VII Οικουμενική Σύνοδος (787)
VII Οικουμενική Σύνοδος (787)

VII Οικουμενική Σύνοδος - Β΄ Σύνοδος της Νίκαιας, 787, 219 επίσκοποι και 131 μοναχοί.

  • Καταδίκη της εικονομαχίας. Καταδίκη της αίρεσης που δίδασκε να θεωρεί τις εκκλησιαστικές εικόνες ως είδωλα και δεν επέτρεπε ούτε την απεικόνιση του Χριστού και των αγίων ούτε την προσκύνηση των εικόνων αυτών.

ΑΠΟΣΠΑΣΜΑ ΕΚ ΤΗΣ Δ΄ ΠΡΑΞΕΩΣ ΤΗΣ ΕΝ ΝΙΚΑΙΑ Ζ΄ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ (787 μ.Χ.)

Τὴν τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκπληροῦντες θείαν πρόσταξιν οἱ ἅγιοι πατέρες ἡμῶν, τὸν παρ’ αὐτοῦ δοθέντα αὐτοῖς λύχνον τῆς θείας γνώσεως οὐχ ὑπὸ τὸν μόδιον ἔκρυψαν, ἀλλ’ ἐπὶ τὴν λυχνίαν ἀνέθηκαν τῆς ὠφελιμωτάτης διδασκαλίας, ἵνα λάμψῃ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ, τουτέστι τοῖς ἐν τῇ Καθολικῇ Ἐκκλη­σίᾳ ὑμνηθεῖσι, διὰ τὸ μήποτε προσκόψαι τινὰ πρὸς λίθον τὸν πόδα τῆς αἱρετικῆς κα­κοδοξίας τῶν εὐσεβῶς ὁμολογούντων τὸν Κύριον. Αὐτοὶ γὰρ πᾶσαν πλάνην αἱρετι­κῶν ἐξωθοῦσι, καὶ τὸ σεσηπὸς μέλος, εἴπως ἀνίατα νοσεῖ, ἐκκόπτουσι· καὶ τὸ πτύον κατέχοντες, τὴν ἅλωνα καθαίρουσι· καὶ τὸν σῖτον, ἤτοι τὸν τρόφιμον λόγον, τὸν στηρίζοντα καρδίαν ἀνθρώπου, ἀποκλείουσιν ἐν τῇ ἀποθήκῃ τῆς Καθολικῆς Ἐκκλησίας, τὸ δὲ ἄχυρον τῆς αἱρετικῆς κακοδοξίας ἔξω ῥίψαντες κατακαίουσι πυρὶ ἀσβέστῳ. Διὸ καὶ ἡ ἁγία καὶ οἰκουμενικὴ αὕτη Σύνοδος, ἡ εὐδοκίᾳ Θεοῦ καὶ ἐπινεύσει τῶν εὐσεβῶν καὶ πιστοτάτων ἡμῶν βασιλέων, Εἰρήνης τῆς νέας Ἑλένης καὶ νέου Κωνσταντίνου τοῦ ταύτης θεοφυλάκτου βλαστοῦ, συναθροισθεῖσα ἐν ταύτῃ τῇ Νικαέων λαμπρᾷ μητροπόλει τὸ δεύτερον, διὰ τῆς ἀναγνώσεως κατανοήσασα τῶν ἀοιδίμων καὶ μακαρίων πατέρων ἡμῶν τὰ δόγματα, αὐτὸν τὸν Θεὸν δοξάζει, παρ’ οὗ ἐδόθη ἐκείνοις λόγος πρὸς ἡμετέραν διδασκαλίαν καὶ πρὸς καταρτισμὸν τῆς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας· τοὺς δὲ μὴ τὰ ἐκείνων φρονοῦντας, ἀλλὰ συσκιάσαι μηχανωμένους τὴν ὄντως ἀλήθειαν διὰ τῆς αὐτῶν καινοτομίας, τὴν ψαλμικὴν κατεπᾴδουσι φωνήν, «ὅσα ἐπονηρεύσαντο οἱ ἐχθροὶ ἐν τῷ ἁγίῳ σου, καὶ ἀνεκαυχήσαντο λέγοντες, ὅτι οὐκ ἔστι διδάσκαλος, καὶ ἡμᾶς οὐ γνώσεται δολοῦντας τὸν λόγον τῆς ἀληθείας». Ἡμεῖς δὲ κατὰ πάντα τῶν αὐτῶν θεοφόρων πατέρων ἡμῶν τὰ δόγματα καὶ πράγματα κρατοῦντες, κηρύσσομεν ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ, μηδὲν προστιθέντες, μηδὲν ἀφαιροῦντες τῶν ἐξ αὐτῶν παραδοθέντων ἡμῖν· ἀλλὰ τούτοις βεβαιούμεθα, τούτοις στηριζόμεθα· ὄντως ὁμολογοῦμεν, οὕτως διδάσκομεν, καθὼς αἱ ἅγιαι καὶ οἰκουμενικαὶ ἓξ σύνοδοι ὥρισαν καὶ ἐβεβαίωσαν.

Καὶ πιστεύομεν εἰς ἕνα Θεόν, πατέρα, παντοκράτορα, πάντων ποιητήν, ὁρατῶν τε καὶ ἀοράτων· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν μονογενῆ Υἱὸν καὶ Λόγον αὐτοῦ, δι οὗ τὰ πάντα γέγονε· καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον καὶ ζωοποιόν, ὁμοούσιόν τε καὶ συναΐδιον αὐτῷ τε τῷ Πατρὶ καὶ τῷ συνανάρχῳ αὐτῷ Υἱῷ· Τριάδα ἄκτιστον, ἀμέριστον, ἀκατάληπτον, ἀπερίγραπτον, τὴν αὐτὴν ὅλην καὶ μόνην λα­τρευτήν τε καὶ προσκυνητὴν καὶ σεβάσμιον· μίαν θεότητα, μίαν κυριότητα, μίαν ἐξ­ουσίαν, μίαν βασιλείαν καὶ δύναμιν· ἥτις ταῖς ὑποστάσεσι διαιρεῖται ἀδιαιρέτως, καὶ τῇ οὐσίᾳ συνάπτεται διῃρημένως· ὁμολογοῦμεν δὲ καὶ τὸν ἕνα τῆς αὐτῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν ἀληθινὸν Θεόν, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθέντα καὶ ἐνανθρωπήσαντα, καὶ σώσαντα διὰ τῆς σωτηριώδους αὐτοῦ οἰκονομίας, τοῦ τε πάθους καὶ τῆς ἀναστάσεως καὶ τῆς εἰς οὐρανοὺς ἀνόδου τὸ γένος ἡμῶν, καὶ ἀπαλλάξαντα ἡμᾶς τῆς πλάνης τῶν εἰδώλων· καὶ ὥς φησιν ὁ προφήτης, «οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς»[1]. ᾯ καὶ ἡμεῖς ἑπόμενοι καὶ τὴν τούτου φωνὴν οἰκειούμενοι, μεγαλοφώνως βοῶμεν· οὐ σύνοδος, οὐ βασιλέων κράτος, οὐ συνωμοσίας θεοστυγεῖς τῆς τῶν εἰδώλων πλάνης τὴν Ἐκκλησίαν ἠλευθέρωσαν, καθὼς ἐληρῴδησε τὸ Ἰου­δαϊκὸν συνέδριον, τὸ κατὰ τῶν σεπτῶν εἰκόνων φρυαχθέν, ἀλλ’ αὐτὸς ὁ τῆς δόξης Κύριος ἐνανθρωπήσας Θεὸς καὶ ἔσωσε καὶ τῆς εἰδωλικῆς ἀπάτης ἀπήλλαξεν. Αὐτῷ τοίνυν δόξα, αὐτῷ χάρις, αὐτῷ εὐχαριστία, αὐτῷ αἶνος, αὐτῷ μεγαλοπρέπεια· αὐτοῦ ἡ ἀπολύτρωσις, αὐτοῦ ἡ σωτηρία, τοῦ μόνου σῴζειν εἰς τὸ παντελὲς δυναμένου, καὶ οὐχ ἑτέρων τῶν χαμαὶ ἐρχομένων ἀνθρώπων· αὐτὸς τὰς εἰς ἡμᾶς, ἐφ’ οἷς τὰ τέλη τῶν αἰώνων κατήντησαν, διὰ τῆς ἔνσαρκου αὐτοῦ οἰκονομίας προκαταγγελθείσας διὰ τῶν προφητῶν αὐτοῦ ῥήσεις ἐπεραίωσεν, ἐνοικήσας ἐν ἡμῖν καὶ ἐμπεριπατήσας καὶ ἐξαλείψας τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς, καθὼς ἤδη γέγραπται.

Ἀσπαζόμεθα δὲ καὶ τὰς κυριακὰς καὶ ἀποστολικὰς καὶ προφητικὰς φωνάς, δι’ ὧν τιμᾶν καὶ μεγαλύνειν ἐδιδάχθημεν, πρῶτα μὲν τὴν κυρίως καὶ ἀληθῶς Θεο­τόκον, τὴν ἀνωτέραν πασῶν τῶν οὐρανίων δυνάμεων, τάς τε ἁγίας καὶ ἀγγελικὰς δυνάμεις, τούς τε μακαρίους καὶ πανευφήμους ἀποστόλους, προφήτας τε τοὺς ἐν­δόξους, καὶ τοὺς καλλινίκους καὶ ὑπὲρ Χριστοῦ ἀθλήσαντας μάρτυρας, καὶ τοὺς ἁγίους καὶ θεοφόρους διδασκάλους, καὶ πάντας τοὺς ὁσίους ἂνδρας· καὶ ἐξαιτεῖσθαι τὰς τούτων πρεσβείας, ὡς δυναμένας ἡμᾶς οἰκειῶσαι τῷ παμβασιλεῖ τῶν ὅλων Θεῷ, φυλάττοντας δηλαδὴ τὰς αὐτοῦ ἐντολὰς καὶ ἐναρέτως βιοῦν προαιρουμένους· ἔτι γε μὴν ἀσπαζόμεθα καὶ τὸν τύπον τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ, καὶ τὰ ἅγια λείψανα τῶν ἁγίων, καὶ τὰς ἁγίας καὶ σεπτὰς εἰκόνας ἀποδεχόμεθα καὶ ἀσπαζόμεθα καὶ περιπτυσσόμεθα, κατὰ τὴν ἀρχῆθεν παράδοσιν τῆς ἁγίας τοῦ Θεοῦ Καθολικῆς Ἐκκλησίας, εἴτουν τῶν ἁγίων πατέρων ἡμῶν, τῶν ταύτας καὶ δεξαμένων καὶ κυρωσάντων εἶναι ἐν πάσαις ταῖς ἁγιωτάταις τοῦ Θεοῦ Ἐκκλησίαις καὶ ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Ταύτας δὲ τὰς τιμίας καὶ σεπτὰς εἰκόνας, καθὼς προείρηται, τιμῶμεν καὶ ἀσπαζόμεθα, καὶ τιμητικῶς προσκυνοῦμεν· τουτέστι τὴν τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐνανθρωπήσεως εἰκόνα, καὶ τῆς ἀχράντου δεσποίνης ἡμῶν καὶ παναγίας Θεοτόκου, ἐξ ἧς αὐτὸς ηὐδόκησε σαρκωθῆναι καὶ σῶσαι καὶ ἀπαλλάξαι ἡμᾶς πάσης δυσσεβοῦς εἰδωλομανίας· τῶν τε ἁγίων καὶ ἀσωμάτων ἀγγέλων· καὶ ἄνθρωποι γὰρ τοῖς δικαίοις ἐνεφανίσθησαν· ὁμοίως δὲ καὶ τῶν θείων καὶ πανευφήμων ἀποστόλων, τῶν θεηγόρων προφητῶν, καὶ ἀθλοφόρων μαρ­τύρων, καὶ ὁσίων ἀνδρῶν τὰς μορφὰς καὶ τὰ εἰκονίσματα· ὡς διὰ τῆς αὐτῶν ἀναζωγραφήσεως εἰς ὑπόμνησιν καὶ μνήμην ἀνάγεσθαι δύνασθαι πρὸς τὸ πρωτότυπον, καὶ ἐν μεθέξει γίνεσθαί τινος ἁγιασμοῦ. Ταῦτα οὕτω φρονεῖν ἐδιδάχθημεν καὶ ἐβεβαιώθημεν παρά τε τῶν ἁγίων πατέρων ἡμῶν καὶ τῆς αὐτῶν θεοπαραδότου διδα­σκαλίας. Καὶ χάρις τῷ Θεῷ διὰ τὴν ἀνεκδιήγητον αὐτοῦ δωρεάν, ὅτι οὐκ εἰς τέλος ἡμᾶς ἐγκατέλιπεν, οὐδ’ ἀφῆκε τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων, ἵνα μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίαις χεῖρας αὐτῶν, εἴτουν τὰς πρακτικὰς αὐτῶν ἐνεργείας, ἀλλ’ ἀγαθύναντι τοῖς ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ, καθὼς ὁ ὑμνογράφος Δαβὶδ ἐμελῴδησε· μεθ’ οὗ καὶ τὸ ἑξῆς συνυποψάλλομεν, «τοὺς τὸ λοιπὸν ἐκκλίναντας εἰς τὰς στραγγαλίας ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν καὶ εἰρήνη ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ»[2].

ΑΠΟΣΠΑΣΜΑ ΕΚ ΤΩΝ Ζ' ΚΑΙ Η' ΠΡΑΞΕΩΝ ΤΗΣ ΕΝ ΝΙΚΑΙΑ Ζ' ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ (787 μ.Χ.)

Καὶ μετὰ τὴν ἀνάγνωσιν (τοῦ δογματικοῦ Ὅρου τῆς Συνόδου) ἐπύθοντο οἱ Βασιλεῖς ταῦτα· λεγέτω ἡ ἁγία καὶ οἰκουμενικὴ Σύνοδος, εἰ κατὰ συναίνεσιν πάντων ὑμῶν ἐξεφωνήθη ὁ ἀναγνωσθεὶς Ὅρος.

Οἱ δὲ ἐξεβόησαν· οὕτω πιστεύομεν· πάντες οὕτω φρονοῦμεν· πάντες συναινέσαντες ὑπεγράψαμεν· αὕτη ἡ πίστις τῶν Ἀποστόλων, αὕτη ἡ πίστις τῶν Πατέρων, αὕτη ἡ πίστις τῶν Ὀρθοδόξων, αὕτη ἡ πίστις τὴν οἰκουμένην ἐστήριξεν. Πιστεύοντες εἰς ἕνα Θεὸν ἐν Τριάδι ἀνυμνούμενον, τὰς τιμίας αὐτοῦ εἰκόνας ἀσπαζόμεθα. Οἱ μὴ οὕτως ἔχοντες, ἀνάθεμα ἔστωσαν· οἱ μὴ οὕτω φρονοῦντες ἐκ τῆς Ἐκκλησίας ἐκδιωχθήτωσαν. Ἡμεῖς τῇ ἀρχαίᾳ θεσμοθεσίᾳ τῆς Καθολικῆς Ἐκκλησίας ἐπακολουθοῦμεν· ἡμεῖς τοὺς προστιθέντας τι ἢ ἀφαιροῦντας ἐκ τῆς Καθολικῆς Ἐκκλησίας ἀναθεματίζομεν· ἡμεῖς τὴν ἐπείσακτον καινοτομίαν τῶν χριστιανοκατηγόρων ἀναθεματίζομεν· ἡμεῖς τὰς σεπτὰς εἰκόνας ἀποδεχόμεθα· ἡμεῖς τοὺς μὴ οὕτως ἔχοντας τῷ ἀναθέματι καθυποβάλλομεν. Τοῖς ἐκλαμβάνουσι τὰς παρὰ τῆς θείας Γραφῆς ῥήσεις, τὰς κατὰ τῶν εἰδώλων, εἰς τὰς σεπτὰς εἰκόνας, ἀνάθεμα. Τῷ μὴ ἀσπαζομένῳ τὰς ἁγίας εἰκόνας, ἀνάθεμα. Τοῖς ἀποκαλοῦσι τὰς ἱερὰς εἰκόνας εἴδωλα, ἀνάθεμα. Τοῖς λέγουσιν, ὅτι ὡς θεοῖς οἱ χριστιανοὶ ταῖς εἰκόσι προσέρχονται, ἀνάθεμα. Τοῖς λέγουσιν, ὅτι πλὴν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἄλλος ἐρρύσατο ἡμᾶς ἐκ τῶν εἰδώλων, ἀνάθεμα. Τοῖς τολμῶσι λέγειν τὴν Καθολικὴν Ἐκκλησίαν εἴδωλά ποτε δεδέχθαι, ἀνάθεμα. Ὅλοις τοῖς αἱρετικοῖς, ἀνάθεμα. Τῷ φρυαξαμένῳ συνεδρίῳ κατὰ τῶν σεπτῶν εἰκόνων, ἀνάθεμα. Τῷ δεχόμενῳ τὰ δυσσεβῆ τῆς αἱρέσεως αὐτῶν συγγράμματα, ἀνάθεμα. Θεοδοσίῳ τῷ ψευδωνύμῳ ἐπισκόπῳ Ἐφέσου, ἀνάθεμα. Σισιννίῳ τῷ ἐπίκλην Παστιλλᾷ, ἀνάθεμα. Βασιλείῳ τῷ κακεμφάτῳ τῷ Τρικακκάβῳ, ἀνάθεμα· ἡ τριὰς τῶν τριῶν τὰ δόγματα καθεῖλεν. Ἀναστασίῳ, Κωνσταντίνῳ καὶ Νικήτᾳ, τοῖς κατὰ διαδοχὴν τῷ θρόνῳ Κωνσταντινουπόλεως προεδρεύσασιν, ὡς νέῳ Ἀρείῳ, Νεστορίῳ καὶ Διοσκόρω, ἀνάθεμα. Ἰωάννῃ Νικομηδείας καὶ Κωνσταντίνῳ Νακωλείας, τοῖς αἱρεσιάρχαις, ἀνάθεμα. Ἐξουδένωσαν τὴν εἰκόνα τοϋ Κυρίου καὶ τῶν Ἁγίων αὐτοῦ, ἐξουδένωσεν αὐτοὺς ὁ Κύριος. Εἴ τις Χριστὸν τὸν Θεὸν ἡμῶν περιγραπτὸν οὐχ ὁμολογεῖ κατὰ τὸ ἀνθρώπινον, ἀνάθεμα ἔστω. Εἴ τις τὰς εὐαγγελικὰς ἐξηγήσεις τὰς στηλογραφικῶς γινομένας οὐ προσίεται, ἀνάθεμα ἔστω. Εἴ τις οὐκ ἀσπάζεται ταύτας, εἰς ὄνομα τοῦ Κυρίου οὔσας καὶ τῶν Ἁγίων αὐτοῦ, ἀνάθεμα ἔστω. Εἴ τις πᾶσαν παράδοσιν ἐκκλησιαστικὴν ἔγγραφον ἢ ἄγραφον ἀθετεῖ, ἀνάθεμα ἔστω.

ΟΡΟΣ ΠΙΣΤΕΩΣ ΤΗΣ ΕΝ ΝΙΚΑΙΑ Ζ' ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ (787 μ.Χ.)

Ἡ ἁγία μεγάλη καὶ οἰκουμενικὴ Σύνοδος ἡ κατὰ Θεοῦ χάριν καὶ θέσπι­σμα τῶν εὐσεβῶν καὶ φιλοχρίστων ἡμῶν βασιλέων Κωνσταντίνου καὶ Εἰρή­νης τῆς αὐτοῦ μητρὸς συναθροισθεῖσα τὸ δεύτερον ἐν τῇ Νικαέων λαμπρᾷ μητροπόλει τῆς Βιθυνῶν ἐπαρχίας, ἐν τῇ ἁγίᾳ τοῦ Θεοῦ ἐκκλησίᾳ τῇ ἐπονο­μαζομένῃ «Σοφίᾳ», ἀκολουθήσασα τῇ παραδόσει τῆς ἐκκλησίας ὥρισε τὰ ὑποτεταγμένα.

Ὁ τὸ φῶς τῆς αὐτοῦ ἐπιγνώσεως ἡμῖν χαρισάμενος καὶ τοῦ σκότους τῆς εἰδωλικῆς μανίας ἡμᾶς λυτρωσάμενος Χριστὸς ὁ Θεὸς ἡμῶν, νυμφευσάμενος τὴν ἁγίαν αὐτοῦ Καθολικὴν Ἐκκλησίαν μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ταύτην ἐπηγγείλατο διαφυλάττεσθαι τοῖς τε ἁγίοις αὐτοῦ μαθηταῖς διεβεβαιοῦτο λέγων· «μεθ’ ἡμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως συντελείας τοῦ αἰῶνος»[3]· ταύτην δὲ τὴν ἐπαγγελίαν οὐ μόνον αὐτοῖς ἐχαρίσατο, ἀλλὰ καὶ ἡμῖν τοῖς δι’ αὐτῶν πιστεύσασιν εἰς τὸ ὄνομα αὐτοῦ. Τῆς οὖν δωρεᾶς ταύτης ἀλογήσαντές τινες ὡς ὑπὸ τοῦ ἀπατεῶνος ἐχθροῦ ἀναπτε­ρούμενοι ἐξέστησαν τοῦ ὀρθοῦ λόγου καὶ τῇ παραδόσει τῆς Καθολικῆς Ἐκκλησίας ἀντιταξάμενοι πρὸς τὴν σύνεσιν τῆς ἀληθείας διήμαρτον, καὶ ὥς φησιν ὁ παροιμιακὸς λόγος «τοὺς ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται», καὶ συνῆξαν ἐν χερσὶν ἀκαρπίαν, ὅτι τῶν ἱερῶν ἀναθημάτων τὴν θεοπρεπῆ εὐκοσμίαν διαβάλλειν τετολμήκασιν ἱερεῖς μὲν λεγόμενοι, μὴ ὄντες δέ· περὶ ὧν ὁ Θεὸς διὰ τῆς προφητείας βοᾷ· «ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπε­λῶνά μου, ἐμόλυναν τὴν μερίδα μου»[4]· ἀνιέροις γὰρ ἐπακολουθήσαντες ἀνδράσι ταῖς ἰδίας φρεσὶ πειθομένοις κατηγόρησαν τῆς ἁρμοσθείσης Χρι­στῷ τῷ Θεῷ ἁγίας αὐτοῦ Ἐκκλησίας καὶ ἀναμέσον ἁγίου καὶ βεβήλου οὐ διέστειλαν, τὴν εἰκόνα τοῦ Κυρίου καὶ τῶν ἁγίων αὐτοῦ ὁμοίως τοῖς ξοάνοις τῶν σατανικῶν εἰδώλων ὀνομάσαντες. Δι’ ὃ μὴ φέρων ὁρᾶν ὑπὸ τοιαύτης λύμης διαφθερόμενον τὸ ὑπήκοον ὁ Δεσπότης Θεὸς ἡμᾶς τοὺς ἁπανταχοῦ τῆς ἱερωσύνης ἀρχηγοὺς τῇ εὐδοκίᾳ συνεκάλεσε θείῳ ζήλῳ καὶ ἐπινεύσει Κωνσταντίνου καὶ Εἰρήνης τῶν πιστοτάτων ἡμῶν βασιλέων, ὅπως ἡ ἔνθεος παράδοσις τῆς Καθολικῆς Ἐκκλησίας κοινῇ ψήφῳ ἀπολάβῃ τὸ κῦρος· μετὰ πάσης τοίνυν ἀκριβείας ἐρενήσαντές τε καὶ διασκεψάμενοι καὶ τῷ σκοπῷ τῆς ἀληθείας ἀκολουθήσαντες οὐδὲν ἀφαιροῦμεν οὐδὲ προστίθεμεν, ἀλλὰ πάντα τὰ τῆς Καθολικῆς Ἐκκλησίας ἀμείωτα διαφυλάτ­τομεν· καὶ ἑπόμενοι ταῖς ἁγίαις οἰκουμενικαῖς ἓξ Συνόδοις, πρῶτα μὲν τῇ ἐν τῇ λαμπρᾷ Νικαέων μητροπόλει συναθροισθείσῃ, ἔτι γε μὴν καὶ τῇ μετ’ αὐτὴν ἐν τῇ θεοφυλάκτῳ βασιλίδι πόλει·

Ἔκθεσις Πίστεως τῶν ἐν Νικαίᾳ τριακοσίων δέκα καὶ ὀκτὼ ἁγίων καὶ μακαρίων Πατέρων.

Πιστεύομεν εἰς ἕνα Θεόν, πατέρα, παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρός, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ· τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα ‹καὶ› ἐνανθρωπήσαντα, παθόντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς τοὺς οὐρανούς, καὶ ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. Καὶ εἰς τὸ ἅγιον Πνεῦμα. Τοὺς δὲ λέγοντας «ἦν ποτε ὅτε οὐκ ἦν», καὶ «πρὶν γεννηθῆναι οὐκ ἦν», καὶ ὅτι «ἐξ οὐκ ὄντων» ἐγένετο, ἢ «ἐξ ἑτέρας ὑποστάσεως» ἢ «οὐσίας» φάσκοντας εἶναι, ἢ «κτιστὸν» ἢ «τρεπτὸν» ἢ «ἀλλοιωτὸν» τὸν Υἱὸν τοῦ Θεοῦ, ἀναθεματίζει ἡ Καθολικὴ καὶ Ἀποστολικὴ Ἐκκλησία.

Ἔκθεσις Πίστεως τῶν ἐν Κωνσταντινουπόλει ἑκατὸν πεντήκοντα ἁγίων καὶ μακαρίων Πατέρων.

Πιστεύομεν εἰς ἕνα Θεόν, πατέρα, παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο. Τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν Προφητῶν. Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογοῦμεν ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶμεν ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.

Βδελυσσόμεθα δὲ καὶ ἀναθεματίζομεν Ἄρειον καὶ τοὺς αὐτῷ σύμ­φρονας καὶ κοινωνοὺς τῆς μανιώδους αὐτοῦ κακοδοξίας, Μακεδόνιόν τε καὶ τοὺς περὶ αὐτὸν ὀνομασθέντας πνευματομάχους, ὁμολογοῦμεν δὲ καὶ τὴν Δέσποιναν ἡμῶν τὴν ἁγίαν Μαρίαν κυρίως καὶ ἀληθῶς Θεοτόκον ὡς τεκοῦσαν σαρκὶ τὸν ἕνα τῆς ἁγίας Τριάδος Χριστὸν τὸν Θεὸν ἡμῶν, καθὰ καὶ ἡ ἐν Ἐφέσῳ τὸ πρότερον ἐδογμάτισε Σύνοδος καὶ τὸν ἀσεβῆ Νεστόριον καὶ τοὺς ἀμφ’ αὐτὸν ὡς προσωπικὴν δυάδα εἰσάγοντας τῆς Ἐκκλησίας ἐξώθησε· σὺν τούτοις δὲ καὶ τὰς δύο φύσεις ὁμολογοῦμεν τοῦ σαρκωθέντος δι’ ἡμᾶς ἐκ τῆς ἀχράντου Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τέλειον αὐτὸν Θεὸν καὶ τέλειον ἄνθρωπον γινώσκοντες, ὡς καὶ ἡ ἐν Χαλκηδόνι Σύνοδος ἐξεφώνησεν, Εὐτυχῆ καὶ Διόσκορον δυσφημήσαντας τῆς θείας αὐλῆς ἐξελάσασα, συναποβάλλοντες αὐτοῖς Σεβῆρον, Πέτρον, καὶ τὴν πολυβλάσφημον αὐτῶν ἀλληλόπλοκον σειράν, μεθ’ ὧν καὶ τὰ Ὠριγένους Εὐαγρίου τε καὶ Διδύμου μυθεύματα ἀναθεματίζομεν, ὡς καὶ ἡ ἐν Κωνσταντινουπόλει συγκροτηθεῖσα πέμπτη Σύνοδος· εἶτά τε καὶ δύο θελήματα καὶ ἐνεργείας κατὰ τὴν τῶν φύσεων ἰδιότητα κηρύττομεν, καθ’ ὃν τρόπον καὶ ἡ ἐν Κων­σταντινουπόλει ἕκτη Σύνοδος ἐξεβόησεν ἀποκηρύξασα Σέργιον Ὁνώριον Κῦρον Πύρρον Μακάριον, τοὺς ἀθελήτους τῆς εὐσεβείας καὶ τοὺς τούτων ὁμόφρονας. Καὶ συνελόντες φαµέν· ἁπάσας τὰς ἐκκλησιαστικὰς ἐγγρά­φως ἢ ἀγράφως τεθεσπισµένας ἡµῖν παραδόσεις ἀκαινοτοµήτως φυλάττο­µεν· ὧν µία ἐστὶ καὶ ἡ τῆς εἰκονικῆς ἀναζωγραφήσεως ἐκτύπωσις ὡς τῇ ἱστορίᾳ τοῦ εὐαγγελικοῦ κηρύγµατος συνᾴδουσα, πρὸς πίστωσιν τῆς ἀλη­θινῆς καὶ οὐ κατὰ φαντασίαν τοῦ Θεοῦ Λόγου ἐνανθρωπήσεως, καὶ εἰς ὁµοίαν λυσιτέλειαν ἡµῖν χρησιµεύουσα· τὰ γὰρ ἀλλήλων δηλωτικά, ἀναµφι­βόλως καὶ τὰς ἀλλήλων ἔχουσιν ἐµφάσεις.

Τούτων οὕτως ἐχόντων, τὴν βασιλικὴν ὥς περ ἐρχόµενοι τρίβον, ἐπακολουθοῦντες τῇ θεηγόρῳ διδασκαλίᾳ τῶν ἁγίων Πατέρων ἡµῶν καὶ τῇ παραδόσει τῆς Καθολικῆς Ἐκκλησίας –τοῦ γὰρ ἐν αὐτῇ οἰκήσαντος ἁγίου Πνεύµατος εἶναι ταύτην γινώσκοµεν–, ὁρίζοµεν οὖν σὺν ἀκριβείᾳ πάσῃ καὶ ἐµµελείᾳ παραπλησίως τῷ τύπῳ τοῦ τιµίου καὶ ζωοποιοῦ σταυροῦ ἀνατίθεσθαι τὰς σεπτὰς καὶ ἁγίας εἰκόνας τὰς ἐκ χρωµάτων καὶ ψηφῖδος καὶ ἑτέρας ὕλης ἐπιτηδείως ἐχούσης ἐν ταῖς ἁγίαις τοῦ Θεοῦ Ἐκκλησίαις, ἐν ἱεροῖς σκεύεσι καὶ ἐσθῆσι τοίχοις τε καὶ σανίσιν, οἴκοις τε καὶ ὁδοῖς, τῆς τε τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡµῶν Ἰησοῦ Χριστοῦ εἰκόνος καὶ τῆς ἀχράντου Δεσποίνης ἡµῶν καὶ ἁγίας Θεοτόκου τιµίων τε ἀγγέλων καὶ πάντων ἁγίων καὶ ὁσίων ἀνδρῶν –ὅσῳ γὰρ συνεχῶς δι’ εἰκονικῆς ἀνατυπώσεως ὁρῶνται, τοσοῦτον καὶ οἱ ταύτας θεώμενοι διανίστανται πρὸς τὴν τῶν πρωτοτύπων μνήμην τε καὶ ἐπιπόθησιν· καὶ ταύταις ἀσπασμὸν καὶ τιμητικὴν προσκύνησιν ἀπονέμειν –οὐ μὴν τὴν κατὰ πίστιν ἡμῶν ἀληθινὴν λατρείαν, ἣ πρέπει μόνῃ τῇ θεία φύσει, ἀλλ’ ὃν τρόπον τῷ τύπῳ τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ καὶ τοῖς ἁγίοις εὐαγγελίοις καὶ τοῖς λοιποῖς ἱεροῖς ἀναθήμασι–· καὶ θυμιαμάτων καὶ φώτων προσαγωγὴν πρὸς τὴν τούτων τιμὴν ποιεῖσθαι, καθὼς καὶ τοῖς ἀρχαίοις εὐσεβῶς εἴθισται. «Ἡ γὰρ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει»[5], καὶ ὁ προσκυνῶν τὴν εἰκόνα προσκυνεῖ ἐν αὐτῇ τοῦ ἐγγραφομένου τὴν ὑπό­στασιν. Οὕτω γὰρ κρατύνεται ἡ τῶν ἁγίων Πατέρων ἡμῶν διδασκαλία, εἴτουν παράδοσις τῆς Καθολικῆς Ἐκκλησίας τῆς ἀπὸ περάτων εἰς πέρατα δεξαμένης τὸ εὐαγγέλιον. Οὕτω τῷ ἐν Χριστῷ λαλήσαντι Παύλῳ καὶ πάσῃ τῇ θείᾳ ἀποστολικῇ ὁμηγύρει καὶ πατρικῇ ἁγιότητι ἐξακολουθοῦμεν κρατοῦντες τὰς παραδόσεις ἃς παρειλήφαμεν· οὕτω τοὺς ἐπινικίους τῇ Ἐκκλησίᾳ προφητικῶς κατεπᾴδομεν ὕμνους· «Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἰερουσαλήμ· τέρπου καὶ εὐφραίνου ἐξ ὅλης τῆς καρδίας σου· περιεῖλε Κύριος ἐκ σοῦ τὰ ἀδικήματα τῶν ἀντικειμένων σοι, λελύτρωσαι ἐκ χειρὸς ἐχθρῶν σου· Κύριος βασιλεὺς ἐν μέσῳ σου· οὐκ ὄψει κακὰ οὐκέτι»[6], καὶ εἰρήνη ἐπὶ σοὶ εἰς τὸν αἰῶνα χρόνον.

Τοὺς οὖν τολμῶντας ἑτέρως φρονεῖν ἢ διδάσκειν ἢ κατὰ τοὺς ἐνάγεις αἱρετικοὺς τὰς ἐκκλησιαστικὰς παραδόσεις ἀθετεῖν καὶ καινοτο­μίαν τινὰ ἐπινοεῖν ἢ ἀποβάλλεσθαί τι ἐκ τῶν ἀνατεθειμένων τῇ Ἐκκλησίᾳ, εὐαγγέλιον ἢ τύπον τοῦ σταυροῦ ἢ εἰκονικὴν ἀναζωγράφησιν ἢ ἅγιον λεί­ψανον μάρτυρος, ἢ ἐπινοεῖν σκολιῶς καὶ πανούργως πρὸς τὸ ἀνατρέψαι μίαν τινὰ τῶν ἐνθέσμων παραδόσεων τῆς Καθολικῆς Ἐκκλησίας, ἔτι γε μὴν ὡς κοινοῖς χρῆσθαι τοῖς ἱεροῖς κειμηλίοις ἢ τοῖς εὐαγέσι μοναστηρίοις, ἐπι­σκόπους μὲν ὄντας ἢ κληρικοὺς καθαιρεῖσθαι προστάσσομεν, μονάζοντας δὲ ἢ λαϊκοὺς τῆς κοινωνίας ἀφορίζεσθαι.

ΕΚ ΤΩΝ ΚΑΝΟΝΩΝ ΤΗΣ ΕΝ ΝΙΚΑΙΑ Ζ΄ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ ΚΑΝΟΝΕΣ ΔΟΓΜΑΤΙΚΟΣΥΜΒΟΛΙΚΟΥ ΠΕΡΙΕΧΟΜΕΝΟΥ (787 μ.Χ.)

Κανὼν 1: Τοῖς τὴν ἱερατικὴν λαχοῦσιν ἀξίαν μαρτύριά τε καὶ κατορθώματα αἱ τῶν κανονικῶν διατάξεών εἰσιν ὑποτυπώσεις· ἅς ἀσμένως δεχόμενοι, μετὰ τοῦ θεοφάντορος Δαβὶδ ᾂδομεν πρὸς τὸν δεσπότην Θεόν, λέγοντες· «ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην, ὡς ἐπὶ παντὶ πλούτῳ» καὶ «ἐνετείλω δικαιοσύνην, τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, συνέτισόν με καὶ ζήσομαι»[7]. Καὶ εἰς τὸν αἰῶνα ἡ προφητικὴ φωνὴ ἐντέλλεται ἡμῖν φυλάττειν τὰ μαρτύρια τοῦ Θεοῦ καὶ ζῆν ἐν αὐτοῖς, δηλονότι ἀκράδαντα καὶ ἀσάλευτα διαμένοντα, ὅτι καὶ ὁ θεόπτης Μωϋσῆς οὕτω φησίν· «ἐν αὐτοῖς οὐκ ἔστι προσθεῖναι, καὶ ἀπ’ αὐτῶν οὐκ ἔστιν ἀφελεῖν»[8]· καὶ ὁ θεῖος ἀπόστολος Πέτρος ἐν αὐτοῖς ἐγκαυχώμενος βοᾷ, «εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι»[9]· καὶ ὁ Παῦλός φησιν, «κἂν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ’ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω»[10]. Τούτων οὖν οὕτως ὄντων καὶ διαμαρτυρουμένων ἡμῖν, ἀγαλλιώμενοι ἐπ’ αὐτοῖς ὡς εἴ τις εὕρει σκῦλα πολλά, ἀσπασίως τοὺς θείους κανόνας ἐνστερνιζόμεθαα καὶ ὁλόκληρον τὴν αὐτῶν διαταγὴν καὶ ἀσάλευτον κρατύνομεν, τῶν ἐκτεθέντων ὑπὸ τῶν ἁγίων σαλπίγγων τοῦ Πνεύματος, τῶν πανευ­φήμων Ἀποστόλων, τῶν τε ἓξ ἁγίων Οἰκουμενικῶν Συνόδων καὶ τῶν τοπικῶς συναθροισθεισῶν ἐπὶ ἐκδόσει τοιούτων διαταγμάτων [δογμάτων] καὶ τῶν ἁγίων Πατέρων ἡμῶν. Ἐξ ἑνὸς γὰρ ἅπαντες καὶ τοῦ αὐτοῦ Πνεύματος αὐγασθέντες ὥρισαν τὰ συμφέ­ροντα. Καὶ οὓς μὲν τῷ ἀναθέματι παραπέμπουσι, καὶ ἡμεῖς ἀναθεματίζομεν, οὓς δὲ τῇ καθαιρέσει, καὶ ἡμεῖς καθαιροῦμεν, οὓς δὲ τῷ ἀφορμισμῷ, καὶ ἡμεῖς ἀφορίζομεν, οὓς δὲ ἐπιτιμίῳ παραδιδόασι, καὶ ἡμεῖς ὡσαύτως ὑποβάλλομεν. «Ἀφιλάργυρος γὰρ ὁ τρόπος, ἀρκούμενοι τοῖς παροῦσιν»[11], ὁ ἀναβεβηκὼς εἰς τρίτον οὐρανὸν καὶ ἀκούσας ἄῤῥητα ῥήματα, Παῦλος ὁ θεῖος ἀπόστολος, διαῤῥήδην βοᾷ[12].

Κανὼν 3: Πᾶσαν ψῆφον γινομένην παρὰ ἀρχόντων ἐπισκόπου ἢ πρεσβυτέρου ἢ διακόνου ἄκυρον μένειν κατὰ τὸν κανόνα τὸν λέγοντα «εἴ τις ἐπίσκοπος, κοσμικοῖς ἄρχουσι χρησάμενος, δι’ αὐτῶν ἐγκρατὴς ἐκκλησίας γένηται, καθαιρείσθω καὶ ἀφοριζέσθω καὶ οἱ κοινωνοῦντες αὐτῷ πάντες»[13]. Δεῖ γὰρ τὸν μέλλοντα προβιβάζεσθαι εἰς ἐπισκοπὴν ὑπὸ ἐπισκόπων ψηφίζεσθαι, καθὼς παρὰ τῶν ἁγίων Πατέρων τῶν ἐν Νικαίᾳ ὥρισται ἐν τῷ κανόνι τῷ λέγοντι, «ἐπίσκοπον προσήκει μάλιστα μὲν ὑπὸ πάντων τῶν ἐν τῇ ἐπαρχίᾳ καθίστασθαι· εἰ δὲ δυσχερὲς εἴη τὸ τοιοῦτον, ἢ διὰ κατεπείγουσαν ἀνάγκην ἢ διὰ μῆκος ὁδοῦ, ἐξ ἅπαντος τρεῖς ἐπὶ τὸ αὐτὸ συναγο­μένους, συμψήφων γινομένων καὶ τῶν ἀπόντων καὶ συντιθεμένων διὰ γραμμάτων, τότε τὴν χειροτονίαν ποιεῖσθαι, τὸ δὲ κῦρος τῶν γινομένων δίδοσθαι καθ’ ἑκάστην ἐπαρχίαν τῷ μητροπολίτῃ»[14].

Κανὼν 5: Ἁμαρτία πρὸς θάνατόν ἐστιν, ὅταν τινὲς ἁμαρτάνοντες ἀδιόρθωτοι μένωσιν. Τὸ δὴ τούτου χεῖρον, ἐὰν καὶ τραχηλιῶντες κατεξανίστανται τῆς εὐσεβείας καὶ τῆς ἀληθείας, προτιμώμενοι τὸν Μαμωνᾶν τῆς τοῦ Θεοῦ ὑπακοῆς καὶ τῶν κανονικῶν αὐτοῦ διατάξεων μὴ ἀντεχόμενοι. Διὸ ἐν τούτοις οὐκ ἔστι Κύριος ὁ Θεός, εἰ μή που ταπεινωθέντες τοῦ ἰδίου σφάλματος ἀνανήψωσι· χρὴ γὰρ μᾶλλον αὐτοὺς προσέρχεσθαι τῷ Θεῷ καὶ μετὰ συντετριμμένης καρδίας τὴν ἄφεσιν τούτου τοῦ ἁμαρτήματος καὶ τὴν συγχώρησιν αἰτεῖσθαι, οὐχὶ ἐναβρύνεσθαι τῇ ἀθέσμῳ δόσει. «Ἐγγὺς γὰρ Κύριος τοῖς συντετριμμένοις τῇ καρδίᾳ»[15] ...

Κανὼν 6: Ἐπειδήπερ κανών ἐστιν ὁ λέγων, δὶς τοῦ ἔτους καθ’ ἑκάστην ἐπαρχίαν γίνεσθαι διὰ συναθροίσεως ἐπισκόπων τὰς κανονικὰς συζητήσεις· διὰ τὴν συντριβὴν καὶ τὸ ἐνδεῶς ἔχειν πρὸς ὁδοιπορίαν τοὺς συναθροιζομένους, ὥρισαν οἱ τῆς ἕκτης Συνόδου ὅσιοι Πατέρες, ἐξ ἅπαντος τρόπου καὶ προφάσεως ἅπαξ τοῦ ἐνιαυτοῦ γίνεσθαι καὶ τὰ ἐσφαλμένα διορθοῦσθαι. Τοῦτον οὖν τὸν κανόνα καὶ ἡμεῖς ἀνανεοῦμεν· καὶ εἴ τις εὑρεθῇ ἄρχων τοῦτο κωλύων, ἀφοριζέσθω. Εἰ δέ τις ἐκ τῶν μητροπολιτῶν ἀμελήσοι τοῦτο γίνεσθαι, ἐκτὸς ἀνάγκης καὶ βίας καί τινος εὐλόγου προφάσεως, τοῖς κανονικοῖς ἐπιτιμίοις ὑποκείσθω. Τῆς δὲ συνόδου γενομένης περὶ κανονικῶν καὶ εὐαγγελικῶν πραγμάτων, δεῖ τοῖς συναθροισθεῖσιν ἐπισκόποις ἐν μελέτῃ καὶ φροντίδι γίνεσθαι τοῦ φυλάττεσθαι τὰς θείας καὶ ζωοποιοὺς ἐντολὰς τοῦ Θεοῦ...[16]

Κανὼν 8: ... Εἰ δὲ ἐξ εἰλικρινοῦς πίστεως ἐπιστρέψει τις αὐτῶν (τῶν Ἑβραίων) καὶ ὁμολογήσει ἐξ ὅλης καρδίας, θριαμβεύων τὰ κατ’ αὐτοὺς ἔθη καὶ πράγματα, πρὸς τὸ καὶ ἄλλους ἐλεγχθῆναι καὶ διορθώσασθαι, τοῦτον προσ­δέ­χεσθαι καὶ βαπτίζειν καὶ τοὺς παῖδας αὐτοῦ, καὶ ἀσφαλίζεσθαι αὐτοὺς ἀποστῆναι τῶν ἑβραϊκῶν ἐπιτηδευμάτων· εἰ δὲ μὴ οὕτως ἔχοιεν, μηδαμῶς αὐτοὺς προσ­δέχεσθαι.

Примечания

  1. Ἡσ. 63,9.

  2. Ψαλμ. 124,5.

  3. Ματθ. 28,20.

  4. Ἱερεμ. 12,10.

  5. Μ. Βασιλείου, Περὶ Ἁγ. Πνεύματος, 18,45, MPG, 32,149.

  6. Σοφον. 3, 14/5.

  7. Ψαλμ. 118, 14. 138. 144.

  8. Δευτ. 12,32.

  9. Α΄ Πέτρ. 1,12.

  10. Γαλ. 1,8.

  11. Ἑβρ. 13,5.

  12. Πρβλ. καὶ καν. Δ΄ Οἰκ. 1, Πενθ. 2.

  13. Ἀποστ. 30.

  14. Πρβλ. καὶ καν. Α΄ Οἰκ. 4, Ἀποστ. 1, 2, 30, 60, Λαοδ. 5, 13, Καρθ. 59, Τιμ. 7.

  15. Ψαλμ. 33,19.

  16. Πρβλ. καὶ καν. Α΄ Οἰκ. 5, Δ΄ Οἰκ. 19, Πενθ. 8, Ἀποστ. 37.

ΠΗΓΗ ΠΡΑΞΕΩΣ: Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις 1960, σ. 238-244.

ΠΗΓΗ ΚΑΝΟΝΕΣ: Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τ. Ι, ἔκδ. β΄, ἐν Ἀθήναις 1960, σ. 249-250.

205
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать