Κύριλλος Αλεξανδρείας, 5ος αιώνας

Ὑπομνήματα εἰς Ἰωάννην 3

Commentarii in Joannem 3 / Толкования на Иоанна 3

1.562 ΚΕΦΑΛΗ ∆. Ὅτι τύπος ἦν τοῦ Χριστοῦ προηγουμένη τοῦ λαοῦ κατὰ τὴν ἔρημον ἡ ἁγία σκηνὴ, καὶ ἡ κιβωτὸς δὲ ἡ ἐν αὐτῇ καὶ ἡ λυχνία καὶ τὰ θυσιαστήρια δὲ, τό τε τοῦ θυμιάματος καὶ τὸ τῶν καρπωμάτων, αὐτὸν ἐσήμαινε τὸν Χριστόν. Ἀπεκρίθη αὐτῷ Σίμων Πέτρος Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις. ∆Ι' ἑνὸς οἱ πάντες λαλοῦσι τοῦ προὔχοντος, τὴν ἁγίοις ὄντως πρεπωδεστάτην ἀποσώζοντες ἐπιστήμην, ἵνα δὴ τύπος τοῖς μετ' αὐτοὺς κἀν τούτῳ πάλιν εὑρίσκοιντο σώφρονός τε καὶ ἀξιαγάστου λογισμοῦ· χρῆν γὰρ εἰς διδασκάλου λαλεῖν ἀκοὰς, οὐχὶ πάντας ἀδιακρίτως προπηδῶντας τῶν ἄλλων προαλέστερον, καὶ τὸ ἀγορεύειν οὐκ αὐτοῖς πρεπόντως ἁρπά ζοντας, παραχωρεῖν δὲ μᾶλλον ἐπείγεσθαι σοφῶς τοῖς οἵπερ ἂν εἶεν καὶ βουλῇ καὶ τάξει προτεταγμένοι. διὰ τοῦτο καὶ ὁ Παῦλος "Προφῆται, φησὶ, δύο ἢ τρεῖς λαλείτωσαν, καὶ ἀνὰ "μέρος." οὐ γὰρ ἐπειδήπερ τῇ τῆς προφητείας τετίμηνται χάριτι, διὰ τοῦτο χρῆναι αὐτοὺς καὶ ἀτάκτως ποιεῖσθαι τὸν λόγον ἐπεψηφίζετο· ἀλλ' ἐπείπερ ἦσαν ἅγιοι, διὰ τοῦτο δὴ μᾶλλον ἐπιστημόνως τοῖς ἀκροωμένοις προσλαλεῖν διεκε λεύετο. οὐκοῦν ἐπιστήμης ἦν ἔργον ἁγιοπρεποῦς τὸ ὑπὲρ πάντων ἀπολογεῖσθαι μόνον ἐᾶν τὸν ᾧπερ ὑπῆρχε τὸ μεῖζον 1.563 ἐν τάξει. Πρὸς τίνα τοιγαροῦν ἀπελευσόμεθα, φησὶν, ἀντὶ τοῦ Τίς ἡμᾶς μυσταγωγήσει τὰ παραπλήσια; ἢ καὶ τίνι προσ ελθόντες τὸ κρεῖττον εὑρήσομεν; ῥήματα ζωῆς αἰωνίου ἔχεις· οὐ σκληρὰ, καθάπερ ἐκεῖνοί φασιν, ἀλλ' εἰς τὸ πάντων ἐξαί ρετον ἀναφέροντα, τουτέστιν, εἰς ἀκατάληκτον καὶ μακραίωνα βίον, καὶ φθορᾶς ἁπάσης ἐξῳκισμένην ζωήν. δῆλον δὲ δήπου πάντως ἡμῖν καὶ διὰ τούτων ἔσται τῶν λόγων, ὡς ἑνὶ καὶ μόνῳ διδασκάλῳ δεῖ προσκαθέζεσθαι τῷ Χριστῷ, καὶ προσ εδρεύειν ἀδιαλείπτως τε καὶ ἀπερισπάστως αὐτῷ, καὶ αὐτὸν ποιεῖσθαι καθηγητὴν, ποδηγεῖν εἰδότα καλῶς εἰς ζωὴν τὴν ἀπέραντον. οὕτω γὰρ οὕτω καὶ εἰς τὴν οὐράνιόν τε καὶ θείαν αὐλὴν ἀναβησόμεθα, καὶ εἰς τὴν τῶν πρωτοτόκων ἐκκλησίαν εἰσελαύνοντες, τοῖς ὑπὲρ νοῦν τὸν ἀνθρώπινον ἐντρυφήσομεν ἀγαθοῖς. ὅτι γάρ ἐστιν ἀγαθόν τε καὶ σωτή ριον χρῆμα τὸ μόνῳ βούλεσθαι κατακολουθεῖν τῷ Χριστῷ, καὶ αὐτῷ συνεῖναι διὰ παντὸς, καὶ αὐτὴ μὲν ἀναμφιλόγως ἡ τοῦ πράγματος πληροφορήσει φύσις. οὐδὲν δὲ ἧττον καὶ ἐκ τῶν ἀρχαιοτέρων γραμμάτων εἰσόμεθα. Οὐκοῦν ὅτε τὰς Αἰγυπτίων πλεονεξίας ἀποδυσάμενοι πρὸς τὴν τῆς ἐπαγγελίας γῆν οἱ ἐξ Ἰσραὴλ ἠπείγοντο, οὐκ ἀτάκτους ποιεῖσθαι τὰς πορείας αὐτοὺς ἐκέλευε Θεὸς, οὐδὲ ὅποιπερ ἄν τις ἐθελήσαι βαδίζειν ὁ νομοθέτης ἠφίει· πλανη θήσεσθαι γὰρ πάντως οὐκ ἔχοντας τὸν ἡγούμενον οὐκ ἀμφί βολον ἦν. διὰ τοῦτο γὰρ γέγραπται πάλιν πρὸς ὑποτύ πωσιν ἡμετέραν ἐν τῷ βιβλίῳ τῷ καλουμένῳ τῶν ἀριθμῶν "Καὶ τῇ ἡμέρᾳ ᾗ ἐστάθη ἡ σκηνὴ, ἐκάλυψεν ἡ νεφέλη τὴν "σκηνὴν, τὸν οἶκον τοῦ μαρτυρίου· καὶ τὸ ἑσπέρας ἦν ἐπὶ "τῆς σκηνῆς ὡς εἶδος πυρὸς ἕως πρωΐ. οὕτως ἐγίγνετο διὰ "παντὸς, ἡ νεφέλη ἐκάλυπτεν αὐτὴν ἡμέρας καὶ εἶδος πυρὸς "τὴν νύκτα. καὶ ἡνίκα ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς, 1.564 "καὶ μετὰ ταῦτα ἀπῆραν οἱ υἱοὶ Ἰσραήλ· καὶ ἐν τῷ τόπῳ "οὗ ἂν ἔστη ἡ νεφέλη, ἐκεῖ παρενέβαλον οἱ υἱοὶ Ἰσραήλ· "διὰ προστάγματος Κυρίου ἀπαροῦσι. καὶ φυλάξονται οἱ "υἱοὶ Ἰσραὴλ τὴν φυλακὴν τοῦ Θεοῦ καὶ οὐ μὴ ἐξάρωσι. "διὰ φωνῆς Κυρίου παρεμβαλοῦσι καὶ διὰ προστάγματος "Κυρίου ἀπαροῦσιν." ὁρᾷς ὅπως ἀκολουθεῖν ἐπιτάττονται, καὶ συναπαίρειν μὲν ἀπαιρούσῃ τῇ νεφέλῃ, συγκαταλύειν δὲ πάλιν αὐτῇ καὶ συγκατευνάζεσθαι; τὸ γὰρ συνεῖναι τῷ ποδηγοῦντι σωτήριον καὶ τότε μὲν ἦν τοῖς ἐξ Ἰσραὴλ, καὶ ἡμῖν δὲ νυνὶ τὸ μὴ χωρίζεσθαι Χριστοῦ. αὐτὸς γὰρ ἦν τοῖς ἀρχαιοτέροις καὶ ὡς σκηνὴ καὶ νεφέλη, καὶ ὡς πῦρ μορφού μενος· μετοισθήσεται δὲ πάλιν, ὡς ἐφικτὸν, τῆς ἱστορίας ὁ λόγος ἐπὶ τὸ πνευματικόν. ὅτε γὰρ "ἡ σοφία," κατὰ τὸ γεγραμμένον, "ᾠκοδόμησεν ἑαυτῇ οἶκον," καὶ τὴν ἀληθε στέραν ἔστησε σκηνὴν, τουτέστι, τὸν ἐκ παρθένου ναὸν, καταβέβηκεν εἰς αὐτὴν ἀπερινοήτως τε καὶ θεοπρεπῶς ὁ ἐν κόλποις ὢν τοῦ Θεοῦ καὶ Πατρὸς Θεὸς Λόγος, καὶ γέγονεν ἄνθρωπος, ἵνα τοῖς μὲν ἤδη πεφωτισμένοις, καὶ "ὡς ἐν ἡμέρᾳ" περιπατοῦσι, κατὰ τὸν Παῦλον, νεφέλη γένηται συσκιά ζουσα, καὶ τῶν ἐξ ἀσθενείας παθῶν τὸν καύσωνα παραλύ ουσα· τοῖς δὲ ἀγνοοῦσιν ἔτι καὶ πλανωμένοις, καὶ καθάπερ ἐν νυκτὶ καὶ σκότῳ διαιτωμένοις, πῦρ καταφωτίζον, καὶ εἰς τὴν τοῦ Πνεύματος ζέσιν μεταποιοῦν. θερμοὺς γὰρ εἶναι τῷ πνεύματι τοὺς οἵπερ εἰσὶν ἀγαθοὶ πιστεύομεν· οἶμαι γὰρ οὐχ ἑτέρου τινὸς ἕνεκα φαίνεσθαι μὲν ἐπὶ τῆς σκηνῆς τὴν νεφέ λην ἐν ἡμέρᾳ, τὸ πῦρ δὲ τὴν νύκτα, ἢ τῆς ἤδη προαποδεδο μένης ἡμῖν θεωρίας. τοῖσδε ἕπεσθαι τοῖς προστεταγμένοις μὴ αὐτομολεῖν εἰς ὁδοιπορίαν ἐπετάττετο, συναπαίρειν δὲ τῇ σκηνῇ καὶ συγκαταλύειν αὐτῇ, διὰ τύπου πάλιν ἵνα νοῇς 1.565 ἐκεῖνο τὸ εἰρημένον παρὰ Χριστοῦ "Ὁ ἐμοὶ διακονῶν "ἀκολουθείτω μοι· καὶ ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος "ὁ ἐμὸς ἔσται." τὸ γὰρ πεπηγὸς περὶ τὴν ἀκολούθησιν, καὶ τὸ τῆς προσεδρείας ἐκτενὲς, διὰ τοῦ συμβαδίζειν ἀπερισπά στως αὐτῷ σημαίνεται· τὸ δὲ συμβαδίζειν τῷ Σωτῆρι Χριστῷ, καὶ ἀκολουθεῖν, οὐχὶ πάντως κατὰ σῶμα νοεῖται, πληροῦται δὲ μᾶλλον διὰ τῆς ἐν ἔργοις ἀρετῆς, ἐφ' ᾗ τὸν οἰκεῖον καταπήξαντες νοῦν οἱ σοφώτατοι μαθηταὶ, καὶ τὸ ἀπελθεῖν ὀπίσω μετὰ τῶν ἀπειθούντων ὡς ὀλέθριον παραι τούμενοι, τό Ποῦ ἔχομεν ἀπελθεῖν ἀναβοῶσιν εἰκότως· ἀντὶ τοῦ Σοὶ πάντοτε συνεσόμεθα, καὶ τῶν σῶν ἀνθεξόμεθα προσταγμάτων, καὶ τοὺς σοὺς παραδεξόμεθα λόγους, οὐ κατά τι γοῦν ἐπαιτιώμενοι, καὶ μετὰ τῶν ἀπαιδεύτων σκλη ρὸν εἶναι νομίζοντες, ὅπερ ἂν λέγῃς μυσταγωγῶν, ἀλλ' ἐκεῖνο μᾶλλον "Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, "ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου." Τῶν μὲν οὖν προκειμένων τοιοῦτος ὁ νοῦς· ὅτι δὲ ἡ σκηνὴ τοῖς ἀρχαιοτέροις εἰς τύπον ἦν τοῦ Χριστοῦ, γνωσόμεθα πάλιν, τοῖς περὶ αὐτῆς εἰρημένοις πρὸς τὸν ἅγιον Μωυσέα λεπτὴν ἐπιστήσαντες τὴν διάνοιαν. παρεκβατικὸς μὲν οὖν δόξειεν ἂν εἶναί τῳ τυχὸν ὁ περὶ τούτων λόγος, ἀλλ' ὀνήσειεν οὐ μικρῶς· δεῖ γὰρ οἶμαι περὶ τούτων προθύμως δὴ μάλα στενολεσχεῖν τὰς τῶν οὐκ εὐλόγως ἐπαιτιωμένων φιλοψογίας παραιτουμένους. ἔχει τοιγαροῦν τὸ θεῖον λόγιον οὕτως· ἐκθησόμεθα γὰρ οὕτως ἀνὰ μέρος τὴν ἐκ τοῦ γράμματος σκιὰν ὡς ἔνι καταλεπτύνοντες. "Καὶ ἐλάλησε," φησὶ, "Κύριος πρὸς Μωυσῆν λέγων Ἐν ἡμέρᾳ μιᾷ τοῦ "μηνὸς τοῦ πρώτου νουμηνίᾳ στήσεις τὴν σκηνήν." τί τὸ πεπεικὸς τὸν ἁπάντων Κύριον, ἐρεῖ τις εὐλόγως τῶν φιλο μαθεστέρων, ἐν μιᾷ μὲν ἵστασθαι τὴν σκηνὴν ἡμέρᾳ προσ 1.566 τάξαι, καὶ μὴ ἐν δυσὶν, ἢ τρισὶν, ἐν δὲ τῇ νουμηνίᾳ, καὶ οὐ μηνὸς ἁπλῶς τοῦ τυχόντος, ἀλλὰ τοῦ πρώτου; πολλὴν γὰρ ὄντως ἡμῖν τὰ τοιαῦτα καὶ μάλα εἰκότως ἐμποιήσαι τὴν ζήτησιν, ἐπειδὴ τῶν εἰρημένων ταῖς θείαις γραφαῖς τῶν εἰκαίων οὐδέν. οὐκοῦν· ἑψόμεθα γὰρ τοῖς ἑαυτῶν περὶ τούτων λόγοις· ἡ ἀνισταμένη σκηνὴ τὸ ἅγιον σῶμα ση μαίνει Χριστοῦ καὶ, ἵνα οὕτως εἴπω, τὴν σύμπηξιν τοῦ τιμίου σκήνους αὐτοῦ, ἐν ᾧ ηὐδόκησε κατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς· ἀνίστασθαι γεμὴν αὐτὴν ἐν ἡμέρᾳ κελεύει μιᾷ, καὶ τοῦτο δὴ μάλιστα σοφῶς τε καὶ οἰκονομικῶς, ἵνα διὰ τῆς μιᾶς ἡμέρας τὸν αἰῶνα νοῇς τὸν ἐνεστηκότα, καθ' ὃν καὶ μόνον γέγονεν ἄνθρωπος. νουμηνίαν γεμὴν οὐδὲν ἕτερον ἡμᾶς ἀκόλουθον ἐννοεῖν, ἢ τὴν ἀνακαινί ζουσαν ἡμᾶς τοῦ Σωτῆρος ἐπιδημίαν, καθ' ἣν "τὰ μὲν "ἀρχαῖα παρῆλθε, γέγονε δὲ τὰ πάντα καινά." νέος γὰρ ἡμῖν ἀνεδείχθη καιρὸς ἐν Χριστῷ, τὴν μὲν παλαιότητα τῆς νομικῆς λατρείας ἐξωθούμενος, εἰς νέαν δὲ καὶ καινὴν ἀναῤ ῥυθμίζων ζωὴν διὰ τῶν εὐαγγελικῶν παιδευμάτων, ἀλλὰ καὶ τοὺς πεπαλαιωμένους ἐξ ἁμαρτίας καὶ ἀφανισμοῦ γεγονότας ἐγγὺς ἀνακαινίζων εἰς δικαιοσύνης ἀρχὴν, καὶ τὴν μὲν παλαι ότητα καταλύων τῆς ἐπεισάκτου φθορᾶς, τῇ δὲ τῆς ἀφθαρ σίας καινότητι καταφαιδρύνων τοὺς διὰ πίστεως εἰς ζωὴν ἀναδραμόντας τὴν αἰώνιον· "εἴ τις γὰρ ἐν Χριστῷ, καινὴ "κτίσις," κατὰ τὸ γεγραμμένον. Μηνὶ δὲ τῷ πρώτῳ, τὴν θείαν ἐγείρεσθαι διατάττει σκηνὴν, ὅτε τῆς τροπῆς τῆς ἐαρινῆς ἀναλάμπει τὸ κάλλος, ἀπονιψάμενον ὥσπερ τοῦ χειμῶνος τὴν κατήφειαν, ὑποθάλ πεται δὲ μαλακῶς λαμπροτέροις ἤδη καὶ καθαρωτέροις ἡ γῆ 1.567 ἡλίοις, καὶ κυπρίζουσι μὲν ἀμπελῶνες, ταῖς δὲ τῶν ἀνθέων εὐοσμίαις ὁ γηπόνος ἐντρυφᾷ, καὶ ποηφορεῖ μὲν πεδία, τοῖς δὲ τῶν ἀσταχύων ὀχμοῖς ὅλαι φρίττουσιν ἄρουραι, κατά τινας τῶν παρ' Ἕλλησι ποιητῶν· ὅτε παρῆλθεν ὁ χειμὼν, κατὰ τὸ γεγραμμένον, ἐπορεύθη δὲ καὶ ὁ ὑετὸς ἑαυτῷ, ὅτε τῆς τομῆς ἔφθασεν ὁ καιρός. ταῦτα δὲ πάντα νοήσεις πνευματικῶς, καὶ χειμῶνα μὲν ἐκλείψει καὶ ὑετὸν παρελά σαντα, τοὺς ἐκ διαβολικῆς τυραννίδος ἐπισκήπτοντας πει ρασμοὺς, καὶ τὴν κατὰ πάντων πλεονεξίαν· λέλυται γὰρ ἡ τῶν δαιμόνων ἰσχὺς ἐν ἡμέραις Χριστοῦ. ἥλιος δὲ ἡμῖν ἀνέτειλεν ὁ λαμπρὸς, αὐτὸς δηλονότι περὶ οὗ φησιν ὁ Θεὸς καὶ Πατήρ "Καὶ ἀνατελεῖ ὑμῖν ἥλιος δικαιοσύνης," τοὺς ἀπε ψυγμένους εἰς ἁμαρτίαν, τῇ τοῦ Πνεύματος ζέσει κατα θάλπων εἰς δικαιοσύνην· ἀμπέλους δὲ πάλιν τὰς νοητὰς, καὶ ἄνθη τὰ πνευματικὰ, καὶ ἀστάχυας ἐπὶ τούτοις, τοὺς ἁγίους νοήσεις, πολυτρόπῳ τῇ εἰς Θεὸν εὐσεβείᾳ διαπρέποντας, καὶ πολυειδῆ τῆς ἀρετῆς ἀναβρύοντας τὸν καρπόν· εἰπεῖν δὲ ὡς ἐν συντόμῳ λοιπὸν ἀναγκαῖον· ἀνθοκομεῖ τὸ ἔαρ, καὶ χλοη φορεῖν μὲν ἅπασαν παρασκευάζει τὴν γῆν, καταστέφει δὲ νέῳ τοὺς λειμῶνας βλάστῳ, καὶ πρέμνα τὰ πάλαι ξηρὰ διὰ τὴν τοῦ χειμῶνος ἀφόρητον ὕβριν ἀνηβᾶν ἀναπείθει, καὶ πρὸς ὄψιν ἄγει τὴν ἀμείνονα, καὶ φύλλῳ μὲν τῷ συνήθει περιανθίζεσθαι ποιεῖ, καρποῖς δὲ τοῖς κατὰ φύσιν φιλοτι μεῖσθαι παρασκευάζει τὸν ἐφεστῶτα γηπόνον. τοιοῦτόν τι καὶ ἐφ' ἡμῶν γεγενημένον εὑρήσομεν· οἱ γὰρ πάλαι ξηροὶ διὰ τὴν ἐφ' ἡμᾶς βασιλεύουσαν ἁμαρτίαν, καὶ καρπῶν ἔρημοι τῶν εἰς ἀρετὴν, ἀνεθάλομεν εἰς δικαιοσύνην διὰ Χριστοῦ, καὶ τὸν διὰ πίστεως ἤδη καρπὸν ἀρτιφανῆ τε καὶ νέον τῷ τῶν πνευμάτων γηπόνῳ προσκομίζομεν· οὕτω τε νοοῦμεν 1.568 εἰκότως τὸ δι' ἑνὸς τῶν ἁγίων προφητῶν εἰρημένον, ὡς ἐκ προσώπου Χριστοῦ "Αὐτὸς ὁ λαλῶν, πάρειμι ὡς ὥρα ἐπὶ "τῶν ὀρέων." τί γὰρ ἐν τοῖς ὄρεσιν ἡ ὥρα, τουτέστιν, ὁ ἐαρινὸς ἐργάζεται καιρὸς, προλαβόντες ἤδη σαφῶς εἰρή καμεν. Οὐκοῦν ἐν μιᾷ μὲν ἵστασθαι τὴν σκηνὴν ἡμέρᾳ προσ τάττει χρησίμως, τύπον ἐπέχουσαν τοῦ Χριστοῦ, ἵνα νοῇς ἐπ' αὐτῷ, τὸ ἅπαξ ἀποθανεῖν ἐν ἑνὶ τούτῳ τῷ παρόντι καιρῷ· γεννηθήσεται γὰρ εἰσαῦθις οὐδαμῶς, ἀλλ' οὐδὲ τεθνήξεται, γεγεννημένος ἅπαξ καὶ ἀποθανὼν καὶ διαναστὰς ἐκ νεκρῶν· ἀκολουθεῖν γὰρ ἀνάγκη τῷ θανάτῳ τὴν ἀνά στασιν, σύμπηξίν τινα τοῦ ἁγίου σκήνους ὑπάρχουσαν. ἐν νουμηνίᾳ δὲ, ὅτι νέος ἡμῖν αἰὼν ἐν Χριστῷ· καινὴ γὰρ κτίσις τὰ ἐν αὐτῷ. καὶ ὁ μὴν δὲ ὁ πρῶτος παραλαμβάνεται, τὴν ἐκ θανάτου καὶ φθορᾶς εἰς ζωὴν καὶ ἀφθαρσίαν ἐπανα νέωσιν τῆς ἀνθρωπείας φύσεως ὑποδηλῶν, καὶ τὴν ἐκ τῆς ἀκαρπίας εἰς εὐκαρπίαν ἤδη μετάστασιν, καὶ τῆς τοῦ δια βόλου τυραννίδος τὴν παραδρομὴν, καταλήξαντος ἤδη χει μῶνος δίκην καὶ συνεσταλμένου. εἶτα πάλιν ἑτέρως ἡμῖν ὡς ἐν τύπῳ καὶ σχήματι τὸν Ἐμμανουὴλ ἐπιδεικνύει λέγων "Καὶ θήσεις τὴν κιβωτὸν τοῦ μαρτυρίου, καὶ σκεπάσεις τὴν "κιβωτὸν τῷ καταπετάσματι." ἐν μὲν γὰρ τοῖς προλα βοῦσιν ὁ Λόγος ἡμῖν ὡς ἐν ὁλοκλήρῳ κατεγράφετο τῇ σκηνῇ· ἦν γὰρ οἶκος Θεοῦ τοῦ ἐνοικήσαντος ἐν αὐτῷ, δηλονότι τὸ ἅγιον σῶμα Χριστοῦ· ἀλλ' οὐδὲν ἧττον ἡμῖν καὶ διὰ τῆς κιβωτοῦ κατὰ μέρος ὁ αὐτὸς σημαίνεται. κατε σκεύαστο μὲν γὰρ ἐκ ξύλων ἀσήπτων, ἵνα τὸ σῶμα νοῇς τὸ ἀδιάφθορον αὐτοῦ· κατακεχρύσωτο δὲ ὅλη χρυσίῳ καθαρῷ, καθὰ γέγραπται, ἔσωθέν τε καὶ ἔξωθεν. πάντα γὰρ τίμια καὶ βασιλικὰ τὰ ἐν αὐτῷ, καὶ τὸ θεῖον καὶ τὸ ἀνθρώπινον, 1.569 καὶ ἐν πᾶσιν αὐτὸς πρωτεύει, κατὰ τὸν Παῦλον· εἰς τιμῆς δὲ τύπον καὶ ὑπεροχῆς τῆς κατὰ πάντων τὸ χρυσίον λαμβά νεται. κατεσκευασμένη τοιγαροῦν ἡ κιβωτὸς ἐκ ξύλων ἀσήπτων καὶ κεχρυσωμένη, καὶ τὸν θεῖον εἶχεν ἐναποτεθέντα νόμον, εἰς τύπον τοῦ ἐνοικήσαντος καὶ ἑνωθέντος τῇ ἁγίᾳ σαρκὶ Θεοῦ Λόγου· ῥῆμα γὰρ Θεοῦ καὶ ὁ νόμος ἦν, εἰ καὶ μὴ ἐνυπόστατον, ὥσπερ οὖν ἐστιν ὁ Υἱός. καλύπτεται δὲ τῷ καταπετάσματι. καὶ γὰρ ἦν πως καὶ ἀσυμφανὴς τοῖς πολλοῖς ἐνανθρωπήσας ὁ Θεὸς Λόγος, καὶ περιβολὴν ἔχων τὸ ἴδιον σῶμα, καὶ ὥσπερ ἐν καταπετάσματι διαλανθάνων τῇ ἰδίᾳ σαρκὶ, ὡς ἐντεῦθεν οὐδὲ ἐγνωκότας τινὰς αὐτοῦ τὸ θεοπρεπὲς ἀξίωμα, ποτὲ μὲν καταλιθοῦν ἐπιχειρεῖν, ἔγκλημα ποιουμένους, ὅτι περ ἄνθρωπος ὢν, ἑαυτὸν εἶναι λέγοι Θεόν· ποτὲ δὲ πάλιν, οὐδὲν ὅλως ὑπερυθριῶντας εἰπεῖν "Οὐχ "οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσὴφ, οὗ ἡμεῖς οἴδαμεν τὸν "πατέρα καὶ τὴν μητέρα; πῶς νῦν λέγει ὅτι ἐξ οὐρανοῦ "καταβέβηκα;" οὐκοῦν τὸ ἐπεῤῥίφθαι τῇ κιβωτῷ τὸ κατα πέτασμα, τὸ ἀγνοηθήσεσθαι παρὰ τοῖς πολλοῖς ὑποσημαίνει τὸν Ἰησοῦν. ἦν οὖν ἄρα καὶ ἡ κιβωτὸς εἰς τύπον αὐτοῦ. διὰ γάρ τοι τοῦτο καὶ προεβάδιζε τῶν ἐξ Ἰσραὴλ κατὰ τὴν ἔρημον τὴν τοῦ Θεοῦ τάξιν ἀποπληροῦσα τότε· αὐτὸς γὰρ ἦν ὁ τοῦ λαοῦ καθηγούμενος. καὶ μάρτυς ὁ ψαλμῳδὸς λέγων "Ὁ Θεὸς ἐν τῷ προπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ "σου, ἐν τῷ διαβαίνειν σε τὴν ἔρημον, γῆ ἐσείσθη, καὶ γὰρ "οἱ οὐρανοὶ ἔσταξαν." προελαυνούσης γὰρ καὶ προβαδι ζούσης ἀεὶ τῆς κιβωτοῦ, Θεὸς διαῤῥήδην προπορεύεσθαι λέγεται. σαφεστέραν δ' ἂν ἔχοις τὴν ἐπὶ τούτῳ πάλιν ἀπόδειξιν, ἐκεῖνο διενθυμούμενος. ἐκέλευέ ποτε τοῖς ἐξ Ἰσραὴλ διὰ Μωυσέως ὁ Θεὸς, ἀναβαίνειν μὲν τεθαρσηκότως ἐπὶ τὸ ὄρος τὸ Σηεὶρ, ἐκπολιορκεῖν δὲ τὸν Ἀμοῤῥαῖον· ἀλλ' 1.570 εἰς ἀδρανῆ πεσόντες δειλίαν οἱ κεκελευσμένοι, καὶ ῥώμαις ταῖς ἑαυτῶν ἀναθέντες τὸ κατορθοῦν, καὶ οὐχὶ μᾶλλον ταῖς ἄνωθεν ἐπικουρίαις ἐπιθαρσήσαντες, καθίσαντες ἔκλαιον παρὰ τὸ ὄρος, καθὰ γέγραπται· ἐπὶ τούτοις εἰκότως ὁ νομοθέτης ἐξεπικραίνετο, καὶ ἠπείλει λοιπὸν οὐδὲ ἀποίσειν εἰς τὴν γῆν τῆς ἐπαγγελίας αὐτούς. καταδηχθέντες δὲ μόλις τῆς ἀπειλῆς, καὶ εἰς μετάγνωσιν ἐνεχθέντες οὐκ εὔκαιρον, ἀναβαίνειν ἐπεχείρουν, ἐκ παρακοῆς δευτέρας, ὅπλα κατὰ τῶν Ἀμοῤῥαίων ἁρπάσαντες. ἀλλὰ προηγόρευε Θεὸς τὰ ἐσόμενα διὰ Μωυσέως· εἶπε γὰρ "αὐτοῖς Οὐκ ἀναβήσεσθε," φησὶ, "καὶ οὐ μὴ πεσεῖσθε πρὸ προσώπου τῶν ἐχθρῶν "ὑμῶν, οὐ γάρ εἰμι μεθ' ὑμῶν." πανταχῆ δὲ νοσοῦντες τὸ δυσήκοον, καὶ παραβιασάμενοι ἀνέβαινον εἰς τὸ ὄρος, καθὰ γέγραπται. ἀλλ' ἡ κιβωτὸς, φησὶ, τοῦ Θεοῦ οὐκ ἀνέβη μετ' αὐτῶν· ἔμεινε γὰρ ἐν τῇ παρεμβολῇ. ὁρᾷς ὅτι Θεοῦ λέ γοντος Οὐκ εἰμὶ μεθ' ὑμῶν, οὐ συναναβαίνει τοῖς ἀπειθοῦσιν ἡ κιβωτὸς, αὐτὸ σαφῶς τοῖς εὐμαθεστέροις ἐπιδεικνύουσα, τὸ τάξιν ἐπέχειν τοῦ καθηγεμόνος Θεοῦ; ἀλλὰ καὶ κύκλῳ τῆς Ἱεριχοῦς διὰ τῶν ἱερέων ἐβαστάζετο, καὶ τὸ ὑψηλὸν αὐτῆς κατέπεσε τεῖχος, οὐχ ἑλεπόλεις ἐπιστήσασα καὶ κριοὺς, διὰ σαλπίγγων δὲ μᾶλλον καὶ φωνῆς· ὅπερ ὂν ἀληθὲς ἐν Χριστῷ πάλιν εὑρήσομεν. αὐτὸς γάρ ἐστιν ὁ τοῖς ἱεροῖς καὶ ἁγίοις ἀνδράσιν ἐποχούμενος, καὶ πᾶσαν τοῦ διαβόλου καταστρέφων ἰσχὺν, οὐχ ὅπλοις, ἀλλὰ κραυγῇ καὶ σάλ πιγγι, τουτέστιν, ἀποστολικοῖς τε καὶ εὐαγγελικοῖς κηρύγ μασι, καὶ συναινέσει τῇ παρὰ παντὸς τοῦ λαοῦ, ἐν ὀρθότητι πίστεως τὸν ἴδιον ὁμολογοῦντος ∆εσπότην. ὃ καὶ ἐν ταῖς μυστικαῖς δοξολογίαις ὁρῶμεν ἀποπληρούμενον, προανα φωνούσης τοῦ λαοῦ σάλπιγγος ἱερατικῆς, ἣ καὶ ἐν τῇ τοῦ λειτουργοῦντος νοεῖται φωνῇ, πίπτει δὲ οὕτω καὶ συντρί 1.571 βεται τῶν ἐναντίων ἡ δύναμις· "Τὰ γὰρ ὅπλα ἡμῶν οὐ "σαρκικὰ, κατὰ τὸν Παῦλον, ἀλλὰ δυνατὰ τῷ Θεῷ." ὅτι δὲ τοῖς ἁγίοις ἐποχεῖται τρόπον τινὰ καὶ ἐπίκειται Χριστὸς, σαφηνιεῖ μὲν λέγων καὶ ὁ προφήτης Ἀμβακούμ "Ὅτι ἐπι"βήσῃ ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία·" διδάξει δὲ οὐδὲν ἧττον καὶ αὐτὸς ὁ Σωτῆρ πρὸς τὸν Ἀνανίαν περὶ τοῦ Παύλου λέγων "Πορεύου, ὅτι σκεῦος ἐκλογῆς μου "ἐστὶν οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον πάντων "τῶν ἐθνῶν." Ἀλλὰ "καὶ εἰσοίσεις τὴν τράπεζαν, ἐπὶ τούτοις φησὶ, καὶ "προθήσεις τὴν πρόθεσιν αὐτῆς, καὶ εἰσοίσεις τὴν λυχνίαν "καὶ ἐπιθήσεις τοὺς λύχνους αὐτῆς." νοήσεις δὲ δι' ἀμφοῖν τὸν Χριστόν· συσχηματίζεται γὰρ ἐν τραπέζης τρόπῳ προ κειμένους ἐχούσης τοὺς ἄρτους, διὰ τὸ ἐν αὐτῷ πάντας εἰς ζωὴν αἰώνιον ἀποτρέφεσθαι, μετασχόντας δηλονότι τῆς ἁγίας αὐτοῦ σαρκὸς, κατὰ τὸ εἰρημένον παρ' αὐτοῦ "Ἐγώ εἰμι ὁ "ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ "κόσμῳ. ἐάν τις φάγῃ ἐκ τοῦ ἄρτου τούτου, ζήσεται εἰς "τὸν αἰῶνα· καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μου ἐστὶν "ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς." οὐκοῦν τῆς τραπέζης ἡ πρόθεσις, τουτέστιν οἱ ἄρτοι, τὸ ἅγιον σημαίνουσι σῶμα Χριστοῦ, τὸ πάντας εἰς ζωὴν ἀποτρέφον τὴν αἰώνιον. ἐπειδὴ δὲ ὁ μακάριος ∆αυεὶδ καὶ οἱ σὺν αὐτῷ πεινάσαντες, καθὰ γέγραπται, τοὺς ἄρτους τῆς προθέσεως ἔφαγον, ἴδωμεν εἰ μή τι καὶ διὰ τούτου μυστικὸν ἀνεγράφετο. οὐκ ἐξῆν ἀπο γεύσασθαι τῶν τῆς προθέσεως ἄρτων, εἰ μὴ μόνοις τοῖς ἱερεῦσι, κατὰ διάταξιν νομικήν· ἀλλ' οὐκ ὄντες ἐκ φυλῆς ἱερατικῆς ∆αυείδ τε καὶ οἱ σὺν αὐτῷ, τῆς ἱερωτάτης ἥπτοντο τροφῆς· ἵνα διὰ τούτου πάλιν ἡ τῶν ἐθνῶν πίστις καὶ ἀπὸ 1.572 μέρους τῶν ἐξ Ἰσραὴλ σημαίνηται. ὠφείλετο μὲν γὰρ τοῖς ἐξ Ἰσραὴλ ὁ Χριστὸς, ὡς ἱερωτέροις "διὰ τοὺς πατέρας" καὶ τὸν νόμον, ἀλλ' ἐπεισδραμοῦσα τρόπον τινὰ, καίτοι διὰ τὴν πλάνην ἀνίερος οὖσα τῶν ἀλλογενῶν ἡ πληθὺς, ἔφαγε τὸν ἄρτον τῆς ζωῆς, συμπαρόντος αὐτῇ τοῦ ∆αυεὶδ, καὶ ὥσπερ τινὰ τύπον ἀποπληροῦντος τῶν ἀνασεσωσμένων ἐξ Ἰσραὴλ, ὅπερ καὶ ὁ μακάριος Ἡσαΐας ὀνομάζει κατάλειμμα. πολλοὶ γὰρ ἐξ αὐτῶν πεπιστεύκασι τῷ Χριστῷ. Οὕτω μὲν οὖν διὰ τῆς ἁγίας τραπέζης νοηθήσεται Χριστός. λυχνία δὲ πάλιν, ὡς ὅλῃ φαίνων τῇ οἰκίᾳ, τουτ έστι τῷ κόσμῳ· "Ἐγὼ γάρ εἰμι τὸ φῶς τοῦ κόσμου," φησίν· ἑπτὰ δὲ τοὺς λύχνους καὶ οὐχ ἕνα λαμβάνει· φωτίζει γὰρ πολυτρόπως καὶ διαφόροις καταλαμπρύνει χαρίσμασι τὰς τῶν πιστευόντων ψυχάς· γίγνεται δὲ πάλιν ἐκ χρυσίου καθαροῦ, διὰ τὸ ὑπὲρ πάντας καὶ τίμιον. ἀλλὰ καὶ στερεὸν ἔχει τὸν καυλόν· γέγραπται γὰρ οὕτω· διάκενον γὰρ, ἀλλ' οὐδὲ κοῦφον, οὐδὲν ἐν Χριστῷ. ἔχει δὲ καὶ κρίνα διὰ τὴν εὐωδίαν τὴν ἐν ἁγιασμῷ, κατὰ τό "Ἐγὼ ἄνθος τοῦ πεδίου, "κρίνον τῶν κοιλάδων." καὶ αὗται δὲ πάλιν αἱ ἐπαρυστρίδες τὰς τῶν θείων χαρισμάτων χορηγίας σημαίνουσι. δύο γεμὴν κλάδους ἐλαιῶν ὁρᾶσθαι περὶ αὐτὴν ὁ προφήτης Ζαχαρίας διισχυρίσατο, ἵνα δύο νοῇς τοὺς ἠλεημένους λαοὺς, οὓς καὶ τῆς πιότητος ἀπεκάλεσεν υἱοὺς, παρεστάναι τε λέγει τῷ Κυρίῳ πάσης τῆς γῆς, καίτοι περὶ τὴν λυχνίαν τεθεωρημένων τῶν κλάδων, ἐναργεστάτην ἀπόδειξιν διὰ τούτου ποιούμενος, ὅτιπερ ἡ λυχνία Χριστὸς, δι' ὑπακοῆς καὶ πίστεως ἑαυτῷ παραστήσας τόν τε ἐξ ἐθνῶν καὶ τὸν ἐκ τῶν Ἰουδαίων λαόν. Εἶτα τούτοις ἐπιλέγει πολυτρόπως ἡμῖν κατασημαίνων 1.573 αὐτόν "Καὶ θήσεις τὸ θυσιαστήριον τὸ χρυσοῦν εἰς τὸ "θυμιᾶν ἐναντίον τῆς κιβωτοῦ, καὶ ἐπιθήσεις κάλυμμα κατα "πετάσματος ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ "τὸ θυσιαστήριον τῶν καρπωμάτων θήσεις παρὰ τὴν θύραν "τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ περιθήσεις τὴν σκηνὴν, καὶ "πάντα τὰ ἐν αὐτῇ ἁγιάσεις κύκλῳ." ἐπιτηρητέον γὰρ, ὅπως καὶ δι' ἀμφοῖν ἡμῖν τοῖν θυσιαστηρίοιν ὁ Χριστὸς καταγράφεται. ἀποτεθῆναι γὰρ διατεταχὼς τὸ θυσιαστήριον τὸ χρυσοῦν, ἐν ᾧ τὸ θυμίαμα κατέναντι τῆς κιβωτοῦ, κα λύμματα δὲ διὰ μέσου ταῖς τῆς σκηνῆς περιτείνεσθαι θύραις εἰπὼν, ὡς ἂν μὴ τὰ ἔνδον ὁρῷτο, καὶ τὸ τῶν καρπωμάτων θυσιαστήριον παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου κεῖσθαι κελεύει, οὐκ ἀσυμφανὲς ἢ διαλανθάνον· ἔξω γὰρ ἦν τοῦ καταπετάσματος. ὅρα τοίνυν αὐτὸν, διὰ μὲν τοῦ θυσια στηρίου τοῦ θυμιάματος εἰς ὀσμὴν εὐωδίας ἀναβαίνοντα τῷ Θεῷ καὶ Πατρί· τοῦτο γὰρ ὑποδηλοῖ τὸ θυμίαμα· διὰ δὲ τοῦ θυσιαστηρίου τῶν καρπωμάτων, ὡς θῦμα καὶ σφάγιον ὑπὲρ ἡμῶν προσαγόμενον. ἐκρύπτετο δὲ διὰ τοῦ καταπε τάσματος τὸ χρυσοῦν θυσιαστήριον· κεκρυμμένη γὰρ ἦν ἡ δόξα Χριστοῦ· ἐμφανὲς δὲ τὸ ἕτερον τὸ τῶν καρπωμάτων, ἐν ᾧ τὰ σφάγια· φανερὸς γὰρ ὁ Χριστοῦ θάνατος καὶ πᾶσι γνώριμος. κεῖται γεμὴν οὐκ ἀδιακρίτως· τὸ μὲν γὰρ ἀπέ ναντι τῆς κιβωτοῦ, τὸ δὲ παρὰ τὰς θύρας τῆς σκηνῆς. καὶ τὸ μὲν ἀπέναντι τῆς κιβωτοῦ τὸ χρυσοῦν κεῖσθαι θυσιαστή ριον, οἱονεὶ τὸ ἐν ὄψει τοῦ Θεοῦ καὶ Πατρὸς, θαυμαστὴν εἶναι τὴν δόξαν τοῦ Υἱοῦ δι' αἰνίγματος ὑποδηλοῖ, κατὰ τό "Οὐδεὶς γινώσκει τίς ἐστιν ὁ Υἱὸς εἰ μὴ ὁ Πατήρ." τὸ δὲ πρὸς αὐταῖς κεῖσθαι ταῖς θύραις τῆς σκηνῆς τὸ τῶν καρπω μάτων θυσιαστήριον, τύπον ἐπέχον τοῦ θανάτου αὐτοῦ καὶ τῆς ὑπὲρ πάντων σφαγῆς, σημαίνει πάλιν μὴ ἑτέρως δύνα 1.574 σθαι προσελθεῖν τῷ Θεῷ καὶ Πατρὶ ἡμᾶς, εἰ μὴ διὰ τῆς τοῦ Χριστοῦ θυσίας, κατὰ τὸ εἰρημένον παρ' αὐτοῦ "Ἐγώ εἰμι "ἡ θύρα," καί "Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' "ἐμοῦ." ἐν κύκλῳ γεμὴν περιτείνεσθαι τὴν σκηνὴν δια τάττει τῶν ἐν αὐτῇ πάντων περιεκτικὴν, ὡς μίαν ὁρᾶσθαι, καὶ μὴ πολλάς. εἷς γὰρ ἐν ἡμῖν ὁ Χριστὸς, κἂν πολυτρόπως νοῆται, σκηνὴ μὲν διὰ τὸ καταπέτασμα τῆς σαρκὸς, κιβωτὸς δὲ τὸν θεῖον ἔχουσα νόμον, ὡς Λόγος τοῦ Θεοῦ καὶ Πατρός· τράπεζα δὲ πάλιν, ὡς τροφὴ καὶ ζωή· λυχνία δὲ, ὡς φῶς νοητὸν καὶ πνευματικόν· καὶ θυσιαστήριον θυμιάματος, ὡς εὐωδίας ὀσμὴ τῆς ἐν ἁγιασμῷ· καὶ θυσιαστήριον καρπω μάτων, ὡς σφάγιον ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. ἁγιάζεται δὲ πάντα τὰ ἐν αὐτῇ· ἅγιος γὰρ ὅλος, καὶ ὅπως ἂν νοῆται Χριστός. Καθηγουμένης τοιγαροῦν τῆς ἁγίας σκηνῆς, συναπαίρειν τε αὐτῇ καὶ συγκαταλύειν οἱ ἐξ Ἰσραὴλ ἐπετάττοντο, παι δεύοντος πάλιν ἡμᾶς τοῦ Θεοῦ καὶ διδάσκοντος χρησίμως, ἡγεμόνα ποιεῖσθαι καὶ καθηγητὴν τῆς εἰς σωτηρίαν ὁδοῦ, τὸν δι' ἡμᾶς σαρκωθέντα Θεὸν Λόγον, καὶ τοῖς αὐτοῦ δια τάγμασιν ἀμελλητὶ συννεύοντας, εἰς ζωὴν ἀναβαίνειν τὴν αἰώνιον· ὃ καὶ δρᾶν οὐ θελήσαντες οἱ διὰ πολλῶν μυσταγω γηθέντες λόγων, "ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ' "αὐτοῦ περιεπάτουν." σοφώτατα γεμὴν ὁ μακάριος Πέτρος τό Ποῦ ἔχομεν ἀπελθεῖν πρὸς τὸν Σωτῆρά φησι· τὸ γὰρ κατὰ μηδένα τρόπον ἀποφοιτᾶν τοῦ Θεοῦ, συνεῖναι δὲ μᾶλλον ἐπείγεσθαι πνευματικῶς, ἁγίοις ὄντως πρεπωδέστατον. Καὶ ἡμεῖς πεπιστεύκαμεν, καὶ ἐγνώκαμεν σὺ εἶ ὁ Χριστὸς ὁ ἅγιος τοῦ Θεοῦ. Θαυμαστὴ τῶν ἁγίων ἀποστόλων ἡ πίστις, θερμὸς τῆς 1.575 ὁμολογίας ὁ τρόπος, ἀξιεραστοτάτη καὶ ὑπερφερὴς ἡ σύνε σις. οὐ γὰρ δὴ κατά τινας τῶν ἀμαθεστέρων, ἢ καὶ κατ' ἐκείνους τοὺς οἵπερ ἀπηνῆ τὸν τοῦ Σωτῆρος ἀπεκάλουν λόγον, ὀπίσω δικαίως ἀπῴχοντο καὶ πεπτώκασιν, οὔτε μὴν ἐξ ἐλαφρίας εὐσυναρπάστως ἐπὶ τὸ πιστεύειν ἐκλήθησαν, πληροφορηθέντες δὲ πρότερον, καὶ διακείμενοι κατὰ τὸ ἀληθὲς, ὅτι ῥημάτων μὲν ζωοποιῶν ἀνάμεστος ἦν ὁ μυστα γωγῶν, οὐρανίων δὲ παιδευμάτων εἰσηγητής. ἀσφαλὴς δὲ λίαν ἡ τοιαύτη πίστις· ἡ δὲ οὐχ οὕτως ἔχουσα, ῥᾳδίως ἂν εἰκότως καὶ ἀποπτύοιτο, καὶ ῥίζαν οὐκ ἔχουσα τὴν πληρο φορίαν, ἑτοιμότατα τῆς ἀνθρώπου διανοίας ἐκτρίβεται. καὶ γοῦν αὐτὸς ἐν παραβολαῖς ὁ Σωτὴρ, ὅτε τοὺς περὶ τοῦ σπείροντος ἐποιεῖτο λόγους, ὃ δὲ ἔπεσεν ἐπὶ τὴν πέτραν, φησὶ, καὶ μὴ ἔχον ῥίζαν ἐξηράνθη, πέτραν εἶναι λέγων αἰνιγματωδῶς, νοῦν τὸν ἀπεσκληκότα καὶ τὸν ἅπαξ ἐγκατα βληθέντα λόγον οὐδαμόθεν ἔχοντα παραδέξασθαι. τοῦτο γὰρ δὴ καὶ πεπονθότες ἐκ πολλῆς ἄγαν τῆς ἀμαθίας οἱ τάλανες Ἰουδαῖοι "∆ιαῤῥήξατε τὰς καρδίας ὑμῶν καὶ μὴ "τὰ ἱμάτια ὑμῶν," διὰ τῆς τοῦ προφήτου φωνῆς ἐδιδά σκοντο. ὅνπερ γὰρ τρόπον πρὸ τῆς τῶν σπερμάτων κατα βολῆς, ἀρότρῳ χρῆναι προανατέμνεσθαι τὴν γῆν ὁ τῆς γηπονίας συμβουλεύει νόμος· οὕτως οἶμαι δεῖν τοὺς πρὸς ἀνάληψιν θείων ἰόντας λόγων προαναπτύσσειν τρόπον τινὰ ταῖς εἰς αὐτοὺς ἐπιθυμίαις τὴν καρδίαν· παραδεχθέντες γὰρ οὕτω, γῆν ὥσπερ τινὰ καρποφόρον ἀποτελοῦσι ψυχὴν τὴν ὠδίνουσαν. οὐκοῦν ἐν πληροφορίᾳ πίστεως ἐγνωκέναι φασὶν οἱ σοφώτατοι μαθηταὶ, καὶ πρός γε τούτῳ θαρσεῖν, ὡς αὐτὸς εἴη Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. σοφῶς δὲ λίαν, καὶ τὸν ἐπὶ τούτῳ πάλιν ἐξυφασμένον εὑρήσεις λόγον· καὶ πιστεύειν γὰρ καὶ ἐγνωκέναι φασὶ, συνενεγκόντες ἄμφω 1.576 κατὰ ταὐτόν. ἔδει γὰρ καὶ πιστεύειν καὶ νοεῖν· καὶ οὐκ ἐπείπερ ἐστὶ πίστει παραδεκτὰ τὰ θειότερα, διὰ τοῦτο χρὴ πάντως τῆς ἐπ' αὐτοῖς ἐρεύνης ὁλοκλήρως ἀποφοιτᾶν, πει ρᾶσθαι δὲ μᾶλλον καὶ γοῦν εἰς μετρίαν ἀναβαίνειν γνῶσιν, τὴν ὡς ἐν ἐσόπτρῳ καὶ αἰνίγματι, καθάπερ ὁ Παῦλός φησιν. εὖ δὲ δὴ πάλιν οὐ πρότερον ἐγνωκέναι φασὶν, εἶτα πιστεύειν, ἀλλὰ προθέντες τὴν πίστιν, δευτέραν τὴν γνῶσιν ἐπάγουσι. μετὰ γὰρ τὴν πίστιν ἡ γνῶσις, καὶ οὐ πρὸ τῆς πίστεως, κατὰ τὸ γεγραμμένον "Ἐὰν μὴ πιστεύσητε, οὐδ' οὐ μὴ "συνῆτε." προκατατεθείσης γὰρ ἐν ἡμῖν κρηπῖδός τινος δίκην τῆς ἀπεριεργάστου πίστεως, ἐποικοδομεῖται λοιπὸν ἡ γνῶσις κατὰ βραχὺ, καὶ "εἰς μέτρον ἡλικίας" ἡμᾶς ἀναφέ ρουσα τῆς ἐν Χριστῷ, καὶ "εἰς ἄνδρα τέλειον" καὶ πνευμα τικόν. διά τοι τοῦτο καὶ ὁ Θεός που φησίν "Ἰδοὺ ἐγὼ "ἐμβαλῶ εἰς τὰ θεμέλια Σιὼν λίθον ἐκλεκτὸν ἀκρογωνι "αῖον ἔντιμον." ἀρχὴ γὰρ ἡμῖν καὶ θεμέλιος εἰς ἁγιασμὸν καὶ δικαιοσύνην ὁ Χριστὸς, διὰ πίστεως δὲ δηλονότι, καὶ οὐχ ἑτέρως· οὕτω γὰρ ἐν ἡμῖν ἐνοικίζεται. Ἐπιτήρει δὲ ὅπως πανταχῆ μοναδικῶς καὶ προτεταγ μένου τοῦ ἄρθρου φασί Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, τῶν μὲν ἐν χάριτι κεκλημένων εἰς υἱοθεσίαν ὡς ἕνα καὶ ἐξαίρετον ὑπεξάγοντες τὸν ἀληθῶς Υἱὸν, οὗ καθ' ὁμοιό τητα καὶ ἡμεῖς υἱοί. καὶ τὸν Χριστὸν δὲ πάλιν ἀποκαλοῦσιν αὐτὸν ὡς ἕνα· πλὴν ἰστέον ὅτι Χριστὸς οὐκέτι καλεῖται δι' ἑαυτὸν, ἢ ὡς τοῦτο ὑπάρχων οὐσιωδῶς, ὥσπερ οὖν ἔσται καὶ Υἱὸς, ἀλλ' εἷς μὲν ὄντως καὶ ἐξαιρέτως· οὐδεὶς γὰρ ἐν χρισ τοῖς ὡς αὐτὸς, πλὴν καθ' ὁμοιότητα τὴν ὡς πρὸς ἡμᾶς ὀνομάζεται Χριστός· κύριον μὲν γὰρ αὐτῷ καὶ ἀφωρισμένον ἰδικῶς ὄνομά τε καὶ πρᾶγμα κατ' ἀλήθειαν, τό Υἱὸς, κοινὸν δὲ ὡς πρὸς ἡμᾶς τό Χριστός. ἐπειδὴ γὰρ ἐχρίσθη καθὸ γέγονεν ἄνθρωπος, διὰ τοῦτο Χριστός. οὐκοῦν εἰ τὸ 1.577 χρίεσθαι τῇ τῆς ἀνθρωπότητος περιθήσομεν χρείᾳ, Χριστὸς ἂν νοοῖτο καθ' ὁμοίωσιν τὴν ὡς πρὸς ἡμᾶς, καὶ οὐχ οὕτως ὥσπερ ἐστὶ καὶ Υἱὸς, πλὴν εἷς καὶ μόνος φυσικῶς τε καὶ ἐξαιρέτως, καὶ πρὸ σαρκὸς καὶ μετὰ σαρκὸς, καὶ οὐ δύο, καθάπερ οἴονταί τινες, οὐ νοοῦντες, ὡς ἔοικε, τοῦ μυστηρίου τὸ βάθος. οὐ γὰρ εἰς ἄνθρωπον ὁ ἐκ Θεοῦ Πατρὸς καταπε φοίτηκε Λόγος, ὥσπερ ἐφ' ἕνα τυχὸν τῶν ἁγίων προφητῶν ἡ διὰ Πνεύματος χάρις, ἀλλ' αὐτὸς κατ' ἀλήθειαν ἐγένετο σὰρξ, κατὰ τὸ γεγραμμένον, ἄνθρωπος δηλαδή. ἀδιαίρετος τοιγαροῦν μετὰ τὴν ἕνωσιν, καὶ οὐκ εἰς δύο πρόσωπα κατα σχίζεται, κἂν ἕτερόν τι νοῶμεν τὸν ἐκ Θεοῦ Λόγον, καὶ τὴν ἐν ᾗ κατῴκηκε σάρκα· ὅλου δὲ τοῦ χοροῦ τῶν ἁγίων ἀπο στόλων τὴν ἐπὶ τούτοις ἡμῖν διαβεβαιοῦντος πίστιν, δι' ὧν ἐγνωκέναι φασὶ μοναδικῶς, ὡς αὐτός ἐστιν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, τοὺς ἕτερόν τι πρὸς τούτοις ἐπικαινοτομεῖν ἐξ ἀνοίας οὐ παραιτουμένους, εἰ φρονοίημεν ὀρθῶς, οὐ παρα δεξόμεθα. Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελε ξάμην, καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν; ἔλεγε δὲ τὸν Ἰούδαν Σίμωνος Ἰσκαριώτην· οὗτος γὰρ ἔμελλεν αὐτὸν παραδιδόναι, εἷς ὢν ἐκ τῶν δώδεκα. Ἐπιτείνει τὸν ἔλεγχον, καὶ δριμυτέροις αὐτοὺς κατα σφίγγει λόγοις, τὸ χαῦνον καὶ ἀνειμένον εἰς ῥᾳθυμίας τὰς ἐπὶ τῷ σοφοῦσθαι θέλειν ὑποτεμνόμενος· τοιοῦτόν τι γὰρ μονονουχὶ λέγων ὁρᾶται Νήψεως, ὦ μαθηταὶ, καὶ φρενῶν ὁ καιρὸς καὶ συντόνου διανοίας εἰς τὸ διασώζεσθαι θέλειν. ὀλισθηροτάτη γὰρ λίαν ἡ τῆς ἀπωλείας ὁδὸς, οὐ τὸν ἀσθενῆ μόνον ὑποσύρουσα νοῦν, ἀλλὰ καὶ τὸν ἤδη δοκοῦντα βεβαίως 1.578 ἑστάναι· δεινὸν δ' ὅτι χρῆμα καὶ πολύμορφον ἁμαρτία, πολυτρόποις ἡδοναῖς τὸν ἀνθρώπινον καταγοητεύουσα νοῦν, καὶ λειοτάταις ὥσπερ ἐπιθυμίαις εἰς ἃ μὴ προσῆκεν ἐξέλ κουσα· ὑπόδειγμα δέ μοι τοῦ λόγου, φησὶν, ἔσται τὸ καθ' ὑμᾶς. ἐρῶ γὰρ τέως· οὐδένα ἐκείνων τῶν ἐξ ἐλαφρίας ὀπίσω πεσόντων, ὡς ἀγαθοὺς ὑμᾶς ἐπελεξάμην· ᾔδειν γὰρ ὡς Θεὸς τὰ ἐν ὑμῖν· ἀλλ' ἥρπασεν ἐν ἀδείᾳ φιλοκερδίας ὁ σατανᾶς, καὶ οὐ διέψευσται πάντως ψῆφος ἡ ἐμή. προαιρετικὸν γὰρ ἐν ἀνθρώποις καὶ αὐθαίρετον τὸ ἐπ' ἄμφω βαδίζειν, εἴτε εἰς δεξιὸν εἴτ' οὖν εἰς ἀριστερὸν, ἀρετὴν δὲ δηλονότι καὶ κακίαν φημί. ὁμοῦ τοιγαροῦν διὰ τοῦ καὶ μειζόνως ἐπισκήπτειν αὐτοῖς, καὶ εἰς νῆψιν ἐγείρει τὴν πρέπουσαν, καὶ ἐν τοῖς καθ' ἑαυτὸν, ἕκαστον ἀσφαλέστερον ἀπεργάζεται· τὸ μὲν γὰρ τίς ὁ παραδώσων αὐτὸν, οὔπω λέγει σαφῶς· ἑνὶ δὲ ἁπλῶς καὶ ἀδιορίστως τῆς ἀσεβείας ἐπιθεὶς τὸ φορτίον, εἰς ἀγῶνα καθίστη τοὺς πάντας, καὶ πρὸς νῆψιν ἀκριβεστέραν ἐκάλει, καταφρίττοντος ἑκάστου τῆς ἑαυτοῦ ψυχῆς τὴν ζημίαν. ὁμοῦ δέ τι τούτοις καὶ ἕτερον ἀπετέλει τῇ τῶν μαθητῶν εὐπιστίᾳ λυσιτελές. ἐπειδὴ γὰρ εἰδέναι καθωμολογήκασι, πεπιστευκέναι τε ἀραρότως, ὅτιπερ αὐτός ἐστιν "ὁ Υἱὸς τοῦ "Θεοῦ," φαίνεται προειδὼς τὰ ἐσόμενα, βεβαίαν ὥσπερ καὶ διὰ τούτου τὴν ἐφ' ἑαυτῷ δεικνὺς ὁμολογίαν. πρέπει γὰρ τῶν ὄντων οὐδενὶ τὸ γινώσκειν τὰ μέλλοντα, πλὴν ἑνὶ τῷ μόνῳ κατὰ φύσιν Θεῷ, περὶ οὗ καὶ γέγραπται "Ὁ εἰδὼς τὰ "πάντα πρὶν γενέσεως αὐτῶν." διάβολον δὲ, τὸν τῶν δια βολικῶν θελημάτων ἀπεκάλεσεν ὑπουργὸν, οὐ διεψευσμένως. ὥσπερ γὰρ "ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν," οὕτω δηλονότι καὶ τὸ ἐναντίον.

1.579 ΚΕΦΑΛΗ Ε. Περὶ τῆς ἑορτῆς τῆς σκηνοπηγίας, ὅτι τῆς ὀφειλομένης τοῖς ἁγίοις ἐλπίδος τὴν ἀποκατάστασιν δηλοῖ, καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν· προκειμένου ῥητοῦ Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνο πηγία. Καὶ μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν Ἰουδαῖοι ἀποκτεῖναι. ΜΕΤΑ ταῦτα, φησὶ, τὰ εἰρημένα τε καὶ πεπραγμένα, πάλιν ἐποιεῖτο τὰς διατριβὰς ἀσμενέστερον ἐν τῇ Γαλιλαίᾳ Χριστός· τοῦτο γὰρ οἶμαι τὸ περιεπάτει δηλοῦν· ἀλλ' οὐκ ἐθελούσιον αὐτῷ τὸ παρ' ἐκείνοις εἶναι, μᾶλλον δὲ ὡς ἐξ ἀνάγκης συμβαῖνον ἐπιδεικνύει προστεθεικὼς τὰς αἰτίας. ἤθελον γὰρ, φησὶν, αὐτὸν ἀποκτεῖναι Ἰουδαῖοι· διὰ τοῦτο τοῖς ἀλλογενέσι καὶ εἰς μακροὺς ἑαυτὸν ἐχαρίζετο χρόνους, τὸ ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν παραιτούμενος. ἀλλ' οἶμαι πάλιν οὐδὲν ἧττον διὰ τούτων ἐπὶ πολλῇ λίαν δυστροπίᾳ κατηγο ρεῖσθαι τὸν Ἰσραὴλ, εἴ γε τοῦ διαιτᾶσθαι παρ' αὐτῷ πολύ τι κρεῖττον ἐφαίνετο τὸ παρὰ τοῖς ἐξ ἐθνῶν εὑρίσκεσθαι μᾶλ λον· ἦν δὲ ἄρα τουτὶ τὸ διὰ τοῦ προφήτου πεφωνημένον Ἱερεμίου "Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου", ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς "χεῖρας ἐχθρῶν αὐτῆς·" τὸ γὰρ ἔξοικον μὲν διὰ τὴν τῶν 1.580 διωκόντων ἀνοσιότητα γενέσθαι Χριστὸν, μεταφοιτῆσαι δὲ παρὰ τοῖς Γαλιλαίοις, πῶς οὐκ ἔστι διαῤῥήδην ἐπιδοῦναι τὴν οἰκείαν ψυχὴν εἰς χεῖρας ἐχθρῶν αὐτῆς; ἐχθρὰ γὰρ τὰ ἔθνη Χριστοῦ, κατά γε τὸ δουλεύειν ἑτέρῳ, καὶ προσκυνεῖν τῇ κτίσει παρὰ τὸν κτίσαντα, διὰ τὸ μήπω τὴν εἰς αὐτὸν παρα δέξασθαι πίστιν. καὶ τοῦτο σαφῶς διδάξει λέγων αὐτός "̔Ο μὴ ὢν μετ' ἐμοῦ κατ' ἐμοῦ ἐστιν." ἀλλ' οἶμαι δὴ πᾶς τις ἐρεῖ πρὸ τῆς ἀληθοῦς θεογνωσίας καὶ πίστεως οὐκ εἶναι τὰ ἔθνη μετὰ Χριστοῦ· ἦν οὖν ἄρα κατ' αὐτοῦ, καὶ ἐν τῇ τῶν ἐχθρῶν τάξει διὰ τοῦτο κείμενα· οὕτω δὲ ἔχοντος τούτου, καὶ σαφῶς διεγνωσμένου, τοσαύτη τις παρὰ τοῖς ἐξ Ἰσραὴλ μυσαρότης ἐπολιτεύετο, ὡς ἐν μοίρᾳ κεῖσθαι τῇ ἀμείνονι, τὸ παρ' ἐχθροῖς ὁρᾶσθαι φοιτῶντα, καὶ μεθ' ὧν ἥκιστα χρῆν ἥδιον ποιεῖσθαι τὰς διατριβὰς, ἢ ὅπερ ἦν μᾶλλον ἀκόλουθόν τε καὶ πρεπωδέστερον παρὰ τοῖς συγγενέσι κατὰ τὴν σάρκα· καὶ ὅσον εἰς τοῦτο καὶ ἀγαπᾶν ὀφείλουσιν. εὐλογώτατα τοίνυν ἐπὶ τὰ ἔθνη μεθίστη Χριστὸς, καὶ δι' αὐτοῦ τρόπον τινὰ τοῦ πράγματος ἤδη λέγων, ὡς, εἰ μὴ τοῦ διώκειν ἀπόσχοιντο, καὶ παραλύειν ταῖς ἀπονοίαις τὸν εὐεργέτην, ὁλοκλήρως ἑαυτὸν τοῖς ἔξωθεν χαριεῖται, καὶ ἐπὶ τὰ ἔθνη μεταστήσει Χριστός. ὥσπερ δὲ τοῦτό φαμεν ὑπεμφαίνειν αὐτὸν διὰ τοῦδε τοῦ πράγματος, οὕτω πάλιν εὑρήσομεν καὶ διὰ σχήματος ἀρχαιοτέρου τὴν ἐκ τῆς Ἱερουσαλὴμ ἀπο δρομὴν ἀπειλήσαντα. Ὅτε τοίνυν τοὺς περὶ τῶν θυσιῶν διωρίζετο νόμους, καθὰ καὶ ἐν τῷ βιβλίῳ γέγραπται τῷ Λευιτικῷ, προδιατυπώσας, ὡς ἐν εἰκόνι Χριστοῦ, προσάγεσθαι μόσχον εἰς τὸ δῶρον καὶ ὁλοκαύτωμα τῷ Κυρίῳ· καὶ πάλιν ἑτέρως αὐτὸν σχηματίζει λέγων "Ἐὰν δὲ ἀπὸ τῶν προβάτων τὸ δῶρον αὐτοῦ τῷ "Κυρίῳ, ἀπό τε τῶν ἀρνῶν καὶ τῶν ἐρίφων εἰς ὁλοκαύτωμα, 1.581 "ἄρσεν ἄμωμον προσάξει αὐτὸ, καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ "τὴν κεφαλὴν αὐτοῦ, καὶ σφάξουσιν αὐτὸ ἐκ πλαγίων τοῦ "θυσιαστηρίου πρὸς βοῤῥᾶν ἔναντι Κυρίου." πῶς οὖν ἄρα καὶ διὰ τούτων ἡμῖν τὸ ἐπὶ Χριστοῦ μορφοῦται μυστήριον, ἀναγκαίως ἐρευνητέον. πρῶτον δὲ οἶμαι προσήκειν αὐτοῦ τε τοῦ ναοῦ τοῦ ἐν Ἱεροσολύμοις, καὶ τοῦ θείου θυσιαστηρίου τὴν θέσιν εἰπεῖν, ἵνα οὕτω νοῶμεν, ὅ τι ποτὲ ἄρα δηλοῖ, τὸ μὴ κατ' εὐθὺ τῶν εἰρημένων ὁρᾶν, τετράφθαι δὲ μᾶλλον πρὸς βοῤῥᾶν τὸ πρόβατον. κεῖται τοιγαροῦν ἐν μὲν τοῖς νοτιωτέροις τῆς γῆς μέρεσι τῶν Ἰουδαίων ἡ χώρα, βλέπει δὲ εἰς ἑῴαν ὁ νεὼς, καὶ ταῖς πρώταις τοῦ ἡλίου βολαῖς ἀνοίγει τὰς θύρας· ἀλλὰ καὶ αὐτὸ τὸ θεῖον θυσιαστήριον, κατευθὺ τῶν ἁγίων ἐρηρεισμένον, ὥσπερ ἐν ὄψει Θεοῦ, τοῖς ἐξ ἑῴας εἰσβάλλουσι τὸ πρῶτον ἐδίδου μέτωπον, τῶν δύο πλαγίων τοῦ μὲν ὁρῶντος εἰς νότον, τοῦ δὲ ἐπὶ βοῤῥᾶν· ὅτι δὲ ταῦθ' οὕτως ἔχει, καθάπερ εἰρήκαμεν, πληροφορηθήσῃ μαθὼν τὸ παρὰ τῷ προφήτῃ Ἰεζεκιὴλ κείμενον. ὅτε γὰρ δὴ τὰ περὶ τῆς τοῦ Φαλτίου τελευτῆς ἐδιδάσκετο, διὰ θεωρίας δὲ δηλονότι πνευματικῆς, οὕτω φησί "Καὶ εἶδον καὶ ἰδοὺ ὡς "εἰκοσικαιπέντε ἄνδρες, τὰ ὀπίσθια αὐτῶν πρὸς τὸν ναὸν "Κυρίου καὶ τὰ πρόσωπα αὐτῶν ἀπέναντι· καὶ οὗτοι προσ "εκύνουν κατὰ ἀνατολὰς τῷ ἡλίῳ." εἰ δὲ ἀνίσχοντι τῷ ἡλίῳ προσκυνῶν ὀπισθομερῆ τις τὸν ναὸν ἐτίθει τοῦ ἰδίου σώματος, πῶς οὐκ ἀνάγκη νοεῖν εἰς ἀνατολὰς τετράφθαι τὸ πρόσωπον αὐτοῦ; κατὰ τοῦτο δὲ ἦν τὸ σχῆμα καὶ τὸ θεῖον αὐτὸ θυσιαστήριον, καθάπερ εἰρήκαμεν. οὐκοῦν αὐτοῦ τε τοῦ ναοῦ καὶ τοῦ θείου θυσιαστηρίου μέτωπον μὲν ἦν τὸ προσ βάσιμον εἰς ἀνατολάς· πλάγια δὲ δύο, τὸ μὲν εἰς νότον, θάτερον δὲ πρὸς βοῤῥᾶν, τοῦ ἑτέρου δηλονότι καὶ λείποντος, ὃ δὴ νοεῖταί πως καὶ ὀπισθοφανὲς τοῖς τῆς ἑσπέρας ἐνο 1.582 ρῶντος μέρεσιν· οὕτω τοιγαροῦν ἐχόντων ἡμῖν τῶν εἰρη μένων, πρὸς αὐτῷ κειμένην εὑρήσομεν τῷ βοῤῥᾷ τὴν τῆς Ἰουδαίων γείτονα Γαλιλαίαν, τουτέστι, τὴν τῶν ἐθνῶν χώραν, κατὰ τὸ γεγραμμένον "Γαλιλαία τῶν ἐθνῶν." ἐπειδὴ δὲ ἔμελλεν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς μετὰ τὸ σωτήριον πάθος τῆς μὲν τῶν Ἰουδαίων ἀπανίστασθαι χώρας, ἀφικέσθαι δὲ εἰς τὴν Γαλιλαίαν, τουτέστι, πρὸς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, ἐκ πλαγίων ἐσφάζετο τοῦ θυσιαστηρίου τὸ ἐν τύπῳ ληφθὲν εἰς θυσίαν πρόβατον, ἵνα ὑποβλέψῃ πρὸς βοῤῥᾶν, κατ' ἐκεῖνο τὸ εἰρημένον ὑπὸ τοῦ ψαλμῳδοῦ περὶ Χριστοῦ "Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὰ ἔθνη ἐπιβλέπουσιν." Ἐπειδὴ δὲ καὶ παραιτεῖσθαί φησιν ὁ μακάριος Εὐαγγελι στὴς τὸ συνεῖναι τοῖς Ἰουδαίοις αὐτὸν, ἐπείπερ αὐτὸν ἀνε λεῖν ἐβουλεύοντο, τοῖς εἰρημένοις ἐκεῖνο προσθήσομεν, ὡς οὐ δειλίας ἔγκλημα τὴν ἀναχώρησιν λογιούμεθα τοῦ Χριστοῦ, ἀλλ' οὐδὲ ἀσθενείας διὰ τοῦτο κατηγορήσομεν τοῦ πάντα ἰσχύοντος, τὸν δὲ τῆς οἰκονομίας ἀποδεξόμεθα τρόπον· ἔδει γὰρ οὐ πρόωρον, ἀλλ' ἐν καιρῷ τῷ ἰδίῳ τὸν ὑπὲρ πάντων ὑπομεῖναι σταυρόν. Εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ Μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρή σωσι τὰ ἔργα ἃ ποιεῖς· οὐδεὶς γάρ τι ἐν κρυπτῷ ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παῤῥησίᾳ εἶναι. εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ. οὐδὲ γάρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. Οὔπω τὸν ἐνοικήσαντα τῇ ἁγίᾳ σαρκὶ Θεὸν Λόγον ἐπιγι νώσκοντες οἱ νομισθέντες τοῦ Σωτῆρος ἀδελφοὶ, ἀλλ' οὐδὲ εἰδότες κατ' ἐκεῖνο καιροῦ, καθ' ὃν τὰ τοιαῦτά φασιν, ὅτι 1.583 γέγονεν ἄνθρωπος, μικρὰς ἔτι τὰς διαλήψεις ἔχουσι περὶ αὐτοῦ, καὶ πολὺ μετριώτερα τῆς ἐνούσης αὐτῷ χάριτός τε καὶ ὑπεροχῆς φαντάζονται, πλέον μὲν τῶν ἄλλων ὁρῶντες οὐδὲν, ταῖς δὲ κοιναῖς ἐπ' αὐτῷ διαπαιζόμενοι δόξαις, οἰόμενοί τε κατὰ τὸ ἀληθὲς ἐκ πατρὸς γεγεννῆσθαι καὶ αὐτὸν τοῦ Ἰωσὴφ, καὶ τὴν κεκρυμμένην οὐχ ὁρῶντες τοῦ μυστηρίου κατασκευήν· πολλῶν γὰρ, ὡς εἰκὸς, λεληθότως θαυματουργουμένων παρὰ Χριστοῦ κατὰ τὴν Γαλιλαίαν, κενῆς ἐφίεσθαι δόξης αὐτὸν ἀναπείθουσι, καὶ ὡς μέγα τι χρῆμα τὸ ἐκ τῶν ὁρώντων ἀποδέχεσθαι θαῦμα συμβου λεύουσιν, ὡς τούτου γε ἕνεκα καὶ μόνου τὰς ἐφ' ἑκάστῳ τῶν τελουμένων δυνάμεις ἐνεργεῖν ἐθέλοντος αὐτοῦ, ἵνα δὴ μόνον παρὰ τοῖς ὁρῶσιν ἀξιάγαστος εἶναι δοκῇ, καὶ τοῖς ἐξ ἀν θρώπων ἐπαίνοις ἐναβρύνηται, κατά τινας τῶν φιλοδοξεῖν εἰωθότων. ὅρα γὰρ ὅπως ἀναβαίνειν αὐτῷ συμβουλεύουσιν εἰς τὴν Ἰουδαίαν, ἐν αὐτῇ δὲ μᾶλλον τερατουργεῖν, οὐχ ἵνα πιστεύωσιν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, ἀλλ' ἵνα θεωρήσωσι τὰ ἔργα ἃ ποιεῖ. εἰ γὰρ βούλει γινώσκεσθαι, φασί· τοῦτο γὰρ τὸ εἶναι ἐν φανερῷ· μὴ λεληθότως ἔσο μεγαλουργὸς μηδὲ, ἐν τῷ δύνασθαι πάντα δρᾶν ὑπάρχων ἐκπρεπὴς, φεῦγε τὴν παῤῥησίαν· ἔσῃ γὰρ οὕτω τῷ κόσμῳ γνώριμος καὶ ἐν τοῖς ὁρῶσι περιφανέστερος. λόγος μὲν οὖν ὁ παρ' ἐκείνων ἐν τούτοις. ἐπισημαίνεται δὲ χρησίμως ὁ σοφώτατος Εὐαγγε λιστὴς, ὡς οὔπω πεπιστεύκεισαν εἰς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· καὶ γὰρ ἦν ὄντως τῶν ἀτοπωτάτων ἐπὶ τοῖς οὕτω ψυχροῖς καταγινώσκεσθαι λόγοις, τοὺς ἤδη διὰ τῆς πίστεως τὴν θεοπρεπῆ περὶ αὐτοῦ λαβόντας ἐπίγνωσιν. ἀλλὰ τότε μὲν οὔπω πεπιστευκότες λαλοῦσι σοφῶς· ἐπειδὴ δὲ πεπι στεύκασι τὸ μέγα περὶ αὐτοῦ συνέντες μυστήριον, εἰς τοῦτο θεοσεβείας τε καὶ ἀρετῆς ἀνατρέχουσιν, ὡς καὶ ἀποστόλους 1.584 χρηματίσαι, καὶ διαπρεπῆ κτήσασθαι τὴν εὐλάβειαν. ἔχεις καὶ τοῦτο διὰ τῆς τῶν προφητῶν προᾳδόμενον φωνῆς. καὶ γοῦν ὁ μακάριός φησιν Ἱερεμίας, ὡς πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν "Ὅτι καὶ οἱ ἀδελφοί σου καὶ ὁ οἶκος "τοῦ πατρός σου, καὶ οὗτοι ἠθέτησάν σε, καὶ αὐτοὶ ἐβόησαν, "ἐκ τῶν ὀπίσω σου ἐπισυνήχθησαν· μὴ πιστεύσῃς ἐν "αὐτοῖς, ὅτι λαλήσουσι πρὸς σὲ καλά." οἱ γὰρ πρὸ τῆς πίστεως ἀθετήσαντες ἀδελφοὶ, καὶ διὰ τῶν ἀρτίως ἡμῖν εἰρημένων, μονονουχὶ καὶ καταβοᾶν ἐπιχειροῦντες αὐτοῦ, συνήχθησαν διὰ πίστεως, λελαλήκασί τε καλὰ περὶ αὐτοῦ, καὶ προσωφελοῦντες ἑτέρους, καὶ τοῖς περὶ τῆς πίστεως ἐπαγωνιζόμενοι λόγοις. ἐπαγρύπνως δὲ λίαν ὁ προφήτης ἀδελφοὺς ὀνομάσας, ἐπιφέρει χρησίμως Ὁ οἶκος τοῦ πατρός σου, ἵνα μὴ καὶ αὐτοὶ γεγονότες νοοῖντό πως ἐκ τῆς ἁγίας παρθένου, μᾶλλον δὲ ὡς ἐκ μόνου πατρὸς τοῦ Ἰωσήφ. Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. Ἐπεσκιασμένος ἀεὶ τοῦ Σωτῆρος ὁ λόγος· οὕτω γὰρ γέγραπται περὶ αὐτοῦ, ὅτι "καὶ ἔσται ὁ ἄνθρωπος κρύπτων "τοὺς λόγους αὐτοῦ." ὅτι δὲ καὶ τοῦτο χρησίμως ἐπετη δεύετο, τίς τῶν εὖ φρονούντων οὐκ ἐρεῖ; οὔπω τοιγαροῦν παῤῥησίας ἀκράτου καιρὸς, φησὶν, ἀλλ' οὐδὲ ἀναδείξεως τῆς εἰς ἅπαντας ἀπημφιεσμένως οὕτω τῆς Ἰουδαίων διανοίας πεπαινομένης εἰς σύνεσιν, ὡς δίχα θυμοῦ καὶ ὀργῆς τοὺς παρ' ἐμοῦ δύνασθαι χωρῆσαι λόγους· ἀλλ' οὐδὲ ὅλως γνωρίζεσθαί με τῷ κόσμῳ νῦν ἐφίησιν ὁ καιρὸς, οὔπω παντελῶς ἀποφοιτώντων τῆς χάριτος Ἰουδαίων, ἀλλ' οὐδὲ οὕτως ἐμπαροινησάντων εἰς ἐμὲ, ὡς ἤδη χρῆναι λοιπὸν μεθορμίσασθαι πρὸς ἑτέρους. οὔπω τοιγαροῦν διὰ ταῦτα 1.585 τὸν ἑαυτοῦ φησι παρεῖναι καιρὸν, παρεῖναι δὲ λέγει τὸν ἐκείνων, καὶ ἐν ἑτοίμῳ δὲ κεῖσθαι διὰ παντός· ἐξεῖναι γὰρ τοῖς ἐν κόσμῳ φαμὲν τὸ δοκοῦν ἐπιτελεῖν παραποδίζοντος ἀναγκαίου μηδενὸς, ἢ καὶ εἰς πρόσκαιρον καλοῦντος οἰκονο μίαν πρὸς τὸ χρῆναί τι δρᾶν ἢ μὴ συμβουλεύουσαν, ὥσπερ οὖν ἦν ἀμέλει καὶ ἐπὶ Χριστοῦ· ἄλλωστε τῶν τὴν ἐν κόσμῳ ζωὴν ἑλομένων, ἀνειμένη τις ἐστὶν ἡ δίαιτα, καὶ φροντίδος τῆς ἐπιπονωτέρας ἀπηλλαγμένη, προκείμενον ὥσπερ ἀεὶ καὶ ἡπλωμένον εἰσφέρουσα τὸν ἐπὶ τοῖς ἡδίστοις καιρὸν καὶ ἐφ' ὅπερ ἂν βούλωνται βαδίζειν, ἑτοίμως τοῖς αὐτῇ χρωμένοις ἐπιτρέπουσα. Οὐκοῦν τῶν μὲν ἀναγκαίως οἰκονομίαις πραγμάτων ὑπο κειμένων, καιρὸς οὐχ ἅπας εἰς τὸ δρᾶν ἃ προσῆκεν ἐπιτήδειος, ἀλλ' ὁ πρέπων ἑκάστῳ τῶν τελουμένων, καὶ ὥσπερ ἂν ἡ τοῦ πράγματος ἀπαιτοίη φύσις· τῷ δὲ ἀπολύτως ἑλομένῳ βιοῦν, ἐπικείσεται μὲν τοιοῦτον οὐδέν· ἑτοιμοτάτη δὲ μᾶλλον καὶ ἀνειμένη παντελῶς, ἡ ἐφ' ὅπερ ἂν ἐθέλωσιν ἰέναι πάροδος. Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς, ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. Χαριέντως σφόδρα καὶ νῦν ὁ Σωτὴρ κοσμικώτερον ἔτι φρονοῦντας καὶ διακειμένους ἐλέγχει τοὺς ἀδελφοὺς, καὶ δευτέραν ὥσπερ ἀπολογίαν τέχνῃ κεράσας εἰσφέρει, δι' ἧς οὐχ ὅπως οὐκ ἐγνωκότας αὐτοὺς τίς κατὰ φύσιν ἐστὶν ἀποδείκνυσιν, ἀλλ' ἔτι τοσοῦτον τῆς εἰς αὐτὸν ἀγάπης ἐξῳκισμένους, ὡς ἑλέσθαι διαζῆν οὐκ ἀπᾳδόντως τοῖς τὸν ἐν κόσμῳ θαυμάζουσι βίον, καὶ οὐχὶ μᾶλλον τὸν ἐν ἀρετῇ. ἦν γὰρ δὴ καὶ ὄντως ἀτοπώτατον τοῖς μὲν ἄλλοις ἅπασι 1.586 προσλαλεῖν τὰ συμφέροντα, περιστολῆς ἁπάσης τῆς ἐπὶ τούτῳ παρῃρημένης· τοῖς δὲ εἶναι δοκοῦσιν ἀδελφοῖς, μὴ οὐχὶ πολλῷ καὶ πλείονι χαρίζεσθαι μέτρῳ, τὰ ἐφ' οἷς ἔμελλον οὐ μετρίως ὠφελούμενοι μανθάνειν ἔχοντες ἤδη τῆς σοφίας τὸν χορηγόν. ἔθος δὲ τοῦτο τῷ Σωτῆρι Χριστῷ· δραξάμενος γὰρ εὐκαίρου προφάσεως ἔσθ' ὅτε, μακρὰς τοῖς ἀκροωμένοις ἐξυφαίνει τὰς κατηχήσεις. ἀεὶ τοιγαροῦν, φησὶ, φίλον ἑκάστῳ τὸ συγγενὲς, καὶ ἡ τοῦ τρόπου ταυτότης παραδόξως συνάγει πρὸς διάθεσιν. ὁ κόσμος ὑμᾶς οὐ μισεῖ· φρονεῖτε γὰρ ἔτι τὰ αὐτοῦ· ἐμὲ δὲ μισεῖ, οὐχ ἡδέως ἔχων ἐφ' οἷς ἂν ἀσχημονῇ παρ' ἐμοῦ κατηγορούμενος· οὐκοῦν ἀκινδύνως ἐπελεύσεσθε μὲν ὑμεῖς ἐπὶ τήνδε τὴν ἑορτὴν, ἐγὼ δὲ οὐκέτι. διαλέξομαι γὰρ πάντως καὶ ἐρῶ παρὼν τὰ συμφέροντα, πικρὸς δὲ τοῖς φιληδόνοις ὁ ἔλεγχος, καὶ πρὸς ὀργὴν ἀνα καῦσαι δεινὸς τὸν ὅτι προσήκοι σωφρονεῖν οὐ καταδε χόμενον. Ὠφελεῖ δὲ πάλιν καὶ διὰ τούτων ἡμᾶς τῶν ῥημάτων ὁ Κύριος· καὶ γὰρ δὴ ποιεῖσθαι τοὺς ἐλέγχους οὐκ ἀπερι σκέπτως συμφέρει, οὐδὲ εἰς πάντας ἐκφέρειν μετ' ἐπιπλή ξεως τὴν ὑφήγησιν, ἀλλ' εἰδέναι τὸ γεγραμμένον "Μὴ "ἔλεγχε κακοὺς, ἵνα μὴ μισήσωσί σε," ὅτε τὸ μῖσος ἡμῖν οὐκ ἀζήμιον, εἰς ὦτα δὲ μᾶλλον ἀκουόντων ἐπείγεσθαι λαλεῖν, κατὰ τὸ γεγραμμένον. φιλαμαρτήμων μὲν γὰρ ὁ κόσμος ἐστὶν, ἐπανορθωτὴς δὲ τῶν οὐ δεόντως ἐπιτελου μένων ὁ Κύριος· δι' ἐλέγχου δὲ πολλάκις ποιεῖσθαι προσήκει τὴν ἐπανόρθωσιν· τὸ γὰρ ὅλως καταλέγειν τῆς ἁμαρτίας, ἐπιτιμᾶν ἐστι τοῖς ἀγαπῶσιν αὐτὴν, καὶ τὸ τῆς φαυλότητος κατηγορεῖν, ἐπιπλήττειν ἐστὶ τοῖς ἔχουσιν αὐτήν. ὅταν οὖν ἀνάγκη μὲν εἰς τὸ ἐλέγχειν καλῇ τὸν διδάσκοντα, καὶ ὁ τῆς θεραπείας τρόπος διὰ τούτων ἰέναι κελεύῃ, χαλεπαίνῃ δὲ 1.587 λίαν ὁ διὰ τῶν ἐλέγχων ἀβουλήτως παιδαγωγούμενος, τότε δεῖ πάντως τὰ ἐκ μίσους ἀναφύεσθαι κακά. διὰ τοῦτό φησιν ὁ Σωτὴρ ἑαυτὸν μισεῖσθαι παρὰ τοῦ κόσμου, ὡς οὔπω χωρεῖν ἰσχύοντος τὴν μετ' ἐπιπλήξεως παραίνεσιν, ὅταν καὶ τοῦτο προσήκῃ γενέσθαι διὰ τὸ χρήσιμον. νοῦς γὰρ ἐπὶ ταῖς εἰς τὸ φαῦλον ἡδοναῖς τυραννούμενος, χαλε παίνει δὴ πάντως τὸν ὅτι προσήκοι σωφρονεῖν ἀναπείθοντα λόγον. ταῦτα δέ φησιν ὁ Σωτὴρ οὐκ ἀποφήσας παντελῶς τὴν ἐν τοῖς Ἱεροσολύμοις ἀποδημίαν, οὐδὲ πρὸς ἐλέγχους ἀπειρηκὼς τοὺς οἵπερ ἂν φαίνοιντο τοῖς ἁμαρτάνουσι χρή σιμοι, ἀλλ' ἐν καιρῷ τῷ δεόντι δρᾶν καὶ τοῦτο μετὰ τῶν ἄλλων διανοούμενος. σημειωτέον δὲ ὅτι καὶ τοῖς ἑαυτοῦ μαθηταῖς τοιοῦτόν τι φησί. παραμυθούμενος γὰρ, καὶ οὐ σφόδρα τοῖς ἐπισυμβήσεσθαι μέλλουσιν ἐπασχάλλειν διδά σκων, ὅταν αὐτὸν τῇ οἰκουμένῃ κηρύττωσι, καὶ μυρίοις διὰ τοῦτο περιπίπτωσι πειρασμοῖς "Εἰ ἦτε, φησὶν, ἐκ τοῦ "κόσμου, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ἐπειδὴ δὲ ἐκ τοῦ "κόσμου οὐκ ἐστὲ, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος." κόσμον ἐν τούτοις οὐ τὴν ὁρωμένην κτίσιν ἀποκαλῶν, μᾶλλον δὲ τοὺς φρονοῦντας τὰ ἐν κόσμῳ· οἷς δὴ καὶ λίαν ὁ μὲν τῶν ἴσων οὐκ ἐραστὴς, σκληρὸς καὶ προσάντης καὶ ἐν ἐχθροῦ τινος τάξει λελόγισται· συγγενὴς δὲ καὶ φίλος ὁ συνεθε λητὴς, καὶ τῇ τοῦ βίου ταυτότητι πρὸς ἰσοτροπίαν τὴν ἐπ' αἰσχροῖς συσφιγγόμενος. Ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτὴν ταύτην· ἐγὼ οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ ἐμὸς καιρὸς οὔπω πεπλήρωται. Ἀποφάσκει μὲν ἤδη σαφῶς τὸ βούλεσθαι τοῖς Ἰουδαίοις συνεορτάζειν ὁ Κύριος, ἤγουν ἰέναι κατὰ ταὐτὸν, ὡς συμμε 1.588 θέξων ἐκείνοις τῆς ἐν σκιαῖς εὐθυμίας. τὸ γὰρ ἅπαξ εἰρη μένον, ὡς πρὸς ὀλίγους, καίτοι νομισθέντας ἀδελφοὺς, εἰς ὅλον δυνάμει διαδραμεῖται τὸ γένος τὸ ἐξ Ἰσραήλ. οὐ γὰρ δή τις ἐρεῖ τὸ συνεῖναι τοῖς ἀδελφοῖς δι' αὐτούς γε κυρίως παραιτεῖσθαι τὸν Ἰησοῦν, ὡς δὲ καὶ συνὼν ἐν τῇ Γαλιλαίᾳ φαίνεται· ὑποτοπητέον δὲ, ὅτι καὶ οὐκ ἀπὸ σκοποῦ διὰ τὴν τοῦ γένους τοῦ κατὰ σάρκα παρὰ πολλοῖς ὑπόνοιαν καὶ ὁμέστιος ἦν. πρόδηλον οὖν, ὅτι καθάπερ ἐν τύπῳ τοῖς ἀδελφοῖς ὅλης τῆς Ἰουδαίων πληθύος εἰσφερομένης, τὸ συνεορτάζειν αὐτοῖς ἀποφεύγει Χριστὸς, κατὰ τὸ εἰρημένον δι' ἑνὸς τῶν ἁγίων προφητῶν "Μεμίσηκα, ἀπῶσμαι τὰς "ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν "ὑμῶν· διότι καὶ ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ "θυσίας, οὐ προσδέξομαι αὐτὰ, καὶ σωτηρίου ἐπιφανείας "ὑμῶν οὐκ ἐπιβλέψομαι· μετάστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν "σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι·" "Πνεῦμα "γὰρ ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι "καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν," κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν. ὑπάρχων δὲ πνεῦμα, πνευματικαῖς ἂν εἰκότως τιμαῖς καὶ δωροφορίαις ἐφήδοιτο, ὧν καὶ εἰς τύπον διὰ τῆς νομικῆς ἐντολῆς βουθυσίαι τε καὶ μηλοσφαγίαι, καὶ λιβάνου πρὸς τούτοις, σεμιδάλεώς τε καὶ οἴνου καὶ ἐλαίου προσκομιδαὶ τεταγμένως ἐγίνοντο, τὸ πολυειδὲς τῆς ἀρετῆς τῶν προσ κυνούντων ἐν πνεύματι δι' ἐμφανεστέρων σχημάτων κατα μηνύουσαι. ὑμεῖς τοιγαροῦν, φησὶν, οἱ τὴν σκίαν ἀγαπῶντες ἔτι, παχύτερόν τε καὶ Ἰουδαϊκῶς διακείμενοι περὶ τούτων, ἀνάβητε πρὸς τὴν ἐν σκιαῖς καὶ τύποις πανήγυριν· ἐμοὶ δὲ οὐχ οὕτως ἑορτάζειν ἡδύ· πρὸς ταύτην οὐκ ἄνειμι τὴν ἑορτὴν, τὴν ἐν τύπῳ δηλονότι καὶ σχήματι· ἔχω γὰρ ἐν αὐτῇ τὸ 1.589 τέρπον οὐδέν· περιμένω δὲ μᾶλλον τῆς ἀληθοῦς πανηγύρεως τὸν καιρὸν, ὃς οὔπω πεπλήρωται. τότε γὰρ τότε, φησὶ, τοῖς ἐμοῖς θιασώταις συνέσομαι χαίρων ἐν τῇ λαμπρότητι τῶν ἁγίων, τῇ τοῦ Πατρὸς δόξῃ, τὴν εἰς ἄκρον ἀπαστράπτων φαιδρότητα. ἑαυτοῦ δέ φησι, καὶ ὡς ἴδιον ἀποκαλεῖ τὸν καιρόν· αὐτοῦ γὰρ ἡ ἑορτὴ, αὐτὸς ὁ πανηγυριάρχης ἐστίν. αὐτῷ γὰρ αὐτὴν καὶ ὁ μακάριος Ἱερεμίας ἀνετίθει λέγων τοῖς κατημεληκόσι τῆς εἰς Θεὸν εὐσεβείας, καὶ ἐν τῷ μηδενὶ πεποιημένοις τὸ βούλεσθαι διαπρέπειν ἐν ἀγαθοῖς "Τί ποιή "σετε ἐν ἡμέρᾳ πανηγύρεως, καὶ ἐν ἡμέραις ἑορτῆς Κυρίου;" οἱ γὰρ ὅλως, φησὶ, τὸ ὑπὲρ τῆς ἀρετῆς ἱδροῦν παραιτού μενοι, καὶ τὸ λαμπρὸν τῆς εἰς Θεὸν ἀγάπης ἄμφιον οὐκ ἔχοντες, τί ποιήσετε ἐν ἡμέρᾳ πανηγύρεως, πῶς εἰσελεύ σεσθε πρὸς τὴν θείαν τε καὶ οὐράνιον ἑορτὴν, ἢ πῶς ἂν ὑμᾶς ὁ τοῦ δείπνου δεσπότης οὐκ ἂν εὐλόγως ἐξώσειε τοῦ φαιδροτάτου τῶν κεκλημένων χοροῦ λέγων "Ἑταῖρε, πῶς "εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου;" τούτῳ δ' ἂν εἴη συγγενὲς καὶ τὴν ἴσην ἡμῖν εἰσκομίζον διάνοιαν τὸ παρὰ τῷ προφήτῃ κείμενον Ζαχαρίᾳ "Καὶ ἔσται γὰρ, φησὶν, ὅσοι "ἂν καταλειφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν τῶν ἐλθόντων "ἐπὶ Ἱερουσαλὴμ, καὶ ἀναβήσονται κατ' ἐνιαυτὸν τοῦ "προσκυνῆσαι τῷ βασιλεῖ Κυρίῳ παντοκράτορι καὶ τοῦ "ἑορτάζειν τὴν ἑορτὴν τῆς σκηνοπηγίας." ἀναβήσεσθαι δὲ τοὺς καταλειφθέντας φησὶν ἐπὶ τὴν τοῦ μεγάλου βασιλέως προσκύνησιν, καὶ πρὸς ἀποπλήρωσιν τῆς ἑορτῆς τῆς σκηνο πηγίας. πολλῶν γὰρ διὰ τῆς χάριτος κεκλημένων, οἱ πρὸς τὴν ἄνω πόλιν ἀναβαίνοντες οὐ πολλοί· ὀλίγοι γὰρ οἱ ἐκλεκτοὶ, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, ἐκ παντὸς δηλονότι ληφθέντες ἔθνους. ἀναβήσονται δὲ λέγων ἐπὶ τῷ προσ 1.590 κυνεῖν, οὐκέτι τὴν νομικὴν, μᾶλλον δὲ τὴν ἐν πνεύματι λατρείαν ἐπιτελοῦντας ἐπιδεικνύει, καὶ πληροῦντας ἑορτὴν τὴν ἐπὶ σκηνοπηγίᾳ τῇ κατ' ἀλήθειαν, μονονουχὶ τὸ ἐν ψαλμοῖς ἐκεῖνο λιγυρῶς ἀνιέντας μέλος "Εὐλογητὸς Κύριος, "ὅτι εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου. ἐπ' αὐτῷ "ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην καὶ ἀνέθαλεν ἡ "σάρξ μου·" ἀνεθάλη γὰρ ἡ σὰρξ, καὶ εἰσαῦθις ἀναβιώ σεται, καὶ οὐ δίχα Χριστοῦ· γέγονε γὰρ ἡμῖν αὐτὸς ἡ τῆς ἀναστάσεως ἀρχὴ, καὶ τῆς ἀληθεστέρας σκηνοπηγίας ἡ θύρα. καὶ τοῦτο ἦν ἄρα τὸ δι' ἑνὸς εἰρημένον τῶν ἁγίων προφητῶν καὶ "ἀναστήσω τὴν σκηνὴν ∆αυεὶδ τὴν πεπτω "κυῖαν." σκηνὴ γὰρ ἡ πεσοῦσα τοῦ ἐκ σπέρματος ∆αυεὶδ τὸ κατὰ σάρκα Χριστοῦ, πρώτη πρὸς ἀφθαρσίαν διὰ τῆς δυνάμεως τοῦ Θεοῦ καὶ Πατρὸς ἐξεγήγερται κατὰ τὸ εἰρη μένον πρὸς Ἰουδαίους δι' ἑνὸς τῶν ἀποστόλων περὶ αὐτοῦ "Τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ "ἔκδοτον λαβόντες διὰ χειρὸς ἀνόμων προσπήξαντες ἀνεί "λετε, ὃν ὁ Θεὸς ἀνέστησε λύσας τὰς ὠδῖνας τοῦ θανάτου, "καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ' αὐτοῦ·" καὶ πάλιν "Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεὸς, οὗ πάντες "ἡμεῖς ἐσμεν μάρτυρες." ὅτι γὰρ ἔθος τῇ ἁγίᾳ γραφῇ, τὸν ἐκ ∆αυεὶδ κατὰ σάρκα Χριστὸν, ∆αυεὶδ ἀποκαλεῖν, χαλεπὸν οὐδὲν συνιδεῖν. Ταῦτα εἰπὼν αὐτὸς ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ· ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ εἰς τὴν ἑορτὴν, τότε καὶ αὐτὸς ἀνέβη, οὐ φανερῶς, ἀλλ' ὡς ἐν κρυπτῷ. Ἐμφιλοχωρεῖ τῇ Γαλιλαίᾳ, καὶ τῆς Ἰουδαίων χώρας ἐξωστρακισμένος, ἥδιόν τε καὶ ἀσφαλέστερον διαιτᾶται Χριστὸς, ἵνα πάλιν τῶν εἶναι δοκούντων νομομαθῶν εὐγενε 1.591 στέρα φαίνηται, καίτοι λίαν ἀπαίδευτος οὖσα τῶν ἐθνῶν ἡ πληθὺς, διὰ τὴν ἔτι συνέχουσαν πλάνην. σημαίνει δὲ διὰ τούτου καὶ τὴν εἰς αὐτὰ δικαίαν ἀγάπησιν, καὶ τὴν ἐπὶ τοῖς ἐξ Ἰσραὴλ εὐλογωτάτην ἀπέχθειαν. πῶς γὰρ οὐκ ἔμελλεν "ὁ πάντα γινώσκων πρὶν γενέσεως αὐτῶν," οὕτω διατεθή σεσθαι, ὡς ἀγάπης μὲν ἤδη τῆς θείας ἀξιοῦν τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, καλουμένην οὕτως εὐπετῶς ἐπὶ τῷ πιστεύειν αὐτῷ, ἀποσείεσθαι δὲ λοιπὸν καὶ καταμυσάττεσθαι δικαίως ὡς ἀγνώμονα τὴν Ἱερουσαλήμ· ὅς γε καὶ πρὸ αὐτῶν τῆς ἐπιδημίας τῶν χρόνων, ἐπιθυμῆσαι μὲν λέγεται τοῦ κάλλους αὐτῆς, κατὰ τὴν τοῦ ψάλλοντος ἀναφώνησιν, πόρνην δὲ καὶ μοιχαλίδα, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων, τὴν σκληροτρά χηλον Ἱερουσαλὴμ ἀπεκάλει; σαφέστατα γοῦν διὰ μὲν τοῦ προφήτου φησὶν Ἱεζεκιὴλ πρὸς αὐτήν "∆ιὰ τοῦτο πόρνη "ἄκουε λόγον Κυρίου·" διὰ δὲ τῆς Ἱερεμίου φωνῆς ὡς μοιχαλίδα καταιτιᾶται βοῶν ὅτι "Καθὼς ἀθετεῖ γυνὴ εἰς "τὸν συνόντα αὐτῇ, οὕτως ἠθέτησεν εἰς ἐμὲ οἶκος Ἰσραὴλ, "λέγει Κύριος." ὡς οὖν ἤδη κατὰ πρόγνωσιν τὴν ἐκ προ μηθείας θεοπρεποῦς, τῆς μὲν ἐξ ἐθνῶν Ἐκκλησίας περια θρήσας τὸ κάλλος, τῆς δὲ τῶν Ἰουδαίων συναγωγῆς τὴν ἐν φαυλότητι τρόπων αἰσχρότητα, τὴν μὲν ἤδη προαγαπᾷ καὶ προεισοικίζεται, καθάπερ τινὰ νύμφην ἐπὶ παστῷ, ἐπὶ δὲ τῇ ἑτέρᾳ προαπεχθάνεται, τὸ τελείως ἑκατέρᾳ χρεωστούμενον καιρῷ τηρήσας τῷ δέοντι. οὔτε γὰρ πρόωρον τοῖς ἐξ Ἰσραὴλ ὁλοκλήρως ἐπάγει τὴν κόλασιν, οὔτε μὴν ὁλοσχερῶς ἑαυτὸν τῇ Γαλιλαίᾳ χαρίζεται πρὸ τοῦ σωτηρίου σταυροῦ· τότε γὰρ ἦν τοῦτο δρῶντα δικαίως ἐπ' εὐλόγοις αἰτίαις τῆς πρὸς ἐκείνους ἀγάπης ἀποφοιτᾶν. εἰρηκὼς τοιγαροῦν, ὡς οὐκ ἀναβήσεται πρὸς ταύτην τὴν ἑορτὴν, καὶ τοῖς ἀδελφοῖς ἐπιτρέψας, εἰ θελητὸν, ἰέναι, μόνος· παρεῖναι γὰρ οὔπω διε 1.592 βεβαιοῦτο καιρόν· ἄνεισι μετ' αὐτοὺς, οὐχ ἕτερα μὲν λέγων, πράττων δὲ οἷς ἂν λέγοι τὰ ἐναντία· τοῦτο γὰρ ἦν ἤδη καὶ ψεύδεσθαι, καίτοι δόλου, τουτέστι ψεύσματος, οὐχ ηὑρῆσθαι λεγομένου παντελῶς ἐν τῷ στόματι αὐτοῦ· ἀλλ' ὄντως ἐκεῖνο δρᾶν ὅπερ ὑπέσχετο προθυμούμενος. οὐ γὰρ ἀνα βαίνει συνεορτάσων, νουθετήσων δὲ μᾶλλον, καὶ ἐπείπερ εἰς τὸ σώζειν ἀφίκετο, τὰ εἰς ζωὴν ἀναφέροντα τὴν αἰώνιον ἐρῶν τε καὶ εἰσηγησόμενος. ὅτι γὰρ οὗτος ἦν ὁ σκοπὸς ἐν αὐτῷ, διδάξει σαφῶς τὸ μηδὲ τοῖς ἀνιοῦσιν ἐθελῆσαι συμβαδίζειν αὐτὸν, ἀνελθεῖν δὲ μόλις καὶ λεληθότως, οὐ παῤῥησίᾳ καὶ ἱλαρότητι χρώμενον τῶν ἰόντων ἐπὶ πανήγυριν. Καὶ γοῦν, ὅτε λοιπὸν ἐπὶ τὸ σωτήριον ἀνέβαινε πάθος, ἀνῆλθεν οὐ κεκρυμμένως, ἀλλὰ πώλῳ μὲν ἐποχούμενος εἰς τύπον τοῦ νέου λαοῦ, νηπίων δὲ προελαύνοντα δῆμον οὐκ εὐαρίθμητον ἔχων, σχῆμα πάλιν ἀποπληροῦντα τοῦ τεχθη σομένου λαοῦ, περὶ οὗ γέγραπται "Καὶ λαὸς ὁ κτιζόμενος "αἰνέσει τὸν Κύριον." ἀνεφώνει δὲ καὶ τὰ προβαδίζοντα βρέφη "Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὡσαννὰ "ἐν τοῖς ὑψίστοις." οὐκοῦν διὰ τοῦ λεληθότως ἀνελθεῖν, ἀποδεικνύει ὅτι συνεορτάσων μὲν οὐδαμῶς, προσδιαλεχθη σόμενος δὲ μᾶλλον αὐτοῖς εἰς Ἱεροσόλυμα παραγέγονεν ὁ Χριστός· ὡς γὰρ ἤδη προλαβόντες εἰρήκαμεν, οὔπω παν τελῶς τοῦ Ἰσραὴλ ἀπανίσταται, πρὶν ἂν θανάτῳ παραδοθεὶς, ἀξίως ἤδη φαίνηται τοῦτο ποιῶν. Τοῦ δὲ εἰπεῖν μὲν, ὡς οὐκ ἀναβήσεται, μετὰ δὲ τοῦτο μὴ παραιτεῖσθαι τὸ ἀνελθεῖν, εὑρήσεις καὶ πάλαι τὸν τύπον ἀποπληρούμενον ἐν βιβλίῳ τῷ ἐπίκλην Ἐξόδῳ. Μωυσῆς μὲν γὰρ ὁ θεοσπέσιός τε καὶ ἱερώτατος τὰς ἐν τῷ ὄρει διατριβὰς ἐποιεῖτο μετὰ Θεοῦ, τὸν δοθησόμενον παρ' αὐτοῦ περιμένων νόμον. ἐμοσχοποίει δὲ κατὰ τὴν ἔρημον τῆς εἰς Θεὸν 1.593 εὐσεβείας ὀλιγωρήσας ὁ Ἰσραήλ· ἀλλ' ὀργίζεται δικαίως ἐπὶ τούτοις ὁ νομοθέτης, καὶ τῆς ἐλαφρίας τῶν οὕτως ἑτοίμως ἐφ' ἃ μὴ προσῆκεν ἀποκλινάντων καταβοήσας, καὶ ἐξαναλώσειν εἰσάπαξ ἀπειλήσας αὐτοὺς, ἐν τελευταίοις φησὶ πρὸς τὸν ἅγιον Μωυσέα "Πορεύου καὶ ἀνάβηθι ἐντεῦθεν "σὺ καὶ ὁ λαός σου, οὓς ἐξήγαγες ἐξ Αἰγύπτου, εἰς τὴν "γῆν ἣν ὤμοσα τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ λέγων"Τῷ σπέρματι ὑμῶν δώσω αὐτὴν, καὶ συναποστελῶ πρὸ "προσώπου σου τὸν ἄγγελόν μου," εἶτα λέγει πρὸς αὐτὸν ὁ Μωυσῆς "Εἰ μὴ αὐτὸς συμπορεύσῃ μετ' ἐμοῦ, μή με ἀνα "γάγῃς ἐντεῦθεν· καὶ πῶς γνωστὸν ἔσται ἀληθῶς ὅτι "εὕρηκα χάριν παρὰ σοὶ, ἐγὼ καὶ ὁ λαός σου, ἀλλ' ἢ "συμπορευομένου σου μεθ' ἡμῶν; καὶ εἶπε Κύριος πρὸς "Μωυσῆν Καὶ τοῦτόν σοι τὸν λόγον ὃν εἴρηκας ποιήσω· "εὗρες γὰρ χάριν παρ' ἐμοί." ὁρᾷς ὅπως ἐπὶ μὲν τοῦ Ἰσραὴλ ἀποστασίᾳ λυπούμενος, οὐ συναναβήσεσθαι μὲν εἰς τὴν γῆν αὐτοῖς τῆς ἐπαγγελίας διισχυρίζετο, συναπο στέλλειν δέ τινα ἄγγελον ἔφασκεν, αἰδοῖ δὲ τῇ πρὸς Μωυσέα, καὶ τῇ τῶν πατέρων μνήμῃ τὴν συγγνώμην ἐπι διδοὺς, συμβαδιεῖσθαι πάλιν αὐτοῖς καθυπέσχετο. Ἀρνησάμενος τοιγαροῦν τὸ συνεορτάζειν Ἰουδαίοις, ὡς ἀλαζόσι καὶ ὑβρισταῖς, ὡς διὰ τῆς ἀρνήσεως ἀτιμάζουσι Θεὸν, ὥσπερ οὖν ἐκεῖνοι διὰ τῆς μοσχοποιίας, οὐ σφόδρα φιλονεικήσας τοῖς τῶν λυπούντων πταίσμασιν, ἀποπληρῶν δὲ μᾶλλον τὴν εἰς τοὺς ἁγίους πατέρας ὑπόσχεσιν, ἄνεισι διδάξων, καὶ τὰ εἰς σωτηρίαν αὐτοῖς παραθήσων μαθήματα, οὐκ ἀγγέλῳ τὴν τοιαύτην ἐπιτρέψας διακονίαν, ὥσπερ οὖν οὐδὲ τότε, αὐτουργὸς δὲ μᾶλλον καὶ εἰς τὴν τῶν ἀχαρίστων σωτηρίαν γιγνόμενος. 1.594 Οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον Ποῦ ἐστιν ἐκεῖνος; Ἐρευνῶσιν Ἰουδαῖοι τὸν Ἰησοῦν, οὐχ ἵνα εὑρόντες πιστεύσειαν· ἢ γὰρ ἂν καὶ τὸ ζητεῖσθαι φθάσας ἑαυτὸν προσεκό μιζε κατὰ τὸ παρ' αὐτοῦ λεγόμενον "Εὑρέθην τοῖς ἐμὲ μὴ "ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν·" ἀλλ' ἐκ πολλῆς ἄγαν τῆς παρανομίας εἰς τὴν Ἑλλήνων εἰκαιοπονίαν κατολισθαίνοντες, καὶ τὰ ἐκείνοις συνήθη ζηλώ σαντες μᾶλλον, ἤπερ τὰ δι' ὧν εἰκὸς ἦν διὰ τῆς ἄνωθεν καταλαμπρύνεσθαι χάριτος. Ἑλλήνων μὲν γὰρ οἱ δοκοῦντες εἶναι συνετοὶ, καὶ τῆς κοσμικῆς καὶ δαιμονιώδους σοφίας ἀναπεπλησμένοι, μακροὺς καὶ πικροὺς ἀναλίσκοντες λόγους, καὶ κύκλους θεωρημάτων εἰκαίων ἑλίττοντες, ἱστόν τε ἀρά χνης κατὰ τὸ γεγραμμένον ὑφαίνοντες, τὴν ἀλήθειαν, ἤτοι τὸ ἀγαθὸν, ἢ τὸ δίκαιον ὅ τι ποτὲ κατὰ φύσιν ἐστὶν, προσ ποιοῦνται ζητεῖν, καὶ μόνην ὥσπερ σκιὰν τῆς ἀληθοῦς γνώσεως ἑαυτοῖς ἀναπλάττοντες, ἄγευστοι παντελῶς τῆς ἐν ἔργοις διατελοῦσιν ἀρετῆς, καὶ τῆς ἄνωθέν τε καὶ ὄντως σοφίας ἔρημοι διαμένοντες, ἐπ' οὐδενὶ τῶν χρησίμων ἔσθ' ὅτε τὰ μέχρι λόγων ποιοῦνται γυμνάσματα. Ἰουδαῖοι δὲ πάλιν, οἱ τῆς ἐκείνων ἀμαθίας ἀδελφοὶ καὶ γείτονες, ἀνα ζητοῦσι τὸν Ἰησοῦν, οὐχ ἵν' εὑρόντες πιστεύσωσιν, ὡς ἡ τῶν πραγμάτων ἔδειξε φύσις, ἀλλ' ἵνα πολλαῖς αὐτὸν λοιδορίαις κατακοντίζοντες, τὴν ἄσβεστον ταῖς ἑαυτῶν κεφα λαῖς ἐποίσειαν φλόγα. καὶ καθ' ἕτερον δὲ τρόπον, εἰκαιο τάτην αὐτοὺς ποιεῖσθαι τὴν ζήτησιν οἰησόμεθα πάλιν. μόνον γὰρ ὅτι μὴ πάρεστι προσποιοῦνται ζητεῖν. παρεῖναι γὰρ ἔδει, φασὶ, τοῖς ἑορτάζουσι τὸν θαυματουργὸν, τὸ ἐν τέρψει μᾶλλον ἡδὺ, καὶ οὐχὶ πάντως τὴν ἐκ τοῦ θαυμάζειν ὠφέλειαν θηρώμενοι· νομομαθείας δὲ δόξαν ἠμφιεσμένοι, 1.595 καὶ πεπαιδεῦσθαι τοῖς ἱεροῖς γράμμασιν οὐ μετρίως οἰόμενοι, τῆς προφητικῆς ἀμνημονοῦσι φωνῆς, ἐχούσης ὧδε "Ζητή "σατε τὸν Θεὸν, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε· "ἡνίκα ἂν ἐγγίζῃ ὑμῖν, ἀπολιπέτω ὁ ἀσεβὴς τὴν ὁδὸν αὐτοῦ "καὶ ἀνὴρ ἄνομος τὴν βουλὴν αὐτοῦ καὶ ἐπιστραφήτω ἐπὶ "Κύριον, καὶ ἐλεηθήσεται." ὁρᾷς ὅπως οὐκ ἐξαρκέσει πρὸς σωτηρίαν τὸ μόνον ζητεῖν, ἀλλ' εὑρόντας ἀνάγκη καὶ ἐπι στρέφειν, δι' ὑπακοῆς δηλονότι καὶ πίστεως; οὕτω δὲ ἦν ἀνασώζεσθαι τὸν ἀμαθῆ καὶ δυσάγωγον τῶν Ἰουδαίων λαόν· ἐπειδὴ δὲ κἀν τούτῳ λίαν ἀσυνετοῦντες ἁλίσκονται, λοιπὸν εὐλόγως ἀκούσονται "Πῶς ἐρεῖτε ὅτι σοφοί ἐσμεν ἡμεῖς, "καὶ λόγος Κυρίου μεθ' ἡμῶν ἐστιν; εἰς μάτην ἐγενήθη "σχοῖνος ψευδὴς γραμματεῦσιν. ᾐσχύνθησαν σοφοὶ, ἐπτοή "θησαν, ἑάλωσαν. σοφία τίς ἐστιν ἐν αὐτοῖς; ὅτι τὸν "λόγον Κυρίου ἀπεδοκίμασαν." πῶς γὰρ οὐκ ἀπεδοκί μασαν, οὐ παραδεξάμενοι, ἢ πῶς οὐκ ἀτιμάζουσι, τό Ποῦ ἐστιν ἐκεῖνος, ἀπαιδεύτως περὶ αὐτοῦ λέγειν οὐ παραιτού μενοι; ἀπονοουμένων γὰρ τό Ἐκεῖνος, καὶ οὔπω θαυμάζειν ἀξιούντων αὐτὸν, καίτοι διὰ πολλῆς ἄγαν τῆς μεγαλουργίας ἐκπρεπεστάτην ἔχειν ὀφείλοντα παρ' αὐτοῖς τὴν ὑπόληψιν. Καὶ γογγυσμὸς περὶ αὐτοῦ ἦν πολὺς ἐν τοῖς ὄχλοις. οἱ μὲν ἔλεγον ὅτι ἀγαθός ἐστιν· ἄλλοι δὲ ἔλεγον Οὒ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. ∆υσθήρατον μὲν ἀεί πως καὶ δυσεύρετόν ἐστι τὸ ἀγαθὸν, καὶ τὸ δύνασθαι τῆς ἀληθείας τὸ κάλλος ἰχνηλατεῖν δυσκα τόρθωτον τοῖς πολλοῖς, ἐξαιρέτως δὲ τοῖς ἀμαθεστέροις καὶ οὐκ ἔχουσι τὸ ἐν συνέσει πικρὸν, οἳ ῥοπαῖς ἀλογωτάταις λογισμῶν ἀσυνέτων ἐπὶ τὸ δοκοῦν αὐτοῖς εὐπετέστερον ἀποκλίνοντες, καὶ τὴν τοῦ παρεμπίπτοντος φύσιν δοκιμάζειν 1.596 οὐκ ἀνεχόμενοι, τῆς ἀληθοῦς τῶν πραγμάτων ποιότητος οὐκ ἂν ἐφίκοιντό ποτε, καίτοι τοῦ Παύλου λέγοντος "Γίνεσθε "δόκιμοι τραπεζῖται," καὶ πάντα δὲ δοκιμάζειν ἡμᾶς ἀναπεί θοντος, ὡς ἐξ ἀκριβοῦς ἐρεύνης ἐπὶ τὴν τοῦ συμφέροντος ἔρχεσθαι θήραν. ἀκουέτωσαν τοίνυν οἱ ἐκ πολλῆς παρα νοίας τὸν Ἰησοῦν οὐ θαυμάζοντες, ἀδιακρίτως δὲ ὅτι πρέποι κατηγορεῖν ἐγνωκότες αὐτοῦ "Γεύσασθε καὶ ἴδετε ὅτι χρη "στὸς ὁ Κύριος." ὅνπερ γὰρ τρόπον οἱ τὸ ἐξαίρετον ἐν τῇ κατὰ γεῦσιν ποιότητι δοκιμάζοντες μέλι, καὶ ἐξ ὀλίγης κομιδῇ τῆς γεύσεως δέχονται τοῦ ζητουμένου τὴν αἴσθησιν, οὕτως οἱ εἰς πεῖραν καὶ βραχεῖαν τῶν τοῦ διασώζοντος ἰόντες λόγων, ὅτι χρηστὸς ἐπιγνώσονται, καὶ μαθόντες θαυμά σουσιν. οἱ μὲν οὖν παρὰ τοῖς Ἰουδαίοις συνετώτεροι συνα γορεύουσι τῷ Χριστῷ, καὶ ὀρθὴν ἐπ' αὐτῷ τὴν ψῆφον ἐκφέρουσι, συναινοῦντες ὡς ἀγαθῷ, ἐκεῖνο δὴ πάντως κατὰ τὸ εἰκὸς ἐνθυμούμενοι, ὡς οὐκ ἄν τῳ προσείη δύνασθαι κατορθοῦν, ὧν ἂν ἐργάτης ὁρῷτο Θεὸς, εἰ μὴ Θεὸς κατὰ φύσιν ὑπάρχοι, ἤγουν Θεοῦ μέτοχος, καὶ διὰ τοῦτο ἀγαθὸς, ᾧπερ ἂν πρέποι καὶ τὸ διὰ πάντων εὐδοκιμεῖν, καὶ διὰ τῆς ἄνωθεν δυναμοῦσθαι χάριτος, εἰ καὶ οὐχ οὕτως ἦν ἐν Χριστῷ· αὐτὸς γάρ ἐστιν ὁ Χριστὸς ὁ τῶν δυνάμεων Κύριος· ἀλογωτάταις δὲ λίαν ἐπινήχονται δόξαις, καὶ τῆς ἀληθείας ἀφεστᾶσι μακρὰν, οἱ πλάνον ἀποκαλεῖν οὐκ ὀκνή σαντες τὸν εἰς ἀπλανῆ τῆς δικαιοσύνης κατευθύνοντα τρίβον. ἀκουέτω τοιγαροῦν ὁ παράφρων Ἰουδαῖος "Οὐαὶ οἱ λέγοντες "τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρὸν, οἱ τιθέντες τὸ "σκότος φῶς καὶ τὸ φῶς σκότος." ἐν ἴσῃ γὰρ τάξει τῷ συνειπεῖν φαυλότητι τὸ κατηγορεῖν τοῦ καλοῦ, καὶ τῶν μὲν αἰσχρῶν τὴν εὐλογωτάτην ἀποστῆσαι κατάῤῥησιν, τοῖς δὲ ἐν τῇ τῶν ἀρίστων μοίρᾳ τεταγμένοις μῶμον ἐπιῤῥίπτειν τὸν οὐδαμόθεν αὐτοῖς χρεωστούμενον. προανεφωνεῖτο δὲ καὶ τὰ 1.597 ἐπὶ ταύταις αὐτῶν ταῖς λοιδορίαις ἐγκλήματα· "Οὐαὶ" γάρ φησιν "αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ' ἐμοῦ· δείλαιοί εἰσιν, "ὅτι ἠσέβησαν εἰς ἐμέ· ἐγὼ δὲ ἐλυτρωσάμην αὐτοὺς, αὐτοὶ "δὲ κατελάλησαν κατ' ἐμοῦ ψευδῆ." Οὐδεὶς μέντοι ἐν παῤῥησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων. Ἐν τοῖς Ἰουδαίοις ὁ γογγυσμὸς, καὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων, οὐδένα δύνασθαί φησιν ἐν παῤῥησίᾳ λαλεῖν. οὐκοῦν ἐξαιρέτως Ἰουδαίους ὀνομάζει τοὺς τῶν Ἰουδαίων ἐξάρχοντας, οὐκ ἀξιώσας, ὥς γε μοι φαίνεται, πρεσβυτέρους αὐτοὺς, ἢ ἱερέας, ἢ ἕτερόν τι προσειπεῖν τῶν τοιούτων ὁ θεσπέσιος Εὐαγγελιστὴς, ζήλῳ τῷ πρὸς εὐσέβειαν πρὸς τὴν ἐπ' αὐτοῖς λύπην ἠκονημένος, οὓς δὴ καὶ εἰκότως, ὡς τὸν νοητὸν κατα φθείροντας ἀμπελῶνα, καταιτιᾶται λέγων ἐν προφήταις ὁ Θεός "Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, "ἐμόλυναν τὴν μερίδα μου, ἔδωκαν μερίδα ἐπιθυμητήν μου "εἰς ἔρημον ἄβατον, ἐγενήθη εἰς ἀφανισμὸν ἀπωλείας." πῶς γὰρ οὐκ οἰησόμεθα κατεφθάρθαι κατ' ἀλήθειαν ἀμπε λῶνα τὸν δεσποτικὸν ταῖς ἑαυτῶν βδελυρίαις, ὅτε καὶ τὸ συνειπεῖν τῷ ἀγαθῶ καὶ θαυμάσαι μόνον τὸ θαύματος ἄξιον ἐπισφαλὲς ἀπεδείκνυον; φορτικωτέραν δὲ ὅτι τοῖς ἡγου μένοις τῶν Ἰουδαίων τὴν κόλασιν ἀπεργάζεται μετὰ τῶν ἄλλων καὶ τοῦτο, τίνι τῶν εὖ φρονούντων ἀμφίβολον; ἰδοὺ γὰρ ἰδοὺ, δέδιέ τε καὶ καταφρίττει μὲν ἅπας αὐτοὺς ὁ λαὸς, οὐ παιδαγωγεῖται δὲ κατὰ νόμον, ἀλλ' οὐδὲ ζῆν ἐκδιδάσκεται κατὰ λόγον τὸν πρέποντα, καίτοι καὶ μάλα προθύμως οἷσπερ ἂν ἐπιτάξειαν ὑποκείμενος. ἀπόδειξις γὰρ τῆς εἰς ἄκρον ὑποταγῆς ὁ φόβος· παρανομεῖν τοιγαροῦν, ἢ τὸ τῷ νομο 1.598 θέτῃ δοκοῦν περιαθρεῖν εὐγνωμόνως ἠναγκάζετο, καὶ δι' ὧν οὐδ' ὅσον ἐπαινέσαι τὸ ἀγαθὸν τολμῶσιν, ἐθελούσιον μὲν οὐδαμῶς, βιαιοτάτην δὲ ὥσπερ, καθ' ὧν ἂν ἐκεῖνοι βού λωνται, τὴν ἐπὶ φαυλότητι ψῆφον ἐκφέρειν, καὶ τὸν ἐπαίνου καὶ θαύματος ἄξιον, ὡς αἰσχρὸν κατακρίνειν. ὅνπερ οὖν τρόπον ἂν ἄριστά τις ἀνὴρ θαλαττεύειν εἰδὼς, καὶ τοῖς τῆς νεὼς πηδαλίοις προσκαθήμενος, καὶ πειθομένην ἔχων αὐτὴν ἀγάγοι κατὰ πετρῶν, αὐτὸς ἂν ὑπαίτιος νοοῖτο γεγονὼς τοῦ πταίσματος· ἢ ὥσπερ ἂν εἴ τις ἱππηλατεῖν εἰθισμένος, εὐδρομωτάτοις μὲν λίαν ἐποχοῖτο τοῖς πώλοις, εὐπαρακό μιστον δὲ αὐτῶν καὶ τὴν ἐφ' ὅπερ ἂν βούλοιτο πτῆσιν τοῖς τῶν χαλινῶν ἀνακρούσμασιν ἔχειν δυνάμενος, εἶτα λίθῳ προσαῤῥάξας τοὺς τροχοὺς, οὐ τοῖς πώλοις τοῦ παθεῖν τὴν αἰτίαν εὐλόγως μὲν, μᾶλλον ἑαυτῷ περιθήσει· τὸν αὐτὸν οἶμαι τρόπον οἱ τῶν Ἰουδαίων καθηγηταὶ, οὐχ ὅπως τιμῶντα μόνον, ἀλλὰ καὶ τῷ ὑπὲρ τούτου φόβῳ δουλαγωγούμενον ἔχοντες τὸν λαὸν, ἀπᾳδόντως δὲ τοῖς θείοις προστάγμασι διοικήσαντες, δικαίως ἂν αὐτοὶ τῆς ἁπάντων ἀπωλείας εὐ θύνας ἐκτίσειαν. ὅτι δὲ αὐτοὶ τῆς τῶν λαῶν ἀπωλείας γεγόνασι πρόφασις, μαρτυρήσει λέγων ὁ προφήτης Ἱερε μίας "Ὅτι οἱ ποιμένες ἠφρονεύσαντο, καὶ τὸν Κύριον οὐκ "ἐξεζήτησαν· διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ νομὴ, καὶ "διεσκορπίσθησαν." Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκεν. Ἱεροπρεπὴς τοῦ Σωτῆρος ἡμῶν ἡ διδασκαλία· ποῦ γὰρ δὴ καὶ ἑτέρωθι μᾶλλον ἐχρῆν τὴν θείαν ἀκούεσθαι φωνὴν, εἰ μὴ ἐν τόποις, οἷς τὸ θεῖον ἐνοικεῖν πιστεύηται; πάντα μὲν γὰρ περιέπει Θεὸς, καὶ οὐκ ἂν νοοῖτο τόπῳ περιγραπτὸς, 1.599 ὅσον δὲ εἰς ἰδίαν φύσιν, παντελῶς τοῖς οὖσιν ἀχώρητος· πρεπωδέστερόν πως χώροις αὐτὸν τοῖς ἁγίοις ἐνοικεῖν ὑπο τοπήσομεν, καὶ τὸ δοκοῦν τῇ θείᾳ φύσει ἀκουστὸν ἡμῖν ἐν ἱεροῖς μάλιστα τόποις ἔσεσθαι νομιοῦμεν εὐλογώτατα· ὅπερ δὲ πάλιν ἐν τύπῳ καὶ σκιᾷ τοῖς ἀνωτέρω κατεγράφετο, τοῦτο νῦν εἰς ἀλήθειαν μετασκευάζει Χριστός· φησὶ γὰρ πρὸς Μωυσέα τὸν ἱεροφάντην Θεός "Καὶ ἐπιθήσεις τὸ "ἱλαστήριον ἐπὶ τὴν κιβωτὸν ἄνωθεν, καὶ εἰς τὴν κιβωτὸν "ἐμβαλεῖς τὰ μαρτύρια ἃ ἐὰν δῶ σοι· καὶ γνωσθήσομαί "σοι ἐκεῖθεν, καὶ λαλήσω σοι ἄνωθεν τοῦ ἱλαστηρίου ἀνὰ "μέσον τῶν δύο Χερουβὶμ τῶν ὄντων ἐπὶ τῆς κιβωτοῦ τοῦ "μαρτυρίου, κατὰ πάντα ὅσα ἐὰν ἐντείλωμαί σοι πρὸς τοὺς "υἱοὺς Ἰσραήλ." ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, μεσούσης ἤδη τῆς ἑορτῆς, καθὰ γέγραπται, ἐν τοῖς ἱεροῖς τε καὶ ἀνακειμένοις τῷ Θεῷ τόποις παρελθὼν ὡς Θεὸς, ἐκεῖ τοῖς ὄχλοις προσλαλεῖ, καίτοι λεληθότως ἀναβεβηκὼς, ὥσπερ οὖν καὶ ἐπὶ τοῦ κατὰ τὴν σκηνὴν ἱλαστηρίου, λεληθότως μὲν ἦν ἡ Θεοῦ κάθοδος, νοουμένη δὲ τότε μόλις, ὅτε τοῦ λαλεῖν ἐνειστήκει καιρός· ἑνὶ δὲ καὶ τότε τῷ μακαρίῳ Μωυσεῖ διελέγετο Θεὸς, ἑτέρῳ μὴ προσλαλῶν· οὕτω καὶ ὁ Χριστὸς, ἓν ἔτι τὸ τῶν Ἰουδαίων ἐπαίδευε γένος, ἑνί τε λαῷ προσδιαλέγεται, κοινὴν οὔπω τοῖς ἔθνεσιν ἁπλώσας τὴν χάριν. εὖ δὲ δὴ λίαν ὁ μακάριος Εὐαγγελιστὴς, οὐχ ἁπλῶς Εἰσῆλθεν, ἀλλ' ἀνέβη φησὶν εἰς τὸ ἱερόν· ὑψηλὸν γάρ τι χρῆμα καὶ τῆς χαμαιζήλου φαυλότητος πολὺ λίαν ὑπερ τεροῦν τὸ εἰς θεῖον εἰσέρχεσθαι παιδευτήριον, καὶ τοῖς ἁγίοις ἐνδιαιτᾶσθαι τόποις· ὁ δὲ τοῦ πράγματος τύπος ἀληθὴς ἐφ' ἡμῶν. Χριστὸς γὰρ ἦν ὁ ἁγιάζων τὸ ἱερὸν, καὶ τύπος ἦν 1.600 τούτου πάλαι Μωυσῆς, τῷ ἐλαίῳ τῷ ἡγιασμένῳ τὴν σκηνὴν καταχρίων καὶ ἁγιάζων αὐτὴν, καθὰ γέγραπται· καίτοι μᾶλλον ἐχρῆν ἁγιάζεσθαι διὰ τῶν ἁγίων τόπων τὸν ἄν θρωπον, ἤπερ ἁγιάζειν αὐτούς· ἀλλ' οὐδεὶς τῶν ἐν τύπῳ τελουμένων ὁ λόγος διὰ τὴν ἀλήθειαν, ἧς δὴ καὶ χάριν τὰ ἐν σκιαῖς ἀνεπλάττετο· καθάπερ οὖν ἔστιν ἰδεῖν καὶ ἐπὶ τῶν ἁγίων προφητῶν. ὁ μὲν γάρ τις πόρνῃ γυναικὶ καὶ οὐχ ἑκὼν συνοικεῖν ἐκελεύετο, γυμνὸς δὲ βαδίζειν ἕτερος, ἀλλὰ καὶ ἐπὶ πλευρὰν κατακεῖσθαι τὴν δεξιὰν οὐκ ὀλίγον ἡμερῶν ἀριθμόν. ἐπετελεῖτο δὲ ταῦτα διὰ τὰ ἐξ αὐτῶν, καὶ οὐ πάντως δι' ἑαυτά· οὕτω τοιγαροῦν καὶ ὁ μακάριος Μωυσῆς ἁγιάζειν ἐκελεύετο τὴν σκηνὴν, καίτοι μᾶλλον ἁγιάζεσθαι πρὸς αὐτῆς ὀφείλων, ἵνα Χριστὸς νοοῖτο πάλιν ὡς ἐν αὐτῷ τὸν ἴδιον ἁγιάζων ναὸν, καίτοι μετὰ σαρκὸς Ἰουδαίοις συν διαιτώμενος, καὶ ἐν αὐτῷ τοῖς ὄχλοις προσλαλῶν, ὥσπερ οὖν ἐκ τοῦ ἱλαστηρίου πάλαι ὁ Θεός. Ἐθαύμαζον οὖν οἱ Ἰουδαῖοι λέγοντες Πῶς οὗτος γράμματα οἶδε μὴ μεμαθηκώς; Οὐκ ἀπηχὲς τῶν Ἰουδαίων τὸ θαῦμα, κεκομψευσμένος δέ πως ἐστὶν ὁ ἐπὶ τούτῳ λόγος· ἦν γὰρ δὴ καὶ εἰκὸς κατα πλήττεσθαι βλέποντας καὶ λόγῳ καὶ γνώσει διαπρέποντα ξένως, τὸν ὅτῳ πλουτεῖν ἐκ μαθημάτων οὐκ ἦν. δεκτικὸς μὲν γὰρ σοφίας ὁ ἀνθρώπινος νοῦς, καὶ εἰ μήπω τις ὁρῷτο σοφὸς, ἐπιτηδειοτάτη δὲ λίαν ἡ φύσις πρὸς ἀνάληψιν συνέσεώς τε καὶ ἐπιστήμης τῆς ἐπί τισιν. ἀλλ' ἐν τοῖς οὐ σφόδρα περὶ τὰς ἐν λόγοις ἔχουσι τριβὰς συμμεμυκὸς τρόπον τινὰ καὶ κατηυνασμένον ἐστὶ τὸ ἐν τῇ φύσει χρήσιμον· ἐν δὲ τοῖς εἰωθόσι καὶ διὰ τοιούτων ἔρχεσθαι 1.601 πόνων, καὶ γυμνάσμασι τοῖς διὰ λόγων ἐντρυφᾶν, λαμπρόν τε λίαν ἐστὶ, καὶ εἰς νῆψιν ἕτοιμον ἀγαθὴν, λόγων δὲ καὶ σοφῶν εὑρημάτων παράθεσιν οὐ μετρίαν ἔχον εὑρίσκεται. καταπλήττονται τοιγαροῦν οἱ Ἰουδαῖοι, προσέχοντες οὔπω μὲν ὡς Θεῷ κατὰ φύσιν, ἔτι δὲ ὡς ἀνθρώπῳ ψιλῷ τῷ Σωτῆρι Χριστῷ, καὶ ὅτι πλουτεῖ καὶ ἐν σοφίᾳ θαυμάζουσι, τὴν τούτου πρόξενον μάλιστα, τὴν ἐν τοῖς ἀναγνώσμασι γυμνασίαν, οὐκ ἔχων, διὰ τὸ ἀδιδάκτως εἰδέναι γράμματα. οὐκοῦν ἀνοίας Ἰουδαϊκῆς καὶ τοῦτο μετὰ τῶν ἄλλων τὸ κατηγόρημα· ἢ γὰρ ἂν οὐδὲν αὐτοῖς ἐδόκει παράδοξον τὸ μὴ δεῖσθαι γραμμάτων τὴν ἁπάντων τεχνῖτιν σοφίαν, τουτέστι, τὸν Μονογενῆ τοῦ Θεοῦ Λόγον, ὃς ἦν ἐν αὐτοῖς ἐν ἀνθρώπου διαλανθάνων σχήματι. Ἐπιτηρητέον δὲ πάλιν ἐκεῖνο χρησίμως. ζητοῦντες μὲν γὰρ τὸν Ἰησοῦν ἐν τοῖς ἀνωτέρω λέγουσι "Ποῦ ἐστιν "ἐκεῖνος;" ὡς ἐκ μόνων εἰδότες αὐτὸν τῶν θαυμάτων· τίς δὲ ἀκριβῶς, ἢ τίνος, ἢ πόθεν οὔπω σαφῶς ἐπιστάμενοι· ἐν δὲ τούτοις οὐχ ὅπως ἠγνοηκότες τι τῶν κατ' αὐτὸν, ἀλλ' ὡς πάντα σαφῶς ἐπιστάμενοι, λέγουσιν, ὅτι καὶ οἶδε γράμματα μὴ μεμαθηκώς. οὐκοῦν ἡ ἐπ' αὐτόν τε ζήτησις παρὰ τῶν ἀγελαίων ἀσημοτέρα, καὶ παρὰ τῶν οὐκ εἰδότων αὐτὸν ἀκριβῶς, τό "Ποῦ ἐστιν ἐκεῖνος" ἀνεφωνεῖτο καταφρονη τικῶς· παρὰ δὲ τῶν εἰδότων, τὸ ἕτερον. ἀγριωτέραν οὖν ἄρα τῶν ἐν ἀγνοίαις οἱ μὴ ἀγνοοῦντες ἀποτίσουσι δίκην· τοῖς μὲν γὰρ τὸ μὴ εἰδέναι παραίτησις, τοῖς δὲ τὸ εἰδέναι κατάκριμα. διὰ τοῦτο καὶ κρεῖττον εἶναι λέγεταί τισι τὸ μὴ ἐπιγνῶναι τὴν ὁδὸν τῆς ἀληθείας· ἐν γὰρ τῷ εἰδέναι μείζων ἡ κόλασις, ὅτι "φιλήδονοι μᾶλλον ἢ φιλόθεοι." ὁ μὲν οὖν Ἰησοῦς, κατὰ τὴν τῶν Ἰουδαίων ἐπαπόρησιν, ᾔδει γράμματα 1.602 μὴ μεμαθηκώς· ἐπαιδεύθη δὲ Μωυσῆς, καθὰ γέγραπται, "πάσῃ τῇ τῶν Αἰγυπτίων σοφίᾳ," ἀλλ' ὡς οὐδὲν ὅλως εἰδὼς, καίτοι λίαν ὢν ἐν ἐκείνοις σοφὸς, τοῖς θεόθεν λόγοις εἰς ἀμείνονα γνῶσιν ἐπαιδεύετο, ἐλεγχομένης ὡς ἀδρανοῦς δηλονότι τῆς τοῦ κόσμου σοφίας, διὰ τῆς θειοτέρας καὶ κρείττονος, καθ' ἣν ἤτοι δι' ἧς τὰ ἐπὶ Χριστῷ μυσταγω γούμεθα, τὴν ἄνωθεν ὄντως καὶ παρὰ Θεοῦ κομιζόμεθα σύνεσιν. Χριστὸς οὖν ἄρα τὸ ἐν πᾶσι τελείως ἀγαθὸν, ἓν δὲ τῶν πάντων καὶ ἡ σοφία καὶ ἡ σύνεσις, ἐφ' ᾗ τὸ λαμπρὸν οὐ διδακτῶς, ἀλλ' ἔμφυτον ἔχων νοεῖται. καὶ γοῦν ὁ προφήτης που περὶ αὐτοῦ φησιν Ἡσαΐας "Ὅτι πρὶν ἢ "γνῶναι τὸ παιδίον καλὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ "ἐκλέξασθαι τὸ ἀγαθόν." καὶ οὐ δήπου νομιοῦμεν ἀφραί νοντες, ὡς ἐν διακρίσει λογισμῶν, ἤτοι κατὰ τὴν τοῦ βελτίονος αἵρεσιν τὸ μὲν φαῦλον ἀποτρέπεσθαι τὸ δὴ θεῖόν τε καὶ οὐράνιον γέννημα, προσίεσθαι δὲ μᾶλλον τὸ ἀγαθόν· ἀλλ' ὥσπερ ἂν εἴ τις λέγοι περὶ τοῦ πυρὸς, ὅτι ἀπειθεῖ τῷ ψυχρῷ, τὸ εἶναι ψυχρῶν οὐ καταδεχόμενον, οὐχ αἵρεσιν ἐν αὐτῷ τὴν ἐκ θελημάτων σημαίνει, φύσεως δὲ μᾶλλον ἑδραιο τάτην εἰς τὸ ἴδιον στάσιν· οὕτω καὶ ἐπὶ Χριστοῦ. φυσικὰ γὰρ ἐν Θεῷ πάντα τὰ ἀγαθὰ, καὶ οὐκ ἔξωθεν ἐπεισκρίνεται· οὕτω δὲ ἦν ἐν αὐτῷ καὶ ἡ σοφία, μᾶλλον δὲ αὐτὸς ἦν ἡ πηγὴ κυρίως τε καὶ ἰδικῶς σοφία, δι' ἧς τὰ ἐν μεθέξει σοφὰ κατὰ μέρος, οὐράνιά τε καὶ ἐπίγεια λογικὰ κτίσματα. Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστινἐμὴ, ἀλλὰ τοῦ πέμψαντός με. Ἀληθὲς ὄντως ὑπάρχον τὸ ὑπό του τῶν σοφῶν ἀναγε γραμμένον εὑρήσομεν "Ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν 1.603 "οἰκουμένην, καὶ οὖς ἀκροάσεως ἐπακροᾶται τὰ πάντα." πρὸς δέ γε τοὺς οἰομένους ἀνοήτως κομιδῆ, μᾶλλον δὲ ἤδη καὶ δυσσεβῶς, ὅτι φθεγξάμενοί τι τὸν θεῖον διαλήσονται νοῦν, ὁ θεσπέσιος ψαλμῳδός που φησί "Σύνετε δὴ ἄφρονες ἐν "τῷ λαῷ, καὶ μωροί ποτε φρονήσατε· ὁ φυτεύσας τὸ οὖς, "οὐχὶ ἀκούει;" πῶς γὰρ ὅλως ἂν ἐνδέχοιτο μὴ οὐχὶ πάντως ἀκροάσασθαι τὰ πάντα, τὸν τοῖς δι' αὐτοῦ γενομένοις καὶ τὴν διὰ τῆς ἀκοῆς αἴσθησιν ἐμφυτεύσαντα; βλέπε τοι γαροῦν κἀν τούτῳ πάλιν Θεὸν ὄντα κατὰ φύσιν τὸν Κύριον. τὸ γὰρ ὡς ἐν ὄχλῳ λάθρα διαψιθυρισθὲν παρὰ τῶν Ἰου δαίων οὐκ ἀγνοεῖ· δέχεται δὲ ὥσπερ ἐν ὠσὶ θεοπρεπῶς, κἂν διὰ τὸν φόβον τῶν ἡγουμένων μηδὲν ἐν παῤῥησίᾳ λαλῶσι περὶ αὐτοῦ. ἐπειδὴ δὲ ἅπαξ τεθαυμάκασί τινες τῶν συνδε δραμηκότων ἐν τῷ ἱερῷ καὶ διελογίζοντο κατὰ τὸ εἰκὸς, ἢ καὶ ἀλλήλοις προσελάλουν ἠρέμα "Πῶς οὗτος γράμματα "οἶδε μὴ μεμαθηκώς;" ἀναγκαίως δὴ πάλιν ἴσον ἑαυτὸν ἀναδείκνυσι τῷ Θεῷ καὶ Πατρὶ, τῷ μαθόντι μὲν τὸ παράπαν οὐδὲν, ἔχοντι δὲ τῶν ὅλων τὴν γνῶσιν φυσικῶς τε καὶ ἀδιδάκτως, διὰ τὸ παντὸς ὑπερκεῖσθαι νοῦ καὶ πᾶσαν τὴν ἐν τοῖς οὖσιν ὑπερανίπτασθαι φρόνησιν. ἦν μὲν οὖν καὶ ἐξ ἑτέρων τοῦτο δεικνύειν πραγμάτων, καὶ πληροφορεῖν τοὺς ἀκροωμένους, ὡς ὅσα περ ἔνεστι τῷ γεγεννηκότι, ταῦτα καὶ αὐτῷ προσόντα φαίνεται, διὰ ταυτότητα φυσικήν. ὅπερ ἐποίει καὶ ἐν ἑτέροις ἀπὸ τοῦ δύνασθαι ταὐτὰ, καὶ ἀπαράλ λακτον ἔχειν τὴν ἐφ' ἅπασιν ἐνέργειαν πρὸς τὸ ἴσον εἰκότως ἀναβαίνων ἀξίωμα "Ἃ γὰρ ἂν ὁ Πατὴρ ποιῇ, φησὶ, ταῦτα "καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ," καὶ πάλιν "Ὥσπερ γὰρ ὁ "Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς "οὓς θέλει ζωοποιεῖ." Ἀλλ' ἦν πως ἐν τούτοις ἐπικαιρότατόν τε καὶ πρεπωδέ 1.604 στατον, ἐξ ὧν ἔδει μάλιστα ποιεῖσθαι τὴν ἀπόδειξιν. συνέ σεως γὰρ πέρι καὶ φιλομαθίας τῆς δίχα γραμμάτων ὁ λόγος ἦν τοῖς ἐκεῖνα διενθυμουμένοις. ἑαυτῷ τοιγαροῦν τοῦτο δεικνύειν ἐνυπάρχον ἐχρῆν, καθάπερ ἀμέλει καὶ τῷ Πατρί. τίς οὖν ὁ τῆς ἀποδείξεως τρόπος; ἀπὸ τοῦ τὴν ἴσην ἔχειν ἐκείνῳ σοφίαν, εἰ καὶ ὅτι μάλιστα κατὰ τὸν ἀληθῆ τε καὶ σώφρονα λογισμὸν, αὐτός ἐστιν ἡ σοφία καὶ ἐκ Θεοῦ Πατρὸς, ᾧ καὶ κατὰ πάντα προσεοικὼς ταυτὰ διδάσκειν ἐκείνῳ φησὶ, κατ' οὐδένα τρόπον ἐξηλλαγμένως. ἢ γὰρ διὰ τὸ εἰς ἄκρον ἐξωμοιῶσθαι τῇ τοῦ Πατρὸς διδαχῇ τὴν ἑαυτοῦ, ταύτην εἶναι τὴν ἐκείνου φησὶν, ἢ διὰ τὸ αὐτὸν εἶναι τὴν σοφίαν τοῦ Πατρὸς, δι' ἧς τὰ πάντα λαλεῖ καὶ νομοθετεῖ, αὐτοῦ καὶ τὴν διδαχὴν εἶναι φησίν· ὁμοῦ δέ τι πρὸς τούτῳ καὶ ἕτερον οἰκονομεῖ, πρὸς δὲ τὴν τῶν παιδευομένων σωτηρίαν οὐ μετρίως λυσιτελοῦν. ἐπειδὴ γὰρ ἄνθρωπον ὁρῶντες, διὰ τὴν ἀπὸ γῆς σάρκα οὐκ ἐδέχοντο τὸν λόγον ὡς παρὰ Θεοῦ, πιθανὴν δέ τινα διὰ τοῦτο νοσεῖν ἐδόκουν τὴν ἀπείθειαν, ἀνατίθησι χρησίμως τῷ Θεῷ καὶ Πατρὶ τὴν διδασκάλιαν, ὁμοῦ καὶ πρᾶγμα λέγων ἀληθὲς, καὶ φόβῳ τοῦ θεομάχους εἶναι δοκεῖν ἀντιτείνοντας ἔτι τοῖς ἄνωθεν ὁρισμοῖς, κατα δέχεσθαι πείθων τὰ λεγόμενα. Ἰστέον δὲ ὅτι διὰ τοῦ πάλιν ἀπεστάλθαι λέγειν, οὐκ ἐν δευτέροις τῆς τοῦ Πατρὸς ἀξίας ἑαυτὸν ὄντα δεικνύει· οὐ γὰρ δουλοπρεπῆ νοητέον τὴν ἀποστολὴν, εἰ καὶ ὅτι μάλιστα τὴν τοῦ δούλου μορφὴν ἠμφιεσμένος, ἀνεγκλήτως ἂν λέγοι καὶ ταῦτα περὶ ἑαυτοῦ. ἀπεστάλη δὲ οὕτως ὡς λόγος ἐκ νοῦ, ὡς ἀπαύγασμα τὸ ἡλιακὸν ἐξ αὐτοῦ. ταῦτα γάρ πως ἐστὶ τῶν ἐν οἷς εἰσιν ἐκφαντικὰ, διὰ τοῦ προκύπτειν ἐπὶ τὸ ἔξω δοκεῖν, πλὴν τοῖς ἀφ' ὧν εἰσιν ἐνυπάρχοντα φυσικῶς καὶ ἀδιαστάτως. οὐ γὰρ ἐπειδήπερ ἐξεδόθη λόγος ἐκ νοῦ, 1.605 καὶ ἀπαύγασμα τυχὸν ἐξ ἡλίου, διὰ τοῦτο χρὴ πάντως οἴεσθαι τῶν ἐκβεβηκότων ὑπάρχειν ἔρημα τὰ γεννήσαντα, μᾶλλον δὲ κἀκεῖνα ἐν τούτοις, καὶ ταῦτα δὲ ἐν ἐκείνοις ἐνυπάρχοντα πάλιν ὀψόμεθα. ἄλογος γὰρ οὐκ ἔσται ποτὲ νοῦς, ἀλλ' οὐδὲ λόγος οὐκ ἔχων τὸν ἐν αὐτῷ μορφωθέντα νοῦν. ἀναλόγως δὲ τούτῳ καὶ τὸ ἕτερον ἐκληψόμεθα. Ἐάν τις τὸ θέλημα αὐτοῦ ποιῇ, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν, ἢ ἐγὼ ἀπ' ἐμαυτοῦ λαλῶ. Ἀζητήτως μὲν ἔδει καὶ παντὸς ἐνδοιασμοῦ δίχα τοὺς τῆς ἀληθείας παραδέξασθαι λόγους, καὶ τὸ ἅπαξ εἰρημένον, μὴ ἑτέρως ἔχειν δύνασθαι πιστεύειν, ἢ ὥσπερ ἂν εἶναι διωρί σατο. πλὴν οὐκ ἀναπόδεικτον ἐᾷ διὰ τοὺς ἀπειθοῦντας τὸ λεγόμενον, ἐναργεστάτην δὲ αὐτῷ καὶ σαφῆ λίαν ἐπάγει τὴν λύσιν, τέχνῃ πολλῇ κεράσας τοῦ λόγου τὸ σχῆμα. καὶ τίς ἡ τέχνη, τίς δὲ τῆς οἰκονομίας ὁ λόγος, ἐροῦμεν πάλιν. ἐζήτουν αὐτὸν ἀποκτεῖναι διὰ τὸν πάρετον, τὸν ἐν τῷ σαββάτῳ θεραπευθέντα φημί. ὁμοῦ τοιγαροῦν ἠρέμα καὶ ὑποπλήττει διανοουμένους ἤδη κατ' αὐτοῦ τὸ δεινὸν, καὶ τὴν ἐπ' αὐτῷ μιαιφονίαν ὠδίνοντας διελέγχει σαφῶς, ὡς ἐπιθυμεῖν ἑλομένους πληροῦσθαι τὸ αὐτοῖς μᾶλλον ἤπερ τὸ τῷ νομο θέτῃ δοκοῦν. εἴσεσθε γὰρ τότε δὴ μάλιστα, φησὶ, τὴν παρ' ἐμοῦ διδαχὴν, ὅτι τοῦ Θεοῦ καὶ Πατρός ἐστιν, ἐπὰν βού λοισθε τοῖς ἐκείνου μᾶλλον ἤπερ τοῖς οἰκείοις ἀκολουθῆσαι θελήμασι. θέλημα δὲ τοῦ νομοθέτου καὶ Θεοῦ, τὸ μιαι φονίας ἐξίστασθαι παντελῶς. τότε γὰρ τότε, φησὶν, οὐκ ἀδίκῳ μίσει προκατειλημμένοι, οὐδὲ τρόπῳ θηριοπρεπεῖ πρὸς οὐκ εὐκαίρους ὀργὰς ἐξωθούμενοι, διαγνώσεσθε σαφῶς, πότερον ἐκ Θεοῦ ἐστιν ὁ τῆς ἐμῆς διδαχῆς λόγος, ἢ ἀπ' ἐμαυτοῦ λαλῶ. οὐκοῦν τῷ χρησίμῳ συναναπλέξας τὸν ἔλεγχον, 1.606 καταιτιᾶται δικαίως, ὡς οὐκ εὐλόγως ἐπισκώπτοντας οἷσπερ ἂν φαίη διδάσκων, συνευδοκοῦντος αὐτῷ καὶ συνεθέλοντος τοῦ Θεοῦ καὶ Πατρὸς, ἢ καὶ ὅπερ ἐστὶν ἀληθὲς, συνδιδά σκοντός τε καὶ συνεξηγουμένου. τίθησι δὲ τό Ἀπ' ἐμαυτοῦ, ἀντὶ τοῦ ἰδιαζόντως, καὶ ἀποκεκομμένως κατὰ τὸ παντελὲς τοῦ κατὰ τὴν συνεθέλησιν καὶ ταυτοβουλίαν τοῦ Πατρός. καὶ οὐ δήπου τις οἰήσεται, τὰ εἰκότα φρονῶν, τῶν οἰκείων ῥημάτων αὐτὸν ὡς κιβδήλων κατηγορεῖν, ἀλλ' ὡς ἑτέρως οὐκ ἂν ἐσομένων πώποτε, εἰ μὴ κατὰ θέλησιν τοῦ Θεοῦ καὶ Πατρὸς, τὰ τοιαῦτά φησι. λαλεῖ γὰρ ὡς διὰ Λόγου καὶ σοφίας ἰδίας τοῦ ἰδίου γεννήματος· λαλεῖ δὲ πάντως οὐκ ἀπᾳδόντως ἑαυτῷ· πῶς γὰρ ἐνδέχεται; Ὁ ἀφ' ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ. Σημεῖον τοῦτο τίθησιν ἐναργὲς τοῦ μὴ παντελῶς ἑαυτῷ τὴν ἐκ τοῦ διδάσκειν πραγματεύεσθαι δόξαν, τὸ μὴ ξένοις τισὶ καὶ ἀλλοτρίοις τοῦ νόμου προσχρῆσθαι λόγοις· τοῦτο γὰρ ἦν τὸ λαλεῖν ἀφ' ἑαυτοῦ· καταπείθεσθαι δὲ μᾶλλον τοῖς ἤδη προτεθεσπισμένοις συμβουλεύειν αὐτοῖς, μόνην τοῦ γράμματος τὴν ἀνωφελῆ καὶ παχεῖαν ἀφιστῶντα σκιὰν, μετασκευάζοντά τε πιθανῶς εἰς πνευματικὴν θεωρίαν τὰ ἐν τύποις ἔτι λανθάνοντα· ὅπερ οὖν καὶ ἐν τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ φησίν "Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ "πληρῶσαι." τοῦτο πάλιν ἐνθάδε πλαγίως ὑποδηλοῖ· μόνην ἔχει τοῦ γράμματος μεταμόρφωσιν εἰς ἀλήθειαν ἡ εὐαγγε λικὴ πολιτεία, καὶ Μωυσαϊκόν τι μετασκευάσας τύπον ἐπὶ τὸ πρεπωδέστερον, ἔχει τῆς ἐν πνεύματι λατρείας τὴν εἴ δησιν. λαλεῖ τοιγαροῦν καὶ οὐκ ἀφ' ἑαυτοῦ Χριστός· τουτ έστι, ξένον οὐδὲν τῶν ἤδη προδιηγγελμένων. οὐ γὰρ ἀπο πέμπεται Μωυσέα, οὐδὲ τὴν ἐν νόμῳ παραιτεῖσθαι διδάσκει 1.607 παίδευσιν, ἀλλὰ τοῖς ἐν τύπῳ σκιαγραφουμένοις, καθάπερ τι χρῶμα περιφανέστερον, ἐπαλείφειν τὴν ἀλήθειαν. εὐμετα χειρίστως δὲ σφόδρα τὰς τῶν Ἰουδαίων εὐνοίας ἐξωνού μενος, ἀνατίθησι τῷ Θεῷ τε καὶ Πατρὶ τιμήν τε καὶ δόξαν. ἐπειδὴ γὰρ οὐκ εἰδότες Ἰουδαῖοι τὸν ἐκ Θεοῦ Πατρὸς πεφη νότα Λόγον, παρὰ μόνου τοῦ Πατρὸς ᾤοντο δεδόσθαι τὸν νόμον, εἰκότως αὐτὸν καὶ δοξάζεσθαι μὲν σωζομένου τοῦ νόμου διισχυρίζετο, καὶ τὸ ἐναντίον ὑπομένειν, εἰ μὴ φυλάτ τοιτο κατὰ λόγον. ἀλλ' εἰ καὶ τῆς δόξης τοῦ Πατρὸς κοινωνός ἐστιν ὁ Υἱὸς, καὶ δι' αὐτοῦ πρὸς Μωυσέα λελά ληκεν ὁ Θεὸς καὶ Πατὴρ, ὅμως ταῖς ἐκείνων ὑπονοίαις οἰκονομικῶς συναινεῖ· ἐν δὲ τῷ μηδὲν ἀφ' ἑαυτοῦ λαλεῖν, ὃ μὴ τῷ νόμῳ δοκεῖ, οὐ πάντως τὴν ἰδίαν ἐπείγεσθαι δόξαν οἰκοδομεῖν ὁμολογεῖ, ἀλλὰ τὴν τῷ νόμῳ χρεωστουμένην. Πρὸς δέ γε τούτῳ, κἀκεῖνο θεωρητέον. πλαγίως γὰρ ἔτι καὶ ἐπεσκιασμένως ὑποπλήττει τοὺς Ἰουδαίους, περιπίπτον τας μὲν οἷς ἐγκαλοῦσιν ἀμαθῶς, ἑαυτοῖς δὲ μᾶλλον, ἤπερ τῷ πάντων δεσπότῃ Θεῷ τὴν δόξαν ἁρπάζειν κατειθισμένους, καὶ ὅπως, ἐρῶ. ἀποκλίνοντες γὰρ τῶν τοῦ νόμου διαταγ μάτων, ἐπὶ τὸ δοκοῦν ἕκαστοι κατεφέροντο, "διδάσκοντες," καθὰ γέγραπται, "διδασκαλίας ἐντάλματα ἀνθρώπων." ἐπὶ τούτῳ πάλιν εὐφυῶς παρανομοῦντας ἐλέγχει Χριστὸς, καὶ εἰς αὐτὸν πλημμελοῦντας τὸν νομοθέτην, δι' ὧν οὐ τοῖς ἐκείνου διαζῆν ὁρισμοῖς, προσκεῖσθαι δὲ μᾶλλον ταῖς παρ' αὐτῶν διδασκαλίαις τοὺς ἀκροωμένους ἀνέπειθον. οὐκοῦν, κἂν ἀδιορίστως ἔτι καὶ ἀπολελυμένως λέγῃ Χριστός Ὁ ἀφ' ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ, τῆς τῶν Φαρισαίων ἀπονοίας ἐλέγχει τὴν νόσον, ὡς διὰ τοῦ μᾶλλον τὰ οἰκεῖα βούλεσθαι λαλεῖν τὴν τοῦ νομοθέτου κλέπτοντας δόξαν, καὶ περιπλανῶντας εἰς ἑαυτοὺς τὰ τῷ Θεῷ χρεωστούμενα, 1.608 ἀφυλάκτως τε διὰ τοῦτο λοιπὸν καὶ φονεύειν αὐτὸν ἤδη βουλεύεσθαι. διὰ γάρ τοι τοῦτο μάλιστα παρανομοῦντας ἐλέγχει, πρόφασιν τοῦ λόγου ποιησάμενος οἰκονομικῶς, τὸ τηρεῖν ἐπείγεσθαι τὸν νόμον, διά τε τούτου τιμᾶν τὸν Θεὸν καὶ Πατέρα. ὁ δὲ ζητῶν φησιν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν, οὗτος ἀληθής ἐστι, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν. ὡς τοῦ μὴ ζητοῦντος τὸ τοῦ Θεοῦ μᾶλλον, ἀλλὰ τὸ οἰκεῖον, οὔτε ὄντος ἀληθοῦς, ἀλλὰ καὶ λίαν ἀδικωτάτου· οὐκ ἔστι μὲν γὰρ ἀληθὴς, ὡς συκοφαντῶν τὸν νόμον καὶ τὸ οἰκεῖον θέλημα παρεισφέρων αὐτῷ· ἀδικώτατος δὲ, ὡς τὸ τοῦ νομοθέτου δίκαιον κρῖμα παρωσάμενος, καὶ ἐν ἀμείνοσι τῶν δεσποτικῶν τὰ οἰκεῖα τιθείς. δίκαιος οὖν ἄρα καὶ ἀληθὴς ὁ Χριστὸς, οὐδενὶ τῶν εἰρημένων ὑποπίπτων ἐγκλήματι. Οὐ Μωυσῆς δέδωκεν ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον· τί με ζητεῖτε ἀποκτεῖναι; ∆ιὰ πολλῶν εὑρημάτων ἐφ' ἕνα συντρέχει σκοπὸν τοῦ Σωτῆρος ὁ λόγος. πλαγίως μὲν γὰρ ἐν τοῖς προλαβοῦσιν ὑπελέγξας τοὺς Φαρισαίους, ὡς προσῆκεν, οἰομένους, οὐχὶ τοῖς θεόθεν διατεταγμένοις καταπείθεσθαι δεῖν, ἀλλὰ γνώμας εἰσηγεῖσθαι τὰς ἑαυτῶν, θηρᾶσθαι δὲ μᾶλλον ἐπείγεσθαι τὴν παρὰ τῶν ὑπηκόων τιμὴν, καὶ οὐ τῷ πάντων ἀνατιθέντας ∆εσπότῃ, ἀλλ' εἰς τὸ σφῶν αὐτῶν περιέλκοντας πρόσωπον, ὡς ἐντεῦθεν ἤδη καὶ παρανομεῖν ἀποτολμᾶν εὐπετέστερον, ἑτέρῳ πάλιν καὶ δριμυτάτῳ χρησάμενος τρόπῳ, γυμνὸν αὐτοῖς ἤδη καὶ ἀκατακάλυπτον ἐξαρτύει τὸν ἔλεγχον. ἐπὶ γὰρ τῇ τοῦ σαββάτου λύσει κρινόμενος, καὶ παρανομίας ἀδικωτάτην ὑπομένων ἐπ' αὐτῷ τὴν γραφὴν, οὐ καθ' ἕνα λοιπὸν πλημμελοῦντας εἰς τὸν νόμον, ἀλλ' ἤδη σύμπαν τὸ τῶν Ἰουδαίων ἔθνος παρ' οὐδὲν ὅτι πεποίηται τὰ Μωυσέως 1.609 διήλεγξε. λέγετε γάρ μοι, φησὶν, οἱ τὸν ἐλεεῖν ἐν σαββάτῳ προθυμούμενον κατακρίνοντες, οἱ βδελυρωτάτην τὴν ἐπὶ τοῖς εὖ ποιοῦσιν ὁρίζοντες ψῆφον, καὶ τῶν οἰκτιρμόνων ἀνέδην καταδικάζοντες, ἆρ' οὐχὶ διὰ Μωυσέως ὑμῖν, ὃν ἀεὶ θαυμά ζετε, τὸ ἐπὶ τῷ μὴ χρῆναι μιαιφονεῖν δέδοται πρόσταγμα; οὐκ ἠκούσατε λέγοντος "Ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτε "νεῖς;" τί τοιγαροῦν καὶ τὸν ἑαυτῶν λυπεῖτε Μωυσέα, προ χείρως οὕτω τὸν ὁρισθέντα δι' αὐτοῦ παραβαίνοντες νόμον; ἔλεγχος δὲ τούτου καὶ ἀπόδειξις ἐναργὴς, τὸ τὸν μηδὲν ἡμαρτηκότα διώκειν ἐμὲ, καὶ ἀναιρεῖν ἀδίκως ἐπείγεσθαι τὸν οὐδαμόθεν, ὅτι πρέποι τοῦτο παθεῖν αὐτὸ, κατηγορεῖσθαι δυνάμενον. Οὐκοῦν ἐν ἤθει πολλῷ τοῦ Σωτῆρος ὁ λόγος, καὶ πληκτι κώτατα μὲν ἐν τούτοις ταῖς τῶν Ἰουδαίων ἀπονοίαις ἐπιπηδᾷ, κατολισθαίνοντας δὲ ὥσπερ ἀχαλίνοις ὁρμαῖς ἐπὶ τὸ κατα δικάζειν αὐτοῦ διὰ τὴν τοῦ σαββάτου παράβασιν, παρα νομοῦντας ἐπιδεικνύει καὶ μιαιφονεῖν ἑλομένους, διά τε τοῦτο καὶ μόνον, εἰς ἁμαρτίαν τὴν ἁπασῶν καταπίπτειν χείρονα. μόνον δὲ οὐχὶ καὶ βοᾷ Πικρᾷ καὶ ἀνουθετήτῳ περιπεσόντα νόσῳ, καὶ ἀφορήτῳ λοιπὸν ἀῤῥωστίᾳ δαπανώμενον τεθερά πευκα τὸν παράλυτον, ἐν ἡμέρᾳ σαββάτου· ἀλλ' εὖ ποιήσας, ὡς ἐφ' ἅπασι τοῖς αἰσχίστοις ἁλοὺς κατακρίνομαι, καὶ φόνον διὰ τοῦτο τῆς ἐμῆς καθορίζετε κεφαλῆς. ποῖος οὖν ἄρα, φησὶ, τιμωρίας ὑμῖν εὑρεθήσεται τρόπος τῶν τολμημάτων ἐπάξιος; ἰδοὺ γὰρ παραβαίνετε μὲν καὶ αὐτοὶ τὸν νόμον· ὁ δὲ τῆς παραβάσεως λόγος, οὐ τοῖς ἐμοῖς ἐγκλήμασι παραπλή σιος· οὐ γὰρ εὖ ποιοῦντες, ὥσπερ κἀγὼ, τοῦτο δρᾶν ἀναπεί θεσθε, ἀλλ' εἰς φόνον ὁρῶντες, τὸν ἁπάσης πλημμελείας χείρονα. ποῦ τοιγαροῦν ἐν τούτοις ὑμῖν ὁ Μωυσῆς, δι' ὃν ἐγὼ, καίτοι διασώζων, κρίνομαι; οὐκ αὐτὸς ὑμῖν τὸν ἐπὶ τούτῳ νόμον ὡρίσατο; μὴ ἄρα δὴ πάλιν, ὡς ἐμὸν πατή 1.610 σαντες λόγον, παρ' οὐδὲν ποιεῖσθε τὴν παράβασιν φονῶντες ἀδίκως; τοιαῦτα μὲν οὖν πρὸς τοὺς ἀνοσίους Φαρισαίους εἰκότως ἂν λέγοι Χριστός· ἀφίστησι δὲ πρὸς τὸ παρὸν τοῦ οἰκείου προσώπου τὸν νόμον, καίτοι νομοθέτης ὑπάρχων αὐτὸς, μόνῳ δὲ ὥσπερ αὐτὸν ἀνατίθησι τῷ Πατρὶ, δι' ἐκείνου δὴ μάλιστα δυσωπῶν ἀναισχυντοῦντας τοὺς Ἰουδαίους, ὃς εἶναι καὶ μείζων αὐτοῦ παρ' ἐκείνοις ὑπείληπτο. καὶ γὰρ, ὡς πολλάκις εἰρήκαμεν, οὔπω κατὰ φύσιν ὄντα Θεὸν ἐπεγίνω σκον, ἀλλ' οὐδὲ τῆς μετὰ σαρκὸς οἰκονομίας ᾔδεσάν πω τὸ βαθὺ μυστήριον, τὴν Μωυσέως δὲ μᾶλλον ἐθαύμαζον δόξαν. Ἀπεκρίθη ὁ ὄχλος ∆αιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς. Αἰσθάνονται τῶν ἐγκλημάτων, καὶ πικροῖς ἤδη τοῖς ἐντεῦθεν βαλλόμενοι λόγοις, χωροῦσι πρὸς ἄρνησιν, οὐκ αὐτοκυρίως τὸ μιαιφονεῖν παραιτούμενοι, μόνον δὲ τὸ δοκεῖν παραλύειν τὸν νόμον περισπουδάστως ἀποκρουόμενοι· ἐν μόνῃ γὰρ τῇ οἰήσει τῶν Φαρισαίων τὸ καύχημα. διὸ δὴ καὶ τάφους αὐτοὺς κεκονιαμένους ἀπεκάλει Χριστὸς, ἔξωθεν μὲν περικειμένους τῆς ἐκ τεχνῶν ἐπινοίας τὴν ὡραιότητα, γέ μοντας δὲ κατὰ τὸ ἔσω τῆς νεκρῶν ἀκαθαρσίας. οἶμαι δὲ ὅτι καὶ τὸν ἐπὶ τῷ προσδοκῆσαί τι παθεῖν ἀφιστῶντες φόβον τὰ τοιαῦτά φασιν, οὐ τὸ θαρσεῖν ἀληθῶς ὡς οὐ πείσεται διδόντες αὐτῷ, ἀλλ' εἰς ἐπικίνδυνον ἐξέλκοντες παῤῥησίαν, καὶ τὸ μὴ ἐπείγεσθαι διαλανθάνειν αὐτοὺς ἀναπείθειν οἰό μενοι. τότε γὰρ ἦν δύνασθαι χαλεπὸν οὐδὲν ἐπιβουλεύειν αὐτῷ, κατά γε τὴν οὖσαν ἐν ἐκείνοις ὑπόνοιαν· ᾤοντο γὰρ ἀμαθῶς οὐκ εἰδότες τὸν διωκόμενον, ὅτι ταῖς παρ' αὐτῶν δυστροπίαις ὑποκείσεται, κἂν μὴ βούληται παθεῖν, ἁλώσεται 1.611 δὲ καθ' ἕνα τῶν οὐκ εἰδότων τὸν ἐν ταῖς διανοίαις αὐτῶν διαλανθάνοντα λογισμόν. καρπὸς τοιγαροῦν δυστροπίας ἡ ἄρνησις, καὶ δυσσεβείας τῆς εἰς Χριστὸν ἕτερος τρόπος· δι' ὧν γὰρ ἐπιχειροῦσιν, ὡς οὐκ ὂν ἀληθὲς ἀποκρούεσθαι τὸ παρ' αὐτοῦ λελεγμένον, ὡς ψευσάμενον κατακρίνουσι, προστιθέντες "ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν," καθὰ γέγραπται. Ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε; Ἀναγνωσόμεθα μὲν τὸ προκείμενον, ὡς ἐν ἐρωτήσει, καθ' ὑποστιγμὴν καὶ τελείαν. πλὴν τὴν ἐν τῷ λόγῳ τέχνην οὐκ ἀγνοήσομεν, σοφωτάτην ἐν ἑαυτῷ τὴν οἰκονομίαν ὠδίνοντι. ἐπιτήρει γὰρ ὅπως τὴν ἐπὶ τῷ παρειμένῳ γεγενημένην φιλανθρωπίαν τοῖς Ἰουδαίοις ἐξηγούμενος, οὐκ ἀφυλάκτως φησί Τεθεράπευκα τὸν ἄνθρωπον ἐν σαββάτῳ, καὶ διὰ τοῦτο θαυμάζετε; ὑφειμένως δὲ μᾶλλον καὶ πολὺ λίαν εὐπερι στόλως Ἓν ἔργον ἐποίησα λέγει, τὴν ἐκ τοῦ πλήθους ἄκαιρον τιθασεύων ὀργήν· καὶ γὰρ ἦν οὐκ ἀπεικὸς διὰ τὴν ἐπὶ τῷ σαββάτῳ δηχθέντας παράβασιν, καταλιθοῦν ἤδη πειρᾶσθαι τὸν Ἰησοῦν. ἀκριτόβουλον γάρ πως, κατὰ τοὺς παρ' Ἕλλησι ποιητὰς, καὶ πρόχειρον εἰς ὀργὴν ἀεὶ τὸ πλῆθός ἐστι, καὶ λειοτάτῃ συμπνοίᾳ τῇ πρὸς ὅπερ ἂν βούλοιτο κεχρη μένον, καὶ εἰς ἀκάθεκτον θράσος εὐκόλως ἀποταυρούμενον, γοργότερον δέ πως ἤπερ ἐχρῆν εἰς τὰς ἐπὶ τοῖς δεινοῖς ἁλίσκεται τόλμας. ἀποστήσας τοιγαροῦν τὸν ἐπὶ τῷ πράγ ματι κόμπον διὰ τὸ χρήσιμον, πραοτάτοις μὲν προσχρῆται λόγοις, ἐπιεικῶς δὲ σφόδρα φησίν Ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε; ἐφ' ἑνὶ, φησὶ, τούτῳ, καίτοι γεγονότι διὰ τὴν τοῦ κειμένου σωτηρίαν καὶ ζωὴν, ὡς ἐπ' ἐκτόποις ὄντως 1.612 τολμήμασι κατακρίνετε τὸν μεγαλουργὸν, καὶ εἰς μόνην ὁρῶντες τὴν τοῦ σαββάτου τιμὴν, οὐ τῷ παραδόξῳ τὸ θαῦμα χαρίζεσθε· τοῦτο γὰρ ἦν ὄντως τὸ πρεπωδέστερον· ἀλλ' ὅτι λέλυταί πως κατὰ τὴν ἐνοῦσαν ὑμῖν ὑπόνοιαν ἀμαθῆ παράγγελμα νομικὸν, οὐκ ἐπὶ μικροῖς τισιν, ἢ καὶ οὐδενὸς ἀξίοις, ἀλλ' ἐπ' ἀνθρώπου σωτηρίᾳ καὶ ζωῇ, παρα λόγως ἠγάσθητε, δέον ἐπαίνους μᾶλλον ἀπονέμειν αὐτῷ τῷ τὴν οὕτω μεγάλην καὶ θεοπρεπῆ κατημφιεσμένῳ δύναμιν. ἀπαίδευτος τοιγαροῦν καὶ διὰ τούτων ὁ τῶν Ἰουδαίων ἐλέγχεται δῆμος, ἐφ' οἷς οὐ προσῆκε τὴν ἐπὶ τῷ τεθερα πευμένῳ δαπανήσας κατάπληξιν, καὶ οὐχὶ μᾶλλον αὐτὴν ἀναθεὶς τῷ παραδόξως διασώζοντι Χριστῷ. ἰστέον δὲ ὅτι τοῖς ἐξ Ἰσραὴλ προσδιαλεγόμενος καὶ λέγων Ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε, πλαγίως ὑπελέγχει πάλιν, καὶ τοιοῦτόν τι παραδηλοῖ. ἐφ' ἑνὶ γὰρ τούτῳ, φησὶ, τῷ καθ' ὑμᾶς πλημμελήματι τὴν ἐμὴν ἀποθαυμάζετε γνώμην, ὡς τῷ νομοθέτῃ προσκρούειν ἀποτολμήσαντος· εἶτα πῶς οἴεσθε διακεῖσθαι Θεὸν, οὐ καθάπαξ αὐτοὶ λυποῦντες τὸν νόμον, ἀλλ' ὡς οὐδὲν παραβαίνοντες, τὰ ἐφ' οἷς ἑτέρους κρίνετε; ∆ιὰ τοῦτο Μωυσῆς δέδωκεν ὑμῖν τὴν περιτομὴν, οὐχ ὅτι ἐκ τοῦ Μωυσέως ἐστὶν, ἀλλ' ἐκ τῶν πατέρων, καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. Βαθὺς μὲν ὁ λόγος καὶ δυσέφικτόν πως ἐστὶ τὸ ἐπὶ τῷ προκειμένῳ θεώρημα, πλὴν ἔσται καταφανὲς διὰ τὴν τοῦ φωτίζοντος χάριν. διὰ πολλῶν τοιγαροῦν κατασοφιζόμενος λόγων τὴν τῶν Ἰουδαίων ἀπαιδευσίαν, καὶ διδάσκων πολυ τρόπως, ἐπὶ τῇ τοῦ σαββάτου λύσει πρὸς ἀκαίρους ὀργὰς 1.613 ὅτι μὴ προσῆκεν ἀποδημεῖν, διὰ τὸ κύριον εἶναι τοῦ σαβ βάτου τὸν υἱὸν τοῦ ἀνθρώπου· λοιπὸν ὀνήσας οὐδὲν διὰ τὴν τῶν ἀκροωμένων κακοβουλίαν, ἐφ' ἕτερον οἰκονομίας δια βαίνει τρόπον, καὶ πειρᾶται δεικνύειν ἤδη σαφῶς αὐτὸν τὸν ἱεροφάντην Μωυσέα τὸν τοῦ νόμου διάκονον, τὸν ἐπὶ τῷ σαββάτῳ παραλύοντα νόμον διὰ τὴν περιτομὴν, τὴν ἐκ τῆς τῶν πατέρων συνηθείας μέχρι καὶ τῶν αὐτοῦ διήκουσαν χρόνων, ἵνα λοιπὸν εὐλόγως φαίνηται καὶ αὐτὸς πατρῷον ὥσπερ ἀποσώζων ἔθος, καὶ ἐπείπερ ἐν σαββάτῳ Θεὸς ἐργά ζεται, διὰ τοῦτο καὶ ἑαυτὸν ἐνεργὸν ἐπιδεικνὺς, οὐδὲν ἡγού μενον τοῦ σαββάτου τὴν παράβασιν, διὰ τὸ συμφρονεῖν ἀεὶ τῷ γεννήσαντι. διὰ γὰρ τοῦτο καὶ ἔφασκεν "Ὁ Πατήρ μου "ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι." ἵνα τοίνυν μὴ ἐμὲ, φησὶν, ἐνεργοῦντά τι κατὰ τὸ σάββατον βλέποντες, ὡς ἐπὶ ξένῳ καὶ παραλογωτάτῳ θαυμάζητε πράγματι, δέδωκεν ὑμῖν ὁ Μωυσῆς τὴν περιτομὴν ἐν σαββάτῳ, καὶ φθάσας ἐκεῖνος τὸν ἐπ' αὐτῷ παρέλυσε νόμον. καὶ διὰ ποίαν αἰτίαν; οὐκ ἐνόμιζε πράττειν ὀρθῶς, τὸν τοῖς πατράσι διορισθέντα νόμον καὶ τὸ ἐξ ἐκείνων ἔθος ἀτιμάζων διὰ τὸ σάββατον. διὰ γὰρ τοῦτο καὶ ἐν σαββάτῳ περιτέμνεται ἄνθρωπος. εἰ δὲ ὅτι προσήκοι τιμᾶν τὸ πατρῷον ἔθος ὁ Μωυσῆς ἐλογίζετο, καὶ κρεῖττον αὐτὸ τῆς εἰς τὸ σάββατον ἐτίθει τιμῆς, τί τεθορύ βησθε μάτην ἐπ' ἐμοὶ, καὶ ὥσπερ τινὰ τῶν παρανομεῖν ἀφυλάκτως εἰωθότων, ἐπὶ τῇ τοῦ νόμου καταφρονήσει θαυμάζετε; καίτοι τῷ γεγεννηκότι, φησὶ, τὰ ἴσα μὲν δρῶ, συμφρονῶ δὲ ἀεὶ πρὸς πᾶν τὸ δοκοῦν, καὶ ἐπείπερ ἐνεργής ἐστιν ἐν σαββάτῳ, τὸ ἀργεῖν ἐν αὐτῷ παραιτοῦμαι καλῶς. δεδωκέναι γεμὴν τὴν περιτομὴν τὸν Μωυσέα διι σχυρίζεται, καίτοι μὴ οὖσαν ἐξ αὐτοῦ κατὰ τὸ ἀρτίως εἰρημένον, ἀλλ' ἐκ τῶν πατέρων· διὰ τὸ δεδόσθαι μὲν τοῖς 1.614 πατράσι τὴν ἐπὶ τῷ περιτέμνεσθαι δεῖν ἐντολήν· λεπτό τερον δέ πως καὶ ἀκριβέστερον τὰ ἐπ' αὐτῇ διωρίσθαι διὰ Μωυσέως. περιετμήθη μὲν γὰρ ὁ προπάτωρ Ἁβραὰμ, ἀλλ' οὐκ ὀκταήμερος, οὐδὲ ζεῦγος ἐπ' αὐτῷ τρυγόνων ἢ περιστερῶν ξυνωρὶς εἰς θυσίαν ἀνέβη, κατὰ τὴν Μωυσέως διάταξιν.

1.615 ΚΕΦΑΛΗ ς . Λόγος περὶ τῆς ἀργίας τῆς κατὰ τὸ σάββατον, τίνος ἐστὶ σημαντικὴ πολυτρόπως ἐπιδεικνύς. Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος Μωυσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; Α∆ΙΑΚΡΙΤΟΝ πως ἐστὶ τοῖς πολλοῖς τὸ ἀνάγνωσμα, καὶ οὐ σφόδρα σαφὲς εἰς διαίρεσιν, διὰ τοῦτο πρότερον ἐροῦμεν τὰ ἐπ' αὐτῷ. ἀναγνωσόμεθα τοιγαροῦν κατὰ βραχὺ, παραμείβοντες τὴν ἐν τῇ λέξει συνθήκην· οὕτω γὰρ νοήσεις ἀκριβῶς τὸ δηλούμενον. Εἰ περιτομὴν τοιγαροῦν φησι λαμ βάνει ἄνθρωπος ἐν σαββάτῳ, ἐμοὶ χολᾶτε, ἵνα μὴ λυθῇ ὁ νόμος Μωυσέως, ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; οὐ γὰρ δέχεται τὴν περιτομὴν ἄνθρωπος ἐν σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος Μωυσέως· λυέται γὰρ οὐκ ἀργοῦντος διὰ τὴν περιτομὴν τοῦ σαββάτου· ὡς γὰρ φθάσαντες ἤδη προεδιδάξαμεν, μᾶλλον δὲ ὡς αὐτὸς εἴρηκεν ὁ Σωτὴρ, οὐκ ἐκ τοῦ Μωυσέως, ἀλλ' ἐκ τῶν πατέρων ἐστὶν ἡ περιτομή. ὥστε διὰ τὴν ἐκ τῶν πατέρων περιτομὴν λύεταί πως ὁ νόμος ὁ Μωυσέως, ὁ ἐπὶ τῷ σαββάτῳ φημί. διά τοι τοῦτο Ἵνα μὴ λυθῇ ὁ νόμος Μωυσέως, τοῖς τοῦ Σωτῆρος ῥήμασι συναπτέον· χολᾶτε γάρ μοι φησὶν ἵνα μὴ λυθῇ ὁ νόμος Μωυσέως ὅτι ὅλον ἄνθρωπον ὑγιῆ 1.616 ἐποίησα ἐν σαββάτῳ. τὰ μὲν οὖν τῆς διαιρέσεως, ἐν τούτοις ἤδη περιώρισται· ἰτέον δὲ καὶ πρὸς τὴν τῶν δηλουμένων ἐξήγησιν, εἰ καὶ σφόδρα δυσχερῆ πρὸς κατάληψιν. φρον τίδος τοιγαροῦν τῆς ἐπ' ἀνθρώπῳ, φησὶ, τρόπος ἐστὶν ἡ περιτομὴ, καὶ αὐτὴν νικῶσα τὴν ἐπὶ τῷ σαββάτῳ διάταξιν. ἦν γὰρ ἀνάγκη τῷ παθόντι καὶ θεραπεύεσθαι. τί τοιγαροῦν τὸ ἀπεῖργόν ἐστιν, ἢ πῶς ἂν εὐλόγως διακωλύσειε τὸ πᾶν ὑγιάζεσθαι σῶμα τὸ ἐπὶ τῷ σαββάτῳ νομοθετούμενον, ἀνέγκλητον ἤδη τὴν λύσιν τῇ κατὰ μέρος καὶ βραχὺ θεραπείᾳ συγκεχωρηκός; περιτέμνεται γάρ τις, καὶ θερα πεύεται παθὼν, οὐ κατηγορούμενος ἐν σαββάτῳ. μάτην οὖν ἄρα, φησὶν, ἐπασχάλλετε τῷ τῶν ἀμεινόνων ἐργάτῃ τὴν τοῦ νόμου παράβασιν ἐπιφέροντες, ὅτε μὴ λυπεῖται νόμος καὶ ἐπὶ σμικρᾷ τῇ περιτομῇ παρὰ τοῦ Μωυσέως ἐξωθούμενος. ἀναπλέκεται δὲ διὰ τούτων συλλογισμὸς, ἀναπείθων εἰς συναίνεσιν, ὅτι μὴ προσήκοι λυπεῖσθαι μάτην αὐτοὺς, εἰ τύπος ἤδη τοῦ πράγματος γέγονεν ὁ Μωυσῆς, ᾧ συναγο ρεύειν παραλόγως ὅτι πρέποι νομίζοντες, καὶ εἰς τὸ χρῆναι μιαιφονεῖν κατεσύροντο παρ' οὐδὲν τὸν δι' ἐκείνου ποιούμενοι νόμον. Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε. Ὁ νόμος, φησὶν, ᾧ συναγορεύειν ἐπείγεσθε, δι' ὃν οὕτω καὶ εἰς ἀγρίαν ὀργὴν ἀνεκαύθητε, διαῤῥήδην βοᾷ ὅτι "Οὐ "λήψῃ πρόσωπον ἐν κρίσει, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστιν." οἱ τοίνυν ἐμὲ κατακρίνοντες, ὡς παρανομοῦντα διὰ τὸ σάβ βατον, καὶ ἐπὶ τούτῳ χαλεπαίνειν ὅτι καὶ μάλα προσήκοι διεγνωκότες, μελετήσατε τὴν εἰς τὸν νόμον τιμήν· δυσωπή 1.617 θητε τὸ διηγγελμένον Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. εἰ μὲν γὰρ ἔξω τοῦ παρανομεῖν τεθείκατε τὸν Μωυσέα, καὶ τῆς ἐπὶ τούτῳ καταγνώσεως ἀμοιρεῖν εὖ μάλα ποιοῦντες λογίζεσθε, καίτοι παραλύοντα τὸν ἐπὶ τῷ σαββάτῳ θεσμὸν διὰ τὴν ἐκ πατέρων περιτομὴν, ἀπολύσατε τῶν ἐγκλημάτων καὶ τὸν Υἱὸν τῇ τοῦ Πατρὸς ἀεὶ συμφερόμενον γνώμῃ, καὶ τοῖς ἐκείνου συναινοῦντα θελήμασι, καὶ ἅπερ ἂν ἐργάζηται, ταῦτα καὶ αὐτὸν ὁμοίως ποιεῖν εἰθισμένον. εἰ δὲ μόνου καταδικάζετε τοῦ Υἱοῦ, Μωυσέα μὴ κρίνοντες, καίτοι τοῖς ἴσοις, φησὶν, ἐνεχόμενον, οἷσπερ ἂν οἴεσθε κἀμὲ διὰ τὸ σάββατον, πῶς οὐχὶ δὴ τὸν θεῖον πατοῦντες ἁλώσεσθε νόμον, καὶ τοῖς ἄνωθεν ἐνυβρίζοντες ὅροις καταληφθήσεσθε, αἰδοῖ τῇ περί τινας τὸν ἐπὶ τῷ τὰ δίκαια κρίνειν παραφθεί ροντες λόγον, καὶ τῶν θείων ἐνταλμάτων ποιούμενοι κρείτ τονα, τὸν ᾧ τὴν ἐκ προσωποληψίας αἰδὼ παρανομοῦντες χαρίζεσθε; Ἐπιτηρείτω δὲ πάλιν ὁ συνετὸς ἀκροατὴς τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τὴν ἀξιάγαστον τέχνην. νόμου γὰρ ἑνὸς ἐγκαλούμενος λύσιν, διὰ πολλῶν ἄγαν παρανομοῦντας ἐλέγχει, μονονουχὶ τὸ εὐαγγελικὸν ἐκεῖνο λαλῶν "Τί δὲ "βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, "τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς;" κακὸν οὖν ἄρα τὸ κρίνειν ἑτέρους· "Ἐν ᾧ γάρ τις κρίνει τὸν "ἕτερον, ἑαυτὸν κατακρίνει," κατὰ τὸ γεγραμμένον. διάτοι τοῦτο καὶ παρ' αὐτοῦ τοῦ Σωτῆρος ἐλέγετο "Μὴ κρίνετε, "καὶ οὐ μὴ κριθῆτε, μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικα "σθῆτε." καὶ ταῦτά φαμεν ἐν τοῖς καθ' ἡμᾶς· παρανομήσει γὰρ οὐδαμῶς ὁ Χριστὸς, τοὺς ἑαυτοῦ μετατιθεὶς ἐφ' ὅπερ ἂν βούληται νόμους, καὶ τῆς ἀληθείας τὴν εὔχροιαν ταῖς νομι καῖς ἐπιτάττων σκιαῖς· ἵνα δὴ λοιπὸν καὶ εἰς πνευματικὴν 1.618 μεταβάλλοιτο θεωρίαν τὰ παχύτερόν πως τοῖς ἀρχαιοτέροις διατεταγμένα. Ἐπειδὴ δὲ ἅπαξ ὁ λόγος ἡμῖν εἰς τὴν ἐπὶ τῷ σαββάτῳ καὶ τῇ περιτομῇ κατεῤῥύηκε μνήμην, οἶμαι δὴ πάλιν οὐ μεῖον εἰσοίσειν ἤπερ ἔδει τὸ κέρδος τῷ γε ὅλως φιλομαθεῖ, τὸ συνιδεῖν ἀκριβῶς, τοῦ μὲν ἂν εἴη σημαντικὸς ὁ ἐν ἑβδόμῃ σαββατισμὸς, τί δ' αὖ τὸ ὑποδηλούμενον διὰ τῆς ἐν ὀγδόῃ περιτομῆς, ἔτι τε πρὸς τούτῳ τὸ μαθεῖν καὶ διὰ ποίαν αἰτίαν ἡ περιτομὴ καὶ ἐν αὐτῷ λαμβάνεται τῷ σαββάτῳ, τῆς κατὰ νόμον ἀργίας οὐκ ἀνεχομένη· τὸν δὲ ἐφ' ἑκάστῳ λόγον, ὡς ἂν οἷός τε ὦ, διευκρινησάμενος, σαφῆ ποιῆσαι πειράσομαι. προκείσεται δὲ πρῶτος ἡμῖν ὁ περὶ τῆς ἑβδόμης, ἤτοι τοῦ σαββάτου, καὶ τῆς ἀργίας τῆς ἐν αὐτῷ. οὕτω γὰρ ἂν γένοιτο καὶ τῶν ἐφεξῆς πρεπωδεστάτη λίαν ἡ βάσανος. οὐκοῦν ἤδη τὸν πρῶτον ἐπ' αὐτῷ διορισθέντα νόμον, ὅπως τε καὶ τίνα τρόπον ἔφυ, ζητήσωμεν. Ἐπειδὴ γὰρ τῆς ἐν Αἰγύπτῳ δουλείας τὸν Ἰσραὴλ ἐξελὼν πρὸς τὴν ἄνωθέν τε καὶ ἀρχαίαν ἐλευθερίαν ἐκάλει Θεὸς διὰ τοῦ πανσόφου Μωυσέως, καὶ διὰ μέσης θαλάσσης ξηρῷ τρόπον τινὰ καὶ ἀβρόχῳ ποδὶ παραδόξως διενεγκὼν ἐπὶ τὴν τῆς ἐπαγγελίας ἐπείγεσθαι γῆν διεκελεύετο· λοιπὸν ἀναγ καίως προαφαγνίζεσθαι τρόπον τινὰ καὶ προκαθαίρεσθαι προσεθίζων αὐτοὺς, συνεκάλει μὲν εἰς ἐκκλησίαν ἐν τῷ ὄρει Σινᾷ· ἐν πυρὸς δὲ εἴδει καταφοιτήσας ἐπ' αὐτὸ, τὰ πρὸς σωτηρίαν ἐνομοθέτει λέγων "Ἐγώ εἰμι Κύριος ὁ Θεός σου, "ὅστις ἐξήγαγέ σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας· οὐκ "ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. οὐ ποιήσεις σεαυτῷ "εἴδωλον, οὐδὲ πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ "ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς "γῆς. οὐ προσκυνήσεις αὐτοῖς καὶ οὐ μὴ λατρεύσεις αὐτοῖς· "ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, Θεὸς ζηλωτής." ἔδει γὰρ 1.619 ἔδει τῆς τῶν συμφερόντων νομοθεσίας ἐντεῦθεν ἀπάρχεσθαι, καὶ τοῖς εἰς θεογνωσίαν μαθήμασι προμυσταγωγεῖν τοὺς ἅπαξ παραστήσαντας ἑαυτοὺς εἰς δουλείαν καὶ ὑπακοὴν τῷ Θεῷ. ῥίζα γὰρ ἁπάσης ἀρετῆς ἡ θεογνωσία, καὶ κρηπὶς εὐσεβείας ἡ πίστις. ἐπιδείξας τοιγαροῦν ἑαυτὸν, καὶ οἱονεὶ φανερὸν καταστήσας ἤδη, διὰ τοῦ εἰπεῖν Ἐγώ εἰμι Κύριος ὁ Θεός σου, καὶ προγεωργήσας ἐν αὐτοῖς τὴν διὰ γνώσεως πίστιν, ἀποφήσας τε παντελῶς τὴν εἰδώλου κατασκευὴν, καὶ προσκύνησιν τῶν ψευδωνύμων θεῶν, ὅτι τὸ παραβαίνειν αὐτοῖς οὐκ ἀζήμιον, καὶ τὴν ἐκ τοῦ μεθίστασθαι κόλασιν εἰς ὄψιν ἄγει βοῶν "Οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου "ἐπὶ ματαίῳ," τουτέστιν, οὐ περιθήσεις εἰδώλῳ ματαίῳ τὸ θεῖόν τε καὶ φρικωδέστατον ὄνομα, "οὐ γὰρ μὴ, φησὶ, καθα "ρίσῃ Κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ." ἔνοχον τοίνυν ἔσεσθαι διειπὼν οὐ μετρίῳ πταίσματι τὸν, ᾧπερ ἂν γένοιτο φίλον προσκυνεῖν ἑτέρῳ, καὶ ψευδώνυμον ἐπιγράφεσθαι θεὸν, καὶ ἀπειλήσας συμμέτρως, ἅτε δὴ καὶ ἐν ἀρχῇ πρὸς τὸ πιστεύειν ἠγμένοις, καὶ τρυφερωτέραν ἔχουσι τὴν διάνοιαν, τίθησιν ἐφεξῆς, καὶ δεύτερον ὥσπερ διετύπου νόμον "Μνήσθητι, λέγων, τὴν ἡμέραν τῶν σαββάτων ἁγιά "ζειν αὐτήν· ἓξ ἡμέρας ἐργᾷ καὶ ποιήσεις πάντα τὰ ἔργα "σου, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα Κυρίῳ τῷ Θεῷ "σου· οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον·" εἶτα καὶ τίνα τοῦτο δρῶντες ἀπομιμήσονται χρησίμως ἐπιδεικνύς "Ἐν γὰρ ἓξ "ἡμέραις ἐποίησε, φησὶ, Κύριος τόν τε οὐρανὸν καὶ τὴν γῆν "καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, καὶ κατέπαυσε "τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ· διὰ τοῦτο ηὐλόγησε Κύριος τὴν "ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν." Τί οὖν ἄρα πάλιν, ἐρεῖ τις, ὁ ἐπὶ τῷ σαββάτῳ παρεδίδου θεσμός; δεύτερος δὲ καὶ γείτων εὐθὺς μετὰ τὴν ἐπὶ ταῖς 1.620 παραβάσεσιν ἀπειλὴν εἰσενήνεκται διὰ ποίαν αἰτίαν; πρὸς δὴ καὶ τοῦτό φαμεν, ὡς ἔδει μὴ μόνον, ὅτι πείσονται τὰ δεινὰ τοῖς παραβαίνουσιν ἀπειλεῖν, μηδὲ μόνῳ τῷ δείματι πρὸς εὐλάβειαν ἀσφαλίζεσθαι τὸν Ἰσραήλ· δουλοπρεπέ στερον γὰρ τὸ ἐν φόβῳ θεοσεβεῖν· ἀλλ' ἐπιδεῖξαι καὶ τίνων ἔσονται μέτοχοι, ἢ καὶ εἰς ποῖον καταλήξουσι τέλος οἱ τῆς εἰς αὐτὸν ἀγάπης ἀπρὶξ ἠρτημένοι. διορίζει τοιγαροῦν καὶ δίδωσιν ὡς ἐν τύπῳ τῶν ἐσομένων αὐτοῖς ἀγαθῶν τὴν ὑπό σχεσιν. σκιὰν γὰρ ἔχει ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, καθὰ γέγραπται, καὶ προγύμνασμά τι τῆς ἀληθείας τὸ ἐν αὐτῷ σχῆμα φαίνεται. ἀργεῖν δὲ κελεύει τὴν τελευταίαν τῆς ἑβδομάδος ἡμέραν, τουτέστι τὸ σάββατον, καὶ ἀποπαύεσθαι μὲν ἔργου παντὸς, ἀνίεσθαι δὲ καὶ ἀνάπαυσιν ἐπιτηδεύειν ἐν αὐτῷ, τὴν ἐπὶ τέλει τῶν αἰώνων ἐσομένην τοῖς ἁγίοις ἀνά παυσίν τε καὶ τρυφὴν διὰ τούτου δηλῶν, ὅτε τῆς ἐν κόσμῳ καταλήξαντες ζωῆς, καὶ τοὺς ἐπὶ ταῖς ἀγαθουργίαις ἱδρῶτας ἀπονιψάμενοι, τὴν ἄπονόν τε καὶ καμάτου δίχα παντὸς δια ζήσονται βίον οἱ ἐν Χριστῷ, κατὰ τὸ εἰρημένον περὶ αὐτῶν διὰ τῆς τοῦ προφήτου φωνῆς "Ἐπιλήσονται γὰρ τὴν θλίψιν "αὐτῶν τὴν πρώτην, καὶ οὐ μὴ ἀναβῇ αὐτῶν ἐπὶ τὴν καρ "δίαν, ἀλλ' εὐφροσύνη αἰώνιος ἐπὶ τὴν κεφαλὴν αὐτῶν· ἐπὶ "γὰρ κεφαλῆς αὐτῶν αἴνεσις, καὶ εὐφροσύνη καταλήψεται "αὐτοὺς, ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός." καταλύ σαντα τοίνυν, καὶ μονονουχὶ τῶν ἐπὶ τῇ δημιουργίᾳ πόνων καταλήξαντα τὸν ∆ημιουργὸν ἀπομιμούμενοι καὶ αὐτοὶ, τῶν ἐν τῷδε τῷ βίῳ καμάτων ἀποπαύσονται, πρὸς τρυφὴν ἀνα βαίνοντες τὴν ἐπὶ τέλει τῶν αἰώνων δοθησομένην παρὰ Χριστοῦ. καὶ εἰς τοῦτον οἶμαι συντετάσθαι τὸν σκοπὸν τὴν ἐπὶ τῷ σαββάτῳ διατεταγμένην ἀργίαν. 1.621 Ἐπιτήρει δὲ ὅπως ἀποφατικῶς μέν φησιν ὁ νομοθέτης, τό Οὐ προσκυνήσεις θεοῖς ἑτέροις· τὸν δὲ ἐπὶ τῷ σαββάτῳ θεσμὸν γείτονα τούτῳ τιθεὶς τό Μνήσθητι λέγει, καὶ διὰ ποίαν αἰτίαν; ὅτι τοῦ μὲν μὴ προσκυνεῖν θεοῖς ἑτέροις ἤδη παρῆν ὁ καιρός. διὰ γάρ τοι τοῦτο καὶ ἐνεργοὺς εἶναι περὶ αὐτὸ παραχρῆμα διεκελεύετο, διὰ μνήμης δέ πως κατιδεῖν τὰ ἐσόμενα, καὶ τὰ ἐν τύποις ἔτι ζωγραφούμενα ταῖς ἐννοίαις προαναθεωρεῖν ἐνεδέχετο· εἶτα πρὸς τούτῳ κἀκεῖνο περι σκεπτέον· εὖ γὰρ δὴ καὶ μάλα διατεταχὼς τὰ ἐπὶ τῇ πίστει παθήματα, τίθησιν εὐθὺς τῆς ἐπὶ τέλει τῶν αἰώνων ἐπαγγε λίας τὴν μνήμην, εἶτα λοιπὸν τοὺς ἑτέρους ὁρίζει νόμους, τό "Τίμα, φημὶ, τὸν πατέρα σου καὶ τὴν μητέρα σου," καὶ τό Οὐ φονεύσεις, καὶ τὰ λοιπὰ, ἵνα μὴ ἐξ ἔργου δικαιοῦσθαι νομίζωμεν, μηδὲ τῶν οἰκείων πόνων καρπὸν τὴν ἄφθονον τοῦ Θεοῦ μεγαλοδωρεὰν, ἀλλ' ἐκ πίστεως μᾶλλον ἑαυτοῖς ἔσεσθαι προσδοκήσωμεν. διὰ τοῦτο πρὸ τῶν νόμων τῆς κατ' εὐσέβειαν πολιτείας, γείτων εὐθὺς τῇ πίστει τῶν ἐν ἐλπίσιν ἀγαθῶν ἡ χάρις εἰσβέβηκε. Σημαίνει τοιγαροῦν ἡ κατὰ τὸ σάββατον ἀργία τὴν ἐν ἀναπαύσει καὶ ἁγιασμῷ τῶν ἁγίων ζωὴν, ὅτε δὴ σύμπαν ἀποδυσάμενοι τὸ λυποῦν, καὶ πόνου παντὸς καταλήξαντες, τοῖς θεόθεν ἐντρυφήσουσιν ἀγαθοῖς. καὶ γοῦν ὁ μακάριος Παῦλος, ὅτε τοὺς περὶ τούτων ἡμῖν ἐποιεῖτο λόγους, καὶ τὸν ἐπὶ τῷ σαββατισμῷ τοῦ λαοῦ διερευνήσασθαι τρόπον ἄριστά τε ποιῶν ἐδοκίμαζεν, οὕτω φησί "Τίσι δὲ ὤμοσε "μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς "ἀπειθήσασι; καὶ βλέπομεν, ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν "διὰ ἀπιστίαν." ἐπειδὴ γὰρ ᾤοντό τινες ἐκείνην εἶναι τῆς καταπαύσεως τὴν γῆν, εἰς ἣν ἐβάδιζον τῆς τῶν Αἰγυπτίων ἐκκεχωρηκότες, καίτοι ληφθεῖσαν εἰς τύπον τῆς τοῖς ἁγίοις 1.622 δοθησομένης παρὰ Χριστοῦ, ἣν καὶ γῆν ζώντων ἀπεκάλεσεν ὁ ∆αυεὶδ, πειρᾶται δεικνύειν ὁ σοφώτατος Παῦλος, ὅτι τύπος ἦν ἐκείνη τῆς προσδοκωμένης κατακληροδοτηθεῖσα τότε τοῖς υἱοῖς Ἰσραὴλ τοῖς Ἰησοῦ διατάγμασιν. ὅτι γὰρ εἰς τύπον τῆς ἀληθείας ἐκεῖνα λαμβάνεται, διελέγχει γοργῶς, ἀποδεικ τικὸν τοῖς εἰρημένοις ἐπάγων συλλογισμόν. λέγει δὲ οὕτως "̓Επεὶ οὖν ἀπολείπεταί τινας εἰσελθεῖν εἰς αὐτὴν, καὶ οἱ "πρότερον εὐαγγελισθέντες οὐκ εἰσῆλθον δι' ἀπιστίαν, πάλιν "ὁρίζει τινὰ ἡμέραν Σήμερον ἐν ∆αυεὶδ λέγων, μετὰ τοσοῦ "τον χρόνον, καθὼς προείρηται Σήμερον ἐὰν τῆς φωνῆς "αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν "τῷ παραπικρασμῷ. εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν, "οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας." ὁρᾷς ὅπως τὸ δοκοῦν ἀντιπίπτειν ἔλυσε γοργῶς; εἶπε γὰρ ἄν τις εὐθὺς πρὸς ἐκεῖνα τοῖς τῶν Ἰουδαίων ἐπαγωνιζόμενος λόγοις Τί οὖν, ὦ βέλτιστε, φῄς; οὐκ εἰσκεκόμικεν ὁ Ἰησοῦς τὸν λαὸν εἰς τὴν γῆν τῆς ἐπαγγελίας; οὐ κατέπαυσαν καὶ ἐσαββάτισαν ἐν αὐτῇ; ναί φησιν, ἀλλ' ὡς ἐν τύπῳ τῶν ἀληθινῶν καὶ μιμήματι. εἰ γὰρ ἐν τούτοις καὶ μόνοις ἡ τοῦ Θεοῦ χάρις, καὶ τῆς ἐπαγγελίας τῆς παρ' αὐτοῦ τὸ μέτρον περιορίζεται, καὶ πεπλήρωται τῷ Ἰσραὴλ ἐν ἐκείνοις τὰ ἐν ἐλπίσι, δηλοῖ δὲ πρὸς τούτοις ἕτερον οὐδὲν τὸ γράμμα τὸ νομικὸν, κατὰ τίνα δὴ τρόπον, ὡς μή που καταπαύσαντος αὐτοὺς Ἰησοῦ, πάλιν ἕτερος διὰ τοῦ μακαρίου ∆αυεὶδ ὁ τῆς καταπαύσεως ὁρίζεται καιρὸς, καίτοι τοσούτοις ὑστερίζοντος χρόνοις; σοφῶς οὖν ἄρα καὶ λίαν ἐμφρόνως τύπον ἐπιδείξας καὶ εἰκόνα πραγμάτων πνευματικῶν τὰ ἐν ταῖς ἱστορίαις κείμενα, τὸν κεκρυμμένον ἔτι καὶ διαλανθάνοντα λόγον ἐπὶ τῷ σαββάτῳ καταλαμπρύνει, προστιθείς "Ἄρα ἀπολείπεται "σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ. ὁ γὰρ εἰσελθὼν εἰς τὴν 1.623 "κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ πάντων τῶν "ἔργων αὐτοῦ, καθάπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός." εἶτα πῶς ἐντεῦθεν οὐκ ἂν ἤδη λοιπὸν ὁμολογοῖτο σαφῶς, ὅτι τὸ κατα λῦσαι πόνων τῶν ἐπ' ἔργοις δηλαδὴ, σαββατισμὸν οἶδε τῶν ἁγίων ὁ νοῦς, ὅτε τοῖς ἤδη προειργασμένοις ἐν τῷδε τῷ βίῳ κατορθώμασι τὸ λαμπρὸν τῶν ἁγίων ἐντρυφήσει στῖφος, καθ' ὁμοιότητα τοῦ πάντων ∆ημιουργοῦ, καταπαύσαντός τε καὶ εὐφραινομένου κατὰ τὴν ἑβδόμην ἡμέραν, ὥσπερ οὖν ἐν βιβλίῳ παροιμιῶν ἡ σοφία φησίν "Ἐγὼ ἤμην ᾗ προσέ "χαιρε, καθ' ἡμέραν δὲ ηὐφραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν "παντὶ καιρῷ, ὅτε ηὐφραίνετο τὴν οἰκουμένην συντελέσας, "καὶ ἐνηυφραίνετο ἐν υἱοῖς ἀνθρώπων." οὐκοῦν· ἐπανήξω γὰρ αὖθις ἐπὶ τὸ ἐξ ἀρχῆς, καὶ τοῦ παντὸς λόγου τὸν σκοπὸν ἀναλήψομαι· τὴν ἄπονον τῶν ἁγίων ζωὴν ἡ κατὰ τὸ σάββατον ἀργία δηλοῖ. πάντα γὰρ δίχα πόνου τὰ ἀγαθὰ κατ' ἐκεῖνο καιροῦ τοῖς ἁγίοις χορηγηθήσεται παρὰ Θεοῦ, καὶ οὔτε τὴν ἀρχέκακον ἁμαρτίαν ἐργασόμεθα τότε, διὰ τὸ πρόῤῥιζον αὐτὴν ἐξ ἡμῶν ἀπολέσθαι μετὰ τοῦ κατασπείρειν αὐτὴν ἐν ἡμῖν εἰωθότος, κατὰ τό "Οὐκ ἔσται ἐκεῖ λέων, οὐδὲ "τῶν θηρίων τῶν πονηρῶν οὐδὲν οὐ μὴ ἀναβῇ ἐκεῖ, ἀλλ' "ἔσται ἐκεῖ ὁδὸς καθαρὰ, καὶ ὁδὸς ἁγία κληθήσεται." ἀλλὰ καὶ πάντων ἀκονιτὶ τῶν ἀγαθῶν τῶν ἁγίων ὁ νοῦς ἀνθέξεται. διὰ γάρ τοι τοῦτο καὶ ὁ συλλέγων ἐν σαββάτῳ τὰ ξύλα λιθόλευστος τελευτᾷ, ὡς ἀδικήσας ἐν τῷ τύπῳ τὴν ἀλήθειαν. καταλύσαντες γὰρ καὶ εἰς ἐκείνην καταντήσαντες τὴν ἀνά παυσιν, οὐκ ἐξελευσόμεθά ποτε τὸν ἀξιάγαστόν τε καὶ ἐν ἀρεταῖς διαφανῆ τρόπον, καθάπερ ἐκεῖνοι ἀπὸ τῆς ἰδίας σκηνῆς, ἀλλ' οὐδὲ τὴν πυρὸς ἔτι τροφὸν καὶ μητέρα συλλέ ξομεν ἁμαρτίαν, ὡσπεροῦν ἐκεῖνος τὰ ξύλα διὰ πολλὴν ἄγαν ἀναισθησίαν, οὐ συνεὶς τὰ ἐν τύπῳ πρὸς ἀλήθειαν 1.624 βλέποντα. διά τοι τοῦτο καὶ τοῖς λίθοις τοῖς ἀναισθήτοις, ἅτε δὴ καὶ ἁλοὺς ἐπ' ἀναισθησίᾳ πολλῇ, παρὰ τῶν κολα ζόντων ἐβάλλετο, γραφομένην ἔχων ἐν τῇ τιμωρίᾳ τὴν ποιότητα τοῦ τρόπου. ὅτι μὲν οὖν τότε τὴν βδελυρὰν ἁμαρτίαν οὐκ ἐργασόμεθα, δῆλον, ἀλλ' οὐδὲ τὸ ὠφελοῦν ἱδρῶτι κατορθώσομεν· καὶ ὀψόμεθα πάλιν ὡς ἐν αἰνίγματι καὶ τοῦτο δηλούμενον ἐν βιβλίοις τοῖς Μωυσαϊκοῖς. δρόσου μὲν γὰρ δίκην ἐπηφίει τὸ μάννα τοῖς υἱοῖς Ἰσραὴλ ἐν ἐρήμῳ Θεὸς, καὶ δέδωκεν ἄρτον ἀγγέλων αὐτοῖς, κατὰ τὸ γεγραμ μένον· εἶτα καὶ νόμον ἐπ' αὐτῷ διωρίζετο διὰ τοῦ πανσόφου Μωυσέως· προσεφώνει γὰρ οὕτως "Φάγετε σήμερον· ἔστι "γὰρ σάββατα σήμερον τῷ Κυρίῳ, οὐχ εὑρήσετε ἐν τῷ "πεδίῳ· ἓξ ἡμέρας συλλέξετε· τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ "σάββατα, οὐκ ἔστιν ἐν αὐτῇ." ὑποδηλοῖ γὰρ, ὅτι πρὸ μὲν τῆς τῶν αἰώνων συστολῆς, πόνῳ τὸ ὠφελοῦν καὶ τὸ ἀπο τρέφον ἡμᾶς εἰς ζωὴν τὴν αἰώνιον συναγείρειν ἀκόλουθον, ὡσπεροῦν ἐκεῖνοι τὴν πλατεῖαν περιθέοντες ἔρημον, ἁπαντα χόθεν εἰς τροφὴν τὸ μάννα συνεκομίζοντο· ἐν δὲ τῇ ἑβδόμῃ, τουτέστιν, ἐπὶ τέλει λοιπὸν, ὁ μὲν τῆς τῶν χρησίμων συλ λογῆς ἐξοίχεται καιρὸς, τοῖς δὲ ἤδη προπεπορισμένοις ἐντρυ φήσομεν, κατὰ τὸ εἰρημένον διὰ τοῦ ψαλμῳδοῦ "Τοὺς "καρποὺς τῶν πόνων σου φάγεσαι." Ὁ μὲν οὖν νομοθέτης καὶ Θεὸς, οὐ ταῖς σκιαῖς ἐφηδό μενος, ἀλλ' εἰς αὐτὴν ἤδη τὴν τῶν πραγμάτων εἰκόνα προ αναβλέπων, διηγγέλλετο μὴ δεῖν ἐν σαββάτῳ πονεῖν. ἀλλ' ὑπερφρονήσαντές τινες τοῦ διορισθέντος αὐτοῖς ἐπὶ τούτῳ νόμου, καὶ ῥιψοκινδύνως τῷ πάντων ∆εσπότῃ προσκρούειν οὐ παραιτούμενοι, τὸ μὲν ὅτι προσήκοι βαδίζειν συγκομισο 1.625 μένους τὸ μάννα καὶ ἐν σαββάτῳ διεγνώκεσαν, καὶ οὐκ ἐν βουλαῖς τὸ τόλμημα μόναις, ἀλλ' εἰς ἔργον ἤδη τὸ δοκοῦν διεξήγετο. ἐπισκήπτει τοιγαροῦν διὰ τοῦτο πάλιν αὐτοῖς ὁ νομοθέτης καί φησιν "Ἕως πότε οὐ βούλεσθε εἰσακούειν "τὰς ἐντολάς μου καὶ τὸν νόμον μου; ἴδετε, ὁ γὰρ Κύριος "ἔδωκεν ὑμῖν τὴν ἡμέραν ταύτην σάββατα· διὰ τοῦτο αὐτὸς "δέδωκεν ὑμῖν τῇ ἡμέρᾳ τῇ ἕκτῃ ἄρτους δύο ἡμερῶν· καθί "σεσθε ἕκαστος εἰς τοὺς οἴκους ὑμῶν, μηδεὶς ὑμῶν ἐκπο "ρευέσθω ἐκ τοῦ τόπου αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ." ὁρᾷς ὅπως τὴν ἱδρῶτος καὶ πόνου παντὸς ἐλευθέραν ἡμῖν προανα πλάττων ζωὴν ἐν ταῖς κατὰ τύπον ἀργίαις, δρᾶν οὐδὲν ὅλως ἐφίησιν ἐν σαββάτῳ; συλλέγειν μὲν γὰρ οὐκ ἐᾷ, προσεπι τάττει δὲ τούτῳ, καὶ τὸ χρῆναι τὸν οἶκον ἀφέντα μηδαμόσε χωρεῖν, ἀλλ' ἐκ τῶν ἰδίων μὴ ἐκπορεύεσθαι τόπων. καὶ τί πάλιν ἡμᾶς διὰ τούτου βούλεται μαθεῖν, ἐκθησόμεθα, συγ γενὲς αὐτῷ καὶ ὡσαύτως ἔχον παραθέντες ῥητόν. προσε λάλει τοιγαροῦν ὁ μακάριος προφήτης Ἱερεμίας τοῖς Ἰουδαίοις ὡδί "Τάδε λέγει Κύριος Φυλάξατε τὰς ψυχὰς ὑμῶν "καὶ μὴ αἴρετε βαστάγματα ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ "μὴ ἐκπορεύεσθε ταῖς πύλαις Ἱερουσαλὴμ, καὶ μὴ ἐκφέ "ρετε βαστάγματα ἐξ οἰκιῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ τῶν "σαββάτων, καὶ πᾶν ἔργον οὐ ποιήσετε· ἁγιάσατε τὴν "ἡμέραν τῶν σαββάτων καθὼς ἐνετειλάμην τοῖς πατράσιν "ὑμῶν." καὶ τί τὸ ἐντεῦθεν; εἰς ἕξιν ἡμᾶς προδιανιστὰς τὴν φιλάγρυπνον, φυλάττειν ἐπιτάττει τὴν ἰδίαν ψυχήν· οὕτω γὰρ ἂν ὑπάρξαι ῥᾳδίως καὶ τὸ δεῖν εἰσελάσαι λοιπὸν εἰς τὸν ἐν ἐλπίσι σαββατισμόν. ἀναφανεῖται δὲ ὅσα τοῖς τοῦδε τυχοῦσι τὰ ἀγαθὰ, διεσάφει καλῶς διὰ τῆς τῶν ἑτέρων 1.626 ἐπαγωγῆς. βαστάγματι μὲν γὰρ οὐκ ἐᾷ καταβρίθεσθαί τινας, ὡς οὐδενὸς ἔτι κατ' ἐκεῖνο καιροῦ τὸ δυσαχθὲς τῆς ἁμαρτίας ἀναληψομένου φορτίον· ἁγιότητος γὰρ ὁ καιρὸς, οἰχομένης μὲν εἰς ἀναίρεσιν παντελῆ τῆς ἀρχαίας ἁμαρτίας, ἀνακαινιζο μένης δὲ τῆς ἑκάστου ψυχῆς εἰς ἕξιν ἀκλινῶς τὴν φιλάρετον. ἀλλὰ καὶ τὸ ἔξω φοιτᾶν τῶν τῆς Ἱερουσαλὴμ οὐκ ἐφίησι πυλῶν. καὶ γὰρ δὴ κατὰ τὸν ἀληθῆ τε καὶ ὀρθῶς ἔχοντα λόγον οἰκήσει παγίως ὁ λαμπρὸς τῶν ἁγίων χορὸς τὴν ἐπουράνιον Ἱερουσαλὴμ, καὶ τὴν ἁγίαν οὐκ ἐκβήσεται πόλιν, ἔσται δὲ μᾶλλον διὰ παντὸς ἐν αὐτῇ καὶ πρὸς τὸ δύνασθαι δραπετεύειν οὐδαμῶς τῶν ἅπαξ δοθέντων ἀγαθῶν τῇ θείᾳ δυνάμει διακρατούμενος. "Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα "καὶ ἡ κλῆσις τοῦ Θεοῦ," κατὰ τὸν ἅγιον Παῦλον. ἐν δέ γε τῷ πάλιν εἰπεῖν Οὐκ ἐξελεύσεσθε ἕκαστος ἐκ τοῦ τόπου ὑμῶν, ἐκεῖνο δὴ μάλα σαφῶς ἔοικεν ὑποδηλοῦν. πολλαὶ μὲν γὰρ ὄντως αἱ μοναὶ παρὰ τῷ Θεῷ καὶ Πατρὶ, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· καὶ τούτου δὴ πάλιν λαμπρῶς ἀνεπλήρου τὸν τύπον ἡ ἁγία σκηνὴ, δέκα λαμβάνουσα τὰς αὐλὰς, καὶ δοθήσεται μὲν ἑκάστῳ κατὰ τὴν ἀξίαν καὶ ἀναλόγως τοῖς κατωρθωμένοις ἡ μονή· οἱ δὲ ὅλως ἐν κατασχέσει τῶν ἐκεῖσε σκηνωμάτων γεγενημένοι, διὰ παντὸς μὲν αὐτοὶ ἐνδιαιτήσονται, βαδιοῦνται δὲ οὐδαμῶς εἰς ἀπόπτωσιν τῶν ἐκ θείας αὐτοῖς ἀπονεμηθέντων δωρεᾶς. καὶ ἀληθὴς ἡμῖν ὁ μάρτυς εἰσβήσεται· λέγει γὰρ οὕτως ὁ προφήτης Ἡσαΐας περὶ τῶν τοιούτων διειληφώς "Οἱ ὀφθαλμοί σου ὄψονται "̔Ιερουσαλὴμ, πόλις πλουσία, σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν, "οὐδ' οὐ μὴ κινηθῶσιν εἰς τὸν αἰῶνα χρόνον." ἐν γὰρ τῷ μὴ σείεσθαι λέγειν τὰς ἐν τῇ πλουσίᾳ πόλει σκηνὰς, τὸ ἀμετάθετον τῆς ἐν αὐτῇ διαμονῆς καὶ ἐνδιαιτήσεως κατα δηλοῖ. ἀλλὰ καὶ πρὸς τούτοις ἔτι, πᾶν ἔργον, φησὶν, οὐ 1.627 ποιήσετε ἐν αὐτῇ, καὶ ἁγιάσετε τὴν ἡμέραν τῶν σαββάτων. καθάπερ ἤδη πολλάκις εἰρήκαμεν, ἀργίας τῆς ἐπ' ἀμφοῖν καὶ ἀναπαύσεως ὁ καιρὸς, καὶ ὅλος ἅγιος ἀνατεθειμένος εἰς ἑορτὴν τῷ Χριστῷ. Τὸ δὲ χρῆναι πάλιν ἡμᾶς ἐνεργεῖν μὲν ἐν σαββάτῳ μηδὲν, καταλύειν δὲ ὥσπερ καὶ ἀνεῖσθαι παντὸς τοῦ πρὸς ἱδρῶτα καλοῦντος καὶ πόνον, καὶ δι' ἑτέρων ἐπιγνωσόμεθα. ἐν μὲν γὰρ τῇ ἐξόδῳ φησίν "Ἓξ ἔτη σπερεῖς τὴν γῆν σου καὶ "συνάξεις τὰ γεννήματα αὐτῆς· τῷ δὲ ἑβδόμῳ ἄφεσιν "ποιήσεις καὶ ἀνήσεις αὐτήν." ἐν δὲ τῷ Λευιτικῷ "Ὅταν "εἰσέλθητε εἰς τὴν γῆν ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ ἀναπαύ "σεται ἡ γῆ ἣν ἐγὼ δίδωμι ὑμῖν σάββατα Κυρίῳ· ἓξ ἔτη "σπερεῖς τὸν ἀγρόν σου, καὶ ἓξ ἔτη τεμεῖς τὴν ἄμπελόν σου "καὶ συνάξεις τὸν καρπὸν αὐτῆς· τῷ δὲ ἔτει τῷ ἑβδόμῳ "ἀνάπαυσις ἔσται τῇ γῇ, σάββατα Κυρίῳ." τὴν μὲν γὰρ ἀναίσθητον τῶν πόνων οὐκ ἀνίησι γῆν, ἀλλ' οὐδὲ αὐτῇ κυρίως τὸν ἐπὶ τούτοις ἐχαρίζετο νόμον, τὸ δὲ μὴ χρῆναι πονεῖν διὰ τοῦ τὴν γῆν ἀνεῖναι τοῖς αὐτὴν κεκτημένοις ἐπραγματεύετο. πολυτρόπως γὰρ ἡμῖν τὴν ἐπὶ Χριστῷ κατεσήμαινεν ἑορτὴν, καθ' ἣν οἱ φόβῳ τῷ θείῳ συζήσαντες, εἰς παντελῆ καὶ ὁλόκληρον ἐλευθερίαν ἀναδραμοῦνται τὴν ἐν ἁγιασμῷ καὶ πλουσιωτάτῃ τοῦ Πνεύματος χάριτι. καὶ τοῦτο δὲ πάλιν δι' αὐτῶν εἰσόμεθα τῶν Μωυσαικῶν ἐνταλμάτων. ἔχει γὰρ οὕτως "Ὅταν πραθῇ σοι ἀδελφός σου ἢ ἡ ἀδελφή "σου, ὁ Ἑβραῖος ἢ ἡ Ἑβραία, ἓξ ἔτη δουλεύσει σοι, τῷ δὲ "ἔτει τῷ ἑβδόμῳ ἄφεσις." οἱ γὰρ πάλαι τῇ ἁμαρτίᾳ δου λεύσαντες, καὶ ἡδονῇ τῇ πρὸς τὸ φαῦλον ἑαυτοὺς τρόπον τινὰ τῷ διαβόλῳ καταπωλήσαντες, δικαιωθέντες ἐν Χριστῷ διὰ τῆς πίστεως, εἰς τὸν ἀληθῆ καὶ ἅγιον ἀναβησόμεθα σαββατισμὸν, τὴν διὰ τῆς χάριτος ἐλευθερίαν ἠμφιεσμένοι, καὶ ἀγαθοῖς τοῖς θεόθεν λελαμπρυσμένοι.

1.628 ΚΕΦΑΛΗ Ζ. Λόγος περὶ τῆς ἐν ὀγδόῃ περιτομῆς, τίνος ἐστὶ σημαντικὴ πολυτρόπως ἐπιδεικνύς. ἈΡΚΟΥΝΤΩΣ ἤδη, καθάπερ ὑπολαμβάνω, καὶ κατὰ δύναμιν τῆς ἐνούσης ἡμῖν διανοίας τὸν ἐπὶ τῷ σαββάτῳ διαπτύξαντες λόγον, ἐπὶ τὴν τούτῳ γείτονα περιτομὴν τὸν ἐπὶ τῇ ζητήσει μετοίσομεν πόνον, πανταχόθεν τὸ λυσιτελὲς ὅτι πρέποι θηρᾶσθαι διεγνωκότες· καὶ γὰρ ἂν εἴη τῶν ἀτοπωτάτων, καὶ γελοιότητος δὲ τῆς ἐσχάτης οὐκ ἀμοιροῦν, τὸ μὴ πάντα πόνον ἀδεῶς τῆς ἐν τούτοις γνώσεως ἀμεί βεσθαι φιλεῖν. τί δὲ δὴ καὶ τὸ ἐξ αὐτῆς ὡς ἐν τύπῳ τοῖς ἀρχαιοτέροις ὑποδηλούμενον περιαθροῦντες πνευματικῶς, ἐκ θησόμεθα πάλιν κατὰ τὸ μέτρον τῆς ἐπιχορηγίας τοῦ πάντα τὰ σκοτεινὰ φανεροῦντος Θεοῦ, καὶ θησαυροὺς ἡμῖν ἀποκρύ φους ἀοράτους ἀνοίγοντος. τοῖς μὲν γὰρ πρὸς ἕξιν ἤδη βεβηκόσι τὴν ἀπροσδεᾶ, καὶ τελειοτέραν ἔχουσι τὴν διάνοιαν, ἐξέσται καὶ νοεῖν καὶ λαλεῖν τὰ πολὺ τούτων βελτίονα· ἡμεῖς δὲ τὰ εἰς νοῦν ἰόντα τὸν ἡμέτερον, κἂν τοῦ πρέποντος ὑστε ρίζειν δοκεῖ, τοῖς ἀκροωμένοις παραθήσομεν, οὐκ αἰδοῖ τοῦ μὴ δοκεῖν ἡττῆσθαι τινῶν τὴν φιλαδελφίαν λυπήσαντες, μᾶλλον δὲ τὸ γεγραμμένον εἰδότες "∆ίδου σοφῷ ἀφορμὴν, καὶ "σοφώτερος ἔσται· γνώριζε δὲ δικαίῳ, καὶ προσθήσει τοῦ "δέχεσθαι." πρῶτος τοιγαροῦν ἐπὶ τῇ περιτομῇ διωρίζετο 1.629 νόμος, λέγοντος πρὸς Ἁβραὰμ τοῦ Θεοῦ "Σὺ τὴν διαθήκην "μου διατηρήσεις, καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς "γενεὰς αὐτῶν· καὶ αὕτη ἡ διαθήκη μου ἣν διαθήσω ἀνὰ "μέσον ὑμῶν καὶ ἐμοῦ, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου "μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν· περιτμηθήσεται πᾶν ἀρσε "νικόν. καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας "ὑμῶν, καὶ ἔσται εἰς διαθήκην ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν. "καὶ παιδίον ὀκτὼ ἡμερῶν περιτμηθήσεται ὑμῶν πᾶν ἀρσε "νικόν." ὁρισάμενος δὲ τὸν ἐπὶ τούτῳ νόμον, καὶ ὅτι προσήκοι πάντως αὐτοὺς τῆς ἀκροβυστίας τὴν σάρκα περι τέμνεσθαι διατεταχὼς, οὐκ ἀζήμιον ἀποφαίνει τοῦ νόμου τὴν παράβασιν, μυστηρίου τύπον ἀναγκαιοτάτου τὸ πρᾶγμα δεικνύς· ἐπιλέγει γὰρ τούτοις ἐφεξῆς "Καὶ ἔσται ἡ διαθήκη "μου ἐπὶ τῆς σαρκὸς ὑμῶν εἰς διαθήκην αἰώνιον· καὶ ἀπερίτ "μητος ἄρσην, ὃς οὐ περιτμηθήσεται τὴν σάρκα τῆς ἀκρο "βυστίας αὐτοῦ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται ἡ "ψυχὴ ἐκείνη ἐκ τοῦ σπέρματος αὐτῆς· ὅτι τὴν διαθήκην "μου διεσκέδασεν." ὁ μὲν οὖν θεσπέσιος Παῦλος σημεῖον ὥσπερ τι καὶ σφραγῖδα δεδόσθαι τῆς ἐν ἀκροβυστίᾳ πίστεως τὴν περιτομὴν τῷ πατριάρχῃ διισχυρίσατο. σκοπὸς γὰρ ἦν, ὡς ἔοικεν, αὐτῷ καὶ περισπούδαστον ἐπιχείρημα, νομικοῦ παντὸς ἐπιτάγματος προανέχουσάν τε καὶ ἀρχαιοτέραν ἐπι δεῖξαι τὴν διὰ πίστεως κλῆσίν τε καὶ δικαιοσύνην. ἐδυσώπει γὰρ οὕτω μόλις τοὺς ἐξ Ἰσραὴλ καὶ συνέπειθέ πως εἰς τὸ μὴ παράβασιν ἡγεῖσθαι τοῦ νόμου τὴν διὰ πίστεως δικαιο σύνην, ἐπαναδρομὴν δὲ μᾶλλον εἰς τὸ ἀπ' ἀρχῆς, καὶ πρὸ νόμου παντός· ἀλλ' ἐν καιρῷ περιενεγκὼν εἰς τὸ τέως ὠφε λοῦν καὶ τῷ παρόντι χρήσιμον τοῦ λόγου τὴν δύναμιν, ἕτερόν τινα πάλιν εἰδὼς τῆς περιτομῆς τὸν τρόπον εὑρί σκεται. τὸ γὰρ ἐν σαρκὶ καυχᾶσθαι φιλεῖν τοῖς Ἰουδαίοις 1.630 ἀπομαθεῖν συμβουλεύων, ἐπιστέλλει πάλιν "Οὐ γὰρ ὁ ἐν "τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ "περιτομὴ, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ "καρδίας ἐν πνεύματι οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ "ἀνθρώπων ἀλλ' ἐκ τοῦ Θεοῦ." ἢ γὰρ οὐχὶ διὰ τούτων καὶ ὑποπείθει λοιπὸν εἰς ἑτέρας ἐννοίας ἐπ' ἐκείνῃ μεταβιβάζε σθαι, καὶ οὐ μέχρι τοῦ δεδόσθαι "σφραγῖδα τῆς ἐν ἀκρο "βυστίᾳ πίστεως," τὴν περιτομὴν τῷ προπάτορι, διενθυ μεῖσθαι βούλεται, ἀλλά τι καὶ μεῖζον ἐπὶ τούτῳ νοεῖν καὶ πνευματικόν; Ζητητέον τοιγαροῦν καὶ περισκεπτέον οὐκ ἀνειμένως τίς ἡ ἐν πνεύματι περιτομὴ, τίνος δ' ἂν νοοῖτο σύμβολον ἡ ἐν σαρκὶ τελουμένη, καὶ διὰ ποίαν αἰτίαν οὐκ ἀδιαφόρως, ἐν ᾗπερ ἂν ἡμέρᾳ τύχοι, μόνῃ δὲ ἐν ὀγδόῃ περιτέμνεται ἄν θρωπος. ἔστι τοίνυν οὐδενὶ τῶν ὄντων ἀμφίβολον, ὡς ἐπείπερ ἡμῖν ὁ σκοπὸς συντείνεται πρὸς τὸ θέλειν συνδεῖ σθαι τῷ Θεῷ διὰ μεσίτου Χριστοῦ, διὰ τοῦτο δὴ πάντως καὶ προκαθαίρεσθαι πρέπει, προαγνίζεσθαι διὰ τρόπου παντὸς τοὺς εἰς οἰκειότητα διὰ πίστεως ἀναβαίνοντας τῷ πανάγνῳ ∆εσπότῃ. ληψόμεθα δὲ εἰς ἀρίστην τοῦ τοιοῦδε πράγματος εἰκόνα τὸ εἰρημένον παρὰ Θεοῦ πρὸς τὸν ἅγιον Μωυσέα "Καταβὰς διαμάρτυραι τῷ λαῷ, καὶ ἅγνισον "αὐτοὺς σήμερον καὶ αὔριον, καὶ πλυνάτωσαν τὰ ἱμάτια "ἑαυτῶν, καὶ ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην· "τῇ γὰρ ἡμέρᾳ τῇ τρίτῃ καταβήσεται Κύριος ἐπὶ τὸ ὄρος "Σινᾶ." ἐν μὲν γὰρ τῷ προαγνίζεσθαι δεῖν, τὴν διὰ τρόπων ἐπιείκειαν ἐπιτηδεύειν βούλεται· ἐν δὲ τῷ χρῆναι τὰ ἄμφια περιπλύνειν αὐτοὺς, τὴν αὐτοῦ τοῦ σώματος ὑπεμφαίνει κάθαρσιν. ἄμφιον γὰρ ὥσπερ καὶ περιστολὴ τῆς ψυχῆς τὸ σῶμά ἐστιν. 1.631 Οὐκοῦν ἐπειδήπερ· ἀναβήσομαι γὰρ ἐπὶ τὴν τοῦ λόγου πρώτην τε καὶ ἀναγκαιοτάτην ἀρχήν· προαγνίζεσθαι πάντως ἐχρῆν τοὺς εἰς οἰκειότητα τρέχοντας τῷ ἁγίῳ Θεῷ, κατὰ τὸ παρ' αὐτοῦ λεγόμενον "Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι·" σύμβολον ἁγνισμοῦ διὰ τῆς ἐν σαρκὶ περιτομῆς τοῖς ἀρχαιο τέροις ὡρίζετο· καὶ ὅπως, ἐροῦμεν. τὴν τῶν καθ' ἡμᾶς πραγμάτων διευκρινησάμενοι φύσιν, ἁμαρτίας ἁπάσης προ βαδίζουσαν ἡδονὴν εὑρήσομεν· καὶ καλεῖ τις ἡμᾶς εἰς τὸ πλημμελεῖν ἐπιθυμία θερμὴ τῆς ἐνεργείας ἀεὶ προανίσχουσα, καὶ τὴν τῆς διανοίας σύνεσιν προαρπάζουσα, πείθουσά τε οὕτω λοιπὸν ἐπὶ τὴν τῶν αἱρεθέντων διεξαγωγὴν διὰ λειο τάτης ἔρχεσθαι τῆς ὁδοῦ. ἀληθῆ δέ πως ὄντα τὸν ἐπὶ τούτοις ἡμῶν λόγον ἀποφαίνει λέγων ὁ Χριστοῦ μαθητὴς, οὕτω βοῶν "Μηδεὶς πειραζόμενος λεγέτω ὅτι ἀπὸ Θεοῦ "πειράζομαι· ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν, πειράζει "δὲ αὐτὸς οὐδένα, ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας "ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος· εἶτα ἡ ἐπιθυμία "συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα "ἀποκύει θάνατον." ὁρᾷς οὖν ὅπως ἐν ἐπιθυμίαις ταῖς ἐπί τισιν ἡ τῆς φαυλότητος προδημιουργεῖται γένεσις, καὶ ἐν ἐκτόποις ἡδοναῖς τὰ τῆς ἁμαρτίας προκυοφορεῖται σπέρ ματα; προστάττει τοιγαροῦν ὁ νομοθέτης καὶ Θεὸς ἐκείνῳ δὴ μάλιστα τῷ μορίῳ τοῦ σώματος, ἐν ᾧ καὶ δι' οὗ τῶν ἡδονῶν ἡ γένεσις, τὸν περιτέμνοντα σίδηρον ἐπιφέρεσθαι, ἵνα δὴ μάθοις ὡς δι' αἰνίγματος, ὡς ἀμήχανον ἡμᾶς ὀφθή σεσθαί ποτε καθαροὺς, εἰ μὴ τοῦ θείου λόγου τὴν τομωτάτην ἐνέργειαν ἐν καρδίᾳ δεξάμενοι, καὶ εἰς νοῦν λαβόντες τὴν τοῦ Πνεύματος μάχαιραν, τὰς ἐφ' ἅπασι τοῖς αἰσχίστοις ἐπιθυμίας ἀποπεμψόμεθα, πράττοντες μὲν οὐδαμῶς τὰ ἐν 1.632 ἰδίοις θελήμασι, κἂν ἡδίστην ἔχειν ὑποκρίνωνται τὴν ἀπό λαυσιν, μόνον δὲ τὸ δοκοῦν τῷ Θεῷ στέργειν καὶ δρᾶν ἀναπειθόμενοι. τοιαύτην ἡμῖν εἰσκομιζούσης τῆς ἀληθε στέρας περιτομῆς τὴν δύναμιν, πρὸς τοὺς ἐπὶ μόνῃ τῇ σαρκὶ μεγαλοφρονεῖν εἰωθότας εἰκότως ἂν λέγοιτο "Περιτμήθητε "τῷ Θεῷ, καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν, ἄνδρες "̓Ιούδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ." ὁ γὰρ τὴν σάρκα περιτεμνόμενος, μόνῃ περιτέτμηται τῇ σαρκὶ, ὁ δὲ τὴν ἐν πνεύματι περιτομὴν διὰ πίστεως τῆς εἰς Χριστὸν κομισά μενος, μόνῳ καὶ ἀληθῶς περιτέμνεται τῷ Θεῷ. ∆εχόμεθα δὲ τὴν ἐν πνεύματι περιτομὴν ἀνακομίζουσαν ἡμᾶς εἰς οἰκειότητα τὴν ὡς πρὸς Θεὸν, κατὰ τὴν ὀγδόην, τουτέστι τὴν ἀναστάσιμον τοῦ Σωτῆρος ἡμέραν, σημεῖον τοῦτο τιθέμενοι τοῦ πρόξενον εἶναι ζωῆς τὴν ἐν πνεύματι περιτομὴν, καὶ συναινοῦντες τρόπον τινὰ δι' αὐτοῦ τοῦ πράγματος, ὅτι συζησόμεθα τῷ Χριστῷ κατὰ τὸ εἰρημένον διὰ τοῦ Παύλου· "Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυ "πται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ· ὅταν ὁ Χριστὸς φανε "ρωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθή "σεσθε ἐν δόξῃ." ἢ γὰρ οὐχὶ καὶ ἀληθεύων ἐρεῖ τις, ὅτι τῷ κόσμῳ τεθνήξεταί τις, τὰς ἐν κόσμῳ διὰ Θεὸν ἡδονὰς παραιτούμενος; τοιόσδε τις καὶ ὁ θεσπέσιος Παῦλος ἡμῖν ἀνεφαίνετο λέγων "Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν "τῷ σταυρῷ τοῦ Χριστοῦ, δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται "κἀγὼ τῷ κόσμῳ." μέτοχοι γὰρ γεγονότες αὐτοῦ διὰ τοῦ Πνεύματος, τοῦ πᾶσαν τὴν ἐν ἡμῖν ἀκαθαρσίαν ἀχειρο ποιήτως περιτέμνοντος, ἐνεκρώθημεν τῷ κόσμῳ, ζῶμεν δὲ τὴν ἀρίστην ζωὴν τῷ Θεῷ. οὐκοῦν κατὰ τὴν ὀγδόην ἡ περιτομὴ διὰ τὴν ἀνάστασιν τοῦ Χριστοῦ, καὶ οὐ πρὸ τῆς ὀγδόης· οὐ γὰρ πρὸ τῆς ἀναστάσεως ἡ τοῦ Πνεύματος 1.633 δόσις, ἀλλὰ μετ' ἐκείνην ἐστὶν, ἤτοι κατ' αὐτὸν τῆς ἀναστά σεως τὸν καιρὸν, ὅτε καὶ τοῖς ἑαυτοῦ μαθηταῖς ἐνεφύσησε λέγων "Λάβετε Πνεῦμα Ἅγιον." Ἰουδαίοις μὲν οὖν ἡ διὰ σιδήρου πρεπωδεστέρα περιτομὴ, δοῦλοι γὰρ ἔτι καὶ ὑπὸ νόμον τὸν κολαστήν· κολάσεως δὲ σημεῖον ὁ σίδηρος· ἡμῖν δὲ ὡς ἐλευθέροις καὶ πνευματικοῖς ἡ διὰ Πνεύματος κάθαρσις, πάντα μὲν τῶν ἡμετέρων ψυχῶν ἐκπέμπουσα μολυσμὸν, τὸ δὲ τέλειον ἐν λαμπρότητι τῇ κατ' εὐσέβειαν διὰ πίστεως εἰσκομίζουσα. Ὅτι γὰρ διὰ τῆς ἀληθεστέρας καὶ πνευματικῆς περιτομῆς, τῆς κατ' εὐσέβειαν τελειότητος ἀποπληροῦται τὸ καύχημα, περισκεψάμενοι πάλιν τὰ ἐπὶ τῷ πατριάρχῃ Ἁβραὰμ γε γραμμένα, θεωρήσομεν. γέγραπται τοίνυν περὶ τοῦ προ πάτορος Ἁβραὰμ, ὡς ἦν μὲν ἐτῶν ἐννέα καὶ ἐννενήκοντα τὸν ἀριθμὸν, ἐνομοθέτει δὲ τότε χρησίμως αὐτῷ τὴν περιτομὴν ὁ Θεὸς, σημεῖον ὥσπερ τι καὶ τοῦτο τιθεὶς ἐναργὲς, ὅτι πρό θυρον ὥσπερ καὶ προεισαγωγή τις ἐστὶ τῆς εἰς ἀρετὴν τελειότητος ἡ περιτομὴ, μᾶλλον δὲ οὐδὲ ὅλως ἀφίξεσθαί ποτε πρὸς τοῦτό τινα σαφῶς ὑποδηλῶν, μὴ τὴν ἐκ τῆς περιτομῆς σκιαγραφουμένην ἔχοντα κάθαρσιν· τελειότητος γὰρ σύμβολον ὁ ἑκατὸν ἀριθμός. πρὸ τῆς τελειότητος τοίνυν ἡ περιτομή. προβαδίζουσα γὰρ αὕτη πρὸς ἐκείνην ἡμᾶς ἀνακομίζει ῥᾳδίως. ἀλλ' οὐ μέχρι τούτων ἡμῖν τὰ ἐκ τῆς περιτομῆς περιορίζεται χρήσιμα, περιτομῆς δέ φημι τῆς ἐν πνεύματι· ἀλλ' ἤδη καὶ μόνοις αὐτὴν τοῖς κατὰ Χριστὸν ἐλευθέροις χρεωστουμένην εὑρήσομεν. ἐλεύθερος δὲ δήπου πάντως ἐστὶν ἐν Χριστῷ, τὴν μὲν ὑπὸ τῷ διαβόλῳ δουλείαν καὶ τὸν τῆς ἁμαρτίας ζυγὸν ἀποσεισάμενος ὁ ἄνθρωπος, καὶ διαῤῥήξας μὲν τοὺς ἐκείνων δεσμοὺς, καθὰ γέγραπται, τὸ δὲ λαμπρόν τε καὶ ἀτυράννευτον τῆς δικαιοσύνης ἀναδησάμενος καύχημα, δικαιοσύνης δέ φημι τῆς ἐν πίστει Χριστοῦ. 1.634 Ὅτι δὲ πρέπουσαν ἐλευθέροις μὲν τὴν ἐν ὀγδόῃ περιτομὴν εὑρήσομεν, δούλοις δὲ οὐκ ἔτι, τὴν ἱεράν τε καὶ θείαν περι νοστοῦντες γραφὴν, κατ' οὐδένα πάλιν ἐνδοιάσομεν τρόπον. οὐκοῦν ὁ μὲν Ἰσμαὴλ, ὁ ἐκ θεραπαίνης τῆς Ἄγαρ τῷ πατριάρχῃ γεγεννημένος υἱὸς, περιετέμνετο μὲν, ἀλλ' οὐκ ἐν ὀγδόῃ, ἐν ἔτει δὲ μᾶλλον τῷ τρισκαιδεκάτῳ· γέγραπται γὰρ οὕτως, ὅτι περιέτεμεν Ἁβραὰμ Ἰσμαὴλ τὸν υἱὸν αὐτοῦ δέκα καὶ τριῶν ἐτῶν, ἵνα τὸν τῆς δουλευούσης Ἱερουσαλὴμ υἱὸν, τουτέστι τὸν Ἰσραὴλ, καὶ τῆς ὀγδόης ἐκπεσόντα καὶ τῆς δωδεκάτης, ὁ θεῖος ἡμῖν ἐπιδείξῃ λόγος. ἐκπίπτει μὲν γὰρ τῆς ὀγδόης, ὡς οὐκ ἐθελήσας προσδέξασθαι τῆς ἐν ὀγδόῃ γενομένης ἀναστάσεως τὸ σωτήριον κήρυγμα, τουτέστι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, δι' οὗπερ ἦν οὐκ ἀμφίβολον ὠφε λουμένους εἰς πίστιν καὶ ἐν πνεύματι περιτέμνεσθαι. ἐκ πίπτει δὲ πάλιν καὶ τῆς δωδεκάτης, ὡς ἐν αἰνίγματι τὸν ἱερὸν τῶν ἀποστόλων χορὸν ταῖς ἀπειθείαις ἐξωθούμενος, ἄγευστός τε καὶ παντελῶς ἀπείρατος τῆς παρ' ἐκείνων διδα σκαλίας διατελεῖν προθυμούμενος. ὁ μὲν οὖν οἰκέτης ἐν τούτοις· ὁ δὲ ἐκ τῆς ἐλευθέρας ἐλεύθερος Ἰσαὰκ ἐν ὀγδόῃ περιτέμνεται. οἱ γὰρ τῆς ἐλευθέρας ἐλεύθεροι παῖδες, τῆς ἄνω φαμὲν Ἱερουσαλὴμ, προσδεξάμενοι τὴν ὀγδόην, τουτ έστι τὴν ἀνάστασιν τοῦ Χριστοῦ, καὶ τὴν ἐν πνεύματι περιτομὴν πεπλουτήκασιν, ἁπάσης αὐτοὺς ἐλευθερώσασαν ἁμαρτίας, καὶ θανάτου μὲν ἀπαλλάττουσαν, ἐπειδὴ καὶ ἁμαρ τίας, ἐξ ἧς καὶ δι' ἣν ὁ θάνατος, εἰς δὲ τὴν Χριστοῦ ζωὴν μεθορμίζουσαν. Ὅτι δὲ πάλιν πρὸς οἷς ἤδη φθάσαντες διειρήκαμεν, καὶ θανάτου λύσις καὶ φθορᾶς ἀνατροπὴ διὰ τῆς ἐν πνεύματι περιτομῆς εὑρίσκεται, θεωρήσομεν εὐκόλως, τὸ τῆς καλου μένης ἐξόδου πολυπραγμονοῦντες βιβλίον. Μωυσῆς μὲν γὰρ 1.635 ὁ μακάριος διὰ θείου προστάγματος πρὸς Φαραὼ τὸν τῶν Αἰγυπτίων ἐστέλλετο τύραννον, ὅτι τῆς μακρᾶς ἐκείνης δουλείας ἀνεῖναι προσήκοι τὸν Ἰσραὴλ ἀπαγγέλλων. καὶ δὴ καὶ ἐβάδιζεν, ὡς ἤδη περιτευξόμενος ὧν εἰρήκαμεν χάριν· ἀλλ' "ἐγένετο, φησὶν, ἐν τῇ ὁδῷ ἐν τῷ καταλύματι "συνήντησεν αὐτῷ ἄγγελος, καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι· "καὶ λαβοῦσα Σεπφώρα ψῆφον περιέτεμε τὴν ἀκροβυστίαν "τοῦ υἱοῦ αὐτῆς καὶ εἶπεν Ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ "παιδίου μου· καὶ ἀπῆλθεν ἀπ' αὐτοῦ, διότι εἶπεν Ἔστη τὸ "αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου." ἐνταῦθα μοι τίθει τὸ οὖς ἀκριβῶς· Μωυσέα μὲν γὰρ ὁ λεγόμενος ἄγγελος διαχειρίσασθαι καὶ ἀποκτεῖναι ζητεῖ, ἀναχωρεῖ δὲ μόλις αὐτοῦ καὶ ἀπανίσταται, τὴν τοῦ παιδίου περιτομὴν δυσω πούμενος, ἣν διὰ ψήφου Σεπφώρα δημιουργήσασα τὸ χρεὼν ἀποπληρῶσαί φησιν. ἔστη γὰρ τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου, τὸν Μωυσέως ὀλοθρευτὴν ἀποσοβοῦσα, βοᾷ. ἀλλ' εἰ μή τις καὶ τούτοις μυστικὸς ἐνεκρύπτετο λόγος, ποῖον ἂν εἰπέ μοι πιθανὸν ἐπιδείξαιτο νοῦν, τὸ τῇ τοῦ παιδίου περιτομῇ τὸν ἱεροφάντην σώζεσθαι Μωυσέα, καὶ θηρίου δίκην ἐπιπηδῶντα τὸν ὀλοθρευτὴν τῇ τοῦ αἵματος ἐπιδείξει καταλῆξαι μὲν τῆς ἐφόδου λοιπὸν, ἀνασειράζεσθαι δὲ ὥσπερ καὶ ὀπίσω χωρεῖν; οὐκοῦν· ἐπ' ἐκεῖνο γὰρ δὴ καὶ πρῶτον βαδιοῦμαι τῶν ἄλλων· οὐκ ἤρκεσεν εἰς σωτηρίαν τῷ μακαρίῳ Μωυσεῖ τὸ ἐκ τῆς ἰδίας περιτομῆς ἀγαθὸν, ἤτοι καύχημα. δεῖν γὰρ οἶμαι μᾶλλον οὕτως εἰπεῖν. οὐ γὰρ ἀνατρέψει τὸν θάνατον κατὰ παντὸς ἀδιακρίτως ἐρχόμενον, πονηροῦ τε καὶ ἀγαθοῦ, τῆς κατὰ νόμον περιτομῆς ἡ δύ ναμις. φοβεῖ δὲ καὶ ἄκοντα, καὶ ἀνατρέπει λυσσῶντα, τοῦ νέου λαοῦ, τουτέστι, τῶν εἰς Χριστὸν πεπιστευκότων ἡ ἐν πνεύματι περιτομὴ, διὰ τῆς Σεπφώρας, τουτέστι τῆς Ἐκκλη σίας, ἄριστα δὴ λίαν ἐπιτελουμένη. 1.636 Πῶς οὖν, εἴποι τις ἂν καὶ λίαν εἰκότως, ἐν τῇ τοῦ νέου λαοῦ κατὰ πνεῦμα περιτομῇ καὶ ὁ ταύτης ἀπείρατος Ἰσραὴλ περισώζεται; πρὸς δὴ τοῦτό φαμεν, ὡς ὅσον μὲν ἧκεν εἰς τὸ μὴ θελῆσαι τὸν Ἰσραὴλ παραδέξασθαι τὴν ἀνάστασιν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, βεβασίλευκεν ἂν καὶ εἰς τὸ διηνεκὲς ὁ θάνατος· ἐπειδὴ δὲ οἱ πιστεύσαντες παρεδέξαντο, δι' αὐτοὺς εἰς ὅλην διέβη τὴν φύσιν ἡ τῆς ἀναστάσεως χάρις, προτει νομένη τρόπον τινὰ τοῖς ὅλοις διὰ τῆς ἐν πνεύματι περι τομῆς· εἰ καὶ πολλή τις ἡ τῆς ἀναστάσεως ἔν τε τούτοις κἀκείνοις ὁρᾶται διαφορά. οἱ μὲν γὰρ τὸ πιστεύειν εἰς Χριστὸν ἐξωθούμενοι, καὶ ταῖς ἀπειθείαις ὑβρίζοντες τὸν χορηγὸν τῆς ζωῆς, ὅσον εἰς τὸ μόνον ἀναβιῶναι τὴν ἀπὸ τῆς ἀναστάσεως κερδανοῦσι δύναμιν· ἀναβιώσονται γὰρ εἰς κατάκρισιν, οὐκ ἀγαπήσαντες τὸν δικαιοῦντα Χριστόν· οἱ δὲ τῆς τοῦ Σωτῆρος ἀναστάσεως θαυμασταὶ, καὶ τῶν ἐνταλ μάτων γνήσιοι φύλακες, "εἰς ἀνάστασιν ζωῆς," καθὰ γέ γραπται, τῆς ἐν ᾗπέρ εἰσιν ἐξοιχήσονται γῆς. παραπέμψει τοιγαροῦν ὁ ἐν πνεύματι περιτετμημένος λαὸς καὶ εἰς τοὺς ἀπίστους ἔτι τὸ ἴδιον ἀγαθόν. αὐτῷ γὰρ κυρίως ἡ τῆς ἀναστάσεως ὀφείλεται χάρις, παραπέμψει δὲ καὶ εἰς ἑτέρους αὐτὴν, ὅλην ἐκ τέχνης ἀνασῶσαι τὴν φύσιν ἐθελήσαντος τοῦ Θεοῦ. ὡς γὰρ ὁ Παῦλός φησιν, ὥσπερ ἡμεῖς ἠπειθή σαμέν ποτε τῷ ἐλέῳ τοῦ Ἰσραὴλ, ἵνα διὰ τῆς ἐκείνων εὐπειθείας τὴν διὰ Χριστοῦ κερδάνωμεν χάριν· "οὕτω καὶ "αὐτοὶ νῦν ἠπείθησαν τῷ ἡμετέρῳ ἐλέει, ἵνα καὶ αὐτοὶ "πάλιν ἐλεηθῶσι," παραπέμποντος καὶ εἰς αὐτοὺς τοῦ Σω τῆρος ἡμῶν Χριστοῦ διὰ τῆς ἡμετέρας πίστεως τὸ ἐκ τῆς ἀναστάσεως ἀγαθόν. τὰ γὰρ τοῖς πιστεύουσι χρεωστούμενα, πρεπωδέστερον ὅλῃ δωρεῖται τῇ φύσει. διὰ γάρ τοι τοῦτο καὶ ὁ θεσπέσιος ἡμῖν ἀπόστολος Παῦλος τὸ περὶ τῆς 1.637 ἐσομένης ἀναστάσεως ἀποκαλύπτων μυστήριον, ἀπαρχὴν μὲν τὸν Χριστὸν ἀναστήσεσθαι λέγει. καὶ γὰρ δὴ καὶ ἐγήγερται πρῶτος ἐκ νεκρῶν, ἀλλ' "ἔπειτα, φησὶν, οἱ τοῦ "Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ." πρὸ γὰρ τῶν ἄλλων ἁπάντων τοὺς οἰκειωθέντας αὐτῷ διὰ πίστεως δεῖ ἀναστή σεσθαι λέγει, χρεωστουμένην αὐτοῖς δὴ μάλιστα κυρίως τε καὶ ἰδικῶς ἐπιδεικνύων τὴν ἀνάστασιν, εἰ καὶ εἰς ὅλην διικνεῖται τὴν φύσιν, ἐξ ἀγαθότητος δηλονότι καὶ φιλαν θρωπίας τοῦ παντελῶς καταργῆσαι τὸν θάνατον ἐθελή σαντος Θεοῦ. Ἐπιτήρει δὲ ὅπως οὐ σιδήρῳ περιτέμνει τὸ παιδίον ἡ Σεπφώρα· κολαστὴς γὰρ ὁ σίδηρος, καὶ τοῖς ὑπὸ νόμον τὸν κολάζοντα πρέπων· ἀλλὰ ψήφῳ, καθὰ γέγραπται, νοουμένῃ εἰς τύπον Χριστοῦ. τὸ γὰρ ἄθραυστόν τε καὶ στερεὸν ἐφ' ἅπασι τῆς τοῦ Μονογενοῦς φύσεως διὰ τούτου σημαίνεται. τοιγάρτοι καὶ ἀδάμαντα τὸν Χριστὸν ὁ Θεὸς καὶ Πατὴρ ἐν ἁγίοις προφήταις ἀπεκάλει λέγων "Ἰδοὺ ἐγὼ ἐντάσσω "ἀδάμαντα εἰς μέσον λαοῦ μου Ἰσραήλ." τὸ γὰρ μηδα μόθεν εἴκειν τοῖς ἀντιπίπτουσι δύνασθαι τὴν θείαν τε καὶ ἄῤῥητον τοῦ Λόγου φύσιν, ὡς ἐν σχήματι πάλιν ὁ ἀδάμας ἡμῖν σημαίνει· οὕτω δὲ ἡμῖν καὶ ὁ θεσπέσιος Ἰησοῦς, μετὰ τὴν Μωυσέως στρατηγίαν καὶ τὴν ἐκείνου τελευτὴν εἰς ἡγεμονίαν κεκλημένος, ψήφῳ τῇ θείᾳ καθαροὺς ἀπετέλει τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἐπείπερ τῆς τῶν πολεμίων χειρὸς κατεξανίστασθαι χρῆν, προεξοπλίζεσθαι τρόπον τινὰ διὰ τῆς περιτομῆς εὖ μάλα διεκελεύετο, οὐχ ἑτέρως ἔσεσθαι τοῦ πίπτειν ἀμείνους καὶ θανάτου κρείττονας τοὺς ὅσον οὐδέπω μαχομένους εἰδώς. Γέγραπται δὲ οὕτως περὶ αὐτοῦ "Καὶ εἶπε Κύριος τῷ "̓Ιησοῦ Ποίησον σεαυτῷ μαχαίρας πετρίνας ἐκ πέτρας "ἀκροτόμου, καὶ καθίσας περίτεμε τοὺς υἱοὺς Ἰσραήλ. καὶ 1.638 "ἐποίησεν Ἰησοῦς μαχαίρας πετρίνας, καὶ περιέτεμε τοὺς "υἱοὺς Ἰσραήλ." ἐν γὰρ δὴ τούτοις ἡμῖν τὸ μὲν τῆς πέτρας ὄνομα, τὸ οἱονεὶ πεπηγός τε καὶ ἄθραυστον τοῦ Θεοῦ Λόγου· τὸ δὲ λεγόμενον ἀκρότομον, τὴν ἐν τῷ καθικνεῖσθαι λεπτῶς εἰς ἅπαντα δύναμιν καὶ τὴν ὀξυτάτην ἐνέργειαν αὐτοῦ δηλοῖ, ἐπεὶ καὶ Παῦλος ἡμῖν, ὁ τοῖς ἱεροῖς τε καὶ θείοις ἐντεθραμμένος γράμμασι "ζῶντα καὶ ἐνεργῆ, καὶ "τομώτερον ὑπὲρ πᾶσαν μάχαιραν δίστομον" τὸν θεῖον ἀποκαλεῖ λόγον, διικνεῖσθαί τε φησὶν αὐτὸν "ἄχρι μερισμοῦ "ψυχῆς καὶ πνεύματος." ὁ δὲ οὕτως λεπτὸς καὶ τομὸς, ἐν καρδίαις ταῖς ἡμετέραις διὰ τοῦ ἰδίου καθικνούμενος Πνεύ ματος, ἀπαλλάττει μὲν ἁπάσης ἀκαθαρσίας· περιτεμὼν δὲ, ὡς οὐκ ἔστιν εἰπεῖν, τὰ ἐφ' οἷς ἐσμεν τῆς ἐσχάτης βδελυρίας ἀνάπλεῳ, καὶ ἁγίους καὶ ἀμώμους ἀπεργάζεται. ὅρα γάρ μοι διαφανεστάτην ἐν τούτοις τὴν τῆς ἀληθείας εἰκόνα. ἔστι γὰρ ὁ μὲν περιτέμνων Ἰησοῦς, οἱ δὲ ὑπομένοντες τοῦτο παρ' αὐτοῦ, "πᾶν παιδίον νέον, καθὰ γέγραπται, ὅστις οὐκ οἶδε "σήμερον ἀγαθὸν ἢ κακόν." οἱ μὲν γὰρ τῆς Αἰγυπτίων ἐκδεδημηκότες, τῆς ἀπειθείας ὀψώνιον τὴν θείαν εἶχον ὀργὴν, καὶ πολυειδὴς αὐτοὺς κατὰ τὴν ἔρημον ἐξεδέχετο κόλασις, δόξαν εἰκότως τῷ πανάγνῳ Θεῷ μὴ εἰσαγαγεῖν αὐτοὺς εἰς τὴν γῆν, ἣν ὤμοσε τοῖς πατράσιν αὐτῶν. οἱ δὲ αὖ μετ' ἐκείνους τῶν τῆς ἀπειθείας ἐγκλημάτων ἐλεύθεροι, τύπον ἀνεπλήρουν τοῦ νέου λαοῦ, ὡς καὶ τὴν ἐν πνεύματι περι τομὴν διὰ Χριστοῦ λαμβάνειν, κατοιχομένου πρὸς ἀπώλειαν, καθάπερ ἀρτίως ἐλέγομεν, τοῦ ἀρχαίου καὶ πρώτου λαοῦ, τουτέστι τοῦ Ἰσραήλ. περιτέμνεται γεμὴν ὁ εὐγενὴς καὶ νέος λαὸς, Ἰησοῦ διατάττοντος, πέραν τοῦ Ἰορδάνου, καθὰ γέγραπται. ἔχει γὰρ οὕτω καὶ τὰ ἐκ τῆς ἀληθείας θεωρού 1.639 μενα. δεξόμεθα γὰρ οὐδαμῶς τὴν διὰ τοῦ Πνεύματος ἐν καρδίᾳ περιτομὴν, οὔπω τὸν μυστικὸν διαβιβασθέντες Ἰορ δάνην, ἀλλ' ἐπέκεινα γεγονότες τῶν ἁγίων ὑδάτων. ἐπειδὴ δὲ περιετμήθη πᾶς ὁ λαὸς διὰ προστάγματος Ἰησοῦ, τὸ ἐκ τοῦ πράγματος εὐθὺς ἀνακαλύπτει χρήσιμον ὁ νομοθέτης, καί φησι πρὸς τὸν ἅγιον Ἰησοῦν "Ἐν τῇ σήμερον ἡμέρᾳ "ἀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἀφ' ὑμῶν." ἐπὶ τίσιν οὖν ἄρα τὸν Ἰσραὴλ ὠφελεῖσθαι δώσομεν περὶ τῆς περιτομῆς; ἢ ποῖον αὐτὸν ὀνειδισμὸν ἀφαιρεθῆναί φαμεν; τὴν δουλείαν δηλονότι, καὶ τὸ ἐξ ἀσθενείας ἕτοιμον εἰς πλεονεξίαν, καὶ προσέτι πόνους τοὺς ἐπὶ πηλῷ καὶ πλινθείᾳ. ὁρᾷς ὅσων ἀπαλλάττει κακῶν τῆς ἐν πνεύματι νοουμένης περιτομῆς ἡ δύναμις; ἐξέλκει μὲν γὰρ τῆς τοῦ διαβόλου χειρὸς τὴν τοῦ ἀνθρώπου ψυχὴν, ἐλευθέραν καὶ ἀνειμένην τῆς τυραννούσης ἐν ἡμῖν ἁμαρτίας ἀποτελεῖ, καὶ πλεονεξίας ἁπάσης τῆς ἐκ πονηρῶν δαιμονίων ἀμείνω δεικνύει. ἀλλὰ καὶ πηλοῦ καὶ πλινθείας ἀνίησιν, οὐ γὰρ ἔτι ταῖς τῆς σαρκὸς μεμολυσμένον ἡδοναῖς, ἢ τοῖς περὶ γῆν ἐγκαταφύρεσθαι πόνοις ἐᾷ, ἐλευθεροῖ δὲ καὶ θανάτου καὶ φθορᾶς, καὶ οὐκ ἐν τούτοις ὅλα τὰ ἐκ τῆς περιτομῆς, ἀλλὰ καὶ θείας φύσεως ἀποτελεῖ κοινωνοὺς διὰ μετοχῆς τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ. Ἐπισυνάπτει γὰρ τοῖς εἰρημένοις ὁ τοῦ βιβλίου συγγρα φεὺς, ὅτι "Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πάσχα τῇ "τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς, καὶ ἐφάγοσαν ἀπὸ "τοῦ σίτου τῆς γῆς ἄζυμα καὶ νέα." οὐ γὰρ ἔστιν ἑτέρως δύνασθαι μετασχεῖν τοῦ ἀμνοῦ τοῦ ἀληθινοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου, ἀλλ' οὐδὲ τὴν ἄζυμόν τε καὶ νέαν τῶν εὐαγγελικῶν κηρυγμάτων εὑρέσθαι τροφὴν, μὴ προπαρ ελθόντας μὲν τὸν μυστικὸν Ἰορδάνην, τὴν δὲ ἐκ τοῦ ζῶντος 1.640 Λόγου λαβόντας περιτομὴν, καὶ προαποτριψαμένους τρόπον τινὰ, καθάπερ κηλῖδα ψυχῆς, τὸν ὀνειδισμὸν Αἰγύπτου, κατὰ τὸν ἀρτίως ἡμῖν διερμηνευθέντα τρόπον. Ὅτι γὰρ ὡς ὀνειδισμοῦ καὶ ἀκαθαρσίας ἀνάμεστον ἁπάσης τὸν οὔπω περιτετμημένον καταμυσάττεται Θεὸς, οὐ τὴν σάρκα βδελυττόμενος, ἣν οὐκ ἀπηξίωσε δημιουργεῖν· ἀλλὰ τὸν ταῖς εἰς τὸ φαῦλον ἡδοναῖς ὑγιῶς ἔτι καὶ ὁλο κλήρως, ἵνα οὕτως εἴπωμεν, ἔχοντα, διὰ τὸ μηδὲν ἀποβαλεῖν, διαγνωσόμεθα πάλιν, ὅταν εὕρωμεν λέγοντα πρὸς τὸν ἅγιον Μωυσέα καὶ τὸν Ἀαρών "Οὗτος ὁ νόμος τοῦ πάσχα· πᾶς "ἀλλογενὴς οὐκ ἔδεται ἀπ' αὐτοῦ, καὶ πάντα οἰκέτην τινὸς "καὶ ἀργυρώνητον περιτεμεῖς αὐτὸν, καὶ τότε φάγεται ἀπ' "αὐτοῦ." ἐξείργει μὲν γὰρ παντελῶς τὸν ἀλλόφυλον, τὸν οὔπω διὰ πίστεως προσοικειωθέντα Χριστῷ διὰ τούτου δηλῶν· τὸν δέ γε τῇ ἁμαρτίᾳ δουλεύοντα, καὶ τῷ διαβόλῳ τρόπον τινὰ καταπεπραμένον, προπεριτμηθέντα καὶ προκεκα θαρμένον τῶν ἱερωτάτων ἅπτεσθαι κρεῶν εὐκαίρως δὴ λίαν ἐφίησι τότε. καθαροὶ γὰρ μᾶλλον καθαρῶς μεθέξομεν τοῦ Χριστοῦ, κατὰ τὸ ἐν ταῖς ἐκκλησίαις εὐρύθμως ἀναφωνού μενον Τὰ ἅγια τοῖς ἁγίοις. καὶ γὰρ ἦν ὄντως δίκαιόν τε καὶ πρέπον, ἀποθανόντος ὑπὲρ ἡμῶν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ οὐ τοῖς κατὰ νόμον ἡμᾶς περιῤῥαντηρίοις καθαρίσαντος, ἀλλ' αἵματι τῷ ἰδίῳ, καὶ ἡμᾶς αὐτῷ τὴν ἰδίαν ἀναθεῖναι ζωὴν, καὶ ὡς ἐν τάξει δικαίων ὀφλημάτων καταθέσθαι λοιπὸν τὸ μὴ πολιτεύεσθαι μὲν ἑαυτοῖς, ἀντιδιδόναι δὲ ὡσπερεὶ τὴν ὁλοσχερῆ πρὸς ἁγιασμὸν ἀφιέρωσιν τῶν ἡμετέρων ψυχῶν. ὅτι γὰρ ἡμᾶς τὸ τίμιον αἷμα καὶ ὁ θάνατος τοῦ ὑπὲρ πάντων ἀποθανόντος Χριστοῦ, καὶ παντὸς διέσωσε κακοῦ, καὶ τῆς ἐν πνεύματι περιτομῆς γέγονε πρόξενον, δι' ἧς τὸ συνάπτε σθαι τῷ ἐπὶ πάντας Θεῷ κερδαίνομεν, κἀν τούτῳ πάλιν ὀψόμεθα. γέγραπται γάρ τι τοιοῦτο ἐπὶ τῷ μετὰ Μωυσέα 1.641 γεγονότι στρατηγῷ, φημὶ δὲ πάλιν Ἰησοῦ τῷ τοῦ Ναυῆ "Καὶ ἐγένετο μετ' ἐκεῖνα καὶ ἀπέθανεν Ἰησοῦς υἱὸς Ναυῆ "δοῦλος Κυρίου ἑκατὸν δέκα ἐτῶν. καὶ ἔθαψαν αὐτὸν πρὸς "τοῖς ὁρίοις τοῦ κλήρου αὐτοῦ· ἐκεῖ ἔθηκαν μετ' αὐτοῦ εἰς "τὸ μνῆμα ἐν ᾧ ἔθαψαν αὐτὸν ἐκεῖ, τὰς μαχαίρας τὰς "πετρίνας ἐν αἷς περιέτεμε τοὺς υἱοὺς Ἰσραήλ." ἐθάπτετο μὲν γὰρ τεθνεὼς ὁ μακάριος Ἰησοῦς· παρεπήγνυντο δὲ χρησίμως αἱ μάχαιραι τῷ μνημείῳ, πρὸς τὸν τῆς περιτομῆς ὑπουργήσασαι τύπον· ἵνα πάλιν ἡμεῖς διὰ τούτου συνῶμεν, ὅτι τῷ θανάτῳ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τῆς ἐν πνεύματι περιτομῆς παραπέπηγεν ἡ χάρις ἡ πάντων ἡμῖν τῶν οὐρα νίων ἀγαθῶν προμνήστρια. Ἐκληψόμεθα τοίνυν τὴν ἐν ὀγδόῃ περιτομὴν, Ἰουδαϊκὸν νοοῦντες οὐδὲν, τὴν διὰ Πνεύματος κάθαρσιν, ἐν πίστει καὶ ἀναστάσει Χριστοῦ, πάσης ἁμαρτίας ἀποβολὴν, θανάτου καὶ φθορᾶς ἀναίρεσιν, πρόξενον ἁγιασμοῦ καὶ οἰκειότητος τῆς εἰς Χριστὸν, ἐλευθερίας εἰκόνα, τῆς πρὸς Θεὸν οἰκειώσεως ὁδόν τε καὶ θύραν. Ἅλις μὲν οὖν ἤδη τῶν ἐπὶ τούτοις πανταχόθεν ἡμῖν ἠρανισμένων θεωρημάτων πνευματικῶν, διῃρημένοιν δὲ ὡς εἰκὸς τοῖν δυοῖν κεφαλαίοιν, ἑκάστῳ τε τὸν αὐτῷ πρέποντα διηντληκότες λόγον· λεῖπον ἂν εἴη καὶ χρεωστούμενον εἰπεῖν, ὅτου δὴ χάριν τῆς περιτομῆς τὸ χρῆμα τὸ πνευματικὸν κατανεανιεύεταί πως καὶ τῆς τοῦ σαββάτου τιμῆς. δεκτὴ γὰρ ἡ περιτομὴ καὶ ἐν σαββάτῳ, τὸν ἐπ' αὐτῷ τῆς ἀργίας οὐ καταφρίττουσα νόμον. κατασημαίνοντος τοίνυν τοῦ μὲν ἐν ἑβδόμῃ σαββατισμοῦ τὴν ἐκ φαυλότητος ἁπάσης ῥᾳστώ νην τε καὶ ἀργίαν, καὶ τὴν ἀπὸ τῆς ἁμαρτίας σχολὴν, σημαινούσης δὲ πάλιν τῆς ἐν πνεύματι περιτομῆς οὐδὲν παρὰ ταῦτα ἕτερον, ὡς ἐν ἐξηλλαγμένῳ τρόπῳ· τὸ γὰρ 1.642 οἶμαι τῶν περιττῶν ἐπιθυμιῶν ἀπαλλάττεσθαι καὶ ἡδονῆς τῆς πλείονος, τὴν ἐκ φαυλότητος ἀργίαν ὠδίνειν διαφανῶς· οὐχ ὅπως κατ' οὐδένα παραλύουσαν τρόπον τὸν ἐπὶ τῷ σαββάτῳ νόμον τὴν περιτομὴν εὑρήσομεν, ἀλλ' ἤδη καὶ συνασπίζουσαν καὶ εἰς ἕνα καὶ τὸν αὐτὸν μονονουχὶ καὶ συνθέουσαν λόγον, καὶ ὅτι προσῆκεν ἀργεῖν καὶ ἀνεῖσθαι φαυλότητος ἀναφανδὸν ἀγορεύουσαν, ὡς εἶναι ταὐτὸν ἀμφό τερα, τό τε περιτέμνεσθαι λέγω, καὶ τὸ ἀργεῖν ἐν σαββάτῳ, καθόσονπερ ἄν τις ἄριστά γε ποιῶν ὑπολάβοι, κατὰ τὴν ἐξ ἀμφοῖν εἰς ἕνα σκοπὸν συνδρομήν. οὐ γὰρ δήπου τῷ παχεῖ τῆς ἱστορίας προσεδρεύσομεν τύπῳ, προσβαλοῦμεν δὲ μᾶλλον πνευματικῶς τοῖς λογίοις τοῦ Πνεύματος. οὐκοῦν ἀκατηγορήτως καὶ ἐν σαββάτῳ τὸ ἐκ τῆς περιτομῆς εἰσβή σεται χρήσιμον, ἐπεὶ κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, "βεβη "λοῦσιν οἱ ἱερεῖς ἐν τῷ ναῷ τὸ σάββατον" ἱερουργοῦντες ἐν αὐτῷ, καὶ τῶν συνήθων οὐ καταλήγοντες, "καὶ ἀναίτιοί "εἰσιν," ὡς αὐτὸς αὐτοῖς μεμαρτύρηκεν ὁ Κριτὴς, εὖ δὴ μάλα καὶ λίαν εἰκότως. ἔργων γὰρ ἱερῶν καὶ τῶν ὅσα τὸ θεῖον εὐφραίνει ποῖος ἂν γένοιτο καιρὸς, ὅτι προσῆκεν ἡμᾶς ἀποσχέσθαι λέγων; τὸ δὲ καταλήγειν τῆς ἐν εὐσεβείᾳ σπουδῆς κατὰ τίνα χρόνον οὐκ ἐπιζήμιον; φαυλότητος οὖν ἄρα καὶ μόνης τῆς βδελυρᾶς ἁμαρτίας ἀξιεπαινετωτάτην ἔχει κατάλυσιν καὶ ἀνοκωχὴν ἡ κατὰ τὸ σάββατον ἀργία, διακωλύει δὲ οὐδαμῶς ἔργοις μὲν ἐφήδεσθαι τοῖς ἱεροῖς, ὅπερ δ' ἂν οἴηταί τις πρὸς ὠφέλειαν ἔσεσθαι τῇ οἰκείᾳ ψυχῇ, τοῦτο καὶ λίαν ἐπείγεσθαι περαίνειν ὀρθῶς ἀνεγκλήτως ἐφίησι. τοῦτο δ' ἂν ἴδοις αὐτὸ καὶ ἐν τῇ δυνάμει τῆς περιτομῆς εἰσκεκομισμένον τὸ χρήσιμον. ἐν γὰρ τῷ τὰς εἰς τὸ φαῦλον ἡδονὰς ἀποτέμνειν, ἀργίας μὲν τῆς εἰς ἁμαρτίας ὁρᾶται γένεσις, λατρείας δὲ τῆς ἐν πνεύματι καὶ πολιτείας τῆς ἱερωτάτης ἀρχή· ἀλλ' ἥ γε διαφορὰ μικρὰ μὲν 1.643 ἐν τούτοις, ἀναγκαία δ' οὖν ὅμως. τὸ γὰρ ἄμφω μὴ ἐν ἑβδόμῃ τελεῖσθαι προστάττειν, μήτε μὴν ἐν ὀγδόῃ τυχὸν, ὅτι διέσταλταί πως ὁ ἐφ' ἑκάστῳ λόγος δίδωσιν ἐννοεῖν. ἀλλ' ἔχει τινὰ καὶ τοῦτο διάνοιαν, οὐκ ἄκομψον, ὥς γε μοι φαί νεται. τὸ γὰρ ἀργῆσαι φαυλότητος, οὔπω πάντως ἐστὶ καὶ φαυλότητος ἀποβολή. ἠρεμεῖ γὰρ πολλάκις ἐν ἡμῖν τὰ πάθη, τῆς μὲν διανοίας οὐκ ἔξωθεν ὄντα κατὰ τὸ πάντη· λογισμῷ δὲ τῷ σώφρονι, καθάπερ τινὶ χαλινῷ περιενεχθέντα βιαίως εἰς ἀπᾴδουσαν αὐτοῖς ἡσυχίαν, ἀλλὰ καὶ τοῖς εἰς ἄσκησιν πόνοις καὶ οὐχ ἑκόντα παραχωρεῖ· τὸ δὲ ἀποσείσα σθαι πάθος, ὅσον ἀνθρώπῳ πρέπει, πάντως γε δήπου καὶ ἕτερόν τι παρ' ἐκεῖνό ἐστι, καὶ πολύ τι μεῖζον παρὰ τὸ ἀργῆσαι πάθους. διεσκευασμένων δὲ οὕτω τῶν ἐπὶ τούτοις λόγων, προσήκει λοιπὸν ἐννοεῖν, ὡς οὐ πρότερον ἐπὶ τὴν τῶν παθῶν, ἤτοι τῶν ἐξ ἡδονῆς πταισμάτων, ἥξομεν ἀπο βολὴν, ὃ καὶ διὰ τῆς περιτομῆς σημαίνεται, μὴ οὐχὶ τῆς κατ' ἐνέργειαν δραστικῆς κακίας προκαταλύοντες, καὶ ἱστῶν τες ὥσπερ εἰς ἀργίαν τὰ εἰς πλημμέλειαν τρέχοντα τοῦ νοῦ κινήματα. βαθμῷ γὰρ ὥσπερ τινὶ τότε τῷ τοιούτῳ χρησά μενοι, καὶ προσέτι μεῖζον καὶ ὑπερτεροῦν ῥᾳδίως ἀναβησό μεθα, τὴν ὁλοσχερῆ φημι τῶν παθῶν ἀποτομήν. ἀλλὰ τὸ μὲν ἀργῆσαι πάθους, ἔχει τινὰ μοῖραν τοῦ καὶ ἐφ' ἡμῖν κεῖσθαι δοκεῖν· καταλήξομεν γὰρ τοῦ κακοῦ τοῖς ἀμείνοσι τῶν ἰδίων θελημάτων ἐπιδιδόντες τὴν ῥοπήν· τὸ δὲ ἀπαλ λάττεσθαι πάθους, οὐχὶ πάντως ἐφ' ἡμῖν, ἔργον δ' ἂν εἴη πρέπον ὄντως Χριστῷ τῷ παθόντι ὑπὲρ ἡμῶν, ἵνα καὶ πάντας ἀναῤῥυθμίσῃ πρὸς καινότητα ζωῆς. διάτοι τοῦτο 1.644 τὴν μὲν ὀγδόην ἡ περιτομὴ πρεπόντως ἀπεκληρώσατο, τὸν ἀνακαινιστὴν, ἵν' οὕτως εἴπω, τῆς ἀναστάσεως εἰσκομίζουσα καιρόν. γείτονα δὲ τὴν ὀπίσω βραχὺ, τὴν ἑβδόμην, ἡ ἀργία. λείπεται γάρ πως καὶ ὀπίσω κεῖται βραχὺ τῆς ὁλοκλήρου τῶν παθῶν ἀποτομῆς, ἡ πρόσκαιρός τε καὶ κατὰ θέλησιν ἀργία.

1.645 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΠΕΜΠΤΩι ΒΙΒΛΙΩι.

α. Ὅτι κατὰ Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς ἐξ ἀνάγκης ὑπόκειται τὰ καθ' ἡμᾶς, ἀλλ' ἐκ προαιρέσεως ἰδίας ἐπί τε τὸ ἀγαθὸν καὶ τὸ ἐναντίον ἐρχόμεθα, καὶ ὅτι τοῖς τοῦ Θεοῦ νεύμασι διοικούμεθα· προκειμένου ῥητοῦ Ἐζήτουν αὐτὸν πιάσαι καὶ οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. β. Ὅτι μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν κατὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ἐνῳκίσθη παγίως ἡμῖν τὸ Ἅγιον Πνεῦμα· προκειμένου ῥητοῦ Οὔπω γὰρ ἦν Πνεῦμα ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. γ. Ὅτι οὐ τῆς Ἰουδαίων ἰσχύος ἔργον ἦν τὸ ἐπὶ τῷ σταυρῷ πάθος, οὐδὲ ἐκ τῆς τινων πλεονεξίας ἀπέθανεν ὁ Χριστὸς, ἀλλ' αὐτὸς ἑκὼν τοῦτο ὑπὲρ ἡμῶν πέπονθεν, ἵνα πάντας διασώσῃ· προκειμένου ῥητοῦ Ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ καὶ οὐδεὶς ἐπίασεν αὐτὸν ὅτι οὔπω ἐλήλυθεν ἡ ὥρα αὐτοῦ. 1.646 δ. Ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς τῆς πρὸς τὴν κτίσιν ὁμοιότητος ἀνῳκισμένος παντελῶς, ὅσον εἰς οὐσίας λόγον· προκειμένου ῥητοῦ Ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστέ· ἐγὼ ἐκ τοῦ κόσμου τούτου οὐκ εἰμί. ε. Ὅτι οὐκ ἐλάττων ἐν δυνάμει καὶ σοφίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, μᾶλλον δὲ [αὐτο]σοφία καὶ δύναμις αὐτοῦ· προκειμένου ῥητοῦ Ἀπ' ἐμαυτοῦ ποιῶ οὐδὲν, ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ Πατὴρ ταῦτα λαλῶ.

1.647 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ

. Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; ἙΟΡΤΗΣ οὔσης τῆς κατὰ νόμον σκηνοπηγίας κατωνο μασμένης, καὶ ἐξ ἁπάσης, ὡς ἔπος εἰπεῖν, τῆς περιοικίδος συνδεδραμηκότων Ἰουδαίων εἰς Ἱεροσόλυμα· τοῦτο γὰρ ἦν τὸ τῷ νομοθέτῃ δοκοῦν· τὴν πρὸς ἅπαντας διδασκαλίαν ἐποιεῖτο Χριστός. οὐ γὰρ δήπου μόνοις προσελάλει τοῖς ἀστικοῖς. οὐκοῦν ἀνάγκη ζητεῖν τόν γε ὅλως χρηστομαθῆ καὶ φιλήκοον, τί τὸ πεπεικὸς τὸν θεῖον ἡμῖν Εὐαγγελιστὴν, τὴν μὲν ἄλλην ἅπασαν τῶν Ἰουδαίων ἀγέλην σιωπῶσαν εἰσάγειν, Ἱεροσολυμίταις δὲ μόνοις τὸν ἐπὶ τούτῳ προσάψαι λόγον· τί δὲ ἄρα διεσκεμμένοι καὶ καθ' ἑαυτοὺς ἐνθυμούμενοι τὰ τοιαῦτά φασιν· σχῆμα γὰρ τῷ λόγῳ περιτέθειται βαθύ. 1.648 τί τοιγαροῦν πρὸς τοῦτο ἐροῦμεν; οὐκ εὐαρίθμητα κατὰ 1.648 τὸ ἄστυ σημεῖα πεποιηκότος τοῦ πάντων Σωτῆρος ἡμῶν Χριστοῦ, συχνότερον δὲ τοῖς Ἱεροσολύμοις ἐνδιατρίβοντος, ὑποπείθονται δέ πως, ἠρέμα βαδίζουσιν εἰς τὸ λοιπὸν θελῆ σαι πιστεύειν αὐτῷ τῶν κατὰ τὸ ἄστυ τινὲς, ἀλλ' οὔτε γυμνῶς, οὔτε μὴν ἐλευθέρως ἀγαπᾶν ἀπετόλμων, τῷ τῶν ἡγουμένων καταπτοούμενοι θράσει, καὶ πρὸς δέος ἐπιζήμιον οὐκ ἐξ ἐπιβουλίας συνωθούμενοι. τοῦτο γὰρ ἐδήλου σαφῶς ἐν τοῖς ἤδη παρῳχηκόσιν εἰρηκὼς ὁ μακάριος Εὐαγγελιστὴς, ἐν παῤῥησίᾳ μηδένα λαλεῖν "περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν "̓Ιουδαίων." Ἰουδαίους γὰρ ἐν τούτοις τοὺς ἡγουμένους ἀποκαλεῖ λοιπὸν, κατοκνήσας, ὥς γ' ἐμοὶ φαίνεται, τοῖς οὕτως ἀπεγνωσμένοις τὴν τῶν ἡγουμένων ἐπωνυμίαν χαρί ζεσθαι. παῤῥησιαζομένου τοιγαροῦν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ταῖς τῶν ἀρχόντων ἀπονοίαις ἐπιπη δῶντος εὐτόνως, διελέγχοντός τε καὶ μάλα σαφῶς ὡς οὐδεὶς μὲν αὐτοῖς τοῦ νομοθέτου λόγος, ἐπὶ δὲ τὸ δοκοῦν ἕκαστοι καὶ λίαν εὐπετῶς ἀποκλίνοντες καὶ εἰς τὸ φονᾶν ἀπερι σκέπτως ὡς ἐπὶ μηδενὶ τῶν φαύλων ἐξώλισθον, ὑπομένοντός τε τῶν ἀηδῶν ἐπὶ τούτοις οὐδὲν παρ' ὧν ἦν εἰκὸς ὑποστή σεσθαι τὰ δεινά· αὐτὸ δὴ τοῦτο πρὸς ἀπόδειξιν καὶ πληρο φορίαν τῆς ἐνούσης αὐτῷ θεοπρεποῦς ἐξουσίας Ἱεροσολυμῖται λαμβάνουσι, καὶ τοῖς ἤδη προτεθαυμασμένοις προσθήκην ὥσπερ τινὰ καὶ τοῦτο δεχόμενοι, καὶ τοῖς προλαβοῦσιν ἐπισωρεύοντες, θερμοτέροις λοιπὸν τοῖς κινήμασιν ἐπὶ τὸ χρῆναι πιστεύειν αὐτῷ συνελαύνονται. διὰ τοῦτό φασιν τὴν ἐκ λογισμοῦ τοῦ εἰκότος ἐρανιζόμενοι γνῶσιν Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; ἐννόει γὰρ ὅτι μονονουχὶ καὶ ὑψηλὴν 1.649 ἀνατείνοντες χεῖρα τὴν δεξιὰν, τῇδε κἀκεῖσε περικομίζοντες, δεικνύουσι μὲν τὸν ἐλέγχοντα, διαγελῶσι δὲ ἤδη τὴν ἐκείνων ἀτίθασον ἀγριότητα κατηυνασμένην ὁρῶντες, οὐ λογισμῷ τῷ σώφρονι· πόθεν; θεοπρεπεῖ δὲ μᾶλλον δυνάμει καὶ ἐξουσίᾳ. Σημειωτέον δὲ ὅτι τοῖς ἄλλοις ἅπασι τῶν Ἰουδαίων ὄχλοις Ἱεροσολυμῖται μόνοι τἀναντία φασὶ, καὶ ὅπως, ἐρῶ. εἰσηγουμένου ποτὲ τὰ κάλλιστα τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ παρειστήκεισαν οἱ Φαρισαῖοι διαπριόμενοι ἐπὶ τούτοις, ἀνα κεκαλυμμένοι δὲ ἤδη πρὸς ἀνήμερον θράσος, καὶ τὰ ἐκ φόνου πράττειν ἐπειγόμενοι· πρὸς δὴ τοῦτο αὐτὸς ἔφασκε παρα νομοῦντας ἐλέγχων αὐτοὺς τοὺς ὅτι προσήκοι φονᾶν ἐγνω κότας "Οὐ Μωυσῆς δέδωκεν ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ "ὑμῶν ποιεῖ τὸν νόμον· τί με ζητεῖτε ἀποκτεῖναι;" καὶ ὁ μὲν σύμπας τοῦ λόγου σκοπὸς τὰς τῶν ἡγουμένων κατα τοξεύει καρδίας· ὑποπλήττεται δ' οὖν ὅμως ἡ ἀγελαῖα πληθὺς, ἀφορητῶς δὲ διατεθεῖσα περὶ τοὺς λόγους ὑβριστι κώτερον ἀπεκρίνατο λέγουσα "∆αιμόνιον ἔχεις· τίς σε ζητεῖ "ἀποκτεῖναι;" ἀλλ' οἶμαι παντί τῳ δῆλον ὑπάρχειν, ὡς ἐπείπερ ἐθεᾶτο φονῶντας ἤδη τοὺς Φαρισαίους, ἐκεῖνά φησιν ὁ Χριστός. πῶς οὖν ἀρνουμένων ἐνταῦθα τινῶν, καὶ τό Τίς σε ζητεῖ ἀποκτεῖναι, βοώντων, Ἱεροσολυμῖται μόνοι τἀναντία τοῖς ἄλλοις ἅπασι καταψηφιζόμενοι λέγουσιν Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; εὖ δὲ καὶ τοῦτο Ζητοῦσιν, ἵνα τοῖς ἄρχουσι μόνοις ἐπιγράφηται τὰ τολμήματα. οὐκοῦν πιθανός τις ἡμᾶς ἀναπείθει λόγος ἐννοεῖν, ὡς ὁ μὲν ἄλλος τῶν Ἰουδαίων ἠγνόησε δῆμος τὸν ἐν τοῖς ἡγουμένοις σκοπὸν, Ἱεροσολυμῖται δέ γε κατὰ τὰ πλεῖστα συνόντες αὐτοῖς καὶ 1.650 μίαν συνοικήσαντες πόλιν, ἀεί τε περιτυγχάνοντες, ἴσασί πως τὸν ἐγκεχωσμένον αὐτοῖς ἀνόσιον ἐπὶ τῷ Σωτῆρι τῷ Χριστῷ σκοπόν. καὶ συμβέβηκεν οὐ διὰ μόνης τῆς τοῦ Σωτῆρος ἡμῶν φωνῆς τὸ μιαρὸν τῶν Ἰουδαίων κατηγορεῖσθαι στῖφος, ἀλλ' ἤδη καὶ ἐξ αὐτῆς τῆς ὑπ' αὐτοῖς πρατ τούσης ἀγέλης, ἣ ταῖς αὐτῶν ἀπονοίαις διόλωλέ τε καὶ ἠνέχθη κατὰ κρημνῶν. καὶ γάρ ἐστι πως ἐκ τῶν εἰρημένων διψῶσαν μὲν ἤδη καὶ ἐκκεκαυμένην ὥσπερ εἰς τὴν ἐπὶ Χριστῷ πίστιν ὁρᾶν, ὀλίγης δὲ κομιδῆ δεομένην τῆς χειρα γωγίας, ἧς εἴπερ ἔτυχον, εὐκόλως ἂν παραδέξωνται τὸν οὐρανόθεν ὡς ἡμᾶς ἀφιγμένον. ὑπαίτιοι τοιγαροῦν τῆς τῶν προβάτων ἀπωλείας εἰσὶν οἱ τὸ ἡγεῖσθαι λαχόντες. καὶ μαρτυρήσει πάλιν ὁ προφήτης Ἱερεμίας οὕτω βοῶν "Ὅτι "οἱ ποιμένες ἠφρονεύσαντο, καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν· "διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ νομὴ, καὶ διεσκορπίσθησαν." Ἴδε ἐν παῤῥησίᾳ αὐτοῖς λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσιν. Ἐπιτείνουσι τῆς πληροφορίας ἐν ἑαυτοῖς τοὺς λόγους, καὶ εἰς φανερωτέραν ὥσπερ ἀναφοιτῶσιν ἀπόδειξιν, τὴν ἀκίνδυνον ὁρῶντες παῤῥησίαν Χριστοῦ. καταπλήττονται δὲ καὶ σφόδρα εἰκότως εἰς ἀμελέτητόν τε καὶ ἀσυνήθη μακρο θυμίαν ὑπενεχθέντας εὑρίσκοντες τοὺς ἀνοσίους τὸ πάλαι, καὶ ὑβριστὰς θεώμενοί τε καὶ ξένην ἐπιτηδεύοντας ἡμερό τητα. εἰς εὐλόγους ἐντεῦθεν ἀποδημοῦσιν ὑποψίας· δι' ὧν δὲ πάλιν ὡς ἀνεξικακοῦντας θαυμάζουσιν καὶ ἐφ' οἷς οὐδα μόθεν ὀργίζεσθαι χρῆν, διὰ τούτων αὐτῶν κατηγοροῦντες ἁλίσκονται, ὡς ἐν ἔθει παρ' ἐκείνοις ἦν τοῖς τῶν καλλίστων ἐξηγηταῖς ἀδιακρίτως ἐπιφύεσθαι, καὶ κατὰ παντὸς ἁπλῶς ἰέναι θερμῶς, ἂν μόνον αὐτοῖς ἀπᾴδοντα λέγῃ, κἂν εἴ τι τῷ θείῳ νόμῳ συνηγορῇ. δεινὸν γὰρ ἀεὶ τῶν Φαρισαίων τὸ 1.651 φύσημα, καὶ μέτρον οὐκ ᾔδει τῆς ἐκείνων ἀπονοίας τὸ θράσος. τίς οὖν ἄρα, φασὶν, ὁ τιθασεύων εἰς τὸ παρὸν, καὶ τίς ὁ ἀσχέτῳ τῷ πάλαι θυμῷ χαλινὸν ἐπιθεὶς τὸν σώφρονα λογισμόν; τίς δὲ οὕτω καταγοητεύσας, καὶ ὥσπερ τινὰς ὄφεις ἐπιπηδῶντας ἀεὶ κατευνάζει πρὸς ἡμερότητα; ἴδε παῤ ῥησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν. οὐχ ἁπλῶς λαλεῖ, φησὶν, ἀλλὰ μετὰ παῤῥησίας. καὶ οὐκ ἂν οἶμαί τις αἰτιά σαιτο δικαίως τὴν ἐκείνων ὀργὴν ἡσυχάζουσαν, εἰ λαθραίως ἐποιεῖτο τοὺς κατ' αὐτῶν λόγους ὁ ζητούμενος. ἐν γὰρ τῷ μὴ πυθέσθαι τυχὸν, οὐδ' ἂν ἐκινήθησαν οἱ θυμοὶ, ἀλλ' ἐν παῤῥησίᾳ γεγονότος τοῦ λόγου, καὶ δι' ἐλέγχων ἐρχομένου πικρῶν· τοῦτο γὰρ δὴ μάλιστα τὸ τῆς παῤῥησίας ὄνομα δηλοῖ· οὐχ ὅπως ἀπειρήκασι πρὸς ὀργὰς, καίτοι λίαν ἑτοίμως τοῦτο νοσοῦντες, ἀλλὰ καὶ πρὸς λόγους ὀκνοῦσι μόνους. οὐδὲν γὰρ αὐτῷ λέγουσιν. Μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι αὐτός ἐστιν ὁ Χριστός; Ὁρᾷς ὅπως ἐξ εὐλόγων ἐπινοιῶν καὶ λογισμῶν τῶν εἰκότων τὸ χρῆναι πιστεύειν ἐρανιζόμενοι μονονουχὶ καὶ ἀσχάλλουσιν, ὡς ἐγνωκότων μὲν ἤδη τῶν ἀρχόντων αὐτὸν, παραιτουμένων δὲ διαῤῥήδην ἐπὶ τῷ θεομαχεῖν, καὶ τοῦ ἄνωθεν ἥκοντος καταναισχυντεῖν οὐκ ἀνεχομένων, καταχων νύντων δέ πως βασκάνοις ἔτι ταῖς σιωπαῖς τὴν ἀνάῤῥησιν. εἰ γὰρ μὴ ἐγνώκασι, φησὶν, ἀληθῶς ὅτι αὐτός ἐστιν ὁ Χριστὸς, τί τὸ ἀνέχεσθαι πεπεικὸς διελέγχοντος ἐν παῤῥησίᾳ, καινο τομοῦντος δέ πως καὶ τὰ πάλαι διηγγελμένα, δι' ὧν καὶ ἐν σαββάτῳ θεραπεύων ἡλίσκετο, καὶ λυποῦντος οὐ μετρίως αὐτοὺς δι' ὧν ἀπημφιεσμένως φησίν "Οὐ Μωυσῆς δέδωκεν 1.652 "ὑμῖν τὸν νόμον, καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον;" ἀνεξικακοῦσι δὲ πρὸς ταῦτα, καίτοι λίαν ἀφορήτως περὶ αὐτὰ διακείμενοι, καὶ θερμότερον εἰωθότες ἐνάλλεσθαι καὶ τοῖς ἀδικοῦσιν οὐδέν. διὰ παντὸς τοιγαροῦν ἐρχόμενοι λο γισμοῦ τὴν ἐπὶ Χριστῷ κατὰ βραχὺ συλλέγουσι πίστιν, ἀπονέμουσι γεμὴν τοῖς ἄρχουσι τὸ ἐγνωκέναι κατὰ ἀλήθειαν, ἅτε δὴ καὶ πρὸ αὐτῶν καὶ τοῖς ἱεροῖς ἐντεθραμμένοις γράμ μασι, καὶ πλέον ἤπερ αὐτοὶ τὰ ἐν ταῖς θείαις γραφαῖς δυναμένοις συνιέναι μυστήρια. ἐπιτήρει δὲ διὰ πάντων ὅτι τοῖς ἄρχουσιν ἀόκνως ἀκολουθεῖν ὁ τῶν Ἰουδαίων ηὐτρέ πιστο δῆμος, ὃς καὶ πάντως ἂν διεσώθη πρὸς τὸ εὐθὺ παρὰ τῶν ἡγουμένων παιδαγωγούμενος. διὰ γάρ τοι τοῦτο καὶ δίκας ὑφέξουσι πικρὰς, ὅτε καὶ αὐτὸς ὁ Σωτὴρ κατῃτιᾶτο λέγων "Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς "γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους "ἐκωλύσατε." θύρα γάρ ἐστιν ὥσπερ τις καὶ πύλη πρὸς θεογνωσίαν, καὶ ὁδὸς εἰς ἅπασαν ἀρετὴν εὐκόλως κομίζουσα τῶν ὀρθὰ διδασκόντων ὁ λόγος, καὶ ἡ τοῦ ποιμαίνοντος ἐπιστήμη διασώζειν οἶδε τὴν τῶν θρεμμάτων ἀγέλην. ὥσπερ οὖν καὶ τὸ ἐναντίον διόλλυσι μὲν εὐκόλως, κατὰ κρημνῶν δὲ ἀποίσει καὶ οὐχ ἑκόντα τὰ ποίμνια. Ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχεται, οὐκ οἴδαμεν πόθεν ἐστίν. Οὐκ ἐκ μόνων τῶν ἔξωθεν ἐννοιῶν, οὐδὲ ἐπείπερ οἰστὸν ἐποιήσαντο τὸν ἐπὶ τοῖς ἐλέγχοις πόνον οἱ καθηγούμενοι, τὸ πιστεύειν εἰσδέχεται τῶν Ἱεροσολυμιτῶν ἡ διάνοια· σφόδρα δὲ χρησίμως καὶ τοὺς ἐξ εἰκότων ὠδινήσασα λογισμοὺς καὶ 1.653 ὑπενεχθεῖσα πρὸς ἀληθεῖς ὑπονοίας τὰς ἐπὶ Χριστῷ διὰ τῆς ἐνούσης αὐτῷ θεοπρεποῦς ἐξουσίας, οὐκ ἀκόμψως ἤδη πρὸς τὴν τῆς εὐσεβείας παιδαγωγουμένη κατάληψιν, οὐκ αἰσθά νεται πάλιν εἰς τὴν Ἰουδαίοις σύντροφον ἀμαθίαν ἐξολι σθαίνουσα. δοκοῦσι μὲν γάρ πως οἱ καλῶς ἐκεῖνα διεσκεμ μένοι πανταχόθεν ἐθέλειν θηρᾶσθαι τὸ ἀληθὲς, καὶ οὐκ ἐκ μόνης τῆς τῶν ἀρχόντων σιγῆς καὶ τῆς ἀσυνήθους πραό τητος ἐπὶ τὸ χρῆναι πιστεύειν βαδίζουσιν, ἀλλὰ καὶ αὐτὴν ἐρευνῶσι τὴν ἁγίαν γραφὴν, ἐξ ὀρθῆς μὲν εἰς τοῦτο καλού μενοι γνώμης, ἀπαιδαγωγήτως δ' οὖν ὅμως καὶ ἀσυνέτως κομιδῆ τὴν ἐπὶ τῷ μυστηρίῳ ποιούμενοι βάσανον· ὅτι γὰρ μόνον ἐπιγινώσκουσι πόθεν ἐστὶν ὁ ἐν παῤῥησίᾳ λαλῶν, τουτέστιν ἐκ ποίας μὲν ὁρμᾶται κώμης, τίνων δὲ ἐξέφυ γονέων, οὐκ εἶναί φασιν αὐτὸν τὸν διὰ νόμου προκεκηρυγ μένον. εἶτα τούτοις ἐπάγουσιν Ὁ δὲ Χριστὸς ὅταν ἔλθῃ, οὐδεὶς γινώσκει πόθεν ἐστίν. καὶ παντὶ μέν που δῆλον, ὡς ἐξ ἀμαθίας αὐτοῖς τὸ πλανᾶσθαι κἀν τούτῳ συμβέβηκεν. ἐξε τάσαι δὲ δεῖν ὑπολαμβάνω, πόθεν εἰς τοῦτο πρόεισιν αὐτοῖς τὰ φρονήματα· τί δ' ἄρα τὸ ἀναπεῖσάν ἐστιν τοὺς, οἵγε καλῶς τὰ ἐπ' αὐτῷ διεσκέπτοντο, διὰ ταύτην οἴεσθαι τὴν αἰτίαν οὐκ εἶναι Χριστὸν, ἐπείπερ ὅθεν ἐστὶν οὐκ ἠγνόουν· διὰ τί δὲ τούτοις ἐπάγουσι τό Χριστὸς ὅταν ἔλθῃ οὐδεὶς οἶδε πόθεν ἐστίν; ἀπὸ γάρ τοι τούτου λοιπὸν τὴν τῆς ἀληθείας ζημιοῦνται κατάληψιν. οὐκοῦν φέρεταί τις ἐν τῷ Ἡσαΐᾳ λόγος περὶ Χριστοῦ "Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; "ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ." καὶ ὁ μὲν μακάριος προφήτης ἐπὶ τοῦ Θεοῦ Λόγου τὸ ῥῆμα τιθεὶς, τὴν γενεὰν ἀντὶ τῆς ὑπάρξεως λέγει. τίς γὰρ ἂν ὅλως καὶ φράσαι τὸν τρόπον τῆς ὑπάρξεως τοῦ Μονογενοῦς; ποία δὲ γλῶσσα διηγήσεται τὴν ἐκ Πατρὸς ἄῤῥητον γέννησιν τοῦ 1.654 Υἱοῦ; ἢ ποῖος ἄρα νοῦς οὐκ ἀτονήσει πρὸς τοῦτο; ὅτι μὲν γὰρ ἐγεννήθη παρὰ Θεοῦ καὶ Πατρὸς ἴσμεν τε καὶ πεπι στεύκαμεν· τὸ δὲ πῶς, ἄβατον εἶναί φαμεν παντὶ νῷ, καὶ σφαλερωτάτην ἔχει τὴν βάσανον. δεῖ γὰρ βαθύτερα μὴ ζητεῖν, μηδὲ ἐξετάζειν τὰ χαλεπώτερα, διανοεῖσθαι δὲ μᾶλλον ἃ προστετάγμεθα, καὶ πιστεύειν μὲν οὐ σεσαλευμένως περὶ Θεοῦ "ὅτι τε ἔστι κατ' ἀλήθειαν καὶ τοῖς ἐκζητοῦσι μισθα "ποδότης γίνεται·" ζητεῖν δὲ οὐκέτι, κατὰ τὸ γεγραμμένον, τὰ ὑπὲρ νοῦν καὶ φρόνησιν, οὐ μόνον τὴν ἐν ἡμῖν, ἀλλὰ καὶ τὴν ἐν ὅλῃ τῇ κτίσει, ἢ καὶ ἐν παντὶ πεποιημένῳ λογικῷ. τίς οὖν ἄρα τοῦ Μονογενοῦς "τὴν γενεὰν ἐξηγήσεται; "αἴρεται γὰρ ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ," τουτέστιν, ὑψη λότερος ἁπάντων τῶν ὄντων ἐπὶ τῆς γῆς ὁ περὶ τῆς ὑπάρξεως αὐτοῦ φαίνεται λόγος. ζωὴν γὰρ πάλιν ἐνθάδε τὴν ὕπαρξιν λέγει. Τοῦτο τὸν ἀσύνετον τῶν Ἰουδαίων ἀπέσφηλε νοῦν, καὶ ἀπεβουκόλησέ πως τῆς ἀληθοῦς ἐπὶ Χριστῷ διαγνώσεως. οὐ γὰρ ἐνενόησαν, ὡς εἰκὸς, ὅτι διπλοῦς παρὰ τοῖς ἁγίοις προφήταις ὁ περὶ αὐτοῦ λόγος εὑρίσκεται. ὅτε μὲν γὰρ ὅτι παρέσται μετὰ σαρκὸς ἐν τῷδε τῷ βίῳ σημαίνουσι, κατὰ σάρκα φανερὰν αὐτοῦ καθιστῶσι τὴν ἐκ παρθένου γέννησιν· "̓Ιδοὺ γὰρ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν." ἀλλὰ καὶ ὅποι τεχθήσεται κηρύττουσι σαφῶς "Καὶ σὺ "γὰρ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθὰ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν "χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς "ἄρχοντα ἐν τῷ Ἰσραὴλ, καὶ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ 1.655 "ἡμερῶν αἰῶνος." τὴν δέ γε ἐκ Πατρὸς καὶ Θεοῦ ἄῤῥητον γέννησιν ὡς ἔνι διερμηνεύοντες, ἢ ἐκεῖνό φασιν, ὅπερ εἴπομεν φθάσαντες "Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται "ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ·" ἢ τὸ τῷ παροισθέντι συνε ζευγμένον ῥητόν "Καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν "αἰῶνος." ἐξόδους γὰρ ἐνταῦθα τοῦ Μονογενοῦς τὴν ὡς ἐκ φωτὸς ἀνάλαμψιν, καὶ πρὸ παντὸς αἰῶνος καὶ ἡμέρας καὶ ῥοπῆς εἰς ἰδίαν ὕπαρξιν ἐκδρομὴν ὥσπερ τινὰ τὴν ἀπὸ τῆς τοῦ τεκόντος οὐσίας σημαίνει. ἄμφω τοιγαροῦν ἡμῖν τῆς ἁγίας παρατιθείσης γραφῆς, καὶ τῶν ἱερῶν γραμμάτων καὶ πόθεν ἔσται λεγόντων τὸ κατὰ σάρκα Χριστὸς, καὶ ἀζήτητον τιμώντων σιγῇ τὴν ἐκ Πατρὸς ὕπαρξιν, πῶς οὐκ ἄν τις εὐλόγως οὐ μετρίως ἀμαθαίνοντας τοὺς Ἰουδαίους εὑρὼν, πλατὺ γελάσας ἐρεῖ Οὐκ ἀπὸ μόνου τοῦ μὴ γινώσκεσθαι τὴν γενεὰν τοῦ Χριστοῦ, τὰ ἐπ' αὐτῷ ζητητέον, ἀλλὰ καὶ ἐκ τοῦ γινώσκεσθαι τίς καὶ πόθεν ὁρμᾶται τὸ κατὰ σάρκα; Ἔκραξεν οὖν ὁ Ἰησοῦς διδάσκων ἐν τῷ ἱερῷ καὶ λέγων Κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί. Ἀλλήλοις ἠρέμα ψιθυριζόντων ἐκεῖνα τῶν Ἱεροσολυ μιτῶν· οὐ γὰρ ἀπετόλμων "ἐν παῤῥησίᾳ λαλεῖν διὰ τὸν "φόβον τῶν Ἰουδαίων," καθὰ γέγραπται· δέχεται πάλιν τῶν εἰρημένων τὴν γνῶσιν θεοπρεπῶς ὁ Χριστός. ἐπειδὴ δὲ προσωφελεῖν ὅτι πρέποι διεσκόπει τοὺς ἄνδρας, παραχρῆμα δεικνύει θεοπρεπῆ πάλιν ἐν ἑαυτῷ τὴν ἐνέργειαν, καὶ ὅτι πάντων ἔχει τὴν γνῶσιν ἀνακαλύπτει σαφῶς. ἐξαίρει μὲν γὰρ εἰς ὕψος τὴν βοὴν, καίτοι πρότερον οὐκ εἰωθὼς τοῦτο πράττειν αὐτὸς, διελέγχει δὲ πάλιν ὡς οὐκ ἔχοντας ἑδραῖον τὸν νοῦν τῆς θεοπνεύστου γραφῆς, καὶ ῥίζαν ποιεῖται τοῖς ἑαυτοῦ λόγοις τὸ ἐν παραβύστῳ καὶ μόλις ἀπεπτυσμένον. 1.656 εἶτα πρὸς τούτοις ἔτι καὶ ἐξ ὧν ὅτι χρὴ μὴ πιστεύειν ᾤοντο παραφρόνως, διὰ τούτων αὐτῶν ὅτι προσήκει πιστεύειν αὐτοὺς ἀναπείθει γοργῶς· ἔστι δὲ τῶν λεγομένων τοιοῦτος ὁ νοῦς. ἐθαυμάσατέ φησιν, καὶ σφόδρα ποιοῦντες ὀρθῶς, ὅτι θεοπρεπὴς ὄντως ἐνυπάρχει μοι δύναμις, ἐξημεροῦσα ῥᾳδίως καίτοι φονῶσαν τὴν τῶν Ἰουδαίων διάνοιαν· ζητοῦσι γὰρ ἀποκτεῖναί με κατὰ τὸν παρ' ὑμῶν ἀψευδῆ τε καὶ ἐξ ἀκριβείας παρ' ὑμῶν ποιηθέντα λόγον, καὶ πολλὴν ἄγαν εἰς τοῦτο τίθενται τὴν σπουδήν. ἀλλ' ἐμὲ, φησὶν, ἐξίστα σθαι δέον καὶ ἀποφοιτᾶν ὡς ποῤῥωτάτω τῶν ὅτι προσήκει φονεύειν βεβουλευμένων, οὐδὲν ὅλως τῆς ἐκείνων ἀπονοίας φροντίσας, ἐκ τῶν ἐναντίων ἐν παῤῥησίᾳ λαλῶ καὶ διελέγχω λυποῦντας τὸν νόμον διὰ τοῦ μὴ τὰ δίκαια κρίνειν ἐθέλειν αὐτούς· πάσχω δὲ τὸ σύμπαν οὐδέν. ἀνεξικακοῦσι γὰρ οὐχ ἑκόντες οἱ πάλαι δεινοὶ, καὶ οὐ τῆς ἐκείνων προαιρέσεως τὸ πρᾶγμα καρπὸς, ἀλλὰ τῆς ἐμῆς ἐξουσίας ἡ δύναμις. οὐ γὰρ ἐφίημι καίτοι λελυττηκόσιν αὐτοῖς καὶ εἰς ἀπάνθρωπον ἀποτεθηγμένοις ὀργὴν, πρόωρον εἰς ἐμὲ τὴν μιαιφονίαν ἀποτολμᾶν. ἐπὶ τούτοις οὖν ἄρα, φησὶ, καὶ λίαν εἰκότως, καταπέπληχθε μὲν ὑμεῖς, ἐγνωκέναι δὲ ἀληθῶς τοὺς ἡγου μένους φατὲ, ὅτι ἐγώ εἰμι ὁ Χριστός. λογισμῷ δὲ τῷ πρέποντι κατακολουθοῦντες ἐν τούτοις, πρὸς τὰ ἐκ τῆς θείας γραφῆς ἀπονεύοντες λόγια, δέον ὠφελεῖσθαι μᾶλλον εἰς τὴν ἐπ' ἐμοὶ βεβαιουμένους κατάληψιν, τοὐναντίον παθόντες ἐσκανδαλίσθητε. ἀπὸ γὰρ τοῦ μόνον ἐπίστασθαι πόθεν εἰμὶ, καὶ διὰ τίνος γεγέννημαι, νενομίκατε, φησὶν, οὐκ εἶναί με τὸν 1.657 Χριστόν. ἴστε τοιγαροῦν, ὅτι κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμὶ, τουτέστιν δέδωκεν ὑμῖν ἡ θεία γραφὴ καὶ τὸ εἰδέναι με καὶ πόθεν εἰμί. καὶ οὐκ ἐπείπερ ἐγνώκατε τυχὸν, ὅτι Ναζα ραῖος ἢ Βεθλεεμίτης εἰμὶ, καὶ ὅτι γεγέννημαι διὰ γυναικὸς, διὰ τοῦτο χρὴ πάντως ὑμᾶς καὶ τὸ τῆς ἀπιστίας εἰσδέχεσθαι νόσημα· ἀλλ' ἐκ τῶν εἰρημένων ἐπ' ἐμοὶ, καὶ διὰ τὴν κατὰ σάρκα γέννησιν, ἀπὸ τούτων ἰέναι μᾶλλον ἐχρῆν εἰς κατά ληψιν τῶν ἐπ' ἐμοὶ μυστηρίων, καὶ οὐκ εἰς μίαν ἀποκλῖναι μόνην προφήτου φωνὴν, ὃς τὴν ἐκ Θεοῦ καὶ Πατρὸς ἄῤῥητον καταμηνύει γέννησιν. Καὶ ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ' ἔστιν ἀληθινὸς ὁ πέμψας με. ∆ιὰ μακρᾶς ἀπειθείας ὑβρίζοντας ὑποπλήττει πάλιν ἐν ἀπολογίας σχήματι. τέχνῃ μὲν οὖν οὐ μετρίᾳ συνεξυφήνας τὸν λόγον, οἰκονομεῖ πανταχῆ τὸ μὴ δοκεῖν εὐαφόρμως πρὸς εὐλόγους ὁρμὰς διανιστᾶν τοὺς ἀκροωμένους, κατασκιάσας δέ πως ἀσαφείᾳ τὸ εἰρημένον, ὑποκλέπτει τοῦ θυμοῦ τὸ πλέον, καὶ παραιρεῖ τὸ δριμὺ τοῦ κινήματος. τί τοίνυν καὶ διὰ τοῦτο, φησὶν, ἐξηγουμένου πολλάκις καὶ διαῤῥήδην ἀνακεκραγότος ἀπεστάλθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἀπιστοῦσιν ἔτι, καὶ ἐπείπερ αὐτοῦ τὸ κατὰ σάρκα γινώ σκουσι γένος, οὐκ εἶναί φασιν αὐτὸν τὸν διὰ νόμου προκε κηρυγμένον καὶ διὰ τῶν ἁγίων προφητῶν προκατηγγελμένον· μόνον δὲ οὐχὶ καὶ ὑπαντιάζουσι λέγοντες Ψευδομυθεῖς ὦ οὗτος, ἐξ οἰκείων δὲ θελημάτων ὡς ἡμᾶς ἀφιγμένος, εἶτα τὸ τοῦ Πατρὸς ὄνομα πλαττόμενος οὐκ ἐρυθριᾷς; ἀποκρουό μενος τοιγαροῦν καὶ τὴν ἐπὶ τούτῳ συκοφαντίαν αὐτῶν, ταῖς ἀπολογίαις ἀναμίσγει τὸν ἔλεγχον, εὐφυέστατά τε φησίν 1.658 Ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα ἀλλ' ἔστιν ἀληθινὸς ὁ πέμψας με. ὑμῖν μὲν γὰρ ἔθος, φησὶν, ὦ πάντα τολμῶντες εὐκόλως, καὶ πρὸς ὁτιοῦν καὶ τῶν σφόδρα δεινῶν ἀπερισκέπτως βαδί ζοντες, ψευδοπροφητεύειν ἔσθ' ὅτε, καὶ Θεοῦ μὴ ἀπεσταλ κότος, πεπέμφθαι λέγειν παρὰ Θεοῦ. ἐγὼ δὲ τῶν καθ' ὑμᾶς οὐκ εἰμὶ, ἀλλ' οὐδὲ τὰς παρ' ὑμῖν τετριμμένας ἀπομιμήσομαι τόλμας. οὐκ ἀφικόμην ἀπ' ἐμαυτοῦ, οὐδὲ αὐτάγγελος, ὡς ὑμεῖς, ἀλλ' ἐξ οὐρανοῦ παραγέγονα· ἀληθινός ἐστιν ὁ πέμψας με, οὐ κατ' ἐκεῖνον δήπου τὸν ὑμέτερον τὸν φιλοψευδῆ, τουτέστι τὸν διάβολον, οὗ τὸ πνεῦμα λαμβάνοντες καὶ τὸ ψευδῆ προφητεύειν ἀποτολμᾶτε. οὐκοῦν ἀληθινὸς μὲν ὁ πέμψας με, ὁ δὲ ὑμᾶς πρὸς τὸ πλάττεσθαι τοὺς παρὰ Θεοῦ λόγους διανιστὰς, οὐκ ἀληθινός. ψεύστης γάρ ἐστι καὶ τῶν ψευδομένων πατήρ. ὅτι δὲ τοῖς Ἰουδαίοις κατειθισμένον εὑρήσομεν τὸ προφητεύειν ψευδῆ, τοῖς τῶν προφητῶν περι τυγχάνοντες λόγοις ἀκονιτὶ θεωρήσομεν. σαφέστατα γάρ που φησὶν ὁ πάντων ∆εσπότης περὶ αὐτῶν "Οὐκ ἀπέ "στελλον τοὺς προφήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐκ ἐλάλησα "πρὸς αὐτοὺς, καὶ αὐτοὶ ἐπροφήτευον." καὶ πάλιν ἐν Ἱερεμίᾳ "Ψευδῆ οἱ προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου, "οὐκ ἀπέστειλα αὐτοὺς καὶ οὐκ ἐλάλησα πρὸς αὐτοὺς καὶ "οὐκ ἐνετειλάμην αὐτοῖς· ὅτι ὁράσεις καὶ οἰωνίσματα καὶ "προφητείας καρδίας αὐτῶν αὐτοὶ προφητεύουσιν ὑμῖν." ἐλέγχεται τοιγαροῦν ἐπὶ τούτῳ ὁ ἀλαζὼν Ἰουδαῖος, ὡς καὶ αὐτῷ περιθεὶς τῷ Χριστῷ τὸ προσὸν ἑαυτῷ καὶ κατὰ Θεοῦ θράσος, τουτέστι, τὴν ψευδοπροφητείαν. τὸ δὲ ὅλως ἀπι στεῖν τῷ θεόθεν καὶ ἐκ Πατρὸς ἀπεστάλθαι βοῶντι, τί ἂν ἕτερον εἴη λοιπὸν ἢ διαῤῥήδην ἀνακραγεῖν, ὅτι ψευδοπρο φητεύεις τὰ ἡμῶν εἰς ἡμᾶς μιμούμενος; 1.65 Ὃν ὑμεῖς οὐκ οἴδατε, ἐγὼ δὲ οἶδα αὐτὸν, ὅτι παρ' αὐτοῦ εἰμι, κἀκεῖνός με ἀπέστειλεν. Ἐλέγετε, φησὶν, ἀρτίως Ὁ Χριστὸς ὅταν ἔλθῃ, οὐδεὶς οἶδε πόθεν ἐστίν. ἀλλ' ἐπείπερ ὑμῖν τοῦτο δόξαν ἔχειν ὀρθῶς, ὡς ἀληθὲς κρατύνετε, συναινῶ τοῖς παρ' ὑμῶν περὶ τούτου λόγοις. ἀληθινὸς μὲν γὰρ ἐξ οὗπέρ εἰμι Πατὴρ, ἀλλ' οὐχ ὑμῖν ἐγνωσμένος. ὅταν τοίνυν, φησὶν, ἀβουλότατα μὲν, πλὴν ἑαυτοῖς ἀρεσκόντως διασκέπτησθε τὸ περὶ ἐμοῦ μυστήριον, εἶτα γινώσκοντες τίς καὶ πόθεν εἰμὶ τὸ κατὰ σάρκα, τὸ χρῆναι πιστεύειν ἐκπέμπητε, διὰ τοῦτο μόνον παραδέξασθε τὴν πίστιν, ὅταν εὑρίσκησθε μὴ νοοῦντες πόθεν εἰμί· εἰμὶ δὲ ἐκ Πατρὸς, ὃν ὑμεῖς οὐκ οἴδατε, τὸν ἐξ αὐτοῦ μὴ εἰδότες, ἐν ᾧ καὶ μόνῳ θεατὸς ὁ Πατήρ. ὁ γὰρ ἑωρακὼς τὸν Υἱὸν ἑώρακε τὸν Πατέρα, καὶ ὁ γινώσκων τὸν Υἱὸν οὐκ ἠγνόησε τὸν γεννήσαντα. οὐκοῦν ἁπάσης αὐτοῖς εὑρεσιλογίας καὶ διὰ τοῦτο ἐξῃρημένης, κακονοίας πάλιν ὄντες ἁλώσονται, πρόφασιν μὲν ἀπειθείας οὐδεμίαν εὑρί σκοντες ἔτι, μόναις δὲ ταῖς ἑαυτῶν δυστροπίαις τὴν γνῶσιν ἐξωθούμενοι, ἵνα φαίνηται καὶ τὸ γεγραμμένον ἀληθές "Εἴ "δετε πλεονάκις, καὶ οὐκ ἐφυλάξασθε· ἠνοιγμένα τὰ ὦτα, "καὶ οὐκ ἠκούσατε." ἐπειδὴ δὲ τοῖς τῶν Ἰουδαίων προσέ κειτο λόγοις, ὡς "οὐδεὶς γινώσκει πόθεν ἐστὶν ὅταν ἔλθῃ "Χριστὸς," ἀναγκαίως ἑαυτὸν ὑφεξέλκων, ὡς Θεὸς, τῆς τῶν γενητῶν πληθύος, καὶ τῶν ἄλλων ἁπάντων καθ' ὃν ἂν εἰκότως ἔρχοιτο τό Οὐδεὶς, ἕτερον ὄντα τῇ φύσει δεικνύων, ὡς οὐ μετ' ἐκείνων ἀγνοεῖ τὸν ἑαυτοῦ γεννήτορα, φησὶν, ἀλλ' εἰδέναι κατὰ πᾶσαν ἀκρίβειαν ἑαυτόν τε κἀκεῖνον διισχυρίσατο. ἔστι γὰρ Θεὸς ἐκ Θεοῦ Πατρὸς, παράδοξόν 1.660 τινα καὶ ξένην, ἢ καὶ αὐτῷ πρέπουσαν μόνῳ τὴν ἐπὶ τούτοις εἴδησιν ἔχων. οὐ γὰρ ὥσπερ ἡμεῖς γινώσκομεν, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον οἶδεν ὁ Υἱὸς τὸν Πατέρα. μέχρι γὰρ ἐννοίας μόνης ἐπὶ τὴν θεοπτίαν ἡ τῶν γενητῶν ἔρχεται φύσις, καὶ τοὺς αὑτῇ πρέποντας ὅρους οὐχ ὑπερτρέχουσα, τὸ ἐν ἀῤῥήτοις κρύπτεσθαι λόγοις καὶ οὐχ ἑκοῦσα τῇ θείᾳ φύσει παραχωρεῖ. ὁ δὲ ἐκ Θεοῦ Πατρὸς πεφηνὼς Μονογενὴς ὅλον ἐν ἑαυτῷ θεωρεῖ τὸν γεννήσαντα, καὶ τὴν τοῦ τεκόντος οὐσίαν ἐν τῇ οἰκείᾳ φύσει ζωγραφῶν οἶδεν οὕτως αὐτὸν, ὡς οὐκ ἔστιν εἰπεῖν· ἀνέκφραστα γὰρ τὰ περὶ Θεοῦ.

1.661 ΚΕΦΑΛΗ Α. Ὅτι κατὰ τὰς Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς ἐξ ἀνάγκης ὑπόκειται τὰ καθ' ἡμᾶς, ἀλλ' ἐκ προαιρέσεως ἰδίας ἐπί τε τὸ ἀγαθὸν καὶ τὸ ἐναντίον ἐρχόμεθα· καὶ ὅτι τοῖς τοῦ Θεοῦ νεύμασι διοικούμεθα. Ἐζήτουν οὖν αὐτὸν πιάσαι Ἰουδαῖοι· καὶ οὐδεὶς ἐπέβαλεν εἰς αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. ΚΑΤΑ∆ΗΧΘΕΝΤΕΣ τοῖς ἐλέγχοις οἱ Φαρισαῖοι, καὶ τὴν ἐπὶ τούτοις σιωπὴν ταῖς μὲν σφῶν δυστροπίαις ὁρῶντες οὐκ ἀζήμιον, ἐπωφελῆ δὲ τοῖς ὄχλοις· συνεπείθοντο γάρ πως ἐπὶ τὸ χρῆναι λοιπὸν ὁμολογεῖν αὐτὸν εἶναι τὸν Χριστόν· ἐπὶ τὸ συνῆθες αὐτοῖς κατασύρονται θράσος, καὶ διψῶσι πάλιν τὸ μιαιφονεῖν. αἰδὼ μὲν τὴν πρὸς τὸν νόμον, ὡς ἀχρειοτάτην αὐτοῖς παρωσάμενοι, ἐν δὲ τῷ μηδενὶ λόγῳ τὰ ἐν τοῖς ἱεροῖς πεποιημένοι γράμμασι, τὸ δέ "Ἀθῷον καὶ "δίκαιον οὐκ ἀποκτενεῖς" οὐδεμιᾶς ἀξιώσαντες μνήμης, ἀδικωτάτην κατὰ Χριστοῦ νοσοῦσι μανίαν. ἀλλ' ἐκ θείας ἰσχύος περιτρέπεται πάλιν αὐτοῖς πρὸς πᾶν τοὐναντίον τῶν ἐγχειρημάτων ἡ ἔκβασις. "Οὐ γὰρ ἐπιτεύξεται δόλιος "θήρας," κατὰ τὸ γεγραμμένον. ζητοῦσι μὲν γὰρ αὐτὸν πιάσαι, καθά φησιν ὁ Εὐαγγελιστὴς, ὡς ἐθελούσιον καὶ αὐτοκέλευστον τὴν ἐπὶ τοῖς ἐλέγχοις ποιησάμενοι σιωπὴν, καὶ τὸ κεκωλύσθαι δοκεῖν παρ' αὐτοῦ ταῖς ὑστέραις ὀργαῖς ἀποκρουόμενοι. τοῦτο γὰρ εἰς ἀπόδειξιν τοῦ εἶναι κατὰ 1.662 φύσιν Θεὸν τὸν Ἰησοῦν ἐδέχοντο λέγοντές τινες τῶν Ἱεροσολυμιτῶν "Ἴδε παῤῥησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι· "μήποτε ἄρα ἔγνωσαν οἱ ἄρχοντες ἀληθῶς ὅτι αὐτός ἐστιν "ὁ Χριστός;" ἀλλ' "ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ "πανουργίᾳ αὐτῶν," ἀχρειοτάτην μὲν τοῖς ἐκεῖνα διεσκεμ μένοις ἀποφαίνει τὴν τόλμαν, βεβαιοῖ δὲ τοῖς ὄχλοις τὸ ὡς ἐν σκέψει καὶ στοχασμοῖς ἠρέμα διαθρυλούμενον. εἴργονται γὰρ ἐνεργείᾳ θεοπρεπεῖ χαλινὸν αὐτοῖς ἐπιτιθείσῃ τοῖς ἀνο σιουργήμασι, καὶ μέχρι μόνων ἐγχειρημάτων ἐκτείνεσθαι συγχωρούσῃ τὰ σκέμματα. τὴν δὲ αἰτίαν τοῦ μὴ δεδυνῆσθαι διεξάγειν εἰς πέρας αὐτοὺς τὸν προτεθέντα σκοπὸν ἐπὶ τούτῳ χρησίμως ἐπήνεγκεν ὁ σοφώτατος Εὐαγγελιστής· οὔπω γὰρ ἐληλύθει φησὶν ἡ ὥρα αὐτοῦ· ὥραν ἐν τούτοις διαῤῥήδην εἰπὼν τὸν καιρὸν, δῆλον δὲ ὅτι τοῦ πάθους καὶ τὸν τοῦ τιμίου σταυροῦ. εἶτα τίνι λοιπὸν οὐκ ἂν γένοιτο καὶ διὰ τούτου καταφανὲς, ὡς οὐκ ἂν ὅλως πέπονθεν ὁ Χριστὸς τὸ παθεῖν ἐθέλειν ἐξωθούμενος; οὐ γὰρ ἐκ πλεονεξίας Ἰουδαϊκῆς, ἀλλ' ἐθελοντὴς ἐπὶ τὸν ὑπὲρ ἡμῶν δι' ἡμᾶς ἀνέβη σταυρόν. διά τοι τοῦτο καὶ λέγει, τὴν ἐκ τοῦ δοκεῖν ἀτονῆσαι λοιδορίαν ἀποτριβόμενος "Οὐδεὶς αἴρει τὴν "ψυχήν μου ἀπ' ἐμοῦ, ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ· "ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ πάλιν ἐξουσίαν ἔχω "λαβεῖν αὐτήν." ὡς γὰρ ἤδη προειρήκαμεν, οὐκ ἀβούλητον ὑπὲρ ἡμῶν ὑπέμεινε τὸν σταυρόν. αὐτὸς γὰρ ἑαυτὸν καθάπερ ἅγιον θῦμα προσκεκόμικε τῷ Θεῷ καὶ Πατρὶ, αἵματι τῷ ἰδίῳ τὴν ἁπάντων σωτηρίαν ἐξωνούμενος. διὸ δὴ καὶ ἔφασκεν ἐν εὐαγγελικοῖς κηρύγμασιν "Ὑπὲρ αὐτῶν ἐγὼ "ἁγιάζω ἐμαυτόν." τὸ δέ Ἁγιάζω φησὶν ἐν τούτοις, ἀντὶ τοῦ προσάγω καὶ ἀνατίθημι· ἅγιον γὰρ τὸ προσαγόμενον 1.663 εἰς θυσίαν τῷ Θεῷ. ὅτι δὲ πλεονεξίας ἁπάσης τῆς παρά τινων ἐλευθέραν ἐδέχετο τὴν ὑπὲρ ἁπάντων σφαγὴν, διαγνω σόμεθα πάλιν ὅταν ἐν ψαλμοῖς ἀκούωμεν λέγοντος πρὸς Θεὸν καὶ Πατέρα "Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, "σῶμα δὲ κατηρτίσω μοι· ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας "οὐκ ηὐδόκησας, τότε εἶπον Ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου "γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι τὸ θέλημά σου ὦ Θεός." ὁρᾷς ὅπως αὐτόμολος εἰς τὸ ὑπὲρ πάντων ἀνίει πάθος; ἰδοὺ γὰρ ἥκω, φησὶν, οὐκ ἐξ ἀνάγκης τῆς παρ' ἑτέρου τεθήραμαι. διαδιδράσκει τοίνυν τῶν ἡγουμένων τὸ παραυτίκα θράσος, καιρῷ τῷ πρέποντι τὸ παθεῖν ταμιευόμενος, καὶ θεοπρεπε στάτην ἐφ' ἅπασιν ἐπιτηδεύων τὴν παῤῥησίαν. Ἀρκέσει μὲν οὖν πρὸς τὴν τῶν προκειμένων σαφήνειαν οἶμαι καὶ ταῦτα· ἀλλ' ἐπείπερ εἰκός τινας τῶν μυσταγωγου μένων ἀκούοντας καὶ τό Οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ, ἐκ πολλῆς ἄγαν τῆς ἐλαφρίας πρὸς Ἑλληνικὰς καὶ μανιώδεις ὑπενεχθῆναι κακοβουλίας, ὡς νομίσαι παραλόγως, ὥραις καὶ ἡμέραις καὶ καιροῖς ὑποκεῖσθαι τὰ ἀνθρώπινα, οἶμαι δὴ πάλιν ἀναγκαῖον ὑπάρχειν ὀλίγα ἄττα περὶ τούτων εἰπεῖν, εἴπερ ἡμῖν ὁ σκοπὸς διὰ πάσης ἐννοίας τοῖς ἐντευξομένοις τὸ λυσιτελοῦν ἐμπορίζειν ἐπείγεται. τοῖς μὲν οὖν τῆς Ἐκκλησίας τέκνοις, ἃ καὶ τοῖς ἱεροῖς ἐντέθραπται γράμ μασιν, ἀρκέσειν ὑπολαμβάνω πρὸς ἔλεγχον τῆς Ἑλλήνων ἀπάτης, καὶ πρὸς τὸ δύνασθαι καλῶς τὴν ἐντεῦθεν ἀποφορ τίσασθαι δυσβουλίαν, τὸ ὡς ἐν τρόπῳ κατηγορίας ἤτοι σοφῆς ἐπιπλήξεως εἰρημένον παρὰ τοῦ Παύλου πρός τινας τῶν τῇδε διακειμένων "Ἡμέρας παρατηρεῖσθε καὶ μῆνας "καὶ καιροὺς καὶ ἐνιαυτούς· φοβοῦμαι ὑμᾶς, μήποτε εἰκῇ "κεκοπίακα εἰς ὑμᾶς." καὶ γὰρ δὴ καὶ ὄντως εὑρεσιλογίας ἁπάσης ἀνῃρημένης, ὁ τῇ τοιαύτῃ κατειλημμένος μωρίᾳ τὴν 1.664 μὲν οἰκείαν ὀλοθρεύσει ψυχὴν, αὐτὸν δὲ ἀτιμάζων ἁλώσεται τὸν ἁπάντων ἡμῶν γενεσιουργὸν, ᾧ καὶ μόνῳ τῶν καθ' ἡμᾶς ὁ σοφός τε καὶ εὐπαίδευτος λόγος ἀνατίθησι τὰ πηδάλια. οἱ δὲ ἐπιτηρεῖν οὐκ ὀρθῶς ἐκεῖνα διεγνωκότες, τὸν μὲν τῆς προνοίας ἀνατρέψουσι λόγον, οὐκέτι δὲ τῶν καθ' ἡμᾶς ταμίαν εἶναι πιστεύουσι τὸν ἁπάντων ∆εσπότην, και ροῖς δὲ καὶ ὥραις τὸ πάντων ἐπιτρέψουσι κράτος, τὴν κτίσιν ἐπιτιθέντες ἐπάνω τοῦ ποιητοῦ, καὶ τῶν μὲν καλλίστων ἀπο στεροῦντες τὸν, ᾧ πᾶσα χρεωστεῖται τιμὴ καὶ δόξα καὶ προσκύνησις, τὰ δὲ ὑπὲρ κτίσιν τῇ κτίσει δωρούμενοι, καὶ τοῖς ποιήμασιν ἀπονέμοντες τὰ οἷσπερ ἐχρῆν καταστέφειν τὸν ∆ημιουργόν· καὶ οὐ μέχρι τούτων αὐτοῖς στήσεται τὰ ἐγκλήματα, προβήσεται δὲ καὶ ἐπί τι τούτων τὸ χαλεπώ τερον· διαλοιδορήσεται ἀναφανδὸν τῷ φιλαγάθῳ Θεῷ, καὶ τῶν φαύλων ἐργάτην ἐρεῖ τὸν ἁπάσης ἁμαρτίας ἐχθρόν. εἰ γὰρ παρ' αὐτοῦ πεποίηται χρόνος, ὥρα τε καὶ ἡμέρα καὶ ἐνιαυτὸς, ἄγει δὲ ταῦτα τινὰς ὡς ἐξ ἀνάγκης καὶ πλεονεξίας εἰς ἀβούλητον ἔσθ' ὅτε φαυλότητα, πρὸς τὸ καὶ ταῖς ἐντεῦθεν περιπίπτειν συμφοραῖς, πῶς οὐκ ἀληθὴς ὑμῖν ὁ περὶ τούτῳ ἀναλάμψει λόγος; ὅποι δὲ ἡμῖν καὶ βαδιεῖται λοιπὸν τὸ διὰ τοῦ πανσόφου Μωυσέως; "Καὶ εἶδεν γὰρ, φησὶν, ὁ Θεὸς "πάντα ὅσα ἐποίησεν, καὶ ἰδοὺ πάντα καλὰ λίαν." ἓν δὲ τῶν πάντων ὁ χρόνος· ἐν δὲ τῷ χρόνῳ καὶ ὥρα καὶ ἡμέρα καὶ ἐνιαυτός. εἰ δὲ ὅπερ εἶδεν ἀγαθὸν ὁ τῆς θείας φύσεως ὀφθαλμὸς, τοῦτο τῶν φαύλων ἐροῦμεν ἐπαγωγὸν, πῶς οὐκ ἄντικρυς τὸ ἐπ' αἰσχίστοις ἁλῶναι δημιουργὸν τὸν ἁπάντων ὁμολογήσομεν Κύριον; Οἶμαι μὲν οὖν ὑπερυθριάσειν ἤδη τοὺς ἐνεχομένους τοῖς ἀρτίως ἡμῖν εἰρημένοις πταίσμασιν. ἐπειδὴ δὲ εἰκὸς οὐχ 1.665 ὅπως ἐνίστασθαι μόνον ταῖς Ἑλληνικαῖς ἀβουλίαις, ἀλλ' ἤδη καὶ συναγορεύειν αὐταῖς, βεβουλῆσθαί τινας, φέρε δὴ πάλιν τὴν ἐνοῦσαν ἀτοπίαν τῷ δόγματι καὶ ἑτέρως διασκε ψώμεθα, καὶ τὰ ἐκ λογισμῶν χρήσιμα ἐπισωρεύοντες βοηθή ματα ταῖς ἐκείνων βδελυρίαις ἀντεξάγωμεν τὴν ἀλήθειαν. εἰ γὰρ δὴ καθ' ὑμᾶς, ὦ οὗτοι, καλοῦντος ἡμᾶς ὡς ἐκ πλεο νεξίας τοῦ καιροῦ καὶ ὥρας ἐπαναγκαζούσης, ἐπί τι τυχὸν τῶν ἀγαθῶν ἢ τῶν ἐναντίων ἑλκόμεθα, περιττὸς, ὡς ἔοικεν, ἡμῖν ὁ πρὸς ἕκαστα τῶν πρακτέων διιθύνων λογισμὸς, καὶ τῶν μὲν φαύλων ἐξίστασθαι συμβουλεύων, ἐπιτρέχειν δὲ μᾶλλον τοῖς ἐπαινουμένοις διακελευόμενος· ποῖα γὰρ ἐν τεῦθεν ὄνησις, εἰπέ μοι, λοιπὸν, τί δὲ τὸ ἐκ λογισμῶν ὠφέλημα χρηστὸν, εἰ πείσομαι πάντως καὶ βαδιοῦμαι καὶ οὐχ ἑκὼν ἐφ' ὅπερ ἂν ἡ ὥρα καλῇ, καὶ ὁ καιρὸς ἐπαναγκάζειν βούληται; ἀκόλουθον ἄρα, καθάπερ τῶν ὁλκάδων φασὶν τοὺς οἰακοστρόφους, πρὸς πᾶσαν ἀπειρηκότας ἐλπίδα τοῦ διασώ ζεσθαι τὴν ναῦν, ἐπειδὰν ἐν χειμῶνι κινδυνεῦσαι συμβῇ, πάντα μὲν ἀνεῖναι κάλων, ἀπολῦσαι δὲ καὶ αὐτοὺς ἤδη τοὺς οἴακας, οὐδὲν ἔτι τῆς τέχνης ἀνεχομένους τῆς ἐν αὐτῷ, ἐπιτρέψαι δὲ οὕτω ταῖς τῶν κυμάτων ὁρμαῖς, διαῤῥίπτεσθαι δὲ κατὰ τὴν θάλασσαν· οὐδὲν γὰρ οὐδὲν ὡς ἐκ τῶν ἤδη προειρημένων τὸ κέρδος οὔτε τοῖς ἐθέλουσι τὴν ἀρετὴν, οὔτε μὴν τοῖς τῆς κακίας ἐργάταις ἀνατελεῖ τὸ βλάβος, εἰ μὴ πρὸς ἕκαστα τῶν τελουμένων ἀντικομιζώμεθα παρὰ Θεοῦ, καὶ κατὰ τὴν τῶν πραγμάτων ποιότητα τὰς ἀντιμισθίας ἀντιλαμβάνωμεν. ὁριεῖ γὰρ, εἰπέ μοι, πολλάκις ἡ ὥρα τὰ κάλλιστα, καὶ ἀδιακρίτως ἐποίσει τὸ ὠφελοῦν ὁ καιρὸς, κἂν ἐπὶ τοῖς αἰσχίστοις ἁλίσκωμαι; μετοισθέντος δὲ πάλιν πρὸς τὸ ἐναντίως ἔχον τοῦ λόγου, οὐδὲν ἔσθ' ὅτε τῶν ἀγαθῶν ὁ 1.666 καιρὸς ἐπιψηφιεῖταί τισιν, ἐποίσει δὲ μᾶλλον τὸ πάντων, ὡς ἔπος εἰπεῖν, χαλεπώτερον καὶ τοῖς ὅτι πρέπει τὴν τῶν ἀγαθῶν ἐργασίαν προτιμᾶν εὖ μάλα διεσκεμμένοις. Ἀλλ' οὐδὲν μὲν ἔσται τούτων, ἐρεῖ τις τυχὸν, ἑκάστῳ δὲ τὸ τυχὸν τὰ αὐτῷ πρέποντα δίδωσιν ἡ ὥρα καὶ ὁ καιρός. Οὐκοῦν βασιλεύσει μὲν ἤδη λοιπὸν ὁ καιρός; τὸ δὲ τῆς προνοίας ἀξίωμα ταῖς ὥραις περιθήσομεν, οὐδὲν ἔτι φροντί ζοντες τοῦ Θεοῦ; αἰτήσομεν δὲ δι' εὐχῆς παρ' αὐτοῦ μὲν οὐδὲν, παρὰ δὲ τῆς ὥρας ἢ τοῦ καιροῦ; καὶ τί τὸ ἐντεῦθεν; προσκυνοῦμεν τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ τὴν δόξαν τοῦ ∆ημιουργοῦ τοῖς παρ' αὐτοῦ γεγονόσι δυσσεβοῦντες περιθήσομεν. αὐτόθεν μὲν οὖν τὸ ἐν τούτοις αἶσχος, καὶ τῆς δυσσεβείας τὸ μέγεθος οὐ σὺν πολλῷ τῷ πόνῳ περιαθρή σομεν καὶ γυναίων αὐτῶν τῶν ἑταιρίζεσθαι πεφυκότων ἐκφανεστέραν λαχόντα τὴν βδελυρίαν· τὸ δὲ δὴ πάλιν εἰς νοῦν ἀναβαῖνον ἐροῦμεν διὰ τὸ χρήσιμον. περιττῶς, ὡς ἔοικεν, οἱ θεῖοί τε καὶ ἀνθρώπινοι νόμοι, τοῖς μὲν τῶν φαύλων ἐρασταῖς τὰς αὐτοῖς πρεπούσας ὁρίζουσι δίκας, τοῖς δὲ τὸ ζῆν ἐθέλειν ἐπιεικέστερον περὶ πολλοῦ ποιουμένοις προστε θείκασι τὰς τιμάς. εἰ γὰρ ὅλως οὐδὲν ἐν τοῖς ἐφ' ἡμῖν κεῖται θελήμασιν, ὑποπέπτωκε δὲ ταῖς ἐξ ὡρῶν ἀνάγκαις, ἀφύκτως τε καὶ ἀπαραιτήτως ἀγούσαις ἐπ' ἄμφω, πῶς ἂν ἔτι δικαίως τοῖς μὲν ἀγαθοῖς τὸ ἐπαινεῖσθαι πρέπειν ὁμολο γήσαιμεν, τοῖς δὲ μὴ τοιούτοις τὸ ἐναντίον ὡς ἐν ὀφλήματος τάξει καταθήσομεν; τί δὲ, εἰπέ μοι, καὶ ἐπαναγκάζουσιν ἡμᾶς οἱ νόμοι τῶν μὲν φαύλων ἀποφοιτᾶν, τοῖς δὲ ἀμείνοσιν ἐπιτρέχειν ἐπείγεσθαι, ἑτέρων ἐχόντων τῶν ἐν ἡμῖν βουλευ μάτων τὰς ἡνίας, καὶ ἐφ' ὅπερ ἂν βούλωνται διεξαγόντων εὐκόλως; ταῖς γὰρ τῶν ὡρῶν ἐξουσίαις ὑποκεῖσθαι δεῖν τὰ ἀνθρώπινα, καὶ φασὶ καὶ βεβούληνται, τῆς ἐντεῦθεν ἀτοπίας 1.667 οὐδὲν ὅλως φροντίσαντες. ἢ γὰρ οὐχὶ καὶ οὐχ ἑκόντες ἐροῦσιν, ὡς ὁ πάντων τῶν ὄντων ἐπὶ τῆς γῆς τὴν ἡγεμονίαν λαχὼν, καὶ αὐτῶν ἔσται τῶν ἀλόγων ἀθλιώτερος ζῴων, καὶ βιώσεται μὲν ἐλεεινῶς· ὁ δὲ προὔχειν ὀφείλων διὰ τὴν φύσιν, ἐν δευτέροις ἤδη, μᾶλλον δὲ καὶ ἐν τοῖς ἐσχάτοις, κατατετάξεται; εἰ γὰρ ἐκεῖνα μὲν αὐτοκελεύστοις ὁρμαῖς πρὸς τὸ δοκοῦν ἀπονεύει διακωλύοντος οὐδενὸς, καὶ προσίεται μὲν ὅπερ οἶδε λυσιτελοῦν, ἀποτρέχει δὲ τῶν ἀδικεῖν εἰω θότων, πικρῷ δὲ ἡμεῖς τῷ χρόνῳ δεσπότῃ δουλεύσομεν, καὶ ἀπαραίτητον τυραννίδα τὴν ἀπὸ τῶν ὡρῶν ἐξουσίαν σκήπτου τινὸς δίκην ἐπηρτημένην ἐσχήκαμεν, πῶς οὐ πολλῷ τινι μέτρῳ τὰ καθ' ἡμᾶς ἐν χείροσιν, ἢ ἐν οἷς ἐκεῖνά ἐστιν; Ἀλλ' ἐρυθριάσει μὲν, ὡς ἔοικεν, ὁ συνειπεῖν ἐθελήσας, μᾶλλον δὲ καταψεύσασθαι, τῶν ὡρῶν καὶ τῶν εἰς οὐδὲν τῶν τοιούτων πεποιημένων χρόνων, τὴν δὲ ἐν τοῖς δόγμασιν ἀβελτερίαν ἀποκρουόμενος ἥξει λέγων Οὔτε τὴν ὥραν, ὦ οὗτος, ἀλλ' οὐδὲ τὸν χρόνον ἢ τὸν καιρὸν κατεξουσιάζειν τῶν ἀνθρωπίνων διοριζόμεθα, ὥρας γεμὴν εἶναί φαμεν πονηρὰς, καὶ καιροὺς ἐπὶ ταύταις, οἳ ῥαγδαίων ἔσθ' ὅτε πνευμάτων δίκην τοῖς ἀθλίοις ἡμῖν ἐπιθρώσκουσιν. Ἀντεροῦμεν δὲ τούτοις ἡμεῖς Ὦ παράκοποι φρενῶν καὶ ἀκράτῳ μωρίᾳ μεμεθυσμένοι, πῶς ὑμᾶς διέλαθε πάλιν ὅτι κατ' αὐτῆς τῆς ἀνωτάτω πασῶν οὐσίας οἰκεῖον ἐξοπλίζετε νοῦν; ἢ γὰρ οὐκ ἔσται τῶν φαύλων ἐργάτις, εἰ πονηρόν ἐστίν τι τῶν παρ' αὐτῆς γεγονότων; ἀλλὰ τοῦτο μὲν ὡς ἤδη προειρημένον παριππεύσομεν, ἐκεῖνο δὲ μᾶλλον ὑμῖν ἀναπείθεσθαι σπουδάσομεν, πῶς ἂν ἡμᾶς ἡ ὥρα ἢ ὁ καιρὸς 1.668 ἀδικήσαι, ἢ καὶ ἐκ τῶν ἐναντίων εὐφρανεῖ, μὴ οὐχὶ τοῦ τὰ πάντα διιθύνοντος Θεοῦ, καθ' ὅπερ ἂν βούλεται, καὶ πρὸς τὸ ἑκάστῳ χρεωστούμενον ἢ λυπεῖν ἢ εὐφραίνειν ἐκ τῶν ἐναντίων θέλοντος; ἠκούομεν γὰρ λεγόντων ἀρτίως, ὡς ἐν ἐξουσίᾳ μέν ἐστι ταῖς ὥραις τῶν καθ' ἡμᾶς οὐδὲν, πονηρὰς γεμὴν εἶναι τῇ φύσει τινὰς, καὶ ἀθρόως ἡμῖν ἐγκαταφορεῖ σθαι πνεύματος δίκην. ἀλλ' οἶμαι δὴ πάλιν ὡς χαλεπὸν οὐδὲν τῆς ἐσχάτης ἀβουλίας ἀνάπλεων καὶ τοῦτον ὑμῖν ἐπιδεῖξαι τὸν λογισμόν. τίνι γὰρ οὐκ ἔσται τῶν ὄντων καταφανὲς, ὅτι τὰ δέκα καὶ δύο τῶν ὡρῶν διαστήματα, τὰ μὲν ἡμέρᾳ, τὰ δὲ νυκτὶ συμμεμέτρηται· νὺξ δὲ καὶ ἡμέρα οὐ τινὶ μὲν συμβαίνει, τινὶ δὲ οὐκ ἔτι, ἀλλὰ διὰ πάντων ἔρχεται; τὸ δὲ πονηρὸν τῇ φύσει, καὶ ἀπαραποιήτως ἔχον εἰς τοῦτο, οὐ τῷ μὲν δεῖνι πονηρὸν, ἑτέρῳ δὲ οὐκέτι, ἀλλ' οὐδὲ ἑνὶ τυχὸν ἢ δευτέρῳ, πᾶσι δὲ μᾶλλον ἐν ἴσῃ μοίρᾳ τὸ βλάβος ἐποίσει, δι' ὧνπερ ἂν ἴοι τὸ τῆς νυκτὸς ἢ τὸ τῆς ἡμέρας διάστημα. πῶς οὖν ἐν ἡμέρᾳ τυχὸν ἢ ἐν ὥρᾳ μιᾷ, τὸν μὲν ἔξεστιν εὐπαθοῦντα βλέπειν, καὶ πολλοῖς ἐντρυφῶντα τοῖς εὐφραί νειν εἰδόσιν, ὡς ἐπὶ διαίτας ἰέναι λαμπρὰς, καὶ συναγείρειν σὺν πολλῇ τῇ σπουδῇ τοὺς συνεστιασομένους, ἑτέρους δὲ ἀκριβῶς ἐν τοῖς ἐναντίοις, ὡς καὶ ἀπάγεσθαι πολλάκις τινὰ τεθνηξόμενον οἰκτρῶς. τίς ὁ λόγος, εἰπέ μοι, ἢ πῶς ἂν ἐνδέχοιτο μιᾶς οὔσης ὥρας, ἢ καὶ ἑνὸς τοῦ καιροῦ, τὸν μὲν ἐν ἐκείνοις, τὸ δὲ ἐν τούτοις ὁρᾶσθαι; τί τὴν ὥραν ἐκείνην προσερεῖς; πονηρὰν, ἢ τὸ ἐναντίον; εἰπεῖν γὰρ οὐκ ἔχω, κατὰ τῶν ἐπ' ἄμφω βλέπων, καὶ τρυφῶντα μὲν ἕνα, νεκρὸν δὲ καὶ ἄπνουν καὶ ἐλεεινὸν εὑρίσκων τὸν ἕτερον. ἆρ' οὐχὶ μῦθος ἀμαθὴς, καὶ δαιμονιώδους μανίας εὑρήματα τὰ ἐπὶ ταῖς ὥραις ἁλώσεται δόγματα; ἀλλ' οἶμαι πάντας 1.669 ἀμελλητὶ κατανεύσειν, καὶ τῶν ἐκεῖνα φρονούντων κατα ψηφίζεσθαι. Καὶ ἦν μὲν ὡς ἔοικεν τοῖς εἰρημένοις ἀρκεῖσθαι πρέπον, ἀλλ' ἵνα μὴ τοῖς ἐνδεχομένοις καὶ στοχασμοῖς τὸ πᾶν ἐπιτρέψας εὑρεσιλογίας πρόφασιν καταλείψω τισὶν, ἐπὶ πραγμάτων ἐξήγησιν μεταβήσομαι, καὶ ἐκ τῶν γεγονότων ἀναμφιλόγως ἐπισφραγιῶ τὸν ἀρτίως ἡμῖν διιππευθέντα λόγον. οὐκοῦν Ἀσσύριοί ποτε κύκλῳ περιέχοντες τὴν ἁγίαν πόλιν· φημὶ δὴ τὴν ἁγίαν Ἱερουσαλήμ· πολιορκεῖν ἐβου λεύοντο· ὁ δὲ τούτων στρατηγός· Ῥαψάκης δὲ οὗτος ἦν· ποτὲ μὲν ἀπατηλοῖς προεπειρᾶτο λόγοις καταμαλθάσσειν τῶν ἐν αὐτῇ μαχίμων τὸν νοῦν, ποτὲ δὲ ταῖς ἀπειλαῖς τοῦτο ποιεῖν ἐσκέπτετο· καὶ ὁ μὲν μακάριος Ἑζεκίας τὴν βασιλίδα τότε περιέπων τιμὴν, οὐ τοῖς ἰδίοις ἐπιθαρσεῖ στρατεύμασιν, ἀλλὰ Θεῷ τῷ πάντων ἀνετίθει τῆς νίκης τὸ τέλος, καὶ τὴν παρ' αὐτοῦ μόνην ἐπικουρίαν δι' ἐκτενεστάτης ἐκάλει τῆς προσευχῆς, καὶ κατέκλινε τὸ οὖς τῷ δικαίῳ παραχρῆμα μὲν Θεὸς, γείτονα δὲ ταῖς εὐχαῖς τὴν χάριν ἐτίθει. "Ἐξῆλθεν "γὰρ ἄγγελος Κυρίου, καθὰ γέγραπται, καὶ ἀνεῖλεν ἐκ τῆς "παρεμβολῆς τῶν ἀλλοφύλων ἑκατὸν ὀγδοήκοντα πέντε "χιλιάδας." τί οὖν, ὦ βέλτιστε, πρὸς τοῦτο ἐρεῖς; ἐν μιᾷ νυκτὶ, καὶ καθ' ὥραν τὴν αὐτὴν καὶ καιρὸν, ὁ μὲν Ἀσσύριος ἔπιπτεν ἀγγέλου χειρὶ δαπανώμενος, διεσώζετο δὲ τῶν Ἱερο σολυμιτῶν ἡ πληθὺς, καὶ οἱ μὲν ἦσαν ἐν τοῖς ἐσχάτοις, οἱ δὲ ἐν τέρψει καὶ χαρᾷ. ποῦ τῆς ὥρας ἡ δύναμις; πῶς ἐπ' ἀμφοῖν ἀνωμάλως ἐμερίζετο; καὶ τοῖς μὲν τὸ χαίρειν, τοῖς δὲ τὸ θνήσκειν κακῶς εἰργάζετο; οὐ γὰρ διφυᾶ τε καὶ πολύ μορφον ἀποτολμήσαις ἂν αὐτὴν ὀνομάσαι, καὶ εἰ σφόδρα ληρεῖς. ὁ αὐτὸς δ' ἂν ἡμῖν ἰσχύσαι λόγος ἐπί τε ∆αθᾶν 1.670 καὶ Ἀβιρὼν οἳ, τῆς Μωυσέως ἡγεμονίας καταστασιάσαντές ποτε καὶ ἄκλητοι πρὸς τὴν τῆς θείας ἱερωσύνης ἀναπηδῆσαι τάξιν οὐ καταδείσαντες, πανοικὶ κατέβησαν εἰς τὰ βάθη τῆς γῆς· καὶ οἱ μὲν ἦσαν εἰς ᾅδου, διεσώζετο δὲ τῆς συναγωγῆς τὸ λοιπόν. χρῆν δὲ δήπου πάντως, εἴπερ ἦν ὅλως οὐκ ἐκ θείας ὀργῆς, ἀλλ' ἐξ ὥρας ἡ κόλασις, οὐκ ἐφ' ἓν ἁπλῶς καταῤῥήγνυσθαι μέρος τῆς συναγωγῆς, ἀλλ' ὅλην ἐξ ἴσου περισχοῦσαν ἑλεῖν. Οὐκοῦν οὐχ ὥραν οὐδ' ἡμέραν οὐδὲ καιρὸν ὡς ἢ τοῦ λυποῦντος πρόξενον, ἢ τοῦ πεφυκότος εὐφραίνειν καταδεξώ μεθα, τὸ ὅσον εἰς ἰδίαν φύσιν, ἢ καὶ ὅπως ἄν τις εἰπὼν ἐπ' αὐτὸν οὐκ ἂν ἁμάρτοι· ἀλλ' ἐκδεξώμεθα μὲν τὸ ἐξ ὥρας ἢ ἀπὸ καιροῦ χρήσιμον, καὶ ἐκ τῶν ἐναντίων τὸ βλάβος, ὅταν ἢ ἐπιστημόνως προσιόντες ἤγουν ἀμαθῶς, ἢ τοῖς ἡδέσιν ἢ τοῖς οὐχ οὕτως ἔχουσιν περιπίπτωμεν. οἷον δέ τι φημί "Καιρὸς παντὶ πράγματι," καθὰ γέγραπται, καὶ τὸ μὲν εἰδέ ναι καιροὺς, ἐπωφελέστατον, τὸ δὲ μὴ ἐπίστασθαι, πολὺ δὴ λίαν ἐπιζήμιον. δεῖ γὰρ οὐκ ἐν χειμῶνι ναυτίλλεσθαι, τὸ δὲ ἐν θέρει τοῦτο δρᾶν οὐκ ἀπαίδευτον· οὕτω δὲ περὶ τούτων διακείμενοι ἀναθήσομεν τῶν καθ' ἡμᾶς τὰ πηδάλια τῷ πάντων ἐπιστάτῃ Θεῷ. εἰ γὰρ κατὰ τὴν ἀψευδῆ τοῦ Σωτῆρος φωνὴν, τὸ μικρὸν τοῦτο καὶ εὐτελὲς στρουθίον οὐκ ἂν εἰς παγίδα πέσῃ ποτὲ δίχα τῆς γνώμης τοῦ Θεοῦ καὶ Πατρὸς, πῶς ἂν ὁ οὕτω τετιμημένος καὶ τὴν κατὰ πάντων ψῆφον λαχὼν, πάθοι τι τῶν παρὰ γνώμην ἢ κατ' εὐχὴν, μὴ οὐχὶ τῆς προνοίας οὐδέν τι καλούσης τῶν εἰρημένων ἀνα λόγως τοῖς ἑκάστῳ βεβιωμένοις; Παραθήσω δέ τι πρὸς τούτοις ἕτερον, ὃ καὶ μικροῦ τῆς μνήμης ἀποτιναχθὲν ἐξῴχετο, καίτοι λίαν ὑπάρχον τῶν προκειμένων συγγενὲς, μᾶλλον δὲ τὴν αὐτὴν ἐξαιτοῦν ἐφ' ἑαυτῷ ζήτησιν, καὶ τὴν λύσιν ἔχον οὐ χαλεπὴν, ἀλλὰ καὶ 1.671 σφόδρα ῥᾳδίαν ἑλεῖν τῷ γε ὅλως συνετῷ, καὶ τὰ αἰσθητήρια τῆς διανοίας ἔχοντι γεγυμνασμένα πρὸς διάκρισιν ἀγαθοῦ τε καὶ κακοῦ. τί δὴ οὖν ἄρα κἀκεῖνό ἐστιν, περὶ οὗ δὴ τὰ τοιαῦτά φαμεν; γάμον ἐπετέλουν οἱ Καναναῖοί ποτε τὴν τῶν Ἰουδαίων γείτονα προσοικοῦντες χώραν· Γαλιλαία δὲ ἦν· οἱ τ' ἐπὶ πανδαισίαν συνεκάλουν τὸν Κύριον ἅμα τῇ μητρὶ καὶ τοῖς ἁγίοις μαθηταῖς, καὶ πρόφασις αὐτοῖς τῆς πανηγύρεως ἦν ἡ γαμήλιος εὐνή· ὡς δὲ ὁμόσιτος τοῖς εἰς τοῦτο συνειλεγ μένοις ὁ Κύριος παρῆν εὐλογήσων ὃν νενομοθέτηκε γάμον, οἶνος ἐπέλειπε τοὺς ἑστιωμένους· ἔτι δὲ ὡς υἱοῦ κατεξουσιά ζουσα διὰ τὴν πολλὴν ἄγαν ὑποταγὴν τοῦ Σωτῆρος ἡ μήτηρ, ὁμοῦ τε καὶ τὸν ἐν δυνάμει θεοπρεπεῖ διὰ πολλῆς ἤδη τῆς πείρας μαθοῦσα "Οἶνον οὐκ ἔχουσι," φησίν· ᾔδει γὰρ ἐξανύσοντα καὶ μάλα ῥᾳδίως, ὅπερ ἀπῄτει τῶν πραγ μάτων ἡ φύσις. πρὸς αὐτὴν δὲ ὁ Κύριος "Τί ἐμοὶ καὶ σοὶ, "γύναι; οὔπω ἥκει ἡ ὥρα μου." ὁ μὲν οὖν φιλόθεος νοῦς καὶ τῶν ἀλλοκότων ἀπηλλαγμένος δογμάτων, Ἑλληνικῆς τε ὡς ποῤῥωτάτω δεισιδαιμονίας ἀναφυγὼν, τὸ εἰρημένον εὐ σεβῶς ἐκδέξεται. οὔπω γὰρ ἥκει, φησὶν, ὁ τῆς ἀναδείξεώς μου καιρὸς, τῆς διὰ σημείων δηλαδή. Θεὸς γὰρ ὢν κατὰ φύσιν, τὸν ἑκάστῳ πράγματι πρέποντα χρόνον οὐκ ἠγνόησε, πόθεν; ὁ δὲ ἐκ πολλῆς ἄγαν τῆς ἀσυνεσίας περιτρέπων εἰς ἐκεῖνο καὶ τοῦτο· ἱππηλατῶν γάρ πως ἐστὶ τοῖς πολλοῖς τὸ κακόν· καὶ ταῖς τῶν ὡρῶν ἐνεργείαις, ὥσπερ οὖν τινες ληροῦντές φασιν, ὑποκεῖσθαι καὶ αὐτὸν οἰόμενοι τὸν Χριστὸν, αὐτόθεν ἡμῖν ἀνοητεύων ἁλώσεται, καὶ δι' ὧν ἐπαγωνιεῖσθαι τοῖς ἑαυτοῦ προσεδόκησε λόγοις, διὰ τούτων αὐτῶν τῆς ἐνούσης τοῖς δόγμασιν ἀτοπίας καταγνώσεται. εἰ γὰρ ταῖς τῶν ὡρῶν ἐνεργείαις ὑποκεῖσθαι δώσομεν τῶν πραγμάτων τὴν φύσιν, διά τε τοῦτο φάναι τὸν Χριστὸν πρὸς τὴν 1.672 μητέρα τό Οὔπω ἥκει ἡ ὥρα μου, πῶς, εἰπέ μοι, κατὰ τὸν παρ' ὑμῶν βδελυρόν τε καὶ ἀσοφώτατον λόγον, οὔπω τὴν ἀπὸ τῆς ὥρας συνασπίζουσαν αὐτοῦ τοῖς θελήμασιν ἐνέρ γειαν ἔχων δημιουργὸς τῶν αἰτηθέντων γίνεται; φαίνεται γὰρ παραχρῆμα τὸ ὕδωρ εἰς οἶνον μεταβαλών. ἀλλ' εἴπερ οἴεσθε χρῆναι ταῖς τῶν ὡρῶν ἐξουσίαις ὑποκεῖσθαι τὰ πράγματα, πῶς οὐκ ἔδει μηδὲ τὴν ἀρχὴν ὅλως ἐπιχειρεῖν ἐξανῦσαι τὸν Κύριον, ὅπερ ἡ τῆς ὥρας οὐκ ἐδίδου συνδρομή; ἀλλ' οὐδὲν τούτου φροντίσας ὁρᾶται, πρόωρον δὲ ὥσπερ ἐδίδου τὴν χάριν ἐκείνοις. οὐκ ἄρα τῆς ὥρας ἡ δύναμις ἦν ἐμποδὼν, καιροῦ δὲ οὔπω παρόντος εἰς ἀνάῤῥησιν τὴν διὰ θαυμάτων, τὰ τοιαῦτά φησιν ὁ Χριστός. Οὐκοῦν ἀπηλλάχθημεν τῆς ἐν τούτοις ὑμῶν ὑπονοίας, αὐτὸς καὶ ὀνομαζομένης τῆς ὥρας νοείσθω καιρὸς, ὁ ἑκάστῳ πράγματι πρέπων· ὅτι δὲ καὶ ἡμεῖς τῆς ἐξ ὡρῶν ἀνάγκης ἐλεύθεροι καθεστήκαμεν, πλειόνων οἶμαι μὴ δεῖσθαι ῥημάτων τὴν πραγματείαν. ἀρκούντως γὰρ ἤδη τὰ ἐπὶ τούτῳ διει λήφαμεν. Πλὴν ἐκεῖνο δεῖξαι σπουδάσομεν ἔν γε τῷ παρόντι λοιπὸν, ὅτι τὴν ὥραν ἐν ταῖς θείαις γραφαῖς τὸν ἑκάστῳ πρέποντα πράγματι καιρὸν εὑρήσομεν. καὶ κράζεται μὲν ὁ θαυμάσιος Παῦλος καὶ τῆς ὀνομαζομένης ὥρας σημαίνει τὴν δύναμιν "Καὶ τοῦτο εἰδότες τὸν καιρὸν, ὅτι ὥρα ὑμᾶς ἐξ "ὕπνου ἐγερθῆναι· ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν." ὁρᾷς ὅτι καιρὸν προτάξας, τὴν ὥραν ἐπήνεγκεν, ὡς αὐτὸ διὰ τοῦ αὐτοῦ, καὶ οὐχ ἕτερόν τι δηλῶν. καιρὸς γὰρ ἦν διεγρη γορήσαντας ἤδη τοὺς κεκαρωμένους ἐν ἁμαρτίαις ἀναμῦσαι πρὸς τὸ συμφέρον, καὶ διεγερθῆναι πρὸς νῆψιν τὴν θεοφιλῆ. 1.673 Ἐκ τοῦ ὄχλου οὖν πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν, καὶ ἔλεγον Ὁ Χριστὸς ὅταν ἔλθῃ μὴ πλείονα σημεῖα ἔχει ποιῆσαι ὧν οὗτος ἐποίησεν; Ὅσην ὁ λόγος ἐν τούτοις ἔχει τὴν οἰκονομίαν καὶ ὅπως ἡμῖν μετ' ἐκεῖνα πάλιν εὐρύθμως εἰσβέβηκεν, ἄξιον ἰδεῖν. προειρηκὼς γὰρ ὡς ἐζήτουν αὐτὸν Ἰουδαῖοι συλλαβεῖν, καὶ καθεῖρξαι βρόχοις τοῖς ἐξ ἀπονοίας εἰς ὠμὸν οὕτω καὶ οὐκ ἐν καιρῷ μελετώμενον κίνδυνον, τοὺς ὄχλους δεικνύει τοὺς πεπιστευκότας, ἵνα τῶν ἡγουμένων ὁμολογῆται λοιπὸν τὰ ἐπ' αὐτῷ κακουργήματα. τοσοῦτον γὰρ ἀφεστᾶσιν οἱ δῆμοι τοῦ βουλεύεσθαι παροινεῖν ὡς αὐτὸν, ὡς καὶ τὰς ἐκ τῶν θαυμάτων ἤδη συλλέγειν ἐννοίας, καὶ ὅτι προσήκει λοιπὸν τοῖς παρ' αὐτοῦ προσκεῖσθαι μαθήμασι διαῤῥήδην ὁμολογεῖν. λόγος δὲ ἦν, ὡς εἰκὸς, ἐφ' ὅλον τῶν Ἰουδαίων τὸ γένος ἐκτεθρυλημένος, καὶ ἀνὰ πᾶσαν αὐτῶν ἡπλωμένος τὴν χώραν, ὡς ἐπὶ μεγάλοις τισὶν ἡ Χριστοῦ παρουσία γενέ σθαι· καὶ τερατουργήσει μὲν ὑπὲρ λόγον, ἀξιολογωτέραν δὲ σφόδρα καὶ τῆς νομικῆς ἀμείνω παιδεύσεως τὴν διδασκα λίαν εἰσοίσει. γυνὴ μὲν γὰρ ἡ Σαμαρεῖτις, ὅτε τὸ ὕδωρ ἀρυσαμένη εἰς τὴν τοῦ Ἰακὼβ ἀφικνεῖτο πηγὴν, καὶ τῷ Σωτῆρι προσδιελέγετο "Οἴδαμεν, φησὶν, ὅτι Μεσσίας ἔρ "χεται, ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ "ἡμῖν πάντα." καὶ τό Οἴδαμεν, ἐν τούτοις, οὐχὶ δὴ πάντως ἐκείνῃ καὶ μόνῃ περιθήσομεν εἰκότως, ἀλλ' ὅλον προσ άπτοντες τὸ Σαμαρειτῶν τε καὶ Ἰουδαίων γένος, τὸν ἀρτίως ἡμῖν προσκεκομισμένον βεβαιώσομεν λόγον. οὗτοι δὲ νυνὶ τὰ ἐν λαμπραῖς ἐλπίσι περὶ αὐτοῦ θρυλούμενα τῶν ἤδη παρόντων οὐκ ἐν μείζοσι βλέποντες, μονονουχὶ πρὸς ἀλλή 1.674 λους τοιαῦτά φασιν Ἐπὶ τίσιν ἡμῖν ὁ νόμος ἀναδειχθή σεσθαι διαμεμήνυκε τὸν Χριστόν; τίνα δὲ αὐτὸν ὁ τῶν ἁγίων προφητῶν κεχρησμῴδηκε λόγος; θαυματουργὸν δη λονότι καὶ τῶν ἀρίστων εἰσηγητήν. ἀλλ' ὁρῶμεν ἄκρως πρὸς ἄμφω τὸν ἤδη παρόντα διαπρεπῆ. ποία σημείων ὑπερβολὴ τοῖς ἔτι τὸ μεῖζον ἐννοοῦσι περιλιμπάνεται; πρὸς τί τῶν δυσχερῶν ἠσθένησεν; τί δὲ ὑπὲρ λόγον καὶ παρα δόξως οὐκ εἴργασται; ἐν τίνι τὸ πλέον ἔτι ζητήσωμεν; ἴδωμεν εἰ μὴ λοιπὸν ἐν ὅροις τοῦ παντὸς ἀφικνεῖται θαύ ματος; τί τὸ ἐν Χριστῷ προσδοκώμενον, ὃ μὴ ἐν τούτῳ φαίνεται; ἀναίσχυντος ἤδη λοιπὸν ἡ τοῦ πιστεύειν παραί τησις, ἀγνώμων ἡ ῥᾳθυμία, καὶ ὁ τῆς μελλήσεως λόγος ἀπίθανος κομιδὴ κατά γε τὸ δεῖν αἱρεῖσθαι τὰ κάλλιστα· ὁμολογείσθω Θεός· τοῦτο γὰρ αὐτὴ τῶν πραγμάτων ἡ φύσις καὶ οὐχ ἑκόντας αἰτεῖ. Οὐκ ἀκόμψως μὲν οὖν οὐδὲ τοῦ πρέποντος ἐξῳκισμένως τὴν τοιαύτην ἄν τις τοῖς Ἰουδαίοις περιθείη φωνήν. σημειω τέον γεμὴν ὅτι ταῖς τῶν ἡγουμένων δυστροπίαις διόλωλε τὸ ὑπήκοον· οἱ μὲν γὰρ ἦσαν ἄριστοι στοχασταὶ τῇ τῶν τελου μένων λαμπρότητι πρὸς τὸ χρῆναι πιστεύειν ποδηγούμενοι, μόνην δὲ περὶ Χριστοῦ μένοντες τῶν ἡγουμένων σύνεσιν· οἱ δὲ οὕτως ἦσαν εἰς ὠμότητα δεινοὶ, ὡς κακοῦν ἐπιχειρεῖν τὸν ἐπὶ μεγάλαις ἐλπίσιν προκατηγγελμένον, διά τε τῶν τελου μένων ἤδη καὶ πεπιστευμένον. Ἤκουσαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα. Ἀσχάλλει μὲν ἡ πληθὺς κατὰ τῶν ἡγουμένων καὶ μάλα 1.675 εἰκότως. ἐποιεῖτο δὲ πολλήν τινα τὴν καταβοὴν περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, οὐχ ὅτι ξένος ἦν καὶ ὑπὲρ ἐλπίδα θαυματουργὸς, ἀλλ' οὐδὲ ὅτι τῆς νομικῆς λατρείας τὰ ἀμείνω παρῆλθεν ἐρῶν· ἀλλ' ὅτι τοῖς ἀρχιερεῦσιν καὶ Φαρισαίοις οὔπω γεγόνει παράδεκτος τοῖς παρὰ Χριστοῦ λεγομένοις ἰσοστατοῦσαν ἔχων τὴν δόξαν, καὶ κατ' οὐδὲν ὅλως ἐν ἐλάττοσιν ὢν ἢ ἐν οἷσπερ ἂν ἐκεῖνον οἱ ἐπ' αὐτῷ διαγγέλ λουσι θρῦλοι, ἢ καὶ ὁ τῶν ἁγίων προεκήρυξε προφητῶν λόγος. ὡς οὖν ἤδη φθόνῳ κεκρατημένους ἤπερ ὄντως τῆς τοῦ λαοῦ σωτηρίας πεφροντικότας καταιτιῶνται δικαίως· πολὺς δὲ ὢν τῆς ἐπὶ τούτοις αἰτίας ὁ λόγος οὐ διαλανθάνει τοὺς ἡγουμένους, καὶ προσκέκρουκεν, ὡς εἰκὸς, ἡ πληθὺς, εὐλόγως μὲν ἤδη καταπεπληγμένη τὸν Κύριον, διψῶσα δὲ λίαν τὸ πιστεύειν αὐτῷ καὶ ἤδη πως τῆς τῶν ἀρχόντων πλεονεξίας τὸν ζυγὸν οὐ φέρουσα, μελετῶσα δὲ ὥσπερ ἐκεῖνο δρᾶν τὸ ἐν ψαλμοῖς εἰρημένον "∆ιαῤῥήξωμεν τοὺς "δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφ' ἡμῶν τὸν ζυγὸν "αὐτῶν." οὐ γὰρ τοῖς τοῦ νόμου διατάγμασιν ὑποζεύξαντες τῶν ἀγελαίων τὸν νοῦν, ἀλλὰ τοῖς ἰδίοις ὑποθέντες εὑρήμασι, καὶ διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων, τὴν εὐθεῖαν ἀφέντες καὶ ἱππήλατον ἐπὶ κρημνοὺς καὶ βόθρους ἐξέπεμπον τοὺς οἷσπερ ἦν ἤδη καὶ ἐν ἑτοίμῳ τὸ σώζεσθαι, καὶ οἴκοθεν χειραγωγουμένοις πρὸς εὐθύτητα λογισμῶν. Καὶ ἀπέστειλαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας ἵνα πιάσωσιν αὐτόν. "Ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς" τοῦ νόμου διηγγελ κότος, ἄνω τε καὶ κάτω τό "Οὐκ ἔσῃ μετὰ πλειόνων ἐπὶ "κακίᾳ" σαφῶς ἀνακεκραγότος, φονῶσιν οἱ νομοφύλακες, καὶ ἐπὶ τῷ τὰ Μωυσέως ἡγεῖσθαι σεπτὰ καταφρυαττόμενοι, 1.676 καὶ τοῖς ἄλλοις ἅπασιν, εἰ μὴ τοῦτον διακέοιντο τὸν τρόπον, ἐπιτιμᾶν εἰωθότες. ἀλλ' οὐδὲν ἐν τούτοις τοῦ νόμου φροντί σαντες, διαλακτίσαντες δὲ ὥσπερ τὰ παρ' αὐτοῖς τιμιώτατα, βρόχοις περιβαλεῖν σπουδάζουσι τὸν ἡμαρτηκότα μὲν τὸ παράπαν οὐδὲν, ὅτι δὲ μᾶλλον αὐτὸς εἴη ὁ Χριστὸς, δι' αὐτῶν ἤδη τῶν ἔργων πεπιστευμένον. ἐχρῆν δὲ δήπου πάντως, ἐρεῖ τις εὐλόγως, τοὺς ἀνοσίους τῶν Ἰουδαίων καθηγητὰς, εἴπερ ἦσαν τῶν θείων λογίων ἵστορες καὶ τῶν θείων νόμων ἐπιστήμονες, προσλαλῆσαι μᾶλλον τοῖς ὄχλοις, ἀνατρέψαι λογισμοῖς τοῖς καθήκουσι τὴν ἐπὶ τούτῳ κατα βοὴν, ἀποκρούσασθαι τοῦ φθόνου τὰς ὑποψίας, μεθιστᾶν εἰς τὸ φρονεῖν ἃ προσῆκεν, εἴτι περ ὅλως καὶ διεσφάλσθαι παρ' αὐτοῖς ἐνομίζοντο, καλὰς ἐπὶ Χριστῷ τὰς ὑπονοίας ὠδίνοντες· ἔδει ταῖς ἐκ προφητῶν μαρτυρίαις πληροφορῆσαι, καὶ διὰ πάσης ἁπαξαπλῶς ἰόντας τῆς θείας γραφῆς, ἀπονίψασθαι μὲν τὰ ἐκ τῶν ὄχλων ἐγκλήματα, διδάξαι δὲ περὶ Χριστοῦ τὸ ἀληθέστερον ὡς ἐγνωκότας τι πλέον. ἀλλ' οὐδεμίαν ἐντεῦθεν τὴν ἀπολογίαν εὑρίσκοντες, δυσωπούμενοι δὲ τὴν ἁγίαν γραφὴν, ἅτε κατηγοροῦσαν αὐτῶν μετὰ τῶν ὄχλων εὑρίσκοντες, εἰς ἀναίσχυντον ἐμπίπτουσι θράσος, καὶ ἐκ μέσου ποιεῖσθαι σπουδάζουσι τὸν Χριστὸν, ὅτι διέπταισται διελέγχειν οὐκ ἔχοντες. τὸ δὲ δὴ τῶν ἄλλων ἀφορητότερον, οὐδὲ τῶν τυχόντων ἡ σκέψις, ἀλλὰ τῶν ἀρχιερέων τὰ τολμήματα σύνδρομον ἐχόντων τοῖς Φαρισαίοις τὴν γνώμην, καίτοι καθηγεῖσθαι δέον αὐτῶν ὡς πλεονεκτοῦντας τῷ τῆς ἱερωσύνης πράγματι, καὶ τὸ προτετάχθαι διὰ τούτου λα χόντας, ἔδει φαίνεσθαι καθηγητὰς, καὶ ἐν ἀγαθοῖς τοῖς σκέμμασι, καὶ βουλῆς κατάρχειν οὐκ ἀπᾳδούσης Θεῷ. ἀλλ' 1.677 ἐπείπερ ἔξω φρενὸς γεγόνασιν ἀγαθῆς, καὶ κατόπιν τῶν ἰδίων ἐνθυμημάτων τὸν θεῖον ῥίψαντες νόμον, ἐπὶ μόνον τὸ δοκοῦν ἀδιακρίτοις ἐφέροντο ταῖς ὁρμαῖς· κεφαλὴ γὰρ γέγονεν εἰς οὐρὰν, κατὰ τὸ γεγραμμένον. ἕπεται γὰρ ὁ ἡγούμενος, καὶ τῇ τῶν Φαρισαίων ἀνοσιότητι συμφρονῶν ἀχαλίνους ἤδη καὶ κατὰ Χριστοῦ ποιεῖται τὰς καταδρομάς. ἀπροφάσιστος δέ πως ἀεὶ τοῖς πονηροῖς ὁ πρὸς φιλαρέτους εὑρίσκεται πόλεμος, καὶ μονονουχὶ χωλεύει τῆς μάχης ὁ τρόπος ταῖς ἐξ εὐλόγων αἰτιῶν εὑρεσιλογίαις οὐ βοηθού μενος, μόνοις δὲ τοῖς ἐκ φθόνου διακεκωλυμένος νοσήμασιν. οὐ γὰρ ἔχοντες ἁμιλλᾶσθαι τοῖς ἐκείνων μεγαλουργήμασιν, οὐδὲ διὰ τῆς ἴσης εὐψυχίας ἰσόμετρον αὐτοῖς ἀποκομίζεσθαι δόξαν, ἢ καὶ ἐν ἀμείνοσι τυχὸν διὰ τῶν ἀμεινόνων ὁρᾶσθαι, πρὸς ἀγριότητα πίπτουσι λογισμῶν, καὶ ταῖς τῶν νικώντων εὐφημίαις ἐξοπλίζονται παραλόγως, ἀφανίζειν σπουδάζοντες τὸ ἀσχημονεῖν ἀναγκάζον αὐτούς. ἀεὶ γὰρ τῇ παραθέσει τοῦ βελτίονος τὸ φαῦλον ἐλέγχεται. χρῆν δὲ δήπου μᾶλλον αὐτοὺς διὰ τῶν ἴσων παρισοῦσθαι φιλεῖν, καὶ τοῖς ἐπαινου μένοις τὰ αὐτὰ μᾶλλον ἐπείγεσθαι φρονεῖν καὶ δρᾶν. εἰκὸς δὲ δή τι καὶ πικρὸν ἐννοῆσαι τοὺς Φαρισαίους. ἐπειδὴ γὰρ ἐπύθοντο διαγογγύζειν τοὺς ὄχλους, καὶ ἀλλήλοις ἤδη δια θρυλεῖν "Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; ἴδε ἐν "παῤῥησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. μήποτε ἔγνω "σαν οἱ ἄρχοντες ὅτι αὐτός ἐστιν ὁ Χριστός;" ἀποκρουο μένοι πάλιν τῇ συντρόφῳ κακίᾳ τὴν ἐντεῦθεν ὑπόληψιν, δεσμεῖν ἐπιτάττουσιν, αὐτό τε τοῦτο πληρώσοντας τοὺς ὑπηρέτας ἐκπέμπουσιν. 1.678 Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἔτι μικρὸν χρόνον μεθ' ὑμῶν εἰμι, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. Οὐκ ἠγνόησε πάλιν, ἅτε δὴ Θεὸς ὑπάρχων κατὰ φύσιν ὁ Κύριος, τὰ μιαιφόνα τῶν Φαρισαίων τολμήματα, καὶ τὴν ἐφ' ἑαυτῷ τῶν ἀρχιερέων ἀνόσιον σκέψιν. θεωρεῖ δὲ τοῖς τῆς θεότητος ὀφθαλμοῖς ἤδη καὶ παρόντας, καὶ τοῖς ὄχλοις ἀναμεμιγμένους τοὺς οἵπερ ἦσαν ἐξειλεγμένοι παρ' ἐκείνων ὑπηρέται πρὸς τὸ συλλαβεῖν αὐτόν. διὰ τοῦτο κοινὸν μὲν ὡς πρὸς ἅπαντα τὸν περιεστῶτα δῆμον ποιεῖται τὸν λόγον, ἔχοντα δὲ ὥσπερ πρὸς ἐκείνους ἀπόκρισιν ἰδικὴν, ὁμοῦ δὲ καὶ ἐν ταὐτῷ πολλὰ διδάσκει τὰ χρήσιμα. ἀπειλεῖ μὲν γὰρ χαριέντως, ἀλλὰ καὶ, ἐφ' οἷς ἥδεσθαι χρὴ, μικροψυχοῦντας ἐλέγχει· ἄπρακτον δὲ καὶ ἑτέρως αὐτοῖς ἔσεσθαι τὸ ἐγχεί ρημα κἂν γενέσθαι συμβῇ. καὶ ὅπως, ἐροῦμεν, τὸν ἐφ' ἑκάστῳ διελόντες λόγον· ἐν μὲν γὰρ τῷ εἰπεῖν Ἔτι μικρὸν χρόνον μεθ' ὑμῶν εἰμι, μονονουχὶ τοῦτο διδάσκων φαίνεται Λέγετέ μοι, φησὶ, διὰ ποίαν αἰτίαν ὡς ἐν τῷδε τῷ κόσμῳ βραδύ νοντί μοι λοιπὸν ἐπασχάλλετε; φορτικός εἰμι τοῖς καθ' ὑμᾶς, ὁμολογῶ, καὶ τοῖς οὐ τιμῶσι τὴν ἀρετὴν οὐ λίαν ἡδὺς, συντρίβων τὸν οὐ φιλόθεον, καὶ ὑποπλήττων ἐλέγχοις ἔσθ' ὅτε τὸν δυσσεβῆ. μῖσος ἐμαυτῷ γεωργήσας οὐκ ἀγνοῶ. ἀλλὰ μὴ πρόωρον οὕτως ἐπ' ἐμοὶ τὸν τοῦ θανάτου βρόχον ἐκτείνετε. μικρὸν ἔτι μεθ' ὑμῶν ἔσομαι χρόνον, ἀπαναστήσομαι χαίρων, ὅταν ὁ τῷ παθεῖν πρέπων ἔλθῃ καιρὸς, οὔτε αὐτὸς ἀνέξομαι συνεῖναι κακοῖς, οὐχ ἡδεῖαι μοί φησιν αἱ μετὰ φονώντων διατριβαὶ, ἀποδραμοῦμαι τῶν δυσσεβούντων, ὡς Θεὸς, συνέσομαι δὲ τοῖς ἐμοῖς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος κἂν ἀπεῖναι δοκῶ τῇ σαρκί. ἐν δὲ τῷ λέγειν Ὑπάγω πρὸς 1.679 τὸν πέμψαντά με, σημαίνει τι πάλιν τοιοῦτον Μάτην ἐπ' ἐμοὶ τὸ τῆς ἑαυτῶν δυσσεβείας, φησὶν, ἠκονήσατε ξίφος. τί δὲ καὶ ἀνηνύτοις καταξαίνεσθε βουλαῖς; στήσατε τοῦ φθόνου τὸ βέλος· βάλλει γὰρ εἰς οὐδέν· οὐχ ὑποθήσεται θανάτῳ τὴν ζωὴν, οὐδὲ περιέσται τῆς ἀφθαρσίας ἡ φθορά· οὐκ ἔσομαι κάτοχος ταῖς ᾅδου πύλαις, οὐκ ἔσομαι μεθ' ὑμῶν ἐν μνη μείοις νεκρὸς, ἀναπτήσομαι πρὸς τὸν ἐξ οὗπέρ εἰμι, ἀναβή σομαι δὲ πάλιν εἰς οὐρανοὺς, ἔγκλημα τῆς ὑμετέρας δυσσε βείας καὶ ἀγγέλοις καὶ ἀνθρώποις ὁρώμενος. οἱ μὲν γὰρ ἀναφοιτῶντα θαυμάσουσιν, οἱ δὲ ὑπαντῶντες ἐροῦσι "Τί "αὗται αἱ πληγαὶ ἀνὰ μέσον τῶν χειρῶν σου; καὶ ἐρῶ "πρὸς αὐτούς Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τοῦ ἀγαπητοῦ μου." οὐκοῦν ἐν ἤθει πολλῷ καὶ ἐν ἐξαιρέτῳ πραότητι συντέθηται πάλιν ὁ λόγος, εἰς ὑπογραμμὸν δὲ καὶ τοῦτο ἡμέτερον· ὅθεν καὶ ὁ Παῦλος τὸν τοῦ Θεοῦ δοῦλον μὴ χρῆναι "μάχεσθαί" φησιν, "ἀλλ' ἤπιον εἶναι πρὸς πάντας, ἐν πραότητι παι "δεύοντα τοὺς ἀντιδιατιθεμένους." δεῖ γὰρ οἶμαι θορύβου παντὸς καὶ τῶν ἐξ ὀργῆς ἀτιθάσων κινημάτων ἔξω κεῖσθαι τὸν φιλόθεον νοῦν, καὶ ὥσπερ τινὰ κυμάτων ἀγρίαν ἐπει σφορὰν παραιτεῖσθαι φιλεῖν τὰ ἐκ μικροψυχίας συμβαί νοντα, νηνέμοις δὲ ὥσπερ εὐδίαις ἐφήδεσθαι τοῖς ἐκ πραό τητος λογισμοῖς, καὶ ἀγαπᾶν ὅτι μάλιστα τὸ διαζῆν ἐν μακροθυμίαις, ἀνεξίκακον δὲ πρὸς πάντας ὁρᾶσθαι, καὶ φρενὸς μὲν ἔχεσθαι παντελῶς ἀγαθῆς, λόγον δὲ τὸν πρὸς ἐχθροὺς ποιεῖσθαι μὴ ἀσχήμονα. Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε. Χαριέντως καὶ τοῦτο, καὶ ἐν ἤθει πολλῷ. σημαίνει μὲν γὰρ ὅ τι, κατὰ τὸ πρόχειρον ἐκληφθὲν, οὐ δυσχερὲς εἰς κατά 1.680 ληψιν, ὠδίνει δέ τι πικρὸν ἐν παραβύστῳ μυστήριον. ἐπειδὴ γὰρ ἀναβήσεσθαί φησι πρὸς τὸν ἀποστείλαντα αὐτὸν, τουτέστι, πρὸς τὸν Θεὸν καὶ Πατέρα, κἂν ἐπιβου λεύειν ἐπιχειρῶσιν ἔτι, κἂν τοῦ διώκειν οὐ παύσωνται, οὐδαμόθεν αὐτοῖς ἁλώσιμον ἔσεσθαι λέγει τὸν εἰς αὐτοὺς δραμόντα τοὺς οὐρανούς. τὸ δὲ ἀληθέστερόν τε καὶ αἰνιγμα τωδῶς ὑποδηλούμενον, τοιοῦτόν ἐστιν Ἐγὼ, φησὶ, χορη γήσων ὑμῖν ἀπεστάλην τὴν ζωὴν, ἀφῖγμαι δὲ τῆς ἀνθρω πείας φύσεως ἐξελεῖν τὸν ἐκ παραβάσεως ἐπισκήψαντα θάνατον, καὶ ἀνεξικάκως ἀνακομίσων πρὸς Θεὸν τοὺς δι' ἁμαρτίας ἐξολισθήσαντας· παραγέγονα τοῖς ἐν σκότει τὸ θεῖον ἐνθήσων καὶ οὐράνιον φῶς, καὶ πρὸς τούτοις ἔτι "πτωχοῖς μὲν εὐαγγελίσασθαι, τυφλοῖς" ἐπιδοῦναι τὴν "ἀνάβλεψιν, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, καλέσαι ἐνιαυτὸν "Κυρίου δεκτόν." ἀλλ' ἐπείπερ ὑμῖν ταῖς ἀπονοίαις ἐξε λαύνειν δοκεῖ τὸν οὕτω πλουσίαν τῶν οὐρανίων ἀγαθῶν παραθέντα τὴν ἀπόλαυσιν, μετὰ βραχὺ μὲν αὐτὸς ἀνακομι σθήσομαι πρὸς τὸν ἐξ οὗπέρ εἰμι, μεταγνώσεσθε δὲ ὑμεῖς, καὶ ἀπράκτοις ὑστεροβουλίαις δαπανώμενοι πικρῶς ἐφ' ἑαυτοῖς θρηνήσετε, κἂν εὑρίσκειν ἔτι τὸν τῆς ζωῆς βούλησθε χορηγὸν, οὐκ ἐξέσται τότε τὸν ποθούμενον ἀπολαῦσαι. ἀποπηδήσας γὰρ ἅπαξ καὶ τῆς εἰς ὑμᾶς ἀγάπης ἀπονε νευκὼς, ἀποτειχιῶ πάντως ὑμῖν καὶ τὸ ἐν ζητήσει χρήσιμον. Τοιοῦτον δέ τι καὶ ἐν τοῖς τῶν προφητῶν κηρύγμασι περὶ αὐτῶν εὑρήσομεν. λέγει γάρ τις περὶ τῶν ἐξ Ἰσραήλ "Μετὰ προβάτων καὶ μόσχων πορεύσονται τοῦ ἐκζητῆσαι "τὸν Κύριον, καὶ οὐ μὴ εὕρωσιν αὐτὸν, ὅτι ἐξέκλινον ἀπ' "αὐτῶν." οἱ γὰρ ἑλέσθαι παρόντι ζωὴν οὐ θελήσαντες, καὶ τὸ ἐν χερσὶν ἀγαθὸν λογισμοῖς ἀσυνέτοις ἐξωθούμενοι, πῶς 1.681 ἂν εἶεν ἔτι πρὸς τὸ λαβεῖν ἐπιτήδειοι; καὶ οἱ τὸ καιροῦ διαμαρτεῖν ἐν τῷ μηδενὸς ποιησάμενοι λόγῳ, πῶς ἂν ἔχειν δύναιντο τὰ ἐκ τῶν καιρῶν ἀγαθά; ἐνεστηκότος μὲν γὰρ τοῦ καιροῦ καὶ παρόντος ἔτι, τὰ ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ ζητητέον· ἐξοιχομένου δὲ ἤδη καὶ παρελαύνοντος, περιττὴ λοιπὸν καὶ εἰκαιοτάτη τῶν ἐν αὐτῷ χρησίμων ἡ ζήτησις. καὶ γοῦν ὁ μακάριος Παῦλος "Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, φησὶν, "ἰδοὺ νῦν ἡμέρα σωτηρίας," ἀλλὰ καί "Ἕως καιρὸν ἔχομεν, "ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας." ἤδη γὰρ ἤδη πρέπει τοῖς τὴν ἕξιν ἀγαθοῖς τὸ μὴ δεῖν, παρηβῶντος ἤδη τοῦ καιροῦ, τὰ ἐξ αὐτοῦ ζητεῖν ἀγαθὰ, ἀρχομένου δὲ μᾶλλον, καὶ ἀκμαιοτάτην ὥσπερ τὴν παρουσίαν ἐπιδεικνύοντος. Καὶ πολλὰ μὲν ἦν ἐπὶ τούτοις ἔτι περὶ καιροῦ λέγειν ἀπὸ τῆς θείας γραφῆς, παρεὶς δὲ τοῖς φιλοπόνοις τὸ ἐκεῖνα ζητεῖν, ἐρῶ τι βραχὺ, κοινὸν μὲν καὶ ἐν χρήσει τῇ παρ' ἡμῖν, ὅμως δ' οὖν οὐ μετρίαν ἔχον τὴν ὄνησιν. φασὶ τοιγαροῦν τοὺς τὰς ἐν τοῖς πίναξιν ἀνατυποῦντας γραφὰς, ὅτε καιρὸν πρὸς εἶδος ἄγουσι τὸ ἀνθρώπινον, τὸ μὲν ἄλλο τοῦ σώματος σχῆμα κατὰ τὸ δοκοῦν αὐτοῖς ἀποσημαίνεσθαι, κεφαλὴν δὲ μόνην ἐπιτιθέναι τοιαύτην· ἀπὸ μὲν γὰρ τῶν κατόπιν αὐτὴν ἀπότριχά τε καὶ λειοτάτην ἐπιδεικνύουσι λαμπροῖς ἀλεί φοντες χρώμασιν· ἀπὸ δὲ μέσου κρανίου, μακρὰν τοῖς μετώ ποις ἐπαρτῶσι τὴν τρίχα, καὶ κεχυμένην εἰς τὸ πρόσω καὶ διαῤῥέουσαν, δι' αὐτοῦ δὴ τούτου δηλοῦντες τοῦ σχήματος, ὅτι καιροῦ μέν τινος ἐνεστηκότος τε καὶ οἷον ἀντιπροσώπου ὑπαντιάζοντος, ῥᾳδίαν ἐπιδράξαιτο, παρῳχηκότος δὲ ἤδη, πῶς ἂν ἔτι καὶ λάβοιτο; δασὺς μὲν γὰρ ὥσπερ καὶ εὐκά τοχος ἔτι παρὼν, παραδραμὼν δὲ, οὐκέτι. τοῦτο γὰρ ἡ κατόπιν λειότης ὑποδηλοῖ, μονονουχὶ τὴν τοῦ κατείργειν 1.682 ἐθέλοντος διαπαίζουσα χεῖρα. οὐκοῦν ἐπείπερ οὐκ ἐν ἡμῖν τὰ ἐκ τῶν καιρῶν μετὰ τοὺς καιροὺς, παροῦσι τοῖς ἀγαθοῖς μὴ ἐπινυστάξωμεν, ἐγρηγορῶμεν δὲ μᾶλλον, καὶ μὴ ὅτε τὸ ζητεῖν ἀνωφελὲς, τὸ θηρᾶσθαι τὸ ὠφελοῦν ἀσυνέτως σπου δάζωμεν. Καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. Ἀστειότατα πάλιν τῆς τῶν οὐρανῶν βασιλείας τὸ τῶν Ἰουδαίων ἐκπέμπει γένος, ἀκόλουθα μὲν τοῖς ἤδη προειρη μένοις ἐπενεγκὼν, βαθὺ δ' οὖν ὅμως αὐτοῖς ἐγκαταχώσας μυστήριον. ἁπλούστερον μὲν γὰρ προσβάλλοντες τῷ λόγῳ, καὶ ἀπεριεργοτέραν ἐπ' αὐτῷ τὴν θεωρίαν δεξάμενοι, τοιοῦτόν τι φαμὲν ὑποδηλοῦν αὐτὸν, ὡς οὐδαμόθεν αὐτοῖς ἔσται καταληπτὸς, ἀλλ' οὐδὲ τοῖς παρ' αὐτῶν ὑποπεσεῖται βρόχοις παλινδρομήσας πρὸς τὸν Πατέρα. οὐ γὰρ βάσιμος αὐτοῖς ἔσται καὶ οὐρανὸς, ὁ δὲ αὐτῷ συνεδρεύων τῷ Θεῷ καὶ Πατρὶ, πῶς ἂν καὶ γένοιτο τοῖς ζητοῦσιν αὐτὸν ἁλώσιμος; εἷς μὲν οὖν λόγος οὗτος οὐ βαθὺς, πρεπωδέστερος δὲ ταῖς τῶν Ἰουδαίων ἐλαφρίαις μᾶλλον, καὶ ταῖς ἐκείνων διανοίαις ἐν ἀμείνοσι· χθαμαλώτερον γάρ πως ἀεὶ νοοῦντες εὑρί σκονται· ἡ δὲ ἀκριβὴς καὶ κεκρυμμένη τῶν εἰρημένων διά νοια τοῦτον ἔχει τὸν τρόπον Ἐγὼ μὲν, φησὶ, τῆς ὑμετέρας ἀνοσιότητος τὴν παγίδα διεκδραμὼν, ἀνακομισθήσομαι πρὸς Θεὸν καὶ Πατέρα· προαποδημήσω δὲ πάντως τῶν ἡμετέρων προσκυνητῶν, ἵνα καὶ πορεύσιμον αὐτοῖς ἀποδείξας τὴν πρὸς τὸ ἄνω διακομίζουσαν τρίβον, πάντας ἔχοιμι μεθ' ἑαυτοῦ. ὑμεῖς δὲ οὐ δύνασθε ἐλθεῖν ὅπου εἰμὶ ἐγὼ, τουτέστιν ἀπόκληροι τῶν θείων ἀγαθῶν εὑρεθήσεσθε, ἀμέτοχοι τῆς ἐμῆς ἔσεσθε δόξης, καὶ τοῦ συμβασιλεύειν τοῖς ἁγίοις 1.683 ἀλλότριοι, ἄγευστοι διαμενεῖτε τῆς ἐν ἐλπίσι δωρεᾶς, ἀπό σιτοι τῶν θείων ἔσεσθε γάμων, τὴν ἐμὴν οὐκ ὄψεσθε πανή γυριν, οὐκ ἀναβήσεσθε πρὸς τὰς ἄνω μονὰς, ἀλλ' οὐδὲ τῆς τῶν πρωτοτόκων Ἐκκλησίας τὸ κάλλος ἐπαθρήσετε· ἄποπτος ὑμῖν ἡ ἄνω γενήσεται πόλις· οὐ θεωρήσετε τὴν πλουσίαν Ἱερουσαλήμ· ἐκεῖ γάρ με τὸ ἐμὸν δοξολογήσει ποίμνιον, ὑμεῖς δὲ οὐ δύνασθε ἐλθεῖν. οὐ γὰρ παραδέξεται κυριοκτόνους ὁ οὐρανὸς, οὐδὲ ἀνοίξει τοῦ παραδείσου τὰς πύλας τὰ Χερουβὶμ, ἵνα θεομάχος εἰσέλθῃ λαὸς, δυσωπήσει δὲ οὐ δαμῶς τὴν φλογίνην ῥομφαίαν ἀνὴρ ταῖς εἰς Θεὸν δυσσε βείαις ἔνοχος· μόνον οἶδε τὸν εὐσεβῆ καὶ τιμᾷ τὸν φιλόθεον, καὶ εἰρήνης σύνθημα ποιεῖται τὴν πίστιν. Τοιαύτην τινὰ θεωρίαν τοῖς εἰρημένοις ἐποίσομεν παντα χόσε τὴν ἀληθῆ, καὶ τοῖς ἐν συνέσει πρέπουσαν ἰχνηλατοῦντες διάνοιαν. ὀλίγα δὲ τούτοις προσθήσομεν ἀποδεικνύντες διὰ τὸ χρήσιμον, ὅσοι μὲν πρὸς ἕξιν ἀναβαίνοντες τὴν φιλόθεον, καὶ συνέσονται καὶ συνεορτάσουσι τῷ Χριστῷ· οἱ δὲ ταῖς Ἰουδαϊκαῖς ἀμαθίαις συντρέχοντες, οὐκ ἐν τούτοις ἔσονται· πόθεν; πικρὰν δὲ τῆς ἀπειθείας πραχθήσονται κόλασιν. οὐκοῦν ὁ θεσπέσιος ἡμῖν εἰσίτω Παῦλος πρὸς τοὺς τῇ ἁμαρτίᾳ νενεκρωμένους ἀναβοῶν "Ἀπεθάνετε γὰρ, καὶ ἡ "ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ· ὅταν ὁ "Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ "φανερωθήσεσθε ἐν δόξῃ." καὶ πάλιν τοὺς περὶ τῆς ἀνα στάσεως διεκβιβάζων λόγους "Καὶ ἡμεῖς οἱ ζῶντες, φησὶν, "οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέ "λαις, εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε "σὺν Κυρίῳ ἐσόμεθα." συγγενῆ δὲ τούτοις καὶ αὐτὸς ὁ Σωτὴρ πρὸς τοὺς ἑαυτοῦ μαθητὰς διαγορεύων ὁρᾶται. συνε στιώμενος γὰρ αὐτοῖς "Λέγω δὲ ὑμῖν, φησὶν, οὐ μὴ πίω ἀπ' "ἄρτι ἐκ τούτου τοῦ γεννήματος τῆς ἀμπέλου, ἕως τῆς 1.684 "ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν μεθ' ὑμῶν ἐν τῇ "βασιλείᾳ τῶν οὐρανῶν." ἀλλὰ καὶ τῷ συνανηρτημένῳ λῃστῇ παρ' αὐτὰς τοῦ θανάτου τὰς πύλας διὰ πίστεως τῆς εἰς αὐτὸν τὴν τῶν ἁγίων ἁρπάζοντι χάριν "Ἀμὴν ἀμὴν "λέγω σοὶ, φησὶ, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ." οἱ μὲν οὖν ταῖς εὐπειθείαις τετιμηκότες αὐτὸν, συνέσονται μὲν ἀδιακωλύτως, ἐντρυφήσουσι δὲ τοῖς ὑπὲρ νοῦν ἀγαθοῖς· οἱ δὲ ταῖς ἀπονοίαις ἐξυβρίζειν οὐ παραιτούμενοι, καίτοι τοῦ νυμ φῶνος οὐκ ὄντες υἱοὶ, κατοιχήσονται μὲν εἰς ᾅδου στυγνοὶ, πικρὰς ἀποτίσοντες δίκας. "ἐκβληθήσονται" γὰρ, κατὰ τὸ γεγραμμένον, "εἰς τὸ σκότος τὸ ἐξώτερον." ἀληθεύσει τοιγαροῦν ὡς ἐν αἰνίγματι λέγων πρὸς Ἰουδαίους ὁ Κύριος Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς Ποῦ οὗτος μέλλει πορεύ εσθαι, ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; μὴ εἰς τὴν δια σπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας; Ὁρᾷς ἐν τούτοις πάλιν Ἰουδαϊκῶν ἀθλιότητα λογισμῶν; ὁρᾷς χαιμαιζήλου διανοίας οἰκτροτάτην ὑπόνοιαν; οὐ γὰρ ὅτι πρὸς οὐρανὸν ἀναβήσεταί φασι, καίτοι διαῤῥήδην ἀκού σαντες "Ἔτι μικρὸν μεθ' ὑμῶν εἰμι, καὶ ὑπάγω πρὸς τὸν "πέμψαντά με," ἀλλὰ τὴν τῶν Ἑλλήνων φαντάζονται χώραν, ὥσπερ παρ' ἐκείνοις ὄντος τοῦ πεπομφότος αὐτὸν, πρὸς ὃν καὶ ἐπανήξειν ἐπηγγέλετο. προφητεύει δὲ, ὡς εἰκὸς, διὰ τούτων, καίπερ οὐκ εἰδὼς ὃ λέγει τῶν Ἰουδαίων ὁ δῆμος. διὰ γὰρ θείας τινὸς ἐνεργείας κεκινημένοι δὴ τῇ τῶν ἐθνῶν χώρᾳ χαρίζονται τὸν Χριστὸν, ὡς ἐν ὑποψίας σχήματι τὰ μικρὸν ὕστερον ἀληθῆ δοξάζοντες· ἔμελλε γὰρ καὶ βαδι εῖσθαι ὄντως πρὸς Ἕλληνας καὶ διδάσκειν αὐτοὺς, τὴν ἀχά 1.685 ριστον τῶν Ἰουδαίων ἀπολακτίσας μητέρα τὴν Ἱερουσαλήμ. ἐπιτήρει δὲ ὅπως οὐχ ἁπλοῦν τὸν ἐπὶ τούτῳ ποιοῦνται λόγον. οὐ γὰρ ὅτι μόνον εἰς τὴν τῶν Ἑλλήνων ἀποδραμεῖται δια σπορὰν ὑπολαμβάνουσιν, ἀλλ' ἐπάγουσι δυστρόπως ὅτι καὶ μέλλει διδάσκειν τοὺς Ἕλληνας, ἵνα πάλιν αὐτοῖς κατηγορίας ἀποτέκῃ πρόφασιν καὶ ἡ παρ' αὐτῶν ὑποψία. τὸ μὲν γὰρ ἐπιμίγεσθαι ταῖς τῶν Ἑλλήνων διασποραῖς διὰ τοῦ πρὸς τὰς ἐκείνων ἰέναι πόλεις ἢ χώρας, τετριμμένον τε καὶ ἀκατη γόρητον παρὰ τοῖς Ἰουδαίοις ηὑρίσκετο· τὸ δὲ ἐξηγεῖσθαι τοῖς ἀλλογενέσι τὸν νόμον, καὶ τὰ θεῖα τοῖς ἀμυήτοις ἀνακα λύπτειν μυστήρια, διαβεβλημένον καὶ οὐκ ἀνέγκλητον παρ' αὐτοῖς. καὶ γοῦν ἀδιαφορήσαντάς τινας περὶ τοῦτο κατῃ τιᾶτο Θεὸς διὰ τοῦ προφήτου λέγων Ἱερεμίου "Καὶ ἀνέ "γνωσαν ἔξω νόμον." πικρῶς οὖν ἄρα φασὶν ὅτι μέλλει διδάσκειν τοὺς Ἕλληνας, ὡς ἑτοίμως παραβαίνοντα τὸν νόμον διασύροντες, καὶ ἐκ τῶν ἤδη προειργασμένων ἐν ἡμέρᾳ σαβ βάτου τὸ πάντα πράττειν ἀπερισκέπτως, κἂν τοῖς θείοις ἀπᾴδῃ νόμοις, σύνηθες ὂν αὐτῷ καὶ ἐν τῷ μηδενὶ γεγονὸς πιστεύοντες. Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς ἑορτῆς τῇ μεγάλῃ εἱστήκει ὁ Ἰησοῦς, καὶ ἔκραξε λέγων Ἐάν τις διψᾷ, ἐρχέσθω πρὸς μὲ καὶ πινέτω. Ζητητέον εὖ μάλα κἀν τούτῳ, τί δὴ πάλιν ὁ σοφώτατος ἡμῖν Εὐαγγελιστὴς ὑπαινίττεται μετὰ πολλῆς τινος ἄγαν τῆς ἐπιτηρήσεως, μεγάλην ὀνομάσας τὴν ἐσχάτην τῆς ἑορτῆς ἡμέραν, ἢ τί τὸ παρασκευάσαν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν 1.686 Χριστὸν, ὥσπερ ἐξ ἀναγκαίου τινὸς λόγου καὶ τῷ καιρῷ πρέποντος κατ' αὐτὴν μάλιστα τοῖς Ἰουδαίοις εἰπεῖν Εἴ τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω. ἦν μὲν γὰρ καὶ ἑτέροις αὐτὸν ἀποχρήσασθαι λόγοις· οἷον Ἐγώ εἰμι τὸ φῶς, ἐγώ εἰμι ἡ ἀλήθεια. ἀλλ' εἰς τὸν τοῦ πιστεύειν παρατρέψας λόγον τὴν ἐξήγησιν, τό Πινέτω, ἀναγκαῖον ὥσπερ τι καὶ χρεωστούμενον τοῖς περὶ τῆς ἑορτῆς εἰσκεκόμικε λόγοις. τὸν δὲ ἐν τῷ προκειμένῳ σκοπὸν ὡς ἐν ὀλίγοις εἰπεῖν πειράσομαι. Ὅτε τοίνυν τὰ περὶ τῆς ἑορτῆς τῆς σκηνοπηγίας διετύπου Θεὸς οὕτω πρὸς τὸν Μωυσῆν "Τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ "τοῦ μηνὸς τοῦ ἑβδόμου ἑορτὴ σκηνῶν τῷ Κυρίῳ, καὶ "προσάξετε ὁλοκαυτώματα καὶ θυσίας ἑπτὰ ἡμέρας, καὶ "ἡμέρα ἡ πρώτη κλητὴ ἁγία ἔσται ὑμῖν." εἶτα τούτοις ἐπι διατάξας τῶν θυσιῶν τοὺς τρόπους, ἐπήνεγκε πάλιν "Καὶ "τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου, "προσοίσετε ὁλοκαυτώματα τῷ Κυρίῳ ἑπτὰ ἡμέρας, καὶ "ἡμέρα ἡ πρώτη ἀνάπαυσις, καὶ ἡμέρα ἡ ἑβδόμη ἀνά "παυσις. καὶ τῇ ἡμέρᾳ τῇ πρώτῃ λήψεσθε κάλλυντρα "φοινίκων καὶ κλάδους ξύλου δασεῖς καὶ καρπὸν ξύλου "ὡραίου καὶ ἰτέας καὶ ἄγνου κλάδους ἐκ χειμάῤῥου εὐφραν "θῆναι." ἤδη μὲν οὖν ἐν τῷ δευτέρῳ βιβλίῳ ἕκαστα τοῦ παροισθέντος ῥητοῦ διεξιόντες τὰ μέρη, μακρὸν ἐπ' αὐτῷ δεδαπανήκαμεν λόγον, συντεμόντες δ' οὖν ὅμως ἐν ὀλίγοις, αὖθις ἐπαναμνήσομεν. ἐφάσκομεν γὰρ τὴν μὲν ἑορτὴν τῆς σκηνοπηγίας τὸν τριπόθητον ἡμῖν τῆς ἀναστάσεως κατα σημαίνειν καιρόν. τὸ δὲ κάλλυντρα λαβεῖν, καὶ καρπὸν ὡραίου ξύλου, καὶ πρὸς τούτοις ἔτι τὰ ἕτερα, ἐπανάληψίν 1.687 τινα τοῦ παραδείσου δηλοῦν, ὡς καὶ εἰσαῦθις ἡμῖν δοθησο μένου διὰ Χριστοῦ. ἐπειδὴ δὲ ὅτι τὰ πάντα λαβεῖν ἐκ χειμάῤῥου προσήκει τελευτῶντι προσέκειτο τῷ ῥητῷ, ἐξ αὐτοῦ τε πάλιν εὐφραινόμενοι, ἐλέγομεν, χειμάῤῥῳ παρω μοιῶσθαι τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ἐν ᾧ δὴ πᾶσαν τὴν ἐν ἐλπίσι τέρψιν τε καὶ τρυφὴν εὑρήσομεν, ἐν αὐτῷ τε εὐφρανθησόμεθα θείως τε καὶ πνευματικῶς. ὅτι δὲ χειμάῤῥους ἐστί τε καὶ καλεῖται πνευματικῶς, ἐπιμαρτυρήσει λέγων καὶ ὁ σοφώτατος ἡμῖν μελῳδὸς, ὡς πρὸς Θεὸν καὶ Πατέρα περὶ ἡμῶν "Οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ "τῶν πτερύγων σου ἐλπιοῦσι. μεθυσθήσονται ἀπὸ πιότητος "οἴκου σου, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς "αὐτούς." καὶ αὐτὸς δέ που φησὶν ἐν προφήταις ὁ Κύριος "̓Ιδοὺ ἐγὼ ἐκκλίνω πρὸς αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ "ὡς χειμάῤῥους ἐπικλύζων." Ἐπειδὴ τοίνυν ὁ νόμος κλητὴν ἁγίαν ἐκάλει τήν τε πρώτην, καὶ τὴν ἑβδόμην τῆς ἑορτῆς ἡμέραν, μεγάλην αὐτὴν κατωνόμασεν καὶ αὐτὸς ὁ θεσπέσιος Εὐαγγελιστὴς, τετριμ μένον, ὡς ἔοικε, τοῖς Ἰουδαίοις οὐκ ἀτιμάσας ἔθος. ἐνούσης τοιγαροῦν τοῖς περὶ τῆς ἑορτῆς διατεταγμένοις καὶ τῆς τοῦ χειμάῤῥου μνήμης, ἐπιδεικνὺς ἑαυτὸν ὁ Σωτὴρ αὐτὸν ἐκεῖ νον ὄντα τὸν χειμάῤῥουν, ὃς ἐν τῷ νομικῷ προκατηγγέλετο λόγῳ Εἴ τις διψᾷ φησιν ἐρχέσθω πρός με καὶ πινέτω. ὅρα γὰρ ὅπως ἐξίστησι τῶν Ἰουδαίων τὸν νοῦν τῶν ἐν γράμ μασι τύπων, καὶ μετακομίζει εὐφυῶς τὰ ἐν σχήμασιν, εἴ τι συμβουλεύει τὴν ἀλήθειαν. ἐγὼ γὰρ εἰμί φησιν ὁ διὰ τοῦ νομοθέτου χείμαῤῥος ἐν τοῖς περὶ τῆς ἑορτῆς προαναφωνού μενος λόγοις. καὶ εἰ κλάδους ἰτέας καὶ ἄγνου καὶ κλάδους ξύλου δασεῖς ἐκ χειμάῤῥου λαβεῖν ἀναγκαῖον, χείμαῤῥος δὲ 1.688 ὁ Χριστὸς οὐ κυρίως, οὐδὲ ἀληθῶς τῆς ἑορτῆς ἐν ἐκείνοις ἐστὶ τὸ σχῆμα, εἴη δ' ἂν μᾶλλον πραγμάτων σύμβολα νοητῶν, ἃ δοθήσεται τοῖς εὐσεβοῦσι διὰ Χριστοῦ. Πλατύτερον δὲ περὶ αὐτῶν ἐν τῷ δευτέρῳ διειληφότες βιβλίῳ, καθάπερ οὖν ἤδη προείπομεν, οὐ ταυτολογήσομεν, ἑψόμεθα δὲ μᾶλλον τοῖς ἐφεξῆς. Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Μακρὰν καὶ ἀγήρω τῆς πίστεως ἐπιδείκνυσι τὴν ἀμοιβὴν, καὶ πλουσιωτάτοις ἐντρυφήσειν χαρίσμασι τοῖς παρὰ Θεοῦ τὸν οὐκ ἀπειθοῦντά φησιν. ἔσται γὰρ οὕτω τῶν διὰ τοῦ Πνεύματος δωρημάτων ἀνάπλεως, ὡς μὴ μόνον τὸν ἐν αὐτῷ καταπιαίνεσθαι νοῦν, ἀλλ' ἤδη καὶ ταῖς ἑτέρων καρδίαις ἐπικλύζειν δύνασθαι, ποταμίου ῥεύματος δίκην τὸ θεόσδοτον ἀγαθὸν καὶ εἰς τὸν πέλας ἐκβλύζοντας. αὐτὸ δὴ τοῦτο τοῖς ἁγίοις ἀποστόλοις ἐπέταττε λέγων "∆ωρεὰν ἐλάβετε, δωρεὰν "δότε." ἐνεργὸς δὲ ἤδη περὶ αὐτὸ γενέσθαι ποθῶν καὶ αὐτὸς ἡμῖν ὁ σοφὸς καὶ ἱερὸς ἐπιστέλλει Παῦλος "Ἐπιποθῶ γὰρ "ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα πνευματικόν." ἴδοις δ' ἂν τοῦτο σφόδρα καλῶς ἔν τε τοῖς ἁγίοις εὐαγγελισταῖς, ἀλλὰ καὶ ἐν τοῖς εὐαγγελικοῖς τῆς Ἐκκλησίας διδασκάλοις, οἳ τοῖς ἰοῦσιν ἐπὶ Χριστὸν διὰ τῆς πίστεως, ἀφθονώτατον τῆς ἐνθέου διδασκαλίας προχέοντες λόγον, πνευματικῶς κατευφραίνουσιν, οὐκέτι δὲ διψῆν ἐπιτρέποντες τῆς ἀληθείας τὴν γνῶσιν, σοφοῖς δ' ὥσπερ ἐν ἠχήμασι μονονουχὶ καὶ λαρυγγίζοντες εἰς τὴν τῶν παιδευομένων καρδίαν. διὸ δὴ χαίρων ὁ ψαλμῳδὸς ἐν πνεύματι περὶ αὐτῶν ἀνεφώνει "̓Επῆραν οἱ ποταμοὶ Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς 1.689 "αὐτῶν." μέγα τι καὶ ἐξαίσιον ὁ τῶν ἁγίων ἐφώνησε λόγος, καὶ "εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν," καθὰ γέγραπται, "καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα "αὐτῶν." τοὺς τοιούτους ἡμῖν ποταμοὺς ἀναδείξειν ἐπηγ γέλλετο διὰ τοῦ προφήτου λέγων Ἡσαΐου Θεὸς, ὁ πάντων Θεὸς καὶ ∆εσπότης "Εὐλογήσει με τὰ θηρία τοῦ ἀγροῦ, "σειρῆνες καὶ θυγατέρες στρουθῶν, ὅτι δέδωκα ἐν τῇ ἐρήμῳ "ὕδωρ καὶ ποταμοὺς ἐν γῇ ἀνύδρῳ, ποτίσαι τὸ γένος μου "τὸ ἐκλεκτὸν, τὸν λαόν μου ὃν περιεποιησάμην τὰς ἀρετάς "μου διηγεῖσθαι." πρόδηλον οὖν ὅτι ποταμοὺς ἐκ τῆς τοῦ πιστεύοντος κοιλίας προελεύσεσθαί φησιν ὁ Σωτὴρ τὴν διὰ τοῦ Πνεύματος διδακτήν τε καὶ ἐλλόγιμον χάριν ἧς καὶ ὁ Παῦλος μνημονεύει λέγων "Ὧι μὲν δίδοται διὰ τοῦ Πνεύματος" λόγος σοφίας." Εἰδέναι γεμὴν πρὸς τούτοις ἐστὶ καλὸν, ὅτιπερ οὐ τὸ ῥητὸν οὕτως ἔχον ὡς προενήνεκται παρὰ τῇ θείᾳ γραφῇ τοῖς ἑαυτοῦ λόγοις ἐντέθεικεν ὁ Σωτὴρ, ἑρμηνεύσας δὲ μᾶλλον τὸ πρὸς διάνοιαν. εὑρίσκομεν γάρ που περὶ παντὸς τοῦ τιμῶν τος καὶ ἀγαπῶντος τὸν Θεὸν, ὅτι "Ἔσται ὡς κῆπος μεθύων "καὶ ὡς πηγὴ ἣν μὴ ἐξέλιπεν ὕδωρ." ὅπερ δέ φησιν ἐν τοῖς ἤδη κατόπιν πρὸς τὴν ἐκ τῆς Σαμαρείας γυναῖκα, τοῦτο καὶ νῦν διαγορεύει σαφῶς. ἐκεῖ μὲν γάρ φησιν "Πᾶς ὁ πίνων "ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· ὃς δ' ἂν πίῃ ἐκ τοῦ "ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, "ἀλλὰ τὸ ὕδωρ ὃ ἐγὼ δώσω αὐτῷ γενήσεται αὐτῷ πηγὴ "ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον." ἐνταῦθα δὲ πάλιν πρὸς τὴν ἴσην ἀναφέρων διάνοιαν τὸν τοῦ λόγου σκοπὸν, ποταμοί φησιν ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.

1.690 ΚΕΦΑΛΗ Β. Ὅτι μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν κατὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ἐνῳκίσθη παγίως ἡμῖν τὸ Ἅγιον Πνεῦμα. Τοῦτο δὲ ἔλεγε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. ∆ΡΙΜΕΙΑΝ ἐφ' ἑαυτῷ τὴν βάσανον ἐξαιτεῖ τῶν προκει μένων ὁ νοῦς, καὶ πολλῆς ἀγχινοίας ἔργον ἂν γένοιτο μόλις τὸ συνιέναι διαρκῶς τοῦ μυστηρίου τὸ βάθος. ἀναλογιζό μενος γάρ τις καὶ εἰς ἕκαστον βλέπων τῶν ἁγίων προφητῶν, εἰκότως ἂν ἤδη καὶ εἰς ἐννοίας ἐκβαίνει θερμὰς, πῶς οὐκ ἦν τὸ Πνεῦμα, καίτοι τοσούτου προφητῶν ἀναδεδειγμένου χοροῦ, οἳ καὶ λαλοῦντες ἐν Πνεύματι τὰ θεῖα περὶ Χριστοῦ μυστή ρια διὰ μακρῶν εὑρίσκονται λόγων. μὴ γάρ τοι τοσοῦτον ἡμεῖς ἔξω βαίνομεν λογισμοῦ τοῦ καθήκοντος, ὡς οἰηθῆναι Πνεύματος ἐρήμην τὴν τῶν ἁγίων γενέσθαι διάνοιαν. δυ σωπεῖ γὰρ ἡμᾶς καὶ καθάπερ ἐξ ἀνάγκης πρὸς τὸ πείθεσθαι καλεῖ, ὡς διακεῖσθαι κατὰ ἀλήθειαν, ὡς ἦσαν πνευματοφόροι, καὶ αὐτὸ τῆς προφητείας τὸ χρῆμα καὶ τὰ ἐν τοῖς ἱεροῖς εὑρισκόμενα γράμμασι. Πρὸς μὲν γὰρ τὸν Σαοὺλ ὁ Σαμουήλ φησιν, ὅτι "ἐφα "λεῖται ἐπὶ σὲ πνεῦμα Κυρίου, καὶ στραφήσῃ εἰς ἄνδρα 1.691 "ἄλλον·" περὶ δὲ αὐτοῦ γέγραπται τοῦ μακαρίου Ἐλισαίου "Καὶ ἐγένετο ὡς ἔψαλλεν ὁ ψάλλων, καὶ ἐγένετο ἐπ' αὐτὸν "χεὶρ Κυρίου." μαρτυρεῖ δὲ καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τῷ μακαρίῳ ∆αυεὶδ, ὡς ἐν Πνεύματι λαλοῦντι μυστήρια. καὶ πολλὰ μὲν ἄν τις ἐπισωρεύσαι ῥᾳδίως τοῖς εἰρημένοις τὰ παραπλήσια, δι' ὧν ἂν γένοιτο καὶ λίαν εὐκόλως δύνασθαι κατιδεῖν πνευματοφοροῦντας τοὺς ἁγίους. ἐν δὲ τοῖς οὕτω προφανεστάτοις τὸ μακροῖς ἐν τρίβεσθαι λόγοις περιττὸν, ὡς ἔοικεν, ἢ καὶ ἑτέρως φορτικόν. πῶς οὐκ ἦν Πνεῦμα, ζητητέον ἀκριβῶς. οἶμαι γὰρ δεῖν ἀλη θεύειν ἡγεῖσθαι τὸν μακάριον Εὐαγγελιστήν. Οὐκοῦν τὸ μὲν ὄντως ἀληθὲς, αὐτὸς ὁ πάντων ἴδρις ἴστω Θεός· χρὴ γὰρ οὐ περιεργότερον τοῖς ὑπὲρ ἡμᾶς προσ βάλλειν ἀποτολμᾶν. πλὴν ὅσον ἔστιν ὡς ἐν εὐσεβέσιν ἰδεῖν λογισμοῖς, τοιοῦτόν τι περὶ ἡμᾶς συμβέβηκε γενέσθαι. γέγονε γὰρ ἐξ ἀρχῆς ἐν ἀφθαρσίᾳ τουτὶ τὸ λογικὸν ἐπὶ γῆς ζῷον, τουτέστιν ὁ ἄνθρωπος. αἴτιον δὲ τῆς ἀφθαρσίας αὐτῷ καὶ τῆς εἰς ἅπασαν ἀρετὴν διαμονῆς, τὸ ἐνοικεῖσθαι παρὰ Θεοῦ Πνεῦμα διεφαίνετο. "ἐνεφύσησε γὰρ εἰς τὸ πρόσωπον "αὐτοῦ πνοὴν ζωῆς," καθὰ γέγραπται. ἀλλ' ἐξ ἀπάτης τῆς ἀρχαίας ἐκείνης ἀπονεύσας εἰς ἁμαρτίαν, εἶτα κατὰ βραχὺ διὰ τῶν ἐφεξῆς πολλὴν εἰς τοῦτο λαβὼν τὴν ἐπίδοσιν, ὁμοῦ τοῖς ἄλλοις ἀγαθοῖς καὶ τὴν τοῦ Πνεύματος ὑπομένει ζημίαν, γέγονέ τε οὕτω λοιπὸν οὐχ ὑπὸ μόνην τὴν φθορὰν, ἀλλὰ καὶ πρὸς πᾶσαν εὔκολος ἁμαρτίαν. ἐπειδὴ δὲ ὁ πάντων γενεσι ουργὸς "ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ," καλῶς γε σφόδρα ποιῶν ἐβουλεύσατο, καὶ ἀνακομίσαι πάλιν εἰς τὸ ἀρχαῖον ἠθέλησε τὴν τοῦ ἀνθρώπου φύσιν, ἐπαγγέλ λεται μετὰ τῶν ἄλλων ἐπιδώσειν αὖθις αὐτῇ καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· οὐ γὰρ ἦν ἑτέρως εἰς ἀκλόνητον στάσιν τῶν 1.692 ἀγαθῶν ἀναδραμεῖν. ὁρίζει τοιγαροῦν τῆς ἐφ' ἡμᾶς τοῦ Πνεύματος καθόδου τὸν καιρὸν, καὶ ἐπαγγέλλεται λέγων "̓Εν ταῖς ἡμέραις ἐκείναις· ταῖς τοῦ Σωτῆρος ἡμῶν δηλαδή· "ἐκχέω· ἀπὸ τοῦ Πνεύματός μου, δηλαδή· ἐπὶ πᾶσαν σάρκα." ἐπειδὴ δὲ τῆς φιλοτιμίας ὁ χρόνος παρεκόμιζεν εἰς μέσον μετὰ σαρκὸς ἐπὶ τῆς γῆς τὸν Μονογενῆ, τουτέστιν, ἄνθρωπον ἐκ γυναικὸς γεγονότα κατὰ τὴν ἁγίαν γραφὴν, ἐδίδου πάλιν τὸ Πνεῦμα ὁ Θεὸς καὶ Πατὴρ, ἐδέχετο δὲ πρῶτος ὡς ἀπαρχὴ τῆς ἀνανεουμένης φύσεως τὸ Πνεῦμα Χριστός. "Ἐμαρ "τύρησε γὰρ Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ Πνεῦμα "καταβαῖνον ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ' αὐτόν." Ἐδέχετο δὲ πῶς; ἐπεξεργαστέον γὰρ ἀναγκαίως τὸ εἰρη μένον. ἆρ' ὡς οὐκ ἔχων; οὐ τοῦτό φαμεν· μὴ γένοιτο. ἴδιον γὰρ τοῦ Υἱοῦ τὸ Πνεῦμά ἐστι, καὶ οὐκ ἔξωθεν, ὥσπερ ἡμῖν ἐπεισκρίνεται τὰ παρὰ Θεοῦ χορηγούμενον, ἀλλ' ἐνυ πάρχει φυσικῶς αὐτῷ καθάπερ καὶ τῷ Πατρὶ, καὶ δι' αὐτοῦ πρόεισι τοῖς ἁγίοις κατὰ τὸ ἑκάστῳ πρέπον διανεμηθὲν παρὰ τοῦ Πατρός. εἰληφέναι δὲ λέγεται, καθὸ γέγονεν ἄνθρωπος, καὶ ἦν ἀνθρώπῳ πρέπον τὸ λαβεῖν. καὶ ὥσπερ Υἱὸς ὑπάρχων τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἐκ τῆς οὐσίας αὐτοῦ γεγεννημένος, καὶ πρὸ τῆς ἐνανθρωπήσεως, μᾶλλον δὲ καὶ πρὸ πάντων αἰώνων, κατ' οὐδὲν ὅλως ἀσχάλλει λέγοντος τοῦ Θεοῦ καὶ Πατρὸς πρὸς αὐτὸν ὅτε γέγονεν ἄνθρωπος "Υἱός μου εἶ σὺ, "ἐγὼ σήμερον γεγέννηκά σε." τὸν γὰρ πρὸ αἰώνων ὄντα Θεὸν, ἐξ αὐτοῦ γεγεννημένον, σήμερον γεγεννῆσθαί φησιν· ἵν' ἡμᾶς ἐν αὐτῷ καταδέξηται πρὸς υἱοθεσίαν, ὅλη γὰρ ἦν ἡ ἀνθρωπότης ἐν Χριστῷ, καθόπερ ἦν ἄνθρωπος· οὕτω καὶ τὸ ἴδιον ἔχοντι Πνεῦμα, διδόναι πάλιν αὐτὸ λέγεται τῷ Υἱῷ, 1.693 ἵνα ἡμεῖς ἐν αὐτῷ τὸ Πνεῦμα κερδάνωμεν. ταύτης τοιγαροῦν τῆς αἰτίας ἕνεκα "σπέρματος Ἁβραὰμ ἐπιλαμβάνεται," κατὰ τὸ γεγραμμένον, ὡμοιώθη δὲ "κατὰ πάντα τοῖς ἀδελφοῖς." δέχεται τοίνυν οὐχ ἑαυτῷ τὸ Πνεῦμα τὸ Ἅγιον ὁ Μονογενής· αὐτοῦ γάρ ἐστι καὶ ἐν αὐτῷ καὶ δι' αὐτοῦ τὸ Πνεῦμα, καθάπερ ἤδη προείπομεν· ἀλλ' ἐπείπερ ἄνθρωπος γεγονὼς, ὅλην εἶχεν ἐν ἑαυτῷ τὴν φύσιν, ἵνα πᾶσαν ἐπανορθώσῃ μετασκευάσας εἰς τὸ ἀρχαῖον. Πρὸς δέ γε τοῖς εἰρημένοις κἀκεῖνο περισκεπτέον. ὀψό μεθα γὰρ διὰ λογισμῶν ἰόντες σοφῶν, καὶ τοῖς ἀπὸ τῆς θείας γραφῆς βεβαιούμενοι λόγοις, οὐχ ἑαυτῷ λαβόντα τὸ Πνεῦμα Χριστὸν, ἡμῖν δὲ μᾶλλον ἐν ἑαυτῷ· πάντα γὰρ δι' αὐτοῦ καὶ εἰς ἡμᾶς τρέχει τὰ ἀγαθά. ἐπειδὴ γὰρ ὁ προ πάτωρ Ἀδὰμ οὐ διέσωσε τὴν τοῦ Πνεύματος χάριν παρα τραπεὶς ἐξ ἀπάτης εἰς παρακοὴν καὶ ἁμαρτίαν, ὅλη τε οὕτως ἐν αὐτῷ ἐζημιοῦτο λοιπὸν ἡ φύσις τὸ θεόσδοτον ἀγαθὸν, ἀναγκαίως ὁ τροπὴν οὐκ εἰδὼς Θεὸς Λόγος γέγονεν ἄν θρωπος, ἵνα λαβὼν ὡς ἄνθρωπος διασώσῃ παγίως τῇ φύσει τὸ ἀγαθόν. τῶν τοιούτων ἡμῖν μυστηρίων ἐξηγητὴς καὶ αὐτὸς εἰσβήσεται ὁ θεῖος μελῳδός· λέγει γὰρ οὕτως πρὸς τὸν Υἱόν "Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· "διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιά "σεως παρὰ τοὺς μετόχους σου." ἐπειδὴ γὰρ, φησὶν, ἠγά πησας ἀεὶ τὴν δικαιοσύνην· δίκαιος γὰρ εἶ ὁ Θεὸς, παρατρέ πεσθαί ποι παρὰ τοῦτο μὴ δυνάμενος· ἐμίσησας δὲ τὴν ἀδικίαν ἀεί· φυσικῶς γάρ σοι τὸ μισοπόνηρον ἐμπέφυκεν, ὡς φιλοδικαίῳ Θεῷ· διὰ τοῦτό σε κέχρικεν ὁ Θεὸς καὶ Πατήρ· ὁ γὰρ φύσεως ἰδίας πλεονέκτημα τὴν ἄτρεπτον ἔχων δικαιοσύνην, οὐκ ἂν μετηνέχθης ποτὲ πρὸς ἣν οὐκ ἔγνως 1.694 ἁμαρτίαν· οὕτω δὲ ἔχων, διέσωσας ἀναμφιλόγως ἐν σεαυτῷ, καθὸ γέγονας ἄνθρωπος, τῇ ἀνθρωπότητι τὸ παρὰ Θεοῦ καὶ Πατρὸς ἅγιον χρίσμα, τουτέστι τὸ Πνεῦμα. γέγονε τοίνυν καθ' ἡμᾶς ἄνθρωπος ὁ Μονογενὴς, ἵν' ἐν αὐτῷ καὶ πρώτῳ παλινδρομοῦντα τὰ ἀγαθὰ, καὶ ἡ τοῦ Πνεύματος ῥιζωθεῖσα χάρις ὅλῃ λοιπὸν ἀραρότως τῇ φύσει φυλάττοιτο, οἱονεὶ κιχρῶντος ἡμῖν τὸ τῆς ἰδίας φύσεως ἀμετάπτωτον τοῦ Μονογενοῦς, καὶ ἐκ Θεοῦ Πατρὸς ὄντος Λόγου, διὰ τὸ κατεγνῶσθαι τὴν ἀνθρώπου φύσιν ἐν Ἀδὰμ, ὡς ἀδιαπτώτως ἔχειν οὐ δυναμένην, κατολισθαίνουσαν δὲ καὶ σφόδρα ῥᾳδίως εἰς παρατροπήν. ὥσπερ οὖν ἐν ταῖς τοῦ πρώτου τροπαῖς εἰς ὅλην διήκει τὴν φύσιν ἡ τῶν ἀγαθῶν ζημία· κατὰ τὸν αὐτὸν οἶμαι λόγον καὶ ἐν τῷ μὴ εἰδότι τροπὴν τῆς τῶν θείων χαρισμάτων διαμονῆς ὅλῳ σωθήσεται τῷ γένει τὸ κέρδος. εἰ δέ τῳ μὴ σφόδρα δοκοῦμεν τὰ εἰκότα φρονεῖν τε καὶ λέγειν, διδασκέτω παρελθὼν τὴν αἰτίαν, δι' ἣν παρὰ ταῖς θείαις γραφαῖς δεύτερος Ἀδὰμ ὁ Σωτὴρ κατωνόμασται. ἐν μὲν γὰρ ἐκείνῳ τῷ πρώτῳ πρόεισι μὲν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὸ γένος τὸ ἀνθρώπινον, καὶ προελθὸν ἐφθάρη, ὅτι τὸν θεῖον λελύπηκε νόμον· ἐν δὲ τῷ δευτέρῳ, τουτέστι τῷ Χριστῷ, πρὸς ἀρχὴν ἐπάνεισι δευτέραν ἀνασκευαζόμενον πρὸς καινότητα ζωῆς, καὶ εἰς τὴν τῆς ἀφθαρσίας ἐπανα δρομήν. εἴ τι γὰρ ἐν Χριστῷ, καινὴ κτίσις, ὡς ὁ Παῦλός φησι. δέδοται τοίνυν ἡμῖν τὸ ἀνακαινίζον Πνεῦμα, τουτέστι, τὸ Ἅγιον, τὸ τῆς αἰωνίου παραίτιον ζωῆς μετὰ τὸ δοξα σθῆναι Χριστὸν, τουτέστι, μετὰ τὴν ἀνάστασιν, ὅτε διαῤ ῥήξας τὰ τοῦ θανάτου δεσμὰ, καὶ κρείττων ἁπάσης φθορᾶς ἀναδεδειγμένος, ἀνεβίω πάλιν ὅλην ἔχων ἐν ἑαυτῷ τὴν φύσιν, καθόπερ ἦν ἄνθρωπος καὶ εἷς ἐξ ἡμῶν. 1.695 Πολυπραγμονήσας δὲ τὴν αἰτίαν, δι' ἣν οὐ πρὸ τῆς ἀναστάσεως, ἀλλὰ μετὰ ταύτην ἡ τοῦ Πνεύματος γέγονε χύσις, ἐκεῖνο πάλιν ἀκούσῃ Ἀπαρχὴ τῆς ἀνανεουμένης φύ σεως τότε γέγονεν ὁ Χριστὸς, ὅτε φροντίσας οὐδὲν τῶν τοῦ θανάτου δεσμῶν ἀνεβίω πάλιν, καθάπερ ἀρτίως εἰρήκαμεν. πῶς οὖν ἔδει πρὸ τῆς ἀπαρχῆς ζωοποιηθέντας ὁρᾶσθαι τοὺς μετ' αὐτήν; ὅνπερ γὰρ τρόπον οὐκ ἂν ἀπὸ γῆς ἀναβλα στήσαι φυτὸν, μὴ οὐκ ἤδη πάντως τῆς ἰδίας ῥίζης ἐκπε φυκός· ἀρχὴ γὰρ αὐτῷ τῆς βλάστης ἐκεῖθεν· οὕτως ἦν ἀμήχανον ῥίζαν ἡμᾶς ἔχοντας εἰς ἀφθαρσίαν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, πρὸ τῆς ῥίζης ὁρᾶσθαι βλαστή σαντας. ἐπιδεικνύων δὲ τῆς εἰς ἡμᾶς καθόδου τοῦ Πνεύματος ἤδη παρόντα τὸν καιρὸν, μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ἐνεφύσησε τοῖς μαθηταῖς λέγων Λάβετε Πνεῦμα Ἅγιον. τότε γὰρ ἦν ὄντως ἐπὶ θύραις, μᾶλλον δὲ εἴσω θυρῶν ὁ τῆς ἀνανεώσεως χρόνος. καὶ περιαθρείτω μοι πάλιν ὁ φιλομαθὴς εἰ μὴ γέγονεν ἡμῖν ἀληθὴς καὶ ὁ περὶ τούτων λόγος· ἐν ἀρχῇ μὲν γὰρ, ὥσπερ οὖν ἡμῖν ὁ πνευματοφόρος ἔφη Μωυσῆς, λαβὼν χοῦν ἀπὸ τῆς γῆς, καὶ διαπλάσας τὸν ἄνθρωπον ὁ πάντων ∆ημιουργὸς, "ἐνεφύσησεν εἰς τὸ πρόσ "ωπον αὐτοῦ πνοὴν ζωῆς·" καὶ τίς ἡ πνοὴ τῆς ζωῆς, ἢ δηλονότι τὸ Πνεῦμα τοῦ Χριστοῦ τοῦ λέγοντος "Ἐγώ εἰμι "ἡ ἀνάστασις καὶ ἡ ζωή;" ἐπειδὴ δὲ τῆς ἀνθρωπότητος ἀπέπτη τὸ Πνεῦμα τὸ πρὸς τὸν θεῖον ἡμᾶς χαρακτῆρα συνέχειν τε καὶ διαπλάττειν δυνάμενον, αὖθις ἡμῖν ὁ Σωτὴρ χαρίζεται τοῦτο, πρὸς ἐκεῖνο τὸ ἀρχαῖον ἀναφέρων ἀξίωμα, 1.696 καὶ ἀναπλάττων εἰς εἰκόνα τὴν ἑαυτοῦ. διὰ γάρ τοι τοῦτο καὶ ὁ Παῦλος πρός τινας λέγει "Τεκνία, οὓς πάλιν ὠδίνω, "ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν." Λογιζώμεθα τοίνυν· ἀναλήψομαι γὰρ τὸν τοῦ λόγου σκοπόν· ἐν μὲν τοῖς ἁγίοις προφήταις ἔλλαμψιν ὥσπερ τινὰ πλουσίαν καὶ δᾳδουχίαν γενέσθαι τοῦ Πνεύματος, παιδαγωγεῖν ἰσχύουσαν εἰς τὴν τῶν ἐσομένων κατάληψιν καὶ τῶν κεκρυμμένων τὴν γνῶσιν· ἐν δὲ τοῖς πιστεύουσιν εἰς Χριστὸν οὐ δᾳδουχίαν ἁπλῶς τὴν ἀπὸ τοῦ Πνεύματος, ἀλλ' αὐτὸ κατοικεῖν τὸ Πνεῦμα, καὶ ἐναυλίζεσθαι τεθαρσή καμεν. ὅθεν εἰκότως καὶ ναοὶ Θεοῦ χρηματίζομεν, καίτοι τῶν ἁγίων προφητῶν οὐδενὸς θείου ναοῦ κεχρηματικότος πώποτε. ἐπεὶ πῶς ἐκεῖνο διαληψόμεθα, τί δὲ δὴ καὶ ἐροῦμεν ὅταν ἀκούσωμεν τοῦ Σωτῆρος λέγοντος ἡμῶν Χριστοῦ "̓Αμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυ "ναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ· ὁ δὲ μικρότερος "ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν;" καὶ τίς ἡ βασιλεία τῶν οὐρανῶν; ἡ δόσις δηλονότι τοῦ Ἁγίου Πνεύματος κατ' ἐκεῖνο τὸ εἰρημένον "Ἡ βασιλεία τῶν "οὐρανῶν ἐντὸς ὑμῶν ἐστίν·" ἐναυλίζεται γὰρ ἡμῖν τὸ Πνεῦμα διὰ τῆς πίστεως. ὁρᾷς οὖν ὅπως προτάττει παντὸς γεννητοῦ γυναικῶν τὸν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, καὶ τοῦ τελείου μειονεκτούμενον; καὶ μή τις οἰέσθω τὴν δόξαν, ἢ τῆς ἐκείνων ἀρετῆς κατασμικρύνειν ἡμᾶς τῶν ἁγίων, ἢ ἀμείνους εἶναι λέγειν καὶ τοὺς εὐτελεστάτους. οὐ γὰρ τοῦτό φαμεν· ἀσύγκριτον γὰρ τῆς ἐκείνων πολιτείας τὸ κάλλος. ὑπὲρ δὲ τοῦ συνιέναι σαφῶς ἐν ὀλίγοις διερμηνεύσωμεν τὸ παρὰ τοῦ Σωτῆρος ἡμῶν εἰρημένον. μέγας ἦν ὄντως ὁ μακάριος Βαπτιστὴς, καὶ διὰ πάσης μὲν ἀρετῆς ἐκπρεπέστατος, ἐπ' αὐτοὺς δὲ λοιπὸν ἐλάσας τῆς ἐνούσης ἐν ἡμῖν δικαιοσύνης 1.697 τοὺς ὅρους, ὡς ὑπέρτερον εἶναι μηδέν. ἀλλ' ὁ οὕτως ἔχων ἐδεῖτο Χριστοῦ λέγων "Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτι "σθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ;" ὁρᾷς ὅπως τέλειος ὢν, ὅσον ἧκεν ἐν ἀνθρώποις καὶ ἐν γεννητοῖς γυναικῶν, ἀνακτί ζεσθαι τρόπον τινὰ καὶ ἀναγεννᾶσθαι παρακαλεῖ διὰ τοῦ Ἁγίου Πνεύματος; ὁρᾷς ὅπως παραχωρεῖ τοῖς ἀναγεννη θεῖσι τὸ μεῖζον, δι' ὧν αὐτὸς ἔτι δεῖσθαι τούτου φησίν; εἰ μὲν γὰρ ᾖ ἐν ἀμείνοσι μὴ βεβαπτισμένος, τί τὸ βαπτίζεσθαι παρακαλεῖν αὐτὸν καὶ ἀναπεῖθον; εἰ δὲ οἶδεν ἑαυτὸν ἐσόμενον ἐν βελτίοσιν, ὅταν ἔρχῃ τὸ βάπτισμα, πῶς οὐκ ἀναθήσει τὸ μεῖζον τοῖς ἤδη βεβαπτισμένοις; μείζονα τοιγαροῦν καὶ αὐτοῦ φησιν Ἰωάννου Χριστὸς τὸν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μικρότερον, τουτέστι, καὶ τὸν ἄρτι βεβαπτισμένον, οὔπω δὲ καὶ τὸ ἐν ἔργοις ἐξαίρετον ἔχοντα, κατὰ τοῦτο μόνον, καθὸ γεννητὸς μὲν ἔτι γυναικὸς ὁ μακάριος ἦν Βαπ τιστὴς, ὁ δὲ ἐκ Θεοῦ γεγέννηται, κατὰ τὸ γεγραμμένον, καὶ θείας γέγονε φύσεως κοινωνὸς, ἐνοικοῦν ἔχων ἐν αὐτῷ τὸ Ἅγιον Πνεῦμα, καὶ ναὸς ἤδη χρηματίζων Θεοῦ. Ἐπ' αὐτὸ δὲ δὴ πάλιν ἀναδραμοῦμαι τὸ προκείμενον. ἐγίνετο μὲν γὰρ ἐν προφήταις τὸ Πνεῦμα διὰ τὴν τοῦ προ φητεύειν χρείαν· ἐνοικίζεται δὲ νῦν διὰ Χριστοῦ τοῖς πιστεύ ουσι, καὶ ἐν αὐτῷ πρῶτον ἀρξάμενον ὅτε γέγονεν ἄνθρωπος. ἔχει μὲν γὰρ ὡς Θεὸς ἀδιαστάτως, τὸ οὐσιωδῶς ἐκπεφυκὸς αὐτῷ, καὶ ἴδιον αὐτοῦ Πνεῦμα. χρίεται δὲ δι' ἡμᾶς καὶ τὸ Πνεῦμα λαμβάνειν ὡς ἄνθρωπος λέγεται, οὐχ ἑαυτῷ τὴν τῶν θείων ἀγαθῶν ἐμπορίζων μετάληψιν, ἀλλὰ τῇ ἀνθρώπου 1.698 φύσει, καθάπερ οὖν ἤδη προεδιδάξαμεν. ὅταν τοίνυν ἡμῖν ὁ θεῖος Εὐαγγελιστής Οὔπω γὰρ ἦν Πνεῦμα λέγει ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη, τὴν ὁλοσχερῆ καὶ ὁλόκληρον κατοίκησιν ἐν ἀνθρώποις τοῦ Ἁγίου Πνεύματος σημαίνειν αὐτὸν ὑπο τοπήσωμεν. Ἐκ τοῦ ὄχλου οὖν ἀκούσαντές τινες τὸν λόγον τοῦτον ἔλεγον Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Χριστός. Καταπλήττονται τὴν παῤῥησίαν ὡς θεοπρεπῆ, καὶ τοὺς λόγους ὁρῶντες οὐκέτι τοῖς ἀνθρώπου πρέποντας μέτροις, ἐπὶ τὴν τοῦ νόμου καταφεύγουσι μνήμην, ὡς προαγγεί λαντος ἤδη περὶ Χριστοῦ, καὶ προφήτην ἀναστήσεσθαι καὶ λέγοντος τῷ πανσόφῳ Μωυσεῖ παραπλήσιον δια πορθμεύειν μέλλοντα τοὺς παρὰ Θεοῦ λόγους τῷ Ἰσραήλ. οὕτω γάρ που φησὶν ὁ Θεὸς περὶ αὐτοῦ πρὸς τὸν ἅγιον Μωυσέα "Προφήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελφῶν "αὐτῶν ὥσπερ σὲ, καὶ θήσω τοὺς λόγους μου εἰς τὸ "στόμα αὐτοῦ, καὶ λαλήσει αὐτοῖς κατὰ πάντα ὅσα ἂν "ἐντέλλωμαι αὐτῷ." οὐκοῦν ἀπὸ τῆς τῶν λόγων ποιότητος, καὶ τῆς τῶν ῥημάτων ὑπερβολῆς αὐτὸν ἐκεῖνον ἤδη φασὶ τὸν διὰ νόμου προκεκηρυγμένον ἀναπεφάνθαι λοιπόν. τίνι γὰρ ἂν πρέποι τὸ λέγειν "Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ "πινέτω·" καί "Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ γραφὴ, "ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος," εἰ μὴ μόνῳ τῷ κατὰ φύσιν Θεῷ, τοῦτο δὲ ἦν ὁ Χριστός. εἰ καὶ μικρὰ φρονοῦντες Ἰουδαῖοι περὶ αὐτοῦ, προφήτην ἁπλῶς ὀνομάζουσιν, οὐκ εἰδότες τὴν κατὰ πάντων ὑπεροχὴν τοῦ Ἐμμανουὴλ, ἀλλ' ὡς ἕνα τῶν ἄλλων ἀναμετροῦντες αὐτὸν, 1.699 ἀσυνέτως δὲ σφόδρα καὶ τοῖς νομικοῖς προσβάλλοντες θεω ρήμασι κἀν τούτῳ πάλιν ἁλώσονται· ἕτερον γὰρ εἶναι νομί ζουσι τὸν Χριστὸν παρὰ τὸν ἐν τῷ νόμῳ προφήτην. καὶ θαυμαστὸν οὐδὲν εἰ τὴν ἐν τούτοις ἀκρίβειαν ὁ δῆμος οὐκ ἔχει, ὅπου καὶ αὐτὴ τῶν ἀλαζόνων Φαρισαίων ἡ θεομάχος πληθὺς τὴν ἴσην τοῖς ὄχλοις ἀμαθίαν νοσοῦσα φαίνεται. ἐπιπλήττουσα γάρ ποτε τῷ μακαρίῳ Βαπτιστῇ "Τί οὖν "βαπτίζεις, φησὶν, εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὔτε Ἡλίας οὐδὲ "ὁ προφήτης;" δύο γὰρ ἥξειν προσδοκωμένων, τοῦ τε κατὰ τὸν νόμον προφήτου φημὶ, τουτέστι Χριστοῦ, καὶ Ἡλίου, περὶ τριῶν ἐπυνθάνοντο, ἕτερον εἶναι τὸν προφήτην ὑποτο πήσαντες παρὰ τὸν Ἰησοῦν. οὐκοῦν εὔκαιρον ἐκεῖνο λέγειν ἐπ' αὐτοῖς, τὸ διὰ τοῦ προφήτου λεγόμενον Ἰεζεκιήλ "Καθὼς "ἡ μήτηρ καὶ ἡ θυγάτηρ, θυγάτηρ τῆς μητρός σου εἶ σύ." νοσεῖ γὰρ ὁ δῆμος τὰ παραπλήσια τοῖς ἡγεῖσθαι λαχοῦσι· πλὴν ἐκεῖνο καλὸν συνιδεῖν ὡς ἦσαν μὲν ἤδη πρὸς τὸ πιστεύειν ηὐτρεπισμένοι, καὶ ἀναπείθονται δέ πως ἀπὸ τῶν τοῦ Σωτῆρος ῥημάτων ἐπὶ τὸ θαυμάζειν αὐτὸν, οὐκ ἔχοντες δὲ τὴν ἀπὸ τῶν ἡγουμένων παιδαγωγίαν, εἰς πολυσχιδῆ νοημάτων ἀποφέρονται τρίβον, οἱ μὲν τὸν Χριστὸν, οἱ δὲ τὸν προφήτην ἀποκαλοῦντές τε εἶναι καὶ ἤδη πιστεύοντες. τὸ γάρ Ἀληθῶς ἐγκείμενον, ἔμφασιν ἔχει τινὰ πεπηγότος ἤδη λο γισμοῦ, καὶ παραδεχθείσης εἰσφέρει πίστεως ὑποψίαν. Οἱ δὲ ἔλεγον Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; οὐχ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος ∆αυεὶδ καὶ ἀπὸ Βηθλεὲμ, τῆς κώμης ὅπου ἦν ∆αυεὶδ, ἔρχεται ὁ Χριστός; Οὐκ ἀταλαίπωρον Ἰουδαῖοι ποιοῦνται τὴν ζήτησιν τὴν ἐπὶ Χριστῷ. διὰ γὰρ πάσης ἰόντες ἐννοίας εὑρίσκονται, καὶ διὰ 1.700 ποικίλων συνάγοντες ἐννοιῶν τὴν ἐπ' αὐτῷ τῆς ἀληθείας κατάληψιν. προτεθαυμακότες γὰρ ἤδη διὰ τῶν λόγων αὐτῶν, καὶ τὴν ἐν ταῖς ὑφηγήσεσιν ὑπερφερῆ παῤῥησίαν χειραγωγὸν ἤδη δεξάμενοι πρὸς τὸ λογίζεσθαί τι μέγα περὶ αὐτοῦ, καὶ αὐτὴν τὴν θείαν προσερευνῶσι γραφὴν, ἀπλανεστάτην ἐκεῖθεν εὑρήσειν οἰόμενοι περὶ αὐτοῦ τὴν διάληψιν· ἔχει γὰρ οὕτω τῇ φύσει τὸ πρᾶγμα. ὅτι μὲν οὖν ἀπὸ σπέρματος ἔσται τοῦ τρισμακαρίου ∆αυεὶδ, καὶ ἐν Βηθλεὲμ ἀναδειχθήσεται τῆς Ἰουδαίας, πεπιστεύκασι ταῖς περὶ τούτου δηλονότι προφη τείαις ἀναπεπεισμένοι. "Ὤμοσε γὰρ Κύριος τῷ ∆αυεὶδ "ἀλήθειαν, που φησὶν ὁ σοφὸς μελῳδὸς, καὶ οὐ μὴ ἀθετήσει "αὐτόν Ἐκ καρποῦ τῆς ὀσφύος σου θήσομαι ἐπὶ τὸν θρόνον "σου." ὁ προφήτης δέ φησι "Καὶ σὺ Βηθλεὲμ, οἶκος τοῦ "̓Εφραθᾶ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ "σοῦ γάρ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα τοῦ Ἰσ "ραὴλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος." ἐπλανᾶτο γεμὴν ἡ τῶν Ἰουδαίων ἀχειραγώγητος γνώμη, καὶ ἐπὶ Χριστῷ διεσφάλλετο διὰ μόνην τὴν Ναζαρὲθ ἐν τῇ Γαλιλαίᾳ κειμένην, ἐν ᾗ τετράφθαι τὸν Κύριον ὁ πολὺς ἔχει λόγος. οὕτω γάρ φησί τις τῶν ἁγίων εὐαγγελιστῶν "Ἦλθε "δὲ εἰς Ναζαρὲθ οὗ ἦν ἀνατεθραμμένος." ἀλλ' οὐκ εἰδότες ὅτι γεγέννηται μὲν ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐκ τῆς ἁγίας παρθένου τῆς ἐκ σπέρματος ∆αυείδ· φυλῆς γὰρ ἦν τῆς Ἰούδα τὸ γένος· ἀπὸ μόνου τοῦ τετράφθαι τὸν Κύριον ἐν Ναζαρὲθ, τῆς ἀληθείας ἐκπίπτουσι καὶ τοῦ σώζοντος ἁμαρ τάνουσι λογισμοῦ. Σχίσμα οὖν ἐγένετο ἐν τῷ ὄχλῳ δι' αὐτόν. Φιλονεικοῦσι μάτην, καὶ εἰς διαφόρους κατασχίζονται 1.701 γνώμας, οἱ μὲν εἶναι τὸν προφήτην αὐτὸν, οἱ δὲ τὸν Χριστὸν ὑπολαμβάνοντες. καὶ πρόφασις αὐτοῖς τῆς ἐντεῦθεν διχο νοίας, τὸ μὴ εἰδέναι τὸν Χριστὸν, μηδὲ τὴν ἐν τοῖς ἱεροῖς γράμμασιν ἀκρίβειαν συνιδεῖν· ἢ γὰρ ἂν οὐχ ἕτερον εἶναι τὸν Ἰησοῦν παρὰ τὸν ἐν τῷ νόμῳ προφήτην πιστεύοντες, τῆς ἀκαίρου διχονοίας ἐξέστησαν. Τινὲς δὲ ἐξ αὐτῶν ἤθελον πιάσαι αὐτὸν, ἀλλ' οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας. Οἱ παρὰ τῶν ἀρχιερέων καὶ Φαρισαίων ἀπεσταλμένοι πρὸς τὸ συλλαβεῖν τὸν Κύριον, εὔκαιρον τοῦ τολμήματος ἐποιοῦντο πρόφασιν τὴν ἐν ἀλλήλοις τῶν ὄχλων διχόνοιαν· ἀφιλονεικότερον γάρ πως ἐπιτρέψειν αὐτοῖς ὑπελάμβανον ἀποκομίζειν αὐτὸν, οὐδὲν μὲν ἔτι ζηλοῦντας ἐφ' οἷς ἄν τι καὶ πάθοι, γεγονότι δὲ ὥσπερ πολέμου καὶ στάσεως ἀφορμῇ, καὶ ὑβριζομένῳ πάντως ἐφησθήσεσθαι. ἀλλ' οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας, οὐκ αἰδοῖ τῇ περὶ αὐτὸν, ἀλλ' οὐδὲ τοῖς θυμοῖς τὸν ἐξ εὐλαβείας ἐπιῤῥίψαντες χαλινὸν, μόνῃ δὲ τῇ παρ' αὐτοῦ καταραϊσθέντες δυνάμει· καιρῷ γὰρ ἰδίῳ τὸ παθεῖν ὑπὲρ ἡμῶν ἐχαρίζετο, καὶ δυσωπεῖται μόλις ἡ τῶν Ἰουδαίων ἐπιβουλὴ τοῖς ἄνωθεν εἰργομένη διακωλύμασιν. οὐ γὰρ ἔδει πρόωρον τὴν μιαιφονίαν ἐπιχειρεῖν, περιμένειν δὲ μᾶλλον, καίπερ ὄντας ἀνοσίους, τῆς ἀνοσιότητος τὸν καιρόν. Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους· καὶ εἶπον αὐτοῖς ἐκεῖνοι ∆ιατί οὐκ ἠγάγετε αὐτόν; Οὐδὲν ἐξανῦσαι τῶν προστεταγμένων ἰσχύσαντες οἱ πρὸς τὸ θηρᾶσαι τὸν Κύριον ἐσταλμένοι πρὸς τοὺς ἡγουμένους 1.702 ἀνεκομίζοντο. θορυβοῦνται δὲ λίαν πρὸς τὴν ἄφιξιν τῶν ὑπηρετῶν, οὐχ ὁρῶντες ἔχοντας τὸν ζητούμενον. ὃ δὲ ἦν ἐν ὑποψίαις αὐτοῖς, ἤδη δεδρᾶσθαι πιστεύοντες, οὐ μετρίως πλήττονται δείματι. ἐπειδὴ γὰρ διά τε σημείων ὑπερφυῶν καὶ τῆς ἐν λόγοις ὑπερβολῆς ἐθαυμάζετο Χριστὸς, τῷ μὲν συντρόφῳ κατεμαραίνοντο φθόνῳ· ἦσαν δὲ πάλιν οὐκ ἐν ὀλίγῳ τῷ φόβῳ μὴ ἄρα τῶν Ἰουδαίων ὁ δῆμος ἕπεσθαι λοιπὸν ὅτι πρέποι δοκιμάσας αὐτῷ τῆς αὐτῶν ἔξω γένοιτο χειρός. τοῦτο πεπράχθαι νομίσαντες· ἑτοιμότερα γὰρ εἰς τὸ πιστεύεσθαι τὰ ἐν ὑποψίαις ἀεί· σπουδαίως ἀναπυνθάνονται λέγοντες ∆ιατί οὐκ ἠγάγετε αὐτόν; τί γὰρ ὑμᾶς τὸ διακω λύσαν, φασὶ, μὴ εἰς πέρας ἀγαγεῖν τὸ τοῖς κρατοῦσι δοκοῦν; θερμότεροι δέ πως ἐσμὲν πρὸς τὸ πάντα μανθάνειν ἐπεί γεσθαι, καὶ τὸ λυποῦν ἔσθ' ὅτε μὴ διακρίνοντες, ἀλλ' ἐκ προαλοῦς ἐπιθυμίας καὶ τῶν ἀπευκτῶν τὴν γνώμην ἁρπά ζοντες. Ἀπεκρίθησαν οἱ ὑπηρέται Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος. Εὔκαιρον εἰπεῖν ὄντως ἐπὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ "̔Ο δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν." ἰδοὺ γὰρ ἰδοὺ, κατὰ τὸ γεγραμμένον, "βουλὴν πολύπλοκον "ἐξέστησε," καὶ ὅλην ἐξ ἀντιστρόφου τὴν τῶν πραγμάτων ἔδειξε φύσιν, πανταχόθεν τῶν ἡγουμένων τὴν μυσαρότητα καὶ τὴν τῶν τρόπων ἀνοσιότητα διελέγχων ὡς ἀσθενῆ καὶ ῥιψοκίνδυνον, θεομαχεῖν οὐ παραιτουμένους. δεδοικότες γὰρ οἵ τε ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι, μὴ ἄρα τοῖς τοῦ Σωτῆρος ὑποπεισθεῖεν ῥήμασιν οἱ τῶν Ἰουδαίων λαοὶ, συλληψομένους αὐτὸν τοὺς ὑπηρέτας ἐκπέμπουσι, τὸ ἐκ μέσου γενέσθαι Χριστὸν ἀναιρήσειν αὐτοῖς τὴν ἐπ' ἐκείνῳ φροντίδα νομί 1.703 ζοντες. ἀλλ' ὅπερ ἦν αὐτοῖς ἐν ὑποψίαις κείμενον, τοῦτο παθόντες ὑπέστρεψαν οἱ παρ' αὐτῶν ἀπεσταλμένοι, καὶ ὅπερ ἦν εἰκὸς ἀποφρίττειν ἀκούοντας, καὶ οὐχ ἑκόντες διδάσκονται, καὶ τοῖς παρὰ γνώμην ὁμιλοῦσιν ἀδοκήτως ἀκούοντες Οὐδε ποτε ἐλάλησεν οὕτως ἄνθρωπος. Ἐπειδὴ δὲ εἰς ἀπολογίαν τοῦ μὴ ἀγαγεῖν τὸν Κύριον τὰ τοιαῦτά φασι, φέρε δὴ πάλιν ἐκπλατύνωμεν εἰς λόγους τὸ παρ' αὐτῶν εἰρημένον, πανταχοῦ τῆς σαφηνείας τῶν λαλου μένων φροντίζοντες. εἰ γὰρ τῇ μαθήσει, φησὶ, τῶν ἱερῶν ἐντρυφῶμεν γραμμάτων, εἰ τοὺς θείους ἐπαυχοῦμεν ὅτι πεπαιδεύμεθα νόμους, εἰ τὴν σοφίαν, ὡς χρῆμά τι τῶν ὑπερκοσμίων ἀγαθῶν θαυμάζομεν, τί δυσσεβοῦντες ἐλαύ νομεν τὸν οὕτω σοφὸν, ἀδικοῦμεν δὲ οὐ μετρίως ὃν ἥκιστα χρὴ, καίτοι μᾶλλον αὐτῷ τὴν ἐξαίρετον χρεωστοῦντες ἀγά πησιν· ἀλλὰ καὶ τοῖς ἐκ νόμου κινδύνοις τὰς ἑαυτῶν ὑποτί θεμεν κεφαλὰς, ἀθῷον καὶ δίκαιον παραλόγως ἀποκτεῖναι διψήσαντες; ταύτην ἂν εἰκότως ὠδίνειν τὴν ἔννοιαν τοὺς παρὰ τῶν ὑπηρετῶν οἰησόμεθα λόγους. οἶμαι δὲ ἔγωγε καὶ πικρότερόν τι διεσκεμμένους εἰπεῖν Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος· μόνον γὰρ οὐχὶ τοῦτό φασιν Οὐκ εὐλόγως ἐπαι τιᾶσθε νυνὶ διαγαγεῖν οὐκ ἰσχύσαντας ὡς ὑμᾶς τὸν ζητού μενον· πῶς γὰρ ἄν τις καὶ οὐκ ἔχοντα βιάσαιτο τὸν ὅσον εἰς λόγους θείαν ἔχοντα φύσιν; ἐλάλει γὰρ οὐχ ὡς ἄνθρω πος, οὐδὲ ἦσαν ἀνθρώπῳ πρέποντες οἱ παρ' αὐτοῦ γεγονότες λόγοι, Θεῷ δὲ μᾶλλον τῷ κατὰ φύσιν ἀκατηγορήτως ἁρμό ζοντες. λεγέτω γάρ τις εἰ διαμέμνηται, φασί, τις τῶν ἁγίων προφητῶν χείμαῤῥον ἑαυτὸν ἁλώσεται λέγων, ἢ τίς ἀπετόλ μησεν εἰπεῖν "Εἴ τις διψᾷ, ἐρχέσθω πρὸς μὲ καὶ πινέτω·" πότε δὲ ἡμῖν αὐτὸς ὁ μέγας ἔφη Μωυσῆς "Ὁ πιστεύων εἰς "ἐμὲ, [κἂν ἀποθάνῃ, ζήσεται·] ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ 1.704 "ῥεύσουσιν ὕδατος ζωῆς." ταῦτα δὲ λαλοῦντος ἠκούσαμεν. ἦν οὖν ἄρα φύσει Θεὸς ὁ τοῖς ὑπὲρ ἄνθρωπον λόγοις ἀκινδύνως μεγαλαυχούμενος· τὸ δὲ θηρᾶν ἐπιχειρεῖν ὡς ἐξ ἀνάγκης καὶ βίας τὸν ὑπὲρ τὴν κτίσιν, πῶς οὐκ ἐρεῖ τις ἐπισφαλέστατον; ἢ πῶς ἂν ἥλω πρὸς ἡμῶν οὐχ ἑκὼν ὁ τοσοῦτον ὑπὲρ ἡμᾶς, ὅσον ἀνθρώπου Θεός; οὐκοῦν ἀπό δειξιν ἐναργῆ τοῦ κατὰ φύσιν εἶναι Θεὸν τὸν Κύριον οἱ ὑπηρέται προτείνουσι τό Οὐδέποτε ἐλάλησεν ἄνθρωπος οὕτως. πλήττεται δὲ πανταχόθεν ὁ θεομάχος, καὶ δι' ὧν ἂν νοῆται κατορθοῦν τὸ ποθούμενον, διὰ τούτων αὐτῶν οὐκ εἰδὼς ἐπισφάττεται. Ἀπεκρίθησαν αὐτοῖς οἱ Φαρισαῖοι Μὴ καὶ ὑμεῖς πεπλάνησθε; Ἐντονώτερον Ἰουδαΐζειν τοὺς ὑπηρέτας εἰκός γε δὴ σφόδρα, καὶ προσεδρεύοντας μὲν τοῖς Φαρισαίοις ἀεὶ, καὶ κοινῆς αὐτοῖς μετασχόντας γνώμης, τοὺς δὲ τῶν ἡγουμένων ἀεὶ περιαντλουμένους λόγους, ταῦτα δὲ φρονεῖν ὡς ἀεὶ συνόντας ἀναπεπεισμένους. ἐπειδὴ δὲ ἧκον ἄγοντες μὲν οὐδαμῶς τὸν Κύριον, καταπεπληγμένοι δὲ παρ' ἐλπίδα, καὶ ὃν οὐκ ἔδει μισεῖν ἐν ἀρχαῖς, ὀψὲ καὶ μόλις θαυμάζοντες, καὶ τοὺς ἄλλους ἅπαντας πρὸς αὐτῶν ἀναπείθεσθαι λογιζόμενοι, μετὰ πολλῆς τινος τῆς ἀγωνίας φασί Μὴ καὶ ὑμεῖς πεπλά νησθε; σύνες γὰρ ὅπως ἀπόγνωσίν τινα τῆς ἐπὶ τοῖς δήμοις ἐλπίδος ὠδίνει τὸ εἰρημένον. ὡς γὰρ ἤδη πεπλανημένης τῆς ἄλλης πληθύος, ὅσοιπερ ἦσαν οὐκ ἀσφαλέστεροι, τὸν ἐπὶ τοῖς ὑπηρέταις προΐσχονται φόβον. τὴν μὲν γὰρ ἄλλην, φησὶ, τῶν ἀγελαίων πληθὺν τοῖς ἱεροῖς οὐκ ἐντετριμμένην γράμμασιν, ἀλλ' οὐδὲ τῇ προσεδρείᾳ τῇ πρὸς ἡμᾶς ὠχυρω μένην, διδόσθω τυχὸν ἀπεριεργάστοις αὐτῷ προστεθῆναι 1.705 ῥοπαῖς, καὶ συντεθεῖσθαι μᾶλλον εὐσυναρπάστως οἷς ἔφη καὶ πέπραχεν· εἰσεδέχθη δὲ καὶ παρ' ὑμῶν τὸ πλανᾶσθαι πόθεν; κατὰ τίνα δὲ τρόπον ἐξηπάτησθε καὶ αὐτοί; τί δὲ τὸ τῆς πρὸς ἡμᾶς ἐξελκύσαν ἀγάπης, καίτοι ταῖς ἴσαις ἡμῖν ἀπειθείαις κατεσκληκότας; ὑπεμφαίνειν γὰρ οἶμαί τι τοιοῦ τον τῶν Φαρισαίων τὸ ῥῆμα. Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων; ἀλλ' ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοί εἰσιν. Ἐπὶ τὴν συνήθη πάλιν ἀλαζονείαν ἐκπίπτουσιν, ἀμαθίας μὲν ἐπιῤῥιπτοῦντες γραφὴν τοῖς ὡς τερατουργοῦντα καὶ εἰσηγούμενον τὰ θεοπρεπῆ καταπεπληγμένοις τὸν Ἰησοῦν, νομομαθείᾳ δὲ καὶ ἐπιστήμῃ τῶν ἱερῶν γραμμάτων μόνας τὰς ἑαυτῶν καταστέφοντες κεφαλάς· ὅτι δὲ μὴ συναινοῦσιν αὐτοὶ τοῖς ὀρθῶς ἐκεῖνα θαυμάζουσι, διὰ πάσης ἰέναι πιστεύ ουσιν ἀρετῆς. ὥσπερ δὲ τοῦ νόμου κελεύοντος τῶν ἀξια γάστων κατηγορεῖν, καὶ τοῖς ἐπέκεινα θαύματος κρίσιν ἐπάγειν ἀντίστροφον, οὐ μετρίως ἁβρύνονται παραπαίοντές τε καὶ πρὸς πᾶσαν ἀπαιδευσίαν ἐκ πολλῆς ἄγαν τῆς ἐλα φρίας εὐκόλως διαῤῥιπτούμενοι. ὅθεν δὲ μᾶλλον ἐχρῆν ἐπι γινώσκειν αὐτοὺς ἤδη παρόντα τὸν Ἰησοῦν, ἐκεῖθεν ἑαυτοὺς ἀδικοῦντες ἁλίσκονται, καὶ βαρύνουσι τὸν κλοιὸν ἑαυτῶν, κατὰ τὸ γεγραμμένον· "Φάσκοντες γὰρ εἶναι σοφοὶ ἐμω "ράνθησαν." καίτοι πολύ τι τὸ ἄμεινον ἦν, μὴ εἰδέναι τὸν νόμον ὁμολογεῖν, ἢ εἰδέναι καλῶς οἰομένους καὶ φάσκοντας, εἶτα τὸν δι' αὐτοῦ κηρυττόμενον ἀτιμάζοντας, πικροτέρᾳ περιπίπτειν τῇ δίκῃ, καὶ ἀφύκτοις ἐγκαταπείρεσθαι κακοῖς. 1.706 ὁ γὰρ εἰδὼς, φησὶ, τὸ θέλημα τοῦ Κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας δαρήσεται πολλάς· ὁ δὲ μὴ εἰδὼς, καὶ μὴ ποιήσας, δαρήσεται ὀλίγας. οὐκοῦν εἰδέναι τὸν νόμον ὁμολογήσαντες, αὐτοὶ τῆς αὐτῶν ἀπειθείας κατηγορεῖν ἐγνώκασι, διαγελῶσι δὲ τὸν ὄχλον ὡς ἀμαθῆ, διά τε τοῦτο τοῖς τοῦ Σωτῆρος ἡμῶν σεσαγηνευμένον θαύμασιν· εἶτα τοῖς ἐκ νόμου διηγήμασι μεταπείθειν οὐκ ἔχοντες, ἀλαζόνως ὑβρίζουσιν ἀπαιδεύτους ὀνομάζοντες τοὺς ἑτοίμους εἰς σύνεσιν. τοῦτο γὰρ ἔθος ἀεὶ τοῖς τῶν διδασκάλων ἀμαθεστέροις, οἱ μηδὲν ἔχοντες τῶν ζητουμένων εἰπεῖν, ὀργαῖς ἀποκρούοντες τῶν φιλοπευστούν των τὴν ἀκρίβειαν. ἐπαράτους δὲ εἶναί φασι τοὺς πιστεύ οντας, αὐτοὶ καθ' ἑαυτῶν δικαιότερον ἂν τοῦτο λέγειν ἀναπε πεισμένοι. τὸ γὰρ ἐπάρατον εἶναι τὸν ἀπειθῆ πρεπωδέστερον δὴ, εἰπόντος τοῦ νομοθέτου σαφῶς, ὡς περὶ προφήτου τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ "Καὶ ἔσται ὃς ἂν μὴ ἀκούσῃ ὅσα "ἂν λαλήσῃ ὁ προφήτης ἐκεῖνος ἐπὶ τῷ ὀνόματί μου, ἐξολο "θρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς." Λέγει πρὸς αὐτοὺς Νικόδημος, ὁ ἐλθὼν πρὸς αὐτὸν πρότερον, εἷς ὢν ἐξ αὐτῶν Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ πρῶτον παρ' αὐτοῦ καὶ γνῷ τί ποιεῖ; Εἷς μὲν ὁ Νικόδημος τῶν ἡγουμένων ἐστὶ, καὶ τοῖς ἀρχὴν λαχοῦσιν ἐναρίθμιος, πλὴν οὐχ ὁλοκλήρως ἀπειθὴς, οὐδὲ ταῖς ἐκείνων ἀπονοίαις εἰς ἅπαν ἁμιλλώμενος, κατανενυγ μένος δὲ ἤδη, καὶ ἐλευθέραν μὲν οὔπω τὴν εἰς Χριστὸν ἀγάπην ἔχων, πλὴν ἠρέμα τοὺς ἀπὸ τοῦ συνειδότος ἐλέγ χους δυσωπούμενος. ὅτι γὰρ καὶ διὰ νυκτὸς δὲ ἀφίκετο πρὸς αὐτὸν, καὶ ἐγνωκέναι σαφῶς διεβεβαιώσατο ὡς παρὰ Θεοῦ τε ἥκει διδάσκαλος, καὶ ὡς οὐδεὶς ἂν δύναιτο 1.707 τοιαῦτα σημεῖα ποιεῖν, εἰ μὴ Θεὸν ἔχοι μεθ' ἑαυτοῦ, πάντας οἶμαι μαθεῖν, τοῦτο σαφῶς εἰρηκότος ἐν ἀρχῇ τοῦ μακαρίου Εὐαγγελιστοῦ. συντεθαυμακὼς τοιγαροῦν τοῖς ὄχλοις τὸν Ἰησοῦν, ὑποπλήττεταί πως ἐπάρατος σὺν ἐκείνοις ἀποκε κλημένος. δεινὸν γὰρ ἀναπεῖσαι τὸ συνειδὸς ἐν τοῖς παρὰ γνώμην ἠρεμεῖν. ὡς οὖν ἐπὶ τούτῳ λελυπημένος, ἀντεπάγει τὴν ἴσην ὕβριν αὐτοῖς, ἐμφανῶς μὲν οὔπω, λόγοις δὲ τοῖς ἐκ νόμου τὸ πιθανὸν ἔχουσαν, καὶ οὐ σφόδρα γυμνὴν ἀντεξάγων τὴν ἀγανάκτησιν. τοῦ γὰρ νόμου, φησὶν, ἐφ' ἑκάστῳ τῶν ζητουμένων πραγμάτων τό "Καὶ ἐκζητήσεις" ἀκριβῶς καὶ σαφῶς, εἰ γέγονε τὸ πρᾶγμα τοῦτο, τοῖς δικάζουσι λέγοντος, προαλῶς κατεκρίνατε τοὺς οὔπω κεκλημένους εἰς κρίσιν, καὶ πρίν τι τῶν παρ' ἐκείνων ἀκοῦσαι ῥημάτων, προχειροτάτην οὕτω τὴν ψῆφον ἐπάγετε. ὑμεῖς οὖν ἄρα, φησὶν, οἱ ἀληθέ στερον ἐπάρατοι καταφρονοῦντες τοῦ νόμου. γέγραπται γάρ "̓Επικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις "ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου τοῦ ποιῆσαι αὐτά." δι' ὧν δὲ πάλιν ἀγανακτεῖ καταδικαζόντων τοῦ δήμου τῶν Φαρι σαίων διὰ μόνον τὸ θαυμάσαι τὸν Ἰησοῦν, δῆλος ἂν εἴη τοῖς πιστεύουσι συναινῶν. αἰδὼ μὲν γὰρ ἔτι νοσῶν ἐπιζήμιον, οὔπω τε κεράσας τῷ ζήλῳ τὴν παῤῥησίαν, γυμνὴν οὐχ ὁρᾶσθαι τὴν ἐνοῦσαν αὐτῷ πίστιν ἐφίησι, σκοτεινῷ δὲ ὥσπερ ἀμφίῳ τῇ ὑποκρίσει περιβαλὼν, λανθάνει πως ἔτι συναγορεύων Χριστῷ· χαλεπὸν δ' οὖν ὅμως νόσημα νοσεῖ. χρὴ γὰρ πιστεύειν ἀνυποστόλως, καυχωμένους μᾶλλον ἤπερ αἰσχυνομένους, καὶ διαφανῆ μὲν παῤῥησίαν ἐπιτηδεύοντας, 1.708 ὑπόκρισιν δὲ παραιτουμένους τὴν δουλοπρεπῆ· διὰ γάρ τοι τοῦτο καὶ ὁ σοφὸς διωρίζετο Παῦλος ἐργάτην ἀνεπαίσχυντον δεῖ εἶναι τὸν ὀρθοτομοῦντα τῆς ἀληθείας τὸν λόγον· καὶ αὐτὸς δέ που φησὶν ἐν ἑαυτῷ τὴν ἀρετὴν διαλάμπουσαν ἐπιδεικνύς "Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον, δύναμις "γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι." γέ γονε τοίνυν· ἐρῶ γὰρ αὖθις ἀναλαβών· πικρὸς ὁ τοῦ Νικο δήμου λόγος· ὅτου γὰρ χάριν ταῖς τῶν Φαρισαίων φωναῖς αὐτὸς ἀντεπράττετο μόνος λέγων, καίτοι πολλοὺς ἔχοντος καὶ ἑτέρους τοῦ μιαιφόνου συστήματος; ἀλλ' ἔστι δῆλον παντί τῳ λοιπὸν, ὡς ἐπείπερ τοῖς θαυμάζουσι τὸν Χριστὸν ἐναρίθμιος ἦν, ἐπαράτους ἀνταποφαίνει τοὺς οἷς ἥκιστα ἐχρῆν ἀνοσίως ἐπάγοντας τὴν ἀράν. Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας ἐγήγερται. Ἰουδαῖος, φησὶν, ὑπάρχων καὶ αὐθιγενὴς, τί τὴν Γαλιλαίων ἀπειρίαν ὑπέδυς, καὶ τοῖς ἀγνοήσασι παντελῶς τὰ ἡμέτερα συναμαθαίνεις ἐκτόπως; ὁμιλήσας δὲ ὅτι μάλιστα τοῖς ἱερω τάτοις γράμμασι, καὶ τοῖς ἐν νόμων διατάγμασιν ὑπάρχων ἐντριβὴς, πόθεν οὐκ ἔγνως, φησὶν, ὡς οὐκ ἔστι προσδοκᾶν προφήτην ἐκ Γαλιλαίων; σκοπὸς μὲν οὖν τοῖς τῶν Φαρι σαίων λόγοις ἐνυπάρχει τοιοῦτος. ἀθρητέον δὲ πάλιν ἐκεῖνο· οἱ γὰρ τοὺς ὄχλους ὡς εἰδότας οὐδὲν ὧν ἐχρῆν ἐξεπίστασθαι διαπτύοντες, καὶ ἐπὶ πολλῇ λίαν ἀμαθίᾳ καταιτιώμενοι, κατα μυσαττόμενοί τε καὶ ἀπαιδεύτους ἀποκαλοῦντες ὑπερηφάνως, αὐτοὶ τὰ χείρω νοσοῦντες ἁλίσκονται, καὶ τῆς ἐκείνων ἀπει 1.709 ρίας κατ' οὐδένα ἐπενεγκόντες τρόπον. ἐκεῖνοι μὲν τὰ διὰ Χριστοῦ λαβόντες θαύματα, καὶ συλλέγοντες ἤδη πως κατὰ βραχὺ τὴν ἐπ' αὐτῷ πίστιν, ποτὲ μὲν ἔφασκον "Ὁ Χριστὸς "ὅταν ἔλθῃ, μή τι πλείονα σημεῖα ἔχει ποιῆσαι ὧν οὗτος "ἐποίησεν;" ποτὲ δὲ πάλιν τῆς οὕτως ὀρθῆς ἐξελκόμενοι γνώμης, ἀπὸ μόνης ἐσφάλλοντο τῆς Ναζαρὲτ πρὸς τῇ Γαλιλαίων κειμένης, ἐν ᾗ ἐντεθράφθαι τὸν Κύριον ἡ θεία διαγορεύει γραφή· ἔφασκόν τε διὰ τοῦτο "Μὴ γὰρ ἐκ τῆς "Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ "σπέρματος ∆αυεὶδ καὶ ἀπὸ Βηθλεὲμ, τῆς κώμης ὅπου ἦν "∆αυεὶδ, ὁ Χριστὸς ἔρχεται;" οἱ δὲ πλατὺ γελῶντες ἐπὶ ταῖς τῶν δήμων ἀπαιδευσίαις, ἐπαράτους δὲ διὰ τοῦτο καλοῦντες αὐτοὺς, τῆς ἐκείνων ἀγνοίας οὐκ ἦσαν ἐν ἀμεί νοσιν. ἰδοὺ γὰρ καὶ αὐτοί φασιν Ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται. Εἴποι δ' ἄν τις πρὸς αὐτοὺς ἐπὶ τούτοις εὐλόγως κεκινη μένος Ὦ τὸ νικᾶν ἐν ἀπαιδευσίᾳ παραχωροῦντες οὐδενὶ, ἄτευκτοι καὶ σκληροὶ, ποῦ τῆς ὑμετέρας ὀφρύος καύχημα σοφίας ἴχνος ἐν ὑμῖν; ποῦ δὲ τοῖς νομομαθέσιν ἡ πρέπουσα σύνεσις; οὐ γὰρ ἐνδοιάζειν ἐχρῆν ἐπὶ τῷ Σωτῆρι Χριστῷ, καταπείθεσθαι δὲ μᾶλλον οὐδὲν ὅλως ἀναδυομένους τῷ Θεῷ καὶ Πατρὶ λέγοντι περὶ αὐτοῦ πρὸς τὸν ἅγιον Μωυσέα, ὅτι "Προφήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν "ὥσπερ σε." τὸ δέ Ἐκ τῶν ἀδελφῶν αὐτῶν, πῶς οὐχὶ πάντως εἶναι χρῆν ἐκ τῶν Ἰουδαίων καὶ ἐξ Ἰσραήλ; ἄλλωστε τῶν μὲν θύραθεν οὐ δεήσεσθε κατηγόρων, αὐτοὶ δὲ δι' ἑαυτῶν ἀσυνετοῦντες ἐξελεγχθήσεσθε. διδάσκοντος 1.710 μὲν γὰρ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ διαῤῥήδην εἰπόντος " Οτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα "τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με," πικρὰ μὲν τότε διελογίζεσθε, θυμὸν δὲ τούτοις οὐ μέτριον ἐπωδίνοντες, ἐλέγετε πάλιν "Οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσὴφ, οὗ "ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς νῦν λέγει "ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;" ὅτε τοίνυν ὡμολόγηκας ἐναργῶς εἰδέναι σαφῶς τὸν πατέρα καὶ τὴν μητέρα, ᾔδεις που πάντως τοῦτον ἀπὸ ῥίζης ὄντα τῆς ἐξ Ἰσραήλ· πῶς οὖν Γαλιλαῖον εἶναι φῂς τὸν ἐξ Ἰουδαίων; πῶς ἀλλογενὴς ὁ ἐξ Ἰσραήλ; οὐ γὰρ δὴ τὸ ἐν τῇ Γαλιλαίᾳ ἐντεθράφθαι χώρᾳ, καὶ χρόνους ἐνδεδιητῆσθαί τινας, τοῦτο δὴ πάντως καὶ τοῦ γένους ἐξίστησι καὶ τὸν ἐξ Ἰσραὴλ, ἐπεὶ τὸ κωλύον οὐδὲν Ἰουδαῖον εἶναι τὸ γένος τὸν ἐκ Γαλιλαίων ὁρμώμενον, εἰ πρὸς τὴν τῶν Ἰουδαίων ἀφίκοιτο χώραν. εἰκαῖον οὖν ἄρα τὸ λέγειν τοὺς οἰησίφρονας Φαρισαίους περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγήγερται. μᾶλλον γὰρ ἔδει ζητεῖν πῶς ἂν εἴη Γαλιλαῖος ὁ ἐξ Ἰουδαίων, οὕτω τε λοιπὸν ἐννοεῖν τὴν εἰς Ναζαρὲτ ἀνατροφὴν, καὶ μὴ διὰ τοῦτο τοῦ πιστεύειν ἀποφοιτᾶν. Ἐπιτηρητέον δὲ πάλιν ὡς οὐδαμόθεν ἔχοντες ἐπισκήπτειν τοῖς θαύμασι τοῖς παρ' αὐτοῦ, καίτοι πρὸς ἀκροτάτην ἠκονη μένοι δυσμένειαν, ἀπὸ μόνης ἀντιλέγουσι τῆς χώρας, ἐπείπερ ἦν ἐκ τῆς Γαλιλαίας κατὰ τὴν ἐνοῦσαν αὐτοῖς ὑπόνοιαν. λελυμένης οὖν ἄρα τῆς ἐντεῦθεν αὐτοῖς ὑποψίας, ἡ πίστις ἤδη λοιπὸν οὐκ ἀμφίβολος, εἴπερ ἦσαν σοφοί. 1.711 Πάλιν οὖν ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Ὥσπερ ἐλέγομεν πρέποντα τοῖς περὶ τῆς ἑορτῆς γεγραμ μένοις πεποιῆσθαι τὸν λόγον τὸν Ἰησοῦν, ὅτε κατὰ τὴν ἐσχάτην ἡμέραν εἱστήκει βοῶν "Εἴ τις διψᾷ, ἐρχέσθω πρός "με καὶ πινέτω," ἐπείπερ χειμάῤῥου τὸ Μωυσέως διε μέμνητο λόγιον· οὕτω καὶ νῦν ἐπικαιροτάτην ποιεῖται τὴν ἐξήγησιν, καὶ τῇ τῶν πραγμάτων φύσει χρεωστουμένην. ἐπειδὴ γὰρ συναφραίνοντας τοῖς ὄχλοις ἐθεᾶτο τοὺς διδα σκάλους, καὶ τοὺς γελῶντας τοῖς γελωμένοις νοσοῦντας τὰ παραπλήσια, μιᾷ δὲ ὥσπερ νυκτὶ τῇ τῆς ἀμαθίας βεβαπ τισμένους, καὶ ζητοῦντας μὲν ἐπιχειρεῖν τὸ ἐπ' αὐτῷ μυστή ριον, εὑρίσκοντας δὲ τὸ παράπαν οὐδὲν, τὴν αἰτίαν ὥσπερ τῆς ἐνούσης αὐτοῖς ἀσυνεσίας εἰς μέσον ἄγει βοῶν Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. διὰ πάσης, φησὶ, τῆς ἁγίας ἰόντες γραφῆς, καὶ τὰ ἐπ' ἐμοὶ διὰ τῶν προφητῶν εἰρημένα βασανί ζειν οἰόμενοι, πολὺ τῆς ὁδοῦ τῆς ζωῆς διασφάλλεσθε. καὶ θαυμαστὸν οὐδέν· οὐ γάρ ἐστιν ἐν ὑμῖν ὁ ἀποκαλύπτων μυστήρια, καὶ πάντα καταφωτίζων τὸν κόσμον, ἡλίου τε δίκην εἰς τὰς τῶν δεχομένων αὐτὸν καταλάμπων καρδίας. τὸν δὲ οὐκ ἔχοντα φῶς ἐν ἑαυτῷ τὸ θεῖον καὶ νοητὸν ἀνάγκη δὴ πάντως ἐν σκότῳ περιπατεῖν, καὶ πολλοῖς διὰ τοῦτο περιπταίειν τοῖς ἀτοπήμασιν. ὅτι δὲ φῶς κατὰ φύσιν ἐστὶν ὁ Μονογενὴς, ὡς ἐκ φωτὸς τοῦ κατὰ φύσιν ἀναλάμψας τοῦ Θεοῦ καὶ Πατρὸς, διὰ μακρῶν ἡμῖν δέδεικται λόγων ἐν τῷ πρώτῳ βιβλίῳ, ῥητοῦ προτεθέντος Ἦν τὸ φῶς τὸ ἀληθινόν. Ἀθρητέον δὲ πάλιν ὅτι φῶς ἑαυτὸν εἶναί φησιν οὐκ ἰδίως ἢ ἀφωρισμένως τῶν ἐξ Ἰσραὴλ, ἀλλ' ὅλου τοῦ κόσμου. καὶ πρᾶγμα μὲν διὰ τούτου φησὶν ἀληθέστατον· αὐτὸν γὰρ 1.712 εἶναί φαμεν τὸν ὅλῃ τῇ φύσει τὸ νοητὸν ἐνιέντα φῶς, καὶ ὥσπερ τινὰ σπέρματος καταβολὴν παντὶ τῷ κεκλημένῳ πρὸς γένεσιν τὴν ἀνθρώπῳ πρέπουσαν ἐνσπείροντα σύνεσιν, κατὰ τὸ εἰρημένον περὶ αὐτοῦ "Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ "φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον." πλὴν οἶμαί τι τῷ λόγῳ πάλιν ἐγκατακεχῶσθαι πικρόν. εἰ γὰρ μή τι τοιοῦτον ὠδίνει τὸ εἰρημένον, ἔδει μόνον εἰπεῖν Ἐγώ εἰμι τὸ φῶς. ἐπειδὴ δὲ τοῦ κόσμου προστέθεικεν, οἶμαι δή τι τοιοῦτον αὐτὸν ὑπαινίττεσθαι καὶ νῦν ἐθέλειν. ἦν μὲν γὰρ ἐν μόνῃ τῇ Ἰουδαίᾳ γνωστὸς ὁ Θεὸς, καὶ ἐν μόνῳ δὲ τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ, βαθὺς δὲ ὥσπερ τὴν ἑτέραν ἅπασαν γῆν κατεπίμπλη σκότος, οὐδενὸς τῶν ἐν τῷ κόσμῳ τὸ θεῖόν τε καὶ οὐράνιον ἔχοντος φῶς, πλὴν ὅτι μόνου τοῦ Ἰσραήλ. ἀλλ' ὥσπερ τὸ τηνικάδε πάντων ὁμοῦ τῶν ἐθνῶν τῶν ἐν τῷδε τῷ κόσμῳ τῆς θεογνωσίας ἐξῳκισμένων, καὶ ὥσπερ ἐν ἰδίᾳ τινὶ τάξει κειμένων, "Ἐγενήθη λαὸς Κυρίου "μερὶς αὐτοῦ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ·" οὕτω πάλιν ἐφ' ὅλον τὸν κόσμον τοῦ νοητοῦ μετοισθέντος ἡλίου, καὶ ἀπάραντος μὲν τῶν ἐξ Ἰσραὴλ τοῦ φωτὸς, μεθορμιζο μένου δὲ παρὰ τοῖς ἔθνεσιν, ἔξω τῶν ὅλων ὁ Ἰσραὴλ ηὑρί σκετο· "Ὑπομεινάντων γὰρ αὐτῶν φῶς ἐγένετο αὐτοῖς "σκότος, κατὰ τὸ γεγραμμένον, μείναντες αὐγὴν ἐν ἀωρίᾳ "περιεπάτησαν." οὐ μάτην οὖν ἄρα φησὶν ὁ Σωτὴρ τοῖς Φαρισαίοις προσλαλῶν Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ἀπειλεῖ γὰρ εὐφυῶς ὡς ἀπαναστήσεται μὲν τοῦ Ἰσραὴλ, μετακομίσει δὲ τὴν χάριν ἐφ' ὅλον ἤδη τὸν κόσμον, καὶ ἐφαπλώσει λοιπὸν ἑτέροις τὴν τῆς θεογνωσίας ἀκτῖνα. Ἐπιτηρητέον δὲ ὅπως, καίτοι παρὰ τοῖς ἀκροωμένοις 1.713 ἄνθρωπός τε ὁρώμενος καὶ μετὰ σαρκὸς, οὐκ ἐν ἐμοί φησι τὸ φῶς, ἀλλ' ἐγώ εἰμι τὸ φῶς, ἵνα μή τις εἰς υἱῶν δυάδα διατέμῃ Χριστὸν μετὰ τὴν διὰ τῆς ἐνανθρωπήσεως οἰκονομίαν· εἷς γὰρ Κύριος Ἰησοῦς Χριστὸς, ὡς ὁ Παῦλός φησι, καὶ πρὸ σαρκὸς καὶ μετὰ σαρκὸς, καὶ εἷς καὶ μόνος κατὰ ἀλήθειαν Υἱὸς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, καὶ ὅτε γέγονεν ἄνθρωπος, οὐκ ἐν μέρει τεθέντος τοῦ ἐκ γυναικὸς ληφθέντος ναοῦ· αὐτοῦ γὰρ ἴδιον τὸ σῶμα, καὶ τὸ διατέμνειν ὅλως μετὰ τὴν σάρκωσιν, κατά γε τὸν τῆς υἱότητος λόγον, δυσφημίας οὐκ ἀμοιρεῖ. πλὴν ἰστέον, ὅτι κἂν σεσαρκῶσθαι λέγωμεν, οὐ μόνῃ σαρκὶ περιβεβλῆσθαί φαμεν τὸν τοῦ Θεοῦ Λόγον, ἀλλ' ἐν τῷ τῆς σαρκὸς ὀνόματι τὸν πάντα δηλοῦμεν ἄνθρωπον. Ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσει ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς. Ὑποπείθει πάλιν αὐτοὺς πανταχόθεν τὸ λυσιτελοῦν θη ρᾶσθαι φιλεῖν, καὶ παιδαγωγεῖσθαι μᾶλλον ἐθέλειν τοῖς αὐτοῦ διατάγμασιν, ἤγουν ταῖς σφῶν αὐτῶν ἀμαθίαις ἀκο λουθεῖν ἑλομένους, καὶ αὐτῆς τῆς αἰωνίου στερεῖσθαι ζωῆς. ὅσον δὲ πειθηνίοις αὐτῷ γεγονόσι προσέσται τὸ ὠφελοῦν, ὑποδείκνυσιν, ἐπείπερ ἐστὶ κατὰ φύσιν ἀγαθὸς καὶ "πάντας "ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας "ἐλθεῖν." ἐπειδὴ δὲ ᾔδει πάλιν ἀντεροῦντας ὡς Θεὸς, εἰκόνι πραγμάτων ἀρχαιοτέρᾳ συναναπλάττει τὸν λόγον, καὶ ἐκ τῶν τοῖς προγόνοις συμβεβηκότων, ὅτι πρὸς πολλῆς αὐτοῖς ὠφελείας γενήσεται τὸ ἀκολουθεῖν ἐθέλειν αὐτῷ, διαγορεύει σαφῶς. γέγραπται τοίνυν περὶ τῶν ἐξ Ἰσραὴλ, ὅτι "καὶ "ὡδήγησεν αὐτοὺς ἐν νεφέλῃ ἡμέρας, καὶ ὅλην τὴν νύκτα "ἐν φωτισμῷ πυρός." ὅτε γὰρ τὴν πλατεῖαν διεβάδιζον 1.714 ἔρημον, πρὸς τὴν τῆς ἐπαγγελίας εἰστρέχοντες γῆν, νεφέλη μὲν αὐτοῖς ἐν ἡμέρᾳ τὴν ἡλιακὴν ἀποτινάσσουσα φλόγα κατὰ βούλησιν δηλονότι τὴν θείαν, ὀρόφου δίκην ἐπήρτητο· στύλος δὲ ἡγεῖτο πυρὸς τῆς νυκτὸς μαχόμενος σκότῳ, καὶ ἀπλανεστάτην τοῖς ἰοῦσι χαράττων τὴν ὁδόν. ὡσπεροῦν οἱ κατ' ἐκεῖνο καιροῦ τῷ ἡγουμένῳ καὶ προελαύνοντι κατακο λουθοῦντες πυρὶ, τὸ πλανᾶσθαι διέφυγον, καὶ κατευθὺ τῆς εὐθείας καὶ ἁγίας ἐφέροντο γῆς, οὐδὲν ὅλως νυκτὸς ἢ σκότους φροντίζοντες· οὕτως ὁ ἀκολουθῶν ἐμοὶ, τουτέστιν, ὁ κατ' ἴχνη βαίνων τῶν ἐμῶν διδαγμάτων, ἔσται μὲν οὐδαμῶς ἐν σκότῳ, τὸ δὲ φῶς τῆς ζωῆς ἀποκερδανεῖ, τουτέστι, τῶν ἐπ' ἐμοὶ μυστηρίων τὴν ἀποκάλυψιν χειραγωγεῖν αὐτὸν δυναμένην εἰς ζωὴν τὴν αἰώνιον. τεχνίτης δὲ πάλιν εἰς λόγους ὑπάρχων ὁ Κύριος, ἀγριαίνοντας ἤδη τοὺς Φαρισαίους καὶ λελυττη κότας οὐ μικρῶς, προσερεθίζει μὲν οὐδαμῶς διὰ τοῦ γυμνό τερον λέγειν ὅτι καὶ μενοῦσιν ἐν σκότῳ καὶ ταῖς ἑαυτῶν ἀπειθείαις ἐντεθνήξονται· τρόπῳ δὲ πάλιν ἑτέρῳ τοῦτο λέγων εὑρίσκεται, μεταστρέψας ἐπὶ τὸ χρηστότερον τοῦ λόγου τὴν δύναμιν. δι' ὧν γὰρ ἐνθάδε τὸν αὐτῷ κατακολουθεῖν ᾑρημένον ἕξειν τὸ φῶς τῆς ζωῆς ἐπαγγέλλεται, διὰ τούτων αὐτῶν ὑπο δηλοῖ περιεσταλμένως, ὡς τὸ ἕπεσθαι παραιτούμενοι, καὶ φωτὸς ἕξουσιν ἐρημίαν τοῦ πρὸς ζωὴν αὐτοὺς ἀνακομίζειν ἰσχύοντος. ἢ γὰρ οὐ πᾶσι καταφανὲς, καὶ ἀναμφιλόγως παραδεκτὸν, ὅτι τοῖς τὸ εὐθυμεῖν ἀποφεύγουσι συμβαίνειν ἀνάγκη τὸ ἐναντίον; ἦν οὖν ἄρα τοῦ Σωτῆρος ἡμῶν ὁ λόγος ἀληθὴς, καὶ τὸ διὰ τῆς ἐν αὐτῷ τέχνης οἰκονομηθὲν οὐκ ἀμφίβολον. 1.715 Εἶπον οὖν οἱ φαρισαῖοι Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. Νωθὴς καὶ βραδύνους ὁ Φαρισαῖος, καὶ δυσάγωγος λίαν εἰς τὸ δύνασθαι κατιδεῖν τὴν τοῦ Κυρίου θεότητα· πλανᾶται δὲ πάλιν διὰ τὴν σάρκα, καὶ πλέον οὐδὲν τῶν ὁρωμένων φαντάζεται. πολὺ γὰρ τοῖς ὑπὲρ ἄνθρωπον ῥήμασι κεχρη μένον ὁρῶν, καὶ θεοπρεπεστάτων ἐπακούσας λόγων, ἄνθρω πον ἔτι κοινὸν ἐννοεῖ, πρὸς τὸ τῆς θεότητος περιφανὲς οὐ βλέπων, οὐδὲ τὸν τῆς διανοίας ἀνοιγνὺς ὀφθαλμὸν πρὸς τὸ ἐπαθρῆσαι τὸν Ἐμμανουήλ. τίνι γὰρ ἂν καὶ πρέποι τὸ λέγειν "Ἐγώ εἰμι τὸ τοῦ κόσμου φῶς," εἰ μὴ ἑνὶ καὶ μόνῳ τῷ κατὰ φύσιν Θεῷ; τίς τῶν ἁγίων προφητῶν τοιαύτην εἰπεῖν ἀπετόλμησε φωνήν; ποῖος ἡμῖν τῶν ἀγγέλων τοιοῦτον ἔῤῥηξε λόγον, ὅλην ἡμῖν τὴν θεόπνευστον περινοστοῦντες γραφὴν, καὶ τὸν ἱερὸν καὶ θεῖον περιεργαζόμενοι λόγον, αὐτὸ δὴ τοῦτο δεικνύτωσαν. ἀλλ' οὐδένα τῶν ἀναγκαίων τιθέ μενοι λόγον, ἀντερεῖν ὅτι πρέπει λογίζονται, καὶ ἐπ' ἐκεῖνο χωροῦσι θερμῶς ὃ μόνον ἴσασιν ἀκριβῶς, τὸ τῆς φιλοψογίας ἔγκλημά φημι. διασύρουσι γὰρ ὡς οὐκ ὄντα τὸ φῶς τοῦ κόσμου, κατηγοροῦντες τῶν παρ' αὐτοῦ λεγομένων, οὐκ εἶναί τε ἀληθῆ τὴν παρ' αὐτοῦ μαρτυρίαν διαβεβαιούμενοι. "Σοφοὶ "γάρ εἰσι τοῦ κακοποιῆσαι, τὸ δὲ καλῶς ποιῆσαι οὐκ "ἔγνωσαν," ἀνατρέψειν τε καὶ σφόδρα κιβδήλως ὑπολαμ βάνουσι δύνασθαι τὴν μαρτυρίαν αὐτοῦ, ἀπὸ ψιλῆς καὶ μόνης τῆς παρ' ἡμῖν συνηθείας, οὐκ ἐκ νομικῶν ἐνταλμάτων ἀκυροῦν ἐπιχειροῦντες αὐτήν. Ποῦ γὰρ ὁ νόμος, διδασκέτωσαν πάλιν, ἀβέβαιον εἶναί φησι τήν τινος μαρτυρίαν περὶ ἑαυτοῦ· φορτικὸν μὲν γάρ πως ἐστὶ, καὶ οὐκ οἰστὸν ἔσθ' ὅτε τισὶ τό τινα τῶν ὄντων 1.716 τυχὸν ἐπιμαρτυρεῖν ἑαυτῷ τὰ ἐξαίρετα. καὶ γοῦν ὁ σοφώ τατος παροιμιαστής "Ἐγκωμιαζέτω σέ φησιν ὁ πέλας καὶ "μὴ τὸ σὸν στόμα, ἀλλότριος καὶ μὴ τὰ σὰ χείλη·" πλὴν οὐ πάντως διεψευσμένον ὁρᾶται τὸ ὑπό του τυχὸν περὶ ἑαυτοῦ λελεγμένον. ἡκέτω γάρ τις ἡμῖν τῶν Φαρισαίων εἰς μέσον, εἶτα τί δράσωμεν διδασκέτω τὸν μακάριον Σαμουὴλ ἑαυτῷ μαρτυροῦντα τὰ κάλλιστα. εὑρίσκεται γάρ που τοῖς ἐξ Ἰσραὴλ ἀπολογούμενος καὶ λέγων "Μάρτυς Κύριος ἐν "ὑμῖν καὶ μάρτυς ὁ χριστὸς αὐτοῦ σήμερον ἐν ταύτῃ τῇ "ἡμέρᾳ, ὅτι οὐχ εὑρήκατε ἐν ταῖς χερσί μου οὐδέν." ἀλλ' εἴπερ ὁ νόμος ἑαυτῷ μαρτυρεῖν τινα διεκώλυε, πῶς εἰπέ μοι παρ' οὐδὲν αὐτὸν ἐποιήσατο Σαμουὴλ, καίτοι τῆς θείας γραφῆς λεγούσης περὶ αὐτοῦ "Ἅγιος ἦν Μωυσῆς καὶ "̓Ααρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς "ἐπικαλουμένοις αὐτόν· ἐπεκαλοῦντο τὸν Κύριον, καὶ αὐτὸς "ἐπήκουεν αὐτῶν· ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς· "ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ, καὶ τὰ προστάγματα "αὐτοῦ ἃ ἔδωκεν αὐτοῖς." ὁρᾷς ὅτι συνεπλάκη τῷ μακαρίῳ Μωυσεῖ ὡς συντρέχουσαν ἔχων ἐκείνῳ τὴν ἀρετὴν, καὶ ὡς ἀκριβὴς νομοφύλαξ μαρτυρεῖται διὰ τοῦ Πνεύματος; πῶς οὖν παρέβη τὸν νόμον ἑαυτῷ μαρτυρήσας, εἴποι τις ἄν; ἀλλ' οὐ παρέβη· μαρτυρεῖται γὰρ ὡς φυλάσσων, καὶ μεμαρτύ ρηκεν ἑαυτῷ. νόμος οὖν ἄρα τὸ μαρτυρεῖν ἑαυτῷ τῶν ὄντων οὐδένα κωλύει. τί δὲ πρὸς τούτοις ἐροῦμεν, ὅταν ἴδωμεν λέγοντα τὸν μακάριον ∆αυείδ "Κύριε ὁ Θεός μου, εἰ ἐποίησα "τοῦτο, εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά;" ἀλλὰ καὶ πρὸς τοῦτό φησιν ὁ μακάριος Ἱερεμίας "Κύριε παντο "κράτωρ, οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, ἀλλ' "ηὐλαβούμην ἀπὸ προσώπου χειρός σου·" Παῦλος δὲ πάλιν ὁ σοφώτατος, καίτοι "πεπαιδευμένος κατὰ ἀκρίβειαν "τὸν πατρῷον νόμον," καθάπερ οὖν καὶ αὐτός που διε 1.717 μαρτύρατο "Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα" διαῤῥήδην ἀναβοᾷ. Λεγέτω τοιγαροῦν ἐφ' ἑκάστῳ τούτων ὁ Φαρισαῖος Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς, ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθὴς, εἰ καὶ ὅτι μάλιστα τοῖς ἐπιτιμᾶν αὐτῷ μὴ παραιτουμένοις τῷ πάντων ∆εσπότῃ, τὸ κατὰ τῶν ἄλλων τὰ χείριστα δρᾶν ἱππηλατῶν. πλὴν ἐκεῖνο λέγομεν ἀναλαβόντες εἰσαῦθις, ὡς οὐκ ἀναγκαία μὲν ἐκ νομικῶν ἐνταλμάτων ἡ τῶν Φαρισαίων ἀντίῤῥησις, ἀπὸ δὲ μόνου πεποιημένη τοῦ κρατοῦντος ἐν συνηθείᾳ, καὶ τοῦ μὴ πρέπειν δοκοῦντος τοῖς ἐπιεικέσι τὸν τρόπον· λοιδορία δὲ μᾶλλόν ἐστιν ἡ ἀντίῤῥησις νομικὴ, ὑποκλέπτουσά πως αὐτοῦ τοὺς ἤδη θαυμάζοντας καὶ ὅτι προσήκει πιστεύειν ἀναπεπεισμένους. διασύρουσι γὰρ ὡς οὐκ ἀληθεύοντα, καὶ τὴν τῶν εἰρημένων ἀρτίως παραφθεί ροντες πίστιν, οὐδὲ φῶς κατὰ ἀλήθειαν εἶναί φασι, τὸν ἐκ τῆς δυσφημίας ὄλεθρον ταῖς ἑαυτῶν ἐπαντλοῦντες οἱ δειλαιοὶ κεφαλαῖς. Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω. Τοῦθ' ὅπερ ἐστὶ κατὰ φύσιν καὶ ἀληθῶς ἑαυτὸν φάσκον τος εἶναι τοῦ Χριστοῦ "Ἐγὼ γάρ εἰμι τὸ φῶς τοῦ κόσμου," διαῤῥήδην ἀνεφώνει· διεψεῦσθαι πάλιν αὐτὸν ἡ φιλοκίν δυνος τῶν Φαρισαίων ᾠήθη πληθύς. οὐ γὰρ ᾔδεσαν ἀσυνε τοῦντες ἐκτόπως, ὅτι τὴν ἰδίαν τινὲς ὅταν γε ἐκδιηγοῦνται φύσιν, καὶ τὰ οὐσιωδῶς αὐτοῖς ἐνυπάρχοντα λέγουσιν, οὐ φιλοκόμπως αὐτοὺς τοῦτο δρᾶν τὰ εἰκότα φρονοῦντες ὑπο τοπήσομεν, ἀλλ' οὐδὲ δόξαν ἐροῦμεν φιλοθηρεῖν τὴν διά κενον, ἐκτρανοῦν δὲ μᾶλλον, ὅπερ εἰσὶν ἀληθῶς. οἷον δὲ δή 1.718 τι πάλιν ἐπὶ τούτῳ φαμὲν, ὅταν ἄγγελος εἴπῃ τὴν ἰδίαν κατασημαίνων φύσιν Ἄγγελός εἰμι· εἰ καὶ ὅταν ἄνθρωπος τοῦθ' ὅπερ ἐστὶν ἐπιδεικνύων λέγει Ἄνθρωπός εἰμι· ἀλλὰ καὶ εἴ τις ἡλίῳ περιθείη φωνὴν, εἶτα κἀκεῖνος τῆς ἑαυτοῦ φύσεως τὸ ἴδιον ἐκδιδάσκων Ἐγὼ, φαίη, τὸν οὐράνιον δια θέων κύκλον, λαμπρὸν ἀφίημι φῶς τοῖς ἐπὶ τῆς γῆς· οὐχ ἑαυτῷ τις αὐτὸν τὰ μὴ προσόντα μαρτυρεῖν, ἀλλ' ὅπερ ὄντως ἐστὶ κατὰ φύσιν, εὐλόγως οἰήσεται. τὸν αὐτὸν οἶμαι τρόπον καὶ ἐπὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, κἂν φῶς ἑαυτὸν εἶναι λέγῃ, τἀληθὲς ἐρεῖ, καὶ οὐδὲν ἧττον ἔξωθεν ἐπικομπάζων ἁλώσεται. οὐ συνέντες τοιγαροῦν τὸν Ἐμμανουὴλ οἱ πολλοὶ συζῶντες ἀπαιδευσίᾳ, φιλοδοξεῖν μὲν αὐτὸν ὑπολαμβάνουσιν, ὡς ἑνὶ δὲ τῶν καθ' ἡμᾶς ἐπιφύονται, καὶ οὐ καταπεφρίκασι λέγοντες "Ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθὴς," τῷ μὴ εἰδότι τὸ ψεύδεσθαι· οὐ γὰρ "εὑρέθη δόλος ἐν τῷ στόματι "αὐτοῦ," καθὰ γέγραπται. ἀλλ' ἔδει πάλιν πολὺ δὴ λίαν τῆς ἀληθείας ἀπεσφαλμένους, καὶ ἀποφοιτῶντας τοῦ πρέ ποντος λογισμοῦ χειραγωγῆσαι τοὺς πλανωμένους καὶ ἀνε ξικάκως ὅτι τοῦ πρέποντος διημαρτήκασιν εἰπεῖν, τῷ ἄνωθεν ὄντι καὶ ἐκ Θεοῦ Πατρὸς γεγεννημένῳ, τὸ καὶ ψεύδεσθαι φιλεῖν ἀνοσίως ἐπιγράφοντες. ἀληθὴς γάρ φησίν ἐστιν ἡ ἐμὴ μαρτυρία κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ. ἀνθρώποις μὲν γὰρ ἐκ φιλαυτίας ἔσθ' ὅτε τὸ θέλειν ἑαυτοῖς ἐπιμαρτυρεῖν τὰ κάλλιστα, κἂν εἰ μὴ τύχοιεν ἔχοντες, ὁρᾶται προσπε φυκός· εὐόλισθος γὰρ εἰς τὸ φαῦλον ἡ φύσις· ἀλλ' οὐκ ἐμοὶ, φησὶ, τὸ δύνασθαι ταὐτὰ πρόσεστι νοσεῖν τοῖς ἀπὸ τῆς γῆς. οἶδα γὰρ πόθεν εἰμί· φῶς ἐκ φωτὸς δηλονότι, καὶ Θεὸς ἀληθινὸς ἐκ Θεοῦ Πατρὸς ἀληθινοῦ ἄβατον ἀσθενείας ἔχων τὴν φύσιν. εἰ γὰρ καὶ ἄνθρωπος γέγονά φησι διὰ τὴν εἰς 1.719 ἀνθρώπους ἀγάπην, ἀλλ' οὐ διὰ τοῦτο τῆς θεοπρεποῦς ἀξίας ἔρημος ὢν γνωσθήσομαι· μένω δὲ πάλιν ὅπερ εἰμὶ κατὰ φύσιν, τουτέστι Θεός. ἀπόδειξις δὲ τούτου σαφὴς, τὸ εἰδέναι ποῦ ὑπάγω· ἀναβήσομαι γὰρ εἰς οὐρανοὺς πρὸς τὸν ἐξ οὗπέρ εἰμι Πατέρα. ὅπερ οἶμαι φαίη τις ἂν οὐκ ἀνθρώπῳ πρέπειν ἑνὶ τῶν καθ' ἡμᾶς, ἀλλὰ τῷ κατὰ φύσιν Θεῷ, καὶ εἰ γέγονεν ἄνθρωπος. οὐκοῦν τὸ μὲν οἶδα πόθεν εἰμὶ, τὸ ἐκ τοῦ Πατρὸς κατὰ φύσιν εἶναι τὸν Υἱὸν ὑπαινίττεται· τὸ δέ Ποῦ ὑπάγω, θεοπρεποῦς μὲν ἐξουσίας ἐπίδειξις. ἄνεισι γὰρ ὡς Θεὸς ἐπάνω τῶν οὐρανῶν, ὡς ὁ Παῦλός φησιν· ἀπειλὴν δ' οὖν ὅμως, εἰ καὶ οὐ σφόδρα σαφῶς, τῇ τῶν Ἰουδαίων ἀνοσιότητι πρέπουσαν ἔχει. ὡς γὰρ ὅσον οὐδέπω πάντως μὲν ἀπαναστήσεται τοῦ γένους αὐτῶν, ἐν τούτοις ὁρᾶται λέγων, ἐν ἐρημίᾳ δὲ τοῦ θείου φωτὸς καταλελοιπὼς, ἐν ἀγνοίᾳ καὶ σκότῳ βαθεῖ γενέσθαι παρασκευάσει, ὅπερ αὐτοῖς ἐν ἑτέροις σαφέστερον φαίνεται διειπών "Ἕως γὰρ τὸ "φῶς ἔχετε, φησὶ, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτία "ὑμᾶς καταλάβῃ." Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ κρίνω οὐδένα. Ἀξιεραστοτάτῃ πραότητι πάλιν τὸν ἁπάντων Κύριον ἀποκεχρημένον εὑρήσομεν· οὐ γὰρ ἰσοστάθμοις ὀργαῖς τοὺς δυσφημοῦντας αὐτὸν ἀνταμείβεται, καίτοι πικρὰς ᾔδει μετα σχεῖν ὀφείλοντας δίκας· ἀλλὰ τοὺς τῶν ἰατρῶν ἐπιεικε στέρους ἀπομιμούμενος δικαίως ἂν οἶμαι κἀν τούτῳ θαυμά ζοιτο. οἱ μὲν γὰρ τὰς τῶν ἀῤῥωστούντων ὀλιγωρίας ἐν οὐδενὶ πολλάκις τίθενται λόγῳ, ἀνεξικακοῦντες δὲ τληπαθέ στατα πάλιν αὐτοῖς ἐπίκουρον ποιοῦνται τὴν τέχνην, τὸ πεφυκὸς ἀνιᾶν ἀφανίζοντες, καὶ διαλοιδορούμενοι ἔσθ' ὅτε, τὸ συντελοῦν εἰς ὑγείαν ἐξηγούμενοι μεταπείθουσί πως ἐπὶ τὸ δρᾶν ἐπείγεσθαι τὰ συμφέροντα, καὶ τῆς νόσου τὴν 1.720 αἰτίαν καταλευκαίνουσιν. ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς καὶ δυσφημούντων ἀνέχεται, καὶ λοιδορούμενος ὠφελεῖ, καταδεσμεῖ τῶν ὑβριζόντων τὰ τραύματα· ἀλλὰ καὶ πόθεν αὐτοῖς συνέβη νοσεῖν τῆς εἰς αὐτὸν ἀπιστίας τὰ ἐγκλήματα, καταλέγει διαφανέστατα. ὑμεῖς γάρ φησι κατὰ τὴν σάρκα κρίνετε, τουτέστι, πλανᾶσθε, καὶ λίαν εἰκότως, ἐπείπερ ὁρᾶτε πρὸς μόνην ταύτην τὴν σάρκα, καίτοι πολὺ δὴ μᾶλλον τῇ τῶν ἔργων μεγαλοπρεπείᾳ προσέχειν ὀφεί λοντες· ἕνα δὲ τῶν καθ' ὑμᾶς εἶναι πιστεύοντες διὰ τὸ κατημφιέσθαι τῇ ὑμετέρᾳ σαρκὶ, ἐξηπάτησθε δεινῶς, καὶ τὸ βαθὺ τῆς μετὰ σαρκὸς οἰκονομίας οὐκ ἐπαθροῦντες μυστήριον, ἀβουλοτάτην ἐπ' ἐμοὶ τὴν ψῆφον ὁρίζετε, ψεύδεσθαι λέγοντες τὴν ἀλήθειαν. ἐγὼ δὲ τὸ κρίνειν ὑμᾶς εἰς καιρὸν ἕτερον ὑπερθήσομαι "Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν εἰς τὸν "κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος." Οἶμαι μὲν οὖν οὐκ ἀκόμψως λελύσθαι τὸ ἐν τῷ προκει μένῳ ζητούμενον· ἰέναι δὲ πάλιν καὶ δι' ἑτέρων ἐξέσται θεωρημάτων τὸν ἐπ' αὐτῷ καθ' ὅσον ἐνδέχεται καταλεπτύ νουσι νοῦν. ὑμεῖς φησι κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ οὐ κρίνω οὐδένα. οὐδέν φησιν ἔχοντες τὸ παράπαν ἐγκαλεῖν, ἀλλ' οὐδὲ τοῖς ἡμετέροις τερατουργήμασιν εὐλόγως ἂν ἐπισκῆψαι δυνάμενοι, διὰ μόνην μὲν τὴν σάρκα κατασμικρύνετε, καὶ ἐπείπερ ἄνθρωπος ὁρῶμαι καθ' ὑμᾶς, ἐν τῷ μηδενὶ δυσσεβῶς κατετάξατε. ἀλλ' ἐγώ φησιν οὐ διὰ ταύτην ὑμᾶς κατακρίνω τὴν αἰτίαν. οὐ γὰρ ἐπείπερ ἄνθρωποι τὴν φύσιν ἐστὲ, διὰ τοῦτο πάντως ὑμᾶς λογιοῦμαι τὸ μηδὲν, οὐδὲ διὰ τοῦτο δίκην ἀποδώσετε τῷ Κριτῇ. οὐκ ἐπιτιμῶ τῇ φύσει, οὐ κατα δικάζω τῶν ἐμαυτοῦ δημιουργημάτων, οὐδὲν ἐν ἀνθρώπῳ τὸ πλημμέλημα διὰ τὸν ἄνθρωπον εἶναί φημι. ἀλλ' ὑμεῖς μὲν 1.721 διὰ τὴν σάρκα τὸ μηδὲν εἶναί με λογίζεσθε, καὶ διὰ τοῦτο κατεκρίνατε· ἐγὼ δὲ οὐχ οὕτω λελόγισμαι περὶ ὑμῶν, ἀλλά τι μέγα καὶ τίμιον χρῆμα τὸν ἄνθρωπον, εἰ καὶ γέγονεν ἀπὸ γῆς, ἐπιστάμενος· καίτοι Θεὸς ὑπάρχων ἀληθινὸς, καὶ ἐν μορφῇ γεγεννηκότος με Πατρὸς, ἐμαυτὸν ἐταπείνωσα μορφὴν δούλου λαβὼν, καὶ ἄνθρωπος γεγονώς· ἐφ' ᾧ δὴ νυνὶ μόνῳ κατακρίνομαι παρ' ὑμῶν, καίτοι κρίνων αὐτὸς ἐπὶ τούτῳ μηδένα. καὶ ἐὰν κρίνω ἐγὼ, ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστὶ καὶ ἀληθὴς, ὅτι μόνος οὐκ εἰμὶ, ἀλλ' ἐγὼ καὶ ὁ πέμψας με Πατήρ. Ἆρ' οὖν, ἐρεῖ τις τυχὸν τῶν τἀναντία τοῖς τῆς Ἐκκλησίας" φρονούντων δόγμασι, διὰ τοῦτο καὶ μόνον κρίνειν ὀρθῶς οἶδεν ὁ Υἱὸς, ἐπείπερ αὐτῷ τοῦτο δρῶντι σύνεστιν ὁ Πατήρ; τούτου δὲ τῇδε κειμένου, καὶ ἔχοντος ἀληθῶς, τί λοιπόν ἐστι τὸ διακωλύον εἰπεῖν διὰ βουλῆς τοῦ Πατρὸς πηδαλιουχεῖσθαι τρόπον τινὰ πρὸς ὀρθότητα τὸν Υἱὸν, οὐκ ἔχοντα τοῦτο τελείως, ἢ καὶ ἀνεγκλήτως δυνάμενον κατορ θοῦν ἐξ ἑαυτοῦ; Τί οὖν ἄρα καὶ ἡμεῖς τοῖς παρ' ἐκείνων ἀντεροῦμεν λό γοις; δυσσεβὲς ὑμῶν, ὦ οὗτοι, τὸ φρόνημα, καὶ μόναις ταῖς Ἰουδαίων ἀπονοίαις ὅτι μάλιστα πρεπωδέστατον· οὐ γὰρ ὡς οὐκ ἔχων τὸ δίκαια κρίνειν ἐξ ἑαυτοῦ δύνασθαι, τὰ τοιαῦτά φησιν ὁ Υἱός· ἐπιμαρτυρήσει γὰρ αὐτῷ λέγων καὶ ὁ μελῳ δὸς ἐν Πνεύματι "Ὁ Θεὸς κριτὴς δίκαιος." ὅτι δὲ κριτὴς ἕτερος παρ' αὐτὸν οὐδεὶς, αὐτὸς εἰσδραμεῖται μάρτυς ἡμῖν ἐν εὐαγγελίοις εἰπών "Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ "πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ." ἆρα οὖν ὡς οὐκ εἰδότι κρίνειν ὀρθῶς τὴν κρίσιν δέδωκεν ὁ Θεὸς καὶ Πατήρ; ἀλλ' οἶμαι τῆς ἁπασῶν ἐσχάτης ἀπονοίας δοίη τις ἂν τὸ οὕτως 1.722 διακεῖσθαι περὶ τῆς δικαιοσύνης τοῦ Πατρὸς, τουτέστι τοῦ Υἱοῦ. οἶδε γὰρ ὁ Πατὴρ τὸ ἴδιον γέννημα, δέδωκεν αὐτῷ τὴν κρίσιν, τὸ δίκαια κρίνειν δύνασθαι καὶ διὰ τοῦ δοῦναι σαφῶς ἐπιμαρτυρῶν. ἔστι τοιγαροῦν προδηλότατον, ὡς οὐκ ἀσθενῶν περὶ τὸ τὰ δίκαια κρίνειν συνδικάσειν ἑαυτῷ τὸν Πατέρα φησὶν, ἀλλ' ὠδίνει τινὰ θεωρίαν τὸ προκείμενον τοῖς ἀνωτέρω συγγενῆ καὶ ἀκόλουθον. τί δὴ οὖν ἄρα βού λεται δηλοῦν, ἐροῦμεν σαφῶς. Ὑμεῖς, φησὶν, ὦ τῶν Ἰουδαίων ἡγεμόνες καὶ διδάσκαλοι, πονηρὰν ἐπ' ἐμοὶ καὶ ἀδικω τάτην ἐποιήσασθε κρίσιν· διὰ γὰρ μόνην τὴν σάρκα τὸ μηδὲν ἡγεῖσθαι δεῖν ὑπολαμβάνετε, καίτοι κατὰ φύσιν ὄντα Θεόν. ἐγὼ δὲ κρίνειν τὰ καθ' ὑμᾶς ἀρξάμενος, οὐ τοιαύτην καθ' ὑμῶν ἐξοίσω τὴν ψῆφον· οὐ γὰρ ἐπείπερ ἐστὲ κατὰ φύσιν ἄνθρωποι, διὰ τοῦτο κολάζεσθαι πρέπειν ὑμᾶς οἰήσομαι δεῖν· ἔχων δὲ μᾶλλον ἐφ' ἅπασι συνθελητὴν καὶ συνδικαστὴν τὸν Πατέρα, κατακρίνω δικαίως ὑμᾶς. καὶ διὰ ποίαν αἰτίαν; οὐ γὰρ ἐδέξασθε τὸν οὐρανόθεν ἥκοντα, καὶ ὡς ὑμᾶς ἐκ Πατρὸς ἀπεσταλμένον ἐξυβρίζοντες οὐ διαλελοίπατε, τὸν ἐπὶ σωτηρίᾳ τῶν ὅλων ἐπιδημήσαντα κατεσμικρύνατέ με διὰ μόνην τὴν σάρκα, μακράν που τὸν ἀεὶ φίλον ὑμῖν ἀπολακτίσαντες νόμον. ποῦ γὰρ εἰπέ μοι Μωυσῆς καταδικάζειν χρῆναι κελεύει τινὸς διὰ τὸ ἄνθρωπον εἶναι τὴν φύσιν; οὐκοῦν ἄδικα μὲν ὑμεῖς καὶ κρίνετε καὶ λογίζεσθε· οὐ γὰρ ἔχετε συνεθελητὴν ἐν τούτοις τὸν νόμον, μόνοι δὲ κατὰ παντὸς τολμᾶτε δεινοῦ, τὰς ἐκ τῶν θείων θελημάτων συμπνοίας οὐκ ἔχοντες· ἐγὼ δὲ οὐχ οὕτως, σύνδρομον γὰρ ὥσπερ καὶ συνευδοκητὴν ἔχων ἐφ' ἅπασι τοῖς καθ' ὑμῶν ἐν ἐμαυτῷ τὸν Πατέρα, κρίνω δικαιότατα παραδιδοὺς εἰς ἐρήμωσιν ὅλην 1.723 ὑμῶν τὴν χώραν, καὶ ταῖς ἐκ πολέμου καταχωννύων συμ φοραῖς, ἀλλὰ καὶ αὐτῆς τῆς τῶν οὐρανῶν βασιλείας ἐκ πέμπων τοὺς οὕτω λελυττηκότας κατὰ τοῦ σώζειν ἐθέ λοντος, καὶ διὰ ταύτην ἀφιγμένου τὴν αἰτίαν ἐν ἀνθρωπίνῳ σχήματι. Καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν. ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ καὶ ὁ πέμψας με Πατήρ. Συνδικάσειν ἑαυτῷ τὸν Θεὸν καὶ Πατέρα καὶ συγκατα κρινεῖν τοὺς εἰς αὐτὸν δυσσεβοῦντας εἰπὼν, δέχεται τὴν τῶν προσώπων δυάδα καὶ πρὸς ἕτερόν τι χρήσιμον. ἐγὼ μὲν γὰρ, φησὶν, ὅπερ εἰμὶ κατὰ φύσιν, τοῦτο καὶ λέγειν οὐ παραιτήσομαι. φῶς μὲν γάρ εἰμι τοῦ κόσμου, καὶ φιλο κομπεῖν μὲν ὅλως οὐκ ἄν τῳ δοκοίην ἐγώ· οὐ γὰρ ἐπ' ὀθνείοις πλεονεκτήμασιν, ἀλλὰ τοῖς ἐμοὶ προσοῦσιν οὐ σιωδῶς σεμνύνομαι. πλὴν εἰ ταῦτα λέγων, οὐκ ἀξιόχρεως εἶναι δοκῶ πρὸς τὸ χρῆναι λαβεῖν παρ' ὑμῶν τὴν ἐπ' ἀληθείᾳ σύνεσιν, ἐπείπερ εἰμὶ μόνος, καὶ ἐμαυτῷ μεμαρ τύρηκα, παραλήψομαι συνεργοῦντά τε καὶ συμψηφιούμενον τοῖς ἐμοῖς πλεονεκτήμασι τὸν Θεὸν καὶ Πατέρα. συνθαυ ματουργεῖ γάρ μοι, φησὶν, ὡς ὁρᾶτε, καὶ συνεργάζεται. ὅσον μὲν γὰρ ἧκεν εἰς ἀνθρώπου φύσιν, οὐκ ἄν τι δρῴην ἐγὼ, εἰ τὸ εἶναι Θεὸν κατὰ φύσιν οὐκ ἔχω· ὅσον δὲ εἰς τὸ ὑπάρχειν ἐκ Πατρὸς, ἔχειν τε ἐν ἐμαυτῷ τὸν Πατέρα, καὶ πάντα δύνασθαι κατορθοῦν ὁμολογῶ, καὶ τῇ τοῦ γεννήσαντος μαρ τυροῦμαι φύσει· ὡς γὰρ διὰ τὴν ταυτότητα τῆς οὐσίας ἔχων αὐτὸν ἐν ἐμαυτῷ, ἐπὶ τὸ πάντα κατορθοῦν ἀδιακωλύτως ἔρχομαι. ἔχει γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἀπὸ μὲν 1.724 τῆς θείας φύσεως τὸ παντουργικὸν ὡς Θεὸς, καὶ εἰ πέφηνεν ἄνθρωπος· μαρτυρεῖται δὲ καὶ παρὰ τοῦ Πατρὸς, ὡς συνερ γάτην αὐτὸν ἐφ' ἅπασιν ἔχων κατὰ τὸ εἰρημένον παρ' αὐτοῦ "̓Απ' ἐμαυτοῦ ποιῶ οὐδέν· ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ μένων "ποιεῖ τὰ ἔργα αὐτός." λογιζόμεθα δὲ συνεργάζεσθαι τῷ Υἱῷ τὸν Πατέρα, οὐχ ὡς ἀτονοῦντι τυχὸν ἰδίαν τινὰ καὶ ἑτέραν συνεισάγοντα δύναμιν πρὸς τὴν τῶν τελουμένων κατόρθωσιν. εἰ γὰρ οὕτω νοοῦμεν, ἀτελῆ πάντως εἶναι δώσομεν καὶ τὴν τοῦ Πατρὸς δύναμιν καὶ τὴν τοῦ Υἱοῦ, εἴ γε δι' ἀμφοῖν ἀποτελεῖταί τι τῶν παραδόξων· ὥσπερ οὐκ ἀρκοῦντος εἰς τὴν χρείαν ἑνός. εὐσεβέστερον δὲ καὶ νοοῦντες καὶ δεχόμενοι τὸ εἰρημένον, ἐροῦμεν πάλιν, ὡς ἐπείπερ ἐστὶν ἐν Πατρὶ καὶ Υἱῷ καὶ μία θεότης, καὶ τῆς αὐτῆς φύσεως ἀπαράλλακτος ἐξουσία τε καὶ δύναμις, ἔσται δήπου πάντως ἔργα τοῦ Θεοῦ καὶ Πατρὸς τὰ τοῦ Υἱοῦ, ἔργα δὲ αὖ πάλιν τοῦ Υἱοῦ τὰ τοῦ Θεοῦ καὶ Πατρός. λέγει δὲ τό Οὐδὲν ἀπ' ἐμαυτοῦ ποιῶ, οὐχ ὡς ὑπηρέτης ἢ ὑπουργὸς, ἢ καὶ ἐν μαθητοῦ τινος τάξει διακείμενος, καὶ περιμένων τὸ διακελεύεσθαι παρὰ τοῦ Πατρὸς, ἢ καὶ διδακτικὸς πρὸς τὸ κατορθοῦν ἰέναι τὰ παράδοξα· ἐκεῖνο δὲ μᾶλλον ἀκριβέστατα κατασημαίνων, ὅτι τῆς οὐσίας ἐκπεφυκὼς τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ φωτός τινος δίκην ἐκ τῶν ἀδύτων αὐτοῦ κόλπων ἀῤῥήτως τε καὶ ἀνάρχως ἀναφὺς, καὶ συνυπάρχων ἀϊδίως αὐτῷ, εἰκών τε καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ καὶ ὑπάρχων καὶ νοού μενος, τὴν αὐτὴν αὐτῷ γνώμην, ἵν' οὕτως εἴπω, καὶ τὴν ἐφ' ἅπασιν ἐνέργειαν ἔχει. ἵνα γὰρ διδάξῃ σαφῶς ὅτι καὶ συνεθελητής ἐστι πρὸς ἅπαντα τῷ Γεννήτορι, ποιῶ, φησὶν, οὐδὲν ἀπ' ἐμαυτοῦ· ὅμοιον γὰρ ὡς εἰ ἔλεγεν Οὐκ ἐξῴκισμαί ποι πρὸς ἰδίαν τινὰ θέλησιν, τὴν οὐκ ἐνοῦσαν τῷ Θεῷ καὶ 1.725 Πατρί. ὅσα πέφυκεν ἡ τοῦ Πατρὸς βούλεσθαί τε καὶ λογί ζεσθαι φύσις, ταῦτα δὴ πάντως ἐστὶ καὶ ἐν ἐμοὶ, ἐπείπερ τῶν ἐκείνου κόλπων ἐξέλαμψα, καὶ εἰμὶ καρπὸς ἀληθινὸς τῆς οὐσίας αὐτοῦ. δυσχερῆ μὲν οὖν ταῦτα πρὸς ἐξήγησιν, καὶ τὸ ἐκτρανοῦσθαι διὰ γλώσσης οὐκ ἀταλαίπωρον τὸ καὶ αὐταῖς ἔσθ' ὅτε ταῖς διανοίαις οὐκ ἐφικτόν. εἰς εὐσεβῆ δ' οὖν ὅμως θεωρίαν, εἰς ὅσονπερ ἄγοντες ἐνδέχεται τὰ τοιαῦτα, μισθὸν ἑαυτοῖς περιποιήσομεν τὸν οὐράνιον, ἄτρωτόν τε οὕτω καὶ ἀκλόνητον ταῖς εἰς ἕτερόν τι παρατροπαῖς τὸν ἑαυτῶν διατη ρήσομεν νοῦν. Σημειωτέον δὲ ὅτι προσθεὶς ὁ Σωτὴρ καὶ λέγων πρὸς Ἰουδαίους Καὶ ἐν τῷ ὑμετέρῳ δὲ νόμῳ γέγραπται, καταδέχε σθαι λοιπὸν ὡς ἐξ ἀνάγκης ἀναπείθει τοὺς Φαρισαίους τὴν τῶν προσώπων δυάδα. μαρτυρῶ μὲν γὰρ ἐγὼ περὶ ἐμαυτοῦ, φησὶν, συλλήψεται δέ μοι καὶ πρὸς τοῦτο καὶ ὁ Πατήρ· ἆρα οὖν ἔσται παρ' ὑμῖν δεκτὴ ἡ τῶν μαρτύρων δυὰς νομικῷ βεβαιουμένη γράμματι, ἢ πάλιν εἰς μόνον ὁρῶντες τὸν ἐπ' ἐμοὶ φθόνον, οὐδὲ τὸν ὑμῖν τεθαυμασμένον τηρήσετε νόμον; Ἔλεγον οὖν αὐτῷ Ποῦ ἐστιν ὁ Πατήρ σου; Κἀν τούτῳ δὴ μάλιστα τῆς τῶν Ἰουδαίων ἀσυνεσίας πᾶς τις οὖν, οἶμαι, καὶ λίαν εἰκότως καταβοήσειε τὸ προφητικὸν ἐκεῖνο λέγων "Ἰδοὺ λαὸς μωρὸς καὶ ἀκάρδιος." μακροῦ γὰρ πολλάκις πρὸς αὐτοὺς γεγονότος τοῦ λόγου παρὰ τοῦ Σω τῆρος ἡμῶν Χριστοῦ, ἄνω τε καὶ κάτω τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν ὀνομάζοντος, πρὸς τοσαύτην οἱ δειλαιοὶ κατολισθαίνουσιν ἄνοιαν, ὡς ἀποτολμῆσαι λέγειν Ποῦ ἐστιν ὁ Πατήρ σου; λογίζονται μὲν γὰρ περὶ μὲν τοῦ ὄντος ἐν τοῖς οὐρανοῖς Θεοῦ τὸ παράπαν καὶ Πατρὸς οὐδὲν, περιβλέπονται δὲ μᾶλλον καὶ ζητοῦσι τὸν Ἰωσὴφ, αὐτὸν εἶναι πατέρα Χριστοῦ, καὶ οὐχ ἑτέρως ἔχειν τε πεπιστευκότες. ὁρᾷς οὖν 1.726 ὅπως λαὸς ὄντως μωρὸς καὶ ἀκάρδιος εὐλόγως ἀποκέκληται· τὸν γὰρ τῆς διανοίας ὀφθαλμὸν οὐδ' ὅσον τῶν ἐπιγείων ἀνακουφίζειν δυνάμενοι, δεικνύουσιν ἀληθὲς τὸ ἐπ' αὐτοῖς εἰρημένον "Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ "βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον·" ζῴων μὲν γὰρ τῶν ἀλόγων συνεκάμφθη τὰ νῶτα, τοῦτο γὰρ παρὰ τῆς φύσεως ἐχόντων τὸ σχῆμα, καὶ ὀρθοτενὲς ἐν αὐτοῖς οὐδέν. ἀλλὰ καὶ τῶν Ἰουδαίων ὁ νοῦς ἀπεκτηνώθη τρόπον τινὰ, καὶ νένευκεν ἀεὶ πρὸς τὸ κάτω, βλέπει δὲ τῶν οὐρανίων οὐδέν. ἢ γὰρ οὐχὶ καὶ ἐξ αὐτοῦ τοῦ πράγματος εἰς τὸν ἐπὶ τοῦτο λόγον ἄριστα παιδαγωγούμενοι φρονοῦμέν τε καὶ λογιζόμεθα περὶ αὐτῶν ἀληθῆ; εἰ γὰρ ὅλως ἐλογίζοντο τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, πῶς ἂν ἐζήτησαν τὸν ἀσώματον ἐν τόπῳ; πῶς δ' ἂν, εἰπέ μοι, περὶ τοῦ τὰ πάντα πληροῦντος Θεοῦ, τό Ποῦ ἐστιν ἀβουλότατα λέγοντες, οὐχ ὅλῃ μάχονται τῇ θείᾳ γραφῇ, καίτοι τὸν περὶ τοῦ Θεοῦ λόγον ὡς ἔνι διεξιὼν ὁ θεσπέσιος μελῳδὸς, καὶ τὸ πάντα δύνασθαι πληροῦν ἀναθεὶς αὐτῷ "Ποῦ πορευθῶ, φησὶν, ἀπὸ "τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; "ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ εἶ ἐκεῖ, ἐὰν καταβῶ εἰς τὸν "ᾅδην, πάρει· ἐὰν ἀναλάβω τὰς πτέρυγάς μου κατ' ὄρθρον "καὶ πορευθῶ εἰς τὰ ἔσχατα τῆς θαλάσσης, καὶ γὰρ ἐκεῖ ἡ "χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου." ἀλλὰ καὶ αὐτὸς ἡμῖν ὁ ἐπὶ πάντων Θεὸς, ὅτι μὴ τόπῳ περιγραπτὴν φύσιν ἔχει καθαρῶς ἐπιδεικνὺς, πρὸς αὐτοὺς τοὺς οὕτω φησὶν ἀνοσίους Ἰουδαίους "Μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν "γῆν ἐγὼ πληρῶ, λέγει Κύριος· ποῖον οἶκον οἰκοδομήσετέ "μοι; ἢ τίς τόπος τῆς καταπαύσεώς μου; ὁ οὐρανός μοι "θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου." ἔστι τοι γαροῦν διὰ πάντων ὁρᾶν ἀμαθαίνοντας Ἰουδαίους, ὅτε λέγουσι τῷ Σωτῆρι Χριστῷ Ποῦ ἐστιν ὁ Πατήρ σου; εἰ μὴ 1.727 περὶ τοῦ κατὰ σάρκα νομισθέντος πατρὸς τὰ τοιαῦτά φασι, ληροῦντες κἀν τούτῳ. εἰκὸς δὲ δή τι καὶ ἕτερον ὑπαινίττε σθαι βαθὺ τῶν Ἰουδαίων τοὺς λόγους. ἐπειδὴ γὰρ ᾤοντο μεμοιχεῦσθαι πρὸ γάμου τὴν ἁγίαν παρθένον, ταύτῃτοι καὶ μάλα πικρῶς ὡς μηδὲ εἰδότι τῷ Χριστῷ τὸν ἐξ οὗπέρ ἐστι διαλοιδοροῦνται λέγοντες Ποῦ ἐστιν ὁ πατήρ σου; ληροῦντες. Ἀπεκρίθη Ἰησοῦς Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν Πατέρα μου· εἰ ἐμὲ οἴδατε καὶ τὸν Πατέρα μου ἂν εἴδητε. Ἀληθὴς ὁ λόγος, καὶ οὐδαμόθεν ἐπὶ τῷ διεψεῦσθαι κατη γορεῖσθαι δυνάμενος. οἱ γὰρ ὄντως ἐξ Ἰωσὴφ, ἤγουν ἐκ πορνείας, νομίζοντες εἶναι τὸν Χριστὸν καὶ τὸν ἐκ Θεοῦ Πατρὸς ἀγνοήσαντες πεφηνότα Λόγον, πῶς οὐκ εὐλόγως ἀκούσονται τό Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν Πατέρα μου; εἰ γὰρ ᾔδεσαν τὸν ἐκ Θεοῦ καὶ Πατρὸς πεφηνότα Λόγον, καὶ δι' ἡμᾶς ἐν σαρκὶ γεγονότα κατὰ τὴν θείαν γραφὴν, ἐπέγνωσαν ἂν καὶ τὸν τούτου γεννήτορα. ἀκριβεστάτη γὰρ ἐπίγνωσις τοῦ Πατρὸς δι' Υἱοῦ ταῖς τῶν φιλομαθεστέρων διανοίαις ἐγγίνεται, καθὰ καὶ αὐτός που διεβεβαιώσατο λέγων ὡς πρὸς Θεὸν καὶ Πατέρα "Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς "ἀνθρώποις." καὶ πάλιν "Ἐθαυμαστώθη ἡ γνωσίς σου ἐξ "ἐμοῦ." ἐπειδὴ γὰρ ἐπέγνωμεν τὸν Υἱὸν, ἐπέγνωμεν ἐξ αὐτοῦ τὸν γεννήσαντα. εἰσφέρεται μὲν γὰρ δι' ἀμφοῖν ἡ θατέρου περίνοια, καὶ συνειστρέχει μὲν πάντως ὀνομασθέντι τῷ Πατρὶ καὶ ἡ τοῦ γεννήματος μνήμη· συμβαδίζει δὲ πάλιν τοῦ Υἱοῦ σημασίᾳ τὸ τοῦ γεννήσαντος ὄνομα. διὰ γάρ τοι τοῦτο θύρα τις ὥσπερ ἐστὶ καὶ ὁδὸς, εἰς ἐπίγνωσιν 1.728 ἀποφέρουσα τὴν περὶ τοῦ Πατρὸς, ὁ Υἱός. οὕτω καί φησιν "Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ·" δεῖ γὰρ πρότερον ἡμᾶς τί κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, κατά γε τὸ ἐγχωροῦν, ἐκμαθεῖν, εἶθ' οὕτως ὡς ἐξ εἰκόνος καὶ χαρακτῆρος ἀκριβεστάτου συνεῖναι καλῶς τὸ ἀρχέτυπον. ὁρᾶται γὰρ ὁ Πατὴρ ἐν Υἱῷ, καὶ καθάπερ ἐν ἐσόπτρῳ τῇ τοῦ ἰδίου γεννή ματος φύσει διαφαίνεται. εἰ δὲ τοῦτο ἀληθὲς, ὥσπερ οὖν ἐστιν ἀληθὲς, δυσωπείσθω πάλιν ὁ θεομάχος Ἀρειανός. ἀνάγκη γὰρ ὅμοιον εἶναι κατὰ πάντα λόγον τε καὶ τρόπον αὐτῷ τὸν χαρακτῆρα τῆς οὐσίας αὐτοῦ, ἵνα μὴ ἕτερόν τι παρ' ὅπερ ἐστὶν ὁ Πατὴρ ὑπολαμβάνηται ἐν Υἱῷ διαλάμπον ἀπαραποιήτως· καὶ εἰ ἀγαπᾷ τὸ ἐν Υἱῷ γνωρίζεσθαι καὶ ἐν αὐτῷ διαφαίνεσθαι, πάντως δήπου καὶ ὁμοούσιον, καὶ τῆς ἐνούσης αὐτῷ δόξης οἶδεν ὄντα κατ' οὐδὲν ὅλως χείρονα· οὐ γὰρ ἂν ἠθέλησεν ἐν ἐλάττοσιν εἶναι πιστεύεσθαι, παρ' ὅπερ ἐστὶ κατὰ φύσιν αὐτός. ἐπειδὴ δὲ τοῦτο καὶ ἀγαπᾷ καὶ βεβούληται, πῶς οὐκ ἀνάγκη λοιπὸν ὅμοιον εἶναι κατὰ πάντα τρόπον ὁμολογεῖν τῷ Πατρὶ τὸν Υἱὸν, ἵνα τις δι' αὐτοῦ γινώσκῃ καὶ τὸν γεννήτορα, καθάπερ ἤδη προειρή καμεν, ἀπὸ τῆς εἰκόνος ἐπὶ τὸ ἀρχέτυπον ἀναβαίνων ὀρθῶς, ἀκατηγόρητον ἔχειν δύνηται τὴν ἐπὶ τὴν ἁγίαν Τριάδα διά ληψιν. οὕτω μὲν οὖν ὁ γινώσκων τὸν Υἱὸν, οἶδε καὶ τὸν Πατέρα. κατανόει δὲ ὅπως μετὰ τοῦ λέγειν τὰ ἀληθῆ πρὸς Ἰουδαίους ὁ Κύριος, καί τινα τέχνην ἑτέραν παραπλέκει τῷ λόγῳ· σαφῶς γὰρ εἰπών Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν Πατέρα μου, τὸν τῶν Ἰουδαίων ὑπεξέλκει νοῦν εἰς τὸ μὴ μόνα περὶ αὐτοῦ φρονεῖν τὰ ἀνθρώπινα, μήτε μὴν οἴεσθαι κατὰ ἀλήθειαν υἱὸν αὐτὸν εἶναι τοῦ Ἰωσὴφ παραληφθέντος οἰκονομικῶς, ζητεῖν δὲ μᾶλλον καὶ περισκέπτεσθαι, τίς μὲν ὁ ἐν τῇ σαρκὶ Λόγος, τίς δὲ ὁ τούτου κατὰ φύσιν Πατήρ.

2.1 ΚΕΦΑΛΗ Γ. Ὅτι οὐ τῆς Ἰουδαίων ἰσχύος ἔργον ἦν τὸ ἐπὶ σταυρῷ πάθος, οὐδὲ ἐκ τῆς τινων πλεονεξίας ἀπέθανεν ὁ Χριστὸς, ἀλλ' αὐτὸς ἑκὼν ὑπὲρ ἡμῶν τοῦτο πέπονθεν, ἵνα πάντας διασώσῃ. Ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ, καὶ οὐδεὶς ἐπίασεν αὐτὸν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. ἈΠΟΛΟΓΕΙΤΑΙ χρησίμως ὑπὲρ τοῦ σωτηρίου πάθους ὁ σοφώτατος Εὐαγγελιστὴς, καὶ τὸν ἐπὶ τῷ σταυρῷ γεγο νότα θάνατον οὐκ ἐξ ἀνθρωπίνης ἀνάγκης, ἤγουν ἐξ ἑτέρας πλεονεξίας ἀβουλήτως ἐπιδεικνύει τὸν θάνατον τὸν Ἰησοῦν παθόντα, ἑαυτὸν δὲ μᾶλλον ὑπὲρ ἡμῶν καθάπερ ἄμωμον θῦμα τῷ Θεῷ καὶ Πατρὶ διὰ τὴν ἐνοῦσαν αὐτῷ περὶ ἡμᾶς ἀγάπην ἱερουργήσαντα. ἐπειδὴ γὰρ ἔδει παθεῖν, οὕτω μελ λούσης ἀνατρέπεσθαι τῆς ἐπεισάκτου φθορᾶς καὶ τῆς ἁμαρ τίας καὶ τοῦ θανάτου, δέδωκεν ἀντίλυτρον ἑαυτὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς. ποῖος οὖν ἄρα λόγος ἐν τοῖς προκειμένοις εὑρεθήσεται τῷ σωτηρίῳ συναγορεύων πάθει, τί δὲ ὁ σκοπὸς τῶν ἐν τούτῳ θεωρημάτων ὠδίνει τὸ χρήσιμον, ἄκουε πάλιν. ταῦτα γάρ φησιν ἐλάλει τὰ ῥήματα Χριστὸς οὐκ ἔξω τῆς Ἱερουσαλὴμ, οὐδὲ εἰς πόλιν τινὰ τῶν περιοικίδων, ἀλλ' οὐδὲ εἰς πόλιν ἢ εἰς κώμην τῆς Ἰουδαίας ἀσημοτέραν, παρ' αὐτὸ 2.2 γὰρ εἱστήκει τὸ γαζοφυλάκιον, τουτέστιν, εἰς αὐτοῦ τοῦ ναοῦ τὸ μεσαίτατον ἐν αὐτῷ τῷ ἱερῷ τοὺς περὶ τῶν τοιούτων ἐποιεῖτο λόγους. ἀλλὰ καίτοι σφόδρα διαπριόμενοι καὶ λελυπηκότες ἐκτόπως ἐπὶ τοῖς παρ' αὐτοῦ λεγομένοις οἱ Φαρισαῖοι, οὐκ ἐπίασαν αὐτὸν, ἐξὸν εὐκόλως τότε δὴ τοῦτο μάλιστα δρᾶν αὐτοῖς· ἦν γὰρ, ὡς ἔφην, ἀρκύων ἐντός. τί οὖν ἄρα τὸ πεπεικὸς καὶ οὐχ ἑκόντας ἠρεμεῖν, τοὺς θηρίων ἀτιθάσων ἀγριαίνοντας δίκην; τί τὸ ἀνακόψαν τὴν ἐκείνων ὀργήν; κατεγοητεύθη δὲ ὅπως ἡ μιαιφόνος τῶν Φαρισαίων καρδία; οὔπω φησὶν ἐληλύθει ἡ ὥρα αὐτοῦ, τουτέστιν, οὔπω παρῆν ὁ τοῦ θανάτου καιρὸς, οὐ παρ' ἑτέρου τινὸς ὁ ὡρι σμένος ἐπὶ τῷ Σωτῆρι Χριστῷ, ἀλλ' οὐδὲ κατὰ τὰς Ἑλλή νων ψευδομυθίας ἐξ εἱμαρμένης ἐπιῤῥιπτούμενος, ἤγουν ἀπὸ τῆς ὥρας κατὰ τὸν παρ' ἐκείνοις ληροῦντα λόγον, ὡρισμένος δὲ μᾶλλον παρ' αὐτοῦ κατὰ συναίνεσιν τοῦ Θεοῦ καὶ Πατρός. Θεὸς γὰρ ὑπάρχων τῇ φύσει καὶ ἀληθινὸς καὶ τοῦ πρέποντος διαμαρτεῖν οὐκ εἰδὼς, εὖ δὴ καὶ λίαν ἐξηπί στατο πόσον μὲν ἔδει τοῖς ἐπὶ τῆς γῆς συνδιαιτᾶσθαι χρόνον μετὰ σαρκὸς, πότε δὲ αὖθις ἰέναι πρὸς οὐρανὸν, τῷ τῆς ἰδίας σαρκὸς θανάτῳ καθελόντα τὸν θάνατον· ὅτι γὰρ οὐκ ἐκ τῆς τινων πλεονεξίας ὁ θάνατος ἐπενήνεκται τῇ κατὰ φύσιν ζωῇ, δῆλον μὲν δήπου οἶμαι πᾶσιν εἶναι τοῖς σοφοῖς. πῶς γὰρ ἂν ὑπερίσχυσε τῆς κατὰ φύσιν ζωῆς τὰ τοῦ θανάτου δεσμά; καὶ αὐτὸς δέ που διαμαρτύρεται λέγων ὁ Κύριος "Οὐδεὶς "αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ἐγὼ τίθημι αὐτὴν ἀπ' "ἐμαυτοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ πάλιν ἐξουσίαν "ἔχω λαβεῖν αὐτήν." εἰ μὲν γὰρ ὡς ἐξ ἀνάγκης ὡρίζετο παρ' ἑτέρου τινὸς ὁ καιρὸς, καθ' ὃν ἔδει πάντως αὐτὸν ὑπομεῖναι τὸν θάνατον, πῶς ἐν ἐξουσίᾳ κείμενον εὑρήσομεν 2.3 τῇ παρ' αὐτῷ τὸ θεῖναι αὐτὴν ψυχήν; ἐλήφθη γὰρ ἂν καὶ οὐχ ἑκόντως, εἴπερ ἦν οὐκ ἐν ἑαυτῷ τὸ παθεῖν. εἰ δὲ τίθησιν αὐτὴν ἀφ' ἑαυτοῦ, τὸ ἄρα παθεῖν οὐκ ἐν δυνάμει τῇ ἑτέρου τινὸς, ἀλλ' ἐν βουλήσει μόνῃ τῇ αὐτοῦ θεωρήσομεν. τότε γὰρ ταῖς τῶν Ἰουδαίων ἀπονοίαις διεξάγεσθαι πρὸς τὸ ἐκείνοις δοκοῦν συγκεχώρηκεν, ὅτε δὲ συνεῖδεν ἤδη παρόντα τὸν πρέποντα τῷ θανάτῳ καιρόν. Μὴ μέγα φρονείτω τοιγαροῦν ἐπὶ τοῖς ἑαυτοῦ τολμήμασιν ὁ ἀλαζὼν Φαρισαῖος, μηδὲ λεγέτω φυσώμενος ἐκ πολλῆς ἀβουλίας Εἰ Θεὸς κατὰ φύσιν ὑπῆρχεν ὁ Χριστὸς, πῶς οὐ γέγονεν ἔξω βρόχων τῶν ἐμῶν; πῶς οὐ διέδρα χεῖρας τὰς ἐμάς; ἀντακούσεται γὰρ παρὰ τῶν ἀγαπώντων αὐτόν Οὐχ ὁ σὸς οὕτως ἴσχυσε βρόχος· ἦν γὰρ οὐδὲν χαλεπὸν τῷ πάντων κρατοῦντι Θεῷ τὴν σὴν συνθραῦσαι παγίδα, καὶ τὸ τῆς σῆς δυσσεβείας ὑπεκδῦναι δίκτυον· ἀλλ' ἦν τὸ παθεῖν τῷ κόσμῳ σωτήριον, λύσις ἦν θανάτου τὸ πάθος, ἁμαρτίας καὶ φθορᾶς καταστροφὴν ὁ μέγας εἶχε σταυρός. ταῦτα γινώσκων ὡς Θεὸς τοῖς σοῖς ἑαυτὸν ὑπέθηκεν ἀνοσίοις τολμήμασι· τί γὰρ εἰπέ μοι διεκώλυε περιπλέκεσθαι τότε μᾶλλον αὐτῷ, ὅτε παρ' αὐτῷ τῷ γαζοφυλακίῳ διδάσκοντι τοὺς ὀδόντας ἐπέτριζες· καὶ εἰ τῆς σῆς δυνάμεως ἔργον ἦν τὸ νικῆσαι Χριστὸν, τί μὴ δέσμιον ἐποιήσω τότε; ἀλλ' εἱστή κεις θυμῷ μὲν ἀκράτῳ πρὸς μιαιφονίαν ἐκκεκαλυμμένως, πράττων δὲ τῶν δοκούντων οὐδέν. οὔπω γὰρ ἤθελε παθεῖν ὁ ταῖς σαῖς ἀπονοίαις τῶν ἀῤῥήκτων ὥσπερ χαλινῶν πει σθείς. ταῦτα μὲν ἄν τις εἰκότως ταῖς τῶν Ἰουδαίων γλωσ σαλγίαις ἀντιτιθεὶς δυσωπήσει καὶ οὐχ ἑκόντας εἰς τὸ μὴ οἷς ἥκιστα χρῆν ἀπαλαζονεύεσθαι· ἀποθαυμάσαι δὲ ἄν τις, καὶ μάλα εἰκότως, τὸν ἅγιον Εὐαγγελιστὴν ἐπισημηνάμενον εὐ 2.4 καίρως, καὶ εἰρηκότα σαφῶς, ὅτι ταῦτα ἐδίδασκεν ἐν τῷ ἱερῷ παρὰ τὸ γαζοφυλάκιον ὁ Σωτὴρ, καὶ οὐδεὶς ἐπίασεν αὐτόν. ἐπεμαρτύρει γὰρ ὥσπερ τοῖς παρ' αὐτοῦ ῥήμασιν, ἅπερ ἔφη πρὸς Ἰουδαίους ὅτε συλληψόμενοι παρῆσαν αὐτόν "Ὡς ἐπὶ "λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν "με; καθ' ἡμέραν ἐκαθεζόμην ἐν τῷ ἱερῷ διδάσκων καὶ οὐκ "ἐκρατήσατέ με." καὶ οὐ δήπου φήσειεν ἄν τις τὰ εἰκότα φρονῶν, ὡς ἐπῃτιᾶτο τοὺς Ἰουδαίους ὅτι μὴ πρόωρον αὐτῷ τὸ πάθος ἐπήγαγον, ἀλλ' οὐδὲ ὅτι τὸν δέοντα παρελάσαντες χρόνον, βραδεῖς ὥσπερ ἐβάδιζον ἐπὶ τὸ χρῆναι μιαιφονεῖν. ἐλέγχει δὲ μᾶλλον αὐτοὺς, ὡς οἰηθέντας ἀσυνέτως, καὶ οὐχ ἑκόντος αὐτοῦ περιέσεσθαί ποτε, καὶ βιασαμένους ἑλεῖν δύνασθαι τὸν οὐδὲν εἰδότα παθεῖν εἰ μὴ βούλοιτο. "Ἐκαθε "ζόμην γὰρ διδάσκων ἐν τῷ ἱερῷ καὶ οὐκ ἐκρατήσατέ με·" οὐ γὰρ ἠβουλόμην τότε, ἀλλ' οὐδ' ἂν εἰς τὸ παρὸν ἰσχύσατε τοῦτο δρᾶν, εἰ μὴ ταῖς ὑμετέραις χερσὶν ἐθελοντὴς ὑπενή νεγμαι. οὐκοῦν διὰ πάντων ἔξεστιν ἰδεῖν, ὡς οὐ τῆς Ἰουδαίων ἰσχύος ἔργον ἦν τὸ θανάτῳ περιβαλεῖν τὸν Κύριον, ἀλλὰ τοῖς μὲν ἐκείνων ἀνοσίοις τολμήμασιν ἐπιγράψαι τις ἂν τὸ ἐγχείρημα· τῷ δὲ Σωτῆρι Χριστῷ τὸ ὑπὲρ πάντων ἐθελῆσαι παθεῖν, ἵνα πάντας ἐξέληται καὶ ἀγοράσας αἵματι τῷ ἰδίῳ παραστήσῃ τῷ Θεῷ καὶ Πατρί. "Θεὸς γὰρ ἦν," κατὰ τὴν τοῦ Παύλου φωνὴν, "ἐν Χριστῷ κόσμον καταλλάσσων "ἑαυτῷ," καὶ τὸ τῆς εἰς αὐτὸν φιλίας ἐκπεπτωκὸς ἀνακομίζων ἀμνησικάκως εἰς ὅπερ ἦν ἐν ἀρχῇ. Εἶπεν οὖν πάλιν αὐτοῖς Ἐγὼ ὑπάγω, καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε. Ὅτι χρὴ παρόντος ἐπιδράττεσθαι τοῦ καιροῦ καθ' ὅνπερ 2.5 δύναιτό τις ἑαυτὸν ὠφελεῖν, ἐν τούτοις εὖ μάλα διαγορεύει Χριστός. τὸ γὰρ ὑστερίζειν ἐν ἀγαθοῖς, καὶ ὑστεροβουλεῖν εἰς τὸ χρήσιμον, ὄνησιν μὲν ἔχον οὐδεμίαν ὁρᾶται, θρῆνον δὲ μᾶλλον τὸν ταῖς ῥᾳθυμίαις πρέποντα προξενεῖ. χρηστὸς τοιγαροῦν ὑπάρχων ὁ Κύριος ἡμῶν καὶ ἐπιεικὴς, καθὰ γέγραπται, καὶ ἀτιμαζόντων ἀνέχεται, καὶ προσωφελεῖ τοὺς ὑβρίζοντας, καὶ τῆς ἐν ἀνθρώποις μικροψυχίας ἀμείνων ὡς Θεὸς εὑρίσκεται. ἀπειλεῖ δὲ χρησίμως τὴν ἐξ αὐτῶν ἀπανά στασιν, καὶ τό Ὑπάγω φησὶν ἐναργῶς, ἵνα γοργοτέραν αὐτοῖς ἐμφυτεύσῃ διάνοιαν, καὶ λογιζομένους ὅτι χρὴ πα ρόντα τὸν λυτρωτὴν ἄπρακτον οὐκ ἐᾶν, παρελαύνειν αὐτοὺς ἀκονήσῃ πρὸς πίστιν, ἑτοιμοτέρους τε ἤδη πρὸς εὐπείθειαν ἐργάσηται. ἐπιβοήσας δὲ τό Ὑπάγω, καὶ ἀπειλήσας τὴν ἐκ παντὸς τοῦ ἔθνους ἀποδρομὴν, παρέζευξεν οἰκονομικῶς καὶ τὴν ἐντεῦθεν αὐτοῖς ἐσομένην ζημίαν. ἐντεθνήξεσθε γὰρ ταῖς ἑαυτῶν ἁμαρτίαις, φησί· καὶ λόγον ἀληθῆ τὴν τοῦ πράγματος φύσιν εἰσκομίζουσαν θεωρήσωμεν. οἱ γὰρ ὅλως οὐ παραδεξάμενοι τὸν ὡς ἡμᾶς ἀφιγμένον ἐξ οὐρανῶν, ἵνα πάντας δικαιώσῃ διὰ τῆς πίστεως, πῶς οὐκ ἐν ταῖς ἑαυτῶν ἁμαρτίαις ἀναμφιλόγως τεθνήξονται· καὶ τὸν καθαίρειν εἰ δότα μὴ προσηκάμενοι, πῶς οὐ διηνεκῆ τὸν ἐκ τῆς ἑαυτῶν δυσσεβείας ἕξουσι μολυσμόν; τὸ δὲ τεθνάναι μὴ λελυτρω μένον, ἀλλ' ἔτι τῷ τῆς ἁμαρτίας κατηχθισμένον βάρει, ὅποι παραπέμψει τὴν τοῦ ἀνθρώπου ψυχὴν, τίνι τῶν ὄντων ἀμφίβολον; ᾅδης γὰρ, οἶμαι, τὸν τοιοῦτον ὁ βαθὺς ἐκδέ ξεται, καὶ ἐν σκότει διατελέσει μακρῷ, ἀλλὰ καὶ πῦρ οἰκήσει καὶ φλόγας, ἐκείνοις εἰκότως ἐναριθμούμενος, περὶ ὧν εἴρηταί που διὰ τῆς τοῦ προφήτου φωνῆς "Ὁ σκώληξ αὐτῶν οὐ "τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται 2.6 "εἰς ὅρασιν πάσῃ σαρκί." ὧν ἵνα τὴν πεῖραν ἀποκερδά νωσιν, εἰς ταχεῖαν αὐτοὺς ἀποστροφὴν τῆς συνήθους ἀπει θείας πολυτρόπως ἐκάλει Χριστὸς, οὐχ ἁπλῶς ὡς ἀποδρα μεῖται καὶ ἀποφοιτήσει λέγων, ἀλλὰ καὶ ὅσην ἐντεῦθεν ὑπομένουσι συμφορὰν ἀναγκαίως προτιθείς. ἀποθανεῖσθε γάρ φησιν ἐν ταῖς ἁμαρτίαις ὑμῶν. ἐπειδὴ δὲ διὰ μέσου τέθεικεν, ὅτι καὶ ζητήσετέ με, ζητοῦντας δὲ τέως αὐτὸν Ἰουδαίους οὐχ εὑρίσκομεν, ἥξομεν εὐλόγως ἐπὶ τοιαύτην τινὰ διάνοιαν· δεῖ γὰρ ἀληθεύειν αὐτόν. εἰ γὰρ καὶ νῦν ὄντες ἐν σώμασι καὶ ταῖς τῆς σαρκὸς ἡδοναῖς ἔτι διαπαιζόμενοι διὰ πολλὴν ἄγαν ἀναισθησίαν οὐ ζητοῦσι τὸν λυτρωτὴν, ἀλλ' εἰς ᾅδου πε σόντες οἱ δειλαιοὶ, καὶ τοῖς τῶν κολαστηρίων ὁμιλήσαντες τόποις, ὅταν ἐν αὐτοῖς γένωνται τοῖς κακοῖς, τότε δὴ τότε καὶ οὐχ ἑκόντες ζητήσουσιν. "Ἐκεῖ γὰρ ἐστὶ, φησὶν, ὁ κλαυθμὸς "καὶ ὁ βρυγμὸς τῶν ὀδόντων," ἑκάστου κατὰ τὸ εἰκὸς τῶν ἐκεῖ γεγονότων τὴν ἐπ' ἀγαθοῖς ῥᾳθυμίαν ἀνοιμώζοντος, καὶ μονονουχὶ τὸ ἐν βίβλῳ τῇ τῶν παροιμιῶν λέγοντος "Οὐκ "ἤκουον φωνὴν παιδεύοντός με καὶ διδάσκοντός με." οὐκοῦν ὡς ὁ Παῦλός φησι "Φοβηθῶμεν οὖν μή ποτε καταλειπο "μένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, "δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι." χρὴ γὰρ τρέχειν ἵνα καταλάβωμεν, καὶ τὸν ἐκ δουλείας ἡμᾶς ἐξέλκοντα τῆς πι κρᾶς, μὴ ταῖς ἀπειθείαις ὑβρίζειν, προσίεσθαι δὲ μᾶλλον, καὶ ὑπτίαις ὥσπερ χερσὶν ἁρπάζειν τὴν χάριν. Καὶ ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. Οὐ μόνον ἐν ταῖς ἑαυτῶν ἁμαρτίαις τεθνήξονται, φησὶν, ἀλλ' ὅτι καὶ τῶν τῆς βασιλείας ἀγαθῶν ἔξω μενοῦσι πρὸς τὰς ἄνω μονὰς οὐκ ἀναβαίνοντες, διαγγέλλει σαφῶς· οἱ γὰρ 2.7 τὸν ἄνωθεν ἥκοντα μὴ παραδεξάμενοι, πῶς ἂν καὶ δύναιντο κατακολουθεῖν πρὸς τὰ ἄνω βαδίζοντι; διπλῆ τις οὖν ἄρα ἐστὶ τοῖς ἀπειθοῦσιν ἡ κόλασις, καὶ οὐκ ἐν ἁπλοῖς τισι τῆς ζημίας ὁ λόγος. ὅνπερ γὰρ τρόπον τοῖς ἀῤῥωστίᾳ περι πεσοῦσι σωματικῇ τληπαθεῖν ἀνάγκη λοιπὸν καὶ τὰ δεινὰ τοῦ πάθους ὑποφέρειν ἀλγήματα, καὶ πρὸς τούτῳ καὶ τῶν τῆς ὑγείας στερεῖσθαι καλῶν· οὕτως οἶμαι, καὶ οὐχ ἑτέρως, τοὺς ἐληλακότας εἰς ᾅδου, καὶ δίκην ἐκεῖ πραττομένους ταῖς ἁμαρτίαις ἰσόμετρον, καὶ τὴν ἐκ τῆς κολάσεως ὑπομένειν συμφορὰν, καὶ τῆς τῶν ἁγίων ἐλπίδος ζημιοῦσθαι τὴν ἀπό λαυσιν. ἄριστα τοίνυν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, οὐχ ὅτι ταῖς ἑαυτῶν ἁμαρτίαις ἐναποθανοῦνται μόνον, ἀλλ' ὅτι καὶ πρὸς τὰς ἄνω μονὰς οὐκ ἀναβήσονταί φησι· διπλῷ γὰρ ὥσπερ αὐτοὺς καταδήσας σχοινίῳ, τῆς ἐνούσης δυσβου λίας ἐξέλκειν ἐπείγεται. πανταχόθεν ἀνασώζων τὸ ἀπολωλὸς, καὶ καταδεσμῶν τὸ συντετριμμένον, καὶ ἀνορθῶν τὸ κατεῤ ῥαγμένον· ταῦτα γὰρ ἦν ποιμένος ἀγαθοῦ, καὶ τὴν ψυχὴν ὑπὲρ τῆς τῶν προβάτων σωτηρίας ἀντιδιδόντος ἑτοίμως· τοῖς μὲν αὐτοῦ μαθηταῖς ἐπηγγείλατο λέγων "Πορεύσομαι, καὶ "ἑτοιμάσω τόπον ὑμῖν, καὶ πάλιν ἥξω καὶ παραλήψομαι "ὑμᾶς μετ' ἐμαυτοῦ," βάσιμον ἔσεσθαι δεικνὺς καὶ αὐτὸν τοῖς ἁγίοις τὸν οὐρανὸν, καὶ τὰς ἄνω μονὰς ηὐτρεπίσθαι διδάσκων τοῖς ἀγαπῶσιν αὐτόν· τοῖς γεμὴν ἀπειθεῖν ἑλομέ νοις αὐτῷ, δικαίως τε καὶ ἀναγκαίως φησὶν, ὅτι ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. τίς γὰρ ἂν ὅλως ἀκολουθήσαι ποτὲ τῷ παναγίῳ Χριστῷ τὸν διὰ πίστεως οὐκ ἀγαπήσας καθαρισμόν; ἢ κατὰ τίνα τρόπον ὁ μεμολυσμένος ἔτι, καὶ τὸν ἐκ τῶν ἰδίων παθῶν οὐκ ἀποτριψάμενος ῥύπον, συν έσται τῷ φιλανθρώπῳ ∆εσπότῃ; "Τίς κοινωνία φωτὶ πρὸς "σκότος," κατὰ τὴν τοῦ Παύλου φωνήν; οἶμαι γὰρ ἁγίους 2.8 εἶναι δεῖν τοὺς τῷ πανάγνῳ Θεῷ λέγειν ἐθέλοντας "Ἐκολ "λήθη ἡ ψυχή μου ὀπίσω σου." Ταύτην οἶμαι τὴν διάνοιαν οὐκ ἀκόμψως καὶ νῦν ἐφηρ μόσθαι τῷ προκειμένῳ ῥητῷ· εἰ δὲ χρὴ περινοστοῦντας αὐτὸ διαφόρως ἐπαθρῆσαι, καὶ εἰπεῖν ἐπὶ τούτοις ἕτερόν τι πάλιν, καὶ τοῦτο ποιεῖν οὐκ ὀκνήσομεν. Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. Θεὸς ὑπάρχων ἀληθινὸς, ἀφέστηκα μὲν οὐ δενὸς, πληρῶ δὲ τὰ πάντα, καὶ τοῖς πᾶσι συνὼν, οἰκῶ μάλιστα τὸν οὐρανὸν, ἥδιστα τοῖς ἁγίοις ἐνδιαιτώμενος πνεύμασιν. ἀλλ' ἐπείπερ εἰμὶ καὶ φιλάνθρωπος τῶν ὅλων γενεσιουργὸς, οὐ φορητὴν ἡγησάμην τῶν ἐμαυτοῦ ποιημάτων τὴν ζημίαν· εἶδον εἰς ὄλεθρον παντελῆ κεχωρηκότα τὸν ἄν θρωπον· ἐθεώρουν ἐξ ἁμαρτίας πεσόντα πρὸς θάνατον· ἀλλ' ἔδει χεῖρα λοιπὸν τὴν ἐπίκουρον τῷ κειμένῳ προτείνεσθαι· ἔδει τῷ νενικημένῳ καὶ πίπτοντι διὰ παντὸς ἐπαμῦναι τρόπου. εἶτα πῶς ἦν ἀκόλουθον ἀνασῶσαι τὸ ἀπολωλός; ἔδει συνεῖναι τοῖς κινδυνεύουσι τὸν ἰατρὸν, ἔδει παρεῖναι τοῖς ἀποθνήσκουσι τὴν ζωὴν, ἔδει συνδιαιτᾶσθαι τοῖς ἐν σκότει τὸ φῶς. ἀλλ' ἦν οὐκ ἐφικτὸν ἀνθρώπους ὄντας ὑμᾶς τὴν φύσιν ἀναπτῆναι πρὸς οὐρανὸν καὶ συνδιαιτᾶσθαι τῷ σώ ζοντι. ἀφῖγμαι τοιγαροῦν αὐτὸς ἐγὼ πρὸς ὑμᾶς, ἤκουον τῶν ἁγίων πολλάκις βοώντων "Κύριε κλῖνον οὐρανούς σου καὶ "κατάβηθι." καταβέβηκα τοιγαροῦν κατακλίνας, φησὶν, οὐ ρανούς· οὐ γὰρ ἦν ὑμᾶς ἥξειν ἐκεῖσε προσδοκᾶν ἄλλως. ἔτι σὺν ὑμῖν καὶ συνδιατρίβειν ἀνέχομαι, γοργότερον ἐπιδρά ξασθε τῆς ζωῆς, καθαρίσθητε διὰ τῆς πίστεως, ἕως ὅτου πάρεστιν ὁ ἐλεεῖν ἐπ' ἐξουσίας εἰδὼς καὶ δυνάμενος. βαδι οῦμαι γὰρ ἢ καὶ ἐπανήξω πάλιν ὅπου ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, κἂν ζητήσητε τῆς σωτηρίας τὸν χορηγὸν ἐξ ἀκαίρου λοιπὸν 2.9 ὑστεροβουλίας, οὐχ εὑρήσετε· τί δὴ τὸ ἐντεῦθεν ἐξέστω σκοπεῖν. ἀποθανεῖσθε γὰρ πάντως ἐν ἁμαρτίαις, καὶ τοῖς ἑαυτῶν πλημμελήμασι καταχθόμενοι, στυγνοὶ κατοιχήσεσθε λοιπὸν εἰς τὸ τοῦ θανάτου δεσμωτήριον, δίκας ἀποτίσοντες ἐκεῖ τῆς οὕτω μακρᾶς ἀπειθείας. ἀγαθὸς τοιγαροῦν ὑπάρχων καὶ σφόδρα φιλάνθρωπος ὁ Σωτὴρ, συνελαύνει τῷ φόβῳ τοὺς Ἰουδαίους τῶν ἐσομένων κακῶν καὶ οὐχ ἑκόντας ἐπὶ τὸ σώζεσθαι. Καὶ ἔλεγεν αὐτοῖς Ὑμεῖς ἐκ τῶν κάτω ἐστὲ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί. Πάλιν ἐρεῖ τις τυχὸν τῶν φιλομαθεστέραν ἐχόντων διά νοιαν, καὶ λεπτότερον τῶν θείων θεωρημάτων ἐπαινεῖν κατει θισμένων, τί τὸ ἀναπεῖσαν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἄρτι τοῖς Ἰουδαίοις προσφωνοῦντα καὶ λέγοντα "Ἐγὼ "ὑπάγω, καὶ ζητήσετέ με," καθάπερ τι τῶν ἀναγκαίων ἐπενεγκεῖν Ὑμεῖς ἐκ τῶν κάτω ἐστὲ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί. δοκεῖ μὲν γάρ πως οὐ σφόδρα τοῖς ἄνω κατακολουθεῖν τὰ τοιαῦτα, πλὴν ὠδίνει τινὰ κεκρυμμένην οἰκονομίαν. ἐπειδὴ γάρ ἐστι Θεὸς χρείαν οὐκ ἔχων, ὡς αὐτός που φησὶν ὁ θεσπέσιος Εὐαγγελιστὴς Ἰωάννης, "ἵνα τις μαρτυρήσῃ περὶ "τοῦ ἀνθρώπου· αὐτὸς γὰρ ἐγίνωσκε τί ἦν ἐν τῷ ἀνθρώπῳ," διικνεῖται γὰρ "μέχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος ἁρμῶν "τε καὶ μυελῶν, καὶ κριτικός ἐστιν ἐνθυμήσεων καὶ ἐννοιῶν "καρδίας·" οὐκ ἠγνόησε πάλιν τὰς τῶν Ἰουδαίων ἀμαθεῖς ὑπονοίας, οἳ ἐπείπερ αὐτοῖς παχύς τις καὶ ἀδρανὴς ἐνῴκισται νοῦς, τό Ὑπάγω παρὰ τοῦ Σωτῆρος ἀκούσαντες, ᾠήθησαν ἀσυνέτως ἢ ὅτι φεύξεταί ποι τὴν Ἰουδαίαν ἀφεὶς, ἢ καὶ ὅτι τοιοῦτόν τι φησίν Ἕως ὅτε περίειμι καὶ ζῶ, πιστεύσατε, μὴ ἄρα πως καὶ τεθνάναι συμβῇ. τὸ γάρ Ὑπάγω, κοινῶς 2.10 ἐκληφθὲν ὑποσημαίνει καὶ τοῦτο· καὶ θαυμαστὸν οὐδὲν εἰ τοιαύταις ἀβουλίαις Ἰουδαῖοι περιπεπτώκασιν, ὡς καὶ λογί ζεσθαί τι τοιοῦτον ἐπὶ Χριστῷ. Θεὸν γὰρ ὄντα κατὰ φύσιν οὐκ ᾔδεσαν, μόνον δὲ εἰς τοῦτο τὸ ἀπὸ γῆς ὁρῶντες σῶμα, ἄνθρωπον ἐνενόουν ἕνα τῶν καθ' ἡμᾶς. διὰ γάρ τοι τοῦτο καὶ ἐπιπλήττων αὐτοῖς ἔφασκεν ὁ Σωτήρ "Ὑμεῖς κατὰ τὴν "σάρκα κρίνετε." ἀφιστὰς τοιγαροῦν αὐτοὺς τῆς οὕτω μειρακιώδους καὶ χαμαιπετοῦς ἐννοίας, διδάσκει πάλιν, ὡς οὐ περί τινος τῶν ἐν γενέσει καὶ φθορᾷ διαλογίζονται ταῦτα, περὶ δὲ τοῦ ἄνωθεν καὶ ἐκ Θεοῦ Πατρὸς γεγεννημένου κατὰ ἀλήθειαν. ἁρμόσει τοιγαροῦν οὐκ ἐμοὶ μᾶλλον τὸ τεθνάναι, φησὶ, καὶ φεύγειν, ἄνωθεν γάρ εἰμι, τουτέστι, Θεὸς ἐκ Θεοῦ· τὸ γὰρ ἄνω πάντων Θεός· ὑμῖν δὲ τοῦτο προσέσται πρεπω δέστερον. κάτωθεν γάρ ἐστε, τουτέστι φύσεως ὑποκειμένης τε θανάτῳ, καὶ ὑποπιπτούσης φθορᾷ καὶ δειλίᾳ· ἐπ' ἐμοὶ τοιγαροῦν διαλογίζεσθε, φησὶ, τοιοῦτον μηδὲν, τὴν ἑαυτῶν ἀφέντες ἀσθένειαν· οὐ γὰρ ἰσότιμον τῷ ∆εσπότῃ τὸ δοῦλον, τῷ ἄνωθέν τε καὶ ἐκ Θεοῦ Πατρὸς γεγεννημένῳ τὸ κάτωθεν καὶ ἀπὸ τῆς γῆς. Ὅτι δὲ τό Ἄνωθεν τὴν ἐκ Θεοῦ Πατρὸς γέννησιν τοῦ Υἱοῦ ὑποσημαίνει, καὶ λογισμὸς ἡμᾶς ἀναπείσει σοφός. τοπικῶς μὲν γὰρ ἐκληφθὲν τό Ἄνωθεν, τὸ ἐξ οὐρανοῦ δηλονότι δηλοῖ, ἀλλ' οὐδὲν ἐν Υἱῷ τὸ ἐξαίρετον παρὰ τὴν κάτω καὶ ὑποκειμένην τῷ Θεῷ κτίσιν, ὅταν ἔρχηται ἐξ οὐρανοῦ μόνον, ἐπεί τοι καὶ ἀγγέλων οἱ πλείους πρὸς διακονίαν ἀποστελλόμενοι κάτω βαδίζουσι διοικοῦντές τινα τῶν ἐπὶ τῆς γῆς ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταβαίνοντες. καὶ μάρτυς ἡμῖν ὁ Σωτὴρ λέγων "Ἀμὴν ἀμὴν λέγω ὑμῖν, 2.11 "ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ "Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ "ἀνθρώπου." ὅτε τοίνυν καὶ ἄγγελοι καταβαίνουσιν ἄνωθεν ἐξ οὐρανοῦ, τί μάτην ἐπικομπάζει Χριστὸς ὡς ἐπὶ μεγάλῳ τινὶ καὶ ὅλην ὑπερέχοντι τὴν κτίσιν, τῷ ἄνωθεν ἥκειν φημί; ἀλλ' ἔστιν ἀνιδρωτὶ καὶ ἀταλαιπώρως σφόδρα συνιδεῖν τίς μέν ἐστι κατὰ φύσιν ὁ Μονογενὴς, τί δὲ οἱ παρ' αὐτοῦ γεγονότες ἄγγελοι· οὐκοῦν ἀναγκαίως οὐ τὸ κοινὸν δὴ τοῦτο τὸ ἐξ οὐρανοῦ καταβαίνειν τό Ἄνωθεν ἡμῖν σημαίνει, ἀλλ' ὅτι τῆς ἀνωτάτω καὶ ὑπερκειμένης τὰ πάντα φύσεως ἐξέλαμψεν ὁ Υἱός. οὐκοῦν τό Ἄνωθεν ἐπὶ μόνου τοῦ Μονο γενοῦς τὸ ἐκ Θεοῦ κατὰ φύσιν καὶ οὐχ ἕτερον δηλοῖ. πάντων γὰρ εἶναί τε καὶ ὑπάρχειν ἐκ Θεοῦ λεγομένων, πρόσεστι τῷ Υἱῷ κατὰ πάντων ἐξαίρετον, τὸ ἐξ αὐτῆς ὑπάρχειν τῆς οὐσίας τοῦ Πατρὸς γεννητῶς, καὶ οὐχ ὥσπερ τὰ ποιήματα δημιουργικῶς.

2.12 ΚΕΦΑΛΗ ∆. Ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς τῆς πρὸς τὴν κτίσιν ὁμοιότητος ἀνῳκισμένος παντελῶς, ὅσον εἰς οὐσίας λόγον. Ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐστὲ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου. Ἔ∆ΕΙΞΕΝ ἐν τούτοις εὖ μάλα καὶ σαφῶς, τί μὲν ἂν νοοῖτο τό Ἄνω, τί δὲ τό Κάτω. ἐπειδὴ γὰρ δυναμένους συνιέναι μηδὲν εἰκὸς δήπου τοὺς Φαρισαίους σωματικώτερον τοῖς εἰρημένοις προσβαλεῖν, καὶ τὸ ἄνω τε καὶ κάτω τοπικῶς ἐκλαβεῖν, καὶ εἰς πολλὰς ἐντεῦθεν ἐννοίας περιπλανᾶσθαι, χρησίμως ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ δοκοῦντος ἐπεῤῥίφθαι περιβλήματος καὶ ἀσαφείας ἁπάσης ἀπογυμνοῖ τὸν λόγον, λευκότερον ὥσπερ καὶ εἰσαῦθις αὐτοῖς παραθεὶς ὅπερ εἴρηκεν αἰνιγματωδῶς. Ὑμεῖς γάρ φησιν ἐκ τούτου τοῦ κόσμου ἐστὲ, τουτέστι τοῦ κάτω· ἐγὼ οὐκ εἰμὶ ἐκ τούτου τοῦ κόσμου, οὐκοῦν τοῦτό ἐστι τὸ ἄνω. ὑπερτρέχει δὲ ἅπαν τὸ ἐν γενέσει Θεὸς, οὐ τοπικοῖς ὑπερέχων ὑψώμασιν· εὔηθες γὰρ καὶ ἀνόητον κομιδῇ τὸ ἐν τόπῳ νοεῖν τὸ ἀσώματον· ἀλλὰ τοῖς τῆς φύσεως ἀῤῥήτοις πλεονεκτήμασιν ὑπερανί σχων τὰ γενητά. ταύτης ἑαυτὸν εἶναι τῆς οὐσίας φησὶν ὁ Λόγος, οὐκ ἔργον, ἀλλὰ καρπὸν καὶ γέννημα. ἐπιτήρει γὰρ ὅπως οὐχ ἁλίσκεται λέγων Ἄνωθεν ἐγὼ γέγονα καὶ πεποίη μαι, μᾶλλον δὲ τό Εἰμὶ, ἵνα δείξῃ καὶ ὅθεν ἐστὶ, καὶ ὅτι 2.13 συνῆν ἀϊδίως τῷ ἰδίῳ γεννήτορι. ὢν γάρ ἐστιν ὥσπερ καὶ ὁ Πατήρ· ὁ δὲ ὢν, καὶ τῷ ὄντι συνὼν ἀϊδίως, κατὰ τίνα δὴ τρόπον οὐκ ἦν, ἡ τῶν ἑτεροδοξούντων λεγέτω μωρία. Ἀλλ' ἴσως ἡμῖν ἀνταναστήσεται λέγων ὁ τῆς ἀληθείας ἐχθρός Οὐκ ἀδιακρίτως εἴρηκεν ὁ Χριστός Οὐκ εἰμὶ ἐκ τοῦ κόσμου, προσθεὶς δὲ τό Τούτου, δέδειχεν ἀκριβῶς, ὅτι καὶ ἕτερός ἐστι κόσμος ὁ νοητὸς ἀφ' οὗπερ εἶναι δύναται. Οὐκοῦν ἐν ποιήμασιν ὁ Υἱός· τοῦτο γὰρ ἡμῖν ὁ σὸς, ὦ οὗτος, διαπραγματεύεται λόγος· τετάξεται δὲ πάντως ἐν τοῖς γενητὴν ἔχουσι τὴν φύσιν ὁ ∆ημιουργὸς, ἀγγελικὸν δὲ ἴσως αὐτῷ καὶ δουλοπρεπὲς ἀξίωμα περιθεὶς τῶν τῆς δυσφημίας ἐγκλημάτων ἑαυτὸν ἀπηλλάχθαι νομίζεις. ἢ γὰρ οὐκ οἶσθα πάλιν ὅτι κἂν τὴν ἀνωτάτω στάσιν τε καὶ ἵδρυσιν ἀποδῷς αὐτῷ ἤπερ ἂν νοοῖτο παρὰ τοῖς ἁγίοις ἀγγέλοις, κἂν ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ θρόνων ὁμολογεῖς ὑπάρχειν αὐτὸν, γενητὸν δ' οὖν ὅμως πιστεύσῃς, οὐδὲν ἧττον ὑβριεῖς; λόγος γὰρ ὅλως οὐδεὶς εἰς ἀξίαν τῷ Μονογενεῖ τῆς κατὰ τῶν ἄλλων ὑπεροχῆς, ἐστ' ἂν ὅλως νοῆται πεποιημένος. οὐ γὰρ ἐν τῷ προτετάχθαι τινῶν ἔχει τὴν δόξαν, ἀλλ' ἐν τῷ μὴ εἶναι γενητὸς, ὑπάρχειν δὲ μᾶλλον Θεὸς ἐκ Θεοῦ κατὰ φύσιν. σὺ δὲ πάλιν ἡμῖν τὸν ἐκ Θεοῦ πεφηνότα, καὶ διὰ τοῦτο Θεὸν, τοῖς γενητοῖς ἐγκαταριθμεῖς, καὶ μέρος εἶναι τοῦ κόσμου λογίζῃ, καὶ εἰ μὴ τούτου τυχὸν, ἀλλ' οὖν ἑτέρου· διοίσει γὰρ ὅλως οὐδενὸς ὅσον εἰς τὸν τοῦ πεποιῆσθαι λόγον ἡ νοουμένη τῶν κόσμων διαφορά· εἶτα τὸν τῷ γεννήσαντι συνεδρεύοντα Λόγον, τοῖς δορυφόροις καὶ παραστάταις ἐγκα ταλέγων οὐκ ἐρυθριᾷς; εἰ γὰρ οὐκ ἀκούεις τοῦ μὲν Γαβριὴλ λέγοντος πρὸς τὸν Ζαχαρίαν "Ἐγώ εἰμι Γαβριὴλ ὁ παρε 2.14 "στηκὼς ἐνώπιον τοῦ Θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς "σέ·" Ἡσαΐου δὲ πάλιν ὅτι "Εἶδον τὸν Κύριον σαβαὼθ "καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ Σερα "φεὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ." καὶ τό γε παράδοξον, τὸν Υἱὸν ὁ προφήτης κατεθεᾶτο, καὶ Κύριον αὐτὸν ἀπεκάλει σαβαὼθ, καὶ ἐν βασιλέως τάξει δορυφορούμενον παρὰ τῶν ἀνωτάτω δυνάμεων εἰσφέρει. ὅτι δὲ τὴν τοῦ Μονογενοῦς δόξαν κατεθεᾶτο σαφῶς, μαρτυρήσει λέγων ὁ σοφὸς Ἰωάν νης "Ταῦτα δὲ εἶπεν Ἡσαΐας ὅτι εἶδε τὴν δόξαν αὐτοῦ· "καὶ ἐλάλησε περὶ αὐτοῦ." διάτοι τοῦτο καὶ ὁ θεσπέσιος Παῦλος ἀπό τε τοῦ συνεδρεύειν αὐτὸν τῷ Θεῷ καὶ Πατρὶ, καὶ ἀπὸ τοῦ κεκλῆσθαι κατὰ φύσιν Υἱὸν, εἰς ἀκριβεστάτην ἐρχόμενος τοῦ μυστηρίου κατάληψιν, καὶ τῆς ἐπ' αὐτῷ θεωρίας συλλέγων τὴν γνῶσιν "Τίνι γὰρ εἶπέ φησι τῶν "ἀγγέλων ποτέ Υἱός μου εἶ σύ" ὁ Θεὸς δηλαδὴ καὶ Πατὴρ, "ἐγὼ σήμερον γεγέννηκά σε;" ἐν γὰρ τῷ Γεγέν νηκα, τὸ φύσει Θεὸν ὑπάρχειν ἐκ Θεοῦ τὸν Υἱὸν σημαίνεται. καὶ πάλιν "Τίνι δὲ εἶπέν ποτε τῶν ἀγγέλων Κάθου ἐκ "δεξιῶν μου;" καὶ οὐ δήπου τὰ τοιαῦτα λέγων, ἢ ὡς ἄδικόν τι δρᾶν εἰωθότα καταιτιᾶται τὸν Θεὸν καὶ Πατέρα, ἢ ὡς τὴν τῶν ἀγγέλων ἀτιμάζοντα φύσιν, ὅτε τοῖς δευτέροις αὐτὴν ἔγνω τιμᾶν παρὰ τὸν Υἱόν· τί γὰρ δὴ τὸ διακωλύον, ἐρεῖ τις τυχὸν, ἐπείπερ ἐστὶ δίκαιος καὶ ἀγαθὸς ὁ Θεός τε καὶ Πατὴρ, σύνεδρον ἑαυτῷ καὶ τὴν τῶν ἀγγέλων ποιεῖσθαι φύσιν, εἴπερ ἐστὶν ὅλον ἐν γενητοῖς ὁ Υἱὸς καὶ ὁμογενὴς αὐτοῖς κατά γε τὸν τοῦ πεποιῆσθαι λόγον, κἂν ὑπεροχαῖς τισιν ἑτέραις τὸ ἐνὸν αὐτοῖς πλεονεκτῇ μέτρον, ὥσπερ οὖν ἡμᾶς ἐκεῖνοι τυχόν. ἀλλ' οὐκ ἄδικος ὁ Θεὸς καὶ Πατὴρ, ὁ τοῖς μὲν ἀγγέλοις παρεστάναι κελεύων, καὶ τοῦτο διδοὺς τῇ ἐκείνων φύσει τὸ ἀξίωμα σύνεδρον ἔχων τὸν ἴδιον Υἱὸν, ἐπείπερ οἶδε κατὰ φύσιν ὄντα Θεὸν, καὶ οὐκ ἀλλότριον τῆς οὐσίας αὐτοῦ 2.15 τὸ ἴδιον γέννημα. πῶς οὖν ἔτι γενητὸς, πῶς δὲ ἀπὸ κόσμου τοῦ γενητοῦ, καὶ οὐχὶ μᾶλλον ἐν τούτοις, ἐν οἷσπερ ἂν εἴη Θεὸς ἀληθινὸς, ὑπὲρ πάντα δηλονότι τὰ ἐν παντὶ κόσμῳ νοούμενά τε καὶ ὑπάρχειν ὁμολογούμενα; Ἐπειδὴ δὲ ὥς τι μέγα καὶ ἄμαχον προσετείνατε τὸ εἰπεῖν τὸν Χριστὸν εὐδιαστόλως Ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου, διὰ δέ Τούτου τὸν ἕτερον ἡμῖν κατασημαίνεσθαι κόσμον διισχυρίζεσθε λέγοντες ἐκεῖθεν ὑπάρχειν αὐτὸν, ἴδωμεν πάλιν εἰ μὴ σαθροῖς ἐπερείδεσθε λογισμοῖς, ταῦτα λογίζεσθαι καὶ φρονεῖν ὑπὸ μόνης τῆς ἑαυτῶν ἐλαφρίας ἀναπειθόμενοι. τὸ γάρ Οὗτος, ἢ Τούτου τυχὸν, καὶ εἴ τι λέγεται παρ' ἡμῶν ἀντωνυμικῶς, δεικτικόν ἐστι, καὶ οὐχὶ πάντως οὐδὲ ἀναγκαίως ἑτέρου σημαντικόν. καὶ γοῦν ὁ μακάριος Βαροὺχ, τὸν ἕνα καὶ μόνον ἡμῖν κατασημαίνων Θεόν "Οὗτός φησιν ὁ Θεὸς "ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν·" ἀλλ' εἴπερ ἦν πάντως τό Οὗτος ἑτέρου σημαντικὸν, πῶς οὐκ ἂν ἕτερος ἐλογίσθη πρὸς αὐτῷ; ἀλλὰ καὶ Συμεὼν ὁ δίκαιος τὸ ἐπὶ τῷ Χριστῷ προφητεύων μυστήριον "Ἰδοὺ οὗτος, φησὶ, "κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν νεκρῶν πολλῶν ἐν τῷ "̓Ισραὴλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον·" καίτοι τίνι τῶν ὄντων οὐ προδηλότατον, οὐχ ὡς ἑτέρων ἡμᾶς προσώπων ἀφιστὰς ὁ δίκαιος τό Οὗτός φησιν, ἀλλ' ἵνα οὕτως εἴπω, μοναδικῶς τὸν ἤδη παρόντα καὶ πρὸς τοῦτο τεθειμένον ὑπο δεικνύς. οὐκοῦν ὅταν λέγῃ Χριστός Ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου, οὐχὶ πάντως ὡς ὑπάρχων ἐξ ἑτέρου κόσμου τὰ τοιαῦτά φησιν, ἀλλ' ὥσπερ δύο τινὰς τόπους σωματικώ τερον ὁρίζων καὶ τιθεὶς, τῆς γενητῆς φύσεώς φημι καὶ τῆς ἀῤῥήτου καὶ ἐπάνω πάσης οὐσίας ἀνθρώπου, μένοντας Ἰου δαίους ἐν τῷ τῶν γενητῶν τόπῳ τίθησι λέγων Ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστέ· ἑαυτὸν δὲ παντελῶς τῶν ἐν γενέσει διιστὰς, καὶ τῷ ἑτέρῳ συνάπτων τόπῳ τῷ τῆς θεότητος 2.16 λέγω Οὐκ εἰμί φησιν ἐκ τοῦ κόσμου τούτου. οὐκοῦν ἀντι παραθεὶς εἰς γνῶσιν τὴν θεότητα τῷ κόσμῳ, τούτου μὲν ἐκείνῳ δίδωσιν, ἑαυτὸν δὲ τῷ γεγεννηκότι Θεῷ καὶ τῇ ἀνωτάτω πασῶν οὐσίᾳ προσνέμει. Ἀλλ' οὐδὲν ἀδικήσει, φησὶ, τῶν ἀγγέλων τὴν φύσιν ὁ Θεὸς καὶ Πατὴρ, εἰ μὴ τούτοις αὐτὴν οἷς καὶ τὸν Υἱὸν ἔγνω τιμᾶν. ἄδικον γὰρ οὐδαμῶς ἀποφαίνει τὸν Θεὸν, τὸ ἐν τῇ κτίσει ποικίλον, ἢ τῷ ἑκάστῳ πρεπόντως ἀπονέμειν τὴν δόξαν, ἐπεὶ κατά τινα τρόπον ἡμεῖς ἀγγέλων ἠλαττώ μεθα, καίτοι δίκαιον εἶναι ὁμολογοῦντες τὸν Θεόν· ὅπερ οὖν ἡμεῖς πρὸς ἀγγέλους, τοῦτο καὶ ἄγγελοι πρὸς τὸν Υἱόν· παραχωροῦσι δὲ ὡς ἀμείνονι καὶ τὸ ἐν μείζοσιν εἶναι τιμαῖς, ἢ ἐν αἷσπέρ εἰσιν αὐτοί. Ἀλλ', ὦ βέλτιστε· πάλιν ἐροῦμεν τὸν ἀμαθῆ δυσωποῦντες αἱρετικόν· εἰ καὶ τῆς τῶν ἀγγέλων δόξης ἀφεστήκαμεν, ἐπεὶ καὶ τῆς ἐνούσης αὐτοῖς εὐσεβείας ἡττώμεθα, καὶ εἰ πολύ τι τὸ ἐν τῇ κτίσει ποικίλον καὶ παρηλλαγμένον καὶ πλεονεκτοῦν ἐν τιμαῖς, ἤτοι μειονεκτούμενον κατὰ τὴν τοῦ ποιήσαντος βούλησιν, ἀλλά γε τοῖς πᾶσιν τὸ ἐκτίσθαι κοινὸν, καὶ οὐδὲν ὅλως ἐν τούτοις τὸ ἕτερον ὑπερτεροῦν ἢ λειπόμενον. προὔ χειν μὲν γὰρ ἔν τε τιμῇ καὶ δόξῃ τοῦ ἀνθρώπου τὸν ἄγγελον θαυμαστὸν οὐδὲν, ἢ καὶ τοῦ ἀγγέλου τὸν ἀρχάγγελον· τὸ γεμὴν εἰς τοῦ τὰ πάντα πεποιηκότος ἀναβαίνειν δύνασθαι δόξαν οὐδενὶ τῶν κτισμάτων προσὸν εὑρήσομεν· οὐ γὰρ ἔσται τι τῶν γεγονότων φύσει Θεὸς, οὐδ' ἰσότιμον ἔσται τῷ ∆εσπότῃ τὸ δοῦλον, σύνεδρόν τε καὶ συμβασιλεῦον αὐτῷ. ποῖον οὖν ἄρα μέτρον ἔσται τιμῆς τῷ Υἱῷ γενητῷ καθ' ὑμᾶς ὄντι, καὶ ἐκ τοῦ κόσμου τοῦ νοητοῦ τὸ θεοπρεπὲς ἀξίωμα; πῶς δὲ εἰς τὴν αὐτὴν ἀναδραμεῖται δόξαν τῷ κατὰ φύσιν Θεῷ τὸ τοῖς κτίσμασιν ὁμογενὲς, καίτοι τοῦ Θεοῦ 2.17 λέγοντος "Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω." τί δὲ εἰπέ μοι τὸν διάβολον τῶν οὐρανίων ἐξέπεσεν αὐλῶν; ἆρα τὸ δι ψῆσαι τιμὴν πρέπουσαν μὲν φύσει τῇ γενητῇ, τῶν γεμὴν προσόντων αὐτῷ μέτρων τὴν ἀμείνω καὶ μείζονα, καὶ ἐν τούτοις ἦν αὐτῷ τῶν ἐγκλημάτων ὁ λόγος; ἢ ὅτι τετόλ μηκεν εἰπεῖν "Ἔσομαι ὅμοιος τῷ ὑψίστῳ;" ἐφαντάσθη γὰρ δύνασθαι τὸ ποιηθὲν εἰς τὴν τοῦ ποιήσαντος ἀναβῆναι φύσιν, καὶ σύνθρονον ἔσεσθαι τῷ πάντων ἔχοντι τὸ κράτος Θεῷ. διὰ τοῦτο καὶ πέπτωκεν ὡς ἀστραπὴ, κατὰ τὸ γεγραμ μένον, ἐξ οὐρανοῦ. σὺ δὲ ἡμῖν τοῖς οὕτω σφαλεροῖς ἀφυ λάκτως ἐπιπηδῶν, ἐν τῷ μηδενὶ τίθης τὸ ἔκ τινος κόσμου καθ' ὑμᾶς ὄντα τὸν Υἱὸν, καὶ μέρος διὰ τοῦτο τῆς κτίσεως, ἐν τάξει τιμῆς καλεῖσθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς εἰς τὸ συνεδρεύειν αὐτῷ, τοῦτο προξενούσης αὐτῷ τῆς οὐσίας οὐδαμῶς, ἀλλ' οὐδὲ ἐπὶ τὸ πρέπον αὐτῇ καὶ χρεωστούμενον καλούσης ἀξίωμα. δέχεται γὰρ, ἂν οὕτως ἔχῃ καθάπερ ὑμεῖς ληροῦντές φατε, ὡς ἐν χάριτος μέρει τὰ ὑπὲρ τὴν κτίσιν. ἄπαγε τῆς δυσφημίας ἄνθρωπε· διακεισόμεθα γὰρ οὐχ οὕτως ἡμεῖς, μὴ δοίη Θεός. ἀγγέλους μὲν γὰρ καὶ ἀρχαγγέλους, καὶ τοὺς ἔτι τούτων ἐν ἀμείνοσι τετιμῆσθαι διαφόρως πιστεύομεν κατ' ἐξουσίαν καὶ βούλησιν τοῦ πανσόφου Θεοῦ, δικαίαν δηλονότι τὴν ἐφ' ἑκάστῳ τῶν γεγονότων ὁρίζοντος ψῆφον· τὸν δὲ κατὰ φύσιν Υἱὸν, οὐκ ἐν τούτοις εἶναι νομιοῦμεν· οὐ γὰρ ἐν χάριτος μέρει καὶ ἐπακτὴν ἔχει τὴν δόξαν, ἀλλ' ἐπείπερ ἐκ τῆς οὐσίας ἐστὶ τοῦ Θεοῦ καὶ Πατρὸς, Θεὸς ἀληθινὸς ἐκ Θεοῦ τοῦ κατὰ φύσιν καὶ ἀλη θινοῦ, σύνθρονός τε καὶ σύνεδρος ἐστὶν αὐτῷ, πάντα ὑπὸ πόδας ἔχων ὡς Θεὸς, καὶ ἐκ τοῦ Πατρὸς μετὰ τοῦ Πατρὸς καὶ ὅλῃ τῇ κτίσει θεοπρεπῶς ἐποχούμενος. διὰ τοῦτο καὶ 2.18 δικαίως ἤκουεν "Ὅτι τὰ σύμπαντα δοῦλα σά·" ἐπειδὴ δὲ πανταχόθεν Θεὸς ἀληθινὸς ὑπάρχων εὑρίσκεται, δῆλον δήπου πάντως ὡς οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου, τουτέστι, γενητός. ὅλην γὰρ τῶν πεποιημένων τὴν φύσιν ὁ κόσμος ἡμῖν ἐν τούτῳ κατασημαίνει, τὴν ὡς ἐκ μέρους ἐπὶ τὸ σύμπαν τὸ πεποιῆσθαι νοούμενον παραπέμπων σύγκρισιν, ὥσπερ οὖν ἀμέλει πάσης ἑαυτὸν ὑπεξάγων τῆς πρὸς τὴν κτίσιν ὁμοφυΐας ἐν προφήταις ἔφη Θεός "∆ιότι Θεὸς ἐγώ "εἰμι καὶ οὐκ ἄνθρωπος." καὶ οὐκ ἐπείπερ ἔφη μὴ εἶναι καθ' ἡμᾶς ἄνθρωπος, διὰ τοῦτο πάντως αὐτὸν ἀγγέλοις, ἤγουν ἑτέροις τισὶ τῶν γενητῶν, συντάξομεν, ἀλλ' ἐκ μέρους ἐπὶ τὸ σύμπαν ἰόντες, ἕτερόν τι κατὰ φύσιν ὑπάρχειν ὁμολο γήσομεν τὸν Θεὸν παρὰ πάντα τὰ γενητά. οὕτως οἶμαι δεῖν εὐσεβοῦντας νοεῖν τὰ παρεμπίπτοντα δυσχερῆ· "Βλέπομεν "γὰρ ἐν ἐσόπτρῳ δι' αἰνίγματος," καθάπερ ὁ Παῦλός φησιν. Εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν. ∆ι' ὀλίγων ἀνατρέψας τὴν ἀβουλοτάτην τῶν ἐκεῖνα διεν θυμουμένων ὑπόνοιαν, καὶ ληροῦντας ἐφ' ἑαυτῷ πάλιν ἐλέγξας, ἐπάνεισιν ὥσπερ ἐπὶ τὸν ἐξ ἀρχῆς προτεθέντα τῷ λόγῳ σκοπὸν, καὶ ἐν ὅσοις ἔσονται κακοῖς, περιπεσοῦνται δὲ τίσιν, ἀλογώτατα παρωθούμενοι τὸ πιστεύειν αὐτῷ, καὶ εἰσαῦθις ἐπαναλαβὼν ὑποφαίνει. χρῆμα δὲ διδασκάλῳ τῷ σοφῷ καὶ ἐπιεικεῖ πρεπωδέστερον ἂν εἴη καὶ τοῦτο· δεῖν γὰρ οἶμαι τὸν διδάσκοντα, μὴ ταῖς τῶν ἀκροωμένων ἀμαθίαις φιλονεικεῖν, μηδὲ τῆς εἰς αὐτοὺς φροντίδος ὀλιγωρεῖν, εἰ καὶ μὴ λίαν ἑτοίμως παραδέχοιντο τυχὸν τῶν μαθημάτων τὴν γνῶσιν, ἀλλὰ καὶ εἰσαῦθις τὰ αὐτὰ, μᾶλλον δὲ καὶ πολλάκις ἀνακυκλοῦντα λέγειν, καὶ διὰ τῶν αὐτῶν ἰέναι ῥημάτων. 2.19 ἐπείτοι καὶ ὁ τληπαθὴς ἀροτρεὺς ἀνατεμὼν ἔσθ' ὅτε τὴν ἄρουραν, καὶ πόνους ἐν αὐτῇ διηντληκὼς οὐ βραχεῖς, καὶ τὸν σπόρον ἐγκαταχώσας τοῖς αὔλαξιν, ἂν ἴδῃ διεφθαρμένον, παλινδρομεῖ πρὸς ἄροτρον, καὶ τοῖς ἤδη κατεφθαρμένοις ἐπισπείρειν οὐ κατοκνεῖ. διημαρτηκὼς γὰρ ἐν ἀρχῇ τοῦ σκοποῦ πάθοι ἂν οὐ πάντως ἐν γοῦν τοῖς δευτέροις τὰ παραπλήσια. τοιαύτην ἐπασκήσας τὴν ἕξιν καὶ ὁ θεσπέσιος Παῦλός που φησίν "Τὰ αὐτὰ λέγειν ὑμῖν ἐμοὶ μὲν οὐκ "ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές." ὁρᾷς ὅπως ὄκνου κρείττων ὁ διδάσκων εὑρίσκεται, τότε τοῖς ἀκροωμένοις τὸ ἐν ἀσφαλεῖ τῶν ἐπιτηδευμάτων γενέσθαι πολλάκις ἀκολουθεῖ; χρησίμως τοιγαροῦν τὸν πρὸς Ἰουδαίους ἀναμηρυσάμενος λόγον ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, οὐκ ἐν τοῖς τυχοῦσιν ἔσεσθαι τοῦ μὴ πιστεύειν αὐτῷ τὴν ζημίαν διισχυρίζεται· δεῖν γὰρ πάντως ἐν ἁμαρτίαις ἀποθανεῖν τοὺς ἀπειθοῦντάς φησι, τὸ δὲ τεθνάναι πεφορτισμένον τοῖς πλημμελήμασιν, ὅτι φλογὶ τῇ παμφάγῳ παραδώσει τὴν τοῦ ἀνθρώπου ψυχὴν, οὐκ ἀμφίλογον. Ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν. Ἀκριβέστερον εἰσηγεῖται τὰ συμφέροντα, καὶ φανότατον τῆς σωτηρίας καθιστὰς τὸν τρόπον ὑποδεικνύει λοιπὸν διὰ ποίας ἰόντες ὁδοῦ πρὸς τὴν τῶν ἁγίων ἀναβήσονται ζωὴν, καὶ εἰς τὴν ἄνω γενήσονται πόλιν, τὴν ἐπουράνιον Ἱερου σαλήμ. καὶ οὐ μόνον ὅτι προσήκει πιστεῦσαί φησιν, ἀλλ' ὅτι καὶ εἰς αὐτὸν τοῦτο γενέσθαι δεήσει διισχυρίζεται. δικαι ούμεθα γὰρ πιστεύοντες εἰς αὐτὸν ὡς εἰς Θεὸν ἐκ Θεοῦ, ὡς εἰς Σωτῆρα καὶ λυτρωτὴν καὶ βασιλέα τῶν ὅλων καὶ Κύριον 2.20 ἀληθῶς. ἀπολεῖσθε τοιγαροῦν οὐ πιστεύοντες, φησὶν, ὅτι ἐγώ εἰμι. τὸ δέ Ἐγὼ περὶ οὗ, φησὶν, ἐν προφήταις γέγραπται "Φωτίζου φωτίζου Ἱερουσαλὴμ, ἥκει γὰρ τὸ φῶς σου, καὶ "ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν." ἐγὼ γάρ εἰμί φησιν, ὁ πάλαι πρὸς ἀπόστασιν τῶν ἐν ψυχῇ νοσημάτων βαδίσαι κελεύων, καὶ τὴν ἐξ ἀγάπης θεραπείαν ὑπισχνούμενος διὰ τοῦ λέγειν "Ἐπιστράφητε υἱοὶ ἐπιστρέφοντες, καὶ ἰάσομαι "τὰ συντρίμματα ὑμῶν." ἐγώ εἰμι ὁ τὴν θεοπρεπῆ ἐν σοὶ καὶ πάλαι χρηστότητα καὶ ἀσύγκριτον ἀνεξικακίαν χαριεῖ σθαι δὴ εἰπὼν, διά τε τοῦτο βοῶν "Ἐγώ εἰμι ἐγώ εἰμι ὁ "ἐξαλείφων τὰς ἁμαρτίας σου καὶ οὐ μὴ μνησθήσομαι." ἐγώ εἰμι, φησὶν, ὁ καὶ διὰ τοῦ προφήτου Ἡσαΐου λέγων "Λούσασθε, καθαροὶ γενέσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ "τῶν καρδιῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου· παύ "σασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, καὶ δεῦτε καὶ διαλεχθῶμεν "λέγει Κύριος· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, "ὡς χιόνα λευκανῶ, ἐὰν δὲ ὦσιν ὡσεὶ κόκκινον, ὡς ἔριον "λευκανῶ." ἐγώ φησίν εἰμι, περὶ οὗ πάλιν αὐτός που φησὶν ὁ προφήτης Ἡσαΐας "Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιὼν", ὕψωσον τῇ ἰσχύϊ τὴν φωνὴν ὁ εὐαγγελι "ζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε· ἰδοὺ ὁ Θεὸς "ὑμῶν, ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων "μετὰ κυρίας· ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ' αὐτοῦ, καὶ τὸ ἔργον "ἐνώπιον αὐτοῦ. ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ "τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας, καὶ ἐν γαστρὶ ἐχούσας "παρακαλέσει." καὶ πάλιν "Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ "τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται, τότε ἁλεῖται ὡς "ἔλαφος ὁ χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων." ἐγώ εἰμί φησι, περὶ οὗ πάλιν γέγραπται ὅτι "Ἐξαίφνης 2.21 "ἥξει εἰς τὸν ναὸν αὐτοῦ Κύριος ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ "ἄγγελος τῆς διαθήκης ὃν ὑμεῖς θέλετε· ἰδοὺ ἔρχεται, λέγει "Κύριος, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς "ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; ὅτι αὐτὸς εἰσπορεύ "σεται ὡς πῦρ ἐν χωνευτηρίῳ καὶ ὡς ποία πλυνόντων." ἐγώ φησίν εἰμι ὁ ὑπὲρ τῆς ἁπάντων σωτηρίας προσάγειν ἐμαυτὸν εἰς θυσίαν αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ διὰ φωνῆς τοῦ μελῳδοῦ καθυπισχνούμενος καὶ βοῶν "Θυσίαν καὶ προσ "φορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· ὁλοκαυτώ "ματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας· τότε εἶπον Ἰδοὺ "ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι "τὸ θέλημά σου ὁ Θεός." ἐγώ φησίν εἰμι, καὶ αὐτὸς ὁ διὰ Μωυσέως ἐκήρυττε νόμος οὕτω λέγων "Προφήτην ἐκ τῶν "ἀδελφῶν σου ὡς ἐμὲ ἀναστήσει σοι Κύριος ὁ Θεός σου, "αὐτοῦ ἀκούσεσθε· κατὰ πάντα ὅσα ᾐτήσω παρὰ Κυρίου "τοῦ Θεοῦ σου ἐν ὄρει ἐν Χωρὴβ ἐν ἡμέρᾳ τῆς ἐκκλησίας." οὐκοῦν εὐλόγως ἀπολεῖσθε, φησὶ, καὶ δικαιοτάτην ἀποτίσετε τῷ κρίνοντι δίκην τὸν διὰ πολλῶν μὲν ὑμῖν προκεκηρυγμένον ἁγίων, μαρτυρηθέντα δὲ καὶ δι' ὧν ἐργάζομαι διὰ πολλὴν ἀνοσιότητα τρόπων οὐ προσηκάμενοι. καὶ γὰρ δὴ καὶ κατὰ ἀλήθειαν οὐδεὶς ἐξαλεῖται λόγος τοῦ κολάζεσθαι δεῖν τοὺς ἀπειθοῦντας αὐτῷ, πεπληρωμένης μὲν τῆς θεοπνεύστου γραφῆς τῶν περὶ αὐτοῦ μαρτυριῶν τε καὶ λόγων, καὶ αὐτοῦ δὲ συνῳδὸν τοῖς πάλαι χρησμῳδουμένοις τὴν ἀπὸ τῶν ἔργων παρεχομένου λαμπρότητα. Ἔλεγον οὖν αὐτῷ Σὺ τίς εἶ; Πρόεισι πάλιν αὐτοῖς ἐξ ἀλαζονείας ὁ λόγος ἀγριωτάτῃ συγκεκραμένον ὀργῇ. φιλοπευστοῦσι γὰρ οὐχ ἵνα μαθόντες πιστεύσειαν, ἀλλ' ἐκ πολλῆς ἀπονοίας μονονουχὶ καὶ ἐπιπη 2.22 δῶσι Χριστῷ. ἁπλούστερον μὲν γὰρ τό Ἐγώ εἰμί φησιν αὐτὸς, οὐ προσθεὶς ὅτι Θεὸς ἐκ Θεοῦ, ἀλλ' οὐδὲ ἕτερόν τι τῶν ὅσα τὴν ἐνοῦσαν αὐτῷ κατασημαίνει δόξαν· ὑφειμένως δὲ πάλιν καὶ κόμπου δίχα παντὸς μόνον ἐκεῖνό φησι, τό Ἐγώ εἰμι, προστιθέναι τὸ λεῖπον ἐπιτρέψας τοῖς εὐμαθε στέροις· οἱ δὲ πρὸς ἐκτοπωτάτην καὶ ἀχάλινον χωροῦσι μανίαν, καὶ ἐξ ἀμέτρου τῆς ὑπεροψίας μονονουχὶ καὶ δια κόπτουσιν οὔπω πρὸς τέλος ἐλάσαντα τοῦ Σωτῆρος τὸν λόγον, ἐπιτιμῶσι δὲ ὥσπερ καὶ μεταξὺ διαλαβόντες φασί Σὺ τίς εἶ; τοῦτο δὲ ἦν εἰπεῖν ἐναργῶς Μὴ ἄρα τι μεῖζον ὧν ἴσμεν ἡμεῖς περὶ σεαυτοῦ φρονῆσαι τολμᾷς; οἴδαμέν σε τοῦ τέκτονος υἱὸν, ἀνδρὸς εὐτελοῦς καὶ πενιχροτάτου, ἀσήμου παρ' ἡμῖν καὶ οὐδενὸς παντελῶς. κατακρίνουσι τοιγαροῦν ὡς οὐδὲν ὄντα τὸν Κύριον ὁρῶντες εἰς μόνον τὸ κατὰ σάρκα γένος, τὴν δὲ ἐκ τῶν ἔργων μεγαλοπρέπειαν, ἀλλ' οὐδὲ τὴν ἄνωθεν καὶ ἐκ Θεοῦ γέννησιν, οὐδ' ὅσον εἰς νοῦν δεξάμενοι, ὅθεν ἦν μάλιστα Θεὸν ὄντα κατὰ φύσιν ἐπιγινώσκειν αὐτόν· τίς γὰρ ἂν εἰργάσατο τὰ μόνῳ πρέποντα Θεῷ; μὴ οὐχὶ καὶ αὐτὸς ὑπάρχων κατὰ φύσιν Θεός; εἰργάζετο δὲ ὁ Χριστός· ἦν οὖν ἄρα, καὶ ἔστι Θεὸς, καὶ ἐν σαρκὶ γεγονὼς ὑπὲρ τῆς ἁπάντων σωτηρίας καὶ ζωῆς. ἀλλ' οἱ μόναις ταῖς ἑαυτῶν δυσβουλίαις πειθόμενοι, τῆς δὲ θείας ἡμῶν καὶ θεοπνεύστου γραφῆς λόγον οὐδένα λαβόντες πώποτε, ἐφ' οἷς ἔδει μᾶλλον εὐχαριστεῖν, ἐπὶ τούτοις αὐτὸν κατασμικρύνουσι, μὴ εἰδότες "μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται." Στήσαντες τοίνυν εἰς τό Σὺ μετ' ἐμφάσεως τὴν ὑπο στιγμὴν, καὶ τὴν καλουμένην ὀξεῖαν ἀναπέμψαντες, ὡς ἐν ἐρωτήσει μετὰ θαύματος ἐκδεχόμεθα τὸν λόγον· φασὶ γὰρ τό Σύ, οἱονεί Ὁ μηδεὶς ὢν ὅλως, καὶ τοῦτο παρ' ἡμῖν 2.23 γινωσκόμενος, ὁ εὐτελὴς καὶ ἐξ εὐτελῶν, τί περὶ σεαυτοῦ λαμπρὸν ἔχεις εἰπεῖν, τί δὲ ἄξιον λόγου τῶν περὶ σοῦ; τῆς γὰρ Ἰουδαϊκῆς ἀπονοίας οὐδὲν τῶν τοιούτων τολμημάτων ἀλλότριον. Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν. Ἀτιμάζομαι, φησὶ, καίτοι καλῶν εἰς αἰώνιον ζωὴν, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς ἀπόθεσιν θανάτου καὶ φθορᾶς, εἰς ἁγιασμὸν, εἰς δικαιοσύνην, εἰς δόξαν, εἰς καύχημα πρὸς υἱο θεσίαν Θεοῦ· ἀλλὰ καὶ τούτοις ἅπασι στεφανοῦν ἐθέλων ὑμᾶς, ἐν τῷ μηδενὶ κατατέταγμαι λόγῳ, καὶ εὐτελὴς οὕτω λελόγισμαι παρ' ὑμῖν· ἀλλὰ ναὶ δίκαια πάσχω, φησὶν, ὅτι καὶ λόγου παρ' ὑμῖν ἐποιησάμην ἀρχὴν ὅτι καὶ προσπεφώνηκά τι τῶν εἰδότων ὠφελεῖν, καὶ διασώζειν ἐβουλευσάμην τοὺς οἵπερ ἔμελλον εἰς τοσαύτην κατοιχήσεσθαι μοχθηρίαν, ὡς πικρὰς ἀμοιβὰς ἀποδιδόναι φιλεῖν τῷ διασώζειν αὐτοὺς ᾑρημένῳ. Ἔοικε δέ τι καὶ ἕτερον ἡμῖν διὰ τούτων ὑποδηλοῦν ὁ Χριστός. ἔδει γάρ με, φησὶν, οὐχ ὑμῖν ὅλως προσλαλῆσαι κατὰ τὴν ἀρχὴν, ἐκείνοις δὲ μᾶλλον τοῦτο χαρίζεσθαι τοῖς μέλλουσι καὶ λίαν ἀσμένως ἐφήδεσθαι λόγοις, καὶ ἀμελλητὶ τὸν αὐχένα τοῖς εὐαγγελικοῖς ὑποζεῦξαι διατάγμασι. σημαίνει δὲ διὰ τούτων τῶν ἐθνῶν τὴν πληθύν. ὅταν δὲ τὰ τοιαῦτα λέγοντα νοῶμεν αὐτὸν, παραφυλαξόμεθα πάλιν τῶν δι' ἐναν τίας τὸν λόγον· ἐρεῖ γάρ τις τυχὸν τῶν εἰωθότων χριστομαχεῖν Εἰ μὴ τοῖς Ἰουδαίοις προσλαλεῖν ἐν ἀρχῇ, μᾶλλον δὲ τοῖς ἔθνεσιν ἔδει, διήμαρτεν ἄρα τοῦ πρέποντος ὁ Υἱὸς, οὐχὶ τοῦτο μᾶλλον, ἀλλ' ἐκεῖνο διαπεπραχώς. ἀλλ' ἐροῦμεν πρὸς τοῦτο πάλιν Οὐκ εἰς μετάγνωσιν τῶν ἰδίων, ἢ τῶν τοῦ Πατρὸς θελημάτων ἐλθὼν ὁ Υἱὸς, τὰ τοιαῦτά φησιν, ἀλλ' 2.24 οὐδὲ ὡς ἔξω βεβηκὼς τοῦ πρέποντος τῇ οἰκονομίᾳ πράγ ματος, οὐ γὰρ ἂν ἐβουλεύσατό τι Θεὸς, ὃ μὴ πάντως ἦν γενέσθαι καὶ πρέπον· διὰ δὲ τοῦ λέγειν, ὡς οὐχ ὑμῖν ἔδει λαλῆσαι κατὰ τὴν ἀρχὴν, οὐδὲ θεμέλιον ὥσπερ καταβαλέσθαι παρ' ὑμῖν τῆς σωτηριώδους διδασκαλίας, ἀληθῆ καὶ φιλάν θρωπον κατὰ φύσιν ὑπάρχοντα καὶ τὸν Πατέρα δεικνύει καὶ ἑαυτόν. ἰδοὺ γὰρ, καίτοι μὴ οὖσιν ἀξίοις τοῖς ἀνοσίοις Ἰουδαίοις τὸν σωτήριον ἐχαρίζετο λόγον, ἐν δευτέρῳ κατα τάξας τόπῳ τῶν ἐθνῶν τὴν πληθὺν, καίτοι λίαν εὐπετέστερον καὶ πιστεύειν αὐτῷ καὶ πείθεσθαι μελετήσασαν. Τί οὖν ἄρα τὸ ἀναπεῖσαν αὐτὸν τὸν σκληροτράχηλον τῶν Ἰουδαίων λαὸν τῶν ἑτέρων προτάξαι καὶ προτιμᾶν; πρὸς αὐτοὺς ἐποιήσατο τῆς ἀφίξεως τὴν ἐπαγγελίαν διὰ τῶν ἁγίων προφητῶν, αὐτοῖς ἡ χάρις διὰ τοὺς πατέρας ὠφείλετο. διὰ τοῦτο καὶ ἔφασκεν "Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρό "βατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ·" καὶ πρὸς γυναῖκα δὲ τὴν συροφοινίκισσαν "Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν "τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις." οὐκοῦν ὁ μὲν Ἰσραὴλ ἐκ τούτου τετίμηται, καὶ προτέτακται τῶν ἐθνῶν, καίτοι σκαιοτέραν ἔχων τὴν γνώμην. ἐπειδὴ δὲ ἠγνόησε τὸν ἁπάντων ∆εσπότην, καὶ τῶν ἐν ἐπαγγελίαις ἀγαθῶν τὸν τελειωτὴν, μετέστη λοιπὸν ἐπὶ τὰ ἔθνη τῆς διδασκαλίας ἡ χάρις, οἷς ἐχρῆν κατὰ τὴν ἀρχὴν καὶ ἐν πρώτοις προσδια λεχθῆναι τὸν Κύριον, οὐχ ὅσον εἰς τὴν ὑπόσχεσιν τὴν εἰς τοὺς πατέρας γεγενημένην, ἀλλ' ὅσον εἰς τὴν ἐνοῦσαν αὐτοῖς εὐπείθειαν. Πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν. Καταδικαζόντων αὐτοῦ τῶν Ἰουδαίων προαλέστερον, καὶ οὐδενὶ μὲν ἐχόντων τὸ παράπαν ἐγκαλεῖν, ἐπὶ μόνῃ δὲ τῇ 2.25 εὐτελείᾳ τοῦ κατὰ σάρκα γένους ἐξωφρυωμένων, διά τε τοῦτο τὸ μηδὲν εἶναι λεγόντων αὐτὸν, ἐδυσώπει πράως, καὶ ἐν τοῖς ἀνωτέρω γυμνότερον εἰπών "Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, "ἐγὼ κρίνω οὐδένα." τὸ δὲ κρίνειν κατὰ τὴν σάρκα, τοι αύτην ἂν ἔχοι τὴν διάνοιαν εἰκότως· οἱ γὰρ μόνα θαυμά ζοντες τὰ ἐπίγεια, τῶν μὲν οὐρανίων ἀγαθῶν ὁρῶσιν οὐδὲν, εἰς μόνην δὲ τὴν τῷδε τῷ βίῳ λαμπρότητα βλέποντες, τὸν πλουτοῦντα θαυμάζουσιν, ἤτοι τὸν ἑτέροις τισὶ δοξαρίοις ἐπικομπάζοντα· ἀλλ' οἵ γε κατὰ τὸν τοῦ Θεοῦ νόμον τὰς τῶν πραγμάτων διευκρινόμενοι φύσεις, τῶν ἀξιεράστων ὄντως καὶ ἀξιοζηλώτων ἀνθρώπων ἐκεῖνον εἶναί φασιν, ᾧ τὸ βούλεσθαι βιοῦν ἐνυπάρχει κατὰ τὴν τοῦ πεποιηκότος βουλήν τε καὶ θέλησιν. ἀδικήσει γὰρ οὐδὲν τὴν τοῦ ἀνθρώ που ψυχὴν ἀγαθουργεῖν εἰθισμένην τὸ κατὰ σάρκα σμικρο πρεπὲς, ὠφελήσει δὲ καὶ ἐκ τῶν ἐναντίων οὐδὲν τοὺς διαζῆν ἐννόμως παραιτουμένους ἡ ἐν τῷδε τῷ βίῳ λαμπρότης καὶ τὸ ἐκ πλούτου περιφανές. κρίνουσι τοιγαροῦν κατὰ τὴν σάρκα, καθάπερ οὖν ἀρτίως ἐλέγομεν, οἱ μὴ βλέποντες εἰς ἁγιότητα, μὴ πολιτείαν, μὴ τρόπους εἰωθότες δοκιμάζειν, ἀλλ' εἰς μόνα τὰ ἐπίγεια τὸν οἰκεῖον παρατρέποντες νοῦν, καὶ παντὸς ἀξιοῦντες θαύματος τὸν ἐν πλούτῳ καὶ τρυφῇ τεθραμμένον. ὑμεῖς οὖν, ὦ παραφρονέστατοι τῶν Ἰουδαίων καθηγηταὶ, καίτοι νόμῳ τῷ διὰ Μωυσέως πρὸς τὴν ἐπὶ τὸ δικάζειν ἀκρίβειαν παιδαγωγούμενοι, κατεγνωκότες ἐπ' οὐδενὶ διὰ μόνην τὴν τῆς σαρκὸς εὐτέλειαν κατακρίνετε τὸν διὰ πολλῶν ὑμῖν παραδόξων ὀφθέντα Θεόν. ἐγὼ δὲ τὴν ὑμετέ ραν ἀπαιδευσίαν οὐ μιμήσομαι, οὐδὲ τοιαύτην περὶ ὑμῶν ἐξοίσω τὴν ψῆφον· οὐδὲν μὲν γὰρ ὅλως ἡ ἀνθρώπου φύσις. τί γὰρ ἂν εἴη τὸ ἐπίκηρον τουτὶ καὶ ἀπὸ γῆς σῶμα; σαπρία καὶ σκώληξ καὶ ἕτερον οὐδέν. ἀλλ' οὐ διὰ ταύτην ὑμᾶς τὴν αἰτίαν κατακρινῶ, οὐδὲ ἐπείπερ ἄνθρωποι κατὰ φύσιν ἐστὲ, 2.26 διὰ τοῦτο πάντως ὑμᾶς καὶ περιπτύεσθαι δεῖν ὁριῶ· ἔχω πολλὰ περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν, τουτέστι, πλουτεῖ πᾶς ὁ λόγος ὁ κατηγορῶν ἐφ' ὑμῖν, οὐχ ἓν ἐγκαλέσω μόνον, ἀλλὰ πολλὰ, καὶ ἐπ' οὐδενὶ διαψεύσομαι, καθάπερ ὑμεῖς. ἔχω κρί νειν ὡς ἀπειθεῖς, ὡς ἀλαζόνας, ὡς ὑβριστὰς, ὡς θεομάχους, ὡς ἀγνώμονας, ὡς ἀχαρίστους, ὡς πονηροὺς, ὡς φιληδο νοῦντας μᾶλλον ἢ φιλοθεεῖν εἰθισμένους, ὡς "δόξαν παρ' "ἀλλήλων λαμβάνοντας, τὴν δὲ δόξαν τὴν παρὰ τοῦ μόνου "οὐ ζητοῦντας·" ὡς ἐμπυρίσαντας τὸν νοητὸν ἀμπελῶνα, ὡς μὴ βοσκήσαντας κατὰ λόγον τὴν ἐγχειρισθεῖσαν ὑμῖν ἀγέλην παρὰ Θεοῦ, ὡς μὴ χειραγωγήσαντας ἐπὶ τὸν διὰ νόμου καὶ τῶν προφητῶν κηρυττόμενον, τουτέστιν, ἐμέ. τοιαῦτα μὲν ὁ Σωτὴρ τοῖς Ἰουδαίοις ἐπιφθέγξαιτο· προσ τιθεὶς δὲ τό Πολλὰ ἔχω λέγειν περὶ ὑμῶν ἔτι καὶ κρίνειν, ὑπα πειλεῖ πως αὐτοῖς, ὡς ἀναδειχθήσεταί ποτε Κριτὴς, ὁ μηδὲν εἶναι δοκῶν παρ' ἐκείνοις διὰ τὴν σάρκα. Ἀλλ' ὁ πέμψας με ἀληθής ἐστι, κἀγὼ ἃ ἤκουσα παρ' αὐτοῦ, ταῦτα λαλῶ εἰς τὸν κόσμον. Ἐῤῥῶσθαι φράσας ταῖς Ἰουδαίων ἀπαιδευσίαις, καὶ τοὺς ἀνέδην αὐτῷ διαλοιδορήσασθαι τολμήσαντας, ἐν τῷ μηδενὶ λογισάμενος, ἐπάνεισιν ὥσπερ ἐπὶ τὸ ἐξ ἀρχῆς, τὸ μὲν κρίνειν ἤδη τὰ κατ' αὐτοὺς, καὶ τὴν ἐπὶ τούτῳ παῤῥησίαν οὐ τῷ παρόντι μᾶλλον, ἀλλὰ τῷ πρέποντι τηρήσας καιρῷ, καὶ τῷ τῆς ἐπιδημίας τρόπῳ τὸν ἴδιον ἀποσώσας σκοπόν· οὐ γὰρ ἦλθεν ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σώσῃ τὸν κόσμον, ὡς αὐτός που φησί. διάτοι τοῦτο καὶ ἀπρὶξ τῶν αὐτῷ πρεπόντων ἐχόμενος, καὶ τὸν εἰς σωτηρίαν καλοῦντα πάλιν ἀναμηρυσάμενος λόγον, ἐπιτείνει τὴν παραίνεσιν. ἐν τούτῳ 2.27 γὰρ μάλιστα θαυμάζειν ἄξιον τῆς τε ἀνεξικακίας τὸ μέτρον, καὶ τῆς ἐνούσης αὐτῷ φιλανθρωπίας τὴν ὑπερβολήν· διὰ τοῦτο καὶ ὁ Πέτρος ἐπιστέλλει περὶ αὐτοῦ "Ὃς λοιδορού "μενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ "τῷ κρίνοντι δικαίως." οὐκοῦν ἀναλώσω φησὶ τὸν πρὸς ὑμᾶς νῦν μάλιστα λόγον, οὐκ ἐφ' οἷς ὑμῖν ἔθος· εἰς φιλο ψογίας δηλονότι καὶ τὴν ἐπ' οὐδενὶ τῶν χρησίμων τριβήν· ἀλλὰ τὸ κρίνειν ὑμᾶς καιρῷ τηρήσας τῷ πρέποντι, τῶν ὑμῖν συμφερόντων ἀνθέξομαι, καὶ τῆς εἰς ὑμᾶς οὐκ ἀποστήσομαι φειδοῦς, κἂν ἐξ ἀπονοίας τῆς ἐνούσης ὑμῖν ἀσυνέτως ὑβρί ζετε. ἔλεγον τοίνυν πρὸς ὑμᾶς ἀρτίως "Ἐγώ εἰμι τὸ φῶς "τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσει ἐν τῇ "σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς·" ἐπὶ τούτῳ παρα λόγως ἀσχάλλοντες ἀνεπηδᾶτε δριμεῖς "Σὺ περὶ σεαυτοῦ "μαρτυρεῖς, ἀναβοῶντες ἐκτόπως, ἡ μαρτυρία σου οὐκ ἔστιν "ἀληθής." πρὸς δὴ τὰ τοιαῦτα πάλιν ἐγώ "Κἂν ἐγὼ μαρ "τυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι "οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω." ἀλλ' εἰ δοκῶ τις εἶναι φορτικὸς, ταῦτα λέγων ἐν ὑμῖν, εἰ μὴ δεκτός εἰμι μάρτυς περὶ τῶν ἐμοὶ προσόντων ἀξιωμάτων φυσικῶν, ἀλλ' ὁ πέμψας με ἀληθής ἐστι κἀγὼ ἃ ἤκουσα παρ' αὐτοῦ ταῦτα λαλῶ εἰς τὸν κόσμον. ταυτολογῶ, φησὶ, τῷ πέμψαντί με Πατρὶ, συνῳδὰ τοῖς ἐκείνου φθέγγομαι ῥήμασιν, ὅτι φῶς εἰμι κατὰ φύσιν εἰπών. ἅπερ οὖν ἤκουσα λέγοντος περὶ ἐμοῦ τοῦ Θεοῦ καὶ Πατρὸς, ταῦτα λαλῶ εἰς τὸν κόσμον. οὐκοῦν εἰ ψεύδομαι καθ' ὑμᾶς, καὶ οὐκ ἀληθής ἐστιν ἡ μαρ τυρία μου, προεψεῦσθαι πάντως ἀναγκαῖον ὑμᾶς εἰπεῖν τὸν Πατέρα. ἀλλ' ἔστιν ἀληθής· οὐκοῦν οὐ διέψευσμαι, καὶ εἰ μὴ τοῖς παρ' ἐμοῦ καταπείθησθε λόγοις, δυσωπήθητε, φησὶ, τὰς τοῦ πέμψαντός με φωνάς. τί γὰρ ἔφη περὶ ἐμοῦ; "̓Ιδοὺ ἀνὴρ, Ἀνατολὴ ὄνομα αὐτῷ·" καὶ πάλιν πρὸς τοὺς 2.28 σεβομένους αὐτόν "Καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ "ὄνομά μου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν "αὐτοῦ·" πρὸς ἐμὲ δή φησιν, ὃν οὐκ εἰδότες ὑβρίζετε "Ἰδοὺ "δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν." ἀλλ' ὅτι καὶ φῶς εἰμι πρὸς ὑμᾶς ἐλέγετο παρ' αὐτοῦ "Φωτίζου "φωτίζου γάρ φησιν, Ἱερουσαλὴμ, ἥκει γάρ σου τὸ φῶς, "καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκε." ταῦτα λέγοντος ἤκουσα περὶ ἐμοῦ τοῦ ἀποστείλαντός με Πατρὸς, κἀγὼ διὰ τοῦτο φῶς ἐμαυτὸν εἶναι τοῦ κόσμου φημὶ, ὑμεῖς δὲ διὰ μόνην τὴν σάρκα κατεσμικρύνατε κρίναντες οὐκ ὀρθῶς, καὶ διὰ τοῦτο λέγειν ἀποτολμᾶτε συχνῶς "Σὺ περὶ σεαυτοῦ "μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής." Οὐκοῦν· ἀνακεφαλαιώσασθαι γὰρ ὅλην ἀκόλουθον τὴν ἐν τῷ προκειμένῳ διάνοιαν· θεομαχοῦντας ἀντικρὺς ἀπο φαίνει τοὺς Ἰουδαίους, καὶ οὐ μόνον ταῖς παρ' αὐτοῦ μαχο μένους φωναῖς, ἀλλὰ καὶ ψήφῳ τῇ παρὰ τοῦ Πατρός· ὁ μὲν γὰρ φῶς οἶδεν ὄντα κατὰ φύσιν τὸν ἴδιον Υἱὸν, καὶ ἀνατολὴν καὶ ἥλιον δικαιοσύνης διὰ τοῦτο καλεῖ· οἱ δὲ τὸν ἐξ ἀπει θείας ὄλεθρον ταῖς ἑαυτῶν ἐπισύροντες κεφαλαῖς ἀποδοκι μάζουσι τὴν ἀλήθειαν, "τὸ καλὸν λέγοντες πονηρὸν," καὶ διά τοι τοῦτο δικαίως αὐτοῖς ἀκολουθήσει τό Οὐαί. Οὐκ ἔγνωσαν ὅτι τὸν Πατέρα αὐτοῖς ἔλεγε. Καταπλήττεται πάλιν τὴν τῶν Ἰουδαίων ἀναισθησίαν ὁ πνευματοφόρος, καὶ μάλα εἰκότως· τί γὰρ ἂν γένοιτο τῶν τοιούτων ἀνοητότερον, οἵ γε καὶ μακροῦ πολλάκις πρὸς αὐτοὺς γεγονότος λόγου περὶ τοῦ Θεοῦ καὶ Πατρὸς, οὐδὲν ἐννοοῦσι περὶ αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν ἀκροώμενοι λέγοντος "̓Αλλ' ὁ πέμψας με ἀληθής ἐστι." τίς οὖν ἡ πρόφασις, 2.29 καὶ διὰ ποίαν αἰτίαν ὁ μακάριος Εὐαγγελιστὴς οὐκ ἐγνω κέναι φησὶν Ἰουδαίους ὅτι τὸν Θεὸν αὐτοῖς καὶ Πατέρα διὰ τούτων ἐσήμανεν ὁ Χριστὸς, ἀναγκαῖον εἰπεῖν. ἐπειδὴ γὰρ ἔφη πρὸς αὐτοὺς ὁ Σωτήρ "Εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα "μου ἂν ᾔδειτε," ἵνα κἀν τούτῳ πάλιν ἀληθῆ λέγων εὑρί σκηται, τοὺς ἀγνοήσαντας τὸν Υἱὸν, ἀγνοοῦντας εἰσφέρει καὶ τὸν Πατέρα. θύρα γὰρ ὥσπερ καὶ πύλη τις ἐστὶ τῆς εἰς τὸν Πατέρα γνώσεως ὁ Υἱός· διὰ τοῦτο καὶ ἔλεγεν "Οὐδεὶς "ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι' ἐμοῦ." ὡς γὰρ ἐξ εἰκόνος ἐπὶ τὸ ἀρχέτυπον ἀνατρέχων ὁ νοῦς ἐκ τοῦ παρεμ πίπτοντος ἐκεῖνο φαντάζεται. ἦν οὖν ἀναγκαῖον ἐπιδεῖξαι τοὺς Ἰουδαίους οὐδὲν ἐννοοῦντας περὶ Πατρὸς, ἐπείπερ οὐκ ἠθέλησαν ἀναγώγως ἀπὸ τῆς γνώσεως τῆς τοῦ Υἱοῦ πρὸς τὴν ἐκείνου χειραγωγεῖσθαι κατάληψιν. διὰ τοῦτο γοργῶς ὁ Εὐαγγελιστὴς μονονουχὶ καὶ ἐπισημαίνεται, ὅτι λέγοντος τοῦ Χριστοῦ Ὁ πέμψας με ἀληθής ἐστιν, οὐκ ἔγνωσαν ὅτι τὸν Πατέρα αὐτοῖς ἔλεγεν. Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι. Τοὺς τῶν ἰατρῶν ἀρίστους ἀπομιμούμενος, τῆς ἐνούσης αὐτοῖς κατὰ ψυχὴν ἀῤῥωστίας ἀπογυμνοῖ τὴν πρόφασιν, καὶ τὸ διακωλύον αὐτοὺς εἰς τὴν ἐπ' αὐτῷ σύνεσίν τε καὶ πίστιν ἰέναι γοργῶς, ἀποκαλύπτει σαφῶς. ἐπειδὴ γὰρ εἴς τε τὴν σάρκα καὶ τὸ ἐντεῦθεν βλέποντες γένος, μικρά πως φρονεῖν ἀνεπείθοντο περὶ αὐτοῦ, κάλυμμα δὲ τοῦτο τοῖς τῆς διανοίας ἔχοντες ὀφθαλμοῖς, οὐκ ᾔδεσαν ἂν ὄντα Θεὸν, καὶ εἰ πέφηνεν ἄνθρωπος, ἀναγκαίως αὐτοῖς προσεφώνει λέγων Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου τότε γνώσεσθε ὅτι ἐγώ 2.30 εἰμι, τουτέστιν, ὅταν τῆς ἐπ' ἐμοὶ μικρᾶς τε καὶ χαμαιπετοῦς ἀποπαύσησθε διαλήψεως, ὅταν ὑψηλόν τε καὶ ὑπέργειον φρονήσητε περὶ ἐμοῦ, καὶ Θεὸν ἐκ Θεοῦ πεφηνότα πιστεύ σητε, εἰ καὶ γέγονα δι' ὑμᾶς ἄνθρωπος καθ' ὑμᾶς, τὸ τηνι κάδε διαγνώσεσθε σαφῶς, ὅτι ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· τοῦτο γὰρ εἰς ὑμᾶς ἔλεγον ἀρτίως· τί γὰρ ἂν ἔτι διακω λύσαι, φησὶ, τὸν ὅλως παραδεχθέντα Θεὸν ὑπάρχειν ἀλη θινὸν, καὶ φῶς εἶναι τοῦ κόσμου; οὐ γὰρ δὴ πρὸς τοσαύτην κατοιχηθήσεταί τις μανίαν καὶ θράσος, ὡς καὶ τότε φάναι τολμᾶν "Ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής·" ψευδηγορήσει γὰρ οὐδαμῶς ἐφ' οἷσπερ ἂν λέγῃ Θεὸς φύσει καὶ ἀληθινός. Ἔστι τοίνυν προδηλότατον καὶ ἐκ τῶν τοῦ Σωτῆρος ῥημάτων, ὅτι σμικρὰν ἔχοντες ἐπ' αὐτῷ τὴν ὑπόνοιαν, καὶ ἄνθρωπον εἶναι γυμνὸν, ἔρημόν τε τῆς κατὰ φύσιν θεότητος διενθυμούμενοι, πάντως δήπου καὶ ἀπιστήσομεν εἰκότως αὐτῷ, καὶ οὐ παραδεξόμεθα Σωτῆρα καὶ λυτρωτήν. εἶτα τί τὸ ἐντεῦθεν; τῆς ἐλπίδος ἀποπεπτώκαμεν. εἰ γὰρ διὰ πίστεως ἡ σωτηρία, φρούδη δὲ ἡ πίστις, τί τὸ διασῶζον ἔτι; πιστεύοντες δὲ καὶ εἰς ὕψος αἴροντες τὸ θεοπρεπὲς τὸν Μονογενῆ, καὶ εἰ γέγονεν ἄνθρωπος, ἐξ οὐρίας ὥσπερ ἐρχόμενοι, καὶ τὸ παγχάλεπον τοῦ βίου διαθέοντες πέλαγος, πρὸς τὴν ἄνω μεθορμισόμεθα πόλιν, τὰς ἐκ τοῦ πιστεύειν τιμὰς ἐκεῖ κομιούμενοι. ΑΛΛΩΣ ΤΟ ΑΥΤΟ. Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου τότε γνώσεσθε ὅτι ἐγώ εἰμι. Πολλοῖς τε καὶ ἀγαθοῖς περιαντλήσας λόγοις τὸν τῶν Ἰουδαίων θυμὸν, σφριγῶντα πάλιν οὐδὲν ἧττον ὁρᾷ. δυσφη 2.31 μοῦντες γὰρ ἀφυλάκτως οὐ καταλήγουσιν, ἀλλὰ ποτὲ μὲν ἄκυρον αὐτοῦ ποιοῦσι τὴν φωνὴν, καὶ ψεύστην ἀποκαλοῦσι δυσσεβῶς· τὸ γὰρ ὅλον εἰπεῖν "Ἡ μαρτυρία σου οὐκ ἔστιν "ἀληθὴς," τί ἂν ἕτερον εἴη λοιπὸν ἢ τοῦτο; ποτὲ δὲ πάλιν ἐξ ἀγάπης αὐτοῖς τὰ εἰς σωτηρίαν εἰσηγουμένῳ, καὶ διὰ τοῦτο λέγοντι, ὅτι "Ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀπο "θανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν," ἀντηγείροντο θερμῶς, καὶ τοῖς ἐξ ἀγάπης αὐτοῖς ῥήμασι τοὺς ἐξ ἀπονοίας ἀντεξά γοντες λόγους, ἔφασκον Σὺ τίς εἶ; ἔδει τοίνυν τοῖς ἀκράτως οὕτως ἐγκεκυλισμένοις εἰς παράλογον θράσος τοῦ σωφρονί ζοντος λόγου, καὶ μετριώτερον ἔχειν ἀναπείθοντος φρόνημα, χαλινὸν δὲ λοιπὸν ἐπιτιθέντος καὶ οὐχ ἑκούσῃ τῇ γλώττῃ. διὰ ταύτην αὐτοῖς ἠπείλει τὴν αἰτίαν ἐναργέστατα λέγων ὡς οὐ διαφεύξονται τὴν ἐφ' οἷς δυσσεβοῦσι κόλασιν, ἀλλ' εἰ καὶ πρὸς τὸ παρὸν ἀνεξικακοῦντα βλέπουσιν, ἀλλ' εἰς πέρας αὐτοῖς τὸ δεινὸν διεξοιχομένης τῆς εἰς αὐτὸν δυσσεβείας, τουτέστι τοῦ θανάτου καὶ τοῦ σταυροῦ, πάνδεινον ὑποστή σονται δίκην, καὶ ἀφόρητον ἀντιδέξονται συμφορὰν, τὴν ἐκ τοῦ πολέμου δηλονότι τοῦ πρὸς Ῥωμαίους, ὃς αὐτοῖς μετὰ τὸν τοῦ Σωτῆρος συνέβη σταυρὸν ἐξ ὀργῆς τῆς ἄνωθεν παρὰ Θεοῦ. ὅτι δὲ ἔμελλον ὑπομεῖναι τὰ παγχάλεπα, σαφέ στερόν που πάλιν αὐτοῖς ὁ Σωτὴρ κατεσήμαινε λέγων, ποτὲ μὲν πρὸς τὰς κλαιούσας γυναῖκας "Θυγατέρες Ἱερουσαλὴμ, "μὴ κλαίετε ἐπ' ἐμοὶ, κλαίετε δὲ ἐφ' ὑμᾶς καὶ ἐπὶ τὰ τέκνα "ὑμῶν·" ποτὲ δὲ πάλιν "Ὅταν ἴδητε κυκλουμένην ὑπὸ "στρατοπέδων τὴν Ἱερουσαλὴμ, τότε ἐρεῖτε τοῖς ὄρεσι "Καλύψατε ἡμᾶς, καὶ τοῖς βουνοῖς Πέσατε ἐφ' ἡμᾶς." εἰς τοῦτο γὰρ Ἰουδαίοις τὰ ἐκ τοῦ πολέμου περίεστι πάθη, ὡς τῆς ἐκείνων πείρας πᾶν εἶδος θανάτου γενέσθαι γλύκιόν τε καὶ αἱρετώτερον· τὴν δὲ τῆς χώρας αὐτῶν ἐξανάστασιν, καὶ 2.32 τῶν ἐνοικούντων αὐτὴν τούς τε ἐξανδραποδισμοὺς, καὶ τὴν ὠμοτάτην σφαγὴν, καὶ τοὺς ἐν ἑκάστῃ πόλει λιμοὺς, τάς τε ἐν αὐταῖς τεκνοφαγίας, ἱστορεῖ καὶ Ἰώσηπος ἐν οἰκείοις συγ γράμμασι. ὅταν οὖν, φησὶ, σταυρῷ παραδόντες τὸν υἱὸν τοῦ ἀνθρώπου τὴν ἀντίῤῥοπον ὑπομείνητε κόλασιν, καὶ τῶν εἰς ἐμὲ τολμημάτων ἰσοστάθμους ἀντεκτίσητε δίκας, τότε κλαί οντες γνώσεσθε ὅτι ἐγώ εἰμι ὁ πάντα ἰσχύων, δηλονότι Θεός. εἰ γὰρ στρουθίον ἓν ἀθεεὶ πρὸς παγίδα τοῦ θηρεύοντος οὐκ εἰσβήσεται, πῶς δ' ἂν ὅλη χώρα, φησὶ, καὶ ἔθνος τὸ ἠγαπη μένον, πρὸς ὄλεθρον οὕτως βαδιεῖται παντελῆ, μὴ οὐχὶ πάντως τοῦτο γενέσθαι κατανεύσαντος τοῦ πάντων κρα τοῦντος Θεοῦ; κακὸν οὖν ἄρα καὶ πάνδεινον ἡ Θεοῦ κατα φρόνησις εἰς πέρας ἄγουσα τῶν ἀπεύκτων. διὸ καὶ ὁ Παῦλός τισιν ἐπιπλήττει λέγων ὡς περὶ Θεοῦ "Ἢ τοῦ "πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς "μακροθυμίας αὐτοῦ καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν "τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει, κατὰ δὲ τὴν σκληρότητά "σου καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν "ἐν ἡμέρᾳ ὀργῆς." ΑΛΛΩΣ ΤΟ ΑΥΤΟ. Μακροὺς διετέλεσε χρόνους τοῖς Ἰουδαίοις συνδιαιτώ μενος ὁ Χριστὸς, καὶ κατὰ πᾶσαν, ὡς ἔπος εἰπεῖν, συναγω γὴν προσλαλῶν, καὶ ἐν παντὶ σαββάτῳ προσδιαλεγόμενος, καὶ μάθημα πολλάκις αὐτοῖς ἀφθόνως παραθεὶς τὸ λυσι τελοῦν, ἐκάλει συχνῶς πρὸς τὸν διὰ τοῦ Πνεύματος φω τισμόν· καὶ δὴ καὶ ἔφασκεν, ἅτε δὴ καὶ Θεὸς ὑπάρχων κατὰ φύσιν καὶ ἀληθινός "Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου·" ἀντέπραττον δὲ ταῦτα λέγοντι φρονοῦντες παραλογώτατα "Σὺ γὰρ, φησὶ, περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου "οὐκ ἔστιν ἀληθής." καὶ οὐ μέχρι τῶν ἐν ῥήμασιν ἀντι 2.33 λογιῶν τὰ τῶν Ἰουδαίων ἐστὶ τολμήματα, οὐδὲ ἐν μόνῳ τῷ διαλοιδορῆσαι φιλεῖν τὸ ἀτίθασον αὐτῶν συμπεπέρασται θράσος· ἐρχόμενοι δὲ διὰ πάσης ὠμότητος ἀφειδῶς, τελευ τῶντες καὶ σταυρῷ καὶ θανάτῳ παρέδοσαν αὐτόν. ἐπειδὴ δὲ ἦν κατὰ φύσιν ζωὴ, διαῤῥήξας τὰ τοῦ θανάτου δεσμὰ, διεγήγερται μὲν ἐκ νεκρῶν, ἀποφοιτᾷ δὲ εἰκότως τῆς Ἰου δαίων βδελυρίας, καὶ τοῦ μὲν Ἰσραὴλ ἀπεπήδα καὶ σφόδρα δικαίως, ἑαυτὸν δὲ πρὸς τὰ ἔθνη μετατιθεὶς, πάντας ἐκάλεσε πρὸς τὸ φῶς, καὶ τυφλοῖς μὲν οὖσιν ἀνάβλεψιν ἐχαρίζετο. συμβέβηκε τοίνυν μετὰ τὸν ἐπὶ τῷ σταυρῷ θάνατον τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, τὰς μὲν τῶν Ἰουδαίων σκοτισθῆναι διανοίας, ἅτε δὴ καὶ ἐκεχωρηκότος παρ' αὐτῶν τοῦ φωτὸς, τὰς δὲ τῶν ἐθνῶν καταλαμπρυνθῆναι καρδίας, ὡς ἐπιλάμ ψαντος αὐτοῖς τοῦ φωτὸς τοῦ ἀληθινοῦ. Ὅταν οὖν ὑψώσητέ φησι τὸν υἱὸν τοῦ ἀνθρώπου τότε γνώσεσθε ὅτι ἐγώ εἰμι. ἀντὶ τοῦ Περιμενῶ τῆς ὑμῶν δυσσεβείας τὸ τέλος, οὐκ ἐποίσω δὲ πρόωρον ὑμῖν τὴν ὀργὴν, ἐκδέξομαι τὸ παθεῖν καὶ τὸν θάνατον, ὑπομενῶ πρὸς τοῖς ἄλλοις καὶ τοῦτο· ἀλλ' ὅτε σταυρῷ παραδῶτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἄνθρωπον γυμνὸν νομισθέντα παρ' ὑμῖν, τότε γνώσεσθε καὶ οὐχ ἑκόντες, φησὶν, ὡς οὐ διέψευσμαι λέγων ὅτι ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. ὅταν γὰρ ἑαυτοὺς σκοτισθέντας βλέπητε, πεφωτισμένην δὲ τῶν ἐθνῶν τὴν ἀμέτρητον πληθὺν διὰ τὸ γενέσθαι με παρ' αὐτοῖς, πῶς οὐχὶ καὶ ἄκοντες συνερεῖτε λοιπὸν ὅτι φῶς εἰμι τοῦ κόσμου κατὰ ἀλήθειαν; ὅτι γὰρ ἔμελλεν τῆς Ἰουδαίων ἀποφοιτήσειν Συναγωγῆς μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ὁ Σωτὴρ, οὐδενὶ μὲν ἀμφίβολον· πέπρακται γὰρ καὶ διήνυσται· πλήν ἐστί πως, μᾶλλον δὲ ἤδη σαφῶς καὶ ἐκ τῶν παρ' αὐτοῦ περιαθρῆσαι λόγων "Ἕως γὰρ τὸ φῶς ἔχετε, περι "πατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτία ὑμᾶς καταλάβῃ." 2.34 ἡ γὰρ τοῦ φωτὸς συστολή τε καὶ ἀναχώρησις σκοτίας γένεσιν ποιεῖ, καὶ πάλιν ἡ τοῦ φωτὸς παρουσία σκοτίας ἀφανισμὸν ἐργάζεται. οὐκοῦν ἀποδείκνυται φῶς ὑπάρχων κατὰ ἀλήθειαν ὁ Χριστὸς, σκοτίσας μὲν Ἰουδαίους διὰ τῆς ἀπ' αὐτῶν ἀποστάσεως, καταφωτίσας δὲ τὰ ἔθνη διὰ τῆς εἰς αὐτὰ παρουσίας, καὶ πικρὸν μάθημα τοῖς Ἰουδαίοις ἡ τῶν δεινῶν γέγονε πεῖρα. ΑΛΛΩΣ ΤΟ ΑΥΤΟ. Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι. Ἐπείπερ εἰς τὴν σάρκα, φησὶν, ἀφορῶντες μόνην, ψιλὸν ἄνθρωπον εἶναί με πιστεύετε, καὶ τῶν καθ' ὑμᾶς ὑπάρχειν ἕνα νομίζετε, τὸ δὲ τῆς θεότητος ἀξίωμα, καὶ ἡ ἐντεῦθεν δόξα, οὐδ' ὅσον εἰς νοῦν ἄνεισι τὸν ὑμῶν· ἔσται σημεῖον ὑμῖν ἐναργέστατον τοῦ κατὰ ἀλήθειαν ἐκ Θεοῦ Θεὸν ὑπάρ χειν ἐμὲ, καὶ φῶς ἐκ φωτὸς, τὸ πάνδεινον ὑμῶν καὶ παρα νομώτατον τόλμημα, τουτέστιν, ὁ σταυρὸς καὶ ὁ ἐπ' αὐτῷ τῆς σαρκὸς θάνατος. ὅταν γὰρ ἴδητε τῆς ἑαυτῶν ἀπονοίας ἄπρακτον μὲν γενομένην τὴν ἔκβασιν, συντεθραυσμένην δὲ καὶ τὴν ἐπὶ τῷ θανάτῳ πάγην· διαναστήσομαι γὰρ ἐκ νεκρῶν· τότε καὶ οὐχ ἑκόντες ὡς ἐξ ἀνάγκης ἤδη λοιπὸν συνθήσεσθε τοῖς παρ' ἐμοῦ πρὸς ὑμᾶς γεγονόσι λόγοις, καὶ Θεὸν εἶναι κατὰ φύσιν ὁμολογήσετε. κρείττων μὲν γὰρ ἔσομαι θανάτου καὶ φθορᾶς, ὡς δὲ ζωὴ κατὰ φύσιν ὑπάρχων τὸν ἐμὸν ἀναστήσω ναόν. ἀλλ' εἴπερ ἐστὶ τὸ θανάτου κρατεῖν καὶ τῶν τῆς φθορᾶς καταλαζονεύεσθαι βρόχων Θεῷ πρέπον τῷ κατὰ φύσιν, καὶ οὐχ ἑτέρῳ τῶν ὄντων τινὶ, πῶς οὐ κατὰ πάσης ἐκποδὼν γενομένης ἀντιλογίας καὶ παντὸς ἐνδοιασμοῦ ἀναδειχθήσομαι πάντα διὰ τοῦτο νικᾶν 2.35 ἰσχύων καὶ ἀκονητί; οὐκοῦν σημεῖον ἔσεσθαι τοῖς Ἰουδαίοις τὸν οἰκεῖον σταυρὸν ἔφασκεν ὁ Σωτὴρ, καὶ ἀπόδειξιν τὴν ἐναργεστάτην τοῦ κατὰ φύσιν αὐτὸν εἶναι Θεόν. Τοῦτο δ' ἂν ἴδῃς αὐτὸν καὶ ἑτέρωθί που λέγοντα σαφῶς· πολλῶν μὲν γὰρ καὶ ἀναριθμήτων τερατουργημάτων ἐπι δειχθέντων δι' αὐτοῦ, προσῄεσάν ποτε πειράζοντες οἱ Φαρι σαῖοι καὶ λέγοντες "∆ιδάσκαλε θέλομεν ἀπὸ σοῦ σημεῖον "ἰδεῖν·" ὁ δὲ ἐπείπερ τοὺς ἐν αὐτοῖς ἰόντας ἐθεᾶτο διαλο γισμοὺς, καὶ πικρῶς διενθυμουμένους οὐκ ἠγνόει "Γενεὰ," φησὶ, "πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον "οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου· "ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας "καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν "τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας." ἀκούεις ὅπως σημεῖον αἰτοῦσι τοῖς Ἰουδαίοις εἰς ἀπόδειξιν ὅτι Θεὸς ὑπάρχει κατὰ ἀλήθειαν, εἰ καὶ πειράζοντες ἔλεγον, οὐχ ἕτερον αὐτοῖς ἐπιδειχθήσεσθαί φησιν, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου, τουτέστι, τὸν τριήμερον θάνατον καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν; τί γὰρ ἂν γένοιτο τῆς θεοπρεποῦς ἐξουσίας σημεῖον οὕτω μέγα καὶ περιφανὲς, ὡς τὸ κατα λῦσαι θάνατον, καὶ ἀνατρέψαι φθορὰν, καίτοι κατὰ θείαν ἀπόφασιν τῆς ἀνθρωπείας κατακρατήσαντα φύσεως; ἤκουσε γὰρ ἡ ἐν Ἀδάμ "Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ·" ἀλλ' ἦν ἐν ἐξουσίᾳ τῷ Σωτῆρι Χριστῷ καὶ τέλος ἐπιθεῖναι ταῖς οἰκείαις ὀργαῖς, καὶ ταῖς εὐλογίαις ἀνατρέψαι τὸν ἐκ τῆς αὐτοῦ πάλιν ἀρᾶς ἰσχύσαντα θάνατον. ὅτι δὲ σφόδρα κατέφριττον Ἰου δαῖοι τὸ ἐκ τῆς ἀναστάσεως σημεῖον ὡς ἀναπεῖσαι δεινὸν ὅτι Θεὸς ὑπάρχοι κατὰ ἀλήθειαν ὁ Χριστὸς, τὸ τελευταῖον αὐτῶν δραματούργημα διδάξει σαφῶς· ὡς γὰρ ἐπύθοντο τοῦ Σωτῆρος τὴν ἀνάστασιν, καὶ ὅτι οὐχ εὕρηται ἐν τῷ μνημείῳ, 2.36 τεθορυβημένοι τε καὶ περιδεεῖς ἐπὶ τοῦτο γεγονότες λίαν, τὰς ἐκ τῶν στρατιωτῶν συκοφαντίας πολλοῖς ἐξωνεῖσθαι χρή μασιν ἐμελέτων. δεδώκασι γὰρ ἀργύριον αὐτοῖς, ἵνα λέγωσιν "ὅτι οἱ μαθηταὶ αὐτοῦ ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμω "μένων." μέγα τοιγαροῦν τὸ ἐκ τῆς ἀναστάσεως σημεῖον ἀναμφίλογον ἔχον τὴν ἀπόδειξιν τοῦ εἶναι Θεὸν τὸν Ἰησοῦν, ἐφ' ᾧ καὶ τῶν Ἰουδαίων σκληρὰ καὶ ἀκαμπὴς διεταράχθη καρδία.

2.37 ΚΕΦΑΛΗ Ε. Ὅτι οὐκ ἐλάττων ἐν δυνάμει καὶ σοφίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, μᾶλλον δὲ αὐτὸς σοφία καὶ δύναμις αὐτοῦ. Καὶ ἀπ' ἐμαυτοῦ ποιῶ οὐδὲν, ἀλλὰ καθὼς ἐδίδαξέ με ὁ Πατὴρ, ταῦτα λαλῶ. ΛΑΛΕΙ μὲν ἀνθρωπινώτερον, οὐχ ἑτέρως συνιέναι δυνα μένων τῶν Ἰουδαίων, οὔτε μὴν ἀκρατῶς ἐπαΐειν ἀνεχομένων παρ' αὐτοῦ τὰ θεοπρεπῆ. ἐπὶ γὰρ τοιούτων καὶ λίθοις αὐτὸν κατασφενδονῶντες ἁλίσκονται, βλασφημίαν αὐτοῦ καθορί ζοντες, ὅτιπερ ἄνθρωπος ὢν, ἑαυτὸν ἐποίει Θεόν. ὑπεξελὼν τοιγαροῦν τῆς θεοπρεποῦς ἀξίας τὸ πλεῖον, καὶ πολὺ τῆς ἐπὶ τούτῳ λαμπρότητος ἀπαμφιέσας τὸν λόγον, ταῖς τῶν ἀκρο ωμένων ἀσθενείαις εὖ μάλα συμπλάττεται καὶ, ἐπείπερ τὴν ἐνοῦσαν αὐτοῖς διάνοιαν ἐρευνῶν εὑρίσκει Θεὸν οὐκ εἰδότας αὐτὸν, ἀνθρωποπρεπῆ ποιεῖται τὸν λόγον, ἵνα μὴ πάλιν αὐτοῖς εἰς ὀργὴν ἀνακαίοιτο τὰ φρονήματα, καὶ τοῦ προσ εδρεύειν κἂν γοῦν ἐκ μέρους αὐτῷ παραλόγως ἀποπηδήσειαν. γνώσεσθε τοίνυν φησίν "ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀν "θρώπου ὅτι ἐγώ εἰμι·" γνώσεσθε πάλιν ὁμοίως, ὅτι ἀπ' ἐμαυτοῦ ποιῶ οὐδὲν, ἀλλὰ καθὼς ἐδίδαξέ με ὁ Πατὴρ οὕτω λαλῶ. Καὶ τίς ἡ χρεία τῶν τοιούτων ῥημάτων εἰπέ μοι, ἐρεῖ τις τυχόν· τί δὲ πάλιν ἐν τούτοις διδάσκει ἡμᾶς Χριστός; 2.38 οὐκοῦν ἐροῦμεν εὐδιαστόλως ἕκαστα τῶν εἰρημένων εὐσεβῶς ἀπολεπτύνοντες· οὐ διαλελοίπατε, φησὶ, τοῖς ἐμοῖς ἐπι σκήπτοντες ἔργοις, ὡς ἐκτόπως τε καὶ ἀνοσίως γεγενη μένοις, κατεκρίνατε πολλάκις ὡς παρανομεῖν οὐ παραιτού μενον, ὡς τὰ ἀπᾴδοντα τῷ νομοθέτῃ δρᾶν εἰθισμένον. ἀπέλυον μὲν γὰρ τῆς οὕτω μακρᾶς ἀῤῥωστίας τὸν πάρετον, ἠλέουν ἄνθρωπον ἐν σαββάτῳ. ἀλλ' ἰδὼν, φησὶν, ἐπὶ τούτῳ φιλεγκλήμονας, τοὺς θαυμάζειν ὀφείλοντας, καὶ πολύ τι τῶν ἐμοὶ πρεπόντων ἀπεσφαλμένους, ἀλλὰ καὶ ἔναγχος ὑμῖν τὰ πρὸς σωτηρίαν εἰσηγούμενος, καὶ βαδίζειν ἀνέπειθον ἐπὶ τὸ βούλεσθαι μετασχεῖν φωτός. εἶτα τὸ φῶς ὑμῖν τὸ ἀληθινὸν ἐπεδείκνυον· τὴν γὰρ ἐμαυτοῦ φύσιν ἐξηγούμενος, ἔφασκον "̓Εγώ εἰμι τὸ φῶς τοῦ κόσμου," ὑμεῖς δὲ πάλιν ἀβουλότατα δρῶντες καὶ βουλόμενοι, τῶν ἐμῶν κατεξανέστητε λόγων, ἀνέδην εἰπεῖν τετολμήκατε "Ἡ μαρτυρία σου οὐκ ἔστιν "ἀληθής." ὅταν οὖν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου, τουτέστιν, ὅταν αὐτὸν περιβαλεῖσθε θανάτῳ, καὶ τῶν τοῦ θανάτου δεσμῶν κρείττονα βλέπητε· ἀναστήσομαι γὰρ ἐκ νεκρῶν, ἐπείπερ εἰμὶ κατὰ φύσιν Θεός· τότε γνώσεσθέ φησιν ὅτι οὐδὲν ἀπ' ἐμαυτοῦ ποιῶ ἀλλὰ καθὼς ἐδίδαξέ με ὁ Πατὴρ, οὕτω λαλῶ. μαθήσεσθε γὰρ ὅταν ἴδητε κατὰ φύσιν ὄντα Θεὸν καὶ Υἱὸν, ὡς εἰμὶ μὲν ἰδιογνώμων οὐδαμῶς, συνεθε λητὴς δὲ ἀεὶ τῷ Θεῷ καὶ Πατρὶ, καὶ ὅσαπερ ἂν ἐργάζοιτο ταῦτα καὶ αὐτὸς ποιεῖν οὐκ ὀκνῶν, λαλῶν δὲ πάλιν ὅσα καὶ αὐτὸν οἶδα λέγοντα. τῆς γὰρ αὐτῆς οὐσίας εἰμι τῷ γεννή σαντι. ἐθεράπευον μὲν γὰρ τῷ σαββάτῳ τὸν πάρετον, ὑμεῖς δὲ πάλιν ἐπὶ τούτῳ διέκεισθε πικρῶς, ἀλλ' ἐνεργὸν ὑμῖν ὑπέ δειξα τὸν Πατέρα καὶ ἐν σαββάτῳ· ἔλεγον γάρ "Ὁ Πατήρ 2.39 "μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι." οὐκοῦν ἀπ' ἐμαυτοῦ ποιῶ οὐδέν. πάλιν ἔλεγον Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, ἀλλ' ᾠήθητέ τι λέγειν τῶν ἀπᾳδόντων αὐτῷ, κἀν τούτῳ πάλιν ὑμᾶς ἐδυσώπουν ὑποδεικνὺς λέγοντα περὶ ἐμοῦ "̓Ιδοὺ τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν." μάτην οὖν ἄρα καταιτιᾶσθε, φησὶ, τὸν ἀεὶ τῷ Πατρὶ συνεθέ λοντα, καὶ ποιοῦντα μηδὲν τῶν ἀπᾳδόντων αὐτῷ, μήτε μήν τι λαλεῖν ἀνεχόμενον, ὃ μή ἐστι παρ' αὐτοῦ. τουτονὶ τοῖς προκειμένοις οἶμαι δεῖν ἐφαρμόσαι τὸν νοῦν. Ἀλλὰ τὸ πικρὸν ἡμῖν ἴσως ἐφαλεῖται θηρίον, τὸν χριστο μάχον δὲ δηλονότι, φημὶ Ἀρειανόν· καταβοήσει δὲ ὡς εἰκὸς, καὶ λέγων ἀφίξεται Ἐξ οὐρίας, ὦ οὗτος, ἰόντα τὸν λόγον, τί βιάζῃ πάλιν ἐπὶ τὸ σοὶ μόνῳ δοκοῦν ἀντωθεῖν ἐπειγό μενος, καὶ τὴν τῆς ἀληθείας παρακλέπτων δύναμιν οὐκ ἐρυθριᾷς; ἰδοὺ σαφῶς ὁ Υἱὸς οὐδὲν ἐξ ἑαυτοῦ διισχυρί ζεται δρᾶν, ἀλλ' ὅπερ ἂν μάθοι παρὰ Θεοῦ καὶ Πατρὸς, τοῦτο καὶ λαλεῖν, οὕτως οἶδεν ἐν ἀμείνοσιν ὄντα τὸν ἑαυτοῦ Πατέρα ἢ ἐν οἷς ἐστιν αὐτός. Τί οὖν ὦ βέλτιστε; πάλιν ὁ τοιοῦτος ἀντακούσεται, ἰσχὺν ἆρα καὶ σύνεσιν χορηγεῖται παρὰ τοῦ Πατρὸς ὁ Υἱὸς ἵνα καὶ δύνηταί τι δρᾶν καὶ λαλεῖν ἀνεγκλήτως; πῶς οὖν ἔτι Θεὸς κατὰ φύσιν, ὁ παρ' ἑτέρου τὸ δύνασθαι καὶ φρονεῖν δανειζόμενος, καθάπερ οὖν ἔχει καὶ τῶν κτισμάτων ἡ φύσις; τοῖς γὰρ ἐξ οὐκ ὄντων λαχοῦσι τὴν γένεσιν, πᾶν ὅπερ ἂν γένοιτο προσὸν, τοῦτο δὴ πάντως ἐστὶ καὶ θεόσδοτον. ἀλλ' οὐχ οὕτως ἐν Υἱῷ· Θεὸν γὰρ ἀληθινὸν ἡ θεία τε οἶδε καὶ κηρύττει γραφή. δεῖν γε οἶμαι τῷ γε ὄντι κατὰ φύσιν Θεῷ πάντα τελείως προσεῖναι τὰ ἀγαθά· τὸ δὲ τελείως οὐκ ἔχον 2.40 κατά τι γοῦν ὅλως τῶν ὀφειλόντων θαυμάζεσθαι, πῶς ἂν εἴη κατὰ φύσιν Θεός; ὅνπερ γὰρ τρόπον τὸ ἄφθαρτον καὶ ἀθάνατον προσεῖναι δεῖ πάντως αὐτῷ φυσικῶς, καὶ οὐκ ἔξωθεν, οὐδὲ ἐπακτῶς, οὕτω καὶ τὸ ἐφ' ἅπασι τοῖς ἀγαθοῖς παντέλειον καὶ ἀπροσδεές. εἰ δὲ κατὰ τὸν σὸν, ὦ οὗτος, ἀνόσιόν τε καὶ ἀμαθῆ λογισμὸν ἀτελής ἐστιν ὁ Υἱὸς κατά τε τὸ δύνασθαι δρᾶν τὰ θεοπρεπῆ καὶ τὸ δεόντως λαλεῖν, ἔστι δὲ δύναμις καὶ σοφία τοῦ Πατρὸς, κατὰ τὴν θείαν γραφὴν, τῷ Πατρὶ μᾶλλον ἁρμόσει καὶ οὐκ αὐτῷ τοσοῦτον τὸ κατη γόρημα. οὕτω γὰρ ταῦτα διαλαβὼν, οὐκ ἔτι τέλειον ὑπάρ χειν ἐρεῖς ἐν δυνάμει τὸν Θεὸν καὶ Πατέρα, ἀλλ' οὐδὲ τελείως σοφόν. ὁρᾷς οὖν ὅποι κατολισθαίνει πάλιν τῆς σῆς ἀμαθίας τὸ θράσος. θαυμάζω δὲ ὅπως κἀκεῖνο τὴν σὴν παρατρέχει διάνοιαν. κατὰ τίνα τρόπον, λέγε μοι, πάλιν ὁ Θεὸς καὶ Πατὴρ τῇ ἰδίᾳ δυνάμει χορηγήσει τὸ δύνασθαι, ἢ πῶς ἂν τὴν ἑαυτοῦ σοφίαν σοφωτέραν ἐργάσαιτο; ἢ γὰρ ἀνάγκη λέγειν ὡς ἐπί τι μεῖζον ἄνεισιν ἀεὶ, καὶ προκόπτει κατὰ βραχὺ πρὸς τὸ δύνασθαί τι καὶ πλέον τῆς ἐνούσης ἰσχύος αὐτῷ· ὅπερ ἐστὶν εὔηθές τε καὶ ἀδύνατον παντελῶς· ἢ δυσσεβοῦντας ὑπολαμβάνειν παρ' ἑτέρου νευροῦσθαι μᾶλ λον αὐτόν. πῶς ἂν ἔτι καὶ τῶν δυνάμεων ὀνομάζοιτο Κύριος ὁ Υἱὸς, ἢ πῶς ἂν ἔτι νοοῖτο σοφία καὶ δύναμις, δυναμού μενος καθ' ὑμᾶς καὶ σοφούμενος παρ' ἑτέρου; ἄπαγε τῆς δυσφημίας, καὶ τῆς τῶν λογισμῶν ἀτοπίας. ἢ γὰρ δότε σαφῶς ὑπάρχειν ποίημα τὸν Υἱὸν, ἵνα πᾶσαν ἔχητε κατα βοῶσαν ὑμῶν τὴν θεόπνευστον γραφὴν, ἤγουν εἰ πιστεύετε κατὰ φύσιν εἶναι Θεὸν, δότε δὴ δότε τελείως ἔχειν αὐτῷ τὰ τῆς θεότητος ἴδια. ἴδιον δὲ τῆς κατὰ φύσιν ἰδιότητος τὸ μήτε περὶ μηδὲν ἀσθενεῖν, μήτε μὴν τῆς ἀνωτάτω σοφίας 2.41 ἀπολιμπάνεσθαι, μᾶλλον δὲ αὐτὸ κατὰ φύσιν εἶναι σοφίαν καὶ δύναμιν· ἐν δὲ τῇ σοφίᾳ διδακτῶς οὐδέν· ἀλλ' οὐδ' ἂν ἐν τῇ πρώτῃ τε καὶ ἀληθῶς νοουμένῃ δυνάμει τὸ δύνασθαί ποτε θεωρήσαιμεν ἐπακτόν. Ἵνα δὲ καὶ αὐτὴν ἐξετάζοντες τῶν πραγμάτων τὴν φύσιν, τὰ εἰρημένα παρὰ Χριστοῦ βασανίσωμεν ἀκριβέστερον, καὶ τόδε τοῖς εἰρημένοις ἐποίσομεν. τί τοσοῦτον εἴργασται γε γονὼς ἄνθρωπος ὁ Μονογενὴς, ὃ τὴν ἐνοῦσαν αὐτῷ πλεο νεκτήσει δύναμιν; εἰκὸς γὰρ δήπου φάναι τινὰς τότε γὰρ ἠνύσθαι πρεπόντως εἰπεῖν, ἅτε δὴ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς τὸ δύνασθαι δανεισάμενον Ἀπ' ἐμαυτοῦ ποιῶ οὐδὲν, ὅτι δαι μόνιον ἤλασεν, ὅτι τῶν ἀῤῥωστημάτων ἀφῆκε τὸν παρά λυτον, ὅτι λεπρὸν τοῦ πάθους ἀπήλλαξεν, ὅτι τυφλοῖς δέδωκεν ὁρᾶν, ὅτι πληθὺν ἀνθρώπων οὐκ εὐαρίθμητον πέντε κατεκόρεσεν ἄρτοις, ὅτι θάλασσαν ἀγριαίνουσαν κατεκοίμισε λόγῳ, ὅτι τὸν Λάζαρον ἤγειρεν ἐκ νεκρῶν· ἆρα καὶ ἀμείνω τῆς ἐνούσης ἰσχύος αὐτῷ τὴν ἐν τοῖς τοιούτοις ἐροῦμεν ἐπίδειξιν; εἶτα πῶς εἰπέ μοι τὸν οὕτω μέγαν ἔστησεν οὐρανὸν, καὶ διατείνας ὡς σκηνὴν κατοικεῖν, πῶς ἐθεμελίωσε τὴν γῆν, πῶς δὲ ἡλίου καὶ σελήνης καὶ τῶν ἐν τῷ στερεώ ματι γέγονεν ἐργάτης; πῶς δὲ ἔκτισεν ἀγγέλους καὶ ἀρχαγ γέλους, θρόνους καὶ κυριότητας, καὶ πρὸς τούτοις ἔτι τὰ Σεραφίμ; ὁ δὲ ἐν τοῖς οὕτω μεγάλοις καὶ ὑπερφυέσιν, οὔτε δυνάμεως οὔτε μὴν σοφίας τῆς παρ' ἑτέρου δεηθεὶς, πῶς ἂν ἠτόνησεν ἐν τοῖς οὕτω μικροῖς, ἢ πῶς ἂν ἐδεήθη τοῦ διδά σκειν ὀφείλοντος, ἃ χρῆν λαλῆσαι πρὸς Ἰουδαίους, ὁ καὶ διὰ τῶν ἁγίων προφητῶν ὡς σοφία δοξολογούμενος; ἀκούω γάρ τινος λέγοντος "Κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ "αὐτοῦ, ὁ ἀνορθώσας τὴν οἰκουμένην τῇ σοφίᾳ αὐτοῦ, καὶ "ἐν τῇ φρονήσει αὐτοῦ ἐξέτεινε τὸν οὐρανὸν," πρὸς δέ γε 2.42 τοῦτο καὶ ὁ θεσπέσιος ∆ανιήλ φησιν "Εἴη τὸ ὄνομα τοῦ "Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας, ὅτι ἡ σοφία καὶ ἡ "σύνεσις καὶ ἡ ἰσχὺς αὐτοῦ ἐστιν." εἰ δὲ αὐτοῦ, κατὰ τὸν τοῦ προφήτου λόγον, καὶ ἡ ἰσχὺς καὶ ἡ σοφία ἐστὶ, τίς ἔτι λοιπὸν τῆς τῶν ἑτεροδόξων ἀνέξεται γλωσσαργίας, παρ' ἑτέρου καὶ δύναμιν καὶ σοφίαν χορηγεῖσθαι λεγόντων τὴν σοφίαν καὶ δύναμιν εἶναι τοῦ Πατρός; Ἀλλ' εἰ μὲν τινά, φησιν, ἐλέγομεν ἕτερον ᾖ τὸ λεῖπον εἰς δύναμιν ἐπιχορηγεῖν τῷ Υἱῷ, ἤγουν διδάσκειν αὐτὸν, εὐλόγως ἂν τοῖς παρ' ἡμῶν ἐπεσκήψατε λόγοις, ὡς ὑβρι ζομένῳ συνηγορεῖν ἐγνωκότες αὐτῷ· ἐπειδὴ δὲ τὸν Θεὸν καὶ Πατέρα ταῦτα διδόναι φαμὲν, ποία λοιπὸν ἐντεῦθεν ὑμῖν ἡ τῆς λύπης ἀναφανεῖσα πρόφασις;" Οὐκοῦν εἰ μηδὲν ἀδικήσειν οἴεσθε τὸν Υἱὸν εἰς τὸ εἶναι κατὰ φύσιν ἀνόμοιον τῷ γεννήσαντι, κἂν χορηγεῖσθαί τι λέγεται παρ' αὐτοῦ, τῶν νέων, ὦ ἄνθρωπε, διαμέμνησο λόγων, καὶ ἀναπείθου διὰ τούτου μὴ σκανδαλίζεσθαι· δίδου δὲ αὐτῷ τὸ ἐν ἴσοις ὑπάρχειν κατὰ πάντα τῷ ἰδίῳ γεννήτορι, καὶ κατὰ μηδένα παντελῶς ἡττᾶσθαι τρόπον ἢ λόγον. εἰ δέ σε τοῦτο τῶν τῆς ὀρθότητος ἐξέλκει λογισμῶν, καὶ φρονεῖν ἃ μὴ θέμις ἀναπείθει περὶ αὐτοῦ, τί μάτην ἡμᾶς τοῖς οὕτω σαθροῖς κατασοφίζεσθαι λόγοις ἐπιχειρεῖς; διοίσει γὰρ ὅλως οὐδὲν κἂν αὐτὸς ὁ Θεὸς καὶ Πατὴρ, κἂν ἕτερός τις παρ' ἐκεῖνον διδόναι τι λέγεται τῷ Υἱῷ. ἐπὶ γὰρ τῷ τι λαβεῖν ἅπαξ κατηγορούμενος, ποίαν ἂν ἔχῃ τὴν ὄνησιν, κἂν λίαν ὑπάρχοι περιφανὲς τοῦ διδόντος τὸ πρόσωπον; τί γὰρ εἰπέ μοι διοίσει τῷ τὸ πλήττεσθαι παραιτουμένῳ τὸ ξυλίνῃ 2.43 τυχὸν ἤγουν διαχρύσῳ παίεσθαι ῥάβδῳ; οὐ γὰρ τὸ τοιῶσδε παθεῖν, ἀλλὰ τὸ μηδαμῶς παθεῖν ἀγαθόν. ἐλεγχομένου τοιγαροῦν τοῦ Υἱοῦ, δυνάμεώς τε καὶ σοφίας ἐπιδεοῦς, ὅταν φαίνηταί τι παρ' αὐτοῦ λαβὼν, καὶ ἐν τούτοις σύμπαν ἔχοντος ἤδη τὸ κατηγόρημα, πῶς οὐκ εὔηθες κομιδῇ λόγοις ἡμᾶς ἑώλοις κατακροτεῖν τοὺς ἀκροωμένους, καὶ τοῖς ἐξ ἀπάτης εὑρήμασι περιπλάττειν τὸ ἔγκλημα διὰ τοῦ δεῖν οἴεσθαι τῶν μὲν ἄλλων οὐδένα, μόνον δὲ τὸν Πατέρα κατα δέχεσθαι χορηγόν; θαυμάζω δὲ ὅπως, καίτοι δοκοῦντας εἶναι σοφοὺς, καὶ λόγοις τοῖς ἔξωθεν οὐ μετρίως ἐξησκημένους πρὸς τὸ δύνασθαι διενθυμεῖσθαι πικρὰ, κἀκεῖνο διέλαθεν, ὅτι τὸν τοῦ Θεοῦ καὶ Πατρὸς κατασμικρύνοντες χαρακτῆρα, τουτέστι, τὸν Υἱὸν, οὐκ αὐτοῦ τοσοῦτον, ὅσον ἐκείνου κατη γορεῖν ἐγνώκατε, οὗ καὶ ἔστι χαρακτὴρ, οὕτως ἔχειν ἐξ ἀνάγκης ὀφείλοντος ὡς ἂν ἐν Υἱῷ διαφαίνηται. Ἀλλ' ἐκβιάσεταί σε, φησὶν, ἡ τοῦ Υἱοῦ φωνὴ, πρὸς τὸ καὶ οὐχ ἑκόντα συναινεῖν οἷς εἰπεῖν οὐκ ἀπηξίωσεν. αὐτὸς γὰρ οὐδὲν ἐξ ἑαυτοῦ ποιεῖν ὡμολόγηκεν, ἀλλὰ καὶ ἅπερ ἂν διδάσκοιτο παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ταῦτα λαλεῖν. Ἀλλὰ σοὶ μὲν, ὦ γενναῖε, καὶ τὰ καλῶς εἰρημένα δο κούντων ἔχειν οὐκ ὀρθῶς, ἐπείπερ ἠρνήσω τῆς ἀληθείας τὸ φῶς· ἡμεῖς δὲ πάλιν τὴν ἑαυτῶν βαδιούμεθα ὁδὸν, καὶ τὰ συνήθη καὶ φιλὰ φρονήσομεν περὶ τοῦ Μονογενοῦς μετὰ τῆς πρεπούσης ἡμῖν εὐσεβείας τοῖς προκειμένοις προσβάλλοντες. εἰ μὲν γὰρ εἴρηκεν ὁ Μονογενής Οὐδὲν ἀπ' ἐμαυτοῦ ποιῶ, λαμβάνων δὲ τὸ δύνασθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ τερατουργῶ καὶ θαυμάζομαι, ἦν μέν τις καὶ οὕτω λόγος οὐδὲν ὅλως ὀφείλοντα διὰ τοῦτο κατηγορεῖσθαι δεικνύων αὐτὸν, πλὴν ἔδοξέ πως ἂν εὐπροσωπότερον ἡμῖν ἀντιπράτ 2.44 τειν ὁ δι' ἐναντίας. ἐπειδὴ δὲ ἁπλῶς καὶ ἀπολύτως ἐπενε χθέντος οὐδενός Οὐδὲν ἀπ' ἐμαυτοῦ ποιῶ φησιν, οὐ πάντως ἐροῦμεν αὐτὸν ὡς κατά τι γοῦν ἀσθενῆ τὴν ἰδίαν καταιτιᾶ σθαι φύσιν, ἀλλ' ἕτερόν τι σημαίνειν ἀληθὲς καὶ ἀκατηγό ρητον. ἵνα γὰρ ἐπ' ἄνθρωπον μετασχηματίζοντες τοῦ λόγου τὴν δύναμιν, ἴδωμεν ἀκριβῶς, ὅ φησιν· ἔστωσαν δύο τινὲς ἄνδρες τυχὸν τὴν αὐτὴν δηλονότι λαχόντες φύσιν, ἰσοσθενεῖς τε ἀλλήλοις καὶ ὁμογνώμονες, εἶτα λεγέτω ὁ εἷς ἐξ αὐτῶν Ἀπ' ἐμαυτοῦ οὐδὲν ποιῶ· ἆρα ὡς ἀσθενὴς, ἢ καὶ δρᾶν ὅλως οὐδὲν ἀφ' ἑαυτοῦ δυνάμενος τὸ τοιοῦτον φήσειεν ἂν, ἢ ὡς ἔχων ἐφ' ἅπασι συνευδοκητὴν καὶ ὁμογνώμονα τὸν ἕτερον καὶ συνεζευγμένον αὐτῷ; οὕτω μοι νόει καὶ ἐφ' Υἱοῦ, μᾶλλον δὲ καὶ ὑπὲρ τοῦτο πολύ. ἐπειδὴ γὰρ ἐργαζομένῳ τὰ παράδοξα παραλόγως ἐπεπήδων Ἰουδαῖοι, ἄνω τε καὶ κάτω τὴν τοῦ σαββάτου λύσιν ἐπαιτιώμενοι, καὶ παρανομίαν ἐγκαλοῦντες αὐτῷ, λοιπὸν ἐφ' ἅπασιν ὁμογνωμονοῦντα καὶ συνευδοκητὴν ἐπεδείκνυε τὸν Θεὸν καὶ Πατέρα, τέχνῃ δυσω πῶν τὸν ἀχάλινον τῶν ἀπειθούντων θυμόν. ἦν γὰρ δὴ καὶ εἰκὸς ἀποφρίξαι μὲν ἤδη τινὰς τὸ ἐγκαλεῖν ἐθέλειν αὐτῷ πάντα δρᾶν λέγοντι κατὰ βούλησιν τοῦ Πατρὸς, καὶ τὸ ἴδιον ἐν τῷ ἐκείνου δεικνύοντι θελήματι. τὸ δὲ πάντα κατὰ θέλησιν τοῦ Πατρὸς ἐργάζεσθαι τὸν Υἱὸν, οὐκ ἐλάττονα δείξει καὶ ὑπουργὸν, ἀλλ' ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ καὶ ὁμοού σιον. ἐπειδὴ γάρ ἐστιν αὐτὸς ἡ σοφία τοῦ Πατρὸς, καὶ ἡ ζῶσα βουλὴ, οὐχ ἕτερόν τι ποιεῖν ὁμολογεῖ παρ' ὅπερ ἂν βούληται τυχὸν ὁ Πατὴρ, οὗ καὶ ἔστι καὶ σοφία καὶ βουλὴ, ἐπεὶ καὶ σύνεσις ἡ ἐν ἡμῖν οὐκ ἀφ' ἑαυτῆς τι ποιεῖ, σύμπαν δὲ τὸ ἡμῖν δοκοῦν ἀποπληροῖ. καὶ μικρὸν μὲν ὡς πρὸς 2.45 ἐκεῖνο τὸ παράδειγμα, πλὴν ἔχον εἰκόνα τῆς ἀληθείας οὐκ ἀμυδράν. καὶ ὥσπερ ἡ σύνεσις ἡ ἐν ἡμῖν οὐχ ἕτερον εἶναι παρ' ἡμᾶς τι λελόγισται· τὸν αὐτὸν οἶμαι τρόπον καὶ ἡ σοφία τοῦ Θεοῦ καὶ Πατρὸς, τουτέστιν ὁ Υἱὸς, οὐχ ἕτερόν τι παρ' αὐτόν ἐστιν ὅσον εἰς οὐσίας ταυτότητα λέγω, καὶ φύσεως ἀπαράλλακτον ὁμοιότητα· Πατὴρ γάρ ἐστιν ὁ Πατὴρ, καὶ Υἱὸς ὁ Υἱὸς ἰδιοσυστάτως. Ἐπειδὴ δὲ πρὸς τοῦτό φησιν ὅτι Καθὼς ἐδίδαξέ με ὁ Πατὴρ ταῦτα λαλῶ, νομιζέτω μηδεὶς μαθήσεως ὅλως τῆς κατά τι γοῦν ἐπιδεᾶ καθεστάναι τὸν Υἱόν· πολλὴ γὰρ ἐν τούτοις ἡ τῶν λογισμῶν ἀτοπία· σημαίνει δέ τι τοιοῦτον ἡ τοῦ λόγου δύναμις. Ἰουδαῖοι μὲν γὰρ οἱ συνιέναι τῶν ἀγαθῶν τι οὐκ ἰσχύοντες, οὐ μόνον ἐφ' οἷς εἰργάζετο παρα δόξως ἐσκανδαλίζοντο, ἀλλὰ καὶ ὅτε τι τῶν θεοπρεπῶν ῥημάτων ἐφθέγγετο τοῦτο παθόντας ἴδοι τις ἄν· καὶ γοῦν λέγοντός τε καὶ ἀληθεύοντος Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, διεπρίοντό τε καὶ τὰ πάνδεινα χρῆναι τολμᾶν διεσκέπτοντο. ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἵνα μάτην αὐτοὺς ἐπὶ τούτῳ λελυττηκότας ἐλέγξῃ, τοὺς ἑαυτοῦ λόγους τοῦ Θεοῦ καὶ Πατρὸς εἶναί φησιν, ἀνθρωπινώτερον μὲν τό Ἐδίδαξεν εἰπών. πλὴν οὐκ ἔξω θεωρίας λεπτῆς τὴν ἀπὸ τῆς λέξεως εὑρήσομεν δύναμιν· καὶ εἰ μὴ δέχοιτο τυχὸν ὁ τῆς ἀληθείας ἐχθρὸς τὰ ἀνθρώπινα, μάλιστα μὲν ἀδικεῖ τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν λόγον. ἐταπείνωσε γὰρ ἑαυτὸν ὁ Μονογενὴς ἄνθρωπος γεγονὼς, καὶ διὰ τοῦτο πολλάκις λαλῶν ὡς ἄνθρωπος. πλὴν ἴστω πάλιν ὡς οὐδὲν ἀδικήσει τὸν Υἱὸν εἰς ἀξίωμα τὸ θεοπρεπὲς τὸ εἰπεῖν Καθὼς ἐδίδαξέ με ὁ Πατὴρ οὕτω λαλῶ· πανταχόθεν γὰρ ὑγιῶς ἔχοντα καὶ καλῶς καὶ τοῦτον αὐτοῦ τὸν λόγον ἐπιδείξομεν. ἀποκρινάσθω δὲ ἡμῖν 2.46 διερωτῶσιν ἐκεῖνος τῶν τῆς εὐσεβείας δογμάτων ὁ κατή γορος Τίς εἰπέ μοι τὸ βρέφος τὸ ἀρτιγενὲς τῇ ἀνθρωπείᾳ διδάσκει κεχρῆσθαι φωνῇ; διὰ τί μὴ βρυχᾶται κατὰ τὸν λέοντα, ἤγουν ἕτερόν τι τῶν ἀλόγων ζῴων ἀπομιμεῖταί ποτε; ἀλλ' ἔδει δήπου πάντως, καὶ ἐπ' ἐκεῖνο δραμεῖται τὸ κοινὸν καὶ πᾶσι κατειθισμένον· ἡ φύσις διδάσκαλος πρὸς τὴν τοῦ σπείροντος ἰδιότητα τὸ ἐξ αὐτοῦ διαπλάττουσα. ἔστιν οὖν ἄρα μαθεῖν ἀδιδάκτως παρὰ τῆς φύσεως, ὅλης, ἵν' οὕτως εἴπω, τῆς τοῦ σπείροντος ἰδιότητος ἐντεθείσης τῷ γεννήματι. οὕτω τοιγαροῦν καὶ αὐτὸς ὁ Μονογενὴς μαθεῖν παρὰ τοῦ Πατρὸς καὶ ἐν τούτοις διισχυρίσατο. ὅπερ γάρ ἐστιν ἡμῖν ἡ φύσις, τοῦτο δὴ πάντως αὐτῷ νοοῖτ' ἂν εἰκότως ὁ Θεὸς καὶ Πατὴρ, καὶ ὥσπερ ἡμεῖς, ἐπείπερ ἄνθρωποι καὶ ἐξ ἀνθρώπων ἐσμὲν, ἀδιδάκτως μανθάνοντες παρὰ τῆς φύσεως λαλοῦμεν ἀνθρωποπρεπῶς, οὕτω καὶ αὐτὸς, ἐπείπερ Θεὸς ἐκ Θεοῦ κατὰ φύσιν ἐστὶν, ἔμαθεν ὥσπερ ἀπὸ τῆς ἰδίας φύσεως λαλεῖν, ὡς Θεὸς, καὶ τὰ πρέποντα Θεῷ διαλέγεσθαι, ὅπερ ἐστίν Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὃ γὰρ οἶδεν ἑαυτὸν ὄντα διὰ τὸ ἐξ οὗπέρ ἐστι Πατήρ· φῶς ἐστι γὰρ ἐκ φωτός· τοῦτο μαθεῖν ἔφη παρ' αὐτοῦ, ἀδίδακτόν τινα μάθησιν τῶν θεοπρεπῶν ἔργων τε καὶ λόγων ἐκ τῆς τοῦ γεννήσαντος ἰδιότητος ἔχων καὶ φύσεως, ὥσπερ ἀναγ καίοις θεσμοῖς εἰς ταυτοβουλίαν τὴν ἐφ' ἅπασι καὶ ταυτο λογίαν ἀναβαίνων τῷ Θεῷ καὶ Πατρί. πῶς γὰρ οὐκ ἔδει τὸ ἐν θελήσει ταὐτὸν, καὶ τὸ ἐν λόγοις ἴσον τε καὶ ὅμοιον ἀναμφιλόγως ἐνυπάρχειν τοῖς, οἵ γε μίαν ἔχουσι τὴν φύσιν; ἐπὶ Θεοῦ δὲ πάντως ὁ λόγος, οὐκ ἐφ' ἡμῶν· ἡμᾶς μὲν γὰρ καὶ ἠθῶν παρατροπαὶ, καὶ θελημάτων διαφοραὶ, καὶ παθῶν πλεονεξίαι τῶν τοῦ πρέποντος ἐξέλκουσιν ὅρων· ἡ δὲ θεία τε καὶ ἀπερινόητος φύσις, ὡσαύτως ἔχουσα διὰ παντὸς καὶ 2.47 ἐν τοῖς ἰδίοις ἀγαθοῖς ἀκλονήτως ἐρηρεισμένη, ποίαν ἔχοι τὴν ἐφ' ἕτερόν τι παρατροπήν· ἢ πῶς οὐχὶ πάντως δραμεῖται κατ' εὐθὺ τοῦ ἰδίου σκοποῦ, καὶ τὰ ἑαυτῇ πρέποντα καὶ λαλήσει καὶ ἐξεργάσεται; τῆς αὐτῆς οὖν οὐσίας ὑπάρχων ὁ Μονογενὴς πρὸς τὸν ἑαυτοῦ γεννήτορα, καὶ τοῖς τῆς μιᾶς θεότητος ἀξιώμασι διαπρέπων, πάντως δήπου καὶ ἀναγκαίως ἐργάσεται μὲν ἅπερ ἂν ἐργάσαιτο καὶ αὐτὸς ὁ Πατήρ· τοῦτο γάρ ἐστι τὸ ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν· λαλήσει δὲ πάντως τὰ τοῦ γεννήσαντος, οὐχ ὡς ὑπουργὸς ἢ κεκελευσμένος ἢ ὡς μαθητὴς, ἀλλ' ὡς φύσεως ἰδίας ἔχων καρπὸν, τὸ καὶ τοῖς τοῦ Θεοῦ καὶ Πατρὸς χρῆσθαι λόγοις. ἐν τούτῳ γὰρ δια φαίνεται σαφῶς καὶ λοιδορίας ἁπάσης ἀμοιροῦν τὸ μὴ λέγεσθαί τι παρ' αὐτοῦ. Καὶ ὁ πέμψας με μετ' ἐμοῦ ἐστι· καὶ οὐκ ἀφῆκέ με μόνον. Ἐν τούτῳ δείκνυσιν ἐναργῶς ὅτι τὴν τοῦ Θεοῦ καὶ Πατρὸς διερμηνεύει βουλὴν, οὐκ αὐτὸς ἔχων ἑτέραν παρὰ τὴν ἐν ἐκείνῳ· πόθεν; αὐτὸς γάρ ἐστιν ἡ ζῶσα καὶ ἐνυπό στατος βουλή τε καὶ θέλησις τοῦ γεννήσαντος αὐτὸν, κατὰ τὸ ἐν βίβλῳ ψαλμῶν εἰρημένον ὑπό τινος τῶν ἁγίων "Ἐν "τῇ βουλῇ σου ὡδήγησάς με," καὶ πάλιν "Κύριε, ἐν τῷ "θελήματί σου παράσχου τῷ κάλλει μου δύναμιν," πάντα γὰρ ἐν Χριστῷ τὰ ἀγαθὰ τοῖς ἀγαπῶσιν αὐτόν· ἀλλ' ὡς εἰς γνῶσιν ἐκφέρων τὴν ἡμετέραν τὰ ἐν τῷ Θεῷ καὶ Πατρί. ὅνπερ γὰρ τρόπον τὰ ἐν τῷ βάθει τῆς ἡμετέρας διανοίας ὁ προφορικὸς ἡμῶν οὗτος καὶ διὰ γλώσσης προχεόμενος σα φηνίζει λόγος, καὶ τὴν ἐν τῷ νῷ θέλησιν τὴν ἐπί τισι δηλονότι φημὶ, καθάπερ τι μάθημα λαβὼν, καὶ ἐξ αὐτῆς 2.48 ἐπὶ τὸ τοιῶσδε τυχὸν λαλεῖν ὁρμώμενος· οὕτω πάλιν εὐσε βοῦντες ὑποτοπήσωμεν τὴν τοῦ παραδείγματος δύναμιν ἀναβαίνοντα τὸν Υἱὸν, ἐπείπερ ἐστὶν αὐτὸς καὶ Λόγος καὶ σοφία τοῦ Θεοῦ καὶ Πατρὸς, τὰ ἐν αὐτῷ διαλέγεσθαι. καὶ ἐπείπερ ἐστὶν οὐκ ἀνυπόστατος ὥσπερ ὁ ἀνθρώπινος, ἀλλ' ἐνούσιός τε καὶ ζῶν ὡς ἰδίαν ἔχων ἐν Πατρὶ καὶ μετὰ Πατρὸς τὴν ὕπαρξιν, οὐκ εἶναι μόνος ἐνθάδε φησὶν, εἶναι δὲ μετ' αὐτοῦ καὶ τὸν πέμψαντα αὐτόν. ὅταν δὲ λέγῃ τό Μετ' ἐμοῦ, σημαίνει τι πάλιν θεοπρεπές τε καὶ μυστικόν· οὐ γὰρ δήπου νομιοῦμεν ἐκεῖνο λέγειν αὐτὸν, ὅτι ὥσπερ ἂν εἴη τυχὸν μετὰ προφήτου Θεὸς, συνασπίζων δηλονότι τῇ οἰκείᾳ δυνά μει, καὶ ταῖς εὐμενείαις ἐπικουρῶν ἤτοι ταῖς διὰ τοῦ Πνεύ ματος ἐλλάμψεσιν εἰς προφητείαν ἐγείρων, οὕτω καὶ μετ' αὐτοῦ τὸν γεννήσαντα· ἀλλὰ καὶ ἐν τούτοις τίθησι τό Μετ' ἐμοῦ καθ' ἕτερον τρόπον· εἰς τὴν αὐτὴν γάρ μοι φύσιν ἐστὶν ὁ πέμψας μέ φησι, Θεὸς δηλονότι καὶ Πατήρ. Κατὰ τόδε νοήσεις τὸ σχῆμα καὶ τὸ ἐν τῷ προφήτῃ κείμενον Ἡσαΐᾳ περὶ Χριστοῦ "Γνῶτε ἔθνη καὶ ἡττᾶσθε, "ὅτι μεθ' ἡμῶν ὁ Θεὸς," ἁρμόσει μὲν γὰρ ὁ ἐπὶ τούτῳ λόγος καὶ ἐπ' αὐτῷ τὴν τοῦ σώζεσθαι πεποιημένοις ἐλπίδα· φασὶ δὲ ὅμως καὶ οὗτοι τό Μεθ' ἡμῶν ὁ Θεὸς, οὐχ ὥσπερ ἂν εἴ τις ὑπονοήσαι τυχὸν, ὅτι συνεργὸς μὲν γὰρ καὶ συμπαραστάτης ἔσται Θεὸς, ἀλλ' ὅτι μεθ' ἡμῶν, τουτέστιν, ἐξ ἡμῶν. ἄνθρωπος μὲν γὰρ γέγονεν ὁ τοῦ Θεοῦ Λόγος, καὶ ἐν τούτῳ πάντες διασεσώσμεθα, καὶ διεῤῥήξαμεν τὰ τοῦ θανάτου δεσμὰ, καὶ τὴν ἐκ τῆς ἁμαρτίας ἀπεδυσάμεθα φθορὰν, ἐπείπερ καταβέβηκεν εἰς ἡμᾶς, καὶ μεθ' ἡμῶν γέγονεν ὁ ἐν μορφῇ τοῦ Θεοῦ ὑπάρχων Θεὸς Λόγος. ὥσπερ 2.49 οὖν ἐν τούτῳ νοοῦμεν τὸ μεθ' ἡμῶν ὁ Θεὸς, ἀντὶ τοῦ εἰς τὴν αὐτὴν ἡμῖν γέγονε φύσιν ὁ ἐκ Θεοῦ καὶ Πατρὸς Λόγος, οὕτω κἀνθάδε τὴν ἴσην τοῖς θεωρήμασιν ἀναλογίαν ἀποσώ ζοντες ὅταν λέγῃ Χριστός Ὁ πέμψας με μετ' ἐμοῦ ἐστι καὶ οὐκ ἀφῆκέ με μόνον, ἐκδεξόμεθα σαφῶς ἐκεῖνο σημαίνοντα μυστικῶς, ὅτι, καθάπερ ἤδη προείπομεν, εἰς τὴν αὐτήν μοι φύσιν ἐστὶν ὁ Θεὸς καὶ Πατὴρ, καὶ οὐκ ἀφῆκέ με μόνον. καὶ γὰρ ἦν ὄντως ἀμήχανον, μὴ οὐχὶ πάντως ἔχειν μετ' ἐμαυτοῦ τὸν ἐξ οὗ γεγέννημαι Θεὸν καὶ Πατέρα. Καὶ ἴσως ἐρεῖ τις καὶ διερωτήσει φιλομαθέστερον ∆ιὰ ποίαν αἰτίαν αὐτὸς τὰ τοιαῦτά φησιν ὁ Σωτὴρ, ἢ τί τὸ πεπεικὸς ἐπὶ ταύτην αὐτὸν ἰέναι τὴν ἐξήγησιν; Πρὸς δὴ τὰ τοιαῦτα καὶ ἡμεῖς ἀπολογησόμεθα, χρησίμως καὶ ἀναγκαίως ἐπιδεικνύντες αὐτὸν τοῖς ἤδη προειρημένοις ἐπιτιθέντα καὶ τοῦτο. ἐπειδὴ γὰρ εἴρηκεν ὅτι "καθὼς ἐδί "δαξέ με ὁ Πατὴρ ταῦτα λαλῶ," ἀναγκαίως ἤδη συνόντα τε καὶ ὁμοούσιον ἑαυτῷ δεικνύει τὸν Πατέρα, ἵνα πιστεύηται λοιπὸν τὰ ἐκείνου λαλῶν ὡς Θεὸς τὰ ἐκ Θεοῦ, καὶ ἀπὸ τῆς φυσικῆς τοῦ γεννήσαντος ἰδιότητος ἐπὶ τὸ λέγειν τὰ θεο πρεπῆ παρορμώμενος, καθαπεροῦν τὰ ἀνθρώπων τέκνα μά θησίν τινα παρὰ τῆς φύσεως ἀδίδακτον ἔχοντα, καθάπερ ἐν τοῖς ἀνωτέρω προειρήκαμεν, οἶδεν ἀληθῶς τὰ τῆς ἀνθρωπό τητος ἴδια. οὐ σκανδαλιστέον τοιγαροῦν, ὅταν τι λέγῃ μαθεῖν παρὰ τοῦ Πατρὸς ὁ Υἱός· οὐ γὰρ διὰ ταύτην ἔσται τὴν αἰτίαν ἐλάττων αὐτοῦ, ἀλλ' οὐδὲ ἔκφυλός τις κατ' ἐκείνους εὑρεθήσεται· καὶ λογισμῷ τοιῷδε τὸ πρᾶγμα κατα σκεψώμεθα. οὐ γὰρ ἐν τῷ εἰδέναι τι τυχὸν, ἢ μὴ εἰδέναι ὁ τῆς οὐσίας δοκιμάζεται λόγος, ἀλλ' ἐν τῷ τί ἕκαστον κατὰ φύσιν ἐστίν· οἷον φέρε εἰπεῖν Παῦλος ὑποκείσθω καὶ Σιλουανός· καὶ ὁ μὲν Παῦλος ἴστω καὶ πεπαιδεύσθω τελείως τὸ ἐπὶ Χριστῷ μυστήριον· ἔλαττον δέ πως ἢ κατὰ 2.50 τὸν Παῦλον ὁ Σιλουανός. ἆρ' οὖν οὐχ ὅμοιοι κατὰ τὴν φύσιν, ἢ ὑπερέξει κατὰ τὸν οὐσίας λόγον ὁ Παῦλος τὸν Σιλουανὸν, ἐπείπερ ἔγνω μειζόνως ἢ κατ' ἐκεῖνον τοῦ μυστη ρίου τὸ βάθος; ἀλλ' οὐδένα ληρεῖν εἰς τοσοῦτον ὑπολαμ βάνω, ὡς νομίσαι ποτὲ διηλλάχθαι τὴν φύσιν αὐτοῖς διὰ τὸ ἐν γνώσει μεῖζον ἢ ἔλαττον. ὅτε τοίνυν οὐκ ἐν τῷ τι μαθεῖν ἢ διδάξαι, τὰ τῆς οὐσίας ἀκριβῶς δοκιμάζεται, καθάπερ εἰρήκαμεν, οὐδὲν ἀδικήσει τὸν Υἱὸν εἰς τὸ εἶναι κατὰ φύσιν Θεὸν, ὅταν τι λέγῃ καὶ μαθεῖν παρὰ τοῦ ἰδίου Πατρός. οὐ γὰρ διὰ τοῦτο τῆς πρὸς αὐτὸν ὁμοουσιότητος ἐξοιχήσεται, μένει δὲ πάντως ὅπερ ἐστὶ, τουτέστι, Θεὸς ἐκ Θεοῦ, φῶς ἐκ φωτός. Ἀλλ' ἴσως ἐρεῖς Πῶς οὖν; ἐν γνώσει μείζων ὁ Πατήρ· διὰ γὰρ τοῦτο διδάσκει τὸν Υἱόν. ἐροῦμεν δὲ πάλιν ὅτι μάλιστα μὲν ἤδη διὰ πολλῶν ἀπεδείξαμεν λόγων ὅτι μαθή σεως καὶ διδασκαλίας ἀπροσδεὴς ἡ σοφία τοῦ Πατρὸς, καὶ πολλοὺς ἐπὶ τούτῳ συνείροντες λογισμοὺς, εἰς ἄμετρον δυσφημίαν καταστρέφοντα τὸν λόγον ἐξηλέγχομεν. εἶτά σοι κἀκεῖνο πρὸς τούτοις εἰπεῖν ἀναγκαῖον ἤδη φαίνεται, ὅτι σπουδὴ τῷ Υἱῷ καὶ πολλὴ λίαν ἡ ἐπιτήρησις πρὸς τὸ κολοβοῦν ἀεὶ τὸ ἴδιον ἀξίωμα, καὶ οὐ σφόδρα θεοπρεπῶς διαλέγεσθαι διὰ τὴν τοῦ δούλου μορφὴν, καὶ τὴν ἐντεῦθεν δι' ἡμᾶς ἀναληφθεῖσαν ταπείνωσιν. ποῦ γὰρ καταβέβηκεν, ἢ ἐκ ποίων εἰς οἷα μετέστη λοιπὸν, εἰ μὴ λαλεῖ τι καὶ ὑποβεβηκότως καὶ τῆς θεοπρεποῦς δόξης οὐ λίαν ἐπαξίως; διὰ γάρ τοι τούτων πολλάκις, καὶ ἅπερ οἶδεν ὡς Θεὸς, ἀγνοεῖν ὡς ἄνθρωπος σχηματίζεται. ὄψει δὲ τοῦτο σαφῶς ἐν ἱστορίᾳ τῇ κατὰ τὸν Λάζαρον τὸν ἐκ Βηθανίας φημὶ, ὃν καὶ παραδόξῳ δυνάμει καὶ θεοπρεπεστάτῃ φωνῇ τεθρήμερον ὄντα καὶ ὀδωδότα, λοιπὸν παλινδρομῆσαι πρὸς ζωὴν παρε 2.51 σκεύασεν· ἀλλ' ὅρα μοι τὴν ἐν τῷ πράγματι πεπλασμένην οἰκονομίαν. εἰδὼς γὰρ ὅτι τέθνηκε Λάζαρος, καὶ τοῦτο προειρηκὼς τοῖς ἑαυτοῦ μαθηταῖς, ὡς Θεὸς, ἀνθρωπίνως ἀντεπύθετο "Ποῦ τεθείκατε," λέγων, αὐτόν. ὦ παραδόξου πράγματος. ὁ μακράν που τῆς Βηθανίας διαιτώμενος, καὶ οὐκ ἀγνοήσας ὡς Θεὸς, ὅτι τέθνηκε Λάζαρος, πῶς ἐζήτει μαθεῖν τὸ μνημεῖον; ἀλλ' ἐρεῖς ἄριστά γε φρονῶν, ὡς ὑπεπλάττετο τὴν ἐρώτησιν οἰκονομῶν τι χρήσιμον. δέχου τοίνυν κἀν τούτῳ πάλιν οἰκονομικῶς, ἅπερ οἶδεν ὡς Θεὸς, ταῦτα λέγοντα μαθεῖν παρὰ τοῦ Πατρός· παροτρύνεσθαι δὲ οὐκ ἐπιτρέπων μειζόνως τὴν τῶν Ἰουδαίων ἀπόνοιαν, καὶ τὸν τῶν ἀμαθεστέρων κολάζων θυμὸν, οὐκ ἄκρατον εἰς αὐτοὺς τὸν θεοπρεπῆ λόγον εἰσφέρει, καίτοι πρέπον οὕτω μᾶλλον αὐτῷ διαλέγεσθαι. Ἐπειδὴ δὲ ἄνθρωπον ἔτι καὶ ψιλὸν ὑπάρχειν αὐτὸν ὑπενόουν, τοῖς ἀνθρωποπρεπέσι λόγοις κεράσας ὥσπερ τὸ τῆς θεότητος ἀξίωμα, μετριώτερόν πως ἢ καθ' ἑαυτὸν οἰκο νομικῶς προσλαλεῖ Ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτοῦ ποιῶ πάντοτε· δέχου μοι πάλιν κἀν τούτῳ τὴν λύσιν τοῦ δοκοῦντος εἶναι δυσχεροῦς, καὶ περιάθρει σαφῶς διερμηνευόμενον ὀρθῶς τό "Ἀπ' ἐμαυτοῦ οὐδὲν ποιῶ." διὰ γὰρ τοῦτο, φησὶ, μηδὲν ἀπ' ἐμαυτοῦ ποιεῖν διεμαρτυράμην ὑμῖν ἔναγχος προσλαλῶν, ἐπείπερ ἔθος ἐμοὶ καὶ τριβὴ μηδὲν ἀπᾷδον ἐργάζεσθαι τῷ Θεῷ καὶ Πατρὶ, μηδὲ εἰδέναι τι δρᾶν, εἰ μὴ ὅπερ ἀρέσκει τῷ φύσαντι. πρόδηλον οὖν ἄρα λοιπὸν ὡς ἐν τούτῳ καὶ μόνον τὸ μηδὲν ἀφ' ἑαυτοῦ ποιεῖν τὸν Υἱὸν νοηθήσεται, ἐν τῷ τὰ ἀρεστὰ πράττειν ἀεὶ τῷ Θεῷ καὶ Πατρὶ, ὡς εἴπερ εἰ μὴ τῶν τοιούτων εἰργάζετο τυχὸν, ἔδρασεν ἄν τι καὶ ἀφ' ἑαυτοῦ, τουτέστι, τὸ παρὰ βούλησιν τοῦ γεννήσαντος. οὐκ ἄρα διὰ τὸ ἡττῆσθαι τῆς πατρῴας ἀρετῆς, οὐδὲ διὰ τὸ μὴ δύνασθαί τι κατορθοῦν ἐξ ἰδίας ἰσχύος, οὐδὲν ἀφ' ἑαυτοῦ 2.52 ποιεῖν ἐν τούτοις διισχυρίσατο, ἀλλ' ἐπείπερ ἰσογνώμων ἐστὶ καὶ συνεθελητὴς ἀεὶ τῷ γεννήσαντι πρὸς πᾶν ὁτιοῦν, καὶ οὐδὲν μελετήσας κατὰ μόνας ὥσπερ καὶ διῃρημένως ἐπιτελεῖν. καὶ οὐ δήπου νομιοῦμεν εἰς ἐκτόπους ἐννοίας κατολισθαίνοντες προαιρετικήν τινα καὶ ἑκτικὴν ἀρετὴν ἐν δείκνυσθαι τὸν Υἱὸν ἐν τούτοις, φύσεως δὲ μᾶλλον ἀτρέπτου καρπὸν, οὐκ ἀξιούσης τὸ θεοπρεπὲς ἐν τῷ τι βουλεύεσθαι δρᾶν. ἐπὶ μὲν γὰρ τῶν κτισμάτων ἅτε δὴ καὶ τρέπεσθαι δυναμένων ἐπὶ τὰ χείρω, καὶ μεταβολαῖς ὑπείκειν ταῖς ἐξ ἀμεινόνων ἐπὶ τὰ αἰσχίονα, καρπὸς ἂν εἴη θεοσεβοῦς τε καὶ φιλαρέτου γνώμης τὸ ἀγαθόν. ἐπὶ δέ γε τῆς θείας καὶ τὰ πάντα ὑπερκειμένης οὐσίας οὐχ οὕτως. ἀλλοιώσεως γὰρ καὶ τροπῆς ἁπάσης ἐξῃρημένης, καὶ τόπον οὐκ ἐχούσης οὐδένα, καρπὸς ἔσται λοιπὸν οὐσίας ἀπαραποιήτου τὸ ἀγα θὸν, ὥσπερ οὖν ἀμέλει καὶ ἐν πυρὶ τὸ θερμὸν, ἢ ἐν χιόνι τὸ ψυχρόν· οὐ γὰρ ἐν θελήσει τὸ πῦρ τὴν ἰδίαν ἐνέργειαν ἔχον ὁρᾶται, φυσικὴν δὲ μᾶλλον καὶ οὐσιώδη, ἑτέρως ἔχειν οὐ δυνάμενον, εἰ μὴ ἄρα ποιεῖν τοῖς τοῦ πεποιηκότος ἐκβιάζηται νεύμασιν. οὐκοῦν οὐ καθάπερ ἡμεῖς, ἀλλ' οὐδὲ ἕτερόν τι τῶν λογικῶν κτισμάτων, ἐκ προαιρέσεως τῆς ἐξαιρέτου δια κρατούμενος εἰς τὸ δρᾶν ἐπείγεσθαι τὸ ἀρέσκον τι Θεῷ καὶ Πατρὶ τὰ τοιαῦτά φησιν ὁ Μονογενὴς, ἀλλ' ὡς φύσεως ἰδίας θεσμοῖς ἀκολουθῶν, καὶ οὐδὲν ἕτερον εἰδὼς φρονεῖν τε καὶ πράττειν, εἰ μὴ τὰ ἐν θελήσει τοῦ γεννήσαντος αὐτόν. πῶς γὰρ ἂν ὅλως ἡ ὁμοούσιός τε καὶ μία θεότης αὕτη καθ' ἑαυτῆς διχονοήσαι ποτέ; ἢ πῶς ἂν τὸ μὴ αὐτῇ φίλον ἐργάσαιτο, τινὸς αὐτὴν ἐφ' ἕτερόν τι παρατρέπειν ἰσχύοντος; εἰ γὰρ ὑφέστηκεν ἰδίᾳ καὶ καθ' ἑαυτὸν ὁ Θεὸς καὶ Πατὴρ, 2.53 ὁμοίως δὲ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, ἀλλ' οὖν εἰς ὁλοτελῆ μερισμὸν ἡ ἁγία καὶ ὁμοούσιος οὐ διασπασθήσεται Τριὰς, εἰς μίαν δὲ μᾶλλον θεότητος φύσιν σύμπαν αὐτῆς ἀναβαίνει τὸ πλήρωμα. πρὸς δέ γε τούτοις κἀκεῖνο περισκεπτέον, ὡς οὐδεὶς ἂν εἰκότως καθέλοι λόγος τῆς πρὸς τὸν Πατέρα φυσικῆς ταυτότητος τὸν Υἱόν· ἐπείπερ ποιεῖν τὰ ἀρεστὰ αὐτῷ πάντοτε διισχυρίσατο, ὁμοούσιος δὲ μᾶλλον ὑπάρχων αὐτῷ, καὶ διὰ τούτου γνωσθήσεται καὶ Θεὸς ἐκ Θεοῦ κατὰ φύσιν καὶ ἀληθινός. τίς γὰρ ἂν εἰπέ μοι φρονήσει τὰ Θεοῦ θεοπρεπῶς τε καὶ ἀπαραλλάκτως, εἰ μὴ καὶ αὐτὸς ὑπάρχοι κατὰ φύσιν Θεός; ἢ τίς ἂν ἐπιτελέσαι πάντοτε τὸ ἀρέσκον αὐτῷ, μὴ οὐχὶ τὴν φύσιν ἄβατον ἔχων τοῖς χείροσι, καὶ τὸ ἐξαίρετον τῆς θείας φύσεως ἀξίωμα λαχὼν, τὸ μὴ εἰδέναι φημὶ τὸ ἁμαρτεῖν; περὶ μὲν γὰρ τῶν κτισμάτων εἴρηται "Τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν, ἢ τίς παῤῥησιά "σεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν;" ὅτε καὶ εἰς ἀκρο τάτην ὑπερβολὴν ἀνατείνουσα τὸ εἰρημένον ἡ θεία γραφή " Αστρα δὲ, φησὶν, οὐ καθαρὰ ἐνώπιον αὐτοῦ." ἄγγελοι μὲν γὰρ καίτοι κατὰ πολὺ τῶν καθ' ἡμᾶς διαλλάττοντες, καὶ στάσιν ἔχοντες ἑδραιοτέραν τὴν εἰς ἀρετὴν, οὐ τετηρήκασι "τὴν ἑαυτῶν ἀρχήν·" διὰ γὰρ τὸ κατεσπᾶσθαί τινας ὅλως ἐκεῖθεν καὶ πεσεῖν εἰς ἁμαρτίαν, ὅλη κατηγορεῖται τῶν λογικῶν κτισμάτων ἡ φύσις ὡς ἁμαρτίας δεκτικὴ, καὶ τροπῆς τῆς ἐπὶ τὸ χεῖρον ἀμοιρεῖν οὐκ ἰσχύουσα· ζῷον δὲ τὸ ἐπὶ τῆς γῆς λογικόν τε [καὶ] θεοείκελον, οὐδὲ ἐν μακροῖς ἐξώλισθε χρόνοις, ἀλλ' ἐν πρώτῳ πέπτωκε τῷ Ἀδάμ. οὐκοῦν ἀπείρηται παντελῶς τῇ κτίσει τὸ ἀμετάφορον καὶ ἄτρεπτον, καὶ τὸ ὡσαύτως ἔχειν δύνασθαι φυσικῶς· μόνῳ γὰρ ἁρμόσει τῷ κατὰ ἀλήθειαν ὄντι Θεῷ. τοῦτο δὲ ἐν Υἱῷ διαφαίνεται καλῶς· "ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, ὡς ὁ Παῦλός φησιν, 2.54 "οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ·" Θεὸς οὖν ἄρα καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ Υἱὸς τοῦ ἁμαρτάνειν καὶ τρέπε σθαι μὴ εἰδότος, καὶ τὸ πρέπον τῇ ἰδίᾳ φύσει μὴ ἐκτρέχοντός ποτε. ὅταν οὖν τὰ ἀρεστὰ τῷ Πατρὶ ποιεῖν ὁμολογῇ πάν τοτε, σκανδαλιζέσθω μηδεὶς, μηδὲ ἐν ἐλάττοσιν ἢ ἐν οἷς ἐστιν ὁ Πατὴρ, ὑπάρχειν οἰέσθω τὸν ἐξ αὐτοῦ, φρονείτω δὲ μᾶλλον εὐσεβῶς, ὡς δὲ Θεὸς ἐκ Θεοῦ κατὰ φύσιν εἰς ταυτοβουλίαν καὶ, ἵν' οὕτως εἴπω, ταυτοεργίαν ἀναβαίνει τῷ φύσαντι. Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν. Τὸ σμικροπρεπὲς ἐν τῷ λόγῳ πολλάκις ἐπιτηδεύοντα τὸν Χριστὸν, διὰ τὴν τῶν ἀκροωμένων ἀσθένειαν, καὶ μέγα τι τὸ ἐντεῦθεν κατορθοῦν εἰωθότα θαυμάζει πάλιν ἐντεῦθεν ὁ σοφὸς Εὐαγγελιστής· παρὸν γὰρ ὡς Θεῷ τὰ πάντα λαλεῖν, ἐλευθέραν τε καὶ βασιλικὴν ἔχουσαν τὴν ἐφ' ἅπασιν ἐξου σίαν ποιεῖσθαι τὴν διάλεξιν, συμμετριάσας οἰκονομικῶς ἕξει τὸν λόγον, σαγηνεύει μὲν εἰς εὐπείθειαν πολλοὺς, προσ εδρεύειν τε λοιπὸν πολλοὺς ὑποπείθει σπουδαιότερον αὐτῷ. οὐκοῦν οὐκ εἰκαῖον τῷ Σωτῆρι τὸ ἐπιτήδευμα, φημὶ δὲ τὸ λαλεῖν τοῖς ὄχλοις ἀνθρωποπρεπέστερον· ἀπεθρασύνοντο γὰρ οὐ μικρῶς, καὶ ἀπεφοίτων εὐκόλως αὐτοῦ τῶν ἀμαθε στέρων τινὲς, ἄνθρωπον βλέποντες, καὶ θεοπρεπῶν ἀκού οντες λόγων. ἐπειδὴ δὲ ἦν ἐν ταὐτῷ Θεὸς καὶ ἄνθρωπος, ἀκατηγόρητον ἔχων ἐπ' ἄμφω τὴν ἐξουσίαν, καὶ ἀνεγκλήτως καθ' ὅνπερ ἂν βούλοιτο τρόπον διαλέγεσθαι δυνάμενος, ταῖς τῶν ἀκροωμένων ἐλαφρίαις εὖ μάλα ποιῶν συνεπλάττετο, τὰ ἀνθρώπῳ πρέποντα πολλάκις περὶ ἑαυτοῦ ποικίλως ἐξηγού μενος, οἷον δέ τι φημὶ τό Ἀπ' ἐμαυτοῦ οὐδὲν ποιῶ, καὶ τὰ τούτοις ἀδελφά· συνιέντες γὰρ ὅλως οὐδὲν, ἀβασανίστως δὲ 2.55 μᾶλλον τοῖς λεγομένοις προσβάλλοντες, ἐπὶ τὸν κοινὸν δὴ τοῦτον καὶ πρόχειρον τοῖς πολλοῖς ἐβάδιζον νοῦν· ᾤοντο δὲ λέγειν αὐτὸν ὅτι Καὶ λαβὼν παρὰ Θεοῦ τὸ δύνασθαι θαυμα τουργῶ, καὶ ὅτι μετ' ἐμοῦ ἐστιν, ἐπείπερ "αὐτῷ τὰ ἀρεστὰ "ποιῶ πάντοτε." Συμφρονοῦσιν οὖν ἄρα τοῖς ἀνοσίοις Ἰουδαίοις οἱ ἐπά ρατοι τῆς ἀληθείας ἐχθροὶ καὶ, τοῖς τῆς εὐσεβείας ἀντιπράτ τοντες δόγμασι, μικρὰ περὶ τοῦ Κυρίου φιλονεικοῦντες βουλεύονται, καὶ τὰ οἰκονομικῶς τε καὶ καλῶς εἰρημένα, πρὸς καθαίρεσιν τῆς ἐνούσης αὐτῷ δόξης τε καὶ ἐξουσίας ἁρπάζοντες, τὸ τῆς ἀληθείας παρακλέπτουσι κάλλος. οὐ γὰρ διαμέμνηνται κατὰ τὸ εἰκὸς Παύλου μὲν λέγοντος, ὅτι χρὴ λογισμοὺς καθαιρεῖν "καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ "τῆς γνώσεως τοῦ Θεοῦ, αἰχμαλωτίζειν τε πᾶν νόημα εἰς" Χριστὸν καὶ εἰς τὴν ὑπακοὴν αὐτοῦ· ἠγνοήκασι δὲ πάλιν τὸ περὶ τῶν θείων εἰρημένον λογίων δι' ἑνός που τῶν προφητῶν "Τίς σοφὸς καὶ συνήσει ταῦτα; ἢ συνετὸς καὶ "ἐπιγνώσεται ταῦτα;" εἰ μὴ γάρ τις αὐτοῖς πολλὴ λίαν ἐπεπόλαζεν ἀσάφεια, καὶ βαθύ τι καὶ σκοτεινὸν ἐπενήχετο κάλυμμα, τίς ἡ χρεία τοῦ ζητεῖσθαι σοφὸν καὶ συνετὸν, ὃς ἂν εὑρεῖν δύναιτο τὴν τούτων ἐπίγνωσιν; Ἀλλὰ τούτων μὲν ἅλις πρὸς τὸ παρὸν, ἐροῦμεν δὲ μᾶλλον ἀπὸ τῶν προκειμένων ἑλόντες τι χρήσιμον. ἐπί στευον τὰ τοιαῦτα λέγοντι τῷ Χριστῷ, καθά φησιν ὁ Εὐαγγελιστὴς, οὐ πάντες, ἀλλὰ πολλοί· ἀλλὰ καίτοι Θεὸς ὑπάρχων ἀληθινὸς, καὶ οὐδὲν ἔχων ἐν ὀφθαλμοῖς, ὃ μὴ πάντως ἐστὶ γυμνὸν, εἰδώς τε καὶ λίαν ἀκριβῶς, ὡς οὐχ ἅπαντας ἁρπάσει πρὸς εὐπείθειαν, διεκαρτέρει μακροὺς ἀνα λίσκων λόγους τοῖς προσιοῦσιν αὐτῷ, κάλλιστον ἡμῖν ὑπο 2.56 γραμμὸν καὶ διὰ τούτων διδοὺς, καὶ τύπον ἑαυτὸν τοῖς τῆς Ἐκκλησίας διδασκάλοις ἀνατιθείς. εἰ γὰρ καὶ μὴ πάντες ὠφελοῖντο τυχὸν ἕνεκά γε τῆς σφῶν αὐτῶν μοχθηρίας, ἀλλ' ἐπείπερ εἰκὸς ἀπόνασθαί τινας τῆς ἐντεῦθεν σπουδῆς, οὐκ ὀκνητέον περὶ τὴν τῶν συμφερόντων ὑφήγησιν. καταχων νῦντες γὰρ ὥσπερ εἰς ἄκαρπον σιωπὴν τὸ δοθὲν ἡμῖν τάλαντον, τουτέστι, τὴν διὰ τοῦ Πνεύματος χάριν, κατ' ἐκεῖνον ἐσόμεθα τὸν πονηρὸν οἰκέτην τὸν ἀνέδην λέγοντα τῷ οἰκείῳ δεσπότῃ "Ἤιδειν ὅτι σκληρὸς ἄνθρωπος εἶ, "θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων ὅθεν οὐ διεσκόρ "πισας, καὶ φοβηθεὶς κατέχωσα τὸ τάλαντόν σου. ἴδε "ἔχεις τὸ σόν." ἀλλ' εἰς οἷον ὁ οὕτω δειλὸς κατέστρεψε τέλος, καὶ ποίαν ἐξῄτησε δίκην, ἔγνω που πάντως ὁ φιλο μαθὴς τοῖς εὐαγγελικοῖς οὐχ ἅπαξ περιτυχὼν συγγράμ μασιν. οὐκοῦν ἐκεῖνο διενθυμούμεθα, καὶ σκοπῶμεν ὀρθῶς, ὡς ὄκνου μὲν ἀπηλλάχθαι προσήκει παντὸς, τοῦ πρὸς τὸ χρῆναι διδάσκειν φημὶ, τὸν εἰς τοῦτο προκεχειρισμένον, τρέπεσθαι δὲ πρὸς ὀλιγωρίας οὐδαμῶς, εἰ καὶ μὴ πάντες τοῖς παρ' αὐτοῦ καταπείθωνται λόγοις, χαίροις δὲ μᾶλλον ἐφ' οἷσπερ ἂν ὅλως ἀποκερδαίνοι πονῶν, ἐννοεῖν δὲ καὶ μάλα σωφρόνως ἀκόλουθον τὸ διὰ τοῦ Σωτῆρος ἡμῶν εἰρημένον "Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ "δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ. ἀρκετὸν τῷ μαθητῇ ἵνα "γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ τῷ δούλῳ ὡς ὁ "κύριος αὐτοῦ." εἰ γὰρ οὐ πάντας ὁ Κύριος πείθει διὰ τὴν τῶν ἀκροωμένων σκαιότητα καὶ σκληροκαρδίαν, τίς ἀσθε νοῦντα τὸν παρ' ἡμῶν αἰτιάσεται λόγον, καίτοι προαιρετικὴν ἀπαιτοῦντα καὶ οὐκ ἐξ ἀνάγκης τὴν σύνεσιν; 2.57 Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μου ἐστέ. Τρόπον ἀπαιτεῖ τοὺς πιστεύσαντας τὸν ἐρηρεισμένον καὶ πεπήγοτα καὶ ἑτοίμως ἔχοντα πρὸς διαμονὴν τοῦ καθάπαξ αἱρεθέντος αὐτοῖς ἀγαθοῦ. τοῦτο δὲ ἦν ἡ πίστις ἡ εἰς αὐτόν. τὸ γὰρ ἐπαμφοτερίζειν ἀνόητόν τε καὶ ἀκερδὲς ἀποφαίνει παντελῶς, ἐπεὶ καὶ "Ἀνὴρ δίψυχος, ἀκατάστατος ἐν πάσαις "ταῖς ὁδοῖς ἑαυτοῦ," καθὰ γέγραπται. τὸ δὲ ἀπρὶξ ἅπτε σθαι τῶν λυσιτελούντων ἐπείγεσθαι, σοφὸν ὄντως ἐστὶ καὶ ἐπωφελέστατον. ὅσον μὲν οὖν ἧκεν εἰς τὸ νοῆσαι προ χείρως, ἐκεῖνό φησιν, ὡς εἴπερ ἂν βούλοιντο τοῖς παρ' αὐτοῦ καταπείθεσθαι λόγοις, τότε δὴ πάντως καὶ αὐτοῦ χρημα τιοῦσι μαθηταί. ὅσον δὲ εἰς τὸ συνιέναι τι κεκρυμμένον, ἐκεῖνο δηλοῖ· λέγων γὰρ ὅτι Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, φαίνεταί πως αὐτοὺς ἀγωγῶς τε καὶ πράως διδαγμάτων ἐξέλκων τῶν Μωυσαϊκῶν, καὶ τῆς μὲν τοῦ γράμματος προσ εδρείας ἀφιστὰς, οὐκέτι τε τοῖς ἐν τύπῳ λαληθεῖσί τε καὶ πεπραγμένοις προσκεῖσθαι κελεύων, μᾶλλον δὲ τῷ λόγῳ τῷ παρ' αὐτοῦ, ὅπερ ἐστὶν ἐναργῶς τὸ εὐαγγελικὸν καὶ θεσπέσιον κήρυγμα. ἐλάλει γὰρ καὶ πάλιν πρὸς ἡμᾶς διὰ τῶν ἁγίων προφητῶν, ἀλλ' ἦσαν οἱ μεσιτεύοντες, οἱ δι' ὧν δηλονότι τοὺς πρὸς ἡμᾶς ἐποιεῖτο λόγους. λόγος δὲ κυρίως αὐτοῦ τὸ εὐαγγελικὸν νοηθήσεται κήρυγμα· οὐ γὰρ δι' ἑτέρου πρὸς ἡμᾶς, ἀλλὰ δι' αὐτοῦ γεγονὸς εὑρίσκομεν· διὰ γάρ τοι τοῦτο καὶ ἐνανθρωπήσας φησίν "Αὐτὸς ὁ λαλῶν πάρειμι." ἐπι μαρτυρήσει δὲ καὶ ὁ Παῦλος λέγων ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ "Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς 2.58 "λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις ἐπ' ἐσχάτου τῶν "ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ." οὐκοῦν αὐτουργὸς ἡμῖν εἰς διδασκαλίαν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς γέγονεν ὁ Υἱός. διά τοι τοῦτο λόγος αὐτοῦ κυρίως ὀνομασθήσεται μάθημα τὸ εὐαγγελικόν. ἦν μὲν γὰρ ἀκόλουθον γυμνότερόν πως καὶ ἀπημφιεσμένως εἰπεῖν Οἱ τὴν πίστιν τὴν εἰς ἐμὲ παραδεδεγμένοι, καὶ ὀψὲ μὲν, ὅμως δ' οὖν ἐπεγνωκότες τὸν ἄνωθεν ὑμῖν διὰ νόμου καὶ προφητῶν κηρυττόμενον, μηκέτι τοῖς διὰ Μωυσέως προσπέπηχθε τύποις, μηδὲ ταῖς κατὰ τὸν νόμον προσεδρεύειν σκιαῖς ἀναπείθεσθε, μηδὲ ἐν ἐκείνοις ὅλως τὴν τῆς σωτηρίας ὁρίζεσθε δύναμιν, ἀλλ' ἐν μαθήμασιν τοῖς πνευματικοῖς, καὶ ἐν τοῖς εὐαγγελικοῖς καὶ δι' ἐμοῦ κηρύγμασιν· ἀλλ' ἦν οὐκ ἀπεικὸς, μᾶλλον δὲ ἤδη καὶ ἀνενδοιάστως ἔχον, ὡς ἄρτι καὶ μόλις τὴν πίστιν παρα δεξάμενοι, σαλευομένην τε καὶ εὐανάτρεπτον εἰς μετάστασιν ἔχοντες τὴν διάνοιαν, οὐκ ἂν τῶν τοιούτων ἀνέσχοντο λόγων, ἀλλ' οὐκ ἂν διεκαρτέρησαν ὅλως ἑτοίμως ἀεὶ πίπτοντες εἰς ὀργὴν, ὡς ὑβριζομένου δὲ διὰ τούτων τοῦ πανσόφου Μωυ σέως, καὶ πεμπομένου πρὸς τὸ μηδὲν διὰ τοῦ καταφρονεῖσθαι δι' αὐτοῦ τὰ τοῖς ἀρχαιοτέροις διωρισμένα, πρὸς τὴν οἰκείαν εὐκόλως ἐτράποντο τόλμαν, καὶ τὸ συναγορεύειν ἐκείνῳ μελετῶντες ἀεὶ, παρ' οὐδὲν ἂν ἐποιήσαντο τὸ πιστεύειν ἔτι βούλεσθαι τῷ Χριστῷ. οἰκονομικῶς τοιγαροῦν καὶ ἐπεσκια σμένως ἔτι τοῖς ἑαυτοῦ λόγοις ἀντιδιαστέλλων τὰ Μωυσέως, τουτέστιν, ἀντιπαρεξάγων τῷ νόμῳ τὸ κήρυγμα τὸ εὐαγγε λικὸν, καὶ πολὺ λίαν ἐν ἀμείνοσι τῶν ἀρχαιοτέρων τὰ νέα τιθεὶς παιδεύματα Ἐὰν ὑμεῖς φησι μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ὄντως μαθηταί μου ἐστέ· οἱ γὰρ ὁλοκλήρῳ διαλάμποντες πίστει, καὶ ἀνενδοιάστως εἰς νοῦν τὸ εὐαγγελικὸν παραδεξά 2.59 μενοι μάθημα, σκιᾶς τε τῆς κατὰ νόμον οὐ σφόδρα φροντί ζοντες, μαθηταὶ κατὰ ἀλήθειάν εἰσι τοῦ Χριστοῦ· οἱ δὲ μὴ τοῦτον αὐτὸν προσιόντες τὸν τρόπον ἑαυτοὺς διαπαίζουσι, τὸ εἶναι μαθηταὶ κατὰ ἀλήθειαν οὐκ ἔχοντες, διά τε τοῦτο τῆς σωτηρίας ἐκπεπτωκότες. καὶ γοῦν ὁ μακάριος Παῦλος τοῖς ἐκ νόμου δικαιοῦσθαι μετὰ τὴν πίστιν ἀνοήτως ἐθέλουσι, διαῤῥήδην ἐπιστέλλει "Κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ οἵ "τινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε." θαυ μαστὸν οὖν ἄρα καὶ τίμιον ἡ μονότροπος πίστις, καὶ τὸ ἀκολουθεῖν ἀραρότως βούλεσθαι τῷ Χριστῷ τὰς ἐκ νόμου σκιὰς εἰς τὴν ἐπ' αὐτῷ περιέλκοντας γνῶσιν, καὶ τὰ αἰνιγ ματωδῶς εἰρημένα πρὸς τὴν πνευματικὴν μεταπλάττοντας παίδευσιν. κηρύττεται γὰρ διὰ νόμου καὶ τῶν προφητῶν τὸ ἐπ' αὐτῷ μυστήριον. Καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. Ἀμυδρὸς μὲν ἔτι, καὶ οὐ σφόδρα διαφανὴς ὁ λόγος· ὠδίνει δ' οὖν ὅμως ἀδελφὴν τοῖς πρὸ αὐτοῦ τὴν δύναμιν, καὶ διὰ τῶν αὐτῶν ἡμῖν εἶσι θεωρημάτων ἑτεροτρόπως ἐξυφασμένος. ἀποδημεῖν γὰρ καὶ αὐτὸς ἀναπείθει καὶ λοιπὸν ἀπανίστασθαι φιλεῖν τῆς κατὰ νόμον λατρείας τοὺς ἅπαξ πεπιστευκότας· παιδαγωγῶν δὲ ἡγεῖσθαι τὴν σκιὰν εἰς τὴν ἐπ' αὐτῷ γνῶσιν, καὶ τὰ ἐν τύποις ἀφέντας καὶ αἰνίγμασιν, ἐπ' αὐτὴν ἰέναι γοργῶς τὴν ἀλήθειαν, τουτέστι, Χριστὸν τὸν τῆς ἀληθοῦς ἐλευθερίας δοτῆρα καὶ λυτρωτήν. γνώσεσθε τοίνυν φησὶ τὴν ἀλήθειαν τοῖς ἐμοῖς ἐμμένοντες λόγοις, ἀπὸ δὲ τοῦ γνῶναι τὴν ἀλήθειαν τὴν παρ' αὐτῆς ὠφέλειαν εὑρήσετε. καὶ δέχου μοι πάλιν τοιοῦτόν τι λέγοντα πρὸς Ἰουδαίους τὸν Κύριον· ἐκπλατῦναι γὰρ οἶμαι δεῖν καὶ τὸ ἐν τῷ προκειμένῳ θεώρημα, διὰ τὸ τοῖς ἐντευξομένοις λυσιτελοῦν· πικρὰν ἐν Αἰγύπτῳ, φησὶν, ὑπεμείνατε τὴν 2.60 δουλείαν, καὶ μακρὸς ὑμᾶς ἀνήλωσε πόνος τὴν ὑπὸ τῷ Φαραῷ θητείαν εἰσδεδυκότας, ἀλλ' ἐβοήσατε τὸ τηνικάδε πρὸς τὸν Θεὸν, καὶ πρὸς ἔλεον τὸν ἐφ' ὑμῖν κεκινήκατε, ταῖς ἐνούσαις ὑμῖν ἐποιμώζοντες συμφοραῖς ἐξ οὐρανῶν ἐζητεῖτε τὸν λυτρωτήν· ἐπεφοίτων δὲ ὑμῖν παραχρῆμα καὶ τότε, καὶ γῆς μὲν ὑμᾶς τῆς ἀλλοτρίας ἐξέπεμπον, ὠμοτάτης δὲ σφόδρα τυραννίδος ἐξελὼν πρὸς ἐλευθερίαν ἐκάλουν. ἀλλ' ἵνα μανθάνητε τὸν ἐπίκουρον καὶ λυτρωτὴν, κατέ γραφον ὑμῖν ἐν προβάτου σφαγῇ τὸ ἐμαυτοῦ μυστήριον, καὶ τὴν δι' αἵματος σωτηρίαν προανατυποῦν ἐκέλευον τότε· διεσώζεσθε γὰρ καταχρίοντες ἑαυτούς τε καὶ τὰς φλιὰς τῷ αἵματι τοῦ ἀμνοῦ. οὐκοῦν ἀπὸ τῶν τύπων ἔξω τὸ βραχὺ πηδήσαντες, ὅταν μανθάνητε τὴν ἀλήθειαν, ἔσεσθε δὴ πάντως καὶ ἀληθῶς ἐλεύθεροι. καὶ ἀμφιβαλέτω, φησὶν, ἐπὶ τούτῳ μηδείς. εἰ γὰρ τοσούτων ὑμῖν ἀγαθῶν ὁ τύπος τότε γέγονε πρόξενος, πῶς οὐχὶ μᾶλλον ἡ ἀλήθεια πλουσιωτέραν ἐπιδί δωσι τὴν χάριν; Τοιαῦτα μὲν δὴ τὸ κωλύον οὐδὲν πρὸς Ἰουδαίους ὑποτοπῆ σαι λέγειν τὸν Ἰησοῦν, εἰς πλατεῖαν ἐκτρέχοντος θεωρίαν τοῦ λόγου· εἰκὸς δέ τινα καὶ ἑτέραν ἡμῖν ἐκ τῶν προκειμένων ἀναλάμψαι τὴν διάνοιαν. ὁ νόμος ὁ διὰ Μωυσέως βαπτισ μοὺς ἐτύπου καὶ περιῤῥαντήρια, ἀλλὰ καὶ ὅτῳ τυχὸν ἁλῶναι συμβέβηκε καὶ τῷ τῆς ἁμαρτίας βόθρῳ περιολισθεῖν, θύειν ἐκέλευε μόσχον ἢ πρόβατον, οὕτω τε τὰ ἐφ' οἷς ἂν ἕκαστος πλημμελῇ περικόπτειν ἐγκλήματα. ἀλλ' οὐδὲν ἐκεῖνα πρὸς ἀπόνιψιν ἁμαρτίας. οὐ γὰρ ἂν ἐξέλοι ποτὲ τῆς αἰτίας τοὺς κατεγνωσμένους, ἀλλ' οὐδὲ τοῦ κολάζεσθαι δεῖν ἐλευθέρους ἀποφαίνει, τοὺς οἷς ὁ θεῖος πεπάτηται νόμος. τί γὰρ ἂν ὀνήσαι τὸν ἄνθρωπον τὸ βουθυτεῖν πλημμελήσαντα, ἐν δὲ 2.61 τῷ μηλοσφαγεῖν ποῖον ἂν εὕρῃ τις τὸ κέρδος; τί γὰρ χαριεῖται διὰ τούτων οἱονεὶ, ὅσον ἧκεν εἰς τὴν τοῦ νόμου παράβασιν, ὑβρισμένῳ τῷ Θεῷ; αὐτοῦ γὰρ λέγοντος ἄκουσον "Μὴ φάγωμαι κρέα ταύρων, ἢ αἷμα τράγων "πίωμαι;" πρὸς τούτοις ἔτι πρὸς Ἰουδαίους ἐναργῶς "Τὰ "ὁλοκαυτώματα ὑμῶν κατὰ τῶν θυσιῶν ὑμῶν συναγάγετε "καὶ φάγετε κρέα, ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας "ὑμῶν περὶ ὁλοκαυτωμάτων καὶ θυσιῶν, ἀλλ' ἢ τὸ ῥῆμα "τοῦτο ἐνετειλάμην αὐτοῖς λέγων Κρῖμα δίκαιον κρίνατε." οὐκοῦν ἀνόνητος παντελῶς ἡ δι' αἱμάτων προσαγωγὴ, καὶ ἀποπλύνειν οὐκ οἶδε τὴν ἐξ ἁμαρτίας προστετριμμένην ἀνθρώπῳ κηλίδα. πληροφορήσει δὲ πάλιν, ὅταν ἴδῃς αὐτὸν λέγοντα πρὸς τὴν τῶν Ἰουδαίων μητέρα τὴν Ἱερουσαλὴμ διὰ φωνῆς Ἱερεμίου "Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου "ἐποίησε βδελύγματα; μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀφελοῦσιν "ἀπὸ σοῦ τὰς κακίας σου, ἢ τούτοις διαφεύξῃ;" "Ἀδύνατον "γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας," ὡς ὁ Παῦλός φησιν. ὅτι δὲ ὡς εἰκαίαν μελετῶντες λατρείαν, καὶ τὰς δι' αἱμάτων προσαγωγὰς ἤτοι δωροφορίας ἐπ' οὐδενὶ τῶν χρησίμων ἐπιτελεῖν σπουδάζοντες, τῆς θείας εἰκότως αὐλῆς ἐξεπέμποντο, διδάξει σαφῶς καὶ διὰ φωνῆς Ἡσαΐου λέγων "Πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε· ἐὰν "φέρητε σεμίδαλιν, μάταιον· θυμίαμα, βδέλυγμά μοι ἐστίν." οὐκοῦν οὐκ ἐν ἐκείνοις· τοῖς ἐν νόμῳ διατεταγμένοις φημί· ἡ ἀληθὴς σωτηρία, ἀλλ' οὐδ' ἂν ἕλοιτό τις ἐκεῖθεν τὴν τριπόθητον ἐλευθερίαν, τὴν ἐκ τῆς ἁμαρτίας φημί· ὀλίγον δὲ τῶν τύπων ἀναπηδήσαντες, καὶ τῆς ἐν πνεύματι λατρείας περιαθροῦντες ἤδη τὸ κάλλος, ἐπεγνωκότες τε τὴν ἀλήθειαν, τουτέστι, τὸν Χριστὸν, διὰ τῆς εἰς αὐτὸν πίστεως δικαιού 2.62 μεθα· δικαιούμενοι δὲ πρὸς ἐλευθερίαν τὴν ἀληθῆ διαβαί νομεν, καταταττόμενοι λοιπὸν οὐκ ἐν δούλοις ἔτι καθάπερ καὶ πρότερον, ἀλλ' ἐν υἱοῖς δηλονότι Θεοῦ. καὶ μαρτυρήσει λέγων ὁ Ἰωάννης περί τε Χριστοῦ καὶ τῶν πιστευόντων εἰς αὐτόν "Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν "τέκνα Θεοῦ γενέσθαι." χρησίμως τοιγαροῦν ὁ Κύριος καὶ Χριστὸς ἡμῶν, τὸ μὲν θαυμάζειν ἔτι τὰς ἐν νόμῳ σκιὰς οὐκ ἐᾷ τοὺς πιστεύοντας εἰς αὐτόν· οὐδὲν γὰρ ἐν ἐκείναις τὸ ὠφελοῦν, ἤτοι τῆς ἀληθοῦς ἐλευθερίας πρόξενον· ἐπιγνῶναι δὲ μᾶλλον ἐπιτάττει τὴν ἀλήθειαν. διὰ ταύτης γὰρ αὐτοὺς ἀραρότως ἐλευθερωθήσεσθαι λέγει, κατὰ τὴν ἐν τοῖς εἰρη μένοις δύναμιν. Σπέρμα Ἁβραάμ ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι ἐλεύθεροι γενήσεσθε; ∆ιαγελῶσι πάλιν τοῦ Σωτῆρος ἡμῶν τὴν ὑπόσχεσιν, μᾶλλον δὲ ἤδη καὶ δυσφοροῦσιν ὡς ὑβρισμένοι. τὸ γὰρ ᾧ δουλείας μετέστιν οὐδὲν, πῶς ἂν δέοιτο, φησὶ, τοῦ πρὸς ἐλευθερίαν καλοῦντος ἡμᾶς, καὶ ὡς ἐν προσθήκης μέρει τὸ ἐνυπάρχον ἤδη διδόντος· ἀγνοοῦσι δὲ, καίτοι δοκησισοφεῖν εἰωθότες, ὅτι γέγονε μὲν ὁ προπάτωρ Ἁβραὰμ οὐ πατρὸς ἐπισήμου κατὰ τὸν κόσμον, ἀλλ' οὐδὲ τοῖς ἐν τῷδε τῷ βίῳ θαυμαζομένοις περιφανέστατος, κατελαμπρύνθη δὲ διὰ μόνης τῆς πίστεως τῆς εἰς Θεόν· "Ἐπίστευσε δὲ Ἁβραάμ φησιν, "τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην ἡ πίστις, καὶ "φίλος Θεοῦ ἐκλήθη." ὁρᾷς δὴ οὖν καὶ μάλα σαφῶς τῆς ἐν ἐκείνῳ λαμπρότητος τὴν αἰτίαν. ἐπειδὴ γὰρ κεχρημάτικε φίλος τοῦ πάντων κρατοῦντος Θεοῦ, γέγονε διὰ τοῦτο μέγας 2.63 καὶ ἀοίδιμος, ἐλογίσθη δὲ αὐτῷ ἡ πίστις εἰς δικαιοσύνην, καὶ πρόφασις αὐτῷ γέγονεν ἐλευθερίας τῆς κατὰ Θεὸν ἡ ἐκ πίστεως δικαιοσύνη. οὐκοῦν ὅτε πιστεύσας ἐδικαιώθη, τουτ έστιν, ὅτε τὴν ἐκ τῆς ἁμαρτίας δυσγένειαν ἀπεσείσατο, τότε πέφηνε λαμπρὸς καὶ εὐγενὴς καὶ ἐλεύθερος. ἀνοήτως τοι γαροῦν οἱ Ἰουδαῖοι τὴν καὶ αὐτὸν ἐλευθερώσασαν τοῦ γένους τὸν ἀρχηγέτην περιπτύοντες χάριν, ἐπὶ μόνον τὸν δι' αὐτῆς ἐλευθερωθέντα βαδίζουσιν, ἀλλ' οὐδὲ ὅθεν ἐστὶν, ἢ ὅποι ποτὲ βλέποι, τὸ ἐν ἐκείνῳ λαμπρὸν περισκεψάμενοι, τὸν τῶν ἐν αὐτῷ καλλίστων ἀτιμάζουσι χορηγὸν, καὶ τὴν ἁπάσης εὐγενείας ἀφέντες πηγὴν, ἐπὶ τῷ ταύτης μετεσχηκότι φρο νοῦσι μέγα· ἁλώσονται δὲ καὶ ἐπὶ τῷ μηδενὶ δουλεῦσαι πώποτε μάτην ἐπικομπάζοντες, καὶ διεψευσμένος αὐτοῖς καὶ ὁ περὶ τούτου λόγος οὐδὲν ἧττον διελεγχθήσεται. δεδουλεύ κασι μὲν γὰρ Αἰγυπτίοις ἔτη τὸν ἀριθμὸν τετρακόσια καὶ τριάκοντα, καὶ διὰ τῆς ἄνωθεν χάριτος μόλις ἐξεκομίσθησαν ἐξ οἴκου δουλείας, καὶ ἐκ καμίνου σιδηρᾶς, καθὰ γέγραπται, τῆς Αἰγυπτίων πλεονεξίας δηλαδή. δεδουλεύκασι δὲ καὶ Βαβυλωνίοις καὶ Ἀσσυρίοις, ὅτε πᾶσαν τὴν Ἰουδαίων ἀναστήσαντες χώραν, καὶ αὐτὴν δὲ τὴν Ἱερουσαλὴμ, εἰς τὴν ἑαυτῶν ὅλον μετέθεσαν τὸν Ἰσραήλ. οὐδαμόθεν τοιγαροῦν τῶν Ἰουδαίων ὑγιὴς ὁ λόγος· πρὸς τῷ γὰρ τὴν ἀληθεστέραν ἀγνοῆσαι δουλείαν τὴν ἐν ἁμαρτίαις φημὶ, καὶ τὴν ἑτέραν ἀρνοῦνται δυσγενῆ παντελῶς, καὶ ἐπὶ τῷ μηδενὶ πολλάκις μέγα φρονεῖν εἰθισμένην ἔχοντες τὴν διάνοιαν. Ἀπεκρίθη αὐτοῖς ὁ Σωτήρ Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας. Ψυχικοὺς ὄντας αὐτοὺς, καὶ εἰς μόνα βλέποντας τὰ 2.64 σωματικὰ, τῆς μὲν ἐνούσης ἀμαθίας ἐξίστησι, μεταβιβάζει δέ πως ἐπὶ τὰ πνευματικώτερα, καὶ ὥσπερ εἰς ἀτριβῆ τε καὶ ἀήθη παντελῶς μετακομίζει παίδευσιν, τὴν κεκρυμμένην αὐτοῖς καὶ ἐν πολλοῖς ἀγνοηθεῖσαν καιροῖς δουλείαν ὑπο δεικνὺς, καὶ ὅτι μὲν ψευδόμενοι λέγουσι, τό "Οὐδενὶ δεδου "λεύκαμεν πώποτε," παρίησι σοφῶς, ἀλλ' οὐδὲ μάτην ἐπικομπάζειν αὐτοὺς τῇ τοῦ προπάτορος εὐγενείᾳ φησὶν, ἵνα μὴ πάλιν αὐτοὺς ἐφ' ἃ μὴ προσῆκε παροτρύνειν δοκῇ κεκλιμένους ἤδη καὶ πολὺ ῥέποντας εἰς ὀργήν· ἐπ' αὐτὸ δὲ ὥσπερ χωρήσας τὸ ἀναγκαῖον, καὶ ὅπερ ὄντως ἔδει μαθεῖν, δοῦλον εἶναί φησι τῆς ἁμαρτίας τὸν ποιοῦντα αὐτὴν, μόνον δὲ οὐχὶ τοῦτο λέγει Σύνθετόν τι ζῷον, ὦ οὗτοι, κατὰ τὴν γῆν ἄνθρωπος, ἐκ ψυχῆς δηλονότι καὶ σώματος, καὶ ἡ μὲν κατὰ σάρκα δουλεία περὶ τὴν σάρκα ἐστὶν, ἡ δὲ ἐν ψυχῇ καὶ περὶ ψυχὴν τελουμένη, βάρβαρον ἔχει μητέρα τὴν ἁμαρτίαν. τὸ μὲν οὖν κατὰ σάρκα τῆς δουλείας ἀφεῖναι τὸν ἄνθρωπον ἡ τῶν κρατούντων ἐξουσία κεκτήσεται, τὸ δὲ ἐκ τῆς ἁμαρτίας ἐλευθεροῦν, μόνῳ μὲν ἂν πρέποι κατειρῆσθαι Θεῷ, ἁρμόσει δὲ τῶν ἄλλων οὐδενί. οὐκοῦν ἀναπείθει τὰ εἰκότα φρονεῖν, καὶ τῆς ὄντως τε καὶ ἀληθοῦς ἐλευθερίας ἐφίεσθαι, ζητεῖν δὲ οὕτω λοιπὸν οὐ τὴν τῶν προγόνων λαμπρότητα πρὸς οὐδὲν οὖσαν αὐτοῖς εἰς τοῦτο λυσιτελῆ, μόνον δὲ τὸν τῶν ἰδίων νόμων κατεξουσιάζοντα Θεὸν, ὧν ἡ παράβασις τὴν ἁμαρτίαν δημιουργεῖ τῆς ἐν τῇ ψυχῇ δου λείας τὴν τροφόν. ἔοικε δέ πως ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς λεληθότως ἔτι καὶ πολὺ κατεσκιασμένως ἐλέγχειν αὐτοὺς, ὡσανεὶ μάτην ἐπ' ἀνθρώπῳ φρονοῦντας μέγα, ἐλεύθε ρόν τε ὑπάρχειν παντελῶς οἰομένους τὸν μακάριον Ἁβραάμ. τῷ γὰρ γενικώτερον ἀποφήνασθαι πάντα τὸν ποιοῦντα τὴν 2.65 ἁμαρτίαν δοῦλον εἶναι τῆς ἁμαρτίας, καὶ αὐτὸν εἴσω βρόχων ποιεῖται τὸν Ἁβραὰμ δοῦλον ὄντα τῆς ἁμαρτίας ποτέ· δεδικαίωται γὰρ οὐ δίκαιος ὢν, ἀλλ' ὅτε πεπίστευκε τῷ Θεῷ πρὸς τὴν ἐκ τοῦ δεδικαιῶσθαι κεκλημένος ἐλευθερίαν. καὶ οὐχὶ πάντως τῇ τοῦ δικαίου φιλονεικοῦντες δόξῃ τὰ τοιαῦτά φαμεν, ἀλλ' ἐπείπερ οὐδεὶς ἐν ἀνθρώποις τῶν τῆς ἁμαρτίας βελῶν ἀπείρατος, ὑπηνέχθη δὲ πάντως καὶ ὁ δοκῶν εἶναι μέγας τῷ τῆς ἁμαρτίας ζυγῷ, κατὰ τὸ γεγραμμένον "Οὐκ "ἔστι δίκαιος οὐδεὶς, πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται "τῆς δόξης τοῦ Θεοῦ." δόξα δὲ Θεοῦ πρὸς τοῖς ἄλλοις, καὶ τὸ μηδαμόθεν δύνασθαι περιπεσεῖν ἁμαρτίᾳ, ὃ δὴ καὶ μόνῳ τετήρηται τῷ Χριστῷ· μόνος γὰρ γέγονεν "ἐν νεκροῖς "ἐλεύθερος," οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, καίτοι γεγονὼς ἐν νεκροῖς, τουτέστιν ἐν ἀνθρώποις κατατεταγμένος, ὧν ὁ τῆς ἁμαρτίας ποτὲ κατεκράτει θάνατος. Οὐκοῦν· ἀνακεφαλαιώσομαι γὰρ τὸν ἐν τοῖς εἰρημένοις σκοπόν· ὑπῃνίττετό πως ὁ Κύριος ὅτι καὶ αὐτὸς ὁ μακάριος Ἁβραὰμ δεδουλευκὼς τῇ ἁμαρτίᾳ ποτὲ, καὶ διὰ μόνης τῆς εἰς Χριστὸν πίστεως ἐλευθερωθεὶς οὐχ ἱκανὸς εἰς ἑτέρους παραπέμψαι τὴν πνευματικὴν εὐγένειαν, ἐπεὶ μηδὲ τοῦ δύνασθαί τινας ἐλευθεροῦν ὑπάρχει κύριος ὁ τὴν ἐκ τῆς ἁμαρτίας δουλείαν οὐ δι' ἑαυτὸν ἀποπεμψάμενος, ἀλλ' οὐδὲ τῆς ἐλευθερίας ἑαυτῷ χορηγὸς ἀναδεικνύμενος, παρ' ἑτέρου δὲ ταύτην λαβὼν, αὐτοῦ δηλονότι τοῦ δικαιοῦντος Χριστοῦ. 2.66 Ὁ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ Υἱὸς μένει εἰς τὸν αἰῶνα. Ἀνελεύθερον ἀποφήνας καὶ ὑπὸ δουλείαν ὄντα πικρὰν τὸν ταῖς ἁμαρτίαις ἔνοχον, ἐπιλέγει χρησίμως, καὶ τίνα μὲν ἔσται τῷ τὴν δουλείαν ἠγαπηκότι, τί δ' αὖ πάλιν ὑπάρξει παρὰ Θεοῦ τοῖς βιοῦν ἑλομένοις ἐννόμως, καὶ ἐν υἱοῖς Θεοῦ διὰ τοῦτο κατατεταγμένοις. Ὁ μὲν γὰρ δοῦλός φησιν οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· καὶ γὰρ δὴ καὶ ὄντως εἰς τὸ σκότος δραμεῖται τὸ ἐξώτερον, ἐκεῖ δίκας ἀποτίσων τῆς ἀνελευθέρου ζωῆς, μένει δὲ ὁ Υἱὸς εἰς τὸν αἰῶνα. οἱ γὰρ ἅπαξ τῇ τῆς υἱοθεσίας ἀπολαύσαντες δόξῃ, μενοῦσιν ἐν προσώπῳ Θεοῦ, τῆς ἱερᾶς τῶν πρωτοτόκων αὐλῆς κατ' οὐδένα καιρὸν ἐξωθούμενοι, μακρὸν δὲ μᾶλλον καὶ ἀμήρυτον αἰῶνα τρί βοντες ἐν αὐτῇ. συνήσεις δὲ τὸ λεγόμενον ἀκριβῶς ἐν τοῖς εὐαγγελίοις παραβολὴν προτιθεὶς εἰς ἀνάγνωσιν, ἐν ᾗ στήσει μὲν τοὺς ἐρίφους ἐξ εὐωνύμων, ἐκ δεξιῶν δὲ τὰ πρόβατα, φησὶν, ὁ Χριστὸς, καὶ ὅτι τοὺς μὲν ἐρίφους ἀποπέμψεται "Πορεύεσθε λέγων οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον "τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ·" συνάξει δὲ πρὸς ἑαυτὸν τὰ πρόβατα, καὶ ἀσμένως εἰσδέξεται "∆εῦτε πάλιν ἀναβοῶν οἱ εὐλογημένοι τοῦ Πατρός μου, "κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ "καταβολῆς κόσμου." διὰ μὲν γὰρ τῶν ἐρίφων, ἡ ἄκαρπος τῶν φιλαμαρτημόνων δηλοῦται πληθύς· διὰ δὲ τῶν προ βάτων, ὁ τῶν εὐσεβούντων χορὸς, καθάπερ ἐρίῳ τινὶ τῷ τῆς δικαιοσύνης καρπῷ καταβριθόμενος. οὐκοῦν ὁ μὲν τὸ τῆς δουλείας αἶσχος ἀράμενος, τῆς τῶν οὐρανῶν βασιλείας ὡς 2.67 ἄχρηστόν τε καὶ ἀτιμώτατον σκεῦος ἐξωσθήσεται· εἰσδεχθή σεται δὲ καὶ ἐν αὐτῇ διαμενεῖ πᾶς ὁ βιοῦν ὀρθῶς ἀγαπήσας, ἐν υἱοῖς τε διὰ τοῦτο κατατεταγμένος Θεοῦ. εἰκὸς δὲ ὅτι τὰ τοιαῦτα λέγων ὁ Κύριος καὶ ὑπαινίττεταί πως αὐτοῖς, ὅτι τὴν διὰ πίστεως ἐλευθερίαν οὐ προσηκάμενοι, πάντως δήπου καὶ τῆς ἱερᾶς τε καὶ θείας αὐλῆς ἐξοιχήσονται, τουτέστι, τῆς Ἐκκλησίας, κατὰ τὸ δι' ἑνός που τῶν προφητῶν εἰρημένον "̓Εκ τοῦ οἴκου μου ἐκβαλῶ αὐτούς." ὅτι γὰρ εἰς πέρας αὐτοῖς τὸ προαναφωνηθὲν ἐκβέβηκεν, αὐτὴ τῶν πραγμάτων ἡ φύσις διαμαρτύρεται· "Ἐγκατελίπη μὲν γὰρ ἡ θυγάτηρ "Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν "σικυηράτῳ," καθὰ γέγραπται· πέπτωκε δὲ καὶ καθῃρέθη παντελῶς ὁ ναὸς, καὶ αὐτοὶ μὲν ἔξω γεγόνασιν οὐ μείναντες ἐν αὐτῷ εἰς τὸν αἰῶνα, ἀντανέβη δὲ ὥσπερ καὶ ἀντεγήγερται διὰ Χριστὸν ἡ ἐξ ἐθνῶν Ἐκκλησία, ἐν αὐτῇ τε μένουσι διὰ παντὸς οἱ πρὸς τὴν θείαν υἱοθεσίαν κεκλημένοι διὰ τῆς πίστεως· πεπαύσεται γὰρ οὐδαμῶς, ἀλλ' οὐδὲ καταλήξει ποτὲ τῆς Ἐκκλησίας τὸ καύχημα· αἱ γὰρ τῶν δικαίων ψυχαὶ τῶν ἐπιγείων ἀπαίρουσαι, πρὸς τὴν ἄνω μεθορμί ζονται πόλιν τὴν ἐπουράνιον Ἱερουσαλὴμ τὴν τῶν πρωτο τόκων ἐκκλησίαν, "ἥ τις ἐστὶ μήτηρ ἡμῶν" κατὰ τὴν τοῦ Παύλου φωνήν. Ἐπειδὴ δέ πως καὶ τὸν περὶ τῆς δουλείας βασανίζοντες λόγον, καὶ διὰ παντὸς τρόπου τὴν ἀλήθειαν ἰχνηλατεῖν γλιχόμενοι, καὶ αὐτὸν ἐν δούλοις κατωνομάσθαι τὸν Ἁβραὰμ εἰρήκαμεν, οὐδὲ τὸ αὐτοῦ πρόσωπον ἔξω τιθέντες τῆς ἐν τοῖς θεωρήμασι περιβολῆς, διὰ τὸ γενικώτερον εἰρῆσθαι παρὰ Χριστοῦ "Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς "ἁμαρτίας·" φέρε δὴ πάλιν τοῖς ἑαυτῶν ἑπόμενοι λόγοις 2.68 τὴν τῶν εἰρημένων δύναμιν σαφηνίζωμεν. ἐφρόνουν οἱ Ἰουδαῖοι μεγάλα καὶ ὑπέρογκα τῆς ἐνούσης αὐτοῖς εὐγενείας ἀρχηγέτην ὥσπερ τινὰ καὶ πηγὴν προϊσχόμενοι τὸν Ἁβραὰμ, τὸ δὲ ὅτι προσήκει ζητεῖν τὸ διὰ τῆς ἄνωθεν ἐλευθεροῦσθαι χάριτος, οὐδ' ὅσον ἐν ψιλοῖς ἐδέχοντο λογισμοῖς, "μωροὶ "καὶ τυφλοὶ," κατὰ τὴν τοῦ Σωτῆρος ὑπάρχοντες φωνήν. ἀναγκαίως τοιγαροῦν ἐπιδεῖξαι βούλεται Χριστὸς, ὅτι τὸ τῇ φύσει δοῦλον, εἰς ἐλευθερίαν οὐχ ἱκανὸν τὴν ἑτέρων, ἀλλ' οὐδὲ ὅλως εἰς τὴν ἑαυτοῦ· κατὰ τίνα γοῦν τρόπον ἑαυτῷ χαριεῖται τὴν ἐλευθερίαν τὸ ταύτης ἐπιδεὲς, ὅσον εἰς τὴν φύσιν, τὸ δὲ παρ' ἑτέρου τὴν ἐφ' ἑαυτῷ χάριν δανειζόμενον, πῶς ἂν ἀρκέσαι πρὸς τὴν ἑτέρων; ἁρμόσει δὲ μόνῳ καὶ ἀνακείσεται πρεπόντως τὸ ἐλευθεροῦν δύνασθαι τῷ ἐκ Θεοῦ κατὰ φύσιν Θεῷ. ἀπόδειξιν τοιγαροῦν ποιεῖται σαφῆ τοῦ δεῖν ἀναγκαίως ὑπάρχειν καὶ ὁμολογεῖσθαι δοῦλον, πᾶν, ὃ μὴ μένει εἰς τὸν αἰῶνα, τουτέστιν, ᾧ μὴ πρόσεστι τὸ ὡσαύ τως ἔχειν ἀεί. σύμπαν μὲν γὰρ τὸ ἐν γενέσει, πάντως δήπου καὶ ὑποκείσεται τῇ φθορᾷ· τὸ δὲ οὕτως ἔχον, δοῦλον ἔσται δηλαδὴ τοῦ πρὸς τὸ εἶναι κεκληκότος Θεοῦ. περὶ γὰρ τῶν κτισμάτων ἐλέγετο πρὸς αὐτόν "Ὅτι τὰ σύμπαντα δοῦλα "σά." γέγονε μὲν ἐπὶ τούτῳ γενικὸς ὁ λόγος· ἓν γεμὴν τὸ μέρος τῷ παντὶ, τουτέστιν, ὁ μακάριος Ἁβραὰμ, ἤτοι καθόλου πάλιν ἡ ἀνθρωπότης. σημεῖον δὲ δίδωσιν ἐναργὲς τοῦ εἶναι βασιλέα καὶ δεσπότην τῶν ὅλων τὸν ἐκ Θεοῦ πεφηνότα Θεὸν Μονογενῆ, τὸ μένειν εἰς τὸν αἰῶνα· τίνι γὰρ ἂν πρέποι τὸ ὡσαύτως ἔχειν ἀεὶ, καὶ ἐν βεβαίῳ τῶν ἀϊδίων ἱδρύσθαι καλῶν, εἰ μὴ τῷ γε ὄντι κατὰ φύσιν Θεῷ; κατὰ τοῦτον ἡμῖν τὸν λόγον καὶ ὁ θεσπέσιος μελῳδὸς τὴν μὲν κτίσιν ἀπέδειξε δούλην, τὸν δὲ ἐκ Θεοῦ Πατρὸς πεφηνότα Θεὸν Λόγον βασιλέα καὶ Κύριον. ἀπὸ γὰρ μέρους ἐπὶ τὸ σύμπαν τὸ ἐν γενέσει φημὶ τὴν θεωρίαν ἐξαπλῶν, περί τε 2.69 τῶν οὐρανῶν καὶ τοῦ κατὰ φύσιν Υἱοῦ φησιν "Αὐτοὶ "ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον "παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ "ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ "ἐκλείψουσιν." ὁρᾷς ὅπως εὖ μάλα καὶ διὰ τούτων ἀληθὲς ὑπάρχον ὁμολογουμένως, ὅτι τὸ μὲν δοῦλον οὐ μένει εἰς τὸν αἰῶνα, μένει δὲ ὁ Υἱὸς, καὶ τὸ μὴ μένειν, ἀπόδειξις τοῦ εἶναι δοῦλον τὸ καθ' οὗπερ ἂν κατηγοροῖτό ἐστιν; ἀναλόγως δὲ τούτῳ τὸ ἕτερον, τουτέστι, τὸ μένειν εἰς τὸν αἰῶνα, σημεῖον ἂν γένοιτο σαφὲς τοῦ δεσπότην εἶναι καὶ Θεὸν καθ' οὗπερ ἂν λέγοιτο κυρίως τε καὶ ἀληθῶς ἡ τοιαύτη φωνή. ἐξήρκει μὲν οὖν εἰς τὸ τοῖς παρ' ἡμῶν ἐπιμαρτυρῆσαι λόγοις ὁ ψαλμῳδός· ἐπειδὴ δὲ κατὰ τὸ γεγραμμένον "ἐπὶ στόματος "δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα," φέρε πάλιν πρὸς ἐκείνῳ καὶ τὸν μακάριον Ἱερεμίαν συνῳδὰ καὶ φρονοῦντα καὶ λέγοντα δεικνύωμεν. ἀπὸ γὰρ τοῦ καταφθεί ρεσθαι πᾶν τὸ ποιηθὲν, καὶ δοῦλον αὐτὸ διὰ τοῦτο δεικνὺς, ἀπὸ δὲ τοῦ μένειν τε καὶ ἀμεταποιήτως ἔχειν Θεὸν ἀπο φαίνων κατὰ φύσιν τὸν Υἱὸν, δῆλον δὲ ὅτι διὰ τοῦτο καὶ Κύριον, οὕτω που φησὶ πρὸς αὐτόν "Ὅτι σὺ καθήμενος τὸν "αἰῶνα, καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα." ἐν παντὶ γὰρ χρόνῳ τὸ γενητὸν ἔσται φθαρτὸν κατά γε τὸν τοῦ πεποιῆ σθαι λόγον, καὶ εἰ μὴ φθείροιτο δυνάμει Θεοῦ, ἔσται δὲ ἀεὶ καθήμενος ὁ Θεὸς, τῆς ἐνθάδε λεγομένης καθίσεως τὸ ἱδρυ μένον καὶ ἐν ταυτότητι πεπηγὸς ὑποδηλούσης τῆς οὐσίας αὐτοῦ μετὰ τοῦ συνάγεσθαι, καὶ τὸ ἐν βασιλικῷ σχήματί τε καὶ πράγματι διαπρέπειν αὐτόν· εἰκόνα γάρ πως ἔχει καὶ τούτων ἡ κάθισις. Οὐκοῦν· ἀναδραμοῦμαι γὰρ αὖθις εἰς τὸ ἐξ ἀρχῆς· ἀπὸ μὲν τοῦ μὴ μένειν εἰς τὸν αἰῶνα φθαρτόν τε καὶ γενητὸν ἐπι 2.70 δείκνυσι τὸν μακάριον Ἁβραάμ· τετελεύτηκε γὰρ καὶ μετέστη τρόπον τινὰ τῆς οἰκίας τῆς δεσποτικῆς, τουτέστι, τοῦδε τοῦ κόσμου· ἀναλόγως δὲ ἐντεῦθεν καὶ δοῦλον αὐτὸν νοεῖσθαι βούλεται οὐχ ἱκανῶς ἔχοντα πρὸς τὸ δύνασθαι καὶ ἑτέροις τὴν ἐλευθερίαν χαρίζεσθαι· ἀπὸ δὲ τοῦ μένειν εἰς τὸν αἰῶνα τὸν Υἱὸν, ἑαυτὸν ἤδη σαφῶς Θεὸν ἐκ Θεοῦ κατὰ φύσιν εἶναί φησιν, ᾧ δὴ πάντως ἕποιτο ἂν τὸ εἶναι βασιλέα καὶ Κύριον. καὶ τί τὸ ἐκ τῆς ἀρτίως εἰρημένης ἡμῖν διαφορᾶς οἰκονομούμενον, ἐν τῷ γείτονι καὶ ἐν τῷ ἐφεξῆς προκειμένῳ δειχθήσεται σαφῶς. Ἐὰν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε. Μόνῳ, φησὶ, τῷ κατὰ φύσιν Υἱῷ τῷ κατὰ ἀλήθειαν ἐλευθέρῳ καὶ δουλείας ἁπάσης ἐξῃρημένῳ τὸ ἐλευθεροῦν δύνασθαι προσὸν εὑρίσκεται, ἑτέρῳ δὲ παρ' αὐτὸν τὸ παράπαν οὐδενί. ὅνπερ γὰρ τρόπον ἐπείπερ ἐστὶ κατὰ φύσιν καὶ σοφία καὶ φῶς καὶ δύναμις, σοφοῖ μὲν τὰ σοφίας δεκτικὰ, φωτίζει δὲ τὰ φωτὸς δεδεημένα, καὶ δυναμοῖ τὰ δυνάμεως χρῄζοντα· οὕτως ἐπείπερ ἐστὶ Θεὸς ἐκ Θεοῦ, καὶ τῆς ἁπάντων βασιλευούσης οὐσίας γνήσιός τε καὶ ἐλεύθερος καρπὸς, οἷσπερ ἂν ἐθελήσαι χορηγεῖ τὴν ἐλευθερίαν. ἀπὸ μὲν οὖν τοῦ κατὰ φύσιν οὐκ ἔχοντος αὐτὴν οὐκ ἂν γένοιτό τις ἐλεύθερος ἀληθῶς· ὅταν δὲ αὐτὸς ὁ Υἱὸς ἐλευθεροῦν ἐθελήσῃ τινὰς, τὸ ἴδιον αὐτοῦ ἐντιθεὶς ἀγαθὸν, χρηματιοῦσιν ὄντως ἐλεύθεροι παρὰ τοῦ τὴν ἐξουσίαν ἔχοντος κομισάμενοι τὸ ἀξίωμα, καὶ οὐχὶ παρά τινος τῶν παρ' ἑτέρου δεδανει σμένων καὶ ὀθνείοις ὥσπερ λελαμπρυσμένου χαρίσμασιν. Ἀναγκαιοτάτη τοιγαροῦν ἡ ἐν τοῖς προλαβοῦσιν ἐξή γησις, καὶ πολὺ τὸ χρήσιμον τὸ ἐκ τῆς ἐκεῖσε διαφορᾶς ἀνατελεῖ τοῖς ἐκμαθέστερον ἐπαΐειν ἐσπουδακόσιν. ἔδει γὰρ 2.71 συνιέναι πόθεν ἡμᾶς ἀναγκαῖον ἐπιζητεῖν τὴν κατὰ Θεὸν εὐγένειαν, καὶ τὸν ἐλευθεροῦν ἰσχύοντα μανθάνειν Υἱόν. μελετάτωσαν τοίνυν μὴ ὑψηλοῖς ἐξογκοῦσθαι φρονήμασιν οἱ τοῖς ἐν κόσμῳ χαίροντες ἀξιώμασι, μηδὲ τῆς τῶν ἁγίων κατατρεχέτωσαν δόξης τε καὶ χάριτος, εἰ καὶ μικροί τινες ἐκ μικρῶν γεγόνασι κατὰ σάρκα· οὐ γὰρ τὸ ἐν ἀνθρώποις λαμπρὸν εἶναι δοκοῦν ἀρκεῖ πρὸς εὐγένειαν τὴν παρὰ Θεῷ, ἀλλὰ τὸ ἐν βίῳ καὶ τρόποις τοῖς ἐν ἀρετῇ διαφανὲς ἐλεύ θερον ὄντως καὶ εὐγενῆ τὸν ἄνθρωπον ἀπεργάζεται. "ἐπράθη "μὲν εἰς δοῦλον Ἰωσὴφ," καθὰ γέγραπται, ἀλλ' ἦν καὶ οὕτως ἐλεύθερος τῇ κατὰ ψυχὴν εὐγενείᾳ διαλάμπων· πατρὸς δὲ ἐξέφυ μὲν ἐλευθέρου καὶ ἦν ὄντως Ἡσαῦ, ἀλλὰ τῇ τῶν τρόπων αἰσχρότητι τὸ δουλοπρεπὲς ἐπεδείκνυ φρό νημα. εὐγενεῖς οὖν ἄρα παρὰ Θεῷ, καθάπερ οὖν ἀρτίως εἰρήκαμεν, οὐχ οἱ πλοῦτον ἔχοντες, καὶ χρημάτων περιου σίαις περιχεόμενοι, καὶ λαμπραῖς ἐπιχαίροντες ταῖς ἐν κόσμῳ τιμαῖς, ἀλλ' οἱ βίῳ σεμνῷ καὶ πολιτείᾳ συννόμῳ διαφανεῖς. Οἶδα ὅτι σπέρμα Ἁβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. Πολυτρόπως αὐτοῖς τὸ ἐκ τῆς συγγενείας τῆς πρὸς Ἁβραὰμ καύχημά τε καὶ φρόνημα παντελῶς εἰκαῖον καὶ οὐδεμίαν ἔχον τὴν ὄνησιν ἐπιδεικνὺς, τὰ τοιαῦτά φησιν, ἵνα ζητῶσι τὴν ἀληθῆ καὶ Θεῷ φίλην εὐγένειαν. ὁρᾷ γὰρ οὐκ εἰς σάρκα Θεὸς, κατὰ τὸ εἰρημένον παρ' αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ "Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδὲν," ἀποδέχεται μᾶλλον καὶ ἐπαίνου παντὸς ἀξιοῖ τὸ ἐν ψυχαῖς εὐγενὲς, καὶ συγγένειαν οἶδεν ἔχοντας ἀληθῆ, οὕσπερ ἂν ἡ τῶν ἔργων ὁμοιότης ἤτοι τῶν ἐθῶν ἡ ταυτότης εἰς μίαν ὥσπερ ἀρετὴν 2.72 συναγείρουσα, ταῖς ἴσαις τῶν ἀγαθῶν ἰδέαις ἐπισεμνύνεσθαι ποιεῖ, ἀναλόγως δὲ τούτοις καὶ τὸ ἐναντίον. ἐπεὶ κατὰ τίνα τρόπον ἀπὸ γῆς ὄντες ἡμεῖς, καὶ ἐκ πηλοῦ διηρτισμένοι, κατὰ τὸ γεγραμμένον, χρηματιοῦμεν τοῦ πάντων ∆εσπότου, καθάπερ οὖν ὁ Παῦλός φησι "Γένος οὖν ὑπάρχοντες τοῦ "Θεοῦ;" ὁμολογουμένως μὲν γὰρ συγγενεῖς γεγόναμεν αὐτῷ διὰ τὴν σάρκα τὴν ἐν τῷ κατὰ Χριστὸν μυστηρίῳ· ἀλλ' ἔστι πως καὶ καθ' ἕτερον τρόπον τοῦτο συνυπάρχον ἰδεῖν ἀληθές. φρονοῦντες γὰρ τὰ αὐτοῦ καὶ ὅτι προσῆκεν εὐσεβεῖν οὐ παρέργως διενθυμούμενοι, χρηματιοῦμεν υἱοὶ τοῦ ἐπὶ πάντας Θεοῦ, καὶ πρὸς τὴν ἐν αὐτῷ θέλησιν κατὰ τὸ ἐγχωροῦν τὸν οἰκεῖον διαπλάττοντες νοῦν, οὕτω τε τὴν πρὸς αὐτὸν ὁμοιότητα καὶ ἀκριβεστάτην ἐμφέρειαν συγγενεῖς ὄντως ἐσμέν. Ὅτι δὲ τὴν ἐξ ἔργων ἤτοι τῶν τρόπων ὁμοιότητα καὶ ἀκρι βεστάτην ἐμφέρειαν εἰς συγγενείας δύναμιν λαμβάνει Θεὸς, διαγνωσόμεθα σαφῶς τοῖς ἱεροῖς ἐγκύπτοντες λόγοις, καὶ τὴν θείαν περινοστοῦντες γραφήν. οὐκοῦν ἐν καιροῖς Ἱερεμίου τοῦ προφήτου, γέγονέ τις ἐλαμίτης Σαμείας τοὔνομα ψευδομάντις, τὰ ἀπὸ καρδίας ἐρευγόμενος τῆς ἑαυτοῦ, καθὰ γέγραπται, καὶ οὐκ ἀπὸ στόματος Κυρίου. ἐπειδὴ δὲ πολλή τις ἦν καὶ ἑτέρα πληθὺς ψευδομαρτύρων καὶ ψευδοπροφητῶν, περιπλανῶσα τοὺς ὄχλους καὶ ἐφ' ἃ μὴ προσῆκεν ἐξέλκουσα, ἠγανάκτει λοιπὸν εἰκότως ὁ πάντων δεσπότης Θεός. εἶτα πολλοὺς ἐπὶ τῷ Σαμείᾳ δαπανήσας λόγους, καὶ ποίας ὑφέξει τὰς τούτου τοῦ τολμήματος δίκας λεπτότερον διειπὼν, ἐν τελευταίοις ἐπάγει, καὶ ἐκδικήσω "ἐπὶ Σαμείαν καὶ ἐπὶ τὸ γένος αὐτοῦ, "τοὺς ποιοῦντας τὰ ὅμοια αὐτῷ·" ἀκούεις ὅπως ἐν τοῖς ὁμοίοις 2.73 ἐπιχειρήμασι τὴν συγγένειαν ὁρᾷ; πῶς γὰρ ἂν ὁ τὰ δίκαια κρίνειν εἰδὼς συνεκόλασε τῷ Σαμείᾳ τὸ κατὰ σάρκα γένος οὐκ ἰσοτροποῦν αὐτῷ κατά γε τὸν ἐν φαυλότητι λόγον, καίτοι σαφῶς διὰ τοῦ προφήτου λέγων Ἰεζεκιήλ "Ψυχὴ ἡ "ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται." οὐκοῦν ἵνα μή τι τοι οῦτο νοῆται περὶ αὐτοῦ, τὸ γένος εἰπὼν ἐπήνεγκεν εὐθύς Τοὺς ποιοῦντας τὰ ὅμοια αὐτῷ, ἐν τῇ τῶν δρωμένων ταυτό τητι τὴν συγγένειαν ὁριζόμενος. ἀλλ' ἵνα καὶ ἐπ' αὐτῶν ἴδωμεν τῶν Ἰουδαίων τὸ εἰρημένον ἀληθὲς, ἀναμιμνησκώ μεθα τῶν Ἰωάννου λόγων, τοῦ ἁγίου φημὶ Βαπτιστοῦ· ἕωλον γὰρ ἀποφαίνων αὐτοῖς τῆς πρὸς Ἁβραὰμ συγγενείας τὸ καύχημα "Καὶ μὴ λέγετε, φησὶν, ἐν ἑαυτοῖς Πατέρα "ἔχομεν τὸν Ἁβραάμ· δυνατὸς γὰρ ὁ Θεὸς ἐκ τῶν λίθων "τούτων ἐγεῖραι σπέρμα τῷ Ἁβραάμ." ἐπειδὴ γὰρ εἴρητο πρὸς αὐτὸν παρὰ Θεοῦ "Πληθύνων πληθυνῶ τὸ σπέρμα "σου ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ," τῷ χρῆναι πάντως ἀψευδεῖν τὸν ἐπαγγειλάμενον ἐπερειδόμενος τῶν Ἰουδαίων ὁ δῆμος, ἐφρόνει μὲν μέγα, προσεδόκα δὲ οὐδαμῶς τῆς τοῦ προγόνου συγγενείας ἀποπεσεῖσθαί ποτε, ἵνα τὸ θεῖον ἐπάγ γελμα σώζηται, φησίν. ἀλλὰ καὶ ταύτην αὐτοῖς ἀφανίζων τὴν ἐλπίδα, σαφῶς δὴ μάλα φησὶν ὁ μακάριος Βαπτιστὴς, δυνατὸς "ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ "̔Αβραάμ." συνδραμεῖται δὲ τούτοις καὶ ὁ μακάριος Παῦλος ὡδὶ λέγων "Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, "οὐδ' ὅτι εἰσὶ σπέρμα Ἁβραὰμ, πάντες τέκνα." δεικνυμένου τοιγαροῦν πανταχόθεν ἀληθοῦς, ὅτι τὴν ἐν ἤθει καὶ τρόποις συγγένειαν οἶδε Θεὸς, μάταιον ἤδη φαίνεται τὸ προγόνοις μὲν ἐπαυχεῖν ἁγίοις καὶ ἀγαθοῖς, ἀπολιμπάνεσθαι δὲ καὶ ἀφεστάναι μακρὰν τῆς ἐκείνων ἀρετῆς. ∆ιά τοι τοῦτό φησιν εὐλόγως πρὸς Ἰουδαίους ὁ Κύριος 2.74 Οἶδα ὅτι σπέρμα Ἁβραὰμ ἐστὲ ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. ναὶ γάρ, φησιν, ὅταν εἰς μόνην ἴδω τὴν σάρκα, καὶ ὅθεν ἐξέφυ τῶν Ἰουδαίων ὁ δῆμος περισκέψωμαι, τότε καὶ ἐκ σπέρματος Ἁβραὰμ γεγονότας ὁρῶ· ἐπὰν δὲ τῆς ἐκείνου πολιτείας τε καὶ γνώμης περια θρήσω τὸ κάλλος, ἀλλοτρίους ὑμᾶς καὶ οὐκέτι συγγενεῖς καταθεῶμαι, φησί. ζητεῖτέ με γὰρ ἀποκτεῖναι, καίτοι τοῦ προπάτορος, ἐφ' ᾧ νῦν φρονεῖτε μέγα, μὴ ὄντος φονευτοῦ· καὶ τό γε χείριστόν τε καὶ παρανομώτατον, οὐδὲ ἐπ' εὐλόγοις παρ' ὑμῶν διώκομαι ταῖς αἰτίαις, φονᾶτε δὴ λίαν ἀδίκως· διὰ τοῦτο γὰρ καὶ μόνον ἀναιρεῖν ἐβουλεύσασθε, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν, καίτοι καλῶν ὑμᾶς εἰς σωτηρίαν καὶ ζωήν. οὐ χωρεῖ δὲ ἐν ὑμῖν, διὰ τὴν ἐνοικήσασαν ἐν ὑμῖν ἁμαρτίαν δηλαδὴ, καὶ τόπον ὥσπερ οὐκ ἐῶσαν ἔχειν τινὰ τὴν ἐπ' ἀγαθοῖς συμβουλήν τε καὶ παραίνεσιν. οὐκοῦν φονευταὶ κατὰ ταὐτὸν Ἰουδαῖοι καὶ ἀδικώτατοι κριταὶ, θανάτῳ χρῆναι τιμᾶσθαι διοριζόμενοι τὸν οὐδὲν ἀδικήσαντα, μᾶλλον δὲ τὸν ὠφελεῖν ἐγνωκότα, καὶ διασώζειν αὐτοὺς σπουδάζοντα. πῶς οὖν ἔτι συγγενεῖς Ἁβραὰμ τῷ δικαίῳ καὶ ἀγαθῷ, οἱ τοσοῦτον τῶν ἐν ἐκείνῳ καλῶν λειπόμενοι, καὶ τῆς πρὸς αὐτὸν ὁμοηθείας ἐκδεδραμηκότες, ὅσον ἀφε στάναι δοίη τις ἂν καὶ διωρίσθαι λέγοι τῆς ἀρετῆς τὴν φαυλότητα; Ἐγὼ ἃ ἑώρακα παρὰ τῷ Πατρὶ λαλῶ· καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ Πατρὸς ποιεῖτε. Ἀχώρητον ἔφη παρὰ τοῖς Ἰουδαίοις τὸν ἑαυτοῦ γενέσθαι λόγον, ταύτης τε καὶ μόνης ἕνεκα τῆς αἰτίας ἐπ' αὐτῷ παρο τρύνεσθαι διειπὼν, μᾶλλον δὲ καὶ φονῶντας ἐλέγχων, ἀναγ 2.75 καίως ἐπάγει καὶ ταῦτα, καὶ διὰ ποίαν αἰτίαν, ἐκθήσομαι πάλιν. οὐ γὰρ ἠγνόησεν, ὡς εἰκὸς, ὡς ἀνταναστήσονται τῶν Ἰουδαίων τινὲς τοῖς παρ' αὐτοῦ διαμαχόμενοι λόγοις, καὶ τὰ ἐκ τῆς ἐνούσης αὐτοῖς φρενοβλαβείας ἐρευγόμενοι, πάλιν ἐροῦσιν Οὐ μάτην, ὡς φῂς, ἐπὶ σοὶ φονῶσί τινες, ἐπ' εὐλόγοις εἰς τοῦτο παρώρμηνται ταῖς αἰτίαις, θεοφιλὲς ἐν αὐτοῖς τὸ κίνημα, καὶ ζῆλος οὐκ ἔχων τὸ κατηγορεῖσθαι δικαίως· ἀχώρητος γὰρ ἐν αὐτοῖς ὁ σός ἐστι λόγος, ἐπείπερ αὐτὸν ἀπῳδὸν ἐποιήσω τῷ Θεῷ, φησὶν, ἑτέραν ἡμᾶς διδά σκεις πλάνησιν, καὶ τῆς μὲν κατὰ τὸν νόμον ἐξέλκεις ὁδοῦ, μεταβιβάζεις δέ πως ἐπὶ τό σοι καὶ μόνῳ δοκοῦν. ταῦτα δήπου πάντως διαψιθυριζόντων κατὰ τὸ λεληθὸς τῶν Ἰουδαίων, ἢ καὶ καθ' ἑαυτοὺς διενθυμουμένων προσυπαντᾷ πάλιν ὁ Κύριος, εἰδὼς τὰ ἐν αὐτοῖς τῶν διαλογισμῶν κινή ματα· Θεὸς γάρ ἐστιν ἀληθινός· καὶ διὰ τοῦτο λέγει Ἐγὼ ἃ ἑώρακα παρὰ τῷ Πατρὶ λαλῶ, κατεσκεψάμην τὴν τοῦ Πατρὸς τοῦ ἐμοῦ φύσιν, εἶδον ἐξ ἐμαυτοῦ πολλάκις καὶ ἐν ἐμαυτῷ τὸν γεννήσαντα, καὶ τῶν ἐν αὐτῷ θελημάτων γέγονα θεωρός. εἶδον δι' ἐμφύτου δηλονότι γνώσεως, ποίων ἔργων ἐστὶν ἐραστὴς, ταῦτά τε λαλῶ πρὸς ὑμᾶς, οὐδὲν δὲ ὅλως ἀπᾷδον εἰρηκὼς ἁλώσομαι, οὐδὲ διατέταχά τι παρὰ τὸ ἐκείνῳ δοκοῦν. ἐπ' ἐκεῖνα καλεῖν ἐσπούδακα τοὺς ἀκροωμένους, οὐ τῶν ἐμῶν ἀφιστάς· ἐν ἐμοὶ γὰρ τὰ ἐκείνου, καὶ τὰ ἐμὰ πάλιν αὖ ἐν αὐτῷ· ἀλλ' εἰ καὶ οὕτως ἔχων τῇ φύσει, καὶ συνεθελητὴς ἐν ἅπασιν ὑπάρχων τῷ Θεῷ καὶ Πατρὶ, δοκῶ τις εἶναι παρ' ὑμῶν οὐκ ἀληθὴς, καὶ νενόμισμαι τῶν θείων ὑμᾶς ἀπο πλανᾶν παιδευμάτων, λελύσθω τὸ ἔγκλημα, ῥίψατε τὴν ὑπόνοιαν· ἃ ἠκούσατε παρὰ τοῦ Πατρὸς ποιεῖτε, λελάληκεν ὑμῖν διὰ Μωυσέως, περάσατε τὴν ἐντολὴν, ἠκούσατε λέ γοντος "Ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς." πῶς οὖν 2.76 ζητεῖτέ με ἀποκτεῖναι, καὶ τὴν τοῦ Πατρὸς παραλύοντες ἐντολήν; Ἀλλὰ καὶ καθ' ἕτερον πάλιν ἐκδεξόμεθα τρόπον Καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ Πατρὸς ποιεῖτε· λελάληκε μὲν, φησὶ, διὰ τῶν προφητῶν ὑμῖν, ἠκούσατε λέγοντος "Χαῖρε "σφόδρα θύγατερ Σιὼν, κήρυσσε θύγατερ Ἱερουσαλήμ· "ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, καὶ "ἐπιβεβηκὼς ἐπὶ πῶλον ὄνου υἱὸν ὑποζυγίου," ἀλλὰ καὶ διὰ φωνῆς Ἡσαΐου πάλιν "Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιὼν", ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου ὁ "εὐαγγελιζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε· "ἰδοὺ ὁ Θεὸς ὑμῶν, ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ "ὁ βραχίων αὐτοῦ μετὰ κυρείας· ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ' "αὐτοῦ, καὶ τὸ ἔργον ἐνώπιον αὐτοῦ· ὡς ποιμὴν ποιμανεῖ τὸ "ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας, καὶ "ἐν γαστρὶ ἐχούσας παρακαλέσει." καταπειθόμενοι τοίνυν ταῖς τοῦ Πατρὸς ἐντολαῖς, παραδέξασθε τὸν προαναφωνού μενον· τιμήσατε τῇ πίστει τὸν προκεκηρυγμένον. δότε κἂν τοῖς τοῦ Πατρὸς λόγοις τὸ κρατεῖν ἐν ὑμῖν. Ἰστέον δὲ ὅτι τοῦ Θεοῦ καὶ Πατρὸς τὸν νόμον εἶναί φησι, καίτοι λαληθέντα παρ' αὐτοῦ δι' ἀγγέλων, οὐχ ἑαυτὸν ἔξω τοῦ νομοθετῆσαι τιθεὶς, ἀλλὰ ταῖς Ἰουδαίων συγχωρῶν ὑπο νοίαις οὕτως ἔχειν πεπιστευκότων, καὶ οὐ διαμάχεται πρὸς τὴν ὑπόνοιαν οἰκονομικῶς· ἐδυσώπει γὰρ πολλάκις αὐτοὺς, ἐπείπερ αὐτὸν οὐ παραδέχονται· τὸ γὰρ τοῦ Πατρὸς ὄνομα παράγων εἰς μέσον· Ἀπεκρίθησαν αὐτῷ καὶ εἶπον Ὁ πατὴρ ἡμῶν Ἁβραάμ ἐστιν. Ὦ πολλῆς ἀμαθίας, καὶ νοῦ κατεσκληκότος εἰς ἀπείθειαν, καὶ εἰς μόνην ὁρῶντος φιλονεικίαν. συγκατανεύοντος γὰρ 2.77 τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ φάσκοντος ἐναργῶς "Οἶδα "ὅτι σπέρμα Ἁβραάμ ἐστε," τοῖς αὐτοῖς ἐπιμένουσι, καὶ καθάπερ τινὸς διατεινομένου καὶ ἀντιπράττοντος, οὐκ εἶναί τε λέγοντος αὐτοὺς ἐκ σπέρματος Ἁβραὰμ κατὰ σάρκα, πάλιν φασὶν ὅτι ὁ πατὴρ ἡμῶν Ἁβραάμ ἐστι, καὶ διὰ τῶν αὐτῶν πολλάκις ἰόντες λόγων οὐκ ἐρυθριῶσιν, οἱ μηδὲ Βάττῳ τάχα που παραχωρεῖν οἰόμενοι δεῖν, μόνης δὲ τῆς ἐκείνου γλωσσαλγίας ἄριστοι ζηλωταί. ἀλλ' ἴσως γέγονέ τις αὐτοῖς ἀλογωτάτη τοῦ πράγματος ἀφορμὴ, καὶ ποία πάλιν ἐροῦμεν. τοῦ γὰρ Κυρίου λέγοντος "Ἐγὼ ἃ ἑώρακα "παρὰ τῷ πατρὶ ταῦτα λαλῶ," τὸ μὲν Θεὸν καὶ Πατέρα διὰ τούτων σημαίνειν οὐχ ὑπελάμβανον, ᾤοντο δὲ λέγειν αὐτὸν, ἢ τὸν δίκαιον Ἰωσὴφ, ἢ καὶ ἕτερόν τινα τῶν ἐπὶ τῆς γῆς, μικρὰ κομιδῇ περὶ αὐτοῦ κωμῳδοῦντες καὶ φρονοῦντες καὶ διεσκεμμένοι. ἡ μὲν γὰρ ἁγία παρθένος τὸ θεῖον ἐκυοφόρησε βρέφος, οὐχ ὁμιλήσασα γάμοις, ἀλλ' "ἐκ Πνεύματος Ἁγίου," καθὰ γέγραπται. καὶ ἀγνοήσας μὲν τῆς οἰκονομίας τὸν τρόπον ἐν ἀρχαῖς ὁ μακάριος Ἰωσὴφ, "ἐβουλήθη δὲ λάθρα "ἀπολῦσαι αὐτὴν," κατὰ τὴν τοῦ Ματθαίου φωνήν. πλὴν οὐκ ἠγνοήθη παντελῶς παρὰ τοῖς Ἰουδαίοις ὅτι πρὸ γάμου καὶ μίξεως ἐκυοφόρησεν ἡ ἁγία παρθένος, οὐ μὴν συνῆκαν ὅτι καὶ ἐξ Ἁγίου Πνεύματος, ᾤοντο δὲ μᾶλλον ὑπό του διεφθάρθαι τῶν ἐκ τοῦ ἔθνους αὐτὴν, ὅθεν οὐκ ὀρθὰς δια λήψεις εἶχον ἐπὶ Χριστῷ. ἑτέρου μὲν γὰρ αὐτὸν γεγεννῆ σθαι πατρὸς ἐνόμιζον παῖδα τοῦ τὴν ἁγίαν διεφθαρκότος παρθένον κατὰ τὴν ἐκείνων ἀποπληξίαν, ἐπιγεγράφθαι δὲ μόνον τῷ Ἰωσὴφ νόθον ὄντα, καὶ οὐχ υἱὸν ἀληθῶς. λέ γοντος τοίνυν "Ἐγὼ ἃ ἑώρακα παρὰ τῷ πατρὶ λαλῶ," οὐδεμίαν μὲν ὅλως ἐδέχοντο περὶ Θεοῦ τὴν ἔννοιαν, κατα σημῆναι γεμὴν αὐτὸν ἕνα τῶν ἐπὶ γῆς πατέρων, καὶ μετα 2.78 σκευάζειν αὐτοὺς ἐπιχειρεῖν τῆς ἐπὶ τῷ προγόνῳ φιλοτιμίας ὑπώπτευον, αἵματι δὲ τῷ οἰκείῳ προσνέμειν τὴν ἑτέρῳ χρεωστουμένην τιμὴν, καὶ τῆς πατριαρχείας τὴν ἀρχαιοτάτην δόξαν ὑποτοπήσαντες, φιλονεικότερόν τε καὶ εὐτονώτερον ὑπαντιάζουσι λέγοντες Ὁ πατὴρ ἡμῶν Ἁβραάμ ἐστιν. ἴσον γὰρ ὡς εἰ καὶ ἔφασκον Κἂν σοφοῖς ἡμᾶς, ὦ οὗτος, περιαντλήσῃς λόγοις, κἂν τοῖς ἐξαισίοις περικτυπήσῃς θαύ μασι καὶ ταῖς ὑπὲρ λόγον κατακροτήσῃς μεγαλουργίαις, οὐκ ἀποστήσεις τοῦ ἀρχαίου καυχήματος, οὐκ ἐπιγραψόμεθα τοῦ γένους ἀρχηγέτην πατέρα τὸν σὸν, ἑτέρῳ τὴν τοιαύτην οὐκ ἀναθήσομεν δόξαν, ἀλλ' οὐδὲ νέους γενάρχας τῶν ἀρχαιο τέρων ἀνταλλαξόμεθα. θαυμαστὸν δὲ οὐδὲν, ἀλλ' οὐδὲ τοῦ πιστεύεσθαι μακρὰν, τὸ τοιαύταις ἀμαθίαις περιπίπτειν Ἰουδαίους, ὅπου καὶ ψιλὸν ὑπάρχειν αὐτὸν ὑπελάμβανον ἄνθρωπον, καὶ τοῦ τέκτονος ἀπεκάλουν υἱὸν πολυτρόπως ἐξευτελίζοντες, καὶ ἐν τῷ μηδενὶ κατατάττοντες τὸν ἁπάντων βασιλέα καὶ Κύριον. ὅτι δὲ καὶ περὶ τῆς ἁγίας παρθένου διετέθησαν οὐκ ὀρθῶς, ὡς ὑπό του κατεφθαρμένης, διὰ τῶν ἐφεξῆς σαφῶς δὴ λίαν εἰσόμεθα. Λέγει αὐτοῖς ὁ Ἰησοῦς Εἰ τέκνα τοῦ Ἁβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἁβραὰμ ἐποιεῖτε ἄν· νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ Θεοῦ· τοῦτο Ἁβραὰμ οὐκ ἐποίησε. ∆ιὰ παντὸς, ὡς ἔπος εἰπεῖν, τρόπου τε καὶ λόγου τὸ τῶν Ἰουδαίων τιθασεύων θράσος ἐπεσκιασμένως αὐτοῖς προσ λαλεῖ Χριστὸς, οὐ γυμνὸν προσάγων τὸν ἔλεγχον, ἀλλ' ἠπίῳ μὲν λόγῳ κεκραμένον, ὑφειμένως δέ πως καὶ ποικίλως αὐτῶν καταγοητεύων τι τὸν θυμόν. ἐπειδὴ δὲ πολὺ λίαν ἀνοηταίνοντας βλέπει, καὶ συνιέντας τῶν εἰρημένων οὐδὲν, ἐλεύθερον ἤδη καταπετάσματος, καὶ γυμνὸν ἁπάσης περι βολῆς ποιεῖται τὸν λόγον. ἔδει γὰρ ἔδει, φησὶν, εἰ τὸ ἐν 2.79 τέκνοις Ἁβραὰμ κατατετάχθαι, τιμὴν εἶναι τὴν ἀνωτάτω πεπιστεύκατε, τοὺς ἐκείνου σπουδάζειν ἀπομιμήσασθαι τρό πους· ἔδει τοῦ προγόνου τὴν ἀξιέραστον ἰχνηλατεῖν ἀρετὴν, ἔδει πρὸς τούτοις τὴν εὐπείθειαν ζηλοῦν καὶ ἀγαπᾶν. ἤκουσε τοῦ Θεοῦ λέγοντος "Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς "συγγενείας σου, καὶ δεῦρο εἰς τὴν γῆν ἣν ἄν σοι δείξω." καὶ μελλήσας οὐδὲν περὶ τὴν τῶν χρηματισθέντων ἐκπλή ρωσιν, παραχρῆμα μὲν τῆς ἐνεγκούσης ἐξέθει, τὴν δὲ ἀλλο τρίαν οὐκ εἰδὼς καταλαμβάνεται τοῦ προστάξαντος ἐπιθαρ σήσας φειδοῖ. ἐπὶ νύσσῃ δὲ ὥσπερ αὐτῇ γεγονὼς τοῦ βίου, καὶ ἑκατοστόν που τρίβων ἐνιαυτὸν, ἤκουσεν ὅτι ἔσται σοι σπέρμα· καὶ κατ' οὐδὲν ἐνδοιάσας, θερμὴν ἐδίδου τῷ λαλοῦντι τὴν πίστιν, οὐ τῇ τῆς σαρκὸς ἀσθενείᾳ προσε σχηκὼς, ἀλλὰ τὴν τοῦ χρηματίσαντος ἐννοήσας ἰσχύν. ἤκουσεν εἰς θυσίαν ἀναθεῖναι τῷ Θεῷ τὸν ἀγαπητὸν, καὶ τῶν τῆς φύσεως εὐθὺς κατηγωνίζετο πόθων, δευτέραν ἐποι εῖτο τῆς θείας ἐντολῆς τὴν ἐπὶ τῷ νεανίσκῳ φιλοστοργίαν. πᾶν δὲ τούτοις ἐν ὑμῖν εὑρίσκω τὸ ἐναντίον· ἀποκτεῖναι γάρ με ζητεῖτέ φησιν, ὅτι λελάληκα ὑμῖν τὰ παρὰ τοῦ Θεοῦ· τοῦτο Ἁβραὰμ οὐκ ἐποίησεν. οὐ γὰρ ἐξύβρισε ταῖς ἀπει θείαις τὸν λαλήσαντα πρὸς αὐτὸν, οὐκ ἐζήτησέ τι δράσαι τῶν λυπούντων αὐτόν. πῶς οὖν ἔτι τέκνα τοῦ Ἁβραὰμ ἐστὲ, τοσοῦτον τῆς ἐκείνου φιλοθεΐας ἀποφοιτήσαντες, ὅσον ἡ τῶν τρόπων δεικνύει διαφορά; ἐπιτήρει δὲ ὅπως οἰκονομεῖ τὸν λόγον· οὐ γὰρ εἴρηκεν ἐν τούτοις ἀκοῦσαι τὴν ἀλήθειαν παρὰ τοῦ Πατρὸς, ἀλλὰ παρὰ τοῦ Θεοῦ, ἐπείπερ, ὡς ἀρτίως εἰρή καμεν, ἐκ τῆς ἐνούσης αὐτοῖς ἀμέτρου μωρίας κατεσύροντό πως ἐπ' αὐτῷ πρὸς ἐννοίας οὐκ ἀληθεῖς, πατέρα τινὰ τῶν ἐπὶ τῆς γῆς οἰόμενοι λέγειν αὐτόν. εὖ δὲ δὴ λίαν τοὺς ἐπὶ τῷ τεθνάναι ποιούμενος λόγους, ἄνθρωπον ἑαυτὸν ὀνομάζει, 2.80 πανταχῆ μὲν ἑαυτῷ φυλάττων τὸ ἀδιάφθορον ὡς Θεῷ κατὰ φύσιν, πλὴν οὐ διορίσας ἑαυτοῦ τὸν ἴδιον ναὸν, ἀλλ' ὡς εἷς ὑπάρχων Υἱὸς, καὶ ὅτε γέγονεν ἄνθρωπος· ἀλήθειαν γεμὴν λαλῆσαί φησιν. οὐ γὰρ ἐν τύποις ἔτι καὶ σχήμασι τὴν εὐσέβειαν ἐπιτηδεύειν ἡμᾶς ὁ τοῦ Σωτῆρος διδάσκει λόγος, ἀλλὰ τὴν ἐν πνεύματι καὶ ἀληθινὴν λατρείαν ἀναπείθει ἀγαπᾶν. Ὅταν δὲ λέγῃ ὅτι Ἃ ἤκουσα παρὰ τοῦ Πατρὸς, σκανδα λιστέον οὐδαμῶς. ἐπειδὴ γὰρ ἑαυτὸν ἄνθρωπον εἶναί φησιν, ἀνθρωποπρεπῶς καὶ τοῦτο λαλεῖ. ὡς γὰρ ἀποθνήσκειν ὡς ἄνθρωπος λέγεται, λεγέσθω καὶ ἀκούειν ὡς ἄνθρωπος. εἰκὸς δὲ ὅτι τὴν ἔμφυτον γνῶσιν, ἣν ἔχει περὶ τῶν θελημάτων τοῦ ἰδίου Γεννήτορος, ὡς ἐν τῷ Ἀκοῦσαι τίθησιν· οὕτω γὰρ ἔθος καὶ αὐτῇ λέγειν πολλάκις τῇ θεοπνεύστῳ γραφῇ περὶ Θεοῦ· ὅταν γὰρ εἴπῃ Καὶ ἤκουσε Κύριος, οὐχὶ δὴ πάντως ἰδικὴν καὶ ἀφωρισμένην τὴν ἀκουστικὴν αὐτῷ περιθήσομεν αἴ σθησιν, καθάπερ οὖν ἐστιν ἐν ἡμῖν. ἁπλῆ γάρ ἐστιν ἡ θεία φύσις, καὶ συνθέσεως ἁπάσης ἀπηλλαγμένη· παραδεξόμεθα δὲ μᾶλλον ὡς ἀκοὴν τὴν γνῶσιν, καὶ τὴν γνῶσιν ὡς ἀκοήν· σύνθετον δὲ οὐδὲν ἐν ἁπλῷ, καθάπερ εἰρήκαμεν. τρίτον δὲ τούτοις ἐποίσομεν λόγον, οὐκ ἀπὸ τοῦ πρέποντος ἰόντες σκοποῦ. ἔφη που περὶ Χριστοῦ πρὸς Μωυσέα τὸν ἱερώ τατον ὁ Θεὸς καὶ Πατὴρ, ὅτι "Προφήτην ἀναστήσω αὐτοῖς·" δῆλον δὲ ὅτι τοῖς ἐξ Ἰσραήλ· "ἐκ τῶν ἀδελφῶν αὐτῶν "ὥσπερ σὲ, καὶ θήσω τοὺς λόγους μου εἰς τὸ στόμα αὐτοῦ, "καὶ λαλήσει αὐτοῖς κατὰ πάντα ὅσα ἂν ἐντείλωμαι αὐτῷ." διὰ ταύτην οὖν οἶμαι τὴν αἰτίαν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἀκοῦσαί φησι παρὰ τοῦ Πατρὸς τὴν ἀλήθειαν, ταύτην τε λαλῆσαι τοῖς Ἰουδαίοις, ὁμοῦ καὶ αὐτῷ μαχο μένους ἐλέγχων αὐτοὺς τῷ Θεῷ καὶ Πατρὶ, καὶ ἑαυτὸν 2.81 ἐναργῶς ἐκεῖνον ὄντα δεικνὺς, ὃν ἀναστήσειν αὐτοῖς ὁ νομοθέτης προεπηγγείλατο. Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. Ἐξετεροτροποῦντας ἀποδείξας τῷ προγόνῳ τοὺς Ἰου δαίους, καὶ πολὺ τῆς ἐκείνου φιλοθεΐας ἐξῳκισμένους, ἀπο γυμνοῖ μὲν εἰκότως τοῦ εἰκαίου σαρκικοῦ καυχήματος· τὸ δὲ μὴ χρῆναι λοιπὸν ἐν τοῖς ἐκείνου κατατετάχθαι τέκνοις διαῤῥήδην εἰπὼν, ἑτέρῳ τῷ κατ' αὐτοὺς προσνέμει πατρὶ, καὶ τὴν ἐξ ἔργων ὁμοιότητα δεσμὸν ὥσπερ τινὰ συγγενείας ὡρίσατο, τοὺς μὲν ἀγαθοὺς τὴν ἕξιν ὅτι τοῖς ἀγαθοῖς συνδεῖσθαι πρέπει διδάσκων, τοὺς γεμὴν τῷ φαύλῳ συμβιο τεύοντας τρόπῳ τοὺς ἐπὶ τοῖς ἴσοις κατεγνωσμένους ἐν τάξει ποιεῖσθαι πατέρων ἀκόλουθον εἶναι διοριζόμενος. ὅνπερ γὰρ τρόπον τοῖς ἄριστα βιοῦν ἑλομένοις, καὶ ἁγίοις ἤδη διὰ τοῦτο κεχρηματικόσιν, ἀκινδύνως ἐξέσται πατέρα καλεῖν τὸν Θεὸν, ἐπείπερ αὐτὸν κατὰ τὸ ἐγχωροῦν ἀνθρώποις ἀπομι μεῖσθαι σπουδάζουσιν, οὕτω καὶ τοῖς πονηροῖς δικαίως ἂν ἐπιγράφοιτο γεννήτωρ ὁ πονηρὸς, ἐπείπερ αὐτοῦ καὶ τῆς πονηρίας καὶ δυστροπίας ἐν ἤθεσι τοῖς ἰδίοις διαπλάττουσι τὴν εἰκόνα. πατὴρ γὰρ οὐ πάντως ὁ ἐξ ἑαυτοῦ γεννήσας νοεῖται παρὰ τῇ θείᾳ μάλιστα γραφῇ, ἀλλὰ καὶ ὁ τοῖς ἰδίοις ἤθεσι συμμόρφους ἔχων τινὰς, ὧν καὶ εἶναι λέγεται διὰ τοῦτο πατήρ. οὕτω καὶ ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει πρός τινας "Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου "ἐγὼ ὑμᾶς ἐγέννησα." ὥσπερ οὖν, καθάπερ ἐλέγομεν, καὶ Θεῷ, καὶ τοῖς ἁγίοις πατράσι σύμμορφοί τινες ἀποτελοῦνται διὰ τῆς ἐν τρόποις ὁμοιότητος καὶ ἁγιασμοῦ· οὕτω καὶ τῷ διαβόλῳ, καὶ τοῖς κατ' αὐτὸν ὁμοήθεσι, καὶ ὁμογνώμονες ἀποτελοῦνταί τινες ἐξ ἰδίας τοῦτο πάσχοντες μοχθηρίας. 2.82 οὐκοῦν ἁγίοις μὲν πατέρες οἱ ἅγιοι, πονηροῖς δὲ αὖ πάλιν οἱ πονηροὶ τρεπόμενοι, πρεπωδέστατοι. καὶ οἱ μὲν τὴν θείαν μορφὴν ὅσον ἧκεν εἰπεῖν ἐν ἁγιασμῷ ταῖς ἑαυτῶν ἀναματτό μενοι ψυχαῖς, καὶ τὴν οἰκείοις υἱοῖς πρέπουσαν ἔχοντες παῤ ῥησίαν, εἰκότως ἐροῦσι "Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς." φαῦλοι δὲ πάλιν τῷ κατ' αὐτοὺς ἀνακείσονται πατρὶ, γεννη θέντες ὥσπερ διὰ τῆς εἰς αὐτὸν ὁμοιώσεως εἰς τὴν ἴσην μοχθηρίαν αὐτῶν. πατέρα τοιγαροῦν Ἰουδαίοις ἕτερον παρὰ τὸν ἅγιον Ἁβραὰμ ὁρίζει τε καὶ ὀνομάζει Χριστός· τίς δὲ οὗτος, οὔπω λέγει σαφῶς. Εἶπον οὖν αὐτῷ Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα· ἕνα πατέρα ἔχομεν τὸν Θεόν. Φθάσας ἤδη προεῖπον ὅτι πικρὰς καὶ ἀνοσίους ἐπὶ τῷ Σωτῆρι Χριστῷ τὰς διαλήψεις ἐνόσουν οἱ πάντα τολμῶντες Ἰουδαῖοι εὐκόλως. ᾤοντο γὰρ διεφθάρθαι μὲν τὴν ἁγίαν παρθένον, τὴν τοῦ Κυρίου μήτερα φημὶ, ἔχουσαν δὲ ἁλῶναι κατὰ γαστρὸς οὐκ ἐξ Ἁγίου Πνεύματος, ἢ ἐξ ἐνεργείας τῆς ἄνωθεν, ἀλλ' ὑπό του τυχὸν τῶν ἐπὶ τῆς γῆς. ἀπειθεῖς γὰρ ὄντες καὶ ἀσύνετοι παντελῶς, ἢ λόγον οὐδένα τῶν προφη τικῶν ἐποιοῦντο γραμμάτων, καίτοι διαῤῥήδην ἀκούοντες "̓Ιδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν," ἢ εἰς μόνην ὁρῶντες τὴν σάρκα, καὶ ταῖς καθ' ἡμᾶς ἀκολουθίαις ἑπόμενοι, τὴν δὲ καὶ ὑπὲρ λόγον ἐργάτιν οὐκ ἐννοήσαντες φύσιν, ᾗ δυσήνυτον μὲν οὐδὲν, ἅπαν δὲ τὸ δοκοῦν ἱππήλατον, μὴ ἑτέρως δύνασθαι κυοφορεῖν γυναῖκα νομίζουσιν, εἰ μὴ ἐκ συνόδου τῆς πρὸς ἄνδρα καὶ μίξεως. τοιαύτην νο σοῦντες τὴν ὑποψίαν οἱ δείλαιοι, συκοφαντεῖν ἀπετόλμων τὴν διὰ τοῦ Πνεύματος γέννησιν τοῦ θείου τε καὶ οὐκ 2.83 ἀθαυμάστου γεννήματος. ἐπειδὴ δὲ τῆς πρὸς Ἁβραὰμ αὐτοὺς συγγενείας ἔξω τιθεὶς ἑτέρῳ προσνέμει δὲ πατρὶ, χαλεπαίνουσι σφόδρα, καὶ τὴν ἐνοῦσαν αὐτοῖς ὀργὴν ἀχα λίνως ἐπαφρίζοντες, διαλοιδορούμενοι λέγουσιν Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα, ἕνα πατέρα ἔχομεν τὸν Θεόν. τοιοῦτόν τι γάρ φασιν αἰνιγματωδῶς ∆ύο μὲν πατέρας ἔχεις αὐτὸς, ἀλλ' οὐδὲ ἐξ εὐγενῶν ἐγεννήθης γάμων, ἡμεῖς δὲ ἕνα τὸν Θεόν. ἀλλ' ὁράτω τις πάλιν καὶ διασκεπτέσθω σαφῶς ὅσην κἀν τούτῳ νοσοῦσι μωρίαν. οἱ γὰρ διὰ τὴν ἐν αὐτοῖς φαυλότητά τε καὶ μοχθηρίαν οὐδὲ ἐν τέκνοις Ἁβραὰμ τεθειμένοι παρὰ τῷ δικαίῳ Κριτῇ, πρὸς τοσοῦτον ἀποπληξίας οἴχονται μέτρον, ὡς καὶ Θεὸν ἑαυτοῖς ἐπιφημίζειν πατέρα, τάχα που διὰ τὸ εἰρημένον ἐν βιβλίοις Μωυσαϊκοῖς "Υἱὸς πρωτότοκός μου "̓Ισραὴλ," τὸ δὲ διὰ τῆς Ἡσαΐου φωνῆς εἰς νοῦν οὐ δεχόμενοι "Οὐαὶ τέκνα ἀποστάται, τάδε λέγει Κύριος." ζητήσειε δ' ἄν τις εἰκότως, τί τὸ πεπεικὸς ἐπὶ τοῦ παρόντος τοὺς Ἰουδαίους οὐκέτι λέγειν Ὁ πατὴρ ἡμῶν Ἁβραάμ ἐστιν,ἢ ἕνα πατέρα ἔχομεν τὸν Ἁβραὰμ, ἀλλ' εὐθὺς ἐπὶ τὸν ἕνα Θεὸν ἀναδραμεῖν. καί μοι δοκοῦσι τοιοῦτόν τι διεσκέφθαι καθ' ἑαυτούς. ἐπειδὴ γὰρ ὑποπλήττοντες τῇ λοιδορίᾳ τὸν Κύριον ὡς νενοθευμένης πρὸ γάμου τῆς μητρὸς, δύο πατέρας ἐπέγραφον αὐτῷ, ἀναγκαίως συνεργὸν ὥσπερ τινὰ τῆς ἐπὶ τούτῳ κακονοίας τὴν τοῦ ἑνὸς κλῆσιν ἐζήτουν λαβεῖν. δι' ὧν γὰρ αὐτοὺς ἕνα πατέρα τὸν Θεὸν ἔχειν διισχυρίζονται, διὰ τούτων αὐτῶν δύο τῷ Κυρίῳ πλαγίως ἐπονειδίζουσιν ἀντι παριστάντες ὥσπερ τὸν ἕνα δυσίν. ἐνενόουν γὰρ ὅτι λέγοντες ἕνα πατέρα ἔχομεν τὸν Ἁβραὰμ, πάντως ἂν ἠρνή σαντο τοὺς ἑτέρους, τὸν Ἰσαὰκ δὴ λέγω καὶ τὸν Ἰακὼβ, καὶ τοὺς ἐξ ἐκείνου δυοκαίδεκα, ὅπερ εἰ δρῷεν, ἐδόκουν ἤδη καθ' 2.84 ἑαυτῶν ἐξοπλίζεσθαι, μάχεσθαί τε τῷ ἰδίῳ θελήματι καὶ καυχήματι, τῆς τῶν πατέρων εὐγενείας τὸν Ἰσραὴλ ἀλλο τριοῦντες, συντρέχειν τε διὰ τούτου λοιπὸν ταῖς τοῦ Κυρίου φωναῖς. βλάβος τοιγαροῦν ἐκτρέχοντες τὸ ἐντεῦθεν αὐτοῖς ἀναφύεσθαι δοκοῦν, οὐκέτι μὲν λέγουσιν Ἕνα πατέρα ἔχομεν τὸν Ἁβραὰμ, ἐπιγράφουσι δὲ μᾶλλον ἑαυτοῖς ἕνα πατέρα τὸν Θεὸν, ταῖς εἰς λοιδορίας σφαλερωτάταις ἡδοναῖς καταθελγό μενοι μόναις, ἵνα καὶ μείζοσι περιπταίωσι ταῖς αἰτίαις, δυσσεβείας μὲν ἁπάσης ὄντες ἐργάται, ἐν πατρὸς δὲ τάξει λαβεῖν θαρσήσαντες τὸν ἁπάσης δυσσεβείας ἐχθρόν. Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Εἰ ὁ Θεὸς πατὴρ ὑμῶν εἴη, ἠγαπᾶτε ἂν ἐμέ· ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω. Οὐκ ἀναιρεῖ δὲ διὰ τούτων ὁ Κύριος τὸ ἐξεῖναί τισι καὶ ἐν υἱοῖς κατατάττεσθαι Θεοῦ, δεικνύει δὲ μᾶλλον τίσιν ἂν πρέποι τὸ καύχημα, καὶ ὅτι μᾶλλον ἁγίοις ἐνυπάρχον εὑρε θήσεται. διελέγχει δὲ μᾶλλον ἀφραίνοντα τὸν ὑβριστὴν Ἰουδαῖον. εἷς μὲν γὰρ, φησὶ, καὶ ἀληθὴς ἐγὼ πέφυκα κατὰ φύσιν Υἱὸς, ἐκ Θεοῦ δὲ δηλονότι Πατρός· τέθεινται δὲ πάντες ὡς πρὸς ἐμὲ μορφούμενοι, καὶ εἰς τὴν ἐμὴν ἀναβαί νοντες δόξαν· αἱ γὰρ εἰκόνες ἀεὶ πρὸς τὰ ἀρχέτυπα. πῶς οὖν ὅλως δύνασθέ φησιν ἐναριθμεῖσθαι ἐν τέκνοις Θεοῦ, τὸν ἐκ Θεοῦ πεφηνότα καὶ πρὸς τὴν ἰδίαν μεταπλάττοντα μόρφωσιν τοὺς εἰς αὐτὸν πιστεύοντας, οὐχ ὅπως οὐκ ἀγαπᾶν ἐγνωκότες, ἀλλ' ἤδη καὶ ἀτιμάζοντες, οὐ καθ' ἕνα τρόπον, ἀλλὰ κατὰ πολλούς; καὶ οἱ τὸν χαρακτῆρα μὴ δεξάμενοι τοῦ Θεοῦ καὶ Πατρὸς, πῶς ἂν ὅλως μορφωθεῖεν ὡς πρὸς αὐτόν; ἄλλως τε καὶ οὐ τοῖς τυχοῦσιν ἀνεγκλήτως ἐξέσται, φησὶ, πατέρα καλεῖσθαι τὸν Θεὸν, ἀλλ' οἷς ἂν τῆς εἰς αὐτὸν εὐσεβείας ἐναστράπτοι τὸ κάλλος, ἐκείνοις οἶμαι, καὶ οὐχ 2.85 ἑτέροις, ἁρμόσει. ἐγὼ τὰ κάλλιστα συμβουλεύσων ἐξ οὐ ρανοῦ παραγέγονα, καὶ πρὸς τὴν τοῦ Θεοῦ μόρφωσιν καλῶν ὑμᾶς ὁ ἐμὸς εὑρίσκεται λόγος. ἀλλ' εἴπερ ἦν ὄντως ὑμῖν ἐν σπουδῇ καὶ πόθῳ τὸ ἔχειν πατέρα τὸν Θεὸν, πάντως ὅτι καὶ ἠγαπήσατέ με, τὸν τῆς τοιαύτης ὁδοῦ καὶ καθηγητὴν καὶ διδάσκαλον, τὸν διδόντα τῆς πρὸς τὸν ἕνα καὶ ἀληθῶς Υἱὸν ὁμοιότητος τὰς ἀφορμὰς, τὸν ἀποτελοῦντα συμμόρφους ἑαυτῷ διὰ τοῦ Ἁγίου Πνεύματος τοὺς δεχομένους αὐτόν. ὁ δὲ ὅλως, φησὶν, οἰκειότητι τῇ πρὸς Θεὸν ἐπαυχῶν, πῶς οὐκ ἂν ἠγάπησε τὸν παρὰ Θεοῦ; πῶς γὰρ εἰπέ μοι τιμήσει τὸ δένδρον ὁ τὸν ἐξ αὐτοῦ γεννηθέντα καρπὸν ἀνοήτως ἐκμυσαττόμενος; "Ἢ τοίνυν, φησὶ, ποιήσατε τὸ δένδρον "καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλὸν, ἢ ποιήσατε τὸ δένδρον "σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν." οὐκοῦν εἰ τὸ δένδρον εὐγενὲς, τουτέστιν, ὁ Θεὸς καὶ Πατὴρ, καὶ τὴν ἐξ αὐτοῦ λαμπρότητα ταῖς ἑαυτῶν κεφαλαῖς ἐπαντλεῖν ἐγνώ κατε, διὰ τί μὴ καὶ τὸν ἐξ αὐτοῦ καρπὸν τοιοῦτον εἶναι πιστεύσαντες ἠγαπήσατε; ὁμοῦ τοιγαροῦν τὸ προκείμενον καὶ πικρὸν ἔχει πρὸς Ἰουδαίους τὸν ἔλεγχον· δεικνύει γὰρ ψευδομένους. ὅτε γὰρ πατέρα καλεῖν Θεὸν ἐπιχειροῦσι, πολύ τι τῆς ἀρετῆς τῶν εἰς τοῦτο κεκλημένων ἀφεστηκότες διὰ τοῦ μὴ ἀγαπᾶν τὸν ἐκ Θεοῦ κατὰ φύσιν· ὁμοῦ δὲ χρησίμως καὶ τῆς ἀῤῥήτου γεννήσεως εἰσφέρει τὴν μνήμην, ἵνα πάλιν κἀν τούτῳ δυσσεβοῦντες ἁλίσκωνται, δυσγενῆ καὶ νόθον ἀποκαλοῦντες αὐτόν. εἰ μὲν οὖν τὸ λέγειν Ἐγὼ ἐκ τοῦ Θεοῦ ἐξῆλθον, τὴν ἐκ Πατρὸς ἄῤῥητόν τε καὶ ἄναρχον γέννησιν ἑαυτοῦ σημαίνει· τὸ δέ Ἥκω προστιθεὶς, τὴν ἐν τῷδε τῷ κόσμῳ πάροδον τὴν μετὰ σαρκός. καὶ οὐ δήπου φησὶν ἔναντι καὶ πρῶτον τότε ἐκ Θεοῦ καὶ Πατρὸς ἀναλάμψαι 2.86 τὸν Θεὸν Λόγον, ὅτε γέγονεν ἄνθρωπος· τοῦτο γὰρ ἔν τισιν ἔδοξε τῶν ἀνοσίων αἱρετικῶν· ἐκλήψεται δὲ μᾶλλον καὶ ἀκολούθως τὸ εἰρημένον, καὶ νοήσει πάλιν εὐσεβῶς. οὐ γὰρ ἐπεὶ συνῆψε τὰς λέξεις, τό τε Ἐξῆλθον καὶ τό Ἥκω φημὶ, ὁμόχρονος ἔσται πάντως τῇ γενέσει τῆς σαρκὸς ὁ ἐκ Πατρὸς Λόγος, ἀλλ' ἑκάστῳ τῶν σημαινομένων τὸ πρέπον διατηρή σομεν. πρώτην μὲν γὰρ τὴν τοῦ Λόγου γέννησιν τὴν ἐκ Θεοῦ νοουμένην ἀνάρχως εἶναι καὶ ὑπὲρ νοῦν πιστεύοντες· διὸ καὶ προτέθειται ἐν τῷ Ἐγὼ ἐκ τοῦ Θεοῦ ἐξῆλθον· ἡ δὲ δευτέρα, τουτέστιν ἡ κατὰ σάρκα Οὐδὲ γὰρ ἀπ' ἐμαυτοῦ ἐλήλυθα, ἀλλ' ἐκεῖνός με ἀπέστειλεν. ἐσαρκώθην καθ' ὑμᾶς, τουτέστι, γέγονα ἄνθρωπος, ἐν εὐδοκίᾳ τε τοῦ Θεοῦ καὶ Πατρὸς ἀφικόμην ἐν τῷδε τῷ κόσμῳ διαλεξόμενος ὑμῖν τὰ παρὰ Θεοῦ, καὶ γνωρίσων οὐκ εἰδόσι τὰ ὅσαπερ αὐτῷ κατὰ γνώμην ἐστίν. ἀλλ' οὐκ ἠγαπήσατε, φησὶ, τὸν ἐκ θείας ὑμῖν ἀναδειχθέντα βουλήσεως Σωτῆρα καὶ ποδηγόν. πῶς οὖν ἔτι χρηματιεῖτε τέκνα Θεοῦ, ἢ κατὰ τίνα τρόπον τῆς πρὸς αὐτὸν οἰκειότητος ἀποκερδανεῖτε τὴν χάριν, τὸν ἐξ αὐτοῦ μὴ τιμήσαντες; εἰκὸς δὲ δή τι πάλιν ὑπαινίττεσθαι τὸν Κύριον, καὶ καθυλακτοῦντα μάτην αὐτοῦ τῶν Ἰουδαίων τὸν δῆμον κατασιγάζειν ἐπείγεσθαι καὶ διὰ τῶν τοιούτων ῥημάτων. τί δὲ ἄρα τὸ ὑποδηλούμενόν ἐστι, δι' ὀλίγων ἐροῦμεν. Πολλοὶ παρὰ τοῖς Ἰουδαίοις τὸν μὲν θεῖον παρ' οὐδὲν ἡγούμενοι φόβον, θαυμάζοντες δὲ καὶ ἀποδεχόμενοι μόνας τὰς ἐξ ἀνθρώπων τιμὰς, καὶ αἰσχρῶν λημμάτων ἡττώμενοι, προφητεύειν ἀπετόλμων τὰ "ἀπὸ καρδίας ἑαυτῶν λαλοῦντες, "καὶ οὐκ ἀπὸ στόματος Κυρίου," καθὰ γέγραπται. καὶ γοῦν αὐτὸς ὁ πάντων ∆εσπότης ἐπῃτιᾶτο λέγων "Οὐκ ἀπέστελον "τοὺς προφήτας, οὐκ ἐλάλησα πρὸς αὐτοὺς, καὶ αὐτοὶ προε "φήτευον·" ἀλλὰ καὶ δράσειν αὐτοὺς τὰ δεινὰ ἐπηπείλει 2.87 λοιπὸν βοῶν "Οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν, "καὶ τὸ καθόλου μὴ βλέπουσι." τοιοῦτός τις ἦν ὁ Σαμέας ὁ τοῖς Ἱερεμίου λόγοις τὸ οἰκεῖον ψεῦδος ἀντιτιθεὶς, καὶ τοὺς μὲν ξυλίνους ἁρπάσας κλοιοὺς, συντρίψας δὲ καὶ εἰπών "Τάδε λέγει Κύριος Συντρίψω τὸν ζυγὸν Βαβυλῶνος "βασιλέως." ἐπειδὴ τοίνυν λέγοντος τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ "Νῦν δέ με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν "ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ Θεοῦ," διεγόγγυζον οἱ Ἰουδαῖοι, καὶ τίς ἐστιν ἀληθῶς οὐκ εἰδότες αὐτὸν, ψευδοπροφήτην ὑπάρχειν ἐνόμιζον, ἐσκληρύνοντό τε ταύτης ἕνεκα τῆς αἰτίας, ὡς ἤδη μὲν αὐτῷ καὶ διαλοιδορεῖ σθαι τολμᾶν, φονᾶν δὲ οὕτως ἀγρίως, ὡς ἤδη τοῦτο καὶ ἐπείγεσθαι δρᾶν, χρησίμως αὐτοὺς καταπτοεῖ πάλιν, οὐκ ἀφ' ἑαυτοῦ μὲν ἐλθεῖν καθάπερ ἦν ἔθος αὐτοῖς ψευδοπροφητεύ ουσιν, ἀπεστάλθαι δὲ παρὰ Θεοῦ λέγων, ἵνα ἐν ταὐτῷ καὶ τὴν τοῦ ψευδοπροφήτου δόξαν ἀποκρουόμενος, καὶ διδάσκων ὡς οὐ μετρίαν ὑφέξουσι δίκην, οὐχ ὅπως ἀτιμάζοντες μόνον τὸν ἀπεσταλμένον παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἀλλ' ἤδη καὶ φονᾶν ἐπ' αὐτῷ τολμήσαντες, τὸ ἀχάλινον αὐτῶν ἀνακόψειε θράσος. Ὁ μὲν οὖν τοῦ προκειμένου λόγος ἐν τούτοις· εἰκὸς δὴ πάλιν τροφὴν ὥσπερ τινὰ ποιεῖσθαι τὸν αἱρετικὸν τῆς ἐνούσης αὐτῷ δυσσεβείας τὸ εἰρημένον. κατηγορήσει γὰρ ἴσως τῆς οὐσίας τοῦ Μονογενοῦς, εἶναί τε αὐτὴν ἐν ἐλάτ τοσιν ἢ ἐν οἷς ἐστιν ὁ Πατὴρ νομίσει, διὰ τὸ ἀπεστάλθαι λέγειν παρ' αὐτοῦ. ἀλλ' ἐννοείτω πάλιν ὁ τοιοῦτος καὶ τῆς ἀρτίως ἡμῖν εἰρημένης οἰκονομίας τὸν τρόπον, καὶ μεμνήσθω βοῶντος τοῦ Παύλου περὶ τοῦ Υἱοῦ "Ὃς ἐν μορφῇ Θεοῦ "ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' "ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι "ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος "ἐταπείνωσεν ἑαυτὸν, ὑπήκοος γενόμενος μέχρι θανάτου." 2.88 εἰ δὲ τεταπείνωκεν ἑαυτὸν ἑκὼν, δηλονότι συγκατανεύοντος ὥσπερ καὶ συνεθέλοντος αὐτῷ τοῦ Πατρὸς, ποῖον ἕξει τὸ κατηγόρημα διεξάγων εἰς τέλος τῆς οἰκονομίας τὸν τρόπον, καθ' ὃν ἔδει λόγον; εἰ δὲ διὰ τὸ λέγειν ἀπεστάλθαι, καὶ ἐν ἐλάττοσιν ἢ ἐν οἷς ἐστιν ὁ Πατὴρ οἴει κεῖσθαι τὸν Υἱὸν, πῶς εἰπὲ γάρ μοι πάλιν ὁ ἐν ἐλάττοσιν ὢν κατὰ τὴν σὴν ἀμα θίαν, ἀπαραλλάκτως ἐνεργεῖ τὰ Θεοῦ; ποῦ γὰρ τὸ ἔλαττον ἐν αὐτῷ διαφαίνεται πάντα τελείως ἔχοντος τὰ τοῦ ἰδίου γεννήτορος, καὶ πληρεστάτην ἐξουσίαν τὴν θεοπρεπῆ; οὐκ οῦν οὐκ ἐλάττων διὰ τὴν ἀποστολὴν νοηθήσεται, ἀλλὰ Θεὸς ὑπάρχων ἐκ Θεοῦ κατὰ φύσιν καὶ ἀληθινῶς, ἐπείπερ αὐτός ἐστιν ἡ σοφία καὶ ἡ δύναμις τοῦ Πατρὸς, πέμπεται πρὸς ἡμᾶς καθάπερ ἐξ ἡλίου τὸ ἐξ αὐτοῦ σκεδαννύμενον φῶς, ἵνα σοφοῖ τὸ σοφίας ἐπιδεὲς, οὕτω τε λοιπὸν ἀναβιβάζοιτο δι' αὐτοῦ, καὶ πρὸς ἐπίγνωσιν τοῦ Θεοῦ καὶ Πατρὸς δυναμωθείη τὸ ἠσθενηκὸς, καὶ πρὸς πᾶσαν ἀρετὴν ἀναγάγοιτο. πάντα γὰρ τῇ ἀνθρώπου φύσει τὰ κάλλιστα διὰ μόνου πέφηνε τοῦ Χριστοῦ. οἰκετικὸν οὖν ἄρα τὸ παράπαν οὐδὲν ἐν Χριστῷ, πλὴν ἄρα μόνης τῆς κατὰ σάρκα μορφῆς, θεοπρεπὴς δὲ μᾶλλον ἡ ἐφ' ἅπασιν ἐξουσία καὶ δύναμις, κἂν ὁ λόγος ἡμῖν σχηματίζηται τὸ ἀνθρώπινον τῷ τῆς ταπεινώσεως μέτρῳ καλῶς συμμορφούμενος. ∆ιὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν. Τὸ καὶ πολλάκις εἰρημένον ἡμῖν ἐροῦμεν πάλιν, διὰ τὸ τοῖς ἐντευξομένοις λυσιτελές· ἰέναι γὰρ καὶ μάλα συχνῶς τὸν λόγον διὰ τοῦ πεφυκότος ὠφελεῖν τὸ ἀδικοῦν οὐδέν. 2.89 ἔθος τοιγαροῦν τῷ Σωτῆρι Χριστῷ τὸν μὲν ἀπὸ γλώσσης ἀναβρασθέντα λόγον οὐ πάντως ἐκδέχεσθαι τῶν ἀπειθούντων αὐτῷ, ἐνορᾶν δὲ μᾶλλον εἰς καρδίας καὶ νεφροὺς, καὶ τὰς ἀποκρίσεις ποιεῖσθαι πρὸς τοὺς ἐν τῷ βάθει τῆς καρδίας αὐτῶν στρεφομένους ἔτι διαλογισμούς. ἄνθρωπος μὲν γὰρ οὐκ εἰδὼς τὰ ἐν ἑτέρῳ διανοήματα, τὸν προφορικὸν ἀναγ καίως ἐκδέξεται λόγον, Θεὸς δὲ οὐχ οὕτως· πάντα γὰρ εἰδὼς, ἀντὶ φωνῆς ἔχει τὸ ἐνθύμιον. ἐπειδὴ τοίνυν ἔφη τοῖς Ἰου δαίοις ὁ Κύριος ἐληλυθέναι μὲν οὐκ ἀφ' ἑαυτοῦ, καθάπερ ἦν ἔθος τοῖς ἐξ οἰκείας γνώμης, καὶ οὐκ ἐκ θείου Πνεύματος ἐπὶ τὸ προφητεύειν βαδίζουσι, πεπέμφθαι γεμὴν παρὰ τοῦ Θεοῦ, διενθυμοῦνται πάλιν, ἤτοι διαλογίζονται καθ' ἑαυτοὺς, ἢ καὶ λεληθότως ἀλλήλοις ἐμψιθυρίζοντες ἔφασκον Πολλοὶ λελα λήκασι προφῆται τὰ παρὰ τοῦ Θεοῦ, καὶ τοὺς ἐκ τοῦ Πνεύ ματος εἰς ἡμᾶς εἰσεκόμισαν λόγους, ἀλλ' εὑρίσκομεν οὐδὲν παρ' ἐκείνοις τοιοῦτον, ὁποῖον ἐν τοῖς τούτου ῥήμασιν. ἀποφέρει γὰρ παντελῶς τῆς κατὰ νόμον λατρείας, καὶ εἰς ἑτέραν τινὰ μεθίστησι πολιτείαν, καὶ ξένην ἡμῖν εἰσηγεῖται βίου διαγωγήν. οὐκοῦν ἀσύμφωνος ἐναργῶς, ἀσύμβατος δὲ τοῖς πάλαι γέγονεν ὁ λόγος αὐτῷ. ταῦτα κατὰ τὸ εἰκὸς ἐπείπερ ἐθεᾶτο διενθυμουμένους αὐτοὺς, δεικνὺς ὅτι Θεὸς κατὰ φύσιν ἐστὶ, καὶ τὰ ἐν καρδίαις εἰδὼς βουλεύματα προσλαμβάνει καί φησι ∆ιὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν. οὐκ ἠγνόηκα, φησὶν, ὡς τὴν ἐμὴν οὐ δύνασθε συνιέναι λαλιὰν, ἤτοι διδασκαλίαν, ἀλλ' ἐρῶ τὴν αἰτίαν ὑμῖν τοῦ πράγματος, καὶ τί τὸ ἐμποδὼν, καταστήσω σαφές. οὐ δύνασθε τὸν ἐμὸν ἀκοῦσαι λόγον· τὸ δέ Οὐ δύνασθέ φησιν, ἀτονοῦντας ἐλέγχων περὶ τὸ τελείως ἀγαθὸν, διὰ τὸ ἰδίοις προκεκρατῆσθαι πάθεσιν. ἀπονευροῖ μὲν γὰρ ἡ φιληδονία τὸν νοῦν, καὶ ἡ 2.90 πρὸς τὸ φαῦλον ἀχαλίνως ἔχουσα ῥοπὴ προσεκλύουσα τῆς καρδίας τὸν τόνον, ἀδρανῆ καὶ ἀτολμοτάτην αὐτὴν ἀπεργά ζεται πρός γε τὸ δύνασθαι κατορθοῦν ἀρετήν. προησθενη κότες τοιγαροῦν ταῖς εἰς φαυλότητα ῥοπαῖς, καὶ ὑπὸ τῶν ἰδίων παθῶν τυραννούμενοι, φησὶ, τὸν ἐμὸν ἀκούειν οὐ δύνασθε λόγον· "Εὐθεῖαι μὲν γὰρ αἱ ὁδοὶ Κυρίου," κατὰ τὸ γεγραμ μένον, "καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς, οἱ δὲ ἀσεβεῖς "ἀσθενήσουσιν ἐν αὐταῖς." συγγενὲς εὑρήσεις τούτοις, καὶ τὸ ἐν ἑτέροις πρὸς τοὺς Φαρισαίους εἰρημένον "Πῶς δύνασθε "πιστεύειν, δόξαν παρ' ἀλλήλων λαμβάνοντες, καὶ τὴν "δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε;" κἀν τούτῳ γὰρ δὴ τὸ μὴ δύνασθαι πιστεύειν αὐτοὺς, τὴν ἑκούσιον τῆς διανοίας ἀσθένειαν, ἤτοι τὸ προκεχειρῶσθαι ταῖς φιλοδοξίαις τὸν νοῦν σημαίνει. ἀληθὲς δὲ πάλιν ὑπάρχον ἐπὶ τοῖς Ἰουδαίοις εὑρίσκομεν τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς εἰρη μένον "Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος "τοῦ Θεοῦ, μωρία γὰρ αὐτῷ ἐστιν." οὐκοῦν ἐπειδήπερ ἦσαν ψυχικοὶ, μωρίαν ἡγοῦντο τὸν ἐπὶ τὸ σώζεσθαι καλοῦντα λοιπὸν, καὶ τῆς ἐξαιρέτου πολιτείας διδάσκοντα τὴν ὁδὸν, ἀπευθύνοντά τε καλῶς εἰς τὸ ἀρέσκειν δύνασθαι τῷ φιλα ρέτῳ Θεῷ, ᾧ πᾶσα τιμὴ, δόξα, κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

2.91 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΕΚΤΩι ΒΙΒΛΙΩι.

Ὅτι οὐκ ἐκ προγενεστέρων τῆς ψυχῆς ἁμαρτημάτων τὰ σωματικά τισιν ἐπισυμβαίνει πάθη, ἀλλ' οὐδὲ ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἢ τίνων ἐπάγει τισὶν ὁ Θεὸς, τοὺς οὐδὲν ἡμαρτηκότας κολάζων, ἀλλὰ δίκαιον ἐφ' ἅπασιν ἐκφέρει τὸ κρῖμα, προσκειμένου ῥητοῦ Ῥαββὶ, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;

2.93 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ.

Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἐστὶν ἀπ' ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. ἈΠΟΒΟΥΚΟΛΗΣΑΣ εἰκότως τῆς ἀπὸ Ἁβραὰμ συγ γενείας αὐτοὺς, ἔχοντάς τε ἀνομοίως τοῖς ἐκείνου τρόποις, καὶ πολὺ τῆς εἰς αὐτὸν τὸν Θεὸν εὐσεβείας ἐξεστηκότας ἐλέγξας, καὶ πρὸς τούτοις ἔτι τὴν αἰτίαν ἐξηγησάμενος τοῦ μὴ δύνασθαι κατηκόους εἶναι τῆς παρ' αὐτοῦ λαλιᾶς, ἐπιδεικνύει πάλιν, τίς ἂν μᾶλλον αὐτοῖς πρεπωδέστερόν τε καὶ οἰκειό τερον ὀνομάζοιτο πατήρ. ὑμεῖς τοιγαροῦν φησιν ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ, ὃν καὶ ἀνθρωποκτόνον φησὶν εἶναι ἐν ἀρχῇ, καὶ ἐν τῇ ἀληθείᾳ μὴ ἑστάναι, ψεύστην εἶναι· ψεύ στην δὲ ὑπάρχειν αὐτῷ τὸν πατέρα, ὃν καὶ ἐν τοῖς ἐφεξῆς 2.94 τίς ἂν εἴη σαφῶς διωρίσατο· αὐτὴ γὰρ ὡς ἐν ὀλίγοις ἡ τῶν προκειμένων προπέτεια πολλὴν ἔχουσα τὴν ἀσάφειαν, καὶ βασάνων τῶν ἐξ ἀκριβείας ὅτι μάλιστα δεομένη. βαθὺς γὰρ ὁ περὶ τούτου λόγος καὶ οὐκ εὐκάτοπτος οἶμαι πολλοῖς· ὅσον μὲν γὰρ εἰς τὴν ἐξ ἑτοίμου ληφθῆναι δυναμένην διά νοιαν, οὐχ ἕτερόν τινα τοῖς Ἰουδαίοις ὁρίζεται πατέρα παρὰ τὸν ἐξ οὐρανοῦ κατολισθήσαντα σατανᾶν. ἀλλ' ἐν τοῖς ἐφεξῆς κείμενον ὡς περὶ τοῦ διορισθέντος αὐτοῖς πατρὸς, ὅτι ψεύστης ἐστὶ καθὼς καὶ ὁ πατὴρ αὐτοῦ, θορυβεῖ πως ἡμᾶς, μᾶλλον δὲ οὐ μετρίως ἐπαπορεῖν ἀναγκάζει. τίνα γὰρ τὰ εἰκότα δὴ φρονοῦντες ὑποτοπήσαιμεν ἂν γενέσθαι τῷ διαβόλῳ πατέρα, ἢ τίς πρὸ αὐτοῦ κατώλισθεν ἕτερος ᾧπερ ἂν ὡς ἐν εἴδει καὶ τρόπῳ ὁ μετ' αὐτὸν παρεικάζοιτο; ἐν μὲν γὰρ τοῖς ἱεροῖς τε καὶ θείοις γράμμασιν οὐκ ἄν τις ἡμῖν ἐπιδείξοιτο τοιοῦτον ἀνάγνωσμα· παραδεκτὸν δὲ οὐδαμῶς εἰς πίστιν ὃ μὴ ταῖς θεοπνεύστοις εἴρηται γραφαῖς. πνεῦμα γὰρ ἅπαν τὸ ἐν δαίμοσι τελοῦν ὡς διαβόλου τέκνον σατανᾶς καλεῖται κατὰ τὸ εἰρημένον παρὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ "Εἰ οὖν ὁ "σατανᾶς τὸν σατανᾶν ἐκβάλλει, ἐφ' ἑαυτὸν ἐμερίσθη·" ἀλλ' ἕνα τῶν ἄλλων προὔχοντά τε καὶ ὑπερκείμενον ἐκεῖνον ἠκούσαμεν πρὸς ὃν εἴρηταί που διὰ τοῦ προφήτου Ἱεζεκιήλ "Σὺ εἶ ἀποσφράγισμα ὁμοιώσεως καὶ στέφανος κάλλους ἐν "τῇ τρυφῇ τοῦ παραδείσου τοῦ Θεοῦ γεννηθεὶς, πάντα "λίθον χρηστὸν ἐνδέδυσο." τίνα τοίνυν ὑπάρχειν ἕτερον ἀνεγκλήτως ὑποτοπήσομεν, πρὸς ὃν οὗτος ἐμορφώθη, κατ' εἶδος λέγω τὸ ἐν φαυλότητι; τινὲς μὲν γὰρ τῶν παλαιο τέρων ἐξηγητῶν τὰ ἐν τῷ προκειμένῳ διαλαμβάνοντες, τὸν μὲν ἀρχαῖον ἐκεῖνον σατανᾶν, ὃς καὶ τῶν ἄλλων ἁπάντων 2.95 δαιμονίων πρωτοστάτης νοεῖται, δεδέσθαι φησὶ τῇ τοῦ Θεοῦ δυνάμει, καὶ εἰς αὐτὸν ἐῤῥίφθαι τὸν τάρταρον τὰς ἐφ' οἷς εἰς Θεὸν πεπαρῴνηκεν εὐθύνας ὑφέξοντα, ἕτερον δὲ μετ' ἐκεῖνον ἀναπεφάνθαι τινὰ, ταῖς τοῦ πατρὸς βδελυρίαις ἰσοτρο ποῦντα· καλῶς τὸν νῦν ἄρχοντα τοῦ αἰῶνος τούτου, περὶ αὐτοῦ τε φάναι τὸν Σωτῆρα διισχυρίσαντο, ὅτι καὶ ἀνθρω ποκτόνος ἦν ἀπ' ἀρχῆς, καὶ ὅτι ψεύστης ἐστὶν ὥσπερ ὁ πατὴρ αὐτοῦ. Ἀλλ' εἰ μὴ πολλὰ καθ' ἑαυτοὺς ἐπὶ τούτῳ διενοούμεθα, κἂν εἰκότως τὸν λόγον ἐξ ἑτοίμου παρεδεξάμεθα· νυνὶ δὲ ἡμᾶς συναινεῖν ἀπερισκέπτως οὐκ ἐᾷ, καὶ πρό γε τῶν ἄλλων ἐκεῖνο. κατὰ μὲν γὰρ τῆς ἐπιδημίας τοῦ Σωτῆρος ἡμῶν καιρὸν, ἡ τοῦ διαβόλου τυραννὶς ἐδέχετο τὴν τοῦ κατα πίπτειν ἀρχὴν, καὶ εἰς τὴν ἄβυσσον ἐξεπέμπετο τὰ πονηρά τε καὶ ἀκάθαρτα πνεύματα. καὶ γοῦν προσιόντες οἱ δαίμονες διαῤῥήδην αὐτὸν παρεκάλουν, "ἵνα μὴ αὐτοῖς ἐπιτάξῃ εἰς "τὴν ἄβυσσον ἀπελθεῖν," καθὰ γέγραπται. μεμνήμεθα δὲ ὅτι καὶ πολλὴν ἐποιοῦντο τὴν καταβοὴν ἐπὶ τούτῳ λέγοντες " Εα, τί ἡμῖν καὶ σοὶ Ἰησοῦ Ναζαρηνέ; οἴδαμέν σε τίς εἶ· "ὁ ἅγιος τοῦ Θεοῦ· ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι "ἡμᾶς;" ὅτι μὲν γὰρ ἐπιδημήσας ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς κατατήξειν ἤμελλεν αὐτοὺς καὶ ποικίλως ἀνιά σειν, ᾔδεσάν που πάντως καὶ αὐτοὶ, πολὺν ὄντα τὸν περὶ αὐτοῦ λόγον εὑρίσκοντες παρὰ τοῖς ἐξ Ἰσραὴλ, κατῃτιῶντο γεμὴν ὡς ἀφιγμένον οὐκ ἐν καιρῷ, καὶ τοῦτο δρῶντες τυραννικῶς, καὶ τὸν τῆς ἐπιδημίας χρόνον κατηγοροῦντες δυστρόπως· πλὴν τό Πρὸ καιροῦ λέγουσιν, ὡς βασανι σθέντες μὲν καθ' ἕτερόν τινα χρόνον οὐδαμῶς, ἕνα δὲ προσ δοκῶντες τὸν τῆς ἐπιδημίας, καθ' ὃν ἔμελλον ἀνενδοιάστως ὑπομεῖναι τὰ προσδοκώμενα. πρὸς δέ γε τοῦτο κἀκεῖνό φαμεν Εἰ ἐκείνου δεδεμένου, κατὰ τὴν τινῶν διάληψιν, 2.96 ἕτερός τις ἠπάτησε τὸν Ἀδὰμ, καταλήγει δὲ οὔπω τῆς ἐφ' ἧς κατηγορεῖται μανίας, ἀνυπαίτιος μὲν ἔσται παντελῶς ὁ πρῶτος ἐν τοῖς καθ' ἡμᾶς, ἀπαλλάξει δὲ ὡς εἰκὸς καὶ παντὸς ἐγκλήματος ὁ λόγος αὐτὸν, οὔτε δὲ πεφόνευκέ τινα, οὔτε ἠπάτησεν, οὔτε ἐψεύσατο. ἀλλ' οὐδὲ πρὸς αὐτὸν δικαίως λελέξεται παρὰ τοῦ Θεοῦ "Ὃν τρόπον ἱμάτιον ἐν αἵματι "πεφυρμένον οὐκ ἔσται καθαρὸν, οὕτως οὐδὲ σὺ ἔσῃ "καθαρὸς, διότι τὴν γῆν μου ἀπώλεσας καὶ τὸν λαόν μου "ἀπέκτεινας." ἂν τοίνυν τῶν ἀρτίως ἡμῖν ἀπηριθμημένων κακῶν ἀμοιρεῖν ἐκεῖνον, ὃν καὶ πρῶτον εἶναί φασιν, ἐπιτρέ πομεν, τίνα μιμεῖσθαι λοιπὸν ὁριούμεθα τὸν μετ' ἐκεῖνον δεύτερον, ἢ πρὸς τίνα λοιπὸν ἐμορφώθη πλεονεκτῶν ἐν κακίᾳ τὸν ἡγούμενον, καὶ τῆς ἐκείνῳ φαυλότητος παχυτέρους ἔχων τοὺς χαρακτῆρας; Ἀλλ' ἦν μὲν ἴσως οὐκ ἀπεικὸς καὶ διὰ πλειόνων ἐλθεῖν τὸν ἐπὶ τούτῳ διερευνῶντας λόγον, τὸ γεμὴν σφόδρα διατεί νεσθαι περιττὸν ἐφ' οἷς ἥκιστα χρὴ λογιζόμεθα. οὐκοῦν ἐφ' ἑτέραν ἰτέον διάνοιαν, καὶ ζητητέον ἀκριβῶς τίνα τοῖς Ἰου δαίοις πατέρα ὁρίζει ὁ Χριστὸς ἰσότροπόν τε καὶ ὁμογνώ μονα, ὥσπερ ἂν εἰκότως καὶ πατὴρ ἐπιγράφοιτο δαιμόνιον, ἐκεῖνος ὁ ἀρχέκακος, τουτέστιν, ὁ σατανᾶς. ἀναφέρει τοίνυν αὐτοὺς ἐπὶ τὸν Κάϊν, ὃς πρῶτος ἀνθρώπων ἁπάντων ἐλέγχων μὲν οὐκ ἠγάπησε τὸν σωφρονιστὴν, φθόνου δὲ καὶ φόνου καὶ δόλου καὶ ψεύδους καὶ ἀπάτης ἀρχὴ μετ' ἐκεῖνον ἐδείχθη τὸν σατανᾶν, οὗπερ ἂν δικαίως ὀνομάζοιτο καὶ υἱὸς, ἅτε δὴ καὶ πᾶσαν τῆς ἐκείνου πονηρίας ἀναματτόμενος ἐν ἑαυτῷ τὴν μόρφωσιν. ὅνπερ γὰρ τρόπον ἁγίῳ τε καὶ δικαίῳ τε παντὶ πατὴρ νοεῖται Θεὸς, αὐτὸς ὢν ἡ πάντων ἁγιασμοῦ καὶ δικαιοσύνης ἀρχὴ, τὸν αὐτὸν οἶμαι τρόπον παντὶ πονηρῷ πατὴρ ἂν εὐλόγως ὁ σατανᾶς ὀνομάζοιτο, αὐτὸς ὢν ἁπάσης 2.97 πονηρίας ἀρχή· ἐπειδὴ δὲ τὸν μὲν Κάϊν δεδόσθαι τοῖς Ἰουδαίοις πατέρα, αὐτῷ δὲ τῷ Κάϊν τὸν σατανᾶν εἰρήκαμεν, φέρε δὴ πάλιν τοῖς ἑαυτῶν ἑπόμενοι λόγοις ἀναφανδὸν ἐπιδείξωμεν πρῶτον μὲν εἰς ἐλέγχους τοὺς παρὰ Θεοῦ τραχηλιῶντα τὸν σατανᾶν, εἶτα καὶ ἀπατήσαντα καὶ ψευσά μενον, καὶ τὸ τελευταῖον διὰ φθόνου φονεύσαντα. ἐπιδεί ξαντες δὲ τούτῳ τὸν Κάϊν ἰσότροπόν τε καὶ ὁμογνώμονα, καταφέρομεν τὸν λόγον ἐπὶ τρίτου εἰς τοὺς Ἰουδαίους τῆς ἐν αὐτῷ φαυλότητος ὅλην ἔχοντας τὴν εἰκόνα. Οὐκοῦν ἀτιμάσας μὲν ὥσπερ τὴν ἰδίαν ἀρχὴν, καὶ πολὺ τῶν ὑπὲρ φύσιν τὴν ἑαυτοῦ γλιχόμενος, ὅρον τε τὸν τῆς ἑαυτοῦ τάξεως οὐ τηρήσας ὁ σατανᾶς κατηνέχθη, καὶ πέπτωκεν ἐλεγχθεὶς ὥσπερ διὰ τούτου παρὰ Θεοῦ, καὶ τῆς οἰκείας φύσεως τὸ μέτρον ἐκδιδασκόμενος· ἀλλ' οὐδεμίαν ἐντεῦθεν τὴν ὄνησιν ἔχων διὰ τὴν ἑαυτοῦ δυσβουλίαν, ἐνόσει τὰ χείρονα βλέπων μὲν οὐδαμῶς εἰς τὸ χρῆναι γοργῶς τὴν οἰκείαν γνώμην ἐπανορθοῦν, ἐν ἀκλονήτῳ δὲ ὥσπερ τῆς δυστροπίας διαμεῖναι σπουδάσας. ἐπειδὴ δὲ ὁ πρῶτος ἄνθρωπος ἐπλάσθη παρὰ Θεοῦ κατὰ τὴν Μωυσέως συγ γραφὴν, καὶ ἦν ἐν τῷ παραδείσῳ τὴν δοθεῖσαν ἔτι ἐντολὴν φυλάττων, τὴν ἐπὶ τῷ ξύλῳ φημὶ, πρῶτος εἰς φθόνον ὁ σατανᾶς ἀνεκαύθη, ἐλεγχομένης δὲ ὥσπερ τῆς αὐτοῦ παρα βάσεώς τε καὶ παρακοῆς τοῖς πρωτοπλάστοις, ὅτε τὴν δο θεῖσαν ἐντολὴν ἐφύλαττον ἔτι, πολυπλόκοις ἀπάταις αὐτοὺς εἰς παρακοὴν ἐξέλκειν ἠπείγετο. εἰδὼς δὲ ὅτι τέξονται παρ' οὐδὲν ποιησάμενοι τοῦ μεγάλου βασιλέως τὰ προστάγματα, καὶ τοῦτο δρᾶν ἀναπείθει τοὺς οὐδὲν ἀδικήσαντας τοῖς ἐσχά τοις περιβάλλων κακοῖς. ὅτι γὰρ διαβολικῆς ἀπάτης καὶ φθόνου γέγονεν ἔργον ἡ ἐν Ἀδὰμ παράβασις, καὶ ὁ δι' 2.98 αὐτῆς ἐπιπηδήσας θάνατος, καὶ αὕτη μὲν ἡ τοῦ πράγματος διδάξει φύσις, σαφηνιεῖ δὲ οὐδὲν ἧττον καὶ τὸ τοῦ πανσόφου Σολομῶντος λόγιον ἔχον ὡδί "Ὁ Θεὸς θάνατον οὐκ ἐποίησε· "φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον." ἐν τούτοις μὲν τὰ ἐκείνου σαφῶς· δεύτερος δὲ ὁ Κάϊν ἡμῖν εἰσίτω καὶ ἑστάτω λοιπόν. ἦν μὲν γὰρ πρωτότοκος ἐξ Ἀδὰμ γηπόνος τὸ ἐπιτήδευμα, δεύτερος ἐπ' αὐτῷ γέγονεν Ἄβελ, ἀλλ' ἦν προβάτων ποιμήν. ἐπειδὴ δὲ προσάγειν αὐτοὺς θυσίαν τῷ Θεῷ νόμος ἐκάλει φυσικὸς, ἀδιδάκτως ἐντιθεὶς τὴν τοῦ δημιουργήσαντος γνῶσιν· ἐνέσπαρται γὰρ καὶ ἐντέθειται τῇ φύσει παρὰ Θεοῦ πάντα τὰ ἀγαθά· προσεκόμιζε μὲν ὁ "Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς," καθὰ γέγραπται, ἀλλὰ "καὶ Ἄβελ ἤνεγκεν ἀπὸ τῶν πρωτοτόκων "τῶν προβάτων καὶ ἀπὸ τῶν στεάτων αὐτῶν. καὶ ἐπεῖδεν "ὁ Θεὸς ἐπὶ Ἄβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ· ἐπὶ δὲ Κάϊν "καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχε. καὶ ἐλύπησε τὸν "Κάϊν λίαν καὶ συνέπεσε τῷ προσώπῳ. καὶ εἶπε Κύριος ὁ "Θεὸς τῷ Κάϊν Ἵνα τί περίλυπος ἐγένου, καὶ ἵνα τί συνέ "πεσε τὸ πρόσωπόν σου; οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς, "ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες; ἡσύχασον." εἶτα πρὸς τὸν Ἄβελ "Πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ." οὐκοῦν ὁ μὲν Κάϊν ἠλέγχετο διελὼν οὐκ ὀρθῶς τὸ προσε νεχθὲν, ἐπαίνων δὲ καὶ τιμῆς ἠξιοῦτο δικαίως ὁ Ἄβελ, ὃ δὴ καὶ τροφὴ φθόνου τῷ Κάϊν ἐγίνετο. ἀπετραχύνετο γὰρ πρὸς ἐλέγχους τοὺς σωφρονίζοντας καθάπερ ὁ Σατανᾶς, εἶτα τὸν ἄδικον ὠδινήσας φθόνον, καθάπερ εἰρήκαμεν, δόλῳ μέτεισι τὸν ἀδελφὸν, τὸν ἀνόσιον ἤδη μελετήσας φθόνον. "Εἶπε γὰρ, φησὶ, Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ "∆ιέλθωμεν δὴ εἰς τὸ πεδίον ἄλλο τούτου βέλτιον," λέγων, καὶ καθάπερ ἐπὶ τέρψιν τινὰ καὶ χλόην τὸν οὐδὲν εἰδότα 2.99 καλῶν θηριοπρεπῶς διεχρήσατο, καὶ πρῶτον μὲν ἐπὶ γῆς ἀπετέλει νεκρὸν, οἰηθεὶς, κατά γε τὸν ἐν τῷ εἰκότι λόγον, ὅτι πάντως εἴσω γενήσεται θαύματος, οὐκ ἔχων ἔτι τὸν εἰδότα νικᾶν. ἀλλὰ καὶ φονεύσας ἐψεύδετο. λέγοντος γὰρ τοῦ Θεοῦ "Ποῦ Ἄβελ ὁ ἀδελφός σου;" τό Οὐκ οἶδά φησιν, ἐκ πολλῆς δὲ λίαν τῆς ἀπονοίας προσετίθει θερμῶς "Μὴ φύλαξ τοῦ ἀδελφοῦ μου ἐγώ εἰμι;" μόνον γὰρ οὐχὶ καὶ τοῦτό φησιν εἰπεῖν Ὁ στεφανώσας ἀδίκως τί ὠφέλησας αὐτὸν ὁ φυλάττων αὐτόν; ὁρᾷς οὖν καὶ μάλα σαφῶς ἤδη ἐν αὐτῷ τῆς τοῦ διαβόλου κακίας ὅλον ὥσπερ ἀπηκριβω μένον τὸ εἶδος, καὶ τὴν συμμορφίαν τοῦ τρόπου κατὰ τὸ ἴσον τε καὶ ὅμοιον σχῆμα διαπεπλασμένην; Ἡκέτω τοίνυν ὁ λόγος καὶ κατ' εὐθὺ τῆς Ἰουδαίων ἀνοσιότητος, καὶ τῆς τοῦ Κάϊν φαυλότητος περιτιθέντες αὐτοῖς τὴν ὁμοίωσιν, ταῦτα δεικνύωμεν ἐπιχειροῦντας κατὰ Χριστοῦ, ὅσα κατὰ τοῦ Ἄβελ ἐκεῖνος, ἵνα δικαίως αὐτοῖς καὶ πρεπόντως ἤδη λοιπὸν ὀνομάζοιτο πατήρ. οὐκοῦν πρωτότοκος μὲν ὁ Κάϊν, καθάπερ εἰρήκαμεν, πρωτότοκος δὲ πάλιν ὡς ἐν Θεοῦ τέκνοις τοῖσδε κατὰ θέσιν ὁ Ἰσραὴλ, κατὰ τὸ εἰρημένον πρὸς Μωυσῆν "Υἱὸς πρωτό "τοκός μου Ἰσραήλ." προσκεκόμικεν ἐκεῖνος τὰ ἀπὸ γῆς εἰς θυσίαν τῷ Θεῷ, ἀλλ' "οὐ προσέσχε ταῖς θυσίαις αὐτοῦ," καθὰ γέγραπται· γεωδεστέρα δέ πως ἐστὶ καὶ τοῦ Ἰσραὴλ, κατὰ τὸ εἰρημένον, ἡ τοῦ νόμου λατρεία, διὰ μόσχων καὶ προβάτων καὶ καρπῶν τῶν ἀπὸ τῆς γῆς· ἀλλ' οὐδὲ προσ δέχεται ταύτην ὁ Θεός· "Ἵνα τί μοι γὰρ, φησὶν, λίβανον "ἐκ Σαβὰ φέρετε καὶ κιννάμωμον ἐκ γῆς μακρόθεν;" ἀλλὰ καὶ διὰ φωνῆς Ἡσαΐου διαῤῥήδην ἀναβοᾷ "Τίς γὰρ ἐζήτησε "ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;" εἶτα μετὰ τὸν Κάϊν εἰσέρ χεται θύσων Ἄβελ ὁ δίκαιος ἀπὸ τῶν προβάτων. μετὰ γὰρ 2.100 τὴν κατὰ νόμον λατρείαν, καὶ ἐπὶ τέλει τῶν προφητῶν ὁ ∆ίκαιος ὄντως ἐπεδήμησε Χριστὸς, οὐ καρποὺς τοὺς ἀπὸ γῆς προσκομίζων εἰς θυσίαν τῷ Θεῷ καὶ Πατρὶ, ἀλλ' ὑπὲρ τῆς ἁπάντων ζωῆς τε καὶ σωτηρίας ὡς ἄμωμον ἱερεῖον ἑαυτὸν ἀναθεὶς εἰς ὀσμὴν εὐωδίας αὐτῷ. ἀποπεμπόμενος δὲ ὁ Θεὸς καὶ Πατὴρ τὴν κατὰ νόμον λατρείαν ὡς γεωδεστέραν, προσέσχεν ἐπὶ τῇ θυσίᾳ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ. τὸ δέ Προσέσχε, τὸ προσήσθη δηλοῖ. εἶτα τί πρὸς τούτοις; ἐπετιμήθη Κάϊν οὐχ ὡς ὀρθῶς διελὼν, καὶ διελεγχθεὶς ἐνόσει τὸν φθόνον, ἐπί τε τὸ φονεύειν ἀκρίτως ὁρμᾷ. ἐνουθέτει καὶ Θεὸς ἐν Υἱῷ τὸν τῶν Ἰουδαίων λαὸν, ἀπῄτει τὰ κρείττονα παρ' αὐτῶν εἰς δωροφορίαν, τὴν κατὰ νόμον λατρείαν μεθι στάναι προστάττων εἰς πνευματικὴν καρποφόρησιν, καὶ μεταπλάττειν τὸ γράμμα προτρέπων εἰς ἀλήθειαν. ἀλλ' ἐλεγχόμενοι χαλεπαίνουσι, καὶ πλήττονται μὲν τῷ πατρῴῳ φθόνῳ, φονῶσι δὲ καὶ ἀδίκως κατὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ. ἠπάτησεν ὁ Κάϊν τὸν Ἄβελ, καὶ λαβὼν εἰς τὸ πεδίον ἔδειξε νεκρόν· ἠπάτησαν ὁμοίως τὸ ὅσον ἐφ' ἑαυτοῖς Ἰουδαῖοι τὸν Χριστὸν ἐν σχήματι φίλου τὸν προδότην ἀποστείλαντες, ὃς ἵνα παραδῷ πρὸς αὐτὸν ἀφιγμένος ἀπα τηλῶς κατησπάζετο λέγων "Χαῖρε ῥαββί." ἀλλὰ καὶ λαβόντες αὐτὸν εἰς τὸ πεδίον, τουτέστιν, ἔξω τῆς πύλης διεχρήσαντο. "ἔξω γὰρ τῆς πύλης" πέπονθε δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ὁ Χριστός. ὁρᾷς οὖν ὅπως τῷ μὲν Ἁβραὰμ ἢ τοῖς ἐξ ἐκείνου γεγονόσι προσεχῶς κατ' οὐδένα τρόπον ἐοικότες ἁλίσκονται, τοῦ δὲ ἰδίου καὶ πρέποντος ὄντως αὐτοῖς πατρὸς ἔχουσι τὴν εἰκόνα, σύμμορφόν τε καὶ συγγενῆ τὴν κακίαν αὐτῷ νοσοῦντες ἐκτόπως, δικαίως ἀκούουσιν Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν· ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ· ὅταν 2.101 λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ· ὅτι ψεύστης ἐστὶ, καθὼς καὶ ὁ πατὴρ αὐτοῦ. ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω ὑμῖν, οὐ πιστεύετέ μοι. βλέπει μὲν ὁ τοῦ λόγου σκοπὸς πρὸς τὸν ἐν μέσῳ παροισθέντα καὶ ὑποδειχθέντα τῶν Ἰουδαίων πατέρα, φημὶ δὲ τὸν Κάϊν, ἐκπλατύνεται δὲ πρὸς τὸ γενικώτερον. οὐ γὰρ μέχρι τῶν ἐκείνου τρόπων τὴν τῶν λεγομένων ἵστησι δύναμιν, περιτίθησι δὲ τῷ κατ' ἐκεῖνον παντὶ τὸ ὡς ἐφ' ἑνὸς ἰδικῶς ἐπὶ παντὸς ὁμοίου τιθείς. ὅταν γὰρ, φησὶν, ὁ Κάϊν ἤτοι κατ' ἐκεῖνον ἕτερος ψεύστης λαλῇ τὸ ψεῦδος ἐξ ἰδίας ὥσπερ συγγενείας λαλεῖ. ἃ γὰρ ἔχει μαθὼν παρὰ τῶν ἡγουμένων, καὶ τοῦ τῆς κακίας δεδωκότος τὴν ἀρχὴν, τινὰ καθάπερ φυσικὴν ἐπιτηδειότητα τὸ ψεύδεσθαι ποιησάμενος τὸν ἑαυτοῦ μιμεῖται πατέρα. λαλεῖ γὰρ τὸ ψεῦδος· διὰ τοῦτο, φησὶν, ἐπείπερ αὐτῷ καὶ φιλοψεύστης γέγονε πατὴρ, ἄγεται δὲ ὥσπερ τισὶ φυσικοῖς ἤδη θεσμοῖς εἰς δυσγένειαν τὴν παππῴαν τε καὶ πατρικὴν, καὶ δεικνύει μὲν ἐν ἑαυτῷ τὴν ἐκείνων φαυλότητα, διαφανεστάτην δὲ ὥσπερ εἰκόνα τῶν ἰδίων ἠθῶν τε καὶ τρόπων τὴν ἐν τοῖς προγόνοις μοχθηρίαν πεποιημένος, ἐπαυχεῖ που πάντως τοῖς ἰδίοις κακοῖς. ὅτε τοίνυν ταῦθ' οὕτως συμβαίνειν ἔθος, καὶ ἡ τῶν ἀρχαίων φαυλότης ἐγχαραττομένη τοῖς ὁμοηθέσιν ἐκείνων αὐτοὺς καὶ παῖδας ὀνομάζεσθαι ποιεῖ, τί τὸ κωλύον ἐστὶ τὴν ἀλήθειαν λέγοντι καί μοι πιστεύειν ὑμᾶς, ὅτι δὴ πάντως ἐξ ἀληθοῦς πέφηνα Πατρὸς, καὶ καθάπερ ἤδη προεῖπον "Ἐκ "τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω;" εἰ γὰρ ψεύδεταί τις ἐπειδὴ ψεύστην ἔχει τὸν πατέρα, καὶ ἐξ ἰδίας ὥσπερ συγγενείας ἐκεῖθεν λαλεῖ, πῶς οὐκ ἀναγκαῖον λέγοντα κἀμὲ τὴν ἀλή θειαν νοεῖσθαι δὴ πάντως ἐξ ἀληθοῦς γεγεννῆσθαι Πατρὸς καὶ οὐ, καθάπερ ὑμεῖς δυσσεβοῦντες ὑπετοπήσατε, τῶν ἐπι γείων τινὸς ἐκ πορνείας καὶ συνόδου τῆς οὐ κατὰ νόμον; Τοιούτοις μὲν οὖν χρήσαιτ' ἂν ῥήμασι πρὸς Ἰουδαίους ὁ Κύριος· ἰστέον δὲ ὅτι ἐπὶ μὲν ἀνθρώπων ἤγουν πνευμάτων 2.102 λογικῶν ἐν ἤθει καὶ τρόποις ὁρᾶται τὸ συγγενὲς, ὅπερ ἂν ἔχοιεν πρός τε ἀλλήλους εἰς τὸν ἁπάσης κακίας πατέρα διάβολον· ἐπὶ δὲ τοῦ Μονογενοῦς μόνον εἰς εἰκόνα τοῦ θεωρουμένου τὸ πρᾶγμα ληφθέν· παρ' αὐτοῦ γὰρ πάντως ἀπαραποιήτως σχηματίζεται· τὸ γὰρ ὁμοφυὲς αὐτῷ πρὸς τὸν Πατέρα φυσικόν τε καὶ οὐσιῶδες· ἐξ αὐτοῦ γὰρ ὑπάρχων ἀληθῶς μετὰ τῆς κατὰ φύσιν ἰδιότητος πάντα ἔχων τὰ αὐτοῦ, καὶ τῆς ἐμφερείας τῆς εἰς ἅπαντα τὴν ἀκρότητα, μορφὴν καὶ εἰκόνα καὶ χαρακτὴρ ὁρᾶται τοῦ φύσαντος. ἐπειδὴ τοίνυν ἀληθὴς ὁ Πατὴρ, ἀλήθεια πάντως καὶ ὁ ἐξ αὐτοῦ, τουτέστιν, ὁ Χριστός. Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; Οὐκ ἐλέγχεσθαι προσδοκῶντος ἡ ἐρώτησις, ἀναιροῦντος δὲ μᾶλλον καὶ ἀποφάσκοντος παντελῶς τὸ περιπεσεῖν ἁμαρτίᾳ δύνασθαι τὸν ἐκ Θεοῦ πεφηνότα Θεὸν ἀληθινόν· ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν ὁ Χριστός. ἅπασα μὲν γὰρ ἁμαρτία ἐκ παρατροπῆς τῆς ἀπὸ τοῦ βελτίονος ἐπὶ τὸ μὴ οὕτως ἔχον λαμβάνει τὴν γένεσιν, ἐντίκτεται δὲ τοῖς τρέπε σθαι πεφυκόσι, καὶ ἀλλοιώσεως τῆς ἐφ' ἃ μὴ προσῆκε δεκτικοῖς. πῶς ἂν οὖν νοοῖτο καὶ ἁμαρτεῖν ὁ τροπὴν οὐκ εἰδὼς, οὐδὲ ἀλλοιώσεως τῆς ἐπί τι τῶν οὐ πρεπόντων δεκτικὸς, ἀκλόνητος δὲ μᾶλλον τοῖς ἰδίοις ἐμπεφυκόσιν ἀγαθοῖς, καὶ οὐ παρ' ἑτέρου τινὸς, ἀλλ' ἐξ ἑαυτοῦ; ἀνα πυνθάνεται τοιγαροῦν Ἰουδαίων ὁ Κύριος, εἴπερ ὅλως ἔχουσι διελέγχειν αὐτὸν περὶ ἁμαρτίας. καὶ ὁ μὲν λόγος ὁ περὶ τούτου καὶ κατὰ παντὸς ἂν διήκοι πλημμελήματος ἐπὶ τὸ καθόλου ληφθείς· πλὴν τῷ προκειμένῳ πρεπόντως αὐτὸν ἐφαρμόζοντες, οὐ περὶ πάσης φαμὲν ἁμαρτίας ἔρεσθαι πρὸς 2.103 τὸ παρὸν, καὶ οὕτως ἐλέγχεσθαι δεδιὼς τοῦτο δρᾶν, διενοή θημεν δέ τι τοιοῦτον, ὅτι τὴν τῶν Ἰουδαίων ἁμαρτίαν δυσωπεῖν ὅτι μάλιστα διὰ σπουδῆς ἔχων ἀεὶ, οὐκ ἂν διὰ τούτου παραθήγειν ἠνέσχετο πρὸς τὸ πάλιν ἐκεῖνα κατη γορεῖν, ἃ δὴ καὶ φθάσαντες ἐλέγομεν "Περὶ καλοῦ ἔργου "οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ "ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν·" πρὸς δὲ τούτοις ἔτι καὶ τὴν ἐπὶ τῷ σαββάτῳ παρακομίζειν κατάλυσιν ἐφ' ᾗπερ ἂν λίαν ὡς παρανομήσας ἐκρίνετο. ἁμαρτίαν οὖν ἄρα πρὸς τὸ παρὸν ὀνομάζει τὸ ψεῦδος. εἰ γὰρ οὐδεπώποτε, φησὶν, ἐλέγχομαι ψεύστης, τοῦ δὴ χάριν ἀπειθεῖν ἐγνώκατε τῷ διὰ παντὸς ἀληθεύοντι, λέγοντί τε πάντως σαφῶς ὅτι Πατρὸς ἐξέφυν ἀληθινοῦ, καὶ ὅτι τὸ ψεῦδος οὐκ οἶδα; δότε δὴ δότε λοιπὸν ἀνενδοιάστως πίστει κρατεῖν ὅτι πάντως εἰμὶ καὶ ἀληθὴς, ὅταν λέγω περὶ ἐμαυτοῦ "Ἐγὼ ἐκ τοῦ Πατρὸς "ἐξῆλθον καὶ ἥκω·" περὶ δὲ ὑμῶν ὅτι ὁ πατὴρ ὑμῶν ὁ διάβολός ἐστι· ψεύδεσθε γὰρ καὶ φονᾶτε καθάπερ ἐκεῖνος. διελέγχει δὲ χρησίμως φονῶντας αὐτοὺς, ἀνακόπτων ὥσπερ διὰ τούτου τὰ ἐγχειρήματα. ἐξελεγχομένη γὰρ ἁμαρτία πολλάκις ὑπερυθριᾷ, καὶ ὑπονοστεῖ τρόπον τινὰ, πρὸς τὸ πρόσω χωρεῖν καὶ ἐπεκτείνεσθαι μηδαμόθεν εὑρίσκουσα· δοκοῦσα δέ πως διαλανθάνειν ἀεὶ πρὸς τὸ μεῖζον αἴρεται, καὶ ἀδιακωλύτοις ὁρμαῖς εἰς πέρας ἕρπει τὸ χείριστον. Εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι; ∆ιὰ τῶν αὐτῶν πολλάκις δίεισι λόγων, ἐπείπερ ὁρᾷ συνιέντας οὐδέν· χρῆμα γὰρ δὴ καὶ τοῦτο διδασκάλοις ὅτι μάλιστα πρεπωδέστατον, τὸν εἰς ἅπαξ φημὶ μὴ παρα δεχθέντα λόγον πολυτρόπως ἀνελίττειν οὐ κατοκνεῖν, ἵνα ταῖς τῶν ἀκροωμένων ἐνιζάνῃ ψυχαῖς. ὅτε τοίνυν ὁ ψεύστης, 2.104 φησὶ, "λαλεῖ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ· ψεύστης γάρ "ἐστι καθὼς καὶ ὁ πατὴρ αὐτοῦ·" τί τοῖς εἰρημένοις οὐκ ἀδελφὰ λογιζόμενοί τε καὶ πράττοντες, κἀμοὶ λέγοντι τὴν ἀλήθειαν οὐ πιστεύετε, ὅτι παρὰ ἀλήθειαν διὰ τοῦτο λαλῶ, ἐπείπερ εἰμὶ καὶ οὕτως ἀληθὴς καθάπερ καὶ ὁ Πατήρ; εἰκὸς δὲ δήπου διελέγχειν αὐτὸν Ἰουδαίους ἀσθενοῦντας διὰ τοῦτο πρὸς τὸ μὴ δύνασθαι τοὺς ἐξ ἀληθείας χωρήσαντας λόγους, ἐπείπερ οὐκ εἰσὶ τῆς ἀληθείας υἱοί. ἐπιψεύδονται δὲ μάτην ἑαυτοῖς πατέρα τὸν Θεὸν ὅταν λέγωσιν "Ἕνα πατέρα ἔχομεν "τὸν Θεὸν." ὁ μὲν γὰρ Θεὸς, φησὶν, ὅλως ὢν ἀλήθεια, χαίρει τῇ ἀληθείᾳ, "καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν "ἀληθείᾳ καὶ πνεύματι" βούλεται προσκυνεῖν. τὰ δὲ τῆς ἀληθείας τέκνα δέχεται προθύμως τὸ συγγενὲς, τουτέστι, τὴν ἀλήθειαν. ὑμεῖς δὲ διὰ τοῦτο λέγοντί μοι τὴν ἀλήθειαν οὐ πιστεύετε, ἐπείπερ οὐκ ἐστὲ τῆς ἀληθείας υἱοί. τοιοῦτόν τι μοι δοκεῖ λέγειν πρὸς Ἰουδαίους ὁ Κύριος, ὁποῖόν περ ἄν τις καὶ ἐφ' ἑτέρου σχηματίσας κατίδοι καλῶς. λεγέτω γάρ τις τυχὸν τῶν σωφρονεῖν εἰωθότων πρὸς ἀκόλαστον υἱὸν ἤγουν οἰκέτην ἢ γείτονα Εἰ σωφρονεῖν σοι δοκῶ πορνείαν παραι τούμενος, καὶ τὴν ἐντεῦθεν ὑπόληψιν τῆς ἐμαυτοῦ κεφαλῆς ὡς ποῤῥωτάτω τιθεὶς, διὰ τί ἀπειθεῖς καὶ οὐ πιστεύεις λέγοντι φαῦλον ὅτι καὶ μυσαρὸν τὸ πρᾶγμά ἐστι; καὶ οὐ δήπου πάντως τῇ πεύσει τὴν ἀπολογίαν ἀντεπάγεσθαι ζητῶν τὰ τοιαῦτα φήσειεν ἂν, ἀλλ' ἐξ ὧν ἀπειθοῦντα δεικνύει σαφῶς ἐξελέγχων, ὅτι χαίρων ταῖς ἀκολασίαις οὐ χωρεῖ τὸν σωφρονίζοντα λόγον. Οὕτως οὖν ἄρα καὶ ἐπὶ τῶν Ἰουδαίων νοήσομεν, ὅταν εἴπῃ 2.105 Χριστός Εἰ ἀλήθειαν λέγω διὰ τί οὐ πιστεύετέ μοι; τὸ γὰρ τῶν τοιούτων ἐρωτήσεων σχῆμα παραπίπτουσαν ἔχει καὶ ἀεί πως παρακειμένην ἐκ τῶν ἐρωτωμένων ὁμολογίαν, ἐλέγχουσα δὲ μᾶλλον αὐτοὺς ἡ ἐπερώτησις κατὰ τὸ πολὺ φαίη τις ἄν. ὧν γὰρ ἡμεῖς κεκτήμεθα νοσοῦντας τὴν ἐρημίαν τοὺς ἠρωτη μένους ἐξελέγχομεν. ἐπιτήρει δὲ ὅπως οὐκ ἀπολύτως, ἀλλ' οὐ καθόλου φησί ∆ιὰ τί οὐ πιστεύετέ μοι; ἀλλὰ προστέθεικε τό Ὑμεῖς, αἰνιττόμενός πως τοὺς ἀγριώτερον ἀπειθεῖν εἰω θότας, καὶ ὑπεμφαίνων ὡς παρῆσάν τινες εὐγενεστέραν ἴσως ἔχοντες τὴν διάνοιαν, καὶ οὐκ ἀκριβεῖς τῆς τοῦ Κάϊν δυστρο πίας τοὺς χαρακτῆρας ἐν τοῖς ἰδίοις ἤθεσιν ἀποσώζοντες, ἀλλ' ὅσον οὐδέπω προκόψαντες καὶ εἰς τὸ ἐν τέκνοις κατατάττεσθαι Θεοῦ. φημὶ γὰρ οἴεσθαι δεῖν μὴ πάντας ἄρδην ἀκράτοις ἀπονοίαις βεβαπτίσθαι τοὺς Ἰουδαίους, ἀλλ' εἶναί τινας ζῆλον μὲν ἔχοντας Θεοῦ, καθάπερ ὁ Παῦλός φησι, πλὴν οὐ κατ' ἐπίγνωσιν, διά τοι τοῦτο βραχὺ περὶ τὴν πίστιν μελλήσαντας. ἐν δέ γε τοῖς οὕτω διακειμένοις αἰτια σόμεθα πολὺ βλέποντας εἰς ὀργὴν, καὶ ἀκρατῶς ἐκκεκαυ μένους εἰς μιαιφονίαν, τοὺς ἀνοσίους μάλιστα γραμματεῖς καὶ Φαρισαίους, οἷς ἂν ἐπάγοιτο πρεπωδέστερον καὶ τό ∆ιὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι, ἰδικῶς ὥσπερ αὐτοῖς τὴν ἄμετρον ἀπείθειαν ἀνατιθέντος Χριστοῦ. αὐτοὶ γὰρ ἦσαν οἱ καθη γούμενοι, καὶ συντρέχειν τοῖς σφῶν ἀνοσιουργήμασιν ἀνα πείθοντες τὸ ὑπήκοον. διά τοι τοῦτο κατηγοροῦνται δικαίως ὡς ἄραντες τὴν κλεῖδα τῆς γνώσεως, καὶ μήτε εἰσβαίνοντες αὐτοὶ, διακωλύοντες δὲ καὶ ἑτέρους. ἔχει τοίνυν τὸ καί Ὑμεῖς ἰδικωτέραν ὥσπερ πρὸς τοὺς ἡγουμένους μάλιστα τὴν ἀναφοράν. 2.106 Ὁ ὢν ἐκ τοῦ Θεοῦ τὰ ῥήματα τοῦ Θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ Θεοῦ οὐκ ἐστέ. Τὸ μέν Ἐκ τοῦ Θεοῦ τινας εἶναι νοητέον ἐν τούτοις, οὐκ ὡς ἐκ τῆς οὐσίας αὐτοῦ γεννηθέντας· εὔηθες γάρ· ἀλλ' οὐδὲ κατ' ἐκεῖνο τὸ διὰ τοῦ Παύλου λεγόμενον "Τὰ πάντα ἐκ "τοῦ Θεοῦ·" ἐπειδὴ γάρ ἐστι δημιουργὸς καὶ γενεσιουργὸς ἁπάντων ὁ τοῖς πᾶσι τὸ εἶναι διδοὺς, τὰ πάντα ἐξ αὐτοῦ φησιν ὁ θεσπέσιος Παῦλος. ἀλλ' ἐν τούτοις οὐχ ἁρμόσει τὸ οὕτω νοεῖν· ἅπαντες γάρ εἰσιν ἐκ Θεοῦ πονηροί τε καὶ ἀγαθοὶ, καθὸ πάντων ἐστὶ δημιουργός. ἐκ Θεοῦ τοιγαροῦν φησι τὸν ἐξ ἀρετῆς καὶ ἐννόμου πολιτείας προσοικειωθέντα Θεῷ, καὶ ἠξιωμένον ὥσπερ τῆς πρὸς αὐτὸν συγγενείας, καθὸ καὶ ἐν τέκνοις κατατάττειν τοὺς τοιούτους ἀξιοῖ. ὁ τοίνυν φησὶν ὢν ἐκ Θεοῦ προχειρότατα καὶ ἀσμένως τοὺς θείους εἰσδέξεται λόγους· φίλον γάρ πως ἀεὶ τὸ συγγενὲς καὶ οἰκεῖον· ὁ δὲ μὴ ὢν ἐκ Θεοῦ, τουτέστιν, ὁ κατὰ μηδένα τρόπον τὴν πρὸς αὐτὸν οἰκείωσιν τετιμηκὼς, οὐκ ἂν ἥδιστα τῶν θείων ἐπακροάσαιτο λόγων· οὐδὲ γὰρ ἐνυπάρξαι τοῖς πονηροῖς ῥᾳδίως τὸ ἀγαθὸν, ἀξιομάχος δὲ οὐδαμῶς ὑπὲρ τῆς ἀρετῆς ἐστι πόθος, ἐπείπερ αὐτοῖς τῆς ἐσχάτης ἀναπέπλη σται μοχθηρίας ὁ νοῦς, καὶ πρὸς μόνον ὁρᾷ τὸ ἴδιον θέλημα. Ὅταν δὲ λέγῃ Χριστός Ὁ ὢν ἐκ τοῦ Θεοῦ τὰ ῥήματα τοῦ Θεοῦ ἀκούει, νομιζέτω μηδεὶς ὅτι μόναις ταῖς τοῦ σώματος ἀκοαῖς τὰς θείας ἡμᾶς εἰσοικίζεσθαι φωνὰς ἐπιτάττει. τίς γὰρ τῶν ὄντων, εἰ καὶ φαῦλος εἴη κομιδῇ, τῆς τοῦ λαλοῦντος ὁτιδηποτοῦν οὐκ ἂν ἀκροάσαιτο φωνῆς, εἰ μὴ ἄρα νόσῳ τινὶ παραιροῖτο τὴν αἴσθησιν; τὸ δέ Ἀκούει τίθησιν ἐν τούτοις, 2.107 ἀντὶ τοῦ συγκατανεύει, πείθεται καὶ εἰς νοῦν ἀποκρύπτει τὸν ἑαυτοῦ, κατὰ τὸ εἰρημένον ἐν βίβλῳ παροιμιῶν "Σοφὸς "καρδίᾳ δέξεται ἐντολάς." τὴν μὲν γὰρ τῶν ἀνοήτων, ἤτοι καταφρονητῶν, καθάπερ τις ἄσημος ἠχὴ περιενεχθεὶς ὁ λόγος, καὶ ὥσπερ τις κτύπος παρενοχλήσας εἰκῇ παραχρῆμα τῶν λαβόντων ἀπαλλάττεται, εἰσδύνει δὲ καθάπερ εἰς ἄρου ραν εὐγενῆ τῶν συνετῶν τὴν καρδίαν. σοφῶς δὴ σφόδρα τὰς τῶν Ἰουδαίων ἀπονοίας ἐλέγχων ὁ Κύριος, καὶ δυσφη μοῦντας ἀνέδην ἐπιδεικνὺς, τοὺς ἑαυτοῦ λόγους τοῦ Θεοῦ λόγους εἶναί φησι. μεταπαιδεύει γάρ πως, φησὶν, αὐτοὺς εἰς τὸ φρονεῖν ἐπ' αὐτῷ τὰ πρεπωδέστερα, καὶ μὴ νομίζειν Ἰωσὴφ, ἤγουν ἑτέρου τινὸς τῶν ἐπὶ τῆς γῆς, ἐκπεφυκέναι κατὰ ἀλήθειαν, ἀλλ' ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς Θεὸν ἐκ Θεοῦ πεφηνέναι πιστεύειν, ὃ δὴ καὶ συνέντες ἀσχάλλουσι, καὶ θερμοτέροις καταφλέγουσι τοῖς θυμοῖς προστιθέντες "ἀνομίαν ἐπὶ τὴν ἀνομίαν ἑαυτῶν," καθὰ γέγραπται, δι' ὧν ἔτι μειζόνως ὑβρίζουσιν. Ἀπεκρίθησαν Ἰουδαῖοι καὶ εἶπον αὐτῷ Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρείτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις; Καταθρηνῆσαι πάλιν ἀκόλουθον τὴν τῶν Ἰουδαίων ἀπο πληξίαν, καὶ τῆς εὐηθείας τὴν ὑπερβολήν. ταῖς γὰρ σφῶν αὐτῶν ἁλίσκονται φωναῖς, καθάπερ οἱ θῆρες, ὅτε ταῖς τῶν σφαττόντων ἐπιπηδῶσι χερσὶν, αὐτοὶ καθ' ἑαυτῶν τὰς ἐπὶ τῷ σιδήρῳ κιχρῶντες ὁρμάς. ἐλεγχόμενοι γὰρ ὡς ἔθος αὐτοῖς καὶ μελέτη σύντροφος τὸ ψευδομυθεῖν, ἀληθὲς ὂν παραχρῆμα δεικνύουσι, καὶ διαπριόνται μὲν ὡς οὐκ εἶεν ἐκ Θεοῦ παρὰ τοῦ Σωτῆρος ἀκούοντες. οὐδενὸς δὲ μεταξὺ διαγεγονότος χρόνου, τῆς τοῦ διαβόλου κακίας ἀκριβεστάτην ἐν ἑαυτοῖς ἀποφαίνουσι τὴν εἰκόνα. Σαμαρείτην γὰρ καὶ 2.108 δαιμονιῶντα, φασὶ, τὸν ἐκ Θεοῦ πεφηνότα τολμῶσι λέγειν Θεὸν, αὐτοὶ μᾶλλον ἐν ἑαυτοῖς τὸ πικρὸν ἔχοντες καὶ θεομάχον δαιμόνιον· οὐδεὶς γὰρ λέγει Ἀνάθεμα Ἰησοῦς εἰ μὴ ἐν Βεελζεβοὺλ, κατὰ τὴν τοῦ Παύλου φωνήν. ψεῦσται μὲν οὖν καὶ ὑβρισταὶ καὶ λοίδοροι καὶ διὰ τούτων ὄντες ἁλώσονται, καὶ θεομαχεῖν εἰθισμένοι, τὴν πρέπουσαν ἀποτί σουσι δίκην τῷ πάντα ἰσχύοντι κριτῇ. Ζητητέον δὲ πάλιν κἀν τούτῳ τὴν αἰτίαν, δι' ἣν καὶ Σαμαρείτην εἶναί φασι καὶ δαιμονιῶντα τὸν Κύριον. τὸ γὰρ προθέντας εἰπεῖν Οὐ καλῶς ἡμεῖς λέγομεν, ὑπεμφαίνει πως ὡς ἐπ' αἰτίαις τισὶ καὶ ὡς Σαμαρείτην διασύρουσι, καὶ μὴν καὶ τὸ ἕτερον, ὅπερ τῆς ἐκείνων ἔστι τολμῆσαι φωνῆς. οὐκοῦν Σαμαρείτην εἶναί φασιν ὡς ἀδιαφοροῦντα περὶ τὰς νομικὰς ἐντολὰς, καὶ τὴν τοῦ σαββάτου λύσιν ἐν οὐδενὶ λογιζόμενον. οὐ γὰρ ἀκριβὴς παρὰ τοῖς Σαμαρείταις ἐστὶν Ἰουδαϊσμὸς, μέμικται δέ πως ἔθεσι τοῖς ὀθνείοις καὶ Ἑλληνικοῖς ἡ ἐκείνων λατρεία. ἢ καθ' ἕτερον λόγον Σαμαρείτην λέγουσιν αὐτὸν εἶναι, ἐπείπερ Σαμαρείταις ἦν ἔθος ἑαυτοῖς μὲν τὴν καθαρότητα μαρτυρεῖν τε καὶ ἐπιψεύδεσθαι, κατα κρίνειν δὲ τοὺς ἑτέρους ὡς μεμολυσμένους. διὰ ταύτην γὰρ οἶμαι τὴν πρόφασιν "Οὐ συγχρῶνται Ἰουδαῖοι Σαμαρεί "ταις," κατὰ τὸ γεγραμμένον, παραιτοῦνται δὲ καὶ τὸ ἑτέροις τισὶν ἐπιμίσγεσθαι, καταμυσαττόμενοι τρόπον τινὰ τὸν ἐντεῦθεν μολυσμὸν, ἐπείπερ αὐτοῖς τὸ οὕτως ληρεῖν ὀρθῶς ἔχειν δοκεῖ. καταδικάζων δὲ τῆς Ἰουδαίων κακοηθείας ὁ Κύριος, υἱοὺς μὲν αὐτοὺς ἀπεκάλει τοῦ διαβόλου, ἑαυτῷ γεμὴν τὸ παντελῶς ἀνυπαίτιον εἰς ἁμαρτίαν, καὶ καθαρότητα τὴν εἰς ἄκρον ἐπιμαρτυρεῖ λέγων "Τίς ἐξ ὑμῶν ἐλέγχει με "περὶ ἁμαρτίας;" τοῦτο δὲ ἦν ἐναργῶς ἑαυτῷ μὲν καθαρό τητα, διὰ τοῦ μὴ δύνασθαι περιπεσεῖν ἁμαρτίᾳ, τὴν ἀνωτάτω 2.109 προσγράφοντος· διὰ δὲ τοῦ τέκνα λέγειν τοὺς Ἰουδαίους τοῦ Σατανᾶ, κατακρίνοντος ὡς μεμολυσμένους, καὶ πάσης ἀκαθαρσίας ἀνάπλεω ἔχοντας τὸν νοῦν, ὅπερ ἐστὶ καὶ ἀληθές. οὐκοῦν Σαμαρείτην μὲν διὰ ταῦτα, δαιμονᾶν δὲ πάλιν φασὶν, ὅτι τοῖς δαιμονίοις ἔθος τὴν Θεῷ χρεωστου μένην εἰς ἑαυτὰ μετατιθέναι τιμὴν, καὶ τὴν τοῦ Θεοῦ δόξαν ἁρπάζειν ἀφειδῶς. αὐτὸ δὲ δὴ τοῦτο δρᾶν οἴονται τὸν Χριστὸν, ὅταν ἑαυτὸν ἄνθρωπος ὢν ὡς εἰς Θεοῦ τόπον εἰσφέρῃ λέγων "Ὁ ὢν ἐκ τοῦ Θεοῦ τὰ ῥήματα τοῦ Θεοῦ "ἀκούει." ὑπεμφαίνει γὰρ ὡς περὶ τῶν ἰδίων ῥημάτων τὰ τοιαῦτα, φησί. τῆς μὲν οὖν λοιδορίας, μᾶλλον δὲ τῆς δυσφη μίας, τῆς κατ' αὐτοῦ πρόφασις αὕτη τοῖς Ἰουδαίοις καὶ ἀφορμὴ πρὸς τὸ ἐκεῖνα λέγειν, ἅπερ αὐτοῖς τὴν αἰώνιον ἠῤῥαβωνίζετο φλόγα. ἔπεισι δέ μοι θαυμάσαι κἀν τούτῳ πάλιν αὐτούς. ὀργιζόμενοι γὰρ, ἐπείπερ υἱοὶ διαβόλου καὶ ψεῦσται πολλάκις ἐκλήθησαν, ἔργῳ δεικνύουσι προσὸν αὐτοῖς τὸ ἔγκλημα, ὃ καὶ μᾶλλον ἐχρῆν διὰ τῆς εἰς ἀρετὴν ἀποτρίβεσθαι ῥοπῆς. τὸ γὰρ ὅλως διαλοιδορεῖσθαι φιλεῖν, καὶ τὰ μὴ προσόντα τισὶν ὡς προσόντα λέγειν, οὐ τοῖς ἐν τέκνοις Θεοῦ κατατεταγμένοις, ἀλλὰ υἱοῖς διαβόλου πρεπω δέστατον. λοιδοροῦσι δὲ οὐ μόνον οἱ δειλαιοὶ, οἳ καὶ τῆς ἑαυτῶν καταψεύδονται κεφαλῆς, ἵνα μὴ λέγω Χριστοῦ, ἀλλὰ γὰρ καὶ καλῶς τοῦτο διισχυρίζονται δρᾶν, οὐδὲ ὅσον εἰπεῖν καταγινώσκοντες τῆς φαυλότητος, ὅπερ ἐστὶ τυφλότητος τελειοτάτης ἀπόδειξις. Ἀπεκρίθη Ἰησοῦς Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν Πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με. Ἐν πραότητι μὲν ὁ λόγος, γέγονε δ' οὖν ὅμως ἐν ἤθει 2.110 πολλῷ. ἐμφατικώτατα γὰρ τό Ἐγὼ δαιμόνιον οὐκ ἔχω, φησὶν, ἑαυτὸν δὲ ὥσπερ ἀντιδιαστέλλων ἐκείνοις, τῆς μὲν ἐπὶ τούτῳ λοιδορίας ἐλεύθερον ἀποφαίνει, δεικνύει δὲ μᾶλλον ἐπ' αὐτῶν τὸ εἰρημένον ἀληθές. εἰ μὴ γὰρ αὐτοὶ τὸ δαι μόνιον εἶχον ἀληθῶς, κἂν ἀπέφριττον εἰκότως δαιμονῶντα καλεῖν τὸν διὰ τῶν ἔργων αὐτοῖς μαρτυρηθέντα Θεόν. εὐφυέστατα τοίνυν τό Ἐγὼ, φησὶν, οὐκ ἔχω, μετατιθεὶς ὥσπερ ἐπ' ἐκείνους τὸ εἰρημένον καὶ αὐτοῖς μᾶλλον ἀπονέμων αὐτὸ διὰ τὸ οὕτως ἔχειν κατὰ ἀλήθειαν. ἐγὼ τοίνυν οὐκ ἔχω, φησὶν, ἀλλ' ὑμεῖς δηλονότι τὸ δαιμόνιον, τιμῶ δὲ τὸν ἐμαυτοῦ Πατέρα, Θεὸν ἐμαυτὸν καὶ ἐκ Θεοῦ πεφηνέναι λέγων, καὶ ὅτι οὐκ ἔγνων ἁμαρτίαν διισχυριζόμενος. ἔδει γὰρ ἔδει Θεὸν εἶναι τὸν ἐκ Θεοῦ, καὶ τὸν ἐκ τοῦ μὴ εἰδότος ἁμαρτίαν κατὰ τὸν ἐξ οὗπέρ ἐστιν ὁρᾶσθαι τοιοῦτον. ἢν δὲ ὡς ἀνάγκη συμβῆναι τὸ ἐναντίον, εἰς τὸ προσκρούειν ὑμῖν παραιτού μενος, τοῖς οὐχ οὕτω λαμπροῖς ἐχρησάμην λόγοις· οὐ γὰρ ἂν ἐτιμήθη Θεὸς Υἱὸν ἔχειν νοούμενος τὸν οὐκ ὄντα Θεόν· οὐκ ἂν ἐτιμήθη φησὶν ὁ Πατὴρ, εἰ τοῦ καταπίπτοντος εἰς ἁμαρτίαν ὠνομάσθη ὁ πατήρ φησιν. οὐκοῦν ἐμαυτῷ τὰ κάλλιστα μαρτυρῶν, δυσφημῶν μέν φησιν οὐδαμῶς, καθάπερ ὑμεῖς ὑπολαμβάνετε, τιμῶν δὲ μᾶλλον τὸν γεννήτορα. τιμῶ δὲ πάλιν αὐτὸν καὶ καθ' ἕτερον τρόπον· φημὶ γὰρ δικαίως περὶ ὑμῶν, ὅτι ἐκ τοῦ Θεοῦ οὐκ ἐστὲ, ἐπεὶ μηδὲ θέμις τοὺς εἰς τοῦτο πονηρίας ἥκοντας καὶ πάσῃ φαυλότητι βεβαπτισμένους, ἐκ Θεοῦ εἶναι λέγειν. τιμᾷ γὰρ καὶ οἰ κειότητος ἀξιοῖ τῆς πρὸς αὐτὸν οὐ τὸν ψεύστην καὶ λοί δορον καὶ δύσφημον καὶ ἀλαζόνα καὶ ὑβριστὴν, οὐδὲ τὸν ἀδίκως φονᾶν εἰωθότα, ἀλλὰ τὸν ἐπιεικῆ καὶ πρᾶον καὶ εὐσεβῆ καὶ φιλόθεον καὶ ἀγαθόν. οὐκοῦν καὶ κατὰ τοῦτο 2.111 τιμῶ τὸν Πατέρα, τῆς πρὸς αὐτὸν οἰκειότητος ἔξω τιθεὶς τοὺς ἐπ' ἀκράτῳ πονηρίᾳ κατεγνωσμένους, ὑμεῖς δὲ καὶ τοῦτο ποιοῦντα πάλιν ἀτιμάζετε, καὶ τοῖς ἐπαίνοις τοῖς περὶ τοῦ Πατρὸς ἐπισκήπτοντες, ἵνα μὴ μόνον εἰς τὸν Υἱὸν, ἀλλ' ἤδη καὶ εἰς αὐτὸν δυσσεβοῦντες ἁλίσκησθε. εἰ γὰρ ἐμαυτῷ τὰ κάλλιστα μαρτυρῶν τιμῶ τὸν γεννήσαντα, ἀτιμάσει πάντως δήπου, φησὶν, ὁ τὸν ἐξ αὐτοῦ τοῖς ἐσχάτοις περιβάλλων ὀνείδεσι. πανταχόθεν τοιγαροῦν καὶ τοῖς ἑαυτοῦ λόγοις συνίσταται Χριστὸς, καὶ ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ἀπο φαίνει σαφῶς, καὶ δι' ὧν τιμᾶσθαι τὸν Πατέρα φησὶ, τῆς πρὸς αὐτὸν οἰκειότητος τῆς τῶν ἀνοσίων πληθύος ἐξωθου μένης, ἀλλοτρίους Ἰουδαίους παντάπασιν ἀποφαίνει Θεοῦ. τί γὰρ τῶν ἐκεῖνα λεγόντων ἀνοσιώτερον; Ἐγὼ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων. Ἀληθὲς ἐν τούτοις ὁρᾶται διαφανῶς τὸ διὰ τοῦ Πέτρου περὶ τοῦ Σωτῆρος ἡμῶν εἰρημένον "Ὃς λοιδορούμενος οὐκ "ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρί "νοντι δικαίως." βλέπετε γὰρ ὅπως τὰ πάντων καίτοι χείριστά τε καὶ ἀπηχέστατα τὰ παρὰ τῶν ἀνοσίως ἐμπαροι νούντων αὐτῷ, καὶ τοῦτο πολλάκις [καὶ οὐκ] εἰσάπαξ ἀκούων, ἐπιμένει τῇ οἰκείᾳ χρηστότητι, καὶ τοῦ πρέποντος αὐτῷ κατ' οὐδένα τρόπον ἐξίσταται, πρὸς ὑποτύπωσιν καὶ τοῦτο δρῶν ἡμετέραν, ἵνα "τοῖς ἴχνεσιν αὐτοῦ" κατακολουθεῖν σπουδά ζοντες, μὴ "λοιδορίαν ἀντὶ λοιδορίας," μὴ ἕτερόν τι "κακὸν "ἀντὶ κακοῦ" τοῖς ἐθέλουσι λυπεῖν ἀντιδιδόντες ἁλισκώ μεθα, νικῶμεν δὲ μᾶλλον "ἐν τῷ ἀγαθῷ τὸ κακόν." ἐγὼ τοιγαροῦν οὐ ζητῶ τὴν δόξαν μου, φησὶ, καὶ οὐχ ὡς ἀκίνδυνον καθιστὰς τὸ ἐμπαροινεῖν αὐτῷ τοὺς ἐθέλοντας, ἀλλ' οὐδὲ 2.112 προτρέπων εὐπετῶς εἰς ταύτην ἰέναι τινὰς τὴν δυσσέβειαν, τοῦτο λέγων ὁρᾶται, ἐκεῖνο δὲ μᾶλλον ὑποδηλοῖ, ἥκω γάρ φησιν, οὐ δόξαν τὴν παρ' ὑμῶν ἐμπορευσόμενος, ἀλλ' οὐδὲ ὅλως τιμῆς ἢ εὐκλείας γλιχόμενος. τεταπείνωκα γὰρ ἐμαυ τὸν, ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων, καὶ ἄνθρωπος γέγονα καθ' ὑμᾶς δι' ὑμᾶς. ὁ δὲ δούλου μορφὴν οὐκ ἀπα ξιώσας λαβεῖν, ἐξὸν ἐν ἰσότητι διαμεῖναι τῇ πρὸς Θεὸν καὶ Πατέρα, καὶ τοῖς ὑπὲρ νοῦν καὶ λόγον ἐντρυφᾶν, πῶς ἂν ἔτι νοοῖτο δόξαν τὴν ὑπό του ζητῶν, καὶ οὐχὶ μᾶλλον ἐθελούσιον ὑπομεῖναι τὴν ἀδοξίαν διὰ τὸ ἑτέροις χρήσιμον; ἢ γὰρ τοῦτό φησιν ἐν τούτοις ὁ Κύριος, ἢ καὶ καθ' ἕτερον τρόπον οὐ ζητεῖν αὐτὸν τὴν ἑαυτοῦ δόξαν ὑποτοπήσομεν. παρὸν γὰρ αὐτῷ παραχρῆμα κολάζειν τοὺς ὑβριστὰς, καὶ τὰς ὑπὲρ τῆς δυσφημίας εἰσπράττειν δίκας, ὡς εἰς αὐτὸν ἀσεβοῦντας τὸν ἁπάντων Κύριον· φέρει τὸ λυποῦν ἡσυχῇ, καὶ διεκαρ τέρει τοσοῦτον ὡς μηδ' ὅσον εἰπεῖν ἀντιλυπῆσαι λόγῳ ψιλῷ τοὺς ἀλαζόνας ἐθέλειν· ἀλλ' ἵνα μὴ φαίνηται τὸ δυσσεβεῖν εἰς Θεὸν τοῖς τυχοῦσιν ἱππήλατον, ἀναγκαίως αὐτοῖς ὥσπερ ἐπιτείχισμά τι διακωλύων εἰς τοῦτο βαδίζειν εὐθέως, τὴν τοῦ Πατρὸς ἀντέταξεν ὀργήν. ἀνεξικακοῦντος γὰρ τοῦ Υἱοῦ, καὶ τὴν ἰδίαν οὐ διεκδικοῦντος παραχρῆμα δόξαν, οὐκ ἀνέξεταί φησιν ὁ Πατήρ· ἔκδικος γὰρ ἔσται, καὶ τοῖς ὑβρισταῖς ἐπαναστήσεται, οὐχ ὡς ἑτέρῳ συνασπίζων τυχὸν, οὐδὲ ὡς ἑνὸς τῶν ἁγίων ὑβρισμένου λυπεῖσθαι θέλων καὶ πρέπειν οἰόμενος, ἀλλ' ὡς εἰς αὐτὸν ἀναβαινούσης τῆς ἁμαρτίας· οὐδὲν γὰρ ὅλως τὸ μεσολαβοῦν Πατέρα καὶ τὸν Υἱὸν, ὅσον εἰς οὐσίας ταυτότητά φαμεν, κἂν ἰδίως ἑκάτερος ὑπάρχειν νοοῖτο. διὰ γάρ τοι τοῦτο καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐν ἑτέροις φησίν "Ὁ μὴ τιμῶν τὸν Υἱὸν, 2.113 "οὐδὲ τὸν Πατέρα τιμᾷ." ἔχει γὰρ ἐν ἑαυτῷ φυσικῶς ὁ Υἱὸς τὸν Πατέρα συνδοξαζόμενόν τε καὶ ἑκάτερον δηλονότι συνυφιστάμενον· ἔχει δ' αὖ πάλιν ἐν ἑαυτῷ ὁ Πατὴρ τὸν Υἱὸν ὥσπερ κοινωνὸν τῆς οὐσίας, οὕτω καὶ τῆς ἐφ' ἅπασι δόξης. κολασθήσονται τοίνυν οἱ τάλανες Ἰουδαῖοι διὰ τῆς εἰς τὸν Κύριον καὶ Υἱὸν δυσφημίας, εἰς ὅλην δυσσεβήσαντες τὴν ὁμοούσιον καὶ ἁγίαν Τριάδα, καὶ τὴν ἁπάντων βασιλίδα φύσιν, ὡς ἐν τῷ Υἱῷ λυπήσαντες. Παραιτητέον τοιγαροῦν παντὶ τῷ γε ὅλως σωφρονεῖν εἰω θότι, τὸ κατά τι γοῦν τῷ ἀγαθῷ προσκρούειν Θεῷ. οὐ γὰρ ἐπείπερ οὐκ ἐπάγει παραχρῆμα τοῖς εἰς αὐτὸν πλημμελοῦσι τὴν ὀργὴν διὰ τοῦτο πάντως ὑπτιωτέον. ἀγαθὸς μὲν γάρ ἐστι, "Μὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡμέραν, ἀλλ' ἐὰν μὴ "ἐπιστραφῶμεν τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει" κατὰ τὸ γεγραμμένον, καὶ ἐντενεῖ τὸ τόξον αὐτοῦ καθ' ἡμῶν, ἐν ᾧ τοῦ θανάτου τὰ σκεύη, τουτέστι, πᾶν εἶδος αἰκίας καὶ ἀφορήτου συμφορᾶς. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν λόγον μου τηρῇ, θάνατον οὐ μὴ ἴδῃ εἰς τὸν αἰῶνα. Περιττὸν ἀποφαίνει τὸ καὶ μακρὰς ἀντεπάγειν τὰς ἀπο λογίας τοῖς εἰωθόσι φιλοψογεῖν. ἀποκλίνει γὰρ ἐφ' ὅπερ ἦν ἀναγκαῖον, τὸ καλεῖσθαί φημι διὰ πίστεως εἰς τὴν αἰώνιον ζωὴν, μόνον δὲ οὐχὶ τὸ ἐῤῥῶσθαι φράσας τοῖς ἐξ ἀμαθίας λελυπηκόσι, τέχνῃ τινὶ πάλιν τὸν οἰκεῖον ἀναμίσγει λόγον. προειρηκὼς γὰρ ὡς περὶ Θεοῦ ὅτι "Ὁ ὢν ἐκ τοῦ Θεοῦ τὰ "ῥήματα τοῦ Θεοῦ ἀκούει," παραχρῆμά φησιν Ἐάν τις τὸν ἐμὸν λόγον τηρῇ, δεικνὺς ἑαυτὸν κατὰ φύσιν ὄντα Θεὸν, ἀπό τε τούτου διδάσκων μηδεμίαν τοῖς Ἰουδαίοις περιλελεῖφθαι δυσσεβείας ὑπερβολὴν, ὅτε καὶ δαιμόνιον ἔχειν εἰρήκασι τὸν 2.114 ζωὴν διδόντα τὴν αἰώνιον τοῖς ἐθέλουσι τηρεῖν τὸν λόγον αὐτοῦ. ἢ γὰρ οὐχὶ κατὰ φύσιν ὑπάρχων Θεὸς καὶ διὰ τούτου γνωσθήσεται; τίνι γὰρ ἂν ἑτέρῳ πρέποι τὸ δύνασθαι ζωο ποιεῖν εἰσαεὶ τοὺς τῶν παρ' αὐτοῦ ἀκροωμένους λόγων, εἰ μὴ τῷ γε ὄντι κατὰ φύσιν Θεῷ; τηρεῖται γεμὴν ὁ λόγος ὁ θεῖος, οὐ παραβαίνοντός τινος τὴν θείαν ἐντολὴν, ἀλλ' ἐνισταμένου καὶ δρῶντος ἀμελλητὶ τὸ κεκελευσμένον, καὶ κατὰ μηδένα τρόπον ἐπ' ἀργίᾳ τῶν θείων κατηγορουμένου νόμων. ἐπι τήρει δὲ πάλιν ὅσην ὁ λόγος ἔχει τὴν ἀκρίβειαν· οὐ γὰρ ἠνέσχετο λέγειν Ἐάν τις τὸν ἐμὸν ἀκούσῃ λόγον, ἀλλ' Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ. δέχονται μὲν γὰρ εἰς οὖς τὸν τοῦ Θεοῦ λόγον, οὐκ ἄνθρωποι μόνον ἁμαρτίας ἔνοχοι, ἀλλὰ καὶ αὐτὸ τῶν δαιμόνων τὸ ἀνόσιον στῖφος· καὶ γοῦν ὁ πάντων ἡγούμενος Σατανᾶς, ὅτε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πειράζειν ἐτόλμα κατὰ τὴν ἔρημον, λακτίζων εἰς κέντρα διὰ πολλὴν ἠθῶν ἀγριότητα, καὶ θεῖον αὐτῷ παρετίθει λόγον "Γέγραπται φήσας ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ "σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου." οὐκοῦν οὐκ ἐν ἀκροάσει ψιλῇ τῆς σωτηρίας ὁ λόγος, οὐδὲ ἐν μόνῳ τῷ μαθεῖν ἡ ζωὴ, ἀλλ' ἐν τῷ τηρῆσαι τὸ ἀκουσθὲν, καὶ ὥσπερ τινὰ κανόνα καὶ ὁριστὴν τοῦ βίου, τὸν θεῖον αὐτῷ παρετίθει λόγον. φησὶ δὲ ὅτι θάνατον οὐ μὴ ἴδῃ εἰς τὸν αἰῶνα τῶν αὐτοῦ ῥημάτων ὁ βέβαιος φύλαξ, οὐχὶ πάντως ἀναιρῶν τὸ τεθνάναι σαρκὶ, ἀλλ' ἢ τὸν θάνατον εἶναι θάνατον μὴ λογιζόμενος ὡς Θεός· οὐδὲν γὰρ αὐτῷ τὸ νεκρὸν, καθὸ πέφυκε καὶ τὸ μὴ ὂν ἄγειν εἰς γένεσιν, καὶ τὸ ἐνεχθὲν κατεφθαρμένον εὐκόλως ζωοποιεῖν· ἢ θάνατον οὐκ ὄψεσθαι τοὺς ἁγίους φησὶν εἰς αἰῶνα τὸν μέλλοντα, ὃς δὴ καὶ κυρίως τε καὶ ἀληθέστερον αἰὼν εἰκότως νοοῖτο πέρας οὐκ ἔχων, 2.115 καθάπερ οὗτος ὁ καθ' ἡμᾶς, οὐκ ὄψεσθαι δὲ τὸν θάνατον εἰς ἐκεῖνόν φησι τὸν αἰῶνα, τοὺς τὸν θεῖον αὐτοῦ τηρήσαντας λόγον, οὐχ ὡς τεθνηξομένων τινῶν μετὰ τὴν ἀνάστασιν· λέλυται γὰρ ὁ πάντων θάνατος ἐν θανάτῳ Χριστοῦ, καὶ τὸ τῆς φθορᾶς ἠφάνισται κράτος· ἀλλὰ θάνατον ὀνομάζει κατὰ τὸ εἰκὸς τὸ δι' αἰῶνος κολάζεσθαι. τοῦτο δὲ ἂν μάθοις, ὅπερ εἴρηκεν αὐτὸς ἐν τοῖς ἀνωτέρω διασκοπούμενος· "Ἀμὴν γὰρ, φησὶ, "λέγω ὑμῖν, ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον, ὁ "δὲ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται ζωήν." καίτοι πάντες ἀναβιώσονται, καὶ εἰς ζωὴν εἰσαῦθις ἀναδραμοῦνται, πιστοί τε καὶ ἄπιστοι. μερικὴ γὰρ καὶ οὐδαμῶς ἡ ἀνάστασις, ἀλλ' ἴση τοῖς ὅλοις, κατά γε τὸν ἐν τῷ χρῆναι πάντας ἀναβιῶναι λόγον. Πῶς οὖν ὁ μὴ πιστεύων τῷ Υἱῷ τὴν ζωὴν οὐκ ὄψεται, καίτοι πάντων ἀναστήσεσθαι προσδοκωμένων; δῆλον οὖν ἄρα παντί τῳ λοιπὸν ὅτι ζωὴν ἔθος ἀποκαλεῖν τῷ Χριστῷ, τὸ ἐν εὐθυμίᾳ καὶ δόξῃ βιῶναι μακρὰν καὶ καταλήγειν εἰς πέρας παραιτουμένῃ, ὅπερ ἐστὶν ἐν ἐλπίδι τοῖς ἁγίοις τεθη σαυρισμένον. ὥσπερ οὖν ἀπειθοῦντα τῷ Υἱῷ τὴν ζωὴν ἀθέατον ἕξειν φησὶ, καίτοι πάντων ἀποβιῶναι προσδοκω μένων, οὐ τὴν τοῦ σώματος κατασημαίνων ἐν τούτοις ζωὴν, ἀλλὰ τὴν τοῖς ἁγίοις ηὐτρεπισμένην εὐθυμίαν, οὕτως ἀπο καλῶν· τὸν αὐτὸν οἶμαι τρόπον τὸν γενναῖον καὶ νεανικὸν τῶν θείων αὐτοῦ ῥημάτων ἐσόμενον φύλακα, θάνατον οὐκ ὄψεσθαί φησιν εἰς τὸν αἰῶνα, καὶ οὐχὶ πάντως τὸν τοῦ σώματος θάνατον διὰ τούτου δηλῶν, ἀλλὰ τὴν τοῖς ἁμαρ τωλοῖς ηὐτρεπισμένην κόλασιν. ὡς γὰρ ἐν ἐκείνοις ἡ εὐθυμία διὰ τῆς ζωῆς σημαίνεται, οὕτω κἀνθάδε διὰ τοῦ θάνατον εἰπεῖν ἡ κόλασις. 2.116 Εἶπον αὐτῷ οἱ Ἰουδαῖοι Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Κατηγοροῦσι πάλιν τῆς ἀληθείας, οἱ ἐπείπερ ὠνομάζοντο ψεῦσται δυσφοροῦντες ὡς ὑβρισμένοι· μαρτυροῦσι δὲ καὶ οὐχ ἑκόντες ταῖς τοῦ Σωτῆρος φωναῖς, καὶ δι' ὧν ἀτιμάζουσι, διὰ τούτων αὐτὸν ἀψευδοῦντα δεικνύουσι. τυφλοὶ δὲ οὗτοί εἰσιν οἱ δείλαιοι, καὶ τοσαύτης ἀμαθίας ἀναπεπλησμένην ἔχουσι τὴν καρδίαν, ὡς μηδ' ὅλως ἀποτρίβεσθαι δεῖν τὰ ἐφ' οἷς ἂν ἐγκαλοῦνται νοεῖν, ἀλλ' αἰσχίοσι τῶν παρῳχηκότων ἀεὶ περιπίπτειν κακοῖς, καὶ τοῖς ἑαυτῶν ἁλίσκεσθαι βρόχοις. ἰδοὺ γὰρ ἰδοὺ καὶ δι' ὧν ἀπολογεῖσθαι νομίζουσιν, ὡς οὐ μάτην αὐτῷ λελοιδορημένοι, ψεῦσται διὰ τούτων μειζόνως ἐλέγχονται, καὶ σειραῖς ὥσπερ τῶν οἰκείων ἁμαρτημάτων ἐντονώτερον κατασφίγγονται. εὐηθέστατα δὲ καὶ τό Νῦν ἐγνώκαμεν ἐνθάδε φασίν· οἱ γὰρ καὶ πολλάκις καθυλα κτοῦντες αὐτοῦ, καὶ δαιμόνιον ἔχειν ἐπιφημίζοντες, νῦν ἐγνω κέναι φασὶ τῆς προλαβούσης αὐτῶν ἀθυρογλωττίας κατα δικάζοντες. εἰ γὰρ νῦν ἐγνώκασιν, οὐκ ᾔδεσαν πάλαι. πῶς οὖν ἔφασκον δαιμονᾶν τὸν οὔπω κατεγνωσμένον ὥσπερ οὖν ᾠήθησαν αὐτοί; ψεύστης οὖν πάλαι καὶ πρότερον ἄρα ἦν ὁ δυσσεβὴς τῶν Ἰουδαίων λαὸς, καὶ ἀπυλώτῳ στόματι τὴν ἐκ τοῦ διαβόλου κακίαν ἠρεύγετο κατὰ Χριστοῦ· ἁρπάζουσι δὲ πρὸς βεβαίωσιν τῆς ἑαυτῶν φλυαρίας τὸ εἰρημένον παρὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, διὰ πολλὴν ὡς εἰκὸς τὴν ἀποπληξίαν καὶ συνασπίζειν οἰόμενοι τῷ ψεύδει τὴν ἀλή θειαν. εἶτα δι' ὧν δύνασθε μαθεῖν ὅτι πλημμελοῦσι δυσ σεβῶς, τὸν τῆς αἰωνίου ζωῆς χορηγὸν ἐκτόπως ὑβρίζοντες, διὰ τούτων αὐτῶν οὐκ αἰσθάνονται πάλιν πρὸς ἐπίτασιν ἰόντες τῆς νόσου· οὐ γὰρ ὅπως ἐπ' ἐκείνοις μεταγινώσκειν αὐτοὺς ὅτι πρέποι λογίζονται, ἀλλ' ἤδη πεπεῖσθαί φασι περὶ 2.117 ὧν εἰρήκασιν ὡς ἦν ἡ ἀλήθεια ................... .................. καὶ ἀληθὴς ὁ προφήτης λέγων " Οτι εὐθεῖαι αἱ ὁδοὶ τοῦ Κυρίου, καὶ δίκαιοι πορεύσονται "ἐν αὐταῖς· οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς." κατα πλαγείη δ' ἄν τις τὴν ἀσύγκριτον αὐτῶν κἀν τούτῳ μανίαν. δαιμονίων καὶ πονηρῶν πνευμάτων οὐκ εὐαρίθμητον ὄχλον μιᾷ τοῦ Σωτῆρος φωνῇ συντριβόμενον βλέποντες, καὶ οὐχ ἑκόντα τῶν ἐν οἷς ἦσαν ἐξωθούμενον, οὐ καταφρίττουσι δαιμόνιον ἔχειν λέγοντες αὐτὸν, καίτοι διὰ λογισμῶν πληρο φορηθέντες ἀναγκαίων, ὡς οὐκ ἂν ὁ Σατανᾶς ἐκβάλοι τὸν Σατανᾶν. "Πᾶσα γὰρ βασιλεία, φησὶν ὁ Χριστὸς, μερι "σθεῖσα καθ' ἑαυτὴν ἐρημοῦται· καὶ πᾶσα οἰκία καὶ πόλις "μερισθεῖσα καθ' ἑαυτὴν ἐρημοῦται. καὶ εἰ ὁ Σατανᾶς τὸν "Σατανᾶν ἐκβάλλει, ἐφ' ἑαυτὸν ἐμερίσθη· πῶς οὖν σταθή "σεται ἡ βασιλεία αὐτοῦ;" ἰδοὺ τοίνυν ἐρεῖ τις, καὶ μάλα εἰκότως "Λαὸς ὄντως μωρὸς καὶ ἀκάρδιος, ὀφθαλμοὶ αὐτοῖς "καὶ οὐ βλέπουσιν, ὦτα αὐτοῖς καὶ οὐκ ἀκούουσιν." οὔτε γὰρ λόγῳ καὶ διδασκαλίαις μετατίθενται πρὸς τὸ ἐθέλειν τὰ ἀμείνω φρονεῖν, οὔτε τοῖς τῆς διανοίας ὄμμασι τὴν ἁπάντων βασιλίδα καταθεώμενοι φύσιν, ταῖς εἰς ἀτιμίαν ὑπερβολαῖς, καθάπερ τισὶ λίθοις, κατασφενδονῶσιν αὐτὴν, μᾶλλον δὲ τὴν ἰδίαν ἕκαστος ψυχήν. Ἁβραὰμ ἀπέθανε καὶ οἱ προφῆται ἀπέθανον, καὶ σὺ λέγεις Ἐάν τις τὸν λόγον μου τηρήσῃ, θάνατον οὐ μὴ γεύσηται εἰς τὸν αἰῶνα. Ὅτε τῆς ἰδίας καταψευδόμενοι κεφαλῆς οἱ πάντολμοι τῶν Ἰουδαίων δῆμοι, τό ∆αιμόνιον ἔχεις τῷ Σωτῆρί φασιν, οὐδὲν ἕτερον ὑποδηλοῦν ἐθέλουσιν, ἢ ὅτι Θεὸν σεαυτὸν ποιεῖς, ὡς 2.118 τὴν ὀφειλομένην τῇ θείᾳ φύσει τιμήν τε καὶ δόξαν εἰς αὐτὸν ὥσπερ περιπλάσας. τοῦτο γὰρ τοῖς δαιμονίοις ἔθος, ὥσπερ οὖν καὶ ἐν ἑτέροις εἰρήκαμεν. νοοῦσι δὲ τῶν ὁρωμένων πλέον οὐδὲν, οὐδὲ τὸν ἐν τῇ ἀνθρωπείᾳ σαρκὶ Θεὸν Λόγον ἐπιγινώ σκουσιν, ἀλλ' οὐδὲ βραχύ τι τῶν σωματικῶν τὸν οἰκεῖον ἀνοχλίζοντες νοῦν, μόνοις δὲ τοῖς ἐπιγείοις ἐμπήξαντες, περὶ μόνα στρέφονται τὰ χείρω, ἁφαῖς ὑποπίπτοντα. διὰ ταύτην οἱ τάλανες σκανδαλίζονται τὴν αἰτίαν, καὶ ψευδομυθεῖν οἴονται τὴν ἀλήθειαν, τουτέστι Χριστὸν, ἀλλὰ καὶ τῆς τῷ Θεῷ πρεπούσης κατεπαίρεσθαι δόξης ὑπολαμβάνουσιν αὐ τὸν, οὐχ ὅπως τὸ ἐν ἴσῃ τάξει τεθεῖσθαι τῷ πάντων κρατοῦντι καταδεχόμενον, ἀλλ' ἤδη μεῖζόν τι φρονοῦντα, καὶ δύνασθαι λογιζόμενον, ἢ καὶ δράσειν ὑπισχνούμενον, ὅπερ οὐκ ἔδρασεν ὁ Θεὸς καὶ Πατήρ. τί γὰρ δὴ καὶ ἀσχάλλουσι τεθνάναι λέγοντες Ἁβραὰμ καὶ τοὺς προφήτας, τοῦ δὴ χάριν πρὸς ἀνατροπὴν τῶν τοῦ Σωτῆρος λόγων τὸν τῶν ἁγίων προΐσχονται θάνατον, ἀκόλουθον κατιδεῖν. οὐκοῦν τοιοῦτόν τι βούλονται δηλοῦν Οὐ διεψεύσμεθα λέγοντες ὅτι δαιμόνιον ἔχεις, οὐ μακρὰν τῶν εἰρημένων ἡ ἀπόδειξις. ἰδοὺ γὰρ καὶ αὐτὸν ὑπεραλεῖσθαι τὸν Θεὸν ἐπαγγέλῃ τοῖς θαύ μασι, καὶ κατορθοῦν εὐκόλως ἰσχύσειν ἃ μὴ δέδρακεν αὐτός. Ἁβραὰμ μὲν γὰρ καὶ οἱ προφῆται, καίτοι τὸν τοῦ Θεοῦ τηρήσαντες λόγον, τοῖς τῆς φύσεως νόμοις οὐκ ἀντειρήκασιν, ἀλλ' ἐκλίθησάν τε καὶ πεπτώκασιν εἰς τὸν κοινὸν δὴ τοῦτον τοῦ σώματος θάνατον· εἶτα σὺ φῂς ἄγευστον ἔσεσθαι τοῦ θανάτου παντελῶς τὸν τῶν παρὰ σοῦ φύλακα λόγων· πῶς οὖν οὐκ ἀμείνω φησὶ τῶν ἐκείνου τὰ σά; ὁ δὲ Θεὸν 2.119 ὑπερτερήσειν ὑπολαβὼν, πῶς οὐκ ἀπόπληκτος ἐναργῶς; οἴονται γὰρ ἐκ πολλῆς ἀμαθίας, μόνον τὸν τοῦ σώματος θάνατον παραδηλοῦν ἐν τούτοις τὸν Κύριον, καὶ τὸ μὴ τεθνάναι σαρκὶ τοῖς αὐτῷ πειθομένοις κατεπαγγέλεσθαι, εἰ καὶ ὅτι μάλιστα σωφρόνων ἦν ἔργον ἐννοεῖν ὡς οὐδὲν ἀποθνήσκει τῷ Θεῷ, κἂν ἀποθάνῃ ζωοποιούμενον. εἰ γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρηνέχθη, πῶς οὐχὶ μᾶλλον ἑτοιμότερόν τε καὶ εὐπετέστερον τὸ ἤδη παρενεχθὲν ἐς τὸ καὶ εἰσαῦθις εἶναι κληθήσεται, κἂν βραχύ τι νοοῦσι κατευνασθὲν δι' οἰκονομίαν; οὐκ εἰδότες τοιγαροῦν τοῦ Σωτῆρος τὴν δόξαν Ἰουδαῖοι κατασοβαρεύονταί πως τῶν παρ' αὐτοῦ λόγων, καὶ δαιμονῶντα καλοῦσιν, ὡς καὶ ὧν οὐκ εἴργασται Θεὸς τὰ μείζω ποιεῖν ὑπισχνούμενον, καὶ πρὸς ἀπόδειξιν τῆς ἑαυτῶν συκοφαντίας τόν τε τοῦ Ἁβραὰμ καὶ τῶν ἁγίων προφητῶν παρακομίζουσι θάνατον, διά τοι τούτου ἐλέγχειν οἴονται τὸν Χριστὸν ὡς ματαίοις μὲν ἐπικομπάζοντα λόγοις, διηνεκῆ δὲ τὴν ζωὴν τοῖς φυλάττουσι τὸν λόγον αὐτοῦ δώσειν ὑπισχ νούμενον, παραλύοντα δέ πως καὶ τὴν τοῦ Θεοῦ δόξαν, δι' ὧν τὰ μείζω δώσειν αὐτοῖς ὁμολογεῖ. Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἁβραὰμ, ὅστις ἀπέθανε; καὶ οἱ προφῆται ἀπέθανον. Ἐπεσκιασμένος κἀν τούτῳ τῶν Ἰουδαίων ὁ λόγος, καὶ βαθεῖαν ἑαυτῷ τὴν διάνοιαν ὠδίνων ὁρᾶται. τί γὰρ πάλιν ἐν τούτῳ φασὶν ἀνθρωποπρεπῆ μὲν ἐννοοῦντες, πικρὰ δ' οὖν ὅμως κατά γε τὸν ἐν ἑαυτοῖς ὄντα σκοπόν; ἰδοὺ γὰρ καίτοι φασὶ τὸν θεῖον τηρήσαντες λόγον, τεθνάασιν Ἁβραάμ τε καὶ οἱ προφῆται, ἀλλ' ἠκούσαμεν ἀρτίως σου τὰ μείζω τισὶν ἐπαγγελλομένου. δι' ὧν γὰρ οὐδ' ὅλως 2.120 αὐτοὺς ἀποτεθνήξεσθαι φῂς, μείζους δήπου πάντως καὶ ἐν ἀμείνοσι τῶν εἰρημένων εἰσὶ, κατ' αὐτὸ δὴ τοῦτο τὸ μὴ τεθνάναι. ἆρ' οὖν· εἰπὲ γὰρ, φασὶ, καὶ ἀπόκριναι διαπυνθα νομένοις ἐκεῖνο· μείζων αὐτὸς εἶ τοῦ Ἁβραὰμ καὶ τῶν προφητῶν, ὁ καὶ μείζους ἐκείνων ἑτέρους ἀποτελεῖν ὑπισχ νούμενος; ἆρ' οὐ τεθνήξῃ τεθνηκότων ἐκείνων, διαμενεῖς δὲ ἀθάνατος, ἄνθρωπος ὢν, καὶ ἀπὸ γῆς ἔχων τὸ σῶμα; πῶς οὖν ἂν ἐπιδοίης ἑτέροις ὃ οὐκ ἔχεις αὐτός; τεθνήξῃ γὰρ πάντως ἄνθρωπος ὤν. εἰ δὲ οὐκ εἶ μείζων Ἁβραάμ τε καὶ τῶν προφητῶν, τὸν κοινὸν ἐκείνοις ὑποστησόμενος θάνατον, οὐκ ἄρα δώσεις ἑτέροις ὃ μηδέ σοι πρόσεστιν ἀγαθόν· τοιαύτην τινὰ τὴν διάνοιαν ἔχει τὸ πλαγίως παρ' αὐτῶν εἰρημένον. καὶ μὴ θαυμάσῃς, εἰ πλέον οὐδὲν ἐννοοῦσι περὶ Χριστοῦ. ὡς γὰρ πολλάκις ἤδη διὰ πολλῶν εἰρήκαμεν, ἄνθρωπον αὐτὸν εἶναι ψιλὸν καὶ τῶν καθ' ἡμᾶς ἕνα νομίζουσι, τὸν ἑνωθέντα σαρκὶ Μονογενῆ Θεὸν Λόγον παντελῶς ἀγνοήσαντες, τίνα σεαυτὸν ποιεῖς, ἐξ ἀμέτρου φρενοβλαβείας μονονουχὶ καὶ ἐπανορθοῦν οἴονται πλημμε λοῦντα τὸν Κύριον, καὶ ὥσπερ ἠγνοηκότι τὸ πρέπον, συμ βουλεύουσι φρονεῖν τι μετριώτερον. ἠγνόηκας γὰρ ὦ οὗτος, φασὶ, τὴν ἑαυτοῦ φύσιν, ἐπελάθου δὲ ὥσπερ ἄνθρωπος ὢν, οὐκ ἠρκέσθης τῷ δοθέντι παρὰ Θεοῦ μέτρῳ· τίνα γὰρ σεαυτὸν ποιεῖς, ὁ καὶ τῆς παρ' αὐτοῦ φιλοτιμίας τὰ ἀμείνω δώσειν καθυπισχνούμενος, καὶ μείζονα κατορθώσειν τῆς ἐκείνου δυνάμεως ῥιψοκινδύνως εἰπών; κατακρίνουσι τοίνυν ὡς δυσφημήσαντα, καὶ σκορπίων δίκην ἐπιπηδῶσι λοιπὸν, ἐπιτιμᾶν δὲ χρῆναι καὶ σφόδρα δικαίως ὑπολαμβάνουσι τῷ Χριστῷ, ὡς τὸ μὲν τῆς ἀνθρωπότητος ἀτιμάζοντι μέτρον, ἀναπηδῶντι δὲ καὶ ἐξαλλομένῳ τοσοῦτον, ὡς ἐπέκεινα φέρεσθαι τῆς ἐνούσης δόξης τῷ πάντων ∆εσπότῃ, ἀλλὰ 2.121 καὶ τὴν τῶν ἁγίων πατριαρχῶν τε καὶ προφητῶν πατοῦντι τιμήν· προσδοκῶσι γὰρ ἤδη καὶ διαῤῥήδην ἀναβοῶντος ἀκούεσθαι, δι' ὧν ἐρεθίζειν νομίζουσι, τό Τίνα σεαυτὸν ποιεῖς κακοτρόπως ἐπιφθεγγόμενοι, ὅτι μείζων εἰμὶ καὶ Ἁβραὰμ καὶ τῶν προφητῶν, εἰ καὶ ὅτι μάλιστα τοῦτο λέγων ἀληθὴς ἦν ὁ Κύριος, ἐπείπερ οὐδεὶς ἀνθρώπων λόγος εἰς τὸ συγκρί νεσθαι Θεῷ τῷ πάσης ἐπάνω φύσεως ὁρατῆς τε καὶ νοητῆς. Ἀπεκρίθη Ἰησοῦς Ἐὰν ἐγὼ δοξάζω ἐμαυτὸν, ἡ δόξα μου οὐδέν ἐστι. Βλέπει μὲν ἅπας ὁ τοῦ λόγου σκοπὸς εἴς τε τοῦ Ἁβραὰμ τοῦ ἁγίου πρόσωπον καὶ τῶν προφητῶν, μετασχηματίζει δὲ πιθανῶς εἰς ἑαυτὸν τὸ δηλούμενον ὁ Σωτὴρ, οὐκ ἀγνοήσας ὅτι πρόχειρος εἰς ὀργὴν καὶ προφάσεως δίχα τῆς εἰς τοῦτο καλούσης ὁ Φαρισαῖος, καὶ προσθήκην ἀεὶ πρὸς τὸ χρῆναι μιαιφονεῖν ἀγριώτερον πᾶν ὁτιοῦν τῶν περὶ αὐτοῦ λαλου μένων ἐκδέχεται. φιλαμαρτήμονας γὰρ ὁ φθόνος ἐργάζεται τοὺς ἐν οἷς ἂν γένοιτο, καὶ θερμότερον ἀναπείθει δυσφορεῖν, καὶ ἐφ' οἷς ἥκιστα χρῆν. τοιοῦτόν τι δὲ παραδηλοῦν πάλιν ἐθέλει Χριστός. ἐπεπήδων Ἰουδαῖοι καὶ ἀντέπραττον τοῖς παρ' αὐτοῦ λεγομένοις ἄνω τε καὶ κάτω τὸν μακάριον Ἁβραὰμ καὶ τοὺς προφήτας κατακόρως ὀνομάζοντες, καὶ διαῤῥήδην βοῶντες "Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν "̔Αβραὰμ, ὅστις ἀπέθανε; καὶ οἱ προφῆται ἀπέθανον." εἶτα πρὸς τούτοις, καὶ ὡς τῇ τῶν ἁγίων ἁλλόμενον δόξῃ, καὶ ὑπεραιρόμενον πολὺ δὴ λίαν ὑπὲρ ἐκείνους, κατῃτιῶντο λέγοντες "Τίνα σεαυτὸν ποιεῖς;" ἔδει τοίνυν πρὸς ταῦτα σαφῶς ἀπολογεῖσθαι τὸν Κύριον, καὶ λέγειν ἐναργῶς, ὅτι Κρείττων εἰμὶ καὶ μείζων Ἁβραὰμ καὶ τῶν προφητῶν. ἀλλ' οὐκ ἂν οἰστὸν ἐποιήσατο τὸν λόγον ὁ μεγαλόφρων Ἰουδαῖος· 2.122 ἠγανάκτησε γὰρ ἂν ἐπὶ τούτῳ τις εὐθὺς, καὶ φιλοπάτωρ εἶναι πλαττόμενος, καὶ τῇ τῶν ἁγίων δόξῃ συναγορεύειν ὑποκρινόμενος, θερμότερον ἂν ἐπέφυ κατὰ Χριστοῦ, καὶ δικαίως ἤδη μιαιφονεῖν ἐδόκει λελυπημένος· διὰ τοῦτο μετα σχηματίσας εἰς ἑαυτὸν ὁ Κύριος τοὺς λόγους φησίν Ἐὰν ἐγὼ δοξάζω ἐμαυτὸν ἡ δόξα μου ἐστὶν οὐδέν· μόνον γὰρ οὐχὶ τοῦτό φησι Μηδεὶς ἐφ' ἑαυτῷ φρονείτω μέγα τῶν ἐπὶ τῆς γῆς. εἰ γὰρ βουλοίμεθα διανοεῖσθαι καθ' ἑαυτοὺς, τίς ἡ ἀνθρώπου δόξα ἐστὶν, οὐδὲν οὖσαν αὐτὴν εὑρήσομεν· "Πᾶσα γὰρ "σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου·" θαυμαστὸν οὖν ἄρα φησὶν οὐδὲν εἰ τετελεύτηκεν Ἁβραὰμ, καὶ μετ' ἐκεῖνον οἱ προφῆται. τί γὰρ ἡ ἀνθρώπου δόξα, τυραννουμένης τῆς φύσεως καὶ θανάτῳ καὶ φθορᾷ εὐμα ράντῳ χόρτῳ διὰ τοῦτο παρεικασμένης; Εἰκὸς δὲ ὅτι μετασχηματίσας εἰς ἑαυτὸν εὐφυῶς τὸ προσὸν τῷ Ἁβραὰμ ἤτοι τοῖς προφήταις μέτρον, καὶ λέγων Ἡ δόξα μου οὐδέν ἐστιν, εἰς ἀνάμνησιν ἄγει τὸν Ἰουδαῖον τοῦ μὲν Ἁβραὰμ σαφέστατα λέγοντος περὶ ἑαυτοῦ "Ἐγώ εἰμι "γῆ καὶ σποδὸς," τῶν δὲ μακαρίων προφητῶν ἀνακεκρα γότων πρὸς Θεόν "Μνήσθητι ὅτι χοῦς ἐσμεν." καὶ οὐ δήπου φαμὲν διὰ τοῦτο τῆς τῶν ἁγίων δόξης κατηγορεῖν τὸν δοξάζοντα αὐτούς. ἀλλ' ἦν ἀνάγκη λοιπὸν, καὶ ὁ τοῦ χρησίμου λόγος ἐκάλει πρὸς τὸ δεικνύειν αὐτὸν ὅσην ἔχει τὴν διαφορὰν ἡ θεία τε καὶ ἄῤῥητος αὐτοῦ φύσις πρὸς τὰ ὑποπίπτοντα θανάτῳ καὶ φθορᾷ. Ἔστιν ὁ Πατήρ μου ὁ δοξάζων με. Ὑπὲρ σαφηνείας ἀκριβοῦς καὶ θεωρίας τῶν σημαινο μένων, τοῖς αὐτοῖς ἀποκεχρήσομαι λόγοις, καὶ διὰ τῶν αὐτῶν 2.123 ἥξω ῥημάτων. ὡς ἄμαχον ζήτημα καὶ πρότασιν οὐκ εὐανά τρεπτον προτεινόντων τῶν Ἰουδαίων ἀεὶ καὶ λεγόντων "Μὴ "σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἁβραὰμ, ὅστις ἀπέθανε; "καὶ οἱ προφῆται ἀπέθανον· τίνα σεαυτὸν ποιεῖς;" οἰομένων δὲ κατὰ ἀλήθειαν ὅτι καὶ τεθνήξεται, καὶ ὑποκείσεται καὶ αὐτὸς θανάτῳ καὶ φθορᾷ, καὶ οὐκ ἔσται μείζων κατὰ τοῦτο τοῦ τε Ἁβραὰμ καὶ τῶν ἁγίων προφητῶν, φρονούντων τε τὸ παράπαν οὐδὲν ὅλως μέγα περὶ αὐτοῦ· λοιπὸν ἀναγκαίως ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ὁ ἐκ τῆς τοῦ γεννήσαντος ἀϊδιότητος, ἀΐδιον αὐτὸν ὄντα δεικνύει· διὰ τοῦτό φησιν Ἔστιν ὁ Πατήρ μου ὁ δοξάζων με. τό Ἔστιν ἐν τούτοις οὐχ ἁπλῶς οὐδὲ ἀβασάνιστον νοεῖσθαι βουλόμενος, τεθεικὼς δὲ μᾶλλον αὐτὸ ὡς τοῦ εἶναι τὸν Πατέρα σημαντικόν. ὁ δὲ ἐκ τοῦ ὄντος Πατρὸς ἀῤῥήτως γεγεννημένος Υἱὸς, συνεπάγεται δήπου πάντως τὸ τοῦ γεννήσαντος ἴδιον, τουτέστι τὸ εἶναι. κρείττων οὖν ἄρα καὶ Ἁβραὰμ καὶ τῶν προφητῶν· οἱ μὲν γὰρ τεθνάασιν ὡς γηγενεῖς θνητῶν ὄντες πατέρων· ὁ δὲ ἐκ τοῦ ὄντος ἀπερινοήτως προελθὼν, ἐστὶν ἀεὶ δοξαζόμενος ὑπὸ τοῦ ἰδίου Πατρὸς, οὐχ ὡς δόξης ἐπιδεής· βασιλεὺς γὰρ τῆς δόξης ἐστίν· ἀλλ' ὡς ἔχων καύχημα, τὸ ἐξ ἀϊδίου γεννη θῆναι Πατρὸς, ἀΐδιός τε διὰ τοῦτο ὑπάρχων καὶ αὐτὸς, ἐπάγεται γὰρ οὐσιωδῶς τὸ τοῦ τεκόντος ἀξίωμα. ἀδικήσει τοιγαροῦν οὐδὲν εἰς ὑπόληψιν τὴν θεοπρεπῆ τὸν Υἱὸν, τὸ δόξαν αὐτοῦ λέγεσθαι τὸν Πατέρα, ἐπεὶ καὶ αὐτὸς ὁ Πατὴρ δοξάζεται τὸ ὅμοιον παρὰ τοῦ Υἱοῦ, οὐχ ὡς δόξης ἐπιδεὴς, ἀλλ' ἐπείπερ ἡγεῖται καὶ ἔχει δόξαν τὸ τοιούτου γεννήματος γνωσθῆναι Πατέρα, ἰδίου δηλονότι κατ' αὐτὸν τοῦ Θεοῦ. διὰ γάρ τοι τοῦτο καὶ αὐτὸς ὁ Υἱὸς ὡς πρὸς τὸν Πατέρα φησί "Πάτερ, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱὸς 2.124 "δοξάσῃ σε." οὐκοῦν ἡ μὲν ἀνθρώπου δόξα τὸ παράπαν οὐδέν. πίπτει γὰρ τὸ ἀπὸ γῆς εἰς θάνατον, καὶ κατὰ γὰρ τὸ σῶμα, εἰ καὶ ἀναστήσεται. δοξάζεται μέν γε ὁ Μονογενὴς παρὰ τοῦ ἰδίου γεννήτορος, ὡς μετὰ τῶν ἄλλων ἁπάντων ἀγαθῶν καὶ τὸ ἴδιον ἔχων τῆς οὐσίας αὐτοῦ· ὅση δὲ αὐτοῦ πρὸς πᾶσαν τὴν κτίσιν ἡ διαφορὰ, καὶ ὁ μακάριος μελῳδὸς ὡς ἐν ὀλίγοις κατασημαίνει βοῶν "Οἱ οὐρανοὶ ἀπολοῦνται, "σὺ δὲ διαμενεῖς· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, "καὶ ὡσεὶ περιβόλαιον ἀλλάξεις αὐτοὺς καὶ ἀλλαγήσονται· "σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι." φθαρτὸν γὰρ πᾶν τὸ ποιηθὲν καὶ εἰ μήπω διέφθαρται τῇ θείᾳ βουλήσει πρὸς τοῦτο διακρατούμενον, ἄφθαρτος δὲ καὶ ἀΐδιος κατὰ φύσιν Θεὸς, οὐ τοῖς ἑτέρου θελήμασιν ἀποκερ δαίνων αὐτὸ καθάπερ ἡ κτίσις, ἀεὶ δὲ ὑπάρχων ἐν ἰδίοις ἀγαθοῖς, ἐν οἷς ἐστι καὶ τὸ ἴδιον. Ὃν ὑμεῖς λέγετε ὅτι Θεὸς ἡμῶν ἐστι, καὶ οὐκ ἐγνώκατε αὐτόν. ∆ιελέγχει πάλιν αὐτοὺς καὶ μάλα γοργῶς ὡς μόνην τὴν ἐν ῥήμασι, καὶ τοῦτο ψιλοῖς, φιλοθεΐαν ἐπιτηδεύοντας, πολὺ δὲ λίαν ἀφεστηκότας τοῦ κατὰ ἀλήθειαν εἰδέναι τὸν Θεὸν, μόνον δὲ οὐχὶ τὸ διὰ τοῦ προφήτου διηγγελμένον ἐπιφθέγ γεται πάλιν αὐτοῖς, τότε μὲν γὰρ ἔλεγεν "Ἐγγίζει μοι ὁ "λαὸς οὗτος, τοῖς χείλεσιν αὐτῶν τιμῶσί με, ἡ δὲ καρδία "αὐτῶν πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ·" νυνὶ δὲ χρησίμως, καὶ τῷ πάλαι συνηρμοσμένως τό Οὐκ ἐγνώκατε αὐτὸν ἐπιφωνεῖ. καὶ ἀληθὴς ὁ λόγος· οὐ γὰρ τὸ εἰδέναι τυχὸν ὅτι ἔστι Θεὸς, τοῦτο δὴ πάντως ἐστὶ καὶ γνῶσιν ἔχειν Θεοῦ· ὅτι γὰρ ὑφέστηκε καὶ ἔστιν ὁ Θεὸς, "καὶ τὰ δαιμόνια πιστεύουσι, 2.125 "καὶ φρίττουσι," κατὰ τὸ γεγραμμένον. πρὸς δὲ τὸ γινώ σκειν, ὅτι ἔστι, καὶ δόξας ἔχειν ἀκόλουθον περὶ αὐτοῦ τὰς αὐτῷ πρεπούσας καὶ χρεωστουμένας· οἷον δέ φημί τι· τὸν ὄντα Θεὸν τί μὲν ὄντως ἐστὶ κατὰ φύσιν, οὐκ ἂν οἶμαί τις πολυπραγμονήσαι σωφρονῶν· εὑρεῖν γὰρ ἀμήχανον· τὰ γεμὴν προσόντα αὐτῷ, καὶ μὴ προσόντα τυχὸν, ἐπιγνοίη τις ἂν καὶ λίαν εὐκόλως, τοῖς ἱεροῖς ὁμιλήσας γράμμασιν. ἴσμεν γὰρ καὶ πεπιστεύκαμεν ὅτι δυνατός ἐστιν· ἴσμεν δὲ ὅτι οὐκ ἔστιν ἀσθενὴς, ἴσμεν ὅτι ἀγαθός ἐστιν, ἴσμεν ὅτι οὐκ ἔστι πονηρὸς, ἴσμεν ὅτι δίκαιός ἐστι, καὶ πάλιν οὐκ ἔστιν ἄδικος. ἴσμεν ὅτι ἀΐδιός ἐστι, διακείμεθα καὶ πιστεύ ομεν ὅτι οὐκ ἔστι χρόνῳ πεπερασμένος, ἀλλὰ οὐδὲ πρόσ καιρος καθὰ καὶ ἡμεῖς. ἐν ῥήμασι καὶ φωναῖς φάσκοντες Ἰουδαῖοι τοίνυν ὅσον, διωμολόγουν σαφῶς Θεὸν ἑαυτῶν εἶναι τὸν Θεὸν, ἀγνοοῦντες αὐτὸν οὐδὲν ἧττον, ἀλλ' ὅσον τε ὅτι τε ἄφθαρτός ἐστι καὶ ἀΐδιος συνέντας οὐχ εὑρήσομεν. εἰ γὰρ ᾔδεσαν, οὐκ ἂν, οἶμαι, πρὸς τοῦτο κατώλισθον ἀπο πληξίας ὡς τεθνήξεσθαι προσδοκᾶν τὸν ἐκ τῆς οὐσίας αὐτοῦ προελθόντα Υἱὸν Μονογενῆ· ἀλλ' οὐδ' ἂν αὐτῷ τὸν τοῦ Ἁβραὰμ καὶ τῶν προφητῶν προτείνοντες θάνατον ἀνοήτως ἔφασκον Τίνα σεαυτὸν ποιεῖς; ἢ γὰρ οὐχὶ καὶ σφόδρα ἐρεῖ τις εἰκότως ὡς ἦν ἀναγκαῖον τοὺς εἰδότας τίς ἐστι κατὰ φύσιν ὁ Πατὴρ, τοιοῦτον εἶναι πιστεύειν καὶ τὸν ἐξ αὐτοῦ προελθόντα Λόγον; ὅνπερ γὰρ τρόπον ἀπὸ γλυκείας πηγῆς γλυκὺ μὲν πάντως πρόεισι νᾶμα, καὶ ἀπὸ ξύλων εὐγενῶν εὐγενῆ πάντως ἔσται καὶ τὰ τικτόμενα· οὕτως οἶμαι δεῖν τὸν ἐκ τοῦ κατὰ φύσιν Θεοῦ, Θεὸν εἶναι πιστεύειν ἀληθῆ, καὶ τὸν ἐξ ἀϊδίου γεγεννημένον Πατρὸς, ἀΐδιον εἶναι κατὰ τὸν γεννήτορα· εὔκαιρον οὖν ἄρα κἀνθάδε πρὸς Ἰουδαίους εἰπεῖν " Η ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ "σαπρὸν, ἢ ποιήσατε τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν αὐτοῦ 2.126 "καλόν. οὐ γὰρ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς "ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς ἀγαθοὺς ποιεῖν." πῶς οὖν ἐνδέχεται, μᾶλλον δὲ πῶς οὐχ ἁπάσης ἐστὶ μωρίας ἀνάμεστον, τὸν ἐξ ἀθανάτου γεννηθέντα Πατρὸς θνητὸν εἶναι νομίζειν, καὶ τοῖς ἐφθαρμένοις ἐναρίθμιον ποιεῖσθαι τὸν οὐκ εἰδότα φθοράν; Ἐγὼ δὲ οἶδα αὐτόν· καὶ ἐὰν εἴπω ὅτι οὐκ οἶδα αὐτὸν, ἔσομαι ὁμοίως ὑμῶν ψεύστης. Οὐκ ἐψευσάμην, φησὶν, Ἰουδαίοις λέγων "Ἐάν τις τὸν "ἐμὸν λόγον τηρήσῃ θάνατον οὐ μὴ ἴδοι εἰς τὸν αἰῶνα." δύναμαι γὰρ ἀπαθανατίζειν, ἐπείπερ οἶδα τοῦτο ποιεῖν ἰσχύοντα τὸν ἐξ οὗπέρ εἰμι, οἶδα κατὰ φύσιν ὄντα ζωὴν τὸν Πατέρα τὸν ἐμαυτοῦ. εἰμὶ τοιγαροῦν κατ' ἐκεῖνον κἀγὼ, ζωὴ δηλονότι κατὰ φύσιν, καὶ ζωοποιός. ἀρνησάμενος δὲ τὸ δύνασθαι ζωογονεῖν, ὡς ἀγνοῶν ἔσομαι τὸν Πατέρα, οὗ τὸ ἴδιον τῆς οὐσίας ἔχων ἐγὼ ζωοποιεῖν δύναμαι, καθάπερ ἐκεῖνος. οὐκοῦν ἔχειν μὲν ὁμολογῶ πάντα τὰ ἐν τῷ Πατρὶ, καὶ κατ' ἐκεῖνον ὑπάρχειν ἐμαυτὸν, διισχυριζόμενος διά τε τοῦ τὰ ἐκείνου δρᾶν ὑπισχνούμενος, οἶδα πάντως αὐτόν· λέγων δὲ μὴ ἔχειν ἀπαραποιήτως ἐν ἐμαυτῷ τὰ τοῦ Πατρὸς ἴδια, ψεύστης ἔσομαι καθ' ὑμᾶς, ὡς μὴ εἰδὼς τὸν Πατέρα. ἀλλὰ καὶ ὅτε φημὶ τὴν μὲν τοῦ Ἁβραὰμ καὶ τῶν προφητῶν οὐδὲν εἶναι δόξαν, ἐπείπερ ἦσαν ἐκ γῆς, καὶ ἄνθρωποι τὴν φύσιν, οἷς καὶ τὸ ἀποθνήσκειν οὐ ξένον, τὴν δ' ἐμὴν εἶναι δόξαν, τὸ ἀΐδιον τοῦ Πατρὸς, ὡς εἰδὼς τὸν Πατέρα, τὰ τοιαῦτά φημι· λέγων δὲ ὅτι φθαρήσομαι κατ' ἐκείνους, καὶ οὐκ εἰμὶ τῷ Πατρὶ συναΐδιος, ψεύσομαι καθ' ὑμᾶς, ἀγνοήσας τὸν ἐξ οὗπέρ εἰμι Πατέρα. ἀμήχανον γὰρ τὸν ἐκ τοῦ ὄντος καὶ ὡσαύτως ἔχοντος ἀεὶ, μὴ οὐχὶ πάντως εἶναί τε καὶ ὡσαύτως ἔχειν ἀεί. ἀΐδιον γὰρ τὸ ἐξ ἀϊδίου γεγεννημένον. ἁπλούστερον γὰρ τὸ προκείμενον ἐκλαβὼν ἐρεῖ τις αὐτὸ 2.127 καθ' ἕτερον εἰρῆσθαι τρόπον. οἶδα, φησὶ, τὸν ἐμαυτοῦ Πατέρα· λέγων δὲ μὴ εἰδέναι καθ' ὑμᾶς ἔσομαι ψεύστης, τοὺς οὐκ εἰδότας μὲν τὸν Θεὸν, εἰδέναι δὲ φάσκοντας αὐτόν. Τίς δὲ ὁ τῆς εἰδήσεως τρόπος, καὶ ἐπὶ τίσι τοῦ μὴ εἰδέναι τὰ ἐγκλήματα, σαφῶς ἤδη διειρηκότες, περιττὸν ἐποίσομεν οὐδέν. Ἀλλ' οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ. Ὅσον μὲν ἧκεν εἰς τὸ ἑτοίμως τῷ προκειμένῳ προσ βάλλειν, ἐκεῖνό φαμεν, ὅτι λαλεῖ πάλιν ὡς ἄνθρωπος, καὶ καταβιβάζει πάλιν αὐτὸν εἰς τὰ ἡμέτερα Χριστὸς, τὸ δουλο πρεπὲς οὐκ ἀφιεὶς σχῆμα κατὰ καιρὸν τὸν πρέποντα. λέγει τοίνυν καὶ εἰδέναι τὸν Πατέρα καὶ τὸν λόγον αὐτοῦ τηρεῖν. καὶ οὐχὶ πάντως ἐροῦμεν ἀναγκαίως ἑαυτῷ τὰ τοιαῦτα προσ μαρτυρεῖν, ἀλλ' οὐδὲ τῶν αὐτῷ πρεπόντων ἀπαριθμεῖσθαί τινα, τέχνη δέ τις ἀνεμίχθη τῷ λόγῳ πολλή. διὰ τοῦ γὰρ φάναι καὶ εἰδέναι τὸν Πατέρα καὶ τὸν λόγον αὐτοῦ τηρεῖν, οἷς ἔχειν αὐτὸς διισχυρίζεται, τἀναντία φρονοῦντας τοὺς Ἰου δαίους ἐπιδείκνυσιν, ὡς μήτε εἰδότας δηλονότι τὸν Θεὸν, μήτε μὴν οἰομένους ὅτι πρέποι τηρεῖν τὸν λόγον αὐτοῦ· ἢ γὰρ ἂν ἐδέξαντο καὶ μάλα προθύμως τὸν διὰ Μωυσέως καὶ τῶν προφητῶν προκεκηρυγμένον. εὑρήσομεν δέ πως καὶ παρ' ἡμῖν σχῆμά τι τοιοῦτον ἐν λόγοις εὐφυές τε καὶ κάλ λιστον, ἐλέγχου μὲν ἔχον δύναμιν, καὶ ἠρέμα τισὶν ὑποδη λοῦν τὰ ἐν οἷς εἰσι κακὰ, ὑποτέμνον δέ πως τὸν εἰς τὸ διελέγχεσθαι θυμόν. οἷον ἔστω τις ἀνὴρ τυχὸν ἐπιεικὴς καὶ τὰ ἄλλα χρηστὸς, ὀνειδίζων τῷ κλέπτοντι καὶ τῷ μεθύοντι, καὶ λέγων Ἐγὼ ἄνθρωπός εἰμί τις ἐπιεικὴς, οὐ κέκλοφα τὰ ἑτέρων, ἀλλ' οὐδὲ μεμέθυσμαί ποτε. καὶ οὐ πάντως ὁ τοιοῦτος ἑαυτῷ διὰ τούτου μαρτυρεῖ, οὐδὲ οὕτως αὐτὸν οἰησόμεθα λαλεῖν, ἀλλ' ὧν ἔχει τἀναντία περιτι θέντα τοῖς ὀνειδιζομένοις. οὕτω τοιγαροῦν καὶ ὁ Κύριος 2.128 ἡμῶν Ἰησοῦς ὁ Χριστὸς εἰδέναι φησὶ τὸν Πατέρα καὶ τηρεῖν τὸν λόγον αὐτοῦ, ἑτεροίως διὰ τοῦτο τοῖς ἀνοσίοις Ἰουδαίοις, τὸ μήτε εἰδέναι τὸν Θεὸν περιτιθεὶς, μήτε μὴν ἀνέχεσθαι τὸν παρ' αὐτοῦ λόγον, ἢ φυλακῆς τινος ὅλως ἀξιοῦν τὸν ἄνωθεν αὐτοῖς διορισθέντα νόμον. Εἰ δὲ χρὴ καὶ ἑτέρως τοῖς προκειμένοις ἐμβαλεῖν, καὶ λεπτότερόν πως ἰδεῖν τὸ πλαγίως ὑποδηλούμενον, καὶ τόδε πρὸς τούτοις ἐροῦμεν Οἶδεν ὁ Υἱὸς τὸν ἑαυτοῦ Πατέρα, οὐ τοιαύτην ἔχων γνῶσιν, ὁποία πέρ ἐστιν ἡ ἐν ἡμῖν, ἀλλὰ θεοπρεπῆ τε καὶ ἀνεξήγητον. ὥσπερ γὰρ ὁ ἐξ ἀνθρώπου γεγεννημένος ἄνθρωπος, οὐ παρ' ἑτέρου τινὸς μαθὼν, ἀλλ' ἐξ ὧν ἐστιν αὐτὸς τὴν τοῦ γεννήσαντος οὐκ ἀγνοεῖ φύσιν· οὕτω καὶ ὁ Υἱὸς οἶδε μὲν ἐξ ὧν ἐστι τὸν ἑαυτοῦ γεννήτορα, τηρεῖ δὲ τὸν λόγον αὐτοῦ, τουτέστιν ὅλον ἔχει σωζόμενον ἐν ἑαυτῷ τῆς οὐσίας αὐτοῦ τὸν ὅρον· δηλοῖ γὰρ ὁ λόγος τὸν ὅρον. λόγος μὲν γὰρ ὁ ἀνθρώπου, τουτέστιν ὁ ὅρος τῆς οὐσίας αὐτοῦ, ζῷον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. ἀλλὰ γὰρ καὶ ἀγγέλου τυχὸν ὁ λόγος, ὅρος ἂν νοοῖτο τῆς οὐσίας αὐτοῦ. ἐπὶ δὲ Θεοῦ τοῦ κατὰ φύσιν ἡμᾶς μὲν λόγον ἢ ὅρον οὐκ ἔστι λαβεῖν· οὐ γὰρ ἴσμεν τί κατὰ φύσιν ἐστὶν, οἶδεν δὲ ὁ Υἱὸς τὸν ἑαυτοῦ Πατέρα, καὶ ἐκ τῆς οὐσίας αὐτοῦ γεγεννημένος οἶδεν τί κατὰ φύσιν ἐστὶν ὁ γεννήσας αὐτόν· ἀπὸ δὲ τῆς παρ' ἡμῖν συνηθείας λαβὼν καὶ τοῖς ἀνθρωπίνοις ἀποχρησάμενος ῥήμασι, τὸν λόγον τοῦ Πατρὸς, οἱονεὶ τὸν ὅρον τῆς οὐσίας αὐτοῦ, τηρεῖν ἐν ἑαυτῷ 2.129 φησιν. ἔστι γὰρ εἰκὼν τοῦ τεκόντος αὐτὸν καὶ χαρακτὴρ οὐδαμόθεν παντελῶς εἰς ἀνομοιότητα κατηγορούμενος, ἔχων δὲ πάντα ἐν ἑαυτῷ τὰ τοῦ γεννήτορος θεοπρεπῆ τε καὶ ἐξαίρετα. Ἁβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ εἶδε καὶ ἐχάρη. Ἡμέραν ἐν τούτοις, οὐχ ἕτερόν τι φησὶ παρὰ τὸν τῆς ἐπιδημίας καιρὸν, καθ' ὃν ἡμῖν τὸ φῶς ἔλαμψεν τὸ ἀλη θινὸν, καὶ ὁ τῆς δικαιοσύνης ἀνέσχεν ἥλιος, λελυμένου ὥσπερ ἐν ἀχλύος τάξει τοῦ συνέχοντος ἡμᾶς τὸ τηνικάδε σκότου, τυραννοῦντος ἐπὶ τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου, καὶ πᾶσαν ὡς ἔπος εἰπεῖν τὴν οἰκουμένην ταῖς ἑαυτοῦ δυστροπίαις καταμελαίνοντός τε καὶ εἰς πολύθεον κατω θοῦντος πλάνην, διαφόρως τε τὸν ἑκάστου κατασκοτίζοντος νοῦν. διὰ τοῦτο καὶ ὁ θεσπέσιος μελῳδὸς ἡμέραν ὥσπερ εἰδὼς τὸν τριπόθητον τῆς ἐπιδημίας αὐτοῦ καιρὸν, προανε φώνει λέγων ἐν Πνεύματι "Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ "Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ." ἄλλως τε καὶ ἡμέραν ἔθος ἀποκαλεῖν τῇ θείᾳ γραφῇ τὸν ἑκάστου πράγματος καιρὸν, κατὰ τό "Ἡμέρα γὰρ Κυρίου "σαβαὼθ ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον, καὶ ταπει "νωθήσονται," καὶ πάλιν "Τί ποιήσετε ἐν ἡμέρᾳ πανηγύ "ρεως καὶ ἐν ἡμέρᾳ ἑορτῆς Κυρίου;" ἀλλὰ καὶ ἀπολεῖσθαι τοὺς τινῶν διαλογισμοὺς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ φησὶν ὁ μελῳδὸς, πάλιν ἡμέραν ὁρίζων τὸν τοῦ θείου καὶ προσδοκω μένου βήματος καιρὸν, καθ' ὃν οὐδὲν ὠφελήσει τοὺς ἐν κόσμῳ λαμπροὺς ἡ τῶν ἀρχαίων διαλογισμῶν ἀπάτη, καὶ τῆς ὀφρύος τῆς ἐπὶ πλούτῳ τὸ διάκενον φύσημα. Ἠγαλλιάσατο οὖν φησιν ὁ πατὴρ ὑμῶν Ἁβραὰμ ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ εἶδε καὶ ἐχάρη. καὶ πῶς ἢ πότε 2.130 νομιοῦμεν τὸν μακάριον Ἁβραὰμ τὴν ἡμέραν τεθεᾶσθαι τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, τουτέστι, τὸν καιρὸν τῆς ἐπιδημίας αὐτοῦ τῆς μετὰ σαρκὸς ἰδεῖν; οὐ πλατὺς μὲν ὁ λόγος· οὐ γὰρ ἔστιν εἰπεῖν ἐξ ἀντιῤῥήτου λαβόντα καὶ σαφηνίσαι· πλὴν ὡς ἔνι καλῶς τὰ εἰς τοῦτο νοοῦντες ἐροῦμεν, ὅτι καθάπερ ἑνὶ τῶν ἁγίων προφητῶν ἀπεκάλυψεν ὁ Θεὸς τὸ ἑαυτοῦ μυστήριον. ἤγουν τοῦ θεάσασθαι δώσομεν ἀληθῶς τὴν ἡμέραν αὐτὸν τῆς τοῦ Κυρίου σφαγῆς, δι' ἣν τὰ πάντα ἡμῖν αἰσίως ἐκβέβηκεν, καὶ καθάπερ ἐξ οὐρίας ἠνέχθη καλῶς, ὅτε καὶ εἰς τύπον αὐτοῦ τὸν μονογενῆ καὶ πρωτότοκον, τουτέστι τὸν Ἰσαὰκ, ἀναφέρειν εἰς θυσίαν ἐπετάττετο· ἱερουργοῦντι γὰρ εἰκὸς αὐτῷ τότε καθάπερ ἐν τύπῳ τῷ δρωμένῳ καταστῆναι σαφῆ τοῦ μυστηρίου τὴν ἀκρίβειαν. δοίη τις ἂν καὶ ἑτέρας εἰς τοῦτο τοῖς φιλομαθεστέροις τὰς ἀφορμάς. καὶ γὰρ εἶδεν ἄνδρας τρεῖς "πρὸς τῇ δρυῒ τῇ "Μαμβρῇ," ἀλλὰ καὶ ἐπαγγελίαν ἐδέχετο παρὰ Θεοῦ, ὅτι πατὴρ ἔσται πολλῶν ἐθνῶν, ὅπερ ἦν οὐχ ἑτέρως ἀνυσθῆναι δυνατὸν, εἰ μὴ διὰ τῆς εἰς Χριστὸν πίστεως ἐκλήθη πατέρα τὰ ἔθνη τὸν Ἁβραὰμ ἐπιγραφόμενα, καὶ ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ συνανακλιθησόμενά τε καὶ συμμεθέξοντα αὐτῷ τῆς ἐφ' ἅπασιν ἀγαθοῖς τοῦ Σωτῆρος ἡμῶν φιλοτιμίας. εἶδεν οὖν φησιν ὁ μακάριος Ἁβραὰμ, καὶ ἰδὼν ἐχάρη τὴν ἡμέραν τὴν ἐμήν. καὶ διὰ ποίαν αἰτίαν ἐπὶ τὸ καὶ ταῦτα φάναι πρόεισι Χριστὸς, ἀναγκαῖον εἰπεῖν. ἄνθρωπον ὁρῶντες αὐτὸν Ἰουδαῖοι διὰ τὸ περίβλημα τῆς σαρκὸς, οὐδὲν ἐνενόουν περὶ αὐτοῦ θεοπρεπὲς, ᾤοντο δὲ ὅτι καὶ θνητός ἐστι καθ' ἡμᾶς, ἅτε δὴ καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρενεχθείς. ὅτι δὲ ἦν ἀΐδιος ὡς ἐξ ἀϊδίου Πατρὸς, πιστεύειν οὐκ ἤθελον διὰ πολλὴν ἀβουλίαν. ἵνα τοίνυν ἀποδείξῃ σαφῶς ὡς οὐ πρόσφατός ἐστιν, οὐδὲ ἀρτιγενὴς καθ' ἡμᾶς, ἀλλ' ὅτι καὶ 2.131 τοῖς ἀρχαιοτάτοις αὐτῶν πατράσιν ἐγινώσκετο ὡς ὢν ἀΐδιος, τὰ τοιαῦτά φησιν. ἐν ταὐτῷ δὲ ὡς ἔοικεν ὀνειδίζει χρησίμως, ὅτι περιπτύουσι δρῶντες ἀβούλως, καὶ φρονοῦντες ἀσυνέτως, ἅπερ ἦν ἐν ἑορτῆς τάξει τῷ τοῦ γένους αὐτῶν ἐξάρχοντι. ἐκεῖνος μὲν γὰρ μόνον εἶδε καὶ ἐχάρη· ἔχοντες δὲ αὐτοὶ καὶ ἀπολαύειν ἐξὸν ταῖς ἀπειθίαις ὑβρίζουσι, καὶ τῆς οὕτω λαμπρᾶς καταλαζονεύονται χάριτος. ἢ τάχα κἀκεῖνο πλα γίως ὑποδηλοῖ ὅτι καὶ μείζων ἐστὶ καὶ κρείττων τοῦ Ἁβραὰμ, εἴπερ ἦν ἐκείνῳ πανήγυρις, τὸ καὶ μόνον γνῶναί τι περὶ αὐτοῦ. γυμνῶς μὲν γὰρ καὶ ἐπικαλύμματός τινος δίχα τοῦτο λέγειν οὐκ ἦν, διὰ τὸ ἐκείνων ἀκρατὲς εἰς ὀργὴν, ἑτέρῳ δὲ τρόπῳ κατασημαίνει πάλιν αὐτό. Καὶ μήτις οἰέσθω λέγοντα πρὸς Ἰουδαίους τὸν Ἰησοῦν Ἁβραὰμ ὁ πατὴρ ὑμῶν ἀπέθανεν, ἑαυτῷ φθέγγεσθαι τἀ ναντία, ἐπείπερ αὐτοὺς ποτὲ μὲν τῆς πρὸς Ἁβραὰμ οἰκειό τητος ἐξίστησι λέγων "Εἰ τέκνα τοῦ Ἁβραὰμ ἦτε, τὰ ἔργα "τοῦ Ἁβραὰμ ἐποιεῖτε ἄν·" νυνὶ δ' αὖ πάλιν υἱοὺς Ἁβραὰμ ἀποκαλεῖ. ἰστέον δὲ ὅτι καλῶς ἐπ' ἀμφοῖν τὸν οἰκεῖον εἰς ἀλήθειαν ἀπευθύνει λόγον. ἐν μὲν γὰρ ἐκείνοις, τῆς πνευμα τικῆς εὐγενείας ὁριζόμενος τὴν ποιότητα, ἐν τῇ τῶν ἠθῶν ταυτότητι τὴν οἰκειότητα ζωγραφεῖ· ἐν δὲ τούτοις, μόνην αὐτοῖς καὶ γυμνὴν τῆς σαρκὸς ἀπονέμει τὴν συγγένειαν, ἵνα καὶ ἐν ἐκείνοις ἀληθεύῃ, καὶ ἐν τούτοις μὴ ψεύδηται. Εἶπον οὖν Ἰουδαῖοι πρὸς αὐτόν Πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἁβραὰμ ἑώρακας; Ἀνόητος κομιδῇ τῶν Ἰουδαίων ὁ λόγος, καὶ πολλὴν ὠδίνων τὴν γελοιότητα· θαυμάσαι δ' ἄν τις αὐτοὺς καὶ σφόδρα εἰκότως εἰς τοσαύτην ἐκδεδραμηκότας τὴν ἀσυνεσίαν, 2.132 ὡς μηδὲν τὸ παράπαν δύνασθαι ὧν ἐχρῆν ἐννοεῖν. μυρίας γὰρ λόγων περιστροφὰς ἐπινοοῦντος αὐτοῖς τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ἄνω τε καὶ κάτω διὰ τῶν αὐτῶν ἰόντος ῥημάτων, καὶ τὴν ἰδίαν αὐτοῖς ἀϊδιότητα πολυτρόπως κατα σημαίνοντος, οὐδὲν ὅλως διαλογίζονται πλέον ὧν ὁρῶσι τοῖς τοῦ σώματος ὀφθαλμοῖς, ὥσπερ δὲ παντελῶς ἐξεστηκότες καὶ παρακεκομμένοι τοῦ νοῦ τὴν ἐνέργειαν, οὐκ ἀνατείνουσι τὴν καρδίαν εἰς τὰ πρέποντα Θεῷ, πάλιν δὲ ὡς ἑνὶ τῶν καθ' ἡμᾶς ἀνθρώπων τότε μόλις ἀρξαμένῳ τὸ εἶναι καὶ ἐν τοῖς οὖσι τελεῖν, ὅτε καὶ γεγέννηται, παραλόγως ἐγκαλοῦσι τὸ ψεῦδος, οὐδὲ ὅπερ ἤκουσαν λέγοντος ἐννοοῦντες ὀρθῶς. ὁ μὲν γὰρ ἔφη τεθεᾶσθαι τὸν Ἁβραὰμ τὴν ἡμέραν αὐτοῦ, οἱ δὲ μεταθέντες πρὸς τὸ ἐναντίον αὐτῷ τοῦ λόγου τὴν δύναμιν, οὔπω γάρ φασιν ἔχεις ἔτη πεντήκοντα καὶ πῶς τεθέασαι τὸν Ἁβραάμ; ἐλεεινὸς τοιγαροῦν ὁ παράφρων Ἰουδαῖος, πολλῇ μὲν ἀεὶ συζήσας ἀπαιδευσίᾳ, μανίαν δὲ τὴν ἀτίθασον ποιη σάμενος σύντροφον. Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἁβραὰμγενέσθαι ἐγώ εἰμι. Πάλιν ἐπὶ τὸ σύνηθες αὐτῷ καὶ φίλον ἐπιτήδευμα βαδίζει Χριστός. λαλεῖ μὲν γὰρ ἔσθ' ὅτε πολὺ λίαν αἰνιγματωδῶς, καὶ διαφόροις ἐπικρύψεσιν ἐπισκιάζων τὴν ἐξήγησιν οὐ πᾶσιν ἐᾷ γενέσθαι καταφανῆ. ἐπὰν δὲ συνέντας ἴδῃ μηδὲν τοὺς ἀκροωμένους, τότε τῆς ἀσαφείας ἀπαμφιάσας τὸν λόγον παρατίθησι γυμνὸν καὶ σαφῆ, ὃ δὴ καὶ δρᾶν ἐπὶ τοῦ πα ρόντος ἐπείγεται. ἐπειδὴ γὰρ οὐδὲν εὑρίσκει συνέντας, καίτοι μακροῦ διιππεύσαντος λόγου, οὐδὲ δυνηθέντας ἐννοεῖν ὅτι καὶ ἀΐδιός ἐστιν ὡς ἐξ ἀϊδίου Πατρὸς, καὶ ὅτι μείζων τοῦ Ἁβραὰμ ἀσυγκρίτως ὡς Θεὸς, ἀναφανδὸν ἤδη φησὶν ὡς ἐν 2.133 ὅρκου τάξει προστιθεὶς τό Ἀμὴν εἰς βεβαίωσιν τῶν λεγο μένων Πρὶν Ἁβραὰμ γενέσθαι ἐγώ εἰμι. οἰησόμεθα δὲ οὐδα μῶς ἐπαυχεῖν τὸν Μονογενῆ τῷ εἶναι πρὸ μόνου τοῦ Ἁβραάμ. ἔστι γὰρ πρὸ χρόνου παντὸς, καὶ πρεσβυτάτην ἔχει τὴν γέννησιν ἄναρχος ὢν ἐν Πατρί. ἐπειδὴ δὲ προὔκειτο πρὸς τὸ παρὸν ἡ πρὸς Ἁβραὰμ αὐτῷ σύγκρισις, ἐκείνου φησὶν ἑαυτὸν ὑπάρχειν ἀρχαιότερον, ὡσπερανεὶ λέγοι καὶ ὁ ἑκατὸν ἀριθμὸς τὸ τυχὸν, ὅτι μείζων εἰμὶ τοῦ δέκα, καὶ οὐχὶ πάντως ὡς γείτονα τῷ δέκα τὴν ὑπεροχὴν ἔχων, τὰ τοιαῦτα φήσειεν ἂν, ἀλλ' ὅτι πολὺ λίαν ὑπερκείμενος, καὶ ὑπὲρ τῶν δέκα ἐστίν. οὐκοῦν οὐ τοῖς Ἁβραὰμ ἁμιλλᾶται χρόνοις, οὐδὲ ὀλίγῳ προὔχειν ἑαυτὸν τῶν ἐκείνου καιρῶν διισχυρίζεται, ἀλλ' ἐπείπερ ἐστὶν ἄνω παντὸς χρόνου, καὶ παντὸς αἰῶνος ἀριθμὸν ἐξάλλεται, καὶ πρὸ τοῦ Ἁβραὰμ ἑαυτὸν εἶναί φησι, πρᾶγμα λέγων ἀληθές. οἰκείως δὲ σφόδρα καὶ καλῶς, ἐπὶ μὲν τοῦ Ἁβραὰμ τό Γενέσθαι τίθησιν, ἐφ' ἑαυτοῦ δὲ τό Εἰμι, δεικνὺς ὅτι τῷ μὲν ἐξ οὐκ ὄντων γενομένῳ πάντως ἂν ἕποιτο καὶ τὸ φθείρεσθαι δεῖν, τῷ δὲ ἀεὶ ὄντι τὸ πρὸς τὸ μὴ εἶναι χωρεῖν οὐκ ἂν συμβαίη ποτέ. μείζων οὖν ἄρα καὶ κρείττων τοῦ Ἁβραάμ· μείζων μὲν ὡς ἀΐδιος, κρείττων δὲ ὅτι μὴ φθείρεται καθάπερ ἐκεῖνος. Ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ' αὐτόν· ὁ δὲ Ἰησοῦς ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ. Οὐχ ὁρῶσι τὴν ἀλήθειαν, ἅτε δὴ καὶ ὄντως ψεῦσταί τε ὄντες αὐτοὶ, καὶ ψεύστην ἔχοντες τὸν πατέρα, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· ἀγανακτοῦσι δὲ πάλιν ἐπ' οὐδενὶ τῶν ἀνιᾶν εἰωθότων. ὥσπερ οὖν ἀδικουμένῃ τῇ τοῦ προπάτορος δόξῃ συναθλεῖν οἰόμενοι, διὰ τούτων ἀνεκαύθησαν πάλιν εἰς οὐκ εὐκαίρους ὀργὰς, καίτοι δέον μᾶλλον αὐτοὺς συνιδεῖν καὶ 2.134 τῶν εἰρημένων εἰς δύναμιν, καὶ τίς ὁ ταῦτα λέγων ἐστὶν, ἀλλ' εἰς μανίαν ἀλογωτάτην καὶ θηριοπρεπῆ παραλόγως ἐκνεύοντες, λίθοις αὐτὸν ἐπιχειροῦσι σφενδονᾶν, ὥσπερ οὐκ ἀρκούντως διὰ πολλῆς ἤδη λοιδορίας προσκρούσαντες, ἤγουν μετρίαν ἐξ ἀπονοίας ἐφ' ἑαυτοῖς ἐπισυρόμενοι τὴν ὀργήν. θερμὸν μὲν οὖν καὶ παραλογώτατον τὸ τῶν Ἰουδαίων ἐγχεί ρημα· πρόεισι δὲ οὐκ εἰς ἔργον ἀκαίρως, ἀπῆν γὰρ ἔτι τοῦ παθεῖν ὁ καιρός. κατακρύπτει δὲ ἑαυτὸν ὁ Χριστὸς, οὐ τοίχοις ὑποδραμὼν, οὐχ ἕτερόν τι τοῦ ἰδίου προστησάμενος σώματος, ἀλλὰ τῇ δυνάμει τῆς θεότητος ἀφανῆ τοῖς ζητοῦ σιν ἑαυτὸν καταστήσας. καὶ οὐκ ἠρκέσθη τῷ λαθεῖν, ἀλλὰ καὶ ἔξεισιν ἐκ τοῦ ἱεροῦ, τύπον ὥσπερ τινὰ πραγμάτων ἡμῖν νοητῶν καταγράφων ἐν τούτοις. τοῖς μὲν γὰρ ἀγαπῶσιν αὐτὸν ἐμφανής ἐστι διὰ παντὸς, κατὰ τό "Μακάριοι οἱ "καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται." ἀπο τρέχει δὲ τῶν θεομαχεῖν εἰθισμένων, καὶ οὐδενὶ τῶν δυσσε βούντων φαίνεται, ἀλλ' οὐδὲ τὸ συνεῖναι τρόπον τινὰ καὶ συνδιαιτᾶσθαι τοῖς διώκουσιν αὐτὸν ποιεῖται φίλον, ἀπο δημεῖ δὲ μᾶλλον αὐτῶν, καὶ ἀπανίσταται, πᾶσαν ὥσπερ ἑαυτῷ συνεξέλκων εὐθυμίαν, καὶ τῶν παρ' ἑαυτοῦ χαρι σμάτων ἐρήμους ἀφεὶς τοὺς, ἀφ' ὧν ἂν πάθοι κακῶς, ὅσον εἰς τὸ θέλειν αὐτὸν ἀδικῆσαί φημι, καὶ εἰς τὰ τῶν δυσσε βούντων ἐγχειρήματα, εἰ καὶ μάταια πάντα δεικνύει Χριστὸς, ἀφάτῳ δυνάμει τῶν εἰς αὐτὸν πλημμελούντων τὸ ἀνόσιον ἀφανίζων θράσος. Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. Ἐμπαροινούντων αὐτῷ τῶν Ἰουδαίων, λίθοις τε ἤδη κατακοντίζειν ἐπιχειρούντων αὐτὸν, ἔξεισι μὲν τοῦ παρ' αὐτοῖς ἱεροῦ παραχρῆμα, καὶ τῆς τῶν διωκόντων ἀνοσιότητος ἑαυτὸν ὑπεξάγει. παρατρέχων δὲ τὸν ἐκ γενετῆς εὐθὺς 2.135 ἐπιβλέπει τυφλὸν, σημεῖον ὥσπερ καὶ τοῦτο τίθησιν ἐναργέ στατον, ὅτι τῆς μὲν Ἰουδαίων ἐπαναστήσεται βδελυρίας, καὶ τὴν θεομάχων καταλείψει πληθὺν, ἐπισκέψεται δὲ πάλιν μᾶλλον τὰ ἔθνη, καὶ εἰς αὐτὰ μεταστρέψει τῆς ἡμερότητος τῆς αὐτοῦ τὴν φιλοτιμίαν, ἃ καὶ τῷ ἐκ γενετῆς παρεικάζεται τυφλῷ, διὰ τὸ ἐν πλάνῃ γεγενῆσθαι καὶ ἐκ πρώτης ὥσπερ ἡλικίας ἔρημα τῆς ἀληθοῦς θεογνωσίας ὑπάρχειν αὐτὰ, καὶ τὸ φῶς οὐκ ἔχειν τὸ παρὰ Θεοῦ, τουτέστι, τὸν διὰ τοῦ Πνεύματος φωτισμόν. ἐπιτηρῆσαι δὲ πάλιν ἀκόλουθον τί ἂν βούλοιτο δηλοῦν τὸ ὡς ἐν παραδρομῇ τὸν τυφλὸν ἐπεσκέφθαι παρὰ Χριστοῦ. καί μοι πάλιν ἔπεισι νοεῖν, ὅτι κυρίως μὲν οὐχὶ τοῖς ἔθνεσιν ἐπεδήμησεν ὁ Χριστὸς, διὰ μόνον δὲ τὸν Ἰσραὴλ, καθὰ καὶ αὐτός που φησίν "Οὐκ "ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου "̓Ισραήλ·" κατωρθώθη δὲ τοῖς ἔθνεσιν ἡ ἀνάβλεψις ὡς ἐν παρόδῳ Χριστοῦ μεθορμίσαντος ἐπ' αὐτὰ τὸν ἔλεον, διὰ τὴν τοῦ Ἰσραὴλ ἀπείθειαν. καὶ τοῦτο ἦν ἄρα τὸ διὰ Μωυσέως καὶ πάλιν προᾳδόμενον "Ἐγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ "ἔθνει, ἐπ' ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς." ἔθνος μὲν γὰρ ἀσύνετον ἦν τὸ δουλεῦον τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ κτηνῶν ἀλόγων δίκην εἰς πᾶσαν ἁπλῶς ἀμαθίαν καταβοσκό μενον, καὶ μόνοις προσανέχον τοῖς ἐπὶ τῆς γῆς. ἐπειδὴ δὲ παρώργισεν ὁ Ἰσραὴλ ὁ σοφὸς διὰ τὸν νόμον, καὶ συνετὸς διὰ τὸ προφήτας ἔχειν, ἀντιπαρωργίσθη παρὰ τοῦ Θεοῦ προσληφθέντων εἰς τὸν ἐκείνοις πρέποντα τόπον τῶν ἀσυ νέτων τὸ πρὶν, οἷς διὰ τῆς πίστεως καὶ "σοφία γέγονεν ὁ "Χριστὸς καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις," κατὰ τὸ γεγραμ μένον, δῆλον δὲ ὅτι καὶ φῶς καὶ ἀνάβλεψις.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

2
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать