Αθανάσιος ο Μέγας, 4ος αι.

Ἐπιστολὴ πρὸς Ἰοβιανὸν αὐτοκράτορα

Epistula ad imperatorem Jovianum / Послание к императору Иовиану

Epistula ad imperatorem Jovianum Ἀθανασίου ἐπισκόπου πρὸς Ἰοβιανὸν αὔγουστον περὶ πίστεως ὀρθοδόξου

Ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐπὶ τῷ βαπτίσματι θεσμοθετῶν τὸν ἀκριβῆ καὶ τετορνευμένον τῆς πίστεως ὅρον ἐποίησε, λέγων τοῖς ἁγίοις ἀποστόλοις· "πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος". οὐκοῦν ἡ ἐν πίστει τελείωσις εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμά ἐστιν. τῆς οὖν ἁγίας τριάδος προσθήκην οὐκ ἐπιδεχομένης πάντως ὅτι καὶ ἐν εὐδοκίᾳ πατρὸς ἑκουσίως μετασχὼν τῶν ἐν ἡμῖν ὁ μονογενὴς αὐτοῦ λόγος ἐκ πνεύματος ἁγίου καὶ Μαρίας παρθένου μητρὸς εἷς πάλιν ἐστὶν υἱὸς μετὰ καὶ τῆς προσλήψεως τῇ τῆς ἑνώσεως οἰκονομίᾳ. ἅμα γὰρ σάρξ, ἅμα θεοῦ λόγου σὰρξ καὶ ἅμα ἔμψυχος λογική, ἅμα θεοῦ λόγου σὰρξ ἔμψυχος λογική· ἐν αὐτῷ γὰρ καὶ τὴν ὑπόστασιν ἔσχεν. ὅθεν δικαίως μᾶλλον δὲ καὶ ἀληθῶς αὐτοῦ τοῦ κυρίου ἴδια καὶ οὐχ ἑτέρου τινὸς τὸ προσληφθέντα προσομολογηθήσονται. πρῶτον μὲν γὰρ ὁ κύριος μετ' αὐτῆς θεικῶς καὶ τότε ἐξ αὐτῆς ὁ αὐτὸς οἰκονομικῶς παιδίον, διὸ καὶ παρθενομήτωρ ὡς θεοτόκος ἡ ἁγία Μαρία. Μίαν τοίνυν μᾶλλον ἔοικε λέγειν καὶ ὁμολογεῖν τοῦ λόγου φύσιν τε καὶ ὑπόστασιν σεσαρκωμένην καὶ τελείως ἐνανθρωπήσασαν, καὶ ὁ τοῦτο μὴ λέγων θεομάχος ἐστὶ καὶ τῶν ἁγίων πατέρων πολέμιος.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

3
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать