνες οἱ παρεμβάλλοντες. Ἐπιφέρει γὰρ ὡδί· «Καὶ οἱ παρεμβάλλοντες πρῶτοι, κατὰ ἀνατολὰς, τάγμα παρεμβολῆς Ἰούδα σὺν δυνάμει αὐτῶν, καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ἰσάχαρ, καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ζαβουλών.» Εἶτα διαμέμνηται συμμορίας δευτέρας καί φησι· «Τάγμα παρεμβολῆς Ῥουβὴμ πρὸς νότον σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ῥουβὴμ, Ἐλισοὺρ, υἱὸς Σεδιοὺρ, δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι. Καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ, φυλῆς Συμεὼν, καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ, φυλῆς Γάδ.» Καὶ τρίτην εὐθὺς ἐπισυνάπτει λέγων· «Τάγμα παρεμβολῆς Ἐφραῒμ παρὰ θάλασσαν σὺν δυνάμει αὐτῶν, καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Βενιαμίν.» Καὶ μὴν καὶ τετάρτης συμμορίας εὐθὺς διαμέμνηται λέγων, «Τάγμα παρεμβολῆς ∆ὰν πρὸς βοῤῥᾶν σὺν δυνάμει αὐτῶν· καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Ἀσὴρ, καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Νεφθαλεὶμ, πάντες οἱ ἐπεσκεμμένοι, φησὶ, τῆς παρεμβολῆς ∆ὰν, ἑκατὸν πεντήκοντα καὶ ἑπτὰ χιλιάδες καὶ ἑξακόσιοι, ἔσχατοι ἐξαροῦσι κατὰ τάγματα αὐτῶν.» Ὁρᾷς ὅτι προτέτακται μὲν Ἰούδας καὶ οἱ σὺν αὐτῷ, καὶ τὸν ἀπόλεκτον ἔχει τόπον τὸν πρὸς ἠὼ καὶ νότον; ἐν φωτὶ γὰρ οἱ ἐν Χριστῷ, καὶ τῷ πνεύματι ζέοντες. ∆εύτερος ὁ Ῥουβὴμ, καὶ οἱ σὺν αὐτῷ. Καὶ τρίτοι μὲν πάλιν οἱ ἐξ ἐλευθέρας. Εἶτα μετὰ τούτους ἕτεροι τρεῖς, οἱ ἐκ θεραπαινῶν, περὶ ὧν εἴρηται τὸ, «Ἔσχατοι ἐξαροῦσιν.» Ἆρ' οὐκ ἐναργὲς καὶ οὐδαμόθεν ἐνδοιαστὸν, ὅτι προτετίμηται καὶ προεισκέκληται τοῦ πρωτοτόκου τὸ δεύτερον, τοῦτ' ἔστι, τὸ ἐν Χριστῷ, καὶ τῶν ἐκ δουλείας τὸ ἐλεύθερον ἐν πίστει; Οἱ μὲν γὰρ ἡγοῦνται διὰ τὸν ἐξ Ἰούδα Χριστόν· οἱ δὲ κατόπιν ἔρχονται μόλις, καὶ ὡς ἐν δευτέρᾳ τέθεινται τάξει. {ΠΑΛΛ.} Ὀρθότατα ἔφης· καί σε τῆς οὕτω λεπτῆς ἀγχινοίας ἐπαινέσαιμι.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

3
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать