Ιωάννης ο Χρυσόστομος, 4ος αι.

Εἰς τὴν πρὸς Ῥωμαίους 2

In epistulam ad Romanos 2 / На Послание к Римлянам 2

ΟΜΙΛΙΑ Ι∆ʹ.

Ἄρα οὖν, ἀδελφοὶ, ὀφειλέται ἐσμὲν οὐ τῇ σαρκὶ, τοῦ κατὰ σάρκα ζῇν. Εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνήσκειν· εἰ δὲ Πνεύματι τὰς πρά ξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε.

αʹ. ∆είξας ὅσον τὸ ἔπαθλον τοῦ πνευματικοῦ βίου, καὶ ὅτι Χριστὸν ἔνοικον ποιεῖ, καὶ ὅτι ζωοποιεῖ τὰ θνητὰ σώματα, καὶ πρὸς τὸν οὐρανὸν πτεροῖ, καὶ τὴν ὁδὸν τῆς ἀρετῆς εὐκολωτέραν ἐργάζεται, ἀναγκαίως λοιπὸν ἐπάγει τὴν παραίνεσιν λέγων· Οὐκοῦν οὐκ ὀφείλομεν ζῇν κατὰ σάρκα. Ἀλλ' οὕτω μὲν οὐκ εἶπε, ἐπιπληκτικώτερον δὲ πολλῷ καὶ δυνατώτερον εἰπών· Ὀφειλέται ἐσμὲν τῷ Πνεύματι· τὸ γὰρ εἰπεῖν, ὅτι Οὐκ ἐσμὲν ὀφειλέται τῇ σαρκὶ, τοῦτο ἐδήλωσε. Καὶ πανταχοῦ τοῦτο κατασκευάζει, δεικνὺς ὅτι τὰ μὲν παρὰ τοῦ Θεοῦ εἰς ἡμᾶς γεγενημένα οὐκ ὀφειλῆς ἦν, ἀλλὰ γυμνῆς χάριτος· τὰ δὲ παρ' ἡμῶν μετὰ ταῦτα γινόμενα, οὐκέτι φιλοτιμίας, ἀλλ' ὀφειλῆς. Καὶ γὰρ ὅταν λέγῃ· Τιμῆς ἠγοράσθητε, μὴ γίνεσθε δοῦλοι ἀνθρώπων, τοῦτο αἰνίττεται· καὶ ὅταν γράφῃ, Οὐκ ἐστὲ ἑαυτῶν, τὸ αὐτὸ τοῦτο δηλοῖ. Καὶ ἑτέρωθι δὲ πάλιν τῶν αὐτῶν ἀναμιμνήσκει τούτων, οὕτω λέγων, ὅτι Εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσι. Τοῦτο δὴ καὶ ἐνταῦθα κατασκευάζων φησίν· Ὀφειλέται ἐσμέν. Εἶτα, ἐπειδὴ εἶπεν, Οὐκ ἐσμὲν ὀφειλέται τῇ σαρκὶ, ἵνα μὴ τὰ λεγόμενα πάλιν εἰς τὴν τῆς σαρκὸς λάβοις φύσιν, οὐκ ἐσίγησεν, ἀλλ' ἐπήγαγε· Τοῦ κατὰ σάρκα ζῇν Καὶ γὰρ πολλὰ αὐτῇ ὀφείλομεν, τὸ τρέφειν αὐτὴν, τὸ θάλπειν, τὸ ἀναπαύειν, τὸ θεραπεύειν νοσοῦσαν, τὸ περιβάλλειν, καὶ μυρία ἕτερα λειτουργεῖν. Ἵν' οὖν μὴ νομίσῃς, ὅτι ταύτην ἀναιρεῖ τὴν διακονίαν, εἰπὼν, Οὐκ ἐσμὲν ὀφειλέται τῇ σαρκὶ, ἑρμηνεύει αὐτὸ λέγων· Τοῦ κατὰ σάρκα ζῇν. Ἐκείνην γὰρ ἀναιρῶ τὴν σπουδὴν, φησὶ, τὴν ἐπὶ ἁμαρτίαν ἄγουσαν, ὡς τά γε θεραπεύοντα αὐτὴν βούλομαι γίνεσθαι· ὅπερ καὶ προϊὼν ἐδήλωσεν. Εἰπὼν γὰρ τῆς σαρκὸς μὴ ποιεῖσθαι πρόνοιαν, οὐκ ἐσίγησεν, ἀλλ' ἐπήγαγεν, Εἰς ἐπιθυμίας· ὃ δὴ καὶ ἐνταῦθα παιδεύει λέγων, ὅτι Θεραπευέσθω μέν· ὀφείλομεν γὰρ αὐτῇ τοῦτο· μὴ μέντοι κατὰ σάρκα ζῶμεν· τουτέστι, Μὴ ποιῶμεν αὐτὴν κυρίαν τῆς ζωῆς τῆς ἡμετέρας. Ἕπεσθαι γὰρ αὐτὴν ἀναγκαῖον, οὐχ ἡγεῖσθαι, οὐδὲ αὐτὴν ῥυθμίζειν τὸν βίον τὸν ἡμέτερον, ἀλλὰ τοὺς τοῦ Πνεύματος δέχεσθαι νόμους. Τοῦτο τοίνυν διορισάμενος, καὶ κατασκευάσας, ὅτι ὀφειλέται ἐσμὲν τῷ Πνεύματι, εἶτα δεικνὺς τίνων ὀφειλέται εὐεργεσιῶν, οὐ τὰ παρελθόντα λέγει, ἐφ' ᾧ μάλιστα αὐτὸν ἔστιν ἐκπλαγῆναι τῆς συνέσεως, ἀλλὰ τὰ μέλλοντα. Καίτοι γε ἱκανὰ ἦν κἀκεῖνα· ἀλλ' ὅμως οὐ τίθησιν αὐτὰ νῦν, οὐδὲ λέγει τὰς εὐεργεσίας τὰς ἀφάτους ἐκείνας, ἀλλὰ τὰ μέλλοντα. Οὐδὲ γὰρ οὕτως ἅπαξ ἡ δοθεῖσα εὐεργεσία, ὡς ἡ προσδοκωμένη καὶ μέλλουσα, ἐπάγεσθαι τοὺς πολλοὺς εἴωθε. Καὶ τοῦτο προσθέμενος, πρότερον ἀπὸ τῶν λυπηρῶν φοβεῖ καὶ τῶν κακῶν τῶν γινομένων ἐκ τοῦ κατὰ σάρκα ζῇν, οὕτω λέγων· Εἰ δὲ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνήσκειν· τὸν θάνατον ἡμῖν αἰνιττόμενος ἐκεῖνον τὸν ἀθάνατον, τὴν ἐν τῇ γεέννῃ κόλασιν καὶ τιμωρίαν. Μᾶλλον δὲ, εἴ τις ἀκριβῶς ἐξετάσειε τοῦτο, καὶ ἐν τῇ ζωῇ ταύτῃ τέθνηκεν ὁ τοιοῦτος· ὅπερ οὖν καὶ ἐν τῇ πρὸ ταύτης διαλέξει σαφὲς ὑμῖν πεποιήκαμεν. Εἰ δὲ Πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε. Ὁρᾷς ὅτι οὐ περὶ φύσεως διαλέγεται σώματος, ἀλλὰ περὶ πράξεων σαρκικῶν; Οὐ γὰρ εἶπεν, Εἰ δὲ Πνεύματι τὴν φύσιν τοῦ σώματος θανατοῦτε, ζήσεσθε, ἀλλὰ, Τὰς πράξεις· καὶ οὐδὲ ταύτας πάσας, ἀλλὰ τὰς πονηράς· καὶ τοῦτο δῆλον ἐν τοῖς ἑξῆς· Εἰ γὰρ τοῦτο ποιήσετε, ζήσεσθε, φησί. Καὶ πῶς ἔνι τοῦτο γενέσθαι, εἰ περὶ πασῶν ὁ λόγος ἦν αὐτῷ; καὶ γὰρ καὶ τὸ ὁρᾷν, καὶ τὸ ἀκούειν, καὶ τὸ φθέγγεσθαι, καὶ τὸ βαδίζειν, τοῦ σώματος πράξεις εἰσὶ, καὶ εἰ μέλλοιμεν αὐτὰς θανατοῦν, τοσοῦτον ἀφέξομεν τοῦ ζῇν, ὅτι καὶ ἀνδροφονίας δώσομεν δίκην. Ποίας οὖν πράξεις φησὶ θανατοῦν; Τὰς ἐπὶ πονηρίαν κινουμένας, τὰς ἐπὶ κακίαν χωρούσας, ἃς οὐδὲ ἄλλως ἔστι θανατῶσαι, ἢ διὰ Πνεύματος. Τὰς μὲν γὰρ ἄλλας ἀποκτείναντα, σεαυτὸν ἀνελεῖν ἐστιν, ὅπερ οὐ θέμις· ταύτας δὲ διὰ Πνεύματος μόνον. Ἂν γὰρ τοῦτο παρῇ, πάντα τὰ κύματα καταστέλλεται, καὶ τὰ πάθη κατέπτηχε, καὶ οὐδὲν ἡμῶν κατεξανίσταται. Εἶδες πῶς ἀπὸ τῶν μελλόντων, ἡμᾶς, ὅπερ ἔμπροσθεν εἶπον, προτρέπει, καὶ δείκνυσιν ὀφειλέτας οὐκ ἀπὸ τῶν ἤδη γεγενημένων μόνον; Οὐ γὰρ τοῦτο μόνον ἐστὶ, φησὶ, τὸ κατόρθωμα τοῦ Πνεύματος, ὅτι τῶν παρελθόντων ἀφῆκεν ἡμᾶς ἁμαρτημάτων, ἀλλ' ὅτι καὶ πρὸς τὰ μέλλοντα ἀχειρώτους κατασκευάζει, καὶ ζωῆς ἀξιοῖ τῆς ἀθανάτου. Εἶτα καὶ ἕτερον τιθεὶς μισθὸν, ἐπήγαγεν· Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ.

βʹ. Οὗτος γὰρ πάλιν πολλῷ τοῦ προτέρου μείζων ὁ στέφανος. ∆ιὸ οὐδὲ ἁπλῶς εἶπεν, Ὅσοι γὰρ Πνεύματι Θεοῦ ζῶσιν, ἀλλ', Ὅσοι Πνεύματι Θεοῦ ἄγονται, δεικνὺς ὅτι οὕτω βούλεται αὐτὸ κύριον εἶναι τῆς ἡμετέρας ζωῆς, ὡς τὸν κυβερνήτην τοῦ πλοίου, καὶ τὸν ἡνίοχον τοῦ ζεύγους τῶν ἵππων. Καὶ οὐχὶ τὸ σῶμα μόνον, ἀλλὰ καὶ αὐτὴν τὴν ψυχὴν ὑποβάλλει ταῖς τοιαύταις ἡνίαις. Οὐδὲ γὰρ ἐκείνην βούλεται αὐθεντεῖν, ἀλλὰ καὶ ἐκείνης τὴν ἐξουσίαν ὑπὸ τῇ τοῦ Πνεύματος ἔθηκε δυνάμει. Ἵνα γὰρ μὴ τῇ δωρεᾷ τοῦ λουτροῦ θαῤῥήσαντες, τῆς μετὰ ταῦτα ἀμελήσωσι πολιτείας, φησὶν, ὅτι κἂν βάπτισμα λάβῃς, μὴ μέλλῃς δὲ Πνεύματι μετὰ ταῦτα ἄγεσθαι, ἀπώλεσας τὴν δεδομένην ἀξίαν, καὶ τῆς υἱοθεσίας τὴν προεδρίαν. ∆ιὰ τοῦτο οὐκ εἶπεν, Ὅσοι Πνεῦμα ἔλαβον, ἀλλ', Ὅσοι Πνεύματι Θεοῦ ἄγονται· τουτέστιν, Ὅσοι παρὰ πάντα τὸν βίον οὕτω πολιτεύονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ. Εἶτα ἐπειδὴ τοῦτο τὸ ἀξίωμα καὶ τοῖς Ἰουδαίοις ἦν δεδομένον· Ἐγὼ γὰρ εἶπον, φησί· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· καὶ πάλιν, Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· καὶ, Πρωτότοκός μου Ἰσραήλ· καὶ ὁ Παῦλος δέ φησιν, Ὧν ἡ υἱοθεσία· κατασκευάζει λοιπὸν ὅσον τὸ μέσον ἐκείνης καὶ ταύτης τῆς τιμῆς. Εἰ γὰρ καὶ τὰ ὀνόματα τὰ αὐτὰ, φησὶν, ἀλλ' οὐ τὰ πράγματα τὰ αὐτά. Καὶ σαφῆ παρέχει τούτων ἀπόδειξιν, καὶ ἀπὸ τῶν κατορθούντων, καὶ ἀπὸ τῶν δεδομένων, καὶ ἀπὸ τῶν μελλόντων ἔσεσθαι τὴν σύγκρισιν εἰσαγαγών· καὶ πρότερον δείκνυσι τίνα ἦν τὰ ἐκείνοις δεδομένα. Τίνα οὖν ταῦτα; Πνεῦμα δουλείας· διὸ καὶ ἐπήγαγε λέγων· Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον. Εἶτα ἀφεὶς εἰπεῖν τὸ ἀντιδιαστελλόμενον τῇ δουλείᾳ, τουτέστι, πνεῦμα ἐλευθερίας, τὸ πολλῷ μεῖζον τέθεικε, τὸ τῆς υἱοθεσίας, δι' οὗ κἀκεῖνο συνήγετο, εἰπών· Ἀλλ' ἐλάβετε πνεῦμα υἱοθεσίας. Ἀλλὰ τοῦτο μὲν δῆλον· τὸ δὲ πνεῦμα τῆς δουλείας τί ποτέ ἐστιν, ἄδηλον. Οὐκοῦν ἀναγκαῖον αὐτὸ ποιῆσαι σαφέστερον· οὐδὲ γὰρ ἀσαφὲς μόνον, ἀλλὰ καὶ σφόδρα ἄπορον τὸ εἰρημένον. Πνεῦμα γὰρ οὐκ ἔλαβεν ὁ τῶν Ἰουδαίων δῆμος· τί οὖν ἐνταῦθά φησι; Τὰ γράμματα οὕτως ἐκάλεσεν, ἐπειδὴ πνευματικὰ ἦν, ὥσπερ οὖν καὶ τὸν νόμον πνευματικὸν, καὶ τὸ ὕδωρ τὸ ἀπὸ τῆς πέτρας καὶ τὸ μάννα· Πάντες γὰρ, φησὶ, τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον. Καὶ τὴν πέτραν δὲ οὕτως ὀνομάζει, λέγων· Ἔπινον δὲ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας. Ἐπειδὴ γὰρ ὑπὲρ φύσιν ἦν πάντα τὰ τελούμενα, πνευματικὰ αὐτὰ ἐκάλεσεν, οὐκ ἐπειδὴ Πνεῦμα ἔλαβον οἱ μετέχοντες αὐτῶν τότε. Καὶ πῶς τὰ γράμματα ἐκεῖνα δουλείας ἦν γράμματα; Παράγαγε πᾶσαν τὴν πολιτείαν, καὶ τότε εἴσῃ καὶ τοῦτο σαφῶς. Καὶ γὰρ αἱ τιμωρίαι παρὰ πόδας αὐτοῖς, καὶ ὁ μισθὸς εὐθέως εἵπετο, σύμμετρός τε ὢν καὶ ὥσπερ σιτηρέσιόν τι καθημερινὸν διδόμενον οἰκέταις, καὶ πολὺς πανταχόθεν ὁ φόβος πρὸ τῆς ὄψεως ἀκμάζων, καὶ περὶ τὰ σώματα οἱ καθαρμοὶ, καὶ μέχρι τῶν πράξεων ἡ ἐγκράτεια. Παρὰ δὲ ἡμῖν οὐχ οὕτως, ἀλλὰ καὶ λογισμὸς καὶ συνειδὸς ἐκκαθαίρεται. Οὐ γὰρ λέγει, Μὴ φονεύσῃς, μόνον, ἀλλὰ, Μηδὲ ὀργισθῇς· οὐδὲ, Μὴ μοιχεύσῃς, ἀλλὰ, Μηδὲ ἴδῃς ἀκολάστως· ἵνα μηκέτι τῷ φόβῳ τῆς κολάσεως τῆς παρούσης, ἀλλὰ τῷ πόθῳ τῷ πρὸς αὐτὸν, τό τε ἐν ἕξει τῆς ἀρετῆς εἶναι καὶ τὰ ἄλλα τὰ κατορθούμενα ᾖ. Οὐδὲ ἐπαγγέλλεται γῆν ῥέουσαν μέλι καὶ γάλα, ἀλλὰ τῷ Μονογενεῖ συγκληρονόμον ποιεῖ, τῶν παρόντων ἡμᾶς διὰ πάντων ἀφιστὰς, καὶ ἐκεῖνα μάλιστα ἐπαγγελλόμενος διδόναι, ἃ τοῖς γενομένοις υἱοῖς Θεοῦ πρέπει λαμβάνειν· αἰσθητὸν μὲν οὐδὲν οὐδὲ σωματικὸν, πνευματικὰ δὲ ἅπαντα. Ὥστε ἐκεῖνοι μὲν εἰ καὶ υἱοὶ ἐκαλοῦντο, ἀλλ' ὡς δοῦλοι· ἡμεῖς δὲ ὡς ἐλεύθεροι γενόμενοι, τὴν υἱοθεσίαν ἐλάβομεν καὶ τὸν οὐρανὸν ἀναμένομεν· κἀκείνοις μὲν δι' ἑτέρων διελέγετο, ἡμῖν δὲ δι' ἑαυτοῦ· κἀκεῖνοι μὲν φόβῳ τιμωρίας πάντα ἔπραττον ἀγόμενοι, οἱ δὲ πνευματικοὶ ἐπιθυμίᾳ καὶ πόθῳ· καὶ τοῦτο δηλοῦσι τῷ καὶ ὑπερβαίνειν τὰ ἐπιτάγματα. Ἐκεῖνοι ὡς μισθωτοὶ καὶ ἀγνώμονες, οὐδέποτε γοῦν διέλειπον γογγύζοντες· οὗτοι δὲ εἰς ἀρέσκειαν τοῦ Πατρός· καὶ οἱ μὲν εὐεργετούμενοι ἐβλασφήμουν· ἡμεῖς δὲ κινδυνεύοντες εὐχαριστοῦμεν. Κἂν κολασθῆναι δὲ ἁμαρτάνοντας δέῃ, καὶ ἐνταῦθα πολλὴ ἡ διαφορά. Οὐ γὰρ ὡς ἐκεῖνοι καταλευόμενοι, καὶ καιόμενοι, καὶ ἀκρωτηριαζόμενοι παρὰ τῶν ἱερέων, οὕτω καὶ ἡμεῖς ἐπιστρεφόμεθα, ἀλλὰ ἀρκεῖ τραπέζης ἐκβληθῆναι πατρικῆς, καὶ ἀπὸ ὄψεως ῥητὰς γενέσθαι ἡμέρας. Καὶ ἐπὶ μὲν τῶν Ἰουδαίων ῥήματος ἦν τιμὴ ἡ υἱοθεσία μόνον· ἐνταῦθα δὲ καὶ πρᾶγμα ἠκολούθησεν, ὁ διὰ βαπτίσματος καθαρμὸς, ἡ τοῦ Πνεύματος δόσις, ἡ τῶν ἄλλων ἀγαθῶν χορηγία. Καὶ τούτων δὲ ἕτερα πλείονα ἔστιν εἰπεῖν τὴν παρ' ἡμῖν ἐνδεικνύμενα εὐγένειαν, καὶ τὴν ἐκείνων εὐτέλειαν· ἅπερ ἅπαντα διὰ τοῦ Πνεύματος καὶ τοῦ φόβου καὶ τῆς υἱοθεσίας αἰνιξάμενος, καὶ ἑτέραν ποιεῖται ἀπόδειξιν τοῦ πνεῦμα υἱοθεσίας ἔχειν. Ποῖον δὴ τοῦτο; Ἐν ᾧ κράζομεν, Ἀββᾶ ὁ Πατήρ.

γʹ. Τοῦτο δὲ ἡλίκον ἐστὶν, ἴσασιν οἱ μύσται, καλῶς ἐπὶ τῆς εὐχῆς τῆς μυστικῆς τοῦτο πρῶτον κελευόμενοι τὸ ῥῆμα λέγειν. Τί οὖν; οὐκ ἐκάλουν καὶ ἐκεῖνοι Πατέρα, φησὶ, τὸν Θεόν; οὐκ ἀκούεις Μωϋσέως λέγοντος· Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες; οὐκ ἀκούεις τοῦ Μαλαχία ὀνειδίζοντος καὶ λέγοντος, ὅτι Θεὸς εἷς ἔκτισεν ἡμᾶς, καὶ εἷς Πατήρ ἐστι πάντων ἡμῶν; Ἀλλ' εἰ καὶ ταῦτα καὶ πλείονα τούτων εἴρηται, οὐδαμοῦ τοῦτο εὑρίσκομεν αὐτοὺς καλοῦντας τὸ ῥῆμα τὸν Θεὸν, οὐδὲ εὐχομένους οὕτως. Ἡμεῖς δὲ ἅπαντες, καὶ ἱερεῖς καὶ ἰδιῶται καὶ ἄρχοντες καὶ ἀρχόμενοι, οὕτως εὔχεσθαι ἐκελεύσθημεν. Καὶ ταύτην πρώτην ἀφίεμεν φωνὴν, μετὰ τὰς θαυμαστὰς ὠδῖνας ἐκείνας, καὶ τὸν ξένον καὶ παράδοξον τῶν λοχευμάτων νόμον. Ἄλλως δὲ, εἰ καὶ ἐκάλεσάν ποτε ἐκεῖνοι, ἀλλ' ἐξ οἰκείας διανοίας· οἱ δὲ ἐν τῇ χάριτι, ἀπὸ πνευματικῆς ἐνεργείας κινούμενοι. Ὥσπερ γὰρ πνεῦμα σοφίας ἐστὶ, καθ' ὃ σοφοὶ οἱ ἄσοφοι ἐγίνοντο, καὶ δηλοῦται τοῦτο ἀπὸ τῆς διδασκαλίας· καὶ πνεῦμα δυνάμεώς ἐστι, καθ' ὃ οἱ ἀσθενεῖς νεκροὺς ἤγειραν, καὶ δαίμονας ἤλασαν, καὶ πνεῦμα χαρίσματος ἰαμάτων, καὶ πνεῦμα προφητείας, καὶ πνεῦμα γλωσσῶν· οὕτω καὶ πνεῦμα υἱοθεσίας. Καὶ ὥσπερ ἴσμεν τὸ πνεῦμα τῆς προφητείας, ἀφ' οὗ ὁ ἔχων αὐτὸ προλέγει τὰ μέλλοντα, οὐκ οἰκείᾳ φθεγγόμενος διανοίᾳ, ἀλλ' ὑπὸ τῆς χάριτος κινούμενος· οὕτω δὴ καὶ πνεῦμα υἱοθεσίας, ἀφ' οὗ ὁ λαβὼν Πατέρα καλεῖ τὸν Θεὸν, ὑπὸ τοῦ Πνεύματος κινούμενος. Ὁ δὲ βουλόμενος δεῖξαι γνησιότητα, καὶ τῇ τῶν Ἑβραίων ἐχρήσατο γλώσσῃ· οὐ γὰρ εἶπε μόνον, Ὁ Πατὴρ, ἀλλ', Ἀββᾶ ὁ Πατὴρ, ὅπερ τῶν παίδων μάλιστά ἐστι τῶν γνησίων πρὸς πατέρα ῥῆμα. Εἰπὼν τοίνυν τὴν ἀπὸ τῆς πολιτείας διαφορὰν, τὴν ἀπὸ τῆς χάριτος τῆς δεδομένης, τὴν ἀπὸ τῆς ἐλευθερίας, ἐπάγει καὶ ἑτέραν ἀπόδειξιν τῆς ὑπεροχῆς τῆς κατὰ τὴν υἱοθεσίαν ταύτην. Ποίαν δὴ ταύτην; Αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, φησὶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ. Οὐ γὰρ ἀπὸ τῆς φωνῆς ἰσχυρίζομαι μόνον, φησὶν, ἀλλὰ καὶ ἀπὸ τῆς αἰτίας, ἀφ' ἧς ἡ φωνὴ τίκτεται· τοῦ γὰρ Πνεύματος ὑπαγορεύοντος, ταῦτα λέγομεν. Ὅπερ ἀλλαχοῦ σαφέστερον δηλῶν ἔλεγεν, ὅτι Ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν κράζον· Ἀββᾶ ὁ Πατήρ. Τί δέ ἐστι, τὸ Πνεῦμα τῷ πνεύματι συμμαρτυρεῖ; Ὁ Παράκλητος, φησὶ, τῷ χαρίσματι τῷ δεδομένῳ ἡμῖν. Οὐ γὰρ τοῦ χαρίσματός ἐστιν ἡ φωνὴ μόνον, ἀλλὰ καὶ τοῦ δόντος τὴν δωρεὰν Παρακλήτου· αὐτὸς γὰρ ἡμᾶς οὗτος ἐδίδαξε διὰ τοῦ χαρίσματος οὕτω φθέγγεσθαι. Ὅταν δὲ τὸ Πνεῦμα μαρτυρῇ, ποία λοιπὸν ἀμφιβολία; Εἰ μὲν γὰρ ἄνθρωπος, ἢ ἄγγελος, ἢ ἀρχάγγελος, ἢ ἄλλη τις τοιαύτη δύναμις τοῦτο ὑπισχνεῖτο, κἂν ἀμφιβάλλειν ἦν εἰκός τινας· τῆς δὲ ἀνωτάτω οὐσίας τῆς καὶ δωρησαμένης τοῦτο, καὶ δι' ὧν ἐκέλευσεν εὔχεσθαι μαρτυρούσης ἡμῖν, τίς ἂν ἀμφισβητήσειε λοιπὸν περὶ τῆς ἀξίας; Οὐδὲ γὰρ βασιλέως χειροτονήσαντός τινα, καὶ ἀνακηρύττοντος τὴν τιμὴν παρὰ πᾶσι, τολμήσειεν ἄν τις τῶν ὑπηκόων ἀντειπεῖν. Εἰ δὲ τέκνα, φησὶ, καὶ κληρονόμοι. Ὁρᾷς πῶς κατὰ μικρὸν αὔξει τὴν δωρεάν; Ἐπειδὴ γὰρ ἔνι καὶ τέκνα εἶναι, καὶ μὴ κληρονόμους γενέσθαι (οὐδὲ γὰρ πάντες κληρονόμοι οἱ παῖδες), ἐπάγει καὶ τοῦτο, ὅτι καὶ κληρονόμοι. Οἱ δὲ Ἰουδαῖοι μετὰ τοῦ μὴ τοιαύτην ἔχειν υἱοθεσίαν καὶ τῆς κληρονομίας ἐξεβλήθησαν. Κακοὺς γὰρ κακῶς ἀπολέσει, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται γεωργοῖς ἑτέροις. Καὶ πρὸ τούτου δὲ ἔλεγεν, ὅτι Πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραάμ· οἱ δὲ υἱοὶ τῆς βασιλείας ἔξω βληθήσονται. Ἀλλ' οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ τούτου μεῖζον τίθησι. Ποῖον δὴ τοῦτο; Ὅτι Θεοῦ κληρονόμοι· διὸ καὶ ἐπήγαγε· Κληρονόμοι μὲν Θεοῦ. Καὶ τὸ ἔτι πλέον, ὅτι οὐχ ἁπλῶς κληρονόμοι, ἀλλὰ καὶ συγκληρονόμοι Χριστοῦ. Ὁρᾷς πῶς φιλονεικεῖ ἐγγὺς ἡμᾶς ἀγαγεῖν τοῦ ∆εσπότου; Ἐπειδὴ γὰρ οὐ πάντα τὰ τέκνα κληρονόμοι, δείκνυσιν ὅτι ἡμεῖς καὶ τέκνα καὶ κληρονόμοι. Ἐπεὶ δὲ οὐ πάντες κληρονόμοι μεγάλων εἰσὶ κληρονόμοι πραγμάτων, δείκνυσιν ὅτι καὶ τοῦτο ἔχομεν, κληρονόμοι ὄντες Θεοῦ. Πάλιν ἐπειδὴ κληρονόμον μὲν εἶναι συμβαίνει Θεοῦ, οὐ πάντως δὲ τῷ Μονογενεῖ συγκληρονόμον, δείκνυσιν ἡμᾶς καὶ τοῦτο ἔχοντας. Καὶ σκόπει σοφίαν· τὰ γὰρ λυπηρὰ συστείλας, ἡνίκα ἔλεγε, τί πείσονται οἱ κατὰ σάρκα ζῶντες, οἷον, ὅτι μέλλουσιν ἀποθνήσκειν, ἐπειδὴ τῶν χρηστοτέρων ἥψατο, εἰς εὐρυχωρίαν πολλὴν ἐξάγει τὸν λόγον, ἐμπλατύνων αὐτὸν τῇ τῶν μισθῶν ἀνταποδόσει, καὶ ποικίλας καὶ μεγάλας δεικνὺς τὰς δωρεάς. Εἰ γὰρ καὶ τὸ τέκνον εἶναι, ἄφατος ἦν ἡ χάρις, ἐννόησον ἡλίκον τὸ, καὶ κληρονόμον. Εἰ δὲ τοῦτο μέγα, πολλῷ μᾶλλον καὶ τὸ, συγκληρονόμον. Εἶτα δεικνὺς, ὅτι οὐ χάριτος μόνον ἐστὶν ἡ δωρεὰ, καὶ ποιῶν ὁμοῦ καὶ ἀξιόπιστα τὰ εἰρημένα, ἐπήγαγεν· Εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν. Εἰ γὰρ ἐν τοῖς λυπηροῖς, φησὶν, ἐκοινωνήσαμεν αὐτῷ, πολλῷ μᾶλλον ἐν τοῖς χρηστοῖς τοῦτο ἔσται. Ὁ γὰρ τοὺς οὐδὲν κατωρθωκότας τοσούτοις δωρησάμενος ἀγαθοῖς, ὅταν ἴδῃ καὶ πονήσαντας, καὶ τοσαῦτα παθόντας, πῶς οὐχὶ μᾶλλον ἀμείψεται; δʹ. ∆είξας τοίνυν ἀντίδοσιν οὖσαν τὸ πρᾶγμα, ἵνα ἀξιόπιστον ᾖ τὸ λεγόμενον, καὶ μηδεὶς ἀμφιβάλλῃ, δείκνυσι πάλιν καὶ χάριτος δύναμιν ἔχον· τὸ μὲν, ἵνα καὶ παρὰ τοῖς ἀμφιβάλλουσι πιστεύηται τὰ λεγόμενα, καὶ οἱ λαμβάνοντες μὴ αἰσχύνωνται ὡς ἀεὶ δωρεᾷ σωζόμενοι· τὸ δὲ, ἵνα μάθῃς, ὅτι νικᾷ ταῖς ἀντιδόσεσι τοὺς πόνους ὁ Θεός. Καίτοι τὸ μὲν ἐδήλωσεν εἰπὼν, Εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν· τοῦτο δὲ, ἐπαγαγὼν καὶ προσθεὶς, ὅτι Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Ἐν μὲν γὰρ τοῖς προτέροις τὴν τῶν ἠθῶν διόρθωσιν ἀπαιτεῖ τὸν πνευματικὸν, ἐν οἷς ἔλεγεν· Οὐκ ὀφείλετε κατὰ σάρκα ζῇν· οἷον, ἵνα ἐπιθυμίας, ἵνα ὀργῆς, ἵνα χρημάτων, ἵνα κενοδοξίας, ἵνα βασκανίας περιγίνηται ὁ τοιοῦτος· ἐνταῦθα δὲ, ἐπειδὴ τῆς δωρεᾶς αὐτὸν ἀνέμνησεν ἁπάσης τῆς δοθείσης, τῆς μελλούσης, καὶ ἐπῆρε καὶ ὕψωσε ταῖς ἐλπίσι, καὶ ἐγγὺς ἔστησε τοῦ Χριστοῦ, καὶ συγκληρονόμον ἀπέφηνε τοῦ Μονογενοῦς, θαῤῥῶν αὐτὸν ἐξάγει λοιπὸν καὶ ἐπὶ τοὺς κινδύνους. Οὐδὲ γάρ ἐστιν ἴσον τῶν ἐν ἡμῖν παθῶν περιγενέσθαι, καὶ τοὺς πειρασμοὺς ἐκείνους ὑπενεγκεῖν, τὰς μάστιγας, τὸν λιμὸν, τὰς λεηλασίας, τὰ δεσμὰ, τὰς ἁλύσεις, τὰς ἀπαγωγάς· πολὺ γὰρ ταῦτα δεῖται γενναιοτέρας ψυχῆς καὶ νεανικωτέρας. Καὶ ὅρα πῶς ὁμοῦ καταστέλλει καὶ ἐπαίρει τὸ φρόνημα τῶν ἀγωνιζομένων. Ὅταν γὰρ δείξῃ μείζονα τὰ ἔπαθλα τῶν πόνων, καὶ προτρέπει μειζόνως, καὶ οὐκ ἀφίησι μέγα φρονεῖν, ἅτε νικωμένους τῇ τῶν στεφάνων ἀντιδόσει. Καὶ ἀλλαχοῦ μέν φησι· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται. Πρὸς γὰρ φιλοσοφωτέρους ἦν ὁ λόγος αὐτῷ· ἐνταῦθα δὲ κοῦφα μὲν αὐτὰ οὐκ ἀφίησιν εἶναι, παραμυθεῖται δὲ αὐτὰ τῇ τῶν μελλόντων ἀντιδόσει, λέγων· Λογίζομαι γὰρ, ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ. Καὶ οὐκ εἶπε, Πρὸς τὴν μέλλουσαν ἄνεσιν, ἀλλ' ὃ πολλῷ μεῖζον ἦν, Πρὸς τὴν μέλλουσαν δόξαν. Ὅπου μὲν γὰρ ἄνεσις, οὐ πάντως καὶ δόξα· ὅπου δὲ δόξα, πάντως καὶ ἄνεσις. Εἶτα, ἐπειδὴ μέλλουσαν αὐτὴν εἶπε, δείκνυσιν αὐτὴν ἤδη οὖσαν. Οὐ γὰρ εἶπε, Πρὸς τὴν μέλλουσαν ἔσεσθαι, ἀλλὰ, Πρὸς τὴν μέλλουσαν ἀποκαλυφθῆναι, ὡς καὶ νῦν οὖσαν μὲν, κρυπτομένην δέ· ὅπερ καὶ ἀλλαχοῦ σαφέστερον ἔλεγεν, ὅτι Ἡ ζωὴ ἡμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Θάῤῥει τοίνυν ὑπὲρ αὐτῆς· παρεσκεύασται γὰρ ἤδη τοὺς σοὺς ἀναμένουσα πόνους. Εἰ δὲ τὸ μέλλειν σε λυπεῖ, αὐτὸ μὲν οὖν εὐφραινέτω σε τοῦτο· τῷ γὰρ μεγάλη τις εἶναι καὶ ἄφραστος, καὶ τὴν παροῦσαν ὑπερβαίνειν κατάστασιν, ἐκεῖ τεταμίευται. Οὐδὲ γὰρ ἁπλῶς τέθεικε, Τὰ παθήματα τοῦ νῦν καιροῦ, ἀλλ' ἵνα δείξῃ οὐχὶ ποιότητι μόνον, ἀλλὰ καὶ ποσότητι νικῶσαν ἐκείνην. Ταῦτα μὲν γὰρ οἷα ἂν εἴη τὰ παθήματα, τῷ παρόντι συγκεκλήρωται βίῳ· τὰ δὲ μέλλοντα ἀγαθὰ πρὸς τοὺς ἀθανάτους παρεκτείνεται αἰῶνας. Ἅπερ ἐπειδὴ κατὰ μέρος ἡμῖν εἰπεῖν οὐκ εἶχεν οὐδὲ παραστῆσαι λόγῳ, ἀπὸ τοῦ μάλιστα δοκοῦντος εἶναι παρ' ἡμῖν ἐπεράστου, τῆς δόξης, αὐτὰ ὠνόμασεν· ἡ γὰρ κορυφὴ τῶν ἀγαθῶν καὶ τὸ κεφάλαιον, τοῦτο εἶναι δοκεῖ. Ἐπαίρων δὲ καὶ ἑτέρως τὸν ἀκροατὴν, καὶ ἀπὸ τῆς κτίσεως ἐξογκοῖ τὸν λόγον, δύο κατασκευάζων διὰ τῶν λεχθήσεσθαι μελλόντων, καὶ ὑπεροψίαν τῶν παρόντων, καὶ ἐπιθυμίαν τῶν μελλόντων· καὶ τρίτον μετὰ τούτων, μᾶλλον δὲ πρῶτον, τὸ δεῖξαι πῶς περισπούδαστον τῷ Θεῷ τὸ τῶν ἀνθρώπων γένος ἐστὶ, καὶ ἐν ὅσῃ τὴν φύσιν τὴν ἡμετέραν ἄγει τιμῇ. Μετὰ δὲ τούτων καὶ τὰ τῶν φιλοσόφων ἅπαντα δόγματα τὰ περὶ τοῦ κόσμου τούτου συντεθέντα αὐτοῖς, ὥσπερ ἀράχνην τινὰ καὶ παίδων ἀθύρματα, ἑνὶ τούτῳ καταβάλλει τῷ δόγματι. Ἀλλ' ἵνα σαφέστερα ταῦτα γένηται, αὐτῆς τῆς ἀποστολικῆς ἐπακούσωμεν ῥήσεως. Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως, φησὶ, τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται. Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἡ κτίσις αὕτη σφόδρα ὠδίνει, ταῦτα ἀναμένουσα καὶ προσδοκῶσα τὰ ἀγαθὰ, ἅπερ εἰρήκαμεν νῦν· ἀποκαραδοκία γὰρ ἡ σφοδρὰ προσδοκία ἐστίν. Ὥστε δὲ ἐμφαντικώτερον γενέσθαι τὸν λόγον, καὶ προσωποποιεῖ τὸν κόσμον ἅπαντα τοῦτον· ἅπερ καὶ οἱ προφῆται ποιοῦσιν, ποταμοὺς κροτοῦντας χερσὶν εἰσάγοντες, καὶ βουνοὺς ἁλλομένους, καὶ τὰ ὄρη σκιρτῶντα· οὐχ ἵνα ταῦτα ἔμψυχα εἶναι νομίσωμεν, οὐδ' ἵνα λογισμόν τινα δῶμεν αὐτοῖς, ἀλλ' ἵνα τὴν ὑπερβολὴν μάθωμεν τῶν ἀγαθῶν, ὡς καὶ τῶν ἀναισθήτων αὐτῶν καθικνουμένην.

εʹ. Τοῦτο δὲ αὐτὸ καὶ ἐπὶ τῶν λυπηρῶν ποιοῦσι πολλάκις, εἰσάγοντες καὶ ἄμπελον θρηνοῦσαν, καὶ οἶνον καὶ ὄρη καὶ τὰ φατνώματα ὀλολύζοντα τοῦ ναοῦ, ἵνα καὶ ἐντεῦθεν πάλιν τὴν ὑπερβολὴν τῶν κακῶν ἐννοήσωμεν. Τούτους δὲ καὶ ὁ Ἀπόστολος μιμούμενος, προσωποποιεῖ τὴν κτίσιν ἐνταῦθα, καί φησι στενάζειν αὐτὴν καὶ ὠδίνειν· οὐκ ἐπειδὴ στεναγμοῦ τινος ἤκουσεν ἀπὸ γῆς καὶ οὐρανοῦ φερομένου, ἀλλ' ἵνα τῶν μελλόντων ἀγαθῶν ἐνδείξηται τὴν ὑπερβολὴν, καὶ τὴν ἐπιθυμίαν τῆς ἀπαλ λαγῆς τῶν κατεχόντων κακῶν. Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα. Τί ἐστι, Τῇ ματαιότητι ἡ κτίσις ὑπετάγη; Φθαρτὴ γέγονε. Τίνος ἕνεκεν καὶ διὰ τί; ∆ιὰ σὲ τὸν ἄνθρωπον. Ἐπειδὴ γὰρ σῶμα ἔλαβες θνητὸν καὶ παθητὸν, καὶ ἡ γῆ κατάραν ἐδέξατο καὶ ἀκάνθας ἤνεγκε καὶ τριβόλους. Ὅτι δὲ καὶ οὐρανὸς μετὰ τῆς γῆς παλαιούμενος πρὸς τὴν ἀμείνω λῆξιν ὕστερον μεταστήσεται, ἄκουσον τοῦ Προφήτου λέγοντος· Καταρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. Καὶ ὁ Ἡσαΐας δὲ ταῦτα ἐμφαίνων ἔλεγεν· Ἐμβλέψατε εἰς τὸν οὐρανὸν ἄνω, καὶ εἰς τὴν γῆν κάτω, ὅτι ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη, ἡ δὲ γῆ ὡς ἱμάτιον παλαιωθήσεται, οἱ δὲ κατοικοῦντες αὐτὴν, ὥσπερ ταῦτα ἀπολοῦνται. Εἶδες πῶς ἐδούλευσε τῇ ματαιότητι ἡ κτίσις, καὶ πῶς ἐλευθεροῦται ἀπὸ τῆς φθορᾶς; Ὁ μὲν γάρ φησιν· Ὡς ἱμάτιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται· ὁ δὲ Ἡσαΐας, Οἱ δὲ κατοικοῦντες αὐτὴν, ὥσπερ ταῦτα ἀπολοῦνται· οὐ παντελῆ λέγων ἀπώλειαν, φησίν· οὐδὲ γὰρ οἱ κατοικοῦντες αὐτὴν, τουτέστιν, οἱ ἄνθρωποι, τοιαύτην ὑποστήσονται, ἀλλὰ τὴν πρόσκαιρον, καὶ δι' αὐτῆς ἐπὶ τὴν ἀφθαρσίαν μεταστήσονται, ὥσπερ οὖν καὶ ἡ κτίσις. Ἅπερ ἅπαντα διὰ τοῦ εἰπεῖν, Ὡς ταῦτα, παρεδήλωσεν· ὅπερ οὖν καὶ ὁ Παῦλος προϊών φησι· τέως μέντοι περὶ τῆς δουλείας αὐτῆς διαλέγεται, καὶ δείκνυσι τίνος ἕνεκεν τοιαύτη γέγονε, καὶ τὴν αἰτίαν ἡμᾶς τίθησι. Τί οὖν; ἐπηρέασται δι' ἕτερον ταῦτα παθοῦσα; Οὐδαμῶς· καὶ γὰρ δι' ἐμὲ γέγονεν. Ἡ τοίνυν δι' ἐμὲ γενομένη πῶς ἂν ἀδικοῖτο εἰς ἐμὴν διόρθωσιν ταῦτα πάσχουσα; Ἄλλως δὲ, τὸν τοῦ δικαίου καὶ ἀδίκου λόγον οὐδὲ κινεῖν ἐπὶ τῶν ἀψύχων καὶ ἀναισθήτων δεῖ. Ἀλλ' ὁ Παῦλος, ἐπειδὴ αὐτὴν ἐπροσωποποίησεν, οὐδενὶ κέχρηται τούτων ὧν εἶπον, ἀλλ' ἑτέρῳ τινὶ λόγῳ, τὸν ἀκροατὴν ἐκ περιουσίας παραμυθήσασθαι σπεύδων. Ποίῳ δὴ τούτῳ; Τί λέγεις, φησί; κακῶς ἔπαθε διὰ σὲ καὶ φθαρτὴ γέγονεν; Ἀλλ' οὐδὲν ἠδίκηται· καὶ γὰρ ἄφθαρτος ἔσται διὰ σὲ πάλιν· τοῦτο γάρ ἐστι τὸ, Ἐπ' ἐλπίδι. Ὅταν δὲ λέγῃ, Οὐχ ἑκοῦσα ὑπετάγη, οὐχ ἵνα κυρίαν γνώμης οὖσαν δείξῃ, τοῦτο λέγει, ἀλλ' ἵνα μάθῃς, ὅτι τῆς τοῦ Χριστοῦ κηδεμονίας τὸ πᾶν ἐγένετο, οὐκ ἐκείνης κατόρθωμα τοῦτο. Εἰπὲ δὴ, καὶ ποίᾳ ἐλπίδι; Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται. Τί ἐστι, Καὶ αὐτή; Οὐχὶ σὺ μόνος, ἀλλὰ καὶ ὅ σού ἐστι καταδεέστερον, καὶ ὃ οὐ μετέχει λογισμοῦ οὐδὲ αἰσθήσεως, καὶ τοῦτό σοι κοινωνήσει τῶν ἀγαθῶν. Ἐλευθερωθήσεται γὰρ, φησὶν, ἀπὸ τῆς δουλείας τῆς φθορᾶς· τουτέστιν, οὐκέτι ἔσται φθαρτὴ, ἀλλὰ ἀκολουθήσει τῇ τοῦ σώματος εὐμορφίᾳ τοῦ σοῦ. Ὥσπερ γὰρ γενομένου φθαρτοῦ, γέγονε φθαρτὴ καὶ αὕτη· οὕτως ἀφθάρτου καταστάντος, καὶ αὐτὴ ἀκολουθήσει καὶ ἕψεται πάλιν· ὅπερ οὖν καὶ δεικνὺς ἐπήγαγεν· Εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ· τουτέστι, διὰ τὴν ἐλευθερίαν. Καθάπερ γὰρ τιθηνὸς παιδίον τρέφουσα βασιλικὸν, ἐπὶ τῆς ἀρχῆς ἐκείνου γενομένου τῆς πατρικῆς, καὶ αὐτὴ συναπολαύει τῶν ἀγαθῶν, οὕτω καὶ ἡ κτίσις, φησίν. Ὁρᾷς τὸν ἄνθρωπον πανταχοῦ προηγούμενον, καὶ δι' αὐτὸν ἅπαντα γινόμενα; Εἶδες πῶς παραμυθεῖται τὸν ἀγωνιζόμενον, καὶ δείκνυσι τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν; Τί γὰρ ἀλγεῖς, φησὶν, ἐπὶ τοῖς πειρασμοῖς; Σὺ διὰ σεαυτὸν πάσχεις, ἡ κτίσις διὰ σέ. Οὐ παραμυθεῖται δὲ μόνον, ἀλλὰ καὶ ἀξιόπιστα, δείκνυσι τὰ λεγόμενα. Εἰ γὰρ ἡ κτίσις ἐλπίζει διὰ σὲ πάντα γινομένη, πολλῷ μᾶλλον σὺ, δι' ὃν ἡ κτίσις ἀπολαύειν μέλλει τῶν ἀγαθῶν πάντων ἐκείνων. Οὕτω καὶ οἱ ἄνθρωποι, τοῦ υἱοῦ μέλλοντος ἐπ' ἀξιώματος φαίνεσθαι, καὶ τοὺς δούλους λαμπροτέραν ἐνδύουσι στολὴν εἰς τὴν τοῦ παιδὸς δόξαν· ὥσπερ οὖν καὶ ὁ Θεὸς τὴν κτίσιν ἀφθαρσίαν περιβάλλει εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων. Οἴδαμεν γὰρ, ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν. ʹ. Εἶδες πῶς ἐντρέπει τὸν ἀκροατὴν, μονονουχὶ λέγων· Μὴ γένῃ τῆς κτίσεως χείρων, καὶ τοῖς παροῦσιν ἐμφιλοχωρήσῃς; Οὐ γὰρ μόνον αὐτῶν ἀντέχεσθαι οὐ δεῖ, ἀλλὰ καὶ στενάζειν ἐπὶ τῇ μελήσει τῆς ἐντεῦθεν ἀποδημίας. Εἰ γὰρ ἡ κτίσις τοῦτο ποιεῖ, πολλῷ μᾶλλόν σε δίκαιον τοῦτο ἐπιδείκνυσθαι τὸν λόγῳ τετιμημένον. Ἀλλ' οὔπω τοῦτο μέγα εἰς ἐντροπήν· διόπερ ἐπήγαγεν· Οὐ μόνον δὲ, ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες, καὶ ἡμεῖς αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν· τουτέστι, τῶν μελλόντων ἤδη γευσάμενοι. Κἂν γὰρ σφόδρα λίθινός τις ᾖ, ἱκανὰ τὰ δοθέντα ἤδη διαναστῆσαί τε αὐτὸν, καὶ τῶν παρόντων ἀπαγαγεῖν, καὶ πρὸς τὰ μέλλοντα πτερῶσαι διπλῇ, καὶ τῷ μεγάλα εἶναι τὰ διδόμενα, καὶ τῷ τὰ τοσαῦτα καὶ τηλικαῦτα ἀπαρχὴν εἶναι. Εἰ γὰρ ἡ ἀπαρχὴ τοσαύτη, ὡς δι' αὐτῆς καὶ ἁμαρτημάτων ἀπαλλαγῆναι, καὶ δικαιοσύνης ἐπιτυχεῖν καὶ ἁγιασμοῦ, τοὺς δὲ τότε καὶ δαίμονας ἐλαύνειν καὶ νεκροὺς ἐγείρειν διὰ σκιᾶς καὶ ἱματίων· ἐννόησον τὸ ὅλον ἡλίκον. Καὶ εἰ ἡ κτίσις, ἡ νοῦ καὶ λόγων ἐστερημένη, οὐδὲν τούτων εἰδυῖα στενάζει· πολλῷ μᾶλλον ἡμεῖς. Εἶτα, ἵνα μὴ δῷ τοῖς αἱρετικοῖς λαβὴν, καὶ δόξῃ τὰ παρόντα διαβάλλειν, Στενάζομεν, φησὶν, οὐ τῶν παρόντων κατηγοροῦντες, ἀλλὰ τῶν μειζόνων ἐφιέμενοι· τοῦτο γὰρ ἐδήλωσεν εἰπών· Υἱοθεσίαν ἀπεκδεχόμενοι. Τί λέγεις, εἰπέ μοι; Ἄνω καὶ κάτω συνεχῶς ἔστρεφες, καὶ ἐβόας λέγων, ὅτι Ἤδη γεγόναμεν υἱοὶ, καὶ νῦν ἐν ἐλπίσι τίθης τουτὶ τὸ ἀγαθὸν, γράφων ὅτι ἐκδέχεσθαι αὐτὴν δεῖ; Τοῦτο τοίνυν διορθούμενος τῇ ἐπαγωγῇ, λέγει· Τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν· τουτέστι, τὴν ἀπηρτισμένην δόξαν. Νῦν μὲν γὰρ ἐν ἀδήλῳ τὰ ἡμέτερα ἕστηκεν ἕως ἐσχάτης ἀναπνοῆς· πολλοὶ γὰρ ὄντες υἱοὶ, γεγόνασι κύνες καὶ αἰχμάλωτοι. Ἂν δὲ μετὰ χρηστῆς καταλύσωμεν ἐλπίδος, τότε ἀκίνητος ἡ δωρεὰ, καὶ σαφεστέρα καὶ μείζων, οὐκέτι τὴν ἀπὸ τοῦ θανάτου καὶ τῆς ἁμαρτίας δεδοικυῖα μεταβολήν. Τότε οὖν βεβαία ἔσται ἡ χάρις, ὅταν καὶ τὸ σῶμα ἡμῶν ἀπαλλαγῇ θανάτου, καὶ τῶν μυρίων παθῶν. Τοῦτο γάρ ἐστιν ἀπολύτρωσις, οὐχ ἁπλῶς λύτρωσις, ἀλλ' ὥστε μηκέτι πάλιν ὑποστρέψαι ἐπὶ τὴν προτέραν αἰχμαλωσίαν. Ἵνα γὰρ μὴ ἀπορῇς δόξαν ἀκούων συνεχῶς, καὶ μηδὲν σαφῶς ἐπιστάμενος, ἐκ μέρους ὑπανοίγει τὰ μέλλοντα, τὸ σῶμά σοι μεταβάλλων, καὶ τὴν κτίσιν αὐτῷ συμμεταβάλλων ἅπασαν· ὃ καὶ ἀλλαχοῦ σαφέστερον ἐδήλωσεν εἰπών· Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. Καὶ ἑτέρωθι πάλιν γράφων ἔλεγεν· Ὅταν δὲ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· Κατεπόθη ὁ θάνατος εἰς νῖκος. ∆εικνὺς δὲ, ὅτι μετὰ τῆς φθορᾶς τοῦ σώματος καὶ ἡ τῶν βιωτικῶν πραγμάτων κατάστασις οἰχήσεται, ἔγραφε πάλιν ἀλλαχοῦ· Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. Τῇ γὰρ ἐλπίδι ἐσώθημεν, φησίν. Ἐπειδὴ γὰρ ἐν τῇ τῶν μελλόντων ἐνδιέτριψεν ὑποσχέσει, ἐδόκει καὶ τοῦτο λυπεῖν τὸν ἀσθενέστερον ἀκροατὴν, εἴ γε ἐν ἐλπίσι τὰ ἀγαθὰ, πρότερον κατασκευάσας, ὅτι τῶν παρόντων καὶ ὁρωμένων ἐστὶ σαφέστερα, καὶ πολλὰ περὶ τῶν ἤδη δεδομένων δωρεῶν διαλεχθεὶς, καὶ δείξας, ὅτι καὶ ἀπαρχὴν ἐκείνων ἐλάβομεν τῶν ἀγαθῶν, ἵνα μὴ πάντα ἐνταῦθα ζητῶμεν καὶ τὴν εὐγένειαν ἡμῶν προδῶμεν τὴν ἀπὸ τῆς πίστεως, φησί· Τῇ γὰρ ἐλπίδι ἐσώθημεν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐ δεῖ πάντα ἐνταῦθα ζητεῖν, ἀλλὰ καὶ ἐλπίζειν. Τοῦτο γὰρ μόνον εἰσηνέγκαμεν τῷ Θεῷ τὸ δῶρον, τὸ πιστεῦσαι αὐτῷ τὰ μέλλοντα ἐπαγγειλαμένῳ, καὶ διὰ ταύτης μόνον ἐσώθημεν τῆς ὁδοῦ. Ἂν τοίνυν αὐτὴν ἀπολέσωμεν, τὸ πᾶν τῆς ἡμετέρας εἰσφορᾶς ἀπωλέσαμεν. Ἐρωτῶ γάρ σε, φησὶν, οὐχὶ μυρίων ὑπεύθυνος ἦς κακῶν; οὐχὶ ἀπεγνωσμένος; οὐχὶ ἀποφάσει ὑποκείμενος; οὐχὶ πάντες ἠτόνουν πρὸς τὴν σωτηρίαν τὴν σήν; τί οὖν σε ἔσωσε; Τὸ εἰς τὸν Θεὸν ἐλπίσαι μόνον, καὶ πιστεῦσαι αὐτῷ περὶ ὧν ἐπηγγείλατο καὶ ἔδωκε, καὶ πλέον οὐδὲν ἔσχες εἰσενεγκεῖν. Εἰ τοίνυν αὕτη σε ἔσωσε, ταύτην κάτεχε καὶ νῦν. Ἡ γὰρ τοσαῦτά σοι παρασχοῦσα ἀγαθὰ, εὔδηλον ὅτι οὐδὲ περὶ τῶν μελλόντων σε ψεύσεται. Ὅπου γὰρ νεκρὸν λαβοῦσα καὶ ἀπολωλότα καὶ αἰχμάλωτον καὶ ἐχθρὸν, φίλον ἐποίησε καὶ υἱὸν καὶ ἐλεύθερον καὶ δίκαιον καὶ συγκληρονόμον, καὶ τοσαῦτα παρέσχεν, ὅσα μηδὲ προσεδόκησέ τίς ποτε· πῶς μετὰ τὴν τοσαύτην φιλοτιμίαν τε καὶ οἰκείωσιν οὐ προσήσεταί σε ἐν τοῖς ἑξῆς; Μὴ τοίνυν μοι λέγε· Πάλιν ἐλπίδες, πάλιν προσδοκίαι, πάλιν πίστις. Οὕτω γὰρ ἐξ ἀρχῆς ἐσώθης, καὶ ταύτην τὴν προῖκα εἰσήνεγκας τῷ νυμφίῳ μόνον. Κάτεχε τοίνυν αὐτὴν καὶ διατήρει. Ἂν γὰρ ἐνταῦθα πάντα ἀπαιτῇς ἀπώλεσάς σου τὸ κατόρθωμα, δι' οὗ λαμπρὸς ἐγένου. ∆ιὸ καὶ ἐπάγει λέγων· Ἐλπὶς δὲ βλεπομένη, οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; Εἰ δὲ ὃ οὐ βλέπομεν, ἐλπίζομεν, δι' ὑπομονῆς ἀπεκδεχόμεθα. Τουτέστιν· Εἰ πάντα ἐνταῦθα μέλλεις ζητεῖν, τίς χρεία ἐλπίδος; Τί οὖν ἐστιν ἡ ἐλπίς; Τὸ τοῖς μέλλουσι θαῤῥεῖν. Τί γὰρ μέγα αἰτεῖ παρὰ σοῦ ὁ Θεὸς, αὐτὸς ὁλόκληρα οἴκοθεν διδοὺς τὰ ἀγαθά; Ἓν αἰτεῖ παρὰ σοῦ μόνον, ἐλπίδα, ἵνα ἔχῃς τι καὶ αὐτὸς συνεισενεγκεῖν εἰς τὴν σὴν σωτηρίαν· ὅπερ οὖν καὶ αἰνιττόμενος ἐπήγαγεν· Εἰ δὲ ὃ οὐ βλέπομεν, ἐλπίζομεν, δι' ὑπομονῆς ἀπεκδεχόμεθα. Ὥσπερ γὰρ τὸν πονοῦντα καὶ ταλαιπωροῦντα καὶ μυρία κάμνοντα, οὕτω καὶ τὸν ἐλπίζοντα ὁ Θεὸς στεφανοῖ· τὸ γὰρ τῆς ὑπομονῆς ὄνομα ἱδρώτων ἐστὶν ὄνομα καὶ καρτερίας πολλῆς. Ἀλλ' ὅμως ἐχαρίσατο καὶ τοῦτο τῷ ἐλπίζοντι, ἵνα παραμυθήσηται τὴν ἀποκαμοῦσαν ψυχήν.

ζʹ. Εἶτα δεικνὺς, ὅτι πρὸς τὸ κοῦφον τοῦτο πολλῆς ἀπολαύομεν βοηθείας, ἐπάγει· Ὡσαύτως δὲ καὶ τὸ Πνεῦμα συναντιλαμβάνεται ταῖς ἀσθενείαις ἡμῶν. Τὸ μὲν γὰρ γίνεται σὸν, τὸ τῆς ὑπομονῆς· τὸ δὲ τῆς τοῦ Πνεύματος χορηγίας, εἴς τε τὴν ἐλπίδα σε ἀλείφοντος καὶ δι' αὐτῆς πάλιν τοὺς πόνους σου κουφίζοντος. Εἶτα, ἵνα μάθῃς, ὅτι οὐκ ἐν τοῖς πόνοις σου μόνον καὶ τοῖς κινδύνοις παρέστηκεν αὕτη ἡ χάρις, ἀλλὰ καὶ ἐν τοῖς εὐκολωτάτοις δοκοῦσιν εἶναι συμπράττει, καὶ πανταχοῦ τὴν παρ' ἑαυτῆς εἰσφέρει συμμαχίαν, ἐπήγαγε λέγων· Τὸ γὰρ τί προσευξώμεθα καθ' ὃ δεῖ, οὐκ οἴδαμεν. Ταῦτα δὲ ἔλεγε, τήν τε πολλὴν τοῦ Πνεύματος πρόνοιαν ἐμφαίνων τὴν περὶ ἡμᾶς, καὶ παιδεύων αὐτοὺς, μὴ πάντως ἐκεῖνα νομίζειν εἶναι συμφέροντα, ἃ τοῖς λογισμοῖς φαίνεται τοῖς ἀνθρωπίνοις. Ἐπειδὴ γὰρ ἦν εἰκὸς αὐτοὺς μαστιζομένους, ἐλαυνομένους, μυρία πάσχοντας δεινὰ, ἄνεσιν ζητεῖν, καὶ νομίζειν αὐτοῖς λυσιτελεῖν καὶ ταύτην αἰτεῖν παρὰ τοῦ Θεοῦ τὴν χάριν, λέγει· Μὴ πάντως τὰ δοκοῦντα ὑμῖν εἶναι συμφέροντα, ταῦτα καὶ εἶναι νομίζετε. Καὶ γὰρ εἰς τοῦτο τῆς τοῦ Θεοῦ δεόμεθα βοηθείας· οὕτως ἐστὶν ἀσθενὴς ὁ ἄνθρωπος, καὶ καθ' ἑαυτὸν οὐδέν. ∆ιὸ καὶ ἔλεγε· Τὸ γὰρ τί προσευξώμεθα καθ' ὃ δεῖ, οὐκ οἴδαμεν. Ἵνα γὰρ μηκέτι ὁ μαθητὴς αἰσχύνηται τὴν ἄγνοιαν, ἔδειξε καὶ τοὺς διδασκάλους ἐν τοῖς αὐτοῖς ὄντας. Οὐ γὰρ εἶπεν, Οὐκ οἴδατε, ἀλλ', Οὐκ οἴδαμεν. Καὶ ὅτι οὐ μετριάζων ταῦτα ἔλεγεν, ἐδήλωσε δι' ἑτέρων. Καὶ γὰρ ἀδιαλείπτως ἐπὶ τῶν προσευχῶν αὐτοῦ τὴν Ῥώμην ἰδεῖν ἐδεῖτο, καὶ οὐχ ὅτε ἐδεῖτο, τότε ἐπέτυχε· καὶ ὑπὲρ τοῦ σκόλοπος τοῦ δεδομένου αὐτῷ ἐν τῇ σαρκὶ, τουτέστι, ὑπὲρ τῶν κινδύνων πολλάκις παρεκάλεσε, καὶ ὁλοσχερῶς ἀπέτυχε· καὶ ὁ Μωϋσῆς δὲ ἐν τῇ Παλαιᾷ ὑπὲρ τοῦ τὴν Παλαιστίνην ἰδεῖν δεόμενος, καὶ ὁ Ἱερεμίας ὑπὲρ Ἰουδαίων ἱκετεύων, καὶ ὁ Ἀβραὰμ ὑπὲρ Σοδομιτῶν ἐντυγχάνων. Ἀλλ' αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις. Ἀσαφὲς τὸ εἰρημένον διὰ τὸ πολλὰ τῶν τότε γινομένων θαυμάτων πεπαῦσθαι νῦν. ∆ιόπερ ἀναγκαῖον διδάξαι ὑμᾶς τὴν τότε κατάστασιν, καὶ οὕτω σαφέστερος λοιπὸν ἔσται ὁ λόγος. Τίς οὖν ἡ τότε κατάστασις ἦν; ∆ιάφορα πᾶσι τοῖς τότε βαπτιζομένοις ἐδίδου χαρίσματα ὁ Θεὸς, ἃ δὴ καὶ πνεύματα ἐκαλεῖτο· Πνεύματα γὰρ προφητῶν προφήταις ὑποτάσσεται, φησί. Καὶ ὁ μὲν εἶχε προφητείας χάρισμα, καὶ προέλεγε τὰ μέλλοντα· ὁ δὲ σοφίας, καὶ ἐδίδασκε τοὺς πολλούς· ὁ δὲ ἰαμάτων, καὶ ἐθεράπευε τοὺς νοσοῦντας· ὁ δὲ δυνάμεων, καὶ ἤγειρε τοὺς νεκρούς· ὁ δὲ γλωσσῶν, καὶ διαφόροις ἐλάλει φωναῖς. Μετὰ δὲ τούτων ἁπάντων ἦν καὶ εὐχῆς χάρισμα, ὃ καὶ αὐτὸ πνεῦμα ηὔχετο. Ἐπειδὴ γὰρ πολλὰ τῶν συμφερόντων ἡμῖν ἀγνοοῦντες, τὰ μὴ συμφέροντα αἰτοῦμεν, ἤρχετο χάρισμα εὐχῆς εἰς ἕνα τινὰ τῶν τότε, καὶ τὸ κοινῇ συμφέρον τῆς Ἐκκλησίας ἁπάσης αὐτός τε ὑπὲρ ἁπάντων ἵστατο αἰτῶν, καὶ τοὺς ἄλλους ἐπαίδευε. Πνεῦμα τοίνυν ἐνταῦθα καλεῖ τό τε χάρισμα τὸ τοιοῦτον, καὶ τὴν ψυχὴν τὴν δεχομένην τὸ χάρισμα καὶ ἐντυγχάνουσαν τῷ Θεῷ καὶ στενάζουσαν. Ὁ γὰρ τοιαύτης καταξιωθεὶς χάριτος, ἑστὼς μετὰ πολλῆς τῆς κατανύξεως, μετὰ πολλῶν τῶν στεναγμῶν τῶν κατὰ διάνοιαν τῷ Θεῷ προσπίπτων, τὰ συμφέροντα πᾶσιν αἰτεῖ. Οὗ καὶ νῦν σύμβολόν ἐστιν ὁ διάκονος τὰς ὑπὲρ τοῦ δήμου ἀναφέρων εὐχάς. Τοῦτο τοίνυν δηλῶν ὁ Παῦλος ἔλεγεν· Αὐτὸ τὸ πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις. Ὁ δὲ ἐρευνῶν τὰς καρδίας. Ὁρᾷς, ὅτι οὐ περὶ τοῦ Παρακλήτου ὁ λόγος, ἀλλὰ περὶ τῆς καρδίας τῆς πνευματικῆς; ἐπεὶ εἰ μὴ τοῦτο ἦν, ἔδει εἰπεῖν· Ὁ δὲ ἐρευνῶν τὸ Πνεῦμα. Ἀλλ' ἵνα μάθῃς, ὅτι περὶ ἀνθρώπου ὁ λόγος πνευματικοῦ, καὶ χάρισμα ἔχοντος εὐχῆς, ἐπήγαγεν· Ὁ δὲ ἐρευνῶν τὰς καρδίας, οἶδε τί τὸ φρόνημα τοῦ πνεύματος· τουτέστι, τοῦ ἀνθρώπου τοῦ πνευματικοῦ· ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων. Οὐ γὰρ ἀγνοοῦντα, φησὶ, διδάσκει τὸν Θεὸν, ἀλλὰ τοῦτο γίνεται, ἵνα ἡμεῖς μάθωμεν εὔχεσθαι ταῦτα ἃ χρὴ, καὶ αἰτεῖν παρὰ τοῦ Θεοῦ τὰ δοκοῦντα αὐτῷ· τοῦτο γάρ ἐστι τὸ, Κατὰ Θεόν. Ὥστε καὶ παρακλήσεως ἕνεκεν ἐγίνετο τοῦτο τῶν προσιόντων, καὶ διδασκαλίας ἀρίστης· καὶ γὰρ ὁ παρέχων καὶ τὰ χαρίσματα καὶ τὰ μυρία διδοὺς ἀγαθὰ, ὁ Παράκλητος ἦν. Ταῦτα γὰρ πάντα, φησὶν, ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα. Καὶ τῆς ἡμετέρας παιδεύσεως ἕνεκεν τοῦτο γίνεται, καὶ τοῦ δειχθῆναι τοῦ Πνεύματος τὴν ἀγάπην, ὅτι μέχρι τοσούτου συγκαταβαίνει. Ὅθεν καὶ τὸ ἀκούεσθαι ἐγίνετο τῷ εὐχομένῳ, διὰ τὸ κατὰ Θεὸν γίνεσθαι τὴν εὐχήν. Ὁρᾷς δι' ὅσων αὐτοὺς παιδεύει τὴν ὑπὲρ αὐτῶν ἀγάπην καὶ τὴν τιμὴν τὴν γινομένην εἰς αὐτούς; ηʹ. Τί γὰρ οὐκ ἐποίησε δι' ἡμᾶς ὁ Θεός; Φθαρτὸν τὸν κόσμον δι' ἡμᾶς, καὶ ἄφθαρτον ἐποίησε δι' ἡμᾶς· κακωθῆναι τοὺς προφήτας συνεχώρησε δι' ἡμᾶς, εἰς αἰχμαλωσίαν ἔπεμψε δι' ἡμᾶς, εἰς κάμινον ἀφῆκεν ἐμπεσεῖν δι' ἡμᾶς, τὰ μυρία ὑπομεῖναι κακά. Καὶ προφήτας δὲ δι' ἡμᾶς αὐτοὺς ἐποίησε, καὶ ἀποστόλους δι' ἡμᾶς· τὸν Μονογενῆ δι' ἡμᾶς ἐξέδωκε, τὸν διάβολον δι' ἡμᾶς κολάζει· ἐκάθισεν ἡμᾶς ἐν δεξιᾷ· ὠνειδίσθη δι' ἡμᾶς· Οἱ ὀνειδισμοὶ γὰρ, φησὶ, τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ' ἐμέ. Ἀλλ' ὅμως μετὰ τοσαῦτα ἀφισταμένους ἡμᾶς οὐκ ἀφίησιν, ἀλλὰ καὶ παρακαλεῖ πάλιν, καὶ ἑτέρους παρασκευάζει παρακαλεῖν ὑπὲρ ἡμῶν, ἵνα ἡμῖν χαρίσηται· ὅπερ ἐπὶ τοῦ Μωϋσέως γέγονε. Καὶ γὰρ ἐκείνῳ φησίν· Ἄφες με, καὶ ἐξαλείψω αὐτούς· ἵνα αὐτὸν ἐμβάλῃ εἰς τὴν ὑπὲρ ἐκείνων ἱκετηρίαν· καὶ νῦν τὸ αὐτὸ ποιεῖ. ∆ιὰ τοῦτο καὶ χάρισμα εὐχῆς ἐδίδου. Ἐποίει δὲ τοῦτο, οὐκ αὐτὸς παρακλήσεως δεόμενος, ἀλλ' ἵνα ἡμεῖς μὴ, ἁπλῶς σωζόμενοι, φαυλότεροι καταστῶμεν. ∆ιά τοι τοῦτο πολλάκις διὰ τὸν ∆αυῒδ καὶ τὸν δεῖνα καὶ τὸν δεῖνά φησιν αὐτοῖς καταλλάττεσθαι, τοῦτο αὐτὸ κατασκευάζων πάλιν, ἵνα καὶ σχῆμα ἐπιτεθῇ τῇ καταλλαγῇ· καίτοι μειζόνως ἂν αὐτὸς ἐφάνη φιλάνθρωπος, εἰ μὴ διὰ τὸν δεῖνα καὶ τὸν δεῖνα, ἀλλὰ δι' ἑαυτὸν ἔλεγεν αὐτοῖς ἀφεῖναι τὴν ὀργήν. Ἀλλ' οὐχ οὕτω τοῦτο ἐσπούδακεν, ὡς τὸ τοῖς σωζομένοις μὴ γενέσθαι ῥᾳθυμίας ἀφορμὴν τὴν τῆς καταλλαγῆς ὑπόθεσιν. ∆ιὰ τοῦτο καὶ τῷ Ἱερεμίᾳ ἔλεγε· Μὴ ἀξίου περὶ τοῦ λαοῦ τούτου, ὅτι οὐκ εἰσακούσομαί σου· οὐχὶ παῦσαι αὐτὸν θέλων ἀξιοῦντα (πολὺ γὰρ ἐπιθυμεῖ τῆς σωτηρίας τῆς ἡμετέρας), ἀλλ' ἐκείνους φοβῆσαι· ὅπερ οὖν καὶ ὁ προφήτης συνιδὼν, οὐκ ἐπαύσατο ἀξιῶν. Καὶ ἵνα μάθῃς, ὅτι οὐκ ἀποστῆσαι αὐτὸν θέλων, ἀλλ' ἐντρέψαι, ταῦτα ἔλεγεν, ἄκουσον τί φησιν· Ἢ οὐχ ὁρᾷς τί αὐτοὶ ποιοῦσι; Καὶ πρὸς τὴν πόλιν δὲ ὅταν λέγῃ· Ἐὰν ἀποπλύνῃ νίτρῳ, καὶ πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι ἐναντίον μου· οὐχ ἵνα εἰς ἀπόγνωσιν ἐμβάλῃ, λέγει, ἀλλ' ἵνα εἰς μετάνοιαν διαναστήσῃ. Ὥσπερ γὰρ ἐπὶ τῶν Νινευϊτῶν ἀδιορίστως εἰπὼν τὴν ἀπόφασιν, καὶ μὴ ὑποτείνας χρηστὰς ἐλπίδας, μᾶλλον ἐφόβησε καὶ εἰς μετάνοιαν ἤγαγεν· οὕτω καὶ ἐνταῦθα ποιεῖ, ἐκείνους τε διεγείρων καὶ τὸν προφήτην αἰδεσιμώτερον κατασκευάζων, ἵνα κἂν οὕτως αὐτοῦ ἀκούσωσιν. Εἶτα ἐπειδὴ ἔμενον ἀνίατα νοσοῦντες, καὶ οὐδὲ τῶν ἄλλων ἀπενεχθέντων ἐσωφρονίσθησαν, τὸ μὲν πρῶτον παραινεῖ μένειν αὐτόθι· ὡς δὲ οὐκ ἠνείχοντο, ἀλλ' ηὐτομόλουν εἰς Αἴγυπτον, τοῦτο μὲν συνεχώρησεν, αἰτεῖ δὲ παρ' αὐτῶν τὸ μὴ μετ' Αἰ γύπτου καὶ πρὸς τὴν ἀσέβειαν αὐτομολῆσαι. Ὡς δὲ οὐδὲ τοῦτο ἐπείσθησαν, συμπέμπει τὸν προφήτην αὐτοῖς, ὥστε μὴ τέλεον ἐξοκεῖλαι λοιπόν. Ἐπειδὴ γὰρ αὐτοὶ οὐκ ἠκολούθησαν αὐτῷ καλοῦντι, αὐτὸς αὐτοῖς ἕπεται λοιπὸν διορθούμενος, καὶ κωλύων προσωτέρω φέρεσθαι τῆς κακίας καθάπερ πατὴρ φιλόστοργος παιδίῳ δυστυχῶς ἔχοντι πρὸς ἅπαντα, πανταχοῦ συμπεριάγων καὶ συμπεριακολουθῶν. ∆ιὰ δὴ τοῦτο οὐκ εἰς Αἴγυπτον μόνον τὸν Ἱερεμίαν, ἀλ λὰ καὶ εἰς Βαβυλῶνα τὸν Ἰεζεκιὴλ ἔπεμπεν. Οἱ δὲ οὐκ ἀντέλεγον. Ἐπειδὴ γὰρ τὸν ἑαυτῶν ∆εσπότην εἶδον σφόδρα αὐτοὺς φιλοῦντα, καὶ αὐτοὶ τοῦτο ποιοῦντες διετέλουν· ὥσπερ ἂν εἴ τις υἱὸν ἄχρηστον δοῦλος εὐγνώμων ἐλεήσειεν, ὁρῶν τὸν πατέρα ἀλγοῦντα ὑπὲρ αὐτοῦ καὶ κοπτόμενον. Τί γὰρ οὐκ ἔπασχον δι' αὐτούς; Ἐπρίζοντο, ἠλαύνοντο, ὠνειδίζοντο, ἐλιθάζοντο, μυρία ἔπασχον δεινά· καὶ μετὰ ταῦτα ἅπαντα, πρὸς αὐτοὺς ἔτρεχον πάλιν. Καὶ γὰρ ὁ Σαμουὴλ οὐ διέλειπε πενθῶν τὸν Σαοὺλ, καίτοι γε χαλεπῶς ὑβρισθεὶς παρ' αὐτοῦ, καὶ τὰ ἀνήκεστα παθών· ἀλλ' ὅμως οὐδενὸς ἐκείνων ἐμέμνητο. Τῷ δὲ Ἰουδαίων δήμῳ καὶ θρήνους γραπτοὺς ὁ Ἱερεμίας συνέθηκε· καὶ τοῦ στρατηγοῦ τῶν Περσῶν διδόντος αὐτῷ μετὰ ἀδείας οἰκεῖν καὶ ἐλευθερίας ἁπάσης ὅπου βούλοιτο, προετίμησε τῆς οἴκοι διατριβῆς τὴν τοῦ λαοῦ κακουχίαν καὶ τὴν ἐν ἀλλοτρίᾳ ταλαιπωρίαν. Οὕτω καὶ Μωϋσῆς τὰ βασίλεια καὶ τὴν ἐκεῖ διατριβὴν ἀφεὶς, πρὸς τὰς ἐκείνων ἔδραμε συμφοράς. Καὶ ∆ανιὴλ δὲ ἐν εἰκοσιὲξ ἡμέραις ἄσιτος ἔμεινεν, ἄγχων ἑαυτὸν τῇ βαρυτάτῃ νηστείᾳ, ἵνα τὸν Θεὸν αὐτοῖς καταλλάξῃ· καὶ οἱ παῖδες δὲ οἱ τρεῖς ἐν καμίνῳ ὄντες καὶ τοσούτῳ πυρὶ, τὴν ὑπὲρ αὐτῶν ἱκετηρίαν ἀνέφερον. Οὐ γὰρ δὴ ὑπὲρ ἑαυτῶν ἤλγουν τῶν σεσωσμένων· ἀλλ' ἐπειδὴ τότε μάλιστα ᾤοντο παῤῥησίαν ἔχειν, διὰ τοῦτο ὑπὲρ αὐτῶν ἐδέοντο. ∆ιὸ καὶ ἔλεγον· Ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν. ∆ιὰ τούτους καὶ Ἰησοῦς τὰ ἱμάτια διέῤῥηξε· διὰ τούτους καὶ Ἰεζεκιὴλ ἐθρήνει καὶ ὠλοφύρετο κατακοπτομένους ὁρῶν· καὶ Ἱερεμίας ἔλεγεν· Ἄφετέ με, πικρῶς κλαύσομαι. Καὶ πρὸ τούτου δὲ, ἐπειδὴ ἀξιῶσαι ὑπὲρ συγχωρήσεως τῶν δεινῶν παντελοῦς οὐκ ἐτόλμα, προθεσμίαν ἐζήτει λέγων· Ἕως πότε, Κύριε; φιλόστοργον γὰρ ἅπαν τὸ τῶν ἁγίων γένος. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ Θεοῦ ἅγιοι, σπλάγχνα οἰκτιρμῶν, χρηστότητα, ταπεινοφροσύνην.

θʹ. Ὁρᾷς τὴν ἀκρίβειαν τοῦ ῥήματος, καὶ πῶς διηνεκῶς ἐλεήμονας ἡμᾶς βούλεται εἶναι; Οὐ γὰρ εἶπεν, Ἐλεήσατε, ἁπλῶς, ἀλλ', Ἐνδύσασθε· ἵνα ὥσπερ τὸ ἱμάτιον ἀεὶ μεθ' ἡμῶν ἐστιν, οὕτω καὶ ἡ ἐλεημοσύνη. Καὶ οὐκ εἶπεν ἁπλῶς, Ἐλεημοσύνην, ἀλλὰ, Σπλάγχνα οἰκτιρμῶν, ἵνα φυσικὴν μιμησώμεθα φιλοστοργίαν. Ἀλλ' ἡμεῖς τἀναντία ποιοῦμεν· κἂν προσέλθῃ τις αἰτῶν ὀβολὸν ἕνα, ὑβρίζομεν, λοιδοροῦμεν, ἐπιθέτην καλοῦμεν. Οὐ φρίττεις, ἄνθρωπε, οὐκ ἐρυθριᾷς, ἐπιθέτην ὑπὲρ ἄρτου καλῶν; Εἰ δὲ καὶ ἐπίθεσιν ὁ τοιοῦτος ποιεῖ, διὰ τοῦτο καὶ ἐλεεῖσθαι δίκαιος, ὅτι οὕτως ὑπὸ λιμοῦ πιέζεται ὡς τοιοῦτον ὑποδῦναι προσωπεῖον. Καὶ τοῦτο τῆς ἡμετέρας ὠμότητος ἔγκλημα. Ἐπειδὴ γὰρ εὐκόλως παρέχειν οὐκ ἀνεχόμεθα, μυρίας ἀναγκάζονται ἐπινοεῖν μηχανὰς, ὥστε ἡμῶν σοφίσασθαι τὴν ἀπανθρωπίαν, καὶ τὴν τραχύτητα καταμαλάξαι. Ἄλλως δὲ, εἰ μὲν ἀργύριον ᾔτει καὶ χρυσίον, εἶχεν ἄν σοι τὰ τῆς ὑποψίας λόγον· εἰ δὲ ὑπὲρ ἀναγκαίας σοι τροφῆς προσέρχεται, τί φιλοσοφεῖς ἀκαίρως, καὶ ἀκριβολογεῖ περιττὰ, ἀργίαν ἐγκαλῶν καὶ ὄκνον; Εἰ γὰρ δεῖ ταῦτα λέγειν, οὐχ ἑτέροις, ἀλλ' ἡμῖν αὐτοῖς ἐπιλέγειν δεῖ. Ὅταν γοῦν τῷ Θεῷ προσίῃς ἁμαρτημάτων αἰτῶν συγχώρησιν, τούτων ἀναμνήσθητι τῶν ῥημάτων, καὶ γνώσῃ ὅτι δικαιότερον ταῦτα αὐτὸς ἀκούσῃ παρὰ τοῦ Θεοῦ, ἢ ὁ πένης παρὰ σοῦ. Ἀλλ' ὅμως οὐδέποτε πρὸς σὲ ταῦτα εἶπε τὰ ῥήματα ὁ Θεὸς, οἷον, Ἀπόστηθι· καὶ γὰρ ἐπιθέτης εἶ, εἰς μὲν ἐκκλησίαν εἰσιὼν συνεχῶς, καὶ νόμων ἀκούων τῶν ἐμῶν, ἐν δὲ τῇ ἀγορᾷ καὶ χρυσίον καὶ ἐπιθυμίαν καὶ φιλίαν καὶ πάντα ἁπλῶς προτιμῶν τῶν ἐμῶν ἐπιταγμάτων· καὶ νῦν μὲν ταπεινὸς γίνῃ, μετὰ δὲ τὴν εὐχὴν καὶ θρασὺς καὶ ὠμὸς καὶ ἀπάνθρωπος· ἄπιθι τοίνυν ἐντεῦθεν, καὶ μηκέτι μοι πρόσιθι. Ταῦτα γὰρ, καὶ τούτων πλείονα ἀκούειν ἦμεν ἄξιοι· ἀλλ' ὅμως οὐδέποτε τοιοῦτον οὐδὲν ὠνείδισεν, ἀλλὰ καὶ μακροθυμεῖ καὶ τὰ παρ' ἑαυτοῦ πάντα πληροῖ, καὶ πλείονα ὧν αἰτοῦμεν δίδωσι. Ταῦτ' οὖν ἐννοοῦντες, λύσωμεν τὴν πενίαν τοῖς δεομένοις, κἂν ἐπίθεσιν ποιῶσι, μὴ ἀκριβολογώμεθα. Τοιαύτης γὰρ καὶ ἡμεῖς χρῄζομεν σωτηρίας τῆς μετὰ συγγνώμης, τῆς μετὰ φιλανθρωπίας, τῆς μετὰ ἐλέους πολλοῦ. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι, τῶν καθ' ἡμᾶς ἐξεταζομένων ἀκριβῶς, σωθῆναί ποτε, ἀλλ' ἀνάγκη κολασθῆναι καὶ ἀπολέσθαι πάντας. Μὴ τοίνυν γινώμεθα ἑτέρων πικροὶ δικασταὶ, ἵνα μὴ καὶ ἡμεῖς ἀκριβεῖς ἀπαιτηθῶμεν εὐθύνας· καὶ γὰρ ἔχομεν ἁμαρτήματα συγγνώμης πάσης μείζονα. Ὥστε ἐκείνους μᾶλλον ἐλεῶμεν τοὺς τὰ ἀσύγγνωστα ἁμαρτάνοντας, ἵνα καὶ αὐτοὶ τοιοῦτον ἑαυτοῖς προαποθώμεθα ἔλεον· καίτοι ὅσα ἂν φιλοτιμησώμεθα, οὐδέποτε δυνησόμεθα τοιαύτην εἰσενεγκεῖν φιλανθρωπίαν, οἵας χρῄζομεν ἡμεῖς παρὰ τοῦ φιλανθρώπου Θεοῦ. Πῶς οὖν οὐκ ἄτοπον, τοσούτων ὄντας ἐν χρείᾳ αὐτοὺς, ἀκριβολογεῖσθαι περὶ τοὺς ἡμετέρους συνδούλους, καὶ καθ' ἑαυτῶν ἅπαντα πράττειν; Οὐ γὰρ οὕτως ἐκεῖνον ἀνάξιον ἀποφαίνεις τῆς εὐεργεσίας τῆς σῆς, ὡς ἑαυτὸν τῆς τοῦ Θεοῦ φιλανθρωπίας. Ὁ γὰρ περὶ τὸν σύνδουλον ἀκριβολογούμενος πολλῷ μᾶλλον τὸν Θεὸν ἕξει τοῦτο ποιοῦντα. Μὴ τοίνυν καθ' ἡμῶν φθεγγώμεθα, ἀλλὰ κἂν διὰ ῥᾳθυμίαν, κἂν δι' ἀργίαν προσίωσιν, ἡμεῖς παρέχωμεν. Καὶ γὰρ καὶ ἡμεῖς πολλὰ διὰ ῥᾳθυμίαν ἁμαρτάνομεν, μᾶλλον δὲ ἅπαντα διὰ ῥᾳθυμίαν, καὶ οὐκ ἀπαιτεῖ δίκην ἡμᾶς εὐθέως ὁ Θεὸς, ἀλλὰ δίδωσι προθεσμίαν μετανοίας ἡμῖν, τρέφων καθ' ἑκάστην ἡμέραν, παιδεύων, διδάσκων, τὰ ἄλλα πάντα χορηγῶν, ἵνα καὶ ἡμεῖς ζηλώσωμεν αὐτοῦ τὸν ἔλεον τοῦτον. Καταλύσωμεν τοίνυν τὴν ὠμότητα ταύτην, ἐκβάλωμεν τὴν θηριωδίαν, ἅτε ἑαυτοὺς μᾶλλον ἢ ἑτέρους εὐεργετοῦντες. Τούτοις μὲν γὰρ ἀργύριον διδόαμεν καὶ ἄρτον καὶ ἱμάτιον, ἡμῖν δὲ αὐτοῖς μεγίστην προαποτιθέμεθα δόξαν, καὶ ἣν οὐκ ἔνι παραστῆσαι λόγῳ. Τὰ γὰρ σώματα ἄφθαρτα ἀπολαβόντες, συνδοξασόμεθα καὶ συμβασιλεύσομεν τῷ Χριστῷ· τοῦτο δὲ ἡλίκον ἐστὶν, ἐντεῦθεν εἰσόμεθα, μᾶλλον δὲ σαφῶς μὲν οὐδαμόθεν εἰσόμεθα νῦν· ὥστε δὲ ἀπὸ τῶν παρ' ἡμῖν ἀγαθῶν ἀναχθέντας μικρὰν γοῦν τινα αὐτοῦ λαβεῖν ἔννοιαν, ὡς ἂν οἷός τε ὦ, παραστῆσαι πειράσομαι τὸ εἰρημένον. Εἰπὲ γάρ μοι, εἴ τίς σε γεγηρακότα καὶ ἐν πενίᾳ ζῶντα ἐπηγγέλλετο ἐξαίφνης ποιήσειν νέον, καὶ εἰς αὐτὴν ἄξειν τῆς ἡλικίας τὴν ἀκμὴν, καὶ σφόδρα ἰσχυρὸν καὶ ὡραῖον ὑπὲρ ἅπαντας κατασκευάζειν, καὶ βασιλείαν δώσειν τῆς γῆς ἁπάσης ἐπὶ ἔτεσι χιλίοις, βασιλείαν εἰρήνην ἔχουσαν βαθυτάτην, τί οὐκ ἂν ὑπὲρ ταύτης τῆς ὑποσχέσεως εἴλου ποιῆσαι καὶ παθεῖν; Ἰδοὺ τοίνυν ὁ Χριστὸς οὐχὶ ταῦτα, ἀλλὰ πολλῷ μείζονα τούτων ἐπαγγέλλεται. Οὐδὲ γὰρ ὅσον γήρως καὶ νεότητος τὸ μέσον, τοσοῦτον φθορᾶς καὶ ἀφθαρσίας τὸ διάφορον· οὐδὲ ὅσον βασιλείας καὶ πενίας, τοσοῦτον τῆς δόξης τῆς μελλούσης καὶ τῆς παρούσης, ἀλλ' ὅσον ὀνειράτων καὶ ἀληθείας.

ιʹ. Μᾶλλον δὲ οὐδὲν οὐδέπω εἴρηκα· οὐδὲ γάρ ἐστι λόγος ἱκανὸς παραστῆσαι τὸ μέγεθος τῆς διαφορᾶς τῶν ἐσομένων πρὸς τὰ παρόντα· χρόνου δὲ ἕνεκεν οὐδὲ ὅλως ἔστιν ἐννοῆσαι διαφοράν. Πῶς γὰρ ἄν τις παραβάλοι τοῖς παροῦσι ζωὴν τέλος οὐκ ἔχουσαν; Τῆς δὲ εἰρήνης τοσοῦτον τὸ μέσον πρὸς τὴν παροῦσαν, ὅσον εἰρήνης καὶ πολέμου τὸ διάφορον· καὶ τῆς ἀφθαρσίας, ὅσον βώλου πηλίνης ὁ καθαρὸς μαργαρίτης ἀμείνων· μᾶλλον δὲ ὅσον ἂν εἴπῃ τις, οὐδὲν παραστῆσαι δυνήσεται. Κἂν γὰρ τῷ τῆς ἀκτῖνος παραβάλω φωτὶ τὸ κάλλος τῶν τότε σωμάτων, κἂν ἀστραπῇ τῇ φανοτάτῃ, οὐδὲν οὐδέπω τῆς λαμπρότητος ἄξιον ἐκείνης ἐρῶ. Ὑπὲρ δὴ τούτων πόσα οὐκ ἄξιον προέσθαι καὶ χρήματα καὶ σώματα, μᾶλλον δὲ πόσας οὐκ ἄξιον προέσθαι ψυχάς; Νῦν μὲν εἰ μέν τίς σε εἰς βασίλεια εἰσῆγε, καὶ πάντων παρόντων διαλεχθῆναί σοι παρεσκεύασε τὸν βασιλέα, καὶ ὁμοτράπεζον καὶ ὁμοδίαιτον ἐποίει αὐτῷ, πάντων ἂν ἔφης σαυτὸν εἶναι μακαριώτερον· εἰς δὲ τὸν οὐρανὸν μέλλων ἀναβαίνειν, καὶ παρ' αὐτὸν ἑστάναι τὸν τῶν ὅλων βασιλέα, καὶ ἀντιλάμπειν τοῖς ἀγγέλοις, καὶ τῆς ἀποῤῥήτου δόξης ἀπολαύειν ἐκείνης, ἀμφιβάλλεις εἰ δεῖ προέσθαι χρήματα, δέον, εἰ καὶ τὴν ζωὴν αὐτὴν ἀποδύσασθαι ἔδει, σκιρτᾷν καὶ ἀγάλλεσθαι καὶ πτεροῦσθαι τῇ ἡδονῇ. Σὺ δὲ ἵνα μὲν ἀρχὴν λάβῃς τὴν παρέχουσάν σοι κλοπῶν ἀφορμὰς (οὐ γὰρ ἂν εἴποιμι κέρδος τὸ τοιοῦτον ἐγὼ), καὶ τὰ ὄντα ἐκβάλλεις, καὶ τὰ ἑτέρων δανεισάμενος, εἰ δέοι, καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα ὑποθέσθαι οὐ κατοκνεῖς· τῆς δὲ βασιλείας τῶν οὐρανῶν προκειμένης, τῆς οὐδένα διάδοχον ἐχούσης ἀρχῆς, καὶ τοῦ Θεοῦ κελεύοντος οὐ μέρος γωνίας γῆς, ἀλλ' ὁλόκληρον λαβεῖν τὸν οὐρανὸν, ὀκνεῖς καὶ ἀναδύῃ, καὶ πρὸς χρήματα κέχηνας, καὶ οὐκ ἐννοεῖς, ὅτι εἰ τὰ πρὸς ἡμᾶς τοῦ οὐρανοῦ ἐκείνου μέρη οὕτω καλὰ καὶ τερπνὰ, ἡλίκα τὰ ἄνω, καὶ ὁ τοῦ οὐρανοῦ οὐρανός; Ἀλλ' ἐπειδὴ τέως σώματος ὀφθαλμοῖς ταῦτα ἰδεῖν οὐκ ἔνι, ἀνάβηθι τῷ λογισμῷ, καὶ ὑπὲρ τὸν οὐρανὸν τοῦτον στὰς, ἀνάβλεψον εἰς ἐκεῖνον τὸν ἀνωτέρω τούτου οὐρανὸν, εἰς τὸ ὕψος τὸ ἄπειρον, εἰς τὸ φῶς τὸ φρίκης γέμον, εἰς τοὺς τῶν ἀγγέλων δήμους, εἰς τὰ στίφη τῶν ἀρχαγγέλων τὰ ἄπειρα, εἰς τὰς ἄλλας τὰς ἀσωμάτους δυνάμεις. Καὶ πάλιν ἐπιλαβοῦ τῆς παρ' ἡμῖν εἰκόνος καταβὰς ἄνωθεν, καὶ ὑπόγραψον τὰ περὶ τὸν βασιλέα τὸν παρ' ἡμῖν, οἷον ἄνδρας χρυσοφοροῦντας, καὶ ζεύγη λευκῶν ἡμιόνων χρυσῷ καλλωπιζομένων, καὶ ὀχήματα λιθοκόλλητα, καὶ στρωμνὴν χιονώδη, καὶ πέταλα τοῖς ὀχήμασι περισειόμενα, καὶ δράκοντας ἐν ἱματίοις σχηματιζομένους σηρικοῖς, καὶ ἀσπίδας χρυσοῦς ἐχούσας ὀμφαλοὺς, καὶ τελαμῶνας ἐκ τούτων πρὸς τὰς ἄντυγας ἄνω διὰ πολλῶν ἐκτεινομένας λίθων, καὶ ἵππους χρυσοφοροῦντας, καὶ χαλινοὺς χρυσοῦς. Ἀλλ' ὅταν τὸν βασιλέα ἴδωμεν, οὐδὲν τούτων λοιπὸν ὁρῶμεν· ἐκεῖνος γὰρ ἡμᾶς ἐπιστρέφει μόνος, καὶ τὰ πορφυρᾶ ἱμάτια, καὶ τὸ διάδημα, καὶ ἡ καθέδρα, καὶ ἡ περόνη, καὶ τὰ ὑποδήματα, ἡ πολλὴ τῆς ὄψεως λαμπηδών. Ταῦτ' οὖν ἅπαντα συναγαγὼν ἀκριβῶς, ἀπὸ τούτων πάλιν μετάθες ἐπὶ τὰ ἄνω τὸν λογισμὸν, καὶ τὴν ἡμέραν τὴν φοβερὰν ἐκείνην, καθ' ἣν ὁ Χριστὸς παραγίνεται. Οὐ γὰρ ζεύγη ἡμιόνων ὄψει τότε, οὐδὲ ὀχήματα χρυσᾶ, οὐδὲ δράκοντας καὶ ἀσπίδας, ἀλλ' ἃ πολλῆς γέμει φρίκης, καὶ τοσαύτην ἐμποιεῖ τὴν ἔκπληξιν, ὡς καὶ αὐτὰς καταπλαγῆναι τὰς ἀσωμάτους δυνάμεις· Αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν, φησὶ, σαλευθήσονται. Τότε γὰρ ἀνοίγεται πᾶς οὐρανὸς, καὶ τῶν ἁψίδων ἐκείνων ἀναπετάννυνται αἱ πύλαι, κάτεισι δὲ ὁ τοῦ Θεοῦ μονογενὴς Παῖς, οὐκ εἴκοσιν, οὐδὲ ἑκατὸν ἀνθρώπων δορυφορούντων αὐτὸν, ἀλλὰ χιλιάδων καὶ μυριάδων ἀγγέλων, ἀρχαγγέλων, τῶν Χερουβὶμ, τῶν Σεραφὶμ, τῶν ἄλλων δυνάμεων, καὶ πάντα ἔσται φόβου καὶ τρόμου μεστὰ, τῆς γῆς ἀναῤῥηγνυμένης, τῶν πώποτε γενομένων ἀνθρώπων, ἐξ οὗ γέγονεν ὁ Ἀδὰμ μέχρι τῆς ἡμέρας ἐκείνης, ἀπὸ γῆς ἀναβαινόντων τε καὶ ἁρπαζομένων ἁπάντων, αὐτοῦ μετὰ τῆς τοσαύτης φαινομένου δόξης, ὡς καὶ τὴν σελήνην καὶ τὸν ἥλιον καὶ ἅπαν κρύπτεσθαι φῶς ὑπὸ τῆς αὐγῆς ἐκείνης καταλαμπόμενον. Τίς παραστήσει λόγος τὴν μακαριότητα ἐκείνην, τὴν λαμπρότητα, τὴν δόξαν; Οἴμοι ψυχή· καὶ γὰρ δακρῦσαί μοι νῦν ἔπεισι καὶ στενάξαι μέγα, ἐννοοῦντι ποίων ἐξεπέσομεν ἀγαθῶν, οἵας ἀλλοτριούμεθα μακαριότητος· καὶ γὰρ ἀλλοτριούμεθα (τό γε ἐμαυτοῦ λέγω τέως), ἐὰν μή τι μέγα καὶ θαυμαστὸν ἐργασώμεθα. Μὴ τοίνυν μοι λεγέτω τις γέενναν ἐνταῦθα· καὶ γὰρ ἁπάσης γεέννης χαλεπώτερον τὸ τοσαύτης ἐκπεσεῖν τῆς δόξης, καὶ μυρίων κολάσεων χεῖρον τὸ τῆς λήξεως ἀλλοτριωθῆναι ἐκείνης. Ἀλλ' ὅμως ἔτι πρὸς τὰ παρόντα κεχήναμεν, καὶ οὐκ ἐννοοῦμεν τοῦ διαβόλου τὴν κακουργίαν, ὃς διὰ τῶν μικρῶν τὰ μεγάλα ἡμᾶς ἀφαιρεῖται, καὶ δίδωσι πηλὸν ἵνα ἁρπάσῃ χρυσὸν, μᾶλλον δὲ ἵνα ἁρπάσῃ τὸν οὐρανὸν, καὶ δείκνυσι σκιὰν ἵνα ἐκβάλῃ τῆς ἀληθείας, καὶ ἐν ὀνείρασι φαντάζει (τοῦτο γὰρ ὁ παρὼν πλοῦτος), ἵνα ἡμέρας γενομένης πάντων ἀποδείξῃ πενεστέρους.

ιαʹ. Ταῦτ' οὖν ἐννοήσαντες, ὀψὲ γοῦν ποτε φύγωμεν τὸν δόλον, καὶ πρὸς τὰ μέλλοντα μεταστῶμεν. Οὐ γὰρ ἔστιν εἰπεῖν, ὅτι ἠγνοήσαμεν τοῦ παρόντος βίου τὸ ἐπίκηρον, τῶν πραγμάτων καθ' ἑκάστην ἡμέραν βοώντων σάλπιγγος λαμπρότερον τὴν παροῦσαν εὐτέλειαν, τὸν γέλωτα, τὴν αἰσχύνην, τοὺς κινδύνους, τὰ βάραθρα. Ποίαν οὖν ἕξομεν ἀπολογίαν, τὰ μὲν ἐπικίνδυνα καὶ αἰσχύνης γέμοντα μετὰ πολλῆς διώκοντες τῆς σπουδῆς, τὰ δὲ ἀσφαλῆ καὶ ἐνδόξους ἡμᾶς ποιοῦντα καὶ λαμπροὺς φεύγοντες, καὶ ὅλους ἑαυτοὺς τῇ τῶν χρημάτων ἐκδιδόντες τυραννίδι; Καὶ γὰρ τυραννίδος ἁπάσης χαλεπωτέρα ἡ τούτων δουλεία· καὶ ἴσασιν ὅσοι αὐτῆς ἀπαλλαγῆναι κατηξιώθησαν. Ἵν' οὖν καὶ ὑμεῖς μάθητε τὴν καλὴν ταύτην ἐλευθερίαν, διαῤῥήξατε τὰ δεσμὰ, ἀποπηδήσατε τῆς παγίδος· καὶ μὴ κείσθω χρυσίον ὑμῖν ἐπὶ τῆς οἰκίας, ἀλλ', ὃ μυρίων χρημάτων ἐστὶ τιμιώτερον, ἐλεημοσύνη καὶ φιλανθρωπία ἀντὶ χρυσίου. Αὕτη μὲν γὰρ παῤῥησίαν πρὸς τὸν Θεὸν ἡμῖν δίδωσιν, ἐκεῖνο δὲ πολλὴν ἡμῖν καταχέει τὴν αἰσχύνην, καὶ σφοδρὸν ποιεῖ πνεῖν τὸν διάβολον καθ' ἡμῶν. Τί τοίνυν καθοπλίζεις σου τὸν ἐχθρὸν, καὶ ἰσχυρότερον ποιεῖς; Ὅπλισον τὴν σεαυτοῦ δεξιὰν κατ' ἐκείνου, καὶ τὸ κάλλος τῆς οἰκίας ἅπαν εἰς τὴν ψυχὴν εἰσάγαγε, καὶ τὸν πλοῦτον ἐν τῇ διανοίᾳ ἀπόθου ἅπαντα, καὶ τὸ χρυσίον ἀντὶ κιβωτίου καὶ οἰκίας ὁ οὐρανὸς φυλαττέτω, καὶ πάντα ἡμεῖς περιβαλώμεθα τὰ ἡμέτερα· πολὺ γὰρ τῶν τοίχων βελτίους ἡμεῖς, καὶ τοῦ ἐδάφους σεμνότεροι. Τί τοίνυν ἡμᾶς αὐτοὺς ἀφέντες, εἰς ἐκεῖνα τὴν σπουδὴν ἅπασαν κενοῦμεν, ἅπερ ἀπιόντας οὐκ ἔνι λαβεῖν, πολλάκις δὲ οὐδὲ ἐνταῦθα μένοντας κατασχεῖν, παρὸν οὕτω πλουτεῖν, ὡς μὴ μόνον ἐνταῦθα, ἀλλὰ καὶ ἐκεῖ φαίνεσθαι εὐπορωτάτους; Ὁ γὰρ καὶ τὰ χωρία καὶ τὰς οἰκίας καὶ τὸ χρυσίον ἐπὶ τῆς ψυχῆς περιφέρων, ὅπουπερ ἂν φανῇ, μετὰ τοῦ πλούτου φαίνεται τούτου. Καὶ πῶς ἔνι τοῦτο γενέσθαι, φησίν; Ἔνι, καὶ μετὰ πλείονος εὐκολίας. Ἂν γὰρ εἰς τὸν οὐρανὸν αὐτὰ μεταθῇς διὰ τῆς τῶν πενήτων χειρὸς, ἅπαντα εἰς τὴν σαυτοῦ ψυχὴν μεταθήσεις, ὥστε κἂν θάνατος ἐπέλθῃ λοιπὸν, οὐδείς σε αὐτὰ ἀφαιρήσεται, ἀλλ' ἀπελεύσῃ κἀκεῖ πλουτῶν. Τοιοῦτον εἶχεν ἡ Ταβιθὰ θησαυρόν· διὰ τοῦτο οὐχ ἡ οἰκία αὐτὴν ἀνεκήρυττεν, οὐδὲ οἱ τοῖχοι οὐδὲ οἱ λίθοι οὐδὲ οἱ κίονες, ἀλλὰ σώματα χηρῶν ἐνδεδυμένα, καὶ δάκρυα ἐκχεόμενα, καὶ θάνατος δραπετεύων, καὶ ζωὴ ἐπανιοῦσα. Τοιαύτας καὶ ἡμεῖς ἑαυτοῖς κατασκευάσωμεν ἀποθήκας, τοιαύτας οἰκοδομήσωμεν ἑαυτοῖς οἰκίας. Οὕτω καὶ τὸν Θεὸν συνεργὸν ἕξομεν, καὶ αὐτοὶ αὐτοῦ συνεργοὶ ἐσόμεθα. Αὐτὸς μὲν γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε τοὺς πενομένους, σὺ δὲ παραχθέντας καὶ γενομένους οὐκ εἴασας διαφθαρῆναι τῷ λιμῷ καὶ τῇ λοιπῇ ταλαιπωρίᾳ θεραπεύων καὶ διορθούμενος, καὶ πανταχόθεν ἀνέχων τοῦ Θεοῦ τὸν ναόν· οὗ τί γένοιτ' ἂν ἴσον εἰς ὠφελείας καὶ εὐδοξίας λόγον; Εἰ δὲ οὐδέπω σαφῶς κατέμαθες, πηλίκῳ σε ἐκόσμησε κόσμῳ, κελεύσας διορθοῦν πενίαν, ἐκεῖνο λογίζου πρὸς ἑαυτόν· εἴ σοι τοσαύτην ἔδωκεν ἐξουσίαν, ὥστε τὸν οὐρανὸν δύνασθαι καταπίπτοντα διορθοῦν, οὐκ ἂν τιμὴν σφόδρα σε ὑπερβαίνουσαν τὸ πρᾶγμα ἐνόμισας; Ἰδοὺ τοίνυν μείζονός σε κατηξίωσε νῦν τιμῆς. Ὃ γὰρ τῶν οὐρανῶν ἐστιν αὐτῷ τιμιώτερον, τοῦτό σοι διορθοῦν ἐπέτρεψεν· ἀνθρώπου γὰρ οὐδὲν ἴσον τῶν ὁρωμένων τῷ Θεῷ. Καὶ γὰρ καὶ οὐρανὸν καὶ γῆν καὶ θάλατταν δι' ἐκεῖνον ἐποίησε· καὶ αὐτῷ μᾶλλον ἐνοικῶν εὐφραίνεται, ἢ τῷ οὐρανῷ. Ἀλλ' ὅμως ἡμεῖς καὶ ταῦτα εἰδότες, οὐδεμίαν τῶν τοῦ Θεοῦ ναῶν ἐπιμέλειαν ποιούμεθα ἢ πρόνοιαν, ἀλλ' ἀφέντες αὐτοὺς ἠμελῆσθαι, ἑαυτοῖς λαμπρὰς καὶ μεγάλας κατασκευά ζομεν οἰκίας. ∆ιὰ τοῦτο ἔρημοι πάντων ἐσμὲν τῶν ἀγαθῶν, καὶ τῶν σφόδρα πενήτων πτωχότεροι, ὅτι ταύτας καλλωπίζομεν τὰς οἰκίας, ἃς οὐ δυνάμεθα λαβόντες ἐντεῦθεν ἀπελθεῖν, ἀφέντες ἐκείνας, ἃς μεθ' ἡμῶν αὐτῶν συμμεταθεῖναι ἔνι. Καὶ γὰρ διαλυθέντα τὰ σώματα τῶν πενήτων ἀναστήσεται πάντως· καὶ παραγαγὼν αὐτοὺς τότε ὁ ταῦτα ἐπιτάξας Θεὸς, ἐπαινέσεται τοὺς ἐπιμελησαμένους αὐτῶν, καὶ θαυμάσεται, ὅτι μέλλοντας αὐτοὺς καταπίπτειν νῦν μὲν ὑπὸ λιμοῦ, νῦν δὲ ὑπὸ γυμνότητος καὶ κρυμοῦ, παντὶ διωρθώσαντο τρόπῳ. Ἀλλ' ὅμως καὶ τοσούτων ἡμῖν προκειμένων ἐπαίνων, μέλλομεν ἔτι, καὶ ἀναδυόμεθα πρὸς τὴν καλὴν ταύτην ἐπιμέλειαν. Καὶ ὁ μὲν Χριστὸς ποῦ καταλῦσαι οὐκ ἔχει, ἀλλὰ περιέρχεται ξένος καὶ γυμνὸς καὶ πεινῶν· σὺ δὲ προάστεια καὶ λουτρὰ καὶ περιπάτους καὶ μυρίους κατασκευάζεις θαλάμους εἰκῆ καὶ μάτην, καὶ τῷ μὲν Χριστῷ οὐδὲ μικροῦ μεταδίδως ὀρόφου, κόραξι δὲ καὶ γυψὶν ὑπερῷα καλλωπίζεις. Τί ταύτης χεῖρον γένοιτ' ἂν τῆς παραπληξίας; τί χαλεπώτερον τῆς μανίας; καὶ γὰρ μανίας ταῦτα ἐσχάτης, μᾶλλον δὲ, ὅπερ ἂν εἴποι τις, οὐδὲν ἄξιον ἐρεῖ. Ἀλλ' ὅμως, ἂν ἐθέλωμεν, δυνατὸν καίτοι χαλεπὴν οὖσαν τὴν νόσον ἀποκρούσασθαι, καὶ οὐ δυνατὸν μόνον, ἀλλὰ καὶ ῥᾴδιον, καὶ οὐδὲ ῥᾴδιον ἁπλῶς, ἀλλὰ καὶ πολλῷ ῥᾷον ταύτης ἀπαλλαγῆναι τῆς λύμης, ἢ τῶν σωματικῶν παθῶν, ὅσῳ καὶ μείζων ὁ ἰατρός. Ἐπισπασώμεθα τοίνυν αὐτὸν, καὶ παρακαλέσωμεν συνεφάψασθαι, καὶ τὰ παρ' ἡμῶν συνεισενέγκωμεν, προαίρεσιν λέγω καὶ προθυμίαν. Οὐδενὸς γὰρ ἑτέρου δεήσεται, ἀλλ' ἂν τούτων ἐπιλάβηται μόνον, τὰ παρ' ἑαυτοῦ πάντα εἰσοίσει. Εἰσενέγκωμεν τοίνυν τὰ παρ' ἑαυτῶν, ἵνα καὶ ἐνταῦθα καθαρᾶς ἀπολαύσωμεν ὑγείας, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΕʹ.

Οἴδαμεν δὲ, ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν.

αʹ. Ἐνταῦθά μοι δοκεῖ πρὸς τοὺς ἐν κινδύνοις ὄντας ἅπαν τοῦτο κεκινηκέναι τὸ χωρίον· μᾶλλον δὲ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὰ μικρῷ πρὸ τούτων εἰρημένα. Καὶ γὰρ τὸ, Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι, καὶ τὸ, τὴν κτίσιν ἅπασαν στενάζειν, καὶ τὸ λέγειν, ὅτι Τῇ ἐλπίδι ἐσώθημεν, καὶ τὸ, ∆ι' ὑπομονῆς ἀπεκδεχόμεθα, καὶ τὸ, Τί προσευξώμεθα καθ' ὃ δεῖ, οὐκ οἴδαμεν· ἅπαντα ταῦτα πρὸς ἐκείνους εἴρηται. Παιδεύει γὰρ αὐτοὺς μὴ ἅπερ ἂν αὐτοὶ νομίσωσιν εἶναι συμφέροντα, ταῦτα αἱρεῖσθαι πάντως, ἀλλ' ἅπερ ἂν τὸ Πνεῦμα ὑποβάλῃ. Καὶ γὰρ πολλὰ αὐτοῖς δοκοῦντα λυσιτελεῖν, ἔστιν ὅτε καὶ βλάβην ἤνεγκε πολλήν. Ἄνεσις γοῦν καὶ κινδύνων ἀπαλλαγὴ, καὶ τὸ ἐν ἀδείᾳ ζῇν, ἐδόκει συμφέρον εἶναι ἐκείνοις. Καὶ τί θαυμαστὸν, εἰ ἐκείνοις, ὅπου γε καὶ αὐτῷ τῷ μακαρίῳ Παύλῳ τοῦτο οὕτως ἔδοξεν ἔχειν; Ἀλλ' ὅμως ἐμάνθανεν ὕστερον, ὅτι τὰ ἐναντία τούτοις ταῦτά ἐστι τὰ συμφέροντα, καὶ μαθὼν ἔστεργεν. Ὁ γοῦν τρὶς τὸν Κύριον παρακαλέσας ὥστε ἀπαλλαγῆναι κινδύνων, ἐπειδὴ ἤκουσεν αὐτοῦ λέγοντος, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται, ἐσκίρτα λοιπὸν διωκόμενος, ὑβριζόμενος, τὰ ἀνήκεστα πάσχων. Εὐδοκῶ γὰρ, φησὶν, ἐν διωγμοῖς, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις. ∆ιὸ καὶ ἔλεγε· Τὸ γὰρ τί προσευξώμεθα καθ' ὃ δεῖ, οὐκ οἴδαμεν· καὶ πᾶσι παρῄνει τῷ Πνεύματι τούτων παραχωρεῖν. Καὶ γὰρ καὶ τὸ Πνεῦμα τὸ ἅγιον σφόδρα ἡμῶν κήδεται, καὶ τῷ Θεῷ τοῦτό ἐστι τὸ δοκοῦν. ∆ιὰ πάντων τοίνυν ἀλείψας αὐτοὺς, ἐπάγει καὶ τὰ σήμερον εἰρημένα, λογισμὸν κινῶν ἱκανὸν αὐτοὺς ἀνακτήσασθαι. Οἴδαμεν γὰρ, φησὶν, ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν. Ὅταν δὲ εἴπῃ, Πάντα, καὶ τὰ δοκοῦντα εἶναι λυπηρὰ λέγει. Κἂν γὰρ θλῖψις, κἂν πενία, κἂν δεσμωτήρια, κἂν λιμοὶ, κἂν θάνατοι, κἂν ὁτιοῦν ἕτερον ἐπείη, δυνατὸς ὁ Θεὸς εἰς τοὐναντίον ταῦτα πάντα μεταβαλεῖν· ἐπεὶ καὶ τοῦτο τῆς ἀφάτου δυνάμεως αὐτοῦ, τὸ τὰ δοκοῦντα εἶναι μοχθηρὰ κοῦφά τε ἡμῖν ποιεῖν, καὶ εἰς τὴν ὑπὲρ ἡμῶν τρέπειν βοήθειαν. ∆ιόπερ οὐκ εἶπεν, ὅτι Τοῖς ἀγαπῶσι τὸν Θεὸν οὐκ ἐπέρχεταί τι δεινὸν, ἀλλ' ὅτι καὶ Συνεργεῖ εἰς ἀγαθόν· τουτέστιν, ὅτι αὐτοῖς τοῖς δεινοῖς κέχρηται εἰς τὴν τῶν ἐπιβουλευομένων εὐδοκίμησιν· ὅπερ πολὺ μεῖζόν ἐστι τοῦ κωλῦσαι ἐπελθεῖν τὰ δεινὰ, ἢ καταλῦσαι ἐπελθόντα. Τοῦτο οὖν καὶ ἐπὶ τῆς Βαβυλωνίας καμίνου πεποίηκεν. Οὔτε γὰρ ἐκώλυσεν ἐμπεσεῖν εἰς αὐτὴν, οὔτε ἐμπεσόντων τῶν ἁγίων ἐκείνων, τὴν φλόγα ἔσβεσεν, ἀλλὰ καὶ ἀφεὶς καίεσθαι, δι' αὐτῆς ταύτης θαυμαστοτέρους εἰργάσατο. Καὶ ἐπὶ τῶν ἀποστόλων δὲ τοιαῦτα ἕτερα ἐθαυματούργησε διὰ πάντων. Εἰ γὰρ ἄνθρωποι, φιλοσοφεῖν εἰδότες, δύνανται φύσει πραγμάτων εἰς τὸ ἐναντίον ἀποχρήσασθαι, καὶ ἐν πενίᾳ ζῶντες τῶν πλουτούντων εὐπορώτεροι φανῆναι, καὶ δι' ἀτιμίας λάμψαι· πολλῷ μᾶλλον ὁ Θεὸς ἐπὶ τῶν ἀγαπώντων αὐτὸν, καὶ ταῦτα καὶ τὰ πολλῷ μείζονα ἐργάσεται. Ἑνὸς γὰρ δεῖ μόνου, τοῦ γνησίως αὐτὸν ἀγαπᾷν, καὶ τὰ ἄλλα πάντα ἕπεται. Ὥσπερ οὖν καὶ τούτους καὶ τὰ δοκοῦντα εἶναι βλαβερὰ ὠφελεῖ· οὕτω τοὺς οὐκ ἀγαπῶντας αὐτὸν, καὶ τὰ ὠφελοῦντα βλάπτει. Τοῖς γοῦν Ἰουδαίοις καὶ σημείων ἐπίδειξις, καὶ δογμάτων ὀρθότης ἐλυμαίνετο, καὶ διδασκαλίας φιλοσοφία· καὶ δι' ἐκεῖνα μὲν δαιμονῶντα ἐκάλουν, διὰ δὲ ταῦτα ἀντίθεον· ὑπὲρ δὲ τῶν σημείων καὶ ἀναιρεῖν ἐπεχείρουν. Ὁ μέντοι λῃστὴς σταυρούμενος, προσηλούμενος, λοιδορούμενος, μυρία πάσχων δεινὰ, οὐ μόνον οὐδὲν παρεβλάβη, ἀλλὰ καὶ τὰ μέγιστα ἐντεῦθεν ἐκέρδανεν. Εἶδες πῶς τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν; Εἰπὼν τοίνυν τὸ μέγα τοῦτο ἀγαθὸν, καὶ σφόδρα τὴν ἀνθρωπίνην φύσιν ὑπερβαῖνον, ἐπειδὴ πολλοῖς καὶ ἄπιστον τοῦτο εἶναι ἐδόκει, ἀπὸ τῶν παρελθόντων αὐτὸ πιστοῦται, οὕτω λέγων· Τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσι. Σκόπει γὰρ εὐθέως ἀπὸ τῆς κλήσεως τὸ εἰρημένον. ∆ιὰ τί γὰρ μὴ ἐξ ἀρχῆς πάντας ἐκάλεσε, ἢ μηδὲ αὐτὸν Παῦλον μετὰ τῶν ἄλλων εὐθέως, οὗ ἐδόκει ἡ ἀναβολὴ ἐπιζήμιος εἶναι; Ἀλλ' ὅμως ἐδείχθη διὰ τῶν πραγμάτων, ὅτι χρησίμως γέγονε. Πρόθεσιν δὲ ἐνταῦθά φησιν, ἵνα μὴ τὸ πᾶν τῇ κλήσει δῷ· ἐπεὶ οὕτως ἔμελλον καὶ Ἕλληνες ἀντιλέγειν καὶ Ἰουδαῖοι. Εἰ γὰρ ἡ κλῆσις ἤρκει μόνον, τίνος ἕνεκεν οὐ πάντες ἐσώθησαν; ∆ιὰ τοῦτό φησιν, ὅτι οὐχ ἡ κλῆσις μόνον, ἀλλὰ καὶ ἡ πρόθεσις τῶν καλουμένων τὴν σωτηρίαν εἰργάσατο· οὐ γὰρ ἠναγκασμένη γέγονεν ἡ κλῆσις οὐδὲ βεβιασμένη. Πάντες γοῦν ἐκλήθησαν, ἀλλ' οὐ πάντες ὑπήκουσαν. Ὅτι οὓς προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ. Εἶδες τιμῆς ὄγκον; Ὅπερ γὰρ ὁ Μονογενὴς ἦν φύσει, τοῦτο καὶ αὐτοὶ γεγόνασι κατὰ χάριν. Ἀλλ' ὅμως οὐκ ἠρκέσθη τούτῳ τῷ εἰπεῖν, Συμμόρφους, ἀλλὰ καὶ ἕτερον προσέθηκεν· Εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ καὶ μετὰ τούτου πάλιν ἕτερον ἐπάγει, λέγων· Ἐν πολλοῖς ἀδελφοῖς· διὰ πάντων σαφῆ τὴν συγγένειαν ἐπιδεῖξαι βουλόμενος. Ταῦτα δὲ πάντα περὶ τῆς οἰκονομίας εἰρῆσθαι νόμιζε· κατὰ γὰρ τὴν θεότητα Μονογενής.

βʹ. Εἶδες πόσα ἡμῖν ἐχαρίσατο; Μὴ τοίνυν ἀμφίβαλλε περὶ τῶν μελλόντων· καὶ γὰρ καὶ ἑτέρωθεν δείκνυσιν αὐτοῦ τὴν κηδεμονίαν, τῷ λέγειν ἄνωθεν αὐτὰ προτετυπῶσθαι οὕτως. Ἄνθρωποι μὲν γὰρ ἀπὸ τῶν πραγμάτων τὰς ὑπὲρ αὐτῶν γνώμας λαμβάνουσι, τῷ δὲ Θεῷ πάλαι ταῦτα ἔδοξε, καὶ ἄνωθεν πρὸς ἡμᾶς διέκειτο· φησὶν οὖν· Οὓς δὲ ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν. Ἐδικαίωσε διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας. Οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασεν. Ἐδόξασε διὰ τῆς χάριτος, διὰ τῆς υἱοθεσίας. Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Ὡς ἂν εἴποι· Μὴ τοίνυν λέγε μοι λοιπὸν περὶ τῶν κινδύνων, καὶ τῆς παρὰ πάντων ἐπιβουλῆς. Εἰ γὰρ καὶ τοῖς μέλλουσί τινες διαπιστοῦσιν, ἀλλὰ πρὸς τὰ ἤδη γεγενημένα ἀγαθὰ οὐδὲν ἂν ἔχοιεν εἰπεῖν· οἷον, τὴν ἄνωθεν τοῦ Θεοῦ πρὸς σὲ φιλίαν, τὴν δικαίωσιν, τὴν δόξαν. Καὶ γὰρ ταῦτά σοι διὰ τῶν δοκούντων εἶναι λυπηρῶν ἐχαρίσατο· καὶ ὅπερ ἐνόμιζες αἰσχύνην εἶναι, τὸν σταυρὸν, τὰς μάστιγας, τὰ δεσμὰ, ταῦτά ἐστιν ἃ τὴν οἰκουμένην κατώρθωσεν ἅπασαν. Ὥσπερ οὖν οἷς αὐτὸς ἔπαθε, καίτοι γε σκυθρωποῖς εἶναι δοκοῦσι, τούτοις εἰς ἐλευθερίαν καὶ σωτηρίαν τῆς φύσεως ἀπεχρήσατο πάσης· οὕτω καὶ ἐν οἷς αὐτὸς ὑπομένεις ποιεῖν εἴωθεν, εἰς δόξαν σου καὶ εὐδοκίμησιν τοῖς σοῖς ἀποχρώμενος πάθεσιν. Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν; Τίς γὰρ οὐ καθ' ἡμῶν; φησί. Καὶ γὰρ ἡ οἰκουμένη καθ' ἡμῶν, καὶ τύραννοι καὶ δῆμοι καὶ συγγενεῖς καὶ πολῖται· ἀλλ' ὅμως οὗτοι οἱ καθ' ἡμῶν τοσοῦτον ἀπέχουσιν ἐπηρεάζειν ἡμῖν, ὅτι καὶ ἄκοντες στεφάνων ἡμῖν αἴτιοι γίνονται, καὶ μυρίων ἀγαθῶν πρόξενοι, τῆς τοῦ Θεοῦ σοφίας τὰς ἐπιβουλὰς εἰς τὴν ἡμετέραν σωτηρίαν καὶ δόξαν τρεπούσης. Ὁρᾷς πῶς οὐδεὶς καθ' ἡμῶν; Καὶ γὰρ τὸν Ἰὼβ τοῦτο λαμπρότερον ἐποίησε, τὸ ὁπλισθῆναι κατ' αὐτοῦ τὸν διάβολον. Καὶ γὰρ καὶ φίλους κατ' αὐτοῦ, καὶ γυναῖκα κατ' αὐτοῦ, καὶ τραύματα καὶ οἰκέτας καὶ μυρία ἕτερα ὁ διάβολος ἐκίνησε μηχανήματα· καὶ οὐδὲν ὅμως κατ' αὐτοῦ γέγονε. Καὶ οὔπω τοῦτο αὐτῷ μέγα, καίτοι σφόδρα μέγα ὂν, ἀλλ' ὃ πολλῷ μεῖζον ἦν, ὅτι καὶ ὑπὲρ αὐτοῦ πάντα ἐξέβη. Ἐπειδὴ γὰρ ὁ Θεὸς ἦν ὑπὲρ αὐτοῦ, καὶ τὰ κατ' αὐτοῦ δοκοῦντα εἶναι, ὑπὲρ αὐτοῦ πάντα ἐγένετο. Τοῦτο καὶ ἐπὶ τῶν ἀποστόλων συνέβη. Καὶ γὰρ καὶ οἱ Ἰουδαῖοι καὶ οἱ ἐξ ἐθνῶν καὶ οἱ ψευδάδελφοι καὶ οἱ ἄρχοντες καὶ οἱ δῆμοι καὶ λιμοὶ καὶ πενίαι καὶ μυρία κατ' αὐτῶν ἦν, καὶ οὐδὲν κατ' αὐτῶν. Τὰ γὰρ μάλιστα ποιήσαντα αὐτοὺς λαμπροὺς καὶ περιφανεῖς, καὶ παρὰ Θεῷ καὶ παρὰ ἀνθρώποις ἐπαινετοὺς, ταῦτά ἐστιν. Ἐννόησον οὖν ἡλίκον ἐφθέγξατο ῥῆμα ὁ Παῦλος περὶ τῶν πιστῶν καὶ ἀκριβῶς ἐσταυρωμένων, ὃ μηδ' ὁ τὸ διάδημα περικείμενος δύναιτ' ἂν ἔχειν. Κατὰ γὰρ ἐκείνου πολλοὶ καὶ βάρβαροι καθοπλιζόμενοι, καὶ πολέμιοι ἐπιόντες, καὶ σωματοφύλακες ἐπιβουλεύοντες, καὶ τῶν ἀρχομένων πολλοὶ πολλάκις ἐπανιστάμενοι συνεχῶς, καὶ ἕτερα μυρία· κατὰ δὲ τοῦ πιστοῦ καὶ προσέχοντος ἀκριβῶς τοῖς τοῦ Θεοῦ νόμοις, οὐκ ἄνθρωπος, οὐ δαίμων, οὐκ ἄλλο οὐδὲν ἀντιστῆναι δυνήσεται. Ἄν τε γὰρ χρήματα ἀφέλῃς, μισθὸν αὐτῷ προεξένησας· ἄν τε κακῶς εἴπῃς, διὰ τῆς δυσφημίας λαμπρότερον ἐποίησας παρὰ τῷ Θεῷ· ἄν τε εἰς λιμὸν ἐμβάλῃς, πλείων ἡ δόξα καὶ ἡ ἀντίδοσις· ἄν τε, ὃ πάντων χαλεπώτερον εἶναι δοκεῖ, θανάτῳ παραδῷς, μαρτυρίου στέφανον ἔπλεξας. Τί τοίνυν ἴσον τοῦ βίου τούτου γένοιτ' ἂν, ὅταν μηδὲν κατ' αὐτοῦ γενέσθαι δύνηται, ἀλλὰ καὶ αὐτοὶ οἱ δοκοῦντες ἐπιβουλεύειν, τῶν εὐεργετούντων αὐτῶν οὐκ ἔλαττον αὐτὸν ὠφελῶσι; ∆ιὰ τοῦτό φησιν· Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν, Εἶτα, οὐκ ἀρκεσθεὶς τοῖς εἰρημένοις, τὸ μέγιστον σημεῖον τῆς περὶ ἡμᾶς ἀγάπης, καὶ ὃ συνεχῶς ἀεὶ περιστρέφει, τοῦτο καὶ ἐνταῦθα τίθησι, τὴν σφαγὴν τοῦ Παιδός. Οὐ γὰρ ἐδικαίωσε, φησὶ, μόνον καὶ ἐδόξασε καὶ συμμόρφους ἐποίησε τῆς εἰκόνος ἐκείνης, ἀλλ' οὐδὲ τοῦ Παιδὸς ἐφείσατο διὰ σέ. ∆ιὸ καὶ ἐπήγαγε, λέγων· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφεί σατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; Καὶ μεθ' ὑπερβολῆς καὶ πολλῆς τῆς θερμότητος ταῖς λέξεσι κέχρηται, ἵνα αὐτοῦ ἐνδείξηται τὴν ἀγάπην. Πῶς οὖν ἡμᾶς προήσεται, ὑπὲρ ὧν τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν παρέδωκεν αὐτὸν πάντων; Ἐννόησον γὰρ πόσης ἀγαθότητος τὸ καὶ τοῦ ἰδίου Υἱοῦ μὴ φείσασθαι, ἀλλὰ καὶ ἐκδοῦναι, καὶ ὑπὲρ πάντων ἐκδοῦναι, καὶ εὐτελῶν καὶ ἀγνωμόνων καὶ ἐχθρῶν καὶ βλασφήμων. Πῶς οὖν οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ τὸν Υἱὸν αὐτοῦ ἐχαρίσατο, καὶ οὐχ ἁπλῶς ἐχαρίσατο, ἀλλὰ καὶ σφαγῇ παρέδωκε, τί λοιπὸν περὶ τῶν ἄλλων ἀμφιβάλλεις, τὸν ∆εσπότην λαβών; τί διστάζεις περὶ τῶν κτημάτων, τὸν Κύριον ἔχων; Ὁ γὰρ τὸ μεῖζον τοῖς ἐχθροῖς δεδωκὼς, πῶς τὰ ἐλάττονα οὐ δώσει τοῖς φίλοις; Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ; γʹ. Ἐνταῦθα πρὸς τοὺς λέγοντας, ὅτι οὐδὲν ἡ πίστις ὠφελεῖ, καὶ ἀπιστοῦντας τῇ ἀθρόᾳ μεταβολῇ. Καὶ ὅρα πῶς ταχέως αὐτοὺς ἐπεστόμισεν ἀπὸ τοῦ ἀξιώματος τοῦ ἐκλεξαμένου. Καὶ οὐκ εἶπε, Τίς ἐγκαλέσει κατὰ τῶν δούλων τοῦ Θεοῦ, οὐδὲ, Κατὰ τῶν πιστῶν τοῦ Θεοῦ, ἀλλὰ, Κατὰ τῶν ἐκλεκτῶν τοῦ Θεοῦ· ἡ γὰρ ἐκλογὴ ἀρετῆς σημεῖόν ἐστιν. Εἰ γὰρ ἐπειδὰν πωλοδάμνης πώλους ἐκλέξηται ἐπιτηδείους πρὸς τὸν δρόμον, οὐδεὶς ἐπισκῆψαι δυνήσεται, ἀλλὰ καταγέλαστος γίνεται, κἂν ἐγκαλέσῃ τις· πολλῷ μᾶλλον ὅταν ὁ Θεὸς ἐκλέγηται ψυχὰς, καταγέλαστοι οἱ ἐγκαλοῦντες. Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων; Οὐκ εἶπε, Θεὸς ὁ ἀφεὶς ἁμαρτήματα, ἀλλ', ὃ πολλῷ μεῖζον ἦν, Θεὸς ὁ δικαιῶν. Ὅταν γὰρ ἡ τοῦ δικαστοῦ ψῆφος δίκαιον ἀποφήνῃ, καὶ δικαστοῦ τοιούτου, τίνος ἄξιος ὁ κατηγορῶν; Οὐκοῦν οὔτε τοὺς πειρασμοὺς φοβεῖσθαι δίκαιον· ὑπὲρ γὰρ ἡμῶν ἐστιν ὁ Θεὸς, καὶ ἐδήλωσεν ἐξ ὧν ἐποίησεν· οὔτε τὰς φλυαρίας τὰς Ἰουδαϊκάς· καὶ γὰρ καὶ ἐξελέξατο ἡμᾶς καὶ ἐδικαίωσε, καὶ τὸ δὴ θαυμαστὸν, ὅτι διὰ τῆς σφαγῆς τοῦ Παιδὸς ἐδικαίωσε. Τίς οὖν ἡμᾶς καταδικάσει, τοῦ Θεοῦ στεφανοῦντος, τοῦ Χριστοῦ δι' ἡμᾶς σφαγέντος, καὶ οὐ σφαγέντος μόνον, ἀλλὰ καὶ μετὰ ταῦτα ἐντυγχάνοντος ὑπὲρ ἡμῶν; Χριστὸς γὰρ, φησὶν, ὁ ἀποθανὼν, μᾶλλον δὲ καὶ ἐγερθεὶς ἐκ νεκρῶν, ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν. Καὶ γὰρ ἐπὶ τῆς οἰκείας ἀξίας φανεὶς, οὐ κατέλυσε τὴν ὑπὲρ ἡμῶν πρόνοιαν, ἀλλὰ καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν καὶ ἔτι τὴν αὐτὴν ἀγάπην μένει διατηρῶν. Οὐ γὰρ ἠρκέσθη τῇ σφαγῇ μόνον· ὅπερ μεγίστου μάλιστά ἐστι φίλτρου, τὸ μὴ μόνον τὰ εἰς αὐτὸν ἥκοντα ποιεῖν, ἀλλὰ καὶ ἕτερον ὑπὲρ τούτου παρακαλεῖν. Τοῦτο γὰρ μόνον διὰ τοῦ, ἐντυγχάνειν, δηλῶσαι ἐβουλήθη, ἀνθρωπινώτερον διαλεχθεὶς, καὶ συγκαταβατικώτερον, ἵνα τὴν ἀγάπην ἐνδείξηται· ἐπεὶ καὶ τὸ, Οὐκ ἐφείσατο, ἐὰν μὴ μετὰ ταύτης ἐκλάβωμεν τῆς ἐννοίας, πολλὰ τὰ ἄτοπα ἕψεται. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτό ἐστιν, ὃ κατασκευάσαι βούλεται, πρότερον εἰπὼν, ὅτι Ἐστὶν ἐν δεξιᾷ, τότε ἐπήγαγεν, ὅτι Ἐντυγχάνει ὑπὲρ ἡμῶν, ὅτι τὴν ὁμοτιμίαν ἔδειξε καὶ τὴν ἰσότητα, ἵνα λοιπὸν τὸ ἐντυγχάνειν οὐκ ἐλαττώσεως, ἀλλ' ἀγάπης φαίνηται μόνης ὄν. Ὁ γὰρ αὐτὸς ζωὴ ὢν καὶ πηγὴ τῶν ἀγαθῶν ἁπάντων, καὶ μετ' ἐξουσίας τῆς αὐτῆς τῷ Πατρὶ, καὶ νεκροὺς ἐγείρων, καὶ ζωοποιῶν, καὶ τὰ ἄλλα πάντα ποιῶν, πῶς ἂν ἐντεύξεως ἐδεήθη εἰς τὸ ὠφελῆσαι ἡμᾶς; Ὁ ἀπεγνωσμένους καὶ καταδεδικασμένους ἐξ οἰκείας ἐξουσίας καὶ τῆς καταδίκης ἐκείνης ἀπαλλάξας, καὶ δικαίους καὶ υἱοὺς ποιήσας, καὶ πρὸς τὰς ἀνωτάτω τιμὰς ἀγαγὼν, καὶ τὰ μηδέποτε ἐλπισθέντα εἰς ἔργον ἀγαγὼν, πῶς ἂν μετὰ τὸ κατορθῶσαι πάντα, καὶ τὴν φύσιν τὴν ἡμετέραν δεῖξαι ἐπὶ τοῦ θρόνου τοῦ βασιλικοῦ, πρὸς τὰ εὐκολώτερα ἐντυχίας ἐδεῖτο; Ὁρᾷς πῶς πανταχόθεν δείκνυται, ὅτι τὸ ἐντυγχάνειν δι' οὐδὲν ἕτερον εἴρηκεν, ἀλλ' ἵνα τὸ θερμὸν καὶ ἀκμάζον τῆς περὶ ἡμᾶς ἀγάπης ἐνδείξηται; ἐπεὶ καὶ ὁ Πατὴρ φαίνεται παρακαλῶν ἀνθρώπους καταλλαγῆναι αὐτῷ. Ὑπὲρ γὰρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν. Ἀλλ' ὅμως καὶ Θεοῦ παρακαλοῦντος, καὶ ἀνθρώπων ὑπὲρ Χριστοῦ πρεσβευομένων πρὸς ἀνθρώπους, οὐδὲν ἀνάξιον ἐννοοῦμεν ἐντεῦθεν τῆς ἀξίας ἐκείνης, ἀλλ' ἓν μόνον ἐκ τῶν εἰρημένων ἁπάντων συλλέγομεν, τὴν τῆς ἀγάπης ἐπίτασιν. Τοῦτο δὴ καὶ ἐνταῦθα ποιῶμεν. Εἰ τοίνυν καὶ τὸ Πνεῦμα ὑπερεντυγχάνει στεναγμοῖς ἀλαλήτοις, καὶ ὁ Χριστὸς ἀπέθανε, καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν, καὶ ὁ Πατὴρ τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο διὰ σὲ, καὶ ἐξελέξατό σε καὶ ἐδικαίωσε, τί λοιπὸν δέδοικας; τί δὲ τρέμεις, τοσαύτης ἀπολαύων ἀγάπης, καὶ τοσαύτης κηδεμονίας; ∆ιὰ δὴ τοῦτο, δείξας πολλὴν τὴν ἄνωθεν πρόνοιαν, μετὰ παῤῥησίας λοιπὸν ἐπάγει τὰ ἑξῆς, καὶ οὐ λέγει, ὅτι Ὀφείλετε καὶ ὑμεῖς οὕτως αὐτὸν ἀγαπᾷν, ἀλλ', ὥσπερ ἔνθους γενόμενος ὑπὸ τῆς ἀφάτου ταύτης προνοίας, φησί· Τίς ἡμᾶς χωρίζει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ, Καὶ οὐκ εἶπε· Τοῦ Θεοῦ· οὕτως ἀδιάφορον αὐτῷ, καὶ Χριστὸν καὶ Θεὸν ὀνομάζειν. Θλῖψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; Ὅρα τοῦ μακαρίου Παύλου σύνεσιν. Οὐ γὰρ εἶπε ταῦτα οἷς καθημέραν ἁλισκόμεθα, χρημάτων ἔρωτα καὶ δόξης ἐπιθυμίαν καὶ ὀργῆς τυραννίδα, ἀλλὰ ἃ πολλῷ τούτων ἐστὶ τυραννικώτερα, καὶ τὴν φύσιν αὐτὴν ἱκανὰ βιάσασθαι, καὶ διανοίας στεῤῥότητα ἀναμοχλεῦσαι πολλάκις καὶ ἀκόντων ἡμῶν, ταῦτα τίθησι, θλίψεις καὶ στενοχωρίας. Εἰ γὰρ καὶ εὐαρίθμητα τὰ εἰρημένα, ἀλλὰ μυρίους ἔχει πειρασμῶν ὁρμαθοὺς ἑκάστη λέξις. Ὅταν γὰρ εἴπῃ θλῖψιν, καὶ δεσμωτήρια λέγει καὶ δεσμὰ καὶ συκοφαντίας καὶ ἐξορίας καὶ τὰς ἄλλας ταλαιπωρίας ἁπάσας, ἑνὶ ῥήματι πέλαγος κινδύνων διατρέχων ἄπειρον, καὶ πάντα ἁπλῶς τὰ ἐν ἀνθρώποις δεινὰ διὰ μιᾶς ἡμῖν ἐμφαίνων λέξεως. Ἀλλ' ὅμως πάντων αὐτῶν κατατολμᾷ. ∆ιὸ καὶ κατὰ ἐρώτησιν αὐτὸ προάγει ὡς ἀναντίῤῥητον ὂν, ὅτι τὸν οὕτως ἀγαπηθέντα, καὶ τοσαύτης ἀπολαύσαντα προνοίας, οὐδὲν ἔστιν ὃ διαστῆσαι δυνήσεται.

δʹ. Εἶτα, ἵνα μὴ δόξῃ ταῦτα ἐγκαταλείψεως εἶναι. καὶ τὸν προφήτην ἐπάγει προαναφωνοῦντα ταῦτα πρὸ πολλοῦ τοῦ χρόνου, καὶ λέγοντα· Ὅτι ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· τουτέστι, Πᾶσίν ἐσμεν προκείμενοι εἰς τὸ πάσχειν κακῶς. Ἀλλ' ὅμως πρὸς τοὺς τοσούτους καὶ τηλικούτους κινδύνους, καὶ τὰς καινὰς ταύτας τραγῳδίας ἀρκοῦσα παράκλησις ἡ τῶν ἀγώνων ἡμῖν ὑπόθεσις δέδοται· μᾶλλον δὲ οὐκ ἀρκοῦσα μόνον, ἀλλὰ καὶ πολλῷ πλείων. Οὐ γὰρ δι' ἀνθρώπους οὐδὲ δι' ἄλλο τι βιωτικὸν ταῦτα πάσχομεν, ἀλλὰ διὰ τὸν τῶν ὅλων, φησὶ, βασιλέα. Οὐ τούτῳ δὲ μόνον αὐτοὺς, ἀλλὰ καὶ ἑτέρῳ πάλιν ἀνέδησε στεφάνῳ ποικίλῳ καὶ πολυειδεῖ. Ἐπειδὴ γὰρ ἀνθρώπους ὄντας οὐκ ἐνῆν μυρίους ὑπομεῖναι θανάτους, δείκνυσιν ὅτι οὐδὲν ταύτῃ τὰ βραβεῖα ἠλάττωται. Κἂν γὰρ τῇ φύσει κεκληρωμένον ᾖ τὸ μόνον ἅπαξ ἀποθανεῖν, τῇ προαιρέσει τὸ καθημέραν τοῦτο πάσχειν, εἰ βουληθείημεν, δέδωκεν ὁ Θεός. Ὅθεν δῆλον, ὅτι τοσούτους ἀπελευσόμεθα ἔχοντες στεφάνους, ὅσας ἂν βιώσωμεν ἡμέρας· μᾶλλον δὲ καὶ πολλῷ πλείους· ἔστι γὰρ ἐν ἡμέρᾳ μιᾷ καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις ἀποθανεῖν. Ὁ γὰρ πρὸς τοῦτο παρεσκευασμένος, ἀεὶ τὸν μισθὸν ἀπηρτισμένον λαμβάνει. Τοῦτο γοῦν καὶ ὁ προφήτης αἰνιττόμενος ἔλεγεν· Ὅλην τὴν ἡμέραν. ∆ιὸ καὶ ὁ Ἀπόστολος αὐτὸν ἐπεισήγαγε, μειζόνως αὐτοὺς διεγείρων. Εἰ γὰρ οἱ ἐν τῇ Παλαιᾷ, φησὶ, καὶ γῆν τὸ ἔπαθλον τῶν πόνων ἔχοντες, καὶ τὰ ἄλλα τῷ παρόντι συγκαταλυόμενα βίῳ, οὕτω τῆς παρούσης ὑπερεώρων ζωῆς, καὶ τῶν πειρασμῶν καὶ τῶν κινδύνων, τίνα ἂν σχοίημεν συγγνώμην ἡμεῖς, μετὰ τὸν οὐρανὸν καὶ τὴν βασιλείαν τὴν ἄνω καὶ τὰ ἀπόῤῥητα ἀγαθὰ καταμαλακιζόμενοι, καὶ μηδὲ πρὸς τὸ αὐτὸ μέτρον φθάνοντες ἐκείνων; Ἀλλ' οὕτω μὲν οὐκ εἶπε, τῷ δὲ συνειδότι αὐτὸ καταλιπὼν τῶν ἀκροατῶν, τῇ μαρτυρίᾳ ἀρκεῖται μόνῃ, καὶ δείκνυσιν, ὅτι καὶ θυσία αὐτῶν τὰ σώματα γίνεται, καὶ οὐ δεῖ θορυβεῖσθαι, οὐδὲ ταράττεσθαι, τοῦ Θεοῦ οὕτως οἰκονομήσαντος. Καὶ ἑτέρως δὲ αὐτοὺς προτρέπει. Ἵνα γὰρ μὴ λέγῃ τις, ὅτι ἁπλῶς ταῦτα φιλοσοφεῖ πρὸ τῆς πείρας τῶν πραγμάτων, ἐπήγαγεν· Ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς, τοὺς καθημερινοὺς τῶν ἀποστόλων θανάτους λέγων. Εἶδες ἀνδρείαν καὶ ἐπιείκειαν; Ὥσπερ γὰρ ἐκεῖνα, φησὶν, οὐκ ἀνθίσταται σφαττόμενα, οὕτως οὐδὲ ἡμεῖς. Ἀλλ' ἐπειδὴ τῆς ἀνθρωπίνης διανοίας ἡ ἀσθένεια καὶ μετὰ τοσαῦτα τὸ πλῆθος τῶν πειρασμῶν ἐδεδοίκει, ὅρα πῶς πάλιν ἀνίστησι τὸν ἀκροατὴν, καὶ ὑψηλὸν ποιεῖ καὶ γαῦρον, εἰπών· Ἀλλ' ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, οὐχ ὅτι νῦν νικῶμεν μόνον, ἀλλ' ὅτι καὶ δι' ὧν ἐπιβουλευόμεθα νικῶμεν. Καὶ οὐχ ἁπλῶς νικῶμεν, ἀλλ' ὑπερνικῶμεν, τουτέστι, μετὰ εὐκολίας ἁπάσης, χωρὶς ἱδρώτων καὶ πόνων. Οὐ γὰρ πράγματα ὑπομένοντες, ἀλλὰ τὴν γνώμην παρασκευάζοντες μόνον, οὕτω πανταχοῦ τὰ τρόπαια ἱστῶμεν κατὰ τῶν ἐχθρῶν. Καὶ μάλα εἰκότως· Θεὸς γάρ ἐστιν ἡμῖν ὁ συναγωνιζόμενος. Μὴ τοίνυν ἀπιστήσῃς, εἰ μαστιζόμενοι τῶν μαστιζόντων περιγινόμεθα, εἰ ἐλαυνόμενοι τῶν διωκόντων κρατοῦμεν, εἰ ἀποθνήσκοντες τοὺς ζῶντας τρεπόμεθα. Ὅταν γὰρ καὶ τὴν δύναμιν τοῦ Θεοῦ καὶ τὴν ἀγάπην θῇς, οὐδὲν τὸ κωλύον τὰ θαυμαστὰ ταῦτα ἐκβῆναι καὶ παράδοξα, καὶ τὴν ἐκ περιουσίας λάμψαι νίκην. Οὐδὲ γὰρ ἁπλῶς ἐνίκων, ἀλλὰ μετὰ πολλοῦ τοῦ θαύματος, καὶ ὥστε μαθεῖν, ὅτι οὐ πρὸς ἀνθρώπους ὁ πόλεμος τοῖς ἐπιβουλεύουσιν ἦν, ἀλλὰ πρὸς τὴν ἄμαχον δύναμιν ἐκείνην. Ὅρα γοῦν τοὺς Ἰουδαίους ἐν μέσῳ αὐτοὺς ἔχοντας, καὶ διαποροῦντας καὶ λέγοντας· Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι κατέχοντες αὐτοὺς, καὶ ὑπευθύνους ἔχοντες, καὶ δεσμοῦντες, καὶ κόπτοντες, ἠπόρουν καὶ ἐν ἀμηχανίᾳ ἦσαν, δι' αὐτῶν τούτων ἡττώμενοι, δι' ὧν προσεδόκων νικᾷν. Καὶ οὔτε τύραννος, οὔτε δήμιοι, οὔτε δαιμόνων φάλαγγες, οὔτε αὐτὸς ὁ διάβολος περιγενέσθαι αὐτῶν ἴσχυσεν, ἀλλ' ἐκ πολλῆς ἅπαντες ἡττῶντο τῆς περιουσίας, ἅπερ κατ' αὐτῶν ἐμηχανῶντο, πάντα ὑπὲρ αὐτῶν ὁρῶντες γινόμενα. ∆ιὸ καὶ ἔλεγεν· Ὑπερνικῶμεν. Καινὸς γὰρ οὗτος ὁ νόμος τῆς νίκης ἦν, τὸ διὰ τῶν ἐναντίων κρατεῖν, καὶ μηδέποτε ἡττᾶσθαι, ἀλλ' ὡς αὐτοὺς ὄντας κυρίους τοῦ τέλους, οὕτως ἐπὶ τοὺς ἀγῶνας ἐξιέναι τούτους. Πέπεισμαι γὰρ, ὅτι οὔτε θάνατος οὔτε ζωὴ, οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα οὔτε μέλλοντα, οὔτε ὕψωμα οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

εʹ. Μεγάλα τὰ εἰρημένα· ἀλλ' οὐκ ἴσμεν αὐτὰ, ἐπειδὴ τοσαύτην ἀγάπην οὐκ ἔχομεν. Ἀλλ' ὅμως εἰ καὶ μεγάλα, δεῖξαι βουλόμενος οὐδὲν ὄντα πρὸς τὴν ἀγάπην, ἢν ἠγαπήθη παρὰ τοῦ Θεοῦ, μετ' ἐκείνην τότε τὴν αὐτοῦ τίθησιν, ἵνα μὴ δόξῃ μεγάλα λέγειν περὶ ἑαυτοῦ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τί δεῖ, φησὶ, τὰ παρόντα λέγειν, καὶ τὰ τῷ βίῳ τούτῳ συγκεκληρωμένα δεινά. Κἂν γὰρ τὰ μέλλοντα εἴπῃ τις πράγματα, κἂν δυνάμεις, πράγματα μὲν ὡς θάνατον καὶ ζωὴν, δυνάμεις δὲ ὡς ἀγγέλους καὶ ἀρχαγγέλους, καὶ πᾶσαν τὴν ἄνω κτίσιν, καὶ ταῦτα ἐμοὶ μικρὰ πρὸς τὴν ἀγάπην τοῦ Χριστοῦ. Οὔτε γὰρ, εἰ θάνατόν τις ἠπείλει τὸν μέλλοντα τὸν ἀθάνατον, ὥστε ἀπὸ τοῦ Χριστοῦ χωρίσαι, οὔτε εἰ ζωὴν ἐπηγγείλατο τὴν ἄπειρον, κατεδεξάμην ἄν. Τί δεῖ λέγειν βασιλεῖς τοὺς κάτω καὶ ὑπάτους; τὸν δεῖνα καὶ τὸν δεῖνα; Κἂν γὰρ ἀγγέλους μοι εἴπῃς, κἂν πάσας τὰς ἄνω δυνάμεις, κἂν πάντα τὰ ὄντα, κἂν πάντα τὰ μέλλοντα, πάντα ἐμοὶ μικρὰ, καὶ τὰ ἐν τῇ γῇ, καὶ τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ὑπὸ γῆν, καὶ τὰ ὑπὲρ οὐρανοὺς, πρὸς τὸ φίλτρον ἐκεῖνο. Εἶτα ὡς οὐκ ἀρκούντων τούτων παραστῆσαι τὸν πόθον, ὃν εἶχεν, ἕτερα πάλιν τοσαῦτα ὑποστησάμενός φησιν· Οὔτε τις κτίσις ἑτέρα. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ καὶ ἄλλη τοσαύτη κτίσις ἦν, ὅση ἡ ὁρωμένη, ὅση ἡ νοητὴ, οὐδὲν ἄν με τῆς ἀγάπης ἐκείνης ἀπέστησε. Ταῦτα δὲ ἔλεγεν, οὐχ ὡς τῶν ἀγγέλων τοῦτο ἐπιχειρούντων, ἢ τῶν ἄλλων δυνάμεων, μὴ γένοιτο, ἀλλὰ μεθ' ὑπερβολῆς ἁπάσης τὸ φίλτρον, ὃ πρὸς τὸν Χριστὸν εἶχε, ἐπιδεῖξαι βουλόμενος. Οὐ γὰρ τὸν Χριστὸν ἐφίλει διὰ τὰ τοῦ Χριστοῦ, ἀλλὰ δι' αὐτὸν τὰ ἐκείνου, καὶ πρὸς αὐτὸν ἑώρα μόνον, καὶ ἓν ἐδεδοίκει, τὸ μὴ τῆς ἀγάπης ἐκείνης ἐκπεσεῖν. Τοῦτο γὰρ αὐτῷ καὶ γεέννης φοβερώτερον ἦν, ὥσπερ καὶ τὸ μένειν ἐν αὐτῇ βασιλείας ποθεινότερον. Τίνος οὖν ἂν εἴημεν ἄξιοι λοιπὸν ἡμεῖς, ὅταν ἐκεῖνος μὲν μηδὲ τὰ ἐν τοῖς οὐρανοῖς θαυμάζῃ πρὸς τὸν τοῦ Χριστοῦ πόθον, ἡμεῖς δὲ τὰ ἐν τῷ βορβόρῳ καὶ τῷ πηλῷ τοῦ Χριστοῦ προτιμῶμεν; κἀκεῖνος μὲν διὰ τὸν πόθον αὐτοῦ καὶ εἰς γέενναν ἐμπεσεῖν καταδέχεται, καὶ βασιλείας ἐκπεσεῖν, εἴ γε ἀμφότερα ταῦτα προὔκειτο· ἡμεῖς δὲ οὐδὲ τοῦ παρόντος καταφρονοῦμεν βίου; Ἆρα ἄξιοι τῶν γοῦν ὑποδημάτων ἐσμὲν λοιπὸν τῶν ἐκείνου, τοσοῦτον ἀφεστηκότες αὐτοῦ τῆς μεγαλονοίας; Ἐκεῖνος μὲν γὰρ οὐδὲ βασιλείαν ἡγεῖταί τι διὰ τὸν Χριστὸν εἶναι, ἡμεῖς δὲ αὐτοῦ μὲν καταφρονοῦμεν, τῶν δὲ αὐτοῦ πολὺν ποιούμεθα λόγον. Καὶ εἴθε κἂν τῶν αὐτοῦ· νῦν δὲ οὐδὲ τοῦτο, ἀλλὰ καὶ βασιλείας ἡμῖν προκειμένης, ἐκείνην ἀφέντες. τὰς σκιὰς καὶ τὰ ὀνείρατα καθ' ἑκάστην διώκομεν τὴν ἡμέραν. Καίτοι γε ὁ Θεὸς φιλάνθρωπος ὢν καὶ σφόδρα ἥμερος, ταυτὸν ἐποίησεν, οἷον ἂν εἰ πατὴρ φιλόπαις, τοῦ παιδὸς δυσχεραίνοντος τὴν πρὸς αὐτὸν διηνεκῆ ὁμιλίαν, ἑτέρως ταύτην σοφίσαιτο. Ἐπειδὴ γὰρ αὐτοῦ πόθον οὐκ ἔχομεν τὸν προσήκοντα, πολλὰ ἕτερα ἡμῖν προβάλλεται ὥστε ἡμᾶς κατασχεῖν πρὸς ἑαυτόν. Καὶ οὐδὲ οὕτω παραμένομεν, ἀλλ' ἀποπηδῶμεν πρὸς τὰ παιδικὰ ἀθύρματα. Ἀλλ' οὐχ ὁ Παῦλος οὕτως, ἀλλ' ὥσπερ τις εὐγενὴς παῖς καὶ ἐλεύθερος καὶ φιλοπάτωρ τὴν συν ουσίαν τοῦ πατρὸς ἐπιζητεῖ μόνον, τῶν δὲ ἄλλων οὐ τοσοῦτον ποιεῖται λόγον· μᾶλλον δὲ, πολλῷ πλέον ἢ παῖς. Οὐ γὰρ ὁμοῦ καὶ τὸν πατέρα καὶ τὰ αὐτοῦ τιμᾷ, ἀλλ' ὅταν ἴδῃ πρὸς τὸν πατέρα, οὐδὲν ἐκεῖνα ἡγεῖται, ἀλλ' ἕλοιτο ἂν καὶ κολαζόμενος καὶ μαστιζόμενος εἶναι μετ' αὐτοῦ, ἢ χωριζόμενος αὐτοῦ τρυφᾷν. ʹ. Φρίξωμεν τοίνυν ὅσοι μηδὲ χρημάτων διὰ τὸν Θεὸν καταφρονοῦμεν· μᾶλλον δὲ, ὅσοι μηδὲ χρημάτων δι' ἡμᾶς αὐτοὺς καταφρονοῦμεν. Παῦλος γὰρ μόνος ἦν ὁ διὰ τὸν Χριστὸν γνησίως ἅπαντα πάσχων, οὐ διὰ βασιλείαν οὐδὲ διὰ τὴν αὐτοῦ τιμὴν, ἀλλὰ διὰ τὴν πρὸς ἐκεῖνον εὔνοιαν. Ἡμᾶς δὲ οὔτε ὁ Χριστὸς, οὔτε τὰ τοῦ Χριστοῦ, τῶν βιωτικῶν ἀφέλκει πραγμάτων, ἀλλ' ὥσπερ ὄφεις ἢ ἔχεις ἢ χοῖροι, ἢ καὶ ταῦτα πάντα ὁμοῦ, οὕτως ἐν τῇ ἰλύϊ συρόμεθα. Τί γὰρ τῶν θηρίων ἐκείνων ἡμεῖς ἀμείνους, οἱ τοσαῦτα καὶ τηλικαῦτα ἔχοντες παραδείγματα, καὶ ἔτι κάτω βλέποντες, καὶ μηδὲ μικρὸν ἀναβλέψαι πρὸς τὸν οὐρανὸν ἀνεχόμενοι; Ἀλλ' ὁ μὲν Θεὸς καὶ τὸν Υἱὸν ἐξέδωκε· σὺ δὲ οὐδὲ ἄρτου μεταδίδως αὐτῷ τῷ διὰ σὲ ἐκδοθέντι, τῷ διὰ σὲ σφαγέντι. Ὁ Πατὴρ διὰ σὲ αὐτοῦ οὐκ ἐφείσατο, καὶ ταῦτα γνησίου ὄντος Παιδός· σὺ δὲ αὐτὸν καὶ λιμῷ τηκόμενον περιορᾷς, καὶ ταῦτα ἀπὸ τῶν αὐτοῦ μέλλων ἀναλίσκειν, καὶ διὰ σαυτὸν ἀναλίσκειν. Τί ταύτης τῆς παρανομίας χεῖρον γένοιτ' ἄν; Ἐξεδόθη διὰ σὲ, ἐσφάγη διὰ σὲ, περιέρχεται πεινῶν διὰ σὲ, ἐκ τῶν αὐτοῦ δίδως ἵνα αὐτὸς ὠφεληθῇς, καὶ οὐδὲ οὕτω δίδως. Ποίων οὐκ ἂν εἶεν ἀναισθητότεροι λίθων, οἱ τοσούτων αὐτοὺς ἑλκόντων πραγμάτων, ἐπὶ τῆς διαβολικῆς ταύτης μένοντες ὠμότητος; Οὐδὲ γὰρ ἠρκέσθη τῷ θανάτῳ καὶ τῷ σταυρῷ μόνον, ἀλλὰ καὶ πένης γενέσθαι κατεδέξατο καὶ ξένος καὶ ἀλήτης καὶ γυμνὸς, καὶ εἰς δεσμωτήριον ἐμπεσεῖν, καὶ ἀῤῥωστίαν ὑπομεῖναι, ἵνα κἂν οὕτω σε ἐκκαλέσηται. Εἰ γὰρ μὴ ἀμείβῃ με, φησὶν, ὡς ὑπὲρ σοῦ τι παθόντα, διὰ τὴν πενίαν ἐλέησον. Εἰ δὲ μὴ βούλει διὰ τὴν πενίαν ἐλεῆσαι, διὰ τὴν νόσον ἐπικάμφθητι, διὰ δὲ τὸ δεσμωτήριον ἐπικλάσθητι· εἰ δὲ μηδὲ ταῦτά σε ποιεῖ φιλάνθρωπον, διὰ τὸ κοῦφον τῆς αἰτήσεως ἐπίνευσον. Οὐδὲν γὰρ αἰτῶ πολυτελὲς, ἀλλὰ ἄρτον καὶ στέγην καὶ ῥημάτων παράκλησιν. Εἰ δὲ καὶ μετὰ ταῦτα ἔτι μένεις ἄγριος ὢν, κἂν διὰ τὴν βασιλείαν γενοῦ βελτίων, κἂν διὰ τὰ ἔπαθλα ἃ ὑπεσχόμην. Ἀλλ' οὐδὲ ἐκείνων ἐστί τίς σοι λόγος; Κἂν πρὸς τὴν φύσιν αὐτὴν ἐπικλάσθητι, γυμνὸν ὁρῶν, καὶ τῆς γυμνότητος ἀναμνήσθητι ἐκείνης, ἣν ἐγυμνώθην ἐπὶ τοῦ σταυροῦ διὰ σέ. Εἰ δὲ ἐκείνης οὐ βούλει, κἂν ταύτης, ἢν διὰ τῶν πενήτων γυμνοῦμαι. Ἐδεήθην τότε διὰ σὲ, ἀλλὰ καὶ νῦν διὰ σὲ, ἵνα εἴτε ἐντεῦθεν, εἴτε ἐκεῖθεν προαχθεὶς, βουληθῇς ποιῆσαί τινα ἔλεον· ἐνήστευσα διὰ σὲ, πάλιν πεινῶ διὰ σέ· ἐδίψησα κρεμάμενος ἐπὶ τοῦ σταυροῦ, διψῶ καὶ διὰ τῶν πενήτων, ἵνα καὶ ἐξ ἐκείνων καὶ ἐκ τούτων ἐπισπάσωμαί σε πρὸς ἐμαυτὸν, καὶ ποιήσω φιλάνθρωπον ἐπὶ σωτηρίᾳ τῇ σῇ. ∆ιὰ τοῦτο καὶ μυρίων ὀφείλοντά σε εὐεργετημάτων ἀμοιβὴν ἐμοὶ, οὐχ ὡς ὀφείλοντα ἀπαιτῶ, ἀλλ' ὡς χαριζόμενον στεφανῶ, καὶ βασιλείαν δωροῦμαι ἀντὶ τῶν μικρῶν τούτων. Οὐδὲ γὰρ λέγω, Λῦσόν μοι τὴν πενίαν, οὐδὲ, Χάρισαί μοι πλοῦτον, καίτοι γε ἐπτώχευσα διὰ σέ· ἀλλ' ὅμως ἄρτον αἰτῶ καὶ ἱμάτιον καὶ λιμοῦ παραμυθίαν μικράν. Κἂν εἰς δεσμωτήριον ἐμπέσω, οὐκ ἀναγκάζω τὰ δεσμὰ λῦσαι καὶ ἐκβαλεῖν, ἀλλ' ἓν ἐπιζητῶ μόνον, ἵνα ἴδῃς δεδεμένον διὰ σὲ, καὶ ἀρκοῦσαν ἔλαβον χάριν, καὶ ὑπὲρ τούτου μόνου τὸν οὐρανόν σοι χαρίζομαι. Καίτοι γε ἐγὼ χαλεπωτάτων σε ἔλυσα δεσμῶν, ἀλλ' ἐμοὶ μόνον ἀρκεῖ, ἂν βουληθῇς ἰδεῖν με δεδεμένον. ∆ύναμαι μὲν γὰρ χωρὶς τούτων σε στεφανοῦν, βούλομαι δέ σοι καὶ ὀφειλέτης εἶναι, ἵνα φέρῃ σοί τινα καὶ παῤῥησίαν ὁ στέφανος. Καὶ διὰ τοῦτο καὶ δυνάμενος ἐμαυτὸν θρέψαι, περιέρχομαι προσαιτῶν, καὶ ταῖς θύραις σου παριστάμενος προτείνω χεῖρα. Παρὰ σοῦ γὰρ τραφῆναι ἐπιθυμῶ· φιλῶ γάρ σε σφόδρα· διὸ καὶ τῆς τραπέζης ἐρῶ τῆς σῆς, ὃ τοῖς φιλοῦσιν ἔθος ἐστὶ, καὶ ἐγκαλλωπίζομαι τούτῳ, καὶ τοῦ θεάτρου παρόντος τῆς οἰκουμένης, ἀνακηρύττω σε τότε, καὶ πάντων ἀκουόντων, ἐνδείκνυμαι τὸν τροφέα τὸν ἐμόν. Καίτοι γε ἡμεῖς ὅταν παρά τινος τραφῶμεν, αἰσχυνόμεθα τοῦτο καὶ συσκιάζομεν· αὐτὸς δὲ ἐπειδὴ σφόδρα ἡμᾶς φιλεῖ, κἂν ἡμεῖς σιγῶμεν, ἀναγορεύει τότε τὸ γεγενημένον μετὰ πολλῶν τῶν ἐγκωμίων, καὶ οὐκ αἰσχύνεται εἰπεῖν, ὅτι καὶ γυμνὸν ὄντα αὐτὸν περιεβάλομεν, καὶ πεινῶντα ἐθρέψαμεν. Ταῦτ' οὖν ἅπαντα ἐννοοῦντες, μὴ μέχρι τῶν ἐπαίνων στῶμεν μόνον, ἀλλὰ καὶ ἐπιτελέσωμεν τὰ εἰρημένα. Τί γὰρ ὄφελος τῶν κρότων καὶ τῶν θορύβων τούτων; Ἓν ζητῶ παρ' ὑμῶν μόνον, τὴν διὰ τῶν ἔργων ἐπίδειξιν, τὴν διὰ τῶν πραγμάτων ὑπακοήν· τοῦτο ἔπαινος ἐμὸς, τοῦτο κέρδος ὑμέτερον, τοῦτο διαδήματός μοι λαμπρότερον. Τοῦτον τοίνυν ἀπελθόντες καὶ ὑμῖν καὶ ἐμοὶ κατασκευάσετε τὸν στέφανον διὰ τῆς τῶν πενήτων χειρὸς, ἵνα καὶ κατὰ τὸν παρόντα βίον χρηστῇ συντραφῶμεν ἐλπίδι, καὶ πρὸς τὴν μέλλουσαν ἀπελθόντες ζωὴν, τῶν μυρίων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΣΤ ʹ.

Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμ μαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν Πνεύματι ἁγίῳ.

αʹ. Ἆρα οὐ μεγάλα τινὰ καὶ ὑπερφυῆ τῇ προτεραίᾳ περὶ τῆς τοῦ Παύλου περὶ τὸν Χριστὸν ἀγάπης ἐδόκουν ὑμῖν εἰρηκέναι; Καὶ γὰρ ἦν φύσει μεγάλα, καὶ πάντα ὑπερβαίνοντα λόγον· ἀλλ' ὅμως τὰ σήμερον λεχθέντα τοσαύτην ἔχει τὴν ὑπερβολὴν πρὸς ἐκεῖνα, ὅσην ἐκεῖνα πρὸς τὰ ἡμέτερα. Καίτοι γε οὐκ ᾤμην αὐτὰ ἔχειν ὑπερβολὴν, ἀλλ' ὅμως ἐπελθόντα τὰ σήμερον ἡμῖν ἀναγνωσθέντα πολὺ πάντων ἐκείνων ἐφάνη λαμπρότερα· ὅπερ οὖν καὶ αὐτὸς συνιδὼν, ἀπὸ τῶν προοιμίων αὐτὸ ἐνέφηνεν, ἅτε εἰς μείζονα ἐμβαίνειν μέλλων καὶ ἀπιστεῖσθαι παρὰ τῶν πολλῶν. Πρότερον δὲ διαβεβαιοῦται περὶ ὧν μέλλει λέγειν· ὅπερ πολλοῖς ἔθος ποιεῖν, ὅταν μέλλωσί τι λέγειν παρὰ τοῖς πολλοῖς ἀπιστούμενον, καὶ ὑπὲρ οὗ σφόδρα ἑαυτούς εἰσι πεπεικότες. Καὶ γὰρ Ἀλήθειαν λέγω, φησὶ, καὶ οὐ ψεύδομαι, καὶ ἡ συνείδησίς μοι μαρτυρεῖ, ὅτι λύπη μοί ἐστι μεγάλη, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. Ηὐχόμην γὰρ ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ. Τί λέγεις, ὦ Παῦλε; Ἀπὸ τοῦ Χριστοῦ τοῦ ποθουμένου, οὗ μήτε βασιλεία σε, μήτε γέεννα ἐχώριζε, μήτε τὰ ὁρώμενα, μήτε τὰ νοούμενα, μήτε ἄλλα τοσαῦτα, ἀπὸ τούτου νῦν εὔχῃ ἀνάθεμα εἶναι; Τί γέγονε; μὴ μεταβέβλησαι, καὶ κατέλυσας τὸν πόθον ἐκεῖνον; Οὐχὶ, φησὶ, μὴ δείσῃς· καὶ γὰρ καὶ ἐπέτεινα αὐτὸν μᾶλλον. Πῶς οὖν εὔχῃ ἀνάθεμα εἶναι, καὶ ἀλλοτρίωσιν ζητεῖς, καὶ χωρισμὸν τοιοῦτον, μεθ' ὃν ἕτερον οὐκ ἔστιν εὑρεῖν; Ἐπειδὴ σφόδρα αὐτὸν φιλῶ, φησί. Πῶς, εἰπέ μοι, καὶ ποίῳ τρόπῳ; καὶ γὰρ αἰνίγματι τὸ πρᾶγμα ἔοικε. Μᾶλλον δὲ, εἰ δοκεῖ, πρῶτον μάθωμεν τί ποτέ ἐστι τὸ ἀνάθεμα, καὶ τότε αὐτὸν ἐρωτήσωμεν περὶ τούτων, καὶ τὴν ἀπόῤῥητον ταύτην καὶ παράδοξον εἰσόμεθα ἀγάπην. Τί οὖν ἐστι τὸ ἀνάθεμα; Ἄκουσον αὐτοῦ λέγοντος· Εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν Χριστὸν, ἔστω ἀνάθεμα· τουτέστι, κεχωρίσθω πάντων, ἀλλότριος ἔστω πάντων. Καθάπερ γὰρ τοῦ ἀναθέματος τοῦ ἀνατιθεμένου τῷ Θεῷ οὐδεὶς ἂν τολμήσειεν ἁπλῶς ταῖς χερσὶν ἅψασθαι, οὐδὲ ἐγγὺς γενέσθαι· οὕτω καὶ τὸν χωριζόμενον τῆς Ἐκκλησίας, πάντων ἀποτέμνων, καὶ ὡς ποῤῥωτάτω ἀπάγων, τούτῳ τῷ ὀνόματι ἀπὸ τοῦ ἐναντίου καλεῖ, μετὰ πολλοῦ τοῦ φόβου πᾶσιν ἀπαγορεύων αὐτοῦ ἀποχωρίζεσθαι καὶ ἀποπηδᾷν. Τῷ μὲν γὰρ ἀναθέματι τιμῆς ἕνεκα οὐδεὶς ἐτόλμα ἐγγίσαι· τοῦ δὲ ἀποτιμηθέντος, ἐξ ἐναντίας ἐχωρίζοντο γνώμης ἅπαντες. Ὥστε ὁ μὲν χωρισμὸς εἷς, καὶ ὁμοίως καὶ τοῦτο κἀκεῖνο τῶν πολλῶν ἠλλοτρίωται· ὁ δὲ τρόπος τοῦ χωρισμοῦ οὐχ εἷς, ἀλλὰ καὶ ἐναντίος οὗτος ἐκείνου. Τοῦ μὲν γὰρ ἀπείχοντο ὡς ἀνακειμένου Θεῷ, τοῦ δὲ ὡς ἠλλοτριωμένου Θεοῦ, καὶ ἀποῤῥαγέντος τῆς Ἐκκλησίας. Τοῦτο οὖν καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· Ηὐχόμην ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ. Καὶ οὐδὲ ἁπλῶς εἶπεν, ὅτι Ἐβουλόμην, ἀλλὰ ἐπιτείνων αὐτὸ, φησὶ καὶ, Ηὐχόμην. Εἰ δὲ θορυβεῖ σε ἅτε ἀσθενέστερα ὄντα τὰ λεγόμενα, τὸ πρᾶγμα λογίζου, μὴ μόνον ὅτι χωρισθῆναι ἐβούλετο, ἀλλὰ καὶ τὴν αἰτίαν, δι' ἣν ἐβούλετο, καὶ τότε ὄψει αὐτοῦ τὴν ὑπερβολὴν τῆς ἀγάπης· ἐπεὶ καὶ περιέτεμε, καὶ οὐ τῷ γενομένῳ προσέχομεν, ἀλλὰ τῇ γνώμῃ καὶ τῇ αἰτίᾳ τοῦ γενομένου, καὶ διὰ τοῦτο μᾶλλον αὐτὸν θαυμάζομεν. Οὐ περιέτεμε δὲ μόνον, ἀλλὰ καὶ ἐξυρᾶτο καὶ ἔθυσε· καὶ οὐ δήπου διὰ τοῦτο αὐτὸν Ἰουδαῖόν φαμεν εἶναι, ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἀπηλλάχθαι Ἰουδαϊσμοῦ καὶ καθαρεύειν καὶ γνήσιον εἶναι τοῦ Χριστοῦ θεραπευτήν. Ὥσπερ οὖν αὐτὸν περιτέμνοντα βλέπων καὶ θύοντα. οὐ διὰ τοῦτο αὐτὸν καταδικάζεις ὡς Ἰουδαΐζοντα, ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα στεφανοῖς, ὡς ἀλλότριον ὄντα Ἰουδαϊσμοῦ· οὕτω καὶ ὁρῶν ἐπιθυμοῦντα ἀνάθεμα γενέσθαι, μὴ διὰ τοῦτο θορυβηθῇς, ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα αὐτὸν ἀνακήρυξον, τὴν αἰτίαν καταμαθὼν, δι' ἣν τοῦτο βούλεται. Ἂν γὰρ μὴ τὰς αἰτίας ἐξετάσωμεν, καὶ τὸν Ἠλίαν ἀνδροφόνον ἐροῦμεν, καὶ τὸν Ἀβραὰμ οὐκ ἀνδροφόνον μόνον, ἀλλὰ καὶ παιδοκτόνον· καὶ τὸν Φινεὲς δὲ καὶ τὸν Πέτρον φόνου γραψόμεθα πάλιν, καὶ οὐ περὶ τῶν ἁγίων δὲ μόνον, ἀλλὰ καὶ περὶ τοῦ τῶν ὅλων Θεοῦ, ὁ μὴ τηρῶν τοῦτον τὸν κανόνα, πολλὰ ἄτοπα ὑποπτεύσει. Ἵν' οὖν μὴ τοῦτο γένηται, ἐπὶ πάντων τῶν τοιούτων καὶ αἰτίαν καὶ γνώμην καὶ καιρὸν καὶ πάντα τὰ ὑπὲρ τῶν γινομένων ἀπολογούμενα συναγαγόντες, οὕτω τὰ πράγματα ἐξετάζωμεν· ὃ καὶ νῦν ἐπὶ τῆς μακαρίας ταύτης ψυχῆς ποιητέον ἡμῖν. Τίς οὖν ἡ αἰτία; Πάλιν αὐτὸς ὁ ποθούμενος Ἰησοῦς. Καὶ μὴν οὐ δι' αὐτὸν, φησίν· ηὐχόμην γὰρ ἀπ' αὐτοῦ, φησὶν, ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου. Καὶ τοῦτο τῆς αὐτοῦ ταπεινοφροσύνης· οὐ γὰρ βούλεται ὡς μέγα τι λέγων, καὶ τῷ Χριστῷ τοῦτο χαριζόμενος φανῆναι. ∆ιὸ καὶ εἶπε, Συγγενῶν, ἵνα κρύψῃ τὸ πλεονέκτημα· ἐπεὶ, ὅτι τὸ πᾶν διὰ τὸν Χριστὸν ἤθελεν, ἄκουσον τῶν ἑξῆς· εἰπὼν γὰρ, Τῶν συγγενῶν, ἐπήγαγεν· Ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι, ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.

βʹ. Καὶ τί τοῦτο; φησίν. Εἰ γὰρ ὑπὲρ τοῦ πιστεῦσαι ἑτέρους ἐβούλετο γενέσθαι ἀνάθεμα, ἔδει καὶ ὑπὲρ τῶν ἐθνῶν τοῦτο εὔξασθαι· εἰ δὲ καὶ ὑπὲρ Ἰουδαίων εὔχεται μόνων, δείκνυσιν οὐ διὰ τὸν Χριστὸν αὐτὸ βουλόμενος, ἀλλὰ διὰ τὴν πρὸς ἐκείνους οἰκείωσιν. Καὶ μὴν, εἰ ὑπὲρ τῶν ἐθνῶν ηὔξατο μόνων, οὐκ ἂν ὁμοίως τοῦτο ἐφάνη· ἐπειδὴ δὲ ὑπὲρ Ἰουδαίων μόνων, δείκνυται καθαρῶς διὰ τὴν τοῦ Χριστοῦ δόξαν τοῦτο σπουδάζων. Καὶ οἶδα μὲν, ὅτι παράδοξον ὑμῖν εἶναι δοκεῖ τὸ λεγόμενον· πλὴν, ἐὰν μὴ θορυβῆσθε, ταχέως αὐτὸ πειράσομαι ποιῆσαι σαφές. Οὐδὲ γὰρ ἁπλῶς ταῦτα εἴρηκεν, ἅπερ εἴρηκεν, ἀλλ' ἐπεὶ πάντες ἔλεγον καὶ τοῦ Θεοῦ κατηγόρουν, ὅτι υἱοὶ Θεοῦ καταξιωθέντες κληθῆναι, καὶ νόμον δεξάμενοι, καὶ πρὸ πάντων αὐτὸν εἰδότες, καὶ τοσαύτης ἀπολαύσαντες δόξης, καὶ θεραπεύσαντες αὐτὸν πρὸ τῆς οἰκουμένης, καὶ ἐπαγγελίας δεξάμενοι, καὶ πατέρες ὄντες τῶν αὐτῶν φυλῶν, καὶ τὸ δὴ μεῖζον πάντων, καὶ προπάτορες αὐτοῦ γενόμενοι τοῦ Χριστοῦ (τοῦτο γάρ ἐστιν, Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα), ἐκβέβληνται καὶ ἠτίμωνται, ἀντεισήχθησαν δὲ ἀντ' ἐκείνων οἱ μηδέποτε αὐτὸν ἐπιγνόντες ἄνθρωποι οἱ ἐξ ἐθνῶν· ἐπεὶ οὖν ταῦτα λέγοντες τὸν Θεὸν ἐβλασφήμουν, ἀκούων ταῦτα καὶ δακνόμενος ὁ Παῦλος, καὶ ὑπὲρ τῆς δόξης ἀλγῶν τοῦ Θεοῦ, ηὔξατο ἀνάθεμα εἶναι, εἴ γε δυνατὸν ἦν, ὥστε ἐκείνους σωθῆναι, καὶ τὴν βλασφημίαν ταύτην καταλυθῆναι, καὶ μὴ δόξαι τὸν Θεὸν ἠπατηκέναι τοὺς ἐκγόνους τοὺς ἐκείνων, οἷς τὰς δωρεὰς ἐπηγγείλατο. Καὶ ἵνα μάθῃς, ὅτι ὑπὲρ τούτου κοπτόμενος, τοῦ μὴ δόξαι τὴν ὑπόσχεσιν τοῦ Θεοῦ διαπίπτειν τὴν λέγουσαν τῷ Ἀβραὰμ, Σοὶ δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου, ταῦτα ηὔχετο· μετὰ τὸ ταῦτα εἰπεῖν, ἐπήγαγεν· Οὐχ οἷον δὲ, ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ· δεικνὺς ὅτι πάντα ταῦτα διὰ τὸν λόγον τοῦ Θεοῦ ὑπομεῖναι ἠνείχετο· τουτέστι, τὴν ἐπαγγελίαν τὴν πρὸς Ἀβραὰμ γεγενημένην. Καθάπερ γὰρ Μωϋσῆς ἐδόκει μὲν ὑπὲρ Ἰουδαίων πρεσβεύειν, τὸ δὲ πᾶν ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ ἔπραττεν (Ἵνα γὰρ μὴ εἴπωσι, φησὶν, ὅτι παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς σῶσαι, ἐξήγαγεν αὐτοὺς ἀπολέσαι ἐν τῇ ἐρήμῳ· κατάλυσον τὴν ὀργήν)· οὕτω δὴ καὶ Παῦλος, Ἵνα μὴ εἴπωσι, φησὶν, ὅτι ἐξέπεσεν ἡ ἐπαγγελία τοῦ Θεοῦ, καὶ ἐψεύσατο ἃ ὑπέσχετο, καὶ εἰς ἔργον οὐκ ἐξῆλθεν ὁ λόγος, ἠβουλόμην ἀνάθεμα γενέσθαι. ∆ιὰ δὴ τοῦτο οὐχ ὑπὲρ τῶν ἐθνῶν φησιν (οὐδὲ γὰρ ἦν πρὸς ἐκείνους ἐπηγγελμένον αὐτὸ, οὐδὲ ἦσαν αὐτὸν τεθεραπευκότες· διὸ οὐδὲ ἐβλασφήμουν αὐτὸν δι' ἐκείνους), ἀλλ' ὑπὲρ τῶν Ἰουδαίων τῶν καὶ τὴν ἐπαγγελίαν δεξαμένων, καὶ πρὸ τῶν ἄλλων οἰκειωθέντων αὐτῷ, ταῦτα ηὔχετο. Εἶδες, ὅτι, εἰ μὲν ὑπὲρ τῶν ἐθνῶν ηὔξατο, οὐκ ἂν οὕτως ἐφάνη καθαρῶς διὰ τὴν τοῦ Χριστοῦ δόξαν τοῦτο ποιῶν· ἐπειδὴ δὲ ὑπὲρ Ἰουδαίων ἐβουλήθη γενέσθαι ἀνάθεμα, τότε μάλιστα ἐδείχθη, ὅτι διὰ τὸν Χριστὸν μόνον ταῦτα ἐπιθυμεῖ· διὰ τοῦτο ἔλεγεν· Ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ ἡ λατρεία καὶ ἡ ἐπαγγελία. Καὶ γὰρ ὁ νόμος ἐκεῖθεν ὁ περὶ τοῦ Χριστοῦ λέγων, φησὶ, καὶ αἱ συνθῆκαι αἱ πρὸς αὐτοὺς πᾶσαι, καὶ αὐτὸς ἐξ αὐτῶν, καὶ οἱ πατέρες οἱ δεξάμενοι τὰς ἐπαγγελίας ἐξ ἐκείνων πάντες· ἀλλ' ὅμως τοὐναντίον γέγονε, καὶ πάντων ἐξέπεσον τῶν ἀγαθῶν. ∆ιὰ τοῦτο κόπτομαι, φησὶ, καὶ εἴ γε ἦν χωρισθῆναι τοῦ περὶ τὸν Χριστὸν χοροῦ, καὶ ἀλλοτριωθῆναι, οὐχὶ τῆς ἀγάπης αὐτοῦ (μὴ γένοιτο, ἐπεὶ καὶ ταῦτα δι' ἀγάπην ἐποίει), ἀλλὰ καὶ τῆς ἀπολαύσεως ἐκείνης καὶ τῆς δόξης, κατεδεξάμην ἂν, ὥστε μὴ τὸν ∆εσπότην βλασφημηθῆναι τὸν ἐμὸν, διὰ τὸ μὴ ἀκοῦσαι λεγόντων τινῶν, ὅτι Σκηνὴ τὰ πράγματα γέγονεν· ἄλλοις ὑπέσχετο, καὶ ἄλλοις ἔδωκεν· ἐξ ἄλλων ἐγεννήθη, καὶ τοὺς ἄλλους ἔσωσε· τοῖς τῶν Ἰουδαίων προγόνοις ἐπήγγελτο, καὶ τοὺς ἐκγόνους αὐτῶν ἀφεὶς, τοὺς οὐδέποτε αὐτὸν ἐγνωκότας εἰς τὰ ἐκείνων εἰσήγαγεν ἀγαθά· ἐκεῖνοι τὸν νόμον ἔκαμον μελετῶντες, καὶ τὰς προφητείας ἀναγινώσκοντες, καὶ οἱ ἀπὸ τῶν βωμῶν καὶ τῶν εἰδώλων χθὲς ἐπανελθόντες, ἀνώτεροι γεγόνασιν ἐκείνων· ποῦ ταῦτα προνοίας; Ἵν' οὖν ταῦτα μὴ λέγηται περὶ τοῦ ∆εσπότου τοῦ ἐμοῦ, φησὶν, εἰ καὶ ἀδίκως λέγεται, καὶ βασιλείας ἡδέως ἂν ἐξέπιπτον, καὶ τῆς δόξης ἐκείνης τῆς ἀποῤῥήτου, καὶ πάντα ὑπέμεινα ἂν τὰ δεινὰ, μεγίστην ἁπάντων ἡγούμενος παραμυθίαν εἶναι τοῦ πόνου τὸ τὸν οὕτω ποθούμενον μηκέτι βλασφημούμενον ἀκούειν. Εἰ δὲ οὐδέπω καταδέχῃ τὸ εἰρημένον, ἐννόησον, ὅτι καὶ πατέρες πολλοὶ πολλάκις ταῦτα ὑπὲρ παίδων κατεδέξαντο, καὶ εἵλοντο αὐτῶν χωρισθῆναι, καὶ μόνον αὐτοὺς εὐδοκιμοῦντας ὁρᾷν, τῆς συνουσίας αὐτῶν ἡδίω νομίζοντες εἶναι τὴν εὐδοκίμησιν τὴν ἐκείνων. Ἀλλ' ἐπειδὴ πόῤῥω τῆς ἀγάπης ἐσμὲν ταύτης, οὐδὲ νοῆσαι τὰ λεγόμενα δυνάμεθα. Οὕτω γάρ τινες καὶ τὴν Παύλου προσηγορίαν οὐδὲ ἀκοῦσαί εἰσιν ἄξιοι, καὶ τῆς σφοδρότητος τῆς ἐκείνου πόῤῥω καὶ μακρὰν ἑστήκασιν, ὡς καὶ περὶ θανάτου τοῦ προσκαίρου ταῦτα λέγειν αὐτὸν νομίζειν· οὓς τοσοῦτον εἴποιμι ἂν ἀγνοεῖν τὸν Παῦλον, ὅσον τοὺς πηροὺς τὴν ἀκτῖνα τὴν ἡλιακήν· μᾶλλον δὲ καὶ πολλῷ πλέον. Ὁ γὰρ καθ' ἑκάστην ἡμέραν ἀποθνήσκων, καὶ νιφάδας κινδύνων θεὶς, καὶ εἰπὼν, Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις, ἢ στενοχωρία, ἢ λιμὸς, ἢ διωγμός; καὶ οὐκ ἀρκεσθεὶς τοῖς λεχθεῖσιν, ἀλλ' ὑπερβὰς τὸν οὐρανὸν, καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ, καὶ ἀγγέλους καὶ ἀρχαγγέλους, καὶ πάντα τὰ ἄνω περιδραμὼν, καὶ συλλαβὼν ὁμοῦ τὰ παρόντα, τὰ μέλλοντα, τὰ ὁρώμενα, τὰ νοούμενα, τὰ λυπηρὰ, τὰ χρηστὰ, τὰ ἐν ἑκατέροις, καὶ οὐδὲν ὅλως ἀφεὶς, καὶ οὐδὲ οὕτω κορεσθεὶς, ἀλλὰ καὶ ἑτέραν τοσαύτην κτίσιν τὴν οὐκ οὖσαν ὑποστησάμενος· πῶς ὡς μέγα τι λέγων μετ' ἐκεῖνα πάντα, θανάτου τοῦ προσκαίρου ἐμνημόνευσεν ἄν; γʹ. Οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· ἀλλὰ σκωλήκων ἐν κοπρίᾳ φωλευόντων ἡ τοιαύτη ὑπόνοια. Εἰ γὰρ τοῦτο ἔλεγε, πῶς ἀνάθεμα ἑαυτὸν ηὔχετο εἶναι ἀπὸ τοῦ Χριστοῦ; Ὁ γὰρ τοιοῦτος θάνατος μᾶλλον τῷ τοῦ Χριστοῦ συνῆπτε χορῷ, καὶ τῆς δόξης ἀπολαύειν ἐκείνης ἐποίει. Ἀλλὰ γάρ εἰσί τινες, οἳ καὶ τούτων ἕτερα καταγελαστότερα τολμῶσι λέγειν. Οὐ γὰρ θάνατον, φησὶν, ἀλλὰ κειμήλιον καὶ ἀνάθεμα εἶναι ηὔχετο τοῦ Χριστοῦ. Καὶ τίς τοῦτο καὶ τῶν σφόδρα εὐτελῶν καὶ ἀναπεπτωκότων οὐκ ἂν εὔξαιτο; Πῶς δὲ ὑπὲρ τῶν συγγενῶν τοῦτο ἔμελλε τῶν αὐτοῦ γενέσθαι; Ἀφέντες τοίνυν τοὺς μύθους καὶ τὰς φλυαρίας (οὐδὲ γὰρ ἀντιλέγειν πρὸς ταῦτα ἄξιον, ὥσπερ οὖν οὐδὲ πρὸς τὰ παιδία τὰ ψελλίζοντα, εἰς αὐτὴν πάλιν τὴν ῥῆσιν ἐπανέλθωμεν, ἐντρυφῶντες αὐτοῦ τῷ πελάγει τῆς ἀγάπης, καὶ μετὰ ἀδείας πανταχοῦ νηχόμενοι, καὶ τὴν φλόγα ἐννοοῦντες τὴν ἄφατον· μᾶλλον δὲ, ὅπερ ἂν εἴποι τις, οὐδὲν ἄξιον ἐρεῖ. Καὶ γὰρ πελάγους παντὸς εὐρυτέρα, καὶ φλογὸς ἁπάσης σφοδροτέρα ἦν αὕτη, καὶ οὐδεὶς αὐτὴν κατ' ἀξίαν ἀναγορεῦσαι δυνήσεται λόγος· ἀλλ' ἐκεῖνος μόνος οἶδεν αὐτὴν ὁ μετὰ ἀκριβείας αὐτὴν κτησάμενος. Φέρε οὖν πάλιν αὐτὰ τὰ ῥήματα εἰς μέσον ἀγάγωμεν· Ηὐχόμην γὰρ ἀνάθεμα εἶναι αὐτὸς ἐγώ. Τί ἐστιν, Αὐτὸς ἐγώ; Ὁ διδάσκαλος ἁπάντων γενόμενος, ὁ μυρία κατορθώματα συναγαγὼν, ὁ μυρίους ἀναμένων στεφάνους, ὁ ποθήσας αὐτὸν οὕτως, ὡς πάντων προτιμῆσαι αὐτοῦ τὴν ἀγάπην, ὁ καθ' ἑκάστην ἡμέραν δι' αὐτὸν καιόμενος, καὶ πάντα δεύτερα εἶναι νομίζων τοῦ φίλτρου τοῦ πρὸς αὐτόν. Οὐδὲ γὰρ τοῦ φιλεῖσθαι ἔμελεν αὐτῷ παρὰ τοῦ Χριστοῦ μόνον, ἀλλὰ καὶ τοῦ σφόδρα φιλεῖν αὐτόν· καὶ τοῦτο μάλιστα ἦν. ∆ιὰ γὰρ τοῦτο πρὸς τοῦτο ἔβλεπε μόνον, καὶ πάντα εὐκόλως ἔφερεν· ἓν γὰρ ἐσκόπει διὰ πάντων, τὸ τὸν καλὸν τοῦτον ἐμπλῆσαι ἔρωτα. Καὶ εὔχεται μὲν ταῦτα· ἐπειδὴ δὲ οὐκ ἔμελλε γίνεσθαι οὕτως, οὐδὲ ἔμελλεν ἀνάθεμα εἶναι, πειρᾶται λοιπὸν καὶ εἰς ἀπολογίαν ἐμβῆναι τῶν ἐγκλημάτων, καὶ τὰ θρυλλούμενα παρὰ πάντων εἰς μέσον ἄγων, ἀνατρέψαι. Καὶ πρὶν εἰς τὴν σαφῆ τούτων ἀπολογίαν ἐμβῆναι, τὰ σπέρματα αὐτῆς ἤδη προκαταβάλλεται. Ὅταν γὰρ λέγῃ, Ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι, οὐδὲν ἄλλο φησὶν, ἢ ὅτι ὁ Θεὸς μὲν αὐτοὺς ἐβούλετο σωθῆναι (καὶ τοῦτο ἐδήλωσε δι' ὧν ἔμπροσθεν ἐποίησε, καὶ δι' ὧν ὁ Χριστὸς ἐξ ἐκείνων ἐγένετο, καὶ δι' ὧν τοῖς πατράσιν ἐπηγγείλατο)· αὐτοὶ δὲ ἐξ οἰκείας ἀγνωμοσύνης ἀπεκρούσαντο τὴν εὐεργεσίαν. ∆ιὸ καὶ ἐκεῖνα τίθησιν, ἅπερ τῆς τοῦ Θεοῦ δωρεᾶς ἐστιν ἐνδεικτικὰ μόνον, οὐκ ἐκείνων ἐγκώμια· καὶ γὰρ ἡ υἱοθεσία τῆς αὐτοῦ γέγονε χάριτος, καὶ ἡ δόξα καὶ αἱ ἐπαγγελίαι καὶ ὁ νόμος. Ἅπερ ἅπαντα ἐννοήσας, καὶ λογισάμενος πόσην ὁ Θεὸς μετὰ τοῦ Παιδὸς ἐποιήσατο τὴν σπουδὴν σῶσαι αὐτοὺς, ἀνεβόησε μέγα, καὶ εἶπεν· Ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν· τὴν ὑπὲρ πάντων εὐχαριστίαν ἀναφέρων αὐτὸς τῷ Μονογενεῖ τοῦ Θεοῦ. Τί γὰρ, εἰ καὶ ἕτεροι βλασφημοῦσι, φησὶν, ἀλλ' ἡμεῖς οἱ τὰ ἀπόῤῥητα εἰδότες αὐτοῦ, καὶ τὴν σοφίαν τὴν ἄφατον, καὶ τὴν πρόνοιαν τὴν πολλὴν, ἴσμεν σαφῶς, ὅτι οὐ τοῦ βλασφημεῖσθαι, ἀλλὰ τοῦ δοξάζεσθαι ἄξιος. Οὐκ ἀρκεσθεὶς δὲ αὐτοῦ τῷ συνειδότι, πειρᾶται καὶ λογισμὸν τιθέναι λοιπὸν, καὶ σφοδροτέρῳ κεχρῆσθαι κατ' αὐτῶν τῷ λόγῳ· καὶ οὐ πρότερον ἀποτείνεται πρὸς αὐτοὺς, ἕως τὴν ὑπόνοιαν τὴν αὐτῶν περιεῖλεν. Ἵνα γὰρ μὴ δόξῃ ὡς ἐχθροῖς διαλέγεσθαι, καὶ προϊών φησιν· Ἀδελφοὶ, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας, καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν, ὑπὲρ αὐτῶν ἐστιν εἰς σωτηρίαν· καὶ ἐνταῦθα δὲ μετὰ τῶν ἄλλων, ὧν εἴρηκε, κατεσκεύαζε τὸ μὴ δόξαι δι' ἔχθραν λέγειν, ἅπερ ἔμελλε κατ' αὐτῶν ἐρεῖν· διόπερ οὐδὲ συγγενεῖς αὐτοὺς καὶ ἀδελφοὺς παραιτεῖται ὀνομάζειν. Εἰ γὰρ καὶ διὰ τὸν Χριστὸν ἔλεγεν, ἅπερ ἔλεγεν, ἀλλ' ὅμως καὶ τὴν ἐκείνων ἐπισπᾶται διάνοιαν, καὶ προοδοποιεῖ τῷ λόγῳ, καὶ πάσης ἑαυτὸν ὑποψίας ἀπαλλάττει διὰ τὰ μέλλοντα κατ' αὐτῶν λεχθήσεσθαι, καὶ τότε λοιπὸν ἐμβαίνει εἰς τὸν παρὰ τῶν πολλῶν ζητούμενον λόγον. Καὶ γὰρ ἐζήτουν πολλοὶ, καθάπερ ἔφθην εἰπὼν, τίνος ἕνεκεν οἱ μὲν δεξάμενοι τὴν ἐπαγγελίαν ἐξέπεσον, οἱ δὲ μὴ ἀκούσαντες αὐτῆς πώποτε, πρὸ ἐκείνων ἐσώθησαν. Ταύτην τοίνυν λύων τὴν ἀπορίαν, πρὸ τῆς ἀντιθέσεως τὴν λύσιν ἐπάγει. Ἵνα γὰρ μὴ λέγῃ τις· Τί οὖν; σὺ μᾶλλον φροντίζεις τῆς δόξης τοῦ Θεοῦ, ἢ ὁ Θεὸς τῆς ἑαυτοῦ; καὶ, Τῆς παρὰ σοῦ δεῖται βοηθείας, ὥστε μὴ ἐκπεσεῖν αὐτοῦ τὸν λόγον; πρὸς ταῦτα ἱστάμενός φησι· Ταῦτα δὲ εἶπον, Οὐχ οἷον ὅτι ὁ λόγος τοῦ Θεοῦ ἐκπέπτωκεν, ἀλλ' ἵνα δείξω τὸ περὶ τὸν Χριστὸν φίλτρον. Καὶ γὰρ καὶ οὕτω τῶν πραγμάτων ἐκβάντων, οὐκ ἀποροῦμεν τῶν ὑπὲρ τοῦ Θεοῦ λόγων, φησὶ, καὶ τοῦ δεῖξαι, ὅτι ἕστηκεν ἡ ἐπαγγελία. Εἶπεν ὁ Θεὸς τῷ Ἀβραάμ· Σοὶ καὶ τῷ σπέρματί σου δώσω τὴν γῆν· καὶ, Ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη. Ἴδωμεν οὖν ποῖόν ἐστι τὸ σπέρμα, φησίν· οὐ γὰρ πάντες οἱ ἐξ αὐτοῦ σπέρματα αὐτοῦ εἰσι· διὸ καὶ ἔλεγεν· Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· οὐδ' ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα.

δʹ. Ἂν τοίνυν μάθῃς ποῖόν ἐστι τὸ σπέρμα τοῦ Ἀβραὰμ, ὄψει δοθεῖσαν τὴν ὑπόσχεσιν τῷ σπέρματι αὐτοῦ, καὶ γνώσῃ, ὅτι οὐκ ἐξέπεσεν ὁ λόγος. Ποῖον οὖν ἐστιν, εἰπέ μοι, τὸ σπέρμα; Οὐκ ἐγὼ λέγω, φησὶν, ἀλλ' αὐτὴ ἡ Παλαιὰ ἑαυτὴν ἑρμηνεύει, οὕτω λέγουσα· Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. Τί ἐστιν, Ἐν Ἰσαὰκ, ἑρμήνευσον. Τουτέστιν, οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα Θεοῦ· ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα. Καὶ ὅρα Παύλου σύνεσιν καὶ μεγαλόνοιαν· ἑρμηνεύων γὰρ οὐκ εἶπεν, ὅτι Οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Ἀβραὰμ, ἀλλὰ, Τὰ τέκνα τοῦ Θεοῦ· τῷ παρόντι τὰ παλαιὰ συνάπτων, καὶ δεικνὺς, ὅτι οὐδὲ Ἰσαὰκ ἁπλῶς τοῦ Ἀβραὰμ τέκνον ἦν. Ὃ δὲ λέγει,τοιοῦτόν ἐστιν· Ὅσοι κατὰ τὸν Ἰσαὰκ ἐγεννήθησαν, οὗτοι τέκνα τοῦ Θεοῦ εἰσι, καὶ σπέρμα τοῦ Ἀβραάμ. ∆ιὰ γὰρ τοῦτο εἶπεν, Ἐν Ἰσαὰκ κληθήσεταί σοισπέρμα, ἵνα μάθῃς, ὅτι οἱ τῷ τρόπῳ τούτῳ γεννώμενοι τῷ κατὰ τὸν Ἰσαὰκ, οὗτοι μάλιστά εἰσι τὸ σπέρμα τοῦ Ἀβραάμ. Πῶς οὖν ὁ Ἰσαὰκ ἐγεννήθη; Οὐ κατὰ νόμον φύσεως, οὐδὲ κατὰ δύναμιν σαρκὸς, ἀλλὰ κατὰ δύναμιν ἐπαγγελίας. Τί ἐστι, κατὰ δύναμιν ἐπαγγελίας; Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι πρὸς σὲ, καὶ ἔσται τῇ Σάῤῥᾳ υἱός. Αὕτη ἡ ἐπαγγελία τοίνυν, καὶ τὸ ῥῆμα τοῦ Θεοῦ τὸν Ἰσαὰκ διέπλασέ τε καὶ ἐγέννησε. Τί γὰρ, εἰ καὶ μήτρα ὑπέκειτο καὶ νηδὺς γυναικός; Οὐ γὰρ ἡ δύναμις τῆς νηδύος, ἀλλ' ἡ τῆς ἐπαγγελίας ἰσχὺς ἔτεκε τὸ παιδίον. Οὕτω καὶ ἡμεῖς γεννώμεθα διὰ τῶν ῥημάτων τοῦ Θεοῦ· ἐν γὰρ τῇ κολυμβήθρᾳ τῶν ὑδάτων ῥήματά ἐστι τοῦ Θεοῦ τὰ γεννῶντα ἡμᾶς καὶ διαπλάττοντα· εἰς γὰρ ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος βαπτιζόμενοι γεννώμεθα. Αὕτη δὲ οὐχὶ φύσεως, ἀλλ' ἐπαγγελίας τοῦ Θεοῦ ἡ γέννησις. Ὥσπερ γὰρ τὴν τοῦ Ἰσαὰκ προαγορεύσας γέννησιν, τότε αὐτὴν ἐπλήρωσεν· οὕτω καὶ τὴν ἡμετέραν πρὸ πολλῶν προανεφώνησε χρόνων διὰ τῶν προφητῶν ἁπάντων, καὶ μετὰ ταῦτα εἰς ἔργον ἐξήγαγεν. Εἶδες ἡλίκον ἀπέδειξε, καὶ πῶς μέγα ἐπαγγειλάμενος κατεσκεύασεν αὐτὸ μετ' εὐκολίας ἁπάσης; Εἰ δὲ λέγοιεν Ἰουδαῖοι, ὅτι τὸ, Ἐν Ἰσαὰκ κληθήσεταί σοισπέρμα, τοῦτο εἶναι τὸ τοὺς ἐκ τοῦ Ἰσαὰκ γεννωμένους αὐτῷ λογίζεσθαι εἰς σπέρμα, ἔδει καὶ τοὺς Ἰδουμαίους καὶ πάντας τοὺς ἀπ' ἐκείνου υἱοὺς χρηματίζειν αὐτοῦ· ὁ γὰρ πρόγονος αὐτῶν Ἡσαῦ υἱὸς ἦν τοῦ Ἰσαάκ. Νῦν δὲ οὐ μόνον οὐ χρηματίζουσι παῖδες, ἀλλὰ καὶ σφόδρα εἰσὶν ἀπηλλοτριωμένοι. Ὁρᾷς, ὅτι οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Θεοῦ, ἀλλὰ καὶ ἐν αὐτῇ τῇ φύσει ἡ διὰ τοῦ βαπτίσματος ἄνωθεν προϋπογράφεται γέννησις; Εἰ δὲ τὴν μήτραν μοι λέγεις, ἔχω κἀγὼ τὸ ὕδωρ εἰπεῖν. Ἀλλ' ὥσπερ ἐνταῦθα τὸ πᾶν τοῦ Πνεύματος, οὕτω κἀκεῖ τὸ πᾶν τῆς ἐπαγγελίας· τοῦ γὰρ ὕδατος ψυχροτέρα ἦν ἡ μήτρα διὰ τὴν στείρωσιν καὶ τὸ γῆρας. Καταμάθωμεν τοίνυν ἡμῶν τὴν εὐγένειαν μετὰ ἀκριβείας ἁπάσης, καὶ ἀξίαν αὐτῆς ἐπιδειξώμεθα πολιτείαν· οὐδὲ γὰρ ἔχει τι σαρκικὸν οὐδὲ γεῶδες. Μὴ τοίνυν μηδὲ ἡμεῖς. Οὐδὲ γὰρ ὕπνος, οὐδὲ θέλημα σαρκὸς καὶ περιπλοκαὶ, οὐδὲ οἶστρος ἐπιθυμίας, ἀλλὰ Θεοῦ φιλανθρωπία τὸ πᾶν ἐποίησε. Καὶ καθάπερ ἐκεῖ τῆς ἡλικίας ἀπογνωσθείσης, οὕτω καὶ ἐνταῦθα τοῦ γήρως τῶν ἁμαρτημάτων ἐπελθόντος, ἐξαίφνης νέος ἀνῆλθεν ὁ ἄνθρωπος, καὶ πάντες τοῦ Θεοῦ γεγόναμεν παῖδες, καὶ σπέρμα τοῦ Ἀβραάμ. Οὐ μόνον δὲ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν. Μέγα τὸ ζητούμενον ἦν· διὸ καὶ πολλοὺς κινεῖ λογισμοὺς, καὶ πανταχόθεν ἐπιχειρεῖ λῦσαι τὴν ἀπορίαν. Εἰ γὰρ καὶ παράδοξον καὶ καινὸν τὸ μετὰ τοσαύτας ἐπαγγελίας ἐκπεσεῖν ἐκείνους, πολλῷ παραδοξότερον, τὸ καὶ ἡμᾶς εἰς τὰ ἐκείνων εἰσελθεῖν ἀγαθὰ, τοὺς μηδὲν προσδοκήσαντας τοιοῦτον. Καὶ ταυτὸν ἐγένετο, οἷον ἂν εἰ βασιλέως υἱὸς ἐπαγγελίας ἔχων τὴν ἀρχὴν διαδέξασθαι τὴν ἐκείνου, εἰς τὴν τῶν ἀτίμων ἐκβληθείη τάξιν, καὶ ἀντ' ἐκείνου κατάδικος ἄνθρωπος καὶ μυρίων γέμων κακῶν, ἐκβληθεὶς τοῦ δεσμωτηρίου, τὴν ἀρχὴν λάβοι τὴν ἐκείνῳ προσήκουσαν. Τί γὰρ ἂν ἔχοις εἰπεῖν; φησίν. Ὅτι ἀνάξιος ὁ υἱός; Ἀλλὰ καὶ οὗτος ἀνάξιος, καὶ πολλῷ μᾶλλον. Οὐκοῦν ἔδει ἢ ὁμοῦ κολάζεσθαι, ἢ ὁμοῦ τιμᾶσθαι. Τοιοῦτον δή τι καὶ ἐπὶ τῶν ἐθνῶν γέγονε, καὶ ἐπὶ τῶν Ἰουδαίων, καὶ πολλῷ τούτου παραδοξότερον. Ὅτι μὲν γὰρ ἅπαντες ἀνάξιοι, ἐδήλωσεν ἐν τοῖς εἰρημένοις, εἰπών· Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ· τὸ δὲ καινὸν, ὅτι πάντων ἀναξίων ὄντων, τὰ ἔθνη διεσώθη μόνα. Μετὰ δὲ τούτων καὶ ἕτερον ἄν τις διαπορήσειε πάλιν, φησίν. Εἰ γὰρ μὴ ἔμελλε πληροῦν αὐτοῖς τὰς ὑποσχέσεις ὁ Θεὸς, τίνος ἕνεκεν καὶ ὑπισχνεῖτο; Ἄνθρωποι μὲν γὰρ οἱ τὸ μέλλον μὴ εἰδότες, πολλάκις ἀπατώμενοι, καὶ τοῖς οὐκ ἀξίοις τὰς αὐτῶν λαβεῖν δωρεὰς ἐπαγγέλλονται· ὁ δὲ καὶ τὰ παρόντα καὶ τὰ μέλλοντα προειδὼς, καὶ σαφῶς ἐπιστάμενος, ὅτι ἀναξίους ἑαυτοὺς καταστήσουσι τῶν ὑποσχέσεων, καὶ διὰ τοῦτο οὐδὲν λήψονται τῶν εἰρημένων, τίνος ἕνεκεν καὶ ἐπαγγέλλεται; εʹ. Πῶς οὖν αὐτὰ ἔλυσεν ὁ Παῦλος; Ἀπὸ τοῦ δεῖξαι τίς ἐστιν ὁ Ἰσραὴλ, ᾧ ὑπέσχετο. Τούτου γὰρ δειχθέντος, καὶ ἐκεῖνο συναποδέδεικται, τὸ πεπληρῶσθαι τὰς ἐπαγγελίας ἁπάσας. Ὅπερ οὖν δηλῶν ἔλεγεν· Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ. ∆ιὰ τοῦτο οὐδὲ τὸ τοῦ Ἰακὼβ ὄνομα τέθεικε, ἀλλὰ τὸ τοῦ Ἰσραὴλ, ὅπερ ἀρετῆς ἦν τοῦ δικαίου καὶ τῆς ἄνωθεν δωρεᾶς καὶ τοῦ Θεὸν ἑωρακέναι σύμβολον. Καίτοι φησὶν, ὅτι πάντες ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ. Εἰ οὖν πάντες ἥμαρτον, πῶς οἱ μὲν ἐσώθησαν, οἱ δὲ ἀπώλοντο, Ὅτι μὴ πάντες προσελθεῖν ἠβουλήθησαν· ὡς τό γε αὐτοῦ μέρος διεσώθησαν ἅπαντες· καὶ γὰρ ἐκλήθησαν ἅπαντες. Ἀλλὰ τέως τοῦτο οὐ τίθησιν, ἀλλ' ἐκ περιουσίας αὐτὸ λύει, καὶ ἐκ παραδειγμάτων ἑτέρων, ἄλλο ζήτημα εἰς μέσον ἄγων, καὶ καθάπερ ἐν τοῖς ἔμπροσθεν ἔλυσεν ἀπορίαν μεγίστην δι' ἀπορίας ἑτέρας. Ἐπειδὴ γὰρ ἐζητεῖτο, πῶς, τοῦ Χριστοῦ δικαιωθέντος, πάντες ἀπήλαυσαν οἱ λοιποὶ τῆς δικαιοσύνης ἐκείνης, τὸ τοῦ Ἀδὰμ παρεισήγαγε, λέγων· Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσε, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος λαβόντες, ἐν ζωῇ βασιλεύσουσι. Καὶ τὸ μὲν τοῦ Ἀδὰμ οὐ λύει, τὸ δὲ αὐτοῦ λύει ἐκ τούτου, καὶ δείκνυσιν, ὅτι λόγον ἔχει πλείονα τὸ τὸν ὑπὲρ αὐτῶν ἀποθανόντα ἐξουσίαν ἔχειν αὐτῶν ὡς ἂν θέλῃ. Τὸ μὲν γὰρ ἑνὸς ἁμαρτήσαντος πάντας κολάζεσθαι, οὐ σφόδρα δοκεῖ κατὰ λόγον γίνεσθαι τοῖς πολλοῖς· τὸ δὲ ἑνὸς κατορθώσαντος πάντας δικαιοῦσθαι, καὶ λόγον ἔχοι ἂν μᾶλλον, καὶ τῷ Θεῷ πρεπωδέστερον. Ἀλλ' ὅμως οὐκ ἔλυσεν ἐκεῖνο τὸ ἀπορούμενον· ὅσῳ γὰρ ἀσαφέστερον ἔμενε, τοσούτῳ μᾶλλον ὁ Ἰουδαῖος ἐπεστομίζετο· καὶ ἡ τούτου διαπόρησις ἐπ' ἐκεῖνο μετέβαινε, καὶ σαφέστερον τοῦτο ἐκεῖθεν γίνεται. Οὕτω δὴ καὶ ἐνταῦθα, ἐκ διαπορουμένων ἑτέρων λύει τὰ ζητούμενα· πρὸς γὰρ Ἰουδαίους ὁ ἀγὼν ἦν αὐτῷ. ∆ιά τοι τοῦτο τὰ μὲν παραδείγματα, ἅπερ ἤγαγεν εἰς μέσον, οὐ σφόδρα λύει· οὐ γὰρ ἦν ὑπεύθυνος τοιούτοις, ὡς ἐν τῇ πρὸς Ἰουδαίους μάχῃ· τὰ δὲ αὐτοῦ πάντα ἐξ ἐκείνων ποιεῖ σαφέστερα. Τί γὰρ θαυμάζεις, φησὶν, ὅτι Ἰουδαίων οἱ μὲν ἐσώθησαν, οἱ δὲ οὐκ ἐσώθησαν νῦν; Καὶ γὰρ ἄνωθεν τοῦτο ἐπὶ τῶν πατριαρχῶν γινόμενον ἴδοι τις ἄν. ∆ιὰ τί γὰρ ὁ Ἰσαὰκ σπέρμα καλεῖται μόνος, καίτοι γε καὶ τοῦ Ἰσμαὴλ οὗτος ἦν πατὴρ καὶ ἑτέρων πλειόνων; Ἀλλ' ἀπὸ δούλης ἦν μητρός; Καὶ τί τοῦτο πρὸς τὸν γεγεννηκότα; Πλὴν οὐδὲν φιλονεικῶ· ἐκβαλ[λ]έσθω διὰ τὴν μητέρα οὗτος· τί ἂν εἴποιμεν περὶ τῶν ἀπὸ τῆς Χεττούρας; οὐχὶ ἐλεύθεροι, καὶ ἐξ ἐλευθέρας; διὰ τί μὴ τοῖς αὐτοῖς ἐτιμήθησαν προεδρίοις τῷ Ἰσαάκ; Καὶ τί λέγω τούτους; Ἡ γὰρ Ῥεβέκκα καὶ μόνη τῷ Ἰσαὰκ γέγονεγυνὴ, καὶ δύο τεκοῦσα παῖδας, ἐκ τοῦ Ἰσαὰκ ἔτεκεν ἀμφοτέρους· ἀλλ' ὅμως οἱ τεχθέντες τοῦ αὐτοῦ πατρὸς ὄντες, τῆς αὐτῆς μητρὸς, τὰς αὐτὰς λύσαντες ὠδῖνας, καὶ ὁμοπάτριοι ὄντες καὶ ὁμομήτριοι, καὶ πρὸς τούτοις καὶ δίδυμοι, οὐ τῶν αὐτῶν ἀπήλαυσαν. Καίτοι γε ἐνταῦθα οὐ δουλείαν ἔχεις αἰτιᾶσθαι μητρὸς, ὡς ἐπὶ τοῦ Ἰσμαὴλ, οὐδὲ τὸν μὲν ἐκ ταύτης, τὸν δὲ ἐξ ἑτέρας γεγεννῆσθαι νηδύος, καθάπερ ἐπὶ τῆς Χεττούρας καὶ τῆς Σάῤῥας, ὅπου γε καὶ τῆς ὥρας αὐτῆς ἐκοινώνησαν τῶν ὠδίνων. ∆ιὰ δὴ τοῦτο καὶ ὁ Παῦλος ὡς ἐπὶ σαφέστερον ἐξελθὼν παράδειγμα, Οὐ μόνον δὲ ἐπὶ τοῦ Ἰσαὰκ τοῦτο συνέβη, φησὶν, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν. Μήπω γὰρ γεννηθέντων, μηδὲ πραξάντων τι ἀγαθὸν ἢ κακὸν, ἵνα ἡ κατ' ἐκλογὴν τοῦ Θεοῦ πρόθεσις μένῃ, οὐκ ἐξ ἔργων, ἀλλ' ἐκ τοῦ καλοῦντος, ἐῤῥήθη αὐτῇ, ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι· καθὼς γέγραπται. Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐμίσησα. Τίνος οὖν ἕνεκεν ὁ μὲν ἐφιλεῖτο, ὁ δὲ ἐμισεῖτο; διὰ τί ὁ μὲν ἐδούλευεν, ὁ δὲ ἐδουλεύετο; Ἐπειδὴ ὁ μὲν πονηρὸς, ὁ δὲ ἀγαθὸς ἦν; Καίτοι μηδέπω γεννηθέντων, ὁ μὲν ἐτιμᾶτο, ὁ δὲ κατεδικάζετο· οὔπω γὰρ γεννηθέντων, ὁ Θεὸς ἔλεγεν, ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. Τίνος οὖν ἕνεκεν τοῦτο εἶπεν ὁ Θεός; Ὅτι οὐκ ἀναμένει, καθάπερ ἄνθρωπος, ἀπὸ τοῦ τέλους τῶν πραγμάτων ἰδεῖν τὸν ἀγαθὸν, καὶ τὸν οὐ τοιοῦτον, ἀλλὰ καὶ πρὸ τούτων οἶδε τίς μὲν ὁ πονηρὸς, τίς δὲ ὁ μὴ τοιοῦτος. Καὶ τοῦτο καὶ ἐπὶ τῶν Ἰσραηλιτῶν γέγονε μετὰ πλείονος τοῦ θαύματος. Τί γὰρ λέγω, φησὶ, περὶ τοῦ Ἡσαῦ καὶ τοῦ Ἰακὼβ, ὧν ὁ μὲν πονηρὸς ἦν, ὁ δὲ ἀγαθός; Ἐπὶ γὰρ τῶν Ἰσραηλιτῶν κοινὸν τὸ ἁμάρτημα ἦν· πάντες γὰρ τὸν μόσχον προσεκύνησαν. Ἀλλ' ὅμως οἱ μὲν ἠλεήθησαν, οἱ δὲ οὐκ ἠλεήθησαν· Ἐλεήσω γὰρ, φησὶν, ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. Τοῦτο καὶ ἐπὶ τῶν κολαζομένων ἴδοι τις ἄν. Τί γὰρ ἂν εἴποις περὶ τοῦ Φαραὼ, ὅτι ἐκολάσθη καὶ τοσαύτην ἔδωκε δίκην; Ὅτι σκληρὸς ἦν καὶ ἀπειθής. Ἆρ' οὖν αὐτὸς μόνος, ἄλλος δὲ οὐδὲ εἷς; πῶς οὖν οὗτος οὕτω σφοδρῶς ἐκολάζετο; τί δήποτε δὲ καὶ ἐπὶ τῶν Ἰουδαίων τὸν οὐ λαὸν ἐκάλεσε λαὸν, καὶ πάλιν, οὐ πάντας τῆς αὐτῆς ἠξίωσε τιμῆς; Ἐὰν γὰρ ὦσι, φησὶν, ὡσεὶ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται. Καὶ τίνος ἕνεκεν τὸ κατάλειμμα μόνον; Ὁρᾷς ὅσης ἀπορίας ἐνέπλησε τὰ προκείμενα; Καὶ μάλα εἰκότως· ὅταν γὰρ ἐξῇ τὸν ἀντίδικον εἰς ἀπορίαν ἐμβαλεῖν, μὴ εὐθέως τὴν λύσιν ἔπαγε. Εἰ γὰρ καὶ αὐτὸς φανείη τῆς αὐτῆς ἀγνοίας ὑπεύθυνος ὢν, τί κινδύνους αὐτὸς ἀνέχῃ περιττούς; τί θρασύτερον ποιεῖς ἐκεῖνον, τὸ πᾶν ἐπὶ σαυτὸν ἕλκων; ʹ. Εἰπὲ γάρ μοι, ὦ Ἰουδαῖε, τοσαῦτα ἀπορῶν, καὶ λύειν οὐδὲν τούτων δυνάμενος, πῶς ὑπὲρ τῆς τῶν ἐθνῶν κλήσεως ἡμῖν πράγματα παρέχεις; Καίτοι γε ἐγὼ ἔχω καὶ αἰτίαν εἰπεῖν δικαίαν, δι' ἣν τὰ ἔθνη ἐδικαιώθη, ὑμεῖς δὲ ἐξεπέσετε. Τίς οὖν ἡ αἰτία; Ὅτι οἱ μὲν ἐκ πίστεως, ὑμεῖς δὲ ὡς ἐξ ἔργων νόμου. Καὶ ταῦτα φιλονεικήσαντες προεδόθητε πανταχόθεν. Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Ἡ μὲν οὖν λύσις τοῦ χωρίου παντὸς, ὡς ἐν κεφαλαίῳ τὸ πᾶν εἰπεῖν, οὕτω προάγεται παρὰ τῆς μακαρίας ἐκείνης ψυχῆς· ἵνα δὲ καὶ σαφέστερα ταῦτα γένηται, καθ' ἕκαστον τῶν εἰρημένων ποιησώμεθα τὴν ἐξέτασιν, ἐκεῖνο εἰδότες, ὅτι τὸ σπουδαζόμενον τῷ μακαρίῳ Παύλῳ τοῦτο ἦν, διδάξαι διὰ πάντων τῶν εἰρημένων, ὅτι τοὺς ἀξίους ὁ Θεὸς οἶδε μόνος, ἀνθρώπων δὲ οὐδεὶς, κἂν σφόδρα εἰδέναι δοκῇ, ἀλλὰ πολλαχοῦ διαπίπτει τὰ τῆς ψήφου ταύτης. Ὁ γὰρ τὰ ἀπόῤῥητα τῆς διανοίας ἐπιστάμενος, αὐτὸς οἶδε σαφῶς, τίνες μὲν στεφάνων ἄξιοι, τίνες δὲ κολάσεως καὶ τιμωρίας. ∆ιὰ δὴ τοῦτο καὶ πολλοὺς παρὰ τοῖς ἀνθρώποις νομιζομένους ἀγαθοὺς εἶναι ἐκόλασε διελέγξας, καὶ πονηροὺς ὑποπτευομένους ἐστεφάνωσε, δείξας οὐκ ὄντας τοιούτους· οὐκ ἀπὸ τῆς τῶν δούλων γνώμης, ἀλλ' ἀπὸ τῆς οἰκείας κρίσεως τῆς ἀκριβοῦς καὶ ἀδεκάστου τὴν ψῆφον φέρων, καὶ οὐκ ἀναμένων ἀπὸ τῆς τῶν πράξεων ἐκβάσεως ἰδεῖν τὸν φαῦλον, καὶ τὸν οὐ τοιοῦτον. Πλὴν ἀλλ' ἵνα μὴ πάλιν ἀσαφέστερον τὸν λόγον ποιήσωμεν, ἐπ' αὐτὰ τὰ ῥήματα ἴωμεν τὰ ἀποστολικά. Οὐ μόνον δὲ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα. Ἠδυνάμην μὲν γὰρ, φησὶν, εἰπεῖν καὶ τοὺς ἀπὸ τῆς Χεττούρας, ἀλλ' οὐ λέγω· ἀλλ' ὥστε ἐκ περιουσίας τὴν νίκην ἄρασθαι, τοὺς ἐξ ἑνὸς πατρὸς καὶ μιᾶς τεχθέντας μητρὸς, τούτους εἰς μέσον ἄγω. Καὶ γὰρ ἀπὸ τῆς Ῥεβέκκας ἦσαν ἀμφότεροι, καὶ ἀπὸ τοῦ Ἰσαὰκ τοῦ γνησίου παιδὸς, τοῦ δοκίμου, τοῦ πάντων προτιμηθέντος, περὶ οὗ ἔφησεν· Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα, τοῦ πατρὸς ἡμῶν πάντων γενομένου. Εἰ δὲ πατὴρ ἡμῶν ἐκεῖνος, καὶ τοὺς ἐξ ἐκείνου πατέρας ἔδει εἶναι· ἀλλ' οὐκ ἐγένοντο. Εἶδες πῶς οὐκ ἐπὶ τοῦ Ἀβραὰμ τοῦτο μόνον συμβαίνει, ἀλλὰ καὶ ἐπ' αὐτοῦ τοῦ παιδὸς, καὶ πανταχοῦ πίστις καὶ ἀρετή ἐστιν ἡ διαλάμπουσα, καὶ τὴν ἀκριβῆ συγγένειαν χαρακτηρίζουσα; Ἐντεῦθεν γὰρ μανθάνομεν, ὅτι οὐ μόνον τὸν τρόπον τῆς γεννήσεως, ἀλλὰ καὶ διὰ τὸ ἄξιοι εἶναι τῆς ἀρετῆς τοῦ γεγεννηκότος, οἱ παῖδες καλοῦνται παῖδες ἐκείνου. Εἰ γὰρ ἀπὸ τοῦ τρόπου τῆς γεννήσεως μόνον, ἔδει καὶ τὸν Ἡσαῦ τῶν αὐτῶν ἀπολαῦσαι τῷ Ἰακώβ· καὶ γὰρ καὶ οὗτος ἀπὸ νενεκρωμένης μήτρας ἦν, καὶ στεῖρα ἦν ἡ μήτηρ αὐτοῦ. Ἀλλ' οὐ τοῦτο ἦν τὸ ζητούμενον μόνον, ἀλλὰ καὶ ὁ τρόπος, ὅπερ οὐ τὸ τυχὸν καὶ εἰς βίου συμβάλλεται διδασκαλίαν ἡμῖν. Καὶ οὐ λέγει, ὅτι Ἐπειδὴ ὁ μὲν ἀγαθὸς, ὁ δὲ πονηρὸς, διὰ τοῦτο προετιμήθη, ἵνα μὴ εὐθέως ἀντιπέσῃ αὐτῷ τοῦτο· Τί οὖν; ἀγαθοὶ οἱ ἐξ ἐθνῶν μᾶλλον, ἢ οἱ ἐκ περιτομῆς; Εἰ γὰρ καὶ οὕτως εἶχεν ἡ τοῦ πράγματος ἀλήθεια, ἀλλ' οὔπω αὐτὸ τίθησι· καὶ γὰρ ἐδόκει φορτικώτερον εἶναι· ἀλλ' ἐπὶ τὴν τοῦ Θεοῦ γνῶσιν τὸ πᾶν ἔῤῥιψεν, ᾗτινι μαχέσασθαι οὐδεὶς ἂν ἐτόλμησεν, οὐδὲ εἰ σφόδρα μαινόμενος ἦν. Μήπω γὰρ γεννηθέντων, φησὶ, μηδὲ πραξάντων τι ἀγαθὸν, ἐῤῥέθη αὐτῇ, ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι· καὶ δείκνυσιν, ὅτι ἡ κατὰ σάρκα εὐγένεια οὐδὲν ὠφελεῖ, ἀλλὰ ψυχῆς ἀρετὴν δεῖ ζητεῖν, ἣν καὶ πρὸ τῶν ἔργων ὁ Θεὸς οἶδε. Μήπω γὰρ γεννηθέντων, φησὶ, μηδὲ πραξάντων τι ἀγαθὸν ἢ κακὸν, ἵνα ἡ κατ' ἐκλογὴν πρόθεσις τοῦ Θεοῦ μένῃ, ἐῤῥέθη αὐτῇ, ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. Τοῦτο γὰρ προγνώσεως, τὸ καὶ ἐξ ὠδίνων αὐτῶν ἐκλέγεσθαι· ἵνα φανῇ, φησὶ, τοῦ Θεοῦ ἡ ἐκλογὴ ἡ κατὰ πρόθεσιν καὶ πρόγνωσιν γενομένη· ἐκ πρώτης γὰρ ἡμέρας καὶ τὸν ἀγαθὸν, καὶ τὸν οὐ τοιοῦτον καὶ οἶδε καὶ ἐκήρυξε. Μὴ τοίνυν μοι λέγε, ὅτι νόμον, φησὶν, ἀνέγνως καὶ προφήτας, καὶ τοσοῦτον ἐδούλευσας χρόνον. Ὁ γὰρ εἰδὼς ψυχὴν καὶ δοκιμάζειν, οὗτος οἶδε καὶ τίς ἄξιός ἐστι σωθῆναι. Παραχώρει τοίνυν τῷ ἀκαταλήπτῳ τῆς ἐκλογῆς· καὶ γὰρ μόνος αὐτὸς οἶδεν ἀκριβῶς στεφανοῦν. Πόσοι γοῦν τοῦ Ματθαίου βελτίους εἶναι ἐδόκουν κατὰ τὴν τῶν ἔργων ἐπίδειξιν τὴν φαινομένην; Ἀλλ' ὁ τὰ ἀπόῤῥητα εἰδὼς, καὶ διανοίας ἐπιτηδειότητα δοκιμάσαι δυνάμενος, καὶ ἐν τῷ βορβόρῳ τὸν μαργαρίτην κείμενον ἔγνω, καὶ τοὺς ἄλλους παραδραμὼν, καὶ τούτου τὴν εὐμορφίαν θαυμάσας, αὐτὸν ἐξελέξατο, καὶ τῇ τῆς προαιρέσεως εὐγενείᾳ τὴν παρ' ἑαυτοῦ προσθεὶς χάριν, δόκιμον αὐτὸν ἀπέφηνεν. Εἰ γὰρ ἐπὶ τῶν τεχνῶν τούτων τῶν ἐπικήρων, καὶ τῶν ἄλλων ἁπάντων πραγμάτων, οἱ δεινοὶ κρίνειν οὐκ ἀφ' ὧν οἱ ἰδιῶται ψηφίζονται, ἀπὸ τούτων ἐκλέγονται τὰ προκείμενα, ἀλλ' ἀφ' ὧν ἴσασιν αὐτοὶ σαφῶς, καὶ τὸ μὲν παρὰ τοῖς ἰδιώταις δοκιμασθὲν πολλάκις ἠτίμασαν, τὸ δὲ ἀτιμασθὲν ἐνέκριναν· καὶ πωλοδάμναι πολλάκις ἐπὶ τῶν ἵππων τοῦτο ἐποίησαν, καὶ οἱ τῶν τιμίων λίθων κριταὶ, καὶ οἱ τῶν ἄλλων δὲ τεχνῶν δημιουργοί· πολλῷ μᾶλλον ὁ φιλάνθρωπος Θεὸς, ἡ ἄπειρος σοφία, ὁ μόνος πάντα εἰδὼς σαφῶς, οὐκ ἀνέξεται τῆς τῶν ἀνθρώπων ὑπονοίας, ἀλλ' ἀπὸ τῆς οἰκείας σοφίας τῆς ἀκριβοῦς καὶ ἀδιαπτώτου τὴν περὶ πάντων οἴσει ψῆφον. ∆ιά τοι τοῦτο καὶ τελώνην ἐξελέξατο καὶ λῃστὴν καὶ πόρνην· ἱερέας δὲ καὶ πρεσβυτέρους καὶ ἄρχοντας ἠτίμησε καὶ ἐξέβαλε.

ζʹ. Τοῦτο καὶ ἐπὶ τῶν μαρτύρων συμβαῖνον ἴδοι τις ἄν. Πολλοὶ γοῦν τῶν σφόδρα ἀπεῤῥιμμένων ἐν καιρῷ τῶν ἀγώνων ἐστεφανώθησαν· καὶ τοὐναντίον, μεγάλοι παρὰ πολλοῖς νομισθέντες εἶναί τινες, ὑπεσκελίσθησαν καὶ κατέπεσον. Μὴ τοίνυν εὐθύνας ἀπαίτει τὸν ∆ημιουργὸν, μηδὲ λέγε· ∆ιὰ τί ὁ μὲν ἐστεφανώθη, ὁ δὲ ἐκολάσθη; Οἶδε γὰρ μετὰ ἀκριβείας ταῦτα ποιεῖν· διὸ καὶ ἔλεγε· Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐμίσησα. Ὅτι γὰρ δικαίως, σὺ μὲν ἀπὸ τοῦ τέλους ἔγνως, αὐτὸς δὲ καὶ πρὸ τοῦ τέλους ᾔδει σαφῶς. Οὐδὲ γὰρ ἔργων ἐπίδειξιν ζητεῖ μόνον ὁ Θεὸς, ἀλλὰ καὶ προαιρέσεως εὐγένειαν καὶ γνώμην εὐγνώμονα. Ὁ γὰρ τοιοῦτος, κἂν ὑπὸ περιστάσεώς τινός ποτε ἁμάρτῃ, ταχέως ἑαυτὸν ἀναστήσεται· κἂν ἐν κακίᾳ διατρίβων τύχῃ, οὐ περιοφθήσεται, ἀλλὰ ταχέως αὐτὸν ἀνιμήσεται ὁ πάντα εἰδὼς Θεός· ὥσπερ ὁ ταυτὶ διεφθαρμένος, κἂν ἀγαθόν τι δόξῃ ποιεῖν, ἀπολεῖται μετὰ πονηρᾶς τοῦτο ἐργαζόμενος γνώμης· ἐπεὶ καὶ ὁ ∆αυῒδ, καὶ φονεύσας, καὶ μοιχεύσας, ἐπειδὴ ἀπὸ περι στάσεώς τινος συναρπαγεὶς, οὐκ ἀπὸ μελέτης τῆς κατὰ τὴν πονηρίαν ταῦτα εἰργάσατο, ταχέως αὐτὰ ἀπενίψατο· ὁ μέντοι Φαρισαῖος, οὐδὲν τούτων τολμήσας, ἀλλὰ καὶ ἐν ἄλλοις κομῶν ἀγαθοῖς, τῇ πονηρᾷ προαιρέσει πάντα ἀπώλεσε. Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ Θεῷ; Μὴ γένοιτο. Οὐκοῦν οὐδὲ ἐφ' ἡμῶν καὶ τῶν Ἰουδαίων. Εἶτα ἐπάγει ἕτερον τούτου ἀσαφέστερον. Καὶ ποῖον; Τῷ γὰρ Μωϋσῇ λέγει· Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. Καὶ πάλιν αὔξει τὴν ἀντίθεσιν διὰ μέσου διακόπτων αὐτὴν, καὶ λύων, καὶ ἑτέραν πάλιν ἀπορίαν ποιῶν. Ἵνα δὲ σαφέστερον γένηται τὸ λεγόμενον, ἑρμηνεῦσαι αὐτὸ ἀναγκαῖον. Εἶπε, φησὶν, ὁ Θεὸς, ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι πρὸ τῆς ὠδῖνος. Τί οὖν; μὴ ἄδικος ὁ Θεός; Οὐδαμῶς. Οὐκοῦν ἄκουε καὶ τῶν ἑξῆς· ἐκεῖ μὲν γὰρ κἂν ἡ ἀρετὴ, κἂν ἡ κακία διέκρινεν· ἐνταῦθα δὲ ἓν τὸ ἁμάρτημα ἦν ἁπάντων Ἰουδαίων, τὸ τῆς μοσχοποιίας, καὶ ὅμως οἱ μὲν ἐκολάσθησαν, οἱ δὲ οὐκ ἐκολάσθησαν· διὸ ἔλεγεν· Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. Οὐ γὰρ σόν ἐστιν εἰδέναι, ὦ Μωϋσῆ, τίνες ἄξιοι φιλανθρωπίας, ἀλλ' ἐμοὶ παραχώρει τοῦτο. Εἰ δὲ Μωϋσέως οὐκ ἦν εἰδέναι, πολλῷ μᾶλλον ἡμῶν. ∆ιὰ γὰρ τοῦτο οὐδὲ ἁπλῶς τέθεικε τὸ εἰρημένον, ἀλλὰ καὶ πρὸς τίνα εἶπεν, ἐμνημόνευσε· Τῷ γὰρ Μωϋσῇ, φησὶ λέγει· ἵνα καὶ τῷ ἀξιώματι τοῦ προσώπου τὸν ἀντιλέγοντα ἐντρέψῃ. Εἰπὼν τοίνυν τὴν λύσιν τῶν ἀπορουμένων, διὰ μέσου διακόπτει, πάλιν ἑτέραν ἀντίθεσιν εἰσάγων, καὶ λέγων· Ἄρα οὗτος τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. Λέγει γὰρ ἡ Γραφὴ τῷ Φαραὼ, ὅτι Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. Ὥσπερ γὰρ ἐκεῖ, φησὶν, οἱ μὲν ἐσώθησαν, οἱ δὲ ἐκολάσθησαν· οὕτω καὶ ἐνταῦθα οὗτος εἰς αὐτὸ τοῦτο ἐτηρεῖτο. Εἶτα πάλιν ἀντίθεσιν ἐπάγει· Ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. Ἐρεῖς οὖν μοι· Τί ἔτι μέμφεται; τῷ γὰρ θελήματι αὐτοῦ τίς ἀνθέστηκεν; Ὁρᾷς πῶς ἐσπούδασεν αὐτὸ ποιῆσαι διὰ πάντων ἄπορον; Καὶ οὐδὲ τὴν λύσιν εὐθέως ἐπάγει, συμφερόντως καὶ τοῦτο ποιῶν. ἀλλ' ἐπιστομίζει πρῶτον τὸν ζητοῦντα, λέγων οὕτω· Μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; Ποιεῖ δὲ τοῦτο, τὴν ἄκαιρον αὐτοῦ περιεργίαν ἀναστέλλων, καὶ τὴν πολλὴν πολυπραγμοσύνην, καὶ χαλινὸν περιτιθεὶς, καὶ παιδεύων εἰδέναι τί μὲν Θεὸς, τί δὲ ἄνθρωπος, καὶ πῶς ἀκατάληπτος αὐτοῦ ἡ πρόνοια, καὶ πῶς ὑπερβαίνουσα τὸν ἡμέτερον λογισμὸν, καὶ πῶς ἅπαντα αὐτῷ πείθεσθαι δεῖ· ἵν' ὅταν τοῦτο κατασκευάσῃ παρὰ τῷ ἀκροατῇ, καὶ καταστείλῃ καὶ λεάνῃ τὴν γνώμην, τότε μετὰ πολλῆς τῆς εὐκολίας ἐπάγων τὴν λύσιν, εὐπαράδεκτον αὐτῷ ποιήσῃ τὸ λεγόμενον. Καὶ οὐ λέγει, ὅτι ἀδύνατον τὸ τοιαῦτα λύειν, ἀλλὰ τί; Παράνομον τὸ τοιαῦτα ζητεῖν· δεῖ γὰρ πείθεσθαι τοῖς ὑπὸ τοῦ Θεοῦ λεγομένοις, οὐ περιεργάζεσθαι. κἂν τὸν λόγον αὐτῶν ἀγνοῶμεν· διό φησι· Σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῶ; Εἶδες πῶς ἐξηυτέλισε, πῶς κατήνεγκε τὸ φύσημα; Σὺ τίς εἶ; Κοινωνὸς εἶ τῆς ἀρχῆς; ἀλλὰ δικαστὴς ἐκάθισας τῷ Θεῷ; Πρὸς γὰρ τὴν ἐκείνου σύγκρισιν οὐδὲ εἶναί τι δύνασαι, οὐ τόδε ἢ τόδε, ἀλλ' οὐδὲ εἶναί τι. Τοῦ γὰρ εἰπεῖν, Οὐδὲν εἶ, πολὺ τὸ εἰπεῖν, Τίς εἶ, οὐδαμινέστερον. Καὶ ἄλλως πλείονα τὴν ἀγανάκτησιν ἐνδείκνυται τῇ ἐρωτήσει. Καὶ οὐκ εἶπε, Σὺ τίς εἶ ὁ ἀποκρινόμενος τῷ Θεῷ; ἀλλ' Ὁ ἀνταποκρινόμενος, τουτέστιν, ὁ ἀντιλέγων, ὁ ἐναντιούμενος; Τὸ γὰρ εἰπεῖν, ὅτι Οὕτως ἔδει, καὶ, Οὐχ οὕτως ἔδει, ἀνταποκρινομένου ἐστίν. Εἶδες πῶς ἐφόβησε, πῶς κατέπληξε, πῶς τρέμειν μᾶλλον ἐποίησεν, ἢ ζητεῖν καὶ περιεργάζεσθαι; Τοῦτο ἀρίστου διδασκάλου, τὸ μὴ τῇ τῶν μαθητῶν ἐπιθυμίᾳ ἕπεσθαι πανταχοῦ, ἀλλ' αὐτοὺς πρὸς τὸ οἰκεῖον ἄγειν θέλημα, καὶ τὰς ἀκάνθας ἀποσπᾷν, καὶ τότε καταβάλλειν τὰ σπέρματα, καὶ μὴ εὐθέως πρὸς τὰ ἐρωτώμενα ἀποκρίνεσθαι πανταχοῦ. Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, Τί με ἐποίησας οὕτως; ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι, ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν; ηʹ. Ἐνταῦθα οὐ τὸ αὐτεξούσιον ἀναιρῶν τοῦτο λέγει, ἀλλὰ δεικνὺς μέχρι πόσου δεῖ πείθεσθαι τῷ Θεῷ. Εἰς γὰρ τὸ τὸν Θεὸν ἀπαιτεῖν εὐθύνας, οὐδὲν μᾶλλον τοῦ πηλοῦ διακεῖσθαι δεῖ. Οὐδὲ γὰρ μόνον ἀντιλέγειν οὐ χρὴ, οὐδὲ ζητεῖν, ἀλλ' οὐδὲ φθέγγεσθαι ὅλως, οὐδὲ ἐννοεῖν, ἀλλ' ἐοικέναι ἐκείνῳ τῷ ἀψύχῳ, καὶ ταῖς χερσὶν ἑπομένῳ τοῦ κεραμέως, καὶ περιαγομένῳ ὅπουπερ ἂν ἐκεῖνος ἐθέλῃ. Εἰς τοῦτο γὰρ μόνον τὸ ὑπόδειγμα ἔλαβεν, οὐκ εἰς τὴν τῆς πολιτείας ἐπίδειξιν, ἀλλ' εἰς τὴν ὑποτεταγμένην ὑπακοὴν καὶ σιγήν. Καὶ τοῦτο πανταχοῦ δεῖ παρατηρεῖν, ὅτι τὰ ὑποδείγματα οὐ πάντα καθόλου δεῖ λαμβάνειν, ἀλλὰ τὸ χρήσιμον αὐτῶν ἐκλεξαμένους, καὶ εἰς ὅπερ παρείληπται, τὸ λοιπὸν ἅπαν ἐᾷν. Ὥσπερ οὖν ὅταν λέγῃ, Ἀναπεσὼν ἐκοιμήθη ὡς λέων, τὸ ἄμαχον καὶ φοβερὸν ἐκλαμβάνομεν, οὐ τὸ θηριῶδες οὐδὲ ἄλλο τι τῶν τῷ λέοντι προσόντων· καὶ πάλιν ὅταν λέγῃ, Ἀπαντήσομαι αὐτοῖς, ὡς ἄρκτος ἀπορουμένη, τὸ τιμωρητικόν· καὶ ὅταν λέγῃ, Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον, τὸ δαπανητικὸν τὸ ἐκ τῆς κολάσεως· οὕτως οὖν καὶ ἐνταῦθα τὸν πηλὸν καὶ τὸν κεραμέα καὶ τὰ σκεύη ἐκλαμβάνειν ἀνάγκη. Καὶ ὅταν δὲ ἐπάγῃ καὶ λέγῃ, Ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι, ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν; μὴ εἰς δημιουργίας λόγον νόμιζε ταῦτα εἰρῆσθαι τῷ Παύλῳ, μὴ εἰς γνώμης ἀνάγκην, ἀλλ' εἰς οἰκονομιῶν ἐξουσίαν καὶ διαφοράν. Εἰ γὰρ μὴ οὕτως ἐκλάβοιμεν, πολλὰ τὰ ἄτοπα ἕψεται. Καὶ γὰρ εἰ περὶ γνώμης ἐνταῦθα ὁ λόγος, καὶ τῶν ἀγαθῶν καὶ τῶν οὐ τοιούτων ἔσται αὐτὸς δημιουργὸς τούτων, καὶ ὁ ἄνθρωπος πάσης αἰτίας ἐκτός· φανεῖται δὲ καὶ ὁ Παῦλος οὕτως αὐτὸς ἑαυτῷ μαχόμενος ὁ πανταχοῦ τὴν προαίρεσιν στεφανῶν. Οὐδὲν τοίνυν ἕτερον ἐνταῦθα κατασκευάσαι βούλεται, ἢ τὸ πεῖσαι τὸν ἀκροατὴν μεθ' ὑπερβολῆς ἁπάσης εἴκειν, τῷ Θεῷ, καὶ μηδενὸς μηδέποτε ἀπαιτεῖν εὐθύνας αὐτόν. Καθάπερ γὰρ ὁ κεραμεὺς, φησὶν, ἐκ τοῦ αὐτοῦ φυράματος ἃ βούλεται ποιεῖ, καὶ οὐδεὶς ὁ ἀντιλέγων· οὕτω καὶ τὸν Θεὸν ἐκ τοῦ αὐτοῦ γένους τῶν ἀνθρώπων τοὺς μὲν κολάζοντα, τοὺς δὲ τιμῶντα μὴ περιεργάζου, μηδὲ πολυπραγμόνει, ἀλλὰ προσκύνει μόνον, καὶ μιμοῦ τὸν πηλόν· καὶ καθάπερ ἐκεῖνος ἕπεται ταῖς χερσὶ τοῦ κεραμέως, οὕτω καὶ σὺ τῇ γνώμῃ τοῦ ταῦτα οἰκονομοῦντος. Οὐδὲν γὰρ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, ἐργάζεται, κἂν αὐτὸς ἀγνοῇς καὶ τὸ τῆς σοφίας ἀπόῤῥητον. Σὺ δὲ ἐκείνῳ μὲν συγχωρεῖς ἐκ τοῦ αὐτοῦ φυράματος διάφορα ποιεῖν, καὶ οὐκ ἐγκαλεῖς· τοῦτον δὲ εὐθύνας ἀπαιτεῖς τῶν κολάσεων καὶ τῶν τιμῶν, καὶ οὐ παραχωρεῖς αὐτῷ εἰδέναι, τίς μὲν ἄξιος, τίς δὲ οὐ τοιοῦτος, ἀλλ' ἐπειδήπερ τὸ αὐτὸ φύραμα τῆς αὐτῆς οὐσίας ἐστὶ, καὶ τὰς αὐτὰς προαιρέσεις ἀξιοῖς εἶναι. Καὶ πόσης ταῦτα παραπληξίας· Καίτοι γε οὐδὲ ἐπὶ τοῦ κεραμέως ἐκ τοῦ φυράματος τὸ ἄτιμον καὶ τὸ ἔντιμον, ἀλλ' ἀπὸ τῆς χρήσεως τῶν μεταχειριζομένων, ὅπερ οὖν καὶ ἐνταῦθα ἀπὸ τῆς προαιρέσεως. Πλὴν, ὅπερ ἔφθην εἰπὼν, εἰς ἓν τοῦτο λαμβάνειν δεῖ μόνον τὸ ὑπόδειγμα, τὸ μὴ δεῖν ἀντιλέγειν τῷ Θεῷ, ἀλλὰ παραχωρεῖν αὐτοῦ τῷ ἀκαταλήπτῳ τῆς σοφίας. Καὶ γὰρ τὰ παραδείγματα μείζονα εἶναι δεῖ τῶν προκειμένων, καὶ ὑπὲρ ὧν εἰς μέσον ἄγεται, ὥστε μᾶλλον ἐνεργεῖν τὸν ἀκροατήν· ἐπεὶ εἰ μὴ μεῖζον εἴη, καὶ πλείονα ἔχοι τὴν ὑπερβολὴν, οὐκ ἂν ὡς χρὴ καθικέσθαι δυνηθείη, καὶ ἐντρέψαι τὸν ἀντιλέγοντα. Τὴν μὲν οὖν ἄκαιρον αὐτῶν φιλονεικίαν οὕτως ἐπεστόμισε μετὰ τῆς προσηκούσης ὑπερβολῆς· ἐπάγει δὲ λοιπὸν καὶ τὴν λύσιν. Τίς οὖν ἡ λύσις; Εἰ δὲ θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν· καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὑτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίμασεν εἰς δόξαν· οὓς καὶ ἐκάλεσεν ἡμᾶς, οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Σκεῦος ὀργῆς ἦν ὁ Φαραώ· τουτέστιν, ὁ ἄνθρωπος τοῦ Θεοῦ τὴν ὀργὴν ἀνάπτων διὰ τῆς οἰκείας σκληρότητος· πολλῆς γὰρ ἀπολαύσας μακροθυμίας, οὐκ ἐγένετο βελτίων, ἀλλ' ἀδιόρθωτος ἔμεινε. ∆ιὸ οὐδὲ σκεῦος ὀργῆς αὐτὸν ἐκάλεσε μόνον, ἀλλὰ καὶ κατηρτισμένον εἰς ἀπώλειαν· τουτέστι, ἀπηρτισμένον, οἴκοθεν μέντοι καὶ παρ' ἑαυτοῦ. Οὔτε γὰρ ὁ Θεὸς ἐνέλιπέ τι τῶν εἰς τὴν διόρθωσιν εἰκόντων τὴν ἐκείνου, οὔτε αὐτὸς ἐνέλιπέ τι τῶν ἀπολλύντων αὐτὸν, καὶ πάσης ἀποστερούντων συγγνώμης. Ἀλλ' ὅμως καὶ ταῦτα εἰδὼς ὁ Θεὸς, ἤνεγκεν πολλῇ μακροθυμίᾳ, βουλόμενος αὐτὸν εἰς μετάνοιαν ἀγαγεῖν· εἰ γὰρ μὴ τοῦτο ἤθελεν, οὐδ' ἂν ἐμακροθύμησεν. Ἐπειδὴ δὲ οὐκ ἠθέλησεν εἰς μετάνοιαν τῇ μακροθυμίᾳ χρήσασθαι, ἀλλ' ἀπήρτισεν ἑαυτὸν εἰς ὀργὴν, ἐχρήσατο αὐτῷ εἰς τὴν ἑτέρων διόρθωσιν διὰ τῆς εἰς ἐκεῖνον κολάσεως ἑτέρους σπουδαιοτέρους ποιῶν, καὶ τὴν δύναμιν αὐτοῦ ταύτῃ δεικνύς. Ὅτι γὰρ οὐ βούλεται ὁ Θεὸς οὕτως αὐτοῦ γνωρίζεσθαι τὸ δυνατὸν, ἀλλὰ ἑτέρως δι' ὧν εὐεργετεῖ, δι' ὧν εὖ ποιεῖ, καὶ τοῦτο διὰ πάντων ἐδήλωσεν ἄνωθεν. Εἰ γὰρ Παῦλος οὐχ οὕτω βούλεται φαίνεσθαι δυνατός· Οὐ γὰρ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν, φησὶν, ἀλλ' ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε· πολλῷ μᾶλλον ὁ Θεός. Ἀλλ' ἐπειδὴ ἐμακροθύμησε μὲν, ἵνα εἰς μετάνοιαν ἀγάγῃ, οὐ μετενόησε δὲ ἐκεῖνος, ἤνεγκεν αὐτὸν ἐπὶ πολὺν χρόνον, ὁμοῦ μὲν τὴν αὐτοῦ χρηστότητα ἐπιδεικνύμενος, ὁμοῦ δὲ καὶ τὴν δύναμιν, εἰ μὴ βουληθείη τι κερδᾶναι ἐκεῖνος ἀπὸ τῆς πολλῆς ταύτης μακροθυμίας. Ὥσπερ οὖν τοῦτον ἀδιόρθωτον μείναντα κολάσας, ἔδειξεν αὑτοῦ τὴν δύναμιν· οὕτω τοὺς πολλὰ ἁμαρτήσαντας καὶ μετανοήσαντας ἐλεήσας, ἐδήλωσεν αὑτοῦ τὴν φιλανθρωπίαν.

θʹ. Ἀλλ' οὐκ εἶπε τὴν φιλανθρωπίαν, ἀλλὰ τὴν δόξαν, δεικνὺς ὅτι τοῦτο μάλιστα δόξα Θεοῦ, καὶ τοῦτο πρὸ τῶν ἄλλων ἁπάντων ἐσπούδακεν. Ὅταν δὲ λέγῃ, Ἃ προητοίμασεν εἰς δόξαν, οὐ τοῦ Θεοῦ τὸ πᾶν εἶναί φησιν· ἐπεὶ εἰ τοῦτο ἦν, οὐδὲν ἐκώλυσεν ἅπαντας σώζεσθαι· ἀλλὰ πάλιν αὐτοῦ τὴν πρόγνωσιν δείκνυσι, καὶ τὸ μέσον Ἰουδαίων καὶ ἐθνῶν ἀναιρεῖ. Καὶ οὐ μικρὰν δὲ καὶ ἐντεῦθεν τῷ λόγῳ κατασκευάζει πάλιν ἀπολογίαν. Οὐδὲ γὰρ μόνον ἐπὶ τῶν Ἰουδαίων οἱ μὲν ἀπώλοντο, οἱ δὲ ἐσώθησαν, ἀλλὰ καὶ ἐπὶ τῶν ἐθνῶν τοῦτο γέγονε· διόπερ οὐδὲ λέγει τὰ ἔθνη πάντα, ἀλλ', Ἐξ ἐθνῶν· οὐδὲ, Ἰουδαίους πάντας, ἀλλὰ, Τοὺς ἐξ Ἰουδαίων. Ὥσπερ οὖν ὁ Φαραὼ σκεῦος ὀργῆς γέγονεν ἀπὸ τῆς οἰκείας παρανομίας· οὕτω καὶ οὗτοι σκεύη ἐλέους ἀπὸ τῆς οἰκείας εὐγνωμοσύνης. Εἰ γὰρ καὶ τὸ πλέον ἐστὶ τοῦ Θεοῦ, ἀλλ' ὅμως καὶ αὐτοί τι μικρὸν εἰσηνέγκαμεν. ∆ιὸ οὐδὲ εἶπε, σκεύη κατορθωμάτων, οὐδὲ, σκεύη παῤῥησίας, ἀλλὰ, Σκεύη ἐλέους, δεικνὺς, ὅτι τὸ πᾶν ἐστι τοῦ Θεοῦ. Καὶ γὰρ τὸ, Οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, εἰ καὶ ἐν τάξει ἀντιθέσεως εἴρηται, ἀλλ' ὅμως καὶ παρὰ τοῦ Παύλου λεγόμενον, οὐδεμίαν ἀπορίαν φέρει. Ὅταν γὰρ εἴπῃ, Οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, οὐ τὴν ἐξουσίαν ἀναιρεῖ, ἀλλὰ δείκνυσιν, ὅτι οὐ τὸ πᾶν αὐτοῦ ἐστιν, ἀλλὰ δεῖται τῆς ἄνωθεν χάριτος. ∆εῖ μὲν γὰρ καὶ θέλειν καὶ τρέχειν, θαῤῥεῖν δὲ μὴ τοῖς οἰκείοις πόνοις, ἀλλὰ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ· ὅπερ καὶ ἀλλαχοῦ ἔλεγεν· Οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. Καὶ καλῶς εἶπεν· Ἃ προητοίμασεν εἰς δόξαν. Ἐπειδὴ γὰρ τοῦτο ὠνείδιζον, ὅτι χάριτι ἐσώθησαν, καὶ καταισχύνειν αὐτοὺς ἐνόμιζον, ἐκ πολλῆς τῆς περιουσίας ταύτην ἀναιρεῖ τὴν ὑπόνοιαν. Εἰ γὰρ τῷ Θεῷ τὸ πρᾶγμα δόξαν ἤνεγκε, πολλῷ μᾶλλον ἐκείνοις, δι' ὧν ὁ Θεὸς ἐδοξάσθη. Σκόπει δὲ αὐτοῦ εὐγνωμοσύνην καὶ σοφίαν ἄφατον. ∆υνάμενος γὰρ μὴ τὸν Φαραὼ παρενεγκεῖν εἰς τὸν περὶ τῶν κολαζομένων λόγον, ἀλλ' ἐξ Ἰουδαίων τοὺς ἡμαρτηκότας, καὶ σαφέστερον μᾶλλον ποιῆσαι τὸν λόγον, καὶ δεῖξαι ὅτι ἔνθα οἱ αὐτοὶ πατέρες, ἔνθα τὰ αὐτὰ ἁμαρτήματα, οἱ μὲν ἀπώλοντο, οἱ δὲ ἠλεήθησαν, καὶ πεῖσαι μηκέτι διαπορεῖν, εἰ καὶ ἐξ ἐθνῶν τινες ἐσώθησαν, Ἰουδαίων ἀπολλυμένων· ἵνα μὴ ποιήσῃ τὸν λόγον φορτικὸν, τὴν μὲν τῆς κολάσεως ἀπόδειξιν ἀπὸ τοῦ βαρβάρου παράγει, ὥστε μὴ ἀναγκασθῆναι σκεύη ὀργῆς αὐτοὺς καλέσαι· τοὺς δὲ ἐλεουμένους ἀπὸ τοῦ δήμου τῶν Ἰουδαίων παράγει. Καίτοι γε ἱκανῶς καὶ ὑπὲρ τοῦ Θεοῦ ἀπολογεῖται, ὅτι καὶ σφόδρα αὐτὸν εἰδὼς ἀπαρτίζοντα ἑαυτὸν σκεῦος ἀπωλείας, ὅμως τὰ παρ' ἑαυτοῦ εἰσήνεγκε, τὴν ἀνοχὴν, τὴν μακροθυμίαν, καὶ οὐχ ἁπλῶς μακροθυμίαν, ἀλλὰ πολλὴν μακροθυμίαν· ἀλλ' ὅμως οὐκ ἠθέλησεν ἐπὶ τῶν Ἰουδαίων αὐτὸ γυμνάσαι. Πόθεν οὖν οἱ μὲν σκεύη ὀργῆς, οἱ δὲ ἐλέους; Ἀπὸ προαιρέσεως οἰκείας. Ὁ δὲ Θεὸς σφόδρα ἀγαθὸς ὢν, ἐπ' ἀμφοτέρων τὴν αὐτὴν ἐπιδείκνυται χρηστότητα. Καὶ γὰρ οὐχὶ τοὺς σωζομένους ἠλέησε μόνον, ἀλλὰ καὶ τὸν Φαραὼ, τό γε αὐτοῦ μέρος· τῆς γὰρ αὐτῆς μακροθυμίας κἀκεῖνοι καὶ οὗτος ἀπήλαυσαν. Εἰ δὲ μὴ ἐσώθη, παρὰ τὴν αὐτοῦ γνώμην τὸ πᾶν· ὡς τό γε εἰς τὸν Θεὸν ἧκον, οὐδὲν ἔλαττον τῶν διασωθέντων ἔσχεν. Ἀποδοὺς τοίνυν τὴν λύσιν τῷ ζητήματι τὴν διὰ τῶν πραγμάτων, ὥστε καὶ ἑτέρωθεν ἀξιόπιστον ποιῆσαι τὸν λόγον, τοὺς προφήτας εἰσάγει τὰ αὐτὰ προαναφωνοῦντας. Καὶ γὰρ Ὠσηὲ, φησὶν, ἄνωθεν ταῦτα ἔγραφεν, οὕτω λέγων· Καλέσω τὸν οὐ λαόν μου, λαόν μου· καὶ τὴν οὐκ ἠγαπημένην, ἠγαπημένην. Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι Παραλογίζῃ ἡμᾶς ταῦτα λέγων, τὸν Ὠσηὲ ἐκάλεσε μάρτυρα, βοῶντα καὶ λέγοντα· Καλέσω τὸν οὐ λαόν μου, λαόν μου. Τίς γὰρ ἦν ὁ οὐ λαός; Τὰ ἔθνη δῆλον. Καὶ τίς ἡ οὐκ ἠγαπημένη; Τὰ αὐτὰ πάλιν. Ἀλλ' ὅμως ἔφησεν αὐτοὺς καὶ Λαὸν καὶ Ἠγαπημένην, καὶ υἱοὺς Θεοῦ ἔσεσθαι. Ἐκεῖ γὰρ κληθήσονται, φησὶν, υἱοὶ Θεοῦ ζῶντος. Εἰ δὲ λέγοιεν περὶ τῶν ἐξ Ἰουδαίων πιστευσάντων τοῦτο εἰρῆσθαι, καὶ οὕτως ὁ λόγος ἵσταται. Εἰ γὰρ ἐπὶ τῶν ἀγνωμονησάντων μετὰ πολλὰς εὐεργεσίας, καὶ ἀλλοτριωθέντων, καὶ τὸ λαὸς εἶναι ἀπολωλεκότων τοσαύτη γέγονεν ἡ μεταβολὴ, τί ἐκώλυσε καὶ τοὺς οὐ μετὰ τὴν οἰκείωσιν ἀλλοτριωθέντας, ἀλλ' ἐξ ἀρχῆς ἀλλοτρίους ὄντας, κληθῆναι, καὶ ὑπακούσαντας τῶν αὐτῶν ἀξιωθῆναι; Παραγαγὼν τοίνυν τὸν Ὠσηὲ, οὐκ ἀρκεῖται τούτῳ μόνον, ἀλλὰ καὶ τὸν Ἡσαΐαν μετ' ἐκεῖνον εἰσάγει συνῳδὰ τούτῳ φθεγγόμενον. Ἡσαΐας γὰρ κράζει, φησὶν, ὑπὲρ τοῦ Ἰσραήλ· τουτέστι, μετὰ παῤῥησίας ἀναφωνεῖ, καὶ οὐχ ὑποστέλλεται. Τί τοίνυν ἡμῖν ἐγκαλεῖτε, ὅταν ἐκεῖνοι σάλπιγγος λαμπρότερον ταῦτα προαναφωνῶσι; Τί οὖν κράζει ὁ Ἡσαΐας; Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ, ὡσεὶ ἄμμος τῆς θαλάττης, τὸ ἐγκατάλειμμα σωθήσεται. Ὁρᾷς, ὅτι καὶ ἐκεῖνος οὐχὶ πάντας λέγει σώσεσθαι, ἀλλὰ τοὺς ἀξίους σωθῆναι; Οὐ γὰρ αἰδοῦμαι τὸ πλῆθος, φησὶν, οὐδὲ δυσωπεῖ με τὸ γένος, οὕτως ἐκκεχυμένον, ἀλλ' ἐκείνους σώζω μόνον τοὺς ἀξίους ἑαυτοὺς παρέχοντας. Καὶ οὐχ ἁπλῶς ἄμμου θαλάσσης ἐμνημόνευσεν, ἀλλ' ἀναμιμνήσκων αὐτοὺς παλαιᾶς ἐπαγγελίας, ἧς ἀναξίους ἑαυτοὺς κατέστησαν. Τί τοίνυν θορυβεῖσθε, ὡς τῆς ὑποσχέσεως διαπεσούσης, τῶν προφητῶν ἁπάντων δηλούντων, οὐ πάντας εἶναι τοὺς σωζομένους; Εἶτα καὶ τὸν τρόπον τῆς σωτηρίας λέγει. Εἶδες ἀκρίβειαν προφητικὴν, καὶ σύνεσιν ἀποστολικὴν, οἵαν μαρτυρίαν ἐπήγαγε, πῶς σφόδρα ἐπιτηδείαν; Οὐ γὰρ μόνον ὅτι τινές εἰσιν οἱ σωζόμενοι καὶ οὐχὶ πάντες, δείκνυσιν ἡμῖν αὕτη, ἀλλὰ καὶ πῶς σωθήσονται προστίθησι. Πῶς οὖν σωθήσονται; καὶ πῶς αὐτοὺς ὁ Θεὸς ἀξιώσει τῆς εὐεργεσίας; Λόγον συντελῶν καὶ συντέμνων, φησὶν, ἐν δικαιοσύνῃ, ὅτι λόγον συντετμημένον ποιήσει Κύριος ἐπὶ τῆς γῆς. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐ περιόδου χρεία καὶ πόνων καὶ ταλαιπωρίας τῆς ἀπὸ τῶν ἔργων τῶν νομίμων, ἀλλὰ μετὰ πολλῆς τῆς συντομίας ἔσται ἡ σωτηρία. Τοιοῦτον γὰρ ἡ πίστις· ἐν βραχέσι ῥήμασιν ἔχει τὴν σωτηρίαν. Ἐὰν γὰρ ὁμολογήσῃς, φησὶν, ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ.

ιʹ. Εἶδες τί ἐστι, Λόγον συντετμημένον ποιήσει Κύριος ἐπὶ τῆς γῆς; Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι ὁ βραχὺς οὗτος λόγος οὐ σωτηρίαν μόνον, ἀλλὰ καὶ δικαιοσύνην ἐκόμισε. Καὶ καθὼς προείρηκεν Ἡσαΐας, Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν. Πάλιν ἐνταῦθα ἄλλο τι δείκνυσιν, ὅτι οὐδ' αὐτοὶ οἱ ὀλίγοι οἴκοθεν διεσώθησαν. Καὶ γὰρ καὶ οὗτοι ἀπώλοντο ἂν καὶ τὰ Σοδόμων ἔπαθον, τουτέστι, πανωλεθρίαν ὑπέμειναν ἄν. Καὶ γὰρ καὶ ἐκεῖνοι πρόῤῥιζοι πάντες ἀπώλοντο, καὶ οὐδὲ τὸ τυχὸν σπέρμα αὐτῶν κατέλιπον· καὶ οὗτοι γοῦν, φησὶν, ὡς ἐκεῖνοι ἂν ἐγένοντο, εἰ μὴ πολλῇ ὁ Θεὸς ἐχρήσατο τῇ ἀγαθότητι, καὶ διετήρησε διὰ τῆς πίστεως αὐτούς. Τοῦτο δὲ καὶ ἐπὶ τῆς αἰσθητῆς γέγονεν αἰχμαλωσίας· οἱ μὲν γὰρ πλείους ἀπήχθησαν καὶ ἀπώλοντο, ὀλίγοι δὲ διεσώθησαν μόνοι. Τί οὖν ἐροῦμεν, φησίν; Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβε δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως· Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασεν. Ἡ σαφεστάτη λύσις ἐνταῦθα λοιπόν. Ἐπειδὴ γὰρ καὶ ἀπὸ τῶν πραγμάτων ἔδειξεν· Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· καὶ ἀπὸ τῶν προγόνων τοῦ Ἰακὼβ καὶ τοῦ Ἡσαῦ, καὶ ἀπὸ τῶν προφητῶν, καὶ τὴν κυριωτάτην ἐπάγει λύσιν ἐκ τοῦ Ὠσηὲ καὶ τοῦ Ἡσαΐου, πρότερον τὴν ἀπορίαν αὐξήσας. Καὶ γὰρ δύο ἐστὶ τὰ ζητούμενα, ὅτι καὶ τὰ ἔθνη ἐπέτυχε, καὶ μὴ διώκοντα ἐπέτυχε, τουτέστι, μὴ σπουδάσαντα. Καὶ πάλιν ἐπὶ τῶν Ἰουδαίων ὁμοίως τὰ δύο ἄπορα, ὅτι καὶ Ἰσραὴλ οὐκ ἐπέτυχε, καὶ σπουδάζων οὐκ ἐπέτυχε. ∆ιὸ καὶ ταῖς λέξεσιν ἐμφαντικώτερον κέχρηται· οὐδὲ γὰρ εἶπεν, ὅτι Ἔσχε δικαιοσύνην, ἀλλὰ, Κατέλαβε. Τὸ γὰρ καινὸν μάλιστα καὶ παράδοξον τοῦτό ἐστιν, ὅτι ὁ διώκων οὐ κατέλαβεν, ὁ δὲ μὴ διώκων κατέλαβε. Καὶ δοκεῖ μὲν αὐτοῖς χαρίζεσθαι τῷ λέγειν, ∆ιώκων· ὕστερον δὲ καιρίαν ἐπάγει τὴν πληγήν. Ἐπειδὴ γὰρ ἔχει ἰσχυρὰν λύσιν ἐπαγαγεῖν, οὐδὲν δέδοικε χαλεπωτέραν ποιῶν τὴν ἀντίθεσιν. ∆ιὰ τοῦτο οὐδὲ περὶ πίστεως διαλέγεται, καὶ τῆς ἐντεῦθεν δικαιοσύνης, ἀλλὰ δείκνυσι πρὸ τῆς πίστεως καὶ ἐν τοῖς οἰκείοις ἡττηθέντας αὐτοὺς καὶ καταδεδικασμένους. Σὺ μὲν γὰρ, ὦ Ἰουδαῖε, φησὶν, οὐδὲ τὴν ἐκ τοῦ νόμου δικαιοσύνην εὗρες· παρέβης γὰρ αὐτὸν, καὶ ὑπεύθυνος γέγονας τῇ ἀρᾷ· οὗτοι δὲ οἱ μὴ διὰ τοῦ νόμου ἐλθόντες, ἀλλ' ἑτέρας ὁδοῦ, μείζονα ταύτης εὗρον δικαιοσύνην, τὴν ἀπὸ τῆς πίστεως· ὅπερ οὖν καὶ ἀνώτερον ἔλεγεν. Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ' οὐ πρὸς τὸν Θεόν· δεικνὺς, ὅτι αὕτη ἡ δικαιοσύνη μείζων ἐκείνης ἐστίν. Ἔμπροσθεν μὲν οὖν ἔλεγον, ὅτι δύο ἐστὶ τὰ ἀπορούμενα, νυνὶ δὲ καὶ τρία τὰ ζητήματα γέγονεν· ὅτι τὰ ἔθνη καὶ εὗρε δικαιοσύνην, καὶ μὴ διώκοντα εὗρε, καὶ μείζονα εὗρε τῆς ἐκ τοῦ νόμου. Τὰ αὐτὰ δὴ ταῦτα καὶ ἐπὶ τῶν Ἰουδαίων διαπορεῖται πάλιν ἐξ ἐναντίας, ὅτι Ἰσραὴλ οὐχ εὗρε, καὶ σπουδάζων οὐχ εὗρε, καὶ τὴν ἐλάττονα οὐχ εὗρεν. Ἐμβαλὼν τοίνυν εἰς ἀπορίαν τὸν ἀκροατὴν, ἐπάγει λοιπὸν σύντομον τὴν λύσιν, καὶ τὴν αἰτίαν φησὶ τῶν εἰρημένων ἁπάντων. Τίς οὖν ἐστιν ἡ αἰτία; Ὅτι οὐκ ἐκ πίστεως, ἀλλ' ὡς ἐξ ἔργων νόμου. Αὕτη ἡ σαφεστάτη τοῦ χωρίου παντὸς λύσις, ἣν εὐθέως ἐκ προοιμίων εἰ εἶπεν, οὐκ ἂν οὕτως εὐπαράδεκτος ἐγεγόνει· ἐπειδὴ δὲ μετὰ πολλὰς ἀπορίας καὶ κατασκευὰς καὶ ἀποδείξεις αὐτὴν τέ θεικε, καὶ προδιορθώσεσι μυρίαις ἐχρήσατο, εὐμαθεστέραν τε αὐτὴν λοιπὸν καὶ εὐπαράδεκτον μᾶλλον ἐποίησε. Τοῦτο γὰρ αἴτιον τῆς ἀπωλείας αὐτῶν φησιν, Ὅτι οὐκ ἐκ πίστεως, ἀλλ' ὡς ἐξ ἔργων νόμου ἠθέλησαν δικαιωθῆναι. Καὶ οὐκ εἶπεν, Ἐξ ἔργων, ἀλλ', Ὡς ἐξ ἔργων νόμου, δεικνὺς ὅτι οὐδὲ ταύτην ἔσχον τὴν δικαιοσύνην. Προσέκοψαν γὰρ τῷ λίθῳ τοῦ προσκόμματος, καθὼς γέγραπται· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος, καὶ πέτραν σκανδάλου· καὶ πᾶς ὁ πιστεύων ἐπ' αὐτὸν οὐ καταισχυνθήσεται. Εἶδες πάλιν πῶς ἀπὸ τῆς πίστεως ἡ παῤῥησία, καὶ καθολικὴ ἡ δωρεά; Οὐ γὰρ περὶ Ἰουδαίων εἴρηται μόνον, ἀλλὰ περὶ παντὸς τοῦ τῶν ἀνθρώπων γένους. Πᾶς γὰρ, φησὶ, κἂν Ἰουδαῖος, κἂν Ἕλλην, κἂν Σκύθης, κἂν Θρᾲξ, κἂν ὁστισοῦν ἕτερος ᾖ πιστεύσας, πολλῆς ἀπολαύσεται τῆς παῤῥησίας. Τὸ δὲ θαυμαστὸν τοῦ προφήτου, ὅτι οὐχ ὅτι πιστεύσουσι μόνον εἶπεν, ἀλλ' ὅτι καὶ ἀπιστήσουσι· τὸ γὰρ προσκόψαι, τὸ ἀπιστῆσαί ἐστιν. Ὥσπερ οὖν ἀνωτέρω τούς τε ἀπολλυμένους τούς τε σωζομένους ἐδήλωσεν εἰπὼν, Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡσεὶ ἄμμος τῆς θαλάττης, τὸ ἐγκατάλειμμα σωθήσεται· καὶ, Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν· καὶ, Ἐκάλεσεν οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν· οὕτω δὴ καὶ ἐνταῦθα λέγει, ὅτι οἱ μὲν πιστεύσουσιν, οἱ δὲ προσκόψουσι· τὸ δὲ προσκόπτειν ἐκ τοῦ μὴ προσέχειν γίνεται, ἐκ τοῦ πρὸς ἕτερα κεχηνέναι. Ἐπεὶ οὖν καὶ οὗτοι τῷ νόμῳ προσεῖχον, προσέκοψαν τῷ λίθῳ. Προσκόμματος δὲ λίθον καὶ πέτραν σκανδάλου φησὶν ἀπὸ τῆς γνώμης καὶ τοῦ τέλους τῶν μὴ πιστευσάντων. Ἄρα ὑμῖν δῆλα γέγονε τὰ εἰρημένα, ἢ πολλῆς ἔτι δεῖται τῆς σαφηνείας; Ἐγὼ μὲν οἶμαι τοῖς προσεσχηκόσιν εὐσύνοπτα εἶναι· εἰ δέ τινας διέλαθεν, ἔξεστι καὶ ἰδίᾳ συντυχόντας ἐρωτῆσαι καὶ μαθεῖν. ∆ιὰ γὰρ τοῦτο καὶ εἰς μακρότερον ἐξήνεγκα τοῦ λόγου τὴν ἐξήγησιν, ἵνα μὴ ἀναγκασθῶ, διατεμὼν τὸ συνεχὲς τῆς ἀκολουθίας λυμήνασθαι τὴν σαφήνειαν τῶν λεγομένων. ∆ιὸ δὴ καὶ ἐνταῦθα καταλύσω τὸν λόγον, οὐδὲν περὶ τῶν ἠθικωτέρων ὑμῖν διαλεχθεὶς, ὅπερ ἔθος ἡμῖν ποιεῖν, ὥστε μὴ πάλιν ἐπισκοτίσαι τῇ μνήμῃ τὰ πλήθη τῶν λεγομένων. Ὥρα δὴ λοιπὸν καταλῦσαι εἰς τὸ προσῆκον τέλος, κατακλείσαντας τὸν λόγον, τὴν δοξολογίαν τοῦ τῶν ὅλων Θεοῦ, κοινῇ τοίνυν ἀναπαυσάμενοι ἡμεῖς τε οἱ λέγοντες, ὑμεῖς τε οἱ ἀκούοντες, ἀναπέμψωμεν αὐτῷ δόξαν, ὅτι αὐτοῦ ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΖʹ.

Ἀδελφοὶ, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας, καὶ ἡ δέησίς μου ἡ πρὸς Θεὸν, ὑπὲρ αὐτῶν ἐστιν εἰς σωτηρίαν.

αʹ. Μέλλει πάλιν αὐτῶν καθάπτεσθαι σφοδρότερον, ἢ πρότερον· διὸ πάλιν ἀναιρεῖ πάσης ἀπεχθείας ὑπόνοιαν, καὶ πολλῇ κέχρηται τῇ προδιορθώσει. Μὴ γὰρ προσέχετε τοῖς λόγοις, φησὶ, μηδὲ ταῖς κατηγορίαις, ἀλλ' ὅτι οὐκ ἀπὸ διανοίας ἐχθρᾶς ταῦτα φθέγγομαι. Οὐ γάρ ἐστι τοῦ αὐτοῦ σωθῆναί τε αὐτοὺς ἐπιθυμεῖν, καὶ μὴ μόνον ἐπιθυμεῖν, ἀλλὰ καὶ εὔχεσθαι, καὶ πάλιν μισεῖν καὶ ἀποστρέφεσθαι· καὶ γὰρ εὐδοκίαν ἐνταῦθα τὴν σφοδρὰν ἐπιθυμίαν φησί. Καὶ ὅρα καὶ τὴν δέησιν πῶς ποιεῖται ἀπὸ διανοίας. Οὐ γὰρ ὥστε ἀπαλλαγῆναι κολάσεως μόνον, ἀλλ' ὥστε καὶ σωθῆ ναι αὐτοὺς, πολλὴν καὶ τὴν σπουδὴν ποιεῖται καὶ τὴν εὐχήν. Καὶ οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἐκ τῶν ἑξῆς δείκνυσι τὴν εὔνοιαν, ἣν ἔχει πρὸς αὐτούς. Ἀπὸ γὰρ τῶν ἐγχωρούντων, ὡς οἷός τε ἦν, βιάζεται καὶ φιλονεικεῖ, ζητῶν σκιὰν γοῦν τινα ἀπολογίας αὐτοῖς εὑρεῖν· καὶ οὐκ ἰσχύει, ὑπὸ τῆς τῶν πραγμάτων νικώμενος φύσεως. Μαρτυρῶ γὰρ αὐτοῖς, φησὶν, ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν. Οὐκοῦν συγγνώμης ταῦτα, οὐ κατηγορίας ἄξια. Εἰ μὴ γὰρ δι' ἄνθρωπόν εἰσιν ἀπεσχισμένοι, ἀλλὰ διὰ ζῆλον, ἐλεεῖσθαι μᾶλλον αὐτοὺς, ἢ κολάζεσθαι δίκαιον. Ἀλλ' ὅρα πῶς σοφῶς καὶ ἐχαρίσατο τῷ ῥήματι, καὶ ἔδειξεν αὐτῶν τὴν ἄκαιρον φιλονεικίαν. Ἀγνοοῦντες γὰρ, φησὶ, τὴν τοῦ Θεοῦ δι καιοσύνην. Πάλιν τὸ ῥῆμα συγγνώμης· ἀλλὰ τὸ ἑξῆς κατηγορίας ἐπιτεταμένης, καὶ πᾶσαν ἀναιρούσης ἀπολογίαν. Καὶ τὴν ἰδίαν γὰρ, φησὶ, δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Ταῦτα δὲ ἔλεγε, δεικνὺς ὅτι ἀπὸ φιλονεικίας καὶ φιλαρχίας μᾶλλον, ἢ ἐξ ἀγνοίας ἐπλανήθησαν, καὶ ὅτι οὐδ' αὐτὴν ταύτην τὴν δικαιοσύνην τὴν ἀπὸ τῶν νομίμων ἔστησαν· τὸ γὰρ εἰπεῖν, Ζητοῦντες στῆσαι, τοῦτό ἐστιν ἐμφαίνοντος. Καὶ σαφῶς μὲν αὐτὸ οὐ τέθεικεν· οὐδὲ γὰρ εἶπεν, ὅτι ἑκατέρας τῆς δικαιοσύνης ἐξέπεσον· ᾐνίξατο δὲ αὐτὸ συνετῶς σφόδρα καὶ μετὰ τῆς προσηκούσης αὐτῷ σοφίας. Εἰ γὰρ ἐκείνην ἔτι ζητοῦσι στῆσαι, εὔδηλον ὅτι οὐκ ἔστησαν. Εἰ ταύτῃ οὐχ ὑπετάγησαν, καὶ ταύτης ἐξέπεσον. Ἰδίαν δὲ δικαιοσύνην αὐτὴν καλεῖ, ἢ διὰ τὸ μηκέτι τὸν νόμον ἰσχύειν, ἢ διὰ τὸ πόνων εἶναι καὶ ἱδρώτων· ταύτην δὲ τοῦ Θεοῦ δικαιοσύνην τὴν ἐκ πίστεως, διὰ τὸ ὁλόκληρον αὐτὴν ἐκ τῆς ἄνωθεν εἶναι χάριτος, καὶ οὐχὶ πόνοις, ἀλλὰ Θεοῦ δικαιοῦσθαι δωρεᾷ. Ἀλλ' οἱ ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτοντες, φιλονεικοῦντες διὰ τοῦ νόμου δικαιωθῆναι, οὐ προσῆλθον τῇ πίστει· μὴ προσελθόντες δὲ τῇ πίστει, μηδὲ λαβόντες τὴν ἐξ αὐτῆς δικαιοσύνην, καὶ ἀπὸ τοῦ νόμου μὴ δυνηθέντες δικαιωθῆναι, πάντοθεν ἐξέπεσον. Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι. Ὅρα Παύλου σύνεσιν. Ἐπειδὴ γὰρ εἶπε δικαιοσύνην καὶ δικαιοσύνην, ἵνα μὴ δόξωσιν οἱ πιστεύσαντες ἐξ Ἰουδαίων τὴν μὲν ἔχειν, τῆς δὲ ἀπεστερῆσθαι, καὶ παρανομίας κρίνεσθαι· καὶ γὰρ καὶ τούτους οὐχ ἧττον δεδοικέναι ἐχρῆν ἔτι νεήλυδας ὄντας· μηδὲ Ἰουδαῖοι πάλιν προσδοκήσωσιν αὐτὴν κατορθοῦν, καὶ εἴπωσιν, ὅτι Εἰ καὶ μὴ νῦν ἐπληρώσαμεν, ἀλλὰ πάντως πληρώσομεν· ὅρα τί κατασκευάζει. ∆είκνυσιν, ὅτι μία ἐστὶν ἡ δικαιοσύνη, καὶ ἐκείνη εἰς ταύτην ἀνακεφαλαιοῦται, καὶ ὅτι ὁ μὲν ταύτην ἑλόμενος τὴν διὰ πίστεως, κἀκείνην ἐπλήρωσεν· ὁ δὲ ταύτην ἀτιμάσας, κἀκείνης μετὰ ταύτης ἐξέπεσεν. Εἰ γὰρ τοῦ νόμου τέλος ὁ Χριστὸς, ὁ τὸν Χριστὸν οὐκ ἔχων, κἂν ἐκείνην δοκῇ ἔχειν, οὐκ ἔχει· ὁ δὲ τὸν Χριστὸν ἔχων, κἂν μὴ ᾖ κατωρθωκὼς τὸν νόμον, τὸ πᾶν εἴληφε. Καὶ γὰρ τέλος ἰατρικῆς ὑγεία. Ὥσπερ οὖν ὁ δυνάμενος ὑγιῆ ποιεῖν, κἂν μὴ τὴν ἰατρικὴν ἔχῃ, τὸ πᾶν ἔχει· ὁ δὲ μὴ εἰδὼς θεραπεύειν, κἂν μετιέναι δοκῇ τὴν τέχνην, τοῦ παντὸς ἐξέπεσεν· οὕτω καὶ ἐπὶ τοῦ νόμου καὶ τῆς πίστεως, ὁ μὲν ταύτην ἔχων, καὶ τὸ ἐκείνου τέλος ἔχει· ὁ δὲ ταύτης ἔξω ὢν, ἀμφοτέρων ἐστὶν ἀλλότριος. Τί γὰρ ἐβούλετο ὁ νόμος; ∆ίκαιον ποιῆσαι τὸν ἄνθρωπον· ἀλλ' οὐκ ἴσχυσεν· οὐδεὶς γὰρ αὐτὸν ἐπλήρωσε. Τοῦτο οὖν τέλος ἦν τοῦ νόμου, καὶ εἰς τοῦτο πάντα ἔβλεπε, καὶ διὰ τοῦτο πάντα ἐγένετο, καὶ αἱ ἑορταὶ καὶ αἱ ἐντολαὶ καὶ αἱ θυσίαι καὶ τὸ λοιπὰ πάντα, ἵνα δικαιωθῇ ὁ ἄνθρωπος. Ἀλλὰ τοῦτο τὸ τέλος ἤνυσεν ὁ Χριστὸς μειζόνως διὰ τῆς πίστεως. Μὴ τοίνυν φοβηθῇς, φησὶν, ὡς τὸν νόμον παραβαίνων, ἐπειδὴ τῇ πίστει προσῆλθες· τότε γὰρ αὐτὸν παραβαίνεις, ὅτε δι' αὐτὸν τῷ Χριστῷ μὴ πιστεύσῃς· ὡς, ἂν πιστεύσῃς αὐτῷ, κἀκεῖνον ἐπλήρωσας, καὶ πολλῷ πλέον ἢ ἐκέλευσε· πολλῷ γὰρ μείζονα δικαιοσύνην ἔλαβες. Εἶτα ἐπειδὴ ταῦτα ἀπόφασις ἦν, ἀπὸ τῶν Γραφῶν πάλιν αὐτὰ πιστοῦται. Μωϋσῆς γράφει, φησὶ, τὴν ἐκ τοῦ νόμου δικαιοσύνην. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Μωϋσῆς δείκνυσιν ἡμῖν τὴν ἐκ τοῦ νόμου δικαιοσύνην, ὁποία τίς ἐστι καὶ ποταπή. Ποία τοίνυν, καὶ πόθεν συνίσταται; Ἀπὸ τοῦ πληρωθῆναι τὰς ἐντολάς. Ὁ ποιήσας αὐτὰ, φησὶ, ζήσεται ἐν αὐτοῖς. Καὶ ἄλλως οὐκ ἔνι δίκαιον γενέσθαι ἐν νόμῳ, ἀλλ' ἢ πάντα πληρώσαντα· τοῦτο δὲ οὐδενὶ γέγονε δυνατόν.

βʹ. Οὐκοῦν διαπέπτωκεν ἡ δικαιοσύνη αὕτη. Ἀλλ' εἰπὲ καὶ τὴν ἑτέραν ἡμῖν, ὦ Παῦλε, δικαιοσύνην τὴν ἐκ τῆς χάριτος. Τίς οὖν ἐστιν αὕτη, καὶ πόθεν συνίσταται; Ἄκουσον αὐτοῦ σαφῶς αὐτὴν ὑπογράφοντος. Ἐπειδὴ γὰρ ἐκείνην ἤλεγξε, μεταβαίνει λοιπὸν ἐπὶ ταύτην, καί φησιν· Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ' ἔστι Χριστὸν καταγαγεῖν· ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ' ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. Ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ' ἔστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν, ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ. Ἵνα γὰρ μὴ λέγωσιν Ἰουδαῖοι· Πῶς εὗρον μείζονα δικαιοσύνην οἱ τὴν ἐλάττω μὴ εὑρόντες; λέγει λογισμὸν ἀναντίῤῥητον, ὅτι κουφοτέρα αὕτη ἡ ὁδὸς ἐκείνης. Αὕτη μὲν γὰρ πλήρωσιν ἀπαιτεῖ πάντων· Ὅταν γὰρ ποιήσῃς πάντα, τότε ζήσεις· ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὐ τοῦτο λέγει, ἀλλὰ τί; Ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ. Εἶτα, ἵνα μὴ δόξῃ πάλιν αὐτὴν εὐκαταφρόνητον ποιεῖν τῷ εὔκολον καὶ εὐτελῆ δεικνύναι, ὅρα πῶς πλατύνει τὸν λόγον τὸν περὶ αὐτῆς. Οὐ γὰρ εὐθέως ἐπὶ τοῦτο ἦλθεν, ὅπερ εἰρήκαμεν, ἀλλὰ τί φησιν; Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ' ἔστι Χριστὸν καταγαγεῖν· ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ' ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. Ὥσπερ γὰρ τῇ ἀρετῇ διὰ τῶν ἔργων ἀνθίσταται ῥᾳθυμία καὶ ἔκλυσις, τοὺς πόνους ἐκλύουσα, καὶ δεῖ σφόδρα ἀγρυπνούσης ψυχῆς, ὥστε μὴ εἴκειν· οὕτω καὶ ὅταν πιστεῦσαι δέοι, εἰσὶ λογισμοὶ θορυβοῦντες καὶ λυμαινόμενοι τὴν τῶν πολλῶν διάνοιαν, καὶ δεῖ νεανικωτέρας ψυχῆς, ὥστε αὐτοὺς διακρούσασθαι. ∆ιὰ δὴ τοῦτο καὶ αὐτοὺς τούτους εἰς μέσον ἄγει· καὶ ὅπερ ἐπὶ τοῦ Ἀβραὰμ ἐποίησε, τοῦτο καὶ ἐνταῦθα ποιεῖ. Καὶ γὰρ ἐκεῖ δείξας αὐτὸν ἀπὸ πίστεως δικαιωθέντα, ἵνα μὴ δόξῃ μάτην καὶ εἰκῆ τοσοῦτον εἰληφέναι στέφανον, ὡς οὐδὲν τοῦ πράγματος ὄντος, ἐπαίρων τὴν τῆς πίστεως φύσιν, φησίν· Ὃς παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσεν εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν, καὶ μὴ ἀσθενήσας τῇ πίστει, οὐ κατενόησε μὲν τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον, καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάῤῥας· εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ' ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ, καὶ πληροφορηθεὶς, ὅτι ὃ ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆσαι. Καὶ ἔδειξεν, ὅτι καὶ δυνάμεως χρεία καὶ ψυχῆς ὑψηλῆς τὰ ὑπὲρ ἐλπίδα δεχομένης, καὶ μὴ προσπταιούσης τοῖς ὁρωμένοις. Τοῦτο τοίνυν καὶ ἐνταῦθα ποιεῖ, καὶ δείκνυσιν ὅτι φιλοσόφου διανοίας χρεία καὶ γνώμης οὐρανομήκους τινὸς καὶ μεγάλης. Καὶ οὐκ εἶπε, Μὴ εἴπῃς, ἁπλῶς, ἀλλὰ, Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· τουτέστι, Μηδὲ ἐννοήσῃς ἀμφιβάλλειν καὶ εἰπεῖν κατὰ σεαυτόν· Καὶ πῶς τοῦτο δυνατόν; Ὁρᾷς, ὅτι τοῦτο μάλιστα πίστεως ἴδιον, καὶ τὴν κάτω πᾶσαν ἀκολουθίαν ἀφέντας τὸ ὑπὲρ φύσιν ἐπιζητεῖν, καὶ λογισμῶν ἀσθένειαν ἐκβάλλοντας, ἀπὸ τῆς τοῦ Θεοῦ δυνάμεως καὶ ἅπαντα παραδέχεσθαι; Καίτοι γε οὐ ταῦτα ἔλεγον Ἰουδαῖοι μόνον, ἀλλ' ὅτι οὐ δυνατὸν ἐκ πίστεως δικαιωθῆναι. Ἀλλ' αὐτὸς ἐφ' ἕτερον αὐτὸ ἄγει τὸ γεγενημένον, ἵνα, ὅταν δείξῃ μέγα οὕτως ὂν, ὡς καὶ μετὰ τὸ γεγενῆσθαι πίστεως αὐτὸ δεῖσθαι, δικαίως δόξῃ τούτοις τὸν στέφανον πλέκειν. Καὶ κέχρηται ῥήμασι τοῖς ἐν τῇ Παλαιᾷ κειμένοις, σπουδάζων ἀεὶ τὰ τῆς καινοτομίας καὶ τῆς πρὸς ἐκείνην μάχης ἐγκλήματα διαφεύγειν. Τοῦτο γὰρ, ὃ περὶ πίστεως ἐνταῦθά φησι, περὶ τῆς ἐντολῆς αὐτοῖς λέγει Μωϋσῆς, δεικνὺς ὅτι πολλῆς ἀπήλαυσαν παρὰ τοῦ Θεοῦ τῆς εὐεργεσίας. Οὐ γὰρ ἔστιν εἰπεῖν, φησὶν, ὅτι εἰς τὸν οὐρανὸν ἀναβῆναι δεῖ καὶ πέλαγος διαβῆναι μέγα, καὶ τότε λαβεῖν τὰς ἐντολάς· ἀλλὰ τὰ οὕτω μεγάλα καὶ ὑπέρογκα, εὔκολα ἡμῖν ἐποίησεν ὁ Θεός. Τί δέ ἐστιν, Ἐγγύς σου τὸ ῥῆμά ἐστι; Τουτέστιν, εὔκολόν ἐστιν· ἐν γὰρ τῇ διανοίᾳ σου καὶ τῇ γλώσσῃ ἡ σωτηρία. Οὐ μακρὰν ὁδὸν βαδίσαντας, οὐδὲ πέλαγος πλεύσαντας, οὐδὲ ὄρη παρελθόντας, οὕτω δεῖ σωθῆναι· ἀλλ' εἰ μηδὲ αὐτὸν βουληθῇς ὑπερβῆναι τὸν οὐδὸν, ἔξεστί σοι καὶ οἴκοι καθημένῳ σωθῆναι· ἐν γὰρ τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ ἐστὶ τῆς σωτηρίας ἡ ἀφορμή. Εἶτα καὶ ἑτέρωθεν εὔκολον ποιῶν τὸν τῆς πίστεως λόγον, φησὶν, ὅτι Ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν. Ἐννόησον γὰρ τὸ ἀξίωμα τοῦ ποιήσαντος, καὶ οὐκέτι ὄψεις δυσκολίαν οὐδεμίαν ἐν τῷ πράγματι. Οὐκοῦν, ὅτι μὲν οὖν Κύριος, ἐκ τῆς ἀναστάσεως δῆλον· ὃ καὶ ἀρχόμενος τῆς Ἐπιστολῆς ἔλεγε· Τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐξ ἀναστάσεως νεκρῶν· ὅτι δὲ καὶ ἡ ἀνάστασις εὔκολος, ἐκ τῆς τοῦ ποιήσαντος ἰσχύος ἀποδέδεικται καὶ τοῖς σφόδρα διαπιστοῦσιν. Ὅταν οὖν καὶ μείζων ἡ δικαιοσύνη καὶ κούφη καὶ εὐπαράδεκτος, καὶ ἄλλως δικαιωθῆναι μὴ ᾖ· οὐκ ἐσχάτης φιλονεικίας τὸ τοῖς ἀδυνάτοις ἐπιχειρεῖν, τὰ εὔκολα ἀφέντας καὶ ῥᾴδια; Οὐ γὰρ ἔχοιεν ἂν εἰπεῖν, ὅτι ὡς φορτικὸν τὸ πρᾶγμα παρῃτήσαντο.

γʹ. Εἶδες πῶς πάσης αὐτοὺς ἀποστερεῖ συγγνώμης; Ποίας γὰρ ἂν εἶεν ἀπολογίας ἄξιοι, τὸ μὲν φορτικώτερον ἑλόμενοι καὶ ἀνήνυτον, παραδραμόντες δὲ τὸ κοῦφον καὶ δυνάμενον αὐτοὺς σῶσαι, κἀκεῖνα παρασχεῖν, ἅπερ ὁ νόμος οὐκ ἴσχυσε; Ταῦτα γὰρ οὐδὲν ἕτερον, ἀλλ' ἢ φιλονεικούσης γνώμης ἐστὶ μόνον, καὶ πρὸς τὸν Θεὸν στασιαζούσης. Ὁ μὲν γὰρ νόμος ἐπαχθὴς, ἡ δὲ χάρις ῥᾳδία· ὁ νόμος, κἂν μυρία φιλονεικήσωσιν, οὐ σώζει· ἡ χάρις καὶ τὴν ἐξ ἑαυτῆς καὶ τὴν ἐκ τοῦ νόμου παρέχει δικαιοσύνην. Τίς οὖν αὐτοὺς ἐξαιρήσεται λόγος, πρὸς μὲν ταύτην φιλονείκως διακειμένους, ἐκείνου δὲ ἀντεχομένους εἰκῆ καὶ μάτην; Εἶτα, ἐπειδὴ μέγα εἴρηκε, πάλιν ἀπὸ τῆς Γραφῆς αὐτὸ πιστοῦται. Λέγει γὰρ ἡ Γραφὴ, φησί· Πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ, οὐ καταισχυνθήσεται. Οὐ γάρ ἐστι διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντα καὶ ἐπὶ πάντας τοὺς ἐπικαλουμένους αὐτόν. Πᾶς γὰρ, ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Εἶδες πῶς καὶ τῆς πίστεως καὶ τῆς ὁμολογίας παράγει μαρτυρίας; Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι Πᾶς ὁ πιστεύων, τὴν πίστιν ἐδήλωσε· τὸ δὲ εἰπεῖν, Ὃς ἂν ἐπικαλέσηται, τὴν ὁμολογίαν ἐνέφηνεν. Εἶτα πάλιν τὸ κοινὸν τῆς χάριτος ἀνακηρύττων, καὶ τὸ ἐκείνων φύσημα καταστέλλων, ἃ διὰ πολλῶν ἔμπροσθεν ἀπέδειξε, ταῦτα ἐν βραχέσιν ἀναμιμνήσκει, πάλιν δεικνὺς, ὅτι οὐδὲν τὸ μέσον τοῦ Ἰουδαίου καὶ τοῦ ἀκροβύστου. Οὐ γάρ ἐστι διαστολὴ, φησὶν, Ἰουδαίου τε καὶ Ἕλληνος. Καὶ ὃ περὶ τοῦ Πατρὸς εἴρηκεν ἐν τῇ περὶ τούτου ἀποδείξει, τοῦτο καὶ ἐνταῦθα περὶ τοῦ Χριστοῦ λέγει. Ὥσπερ γὰρ ἔμπροσθεν αὐτὸ κατασκευάζων ἔλεγεν· Ἢ Ἰουδαίων ὁ Θεὸς μόνον; οὐχὶ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν, ἐπείπερ καὶ εἷς ὁ Θεός· οὕτω καὶ ἐνταῦθά φησιν· Ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντα καὶ ἐπὶ πάντας τοὺς ἐπικαλουμένους αὐτόν. Ὁρᾷς πῶς δείκνυσιν αὐτὸν σφοδρῶς ἐφιέμενον ἡμῶν τῆς σωτηρίας; εἴ γε καὶ πλοῦτον οἰκεῖον ἡγεῖται ταύτην· ὥστε μηδὲ νῦν αὐτοὺς ἀπογνῶναι μηδὲ νομίσαι, εἴ γε βουληθεῖεν μετανοῆσαι, ἀσυγγνώστους εἶναι. Ὁ γὰρ πλοῦτον οἰκεῖον ἡγούμενος τὸ σώζειν ἡμᾶς, οὐ παύσεται πλουτῶν· ἐπεὶ καὶ τοῦτο πλοῦτος τὸ εἰς πάντας ἐκχεῖσθαι τὴν δωρεάν. Ἐπειδὴ γὰρ καὶ τοῦτο μάλιστα αὐτοὺς ἐθορύβει, τὸ προεδρίας ἀπολαύοντας ὑπὲρ τὴν οἰκουμένην ἅπασαν, νῦν ἐκ τῆς πίστεως ἀπὸ τῶν θρόνων καταβιβάζεσθαι ἐκείνων, καὶ μηδὲν πλέον τῶν λοιπῶν ἔχειν· συνεχῶς τοὺς προφήτας εἰσάγει ταύτην ἐπᾴδοντας αὐτοῖς τὴν ἰσοτιμίαν. Πᾶς γὰρ ὁ πιστεύων, φησὶν, ἐπ' αὐτῷ, οὐ καταισχυνθήσεται· καὶ, Πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Καὶ πανταχοῦ τὸ Πᾶς τέθειται, ἵνα μὴ ἀντιλέγωσιν. Ἀλλ' οὐδὲν κενοδοξίας χεῖρον· αὕτη γὰρ, αὕτη μάλιστα πάντων αὐτοὺς ἀπώλεσε. ∆ιὸ καὶ ὁ Χριστὸς αὐτοῖς ἔλεγε· Πῶς δύνασθε πιστεύειν, δόξαν παρ' ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; Αὕτη μετὰ τῆς ἀπωλείας πολὺν καὶ τὸν γέλωτα ἐπάγει, καὶ πρὸ τῆς κολάσεως τῆς ἐκεῖ, μυρίοις ἐνταῦθα περιβάλλει δεινοῖς. Καὶ εἰ δοκεῖ, ἵνα τοῦτο μάθῃς, τοὺς οὐρανοὺς ἀφέντες τέως, ὧν ἡμᾶς ἐξάγει, καὶ τὴν γέενναν, εἰς ἣν ἐμβάλλει, τὸ πρᾶγμα ἐντεῦθεν ἐξετάσωμεν ἅπαν. Τί τοίνυν ταύτης δαπανηρότερον; Τί δὲ αἰσχρότερον γένοιτ' ἂν καὶ δυσκολώτερον; Ὅτι μὲν γὰρ δαπανηρὸν τὸ νόσημα τοῦτο, δῆλον ἐκ τῶν ἀναλισκόντων εἰκῆ καὶ μάτην ἐν θεάτροις καὶ ἱπποδρομίαις καὶ ἄλλαις τοιαύταις ἀκαίροις φιλοτιμίαις· ἐκ τῶν τὰς οἰκίας οἰκοδομούντων τὰς λαμπρὰς καὶ πολυτελεῖς, καὶ τὰ ἄλλα πάντα τὰ εἰς περιουσίαν κατασκευαζόντων ἀνόνητον, ἅπερ οὐκ ἔστιν ἐπελθεῖν τῷ λόγῳ νῦν. Ὅτι δὲ δαπανηρὸν ὄντα καὶ πολυτελῆ τὸν οὕτω νοσοῦντα, καὶ ἅρπαγα καὶ πλεονέκτην εἶναι ἀνάγκη, παντί που δῆλον. Ἵνα γὰρ ἔχῃ τῷ θηρίῳ παρέχειν τροφὴν, εἰς τὴν τῶν ἄλλων οὐσίαν τὰς ἑαυτοῦ ῥίπτει χεῖρας. Καὶ τί λέγω τὰς οὐσίας; Οὐδὲ γὰρ χρήματα μόνον, ἀλλὰ καὶ ψυχὰς κατεσθίει τουτὶ τὸ πῦρ, καὶ οὐ τὸν παρόντα μόνον, ἀλλὰ καὶ τὸν μέλλοντα ἐργάζεται θάνατον. Μήτηρ γὰρ γεέννης κενοδοξία, καὶ τὸ πῦρ ἀνάπτει σφοδρῶς ἐκεῖνο, καὶ τὸν σκώληκα τὸν ἰοβόλον. Ἴδοι δ' ἄν τις αὐτὴν καὶ ἐν νεκροῖς κρατοῦσαν, οὗ τί χεῖρον γένοιτ' ἄν; Τὰ μὲν γὰρ ἄλλα πάντα πάθη καταλύεται τῷ θανάτῳ· αὕτη δὲ καὶ μετὰ τελευτὴν βιάζεται, καὶ φιλονεικεῖ τὴν αὐτῆς ἐπιδείκνυσθαι φύσιν ἐν τῷ τεθνηκότι σώματι. Ὅταν γὰρ σήματα λαμπρὰ καὶ πᾶσαν αὐτῶν ἀναλίσκοντα τὴν οὐσίαν ἐπισκήπτωσι τελευτῶντες αὑτοῖς ἀνιστᾷν, καὶ ἐν ταφῇ ἀσωτίαν πολλὴν σπουδάζωσι προαποτίθεσθαι, καὶ ζῶντες μὲν ὑπὲρ ὀβολοῦ καὶ ἄρτου ἑνὸς ὑβρίζωσι τοὺς προσιόντας πένητας, τελευτῶντες δὲ δαψιλῆ τῷ σκώληκι παρέχωσι τράπεζαν, ποίαν ἑτέραν ζητεῖς ὑπερβολὴν τῆς τοῦ νοσήματος τυραννίδος; Ἀπὸ τούτου καὶ ἔρωτες ἄτοποι τίκτονται τοῦ δεινοῦ· πολλοὺς γὰρ οὐχ ἡ τῆς ὄψεως ὥρα, οὐδὲ ἡ τῆς μίξεως ἐπιθυμία, ἀλλὰ τὸ βούλεσθαι καυχᾶσθαι, ὅτι Τὴν δεῖνα ὑπεσκέλισα, καὶ εἰς μοιχείαν ἐνέβαλον.

δʹ. Καὶ τί δεῖ τὰ ἄλλα λέγειν, ὅσα ἐντεῦθεν βλαστάνει κακά; Μυρίων γὰρ ἂν ἑλοίμην γενέσθαι βαρβάρων δοῦλος, ἢ κενοδοξίας ἅπαξ· οὐδὲ γὰρ ἐπιτάττουσιν ἐκεῖνοι τοιαῦτα τοῖς αἰχμαλώτοις, οἷα αὕτη κελεύει τοῖς ὑπηκόοις. Πάντων γὰρ ἔσο δοῦλος, φησὶ, κἂν λαμπρότεροί σου, κἂν εὐτελέστεροι τύχωσιν ὄντες· καταφρόνει ψυχῆς, ἀμέλησον ἀρετῆς, καταγέλασον ἐλευθερίας, κατάθυσόν σου τὴν σωτηρίαν· κἂν ἀγαθόν τι ποιήσῃς, μὴ πρὸς ἀρέσκειαν τοῦ Θεοῦ, ἀλλὰ πρὸς ἐπίδειξιν τῶν πολλῶν, ἵνα ἀπολέσῃς τὸν ἐπὶ τούτοις στέφανον· κἂν ἐλεῇς, κἂν νηστεύῃς, τὸν μὲν πόνον ὑπόστηθι, τὸ δὲ κέρδος ἀπολέσαι σπούδασον. Τί τούτων τῶν ἐπιταγμάτων ὠμότερον γένοιτ' ἄν; Ἐντεῦθεν καὶ βασκανία τὴν ἀρχὴν ἔχει, ἐντεῦθεν καὶ ἀπόνοια, ἐντεῦθεν καὶ ἡ μήτηρ τῶν κακῶν ἡ φιλαργυρία. Ὁ γὰρ ἐσμὸς τῶν οἰκετῶν, καὶ οἱ χρυσοφοροῦντες βάρβαροι, καὶ οἱ παράσιτοι, καὶ οἱ κόλακες, καὶ τὰ ἀργυρένδετα ὀχήματα, καὶ τὰ ἄλλα τὰ τούτων καταγελαστότερα, οὐχ ἡδονῆς ἕνεκεν οὐδὲ χρείας τινὸς γίνεται, ἀλλ' ἢ κενοδοξίας μόνης. Ναὶ, φησίν· ἀλλ' ὅτι μὲν κακὸν τουτὶ τὸ πάθος, παντί που δῆλόν ἐστι· πῶς δ' ἂν αὐτὸ διαφύγοιμεν, τοῦτο εἰπεῖν χρή. Μάλιστα μὲν, ἂν πείσῃς σαυτὸν καλῶς, ὅτι χαλεπὸν τουτὶ τὸ νόσημα, ἀρχὴν λήψῃ διορθώσεως ἀρίστην· ἐπεὶ καὶ ὁ νοσῶν ταχέως ἐπιζητήσει τὸν ἰατρὸν, ἂν τοῦτο μάθῃ πρὸ τῶν ἄλλων, ὅτι νοσεῖ. Εἰ δὲ καὶ ἑτέραν ἐπιζητεῖς ὁδὸν τῆς ἐντεῦθεν φυγῆς, ὅρα πρὸς τὸν Θεὸν διηνεκῶς, καὶ ἀρκοῦ τῇ παρ' αὐτοῦ δόξῃ. Κἂν ἴδῃς τὸ πάθος γαργαλίζον σε καὶ διεγεῖρον εἰπεῖν τοῖς συνδούλοις τὰ κατωρθωμένα σοι, λογισάμενος πάλιν, ὅτι μετὰ τὸ εἰπεῖν οὐδὲν γίνεται κέρδος, σβέσον τὴν ἄτοπον ἐπιθυμίαν, καὶ πρὸς τὴν ψυχήν σου εἰπέ· Ἰδοὺ τοσοῦτον ὠδῖνες χρόνον εἰπεῖν σου τὰ κατορθώματα, καὶ οὐκ ἐκαρτέρησας σιγῇ κατασχεῖν, ἀλλ' εἰς πάντας ἐξήνεγκας· τί οὖν σοι πλέον γέγονεν ἐντεῦθεν; Πλέον μὲν οὐδὲν, ζημία δὲ ἐσχάτη, καὶ τὸ κενῶσαι ἅπαντα τὰ μετὰ πολλοῦ συλλεγέντα πόνου. Μετὰ δὲ τοῦτο κἀκεῖνο ἐννόησον, ὅτι διεφθαρμένη τῶν πολλῶν ἡ ψῆφος καὶ ἡ κρίσις ἐστὶ, καὶ οὐ διεφθαρμένη μόνον, ἀλλ' ὅτι καὶ ταχέως μαραίνεται. Κἂν γὰρ πρὸς ὥραν θαυμάσωσι, τοῦ καιροῦ παρελθόντος, πάντων εἰσὶν ἐπιλελησμένοι καὶ τὸν παρὰ τοῦ Θεοῦ σοι δεδομένον στέφανον ἥρπασαν, καὶ τὸν παρ' ἑαυτῶν οὐκ ἴσχυσάν σοι διατηρῆσαι. Καίτοι καὶ εἰ οὗτος ἔμενε, πολλῆς ἀθλιότητος ἦν ἐκείνου τοῦτον ἀλλάξασθαι· ὅταν δὲ καὶ οὗτος διαῤῥέῃ, ποίαν ἕξομεν ἀπολογίαν, ὑπὲρ τοῦ μὴ μένοντος τὸν μένοντα προδιδόντες, ὑπὲρ τῆς τῶν ὀλίγων εὐφημίας τοσαῦτα ἀπολλύντες ἀγαθά; Καίτοι εἰ καὶ πολλοὶ οἱ ἐπαινοῦντες εἶεν, καὶ οὗτοι τοῦ ταλανίζεσθαι ἄξιοι, καὶ τότε μᾶλλον, ὅταν πλείους οἱ τοῦτο ποιοῦντες ὦσιν. Εἰ δὲ θαυμάζεις τὸ εἰρημένον, ἄκουσον τοῦ Χριστοῦ ταῦτα ψηφιζομένου· Οὐαὶ γὰρ ὑμῖν, φησὶν, ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι. Καὶ μάλα εἰκότως. Εἰ γὰρ ἑκάστης τέχνης τοὺς δημιουργοὺς δεῖ ζητεῖν κριτὰς, πῶς τῆς ἀρετῆς τὴν δοκιμασίαν τοῖς πολλοῖς ἐπιτρέπεις, ἀλλ' οὐχὶ πρὸ πάντων ἐκείνῳ τῷ μάλιστα πάντων εἰδότι, καὶ συγκροτῆσαι καὶ στεφανῶσαι δυναμένῳ; Τοῦτο τοίνυν τὸ ῥῆμα ἐγγράψωμεν καὶ τοίχοις καὶ θύραις καὶ διανοίᾳ, καὶ συνεχῶς λέγωμεν πρὸς ἑαυτούς· Οὐαὶ ἡμῖν, ὅταν καλῶς εἴπωσιν ἡμᾶς πάντες οἱ ἄνθρωποι. Καὶ γὰρ καὶ αὐτοὶ οἱ λέγοντες, ὕστερον διαβάλλουσιν ὡς κενόδοξον καὶ φι λότιμον καὶ ἐρῶντα τῆς παρ' αὐτῶν εὐφημίας. Ἀλλ' οὐχ ὁ Θεὸς οὕτως, ἀλλ' ὅταν ἴδῃ σε ἐρῶντα τῆς παρ' αὐτοῦ δόξης, τότε σε μάλιστα ἐπαινέσεται καὶ θαυμάσεται καὶ ἀνακηρύξει. Ὁ δὲ ἄνθρωπος οὐχ οὕτως, ἀλλὰ λαβών σε δοῦλον ἀντ' ἐλευθέρου, καὶ διὰ ψιλοῦ ῥήματος πολλάκις σοι χαρισάμενος ἔπαινον ψευδῆ. ἥρπασεν ἀπὸ σοῦ μισθὸν ἀληθῆ, καὶ ἀργυρωνήτου μᾶλλον ὑπέταξεν. Ἐκείνους μὲν γὰρ μετὰ τὰ ἐπιτάγματα ἔχουσιν ὑπακούοντας οἱ δεσπόται, σὺ δὲ καὶ χωρὶς ἐπιταγμάτων δουλεύεις. Οὐδὲ γὰρ ἀναμένεις ἀκοῦσαί τι παρ' αὐτῶν, ἀλλ' ἂν γνῷς μόνον δι' ὧν αὐτοῖς χαριῇ, οὐδὲ ἐπιταττόντων αὐτῶν πάντα ποιεῖς. Πόσης οὖν οὐκ ἂν εἴημεν ἄξιοι γεέννης τοὺς μὲν μοχθηροὺς τέρποντες, καὶ πρὶν ἐπιτάξουσι θεραπεύοντες, τοῦ δὲ Θεοῦ καθ' ἑκάστην ἡμέραν ἐγκελευομένου καὶ παραινοῦντος, μηδὲ οὕτως ἀκούοντες; Καίτοι γε εἰ δόξης καὶ ἐπαίνων ἐρᾷς, φεῦγε τὸν παρ' ἀνθρώπων ἔπαινον, καὶ τότε ἐπιτεύξῃ δόξης· ἀποστράφηθι τὰς εὐφημίας, καὶ τότε μυρίων ἀπολαύσεις τῶν ἐπαίνων καὶ παρὰ Θεῷ, καὶ παρ' ἀνθρώποις. Οὐδένα γὰρ οὕτω δοξάζειν εἰώθαμεν ὡς τὸν ὑπερορῶντα δόξης, οὐδὲ ἐπαινεῖν καὶ θαυμάζειν ὡς τὸν καταφρονοῦντα τοῦ θαυμάζεσθαι καὶ ἐπαινεῖσθαι· εἰ δὲ ἡμεῖς, πολλῷ μᾶλλον ὁ τῶν ὅλων Θεός. Ὅταν δὲ ἐκεῖνός σε δοξάζῃ καὶ ἐπαινῇ, τίς σου μακαριστότερος γένοιτ' ἄν; Καὶ γὰρ ὅσον δόξης καὶ ἀτιμίας τὸ μέσον, τοσοῦτον τῆς ἄνωθεν δόξης πρὸς τὴν ἀνθρωπίνην τὸ διάφορον· μᾶλλον δὲ πολλῷ πλέον καὶ ἄπειρον. Εἰ γὰρ καὶ μηδενὶ παραβαλλομένη αὕτη αἰσχρά τίς ἐστι καὶ δυσειδὴς, ὅταν καὶ πρὸς ἑτέραν αὐτὴν ἀντεξετάζωμεν, ἐννόησον ὅσον φανεῖται τὸ αἶσχος. Καθάπερ γὰρ ἑταιριζομένη γυνὴ καὶ ἐπὶ τοῦ στέγους ἑστῶσα πᾶσαν ἑαυτὴν ἐκδίδωσιν, οὕτω καὶ οἱ κενοδοξίας δοῦλοι· μᾶλλον δὲ καὶ ἐκείνης αἰσχίους οὗτοι. Ἐκεῖναι μὲν γὰρ πολλαχοῦ κατεφρόνησάν τινων ἐρασθέντων αὐτῶν· σὺ δὲ ἅπασι σαυτὸν προὔθηκας, καὶ δραπέταις καὶ λῃσταῖς καὶ βαλαντιοτόμοις. Ἀπὸ γὰρ τούτων καὶ τῶν τοιούτων τὰ ἐπαινοῦντα ὑμᾶς συνέστηκε θέατρα· καὶ οὓς καθ' ἑαυτοὺς ὄντας οὐδενὸς ἀξίους εἶναι νομίζεις, τούτους συλλεγέντας τῆς σεαυτοῦ προτιμᾷς σωτηρίας, καὶ πάντων ἐκείνων ἀτιμότερον σαυτὸν ἀποφαίνεις.

εʹ. Πῶς γὰρ οὐκ ἀτιμότερος ὁ τῆς παρ' ἐκείνων δεόμενος εὐφημίας, καὶ μὴ νομίζων ἀρκεῖν σεαυτῷ, εἰ μὴ τὴν παρ' ἑτέρων δόξαν λάβοις; Οὐκ ἐννοεῖς, εἰπέ μοι, μετὰ τῶν εἰρημένων, ὅτι περίβλεπτος μὲν ὢν καὶ πᾶσι κατάδηλος, ἂν ἁμάρτῃς, μυρίους ἔχεις κατηγόρους· ἄγνωστος δὲ, κἂν ἐν ἀσφαλείᾳ μενεῖς; Ναὶ, φησίν· ἀλλὰ καὶ κατορθῶν μυρίους ἔχω τοὺς θαυμαστάς. Τοῦτο γάρ ἐστι τὸ δεινὸν, ὅτι οὐ μόνον ἁμαρτάνοντά σε, ἀλλὰ καὶ κατορθοῦντα βλάπτει τῆς κενοδοξίας ἡ νόσος, τότε μὲν μυρίους ὑποσκελίζουσα, νῦν πάντα σου κενοῦσα τὸν μισθόν. ∆εινὸν μὲν οὖν, καὶ πάσης ἀτιμίας ἀνάμεστον, τὸ καὶ ἐν πολιτικοῖς πράγμασι δόξης ἐρᾷν· ὅταν δὲ καὶ ἐν τοῖς πνευματικοῖς τὸ αὐτὸ τοῦτο πάσχῃς, τίς λείπεταί σοι συγγνώμη λοιπὸν, μηδὲ τοσαύτην βουλομένῳ παρασχεῖν τῷ Θεῷ τιμὴν, ὅσην αὐτὸς παρὰ τῶν οἰκετῶν ἔχεις; καὶ γὰρ ὁ δοῦλος πρὸς τοὺς ὀφθαλμοὺς ὁρᾷ τοῦ δεσπότου, καὶ ὁ μισθωτὸς πρὸς τὸν τοῦ ἔργου κύριον τὸν μέλλοντα ἀποδιδόναι μισθοὺς, καὶ ὁ μαθητὴς πρὸς τὸν διδάσκαλον· σὺ δὲ τοὐναντίον ἅπαν, τὸν μισθωσάμενόν σε Θεὸν ἀφεὶς καὶ τὸν ∆εσπότην, πρὸς τοὺς ὁμοδούλους βλέπεις, καὶ ταῦτα εἰδὼς, ὅτι ὁ μὲν Θεὸς μέμνηται καὶ εἰς τὰ μετὰ ταῦτα τῶν σῶν κατορθωμάτων, ἄνθρωπος δὲ εἰς τὸ παρόν· καὶ ἐν οὐρανῷ τὸ θέατρον ἔχων καθήμενον, τοὺς ἐπὶ γῆς θεατὰς συνάγεις. Καὶ ὁ μὲν ἀθλητὴς ἔνθα ἀγωνίζεται, ἐκεῖ βούλεται εὐδοκιμεῖν· σὺ δὲ ἀγωνιζόμενος ἄνω, κάτω στεφανοῦσθαι σπουδάζεις. Καὶ τί ταύτης χεῖρον γένοιτ' ἂν τῆς ἀνοίας; Ἴδωμεν δὲ, εἰ δοκεῖ, καὶ τοὺς στεφάνους· ὁ μὲν γὰρ ἐξ ἀπονοίας σύγκειται, ὁ δὲ ἐκ τῆς πρὸς ἕτερον βασκανίας, ὁ δὲ ἐξ εἰρωνείας καὶ κολακείας, ὁ δὲ ἀπὸ χρημάτων, ὁ δὲ ἀπὸ δουλοπρεποῦς διανοίας. Καὶ καθάπερ τὰ παιδία τὰ παίζοντα χόρτου στέφανον ἐπιτιθέασιν ἀλλήλοις, καὶ τοῦ στεφανωθέντος οὐκ εἰδότος καταγελῶσιν ὄπισθεν πολλάκις· οὕτω δὴ καὶ νῦν οἱ ἐγκωμιάζοντές σε, καθ' ἑαυτοὺς πολλάκις ἐχλεύασαν, τὸν χόρτον ἡμῖν ἐπιτιθέντες· καὶ εἴθε χόρτον μόνον· νυνὶ δὲ καὶ πολλῆς γέμει βλάβης ὁ στέφανος, καὶ πάντα ἡμῶν ἀπόλλυσι τὰ κατορθώματα. Ἐννοήσας τοίνυν αὐτοῦ τὸ εὐτελὲς, φεῦγε τὴν ζημίαν. Πόσους γὰρ εἶναι βούλει σου τοὺς ἐπαινέτας; ἑκατὸν, ἢ δὶς τοσούτους καὶ τρὶς καὶ τετράκις; μᾶλλον δὲ, εἰ βούλει, τίθει δεκάκις τοσούτους καὶ εἰκοσάκις, καὶ ἔστωσαν δισχίλιοι καὶ τετρακισχίλιοι· εἰ δὲ βούλει, καὶ μυρίοι οἱ κροτοῦντες· ἀλλ' οὐδὲν οὗτοι κολοιῶν κραζόντων διαφέρουσι· μᾶλλον δὲ, ἂν ἐννοήσῃς τὸ τῶν ἀγγέλων θέατρον, καὶ σκωλήκων οὗτοι φανοῦνται εὐτελέστεροι, καὶ ἀράχνης ἀσθενεστέρα αὐτῶν ἡ εὐφημία, καὶ καπνῶν καὶ ὀνειράτων. Ἄκουσον γοῦν πῶς ὁ Παῦλος ὁ ταῦτα διεσκεμμένος ἀκριβῶς, οὐ μόνον αὐτὰ οὐκ ἐπιζητεῖ, ἀλλὰ καὶ ἀπεύχεται, λέγων· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ. Ταύτην τοίνυν καὶ σὺ ζήλωσον τὴν καύχησιν, ἵνα μὴ παροξύνῃς τὸν ∆εσπότην. Καὶ γὰρ εἰς τὸν Θεὸν ὑβρίζεις, τοῦτο ποιῶν, οὐχὶ σεαυτὸν μόνον. Οὐδὲ γὰρ εἰ ζωγράφος ὢν μαθητήν τινα εἶχες, εἶτα ἐκεῖνος ἀφεὶς ἐπιδείξασθαί σοι τὰ τῆς τέχνης, τὸν πίνακα ἔξω προτιθεὶς τοῖς παρατηροῦσιν ἁπλῶς, πράως ἂν ἤνεγκας. Εἰ δὲ ἐπὶ τῶν ὁμοδούλων τοῦτο ὕβρις, πολλῷ μᾶλλον ἐπὶ τοῦ ∆εσπότου. Εἰ δὲ ἑτέρωθεν βούλει μαθεῖν τοῦ πράγματος καταφρονεῖν, ὑψηλὸς γενοῦ τῇ διανοίᾳ, καταγέλασον τῶν ὁρωμένων, αὔξησον τῆς ἀληθοῦς δόξης τὸν ἔρωτα, ἐμπλήσθητι φρονήματος πνευματικοῦ, εἰπὲ πρὸς τὴν ψυχὴν, ὡς Παῦλος εἶπεν· Οὐκ οἶδας, ὅτι ἀγγέλους κρινοῦμεν; καὶ ἀναστήσας αὐτὴν ἐντεῦθεν, ἐπιτίμησον λοιπὸν καὶ εἰπέ· Ἡ ἀγγέλους κρινοῦσα, ὑπὸ καθαρμάτων κρίνεσθαι βούλει, καὶ μετὰ τῶν ὀρχηστῶν ἐπαινεῖσθαι καὶ μίμων καὶ θηριομάχων καὶ ἡνιόχων; ταύτας γὰρ οὗτοι τὰς εὐφημίας διώκουσιν. Ἀλλὰ σὺ ὑψηλότερον τῆς τούτων κραυγῆς τὸ πτερὸν κατασκεύασον, καὶ ζήλω σον τὸν τῆς ἐρημίας πολίτην Ἰωάννην, καὶ μάθε πῶς ὑπερεώρα πλήθους ἐκεῖνος, καὶ κολακεύοντας ὁρῶν οὐκ ἐπεστρέφετο, ἀλλ' ὁρῶν ἅπαντας τοὺς τὴν Παλαιστίνην οἰκοῦντας περὶ αὐτὸν ἐκκεχυμένους καὶ θαυμάζοντας καὶ ἐκπληττομένους, οὐκ ἐχαυνοῦτο τῇ τοσαύτῃ τιμῇ, ἀλλὰ καὶ κατεξανίστατο αὐτῶν, καὶ ὡς ἑνὶ μειρακίῳ, δήμῳ τοσούτῳ διαλεγόμενος, οὕτως ἐπέπληττε λέγων· Ὄφεις, γεννήματα ἐχιδνῶν. Καίτοι γε δι' αὐτὸν συνέδραμον, καὶ τὰς πόλεις ἀφῆκαν, ὥστε τὴν ἱερὰν κεφαλὴν ἐκείνην ἰδεῖν· ἀλλ' ὅμως οὐδὲν αὐτῶν τοῦτον ἐξέλυσε· πόῤῥω γὰρ ἦν δόξης, καὶ τύφου παντὸς ἐλεύθερος. Οὕτω καὶ ὁ Στέφανος ὁρῶν τὸν αὐτὸν δῆμον πάλιν οὐχὶ τιμῶντα, ἀλλὰ μαινόμενον καὶ τρίζοντα τοὺς ὀδόντας, ὑψηλότερος αὐτῶν γενόμενος τῆς ὀργῆς, ἔλεγε· Σκληροτράχηλοι, καὶ ἀπερίτμητοι ταῖς καρδίαις. Οὕτω καὶ ὁ Ἠλίας, τῶν στρατοπέδων παρόντων ἐκείνων καὶ τοῦ βασιλέως καὶ τοῦ δήμου παντὸς, ἔλεγεν· Ἕως πότε χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; Ἀλλ' ἡμεῖς ἅπαντας κολακεύομεν, θεραπεύομεν, τῇ δουλοπρεπεῖ διακονίᾳ ταύτῃ τὴν ἐκείνων τιμὴν ὠνούμενοι. ∆ιὰ τοῦτο πάντα ἄνω καὶ κάτω γέγονε, καὶ τῆς χάριτος ταύτης ἐξεπέσομεν, καὶ ὁ προδέδοται τὰ τοῦ Χριστιανισμοῦ πράγματα, καὶ πάντα ἠμέληται διὰ τὴν τῶν πολλῶν δόξαν. Ἐξορίσωμεν τοίνυν τὸ πάθος, καὶ τότε εἰσόμεθα καλῶς τὴν ἐλευθερίαν καὶ τὸν λιμένα καὶ τὴν γαλήνην. Ὁ μὲν γὰρ κενόδοξος τοῖς χειμαζομένοις ἔοικεν, ἀεὶ τρέμων καὶ δεδοικὼς καὶ μυρίους θεραπεύων δεσπότας· ὁ δὲ ταύτης τῆς τυραννίδος ἔξω ὢν, τοῖς ἐν λιμέσι καθημένοις καὶ ἐλευθερίας ἀπολαύουσι καθαρᾶς. Ἀλλ' οὐκ ἐκεῖνος, ἀλλ' ὅσοις ἐστὶ γνώριμος, τοσούτους ἔχει δεσπότας, πᾶσι δουλεύειν ἀναγκαζόμενος. Πῶς οὖν ἀπαλλαγησόμεθα τῆς χαλεπῆς ταύτης δουλείας; Ἂν ἑτέρας ἐρασθῶμεν δόξης, τῆς ὄντως δόξης. Καθάπερ γὰρ τοὺς τῶν σωμάτων ἐρῶντας λαμπροτέρα ἑτέρα φανεῖσα ὄψις τῆς προτέρας ἀπέστησεν· οὕτω δὴ καὶ τοὺς δόξης ἐπιθυμοῦντας τῆς παρ' ἡμῖν, ἡ ἐκ τῶν οὐρανῶν λάμψασα δόξα ἀπαγαγεῖν ταύτης δυνήσεται. Ἴδωμεν τοίνυν ἐκείνην, καὶ καταμάθωμεν αὐτὴν ἀκριβῶς, ἵνα τὸ κάλλος αὐτῆς θαυμάσαντες, φύγωμεν ταύτης τὴν αἰσχρότητα, καὶ πολλῆς ἀπολαύσωμεν ἡδονῆς, ἐντρυφῶντες ἐκείνῃ διηνεκῶς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΗʹ.

Πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ ἀκούσουσι χωρὶς κηρύσσοντος; πῶς δὲ κηρύ ξουσιν, ἐὰν μὴ ἀποσταλῶσι; καθὼς γέγραπται.

αʹ. Πάλιν ἀναιρεῖ τὴν συγγνώμην αὐτῶν. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Μαρτυρῶ αὐτοῖς, ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν· καὶ, ὅτι Ἀγνοοῦντες τὴν τοῦ Θεοῦ δικαιοσύνην, οὐχ ὑπετάγησαν, δείκνυσι λοιπὸν, ὅτι καὶ αὐτῆς τῆς ἀγνοίας δίκην ὀφείλουσι τῷ Θεῷ. Καὶ οὐ λέγει μὲν οὕτω, κατασκευάζει δὲ τοῦτο κατὰ ἐρώτησιν προάγων τὸν λόγον, καὶ σαφέστερον ποιῶν τὸν ἔλεγχον τῷ κατὰ ἀντίθεσιν καὶ λύσιν ἅπαν ὑφᾶναι τουτὶ τὸ χωρίον. Σκόπει δέ· Ἄνωθεν, φησὶν, Εἶπεν ὁ προφήτης, ὅτι Πᾶς, ὃς ἐὰν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Ἀλλ' ἴσως ἔχοι τις ἂν εἰπεῖν· Καὶ πῶς ἐδύναντο ἐπικαλέσασθαι τοῦτον, ᾧ οὐκ ἐπίστευσαν; Εἶτα ἐρώτησις παρ' αὐτοῦ μετὰ τὴν ἀντίθεσιν· Καὶ διὰ τί οὐκ ἐπίστευσαν; Καὶ πάλιν ἀντίθεσις· πάντως ἔχει τις εἰπεῖν· Καὶ πῶς εἶχον πιστεῦσαι μὴ ἀκούσαντες; Καὶ μὴν ἤκουσαν, φησίν. Εἶτα ἑτέρα πάλιν ἀντίθεσις· Καὶ πῶς ἠδύναντο ἀκοῦσαι χωρὶς κηρύσσοντος; εἶτα πάλιν λύσις· Καὶ μὴν ἐκήρυξαν, καὶ ἀπεστάλησαν εἰς αὐτὸ τοῦτο πολλοί. Καὶ πόθεν δῆλον, ὅτι οὗτοί εἰσιν ἐκεῖνοι οἱ ἀποσταλέντες; Τότε λοιπὸν εἰσάγει τὸν προφήτην λέγοντα· Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά. Ὁρᾷς πῶς ἀπὸ τοῦ τρόπου τοῦ κηρύγματος δείκνυσι τοὺς κήρυκας; Οὐδὲν γὰρ ἄλλο περιῄεσαν οὗτοι πανταχόθεν λέγοντες, ἀλλ' ἢ τὰ ἀγαθὰ ἐκεῖνα τὰ ἀπόῤῥητα καὶ τὴν τοῦ Θεοῦ πρὸς ἀνθρώπους γεγενημένην εἰρήνην. Ὥστε ἀπιστοῦντες. οὐχ ἡμῖν ἀπιστεῖτε, φησὶν, ἀλλὰ τῷ Ἡσαΐᾳ τῷ πρὸ πολλῶν ἐτῶν εἰπόντι, ὅτι καὶ ἀποσταλησόμεθα καὶ κηρύξομεν καὶ ἐροῦμεν ὅπερ εἰρήκαμεν. Εἰ τοίνυν τὸ μὲν σωθῆναι ἐκ τοῦ ἐπικαλέσασθαι ἦν, τὸ δὲ ἐπικαλέσασθαι ἐκ τοῦ πιστεῦσαι, τὸ δὲ πιστεῦσαι ἐκ τοῦ ἀκοῦσαι, τὸ δὲ ἀκοῦσαι ἐκ τοῦ κηρῦξαι, τὸ δὲ κηρῦξαι ἐκ τοῦ ἀποσταλῆναι, ἀπεστάλησαν δὲ καὶ ἐκήρυξαν, καὶ μετ' αὐτῶν ὁ προφήτης περιῄει δεικνὺς αὐτοὺς καὶ ἀνακηρύττων καὶ λέγων, ὅτι Οὗτοί εἰσιν, οὓς πρὸ πολλῶν ἄνωθεν ἐδήλουν χρόνων, ὧν καὶ τοὺς πόδας ἐνεκωμίαζον διὰ τὸν τοῦ κηρύγματος τρόπον· εὔδηλον, ὅτι τὸ μὴ πιστεῦσαι, ἐκείνων ἔγκλημα γέγονε μόνον· καὶ γὰρ τὰ παρὰ Θεοῦ πάντα ἀπήρτισται. Ἀλλ' οὐ πάντες ὑπήκουσαν τῷ Εὐαγγελίῳ. Ἡσαΐας γὰρ λέγει· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; Ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ. Ἐπειδὴ πάλιν ἑτέραν ἐπήγοντο ἀντίθεσιν λέγοντες, ὅτι Καὶ μὴν εἰ ἦσαν οὗτοι οἱ ἀπεσταλμένοι καὶ παρὰ τοῦ Θεοῦ πεμφθέντες, ἔδει πάντας ὑπακοῦσαι· σκόπει τοῦ Παύλου τὴν σύνεσιν, πῶς αὐτὸ τοῦτο, ὃ τὸν θόρυβον ἐποίει, τοῦ θορύβου καὶ τῆς ταραχῆς δείκνυσιν ὂν ἀναιρετικόν. Τί γάρ σε σκανδαλίζει, φησὶν, ὦ Ἰουδαῖε, μετὰ τοσαύτην καὶ τηλικαύτην μαρτυρίαν καὶ πραγμάτων ἀπόδειξιν, ὅτι οὐ πάντες ὑπήκουσαν τῷ Εὐαγγελίῳ; Τοῦτο μὲν οὖν αὐτὸ μετὰ τῶν ἄλλων ἱκανόν σε πιστώσασθαι ὑπὲρ τῶν εἰρημένων, τὸ μὴ πάντας ὑπακούειν· καὶ γὰρ καὶ τοῦτο ἄνωθεν προεῖπεν ὁ προφήτης. Καὶ σκόπει τὴν ἄφατον σοφίαν, πῶς πλέον δείκνυσιν, ἢ προσεδόκων ἐκεῖνοι καὶ ἤλπιζον ἀντερεῖν. Τί γάρ φατε, φησίν; ὅτι οὐ πάντες ὑπήκουσαν τῷ Εὐαγγελίῳ; Ἀλλὰ καὶ τοῦτο ἄνωθεν προεῖπεν Ἡσαΐας· μᾶλλον δὲ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ πολλῷ τούτου πλέον. Ὑμεῖς μὲν γὰρ ἐγκαλεῖτε διὰ τί μὴ πάντες ὑπήκουσαν· ὁ δὲ Ἡσαΐας πλέον τούτου λέγει. Τί γάρ φησι; Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; Εἶτα, ἐπειδὴ τὸν θόρυβον τοῦτον ἐξεῖλε παρεμβαλὼν τὸν προφήτην, πάλιν ἔχεται τῆς προτέρας ἀκολουθίας. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι ἐπικαλέσασθαι ἔδει, τοὺς δὲ ἐπικαλουμένους πιστεῦσαι, τοὺς πιστεύοντας ἀκοῦσαι πρῶτον, τοὺς δὲ μέλλοντας ἀκούσασθαι τοὺς κηρύσσοντας ἔχειν, τοὺς δὲ κηρύσσοντας ἀπεστάλθαι, καὶ ἔδειξεν ὅτι ἀπεστάλησαν καὶ ὅτι ἐκήρυξαν· ἑτέραν πάλιν εἰσάγειν μέλλων ἀντίθεσιν, ἀφορμὴν λαβὼν πρότερον ἀπὸ ἑτέρας μαρτυρίας τοῦ προφήτου, καθ' ἢν ἔλυσε τὴν μικρῷ πρὸ ταύτης ἀντίθεσιν, οὕτως αὐτὴν πλέκει καὶ συνείρει τοῖς προτέροις. Ἐπειδὴ γὰρ παρήγαγε τὸν προφήτην λέγοντα· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; εὐκαίρως τῆς μαρτυρίας ἐπιλαβόμενος, φησίν· Ἄρα ἡ πίστις ἐξ ἀκοῆς. Τοῦτο δὲ οὐχ ἁπλῶς τέθεικεν, ἀλλ' ἐπειδὴ καθ' ἕκαστον καιρὸν σημεῖα ἐζήτουν Ἰουδαῖοι, καὶ τὴν ὄψιν τῆς ἀναστάσεως, καὶ πολλοὶ πρὸς ταῦτα κεχηνότες ἦσαν, φησὶν, ὅτι Καὶ μὴν ὁ προφήτης ἐπηγγείλατο, ὅτι ἐξ ἀκοῆς ἡμᾶς δεῖ πιστεῦσαι. ∆ιὸ πρότερον αὐτὸ κατασκευάζει, καί φησιν· Ἄρα ἡ πίστις ἐξ ἀκοῆς. Εἶτα, ἐπειδὴ ἐδόκει τοῦτο εὐτελὲς εἶναι, ὅρα πῶς αὐτὸ ἀνάγει. Οὐ γὰρ ἁπλῶς ἀκούειν εἶπον, φησὶν, οὐδ' ὅτι ἀνθρωπίνων δεῖ ῥημάτων ἀκοῦσαι καὶ πιστεῦσαι, ἀλλ' ἀκοὴν μεγάλην λέγω· ἡ γὰρ ἀκοὴ διὰ ῥήματος τοῦ Θεοῦ. Οὐ γὰρ τὰ αὑτῶν ἔλεγον, ἀλλὰ τὰ παρὰ τοῦ Θεοῦ μανθάνοντες ἀπήγγελλον· ὃ σημείων ἐστὶν ὑψηλότερον. Τῷ γὰρ Θεῷ καὶ λέγοντι καὶ θαυματουργοῦντι ὁμοίως πιστεύειν καὶ πείθεσθαι δεῖ· ἐπεὶ καὶ τὰ ἔργα καὶ τὰ θαύματα ἀπὸ τῶν λόγων ἐστὶ τῶν ἐκείνου· καὶ γὰρ καὶ ὁ οὐρανὸς καὶ τὰ ἄλλα πάντα οὕτως ἔστη.

βʹ. ∆είξας τοίνυν, ὅτι δεῖ πιστεῦσαι τοῖς προφήταις ἀεὶ τὰ τοῦ Θεοῦ λέγουσι, καὶ ἀκροάσεως μηδὲν πλέον ἐπιζητῆσαι, ἐπάγει λοιπὸν τὴν ἀντίθεσιν, ἢν εἶπον, καί φησιν· Ἀλλὰ λέγω, Μὴ οὐκ ἤκουσαν; Τί γὰρ, φησὶν, εἰ ἀπεστάλησαν οἱ κηρύσσοντες, καὶ ἐκήρυξαν ἅπερ ἐκελεύσθησαν, οὗτοι δὲ οὐκ ἤκουσαν; Εἶτα μεθ' ὑπερβολῆς πάσης ἡ λύσις τῆς ἀντιθέσεως· Μενοῦνγε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Τί λέγεις, φησίν; οὐκ ἤκουσαν; Ἡ οἰκουμένη καὶ τὰ πέρατα τῆς γῆς ἤκουσαν· καὶ ὑμεῖς, παρ' οἷς τοσοῦτον οἱ κήρυκες διέτριψαν χρόνον, καὶ ὅθεν ἦσαν, οὐκ ἠκούσατε; καὶ πῶς ἂν ἔχοι λόγον; Εἰ γὰρ τὰ πέρατα τῆς οἰκουμένης ἤκουσε, πολλῷ μᾶλλον ὑμεῖς. Εἶτα πάλιν ἑτέρα ἀντίθεσις· Ἀλλὰ λέγω, Μὴ Ἰσραὴλ οὐκ ἔγνω; Τί γὰρ, εἰ ἤκουσαν μὲν, οὐκ ἐνόησαν δὲ τὰ εἰρημένα, οὐδὲ συνῆκαν, ὅτι ἐκεῖνοι οὗτοι ἦσαν οἱ ἀποσταλέντες; οὐκ ἄξιοι συγγνώμης τῆς ἀγνοίας ταύτης ἕνεκεν; Οὐδαμῶς. Καὶ γὰρ ὁ Ἡσαΐας ἐχαρακτήρισεν αὐτοὺς, εἰπών· Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην· καὶ πρὸ τούτου πάλιν ὁ νομοθέτης αὐτός· διὸ καὶ ἐπήγαγε· Πρῶτος Μωϋσῆς λέγει· Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ' οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς. Ὥστε καὶ ἐντεῦθεν ἐχρῆν γνωρίσαι τοὺς κήρυκας, οὐκ ἀφ' ὧν ἠπίστησαν οὗτοι μόνον, οὐκ ἀφ' ὧν εἰρήνην ἐκήρυττον ἐκεῖνοι, οὐκ ἀφ' ὧν τὰ ἀγαθὰ ἐκεῖνα εὐηγγελίζοντο, οὐκ ἀφ' ὧν πανταχοῦ τῆς οἰκουμένης ὁ λόγος ἐσπείρετο, ἀλλὰ καὶ ἀφ' ὧν τοὺς καταδεεστέρους αὐτῶν τοὺς ἐξ ἐθνῶν εἶδον ἐν πλείονι ὄντας τιμῇ. Ἃ γὰρ μηδέποτε ἤκουσαν οὗτοι, μηδὲ τούτων οἱ πρόγονοι, ταῦτα ἐξαίφνης ἐφιλοσόφουν ἐκεῖνοι· ὅπερ ἐπιτεταμένης ἦν τιμῆς, παρακνιζούσης αὐτοὺς, καὶ εἰς ζῆλον ἀγούσης, καὶ εἰς μνήμην τῆς προφητείας Μωϋσέως τῆς λεγούσης· Παραζηλώσω ὑμᾶς ἐπ' οὐκ ἔθνει. Οὐ γὰρ δὴ μόνον τὸ μέγεθος τῆς τιμῆς ἱκανὸν ἦν αὐτοὺς εἰς ζῆλον ἐμβαλεῖν, ἀλλὰ καὶ τὸ οὕτως εὐτελὲς εἶναι τὸ ἔθνος τὸ τούτων ἀπολαῦσαν, ὡς μηδὲ ἔθνος ἄξιον εἶναι λογίζεσθαι. Ἐγὼ γὰρ παραζηλώσω ὑμᾶς ἐπ' οὐκ ἔθνει, φησὶν, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς. Τί γὰρ Ἑλλήνων ἀσυνετώτερον ἦν; τί δὲ εὐτελέστερον; Ὅρα πῶς διὰ πάντων γνωρίσματα καὶ σημεῖα σαφῆ τῶν καιρῶν τούτων ἄνωθεν ἔδωκεν ὁ Θεὸς αὐτοῖς, ὥστε διανοῖξαι αὐτῶν τὴν πώρωσιν. Οὐδὲ γὰρ ἐν γωνίᾳ μικρᾷ τὸ γενόμενον ἦν, ἀλλ' ἐν γῇ καὶ θαλάττῃ, καὶ πανταχοῦ τῆς οἰκουμένης· καὶ ἑώρων μυρίων ἀπολαύοντας ἀγαθῶν τοὺς πρότερον παρ' αὐτῶν καταφρονουμένους. Ἔδει τοίνυν ἐννοῆσαι, ὅτι τοῦτο ἐκεῖνό ἐστι τὸ ἔθνος, περὶ οὗ φησιν ὁ Μωϋσῆς· Παραζηλώσω ὑμᾶς ἐπ' οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς. Ἆρα οὖν Μωϋσῆς μόνος τοῦτο εἶπεν; Οὐδαμῶς, ἀλλὰ καὶ ὁ Ἡσαΐας μετ' ἐκεῖνον. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγε· Πρῶτον Μωϋσῆς· δεικνὺς ὅτι καὶ δεύτερος ἥξει τὰ αὐτὰ λέγων καὶ τρανότερον καὶ σαφέστερον. Ὥσπερ οὖν ἀνωτέρω εἶπε· Κράζει Ἡσαΐας· οὕτω καὶ ἐνταῦθα· Ἡσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐβιάσατο καὶ ἐφιλονείκησε μηδὲν συνεσκιασμένον εἰπεῖν, ἀλλὰ καὶ γυμνὰ πρὸ τῶν ὀφθαλμῶν ὑμῶν θεῖναι τὰ πράγματα, μᾶλλον δὲ ἑλόμενος κινδυνεύειν ἐκ τοῦ φανερῶς εἰπεῖν, ἢ τὴν οἰκείαν ὑφορώμενος σωτηρίαν, σκιὰν γοῦν ὑμῖν καταλιπεῖν ἀγνωμοσύνης· καίτοι γε προφητείας οὐκ ἦν τοῦτο οὕτως εἰπεῖν σαφῶς. Ἀλλ' ὅμως ὥστε ἐκ περιουσίας ὑμῶν ἐμφράξαι τὰ στόματα, σαφῶς πάνυ καὶ διαῤῥήδην πάντα προλέγει. Πάντα, ποῖα; Καὶ τὴν ὑμῶν ἔκπτωσιν, καὶ τὴν ἐκείνων εἰσαγωγὴν, οὕτω λέγων· Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν· ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι. Τίνες οὖν οἱ μὴ ζητοῦντες; τίνες οἱ μὴ ἐπερωτῶντες; Εὔδηλον ὅτι οὐκ Ἰουδαῖοι, ἀλλ' οἱ ἐξ ἐθνῶν, οἱ μηδέποτε αὐτὸν ἐπιγνόντες. Ὥσπερ οὖν Μωϋσῆς ἐχαρακτήρισεν αὐτοὺς εἰπών· Οὐκ ἔθνει, καὶ Ἔθνει ἀσυνέτῳ· οὕτω καὶ ἐνταῦθα ἀπὸ τῆς αὐτῆς ὑποθέσεως αὐτοὺς δηλοῖ, τῆς ἀγνοίας τῆς ἐπιτεταμένης· ὃ μεγίστη κατηγορία Ἰουδαίων ἦν, ὅτι οἱ μὴ ζητοῦντες εὗρον, καὶ οἱ ζητοῦντες ἀπώλεσαν. Πρὸς δὲ τὸν Ἰσραὴλ λέγει· Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα. Εἶδες πῶς τὸ ἄπορον ἐκεῖνο καὶ παρὰ πολλῶν ζητούμενον εὑρίσκεται ἄνωθεν καὶ ἐν τοῖς προφητικοῖς ῥήμασι κείμενον, καὶ σαφῶς λυόμενον; Τί δὲ τοῦτό ἐστιν; Ἤκουσας Παύλου ἔμπροσθεν λέγοντος· Τί οὖν ἐροῦμεν; Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην, κατέλαβε δικαιοσύνην· Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασε. Τοῦτο καὶ ὁ Ἡσαΐας ἐνταῦθά φησι· τὸ γὰρ, Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι, ταυτόν ἐστι τῷ εἰπεῖν, ὅτι Ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην, κατέλαβε δικαιοσύνην. Εἶτα δεικνὺς, ὅτι οὐ τῆς τοῦ Θεοῦ μόνον χάριτος ἦν τὸ γινόμενον, ἀλλὰ καὶ τῆς γνώμης τῶν προσελθόντων, ὥσπερ οὖν καὶ ἡ ἐκείνων ἔκπτωσις τῆς φιλονεικίας τῶν ἀπειθησάντων, ἄκουσον τί ἐπήγαγε· Πρὸς δὲ τὸν Ἰσραὴλ λέγει· Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα· ἡμέραν ἐνταῦθα τὸν πάντα χρόνον λέγων τὸν ἔμπροσθεν· τὸ δὲ ἐκπετάσαι τὰς χεῖρας, τὸ καλέσαι καὶ ἐπισπάσασθαι καὶ παρακαλέσαι δηλοῖ. Εἶτα δεικνὺς τὸ ἔγκλημα ἅπαν ἐκείνων ὂν, φησί· Πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.

γʹ. Εἶδες πόση ἡ κατηγορία; Οὗτοι μὲν γὰρ οὐδὲ παρακαλοῦντι ἐπείσθησαν, ἀλλὰ καὶ ἀντεῖπον, καὶ ταῦτα οὐχ ἅπαξ, οὐ δὶς, οὐ τρὶς, ἀλλὰ καὶ διὰ παντὸς τοῦ χρόνου ταῦτα ποιοῦντα ὁρῶντες· ἕτεροι δὲ οἱ μηδέποτε αὐτὸν ἐγνωκότες ἴσχυσαν αὐτὸν ἐπισπάσασθαι. Ἀλλ' οὐ λέγει, ὅτι αὐτοὶ ἴσχυσαν αὐτὸν ἐπισπάσασθαι, ἀλλὰ καθαιρῶν καὶ τῶν ἐξ ἐθνῶν τὰ φρονήματα, καὶ δεικνὺς τὴν αὐτοῦ χάριν τὸ πᾶν ἐργασαμένην φησὶν, ὅτι Ἐγὼ ἐμφανὴς ἐγενόμην, καὶ Ἐγὼ εὑρέθην. Οὐκοῦν κενοὶ πάντων ἐκεῖνοι, φησίν; Οὐδαμῶς· ἀλλὰ τὰ εὑρεθέντα λαβεῖν καὶ τὰ φανέντα ἐπιγνῶναι, τοῦτο παρ' ἑαυτῶν εἰσήνεγκαν. Εἶτα ἵνα μὴ λέγωσιν οὗτοι, ∆ιὰ τί οὖν καὶ ἡμῖν ἐμφανὴς οὐκ ἐγένου; τὸ πλέον τούτου τίθησιν, ὅτι Οὐ μόνον ἐμφανὴς ἐγενόμην, ἀλλὰ καὶ παρέμεινα τὰς χεῖρας ἀναπεταννὺς καὶ παρακαλῶν, πατρὸς φιλοστόργου καὶ μητρὸς φιλόπαιδος κηδεμονίαν ἐπιδεικνύμενος. Ὅρα πῶς σαφεστάτην τῶν ἔμπροσθεν διαπορηθέντων ἁπάντων τὴν λύσιν ἐπήγαγε, δείξας τῆς γνώμης αὐτῶν τὴν ἀπώλειαν γενομένην, καὶ ὡς πάντοθεν ἀνάξιοι συγγνώ μης εἰσί. Καὶ γὰρ καὶ ἀκούσαντες καὶ νοήσαντες τὰ λεγόμενα, οὐδὲ οὕτως ἐβουλήθησαν προσελθεῖν. Καὶ τὸ πολὺ πλέον, ὅτι οὐ μόνον ἀκοῦσαι αὐτοὺς ταῦτα ἐποίησεν, οὐδὲ μόνον νοῆσαι, ἀλλὰ καὶ ὃ μείζονα ἰσχὺν ἔχει πρὸς τὸ διεγεῖραι, καὶ φιλονεικοῦντας καὶ ἀντιλέγοντας ἐπισπάσασθαι, καὶ τοῦτο προσέθηκε. Ποῖον δὴ τοῦτο; Τὸ παρακνίσαι αὐτοὺς καὶ παραζηλῶσαι. Ἴστε γὰρ τοῦ πάθους τὴν τυραννίδα, καὶ ὅσην ἔχει τὴν ἰσχὺν τῆς ζηλοτυπίας ἡ φύσις πρὸς τὸ λῦσαι φιλονεικίαν ἅπασαν, καὶ τοὺς ἀναπεπτωκότας διαναστῆσαι. Καὶ τί δεῖ λέγειν ἐπ' ἀνθρώπων τοῦτο, ὅπου γε καὶ ἐπὶ ἀλόγων καὶ ἐπὶ τῆς ἡλικίας τῆς ἀώρου τῶν παιδίων πολλὴν τὴν δύναμιν ἐπιδείκνυται; Καὶ γὰρ παιδίον πολλάκις παρακαλούμενον μὲν οὐκ εἶξε τῷ πατρὶ, ἀλλ' ἔμεινε φιλονεικοῦν· ἑτέρου δὲ θεραπευθέντος παιδίου, καὶ μὴ καλούμενον ἐπανῆλθε πρὸς τοὺς κόλπους τοὺς πατρικοὺς, καὶ ὅπερ οὐκ ἴσχυσεν ἡ παράκλησις, τοῦτο ἐποίησεν ἡ παραζήλωσις. Τοῦτο τοίνυν καὶ ὁ Θεὸς ἐποίησεν. Οὐ γὰρ παρεκάλεσε μόνον, καὶ τὰς χεῖρας ἐξεπέτασεν, ἀλλὰ καὶ τὸ τῆς ζηλοτυπίας ἐν αὐτοῖς διήγειρε πάθος, τοὺς πολλῷ καταδεεστέρους αὐτῶν (ὃ μάλιστα ποιεῖ παραζήλωσιν) εἰσάγων, οὐκ εἰς τὰ ἐκείνων ἀγαθὰ, ἀλλ' ὃ πολλῷ μεῖζον ἦν καὶ τυραννικώτερον ποιεῖ τὸ πάθος, εἰς τὰ πολλῷ μείζονα ἐκείνων καὶ ἀναγκαιότερα, καὶ ἃ μηδὲ ὄναρ αὐτοί ποτε ἐφαντάσθησαν. Ἀλλ' οὐδὲ οὕτως εἶξαν. Τίνος οὖν ἂν εἶεν συγγνώμης ἄξιοι μετὰ τοσαύτης ὑπερβολῆς τὴν φιλονεικίαν ἐπιδειξάμενοι; Οὐδεμιᾶς. Ἀλλὰ τοῦτο μὲν αὐτὸς οὐ λέγει, καταλιμπάνει δὲ ἐκ τοῦ συμπεράσματος τῶν εἰρημένων τῷ συνειδότι τῶν ἀκουόντων αὐτὸ συλλογίσασθαι, καὶ πάλιν αὐτὸ καὶ διὰ τῶν ἑξῆς κατασκευάζει μετὰ τῆς εἰωθυίας αὐτῷ σοφίας. Ὅπερ γὰρ τοῖς ἔμπροσθεν ἐποίησεν, ἀντιθέσεις εἰσάγων καὶ ἐπὶ τοῦ νόμου καὶ ἐπὶ τοῦ λαοῦ, μείζονα κατηγορίαν ἐχούσας τῆς οὔσης, εἶτα ἐν τῇ λύσει τῇ ἀνατρεπούσῃ ταύτην τοσαῦτα συγχωρῶν, ὅσα ἐβούλετο, καὶ τὰ πράγματα ἐδίδου, ὥστε ἀνεπαχθῆ ποιῆσαι τὸν λόγον· τοῦτο καὶ ἐνταῦθα ποιεῖ, οὕτω γράφων· Λέγω οὖν, Μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, ὃν προέγνω; Μὴ γένοιτο. Καὶ σχῆμα διαποροῦντος εἰσάγει, ὡς ἐκ τῶν εἰρημένων λαβὼν τὴν ἀρχὴν, καὶ τὸ φοβερὸν τοῦτο θεὶς, τῇ ἀναιρέσει αὐτοῦ τὸ μετ' ἐκεῖνο λοιπὸν εὐπαράδεκτον ποιεῖ, ὃ διὰ τῶν ἔμπροσθεν ἁπάντων ἐσπούδασε δεῖξαι, τοῦτο καὶ ἐνταῦθα κατασκευάζων. Ποῖον δὴ τοῦτο; Ὅτι κἂν ὀλίγοι ὦσιν οἱ διασεσωσμένοι, τὰ τῆς ἐπαγγελίας ἕστηκε. ∆ιὰ τοῦτο οὐδὲ ἁπλῶς εἶπε, Τὸν λαὸν, ἀλλὰ προσέθηκεν· Ὃν προέγνω. Εἶτα ἐπάγων ἀπόδειξιν τοῦ μὴ ἀπῶσθαι τὸν λαὸν, φησί· Καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμὶ, ἐκ σπέρματος Ἀβραὰμ, φυλῆς Βενιαμίν. Ἐγὼ, φησὶν, ὁ διδάσκαλος, ὁ κήρυξ. Ἐπεὶ οὖν ἐδόκει τοῦτο ἐναντίον εἶναι τοῖς ἔμπροσθεν εἰρημένοις τοῖς λέγουσι· Τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ, Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖρας πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα· καὶ, Παραζηλώσω ὑμᾶς ἐπ' οὐκ ἔθνει· οὐκ ἠρκέσθη τῇ ἀπαγορεύσει, οὐδὲ τῷ εἰπεῖν, Μὴ γένοιτο, ἀλλὰ κατα σκευάζει αὐτὸ πάλιν ἀναλαμβάνων καὶ λέγων· Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ. Ἀλλὰ τοῦτο οὐκ ἔστι κατασκευὴ, φησὶν, ἀλλ' ἀπόφασις. Ὅρα οὖν τὴν κατασκευὴν τήν τε προτέραν καὶ τὴν μετ' ἐκείνην. Προτέρα μὲν γάρ ἐστι τὸ δεῖξαι, ὅτι αὐτὸς ἐκεῖθεν ἦν· οὐκ ἂν δὲ, εἰ ἀπωθεῖσθαι αὐτοὺς ἔμελλεν, ᾧ τὸ κήρυγμα πᾶν καὶ τὰ πράγματα τῆς οἰκουμένης ἐνεπίστευσε, καὶ τὰ μυστήρια πάντα, καὶ τὴν οἰκονομίαν ὅλην, τοῦτον ἂν ἐκεῖθεν ἐξελέξατο. Αὕτη μὲν οὖν μία κατασκευή· δευτέρα δὲ μετ' ἐκείνην, τὸ εἰπεῖν· Τὸν λαὸν, ὃν προέγνω· τουτέστιν, ὃν ᾔδει σαφῶς ἐπιτήδειον ὄντα καὶ τὴν πίστιν δεξόμενον· καὶ γὰρ τρισχίλιοι καὶ πεντακισχίλιοι καὶ μυρίοι ἐξ ἐκείνων ἦσαν πιστεύσαντες.

δʹ. Ἵνα γὰρ μὴ λέγῃ τις, Σὺ οὖν ὁ λαὸς εἶ; καὶ ἐπειδὴ σὺ ἐκλήθης, τὸ ἔθνος ἐκλήθη; ἐπήγαγεν· Οὐκ ἀπώσατο τὸν λαὸν αὑτοῦ, ὃν προέγνω. Ὡσανεὶ ἔλεγεν· Ἔχω μετ' ἐμοῦ τρισχιλίους, ἔχω πεντακισχιλίους, ἔχω μυρίους. Τί οὖν; ὁ λαὸς εἰς τρισχιλίους καὶ πεντακισχιλίους καὶ μυρίους περιέστη τὸ σπέρμα ἐκεῖνο τὸ μιμούμενον τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ τὴν ἄμμον τὴν θαλαττίαν; καὶ οὕτως ἡμᾶς ἀπατᾷς καὶ παραλογίζῃ, τὸν λαὸν ἅπαντα σαυτὸν τιθεὶς, καὶ τοὺς ὀλίγους τοὺς μετὰ σοῦ; καὶ κεναῖς ἡμᾶς ἐφύσησας ἐλπίσι τὴν ἐπαγγελίαν πεπληρῶσθαι λέγων, πάντων ἀπολλυμένων, καὶ εἰς ὀλίγους τῆς σωτηρίας περιστάσης; Κόμπος ταῦτα καὶ τῦφος, καὶ οὐκ ἀνασχοίμεθα τῶν σοφισμάτων τούτων. Ἵν' οὖν μὴ ταῦτα λέγωσιν, ὅρα πῶς διὰ τῶν ἑξῆς τὴν λύσιν ἐπάγει, τὴν μὲν ἀντίθεσιν οὐ θεὶς, πρὸ δὲ τῆς ἀντιθέσεως τὴν λύσιν αὐτῆς ἀπὸ παλαιᾶς ἱστορίας κατασκευάζων. Τίς οὖν ἡ λύσις; Οὐκ οἴδατε ἐν Ἠλίᾳ, φησὶ, τί λέγει ἡ Γραφή; ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραήλ; Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκαψαν· κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου. Ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. Οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονεν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαόν· εἰ γὰρ ἀπώσατο, οὐδένα ἂν ἐδέξατο· εἰ δὲ ἐδέξατό τινας, οὐκ ἀπώσατο. Καὶ μὴν, φησὶν, εἰ μὴ ἀπώσατο, πάντας ἂν ἐδέξατο. Οὐδαμῶς. Καὶ γὰρ ἐπὶ Ἠλίᾳ ἐν ἑπτακισχιλίοις περιέστη τὰ τῆς σωτηρίας, καὶ νῦν δὲ εἰκὸς πολλοὺς εἶναι τοὺς πεπιστευκότας. Εἰ δὲ ἀγνοεῖτε ὑμεῖς, θαυμαστὸν οὐδὲν, ἐπεὶ καὶ ὁ προφήτης ἐκεῖνος, ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ, ἠγνόει· ἀλλ' ὁ Θεὸς ᾠκονόμει τὰ ἑαυτοῦ, καὶ τοῦ προφήτου ἀγνοοῦντος. Σκόπει δὲ αὐτοῦ σύνεσιν, πῶς ἐν τῷ κατασκευάζειν τὸ προκείμενον, λανθανόντως τὴν κατηγορίαν αὐτῶν αὔξει. ∆ιὰ γὰρ τοῦτο καὶ πάσης ἐμνήσθη τῆς μαρτυρίας, ἵνα αὐτῶν ἐκπομπεύσῃ τὴν ἀγνωμοσύνην, καὶ δείξῃ τοιούτους ἄνωθεν ὄντας. Εἰ γὰρ μὴ τοῦτο ἤθελεν, ἀλλ' ἓν μόνον δεῖξαι ἐσπούδαζεν, ὅτι ἐν τοῖς ὀλίγοις ὁ λαὸς, εἶπεν ἂν, ὅτι καὶ ἐπὶ Ἠλία ἑπτακισχίλιοι ὑπελείφθησαν· νυνὶ δὲ ἄνωθεν ἀναγινώσκει τὴν μαρτυρίαν ἅπασαν. Πανταχοῦ γὰρ ἐσπούδακε δεῖξαι οὐδὲν ξένον ποιήσαντας ἐπὶ τοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων, ἀλλὰ τὰ συνήθη καὶ μεμελετημένα. Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι Ὡς πλάνον ἀνείλομεν τὸν Χριστὸν, καὶ ὡς ἀπατεῶνας διώκομεν τοὺς ἀποστόλους, παράγει τὴν μαρτυρίαν τὴν λέγουσαν· Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν. Εἶτα, ὥστε μὴ ποιῆσαι τὸν λόγον ἐπαχθῆ, ἑτέραν τῇ τῆς μαρτυρίας παραγωγῇ περιτίθησιν αἰτίαν. Οὐ γὰρ ὡς προηγουμένως αὐτῶν κατηγορῆσαι βουλόμενος παράγει, ἀλλ' ὡς ἕτερά τινα ἀποδεῖξαι σπουδάζων· καὶ ἀποστερεῖ πάσης αὐτοὺς συγγνώμης καὶ ἀπὸ τῶν ἔμπροσθεν γεγενημένων. Ὅρα γὰρ πῶς ἐπιτεταμένη ἡ κατηγορία καὶ ἀπὸ τοῦ προσώπου γίνεται. Οὐδὲ γὰρ Παῦλός ἐστιν ὁ κατηγορῶν, οὐδὲ Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, ἀλλ' ὁ μάλιστα πάντων παρ' αὐτοῖς θαυμασθεὶς, τῶν προφητῶν τὸ κεφάλαιον, ὁ τῷ Θεῷ φίλος, ὁ ὑπὲρ αὐτῶν οὕτω ζηλώσας, ὡς καὶ λιμῷ παραδοθῆναι, ὁ μέχρι σήμερον μηδέπω τετελευτηκώς. Τί οὖν οὗτός φησι; Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν, καὶ ὑπελείφθην ἐγὼ μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου. Τί τῆς θηριωδίας ταύτης ὠμότερον γένοιτ' ἄν; ∆έον γὰρ παρακαλεῖν ὑπὲρ τῶν ἤδη πλημμεληθέντων, οἱ δὲ καὶ αὐτὸν ἐβούλοντο ἀνελεῖν· ἅπερ ἅπαντα πάσης ἀπεστέρει συγγνώμης αὐτούς. Οὐδὲ γὰρ τοῦ λιμοῦ κρατοῦντος, ἀλλὰ τῆς εὐετηρίας γενομένης, καὶ τῆς αἰσχύνης λυθείσης, καὶ τῶν δαιμόνων καταισχυνθέντων, καὶ τῆς τοῦ Θεοῦ δειχθείσης δυνάμεως, καὶ τοῦ βασιλέως ὑποκύψαντος, ἐτόλμων ταῦτα ἐκεῖνοι, ἀπὸ φόνων εἰς φόνους μεταβαίνοντες, καὶ τοὺς διδασκάλους καὶ διορθοῦντας αὐτῶν τὴν γνώμην ἀναιροῦντες. Τί γὰρ ἂν ἔχοιεν εἰπεῖν; μὴ καὶ ἐκεῖνοι πλάνοι; μὴ καὶ ἐκείνους οὐκ ᾔδεισαν πόθεν ἦσαν; Ἀλλ' ἐλύπουν ὑμᾶς; Ἀλλὰ καὶ χρηστὰ ἔλεγον. Τί δὲ καὶ τὰ θυσιαστήρια; μὴ καὶ τὰ θυσιαστήρια ἐλύπει; μὴ καὶ αὐτὰ παρώξυνεν; Ὅρα πόσης φιλονεικίας, πόσης ὕβρεως ἐξήνεγκαν ἀεὶ δείγματα. ∆ιὰ τοῦτο καὶ ἀλλαχοῦ φησιν ὁ Παῦλος, Θεσσαλονικεῦσι γράφων· Τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ τῷ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων. Ὅπερ οὖν καὶ ἐνταῦθά φησιν, ὅτι καὶ τὰ θυσιαστήρια κατέσκαψαν, καὶ τοὺς προφήτας ἀνεῖλον. Ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. Τί οὖν ἐκεῖνα πρὸς τὰ παρόντα, φησί; Καὶ σφόδρα μὲν οὖν πρὸς τὰ παρόντα. ∆είκνυσι γὰρ ἐντεῦθεν, ὅτι τοὺς ἀξίους ἀεὶ σώζειν ὁ Θεὸς εἴωθε, κἂν πρὸς ἅπαν τὸ ἔθνος ἡ ἐπαγγελία κειμένη. Καὶ τοῦτο ἄνωθεν ἔδειξε δι' ὧν ἔλεγεν· Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡσεὶ ἄμμος τῆς θαλάσσης, τὸ ἐγκατάλειμμα σωθήσεται· καὶ, Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν. ∆είκνυσι δὲ καὶ ἐντεῦθεν· διὸ καὶ ἐπάγει λέγων· Οὕτω καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονεν.

εʹ. Ὅρα ἑκάστην λέξιν τὴν οἰκείαν εὐγένειαν διασώζουσαν, καὶ τὴν τοῦ Θεοῦ χάριν καὶ τὴν τῶν σωζομένων εὐγνωμοσύνην ἐμφαίνουσαν. Τῷ μὲν γὰρ εἰπεῖν, Ἐκλογὴν, ἔδειξεν ἐκείνων τὴν δοκιμήν· τῷ δὲ εἰπεῖν, Χάριτος, ἔδειξε τοῦ Θεοῦ τὴν δωρεάν. Εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων, ἐπεὶ ἡ χάρις οὐκέτι ἐστὶ χάρις. Εἰ δὲ ἐξ ἔργων, οὐκέτι ἐστὶ χάρις, ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον. Πάλιν ἐπιπηδᾷ τῇ φιλονεικίᾳ τῶν Ἰουδαίων μετὰ τῶν εἰρημένων, καὶ ἐνταῦθα ἐναντιοῦται, καὶ ἐντεῦθεν αὐτοὺς ἀποστερεῖ συγγνώμης. Οὐδὲ γὰρ ἔχετε, φησὶν, εἰπεῖν, ὅτι προ φῆται μὲν ἐκάλουν, καὶ ὁ Θεὸς παρεκάλει, καὶ τὰ πράγματα ἐβόα, καὶ ἡ παραζήλωσις ἱκανὴ ἡμᾶς ἐπισπάσασθαι ἦν· φορτικὰ δὲ τὰ ἐπιταττόμενα, καὶ διὰ τοῦτο οὐκ ἠδυνήθημεν προσελθεῖν, ἐπειδὴ ἔργων ἐπίδειξιν ἀπῃτούμεθα, καὶ κατορθώματα ἐπίπονα· οὐδὲ γὰρ τοῦτο ἐστιν εἰπεῖν. Πῶς γὰρ ἂν ταῦτα ἀπῄτησεν ὁ Θεὸς παρ' ὑμῶν, ὁπότε καὶ τὴν χάριν αὐτοῦ τοῦτο ἐπισκιάζειν ἔμελλε; Ταῦτα δὲ εἶπε βουλόμενος ἐνδείξασθαι, ὅτι σφόδρα ἐβούλετο αὐτοὺς σωθῆναι. Οὐδὲ γὰρ ἡ σωτηρία αὐτοῖς προεχώρει μόνον εὐκόλως, ἀλλὰ καὶ τῷ Θεῷ δόξα μεγίστη ἦν, τὸ τὴν φιλανθρωπίαν ἐπιδείξασθαι τὴν ἑαυτοῦ. Τί τοίνυν ἐφοβήθης προσελθεῖν, οὐκ ἀπαιτούμενος ἔργα; τί δὲ στασιάζεις καὶ φιλονεικεῖς, χάριτος προκειμένης, καὶ νόμον μοι προβάλλῃ εἰκῆ καὶ μάτην; Οὔτε γὰρ ἐκεῖθεν σωθήσῃ, καὶ ταύτην λυμανῇ τὴν δωρεάν. Εἰ γὰρ φιλονεικεῖς ἐκεῖθεν σώζεσθαι, ἀναιρεῖς τοῦ Θεοῦ τὴν χάριν ταύτην. Εἶτα, ἵνα μὴ νομίσωσι τοῦτο ξένον εἶναι, προλαβὼν καὶ τοὺς ἑπτακισχιλίους ἐκείνους ἀπὸ χάριτος ἔφη σεσῶσθαι. Ὅταν γὰρ εἴπῃ, ὅτι οὕτω καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονε, δείκνυσιν ὅτι καὶ ἐκεῖνοι χάριτι ἐσώθησαν. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τῷ εἰπεῖν, Κατέλιπον ἐμαυτῷ· τοῦτο γὰρ ἐμφαίνοντός ἐστιν, ὅτι τὸ πλέον αὐτὸς εἰσήνεγκε. Καὶ εἰ χάριτι, φησὶν, διὰ τί μὴ πάντες σωζόμεθα; Ὅτι μὴ βούλεσθε· ἡ γὰρ χάρις, κἂν χάρις ᾖ, τοὺς ἐθέλοντας σώζει, οὐ τοὺς μὴ βουλομένους καὶ ἀποστρεφομένους αὐτὴν, καὶ πολεμοῦντας αὐτῇ διηνεκῶς καὶ ἐναντιουμένους. Εἶδες πῶς δι' ὅλου ἐκεῖνο κατασκευάζει, τὸ, Οὐχ οἷον δὲ, ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ, δεικνὺς ὅτι εἰς τοὺς ἀξίους ἦλθεν ἡ ἐπαγγελία, καὶ ὅτι οὗτοι, εἰ καὶ ὀλίγοι εἰσὶ, δύνανται εἶναι λαὸς τοῦ Θεοῦ· καίτοι γε ἐν προοιμίοις τῆς Ἐπιστολῆς μετὰ πλείονος αὐτὸ τῆς ὑπερβολῆς τέθεικεν εἰπών· Τί γὰρ, εἰ ἠπίστησάν τινες; καὶ μηδὲ μέχρι τούτου στὰς, ἀλλὰ ἐπαγαγών· Γινέσθω δὲ ὁ Θεὸς ἀληθὴς, πᾶς δὲ ἄνθρωπος ψεύστης. Καὶ νῦν δὲ πάλιν ἑτέρως αὐτὸ κατασκευάζει, καὶ τῆς χάριτος δείκνυσι τὴν ἰσχὺν, καὶ ἀεὶ τοὺς μὲν σωζομένους, τοὺς δὲ ἀπολλυμένους. Εὐχαριστῶμεν τοίνυν, ὅτι τῶν σωζομένων γεγόναμεν, καὶ μὴ δυνηθέντες ἀπὸ τῶν ἔργων σωθῆναι, ἐσώθημεν ἀπὸ τῆς τοῦ Θεοῦ δωρεᾶς. Εὐχαριστοῦντες δὲ, μὴ ῥήμασι τοῦτο ποιῶμεν μόνον, ἀλλὰ καὶ ἔργοις καὶ πράξεσιν. Αὕτη γὰρ ἡ εὐχαριστία ἡ ἀκριβὴς, ὅταν ταῦτα πράττωμεν, δι' ὧν ὁ Θεὸς δοξάζεσθαι μέλλει· ὅταν ἐκεῖνα φύγωμεν, ὧν ἀπηλλάγημεν. Καὶ γὰρ εἰ βασιλέα ὑβρίσαντες, ἀντὶ τοῦ δοῦναι δίκην ἐτιμήθημεν, εἶτα πάλιν ὑβρίσαμεν, ἅτε ἐσχάτης ἀχαριστίας ἁλόντες, τὴν ἐσχάτην δικαίως ἂν ἐδώκαμεν δίκην, καὶ πολλῷ μείζονα τῆς προτέρας. Οὐδὲ γὰρ οὕτως ἡμᾶς ἀχαρίστους ἡ προτέρα ὕβρις ἐδείκνυ, ὡς ἡ μετὰ τὴν τιμὴν καὶ τὴν πολλὴν θεραπείαν. Φύγωμεν τοίνυν ἐκεῖνα, ὧν ἀπηλλάγημεν, καὶ μὴ τῷ στόματι μόνον εὐχαριστῶμεν, ἵνα μὴ καὶ περὶ ἡμῶν λέγηται· Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, τῇ δὲ καρδίᾳ πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ. Πῶς γὰρ οὐκ ἄτοπον, ὅταν οἱ μὲν οὐρανοὶ διηγῶνται δόξαν Θεοῦ, σὺ δὲ, δι' ὃν οἱ οὐρανοὶ οἱ δοξάζοντες ἐγένοντο, τοιαῦτα πράττεις ὡς βλασφημεῖσθαι διὰ σὲ τὸν ποιήσαντά σε Θεόν; ∆ιά τοι τοῦτο οὐκ ἐκεῖνος μόνον ὁ βλασφημῶν, ἀλλὰ καὶ σὺ λοιπὸν ὑπεύθυνος εἶ τῆς κολάσεως. Οὐδὲ γὰρ οἱ οὐρανοὶ φωνὴν ἀφιέντες δοξάζουσι τὸν Θεὸν, ἀλλ' ἑτέρους διὰ τῆς ὄψεως εἰς τοῦτο παρασκευάζοντες, καὶ ὅμως αὐτοὶ λέγονται διηγεῖσθαι δόξαν Θεοῦ. Οὕτω καὶ οἱ παρεχόμενοι βίον θαυμαστὸν, κἂν σιγῶσι, τὸν Θεὸν δοξάζουσιν, ἑτέρων δι' αὐτοὺς αὐτὸν δοξαζόντων. Οὐ γὰρ οὕτως ἀπὸ τοῦ οὐρανοῦ θαυμάζεται, ὡς ἀπὸ βίου καθαροῦ. Ὅταν γοῦν πρὸς Ἕλληνας διαλεγώμεθα, οὐ τὸν οὐρανὸν εἰς μέσον παράγομεν, ἀλλὰ τοὺς ἀνθρώπους, οὓς θηρίων χεῖρον διακειμένους ἔπεισε γενέσθαι ἐφαμίλλους ἀγγέλοις. Καὶ ταύτην λέγοντες τὴν μεταβολὴν, ἐμφράττομεν αὐτῶν τὰ στόματα. ʹ. Καὶ γὰρ πολὺ βελτίων τοῦ οὐρανοῦ ἄνθρωπος, καὶ δύναται λαμπροτέραν τοῦ κάλλους αὐτοῦ κεκτῆσθαι ψυχήν. Οὗτος μὲν γὰρ ὁρώμενος ἐπὶ τοσοῦτον χρόνον, οὐ σφόδρα ἔπεισε· Παῦλος δὲ ὀλίγον κηρύξας χρόνον, τὴν οἰκουμένην ἐφειλκύσατο πᾶσαν. Καὶ γὰρ ἐκέκτητο ψυχὴν τοῦ οὐρανοῦ οὐχ ἥττονα, πάντας ἐπισπάσασθαι δυναμένην. Ἡ μὲν γὰρ ἡμετέρα οὐδὲ τῆς γῆς ἐστιν ἀξία, ἡ δὲ ἐκείνου καὶ τῶν οὐρανῶν ἀνταξία. Οὗτος μὲν γὰρ ἕστηκε τὸν οἰκεῖον φυλάττων ὅρον καὶ τὸν κανόνα· τῆς ἐκείνου ψυχῆς τὸ ὕψος ἅπαντας ὑπερέβη τοὺς οὐρανοὺς, καὶ αὐτῷ ὁμιλεῖ τῷ Χριστῷ· καὶ τὸ κάλλος δὲ αὐτῆς τοιοῦτον ἦν, ὡς καὶ τὸν Θεὸν ἀνακηρύττειν αὐτό. Τὰ μὲν γὰρ ἄστρα οἱ ἄγγελοι ἐθαύμασαν ὅτε ἐγένετο· τοῦτον δὲ αὐτὸς ἐθαύμασεν εἰπών· Σκεῦος ἐκλογῆς ἐστί μοι οὗτος. Καὶ τοῦτον μὲν τὸν οὐρανὸν νεφέλη πολλάκις ἐκάλυψε· τὴν δὲ Παύλου ψυχὴν οὐδεὶς ἐκάλυψε πειρασμὸς, ἀλλ' ἐν τοῖς χειμῶσι λαμπρότερος ἐφαίνετο σταθηρᾶς μεσημβρίας, καὶ ὁμοίως ἔλαμπεν, ὥσπερ οὖν καὶ πρὸ τῶν νεφῶν. Ὁ γὰρ ἐν αὐτῷ φαίνων ἥλιος οὐ τοιαύτας ἠφίει τὰς ἀκτῖνας, ὡς συσκιάζεσθαι τῇ τῶν πειρασμῶν συνδρομῇ, ἀλλὰ καὶ τότε μᾶλλον ἐξέλαμπον. ∆ιὸ καὶ ἔλεγεν· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ζηλώσωμεν τοίνυν αὐτὸν, καὶ οὐδὲν ἔσται οὐδὲ πρὸς ἡμᾶς οὗτος ὁ οὐρανὸς, ἐὰν θέλωμεν, οὔτε ὁ ἥλιος, οὔτε ὁ κόσμος ἅπας· ταῦτα γὰρ δι' ἡμᾶς, οὐχ ἡμεῖς διὰ ταῦτα. ∆είξωμεν, ὅτι ἄξιοί ἐσμεν τοῦ γεγενῆσθαι ταῦτα δι' ἡμᾶς. Ἂν γὰρ τούτων ἀνάξιοι φανῶμεν, πῶς βασιλείας ἐσόμεθα ἄξιοι; Καὶ εἰ ἀνάξιοι πάντες τὸν ἥλιον ὁρᾷν, ὅσοι εἰς βλασφημίαν ζῶσι τοῦ Θεοῦ· ἀνάξιοι τῶν κτισμάτων ἀπολαύειν τῶν δοξαζόντων αὐτὸν οἱ βλασφημοῦντες αὐτόν· ἐπεὶ καὶ υἱὸς πατέρα ὑβρίζων, ἀνάξιος οἰκετῶν εὐδοκιμούντων ἀπολαύειν διακονίας. ∆ιά τοι τοῦτο ταῦτα μὲν καὶ πολλῆς ἀπολαύσεται δόξης· ἡμεῖς δὲ κόλασιν ὑποστησόμεθα καὶ τιμωρίαν. Πόσης οὖν ἀθλιότητος ἂν εἴη, τὴν μὲν κτίσιν τὴν διὰ σὲ γενομένην εἰς ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ σχηματίζεσθαι, ἡμᾶς δὲ τοὺς τέκνα τοῦ Θεοῦ γενομένους, διὰ τὴν πολλὴν ῥᾳθυμίαν εἰς ἀπώλειαν πέμπεσθαι καὶ γέενναν, δι' οὓς ἡ κτίσις τῆς μεγάλης ἀπολαύσεται εὐημερίας ἐκείνης; Ἵν' οὖν μὴ τοῦτο γένηται, οἱ μὲν καθαρὰν κεκτημένοι ψυχὴν, φυλάξωμεν αὐτὴν τοιαύτην· μᾶλλον δὲ καὶ ἐπιτείνωμεν αὐτῆς τὴν λαμπηδόνα· οἱ δὲ ῥυπῶσαν ἔχοντες, μὴ ἀπογνῶμεν. Ἐὰν γὰρ ὦσι, φησὶν, αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· καὶ ἐὰν ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. Ὅταν δὲ ὁ Θεὸς ἐπαγγέλληται, μὴ ἀμφίβαλλε, ἀλλ' ἐκεῖνα ποίει, δι' ὧν ἐπισπάσασθαι τὰς ἐπαγγελίας ταύτας δυνήσῃ. Μυρία σοι εἴργασται δεινὰ καὶ πεπλημμέληται; Καὶ τί τοῦτο; Οὐδέπω γὰρ εἰς τὸν ᾅδην ἀπῆλθες, ἔνθα οὐδεὶς ἐξομολογήσεται· οὐδέπω σου τὸ θέατρον λέλυται, ἀλλ' εἴσω τοῦ σκάμματος ἕστηκας, καὶ δύνασαι καὶ δι' ἐσχάτης πάλης πάσας ἀναπαλαῖσαι τὰς ἥττας. Οὔπω γέγονας, ἔνθα που ὁ πλούσιος, ἵνα ἀκούσῃς, ὅτι Χάος ἐστὶ μεταξὺ ἡμῶν καὶ ὑμῶν· οὔπω γὰρ παρεγένετο ὁ νυμφίος ἵνα φοβηθῇ τις μεταδοῦναι ἐλαίου· ἔτι δύνασαι ἀγοράσαι καὶ ἀποθέσθαι. Καὶ οὐκ ἔστιν οὐδέπω ὁ λέγων· Μήποτε οὐ μὴ ἀρκέσῃ καὶ ἡμῖν καὶ ὑμῖν· ἀλλ' εἰσὶν οἱ πωλοῦντες πολλοὶ, οἱ γυμνοὶ, οἱ πεινῶντες, οἱ ἀῤῥωστοῦντες, οἱ δεσμωτήριον οἰκοῦντες. Θρέψον τούτους, ἔνδυσον ἐκείνους, ἐπίσκεψαι τοὺς κειμένους, καὶ ὑπὲρ τὰς πηγὰς ἥξει τὸ ἔλαιον. Οὔπω τοῦ λογοθεσίου ἐφέστηκεν ἡ ἡμέρα. Χρῆσαι καὶ εἰς δέον τῷ καιρῷ, καὶ χρεῶν ἀποκοπὰς ποίησον, καὶ τῷ ὀφείλοντι τοὺς ἑκατὸν βάτους τοῦ ἐλαίου εἰπέ· ∆έξαι σου τὸ γραμματεῖον, καὶ ποίησον πεντήκοντα. Καὶ ἐπὶ χρημάτων καὶ ἐπὶ ῥημάτων καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων ὁμοίως ποίει, τὸν οἰκονόμον ἐκεῖνον μιμούμενος· καὶ ταῦτα καὶ σεαυτῷ καὶ τοῖς συγγενέσι παραίνει. Ἔτι γὰρ εἶ κύριος τοῦ ταῦτα λέγειν· οὐδέπω κατέστης εἰς ἀνάγκην τοῦ παρακαλεῖν ἕτερον ὑπὲρ τούτων, ἀλλ' ἐξουσίαν ἔχεις καὶ σεαυτῷ καὶ ἑτέροις συμβουλεύειν· ὅταν δὲ ἀπέλθῃς ἐκεῖ, οὐδέτερον τούτων δυνήσῃ ποιεῖν εἰς δέον· εἰκότως. Ὁ γὰρ τοσαύτην λαβὼν προθεσμίαν, καὶ μήτε σαυτὸν μήτε ἕτερον ὠφελήσας, πῶς λοιπὸν ὑπὸ ταῖς χερσὶ τοῦ δικαστοῦ γενόμενος, δυνήσῃ ταύτης ἐπιτυχεῖν τῆς χάριτος; Ταῦτα οὖν ἅπαντα συλλέγοντες, ἐχώμεθα σφοδρῶς τῆς σωτηρίας τῆς ἡμετέρας, καὶ μὴ προδῶμεν τὴν εὐκαιρίαν τοῦ παρόντος βίου. Ἔστι γὰρ, ἔστι καὶ εἰς ἐσχάτας ἀναπνοὰς εὐαρεστῆσαι τῷ Θεῷ· ἔστι καὶ ἀπὸ διαθήκης εὐδοκιμῆσαι, οὐχ οὕτω μὲν ὡς ζῶντα· ἔστι δὲ ὅμως. Πῶς καὶ τίνι τρόπῳ; Ἂν ἐγγράψῃς αὐτὸν μετὰ τῶν σῶν κληρονόμων, καὶ μοῖραν καὶ αὐτῷ τοῦ παντὸς ἀπονείμῃς κλήρου. Οὐκ ἔθρεψας αὐτὸν ζῶν; Κἂν ἀπελθὼν, ὅτε οὐκέτι κύριος εἶ, μετάδος αὐτῷ τῶν σῶν· φιλάνθρωπός ἐστιν, οὐκ ἀκριβολογεῖται πρὸς σέ. Μείζονος μὲν γὰρ πόθου καὶ πλείονος μισθοῦ, τὸ ζῶντά σε τρέφειν αὐτόν· εἰ δὲ τοῦτο αὐτὸ μὴ πεποίηκας, κἂν ἐπὶ τὸ δεύτερον ἐλθέ· συγκληρονόμον αὐτὸν ἄφες τοῖς παισὶ τοῖς σοῖς. Εἰ δὲ καὶ τοῦτο ὀκνεῖς, ἐννόησον, ὅτι ὁ πατὴρ αὐτοῦ συγκληρονόμον αὐτοῦ σε ἐποίησε, καὶ κατάλυσον τὴν ἀπανθρωπίαν. Τίνα γὰρ ἕξεις ἀπολογίαν, μηδὲ τῶν παίδων τῶν σῶν κοινωνὸν αὐτὸν ποιῶν, τὸν κοινωνόν σε ποιήσαντα τῶν οὐρανῶν, καὶ σφαγέντα διὰ σέ; καίτοι γε αὐτὸς πάντα ὅσα ἐποίησεν, οὐκ ὀφειλὴν ἀποδιδοὺς ἐποίησεν, ἀλλὰ χάριν ἐπιδεικνύμενος· σὺ δὲ μετὰ τοσαύτας εὐεργεσίας καὶ ὀφειλέτης κατέστης. Ἀλλ' ὅμως καὶ τούτων οὕτως ἐχόντων, ὡς χάριν λαμβάνων, οὐχ ὡς ὀφειλὴν ἀπαιτῶν, οὕτω σε στεφανοῖ, καὶ ταῦτα, τὰ αὑτοῦ μέλλων λαμβάνειν.

ζʹ. ∆ὸς τοίνυν αὐτῷ χρήματα τά σοι λοιπὸν ἄχρηστα, καὶ ὧν οὐκ εἶ κύριος, καὶ δώσει σοι βασιλείαν τήν σοι χρησίμην διηνεκῶς, καὶ μετ' ἐκείνης καὶ τὰ ἐνταῦθα χαριεῖται. Ἂν γὰρ γένηται συγκληρονόμος τῶν παίδων, ἐπικουφίζει τὴν ὀρφανίαν αὐτοῖς, λύει τὰς ἐπηρείας, ἀποκρούεται τὰς ἐπιβουλὰς, ἐμφράττεται τὰ στόματα τῶν συκοφαντῶν· κἂν αὐτοὶ μὴ δύνωνται προστῆναι τῶν διαθηκῶν, αὐτὸς προστήσεται, καὶ οὐκ ἀφήσει διαῤῥαγῆναι. Εἰ δὲ καὶ τοῦτο συγχωρήσει, ἀναπληροῖ παρ' ἑαυτοῦ τὰ ἐγγεγραμμένα ἅπαντα μετὰ πλείονος τῆς φιλοτιμίας, ἐπειδὴ ἐτιμήθη τῷ ἐγγραφῆναι ἅπαξ. Ἄφες τοίνυν αὐτὸν κληρονόμον· πρὸς γὰρ αὐτὸν ἀπιέναι μέλλεις· αὐτός σοι δικάζει τὴν δίκην τῶν ἐνταῦθα γεγενημένων ἁπάντων. Ἀλλὰ γάρ εἰσί τινες οὕτως ἄθλιοι καὶ ταλαίπωροι, οἳ μηδὲ παῖδας ἔχοντες οὐκ ἀνέχονται τοῦτο ποιεῖν, ἀλλὰ πα Χάος ἐστὶ μεταξὺ ἡμῶν καὶ ὑμῶν· οὔπω γὰρ παρεγένετο ὁ νυμφίος ἵνα φοβηθῇ τις μεταδοῦναι ἐλαίου· ἔτι δύνασαι ἀγοράσαι καὶ ἀποθέσθαι. Καὶ οὐκ ἔστιν οὐδέπω ὁ λέγων· Μήποτε οὐ μὴ ἀρκέσῃ καὶ ἡμῖν καὶ ὑμῖν· ἀλλ' εἰσὶν οἱ πωλοῦντες πολλοὶ, οἱ γυμνοὶ, οἱ πεινῶντες, οἱ ἀῤῥωστοῦντες, οἱ δεσμωτήριον οἰκοῦντες. Θρέψον τούτους, ἔνδυσον ἐκείνους, ἐπίσκεψαι τοὺς κειμένους, καὶ ὑπὲρ τὰς πηγὰς ἥξει τὸ ἔλαιον. Οὔπω τοῦ λογοθεσίου ἐφέστηκεν ἡ ἡμέρα. Χρῆσαι καὶ εἰς δέον τῷ καιρῷ, καὶ χρεῶν ἀποκοπὰς ποίησον, καὶ τῷ ὀφείλοντι τοὺς ἑκατὸν βάτους τοῦ ἐλαίου εἰπέ· ∆έξαι σου τὸ γραμματεῖον, καὶ ποίησον πεντήκοντα. Καὶ ἐπὶ χρημάτων καὶ ἐπὶ ῥημάτων καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων ὁμοίως ποίει, τὸν οἰκονόμον ἐκεῖνον μιμούμενος· καὶ ταῦτα καὶ σεαυτῷ καὶ τοῖς συγγενέσι παραίνει. Ἔτι γὰρ εἶ κύριος τοῦ ταῦτα λέγειν· οὐδέπω κατέστης εἰς ἀνάγκην τοῦ παρακαλεῖν ἕτερον ὑπὲρ τούτων, ἀλλ' ἐξουσίαν ἔχεις καὶ σεαυτῷ καὶ ἑτέροις συμβουλεύειν· ὅταν δὲ ἀπέλθῃς ἐκεῖ, οὐδέτερον τούτων δυνήσῃ ποιεῖν εἰς δέον· εἰκότως. Ὁ γὰρ τοσαύτην λαβὼν προθεσμίαν, καὶ μήτε σαυτὸν μήτε ἕτερον ὠφελήσας, πῶς λοιπὸν ὑπὸ ταῖς χερσὶ τοῦ δικαστοῦ γενόμενος, δυνήσῃ ταύτης ἐπιτυχεῖν τῆς χάριτος; Ταῦτα οὖν ἅπαντα συλλέγοντες, ἐχώμεθα σφοδρῶς τῆς σωτηρίας τῆς ἡμετέρας, καὶ μὴ προδῶμεν τὴν εὐκαιρίαν τοῦ παρόντος βίου. Ἔστι γὰρ, ἔστι καὶ εἰς ἐσχάτας ἀναπνοὰς εὐαρεστῆσαι τῷ Θεῷ· ἔστι καὶ ἀπὸ διαθήκης εὐδοκιμῆσαι, οὐχ οὕτω μὲν ὡς ζῶντα· ἔστι δὲ ὅμως. Πῶς καὶ τίνι τρόπῳ; Ἂν ἐγγράψῃς αὐτὸν μετὰ τῶν σῶν κληρονόμων, καὶ μοῖραν καὶ αὐτῷ τοῦ παντὸς ἀπονείμῃς κλήρου. Οὐκ ἔθρεψας αὐτὸν ζῶν; Κἂν ἀπελθὼν, ὅτε οὐκέτι κύριος εἶ, μετάδος αὐτῷ τῶν σῶν· φιλάνθρωπός ἐστιν, οὐκ ἀκριβολογεῖται πρὸς σέ. Μείζονος μὲν γὰρ πόθου καὶ πλείονος μισθοῦ, τὸ ζῶντά σε τρέφειν αὐτόν· εἰ δὲ τοῦτο αὐτὸ μὴ πεποίηκας, κἂν ἐπὶ τὸ δεύτερον ἐλθέ· συγκληρονόμον αὐτὸν ἄφες τοῖς παισὶ τοῖς σοῖς. Εἰ δὲ καὶ τοῦτο ὀκνεῖς, ἐννόησον, ὅτι ὁ πατὴρ αὐτοῦ συγκληρονόμον αὐτοῦ σε ἐποίησε, καὶ κατάλυσον τὴν ἀπανθρωπίαν. Τίνα γὰρ ἕξεις ἀπολογίαν, μηδὲ τῶν παίδων τῶν σῶν κοινωνὸν αὐτὸν ποιῶν, τὸν κοινωνόν σε ποιήσαντα τῶν οὐρανῶν, καὶ σφαγέντα διὰ σέ; καίτοι γε αὐτὸς πάντα ὅσα ἐποίησεν, οὐκ ὀφειλὴν ἀποδιδοὺς ἐποίησεν, ἀλλὰ χάριν ἐπιδεικνύμενος· σὺ δὲ μετὰ τοσαύτας εὐεργεσίας καὶ ὀφειλέτης κατέστης. Ἀλλ' ὅμως καὶ τούτων οὕτως ἐχόντων, ὡς χάριν λαμβάνων, οὐχ ὡς ὀφειλὴν ἀπαιτῶν, οὕτω σε στεφανοῖ, καὶ ταῦτα, τὰ αὑτοῦ μέλλων λαμβάνειν.

ζʹ. ∆ὸς τοίνυν αὐτῷ χρήματα τά σοι λοιπὸν ἄχρηστα, καὶ ὧν οὐκ εἶ κύριος, καὶ δώσει σοι βασιλείαν τήν σοι χρησίμην διηνεκῶς, καὶ μετ' ἐκείνης καὶ τὰ ἐνταῦθα χαριεῖται. Ἂν γὰρ γένηται συγκληρονόμος τῶν παίδων, ἐπικουφίζει τὴν ὀρφανίαν αὐτοῖς, λύει τὰς ἐπηρείας, ἀποκρούεται τὰς ἐπιβουλὰς, ἐμφράττεται τὰ στόματα τῶν συκοφαντῶν· κἂν αὐτοὶ μὴ δύνωνται προστῆναι τῶν διαθηκῶν, αὐτὸς προστήσεται, καὶ οὐκ ἀφήσει διαῤῥαγῆναι. Εἰ δὲ καὶ τοῦτο συγχωρήσει, ἀναπληροῖ παρ' ἑαυτοῦ τὰ ἐγγεγραμμένα ἅπαντα μετὰ πλείονος τῆς φιλοτιμίας, ἐπειδὴ ἐτιμήθη τῷ ἐγγραφῆναι ἅπαξ. Ἄφες τοίνυν αὐτὸν κληρονόμον· πρὸς γὰρ αὐτὸν ἀπιέναι μέλλεις· αὐτός σοι δικάζει τὴν δίκην τῶν ἐνταῦθα γεγενημένων ἁπάντων. Ἀλλὰ γάρ εἰσί τινες οὕτως ἄθλιοι καὶ ταλαίπωροι, οἳ μηδὲ παῖδας ἔχοντες οὐκ ἀνέχονται τοῦτο ποιεῖν, ἀλλὰ παρασίτοις καὶ κόλαξι, καὶ τῷ δεῖνι καὶ τῷ δεῖνι μᾶλλον καταδέχονται τὰ αὑτῶν διανέμειν, ἢ τῷ τοσαῦτα αὐτοὺς εὐεργετήσαντι Χριστῷ· ὧν τί γένοιτ' ἂν ἀλογώτερον; Τοὺς γὰρ τοιούτους, κἂν ὄνοις, κἂν λίθοις τις παραβάλοι, οὐδὲν οὐδέπω τῆς ἀνοίας αὐτῶν καὶ τῆς ἀναισθησίας ἄξιον ἐρεῖ, οὐδ' ἂν εὕροι τις εἰκόνα τὴν μανίαν αὑτῶν παραστῆσαι δυναμένην, καὶ τὴν παραφροσύνην. Ποίας γὰρ τεύξονται συγγνώμης οὗτοι ὑπὲρ τοῦ μὴ θρέψαι αὐτὸν ζῶντες, ὅταν καὶ ἀπιέναι μέλλοντες πρὸς αὐτὸν, μηδὲ ἀπὸ τῶν χρημάτων τούτων, ὧν οὐκ εἰσὶ κύριοι λοιπὸν, βουληθῶσιν αὐτῷ μικρόν τι χαρίσασθαι, ἀλλ' οὕτως ἐχθρῶς διάκεινται καὶ πολεμίως, ὡς μηδὲ τῶν ἀχρήστων αὐτοῖς γενομένων αὐτῷ μεταδοῦναι; Οὐχ ὁρᾷς ὅσοι τῶν ἀνθρώπων οὐδὲ τούτου κατηξιώθησαν τοῦ τέλους, ἀλλ' ἁρπαγέντες ἀπῆλθον; Σὲ δὲ ὁ Θεὸς καὶ ἐπισκῆψαι τοῖς προσήκουσι, καὶ εἰπεῖν περὶ τῶν ὄντων, καὶ τὰ κατὰ τὴν οἰκίαν ἅπαντα διαθεῖναι ἐποίησε κύριον. Ποίαν οὖν ἀπολογίαν ἕξεις, ὅταν καὶ ταύτην λαβὼν παρ' αὐτοῦ τὴν χάριν, προδῷς τὴν εὐεργεσίαν, καὶ ὥσπερ ἐκ διαμέτρου ἀπεναντίας στῇς τοῖς τῆς πίστεώς σου προγόνοις; Ἐκεῖνοι μὲν γὰρ καὶ ζῶντες ἐπώλουν ἅπαντα, καὶ ἔφερον παρὰ τοὺς πόδας τῶν ἀποστόλων· σὺ δὲ οὐδὲ τελευτῶν μοίρας τινὸς μεταδίδως τοῖς δεομένοις. Τὸ μὲν οὖν ἄμεινον καὶ πολλὴν παῤῥησίαν παρέχον, ζῶντα διορθοῦν πενίαν· εἰ δὲ ἐκεῖνο μὴ βουληθῇς, κἂν τελευτῶν ποίησόν τι γενναῖον. Οὐ πολλῆς μὲν γάρ ἐστιν ἀγάπης τοῦτο τῆς περὶ τὸν Χριστόν· ἀγάπης δ' οὖν ὅμως. Εἰ γὰρ καὶ μὴ τὴν προεδρίαν ἕξεις τὴν μετὰ τῶν ἀρνῶν, ἀλλ' οὐ μικρὸν τὸ κἂν μετ' ἐκείνους γενέσθαι, καὶ μὴ στῆναι μετὰ τῶν ἐρίφων, μηδὲ ἐξ εὐωνύμων. Ἂν δὲ μὴ τοῦτο ποιῇς, τίς σε ἐξαιρήσεται λόγος, ὅταν μήτε ὁ τοῦ θανάτου φόβος, μήτε τὸ ἄχρηστά σοι λοιπὸν γεγενῆσθαι τὰ χρήματα, μήτε τὸ ἀσφάλειαν καταλιμπάνειν τοῖς τέκνοις, μήτε τὸ πολλὴν σαυτῷ προαποτίθεσθαι ἐκεῖ συγγνώμην, ποιῇ σε φιλάνθρωπον; ∆ιὸ παρακαλῶ μάλιστα μὲν ζῶντας προΐεσθαι τοῖς δεομένοις ἐκ τῶν ὄντων τὴν πλείονα μοῖραν. Εἰ δέ τινες εἶεν οὕτω μικρόψυχοι, ὡς μὴ ἀνέχεσθαι τοῦτο, κἂν ὑπὸ τῆς ἀνάγκης γινέσθωσαν οὗτοι φιλάνθρωποι. Ὅταν μὲν γὰρ ἔζης, ὡς ἀθάνατος, οὕτως ἀντείχου τῶν ὄντων· νυνὶ δὲ, ἐπειδὴ ἔμαθες, ὅτι θνητὸς γέγονας, κἂν νῦν τὸ δόγμα κατάλυσον, καὶ ὡς θνητὸς περὶ τῶν σαυτοῦ βούλευσαι· μᾶλλον δὲ, ὡς ὀφείλων ἀθανάτου ζωῆς διηνεκῶς ἀπολαύειν. Εἰ γὰρ καὶ φορτικὸν τὸ μέλλον ῥηθήσεσθαι, καὶ φρίκης γέμον, ἀλλ' ὅμως ἀναγκαῖον εἰπεῖν· ἀρίθμησον μετὰ τῶν δούλων σου τὸν ∆εσπότην. Ἐλευθεροῖς τοὺς δούλους; Ἐλευθέρωσον τὸν Χριστὸν λιμοῦ καὶ ἀνάγκης καὶ δεσμωτηρίων καὶ γυμνότητος. Ἔφριξας ἀκούσας; Οὐκοῦν φρικωδέστερον, ὅταν μηδὲ αὐτὸ τοῦτο ποιῇς. Καὶ ἐνταῦθα μὲν τὸ ῥῆμά σε ναρκᾷν ἐποίησεν, ὅταν δὲ ἀπέλθῃς ἐκεῖ, καὶ τὰ πολλῷ χαλεπώτερα τούτων ἀκούσῃς, καὶ τὰ ἀνήκεστα βλέπῃς βασανιστήρια, τί ἐρεῖς; πρὸς τίνα καταφεύξῃ; τίνα καλέσεις σύμμαχον καὶ βοηθόν; τὸν Ἀβραάμ; Ἀλλ' οὐκ ἀκούσεται. Ἀλλὰ τὰς παρθένους ἐκείνας; Ἀλλ' οὐδὲ αὗταί σοι μεταδώσουσιν ἐλαίου. Ἀλλὰ τὸν πατέρα, ἀλλὰ τὸν πάππον; Ἀλλ' οὐδὲ τούτων οὐδεὶς ἔσται κύριος, κἂν σφόδρα ἅγιος ᾖ, λῦσαι τὴν ψῆφον ἐκείνην. Ταῦτ' οὖν ἅπαντα λογισάμενος, τὸν μόνον κύριον ὄντα τὸ χειρόγραφον ἐξαλεῖψαι τὸ σὸν, καὶ τὴν φλόγα ἐκείνην σβέσαι, τοῦτον ἱκέτευε καὶ παρακάλει καὶ ποίησον ἵλεων, ἤδη τρέφων καὶ ἐνδύων διηνεκῶς· ἵνα καὶ ἐντεῦθεν μετὰ χρηστῆς ἀπέλθῃς ἐλπίδος, καὶ ἐκεῖ γενόμενος τῶν αἰωνίων ἀπολαύσῃς ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ ΙΘʹ.

Τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραὴλ, τούτου οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν.

αʹ. Εἶπεν, ὅτι οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὑτοῦ, καὶ δεικνὺς πῶς οὐκ ἀπώσατο, πάλιν ἐπὶ τοὺς προφήτας κατέφυγε· καὶ δι' αὐτῶν δηλώσας, ὅτι τὸ πλέον μέρος τῶν Ἰουδαίων ἀπόλωλεν, ἵνα μὴ δόξῃ πάλιν οἴκοθεν ἐκφέρειν τὴν κατηγορίαν, καὶ ἐπαχθῆ τὸν λόγον ποιεῖν, καὶ ὡς ἐχθρὸς αὐτῶν καθάπτεσθαι, ἐπὶ τὸν ∆αυῒδ καὶ τὸν Ἡσαΐαν καταφεύγει, λέγων· Καθὼς γέγραπται· Ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως. Μᾶλλον δὲ ἄνωθεν ἡμῖν ἀρκτέον τοῦ λόγου. Καὶ γὰρ εἰπὼν τὰ κατὰ τὸν Ἠλίαν, καὶ δείξας τί ποτέ ἐστι χάρις, ἐπήγαγε· Τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραὴλ, τούτου οὐκ ἐπέτυχε. Τοῦτο δὲ οὐκ ἐρωτῶντος μᾶλλόν ἐστιν, ἢ ἐγκαλοῦντος. Ἑαυτῷ γὰρ μάχεται, φησὶν, ὁ Ἰουδαῖος, ζητῶν δικαιοσύνην, ἣν οὐ βούλεται λαβεῖν. Εἶτα ἀποστερῶν αὐτοὺς πάλιν συγγνώμης, ἀπὸ τῶν εἰληφότων δείκνυσιν αὐτῶν τὴν ἀγνωμοσύνην, οὕτω λέγων· Ἡ γὰρ ἐκλογὴ ἐπέτυχε. Κἀκεῖνοι τούτους κατακρινοῦσι. Ὥσπερ οὖν καὶ ὁ Χριστὸς ἔλεγεν· Εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι; ∆ιὰ τοῦτο αὐτοὶ κριταὶ ὑμῶν ἔσονται. Ἵνα γὰρ μηδεὶς τῇ τοῦ πράγματος φύσει ἐγκαλῇ, ἀλλὰ τῇ ἐκείνων γνώμῃ, δείκνυσι καὶ τοὺς ἐπιτυχόντας. ∆ιὸ καὶ σφόδρα ἐμφαντικῶς τῇ λέξει κέχρηται, καὶ τὴν ἄνωθεν χάριν καὶ τὴν αὐτῶν σπουδὴν ἐνδεικνύμενος. Οὐδὲ γὰρ ἵνα ἀνέλῃ τὸ αὐτεξούσιον, φησὶν, ὅτι ἐπέτυχον, ἀλλ' ἵνα δηλώσῃ τῶν ἀγαθῶν τὸ μέγεθος, καὶ ὅτι τὸ πλέον τῆς χάριτος ἦν, οὐ τὸ πᾶν. Καὶ γὰρ καὶ ἡμῖν ἔθος λέγειν, Ὁ δεῖνα ἐπέτυχεν, ὁ δεῖνα εὗρεν, ὅταν πολὺ τὸ κέρδος ᾖ τὸ γινόμενον. Οὐδὲ γὰρ ἀνθρωπίνοις πόνοις, ἀλλὰ θείᾳ δωρεᾷ τὸ πλέον γέγονεν. Οἱ δὲ λοιποὶ ἐπωρώθησαν. Ὅρα πότε ἐθάῤῥησεν εἰπεῖν οἰκείᾳ φωνῇ τὴν τῶν λοιπῶν ἐκβολήν. Εἶπε μὲν γὰρ αὐτὴν καὶ ἤδη, ἀλλὰ τοὺς προφήτας εἰσάγων κατηγοροῦντας· ἐνταῦθα δὲ καὶ αὐτὸς λοιπὸν ἀποφαίνεται. Ἀλλ' ὅμως οὐδὲ ἐνταῦθα ἀρκεῖται τῇ οἰκείᾳ ἀποφάσει, ἀλλὰ πάλιν τὸν Ἡσαΐαν εἰσάγει τὸν προφήτην· εἰπὼν γὰρ, Ἐπωρώθησαν, ἐπήγαγε· Καθὼς γέγραπται· Ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως. Καὶ πόθεν μὲν ἡ πώρωσις αὕτη; Εἶπε μὲν καὶ ἔμπροσθεν τὰς αἰτίας, καὶ τὸ πᾶν εἰς τὴν αὐτῶν περιέστρεψε κεφαλὴν, δεικνὺς ὅτι ἐξ ἀκαίρου φιλονεικίας τοῦτο ὑπέμειναν. Λέγει δὲ καὶ νῦν. Ὅταν γὰρ εἴπῃ, Ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ ὦτα τοῦ μὴ ἀκούειν, οὐδὲν ἕτερον ἢ τὴν γνώμην αὐτῶν τὴν φιλόνεικον διαβάλλει. Καὶ γὰρ ὀφθαλμοὺς ἔχοντες ὥστε ἰδεῖν τὰ θαύματα, καὶ ὦτα κεκτημένοι ὥστε ἀκοῦσαι τῆς θαυμαστῆς διδασκαλίας ἐκείνης, οὐδενὶ τούτων ἐχρήσαντο εἰς δέον. Τὸ δὲ, Ἔδωκεν, ἐνταῦθα μὴ ἐνέργειαν νόμιζε εἶναι, ἀλλὰ συγχώρησιν. Κατάνυξιν δὲ ἐνταῦθα τὴν περὶ τὸ χεῖρον ἕξιν τῆς ψυχῆς φησι, τὴν ἀνιάτως ἔχουσαν καὶ ἀμεταθέτως· ἐπεὶ καὶ ἀλλαχοῦ φησιν ὁ ∆αυΐδ· Ὅπως ἂν ψάλλῃ σοι ἡ δόξα μου, καὶ οὐ μὴ κατανυγῶ· τουτέστιν, οὐ μὴ μεταβληθῶ. Ὥσπερ γὰρ ὁ ἐν εὐλαβείᾳ κατανενυγμένος οὐκ ἂν εὐκόλως μετασταίη· οὕτω καὶ ὁ ἐν πονηρίᾳ κατανυγεὶς πάλιν οὐκ ἂν ῥᾳδίως μεταβάλοιτο· κατανυγῆναι γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ ἐμπαγῆναί που καὶ προσηλῶσθαι. Τὸ τοίνυν ἀνίατον τῆς γνώμης αὐτῶν καὶ δυσμετάθετον δηλῶν, Πνεῦμα κατανύξεως, εἶπεν. Εἶτα δεικνὺς, ὅτι τῆς ἀπιστίας ταύτης τὴν ἐσχάτην δώσουσι δίκην, πάλιν ἐπάγει τὸν προφήτην τὰ αὐτὰ ἀπειλοῦντα, ἅπερ ἐξέβη καὶ τέλος ἔλαβε. Γενηθήτω γὰρ, φησὶν, ἡ τράπεζα αὐτῶν εἰς παγίδα, καὶ εἰς θήραν καὶ εἰς σκάνδαλον· τουτέστιν, Ἡ τρυφὴ, τὰ ἀγαθὰ πάντα μεταβαλλέσθω καὶ ἀπολλύσθω, καὶ γενέσθωσαν εὐχείρωτοι πᾶσι. Καὶ δηλῶν, ὅτι ἁμαρτημάτων τίνουσι δίκην ταῦτα πάσχοντες, ἐπήγαγε· Καὶ εἰς ἀνταπόδομα αὐτοῖς. Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον. Ταῦτ' οὖν ἔτι ἑρμηνείας δεῖταί τινος; οὐχὶ καὶ τοῖς σφόδρα ἀνοήτοις δῆλα ἦν; Καὶ πρὸ τῶν ἡμετέρων ῥημάτων αὐτὴ τῶν πραγμάτων ἡ ἔκβασις προλαβοῦσα μαρτυρεῖ τοῖς εἰρημένοις. Πότε γὰρ οὕτως εὐχείρωτοι γεγόνασι; πότε εὐάλωτοι; πότε οὕτω τὸν νῶτον αὐτῶν συνέκαμψε; πότε τοιαύτην δουλείαν ὑπέστησαν; Καὶ τὸ δὴ μεῖζον, ὅτι οὐδὲ λύσις ἔσται τῶν δεινῶν τούτων· ὃ καὶ αὐτὸ ὁ προφήτης ᾐνίξατο. Οὐδὲ γὰρ ἁπλῶς εἶπε, Τὸν νῶτον αὐτῶν σύγκαμψον, ἀλλὰ καὶ, ∆ιαπαντός. Εἰ δὲ φιλονεικεῖς, ὦ Ἰουδαῖε, περὶ τοῦ τέλους, ἀπὸ τῶν φθασάντων μάνθανε καὶ τὰ παρόντα. Κατέβης εἰς Αἴγυπτον· ἀλλ' ἐγένετο διακόσια ἔτη, καὶ ταχέως τῆς δουλείας ἐκείνης σε ἀπήλλαξεν ὁ Θεὸς, καὶ ταῦτα ἀσεβοῦντα καὶ πορνεύοντα τὴν χαλεπωτάτην πορνείαν· ἀπηλλάγης Αἰγύπτου, καὶ προσεκύνησας τὸν μόσχον, ἔθυσας τοὺς υἱούς σου τῷ Βεελφεγὼρ, τὸν ναὸν ἐμόλυνας, πᾶν εἶδος ἐπῆλθες κακίας, τὴν φύσιν αὐτὴν ἠγνόησας, τὰ ὄρη, τὰς νάπας, τοὺς βουνοὺς, τὰς πηγὰς, τοὺς ποταμοὺς, τοὺς κήπους τῶν θυσιῶν ἐνέπλησας τῶν ἐναγῶν, προφήτας ἔσφαξας, θυσιαστήρια κατέστρεψας, πᾶσαν ὑπερβολὴν ἐπεδείξω πονηρίας καὶ ἀσεβείας· ἀλλ' ὅμως ἑβδομήκοντά σε ἔτη παραδοὺς Βαβυλωνίοις, πάλιν ἐπὶ τὴν προτέραν ἐπανήγαγεν ἐλευθερίαν, καὶ τὸν ναὸν καὶ τὴν πατρίδα ἀπέδωκε, καὶ τὸ παλαιὸν τῆς προφητείας σχῆμα, καὶ προφῆται πάλιν καὶ Πνεύματος χάρις· μᾶλλον δὲ οὐδὲ ἐν τῷ καιρῷ τῆς αἰχμαλωσίας ἐγκατελείφθης, ἀλλὰ καὶ ἐκεῖ ∆ανιὴλ καὶ Ἰεζεκιὴλ, καὶ ἐν Αἰγύπτῳ Ἱερεμίας, καὶ ἐν ἐρήμῳ Μωϋσῆς.

βʹ. Μετ' ἐκεῖνα πάλιν ἐπὶ τὴν προτέραν ἐπανῆλθες κακίαν, καὶ ἐξεβακχεύθης, καὶ πρὸς τὴν Ἑλληνικὴν μετετάξω πολιτείαν ἐπὶ Ἀντιόχου τοῦ ἀσεβοῦς· ἀλλὰ καὶ τότε ἔτη τρία μόνον καὶ μικρόν τι πρὸς, Ἀντιόχῳ παραδοθέντες, διὰ τῶν Μακκαβαίων τὰ λαμπρὰ πάλιν ἐστήσατε τρόπαια. Ἀλλὰ νῦν τοιοῦτον οὐδὲν, ἀλλὰ τοὐναντίον ἅπαν γέγονεν· ὃ καὶ μάλιστα ἔστι θαυμάσαι, ὅτι τὰ μὲν τῆς κακίας ἔληξε, τὰ δὲ τῆς τιμωρίας ἐπιτέταται, καὶ οὐδὲ ἐλπίδα τινὰ ἔχει μεταβολῆς. Οὐδὲ γὰρ ἑβδομήκοντα ἔτη παρῆλθε μόνον, οὐδὲ ἑκατὸν, οὐδὲ δὶς τοσαῦτα, ἀλλὰ καὶ τριακόσια καὶ πολλῷ πλέον, καὶ οὔτε σκιὰν ἐλπίδος τοιαύτης ἔστιν εὑρεῖν, καὶ ταῦτα οὔτε εἰδωλολατρούντων ὑμῶν, οὔτε τὰ ἄλλα ποιούντων, ἅπερ ἔμπροσθεν ἐτολμᾶτε. Τί ποτ' οὖν ἐστι τὸ αἴτιον; ∆ιεδέξατο τὸν τύπον ἡ ἀλήθεια, καὶ τὸν νόμον ἐξέκλεισεν ἡ χάρις· ἅπερ οὖν ἄνωθεν προαναφωνῶν ὁ προφήτης ἔλεγε· Καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον. Εἶδες προφητείας ἀκρίβειαν, πῶς καὶ τὴν ἀπιστίαν προανεφώνησε, καὶ τὴν φιλονεικίαν ἔδειξε, καὶ τὴν ἑψομένην δίκην ἐδήλωσε, καὶ τὸ ἀπέραντον τῆς κολάσεως ἐνεδείξατο; Ἐπειδὴ γὰρ πολλοὶ τῶν παχυτέρων τοῖς μέλλουσι διαπιστοῦντες, ἀπὸ τῶν παρόντων τὰ μέλλοντα ἐβούλοντο ἰδεῖν, ἐντεῦθεν ἤδη ἐφ' ἑκάτερα τῆς ἑαυτοῦ δυνάμεως τὴν ἀπόδειξιν παρέσχετο ὁ Χριστὸς, τοὺς μὲν ἐξ ἐθνῶν πιστεύσαντας ἐπάρας ὑπὲρ τὸν οὐρανὸν, τοὺς δὲ ἐξ Ἰουδαίων ἀπιστήσαντας εἰς ἔσχατον ἐρημίας κατενεγκὼν, καὶ ἀλύτοις κακοῖς παραδούς. Καθαψάμενος τοίνυν αὐτῶν σφοδρῶς, καὶ ἀφ' ὧν ἠπίστησαν, καὶ ἀφ' ὧν ἔπαθόν τε καὶ ἔμελλον πείσεσθαι, πάλιν παραμυθεῖται τὰ εἰρημένα, γράφων οὕτω· Λέγω οὖν, Μὴ ἔπταισαν ἵνα πέσωσι; Μὴ γένοιτο. Ὅτε ἔδειξε μυρίων ὄντας κακῶν ὑπευθύνους, τότε παραμυθίαν ἐπινοεῖ. Καὶ σκόπει τὴν σύνεσιν τὴν Παύλου· τὴν μὲν κατηγορίαν ἀπὸ τῶν προφητῶν εἰσήγαγε, τὴν δὲ παραμυθίαν παρ' ἑαυτοῦ τίθησιν. Ὅτι μὲν γὰρ αὐτοῖς ἡμάρτηται μεγάλα, φησὶν, οὐδεὶς ἀντερεῖ· ἴδωμεν δὲ, εἰ τοιοῦτον τὸ πτῶμα, ὡς καὶ ἀνίατον εἶναι, καὶ μηδεμίαν ἔχειν διόρθωσιν. Ἀλλ' οὐκ ἔστι τοιοῦτον. Εἶδες πῶς αὐτῶν πάλιν καθάπτεται, καὶ ἐν προσδοκίᾳ παραμυθίας ὑπευθύνους ποιεῖ ἁμαρτημάτων ὡμολογημένων; Ἴδωμεν δὲ τίνα αὐτοῖς καὶ παραμυθίαν ἐπινοεῖ. Τίς οὖν ἡ παραμυθία; Ὅταν δὲ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, φησὶ, τότε πᾶς Ἰσραὴλ σωθήσεται, κατὰ τὸν καιρὸν τῆς παρουσίας τῆς δευτέρας καὶ τῆς συντελείας. Ἀλλ' εὐθέως μὲν τοῦτο οὐ λέγει· ἐπειδὴ δὲ σφοδρῶς αὐτῶν κατέδραμε, καὶ κατηγορίαις συνῆψε κατηγορίας, προφήτας ἐπὶ προφήταις εἰσάγων καταβοῶντας αὐτῶν, τὸν Ἡσαΐαν, τὸν Ἠλίαν, τὸν ∆αυῒδ, τὸν Μωϋσέα, τὸν Ὠσηὲ, καὶ ἅπαξ, καὶ δὶς, καὶ πολλάκις· ἵνα μὴ ταύτῃ καὶ τούτους εἰς ἀπόγνωσιν ἐμβαλὼν, ἀποτειχίσῃ τὴν πρὸς τὴν πίστιν ἐπάνοδον, καὶ τοὺς ἐξ ἐθνῶν πάλιν πιστεύσαντας εἰς ἀπόνοιαν ἐπάρῃ, καὶ φυσηθέντες καὶ αὐτοὶ βλαβῶσιν εἰς τὸν τῆς πίστεως λόγον, παραμυθεῖται πάλιν αὐτοὺς, λέγων· Ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσι. ∆εῖ δὲ ἡμᾶς οὐχ ἁπλῶς ἀκούειν τῶν λεγομένων, ἀλλὰ τὴν γνώμην εἰδέναι καὶ τὸν σκοπὸν τοῦ λέγοντος, καὶ τί κατορθῶσαι ἐσπούδακεν· ὅπερ ἀεὶ παρακαλῶ τὴν ὑμετέραν ἀγάπην. Ἂν γὰρ μετὰ τῆς διανοίας ταύτης δεξώμεθα τὰ εἰρημένα, ἐν οὐδενὶ τούτων ὀψόμεθα δυσκολίαν οὖσαν. Τὸ γὰρ σπουδαζόμενον αὐτῷ νῦν, τὴν ἐκ τῶν εἰρημένων ἐγγινομένην ἀπόνοιαν τοῖς ἐξ ἐθνῶν καθελεῖν· οὕτω γὰρ καὶ οὗτοι ἀσφαλέστερον μένειν ἔμελλον ἐν τῇ πίστει, μετριάζειν μαθόντες, καὶ οἱ ἐξ Ἰουδαίων τῆς ἀπογνώσεως ἀπαλλαγέντες, τῇ χάριτι προθυμότερον προσιέναι. Πρὸς τοῦτον τοίνυν τὸν σκοπὸν ὁρῶντες, πάντων ἀκούωμεν τῶν ἐν τῷ χωρίῳ τούτῳ λεγομένων. Τί οὖν φησι; καὶ πόθεν δείκνυσιν, ὅτι οὐκ ἀνίατα ἔπεσον, οὐδὲ εἰς τέλος ἐξεβλήθησαν; Ἀπὸ τῶν ἐθνῶν, οὕτω λέγων· Τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία ἐν τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς. Οὗτος δὲ οὐκ αὐτοῦ μόνον ὁ λόγος, ἀλλὰ καὶ ἐν τοῖς Εὐαγγελίοις τοῦτο βούλονται αἱ παραβολαί. Καὶ γὰρ ὁ τοὺς γάμους ποιήσας τῷ υἱῷ, ἐπειδὴ οἱ κεκλημένοι οὐκ ἠθέλησαν ἐλθεῖν, τότε τοὺς ἐν ταῖς τριόδοις ἐκάλεσε. Καὶ ὁ τὸν ἀμπελῶνα δὲ καταφυτεύσας, ἐπειδὴ ἔσφαξαν οἱ γεωργοὶ τὸν κληρονόμον, τότε ἐξέδωκεν ἑτέροις τὸν ἀμπελῶνα. Καὶ χωρὶς δὲ παραβολῆς αὐτὸς ἔλεγεν· Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Καὶ τῇ Συροφοινικίσσῃ δὲ ἐπιμενούσῃ πλέον τι πάλιν ἔλεγεν· Οὐ γάρ ἐστι καλὸν, φησὶ, λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις. Καὶ ὁ Παῦλος δὲ πρὸς τοὺς στασιάζοντας τῶν Ἰουδαίων, Ὑμῖν νῦν πρῶτον, φησὶν, ἀναγκαῖον ἦν λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀναξίους ἐκρίνατε ἑαυτοὺς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη.

γʹ. Καὶ διὰ πάντων δηλοῦται, ὅτι ἡ μὲν ἀκολουθία τῶν πραγμάτων αὕτη ἦν, ἐκείνους προσελθεῖν πρώτους, καὶ τότε τοὺς ἐξ ἐθνῶν· ἐπειδὴ δὲ ἠπίστησαν, ἀντεστράφη ἡ τάξις, καὶ ἡ ἀπιστία αὐτῶν καὶ τὸ παράπτωμα τούτους ἐποίησεν εἰσενεχθῆναι προτέρους. ∆ιό φησι, Τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς. Εἰ δὲ τὸ ἐξ ἀκολουθίας ἐκβὰν ὡς προηγουμένως γεγενημένον λέγει, μὴ θαυμάσῃς· βούλεται γὰρ αὐτῶν παραμυθήσασθαι πεπληγυίας τὰς ψυχάς. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἦλθε πρὸς αὐτοὺς Ἰησοῦς· οὐκ ἐδέξαντο αὐτὸν μυρία θαυματουργοῦντα, ἀλλ' ἐσταύρωσαν· ἐπεσπάσατο λοιπὸν τὰ ἔθνη, ἵνα ἡ ἐκείνων τιμὴ δάκνουσα αὐτῶν τὴν ἀναισθησίαν, κἂν ἐκ τῆς πρὸς ἑτέρους φιλονεικίας αὐτοὺς πείσῃ προσελθεῖν. Ἔδει μὲν γὰρ δεχθῆναι ἐκείνους πρῶτον, καὶ τότε ἡμᾶς· διὸ καὶ ἔλεγε· ∆ύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι· ἐπειδὴ δὲ ἀπεσκίρτησαν, οἱ δεύτεροι πρῶτοι γεγόναμεν. Εἶδες τοίνυν πόσην αὐτοῖς συνάγει κἀντεῦθεν τιμήν· μίαν μὲν, ὅτι τότε φησὶν ἡμᾶς κληθῆναι, ὅτε αὐτοὶ οὐκ ἠθέλησαν· δευτέραν δὲ, ὅτι διὰ τοῦτό φησι κληθῆναι, οὐχ ἵνα ἡμεῖς σωθῶμεν μόνον, ἀλλ' ἵνα καὶ ἐκεῖνοι διὰ τῆς ἡμετέρας σωτηρίας ζηλώσαντες, βελτίους γένωνται. Τί οὖν, φησίν; εἰ μὴ διὰ τοὺς Ἰουδαίους, οὐκ ἂν ἐκλήθημεν καὶ ἐσώθημεν; Οὐκ ἂν πρὸ ἐκείνων, ἀλλ' ἐν τῇ προσηκούσῃ τάξει. ∆ιὸ καὶ ὅτε τοῖς μαθηταῖς ἔλεγεν, οὐκ εἶπεν ἁπλῶς, Πορεύεσθε πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραὴλ, ἀλλὰ, Πορεύεσθε, μᾶλλον, δεικνὺς ὅτι καὶ πρὸς ἐκεῖνα δεῖ μετὰ ταῦτα ἀπελθεῖν. Καὶ Παῦλος πάλιν οὐκ εἶπεν, Ἀναγκαῖον ὑμῖν λαληθῆναι τὸν λόγον, ἀλλ' Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι, δεικνὺς ὅτι καὶ ἐκ δευτέρου καὶ ἡμῖν. Ταῦτα δὲ καὶ ἐγίνετο καὶ ἐλέγετο, ἵνα μηδὲ ἀναίσχυν τον ἔχωσιν ἐκεῖνοι πρόφασιν ὡς παροφθέντες, καὶ διὰ τοῦτο μὴ πιστεύσαντες. ∆ιὰ δὴ τοῦτο καὶ πάντα προειδὼς ὁ Χριστὸς, ὅμως πρὸς αὐτοὺς παρεγένετο πρώτους. Εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου, καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν; Ἐνταῦθα πρὸς χάριν αὐτοῖς διαλέγεται. Καὶ γὰρ εἰ μυριάκις παρέπεσον οὗτοι, οὐκ ἂν ἐσώθη τὰ ἔθνη, εἰ μὴ πίστιν ἐπεδείξατο· ὥσπερ οὖν οὐδ' ἂν οἱ Ἰουδαῖοι ἀπώλοντο, εἰ μὴ ἠπίστησαν καὶ ἐφιλονείκησαν. Ἀλλ' ὅπερ ἔφην, παραμυθεῖται αὐτοὺς κειμένους, ἐκ περιουσίας παρασκευάζων θαῤῥεῖν ὑπὲρ τῆς σωτηρίας αὐτῶν, εἰ μετάθοιντο Εἰ γὰρ ὅτε, φησὶ, προσέκρουσαν, τοσοῦτοι σωτηρίας ἀπήλαυσαν, καὶ ἐν τῷ ἐκβληθῆναι ἐκείνους, τοσοῦτοι ἐκλήθησαν, ἐννόησον, τί ἔσται, ὅταν ἐπιστρέψωσιν. Οὐ γὰρ εἶπε, πόσῳ μᾶλλον ἡ ἐπιστροφὴ αὐτῶν, οὐδὲ ἡ μεταβολὴ αὐτῶν, οὐδὲ τὸ κατόρθωμα αὐτῶν, ἀλλὰ, Πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν, τουτέστιν, ὅτε πάντες εἰσιέναι μέλλουσι. Τοῦτο δὲ εἶπε, δεικνὺς καὶ τότε τὸ πλέον τῆς χάριτος ἐσόμενον, καὶ τῆς δωρεᾶς τοῦ Θεοῦ, καὶ σχεδὸν τὸ πᾶν. Ὑμῖν γὰρ λέγω τοῖς ἔθνεσιν, ἐφ' ὅσον μέν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω, εἴ πως παραζηλώσω μου τὴν σάρκα, καὶ σώσω τινὰς ἐξ αὐτῶν. Πάλιν ὑποψίας πονηρᾶς ἑαυτὸν ἀπαλλάξαι ἐσπούδακε· καὶ δοκεῖ μὲν ἐπιπλήττειν τοῖς ἐξ ἐθνῶν, καὶ ταπεινοῦν αὐτῶν τὰ φρονήματα, ἠρέμα δὲ παρακνίζει τὸν Ἰουδαῖον· καὶ περιέρχεται μὲν ζητῶν περιστεῖλαι καὶ παραμυθήσασθαι τὴν τοσαύτην αὐτῶν ἀπώλειαν, οὐδὲν δὲ εὑρίσκει διὰ τὴν τῶν πραγμάτων φύσιν. Καὶ γὰρ ἐξ ὧν εἴρηκε, μείζονος ἦσαν κατηγορίας ἄξιοι, ὅταν τὰ αὐτοῖς εὐτρεπισμένα ἕτεροι σφόδρα αὐτῶν ἀποδέοντες εἰληφότες ὦσι. ∆ιὰ δὴ τοῦτο ἀπὸ τῶν Ἰουδαίων ἐπὶ τοὺς ἐξ ἐθνῶν μεταβαίνει, καὶ μέσον παρεντίθησι τὸν περὶ τούτων λόγον, ἐνδείξασθαι βουλόμενος, ὅτι ταῦτα πάντα λέγει, ἵνα αὐτοὺς μετριάζειν παιδεύσῃ. Ἐπαινῶ γὰρ ὑμᾶς, φησὶ, διὰ δύο ταῦτα· δι' ἓν μὲν, ὅτι ἀνάγκην ἔχω τὴν διακονίαν ὑμῶν ἐγκεχειρισμένος· δι' ἕτερον δὲ, ἵνα δι' ὑμῶν ἑτέρους σώσω. Καὶ οὐ λέγει, τοὺς ἀδελφούς μου, τοὺς συγγενεῖς μου, ἀλλὰ, Τὴν σάρκα. Εἶτα τὴν φιλονεικίαν αὐτῶν ἐνδεικνύμενος, οὐ λέγει, εἴ πως πείσω, ἀλλὰ, Παραζηλώσω καὶ σώσω, καὶ οὐδὲ ἐνταῦθα ἅπαντας, ἀλλὰ, Τινὰς ἐξ αὐτῶν· οὕτως ἦσαν σκληροί. Καὶ ἐν αὐτῇ τῇ ἐπιτιμήσει δὲ λαμπρὰ δείκνυσι πάλιν τὰ τῶν ἐθνῶν· εἴ γε καὶ αἴτιοι γίνονται σωτηρίας αὐτοῖς, καὶ οὐ διὰ τῶν αὐτῶν· ἐκεῖνοι μὲν γὰρ τούτοις ἐξ ἀπιστίας, οὗτοι δὲ ἐκείνοις ἀπὸ πίστεως πρόξενοι γίνονται τῶν ἀγαθῶν. Ὅθεν δοκεῖ καὶ ἰσάζειν, καὶ πλεονεκτεῖν τὰ τῶν ἐθνῶν.

δʹ. Τί γὰρ ἂν εἴποις, ὦ Ἰουδαῖε; Εἰ μὴ ἐξεβλήθημεν ἡμεῖς, οὐκ ἂν ἐκλήθητε εὐθέως ὑμεῖς; Τοῦτο δὲ λέγει καὶ ὁ ἐξ ἐθνῶν· Εἰ μὴ ἐσώθην ἐγὼ, οὐκ ἂν ἐζήλωσας σύ. Εἰ δὲ καὶ ὃ πλεονεκτοῦμεν βούλει μαθεῖν, ἐγὼ μὲν ἐκ τοῦ πιστεῦσαι, σὲ σώζω· σὺ δὲ προσκεκρουκὼς, πάροδον ἡμῖν δέδωκάς σου προτέραν. Εἶτα πάλιν αἰσθόμενος, ὅτι καθήψατο αὐτῶν, τὸ πρότερον ἀναλαμβάνει καί φησιν· Εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ πρόσληψις, εἰ μὴ ζωὴ ἐκ νεκρῶν; Ἀλλὰ καὶ τοῦτο αὐτοὺς καταδικάζει πάλιν, εἴ γε ἄλλοι μὲν ἐκ τῶν ἁμαρτημάτων αὐτῶν ἐκέρδανον, οὗτοι δὲ οὐδὲ ἐκ τῶν ἑτέρων κατορθωμάτων ὠφελήθησαν. Εἰ δὲ τὸ ἐξ ἀνάγκης συμβὰν, τοῦτο ἐκείνων εἶναί φησι, μὴ θαυμάσῃς· ἵνα γὰρ καὶ τούτους, ὃ πολλάκις εἶπον, καταστείλῃ κἀκείνους προτρέψῃ, οὕτω σχηματίζει τὸν λόγον. Ὅπερ γὰρ ἔφθην εἰπὼν, κἂν μυριάκις ἀπεβλήθησαν Ἰουδαῖοι, πίστιν δὲ μὴ ἐπεδείξαντο τὰ ἔθνη, οὐκ ἂν ἐσώθησάν ποτε. Ἀλλὰ τῷ ἠσθενηκότι παρίσταται μέρει, καὶ βοηθεῖ τῷ πεπονηκότι. Ὅρα δὲ καὶ ἐν οἷς χαρίζεται διὰ ῥημάτων αὐτοὺς παραμυθούμενος μόνον. Εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν, φησὶ, καταλλαγὴ κόσμου. Καὶ τί τοῦτο πρὸς Ἰουδαίους; Τίς ἡ πρόσληψις, εἰ μὴ ζωὴ ἐκ νεκρῶν; Ἀλλ' οὐδὲ τοῦτό τι πρὸς ἐκείνους, εἰ μὴ προσελήφθησαν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ ὀργιζόμενος αὐτοῖς, τοσαῦτα ἐχαρίσατο ἑτέροις, ὅταν αὐτοῖς καταλλαγῇ, τί οὐ χαριεῖται; Ἀλλ' ὥσπερ ἡ ἀνάστασις τῶν νεκρῶν οὐ διὰ τὴν πρόσληψιν αὐτῶν, οὕτως οὐδὲ νῦν ἡ σωτηρία ἡ ἡμετέρα δι' αὐτούς· ἀλλ' ἐξεβλήθησαν μὲν ἐκ τῆς ἀνοίας αὐτῶν, ἐσώθημεν δὲ ἀπὸ τῆς πίστεως ἡμεῖς καὶ τῆς ἄνωθεν χάριτος. Τούτων δὲ οὐδὲν ἐκείνους ὠφελῆσαι δυνήσεται, εἰ μὴ τὴν προσήκουσαν ἐπιδείξαιντο πίστιν. Πλὴν ἀλλὰ τὰ αὐτῷ συνήθη ποιῶν, προάγει τὸν λόγον εἰς ἕτερον ἐγκώμιον, οὐκ ὂν ἐγκώμιον, ἀλλὰ δοκοῦν εἶναι μόνον, τοὺς ἀρίστους τῶν ἰατρῶν μιμούμενος, οἳ τοσαῦτα παραμυθοῦνται τοὺς κάμνοντας, ὅσα ἡ τῆς ἀῤῥωστίας ἐνδίδωσι φύσις. Τί γάρ φησιν; Εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι· ἀπαρχὴν ἐνταῦθα καὶ ῥίζαν καλῶν, τοὺς περὶ τὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, τοὺς προφήτας, τοὺς πατριάρχας, τοὺς ἐπὶ τῆς Παλαιᾶς εὐδοκιμηκότας ἅπαντας· κλάδους δὲ τοὺς ἐξ αὐτῶν πιστεύσαντας. Εἶτα ἐπειδὴ ἀντέπιπτεν αὐτῷ τὸ πολλοὺς ἠπιστηκέναι, ὅρα πῶς αὐτὸ πάλιν ὑποτέμνεται, καί φησιν· Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν. Καὶ μὴν ἄνω ἔλεγες, ὅτι οἱ πλείους ἀπώλοντο, καὶ ὀλίγοι διεσώθησαν· πῶς οὖν ἐνταῦθα ἐπὶ τῶν ἀπολλυμένων τὸ, Τινὲς, τέθεικας, ὅπερ ὀλιγότητός ἐστιν ἐμφαντικόν; Οὐκ ἐμαυτῷ, φησὶ, περιπίπτων, ἀλλὰ θεραπεῦσαι σπεύδων καὶ ἀνακτήσασθαι τοὺς πεπονηκότας. Εἶδες πῶς διὰ παντὸς τοῦ χωρίου δείκνυται τοῦτο κατασκευάζων, τὸ βούλεσθαι παραμυθήσασθαι αὐτούς; κἂν ἀνέλῃς αὐτὸ, πολλὰ ἕψεται τὰ ἐναντιώματα. Σὺ δέ μοι σκόπει αὐτοῦ τὴν σοφίαν, πῶς δοκῶν ὑπὲρ αὐτῶν λέγειν, καὶ παραμυθίαν αὐτοῖς ἐπινοεῖν, καὶ πλήττει λανθανόντως, καὶ πάσης ἀπολογίας δείκνυσιν ἐστερημένους, ἀπὸ τῆς ῥίζης, ἀπὸ τῆς ἀπαρχῆς. Ἐννόησον γὰρ πονηρίαν τῶν κλάδων, ὅτε μηδὲ ῥίζαν ἔχοντες γλυκεῖαν, μιμοῦνται αὐτήν· καὶ τὴν κακίαν τοῦ φυράματος, ὅταν μηδὲ ἀπὸ τῆς ἀπαρχῆς μεταβάλληται. Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν. Καὶ μὴν τὸ πλέον ἐξεκλάσθη· ἀλλ', ὅπερ ἔφην, βούλεται αὐτοὺς παραμυθεῖσθαι. ∆ιὰ τοῦτο οὐδὲ παρ' ἑαυτοῦ, ἀλλὰ παρ' ἐκείνων εἰσάγει τὸν λόγον, καὶ ἐν τούτῳ λανθανόντως αὐτῶν καθικνούμενος, καὶ δεικνὺς τῆς τοῦ Ἀβραὰμ συγγενείας ἐκπεπτωκότας· τοῦτο γὰρ ἦν, ὃ ἔσπευδεν εἰπεῖν, ὅτι οὐδὲν κοινὸν πρὸς ἐκεῖνον ἔχουσιν. Εἰ γὰρ ἁγία ἡ ῥίζα, οὗτοι δὲ οὐχ ἅγιοι, ἄρα πόῤῥω τῆς ῥίζης οὗτοι. Εἶτα δοκῶν παραμυθήσασθαι τὸν Ἰουδαῖον, πάλιν πλήττει διὰ τῆς κατηγορίας τοὺς ἐξ ἐθνῶν· εἰπὼν γὰρ, Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, ἐπήγαγε· Σὺ δὲ ἀγριέλαιος ὢν, ἐνεκεντρίσθης. Ὅσῳ γὰρ ἂν εὐτελὴς ᾖ ὁ ἐξ ἐθνῶν, τοσούτῳ μᾶλλον ὁ Ἰουδαῖος ἀλγεῖ τοῖς αὐτοῦ τοῦτον ἐντρυφῶντα ὁρῶν· κἀκείνῳ δὲ οὐ τοσαύτη ἀπὸ τῆς εὐτελείας ἡ αἰσχύνη, ὅση ἀπὸ τῆς μεταβολῆς ἡ τιμή. Καὶ σκόπει σοφίαν· οὐκ εἶπεν, Ἐνεφυτεύθης, ἀλλ', Ἐνεκεντρίσθης, ἐν τούτῳ πάλιν δάκνων τὸν Ἰουδαῖον, καὶ δεικνὺς ἐν τῷ δένδρῳ τῷ αὐτοῦ τὸν ἐξ ἐθνῶν ἑστηκότα, καὶ τοῦτον κείμενον χαμαί. ∆ιόπερ οὐδὲ μέχρι τούτου ἔστη, οὐδὲ εἰπὼν, Ἐνεκεντρίσθης, ἀπηλλάγη, καίτοι τὸ πᾶν ἐδήλωσε τούτῳ· ἀλλ' ὅμως ἐνδιατρίβει τῇ εὐημερίᾳ τούτου, καὶ εὐρύνει τὴν εὐδοκίμησιν, λέγων· Καὶ συγκοινωνὸς τῆς ῥίζης καὶ τῆς πιότητος τῆς ἐλαίας ἐγένου. Καὶ δοκεῖ μὲν αὐτὸν ἐν τάξει προσθήκης τεθεικέναι· δείκνυσι δὲ οὐδὲν αὐτὸν ταύτῃ παραβλαπτόμενον, ἀλλὰ τὸ πᾶν ἔχοντα, ὅσον εἶπεν ὁ κλάδος ὁ ἐκ τῆς ῥίζης ἀναβάς. Ἵνα γὰρ μὴ ἀκούσας, Σὺ δὲ ἐνεκεντρίσθης, ἠλαττῶσθαι αὐτὸν νομίσῃς πρὸς τὸν ἔμφυτον κλάδον συγκρίνων, ὅρα πῶς αὐτὸν ἐξισοῖ λέγων· Καὶ συγκοινωνὸς τῆς ῥίζης καὶ τῆς πιότητος τῆς ἐλαίας ἐγένου· τουτέστιν, εἰς τὴν αὐτὴν κατέστης εὐγένειαν, εἰς τὴν αὐτὴν φύσιν. Εἶτα ἐπιπλήξας, καὶ εἰπὼν, Μὴ κατακαυχῶ τῶν κλάδων, δοκεῖ μὲν παραμυθεῖσθαι τὸν Ἰουδαῖον, δείκνυσι δὲ αὐτοῦ τὸ εὐτελὲς καὶ τὴν πολλὴν ἀτιμίαν. ∆ιὰ τοῦτο οὐδὲ εἶπε, Μὴ καυχῶ, ἀλλὰ, Μὴ κατακαυχῶ, μὴ κατ' ἐκείνων καυχῶ ὥστε αὐτοὺς ἀποῤῥῆξαι· καὶ γὰρ εἰς τὰ ἐκείνων ἕστηκας, τῶν ἐκείνων ἀπολαύεις.

εʹ. Ὁρᾷς πῶς δοκεῖ μὲν ἐπιπλήττειν τούτοις, δάκνει δὲ ἐκείνους; Εἰ δὲ κατακαυχᾶσαι, φησὶν, οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ' ἡ ῥίζα σέ. Τί οὖν πρὸς τοὺς κλάδους τοῦτο τοὺς ἐκκοπέντας; Οὐδέν. Ὅπερ γὰρ ἔφθην εἰπὼν, σκιάν τινα παραμυθίας ἀσθενῆ δοκῶν ἐπινοεῖν, καὶ ἐν αὐτῷ τῷ πρὸς τὸν ἐξ ἐθνῶν ἀποτείνεσθαι, καιρίαν αὐτοῖς δίδωσι πληγήν. Εἰπὼν γὰρ, Μὴ κατακαυχῶ, καὶ ὅτι Εἰ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἔδειξε τῷ Ἰουδαίῳ, ὅτι καυχήσεως ἄξια τὰ γεγενημένα, εἰ καὶ μὴ κατακαυχᾶσθαι δεῖ· καὶ διεγείρων αὐτὸν καὶ παροξύνων εἰς πίστιν, καὶ ἐν τάξει συνηγόρου βάλλων, καὶ δεικνὺς αὐτῷ τὴν ζημίαν, ἣν ὑπέμεινε, καὶ ὅτι τὰ ἐκείνων κατέχουσιν ἕτεροι. Ἐρεῖς οὖν, φησὶ, Ἐξεκλάσθησαν κλάδοι, ἵνα ἐγὼ ἐγκεντρισθῶ. Πάλιν ἐν τάξει ἀντιθέσεως τὸ ἐναντίον τῷ προτέρῳ κατασκευάζει, δεικνὺς ὅτι καὶ τὰ μικρῷ ἔμπροσθεν εἰρημένα οὐχὶ προηγουμένως ἔλεγεν, ἀλλὰ ἐφελκόμενος αὐτούς. Οὐκέτι γὰρ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, οὐδὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου, οὐδὲ διὰ τοῦτο ἐσώθημεν ἐπειδὴ ἔπεσον, ἀλλὰ τοὐναντίον. Καὶ δείκνυσι προηγουμένην καὶ τὴν εἰς τὰ ἔθνη πρόνοιαν, εἰ καὶ δοκεῖ ἑτέρως σχηματίζειν τὰ εἰρημένα· καὶ ὅλον τὸ χωρίον δι' ἀντιθέσεως ὑφαίνει, ἑαυτὸν ἀπαλλάττων τῆς κατὰ τὴν ἀπέχθειαν ὑπονοίας, καὶ εὐπαράδεκτον ποιῶν τὸν λόγον. Καλῶς. Ἐπῄνεσε τὸ εἰρημένον· εἶτα καὶ φοβεῖ πάλιν λέγων· Τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἐνεκεντρίσθης. Ἰδοὺ πάλιν ἕτερον αὐτῶν ἐγκώμιον, καὶ ἐκείνων κατηγορία. Ἀλλὰ πάλιν αὐτῶν καταστέλλει τὸ φύσημα, ἐπάγων καὶ λέγων· Μὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ. Οὐ γὰρ φύσεως τὸ πρᾶγμά ἐστιν, ἀλλὰ πίστεως καὶ ἀπιστίας. Καὶ δοκεῖ μὲν πάλιν ἐπιστομίζειν τὸν ἐξ ἐθνῶν, διδάσκει δὲ τὸν Ἰουδαῖον, ὅτι οὐ δεῖ τῇ τῆς φύσεως συγγενείᾳ προσέχειν· διὸ καὶ ἐπάγει· Μὴ ὑψηλοφρόνει. Καὶ οὐκ εἶπε, Ταπεινοῦ, ἀλλὰ, Φοβοῦ· ἡ γὰρ ἀπόνοια καταφρόνησιν ἐμποιεῖ καὶ ῥᾳθυμίαν. Εἶτα μέλλων ἐκτραγῳδεῖν αὐτῶν τὴν συμφορὰν, ὥστε ἀνεπαχθέστερον ποιῆσαι τὸν λόγον, ἐν τάξει τῆς πρὸς ἐκεῖνον ἐπιτιμήσεως αὐτὸ τίθησιν οὕτω λέγων· Εἰ γὰρ ὁ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο· καὶ οὐκ εἶπεν, Οὐδὲ σοῦ φείσεται, ἀλλὰ, Μή πως οὐδὲ σοῦ φείσηται· ὑποτεμνόμενος τοῦ λόγου τὸ φορτικὸν, καὶ ποιῶν ἐναγώνιον τὸν πιστὸν εἶναι, κἀκείνους ἐφελκόμενος, καὶ τούτους καταστέλλων. Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ. Ἐπὶ μὲν τοὺς πεσόντας, ἀποτομίαν· ἐπὶ δὲ σὲ, χρηστότητα, ἐὰν ἐπιμείνῃς τῇ χρηστότητι, ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ. Καὶ οὐκ εἶπεν, Ἴδε οὖν κατόρθωμα σὸν, ἴδε οὖν πόνους σοὺς, ἀλλὰ Θεοῦ φιλανθρωπίαν, δεικνὺς ὅτι τὸ πᾶν τῆς χάριτος τῆς ἄνωθεν γέγονε, καὶ παρασκευάζων τρέμειν. Ἡ γὰρ ὑπόθεσις τῆς καυχήσεως, αὕτη σε ποιεῖ δεδοικέναι. Ἐπεὶ γὰρ χρηστὸς περὶ σὲ γέγονεν ὁ ∆εσπότης, διὰ τοῦτο φοβοῦ· οὐ γὰρ ἀκινητά σοι μένει τὰ ἀγαθὰ, ἐὰν ῥᾳθυμῇς· ὥσπερ οὖν οὐδὲ ἐκείνοις τὰ κακὰ, ἐὰν μεταβάλωνται. Καὶ γὰρ σὺ, φησὶν, ἐὰν μὴ ἐπιμείνῃς τῇ πίστει, ἐκκοπήσῃ. Καὶ ἐκεῖνοι δὲ, ἐὰν μὴ ἐπιμείνωσι τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται. Οὐ γὰρ ὁ Θεὸς αὐτοὺς ἐξέκοψεν, ἀλλ' αὐτοὶ ἐξεκλάσθησαν, καὶ ἔπεσον. Καὶ καλῶς εἶπεν, Ἐξεκλάσθησαν· οὐδέποτε γὰρ οὕτως αὐτοὺς ἐξέβαλε, καίτοι πολλὰ πολλάκις ἡμαρτηκότας. Εἶδες ὅσον τῆς προαιρέσεως τὸ κῦρος; πόση τῆς γνώμης ἡ ἐξουσία; Οὐδὲν γὰρ τούτων ἀκίνητον, οὔτε τὸ σὸν καλὸν, οὔτε τὸ ἐκείνου κακόν. Εἶδες πῶς καὶ ἐκεῖνον ἀπογινώσκοντα ἀνέστησε, καὶ τοῦτον θαῤῥοῦντα κατέστειλε; Μήτε γὰρ σὺ ἀποτομίαν ἀκούων, ἀπαγορεύσῃς, μήτε σὺ χρηστότητα, θαῤῥήσῃς. ∆ιὰ τοῦτό σε ἀποτόμως ἐξέκοψεν, ἵνα ποθήσῃς ἐπανελθεῖν· διὰ τοῦτο περὶ σὲ χρηστότητα ἐνεδείξατο, ἵνα ἐπιμείνῃς. Καὶ οὐκ εἶπε, Τῇ πίστει, ἀλλὰ, Τῇ χρηστότητι, τουτέστιν, ἂν ἄξια τῆς τοῦ Θεοῦ φιλανθρωπίας πράττῃς· οὐ γὰρ πίστεως δεῖ μόνον. Ὁρᾷς πῶς οὔτε ἐκείνους ἀφῆκε κεῖσθαι, οὔτε τούτους μέγα φρονεῖν, ἀλλὰ καὶ παρεζήλωσε τούτους, πάλιν δι' ἐκείνων δοὺς τῷ Ἰουδαίῳ στῆναι εἰς τὸν τούτου τόπον, καθάπερ ἐκεῖνος προκατέλαβε τὸ τούτου χωρίον; Καὶ τὸν μὲν ἐξ ἐθνῶν ἀπὸ τῶν Ἰουδαίων φοβεῖ καὶ τῶν ἐκείνοις συμβεβηκότων, ἵνα μὴ ἐπαίρωνται κατ' αὐτῶν· τὸν δὲ Ἰουδαῖον ἀπὸ τῶν τῷ Ἕλληνι παρασχεθέντων θαῤῥεῖν παρασκευάζει. Καὶ γὰρ καὶ σὺ ἐκκοπήσῃ, φησὶν, ἐὰν ῥᾳθυμῇς· καὶ γὰρ ὁ Ἰουδαῖος ἐξεκόπη· καὶ ἐκεῖνος ἐγκεντρισθήσεται, ἐὰν σπουδάζῃ· καὶ γὰρ καὶ σὺ ἐνεκεντρίσθης. Πάνυ δὲ συνετῶς ὅλον τὸν λόγον πρὸς τὸν ἐξ ἐθνῶν τρέπει, ἅπερ ἀεὶ ποιεῖν εἴωθεν, ἐν τῇ τῶν ἰσχυροτέρων ἐπιπλήξει τοὺς ἀσθενεῖς διορθούμενος. Τοῦτο καὶ ἐν τῷ τέλει τῆς Ἐπιστολῆς ἐργάζεται, περὶ τῆς τῶν σιτίων διαλεγόμενος παρατηρήσεως. Εἶτα καὶ ἐκ τῶν παρελθόντων αὐτὸ κατασκευάζει, καὶ οὐκ ἀπὸ τῶν μελλόντων μόνον· ὅπερ μᾶλλον ἔπειθε τὸν ἀκροατήν. Καὶ μέλλων λογισμῶν ἀκολουθίαν τηρεῖν ἀναντίῤῥητον, πρότερον ἀπὸ τῆς τοῦ Θεοῦ δυνάμεως τὴν ἀπόδειξιν τίθησιν. Εἰ γὰρ καὶ ἀπεκόπησαν καὶ ἀπεῤῥίφθησαν, καὶ ἄλλοι τὰ αὐτῶν προκατέλαβον, μηδὲ οὕτως ἀπογνῷς· ∆υνατὸς γάρ ἐστι, φησὶ, πάλιν ὁ Θεὸς ἐγκεντρίσαι αὐτοὺς, ὁ καὶ τὰ ὑπὲρ ἐλπίδα ποιῶν. Εἰ δὲ καὶ πραγμάτων τάξιν ζητεῖς καὶ λογισμῶν ἀκολουθίαν, ἔχεις οἴκοθεν τὸ ὑπόδειγμα μετὰ πλείονος τῆς περιουσίας. Εἰ γὰρ σὺ, φησὶν, ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι, οἳ κατὰ φύσιν ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ; Εἰ γὰρ τὸ παρὰ φύσιν ἴσχυσεν ἡ πίστις, πολλῷ μᾶλλον τὸ κατὰ φύσιν. Εἰ γὰρ οὗτος τῶν κατὰ φύσιν αὐτοῦ πατέρων ἐκκοπεὶς, ἦλθε παρὰ φύσιν πρὸς Ἀβραὰμ, πολλῷ μᾶλλον σὺ τὸ οἰκεῖον ἀπολαβεῖν δυνήσῃ, Τοῦ μὲν γὰρ ἐθνικοῦ τὸ μὲν κακὸν κατὰ φύσιν· ἀγριέλαιος γὰρ κατὰ φύσιν ἦν· τὸ δὲ καλὸν, παρὰ φύσιν· παρὰ φύσιν γὰρ ἐνεκεντρίσθη τῷ Ἀβραάμ· σοῦ δὲ τοὐναντίον τὸ καλὸν κατὰ φύσιν· οὐ γὰρ ἐν ἀλλοτρίᾳ ῥίζῃ, ὥσπερ ὁ ἐθνικὸς, ἀλλ' ἐν οἰκείᾳ παγήσῃ, ἐὰν βουληθῇς ἐπανελθεῖν. Τίνος οὖν ἂν εἴης ἄξιος συγγνώμης, ὅταν τοῦ ἐθνικοῦ τὸ παρὰ φύσιν δυνηθέντος, σὺ τὸ κατὰ φύσιν μὴ ἰσχύσῃς, ἀλλὰ καὶ τοῦτο προδῷς; Εἶτα ἐπειδὴ εἶπε, Παρὰ φύσιν, καὶ, Ἐνεκεντρίσθης, ἵνα μὴ πλέον τι τὸν Ἰουδαῖον ἔχειν νομίζῃς, πάλιν αὐτὸ διορθοῦται, λέγων καὶ αὐτὸν ἐγκεντρίζεσθαι· Πόσῳ μᾶλλον οὗτοι, φησὶν, οἱ κατὰ φύσιν ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ; Καὶ πάλιν, ∆υνατὸς ὁ Θεὸς ἐγκεντρίσαι αὐτούς. Καὶ πρὸ τούτου δέ φησιν, ὅτι ἐὰν μὴ ἐπιμείνωσι τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται. Παρὰ φύσιν δὲ καὶ κατὰ φύσιν ὅταν ἀκούσῃς αὐτοῦ συνεχῶς λέγοντος, μὴ τὴν ἀκίνητον ταύτην φύσιν νόμιζε λέγειν αὐτὸν, ἀλλὰ καὶ τὸ εἰκὸς καὶ τὸ ἀκόλουθον, καὶ τὸ ἀπεικὸς πάλιν τούτοις δηλοῦν τοῖς ὀνόμασιν. Οὐ γὰρ φυσικὰ τὰ καλὰ καὶ τὰ μὴ τοιαῦτα, ἀλλὰ γνώμης καὶ προαιρέσεως μόνης. Σκόπει δὲ αὐτοῦ καὶ τὸ ἀνεπαχθές. Εἰπὼν γὰρ, ὅτι Καὶ σὺ ἐκκοπήσῃ, ἐὰν μὴ ἐπιμείνῃς τῇ πίστει, καὶ οὗτοι ἐγκεντρισθήσονται, ἐὰν μὴ ἐπιμείνωσι τῇ ἀπιστίᾳ, τὸ σκυθρωπότερον ἀφεὶς, τὸ χρηστότερον κατασκευάζει, καὶ εἰς αὐτὸ τελευτᾷ, μεγάλας τοῖς Ἰουδαίοις ὑφαίνων ἐλπίδας, εἰ βουληθεῖεν. ∆ιὸ καὶ ἐπάγει λέγων· Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε παρ' ἑαυτοῖς φρόνιμοι· μυστήριον ἐνταῦθα, τὸ ἀγνοούμενον καὶ ἀπόῤῥητον λέγων, καὶ πολὺ μὲν τὸ θαῦμα, πολὺ δὲ τὸ παράδοξον ἔχον· ὥσπερ καὶ ἀλλαχοῦ φησιν· Ἰδοὺ μυστήριον ὑμῖν λέγω, πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα. Τί οὖν ἐστι τὸ μυστήριον; Ὅτι πώρωσις τῷ Ἰσραὴλ ἀπὸ μέρους γέγονεν. Ἐνταῦθα πάλιν πλήττει τὸν Ἰουδαῖον, δοκῶν καταστέλλειν τὸν ἐξ ἐθνῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὅπερ καὶ ἔμπροσθεν ἔλεγεν, ὅτι οὐκ ἐξ ὁλοκλήρου ἡ ἀπιστία, ἀλλὰ ἐκ μέρους, ὥσπερ ὅταν λέγῃ· Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλ' ἀπὸ μέρους, ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς· καὶ, Ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ. Οὕτω δὴ καὶ ἐνταῦθά φησι τοῦτο, ὅπερ ἀνωτέρω ἔλεγεν· Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὑτοῦ, ὃν προέγνω; καὶ πάλιν, Τί οὖν; ἔπταισαν ἵνα πέσωσι; Μὴ γένοιτο. Τοῦτο δὴ καὶ ἐνταῦθα λέγει· ὅτι οὐχ ὁλόκληρον ἀνασπᾶται τὸ ἔθνος, ἀλλὰ καὶ ἤδη πολλοὶ ἐπίστευσαν, καὶ μέλλουσι πάλιν πιστεύειν. Εἶτα ἐπειδὴ μέγα ἐπηγγείλατο, φέρει μάρτυρα τὸν προφήτην οὕτω λέγοντα. Ὅτι μὲν γὰρ πώρωσις γέγονεν, οὐ παράγει μαρτυρίαν· καὶ γὰρ δῆλον ἅπασιν ἦν· ὅτι δὲ πιστεύσουσι καὶ σωθήσονται, τὸν Ἡσαΐαν πάλιν εἰσάγει βοῶντα, καὶ λέγοντα· Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ. Εἶτα τὸ παράσημον τῆς σωτηρίας τιθεὶς, ἵνα μή τις εἰς τοὺς ἔμπροσθεν αὐτὸ χρόνους ἑλκύσῃ καὶ συζεύξῃ, φησί· Καὶ αὕτη αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν· οὐχ ὅταν περιτμηθῶσιν, οὐχ ὅταν θύσωσιν, οὐχ ὅταν τὰ ἄλλα νόμιμα ποιῶσιν, ἀλλ' ὅταν ἁμαρτημάτων ἀφέσεως τύχωσιν. Εἰ τοίνυν τοῦτο ἐπήγγελται, γέγονε δὲ ἐπ' αὐτῶν οὐδέπω, οὐδὲ ἀπήλαυσαν τῆς διὰ τοῦ βαπτίσματος ἀφέσεως, πάντως ἔσται· διὸ καὶ ἐπήγαγεν· Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ. Καὶ οὐδὲ τούτῳ μόνον αὐτοὺς παραμυθεῖται, ἀλλὰ καὶ τῷ ἤδη συμβεβηκότι· καὶ ὅπερ ἐξ ἀκολουθίας συνέβη, τοῦτο ὡς προηγούμενον τίθησιν, οὕτω λέγων· Κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ δι' ὑμᾶς, κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας. Ἵνα γὰρ μὴ φυσᾶται ὁ ἐξ ἐθνῶν, λέγων, Ἐγὼ ἕστηκα, μή μοι λέγε, τί ἂν ἐγένετο, ἀλλὰ τί γέγονε, καὶ ἐντεῦθεν αὐτὸν καταστέλλει λέγων, Κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ δι' ὑμᾶς. Ἐπειδὴ γὰρ ὑμεῖς ἐκλήθητε, φιλονεικότεροι γεγόνασιν ἐκεῖνοι.

ζʹ. Ἀλλ' ὅμως ὁ Θεὸς οὐδὲ οὕτως ἀνέκοψεν ὑμῶν τὴν κλῆσιν, ἀλλ' ἀναμένει πάντας τοὺς ἐξ ἐθνῶν μέλλοντας πιστεύειν εἰσελθεῖν, καὶ τότε κἀκεῖνοι ἥξουσιν. Εἶτα χαρίζεται καὶ ἑτέραν τινὰ χάριν αὐτοῖς λέγων· Κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας. Καὶ τί τοῦτο; Ἔνθα μὲν γὰρ ἐχθροὶ, ἡ κόλασις αὐτῶν· ἔνθα δὲ ἀγαπητοὶ, οὐδὲν πρὸς αὐτοὺς ἡ τῶν προγόνων ἀρετὴ, ἐὰν μὴ πιστεύσωσιν. Ἀλλ' ὅμως, ὅπερ ἔφθην εἰπὼν, οὐ παύεται ῥήμασιν αὐτοὺς παραμυθούμενος, ἵνα ἐφελκύσηται ∆ιὸ καὶ ἑτέρωθεν κατασκευάζων τὸ ἔμπροσθεν εἰρημένον, φησίν· Ὥσπερ γὰρ καὶ ὑμεῖς ποτε ἠπειθήσατε τῷ Θεῷ, νυνὶ δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ· οὕτω καὶ οὗτοι νῦν ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει, ἵνα καὶ αὐτοὶ ἐλεηθῶσι. Συνέκλεισε γὰρ τοὺς πάντας ὁ Θεὸς εἰς ἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ. ∆είκνυσιν ἐνταῦθα τοὺς ἐξ ἐθνῶν πρότερον κεκλημένους, εἶτα ἐπειδὴ οὐκ ἠθέλησαν, τοὺς Ἰουδαίους ἐκλεγέντας, καὶ τὸ αὐτὸ πάλιν συμβὰν μετὰ ταῦτα· ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν οἱ Ἰουδαῖοι πιστεῦσαι, πάλιν προσήχθη τὰ ἔθνη. Ἀλλ' οὐ μέχρι τούτου ἵσταται, οὐδὲ εἰς τὴν ἐκβολὴν αὐτῶν καταστρέφει τὸ πᾶν, ἀλλ' εἰς τὸ καὶ αὐτοὺς ἐλεηθῆναι πάλιν. Ὅρα πόσον δίδωσι τοῖς ἐξ ἐθνῶν· ὅσον ἔμπροσθεν τοῖς Ἰουδαίοις. Ἐπειδὴ γὰρ ὑμεῖς ἠπειθήσατε, φησὶν, οἱ ἐξ ἐθνῶν ποτε, προσῆλθον οἱ Ἰουδαῖοι· πάλιν ἐπειδὴ οὗτοι ἠπείθησαν, προσήλθετε ὑμεῖς. Οὐ μὴν εἰς τέλος ἀπολοῦνται· Συνέκλεισε γὰρ τοὺς πάντας εἰς ἀπείθειαν ὁ Θεός· τουτέστιν, ἤλεγξεν, ἀπέδειξεν ἀπειθοῦντας, οὐχ ἵνα μείνωσιν ἀπειθοῦντες, ἀλλ' ἵνα τοὺς ἑτέρους διὰ τῆς ἑτέρων σώσῃ φιλονεικίας, τούτους δι' ἐκείνων, κἀκείνους διὰ τούτων. Σκόπει δέ· ἠπειθήσατε ὑμεῖς, καὶ οὗτοι ἐσώθησαν· πάλιν οὗτοι ἠπείθησαν, καὶ ὑμεῖς ἐσώθητε· οὐ μὴν οὕτως ἐσώθητε, ὡς πάλιν ἐξελθεῖν, καθάπερ οἱ Ἰουδαῖοι, ἀλλ' ὥστε αὐτοὺς ἐπισπάσασθαι τῷ ζήλῳ μένοντες. Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ! Ἐνταῦθα ἐπὶ τοὺς προτέρους χρόνους ἐπανελθὼν, καὶ τὴν ἄνωθεν τοῦ Θεοῦ κατανοήσας οἰκονομίαν τὴν ἐξ οὗπερ ὁ κόσμος ἐγένετο μέχρι τοῦ παρόντος, καὶ λογισάμενος πῶς ποικίλως πάντα ᾠκονόμησε, ἐξεπλάγη καὶ ἀνεβόησε, πιστούμενος τοὺς ἀκούοντας, ὅτι ἔσται πάντως ἅπερ εἶπεν. Οὐ γὰρ ἂν ἀνεβόησε καὶ ἐξεπλάγη, εἰ μὴ πάντως ἔμελλεν ἔσεσθαι τοῦτο. Καὶ ὅτι μὲν βάθος ἐστὶν, οἶδε· πόσον δὲ, οὐκ οἶδε· θαυμάζοντος γάρ ἐστιν ἡ ῥῆσις, οὐκ εἰδότος τὸ πᾶν. Θαυμάσας δὲ καὶ ἐκπλαγεὶς τὴν χρηστότητα, καὶ κατὰ τὸ ἐγχωροῦν αὐτῷ διὰ δύο τῶν ἐπιτατικῶν ὀνομάτων αὐτὴν ἀνεκήρυξε, τοῦ πλούτου καὶ τοῦ βάθους, καὶ ἐξεπλάγη, ὅτι καὶ ἠθέλησε καὶ ἴσχυσε ταῦτα, καὶ διὰ τῶν ἐναντίων τὰ ἐναντία κατεσκεύασεν. Ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ! Οὐ γὰρ μόνον καταληφθῆναι αὐτὰ ἀδύνατον, ἀλλ' οὐδὲ ἐρευνηθῆναι. Καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Τουτέστιν αἱ οἰκονομίαι· καὶ γὰρ αὗται οὐ μόνον γνωσθῆναι, ἀλλ' οὐδὲ ζητηθῆναι δύνανται. Οὐδὲ γὰρ ἐγὼ, φησὶν, εὗρον ἅπαντα, ἀλλὰ μέρος μικρὸν, οὐ τὸ πᾶν· μόνος γὰρ αὐτὸς οἶδε τὰ αὑτοῦ σαφῶς. ∆ιὸ καὶ ἐπήγαγε· Τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ; Ὃ δὲ λέγει. τοιοῦτόν ἐστιν· ὅτι οὕτω σοφὸς ὢν, οὐδὲ παρ' ἑτέρου σοφός ἐστιν, ἀλλ' αὐτός ἐστιν ἡ πηγὴ τῶν ἀγαθῶν· καὶ τοσαῦτα ἐργασάμενος καὶ χαρισάμενος ἡμῖν, οὐ παρ' ἑτέρου δανεισάμενος ταῦτα ἔδωκεν, ἀλλ' οἴκοθεν ἀναβλύσας, οὐδὲ ἀμοιβὴν ὀφείλων τινὶ, ὡς παρ' αὐτοῦ εἰληφώς τι, ἀλλ' αὐτὸς κατάρχων ἀεὶ τῶν εὐεργεσιῶν. Τοῦτο γὰρ μάλιστά ἐστι πλούτου, τὸ καὶ ὑπερχεῖσθαι καὶ μὴ δεῖσθαι ἑτέρου. ∆ιὸ καὶ ἐπήγαγεν· Ὅτι ἐξ αὐτοῦ, καὶ δι' αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα. Αὐτὸς εὗρεν, αὐτὸς ἐποίησεν, αὐτὸς συγκροτεῖ· καὶ γὰρ καὶ πλούσιός ἐστι, καὶ οὐ δεῖται παρ' ἑτέρου λαβεῖν· καὶ σοφός ἐστι, καὶ οὐ δεῖται συμβούλου. Τί λέγω συμβούλου; Οὐδὲ εἰδέναι τις δύναται τὰ αὐτοῦ, ἀλλ' ἢ μόνος αὐτὸς ὁ πλούσιος καὶ σοφός. Καὶ γὰρ πολλοῦ πλούτου, τὸ τοὺς ἐξ ἐθνῶν εὐπόρους οὕτω ποιῆσαι, καὶ πολλῆς σοφίας, τὸ τοὺς Ἰουδαίων καταδεεστέρους Ἰουδαίων διδασκάλους κατασκευάσαι. Εἶτα, ἐπειδὴ ἐξεπλάγη, καὶ εὐχαριστίαν ἀναφέρει λέγων· Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Ὅταν γάρ τι τοιοῦτον λέγῃ μέγα καὶ ἀπόῤῥητον, θαυμάζων εἰς δόξαν καταλήγει. Τοῦτο καὶ ἐπὶ τοῦ Υἱοῦ ποιεῖ· καὶ γὰρ καὶ ἐκεῖ θαυμάσας, αὐτὸ δὴ τοῦτο ὅπερ καὶ ἐνταῦθα ἐπήγαγεν· Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.

ηʹ. Τοῦτον δὴ καὶ ἡμεῖς μιμώμεθα, καὶ πανταχοῦ τὸν Θεὸν δοξάζωμεν διὰ τῆς κατὰ τὸν βίον ἐπιμελείας, μηδὲ προγόνων ἀρεταῖς θαῤῥῶμεν, τὸ κατὰ τοὺς Ἰουδαίους εἰδότες παράδειγμα. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν αὕτη παρὰ Χριστιανοῖς ἡ συγγένεια, ἀλλ' ἡ κατὰ Πνεῦμα ἀγχιστεία. Οὕτω καὶ ὁ Σκύθης τοῦ Ἀβραὰμ γίνεται παῖς, καὶ ὁ ἐκείνου παῖς τοῦ Σκύθου πάλιν ἀλλοτριώτερος καθίσταται. Μὴ τοίνυν κατορθώμασι πατέρων θαῤῥῶμεν, ἀλλὰ, κἂν θαυμαστὸν ἔχῃς τὸν γεγεννηκότα, μὴ νομίσῃς ἀρκεῖν σοι τοῦτο εἰς σωτηρίαν, ἢ εἰς τιμὴν καὶ δόξαν, ἐὰν μὴ συγγενὴς αὐτῷ γένῃ κατὰ τοὺς τρόπους· ὥσπερ οὖν κἂν φαῦλον ἔχῃς, μὴ νόμιζε καταδικάζεσθαι ἐντεῦθεν καὶ αἰσχύνεσθαι, εἴ γε τὰ κατὰ σαυτὸν διαθῇς καλῶς. Τί γὰρ τῶν ἐθνῶν ἀτιμότερον; ἀλλ' ὅμως τῇ πίστει ταχέως τῶν ἁγίων γεγόνασι συγγενεῖς. Τί δὲ Ἰουδαίων οἰκειότερον; ἀλλ' ὅμως διὰ τὴν ἀπιστίαν ἠλλοτριώθησαν. Ἐκείνη μὲν γὰρ ἡ συγγένεια φύσεώς ἐστι καὶ ἀνάγκης, καθ' ἣν πάντες ἐσμὲν συγγενεῖς· ἀπὸ τοῦ Ἀδὰμ γὰρ πάντες γεγόναμεν, καὶ οὐκ ἂν εἴη μᾶλλον ἕτερος ἑτέρου συγγενὴς, καὶ κατὰ τὸν τοῦ Ἀδὰμ καὶ κατὰ τὸν τοῦ Νῶε λόγον καὶ κατὰ τὸν τῆς γῆς τῆς κοινῆς ἁπάντων μητέρος· ἡ δὲ τῶν στεφάνων ἀξία συγγένεια, ἡ διαιροῦσα ἡμᾶς ἀπὸ τῶν φαύλων ἐστίν. Οὐ γὰρ ἔστι πάντας εἶναι συγγενεῖς ἐνταῦθα, ἀλλὰ τοὺς ὁμοτρόπους· οὐδὲ ἀδελφοὺς καλοῦμεν τοὺς τὰς αὐτὰς λύσαντας ὠδῖνας ἡμῖν, ἀλλὰ τοὺς τὸν αὐτὸν ζῆλον ἐπιδεικνυμένους. Οὕτω καὶ τέκνα Θεοῦ καλεῖ ὁ Χριστὸς, οὕτω καὶ υἱοὺς διαβόλου πάλιν ἐξ ἐναντίας, οὕτω καὶ ἀπειθείας, οὕτω καὶ γεέννης, οὕτω καὶ ἀπωλείας. Οὕτω καὶ Παύλου Τιμόθεος παῖς ἦν ἐξ ἀρετῆς, καὶ γνήσιον τέκνον ἐκαλεῖτο, τοῦ δὲ υἱοῦ τῆς ἀδελφῆς αὐτοῦ οὐδὲ ὄνομα ἴσμεν· καίτοι γε ὁ μὲν κατὰ φύσιν ἦν αὐτῷ προσήκων· ἀλλ' οὐδὲν ὄφελος· ὁ δὲ καὶ φύσει καὶ τόπῳ διεστηκώς (καὶ γὰρ Λύστρων πολίτης ἦν)· ἀλλ' ὅμως πάντων ἐγγύτερος γέγονε. Γενώμεθα τοίνυν καὶ ἡμεῖς τῶν ἁγίων παῖδες, μᾶλλον δὲ γενώμεθα καὶ Θεοῦ παῖδες. Ὅτι γὰρ ἔστι καὶ Θεοῦ γενέσθαι παῖδας, ἄκουσον τί φησι· Γίνεσθε οὖν τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς. ∆ιὰ τοῦτο καὶ Πατέρα καλοῦμεν εὐχόμενοι, καὶ οὐχὶ τῆς χάριτος μόνον ἀναμιμνήσκοντες ἑαυτοὺς, ἀλλὰ καὶ τῆς ἀρετῆς, ἵνα μηδὲν ἀνάξιον τῆς τοιαύτης συγγενείας ποιῶμεν. Καὶ πῶς ἔστι, φησὶν, υἱὸν εἶναι Θεοῦ; Πάντων ἀπηλλαγμένον τῶν παθῶν, ἐπιείκειαν ἐπιδεικνύμενον περὶ τοὺς ὑβρίζοντας καὶ ἀδικοῦντας· καὶ γὰρ ὁ Πατὴρ ὁ σὸς τοιοῦτος περὶ τοὺς βλασφημοῦντάς ἐστι. ∆ιὰ τοῦτο πολλὰ πολλάκις εἰπὼν, οὐδαμοῦ φησιν, Ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν· ἀλλ' ὅτε εἶπεν, Εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, τότε τοῦτο τὸ ἔπαθλον ἐπήγαγεν. Οὐδὲν γὰρ οὕτως ἡμᾶς προσάγει Θεῷ καὶ ὁμοίους ποιεῖ, ὡς τουτὶ τὸ κατόρθωμα. ∆ιὰ τοῦτο καὶ Παῦλος ὅταν λέγῃ, Γίνεσθε μιμηταὶ τοῦ Θεοῦ, κατὰ τοῦτο γίνεσθε, λέγει. Πάντων μὲν γὰρ χρείαν ἔχομεν τῶν κατορθωμάτων, μάλιστα δὲ φιλανθρωπίας καὶ ἡμερότητος, ἐπεὶ καὶ αὐτοὶ πολλῆς δεόμεθα φιλανθρωπίας. Καὶ γὰρ πολλὰ καθ' ἑκάστην πλημμελοῦμεν τὴν ἡμέραν· διὸ καὶ πολλοῦ ἡμῖν δεῖ τοῦ ἐλέους. Τὸ δὲ πολὺ καὶ ἔλαττον οὐ τῷ μέτρῳ τῶν διδομένων κρίνεται, ἀλλὰ τῇ δυνάμει τῆς οὐσίας τῶν παρεχόντων. Μὴ τοίνυν μήτε ὁ πλουτῶν μέγα φρονείτω, μήτε ὁ πένης καταπιπτέτω ὡς ὀλίγα παρέχων· πολλάκις γὰρ οὗτος ἐκείνου πλείονα δέδωκεν. Οὐ τοίνυν ταλανίζειν ἑαυτοὺς χρὴ διὰ τὴν πενίαν· καὶ γὰρ εὐκολωτέραν ἡμῖν ποιεῖ τὴν ἐλεημοσύνην. Ὁ μὲν γὰρ πολλὰ κεκτημένος, καὶ ἀπονοίᾳ καὶ ἐπιθυμίᾳ πλείονι κατέχεται τῶν ὄντων· ὁ δὲ ὀλίγα ἔχων, ἑκατέρας ταύτης ἀπήλλακται τῆς τυραννίδος· διὸ καὶ πλείονας ἀφορμὰς εὑρίσκει τοῦ εὖ ποιεῖν. Καὶ γὰρ καὶ εἰς δεσμωτήριον οὗτος βαδιεῖται εὐκόλως, καὶ ἀῤῥωστοῦντας ἐπισκέψεται, καὶ ποτήριον ψυχροῦ δώσει· ἐκεῖνος δὲ οὐδὲν τούτων καταδέξεται, ἅτε ὑπὸ τοῦ πλούτου φλεγμαίνων. Μὴ οὖν ἀθύμει διὰ τὴν πενίαν· καὶ γὰρ καὶ τὴν ἐμπορίαν τῶν οὐρανῶν εὐκολωτέραν σοι ποιεῖ ἡ πενία. Κἂν μηδὲν δὲ ἔχῃς, συναλγοῦσαν δὲ ἔχῃς ψυχὴν, καὶ τούτου σοι μισθὸς ἀποκείσεται. ∆ιὰ τοῦτο καὶ Παῦλος ἐπέταξε κλαίειν μετὰ κλαιόντων, καὶ τοῖς δεσμίοις ὡς συνδεδεμένους εἶναι ἐκέλευσεν. Οὐ γὰρ τοῖς κλαίουσι μόνον φέρει τινὰ παραμυθίαν τὸ πολλοὺς εἶναι τοὺς συναλγοῦντας, ἀλλὰ καὶ τοῖς ἐν ἄλλαις περιστάσεσιν οὖσι· καὶ γὰρ ἔστιν ὅπου χρημάτων οὐκ ἔλαττον λόγος ἀνακτήσασθαι δύναται τὸν πεπονηκότα. ∆ιὰ γὰρ τοῦτο καὶ χρήματα διδόναι ἐκέλευσεν ὁ Θεὸς τοῖς δεομένοις, οὐχ ἵνα τὴν ἐκείνων πενίαν διορθώσῃ μόνον, ἀλλ' ἵνα καὶ ἡμᾶς διδάξῃ συναλγεῖν τοῖς τοῦ πλησίον κακοῖς. ∆ιὰ τοῦτο καὶ ὁ φιλάργυρος μισητὸς, οὐχ ὅτι περιορᾷ τοὺς ἐν πτωχείᾳ μόνον, ἀλλ' ὅτι καὶ αὐτὸς εἰς ὠμότητα ἀλείφεται καὶ ἀπανθρωπίαν πολλήν· ὥσπερ οὖν καὶ ὁ χρημάτων ὑπερορῶν δι' ἐκείνους, καὶ διὰ τοῦτο ποθεινὸς, ὅτι ἐλεήμων γίνεται καὶ φιλάνθρωπος. Καὶ ὁ Χριστὸς δὲ ὅταν μακαρίζῃ τοὺς ἐλεήμονας, οὐ τοὺς διὰ χρημάτων ἐλεοῦντας μόνον, ἀλλὰ καὶ τοὺς διὰ προαιρέσεως τοῦτο ποιοῦντας μακαρίζει καὶ ἐπαινεῖ. Ταύτην τοίνυν παρέχωμεν ἐπιτηδείαν πρὸς ἔλεον, καὶ πάντα ἕψεται τὰ ἀγαθά. Ὁ γὰρ φιλάνθρωπον γνώμην ἔχων καὶ ἐλεήμονα, κἂν χρήματα ἔχῃ, προήσεται, κἂν ἐν συμφοραῖς ἴδῃ τινὰ, κλαύσεται καὶ θρηνήσει, κἂν ἀδικουμένῳ περιτύχῃ, προστήσεται, κἂν ἐπηρεαζόμενον θεάσηται, χεῖρα ὀρέξει. Τὸν γὰρ θησαυρὸν ἔχων τῶν ἀγαθῶν, τὴν φιλάνθρωπον καὶ ἐλεήμονα ψυχὴν, πάντα ἐκεῖθεν ἀναβλύσει τὰ ὑπὲρ τῶν ἀδελφῶν, καὶ πάντων ἀπολαύσεται τῶν παρὰ τοῦ Θεοῦ κειμένων μισθῶν. Ἵνα οὖν καὶ ἡμεῖς τούτων ἐπιτύχωμεν, πρὸ πάντων τὴν ψυχὴν ἥμερον κατασκευάσωμεν. Οὕτω γὰρ καὶ ἐνταῦθα ὄντες μυρία ἐργασόμεθα ἀγαθὰ, καὶ τῶν μελλόντων ἀπολαυσόμεθα στεφάνων· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ Κʹ.

Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν.

αʹ. Πολλὰ περὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας διαλεχθεὶς, καὶ δείξας αὐτοῦ τὴν ἄφατον κηδεμονίαν, καὶ τὴν ἀπόῤῥητον ἀγαθότητα καὶ οὐδὲ ἐρευνηθῆναι δυναμένην, αὐτὴν λοιπὸν ταύτην προβάλλεται, εἰς τὸ πεῖσαι τοὺς εὐεργετηθέντας ἀξίαν τῆς δωρεᾶς ἐπιδείξασθαι τὴν πολιτείαν. Καὶ τοσοῦτος ὢν καὶ τηλικοῦτος, οὐ παραιτεῖται παρακαλεῖν· καὶ ταῦτα οὐχ ὑπὲρ ὧν αὐτὸς ἔμελλεν ἀπολαύειν, ἀλλ' ὑπὲρ ὧν ἐκεῖνοι κερδανεῖν εἶχον. Καὶ τί θαυμάζεις, εἰ αὐτὸς οὐ παραιτεῖται παρακαλεῖν, ὅπου γε καὶ τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ προβάλλεται; Ἐπειδὴ γὰρ τὰ μυρία ἡμῖν ἐντεῦθεν, φησὶν, ἀγαθὰ ἀπὸ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, αὐτοὺς αἰδέσθητε, αὐτοὺς δυσωπήθητε. Καὶ γὰρ αὐτοὶ τὴν ἱκετηρίαν τιθέασιν, ἵνα μηδὲν ἀνάξιον αὐτῶν ἐπιδείξησθε. ∆ι' αὐτῶν οὖν τούτων, φησὶ, παρακαλῶ, δι' ὧν ἐσώθητε· ὥσπερ ἂν εἴ τις τὸν μεγάλα εὐεργετηθέντα ἐντρέψαι βουλόμενος, αὐτὸν τὸν εὐεργετήσαντα ἱκέτην ἀγάγοι. Καὶ τί παρακαλεῖς, εἰπέ μοι; Παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. Ἐπειδὴ γὰρ εἶπε, Θυσίαν, ἵνα μή τις νομίσῃ, ὅτι κατασφάξαι κελεύει τὰ σώματα, ταχέως ἐπήγαγε, Ζῶσαν. Εἶτα διαιρῶν αὐτὴν ἀπὸ τῆς Ἰουδαϊκῆς, φησὶν, Ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν· ἐκείνη γὰρ σωματικὴ, καὶ οὐ σφόδρα εὐάρεστος. Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν, φησί; Καὶ πολλαχοῦ ἀλλαχοῦ φαίνεται διακρουόμενος αὐτάς. Ἀλλ' οὐχὶ ταύτην, ἀλλὰ καὶ ἐκείνης διδομένης ταύτην ἐζήτει. ∆ιὸ καὶ ἔλεγε, Θυσία αἰνέσεως δοξάσει με· καὶ πάλιν, Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ' ᾠδῆς, καὶ ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον, κέρατα ἐκφέροντα καὶ ὁπλάς· καὶ ἀλλαχοῦ ἐκβάλλων αὐτὴν, καὶ λέγων· Μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι; ἐπήγαγε, Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου. Οὕτω καὶ Παῦλος ἐνταῦθα κελεύει· Παραστήσατε τὰ σώματα θυσίαν ζῶσαν. Καὶ πῶς ἂν γένοιτο τὸ σῶμα, φησὶ, θυσία; Μηδὲν ὀφθαλμὸς πονηρὸν βλεπέτω, καὶ γέγονε θυσία· μηδὲν ἡ γλῶσσα λαλείτω αἰσχρὸν, καὶ γέγονε προσφορά· μηδὲν ἡ χεὶρ πραττέτω παράνομον, καὶ γέγονεν ὁλοκαύτωμα. Μᾶλλον δὲ οὐκ ἀρκεῖ ταῦτα, ἀλλὰ καὶ τῆς τῶν ἀγαθῶν ἡμῖν ἐργασίας δεῖ, ἵνα ἡ μὲν χεὶρ ἐλεημοσύνην ποιῇ, τὸ δὲ στόμα εὐλογῇ τοὺς ἐπηρεάζον τας, ἡ δὲ ἀκοὴ θείαις σχολάζῃ διηνεκῶς ἀκροάσεσιν. Ἡ γὰρ θυσία οὐδὲν ἔχει ἀκάθαρτον, ἡ θυσία ἀπαρχὴ τῶν ἄλλων ἐστί. Καὶ ἡμεῖς τοίνυν καὶ χειρῶν καὶ ποδῶν καὶ στόματος καὶ τῶν ἄλλων ἁπάντων ἀπαρχώμεθα τῷ Θεῷ· ἡ τοιαύτη θυσία εὐάρεστος, ὡς ἥ γε τῶν Ἰουδαίων καὶ ἀκάθαρτος ἦν. Αἱ θυσίαι γὰρ αὐτῶν, φησὶν, ἄρτος πένθους αὐτοῖς. Ἀλλ' οὐχ ἡ ἡμετέρα. Ἐκείνη τὸ τεθυμένον νεκρὸν ἐναπέφηνεν· αὕτη τὸ τεθυμένον ζῶν ἀπεργάζεται. Ὅταν γὰρ νεκρώσωμεν ἡμῶν τὰ μέλη, τότε δυνησόμεθα ζῇν· καινὸς γὰρ οὗτος τῆς θυσίας ὁ νόμος· διὸ καὶ παράδοξος τοῦ πυρὸς ὁ τρόπος. Οὐδὲ γὰρ ξύλων δεῖται καὶ ὕλης ὑποκειμένης, ἀλλ' αὐτὸ καθ' ἑαυτὸ ζῇ τὸ πῦρ τὸ ἡμέτερον, καὶ οὐδὲ κατακαίει τὸ ἱερεῖον, ἀλλὰ μᾶλλον αὐτὸ ζωοποιεῖ. Ταύτην ἄνωθεν ὁ Θεὸς τὴν θυσίαν ἐζήτει· διὸ καὶ ἔλεγεν ὁ προφήτης, Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον. Καὶ οἱ παῖδες δὲ οἱ τρεῖς ταύτην προσῆγον λέγοντες· Οὐκ ἔστιν ἄρχων οὐδὲ προφήτης οὐδὲ τόπος τοῦ καρπῶσαι καὶ εὑρεῖν ἔλεος, ἀλλ' ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν. Σκόπει δὲ πῶς καὶ ἑκάστῃ λέξει μετὰ πολλῆς κέχρηται τῆς ἀκριβείας. Οὐ γὰρ εἶπε, Ποιήσατε τὰ σώματα ὑμῶν θυσίαν, ἀλλὰ, Παραστήσατε. ὡς ἂν εἰ ἔλεγε, Μηδὲν λοιπὸν κοινὸν ἔχετε πρὸς αὐτά· ἑτέρῳ αὐτὰ ἐξεδώκατε. Καὶ γὰρ οἱ τοὺς ἵππους τοὺς πολεμιστηρίους παριστῶντες, οὐδὲν λοιπὸν κοινὸν πρὸς αὐτοὺς ἔχουσι. Καὶ σὺ τοίνυν παρέστησας τῷ πολέμῳ τῷ κατὰ τοῦ διαβόλου τὰ μέλη, καὶ τῇ παρατάξει τῇ φοβερᾷ· μὴ κάθελκε πρὸς ἰδιωτικὰς αὐτὰ διακονίας. Καὶ ἕτερον δὲ ἐκ τούτου δείκνυσιν, ὅτι καὶ δόκιμα αὐτὰ δεῖ ποιεῖν, εἴ γε παριστᾷν μέλλομεν. Οὐ γάρ τινι τῶν ἐπιγείων ἀνθρώπων, ἀλλ' αὐτῷ παριστῶμεν αὐτὰ τῷ βασιλεῖ τῶν ὅλων Θεῷ, οὐχ ἵνα πολεμῇ μόνον, ἀλλ' ἵνα καὶ αὐτὸν ἐπικαθήμενον ἔχῃ τὸν βασιλέα. Οὐδὲ γὰρ παραιτεῖται ἐπικαθῆσθαι τοῖς μέλεσιν ἡμῶν, ἀλλὰ καὶ σφόδρα τοῦτο βούλεται· καὶ ὅπερ βασιλεὺς οὐκ ἂν ἕλοιτο ὁμόδουλος ἡμῖν, τοῦτο ὁ τῶν ἀγγέλων ∆εσπότης αἱρεῖται. Ἐπεὶ οὖν καὶ παρίστασθαι μέλλει, καὶ θυσία ἐστὶ, πάντα μῶμον περίελε· ὡς ἐὰν ἔχῃ μῶμον, οὐκέτ' ἂν εἴη θυσία. Οὐδὲ γὰρ ὀφθαλμὸς δύναται τυθῆναι πορνικὰ βλέπων, οὐ χεὶρ παραστῆναι ἁρπάζουσα καὶ πλεονεκτοῦσα, οὐ πόδες χωλὰ βαδίζοντες καὶ ἐπὶ θέατρα ἀναβαίνοντες, οὐ γαστὴρ τρυφῇ δουλεύουσα, καὶ τῶν ἡδονῶν ἀνάπτουσα τὰς ἐπιθυμίας, οὐ καρδία θυμὸν ἔχουσα καὶ ἔρωτα πορνικὸν, οὐ γλῶττα αἰσχρὰ φθεγγομένη.

βʹ. ∆ιὸ χρὴ πανταχόθεν μωμοσκοπεῖσθαι τὸ σῶμα τὸ ἡμέτερον. Εἰ γὰρ οἱ τὰς παλαιὰς ἀναφέροντες θυσίας ἐκελεύοντο πάντα περισκοπεῖν, καὶ οὔτε ὠτότμητον, οὔτε κολοβόκερκον, οὔτε ψωραγριῶντα, οὔτε λειχῆνα ἔχοντα, ἐπετρέποντο ἀναφέρειν· πολλῷ μᾶλλον ἡμᾶς τοὺς οὐ πρόβατα ἄλογα, ἀλλ' ἑαυτοὺς ἀναφέροντας, πλείονα ἀκρίβειαν ἐπιδείκνυσθαι χρὴ, καὶ πάντοθεν εἶναι καθαροὺς, ἵνα δυνηθῶμεν καὶ ἡμεῖς κατὰ Παῦλον λέγειν· Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκε. Καὶ γὰρ θυσίας ἁπάσης καθαρώτερος ἦν· διὸ καὶ σπονδὴν ἑαυτὸν ἐκάλει. Ἔσται δὲ τοῦτο, ἐὰν ἀνέλωμεν τὸν παλαιὸν ἄνθρωπον, ἐὰν νεκρώσωμεν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, ἐὰν σταυρώσωμεν τὸν κόσμον ἑαυτοῖς. Οὕτως οὐδὲ μαχαίρας δεησόμεθα λοιπὸν, οὐδὲ θυσιαστηρίου, οὐδὲ πυρός· μᾶλλον δὲ τούτων ἁπάντων δεησόμεθα, πλὴν οὐ χειροποιήτων, ἀλλ' ἄνωθεν ἡμῖν ἅπαντα ἥξει, καὶ τὸ πῦρ ἄνωθεν καὶ ἡ μάχαιρα, καὶ τὸ θυσιαστήριον ἡμῖν ἔσται τοῦ οὐρανοῦ τὸ πλάτος. Εἰ γὰρ, τοῦ Ἠλίου θυσίαν ἀναφέροντος αἰσθητὴν, λαμπὰς ἄνωθεν κατενεχθεῖσα πάντα ἀνάλωσε, καὶ τὸ ὕδωρ καὶ τὰ ξύλα καὶ τοὺς λίθους· πολλῷ μᾶλλον ἐπὶ σοῦ τοῦτο ἔσται. Κἂν ἔχῃς τι διαῤῥέον καὶ βιωτικὸν, προσαγάγῃς δὲ θυσίαν μετὰ γνώμης ὀρθῆς, κατελθὸν τοῦ Πνεύματος τὸ πῦρ, καὶ τὸ βιωτικὸν ἐκεῖνο δαπανήσει, καὶ τὴν προσφορὰν ἀνύσει πᾶσαν. Τί δέ ἐστι λογικὴ λατρεία; Ἡ πνευματικὴ διακονία, ἡ πολιτεία ἡ κατὰ Χριστόν. Καθάπερ οὖν ὁ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ διακονούμενος, καὶ ἱερωμένος, οἷος ἂν ᾖ, συστέλλεται τότε καὶ σεμνότερος γίνεται· οὕτω καὶ ἡμᾶς τὸν ἅπαντα βίον διακεῖσθαι χρὴ, ὡς λατρεύοντας καὶ ἱερωμένους. Ἔσται δὲ τοῦτο, ἐὰν καθ' ἑκάστην ἡμέραν προσφέρῃς αὐτῷ θύματα, καὶ ἱερεὺς τοῦ οἰκείου σώματος γίνῃ, καὶ τῆς κατὰ ψυχὴν ἀρετῆς· οἷον, ὅταν σωφροσύνην προσενέγκῃς, ὅταν ἐλεημοσύνην, ὅταν ἐπιείκειαν καὶ ἀνεξικακίαν. Ταῦτα γὰρ ποιῶν, ἀναφέρεις λογικὴν λατρείαν, τουτέστιν, οὐδὲν ἔχουσαν σωματικὸν, οὐδὲν παχὺ, οὐδὲν αἰσθητόν. Ἐπάρας τοίνυν διὰ τῶν ὀνομάτων τὸν ἀκροατὴν, καὶ ἕκαστον ἱερέα διὰ τῆς ἑαυτοῦ σαρκὸς, διὰ τῆς πολιτείας ἀποφήνας, λέγει καὶ τὸν τρόπον, δι' οὗ δυνατὸν πάντα κατορθοῦν. Τίς οὖν ὁ τρόπος; Μὴ συσχηματίζεσθε, φησὶ, τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν. Καὶ γὰρ χαμαίζηλον τὸ σχῆμα τοῦ αἰῶνος τούτου καὶ εὐτελὲς καὶ πρόσκαιρον, καὶ οὐδὲν ἔχον ὑψηλὸν, οὐδὲν διηνεκὲς, οὐδὲν εὐθὲς, ἀλλὰ πάντα διεστραμμένα. Εἰ τοίνυν ὀρθὰ βούλει βαδίζειν, μὴ τυπώσῃς ἑαυτὸν κατὰ τὸ σχῆμα τοῦ παρόντος βίου· οὐδὲν γὰρ τῶν ἐν αὐτῷ μένον καὶ βεβηκός ἐστι. ∆ιὸ καὶ σχῆμα ἐκάλεσεν αὐτό· καὶ ἀλλαχοῦ πάλιν, Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. Οὐδὲν γὰρ διαρκὲς οὐδὲ πεπηγὸς ἔχει, ἀλλὰ πάντα πρόσκαιρα. ∆ιὸ καὶ, Τῷ αἰῶνι τούτῳ, εἶπε· διὰ τούτου μὲν τὸ ἐπίκηρον δηλῶν, διὰ δὲ τοῦ σχήματος τὸ ἀνυπόστατον. Κἂν γὰρ πλοῦτον εἴπῃς, κἂν δόξαν, κἂν σώματος ὥραν, κἂν τρυφὴν, κἂν ἀλλοτιοῦν τῶν δοκούντων εἶναι μεγάλων, σχῆμα μόνον ἐστὶν, οὐ πράγματος ἀλήθεια, ἐπίδειξις καὶ προσωπεῖον, οὐχ ὑπόστασίς τις μένουσα. Ἀλλὰ σὺ μὴ συσχηματίζου τούτῳ, ἀλλὰ μεταμορφοῦ, φησὶν, ἐν τῇ ἀνακαινώσει τοῦ νοός. Οὐκ εἶπε, Μετασχηματίζου, ἀλλὰ, Μεταμορφοῦ, δεικνὺς ὅτι τὸ μὲν τοῦ κόσμου, σχῆμα· τὸ δὲ τῆς ἀρετῆς, οὐ σχῆμα, ἀλλὰ μορφή τις ἀληθὴς φυσικὸν ἔχουσα κάλλος, οὐ δεόμε νον τῶν ἔξωθεν ἐπιτριμμάτων τε καὶ σχημάτων, τῶν ὁμοῦ τε φαινομένων καὶ ἀπολλυμένων· καὶ γὰρ ἅπαντα ταῦτα, πρὶν ἢ φανῆναι, λύεται. Ἂν τοίνυν τὸ σχῆμα ῥίψῃς, ταχέως ἐπὶ τὴν μορφὴν ἥξεις. Οὐδὲν γὰρ τῆς κακίας ἀσθενέστερον, οὐδὲν οὕτω παλαιοῦται ῥᾳδίως. Εἶτα ἐπειδὴ ἀνθρώπους ὄντας εἰκὸς καθ' ἑκάστην ἁμαρτάνειν τὴν ἡμέραν, παραμυθεῖται τὸν ἀκροατὴν λέγων, ὅτι Καθ' ἑκάστην ἀνακαίνου σαυτόν. Ὅπερ ἐπὶ τῶν οἰκιῶν ποιοῦμεν, παλαιουμένας αὐτὰς ἀεὶ διορθοῦντες, τοῦτο καὶ ἐπὶ σαυτοῦ ποίει. Ἥμαρτες σήμερον; ἐπαλαίωσάς σου τὴν ψυχήν; Μὴ ἀπογνῷς μηδὲ ἀναπέσῃς, ἀλλ' ἀνακαίνισον αὐτὴν μετανοίᾳ καὶ δάκρυσι καὶ ἐξομολογήσει καὶ τῇ τῶν ἀγαθῶν ἐργασίᾳ· καὶ μηδέποτε τοῦτο διαλίπῃς ποιῶν. Καὶ πῶς δυνησόμεθα τοῦτο ποιεῖν; Εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον. Ἢ τοῦτό φησιν, Ἀνανεώθητε ἵνα μάθητε τὰ συμφέροντα καὶ τὸ θέλημα τοῦ Θεοῦ· ἢ ὅτι Οὕτω δύνασθε ἀνανεωθῆναι, ἐὰν μάθητε τὰ συμφέροντα, καὶ τί ποτε βούλεται ὁ Θεός. Ἂν γὰρ ἴδῃς τοῦτο, καὶ τῶν πραγμάτων μάθῃς διαγινώσκειν τὰς φύσεις, ἐπελάβου τῆς ὁδοῦ τῆς κατ' ἀρετὴν ἁπάσης. Καὶ τίς ἀγνοεῖ τὰ συμφέροντα, φησὶ, καὶ τί τὸ θέλημα τοῦ Θεοῦ; Οἱ πρὸς τὰ παρόντα ἐπτοημένοι πράγματα, οἱ πλοῦτον ζηλωτὸν εἶναι νομίζοντες, καὶ πενίαν ἐξευτελίζοντες, οἱ δυναστείας διώκοντες, οἱ πρὸς τὴν δόξαν τὴν ἔξωθεν κεχηνότες, οἱ μεγάλους ἑαυτοὺς εἶναι νομίζοντες, ὅταν οἰκίας λαμπρὰς ἐγείρωσι, καὶ τάφους πολυτελεῖς πρίωνται, καὶ ἀνδραπόδων ἀγέλας ἔχωσι, καὶ πολὺν εὐνούχων περιφέρωσιν ἐσμόν. Οὗτοι καὶ τὰ συμφέροντα αὐτοῖς καὶ τὸ θέλημα τοῦ Θεοῦ ἀγνοοῦσι· καὶ γὰρ ἀμφότερα ταῦτα ἕν τί ἐστι.

γʹ. Τά τε γὰρ συμφέροντα ἡμῖν ὁ Θεὸς βούλεται· καὶ ἃ βούλεται ὁ Θεὸς, ταῦτα καὶ συμφέροντα ἡμῖν. Τίνα οὖν ἐστιν, ἅπερ ὁ Θεὸς βούλεται; Ἐν πενίᾳ ζῇν, ἐν ταπεινοφροσύνῃ, ἐν ὑπεροψίᾳ δόξης, ἐν ἐγκρατείᾳ, οὐκ ἐν τρυφῇ, ἐν θλίψει, οὐκ ἐν ἀνέσει, ἐν τῷ πένθει, οὐκ ἐν τῷ διαχεῖσθαι καὶ γελᾷν, ἐν τοῖς ἄλλοις οἷς ἐνομοθέτησεν ἅπασιν. Ἀλλ' οἱ πολλοὶ ταῦτα καὶ οἰωνίζονται, τοσοῦτον ἀπέχουσι νομίζειν εἶναι τὰ συμφέροντα, καὶ Θεοῦ θελήματα. ∆ιά τοι τοῦτο οὐδὲ ἐγγύς ποτε τῶν ὑπὲρ τῆς ἀρετῆς ἐλθεῖν δυνήσονται πόνων. Οἱ γὰρ μηδὲ αὐτὸ τοῦτο, ὅ τι ποτέ ἐστιν ἀρετὴ εἰδότες, ἀλλὰ τὴν κακίαν ἀντὶ ταύτης θαυμάζοντες, καὶ τὴν πόρνην ἀντὶ τῆς σώφρονος γυναικὸς ἑαυτοῖς συγκατακλείοντες, πότε δυνήσονται ἀποστῆναι τοῦ παρόντος αἰῶνος; ∆ιὸ χρὴ πρὸ τῶν ἄλλων ἁπάντων τὴν κρίσιν ἡμῖν εἶναι τῶν πραγμάτων διηρθρωμένην· κἂν μὴ μετίωμεν ἀρετὴν, ἐπαινεῖν ἀρετήν· κἂν μὴ φύγωμεν κακίαν, κακίζειν πονηρίαν, ἵνα τέως τὰς ψήφους ἀδεκάστους ἔχωμεν. Οὕτω γὰρ ὁδῷ προβαίνοντες, καὶ τῶν ἔργων ἐπιλαβέσθαι δυνησόμεθα. ∆ιά τοι τοῦτο καὶ αὐτὸς κελεύει ἀνανεοῦσθαι, Εἰς τὸ δοκιμάζειν ὑμᾶς, τί τὸ θέλημα τοῦ Θεοῦ. Ἐνταῦθα δέ μοι καὶ Ἰουδαίων καθάπτεσθαι δοκεῖ, τῶν ἐχομένων τοῦ νόμου. Θέλημα μὲν γὰρ ἦν τοῦ Θεοῦ καὶ ἡ παλαιὰ πολιτεία· ἀλλ' οὐ προηγούμενον, ἀλλὰ διὰ τὴν ἐκείνων ἀσθένειαν συγχωρηθέν· τὸ δὲ τέλειον καὶ εὐάρεστον, ἡ καινὴ πολιτεία. Καὶ γὰρ λογικὴν ὅτε ἐκάλεσε λατρείαν, πρὸς ἐκείνην ἀντιδιαστέλλων αὐτὴν οὕτως ὠνόμασε. Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι, παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ' ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως. Ἀνωτέρω εἰπὼν, ∆ιὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ παρακαλῶ ὑμᾶς, ἐνταῦθα πάλιν λέγει, ∆ιὰ τῆς χάριτος. Ὅρα διδασκάλου ταπεινοφροσύνην, ὅρα γνώμην κατεσταλμένην. Οὐδαμοῦ ἑαυτὸν ἀξιόπιστον εἶναί φησι πρὸς τὴν τοιαύτην παραίνεσιν καὶ συμβουλήν· ἀλλὰ ποτὲ μὲν τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ παραλαμβάνει μεθ' ἑαυτοῦ, ποτὲ δὲ τὴν χάριν. Οὐ γὰρ ἐμὸν λόγον λέγω, φησὶν, ἀλλὰ τὸν ἀπὸ τοῦ Θεοῦ. Καὶ οὐκ εἶπε, Λέγω γὰρ ὑμῖν διὰ τῆς σοφίας τοῦ Θεοῦ, λέγω γὰρ ὑμῖν διὰ τῆς νομοθεσίας τοῦ Θεοῦ, ἀλλὰ, ∆ιὰ τῆς χάριτος· συνεχῶς τῶν εὐεργεσιῶν ἀναμιμνήσκων, ὥστε εὐγνωμονεστέρους ποιῆσαι, καὶ δεῖξαι καὶ ταύτῃ ὑπευθύνους ὄντας τῇ τῶν λεγομένων ὑπακοῇ. Παντὶ τῷ ὄντι ἐν ὑμῖν. Οὐχὶ τῷ δεῖνι καὶ τῷ δεῖνι μόνον, ἀλλὰ καὶ ἄρχοντι καὶ ἀρχομένῳ, καὶ δούλῳ καὶ ἐλευθέρῳ, καὶ ἰδιώτῃ καὶ σοφῷ, καὶ γυναικὶ καὶ ἀνδρὶ, καὶ νέῳ καὶ γέροντι· κοινὸς γὰρ οὗτος ὁ νόμος, ἐπειδὴ καὶ δεσποτικός. Οὕτω καὶ ἀνεπαχθῆ ποιεῖται τὸν λόγον, πᾶσι προτιθεὶς τὰ διδάγματα, καὶ τοῖς οὐκ οὖσιν ὑπευθύνοις, ἵνα οἱ ὑπεύθυνοι τὴν τοιαύτην ἐπιτίμησιν καὶ διόρθωσιν εὐκολώτερον δέξωνται. Καὶ τί λέγεις, εἰπέ μοι; Μὴ ὑπερφρονεῖν παρ' ὃ δεῖ φρονεῖν. Τὴν μητέρα ἐνταῦθα εἰσάγει τῶν ἀγαθῶν, τὴν ταπεινοφροσύνην, τὸν διδάσκαλον τὸν ἑαυτοῦ μιμούμενος. Καθάπερ γὰρ ἐκεῖνος εἰς τὸ ὄρος ἀναβὰς, καὶ τὸν ἠθικὸν μέλλων ὑφαίνειν λόγον, ἐντεῦθεν ἤρξατο πρῶτον, καὶ ταῦτα κατέβαλε τὰ θεμέλια, οὕτω λέγων· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι· οὕτω καὶ αὐτὸς ἀπὸ τῶν δογματικῶν ἐπὶ τὰ ἠθικώτερα νῦν ἐκβὰς, ἐδίδαξε μὲν καθόλου τὴν ἀρετὴν, τὴν θαυμαστὴν θυσίαν παρ' ἡμῶν ἀπαιτήσας· μέλλων δὲ αὐτὴν κατὰ μέρος ὑπογράφειν, ὥσπερ ἀπὸ κεφαλῆς, τῆς ταπεινοφροσύνης ἄρχεται, καί φησι, Μὴ ὑπερφρονεῖν παρ' ὃ δεῖ φρονεῖν· τοῦτο γάρ ἐστι τὸ θέλημα τοῦ Θεοῦ· Ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐλάβομεν φρόνησιν, οὐχ ἵνα εἰς ἀπόνοιαν αὐτῇ χρησώμεθα, ἀλλ' ἵνα εἰς σωφροσύνην. Καὶ οὐκ εἶπεν, εἰς τὸ ταπεινοφρονεῖν, ἀλλ' Εἰς τὸ σωφρονεῖν· σωφροσύνην ἐνταῦθα λέγων, οὐ τὴν ἀντιδιαστελλομένην τῇ ἀσελγείᾳ ἀρετὴν, οὐδὲ τὸ ἀπηλλάχθαι ἀκολασίας, ἀλλὰ τὸ νήφειν καὶ ὑγιαίνειν κατὰ διάνοιαν· καὶ γὰρ καὶ τοῦτο σωφροσύνη λέγεται ἀπὸ τοῦ σώας ἔχειν τὰς φρένας. ∆εικνὺς τοίνυν, ὅτι τὸν μὴ μετριάζοντα οὐδὲ σωφρονεῖν ἔνι, τουτέστι, καθεστηκέναι καὶ ὑγιαίνειν, ἀλλὰ παραπαίει καὶ ἐξέστηκεν ὁ τοιοῦτος, καὶ παραπλῆγος παντός ἐστι μανικώτερος, σωφροσύνην ἐκάλεσε τὴν ταπεινοφροσύνην. Ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως. Ἐπειδὴ γὰρ τῶν χαρισμάτων ἡ δόσις πολλοὺς εἰς ἀπόνοιαν ἐπῆρε καὶ παρὰ τούτοις καὶ παρὰ Κορινθίοις, ὅρα πῶς τὴν αἰτίαν τοῦ νοσήματος δήλην ποιεῖ, καὶ κατὰ μικρὸν ὑποσύρει. Εἰπὼν γὰρ, ὅτι δεῖ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἐπήγαγεν· Ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως, πίστιν ἐνταῦθα τὸ χάρισμα καλῶν. Εἰπὼν δὲ, ὅτι ἐμέρισε, καὶ τὸν ἔλαττον εἰληφότα παρεμυθήσατο, καὶ τὸν μείζονος ἀπολαύσαντα κατέστειλεν. Εἰ γὰρ ὁ Θεὸς ἐμέρισε, καὶ μὴ σὸν τὸ κατόρθωμα, τί μέγα φρονεῖς; δʹ. Εἰ δέ τις τὴν πίστιν ἐνταῦθα μὴ τὸ χάρισμα λέγοι καλεῖσθαι, καὶ τοῦτο πάλιν μειζόνως δείκνυσιν αὐτὸν ταπεινοῦντα τοὺς ἀλαζόνας. Εἰ γὰρ τοῦ χαρίσματος αἴτιον ἡ πίστις, καθ' ἣν τὰ θαύματα γίνεται, καὶ τοῦτο παρὰ τοῦ Θεοῦ, πόθεν μέγα φρονεῖς; καὶ γὰρ, εἰ μὴ παρεγένετο, μηδὲ ἐσαρκώθη, οὐδ' ἂν τὰ τῆς πίστεως προεχώρησεν. Ὥστε πάντα ἐκεῖθεν τὴν ἀρχὴν ἔχει τὰ ἀγαθά. Εἰ δὲ αὐτὸς δίδωσιν, οἶδε πῶς μερίζει· πάντας γὰρ αὐτὸς ἐποίησε, καὶ πάντων ὁμοίως κήδεται. Καὶ ὥσπερ τὸ δοῦναι ἀπὸ φιλανθρωπίας γέγονεν, οὕτω καὶ πόσον δοῦναι. Οὐ γὰρ δὴ περὶ τὸ κεφάλαιον ἐπιδειξάμενος τὴν ἀγαθότητα, ὅπερ ἐστὶ τὸ δοῦναι τὰ χαρίσματα, ἐν τῷ μέτρῳ σε προδιδόναι ἔμελλεν. Εἰ μὲν γὰρ ἀτιμάσαι ἐβούλετο, οὐδ' ἂν ἔδωκε τὴν ἀρχήν· εἰ δὲ σῶσαι καὶ τιμῆσαι ἐσπούδακε (διὰ γὰρ τοῦτο καὶ παρεγένετο, καὶ τοσαῦτα διένειμεν ἀγαθὰ), τίνος ἕνεκεν θορυβῇ καὶ ταράττῃ καὶ εἰς μωρίαν ἀποκέχρησαι τῇ φρονήσει, μειζόνως τοῦ φύσει τοιούτου καταισχύνων σαυτόν; Τὸ μὲν γὰρ ἀπὸ φύσεως γενέσθαι μωρὸν, οὐκ ἔγκλημα· τὸ δὲ διὰ φρονήσεως γενέσθαι μωρὸν, καὶ συγγνώμης ἐστέρηται καὶ μείζονα φέρει τὴν κόλασιν. Τοιοῦτοι οἱ ἐπὶ σοφίᾳ μέγα φρονοῦντές εἰσι, καὶ εἰς ἀπόνοιαν ἐμπίπτοντες τὴν ἐσχάτην. Οὐδὲν γὰρ οὕτω μωρὸν ὡς ἀπόνοια ποιεῖ. ∆ιὸ καὶ ὁ προφήτης οὕτως ἐκάλει τὸν βάρβαρον λέγων, Ὁ δὲ μωρὸς μωρὰ λαλήσει. Ἵνα δὲ καὶ ἀπὸ τῶν ῥημάτων αὐτῶν μάθῃς αὐτοῦ τὴν μωρίαν, ἄκουσον τί φησιν· Ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ. Καταλήψομαι τῇ χειρί μου τὴν οἰκουμένην ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ. Τούτων οὖν τῶν ῥημάτων τί μωρότερον γένοιτ' ἄν; Καὶ ἑκάστη δὲ μεγαληγορία τοῦτο εὐθέως ἐπισπᾶται τὸ ὄνειδος. Κἂν ἕκαστον ῥῆμα τῶν ἀπονενοημένων εἰς μέσον ἀγάγω, οὐ δυνήσῃ διαγνῶναι πότερον ἀπονενοημένου ἢ μωροῦ τὰ ῥήματα· οὕτως ἕν ἐστι τουτὶ τὸ ἐλάττωμα. Καὶ γὰρ ἕτερος βάρβαρος πάλιν φησὶν, Ἐγώ εἰμι θεὸς, καὶ οὐκ ἄνθρωπος· καὶ ἄλλος πάλιν, Μὴ δυνήσεται ὁ Θεὸς σῶσαι ὑμᾶς, ἢ ἐξελέσθαι ἐκ τῶν χειρῶν μου; καὶ ὁ Αἰγύπτιος δὲ, Οὐκ οἶδα τὸν Κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστελῶ· καὶ ὁ παρὰ τῷ προφήτῃ ἄφρων τοιοῦτός τις ἐστὶ, λέγων ἐν τῇ καρδίᾳ αὐτοῦ, Οὐκ ἔστι Θεός· καὶ ὁ Κάϊν δὲ, Μὴ φύλαξ ἐγώ εἰμι τοῦ ἀδελφοῦ μου; Ἄρα μὴ δύνασαι διαγνῶναι πότερον ἀπονενοημένων, ἢ μωρῶν τὰ ῥήματα; ἡ γὰρ ἀπόνοια τῆς συμμετρίας ἐκπίπτουσα καὶ ἀπὸ τοῦ νοῦ γινομένη (διὸ καὶ ἀπόνοια λέγεται), καὶ μωροὺς καὶ ἀλαζόνας ἐργάζεται. Καὶ εἰ ἀρχὴ σοφίας φόβος Κυρίου, οὐκοῦν ἀρχὴ μωρίας τὸ μὴ εἰδέναι τὸν Κύριον. Εἰ τοίνυν τὸ εἰδέναι σοφία, τὸ μὴ εἰδέναι μωρία, τὸ δὲ μὴ εἰδέναι ἐξ ὑπερηφανίας γίνεται (ἀρχὴ γὰρ ὑπερηφανίας τὸ μὴ εἰδέναι τὸν Κύριον), ἄρα ἡ ὑπερηφανία μωρία ἐσχάτη. Τοιοῦτος ἦν καὶ ὁ Ναβὰλ, εἰ καὶ μὴ πρὸς Θεὸν, ἀλλὰ πρὸς ἄνθρωπον, ἐξ ἀπονοίας ἀνόητος γεγονώς· ἀλλ' ὕστερον ἀπέθανε τῷ δέει. Ὅταν γάρ τις ἐκπέσῃ τοῦ μέτρου τῆς φρονήσεως, καὶ δειλὸς ὁμοῦ καὶ θρασὺς γίνεται, τῆς ψυχῆς ἀσθενοῦς γινομένης. Καθάπερ γὰρ τὸ σῶμα, ὅταν τὴν σύμμετρον ἀπολέσῃ κρᾶσιν, γινόμενον δύσκρατον, πᾶσιν ἁλίσκεται τοῖς πάθεσιν· οὕτω καὶ ἡ ψυχὴ, ἐπειδὰν τὸ μεγαλοφυὲς ἀπολέσῃ καὶ τὸ ταπεινοφρονεῖν, ἕξιν δεξαμένη τινὰ ἀσθενῆ, καὶ δειλὴ καὶ θρασεῖα καὶ ἀνόητος γίνεται, καὶ ἑαυτὴν ἀγνοήσει λοιπόν. Ὁ δὲ ἑαυτὸν ἀγνοῶν, πῶς τὰ ὑπὲρ ἑαυτὸν εἴσεται; Καθάπερ γὰρ ὁ φρενίτιδι κατεχόμενος, ὅταν ἑαυτὸν ἀγνοήσῃ, οὐδὲ τὰ πρὸ τῶν ποδῶν οἶδε· καὶ ὀφθαλμὸς, ὅταν αὐτὸς πηρωθῇ, πάντα σκοτοῖ τὰ λοιπὰ μέλη· οὕτω καὶ ἐπὶ τῆς ἀπονοίας συμ βαίνει. ∆ιὸ καὶ τῶν μαινομένων εἰσὶν ἀθλιώτεροι οὗτοι, καὶ τῶν φύσει μωρῶν. Καὶ γὰρ ὁμοίως τούτοις γέλωτα κινοῦσι, καὶ ὁμοίως ἐκείνοις εἰσὶν ἀηδεῖς· καὶ ἐξεστήκασι μὲν ὥσπερ ἐκεῖνοι, ἀλλ' οὐκ ἐλεοῦνται ὥσπερ ἐκεῖνοι· παραφρονοῦσι δὲ ὥσπερ οὗτοι, ἀλλ' οὐ συγγινώσκονται ὥσπερ οὗτοι, ἀλλὰ μισοῦνται μόνον· καὶ τὰ ἐλαττώματα ἑκατέρων ἔχοντες, τῆς συγγνώμης ἑκατέρων ἐστέρηνται, οὐκ ἀπὸ τῶν ῥημάτων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν σχημάτων ὄντες καταγέλαστοι. Τί γὰρ, εἰπέ μοι, τὸν αὐχένα ἀνατείνεις; τί δὲ βαδίζεις ἐπ' ἄκρων ὀνύχων; τί τὰς ὀφρῦς ἀνασπᾷς; τί τὸ στῆθος φυσᾷς; Τρίχα οὐ δύνασαι ποιῆσαι λευκὴν ἢ μέλαιναν, καὶ ὡς πάντων κρατῶν, οὕτως ἀεροβατεῖς; Τάχα ἐβούλου σοι καὶ πτερὰ φῦναι, ἵνα μὴ βαδίζῃς ἐπὶ τῆς γῆς· τάχα καὶ τέρας εἶναι ἐπιθυμεῖς. Νῦν γὰρ οὐχὶ τέρας σαυτὸν πεποίηκας, ἄνθρωπος μὲν ὢν, πέτασθαι δὲ ἐπιχειρῶν; μᾶλλον δὲ καὶ πετόμενος ἔνδοθεν, καὶ φλεγμαίνων πάντοθεν; Τί σὲ καλέσω, καὶ καθελῶ σου τὴν ἀπόνοιαν; Ἂν εἴπω σε τέφραν καὶ κόνιν καὶ καπνὸν καὶ κονιορτὸν, εἶπον μὲν τὴν εὐτέλειαν, οὐδέπω δὲ ἀκριβῶς τῆς εἰκόνος ἐπελαβόμην ἧς ἐβουλόμην· καὶ γὰρ καὶ τὴν φλεγμονὴν καὶ τὸ διάκενον αὐτῶν ἅπαν παραστῆσαι βούλομαι. Ποίαν οὖν ἂν εὕροιμεν τούτοις εἰκόνα ἁρμόζουσαν; Ἐμοὶ δοκοῦσι στυπείῳ καταφλεχθέντι προσεοικέναι. Καὶ γὰρ ἐκεῖνο δοκεῖ μετὰ τὸν ἐμπρησμὸν οἰδεῖν, καὶ ὑπερανεστηκέναι· μικρὰν δὲ χειρὸς ἁφὴν ὑπομεῖναν, κατηνέχθη τε ἅπαν, καὶ τέφρας ἁπάσης εὐτελέστερον ἐφάνη. Τοιαῦται καὶ τούτων αἱ ψυχαί· τὸ γὰρ φύσημα αὐτῶν τὸ διάκε νον, καὶ ἡ τυχοῦσα προσβολὴ δυνήσεται ταπεινώσαι καὶ καθελεῖν. Τὸν γὰρ ἀπονενοημένον ἀνάγκη πάντως καὶ ἀσθενῆ τινα εἶναι· οὐ γάρ ἐστι τὸ ὕψος ὑγιὲς, ἀλλ' ὥσπερ αἱ πομφόλυγες εὐκόλως ῥήγνυνται, οὕτω καὶ οὗτοι ῥᾳδίως ἀπόλλυνται. Εἰ δὲ ἀπιστεῖς, δός μοι θρασὺν καὶ ἀπονενοημένον, καὶ πεπτωκότος δειλότερον ὄψει γινόμενον καὶ ἀπὸ τῆς τυχούσης περιστάσεως. Ὥσπερ γὰρ ἡ μὲν ἀπὸ φρυγάνων αἰρομένη φλὸξ ὁμοῦ τε ἀνήφθη, καὶ κόνις ἐγένετο, ἡ δὲ τῶν στερεῶν ξύλων φύσις οὔτε ἐξάπτεται ῥᾳδίως, καὶ ἐπὶ πολὺ διατηρεῖ καιομένην τὴν φλόγα· οὕτω καὶ αἱ ψυχαὶ αἱ μὲν στεῤῥαὶ καὶ βεβηκυῖαι, οὐκ εὐκόλως οὔτε ἐκκαίονται οὔτε σβέννυνται· οὗτοι δὲ ἀμφότερα ταῦτα ἐν μιᾷ καιροῦ ῥοπῇ πάσχουσι. Ταῦτ' οὖν εἰδότες, τὴν ταπεινοφροσύνην ἀσκῶμεν. Οὐδὲν γὰρ αὐτῆς δυνατώτερον, ἀλλὰ καὶ πέτρας ἰσχυροτέρα, καὶ ἀδάμαντος στεῤῥοτέρα, καὶ πύργων καὶ πόλεων καὶ τείχους ἐν μείζονι καθίστησιν ἡμᾶς ἀσφαλείᾳ, πάντων ὑψηλοτέρα γενομένη τῶν τοῦ διαβόλου μηχανημάτων· ὥσπερ οὖν ἡ ἀπόνοια καὶ τοῖς τυχοῦσιν εὐχειρώτους ποιεῖ, πομφόλυγος, ὥσπερ ἔφην, εὐκολώτερον ῥηγνυμένη, καὶ ἀράχνης ταχύτερον σχιζομένη, καὶ καπνοῦ θᾶττον διαλυομένη. Ἵν' οὖν ἐπὶ τῆς στεῤῥᾶς πέτρας ὦμεν βεβηκότες, ἐκείνην ἀφέντες, ταύτην ἑλώμεθα. Οὕτω γὰρ καὶ ἐν τῷ παρόντι βίῳ ἀνάπαυσιν εὑρήσομεν, καὶ κατὰ τὸν μέλλοντα αἰῶνα πάντων ἀπολαύσομεν τῶν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ ΚΑʹ.

Καθάπερ γὰρ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν· οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, ὁ δὲ καθ' εἷς, ἀλλήλων μέλη.

αʹ. Πάλιν τῷ αὐτῷ ὑποδείγματι κέχρηται, ᾧ καὶ πρὸς Κορινθίους ἐχρήσατο, τὸ αὐτὸ τοῦτο καταστέλλων πάθος. Καὶ γὰρ μεγάλη τοῦ φαρμάκου ἡ δύναμις, καὶ τοῦ παραδείγματος ἡ ἰσχὺς τούτου, εἰς τὸ διορθῶσαι τὸ τῆς ἀπονοίας νόσημα. Τίνος γὰρ ἕνεκεν σὺ μεγάλα φρονεῖς, φησίν; ἢ διὰ τί πάλιν ἕτερος ἑαυτὸν ἐξευτελίζει; οὐχὶ σῶμά ἐσμεν ἅπαντες ἓν, καὶ μεγάλοι καὶ μικροί; Ὅταν οὖν κατὰ τὸ κεφάλαιον ἓν ὦμεν καὶ ἀλλήλων μέλη, τί τῇ ἀπονοίᾳ σχίζεις σαυτόν; τί ἐπαισχύνῃ τὸν ἀδελφόν; Ὥσπερ γὰρ ἐκεῖνός σου μέλος, οὕτω κἀκείνου σύ· καὶ πολλὴ καὶ κατὰ τοῦτο ἡ ὁμοτιμία. ∆ύο γὰρ ἱκανὰ καθελεῖν αὐτῶν τὴν ἀπόνοιαν τέθεικε· καὶ ὅτι ἀλλήλων ἐσμὲν μέλη, οὐχ ὁ μικρὸς τοῦ μεγάλου μόνον, ἀλλὰ καὶ ὁ μέγας τοῦ ἐλάττονος, καὶ ὅτι ἕν ἐσμεν ἅπαντες σῶμα· μᾶλλον δὲ καὶ τρία· καὶ γὰρ καὶ χάρισμα ἔδειξεν ἓν ὂν τὸ δοθέν. Μὴ τοίνυν μέγα φρόνει· ἐδόθη γάρ σοι παρὰ τοῦ Θεοῦ, οὐ σὺ ἔλαβες, οὐδὲ εὗρες. ∆ιὰ τοῦτο καὶ τῶν χαρισμάτων ἁπτόμενος, οὐκ εἶπεν, ὅτι Ὁ μὲν μεῖζον, ὁ δὲ ἔλαττον ἔλαβεν, ἀλλὰ τί; ∆ιάφορον. Ἔχοντες γὰρ, φησὶ, χαρίσματα, οὐ μείζονα καὶ ἐλάττονα, ἀλλὰ διάφορα. Τί γὰρ, εἰ μὴ καὶ τὰ αὐτὰ ἐπετάγης, ἀλλὰ τὸ σῶμα τὸ αὐτό ἐστι; Καὶ ἀρξάμενος ἀπὸ χαρίσματος, εἰς κατόρθωμα λήγει. Εἰπὼν γὰρ προφητείαν καὶ διακονίαν καὶ ὅσα τοιαῦτα, κατέληξεν εἰς ἐλεημοσύνην καὶ σπουδὴν καὶ ἀντίληψιν. Ἐπειδὴ γὰρ εἰκὸς ἦν τινας ἐναρέτους μὲν εἶναι, μὴ ἔχειν δὲ προφητείαν, δείκνυσιν ὅτι καὶ τοῦτο τὸ χάρισμα, καὶ πολλῷ μεῖζον ἐκείνου, ὥσπερ ἔδειξεν ἐν τῇ πρὸς Κο ρινθίους· καὶ τοσούτῳ μεῖζον, ὅσῳ τὸ μὲν ἔχει μισθὸν, τὸ δὲ ἐστέρηται ἀμοιβῆς· ὅλον γὰρ δωρεὰ καὶ χάρις ἐστί. ∆ιὰ τοῦτό φησιν· Ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως. Ἐπειδὴ γὰρ ἱκανῶς αὐτοὺς παρεμυθήσατο, βούλεται καὶ ἐναγωνίους ποιῆσαι, καὶ σπουδαιοτέρους ἐργάσασθαι, δεικνὺς ὅτι αὐτοὶ τὰς ἀφορμὰς παρέχουσι τοῦ μείζονα, ἢ ἐλάττονα λαβεῖν. Λέγει μὲν γὰρ αὐτὸ καὶ παρὰ τοῦ Θεοῦ δεδόσθαι· ὡς ὅταν λέγῃ, Ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως· καὶ πάλιν, Κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν· ἵνα καταστείλῃ τοὺς ὑπερηφάνους. Λέγει δὲ καὶ παρ' αὐτῶν τὰς ἀρχὰς γεγενῆσθαι, ἵνα διεγείρῃ τοὺς ῥᾳθύμους· ὃ καὶ ἐν τῇ πρὸς Κορινθίους ποιεῖ, ἀμφότερα ταῦτα κινῶν. Ὅταν μὲν γὰρ λέγῃ, Ζηλοῦτε τὰ χαρίσματα, δείκνυσι καὶ αὐτοὺς ὄντας αἰτίους τῆς διαφορᾶς τῶν διδομένων· ὅταν δὲ λέγῃ, Πάντα δὲ ταῦτα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἑκάστῳ καθὼς βούλεται, ἐκεῖνο κατασκευάζει, τὸ μὴ δεῖν ἐπαίρεσθαι τοὺς εἰληφότας, πάντοθεν παραμυθούμενος αὐτῶν τὸ πάθος· ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ. Καὶ πάλιν τοὺς ἀναπεπτωκότας διεγείρων φησὶν, Εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως. Εἰ γὰρ καὶ χάρις ἐστὶν, ἀλλ' οὐχ ἁπλῶς ἐκχεῖται, ἀλλὰ τὰ μέτρα παρὰ τῶν δεχομένων λαμβάνουσα, τοσοῦτον ἐπιῤῥεῖ, ὅσον ἂν εὕρῃ σκεῦος πίστεως αὐτῇ προσενεχθέν. Εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ. Καθολικὸν πρᾶγμα ἐνταῦθα τίθησι. Καὶ γὰρ ἡ ἀποστολὴ διακονία λέγεται· καὶ πᾶν ἀγαθὸν πνευματικὸν ἔργον, διακονία. Ἔστι μὲν γὰρ καὶ ἰδικῆς οἰκονομίας ὄνομα τοῦτο· ἐνταῦθα μέντοι καθολικῶς εἴρηται. Εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ. Ὅρα πῶς ἀδιαφόρως αὐτὰ τίθησι, τὸ μικρὸν πρῶτον, καὶ τὸ μέγα ὕστερον· πάλιν τὸ αὐτὸ τοῦτο παιδεύων, τὸ μὴ φυσᾶσθαι μηδὲ ἐπαίρεσθαι. Εἴτε ὁ παρακαλῶν, ἐν τῇ παρακλήσει. Καὶ τοῦτο διδασκαλίας εἶδος. Εἰ γάρ ἐστιν ἐν ὑμῖν λόγος παρακλήσεως, φησὶ, πρὸς τὸν λαὸν λέγετε. Εἶτα δεικνὺς, ὡς οὐ μέγα ὄφελος ἀρετὴν μετιέναι, εἰ μὴ μετὰ τοῦ προσήκοντος τοῦτο γίνοιτο νόμου, ἐπάγει· Ὁ μεταδιδοὺς, ἐν ἁπλότητι. Οὐ γὰρ ἀρκεῖ τὸ δοῦναι, ἀλλὰ δεῖ καὶ μετὰ δαψιλείας τοῦτο ποιεῖν. Ἁπλότητα γὰρ τοῦτο οἶδε πανταχοῦ· ἐπεὶ καὶ αἱ παρθένοι ἔλαιον εἶχον, ἀλλ' ἐπειδὴ ἀρκοῦν οὐκ εἶχον, τοῦ παντὸς ἐξέπεσον. Ὁ προϊστάμενος, ἐν σπουδῇ. Οὐ γὰρ ἀρκεῖ τὸ προστῆναι, ἂν μὴ μετὰ σπουδῆς καὶ προθυμίας τοῦτο ποιῇ. Ὁ ἐλεῶν, ἐν ἱλαρότητι. Οὐ γὰρ ἀρκεῖ τὸ ἐλεῆσαι, ἀλλὰ καὶ μετὰ δαψιλείας καὶ γνώμης ἀλύπου τοῦτο δεῖ ποιεῖν· μᾶλλον δὲ οὐ μετὰ ἀλύπου δεῖ μόνον, ἀλλὰ καὶ μετὰ φαιδρᾶς καὶ χαιρούσης· οὐ γάρ ἐστιν ἴσον μὴ λυπεῖσθαι, καὶ χαίρειν. Τοῦτο δὲ αὐτὸ καὶ πρὸς Κορινθίους ἐπιστέλλων, μετὰ πολλῆς κατεσκεύαζε σπουδῆς· εἰς μὲν γὰρ δαψίλειαν διεγείρων, ἔλεγεν· Ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπ' εὐλογίαις, ἐπ' εὐλογίαις καὶ θερίσει· τὴν δὲ γνώμην διορθούμενος, προσετίθει· Μὴ ἐκ λύπης, ἢ ἐξ ἀνάγκης. Ἀμφότερα γὰρ δεῖ παρεῖναι τῷ ἐλεοῦντι, καὶ ἀφθονίαν καὶ ἡδονήν. Τίνος γὰρ ἕνεκεν κλαίεις διδοὺς ἐλεημοσύνην; τί δὲ ἀλγεῖς ἐλεῶν, καὶ τὸν καρπὸν προδίδως τοῦ κατορθώματος; Εἰ γὰρ ἀλγεῖς, οὐκ ἐλεεῖς, ἀλλ' ὠμὸς εἶ καὶ ἀπάνθρωπος. Εἰ γὰρ σὺ ἀλγεῖς, πῶς ἐκεῖνον ἐν λύπῃ ὄντα διαναστῆσαι δυνήσῃ; Ἀγαπητὸν γὰρ, μηδὲν ὑποπτεῦσαι ἐκεῖνον πονηρὸν, καὶ ὅταν μετὰ τοῦ χαίρειν παρέχῃς. Ἐπειδὴ γὰρ οὐδὲν οὕτως αἰσχρὸν ἀνθρώποις εἶναι δοκεῖ, ὡς τὸ παρ' ἑτέρων λαμβάνειν, ἂν μὴ τῇ ὑπερβαλλούσῃ φαιδρότητι τὴν ὑποψίαν ἀνέλῃς, καὶ δείξῃς, ὅτι λαμβάνεις μᾶλλον ἢ δίδως, [καὶ] κατέβαλες μᾶλλον, ἢ ἀνέστησας τὸν λαμβάνοντα. ∆ιὰ τοῦτό φησιν, Ὁ ἐλεῶν, ἐν ἱλαρότητι.

βʹ. Τίς γὰρ βασιλείαν λαμβάνων, σκυθρωπός ἐστι; τίς ἁμαρτημάτων δεχόμενος συγχώρησιν, ἐν κατηφείᾳ μένει; Μὴ τοίνυν τῇ δαπάνῃ τῶν χρημάτων πρόσεχε, ἀλλὰ τῇ διὰ τῆς δαπάνης προσόδῳ. Εἰ γὰρ ὁ σπείρων χαίρει, καίτοι γε ἐπ' ἀδήλοις σπείρων· πολλῷ μᾶλλον ὁ τὸν οὐρανὸν γεωργῶν. Οὕτω γὰρ κἂν ὀλίγα δῷς, πολλὰ δώσεις· ὥσπερ οὖν μετὰ σκυθρωπότητος κἂν πολλὰ δῷς, ὀλίγα πεποίηκας τὰ πολλά. Οὕτω καὶ ἡ χήρα πολλὰ τάλαντα ὑπερηκόντισε διὰ δύο λεπτῶν· δαψιλὴς γὰρ ἦν ἡ γνώμη. Καὶ πῶς ἔνι, φησὶ, πενίᾳ συζῶντα ἐσχάτῃ, καὶ πάντα κενοῦντα, μετὰ προθυμίας τοῦτο ποιεῖν; Ἐρώτησον τὴν χήραν, καὶ ἀκούσῃ τὸν τρόπον, καὶ εἴσῃ ὅτι οὐχ ἡ πενία ποιεῖ τὴν στενοχωρίαν, ἀλλ' ἡ προαίρεσις καὶ τοῦτο καὶ τοὐναντίον ἅπαν ἐργάζεται· ἔστι γὰρ καὶ ἐν πενίᾳ μεγαλόψυχον εἶναι, καὶ ἐν πλούτω μικρολόγον. ∆ιὰ τοῦτο καὶ ἐν τῇ μεταδόσει τὴν ἁπλότητα ζητεῖ, καὶ ἐν τῷ ἐλέῳ τὴν ἱλαρότητα, καὶ ἐν τῇ προστασίᾳ τὴν σπουδήν. Οὐδὲ γὰρ χρήμασι μόνον βούλεται τοῖς δεομένοις ἡμᾶς βοηθεῖν, ἀλλὰ καὶ ῥήμασι καὶ πράγμασι καὶ σώματι, καὶ τοῖς ἄλλοις ἅπασι. Καὶ εἰπὼν τὴν προηγουμένην προστασίαν, τὴν διὰ τῆς διδασκαλίας, τὴν διὰ τῆς παρακλήσεως (αὕτη γὰρ ἀναγκαιοτέρα, ὅσῳ καὶ ψυχῆς ἐστι τροφή)· ἦλθεν ἐπὶ τὴν διὰ τῶν χρημάτων καὶ τῶν ἄλλων ἁπάντων. Εἶτα δεικνὺς πῶς ἂν ταῦτα κατορθωθείη, τὴν μητέρα αὐτῶν εἰσάγει, τὴν ἀγάπην. Ἡ ἀγάπη γὰρ, φησὶν ἀνυπόκριτος. Ἂν ταύτην ἔχῃς, οὐ δαπάνης αἰσθήσῃ χρημάτων, οὐ πόνου σωμάτων, οὐ μόχθου λόγων, οὐχ ἱδρῶτος καὶ διακονίας, ἀλλὰ πάντα οἴσεις γενναίως, κἂν σώματι, κἂν χρήμασι, κἂν λόγῳ, κἂν ἑτέρῳ ὁτῳοῦν βοηθῆσαι δέῃ τῷ πλησίον. Ὥσπερ οὖν οὐ μετάδοσιν ἀπαιτεῖ μόνον, ἀλλὰ τὴν ἐν ἁπλότητι, οὐδὲ προστασίαν, ἀλλὰ τὴν μετὰ σπουδῆς, οὐδὲ ἐλεημοσύνην, ἀλλὰ τὴν μετὰ ἱλαρότητος· οὕτω καὶ ἀγάπην οὐχ ἁπλῶς, ἀλλὰ τὴν ἀνυπόκριτον· ἐπεὶ καὶ τοῦτο ἀγάπη· κἂν τοῦτο γένηται, πάντα τὰ ἄλλα ἕπεται. Καὶ γὰρ ὁ ἐλεῶν, ἱλαρῶς ἐλεεῖ· ἑαυτῷ γὰρ δίδωσι· καὶ ὁ προϊστάμενος, σπουδαίως προΐσταται· ἑαυτοῦ γὰρ προΐσταται· καὶ ὁ μεταδιδοὺς, μετὰ δαψιλείας τοῦτο ποιεῖ· ἑαυτῷ γὰρ παρέχει. Εἶτα ἐπειδή ἐστι καὶ ἀγάπη ἐπὶ πονηροῖς πράγμασιν, οἵα ἡ τῶν ἀκολάστων ἐστὶν, ἡ τῶν ἐπὶ χρήμασι καὶ ἁρπαγαῖς ὁμονοούντων, ἡ τῶν ἐπὶ μέθαις καὶ συμποσίοις, ἐκκαθαίρων αὐτὴν ἀπὸ τούτων, φησίν· Ἀποστυγοῦντες τὸ πονηρόν. Καὶ οὐκ εἶπεν, Ἀπεχόμενοι, ἀλλὰ, Μισοῦντες, καὶ οὐχ ἁπλῶς Μισοῦντες, ἀλλὰ καὶ Σφόδρα μισοῦντες. Τὸ γὰρ ἀπὸ τοῦτο πολλαχοῦ ἐπιτάσεώς ἐστι παρ' αὐτῷ· ὡς ὅταν λέγῃ ἀποκαραδοκίαν, καὶ ἀπεκδεχόμενοι, καὶ ἀπολύτρωσιν. Ἐπειδὴ γὰρ πολλοὶ καὶ μὴ πράττοντες τὰ κακὰ, ὅμως τὴν ἐπιθυμίαν αὐτῶν ἔχουσι, διὰ τοῦτο εἶπεν, Ἀποστυγοῦντες. Αὐτὸς γὰρ καὶ τὴν διάνοιαν καθαρεύειν βούλεται, καὶ πολλὴν ἡμᾶς ἔχθραν ἔχειν πρὸς τὴν κακίαν, καὶ μῖσος καὶ πόλεμον. Μὴ γὰρ, ἐπειδὴ εἶπον, φησὶν, Ἀγαπήσατε ἀλλήλους, νομίσητε μέχρι τούτου λέγειν, ὡς καὶ ἐν τοῖς πονηροῖς συμπράττειν ἀλλήλοις· τοὐναντίον γὰρ ἅπαν νομοθετῶ· οὐ μόνον τῆς πράξεως, ἀλλὰ καὶ τῆς διαθέσεως τῆς περὶ τὴν κακίαν ἀλλότριον εἶναι, καὶ οὐ μόνον τῆς διαθέσεως αὐτῆς ἀλλότριον εἶναι, ἀλλὰ καὶ μεθ' ὑπερβολῆς αὐτὴν ἀποστρέφεσθαι καὶ μισεῖν. Καὶ οὐκ ἀρκεῖται μόνῳ τούτῳ, ἀλλὰ καὶ τὴν τῆς ἀρετῆς ἐργασίαν ἐπάγει λέγων· Κολλώμενοι τῷ ἀγαθῷ. Οὐκ εἶπε, Ποιοῦντες μόνον, ἀλλὰ καὶ διακείμενοι· τοῦτο γὰρ τὸ κελεῦσαι κολλᾶσθαι ἐδήλωσεν. Οὕτω καὶ ὁ Θεὸς συνάπτων τὸν ἄνδρα τῇ γυναικὶ, ἔλεγε· Προσκολληθήσεται γὰρ πρὸς τὴν γυναῖκα αὐτοῦ. Εἶτα καὶ αἰτίας λέγει, δι' ἃς ὀφείλομεν ἀλλήλους ἀγαπᾷν. Τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι. Ἀδελφοὶ, φησὶν, ἐστὲ, καὶ τὰς ὠδῖνας ἐλύσατε τὰς αὐτάς· οὐκοῦν καὶ διὰ τοῦτο δίκαιοι ἂν εἴητε φιλεῖν ἀλλήλους. Τοῦτο καὶ Μωϋσῆς ἔλεγε τοῖς ἐν Αἰγύπτῳ μαχομένοις· Ἀδελφοί ἐστε, ἵνα τί ἀδικεῖτε ἀλλήλους; Ὅταν μὲν οὖν περὶ τῶν ἔξω λέγῃ, Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύετε, φησίν· ὅταν δὲ περὶ τῶν οἰκείων διαλέγηται, Τῇ φιλαδελφίᾳ, φησὶν, εἰς ἀλλήλους φιλόστοργοι. Ἐκεῖ μὲν γὰρ τὸ μὴ μάχεσθαι ζητεῖ, μηδὲ μισεῖν καὶ ἀποστρέφεσθαι· ἐνταῦθα δὲ καὶ τὸ φιλεῖν, καὶ οὐχ ἁπλῶς φιλεῖν, ἀλλὰ καὶ στέργειν. Οὐ γὰρ δὴ μόνον, φησὶν, ἀνυπόκριτον εἶναι χρὴ τὴν ἀγάπην, ἀλλὰ καὶ ἐπιτεταμένην καὶ θερμὴν καὶ διάπυρον. Τί γὰρ ὄφελος, ἂν ἀγαπᾷς μὲν ἀδόλως, μὴ θερμῶς δὲ ἀγαπᾷς; ∆ιὸ καὶ εἶπεν, Εἰς ἀλλήλους φιλόστοργοι· τουτέστι, Καὶ θερμῶς φίλει. Μὴ μένε φιλεῖσθαι παρ' ἑτέρου, ἀλλ' αὐτὸς ἐπιπήδα τούτῳ καὶ κατάρχου· οὕτω γὰρ καὶ τῆς ἐκείνου φιλίας τὸν μισθὸν καρπώσῃ.

γʹ. Εἰπὼν τοίνυν τὴν αἰτίαν, δι' ἣν ὀφείλομεν ἀλλήλους φιλεῖν, λέγει καὶ πῶς ἂν γένοιτο τὰ τῆς φιλίας ἀκίνητα· διὸ καὶ ἐπάγει· Τῇ τιμῇ ἀλλήλους προηγούμενοι. Οὕτω γὰρ φιλία καὶ γίνεται, καὶ γινομένη μένει. Καὶ οὐδὲν οὕτω φίλους ποιεῖ, ὡς τὸ σπουδάζειν τῇ τιμῇ νικᾷν τὸν πλησίον. Οὐ φιλία δὲ μόνον, ἀλλὰ καὶ τιμὴ μείζων ἐντεῦθεν γίνεται. Τὰ μὲν γὰρ εἰρημένα πρότερον ἀπὸ τῆς ἀγάπης, ἡ δὲ ἀγάπη ἀπὸ τῆς τιμῆς, ὥσπερ οὖν καὶ τιμὴ ἀπὸ τῆς ἀγάπης. Εἶτα ἵνα μὴ τιμῶμεν μόνον, καὶ ἕτερόν τι πλέον ἐπιζητεῖ λέγων· Τῇ σπουδῇ μὴ ὀκνηροί. Καὶ γὰρ καὶ τοῦτο ἀγάπην τίκτει, ὅταν μετὰ τῆς τιμῆς καὶ προστασίας ἐπιδειξώμεθα· οὐδὲν γὰρ οὕτως ὡς τιμὴ καὶ πρόνοια τὸ φιλεῖσθαι ποιεῖ. Οὐ γὰρ ἀρκεῖ τὸ φιλεῖν, ἀλλὰ δεῖ καὶ τούτου· μᾶλλον δὲ καὶ τοῦτο ἐκ τοῦ φιλεῖν γίνεται, ὥσπερ οὖν καὶ τὸ φιλεῖν ἀπὸ τούτου θερμαίνεται, καὶ ἀλλήλων ἐστὶ κατασκευαστικά. Καὶ γάρ εἰσι πολλοὶ κατὰ διάνοιαν μὲν φιλοῦντες, καὶ οὐκ ὀρέγοντες δὲ χεῖρα. ∆ιὰ τοῦτο πάντοθεν οἰκοδομεῖ τὴν ἀγάπην. Καὶ πῶς ἂν γενοίμεθα τῇ σπουδῇ μὴ ὀκνηροί; Τῷ πνεύματι ζέοντες. Ὁρᾷς πῶς πανταχοῦ τὰς ἐπιτάσεις ζητεῖ; Οὐ γὰρ εἶπε, Μεταδίδοτε, μόνον, ἀλλὰ μετὰ δαψιλείας· οὐδὲ Προΐστασθε, ἀλλὰ μετὰ σπουδῆς· οὐδὲ Ἐλεεῖτε, ἀλλ' ἱλαρῶς· οὐδὲ τιμᾶτε, ἀλλὰ προηγεῖσθε· οὐδὲ Ἀγαπᾶτε, ἀλλ' ἀνυποκρίτως· οὐδὲ Ἀπέχεσθε τῶν κακῶν, ἀλλὰ μισεῖτε· οὐδὲ Ἔχεσθε τῶν ἀγαθῶν, ἀλλὰ κολλᾶσθε· οὐδὲ Φιλεῖτε, ἀλλὰ φιλοστόργως· οὐδὲ Σπουδάζετε, ἀλλὰ μὴ ὀκνηρῶς· οὐδὲ Τὸ Πνεῦμα ἔχετε, ἀλλὰ ζέον τὸ πνεῦμα, τουτέστιν, ἵνα ἦτε θερμοὶ καὶ διεγηγερμένοι. Ἐὰν γὰρ ἐκεῖνα ἔχῃς τὰ προειρημένα, ἐπισπάσῃ τὸ πνεῦμα· ἐὰν μένῃ τοῦτο παρὰ σοὶ, καὶ πρὸς ἐκεῖνά σε σπουδαῖον ἐργάσεται, καὶ πάντα εὔκολα ἀπὸ τοῦ πνεύματος καὶ τῆς ἀγάπης ἔσται, ἑκατέρωθέν σου πεπυρωμένου. Οὐχ ὁρᾷς τοὺς ταύρους τοὺς φλόγα ἐπὶ τοῦ νώτου φέροντας, πῶς πᾶσίν εἰσιν ἀφόρητοι; Οὕτω καὶ σὺ τῷ διαβόλῳ ἀφόρητος ἔσῃ, ἂν ἑκατέραν λάβῃς τὴν φλόγα. Τῷ Κυρίῳ δουλεύοντες. ∆ιὰ γὰρ τούτων ἁπάντων ἔστι δουλεῦσαι τῷ Θεῷ. Ὅσα γὰρ ἂν ποιήσῃς εἰς τὸν ἀδελφὸν, εἰς τὸν ∆εσπότην σου διαβαίνει· καὶ ὡς αὐτὸς εὖ πεπονθὼς, οὕτω σοι τὸν μισθὸν λογιεῖται. Εἶδες ποῦ τὸ φρόνημα ἀνήνεγκε τοῦ ταῦτα ἐργαζομένου; Εἶτα δεικνὺς πῶς ἂν ἀναφθείη τοῦ πνεύματος ἡ φλὸξ, φησί· Τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες. Ταῦτα γὰρ ἅπαντα ὑπεκκαύματά ἐστι τοῦ πυρὸς ἐκείνου. Ἐπειδὴ γὰρ καὶ χρημάτων δαπάνην ἀπῄτησε, καὶ σωμάτων πόνον, καὶ προστασίαν καὶ σπουδὴν καὶ διδασκαλίαν, καὶ τὰ ἄλλα τὰ ἐπίπονα, ἀλείφει πάλιν τὸν ἀθλητὴν μετὰ τῆς ἀγάπης, μετὰ τοῦ πνεύματος, διὰ τῆς ἐλπίδος. Οὐδὲν γὰρ οὕτως ἀνδρείαν καὶ παράβολον πρὸς ἅπαντα ποιεῖ τὴν ψυχὴν, ὡς ἐλπὶς χρηστή. Εἶτα καὶ πρὸ τῶν ἐλπιζομένων χρηστῶν ἕτερον πάλιν ἔπαθλον δίδωσιν. Ἐπειδὴ γὰρ ἡ ἐλπὶς τῶν μελλόντων ἦν, φησὶ, Τῇ θλίψει ὑπομένοντες. Καὶ γὰρ πρὸ τῶν μελλόντων ἐν τῷ παρόντι μέγα καρπώσῃ καλὸν ἀπὸ τῆς θλίψεως, τὸ καρτερικὸς καὶ δόκιμος γίνεσθαι. Μετὰ δὲ τούτου καὶ ἑτέραν παρέχει βοήθειαν, λέγων, Τῇ προσευχῇ προσκαρτεροῦντες. Ὅταν οὖν καὶ ἀγάπη εὔκολον ποιῇ, καὶ πνεῦμα βοηθῇ, καὶ ἐλπὶς κουφίζῃ, καὶ θλῖψις δόκιμον ἐργάζηται καὶ ἐπιτήδειον πρὸς τὸ φέρειν πάντα γενναίως, καὶ ἔχῃς μετὰ τούτων καὶ ἕτερον ὅπλον μέγιστον, τὴν προσευχὴν καὶ τὴν ἀπὸ τῆς δεήσεως βοήθειαν, τί λοιπὸν ἔσται ἐπίπονον τῶν ἐπιταττομένων; Οὐδέν. Εἶδες πῶς καὶ πανταχόθεν ἔστησε τὸν ἀθλητὴν, καὶ πολὺ κοῦφα ἔδειξε τὰ ἐπιτάγματα; Σκόπει πάλιν πῶς τῆς ἐλεημοσύνης ἐπιλαμβάνεται· μᾶλλον δὲ οὐχ ἁπλῶς ἐλεημοσύνης, ἀλλὰ τῆς εἰς τοὺς ἁγίους. Ἄνω μὲν γὰρ εἰπὼν, Ὁ ἐλεῶν, ἐν ἱλαρότητι, πᾶσι τὴν χεῖρα ἀνέῳξεν· ἐνταῦθα μέντοι ὑπὲρ τῶν πιστῶν φησι· διὸ καὶ ἐπάγει, λέγων, Ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες. Οὐκ εἶπε, Παρέχετε αὐτῶν ταῖς χρείαις, ἀλλὰ, Κοινωνεῖτε αὐτῶν ταῖς χρείαις, δεικνὺς ὅτι μείζονα λαμβάνουσιν ἢ διδοῦσιν, καὶ ὅτι ἐμπορία τὸ πρᾶγμά ἐστι· κοινωνία γάρ ἐστιν. Εἰσφέρεις σὺ χρήματα; Εἰσφέρουσί σοι παῤῥησίαν ἐκεῖνοι τὴν πρὸς τὸν Θεόν. Τὴν φιλοξενίαν διώκοντες. Οὐκ εἶπεν, Ἐργαζόμενοι, ἀλλὰ ∆ιώκοντες, παιδεύων ἡμᾶς μὴ ἀναμένειν τοὺς δεομένους, πότε πρὸς ἡμᾶς ἔλθωσιν, ἀλλ' αὐτοὺς ἐπιτρέχειν καὶ καταδιώκειν. Οὕτως ὁ Λὼτ, οὕτως ὁ Ἀβραὰμ ἐποίησε· καὶ γὰρ τὴν ἡμέραν εἰς τοῦτο ἀνάλωσεν ἀναμένων τὴν καλὴν ταύτην θήραν, καὶ ἰδὼν ἀνεπήδησε, καὶ εἰς ἀπάντησιν ἔδραμε, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ εἶπε· Κύριε, εἰ εὗρον χάριν ἐνώπιόν σου, μὴ παρέλθῃς τὸν παῖδά σου. Οὐ καθάπερ ἡμεῖς, ἐπειδὰν ἴδωμεν ξένον ἢ πένητα, τὰς ὀφρῦς ἀνασπῶμεν, καὶ οὐδὲ προσρήσεως ἀξίους αὐτοὺς νομίζομεν εἶναι· κἂν μετὰ μυρίας ἱκετηρίας μαλαχθέντες κελεύσωμεν τοῖς οἰκέταις δοῦναι μικρὸν ἀργύριον, τὸ πᾶν κατωρθωκέναι νομίζομεν. Ἀλλ' οὐκ ἐκεῖνος οὕτως, ἀλλ' ἱκέτου σχῆμα ἀνέλαβε καὶ οἰκέτου, καίτοι γε οὐκ εἰδὼς τίνας ἔμελλεν ὑποδέχεσθαι.

δʹ. Ἡμεῖς δὲ σαφῶς εἰδότες, ὅτι τὸν Χριστὸν ὑποδεχόμεθα, οὐδὲ ταύτῃ γινόμεθα ἥμεροι. Ἀλλ' ἐκεῖνος μὲν καὶ παρακαλεῖ καὶ ἱκετεύει καὶ προσκυνεῖ· ἡμεῖς δὲ ὑβρίζομεν τοὺς προσιόντας ἡμῖν· καὶ ὁ μὲν δι' ἑαυτοῦ καὶ τῆς γυναικὸς πάντα ἀνύει, ἡμεῖς δὲ οὐδὲ διὰ τῶν οἰκετῶν. Εἰ δὲ καὶ τὴν τράπεζαν βουληθείης ἰδεῖν, ἣν παρέθηκε, πολλὴν καὶ ἐνταῦθα ὄψει τὴν φιλοτιμίαν, οὐχ ἣν ὁ τῆς περιουσίας ἐποίει τρόπος, ἀλλ' ὁ τῆς προαιρέσεως πλοῦτος. Πόσοι γοῦν τότε εὔποροι ἦσαν; Ἀλλ' οὐδεὶς τοιοῦτον οὐδὲν ἐποίησε. Πόσαι χῆραι ἦσαν ἐν τῷ Ἰσραήλ; Ἀλλ' οὐδεμία ἐξένισε τὸν Ἠλίαν. Πόσοι εὔποροι πάλιν ἦσαν ἐπὶ τοῦ Ἐλισσαίου; Ἀλλ' ἡ Σωναμῖτις τὸν καρπὸν τῆς φιλοξενίας ἐτρύγα μόνη· ὥσπερ οὖν καὶ ὁ Ἀβραὰμ, τότε ὢν μετὰ τῆς δαψιλείας καὶ τῆς προθυμίας. Καὶ διὰ τοῦτο μάλιστα ἄξιον θαυμάζειν, ὅτι μηδὲ εἰδὼς τίνες ἦσαν οἱ παραγεγονότες, ταῦτα ἐποίει. Μὴ τοίνυν μηδὲ σὺ πολυπραγμόνει· διὰ γὰρ τὸν Χριστὸν δέχῃ· κἂν μέλλῃς ἀεὶ περιεργάζεσθαι, πολλάκις καὶ δόκιμον ἄνδρα παραδραμῇ, καὶ τὸν ἐκ τούτου μισθὸν ἀπολεῖς. Καίτοι ὁ μὲν μὴ δόκιμον δεχόμενος οὐκ ἐγκαλεῖται, ἀλλὰ καὶ μισθὸν ἔχει. Ὁ δεχόμενος γὰρ προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται. Ὁ δὲ ἐκ τῆς ἀκαίρου ταύτης πολυπραγμοσύνης τὸν θαυμαστὸν παρατρέχων, καὶ δίκην δίδωσι. Μὴ τοίνυν βίους καὶ πράξεις πολυπραγμόνει· καὶ γὰρ ἐσχάτης τοῦτο ἀπειροκαλίας ἐστὶν, ὑπὲρ ἑνὸς ἄρτου ζωὴν ὁλόκληρον περιεργάζεσθαι. Εἰ γὰρ ἀνδροφόνος οὗτος, εἰ γὰρ λῃστὴς, εἰ γὰρ ὁτιοῦν, ἄρτου καὶ ὀλίγων ἀργυρίων οὐ δοκεῖ σοι ἄξιος εἶναι; Ἀλλ' ὁ μὲν ∆εσπότης σου καὶ ἥλιον αὐτῷ ἀνατέλλει· σὺ δὲ καὶ τῆς ἐφημέρου τροφῆς ἀνάξιον αὐτὸν κρίνεις; Ἐγὼ δὲ καὶ ἑτέραν ὑπερβολὴν τίθημι· κἂν γὰρ ἐπιστάμενος ᾖς σαφῶς, ὅτι μυρίων οὗτος γέμει κακῶν, οὐδὲ οὕτως ἀπολογίαν ἕξεις τῆς ἐφημέρας τροφῆς αὐτὸν ἀποστερῶν. Ἐκείνου γὰρ δοῦλος εἶ τοῦ λέγοντος, Οὐκ οἴδατε ποίου πνεύματός ἐστε; ἐκείνου εἶ οἰκέτης τοῦ θεραπεύσαντος τοὺς λιθάσαντας αὐτόν· μᾶλλον δὲ τοῦ σταυρωθέντος ὑπὲρ αὐτῶν. Καὶ μή μοι λέγε, ὅτι Ἕτερον ἀνεῖλε· καὶ γὰρ εἰ καὶ σεαυτὸν ἀναιρεῖν μέλλει, μηδὲ οὕτω λιμώττοντα παρίδῃς. Καὶ γὰρ ἐκείνου μαθητὴς εἶ τοῦ τῶν σταυρωσάντων τὴν σωτηρίαν ποθοῦντος, τοῦ λέγοντος ἐν αὐτῷ τῷ σταυρῷ· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Ἐκείνου δοῦλος εἶ τοῦ τὸν ῥαπίσαντα αὐτὸν θεραπεύσαντος, τοῦ τὸν ὑβρίσαντα ἐν αὐτῷ τῷ σταυρῷ στεφανώσαντος· οὗ τί γένοιτ' ἂν ἴσον; Καὶ γὰρ ἀμφότεροι παρὰ τὴν ἀρχὴν οἱ λῃσταὶ ὕβριζον αὐτόν· ἀλλ' ὅμως θατέρῳ τούτων τὸν παράδεισον ἠνέῳξε. Καὶ δακρύει τοὺς μέλλοντας αὐτὸν ἀναιρεῖν, καὶ ταράττεται καὶ συγχεῖται ὁρῶν τὸν προδότην, οὐχ ὅτι σταυροῦσθαι ἔμελλεν, ἀλλ' ὅτι ἐκεῖνος ἀπώλλυτο. Ἐταράττετο τοίνυν προειδὼς τὴν ἀγχόνην καὶ τὴν μετὰ τὴν ἀγχόνην κόλασιν. Καὶ εἰδὼς αὐτοῦ τὴν πονηρίαν, μέχρις ἐσχάτης ὥρας αὐτὸν ἔφερε, καὶ οὐ διεκρούετο, ἀλλὰ καὶ ἐφίλησε τὸν προδότην. Ὁ ∆εσπότης σου φιλεῖ, καὶ δέχεται χείλεσι τὸν μέλλοντα αὐτοῦ τὸ αἷμα τὸ τίμιον εὐθέως ἐκχεῖν· σὺ δὲ τὸν πένητα οὐδὲ ἄρτου ἀξιοῖς; καὶ οὐκ αἰδῇ τὸν νόμον, ὃν ἔθηκεν ὁ Χριστός; ∆ιὰ γὰρ τούτων ἔδειξεν, ὅτι οὐ μόνον τοὺς πένητας, ἀλλ' οὐδὲ τοὺς ἐπὶ θάνατον ἡμᾶς ἄγοντας ἀποστρέφεσθαι δεῖ. Μὴ τοίνυν μοι τοῦτο εἴπῃς, ὅτι ὁ δεῖνά μοι εἰργάσατο δεινὰ, ἀλλ' ἐννόησον τί ἐποίησεν ὁ Χριστὸς πρὸς αὐτῷ τῷ σταυρῷ διὰ τοῦ φιλήματος, ᾧ προδίδοσθαι ἔμελλε, τὸν προδότην διορθούμενος. Καὶ ὅρα πῶς ἐντρεπτικῶς. Ἰούδα, γάρ φησι, φιλήματι τὸν Υἱὸν τοῦ ἀνθρώπου προδίδως; Τίνα οὐκ ἂν ἐμάλαξε; τίνα οὐκ ἂν ἐπέκαμψεν αὕτη ἡ φωνή; ποῖον θηρίον, ποῖον ἀδάμαντα; Ἀλλ' οὐ τὸν δείλαιον ἐκεῖνον. Μὴ τοίνυν λέγε, ὅτι τὸν δεῖνα ἐφόνευσεν ὁ δεῖνα, καὶ διὰ τοῦτο αὐτὸν ἀποστρέφομαι. Κἂν γὰρ κατὰ σοῦ μέλλῃ τὸ ξίφος ὠθεῖν, καὶ τὴν δεξιὰν βαπτίζειν εἰς αὐτὸν τὸν λαιμὸν, αὐτὴν φίλησον τὴν δεξίαν· ἐπεὶ καὶ ὁ Χριστὸς τὸ στόμα ἐφίλησεν ἐκεῖνο τὸ τὴν σφαγὴν ἐργασάμενον.

εʹ. Καὶ σὺ τοίνυν μὴ μίσει, ἀλλὰ δάκρυε καὶ ἐλέει τὸν ἐπιβουλεύοντα· ἐλεεῖσθαι γὰρ παρ' ἡμῶν ἄξιος ὁ τοιοῦτος καὶ δακρύεσθαι. Ἐκείνου γάρ ἐσμεν οἰκέται τοῦ καὶ φιλήσαντος τὸν προδότην (οὐ γὰρ παύσομαι συνεχῶς αὐτὸ περιστρέφων), καὶ τοῦ φιλήματος ἁπαλώτερα φθεγξαμένου ῥήματα. Οὐδὲ γὰρ εἶπεν, Ὦ μιαρὲ, καὶ παμπόνηρε, καὶ προδότα, τοιαύτας ἡ μῖν ἀποδίδως τὰς ἀμοιβὰς τῆς τοσαύτης εὐεργεσίας· ἀλλὰ πῶς; Ἰούδα, τὸ κύριον ὄνομα θεὶς, ὃ μᾶλλον ταλανίζοντος ἦν καὶ ἀνακαλοῦντος, ἢ ὀργιζομένου. Καὶ οὐκ εἶπε, Τὸν διδάσκαλόν σου, τὸν ∆εσπότην σου καὶ εὐεργέτην, ἀλλὰ, Τὸν Υἱὸν τοῦ ἀνθρώπου. Εἰ γὰρ μὴ διδάσκαλος ἦν μηδὲ ∆εσπότης, τὸν οὕτως ἡμέρως, τὸν οὕτως ἀπλάστως πρὸς σὲ διακείμενον, ὡς καὶ ἐν καιρῷ τῆς προδοσίας σε φιλεῖν, καὶ ταῦτα τοῦ φιλήματος συμβόλου τῆς προδοσίας ὄντος, τοῦτον παραδίδως; Εὐλογητὸς εἶ, Κύριε· πόσης ταπεινοφροσύνης, πόσης ἀνεξικακίας ὑπόδειγμα ἡμῖν ἔδωκας; Ἀλλὰ πρὸς μὲν ἐκεῖνον οὕτω· πρὸς δὲ τοὺς ἐπελθόντας μετὰ ξύλων καὶ μαχαιρῶν οὐχ οὕτω. Καὶ τί γένοιτ' ἂν ἡμερώτερον τῶν ῥημάτων τῶν καὶ πρὸς ἐκείνους εἰρημένων; ∆υνάμενος γὰρ αὐτοὺς ἀθρόον ἀφανίσαι πάντας, τούτων μὲν ἐποίησεν οὐδὲν, ἐντρεπτικῶς δὲ αὐτοῖς διαλέγεται λέγων· Τί ἐξήλθετε, ὡς ἐπὶ λῃστὴν, μετὰ μαχαιρῶν καὶ ξύλων; Καὶ ῥίψας αὐτοὺς ὑπτίους, ἐπειδὴ ἔμενον ἀναισθητοῦντες, ἑκὼν πάλιν ἑαυτὸν ἐξεδίδου, καὶ ἠνείχετο δεσμὰ περιβάλλοντας ὁρῶν ταῖς ἁγίαις χερσὶ, δυνάμενος ὁμοῦ πάντα κλονῆσαι καὶ ῥῖψαι κάτω. Ἀλλὰ σὺ καὶ μετὰ ταῦτα ἀγριαίνεις πρὸς τὸν πένητα. Καίτοι γε εἰ καὶ μυρίων ἐστὶν ἔνοχος κακῶν, ἡ ἔνδεια καὶ ὁ λιμὸς ἱκανὰ τὴν μὴ σφόδρα πεπωρωμένην καταμαλάξαι ψυχήν. Σὺ δὲ ἕστηκας ἐκτεθηριωμένος, καὶ λεόντων μιμούμενος θυμούς· καίτοι γε ἐκεῖνοι οὐκ ἄν ποτε νεκρῶν ἀπογεύσαιντο σωμάτων· σὺ δὲ τοσούτοις ὁρῶν τεταριχευμένον κακοῖς, ἐπεμβαίνεις κειμένῳ, καὶ σπαράττεις τὸ σῶμα διὰ τῶν ὕβρεων, καὶ χειμῶνα ἐπὶ χειμῶνι συνάγεις, καὶ τὸν εἰς λιμένα καταφυγόντα σκοπέλῳ προσράξαι ποιεῖς, καὶ ναυάγιον ἐργάζῃ τῶν ἐν τῇ θαλάσσῃ χαλεπώτερον. Καὶ πῶς ἐρεῖς τῷ Θεῷ, Ἐλέησόν με; καὶ ἁμαρτημάτων αἰτεῖς συγχώρησιν, τὸν οὐδὲν ἁμαρτόντα ὑβρίζων, καὶ δίκην ὑπὲρ λιμοῦ καὶ ἀνάγκης τοσαύτης ἀπαιτῶν, καὶ τὰ θηρία ἅπαντα ἀποκρύπτων τῇ ὠμότητι; Ἐκεῖνα μὲν γὰρ, τῆς γαστρὸς καταναγκαζούσης, ἅπτεται τῆς αὐτοῖς νενομισμένης τροφῆς· σὺ δὲ, οὐδενὸς ὠθοῦντος οὐδὲ καταναγκάζοντος, κατεσθίεις τὸν ἀδελφὸν, δάκνων, σπαράττων, εἰ καὶ μὴ τοῖς ὀδοῦσιν, ἀλλὰ ῥήμασι δηγμάτων χαλεπωτέροις. Πῶς οὖν δέξῃ τὴν ἱερὰν προσφορὰν, αἵμασιν ἀνθρωπίνοις φοινίξας τὴν γλῶτταν; πῶς δίδως εἰρήνην, πολέμου γέμοντι στόματι; πῶς δὲ γοῦν αἰσθητῆς ἀπολαύσεις τροφῆς, ἰὸν τοσοῦτον συνάγων; Οὐ διορθοῦσαι τὴν πενίαν· τί καὶ ἐπιτρίβεις; οὐκ ἀνιστᾷς κείμενον· τί καὶ καταβάλλεις; οὐκ ἀναιρεῖς τὴν ἀθυμίαν· τί καὶ ἐπιτείνεις; οὐ δίδως χρήματα· τί καὶ ὑβρίζεις ῥήμασιν; Οὐκ ἤκουσας ὅσην διδόασι δίκην οἱ μὴ τρέφοντες τοὺς πένητας; ποίαις τιμωρίαις καταδικάζονται; Πορεύεσθε γὰρ, φησὶν, εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Εἰ οὖν οἱ μὴ τρέφοντες οὕτω καταδικάζονται, τίνα δώσουσι δίκην οἱ μετὰ τοῦ μὴ τρέφειν καὶ ὑβρίζοντες; πόσην ὑποστήσονται κόλασιν, πόσην γέενναν; Ἵν' οὖν μὴ τοσαῦτα ἐξάψωμεν καθ' ἑαυτῶν κακὰ, ἕως ἐσμὲν κύριοι, καὶ τὸ πονηρὸν τοῦτο νόσημα διορθώσωμεν, καὶ τῇ γλώττῃ χαλινὸν ἐπιθῶμεν· καὶ μὴ μόνον μὴ ὑβρίζωμεν, ἀλλὰ καὶ παρακαλῶμεν καὶ διὰ ῥημάτων καὶ διὰ πραγμά των, ἵνα πολὺν ἑαυτοῖς προαποθέμενοι τὸν ἔλεον, τύχωμεν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ ΚΒʹ.

Εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς· εὐλογεῖτε, καὶ μὴ καταρᾶσθε.

αʹ. ∆ιδάξας αὐτοὺς πῶς πρὸς ἀλλήλους διακεῖσθαι χρὴ, καὶ συγκολλήσας τὰ μέλη μετὰ ἀκριβείας, οὕτως ἐξάγει λοιπὸν πρὸς τὴν ἔξω παράταξιν, εὐκολωτέραν αὐτὴν ἐντεῦθεν ποιῶν. Ὥσπερ γὰρ ὁ τὰ πρὸς τοὺς οἰκείους οὐ κατωρθωκὼς, δυσκολώτερον τὰ πρὸς τοὺς ἀλλοτρίους οἰκονομήσει· οὕτως ὁ καλῶς ἀσκήσας ἑαυτὸν ἐν τούτοις, ῥᾷον καὶ τῶν ἔξωθεν περιέσται. ∆ιὰ δὴ τοῦτο καὶ ὁ Παῦλος ὁδῷ προβαίνων, μετ' ἐκεῖνα ταῦτα τίθησι, καί φησιν· Εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς. Οὐκ εἶπε, Μὴ μνησικακεῖτε, μηδὲ ἀμύνεσθε, ἀλλὰ τὸ πολλῷ πλέον τούτων ἐζήτησεν· ἐκεῖνο μὲν γὰρ ἀνδρὸς φιλοσόφου, τοῦτο δὲ ἀγγέλου λοιπόν. Καὶ εἰπὼν, Εὐλογεῖτε, ἐπήγαγε, Καὶ μὴ καταρᾶσθε, ἵνα μὴ καὶ τοῦτο κἀκεῖνο ποιῶμεν, ἀλλ' ἐκεῖνο μόνον. Καὶ γὰρ μισθῶν εἰσιν ἡμῖν πρόξενοι οἱ διώκοντες. Ἂν δὲ νήφῃς, καὶ ἕτερον σὺ σαυτῷ μετ' ἐκεῖνον κατασκευάσεις μισθόν· ἐκεῖνος μὲν γάρ σοι τὸν ἀπὸ τοῦ διωγμοῦ παρέξει, σὺ δὲ σεαυτῷ τὸν ἀπὸ τῆς εὐλογίας τῆς εἰς ἐκεῖνον, σημεῖον μέγιστον ἐκφέρων τῆς εἰς τὸν Χριστὸν ἀγάπης. Ὥσπερ γὰρ ὁ καταρώμενος τῷ διώκοντι, δείκνυσιν ὅτι οὐ σφόδρα χαίρει ὑπὲρ τοῦ Χριστοῦ ταῦτα πάσχων· οὕτως ὁ εὐλογῶν πολὺν ἐμφαίνει τὸν ἔρωτα. Μὴ τοίνυν αὐτὸν λοιδορήσῃς, ἵνα καὶ αὐτὸς μείζονα καρπώσῃ μισθὸν, κἀκεῖνον διδάξῃς, ὅτι τὸ πρᾶγμα προθυμίας ἐστὶν, οὐκ ἀνάγκης· πανηγύρεως καὶ ἑορτῆς, οὐ συμφορᾶς οὐδὲ ἀθυμίας. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγε· Χαίρετε, ὅταν εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι. ∆ιὰ τοῦτο καὶ οἱ ἀπόστολοι ὑπέστρεφον χαίροντες, οὐχ ὅτι κακῶς ἤκουσαν μόνον, ἀλλ' ὅτι καὶ ἐμαστιγώθησαν. Μετὰ γὰρ τῶν εἰρημένων καὶ ἕτερον οὐ μικρὸν κερδανεῖς, τὸ καταπλῆξαι καὶ ταύτῃ τοὺς ἀντιδίκους, καὶ παιδεῦσαι διὰ τῶν ἔργων αὐτοὺς, ὅτι πρὸς ἑτέραν ὁδεύεις ζωήν. Ἂν γὰρ ἴδῃ σε χαίροντα καὶ πτερούμενον ἐπὶ τῷ πάσχειν κακῶς, εἴσεται σαφῶς διὰ τῶν πραγμάτων, ὅτι μείζους τῶν παρόντων ἑτέρας ἔχεις ἐλπίδας· ὡς, ἂν τοῦτο μὴ ποιῇς, ἀλλὰ κλαίῃς καὶ ὀδύρῃ, πόθεν δυνήσεται μαθεῖν ἐκεῖνος, ὅτι ἑτέραν ζωὴν ἀναμένεις; Καὶ μετὰ τούτου δὲ πάλιν καὶ ἕτερον κατορθώσεις· ἂν γὰρ ἴδῃ σε οὐκ ἀλγοῦντα ταῖς ὕβρεσιν, ἀλλὰ καὶ εὐλογοῦντα, παύσεται ἐλαύνων. Ὅρα τοίνυν, ὅσα ἐντεῦθεν γίνεται τὰ καλά· καὶ σοὶ μισθὸς μείζων καὶ ὁ πειρασμὸς ἐλάττων, κἀκεῖνος ἀποστήσεται διώκων, καὶ ὁ Θεὸς δοξασθήσεται, καὶ διδασκαλία τῷ πεπλημμελημένῳ γενήσεται πρὸς εὐσέβειαν ἡ σὴ φιλοσοφία. ∆ιὰ τοῦτο οὐχὶ τοὺς ὑβρίζοντας μόνον, ἀλλὰ καὶ τοὺς διώκοντας καὶ διὰ τῶν πραγμάτων ἐπηρεάζοντας, τοῖς ἐναντίοις ἀμείβεσθαι ἐκέλευσε. Καὶ νῦν μὲν αὐτοὺς εὐλογεῖν ἐπέταξε· προϊὼν δὲ καὶ ἔργοις εὐεργετεῖν παραινεῖ. Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων. Ἐπειδὴ γὰρ ἔστιν εὐλογῆσαι μὲν, καὶ μὴ καταρᾶσθαι, μὴ μὴν ἐξ ἀγάπης τοῦτο ποιῆσαι, βούλεται καὶ διαθερμαίνεσθαι ἡμᾶς τῇ φιλίᾳ. ∆ιὸ καὶ τοῦτο ἐπήγαγεν, ὥστε μὴ μόνον εὐλογεῖν, ἀλλὰ καὶ συναλγεῖν καὶ συμπάσχειν, εἴ ποτε ἴδοιμεν αὐτοὺς συμφορᾷ περιπεσόντας. Ναὶ, φησίν· ἀλλὰ τὸ μὲν συναλγεῖν τοῖς θρηνοῦσιν εἰκότως ἐπέταξε· τὸ δὲ ἕτερον τί δήποτε ἐκέλευσεν, οὐδὲν μέγα ὄν; Καίτοι γε ἐκεῖνο φιλοσοφωτέρας δεῖται ψυχῆς, τὸ χαίρειν μετὰ χαιρόντων, μᾶλλον ἢ τὸ κλαίειν μετὰ κλαιόντων. Τοῦτο μὲν γὰρ καὶ ἡ φύσις αὐτὴ κατορθοῖ, καὶ οὐδεὶς οὕτω λίθινος, ὃς οὐ κλαίει τὸν ἐν συμφοραῖς ὄντα· ἐκεῖνο δὲ γενναίας σφόδρα δεῖται ψυχῆς, ὥστε τῷ εὐδοκιμοῦντι μὴ μόνον μὴ φθονεῖν, ἀλλὰ καὶ συνήδεσθαι. ∆ιὰ τοῦτο καὶ πρότερον αὐτὸ τέθεικεν. Οὐδὲν γὰρ οὕτως ἀγάπην συνάγει, ὡς ὅταν καὶ χαρᾶς καὶ λύπης κοινωνῶμεν ἀλλήλοις. Μὴ τοίνυν, ἐπειδὴ πόῤῥω τῶν δεινῶν αὐτὸς ἕστηκας, καὶ τῆς συμπαθείας μένε ἐκτός· καὶ γὰρ καὶ τοῦ πλησίον παθόντος κακῶς, κοινὴν ὀφείλεις ποιεῖσθαι τὴν συμφοράν. Κοινώνει τοίνυν τῶν δακρύων, ἵνα κουφίσῃς τὴν ἀθυμίαν· κοινώνει χαρᾶς, ἵνα ῥιζώσῃς τὴν εὐφροσύνην, καὶ πήξῃς τὴν ἀγάπην, καὶ πρὸ ἐκείνου σαυτὸν ὠφελήσῃς, διὰ μὲν τοῦ δακρύειν ἐλεήμονα κατασκευάζων, διὰ δὲ τοῦ συνήδεσθαι φθόνου καὶ βασκανίας ἑαυτὸν ἐκκαθαίρων. Σκόπει δέ μοι καὶ τὸ ἀνεπαχθὲς τοῦ Παύλου. Οὐ γὰρ εἶπε, Λῦσον τὴν συμφορὰν, ἵνα μὴ λέγῃς πολλάκις ὅτι ἀδύνατον· ἀλλὰ τὸ κουφότερον ἐπέταξε, καὶ οὗ κύριος εἶ. Κἂν γὰρ ἀνελεῖν μὴ δυνηθῇς τὸ δεινὸν, εἴσαγε δάκρυα, καὶ τὸ πλεῖον ἀνεῖλες· κἂν μὴ δυνηθῇς αὐξῆσαι τὴν εὐημερίαν, εἴσαγε τὴν χαρὰν, καὶ πολλὴν τὴν προσθήκην ἐποίησας. ∆ιὰ τοῦτο οὐ μόνον μὴ φθονεῖν, ἀλλὰ καὶ ὃ πολλῷ πλέον ἐστὶ παραινεῖ, τὸ καὶ συνήδεσθαι· τοῦ γὰρ μὴ φθονεῖν τοῦτο πολὺ πλέον. Τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες· μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι.

βʹ. Πολλὴν πάλιν περὶ τῆς ταπεινοφροσύνης ποιεῖται τὴν σπουδὴν, ὅθεν καὶ ἤρξατο τοῦ λόγου. Καὶ γὰρ εἰκὸς ἦν αὐτοὺς φρονήματος μεστοὺς εἶναι, καὶ ἀπὸ τῆς πόλεως καὶ ἑτέρωθεν πολλαχόθεν· διὸ καὶ συνεχῶς ὑποσύρει τὸ νόσημα, καὶ καταστέλλει τὴν φλεγμονήν. Οὐδὲν γὰρ οὕτως ἀποσχίζει σῶμα Ἐκκλησίας, ὡς ἀλαζονεία. Τί δέ ἐστι, Τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες; Παρεγένετό σοι ὁ πένης εἰς τὴν οἰκίαν; Γενοῦ κατ' ἐκεῖνον τῷ φρονήματι· μὴ μείζονα λάβῃς ὄγκον διὰ τὸν πλοῦτον· οὐκ ἔστι πλούσιος καὶ πένης ἐν Χριστῷ. Μὴ τοίνυν ἐπαισχυνθῇς διὰ τὴν ἔξωθεν περιβολὴν, ἀλλ' ἀπόδεξαι διὰ τὴν ἔνδον πίστιν· μηδὲ, ἂν ἴδῃς πενθοῦντα, ἀνάξιον αὐτὸν νομίσῃς παρακαλέσαι· μηδὲ, ἂν ἴδῃς εὐημεροῦντα, ἐρυθριάσῃς κοινωνῆσαι τῆς ἡδονῆς καὶ συνησθῆναι, ἀλλ' ὃ περὶ σεαυτοῦ φρονεῖς, καὶ περὶ ἐκείνου φρόνησον· Τὸ γὰρ αὐτὸ φρονοῦντες, φησὶν, εἰς ἀλλήλους. Οἷον, μέγαν σαυτὸν εἶναι νομίζεις; Οὐκοῦν καὶ ἐκεῖνον νόμιζε. Ταπεινὸν καὶ μικρὸν εἶναι ὑποπτεύεις ἐκεῖνον; Οὐκοῦν καὶ περὶ σαυτοῦ τοῦτο ψηφίζου, καὶ πᾶσαν ἀνωμαλίαν ἔκβαλε. Πῶς δ' ἂν γένοιτο τοῦτο; Ἂν τὴν ἀπόνοιαν ἐκβάλοις. ∆ιὸ καὶ ἐπήγαγε· Μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι· τουτέστιν, Εἰς τὴν ἐκείνων εὐτέλειαν κατάβηθι, συμπεριφέρου, συμπεριέρχου. Μὴ ἁπλῶς τῷ φρονήματι συνταπεινοῦ, ἀλλὰ καὶ βοήθει καὶ χεῖρα ὀρέγου, μὴ δι' ἑτέρου, ἀλλὰ διὰ σαυτοῦ ὡς πατὴρ παιδὸς προνοῶν, ὡς κεφαλὴ σώματος· ὅπερ καὶ ἀλλαχοῦ φησι, Τοῖς δεσμίοις ὡς συνδεδεμένοι. Ταπεινοὺς δὲ ἐνταῦθα οὐχ ἁπλῶς τοὺς ταπεινόφρονάς φησιν, ἀλλὰ τοὺς ταπεινοὺς καὶ εὐκαταφρονήτους. Μὴ γίνεσθε φρόνιμοι παρ' ἑαυτοῖς· τουτέστιν, Μὴ νομίζετε ἀρκεῖν ἑαυτοῖς. Καὶ γὰρ ἀλλαχοῦ φησιν ἡ Γραφή· Οὐαὶ οἱ συνετοὶ παρ' ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες. Καὶ διὰ τούτων δὲ πάλιν τὴν ἀπόνοιαν ὑπορύττει, καὶ τὸ φύσημα καὶ τὴν φλεγμονὴν καταστέλλει. Οὐδὲν γὰρ οὕτως ἀπαίρει καὶ ἀποσχίζει τῶν λοιπῶν, ὡς τὸ νομίζειν τινὰ ἀρκεῖν ἑαυτῷ· διὸ καὶ ἐν χρείᾳ ἀλλήλων κατέστησεν ἡμᾶς ὁ Θεός. Κἂν γὰρ φρόνιμος ᾖς, ἑτέρου δεήσῃ· ἂν δὲ νομίσῃς μὴ δεῖσθαι, ἀνοητότερος πάντων ἐγένου καὶ ἀσθενέστερος. Ὁ γὰρ τοιοῦτος καὶ ἔρημον ἑαυτὸν καταστήσει βοηθείας, καὶ ἐν οἷς ἂν ἁμαρτάνῃ, οὐδεμιᾶς ἀπολαύσεται οὔτε διορθώσεως οὔτε συγγνώμης, καὶ τὸν Θεὸν παροξυνεῖ διὰ τῆς ἀπονοίας, καὶ πολλὰ ἁμαρτήσεται. Ἔστι γὰρ, ἔστι πολλάκις καὶ τὸν φρόνιμον μὴ συνιδεῖν τὸ δέον, καὶ τὸν ἀνοητότερον εὑρεῖν τι τῶν προσηκόντων· ὅπερ ἐπὶ τοῦ Μωϋσέως καὶ τοῦ πενθεροῦ γέγονεν, ὅπερ ἐπὶ τοῦ Σαοὺλ καὶ τοῦ παιδὸς, ὅπερ ἐπὶ τοῦ Ἰσαὰκ καὶ τῆς Ῥεβέκκας. Μὴ τοίνυν νομίσῃς καθαιρεῖσθαι δεόμενος ἑτέρου. Τοῦτο γάρ σε μᾶλλον ὑψοῖ, τοῦτό σε ἰσχυρότερον ποιεῖ, τοῦτό σε λαμπρότερόν τε καὶ ἀσφαλέστερον. Μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες. Εἰ γὰρ ἕτερον ψέγεις ἐπιβουλεύοντα, τί σαυτὸν ὑπεύθυνον ποιεῖς τῇ κατηγορίᾳ; Εἰ κακῶς ἐκεῖνος ἐποίησε, τί μὴ φεύγεις τὸν ζῆλον; Καὶ ὅρα πῶς ἐνταῦθα οὐ διέστειλεν, ἀλλὰ κοινὸν τὸν νόμον ἔθηκεν. Οὐ γὰρ εἶπε, Τῷ πιστῷ μὴ ἀποδῷς κακὸν, ἀλλὰ Μηδενὶ, κἂν Ἕλλην ᾖ, κἂν μιαρὸς, κἂν ὁστισοῦν. Προνοούμενοι καλὰ ἐνώπιον ἀνθρώπων πάντων, εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες. Τοῦτό ἐστι, Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων· οὐχ ἵνα πρὸς κενοδοξίαν ζῶμεν, ἀλλ' ἵνα μὴ παρέχωμεν λαβὴν καθ' ἑαυτῶν τοῖς βουλομένοις. ∆ιὸ καὶ ἀλλαχοῦ φησιν, Ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. Καλῶς δὲ τὸ ἑξῆς ἐδήλωσεν εἰπὼν, Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν. Ἐστὶ γὰρ ὅπου οὐ δυνατόν· οἷον ὅταν περὶ εὐσεβείας ὁ λόγος ᾖ, ὅταν περὶ ἀδικουμένων ὁ ἀγών. Καὶ τί θαυμάζεις, εἰ ἐπὶ ἀνθρώπων τῶν ἄλλων τοῦτο οὐ πανταχοῦ δυνατὸν, ὅπου γε καὶ ἐπὶ ἀνδρὸς καὶ γυναικὸς ταύτην ἔλυσε τὴν ἀνάγκην, εἰπών· Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τὰ παρὰ σεαυτοῦ πάρεχε, καὶ μηδενὶ δίδου πολέμου καὶ μάχης ἀφορμὴν, μὴ Ἰουδαίῳ, μὴ Ἕλληνι· εἰ δέ που τὴν εὐσέβειαν παραβλαπτομένην ἴδοις, μὴ προτίμα τὴν ὁμόνοιαν τῆς ἀληθείας, ἀλλ' ἵστασο γενναίως ἕως θανάτου· καὶ μηδὲ οὕτω ψυχῇ πολέμει, μηδὲ ἀποστρέφου γνώμῃ, ἀλλὰ τοῖς πράγμασι μάχου μόνον· τοῦτο γάρ ἐστι, Τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες. Κἂν ἐκεῖνος μὴ εἰρηνεύῃ, σὺ μὴ πληρώσῃς χειμῶνος τὴν ψυχὴν, ἀλλ' ἔσο φίλος κατὰ γνώμην, ὅπερ ἔφθην εἰπὼν, τὴν ἀλήθειαν μηδαμοῦ προδιδούς. Μηδὲ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοὶ, ἀλλὰ δότε τόπον τῇ ὀργῇ· γέγραπται γὰρ, Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. Ποίᾳ ὀργῇ; Τῇ τοῦ Θεοῦ. Ἐπειδὴ γὰρ τοῦτο μάλιστα ἐπιθυμεῖ ἰδεῖν ὁ ἀδικηθεὶς, ἐκδικίας ἑαυτὸν ἀπολαύοντα, τοῦτο αὐτὸ μετὰ πολλῆς δίδωσι τῆς περιουσίας· ἂν γὰρ αὐτὸς μὴ ἀμύνῃ, ὁ Θεὸς ἔσται τιμωρός. Συγχώρησον οὖν αὐτῷ, φησὶν, ἐπεξελθεῖν· τοῦτο γάρ ἐστι, ∆ότε τόπον τῇ ὀργῇ.

γʹ. Εἶτα παραμυθούμενος ἐπιπλέον, καὶ τὴν μαρτυρίαν ἐπήγαγε, καὶ ταύτῃ μειζόνως αὐτὸν ἀνακτησάμενος, πλείονα αὐτὸν τὴν φιλοσοφίαν ἀπαιτεῖ, λέγων· Ἐὰν οὖν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. Τί γὰρ λέγω, φησὶν, ὅτι εἰρηνεύειν δεῖ; Καὶ γὰρ καὶ εὐεργετεῖν ἐπιτάττω· Ψώμιζε γὰρ αὐτὸν καὶ πότιζε, φησίν. Εἶτα ἐπειδὴ σφόδρα ἐπίπονον ἐπέταξε καὶ μέγα, ἐπήγαγε· Τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Ταῦτα δὲ ἔλεγε, κἀκεῖνον καταστέλλων τῷ φόβῳ, καὶ τοῦτον προθυμότερον ποιῶν τῇ ἐλπίδι τῆς ἀντιδόσεως. Ὁ γὰρ ἠδικημένος ὅταν ἀσθενήσῃ, οὐχ οὕτω κατέχεται τοῖς οἰκείοις ἀγαθοῖς, ὡς τῇ τιμωρίᾳ τοῦ λελυπηκότος αὐτόν. Οὐδὲν γὰρ οὕτως ἡδὺ, ὡς ἐχθρὸν κολαζόμενον ἰδεῖν. Ὅπερ οὖν ἐπιθυμεῖ, τοῦτο δίδωσιν αὐτῷ πρῶτον· καὶ ὅταν ἀφῇ τὸν ἰὸν, τότε λοιπὸν παραινεῖ τὰ ὑψηλότερα, λέγων· Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ. Ἤδει γὰρ, ὅτι κἂν θηρίον ᾖ ὁ ἐχθρὸς, οὐ μένει ψωμιζόμενος ἐχθρός· κἂν μυριάκις μικρόψυχος ᾖ ὁ ἠδικημένος, ψωμίζων αὐτὸν καὶ ποτίζων, οὐδὲ αὐτὸς λοιπὸν ἐπιθυμήσει τῆς τιμωρίας τῆς ἐκείνου. ∆ιὸ τῷ τέλει θαῤῥῶν τοῦ πράγματος, οὐδὲ ἁπλῶς ἠπείλησεν, ἀλλὰ καὶ ἐπιδαψιλεύεται τῇ τιμωρίᾳ. Οὐ γὰρ εἶπε, Τιμωρήσῃ, ἀλλ' Ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Εἶτα καὶ ἀνεκήρυξεν αὐτὸν εἰπών· Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν· καὶ ἠρέμα πως ᾐνίξατο τὸ μὴ δεῖν τοιαύτῃ προαιρέσει ποιεῖν· τὸ γὰρ ἔτι μνησικακεῖν, ἡττᾶσθαί ἐστιν ὑπὸ τοῦ κακοῦ. Ἀλλὰ πρῶτον μὲν αὐτὸ οὐκ εἶπεν· οὐδὲ γὰρ εἶχε καιρόν· ὅτε δὲ ἐκένωσεν αὐτοῦ τὸν θυμὸν, τότε ἐπήγαγε λέγων· Νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. Ἐπεὶ καὶ τοῦτο νίκη. Καὶ γὰρ ὁ πυκτεύων τότε μᾶλλον νικᾷ, οὐχ ὅταν ὑποτιθῇ ἑαυτὸν ὥστε δέξασθαι τὰς πληγὰς, ἀλλ' ὅταν ἐξαίρων ἑαυτὸν παρασκευάζῃ τὸν ἀνταγωνιστὴν εἰς τὸν ἀέρα κενοῦν τὴν δύναμιν. Οὕτω γὰρ οὔτε αὐτὸς πληγήσεται, κἀκείνου λύσει τὴν ἰσχὺν ἅπασαν· ὃ δὴ καὶ ἐπὶ τῶν ὕβρεων γίνεται. Ὅταν μὲν γὰρ ἀνθυβρίσῃς, ἡττήθης οὐχ ὑπὸ ἀνθρώπου, ἀλλ', ὅπερ ἐστὶν αἰσχρότερον, ὑπὸ πάθους ἀνελευθέρου τοῦ θυμοῦ κινηθείς· ἂν δὲ σιγήσῃς, καὶ ἐνίκησας, καὶ ἀπονητὶ τὸ τρόπαιον ἔστησας, καὶ μυρίους ἕξεις τοὺς στεφανοῦντας, καὶ τῆς λοιδορίας τὸ ψεῦδος καταγινώσκοντας. Ὁ μὲν γὰρ ἀντιλέγων, ὡς δακνόμενος ἀντερεῖν δοκεῖ· ὁ δὲ δακνόμενος, ὑπόνοιαν παρέχει τοῦ συνειδέναι τοῖς λεγομένοις· ἂν δὲ καταγελάσῃς, τῷ γέλωτι τὴν κατὰ σαυτοῦ ψῆφον ἐξέλυσας. Καὶ εἰ βούλει σαφῆ τῶν εἰρημένων ἀπόδειξιν λαβεῖν, αὐτὸν ἐρώτησον τὸν ἐχθρὸν, πότε μᾶλλον ἀλγεῖ, ὅταν θερμανθεὶς ἀνθυβρίσῃς, ἢ ὅταν ὑβρίζοντος καταγελάσῃς· καὶ τοῦτο ἀκούσῃ μᾶλλον. Οὐδὲ γὰρ οὕτως ἥδεται τῷ μὴ ὑβρίζεσθαι, ὡς δάκνεται τῷ μὴ δύνασθαί σου καθάπτεσθαι. Οὐχ ὁρᾷς τοὺς θυμουμένους, ὅτι τῶν ἰδίων πληγῶν οὐ πολὺν ποιούμενοι λόγον, ἐπέρχονται ῥύμῃ πολλῇ, καὶ συῶν ἀγρίων χεῖρον τὰ τοῦ πλη σίον ζητοῦντες τραύματα, καὶ πρὸς ἓν τοῦτο ὁρῶντες, καὶ τούτου μᾶλλον ὄντες, ἢ τοῦ φυλάξασθαί τι παθεῖν; Ὅταν οὖν, οὗ μάλιστα ἐπιθυμῇ, τούτου μάλιστα ἀποστερήσῃς αὐτὸν, τοῦ παντὸς ἀπεστέρησας, ἐξευτέλισας, καὶ ἔδειξας εὐκαταφρόνητον, καὶ παιδίον μᾶλλον ἢ ἄνδρα, καὶ σὺ μὲν φιλοσόφου ψῆφον λαβὼν, ἐκεῖνον δὲ θηρίου πονηροῦ δόξῃ περιβάλλων. Τοῦτο καὶ ἐν τῷ τύπτεσθαι ποιῶμεν, καὶ ὅταν βουλώμεθα τύπτειν, μὴ ἀντιτύπτωμεν. Ἀλλὰ βούλει καιρίαν δοῦναι πληγήν; Στρέψον αὐτῷ καὶ τὴν ἄλλην σιαγόνα, καὶ μυρίοις αὐτὸν πλήξεις τραύμασιν. Οἱ γὰρ κροτοῦντες καὶ θαυμάζοντες τῶν καταλευόντων εἰσὶν αὐτῷ χαλεπώτεροι· καὶ πρὸ ἐκείνων τὸ συνειδὸς αὐτοῦ καταγνώσεται, καὶ μεγίστας αὐτὸν ἀπαιτήσει δίκας, καὶ ὡς τὰ ἔσχατα παθὼν, οὕτως ἐρυθριάσας ἀναχωρήσει. Εἰ δὲ καὶ τὴν παρὰ τῶν πολλῶν ζητεῖς δόξαν, καὶ ταύτης ἀπολαύσῃ μειζόνως. Καὶ ἄλλως μὲν γὰρ πρὸς τοὺς κακῶς πάσχοντας ἔχομέν τινα συμπάθειαν· ὅταν δὲ μηδὲ ἀντιτύπτοντας ἴδωμεν, ἀλλὰ καὶ ἑαυτοὺς ἐκδιδόντας, οὐκ ἐλεοῦμεν μόνον, ἀλλὰ καὶ θαυμάζομεν.

δʹ. ∆ιὰ ταῦτά μοι νῦν ἀνοιμῶξαι ἔπεισιν, ὅτι οἱ δυνάμενοι καὶ τὰ παρόντα ἔχειν, εἰ τῶν τοῦ Χριστοῦ νόμων ἠκούομεν ὡς ἐχρῆν, καὶ τῶν μελλόντων ἐπιτυγχάνειν, ἀμφοτέρων ἐκπίπτομεν, παρακούοντες τῶν εἰρημένων, καὶ περιττὰ φιλοσοφοῦντες. Καὶ γὰρ ἐκεῖνος συμφερόντως πάντα ἐνομοθέτησε, καὶ ἔδειξε τί μὲν ποιεῖ ἐνδόξους, τί δὲ αἰσχρούς. Καὶ οὐκ ἂν, εἰ ἔμελλεν ἀποφαίνειν καταγελάστους τοὺς ἑαυτοῦ μαθητὰς, τοῦτο ἂν ἐπέταξεν· ἀλλ' ἐπειδὴ τοῦτο ποιεῖ λαμπροτέρους ἁπάντων, τὸ μὴ κακῶς λέγειν ἀκούοντας κακῶς, τὸ μὴ κακῶς ποιεῖν πάσχοντας κακῶς, διὰ τοῦτο ταῦτα ἐπέταξεν. Εἰ δὲ τοῦτο, πολλῷ μᾶλλον τὸ λέγειν καλῶς ἀκούοντας κακῶς, τὸ ἐγκωμιάζειν ὑβριζομένους, τὸ εὐεργετεῖν ἐπιβουλευομένους. ∆ιά τοι τοῦτο καὶ ταῦτα ἐνομοθέτησε. Καὶ γὰρ φείδεται τῶν αὑτοῦ μαθητῶν, καὶ οἶδε σαφῶς τί ποτέ ἐστι τὸ ποιοῦν σμικρὸν καὶ μέγαν. Εἰ τοίνυν καὶ φείδεται καὶ οἶδε, τί αὐτῷ φιλονεικεῖς ἑτέραν ὁδὸν θέλων ἐλθεῖν; Καὶ γὰρ τὸ νικᾷν ἀπὸ τοῦ κακῶς ποιεῖν, διαβολικῶν ἐστι νόμων· διά τοι τοῦτο ἐν τοῖς ὀλυμπιακοῖς ἀγῶσι τοῖς ἐκείνῳ τελουμένοις, οὕτω κρατοῦσιν οἱ ἀγωνιζόμενοι πάντες. Ἀλλ' οὐκ ἐν τῷ σταδίῳ τοῦ Χριστοῦ οὗτος τῶν στεφάνων ὁ νόμος, ἀλλὰ τοὐναντίον ἅπαν, τὸν πληττόμενον, οὐ τὸν πλήττοντα στεφανοῦσθαι νενομοθέτηται. Τοιοῦτον γὰρ αὐτοῦ τὸ στάδιον· ἀπεναντίας ἅπαντα ἔχει δια τεταγμένα· ὥστε μὴ τῇ νίκῃ μόνον, ἀλλὰ καὶ τῷ τρόπῳ νίκης τὸ θαῦμα γίνεσθαι μεῖζον· ὅταν γὰρ τὰ ἑτέρωθι ὄντα ἥττης, ταῦτα νίκης ποιητικὰ ἀποφανῇ· τοῦτο Θεοῦ δύναμις, τοῦτο οὐρανοῦ τὸ στάδιον. τοῦτο ἀγγέλων τὸ θέατρον. Οἶδα, ὅτι διεθερμάνθητε νῦν, καὶ κηροῦ γεγόνατε παντὸς ἁπαλώτεροι· ἀλλ' ἀναχωρήσαντες ἅπαντα ἀποβλύζετε. ∆ιὰ τοῦτο ἀλγῶ, ὅτι τὰ λεγόμενα ἐπὶ τῶν ἔργων οὐ δεικνύομεν, καὶ ταῦτα μέλλοντες τὰ μέγιστα ἐντεῦθεν κερδαίνειν. Ἂν γὰρ ἐπιείκειαν ἐπιδειξώμεθα, ἀχείρωτοι πᾶσιν ἐσόμεθα, καὶ οὐδεὶς ἀνθρώπων, οὐ μικρὸς, οὐ μέγας ἡμᾶς ἀντιβλάψαι δυνήσεται. Ἄν τε γὰρ κακῶς τις εἴπῃ, σὲ μὲν οὐδὲν, ἑαυτὸν δὲ τὰ μέγιστα ἔβλαψεν· ἄν τε ἀδικήσῃ πάλιν, ἡ βλάβη περὶ τὸν ἠδικηκότα ἵσταται. Οὐχ ὁρᾷς καὶ ἐν τοῖς δικαστηρίοις, ὅτι οἱ μὲν ἠδικημένοι λαμπροὶ καὶ μετὰ πολλῆς ἑστήκασι τῆς παῤῥησίας ἐλευθεροστομοῦντες, οἱ δὲ ἠδικηκότες κάτω κύπτοντες μετ' αἰσχύνης καὶ φόβου; Καὶ τί λέγω κατηγορίαν καὶ ἀδικίαν; Κἂν γὰρ τὸ ξίφος ἀκονήσῃ κατὰ σοῦ, κἂν εἰς τὸν λαιμὸν αὐτὸν τὴν δεξιὰν βαπτίσῃ, σὲ μὲν οὐδὲν παρέβλαψεν, ἑαυτὸν δὲ κατέσφαξε. Καὶ μαρτυρήσειεν ἂν τῷ λόγῳ ὁ πρῶτος οὕτως ἀναιρεθεὶς ὑπὸ δεξιᾶς ἀδελφικῆς. Ὁ μὲν γὰρ ἀπῄει πρὸς τὸν ἀκύμαντον λιμένα, ἀθάνατον δόξαν κτησάμενος· ὁ δὲ παντὸς θανάτου βίον ἀθλιώτερον ἔζη, στένων καὶ τρέμων, καὶ ἐν τῷ σώματι τὴν κατηγορίαν τοῦ γενομένου περιφέρων. Μὴ δὴ τοῦτο διώκωμεν, ἀλλ' ἐκεῖνο. Ὁ μὲν γὰρ κακῶς πάσχων οὐκ ἔχει μόνιμον οἴκοι τὸ κακόν· οὐ γὰρ αὐτὸς αὐτὸ ἔτεκεν, ἀλλ' ἑτέρωθεν αὐτὸ δεξάμενος, ἐποίησεν ἀγαθὸν διὰ τῆς ὑπομονῆς· ὁ δὲ ποιήσας κακῶς, οἴκοι τὴν πληγὴν ἔχει τῆς κακίας. Οὐχ ὁ Ἰωσὴφ ἐν δεσμωτηρίῳ ἦν, ἡ δὲ ἐπιβουλεύσασα αὐτῷ πόρνη ἐν οἰκίᾳ λαμπρᾷ καὶ περιφανεῖ; Τίς ἂν οὖν ἠθέλησας γενέσθαι; Καὶ μήπω μοι τὴν ἀντίδοσιν εἴπῃς, ἀλλ' αὐτὰ καθ' ἑαυτὰ ἐξέτασον τὰ γεγενημένα· καὶ γὰρ οὕτω μυριάκις προτιμήσεις τὸ δεσμωτήριον μετὰ τοῦ Ἰωσὴφ τῆς οἰκίας τῆς τὴν πόρνην ἐχούσης. Καὶ γὰρ εἰ τὴν ἀμφοτέρων ψυχὴν ἴδοις, τὴν μὲν ἐν εὐρυχωρίᾳ καὶ παῤῥησίᾳ ὄψει πολλῇ, τὴν δὲ τῆς Αἰγυπτίας ἐν στενοχωρίᾳ καὶ αἰσχύνῃ, καὶ κατηφείᾳ καὶ θορύβῳ, καὶ ἀθυμίᾳ πολλῇ· καίτοι γε αὐτὴ ἐδόκει νικᾷν, ἀλλ' οὐκ ἦν αὕτη νίκη. Ταῦτ' οὖν εἰδότες, πρὸς τὸ κακῶς παθεῖν ἑαυτοὺς παρασκευάσωμεν, ἵνα καὶ τοῦ παθεῖν κακῶς ἀπαλλαγῶμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ ΚΓʹ.

Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑπο τασσέσθω.

αʹ. Πολὺν τοῦ πράγματος τούτου ποιεῖται λόγον καὶ ἐν ἑτέραις ἐπιστολαῖς, καθάπερ τοὺς οἰκέτας τοῖς δεσπόταις, οὕτω καὶ τοὺς ἀρχομένους τοῖς ἄρχουσιν ὑποτάσσων. Ποιεῖ δὲ τοῦτο, δεικνὺς ὡς οὐκ ἐπ' ἀνατροπῇ τῆς κοινῆς πολιτείας ὁ Χριστὸς τοὺς παρ' αὐτοῦ νόμους εἰσήγαγεν, ἀλλ' ἐπὶ διορθώσει βελτίονι, καὶ παιδεύων μὴ περιττοὺς ἀναδέχεσθαι πολέμους καὶ ἀνονήτους. Ἀρκοῦσι γὰρ αἱ διὰ τὴν ἀλήθειαν ἡμῖν ἐπαγόμεναι ἐπιβουλαὶ, καὶ περιττοὺς οὐ δεῖ προστιθέναι πειρασμοὺς καὶ ἀνονήτους. Σκόπει δὲ πῶς καὶ εὐκαίρως εἰς τὸν περὶ τούτων ἐνέβαλε λόγον. Ἐπειδὴ γὰρ τὴν πολλὴν ἐκείνην ἀπῄτησε φιλοσοφίαν, καὶ τοῖς φίλοις καὶ τοῖς ἐχθροῖς κατεσκεύασεν ἐπιτηδείους, καὶ τοῖς ἐν εὐημερίᾳ καὶ τοῖς δυσπραγοῦσι, καὶ τοῖς δεομένοις καὶ πᾶσιν ἁπλῶς χρησίμους εἰργάσατο, καὶ τὴν ἀγγέλοις πρέπουσαν κατεφύτευσε πολιτείαν, καὶ θυμὸν ἐκένωσε καὶ ἀπόνοιαν κατέστειλε, καὶ διὰ πάντων κατελέανεν αὐτῶν τὴν διάνοιαν, τότε καὶ τὴν περὶ τούτων εἰσάγει παραίνεσιν. Εἰ γὰρ τοὺς ἀδικοῦντας τοῖς ἐναντίοις ἀμείβεσθαι χρὴ, πολλῷ μᾶλλον τοῖς εὐεργετοῦσι πείθεσθαι προσήκει. Ἀλλὰ τοῦτο μὲν πρὸς τῷ τέλει τῆς παραινέσεως τίθησι· τέως δὲ οὐ τούτους κινεῖ τοὺς λογισμοὺς, οὓς εἶπον, ἀλλὰ τοὺς κατὰ ὀφειλὴν κελεύοντας τοῦτο ποιεῖν. Καὶ δεικνὺς, ὅτι πᾶσι ταῦτα διατάττεται, καὶ ἱερεῦσι καὶ μοναχοῖς, οὐχὶ τοῖς βιωτικοῖς μόνον, ἐκ προοιμίων αὐτὸ δῆλον ἐποίησεν, οὕτω λέγων· Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω· κἂν ἀπόστολος ᾖς, κἂν εὐαγγελιστὴς, κἂν προφήτης, κἂν ὁστισοῦν· οὐδὲ γὰρ ἀνατρέπει τὴν εὐσέβειαν αὕτη ἡ ὑποταγή. Καὶ οὐχ ἁπλῶς εἶπε, Πειθέσθω, ἀλλ', Ὑποτασσέσθω. Καὶ πρῶτον δικαίωμα τῆς τοιαύτης νομοθεσίας, καὶ λογισμοῖς πρέπον πιστοῖς, τὸ παρὰ τοῦ Θεοῦ ταῦτα διατετάχθαι· Οὐ γάρ ἐστιν ἐξουσία, φησὶν, εἰ μὴ ἀπὸ τοῦ Θεοῦ. Τί λέγεις; πᾶς οὖν ἄρχων ὑπὸ τοῦ Θεοῦ κεχειροτόνηται; Οὐ τοῦτο λέγω, φησίν· οὐδὲ γὰρ περὶ τῶν καθ' ἕκαστον ἀρχόντων ὁ λόγος μοι νῦν, ἀλλὰ περὶ αὐτοῦ τοῦ πράγματος. Τὸ γὰρ ἀρχὰς εἶναι, καὶ τοὺς μὲν ἄρχειν, τοὺς δὲ ἄρχεσθαι, καὶ μηδὲ ἁπλῶς καὶ ἀνέδην ἅπαντα φέρεσθαι, ὥσπερ κυμάτων τῇδε κἀκεῖσε τῶν δήμων περιαγομένων, τῆς τοῦ Θεοῦ σοφίας ἔργον εἶναί φημι. ∆ιὰ τοῦτο οὐκ εἶπεν· Οὐ γάρ ἐστιν ἄρχων, εἰ μὴ ἀπὸ Θεοῦ, ἀλλὰ περὶ τοῦ πράγματος διαλέγεται λέγων· Οὐ γάρ ἐστιν ἐξουσία εἰ μὴ ἀπὸ Θεοῦ· αἱ δὲ οὖσαι ἐξουσίαι ὑπὸ Θεοῦ τεταγμέναι εἰσίν. Οὕτω καὶ ὅταν λέγῃ τις σοφὸς, ὅτι Παρὰ Κυρίου ἁρμόζεται ἀνδρὶ γυνὴ, τοῦτο λέγει, ὅτι τὸν γάμον ὁ Θεὸς ἐποίησεν, οὐχ ὅτι ἕκαστον συνιόντα γυναικὶ αὐτὸς συνάπτει· καὶ γὰρ ὁρῶμεν πολλοὺς ἐπὶ κακῷ, καὶ οὐ νόμῳ γάμου, συνιόντας ἀλλήλοις, καὶ οὐκ ἂν τῷ Θεῷ τοῦτο λογισαίμεθα. Ἀλλ' ὅπερ αὐτὸς ἔλεγεν· Ὁ ποιήσας ἐξ ἀρχῆς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς· καὶ εἶπεν, Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὑτοῦ, τοῦτο καὶ ὁ σοφὸς ἐκεῖνος ἑρμηνεύων ἔλεγεν. Ἐπειδὴ γὰρ τὸ ὁμότιμον μάχην πολλάκις εἰσάγει, πολλὰς ἐποίησε τὰς ἀρχὰς καὶ τὰς ὑποταγὰς, οἷον ὡς ἀνδρὸς καὶ γυναικὸς, ὡς παιδὸς καὶ πατρὸς, ὡς πρεσβύτου καὶ νέου, ὡς δούλου καὶ ἐλευθέρου, ὡς ἄρχοντος καὶ ἀρχομένου, ὡς διδασκάλου καὶ μαθητοῦ. Καὶ τί θαυμάζεις ἐπὶ τῶν ἀνθρώπων, ὅπου γε καὶ ἐπὶ τοῦ σώματος τὸ αὐτὸ τοῦτο πεποίηκεν; Οὐδὲ γὰρ ἐνταῦθα ὁμότιμα πάντα εἰργάσατο, ἀλλὰ τὸ μὲν ἔλαττον, τὸ δὲ κρεῖττον κατεσκεύασε, καὶ τὰ μὲν ἄρχειν τῶν μελῶν, τὰ δὲ ἄρχεσθαι ἐποίησε. Καὶ ἐν τοῖς ἀλόγοις δὲ τὸ αὐτὸ τοῦτο ἴδοι τις ἂν, ὡς ἐν ταῖς μελίσσαις, ὡς ἐν ταῖς γεράνοις, ὡς ἐν ταῖς ἀγέλαις τῶν ἀγρίων προβάτων. Καὶ οὐδὲ ἡ θάλασσα ταύτης ἐστέρηται τῆς εὐταξίας, ἀλλὰ καὶ ἐκεῖ πολλὰ τῶν γενῶν ὑφ' ἑνὶ τάττεται τῶν ἰχθύων καὶ στρατηγεῖται, καὶ οὕτω μακρὰς ἀποδημίας ἀποδημεῖ. Καὶ γὰρ ἡ ἀναρχία πανταχοῦ κακὸν, καὶ συγχύσεως αἴτιον. Εἰπὼν τοίνυν πόθεν εἰσὶν αἱ ἀρχαὶ, ἐπήγαγεν· Ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν. Ἴδε ποῦ τὸ πρᾶγμα ἀνήγαγε, καὶ πόθεν ἐφόβησε, καὶ πῶς ἔδειξε τοῦτο κατὰ ὀφειλὴν γινόμενον. Ἵνα γὰρ μὴ λέγωσιν οἱ πιστοὶ, ὅτι Ἐξευτελίζεις ἡμᾶς καὶ εὐκαταφρονήτους ποιεῖς, τοὺς τῆς τῶν οὐρανῶν βασιλείας ἀπολαύειν μέλλοντας ἄρχουσιν ὑποτάττων, δείκνυσιν ὅτι οὐκ ἄρχουσιν, ἀλλὰ τῷ Θεῷ πάλιν ὑποτάττει τοῦτο ποιῶν· ἐκείνῳ γὰρ ὁ ταῖς ἀρ χαῖς ὑποτασσόμενος πείθεται. Ἀλλ' οὐ λέγει οὕτως, οἷον ὅτι τῷ Θεῷ πείθεται ὁ τοῖς ἄρχουσιν ὑπακούων, ἀλλ' ἀπὸ τοῦ ἐναντίου φοβεῖ καὶ ἀκριβέστερον αὐτὸ κατασκευάζει λέγων, ὅτι ὁ μὴ ὑπακούων ἐκείνῳ, τῷ Θεῷ πολεμεῖ τῷ ταῦτα νομοθετήσαντι. Καὶ τοῦτο σπουδάζει δεῖξαι πανταχοῦ, ὅτι οὐ χαριζόμεθα αὐτοῖς τὴν ὑπακοὴν, ἀλλ' ὀφείλομεν. Οὕτω γὰρ καὶ τοὺς ἄρχοντας τοὺς ἀπίστους ἐπεσπάσατο μᾶλλον πρὸς εὐσέβειαν, καὶ τοὺς πιστοὺς πρὸς ὑπακοήν. Καὶ γὰρ πολὺς περιεφέρετο λόγος τότε, ἐπὶ στάσει καὶ καινοτομίᾳ διαβάλλων τοὺς ἀποστόλους, καὶ ὡς ἐπ' ἀνατροπῇ τῶν κοινῶν νόμων ἅπαντα καὶ ποιοῦντας καὶ λέγοντας. Ὅταν οὖν δείξῃς τὸν κοινὸν ἡμῶν ∆εσπότην τοῦτο παρεγγυῶντα τοῖς αὑτοῦ πᾶσι, καὶ τῶν διαβαλλόντων ὡς νεωτεροποιῶν ἀποῤῥάψεις τὰ στόματα, καὶ μετὰ πλείονος τῆς παῤῥησίας ὑπὲρ τῶν τῆς ἀληθείας διαλέξῃ δογμάτων.

βʹ. Μὴ τοίνυν αἰσχύνου, φησὶ, τῇ τοιαύτῃ ὑποταγῇ. Καὶ γὰρ ὁ Θεὸς τοῦτο ἐνομοθέτησε, καὶ σφοδρός ἐστι τιμωρὸς καταφρονουμένων τούτων. Οὐ γὰρ τὴν τυχοῦσάν σε ἀπαιτήσει δίκην παρακούσαντα, ἀλλὰ καὶ σφόδρα μεγίστην, καὶ οὐδέν σε ἐξαιρήσεται ἀντιλέγοντα, ἀλλὰ καὶ παρ' ἀνθρώπων ὑποστήσῃ τιμωρίαν χαλεπωτάτην, καὶ οὐδείς σου προστήσεται, καὶ τὸν Θεὸν παροξυνεῖς μειζόνως. Ἅπερ ἅπαντα αἰνιττόμενος ἔλεγεν· Οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρῖμα λήψονται. Εἶτα δεικνὺς δὲ τὸ κέρδος τοῦ πράγματος μετὰ τὸν φόβον, καὶ ἀπὸ τῶν λογισμῶν πείθει λέγων οὕτως· Οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶ φόβος τῶν ἀγαθῶν ἔργων, ἀλλὰ τῶν κακῶν. Ἐπειδὴ γὰρ βαθεῖαν ἔδωκε τὴν πληγὴν καὶ κατέπληξεν αὐτοὺς, πάλιν ἀνίησιν, ὥσπερ σοφὸς ἰατρὸς φάρμακα προσηνῆ τιθεὶς, παραμυθούμενος καὶ λέγων, Τί δέδοικας; τί φρίττεις; μὴ γὰρ ἐπιτιμᾷ καλῶς πράττοντι; μὴ γάρ ἐστι φοβερὸς ἀρετῆς ἐπιμελουμένῳ; ∆ιὸ καὶ ἐπάγει· Θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; Τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς. Εἶδες πῶς ᾠκείωσεν αὐτὸν τῷ ἄρχοντι, δείξας αὐτὸν καὶ ἐπαινέτην αὐτοῦ καθήμενον; Εἶδες πῶς ἐκένωσε τὸν θυμόν; Θεοῦ γάρ ἐστι διάκονός σοι εἰς τὸ ἀγαθόν. Τοσοῦτον ἀπέχει τοῦ φοβῆσαί σε, φησὶ, ὅτι καὶ ἐπαινεῖ· τοσοῦτον ἀπέχει τοῦ κωλύειν, ὅτι καὶ συμπράττει. Ὅταν οὖν καὶ ἐπαινέτην ἔχῃς καὶ βοηθὸν, διὰ τί οὐχ ὑποτάσσῃ; Καὶ γὰρ καὶ ἄλλως εὐκολωτέραν σοι ποιεῖ τὴν ἀρετὴν, τοὺς μὲν πονηροὺς κολάζων, τοὺς δὲ ἀγαθοὺς εὐεργετῶν καὶ τιμῶν, καὶ τῷ βουλήματι τοῦ Θεοῦ συμπράττων· διὸ καὶ διάκονον αὐτὸν ἐκάλεσε. Σκόπει δέ· συμβουλεύω περὶ σωφροσύνης ἐγὼ, καὶ ἐκεῖνος τὰ αὐτὰ λέγει διὰ τῶν νόμων· παραινῶ περὶ τοῦ μὴ δεῖν πλεονεκτεῖν μηδὲ ἁρπάζειν, κἀκεῖνος ὑπὲρ τούτων κάθηται δικάζων. Ὥστε συνεργός ἐστιν ἡμῖν καὶ βοηθὸς, καὶ παρὰ τοῦ Θεοῦ εἰς τοῦτο ἀπέσταλται. Ἀμφοτέρωθεν τοίνυν ἐστὶν αἰδέσιμος, καὶ ὅτι παρὰ τοῦ Θεοῦ ἀπεστάλη, καὶ ὅτι ἐπὶ τοιούτῳ πράγματι. Ἐὰν δὲ καὶ τὸ κακὸν ποιῇς, φοβοῦ. Οὐκ ἄρα ὁ ἄρχων ποιεῖ τὸν φόβον, ἀλλ' ἡ ἡμετέρα πονηρία. Οὐ γὰρ εἰκῆ τὴν μάχαιραν φορεῖ. Εἶδες πῶς αὐτὸν παρέστησεν, ὁπλίσας καθάπερ τινὰ στρατιώτην, φοβερὸν τοῖς ἁμαρτάνουσιν ἐπιστήσας; Θεοῦ γὰρ διάκονός ἐστιν εἰς ὀργὴν, ἔνδικος τῷ τὸ κακὸν πράσσοντι. Ἵνα γὰρ μὴ πάλιν ἀκούσας κόλασιν καὶ τιμωρίαν καὶ μάχαιραν, ἀποπηδήσῃς, πάλιν φησὶν, ὅτι Θεοῦ νόμον πληροῖ. Τί γὰρ, εἰ καὶ ἀγνοεῖ αὐτός; Ἀλλ' ὁ Θεὸς οὕτως ἐτύπωσεν. Εἰ τοίνυν καὶ κολάζων καὶ τιμῶν διάκονος Θεοῦ ἐστιν, ἐκδικῶν ἀρετὴν, ἀπελαύνων κακίαν, ὅπερ ὁ Θεὸς βούλεται, τίνος ἕνεκεν αὐτῷ φιλονεικεῖς τοσαῦτα εἰσάγοντι ἀγαθὰ, καὶ προοδοποιοῦντι τοῖς σοῖς; Καὶ γὰρ πολλοὶ πρότερον διὰ τοὺς ἄρχοντας ἀρετὴν ἀσκήσαντες, ὕστερον καὶ διὰ τὸν φόβον τοῦ Θεοῦ ταύτης ἐπελάβοντο. Τῶν γὰρ παχυτέρων οὐχ οὕτω τὰ μέλλοντα, ὡς τὰ παρόντα καθάπτεται. Ὁ τοίνυν τὴν ψυχὴν τῶν πολλῶν προευτρεπίζων τῷ φόβῳ καὶ ταῖς τιμαῖς, ὥστε γενέσθαι ἐπιτηδειοτέραν τῷ τῆς διδασκαλίας λόγῳ, εἰκότως οὗτος διάκονος κέκληται τοῦ Θεοῦ. ∆ιὸ ἀνάγκη ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργὴν, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν. Τί ἐστιν, Οὐ μόνον διὰ τὴν ὀργήν; Οὐ μόνον, φησὶν, ὅτι ἀνθίστασαι Θεῷ μὴ ὑποτασσόμενος, οὐδ' ὅτι κακὰ σεαυτῷ προξενεῖς μεγάλα καὶ παρὰ τοῦ Θεοῦ καὶ παρὰ τῶν ἀνθρώπων, ἀλλ' ὅτι καὶ ἐν τοῖς μεγίστοις εὐεργέτης σου γίνεται, εἰρήνης ὢν πρόξενος καὶ οἰκονομίας πολιτικῆς. Καὶ γὰρ μυρία ἀγαθὰ διὰ τῶν ἀρχῶν τούτων ταῖς πόλεσι γίνεται· κἂν ἀνέλῃς αὐτὰς, πάντα οἰχήσεται, καὶ οὐ πόλεις, οὐ χωρία, οὐκ οἰκία, οὐκ ἀγορὰ, οὐκ ἄλλο οὐδὲν στήσεται, ἀλλὰ πάντα ἀνατραπήσεται, τῶν δυνατωτέρων τοὺς ἀσθενεστέρους καταπινόντων. Ὥστε καὶ εἰ μὴ ὀργή τις εἵπετο τῷ παρακούοντι, καὶ οὕτως ὑποτάσσεσθαί σε ἐχρῆν, ἵνα μὴ δόξῃς ἀσυνείδητος εἶναι, καὶ ἀγνώμων περὶ τὸν εὐεργέτην. ∆ιὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε, φησί. Θεοῦ γάρ εἰσι λειτουργοὶ, εἰς τοῦτο αὐτὸ προσκαρτεροῦντες. Ἀφεὶς εἰπεῖν κατὰ μέρος τὰς εὐεργεσίας τὰς ἀπὸ τῶν ἀρχόντων ταῖς πόλεσι γινομένας, οἷον τὴν εὐταξίαν, τὴν εἰρήνην, τὰς ἄλλας διακονίας, τὰς ἐπὶ τῶν στρατιωτῶν, τὰς ἐπὶ τῶν τὰ κοινὰ πραττόντων, ἐξ ἑνὸς τούτου τὸ πᾶν δείκνυσιν. Ὅτι γὰρ εὐεργετῇ παρ' αὐτοῦ, φησὶ, σὺ μαρτυρεῖς, μισθὸν αὐτῷ τελῶν. Ὅρα σοφίαν καὶ σύνεσιν τοῦ μακαρίου Παύλου. Ὃ γὰρ ἐδόκει φορτικὸν εἶναι καὶ ἐπαχθὲς τὸ τῶν ἀπαιτήσεων, τοῦτο δεῖγμα ποιεῖται τῆς αὐτῶν προνοίας. ∆ιὰ τί γὰρ, φησὶ, φόρους δίδομεν βασιλεῖ; Οὐχ ὡς προνοοῦντι, οὐχ ὡς προϊσταμένῳ μισθὸν τελοῦντες κηδεμονίας; Καίτοι γε οὐκ ἂν ἐτελέσαμεν, εἰ μὴ ἐξ ἀρχῆς ἔγνωμεν, ὅτι κερδαίνομεν ἐκ τῆς τοιαύτης ἐπιστασίας· ἀλλὰ διὰ τοῦτο ἄνωθεν κοινῇ γνώμῃ πάντων ἔδοξε τοὺς ἄρχοντας τρέφεσθαι παρ' ἡμῶν, ὅτι τῶν οἰκείων ἀμελοῦντες, τῶν κοινῶν κήδονται πραγμάτων, καὶ εἰς ταῦτα τὴν σχολὴν ἀναλίσκουσιν ἅπασαν, δι' ὧν καὶ τὰ ἡμέτερα σώζεται.

γʹ. Εἰπὼν τοίνυν τὰ ἀπὸ τῶν ἔξωθεν, πάλιν ἐπὶ τὰ πρότερα τὸν λόγον ἐπάγει· τὸν γὰρ πιστὸν οὕτω μᾶλλον ἱκανὸς ἦν ἐπισπάσασθαι· καὶ δείκνυσι πάλιν, ὅτι Θεῷ τοῦτο δοκεῖ, καὶ εἰς αὐτὸ κατακλείει τὴν συμβουλὴν, οὕτω λέγων· Θεοῦ γάρ εἰσι λειτουργοί. Εἶτα καὶ τὸν πόνον αὐτῶν δεικνὺς, καὶ τὴν ταλαιπωρίαν αὐτῶν ἐπήγαγεν· Εἰς τοῦτο αὐτὸ προσκαρτεροῦντες. Οὗτος γὰρ αὐτοῖς ὁ βίος, αὕτη ἡ σπουδὴ, ὅπως ἀπολαύῃς εἰρήνης. ∆ιὰ τοῦτο καὶ ἐν ἑτέρᾳ ἐπιστολῇ οὐ μόνον ὑποτάσσεσθαι, ἀλλὰ καὶ εὔχεσθαι ὑπὲρ αὐτῶν κελεύει· καὶ δεικνὺς κἀκεῖ τὸ κέρδος κοινὸν, ἐπήγαγεν· Ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν. Οὐδὲ γὰρ μικρόν τι συντελοῦσιν ἡμῖν εἰς τὴν τοῦ παρόντος βίου κατάστασιν, ὅπλα τιθέμενοι, τοὺς πολεμίους ἀποκρουόμενοι, τοὺς ἐν ταῖς πόλεσι στασιάζοντας κωλύοντες, τὰς ἐν πᾶσι διαφορὰς διαλύον τες. Μὴ γάρ μοι τοῦτο εἴπῃς, εἴ τις κακῶς τῷ πράγματι κέχρηται, ἀλλ' αὐτῆς βλέπε τῆς διατάξεως τὴν εὐκοσμίαν, καὶ τὴν πολλὴν ὄψει τοῦ ταῦτα ἐξ ἀρχῆς νομοθετήσαντος σοφίαν. Ἀπόδοτε οὖν πᾶσι τὰς ὀφειλὰς, τῷ τὸν φόρον, τὸν φόρον· τῷ τὸ τέλος. τὸ τέλος· τῷ τὸν φόβον, τὸν φόβον· τῷ τὴν τιμὴν, τὴν τιμήν. Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾷν. Ἔτι τῶν αὐτῶν ἔχεται, οὐ χρήματα μόνον κελεύων αὐτοῖς τελεῖν, ἀλλὰ καὶ τιμὴν καὶ φόβον. Καὶ πῶς ἀνωτέρω λέγων, Θέλεις μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει· ἐνταῦθα λέγει, Ἀπόδοτε τὸν φόβον; Τὴν ἐπιτεταμένην λέγων τιμὴν, οὐ τὸν ἐκ τοῦ πονηροῦ συνειδότος φόβον, ὃν ἀνωτέρω ᾐνίξατο. Καὶ οὐδὲ εἶπε, ∆ότε, ἀλλ', Ἀπόδοτε, καὶ τὰς ὀφειλὰς προσέθηκεν· οὐδὲ γὰρ χαρίζῃ τοῦτο ποιῶν· ὀφειλὴ γάρ ἐστι τὸ πρᾶγμα, κἂν μὴ πράττῃς αὐτὸ, ἀγνώμονος ὑποστήσῃ δίκην. Μὴ δὴ νομίσῃς ἐξευτελίζεσθαι καὶ παραβλάπτεσθαι πρὸς τὸ τῆς οἰκείας φιλοσοφίας ἀξίωμα, ἂν ἄρχοντος παρόντος ὑπαναστῇς, ἂν τὴν κεφαλὴν ἀποκαλύψῃς. Εἰ γὰρ Ἑλλήνων ὄντων τότε τῶν ἀρχόντων ταῦτα ἐνομοθέτησε, πολλῷ μᾶλλον νῦν ἐπὶ τῶν πιστῶν τοῦτο γίνεσθαι χρή. Εἰ δὲ λέγεις, ὅτι σὺ μείζονα ἐμπεπίστευσαι, μάθε ὅτι οὐκ ἔστι σου νῦν ὁ καιρός· ξένος γὰρ εἶ καὶ παρεπίδημος, Ἔσται καιρὸς, ὅτε λαμπρότερος πάντων φανήσῃ· νῦν ἡ ζωή σου κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ. τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. Μὴ ζήτει τοίνυν ἐν τῷ ἐπικήρῳ τούτῳ βίῳ τὴν ἀμοιβὴν, ἀλλὰ κἂν μετὰ φόβου παρεστάναι δέῃ τῷ ἄρχοντι, μὴ νομίσῃς ἀνάξιον εἶναι τοῦτο τῆς σῆς εὐγενείας. Ὁ Θεὸς γὰρ οὕτω βούλεται, ἵνα ὁ ἄρχων ὁ παρ' αὐτοῦ τυπωθεὶς τὴν οἰκείαν ἰσχὺν ἔχῃ. Καὶ γὰρ ὅταν ὁ μηδὲν ἑαυτῷ συνειδὼς πονηρὸν, μετὰ φόβου παρεστήκῃ τῷ δικάζοντι, πολλῷ μᾶλλον ὁ τὰ πονηρὰ πράττων φοβηθήσεται. Καὶ σὺ δὲ ταύτῃ λαμπρότερος ἔσῃ· οὐδὲ γὰρ ἐκ τοῦ τιμᾷν τὸ ἐξευτελίζεσθαι γίνεται, ἀλλ' ἐκ τοῦ ἀτιμάζειν· καὶ ὁ ἄρχων δέ σε θαυμάσεται μειζόνως, καὶ δοξάσει σου τὸν ∆εσπότην ἐντεῦθεν, κἂν ἄπιστος ᾖ. Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾷν. Πάλιν ἐπὶ τὴν μητέρα τῶν ἀγαθῶν καταφεύγει, καὶ τὴν διδάσκαλον τῶν εἰρημένων καὶ ποιητικὴν ἀρετῆς ἁπάσης, καί φησι καὶ αὐτὴν ὀφείλημα εἶναι, οὐ μὴν τοιοῦτον, οἷον τὸ φόρον, οἷον τὸ τέλος, ἀλλὰ διηνεκές. Οὐδέποτε γὰρ αὐτὴν ἀποδίδοσθαι βούλεται· μᾶλλον δὲ ἀποδίδοσθαι μὲν ἀεὶ βούλεται, οὐ μὴν πληροῦσθαι, ἀλλ' ἀεὶ ὀφείλεσθαι. Τοιοῦτον γάρ ἐστι τὸ χρέος, ὡς καὶ διδόναι καὶ ὀφείλειν ἀεί. Εἰπὼν τοίνυν πῶς ἀγαπᾷν δεῖ, καὶ τὸ κέρδος αὐτοῦ δηλοῖ λέγων· Ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον, νόμον πεπλήρωκε. Μὴ γάρ μοι μηδὲ τοῦτο χάριν νόμιζε· καὶ γὰρ καὶ τοῦτο ὀφειλή· ὀφείλεις γὰρ τῷ ἀδελφῷ ἀγάπην διὰ τὴν συγγένειαν τὴν πνευματικήν· οὐ ταύτῃ δὲ μόνον, ἀλλ' ὅτι καὶ μέλη ἐσμὲν ἀλλήλων· κἂν αὕτη ἡμᾶς ἐπιλίπῃ, τὸ πᾶν διεσπάσθη. Φίλει τοίνυν τὸν ἀδελφόν. Εἰ γὰρ ἐκ τῆς φιλίας αὐτοῦ τοσαῦτα κερδανεῖς, ὡς τὸν νόμον ἅπαντα πληροῦν, ὀφείλεις αὐτῷ τὴν ἀγάπην, εὐεργετούμενος παρ' αὐτοῦ. Τὸ γὰρ, Οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, καὶ εἴ τις ἑτέρα ἐντολὴ, ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Οὐκ εἶπε, Πληροῦται, ἁπλῶς, ἀλλ', Ἀνακεφαλαιοῦται· τουτέστι, συντόμως καὶ ἐν βραχεῖ τὸ πᾶν ἀπαρτίζεται τῶν ἐντολῶν τὸ ἔργον· καὶ γὰρ ἀρχὴ καὶ τέλος τῆς ἀρετῆς ἡ ἀγάπη· ταύτην ἔχει ῥίζαν, ταύτην ὑπόθεσιν, ταύτην κορυφήν. Εἰ τοίνυν καὶ ἀρχὴ καὶ πλήρωμα, τί ταύτης ἴσον; δʹ. Ἀλλ' οὐχ ἁπλῶς ἀγάπην ζητεῖ, ἀλλὰ τὴν ἐπιτεταμένην. Οὐ γὰρ ἁπλῶς εἶπεν, Ἀγάπησον τὸν πλησίον σου, ἀλλ', Ὡς ἑαυτόν. ∆ιὰ γὰρ τοῦτο καὶ ὁ Χριστὸς τὸν νόμον καὶ τοὺς προφήτας ἐν αὐτῇ κρεμασθῆναι ἔλεγε. Καὶ δύο τιθεὶς ἀγάπης εἴδη, ὅρα ποῦ ταύτην ἀνήγαγεν. Εἰπὼν γὰρ, ὅτι Ἡ πρώτη ἐστὶν ἐντολὴ, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου· ἐπήγαγε, ∆ευτέρα δὲ, καὶ οὐκ ἐσίγησεν, ἀλλὰ προσέθηκεν· Ὁμοία αὐτῆς, Καὶ τὸν πλησίον σου ὡς ἑαυτόν. Τί ταύτης ἴσον γένοιτ' ἂν τῆς φιλανθρωπίας; τί τῆς ἡμερότητος; Ὅταν ἀπείρως ἡμῶν αὐτοῦ διεστηκότων, τὴν εἰς ἡμᾶς ἀγάπην ἐγγὺς ἄγει τῆς εἰς αὐτὸν, καὶ ὁμοίαν ταύτης ἐκείνην εἶναι λέγει. ∆ιὰ δὴ τοῦτο, καὶ μέτρα σχεδὸν ἴσα τιθεὶς ἑκάτερα, περὶ μὲν ἐκείνης ἔλεγεν, Ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου· περὶ δὲ ταύτης τῆς τοῦ πλησίον, Ὡς ἑαυτόν. Ὁ δὲ Παῦλος, ταύτης οὐκ οὔσης, οὐδὲ ὠφελεῖσθαι σφόδρα παρ' ἐκείνης ἔλεγεν. Ὥσπερ οὖν ἡμεῖς ἐπειδάν τινα φιλῶμεν, λέγομεν, ὅτι ἂν ἐκεῖνον ἀγαπήσῃς, ἐμὲ ἠγάπησας· οὕτω καὶ αὐτὸς τοῦτο δηλῶν ἔλεγεν, Ὁμοία αὐτῆς ἐστι· καὶ Πέτρῳ, Εἰ φιλεῖς με, ποίμαινε τὰ πρόβατά μου. Ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται. Πλήρωμα οὖν νόμου ἡ ἀγάπη. Εἶδες πῶς ἑκατέρας ἔχει τὰς ἀρετὰς τήν τε τῶν κακῶν ἀποχήν (Κακὸν γὰρ, φησὶν, οὐκ ἐργάζεται)· καὶ τὴν τῶν ἀγαθῶν ἐργασίαν, Πλήρωμα γὰρ νόμου, φησὶν, ἐστὶν, οὐ τὴν διδασκαλίαν ἡμῖν τῶν πρακτέων συντόμως εἰσάγουσα μόνον, ἀλλὰ καὶ τὴν κατόρθωσιν αὐτῶν εὔκολον ποιοῦσα. Οὐ γὰρ ὅπως ἂν μάθοιμεν τὰ ὠφελοῦντα μόνον ἐσπούδακεν (ὅπερ ἐστὶ τοῦ νόμου), ἀλλὰ καὶ εἰς τὴν ἐργασίαν αὐτῶν πολλὴν εἰσάγει συμμαχίαν ἡμῖν, οὐ μέρος τι τῶν ἐντολῶν, ἀλλ' ὁλόκληρον ἐν ἡμῖν κατορθοῦσα τὴν ἀρετήν. Φιλῶμεν οὖν ἀλλήλους, ὡς καὶ ταύτῃ τὸν φιλοῦντα ἡμᾶς ἀγαπήσοντες Θεόν. Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων, ἂν τὸν ἐρώμενον φιλῇς, μάχεται ὁ φιλῶν· ἐνταῦθα δὲ καὶ ἀξιοῖ σε κοινωνῆσαι τοῦ ἔρωτος, καὶ μὴ κοινωνοῦντα μισεῖ. Ὁ μὲν γὰρ ἀνθρώπινος φθόνου καὶ βασκανίας γέμει, ὁ δὲ θεῖος παντὸς ἀπήλλακται πάθους. ∆ιὸ καὶ κοινωνοὺς ἐπιζητεῖ τῆς φιλίας· Φίλει γὰρ, φησὶ, μετ' ἐμοῦ, καὶ τότε σε καὶ ἐγὼ φιλήσω μειζόνως. Ὁρᾷς ἐραστοῦ σφοδροῦ ῥήματα; Ἐὰν φιλῇς τοὺς ἐμοὺς ἐρωμένους, τότε ἡγοῦμαι καὶ αὐτὸς σπουδαίως φιλεῖσθαι παρὰ σοῦ. Καὶ γὰρ σφόδρα ἐφίεται τῆς σωτηρίας τῆς ἡμετέρας, καὶ τοῦτο ἔδειξεν ἄνωθεν. Ὅτε γοῦν τὸν ἄνθρωπον ἔπλαττεν, ἄκουσον τί φησι· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν· καὶ πάλιν, Ποιήσωμεν αὐτῷ βοηθόν· οὐ καλὸν εἶναι αὐτὸν μόνον. Καὶ ὅτε παρανομήσαντι πάλιν ἐπετίμησεν, ὅρα πῶς ἡμέρως· οὐ γὰρ εἶπεν αὐτῷ, Μιαρὲ καὶ παμμίαρε, τοσαῦτα εὐεργετηθεὶς, τῷ διαβόλῳ μετὰ ταῦτα πάντα ἐπίστευσας, καὶ τὸν εὐεργέτην ἀφεὶς τῷ πονηρῷ προσέσχες δαίμονι· ἀλλὰ τί φησι; Τίς σοι εἶπεν, ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες; ὡς ἂν εἰ πατὴρ πρὸς παιδίον κελευσθὲν μὴ καθάπτεσθαι μαχαίρας, εἶτα παρακοῦσαν καὶ πληγὲν λέγοι· Πόθεν ἐπλήγης; Ἐκεῖθεν ἐπλήγης, ὅτι οὐκ ἤκουσάς μου. Ὁρᾷς φίλου τὰ ῥήματα μᾶλλον, ἢ ∆εσπότου; φίλου καταφρονουμένου, καὶ οὐδὲ οὕτως ἀφισταμένου; Μιμησώμεθα τοίνυν αὐτὸν, καὶ ὅταν ἐπιτιμῶμεν, ταύτην τηρῶμεν τὴν ἐπιείκειαν. Καὶ γὰρ καὶ τῇ γυναικὶ μετὰ τῆς αὐτῆς πάλιν ἡμερότητος ἐπιπλήττει· μᾶλλον δὲ οὐδὲ ἐπίπληξις, ἀλλὰ νουθεσία καὶ διόρθωσις τὰ λεγόμενα ἦν, καὶ πρὸς τὸ μέλλον ἀσφάλεια. ∆ιὰ δὴ τοῦτο πρὸς τὸν ὄφιν οὐδέν φησιν· αὐτὸς γὰρ ἦν ὁ τῶν κακῶν ἀρχιτέκτων, καὶ οὐκ εἶχεν ἐφ' ἕτερον μεταθεῖναι τὴν αἰτίαν· διὸ καὶ σφοδρῶς αὐτὸν ἐκόλαζε. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ τὴν γῆν κοινωνῆσαι ποιεῖ τῆς ἀρᾶς. Εἰ δὲ ἐξέβαλε παραδείσου, καὶ κατεδίκασε πόνῳ, καὶ διὰ τοῦτο μάλιστα προσκυνεῖν αὐτὸν καὶ θαυμάζειν χρή. Ἐπειδὴ γὰρ εἰς ῥᾳθυμίαν ἐξήγαγεν ἡ τρυφὴ, περικόπτει τὴν εὐφροσύνην, λύπην ἐπιτειχίζων τῇ ῥᾳθυμίᾳ, ἵνα πρὸς τὴν ἀγάπην ἐπανέλθωμεν τὴν αὐτοῦ. Τί δὲ ἐπὶ τοῦ Κάϊν; οὐ τῷ αὐτῷ κέχρηται τῆς ἡμερότητος τρόπῳ; Καὶ γὰρ παρ' ἐκείνου πάλιν ὑβρισθεὶς, οὐκ ἀνθυβρίζει, ἀλλὰ παρακαλεῖ καί φησιν· Ἵνα τί συνέπεσε τὸ πρόσωπόν σου; Καίτοι γε τὸ γενόμενον συγγνώμης ἐστέρηται πάσης· καὶ δείκνυσιν ὁ νεώτερος ἀδελφός. Ἀλλ' οὐδὲ οὕτως ἐπιπλήττει, ἀλλὰ τί φησιν; Ἥμαρτες; Ἡσύχασον, μὴ προσθῇς ἔτι· πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ αὐτοῦ ἄρξεις, τοῦ ἀδελφοῦ λέγων. Εἰ γὰρ δέδοικας, φησὶ, μήποτε διὰ τὴν θυσίαν ταύτην τὴν τοῦ πρωτοτόκου σε προεδρίαν ἀφέλωμαι, θάῤῥει· καὶ γὰρ τὴν ἀρχὴν αὐτοῦ πᾶσαν εἰς τὰς σὰς τίθημι χεῖρας· μόνον γενοῦ βελτίων, καὶ φίλει τὸν οὐδὲν ἠδικηκότα· καὶ γὰρ ἀμφοτέρων κήδομαι. Καὶ τοῦτό με μάλιστα εὐφρανεῖ τὸ μὴ στασιάζειν ὑμᾶς πρὸς ἀλλήλους. Καθάπερ γὰρ μήτηρ φιλόστοργος, οὕτω καὶ ὁ Θεὸς πάντα ποιεῖ καὶ μηχανᾶται ὥστε μηδένα ἀποῤῥαγῆναι θατέρου.

εʹ. Ἵνα δὲ καὶ σαφέστερον ἐπὶ παραδείγματος ὃ λέγω μάθῃς, ἐννόησόν μοι τὴν Ῥεβέκκαν θορυβουμένην, καὶ πανταχοῦ περιτρέχουσαν, ὅτε ὁ πρεσβύτερος ἐπολέμει τῷ νεωτέρῳ παιδί. Εἰ γὰρ καὶ ἐφίλει τὸν Ἰακὼβ, ἀλλ' οὐδὲ τὸν Ἡσαῦ ἀπεστρέφετο· διὸ καὶ ἔλεγε, Μή πως ἀτεκνωθῶ ἐκ τῶν δύο ὑμῶν ἐν ἡμέρᾳ μιᾷ. ∆ιὰ δὴ τοῦτο καὶ ὁ Θεὸς τότε ἔλεγεν· Ἥμαρτες; Ἡσύχασον, πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, τὴν σφαγὴν προαναστέλλων, καὶ τὴν εἰρήνην ἀμφοτέρων αὐτῶν ἐπιζητῶν. Ἐπειδὴ δὲ αὐτὸν κατέσφαξεν, οὐδὲ οὕτω κατέλυσε τὴν περὶ αὐτοῦ πρόνοιαν, ἀλλὰ πάλιν ἡμέρως ἀποκρίνεται τῷ ἀδελφοκτόνῳ, λέγων· Ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου; ἵνα κἂν οὕτως ἐξομολογήσηται. Ὁ δὲ ἐπαγωνίζεται τοῖς προτέροις, μείζονα καὶ χαλεπώτερα ἀναισχυντῶν. Ἀλλ' οὐδὲ οὕτως ὁ Θεὸς ἀφίσταται, ἀλλὰ καὶ πάλιν ἐραστοῦ φθέγγεται ῥήματα ὑβρισμένου καὶ καταφρονουμένου, καί φησι· Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με. Καὶ πάλιν τῆς γῆς καθάπτεται μετὰ τοῦ πεφονευκότος, εἰς αὐτὴν τὸν θυμὸν ἀφιεὶς, καὶ λέγων· Ἐπικατάρατος ἡ γῆ, ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου, καὶ τοὺς ἀνακαλοῦντας μιμούμενος· ὃ καὶ ὁ ∆αυῒδ ἐποίει, τοῦ Σαοὺλ πεσόντος. Καὶ γὰρ καὶ ἐκεῖνος τοῖς δεξαμένοις τὴν σφαγὴν ὄρεσιν ἐπηρᾶτο λέγων· Ὄρη τὰ Γελβουὲ, μὴ πέσοι ἐφ' ὑμᾶς δρόσος μηδὲ ὑετὸς, ὅτι ἐκεῖ ἐξήρθη σκέπη δυνατῶν. Οὕτω καὶ ὁ Θεὸς ὥσπερ τινὰ μονῳδίαν ᾄδων φησί· Φωνὴ τοῦ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με, καὶ νῦν ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ἢ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου. Ταῦτα δὲ ἔλεγε καταστέλλων αὐτοῦ τὸν θυμὸν ζέοντα, καὶ πείθων κἂν ἀπελθόντα φιλῆσαι. Ἔσβεσας αὐτοῦ τὴν ζωὴν, φησὶ, τί τὴν ἔχθραν λοιπὸν οὐ κατασβεννύεις; Ἀλλὰ τί ποιεῖ; Κἀκεῖνον φιλεῖ καὶ τοῦτον· ἀμφοτέρους γὰρ αὐτὸς ἔπλασε· τί οὖν; ἀτιμώρητον ἀφῇ τὸν πεφονευκότα; Ἀλλὰ χείρων ἂν ἐγένετο. Ἀλλὰ κολάσει; Ἀλλὰ πατρός ἐστι φιλοστοργότερος. Ὅρα τοίνυν πῶς καὶ κολάζει, καὶ τὴν ἀγάπην ἐνδείκνυται καὶ ἐν αὐτῷ τούτῳ· μᾶλλον δὲ οὐδὲ κολάζει, ἀλλὰ διορθοῦται μόνον. Οὐδὲ γὰρ ἀπέκτεινεν αὐτὸν, ἀλλ' ἐπέδησε τῷ τρόμῳ, ἵνα ἀποδύσηται τὸ ἔγκλημα, ἵνα κἂν οὕτως ἐπανέλθοι πρὸς τὴν ἐκείνου φιλοστοργίαν, ἵνα κἂν πρὸς ἀπελθόντα σπείσηται· οὐδὲ γὰρ ἐβούλετο ἐχθρὸν αὐτὸν ἀπελθεῖν ἐντεῦθεν τῷ τετελευτηκότι. Τοιοῦτοι οἱ φιλοῦντες, ὅταν εὐεργετοῦντες μὴ φιλῶνται, προάγονται σφοδροὶ γίνεσθαι καὶ ἀπειλεῖν, οὐκ ἐθέλοντες μὲν, ἀπὸ δὲ τοῦ φιλεῖν εἰς τοῦτο ἀγόμενοι, ἵνα κἂν οὕτως ἐφελκύσωνται τοὺς καταφρονοῦντας αὐτῶν. Καίτοι γε ἀνάγκης ἡ τοιαύτη φιλία, ἀλλ' ὅμως αὐτοὺς καὶ τούτῳ παραμυθεῖται διὰ τὸ σφόδρα φιλεῖν· ὥστε καὶ ἡ κόλασις ἀπὸ φιλίας. Οἱ γὰρ μὴ ἀλγοῦντες ἐπὶ τῷ μισεῖσθαι, οὐδὲ κολάσαι αἱροῦνται. Ὅρα τοίνυν καὶ Παῦλον ταῦτα λέγοντα Κορινθίοις· Τίς γάρ ἐστι, φησὶν, ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; Ὥστε ὅταν σφόδρα ἐπιτείνῃ τὴν κόλασιν, τότε δείκνυσι τὸν ἔρωτα. Οὕτω καὶ ἡ Αἰγυπτία ἐκ τοῦ σφόδρα φιλεῖν σφοδρῶς ἐκόλασε τὸν Ἰωσήφ· ἀλλ' ἐκείνη μὲν ἐπὶ κακῷ· καὶ γὰρ ἀκόλαστος ἦν ὁ ἔρως· ὁ Θεὸς δὲ ἐπὶ ἀγαθῷ· καὶ γὰρ ἀξία ἦν τοῦ φιλοῦντος ἡ ἀγάπη. ∆ιὰ τοῦτο οὐδὲ παραιτεῖται εἰς παχύτερα κατιέναι ῥήματα, καὶ φθέγγεσθαι παθῶν ὀνόματα ἀνθρωπίνων, καὶ ζηλωτὴν ἑαυτὸν καλεῖν· Θεὸς γάρ εἰμι ζηλωτὴς, φησίν· ἵνα μάθῃς τῆς ἀγάπης τὴν ἐπίτασιν. Φιλήσωμεν τοίνυν αὐτὸν, ὡς βούλεται· μέγα γὰρ τὸ πρᾶγμα ἡγεῖται. Κἂν ἀποστραφῶμεν, μένει παρακαλῶν, κἂν μὴ θέλωμεν ἐπιστραφῆναι, κολάζει διὰ τὸ φιλεῖν, οὐχ ἵνα τιμωρίαν ἀπαιτήσῃ. Ὅρα γοῦν τί φησιν ἐν τῷ Ἰεζεκιὴλ πρὸς τὴν φιληθεῖσαν καὶ καταφρονήσασαν αὐτοῦ πόλιν· Ἄξω ἐπὶ σὲ τοὺς ἐραστάς σου, καὶ παραδώσω σε εἰς χεῖρας αὐτῶν, καὶ λιθοβολήσουσί σε καὶ κατασφάξουσι, καὶ ἐξαιρεθήσεται ὁ ζῆλός μου ἐκ σοῦ, καὶ ἀναπαύσομαι, καὶ οὐ μὴ μεριμνήσω ἔτι. Τί τούτου πλέον ἂν εἶπε σφοδρὸς ἐραστὴς ὑπὸ τῆς ἐρωμένης καταφρονούμενος, καὶ μετὰ ταῦτα πάλιν περικαιόμενος αὐτῆς; Πάντα γὰρ ὁ Θεὸς πράττει, ἵνα φιληθῇ παρ' ἡμῶν· διὰ τοῦτο οὐδὲ τοῦ Υἱοῦ ἐφείσατο. Ἀλλ' ἡμεῖς ἀπηνεῖς, καὶ ὠμοί. Ἀλλὰ γενώμεθά ποτε ἥμεροι, καὶ φιλήσωμεν τὸν Θεὸν, ὡς φιλεῖν δεῖ, ἵνα μετὰ ἡδονῆς τῆς ἀρετῆς ἀπολαύσωμεν. Εἰ γὰρ γυναῖκά τις ἐρωμένην ἔχων, οὐδενὸς αἰσθάνεται τῶν καθ' ἑκάστην ἡμέραν λυπηρῶν· ὁ τὸν θεῖον τοῦτον καὶ καθαρὸν ἐρῶν ἔρωτα, ἐννόησον ὅσης ἀπολαύσεται ἡδονῆς. Τοῦτο γὰρ, τοῦτο καὶ οὐρανῶν βασιλεία, τοῦτο ἀπόλαυσις ἀγαθῶν, τοῦτο ἡδονὴ, τοῦτο εὐφροσύνη, τοῦτο χαρὰ, τοῦτο μακαριότης· μᾶλλον δὲ ὅσα ἂν εἴπω, οὐδὲν οὐδέπω δυνήσομαι παραστῆσαι πρὸς ἀξίαν, ἀλλ' ἡ πεῖρα μόνη τοῦτο διδάσκειν οἶδε τὸ καλόν. ∆ιὰ τοῦτο καὶ ὁ προφήτης ἔλεγε, Κατατρύφησον τοῦ Κυρίου, καὶ, Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. Πειθώμεθα τοίνυν, καὶ ἐντρυφῶμεν αὐτοῦ τῇ ἀγάπῃ. Οὕτω γὰρ ἐντεῦθεν ἤδη τὴν βασιλείαν ὀψόμεθα, καὶ ἀγγελικὸν ζησόμεθα βίον, καὶ ἐν γῇ διατρίβοντες, τῶν τὸν οὐρανὸν οἰκούντων οὐδὲν ἔλαττον ἕξομεν, καὶ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν, πάντων λαμπρότεροι τῷ βήματι τοῦ Χριστοῦ παραστησόμεθα, καὶ τῆς ἀποῤῥήτου δόξης ἀπολαύσομεν· ἧς γένοιτο πάντας ἡμᾶς μετασχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Κ∆ʹ.

Καὶ τοῦτο, εἰδότες τὸν καιρὸν, ὅτι ὥρα ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι.

αʹ. Ἐπειδὴ πάντα ἅπερ ἐχρῆν ἐπέταξεν, ὠθεῖ πάλιν αὐτοὺς εἰς τὴν τῶν ἀγαθῶν ἐργασίαν ἀπὸ τοῦ κατεπείγοντος. Ἐπὶ θύραις γὰρ, φησὶν, ὁ τῆς κρίσεως ἕστηκε καιρός· καθάπερ καὶ Κορινθίοις ἔγραφεν, ὅτι Ὁ καιρὸς συνεσταλμένος τὸ λοιπόν ἐστι· καὶ Ἑβραίοις δὲ πάλιν, Ἔτι μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. Ἀλλ' ἐκεῖ μὲν τοὺς πονουμένους ἀνιστὰς, καὶ τοὺς ἱδρῶτας τῶν ἐπαλλήλων πειρασμῶν παραμυθούμενος ταῦτα ἔλεγεν, ἐνταῦθα δὲ τοὺς καθεύδοντας διεγείρων· καὶ γὰρ πρὸς ἀμφότερα χρήσιμος ἡμῖν οὗτος ὁ λόγος. Τί δέ ἐστιν, ὅ φησιν, Ὥρα ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι; Τουτέστιν, ἐγγὺς ἡ ἀνάστασις, ἐγγὺς ἡ κρίσις ἡ φοβερὰ, ἐγγὺς ἡ ἡμέρα ἡ ὡς κλίβανος καιομένη· καὶ δεῖ λοιπὸν ἡμᾶς ἀπαλλαγῆναι τῆς ῥᾳθυμίας. Νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία, ἢ ὅτε ἐπιστεύσαμεν. Ὁρᾷς πῶς ἐφίστησιν αὐτοῖς ἤδη τὴν ἀνάστασιν; Τοῦ χρόνου γὰρ προϊόντος, φησὶν, ὁ μὲν τοῦ παρόντος βίου δαπανᾶται καιρὸς, ὁ δὲ τοῦ μέλ λοντος αἰῶνος ἐγγύτερος γίνεται. Ἂν μὲν οὖν ᾖς παρεσκευασμένος, καὶ πάντα πεποιηκὼς ὅσα ἐπέταξε, σωτηρίας γίνεται ἡ ἡμέρα· ἂν δὲ τοὐναντίον, οὐκέτι. Ἀλλ' οὐκ ἀπὸ τῶν λυπηρῶν, ἀλλ' ἀπὸ τῶν χρηστῶν προτρέπει τέως, καὶ ταύτῃ τῆς τῶν παρόντων αὐτοὺς ἀπολύων συμπαθείας. Εἶτα, ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς ἐν μὲν ἀρχῇ καὶ προοιμίοις σπουδαιοτέρους εἶναι, ἅτε ἀκμάζοντος αὐτοῖς τοῦ πόθου, τοῦ χρόνου δὲ προελθόντος καταμαρανθῆναι τὴν πᾶσαν σπουδὴν, φησὶν ὅτι τοὐναντίον μὲν οὖν δεῖ ποιεῖν, οὐχὶ ἐκλύεσθαι προϊόντος τοῦ χρόνου, ἀλλὰ μᾶλλον ἀκμάζειν. Ὅσῳ γὰρ ἂν ὁ βασιλεὺς ἐγγίζῃ, τοσούτῳ μᾶλλον δεῖ παρασκευάσασθαι· ὅσῳ μᾶλλον ἐγγὺς τὸ βραβεῖον, τοσούτῳ μᾶλλον διεγείρεσθαι χρὴ πρὸς τοὺς ἀγῶνας· ἐπεὶ καὶ οἱ δρομεῖς τοῦτο ποιοῦσιν· ὅταν πρὸς τῷ τέλει τοῦ δρόμου γίνωνται καὶ τῇ τοῦ βραβείου λήψει, τότε διανίστανται μειζόνως. ∆ιὰ τοῦτο ἔλεγε, Νῦν ἐγγύτερον ἡμῶν ἡ σωτηρία, ἢ ὅτε ἐπιστεύσαμεν. Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. Οὐκοῦν εἰ αὕτη μὲν τελευτᾷ, ἐκείνη δὲ πλησιάζει· τὰ ἐκείνης πράττωμεν λοιπὸν, μὴ τὰ ταύτης. Καὶ γὰρ καὶ ἐν τοῖς βιωτικοῖς τοῦτο γίνεται· καὶ ὅταν ἴδωμεν πρὸς ὄρθρον τὴν νύκτα ἐπειγομένην, καὶ χελιδόνος ᾀδούσης ἀκούσωμεν, τὸν πλησίον ἕκαστος διεγείρομεν, καίτοιγε ἔτι τῆς νυκτὸς οὔσης· ἀλλ' ἐπειδὴ λοιπὸν ἄπεισιν, ἐπειγόμεθα λοιπὸν λέγοντες ἀλλήλοις, ὅτι Ἡμέρα γέγονε, καὶ τὰ τῆς ἡμέρας ἅπαντα πράττομεν, ἐνδυόμενοι καὶ ὀνείρων ἀπαλλαττόμενοι καὶ ὕπνον διακρουόμενοι, ἵνα παρεσκευασμένους ἡ ἡμέρα εὕρῃ, καὶ μὴ ἀνισχούσης ἀκτῖνος τότε ἀρξώμεθα ἀνίστασθαι καὶ διατείνεσθαι. Ὅπερ οὖν ἐκεῖ ποιοῦμεν, τοῦτο καὶ ἐνταῦθα πράξωμεν· ἀποδυσώμεθα τὰς φαντασίας, ἀπαλλαγῶμεν τῶν ὀνειράτων τοῦ παρόντος βίου, ἀποθώμεθα τὸν βαθὺν ὕπνον, καὶ ἐνδυσώμεθα ἀντὶ ἱματίων τὴν ἀρετήν· ταῦτα γὰρ ἅπαντα δηλῶν ἔλεγεν, Ἀποθώμεθα γοῦν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός. Καὶ γὰρ πρὸς παράταξιν καὶ μάχην ἡ ἡμέρα ἡμᾶς καλεῖ. Ἀλλὰ μὴ δείσῃς παράταξιν καὶ ὅπλα ἀκούσας. Ἐπὶ μὲν γὰρ τῆς αἰσθητῆς παντευχίας βαρὺ καὶ ἀπευκτὸν τὸ ὁπλίζεσθαι, ἐνταῦθα δὲ ποθεινὸν καὶ εὐχῆς ἄξιον· φωτὸς γάρ ἐστι τὰ ὅπλα· διὸ καὶ τῆς ἀκτῖνος λαμπρότερόν σε ἀποφαίνει πολλὴν ἀφιέντα τὴν ἀστραπὴν, καὶ ἐν ἀσφαλείᾳ σε καθίστησιν· ὅπλα γάρ ἐστι· καὶ καταλάμπεσθαι ποιεῖ· φωτὸς γάρ ἐστιν ὅπλα. Τί οὖν; οὐκ ἀνάγκη πολεμεῖν; Ἀνάγκη μὲν πολεμεῖν, οὐ μὴν ταλαιπωρεῖσθαι καὶ πονεῖν· οὐδὲ γὰρ πόλεμος τοῦτό ἐστιν, ἀλλὰ χορεία καὶ πανήγυρις. Τοιαύτη τῶν ὅπλων τούτων ἡ φύσις, τοιαύτη ἡ τοῦ στρατηγοῦ δύναμις. Καὶ καθάπερ νυμφίος καλλωπιζόμενος ἀπὸ τῆς παστάδος πρόεισιν, οὕτω καὶ ὁ τούτοις φραττόμενος τοῖς ὅπλοις· καὶ γὰρ στρατιώτης ὁμοῦ καὶ νυμφίος ἐστίν. Εἰπὼν δὲ, ὅτι Ἡ ἡμέρα ἤγγικεν, οὐδὲ ἐγγὺς εἶναι αὐτὴν ἀφίησιν, ἀλλ' ἤδη αὐτὴν ἐφίστησι· φησὶ γὰρ, Ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν. Ἤδη γὰρ πάρεστιν ἡ ἡμέρα. Καὶ ἀφ' ὧν μάλιστα οἱ πολλοὶ προτρέπονται, ἀπὸ τούτων καὶ αὐτοὺς ἐφέλκεται, τῆς εὐσχημοσύνης· πολὺς γὰρ αὐτοῖς τῆς παρὰ τῶν πολλῶν δόξης ὁ λόγος. Καὶ οὐκ εἶπε, Περιπατεῖτε, ἀλλὰ, Περιπατήσωμεν, ὥστε ἀνεπαχθῆ ποιῆσαι τὴν παραίνεσιν, καὶ κούφην τὴν ἐπίπληξιν. Μὴ κώμοις καὶ μέθαις· οὐ τὸ πίνειν κωλύων, ἀλλὰ τὸ ἀμέτρως· οὐ τὸ ἀπολαύειν οἴνου, ἀλλὰ τὸ μετὰ παροινίας· ὥσπερ οὖν καὶ τὸ ἑξῆς μετὰ τοῦ αὐτοῦ μέτρου τίθησι λέγων· Μὴ κοίταις καὶ ἀσελγείαις. Οὐδὲ γὰρ ἐνταῦθα τὸ μίγνυσθαι γυναιξὶν ἀναιρεῖ, ἀλλὰ τὸ πορνεύειν. Μὴ ἔριδι καὶ ζήλῳ. Τὰ γὰρ καίρια τῶν παθῶν σβέννυσι τὴν ἐπιθυμίαν καὶ τὸν θυμόν. ∆ιόπερ οὐκ αὐτὰ μόνον, ἀλλὰ καὶ τὰς πηγὰς αὐτῶν ἀναιρεῖ.

βʹ. Οὐδὲν γὰρ οὕτω καὶ ἐπιθυμίαν ἀνάπτει καὶ ὀργὴν ἐκκαίει, ὡς μέθη καὶ παροινία. ∆ιὰ τοῦτο πρότερον εἰπὼν, Μὴ κώμοις καὶ μέθαις, τότε ἐπήγαγε· Μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλ' ἀποδύσας ἡμᾶς τῶν πονηρῶν ἱματίων, ἄκουσον πῶς καλλωπίζει λοιπὸν λέγων· Ἀλλ' ἐνδύσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Οὐκέτι εἶπεν ἔργα, ἀλλὰ μειζόνως αὐτοὺς ἀνέστησεν. Ὅτε μὲν γὰρ περὶ τῆς κακίας ἔφησεν, ἔργα ἔλεγεν· ὅτε δὲ περὶ τῆς ἀρετῆς, οὐκέτι ἔργα, ἀλλ' ὅπλα, δεικνὺς ὅτι ἐν πάσῃ ἀσφαλείᾳ καθίστησιν ἡ ἀρετὴ τὸν ἔχοντα αὐτὴν, καὶ ἐν πάσῃ λαμπρότητι. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλ' ἐπὶ τὸ μεῖζον ἄγων τὸν λόγον, ὃ πολλῷ φρικωδέστερον ἦν, αὐτὸν τὸν ∆εσπότην δίδωσιν ἡμῖν ἱμάτιον, αὐτὸν τὸν βασιλέα. Ὁ γὰρ τοῦτον περιβεβλημένος, ἅπασαν ἔχει καθόλου τὴν ἀρετήν. Ὅταν δὲ εἴπῃ, Ἐνδύσασθε, πάντοθεν ἡμᾶς αὐτὸν περιβαλέσθαι κελεύει· ὥσπερ ἀλλαχοῦ φησιν, Εἰ δὲ Χριστὸς ἐν ὑμῖν· καὶ πάλιν, Εἰς τὸν ἔσω ἡμῶν ἄνθρωπον κατοικῆσαι τὸν Χριστόν. Καὶ γὰρ οἰκίαν αὐτῷ βούλεται εἶναι τὴν ψυχὴν τὴν ἡμετέραν, καὶ ὡς ἱμάτιον ἡμῖν αὐτὸν περικεῖσθαι, ἵνα πάντα αὐτὸς ἡμῖν ᾖ ἔσωθεν καὶ ἔξωθεν. Καὶ γὰρ πλήρωμα ἡμῶν αὐτός (καὶ γὰρ Πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου)· καὶ ὁδὸς καὶ ἀνὴρ καὶ νυμφίος (Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνήν)· καὶ ῥίζα καὶ ποτὸν καὶ τροφὴ καὶ ζωή (Ζῶ γὰρ, φησὶν, οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός)· καὶ ἀπόστολος καὶ ἀρχιερεὺς καὶ διδάσκαλος καὶ πατὴρ καὶ ἀδελφὸς καὶ συγκληρονόμος, καὶ τάφου κοινωνὸς καὶ σταυροῦ (Συνετάφημεν γὰρ αὐτῷ, φησὶ, καὶ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ)· καὶ ἱκέτης (Ὑπὲρ γὰρ Χριστοῦ πρεσβεύομεν)· καὶ πρὸς τὸν Πατέρα συνήγορος (καὶ γὰρ Ἐντυγχάνει, φησὶν, ὑπὲρ ἡμῶν)· καὶ οἶκος καὶ ἔνοικος (Ὁ γὰρ ἐν ἐμοὶ μένων, κἀγὼ ἐν αὐτῷ), καὶ φίλος (Ὑμεῖς γὰρ φίλοι μού ἐστε)· καὶ θεμέλιος καὶ λίθος ἀκρογωνιαῖος· καὶ ἡμεῖς αὐτοῦ καὶ μέλη καὶ γεώργιον καὶ οἰκοδομὴ καὶ κλήματα καὶ συνεργοί. Τί γὰρ οὐ βούλεται ἡμῶν εἶναι, παντὶ τρόπῳ συγκολλῶν καὶ συνάπτων ἡμᾶς; ὅπερ τοῦ σφόδρα φιλοῦντός ἐστι. Πείθου τοίνυν, καὶ ἀναστὰς ἐξ ὕπνων ἔνδυσαι αὐτὸν, καὶ ἐνδυσάμενος εὐήνιον αὐτῷ πάρεχε τὴν σάρκα· τοῦτο γὰρ ᾐνίξατο εἰπὼν, Τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας. Ὥσπερ γὰρ οὐ τὸ πίνειν ἐκώλυσεν, ἀλλὰ τὸ μεθύειν, οὐδὲ τὸ γαμεῖν, ἀλλὰ τὸ ἀσελγεῖν· οὕτως οὐδὲ τὸ προνοεῖν τῆς σαρκὸς, ἀλλὰ τὸ εἰς ἐπιθυμίας, οἷον τὸ τὴν χρείαν ὑπερβαίνειν· ἐπεὶ, ὅτι γε προνοεῖν αὐτῆς κελεύει, ἄκουσον τί φησι Τιμοθέῳ· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Οὕτω δὴ καὶ ἐνταῦθα προνόει μὲν, ἀλλὰ πρὸς ὑγείαν, μὴ πρὸς ἀσέλγειαν. Οὐδὲ γὰρ ἂν εἴη τοῦτο πρόνοια λοιπὸν, ὅταν τὴν φλόγα ἀνάπτῃς, ὅταν χαλεπὴν τὴν κάμινον ποιῇς. Ἵνα δὲ καὶ σαφέστερον μάθητε, τί ποτέ ἐστι τὸ προνοεῖν αὐτῆς εἰς ἐπιθυμίαν, καὶ φύγητε τὴν τοιαύτην πρόνοιαν, τοὺς μεθύοντας, τοὺς γαστριζομένους, τοὺς ἐν ἱματίοις καλλωπιζομένους, τοὺς θρυπτομένους, τοὺς τὸν ὑγρὸν καὶ διαῤῥέοντα ζῶντας βίον ἐννοήσατε, καὶ εἴσεσθε τὸ εἰρημένον. Ἐκεῖνοι γὰρ πάντα ποιοῦσιν, οὐχ ἵνα ὑγιαίνωσιν, ἀλλ' ἵνα σκιρτῶσιν, ἵνα τὴν ἐπιθυμίαν ἀνάπτωσιν. Ἀλλ' ὁ τὸν Χριστὸν ἐνδεδυμένος σὺ, πάντα ἐκεῖνα περικόψας, ἓν ζήτει μόνον, ὅπως ὑγιαίνουσαν ἔχῃς τὴν σάρκα· καὶ μέχρι τοσούτου προνόει ταύτης, περαιτέρω δὲ μηκέτι, ἀλλὰ πᾶσαν τὴν σπουδὴν εἰς τὴν τῶν πνευματικῶν ἀνάλισκε ἐπιμέλειαν. Οὕτω γὰρ καὶ ἀναστῆναι ἐκ τοῦ ὕπνου τούτου δυνήσῃ, μὴ βαρούμενος ταῖς ποικίλαις ταύταις ἐπιθυμίαις. Καὶ γὰρ ὕπνος ὁ παρὼν βίος, καὶ ὀνειράτων οὐδὲν τὰ ἐν αὐτῷ διενήνοχε. Καὶ καθάπερ οἱ καθεύδοντες καὶ παραφθέγγονται, καὶ ὁρῶσι πολλάκις οὐδὲν ὑγιὲς, οὕτω καὶ ἡμεῖς· μᾶλλον δὲ καὶ πολλῷ χεῖρον. Ὁ μὲν γὰρ αἰσχρά τινα πράξας ἢ εἰπὼν ὄναρ, ἀπαλλαγεὶς τοῦ ὕπνου, καὶ τῆς αἰσχύνης ἀπήλλακται, καὶ δίκην οὐ δίδωσιν· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ καὶ ἡ αἰσχύνη καὶ ἡ τιμωρία ἀθά νατος. Πάλιν, οἱ πλουτοῦντες ὄναρ, ἡμέρας γενομένης ἐλέγχονται εἰκῆ πλουτήσαντες· ἐνταῦθα δὲ καὶ πρὸ τῆς ἡμέρας ὁ ἔλεγχος ἔπεισι πολλάκις, καὶ πρὶν ἀπελθεῖν ἐκεῖ, τὰ ὀνείρατα ταῦτα ἀπέπτη. Ἀποτιναξώμεθα τοίνυν τὸν πονηρὸν τοῦτον ὕπνον. Ἂν γὰρ καθεύδοντας ἡμᾶς ἡ ἡμέρα καταλάβῃ, θάνατος διαδέξεται ἀθάνατος· καὶ πρὸ τῆς ἡμέρας δὲ ἐκείνης πᾶσιν εὐεπιχείρητοι τοῖς ἐχθροῖς τοῖς ἐντεῦθεν ἐσόμεθα, καὶ ἀνθρώποις καὶ δαίμοσι· κἂν ἀνελεῖν βουληθῶσιν, ὁ κωλύσων οὐδείς. Εἰ μὲν γὰρ πολλοὶ οἱ ἐγρηγορότες ἦσαν, οὐκ ἦν τοσοῦτος ὁ κίνδυνος· ἐπειδὴ δὲ εἷς που καὶ δεύτερος λύχνον ἅψας, καθάπερ ἐν βαθυτάτῃ νυκτὶ τῶν ἄλλων καθευδόντων, ἐγρήγορε, διὰ τοῦτο πολλῆς ἡμῖν δεῖ τῆς ἀγρυπνίας, πολλῆς τῆς ἀσφαλείας, ὥστε μὴ τὰ ἀνήκεστα παθεῖν.

γʹ. Οὐχὶ δοκεῖ λαμπρὰ ἡ ἡμέρα εἶναι νῦν; οὐχὶ πάντες ἐγρηγορέναι νομίζομεν καὶ νήφειν; Ἀλλ' ὅμως (καὶ τάχα γελάσεσθε τὸ εἰρημένον, ἐγὼ μέντοι αὐτὸ ἐρῶ) τοῖς ἐν βαθείᾳ νυκτὶ καθεύδουσί τε καὶ ῥέγχουσιν ἐοίκαμεν ἅπαντες. Καὶ εἴ γε οὐσίαν ἀσώματον ἦν ἰδεῖν, ἔδειξα ἂν ὑμῖν πῶς οἱ μὲν πλείους ῥέγχουσιν, ὁ δὲ διάβολος διορύττει τοίχους, καὶ κατασφάττει κειμένους, καὶ ὑφαιρεῖται τὰ ἔνδον, καθάπερ ἐν σκότῳ βαθεῖ μετὰ ἀδείας ἅπαντα πράττων. Μᾶλλον δὲ, εἰ καὶ ὀφθαλμοῖς τοῦτο ἰδεῖν ἀδύνατον, ὑπογράψωμεν αὐτὸ τῷ λόγῳ, καὶ ἐννοήσωμεν πόσοι ὑπὸ ἐπιθυμιῶν εἰσι πονηρῶν βεβαρημένοι, πόσοι τῷ χαλεπῷ τῆς ἀσελγείας κάρῳ κατεχόμενοι, καὶ τὸ φῶς τοῦ πνεύματος κατασβεννύντες. ∆ιά τοι τοῦτο ἕτερα ἀνθ' ἑτέρων βλέπουσιν, ἕτερα ἀνθ' ἑτέρων ἀκούουσι, καὶ οὐδενὶ τῶν ἐνταῦθα λεγομένων προσέχουσιν. Εἰ δὲ ἐγὼ ψεύδομαι ταῦτα λέγων, καὶ ἐγρηγορὼς ἕστηκας, εἰπέ μοι, τί γέγονεν ἐνταῦθα σήμερον, εἰ μὴ ὡς ὀνειράτων ἤκουσας; Καὶ οἶδα μὲν, ὅτι ἐροῦσί τινες· οὐδὲ γὰρ κατὰ πάντων ταῦτα λέγω· ἀλλὰ σὺ ὁ τοῖς εἰρημένοις ἔνοχος ὢν, ὁ μάτην ἐνταῦθα εἰσελθὼν, εἰπὲ, τίς προφήτης, ποῖος ἀπόστολος σήμερον διελέχθη ἡμῖν, καὶ περὶ τίνων. Ἀλλ' οὐκ ἂν ἔχοις εἰπεῖν· καὶ γὰρ πολλὰ ὡς ἐν ὀνείρῳ διελέχθης ἐνταῦθα, τῶν ἀληθινῶν οὐκ ἀκούσας πραγμάτων. Ταῦτα δέ μοι καὶ πρὸς γυναῖκας εἰρήσθω· καὶ γὰρ ἐν ἐκείναις πολὺς ὁ ὕπνος· καὶ εἴθε ὕπνος. Ὁ μὲν γὰρ καθεύδων οὔτε πονηρόν τι φθέγγεται, οὔτε χρηστόν· ὁ δὲ οὕτως ἐγρηγορὼς ὡς ὑμεῖς, πολλὰ καὶ ἐπὶ κακῷ τῆς ἑαυτοῦ κεφαλῆς ἐκβάλλει ῥήματα, τόκους ἀριθμῶν, λογισμοὺς δανεισμάτων συντιθεὶς, καπηλείας ἀναισχύντου μεμνημένος, τὰς ἀκάνθας πυκνὰς καταφυτεύων ἐν τῇ ἑαυτοῦ ψυχῇ, καὶ τὸν σπόρον οὐκ ἀφεὶς οὐδὲ μικρὸν προκύψαι ποτέ. Ἀλλὰ διανάστηθι, καὶ τὰς ἀκάνθας ταύτας προῤῥίζους ἀνάσπασον, καὶ τὴν μέθην ἀποτίναξαι· καὶ γὰρ ἐντεῦθεν ὁ ὕπνος. Μέθην δὲ οὐκ οἴνου λέγω μόνον, ἀλλὰ καὶ τῶν βιωτικῶν φροντίδων, καὶ μετὰ τούτων καὶ τὴν ἀπὸ τοῦ οἴνου. Ταῦτα δὲ οὐχὶ πλουσίοις μόνον, ἀλλὰ καὶ πένησι παραινῶ, καὶ μάλιστα τοῖς τὰ φιλικὰ συγκροτοῦσι συμπόσια. Οὐ γάρ ἐστι τοῦτο τρυφὴ οὐδὲ ἄνεσις, ἀλλὰ κόλασις καὶ τιμωρία· τρυφὴ γὰρ οὐκ αἰσχρὰ εἰπεῖν, ἀλλὰ σεμνὰ φθέγξασθαι, ἐμπλησθῆναι, οὐ διαῤῥαγῆναι. Εἰ δὲ ἡδονὴν αὐτὸ νομίζεις, δεῖξόν μοι ἐν ἑσπέρᾳ τὴν ἡδονήν· ἀλλ' οὐκ ἂν ἔχοις. Καὶ οὔπω λέγω τὰς ἐντεῦθεν βλάβας, ἀλλὰ τέως περὶ τῆς ἡδονῆς σοι διαλέγομαι τῆς εὐθέως μαραινομένης· ὁμοῦ τε γὰρ διελύθη τὸ συμπόσιον, καὶ ἀπέπτη τὰ τῆς εὐφροσύνης. Ὅταν δὲ καὶ τὸν ἔμετον εἴπω, καὶ τὰς καρηβαρίας, καὶ τὰ μυρία νοσήματα, καὶ τὴν τῆς ψυχῆς αἰχμαλωσίαν, τί πρὸς ταῦτα ἐρεῖς; Μὴ γὰρ, ἐπειδὴ πένητές ἐσμεν, καὶ ἀσχημονεῖν ὀφείλομεν; Ταῦτα δὲ λέγω, οὐ κωλύων συνιέναι οὐδὲ κοινῇ συνδειπνεῖν, ἀλλὰ κωλύων ἀσχημονεῖν, καὶ βουλόμενος τὴν τρυφὴν εἶναι τρυφὴν, ἀλλὰ μὴ κόλασιν μηδὲ τιμωρίαν καὶ μέθην καὶ κῶμον. Μαθέτωσαν Ἕλληνες, ὅτι μάλιστα Χριστιανοὶ τρυφᾷν ἴσασι, καὶ τρυφᾷν μετὰ κόσμου. Ἀγαλλιᾶσθε γὰρ, φησὶ, τῷ Κυρίῳ ἐν τρόμῳ. Πῶς δὲ ἔστιν ἀγαλλιᾶσθαι; Ὕμνους λέγοντας, εὐχὰς ποιουμένους, ψαλμοὺς ἐπεισάγοντας ἀντὶ τῶν ἀνελευθέρων ἐκείνων ᾀσμάτων. Οὕτω καὶ ὁ Χριστὸς τῇ τραπέζῃ παρέσται, καὶ εὐλογίας ἐμπλήσει τὴν εὐωχίαν ἅπασαν, ὅταν εὔχῃ, ὅταν ᾄδῃς πνευματικὰ, ὅταν πένητας ἐπὶ τῶν προκειμένων τὴν κοινωνίαν καλῇς, ὅταν εὐταξίαν πολλὴν καὶ σωφροσύνην ἐπιστήσῃς τῷ συμποσίῳ· οὕτω καὶ ἐκκλησίαν ἐργάσῃ τὸν τόπον, ἀντὶ τῶν ἀκαίρων κραυγῶν καὶ εὐφημιῶν τὸν τῶν ἁπάντων ∆εσπότην ὑμνῶν. Καὶ μή μοι λέγε, ὅτι ἕτερος ἐκράτησε νόμος, ἀλλὰ διορθοῦ τὰ κακῶς ἔχοντα. Εἴτε γὰρ ἐσθίετε, φησὶν, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Καὶ γὰρ ἀπὸ τῶν τοιούτων τραπεζῶν ὑμῖν αἱ πονηραὶ ἐπιθυμίαι, ἐντεῦθεν αἱ ἀσέλγειαι, ἐντεῦθεν αἱ γυναῖκες μὲν ἐν καταφρονήσει, αἱ δὲ πόρναι ἐν τιμῇ παρ' ὑμῖν· ἐντεῦθεν αἱ τῶν οἰκιῶν ἀνατροπαὶ, καὶ τὰ μυρία κακὰ, καὶ ἄνω καὶ κάτω πάντα γέγονε, καὶ τὴν πηγὴν ἀφέντες τὴν καθαρὰν, ἐπὶ τοῦ βορβόρου τὸν ὀχετὸν τρέχετε. Ὅτι γὰρ βόρβορος τὸ τῆς πόρνης σῶμα, οὐδένα ἕτερον ἐρωτῶ, ἀλλ' αὐτόν σε τὸν ἐγκαλινδούμενον τῷ βορβόρῳ, εἰ μὴ σαυτὸν ἐρυθριᾷς, εἰ μὴ ἀκάθαρτον εἶναι νομίζεις μετὰ τὴν ἁμαρτίαν. ∆ιὸ, παρακαλῶ, φεύγετε τὴν πορνείαν καὶ τὴν ταύτης μητέρα τὴν μέθην· Τί σπείρεις ὅπου θερίσαι οὐκ ἔνι, μᾶλλον δὲ, κἂν θερίσῃς, πολλήν σοι φέρει τὴν αἰσχύνην ὁ καρπός; Κἂν γὰρ τεχθῇ παιδίον, καὶ σὲ ᾔσχυνε, καὶ αὐτὸ ἠδίκηται διὰ σὲ νόθον καὶ δυσγενὲς γενόμενον. Κἂν μυρία αὐτῷ καταλίπῃς χρήματα, ἄτιμος ἐν οἰκίᾳ, ἄτιμος ἐν πόλει, ἄτιμος ἐν δικαστηρίῳ, καὶ ὁ ἐκ πόρνης καὶ ὁ ἐκ δούλης· ἄτιμος δὲ καὶ σὺ πάλιν, καὶ ζῶν καὶ τετελευτηκώς· κἂν γὰρ ἀπέλθῃς, μένει τὰ ὑπομνήματα τῆς ἀσχημοσύνης. Τί τοίνυν ἅπαντα καταισχύνεις; δʹ. Τί σπείρεις ἔνθα ἡ ἄρουρα σπουδάζει διαφθεῖραι τὸν καρπόν; ἔνθα πολλὰ τὰ ἀτόκια; ἔνθα πρὸ τῆς γενέσεως φόνος; καὶ γὰρ καὶ τὴν πόρνην οὐκ ἀφίης μεῖναι πόρνην μόνον, ἀλλὰ καὶ ἀνδροφόνον ποιεῖς. Εἶδες ἀπὸ μέθης πορνείαν, ἀπὸ πορνείας μοιχείαν, ἀπὸ μοιχείας φόνον; μᾶλλον δὲ καὶ φόνου τι χεῖρον· οὐδὲ γὰρ ἔχω πῶς αὐτὸ καλέσω· οὐ γὰρ τεχθέντα ἀναιρεῖ, ἀλλὰ καὶ τεχθῆναι κωλύει. Τί τοίνυν; Καὶ τοῦ Θεοῦ τὴν δωρεὰν ὑβρίζεις, καὶ τοῖς αὐτοῦ μάχῃ νόμοις, καὶ ὅπερ ἐστὶ κατάρα, τοῦτο ὡς εὐλογίαν μεταδιώκεις, καὶ τὸ ταμιεῖον τῆς γενέσεως ταμιεῖον ποιεῖς σφαγῆς, καὶ τὴν πρὸς παιδοποιίαν δοθεῖσαν γυναῖκα πρὸς φόνον παρασκευάζεις; Ἵνα γὰρ ἀεὶ τοῖς ἐρασταῖς εὔχρηστος ᾖ καὶ ποθεινὴ καὶ πλέον ἀργύριον ἕλκῃ, οὐδὲ τοῦτο παραιτεῖται ποιῆσαι, μέγα ἐπὶ τὴν σὴν κεφαλὴν τὸ πῦρ ἐντεῦθεν σωρεύουσα· εἰ γὰρ καὶ ἐκείνης τὸ τόλμημα, ἀλλὰ σὴ ἡ αἰτία γίνεται. Ἐντεῦθεν καὶ εἰδωλολατρεῖαι. Πολλαὶ γὰρ ὥστε ἐπιχαρεῖς γενέσθαι, καὶ ἐπῳδὰς καὶ σπονδὰς καὶ φίλτρα καὶ μυρία ἕτερα μηχανῶνται. Ἀλλ' ὅμως μετὰ τοσαύτην ἀσχημοσύνην, μετὰ φόνους, μετὰ εἰδωλολατρείας, πολλοῖς ἀδιάφορον τὸ πρᾶγμα εἶναι δοκεῖ, πολλοῖς καὶ γυναῖκας ἔχουσιν· ἔνθα καὶ πλείων ὁ φορυτὸς τῶν κακῶν. Καὶ γὰρ φαρμακεῖαι λοιπὸν κινοῦνται, οὐκ ἐπὶ τὴν νηδὺν τὴν πορνευομένην, ἀλλ' ἐπὶ τὴν ἠδικημένην γυναῖκα, καὶ ἐπιβουλαὶ μυρίαι, καὶ δαιμόνων κλήσεις, καὶ νεκυομαντεῖαι, καὶ πόλεμοι καθημερινοὶ, καὶ ἄσπονδοι μάχαι, καὶ σύντροφοι φιλονεικίαι. ∆ιὸ καὶ ὁ Παῦλος εἰπὼν, Μὴ κοίταις καὶ ἀσελγείαις, ἐπήγαγε, Μὴ ἔριδι καὶ ζήλῳ· εἰδὼς τοὺς ἐντεῦθεν πολέμους, τῶν οἰκιῶν τὰς ἀνατροπὰς, τῶν εὐγενῶν παίδων τὰς ἀδικίας, τὰ μυρία κακά. Ἵν' οὖν ταῦτα διαφύγωμεν ἅπαντα, τὸν Χριστὸν ἐνδυσώμεθα, καὶ μετ' αὐτοῦ διηνεκῶς ὦμεν· ἐπεὶ καὶ τοῦτό ἐστιν ἐνδύσασθαι, τὸ μηδέποτε αὐτοῦ ἀπολειφθῆναι, τὸ πάντοθεν αὐτὸν φαίνεσθαι ἐν ἡμῖν διὰ τῆς ἁγιωσύνης ἡμῶν, διὰ τῆς ἐπιεικείας. Οὕτω καὶ ἐπὶ φίλων λέγομεν, Ὁ δεῖνα τὸν δεῖνα ἐνεδύσατο, τὴν πολλὴν ἀγάπην λέγοντες καὶ τὴν ἀδιάλειπτον συνουσίαν· ὁ γὰρ ἐνδυσάμενος, ἐκεῖνο φαίνεται, ὅπερ ἐνδέδυται. Φαινέσθω τοίνυν πάντοθεν ἐν ἡμῖν ὁ Χριστός. Καὶ πῶς φανεῖται; Ἂν τὰ ἐκείνου ποιῇς. Τί δὲ ἐκεῖνος ἐποίησεν; Ὁ Υἱὸς τοῦ ἀνθρώπου, φησὶν, οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. Τοῦτο καὶ σὺ ζήλωσον. Τροφῆς ἀπολαῦσαι ἔδει, καὶ κριθίνοις ἄρτοις ἐκέχρητο· ἀποδημῆσαι ἐχρῆν, καὶ οὐδαμοῦ ἵπποι καὶ ὑποζύγια, ἀλλὰ τοσαῦτα ἐβάδιζεν, ὥστε καὶ κοπιᾶσαι· καθευδῆσαι ἔδει, καὶ ἐπὶ προσ κεφαλαίου ἔκειτο ἐπὶ τῆς πρώρας· κατακλιθῆναι ἐχρῆν, καὶ ἐπὶ χόρτου καταπεσεῖν ἐκέλευσε. Καὶ τὰ ἱμάτια δὲ εὐτελῆ· καὶ πολλαχοῦ μόνος διέτριβεν, οὐδένα ἐπισυρόμενος. Καὶ τὰ ἐν τῷ σταυρῷ δὲ, καὶ τὰ ἐν ταῖς ὕβρεσι, καὶ πάντα ἁπλῶς καταμαθὼν, ζήλωσον· καὶ οὕτως ἐνεδύσω τὸν Χριστὸν, ἂν τῆς σαρκὸς πρόνοιαν μὴ ποιῇς εἰς ἐπιθυμίας· οὐδὲ γὰρ ἡδονὴν τὸ πρᾶγμα ἔχει. Καὶ γὰρ αἱ ἐπιθυμίαι αὗται τίκτουσι πάλιν ἑτέρας δριμυτέρας, καὶ οὐδέποτε λήψῃ κόρον, ἀλλὰ βάσανον ἐργάσῃ σαυτῷ μεγάλην. Ὥσπερ γὰρ ὁ διηνεκῶς ὢν ἐν τῷ διψῇν, κἂν μυρίας ἔχῃ παρακειμένας πηγὰς, οὐδὲν ἐντεῦθεν κερδαίνει, μὴ δυνάμενος τὸ νόσημα σβέσαι· οὕτω καὶ ὁ διηνεκῶς ἐν ἐπιθυμίαις ζῶν. Ἂν δὲ τῆς χρείας ᾖς ἐντὸς, οὐδέποτε τοῦτον δέξῃ τὸν πυρετὸν, ἀλλὰ πάντα ἐκεῖνα οἰχήσεται, καὶ μέθαι καὶ ἀσέλγειαι. Τοσοῦτον τοίνυν ἔσθιε ὅσον λῦσαι λιμὸν, τοιαῦτα ἐνδύου οἷον σκέπεσθαι μόνον, μηδὲ καλλώπιζε ἱματίοις τὴν σάρκα, ἵνα μὴ αὐτὴν ἀπολέσῃς· καὶ γὰρ καὶ μαλακωτέραν αὐτὴν ποιεῖς, καὶ τὴν εὐεξίαν αὐτῆς λυμαίνῃ, τῇ πολλῇ βλακείᾳ διαλύων αὐτήν. Ἵν' οὖν ἔχῃς αὐτὴν ὄχημα καλὸν τῆς ψυχῆς, ἵνα ὁ κυβερνήτης ἀσφαλῶς ἐπὶ τῶν οἰάκων κάθηται, καὶ ὁ στρατιώτης εὐκόλως μεταχειρίζῃ τὰ ὅπλα, εὐάρμοστα πάντα ποίει. Οὐ γὰρ τὸ πολλὰ ἔχειν, ἀλλὰ τὸ ὀλίγων δεῖσθαι, ἀναλώτους ποιεῖ. Ἐκεῖνος μὲν γὰρ, κἂν μὴ ἀδικηθῇ, δέδοικεν· οὗτος δὲ, κἂν ἀδικηθῇ, τῶν οὐκ ἠδικημένων ἄμεινον διακείσεται, καὶ ἐν πλείονι καὶ διὰ τοῦτο ἔσται εὐθυμίᾳ. Μὴ τοίνυν τοῦτο ζητῶμεν, ὅπως μηδεὶς ἐπηρεάσῃ, ἀλλ' ὅπως, κἂν ἐπηρεάζειν βούληται, μὴ δύνηται. Τοῦτο δὲ οὐδαμόθεν ἑτέρωθεν ἔσται, ἀλλ' ἢ ἐκ τοῦ τῆς χρείας ἔχεσθαι, καὶ μὴ πλειόνων ἐπιθυμεῖν. Οὕτω γὰρ καὶ ἐνταῦθα τρυφῆσαι δυνησόμεθα, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΚΕʹ.

Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. Ὃς μὲν πιστεύει φαγεῖν πάντα· ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει.

αʹ. Οἶδα, ὅτι πολλοῖς ἄπορον τὸ εἰρημένον. ∆ιὸ πρότερον ἀναγκαῖον εἰπεῖν τοῦ χωρίου τούτου παντὸς τὴν ὑπόθεσιν, καὶ τί βουλόμενος διορθῶσαι, ταῦτα γράφει. Τί τοίνυν βούλεται διορθοῦν; Ἦσαν πολλοὶ τῶν ἐξ Ἰουδαίων πεπιστευκότων, οἳ τῇ τοῦ νόμου κατεχόμενοι συνειδήσει καὶ μετὰ τὴν πίστιν τῶν βρωμάτων ἐφύλαττον ἔτι τὴν παρατήρησιν, οὔπω θαῤῥοῦντες τέλεον ἀποστῆναι τοῦ νόμου. Εἶτα, ὥστε μὴ γενέσθαι εὐφώρατοι, τῶν χοιρείων ἀπεχόμενοι μόνον, πάντων ἑξῆς ἀπείχοντο τῶν κρεῶν, καὶ λάχανα ἤσθιον μόνον, ἵνα νηστεία μᾶλλον εἶναι δοκῇ τὸ γινόμενον, ἀλλὰ μὴ νόμου παρατήρησις. Ἕτεροι πάλιν ἦσαν τελειότεροι, οὐδὲ ἓν τοιοῦτον παρατηροῦντες, οἳ τούτοις τοῖς παρατηροῦσι φορτικοὶ καὶ ἐπαχθεῖς ἐγίνοντο, ὀνειδίζοντες, ἐγκαλοῦντες, εἰς ἀθυμίαν ἐμβάλλοντες. ∆εδοικὼς τοίνυν ὁ μακάριος Παῦλος μὴ μικρὸν κατορθῶσαι βουλόμενοι, τὸ πᾶν ἀνατρέψωσι, καὶ θέλοντες εἰς τὴν τῶν βρωμάτων αὐτοὺς ἀδιαφορίαν ἀγαγεῖν, καὶ τῆς πίστεως αὐτοὺς ἐκπεσεῖν παρασκευάσωσι, καὶ πρὸ τοῦ καιροῦ τοῦ προσήκοντος τὸ πᾶν ἐπανορθῶσαι σπεύδοντες, περὶ τὰ καίρια ζημίαν ἐργάσωνται, ἀπὸ τῆς εἰς Χριστὸν ὁμολογίας αὐτοὺς παρασαλεύοντες τῷ συνεχῶς ἐπιτιμᾷν, καὶ ἐν ἑκατέροις μείνωσιν ἀδιόρθωτοι· ὅρα πόσῃ κέχρηται συνέσει, καὶ πῶς ἑκατέρων ἐπιμελεῖται τῶν μερῶν μετὰ τῆς συνήθους αὐτῷ σοφίας. Οὔτε γὰρ ὅτι Κακῶς ποιεῖτε, τολμᾷ τοῖς ἐπιτιμῶσιν εἰπεῖν, ἵνα μὴ ἐκείνους βεβαιώσῃ ἐν τῇ παρατηρήσει, οὔτε πάλιν, ὅτι Καλῶς, ἵνα μὴ σφοδροτέρους κατηγόρους ἐργάζηται, ἀλλὰ συμμεμετρημένην ποιεῖται τὴν ἐπιτίμησιν· καὶ δοκεῖ μὲν τοῖς ἰσχυροτέροις ἐπιτιμᾷν, τὸ δὲ πᾶν εἰς ἐκείνους κενοῖ ἐν τῷ πρὸς τούτους λόγῳ. Αὕτη γὰρ μάλιστα ἡ διόρθωσις ἀνεπαχθεστέρα, ὅταν πρὸς ἄλλον τις τρέψας τὸν λόγον, ἕτερον πλήττῃ. Οὔτε γὰρ εἰς θυμὸν ἀφίησιν ἐξενεχθῆναι τὸν ἐπιτιμώμενον, καὶ λανθανόντως τὸ τῆς διορθώσεως ἐνίησι φάρμακον. Ὅρα τοίνυν πῶς αὐτὸ ποιεῖ συνετῶς, καὶ πῶς εὐκαίρως. Εἰπὼν γὰρ, Τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας, τότε εἰς τὸν περὶ τούτων ἐκβαίνει λόγον, ἵνα μὴ δόξῃ ὑπὲρ ἐκείνων λέγειν τῶν ἐπιτιμώντων καὶ κελευόντων ἐσθίειν ἅπαντα. Τὸ γὰρ ἠσθενηκὸς μέρος ἀεὶ πλείονος δεῖται τῆς προνοίας. ∆ιὸ καὶ πρὸς τὸν ἰσχυρὸν εὐθέως ἀποτείνεται, λέγων οὕτω· Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει. Εἶδες πληγὴν εὐθέως μίαν ἐκείνῳ δοθεῖσαν; Εἰπὼν γὰρ Τὸν ἀσθενοῦντα, ἔδειξεν αὐτὸν ἄῤῥωστον. Εἶτα δευτέραν προστίθησι λέγων, Προσλαμβάνεσθε. ∆είκνυσι γὰρ πάλιν πολλῆς δεόμενον ἐπιμελείας, ὅπερ σημεῖον ἐσχάτης ἀῤῥωστίας ἐστί. Μὴ εἰς διακρίσεις λογισμῶν. Ἰδοὺ καὶ τρίτην ἐπέθηκε πληγήν. Ἐντεῦθεν γὰρ δηλοῖ τοιοῦτον αὐτοῦ τὸ ἁμάρτημα ὂν, ὡς καὶ τοὺς τὰ αὐτὰ αὐτῷ οὐ πλημμελοῦντας, κοινωνοῦντας δὲ ὅμως αὐτῷ τῆς φιλίας, καὶ ἀντεχομένους αὐτοῦ τῆς θεραπείας διακρίνεσθαι. Εἶδες πῶς δοκεῖ μὲν τούτοις διαλέγεσθαι, ἐκείνοις δὲ ἐπιτιμᾷ λανθανόντως καὶ ἀνεπαχθῶς; Εἶτα τιθεὶς ἀμφοτέρους παράλληλα, τὸν μὲν μετ' ἐγκωμίων, τὸν δὲ μετ' ἐγκλημάτων τίθησιν· ἐπάγει γὰρ λέγων· Ὃς μὲν πιστεύει φαγεῖν πάντα, ἀνακηρύττων αὐτὸν ἀπὸ τῆς πίστεως· ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει, καὶ τοῦτον πάλιν κακίζων ἀπὸ τῆς ἀσθενείας. Εἶτα, ἐπειδὴ καιρίαν ἔδωκε τὴν πληγὴν, παραμυθεῖται πάλιν αὐτὸν, οὕτω λέγων· Ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω. Οὐκ εἶπεν, Ἐάτω, οὐκ εἶπε, Μὴ ἐγκαλείτω, οὐκ εἶπε, Μὴ διορθούσθω, ἀλλὰ, Μὴ ὀνειδιζέτω, μὴ διαπτυέτω, δεικνὺς ὅτι πρᾶγμα πολλοῦ γέλωτος ἄξιον ἐποίουν. Ἐπὶ δὲ τούτου οὐχ οὕτως, ἀλλὰ πῶς; Ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω. Ὥσπερ γὰρ οἱ τελειότεροι τούτους ἐξευτέλιζον ὡς ὀλιγοπίστους καὶ ὑπούλους καὶ νόθους· καὶ ἰουδαΐζοντας ἔτι, οὕτως ἐκεῖνοι τούτους ἔκρινον ὡς παρανομοῦντας ἢ ὅλως λαιμαργίᾳ προσέχοντας· ὧν πολλοὺς καὶ ἐξ ἐθνῶν εἰκὸς εἶναι. ∆ιὸ καὶ ἐπήγαγεν· Ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο. Ἐπ' ἐκείνῳ δὲ οὐκ εἶπε τοῦτο· καίτοι τὸ μὲν ἐξουθενεῖσθαι τοῦ ἐσθίοντος ἦν ὡς λαιμάργου, τὸ δὲ κρίνεσθαι τοῦ μὴ ἐσθίοντος ὡς ὀλιγοπίστου. Ἀλλ' ἀντήλλαξεν αὐτὰ, δεικνὺς ὅτι οὐ μόνον τοῦ ἐξουθενεῖσθαι οὐκ ἔστιν ἄξιος, ἀλλὰ καὶ ἐξουθενεῖν δύναται. Ἀλλὰ καὶ ἐγὼ κατακρίνω, φησίν; Οὐδαμῶς· διὰ γὰρ τοῦτο ἐπήγαγεν, ὅτι Ὁ Θεὸς αὐτὸν προσελάβετο. Τί τοίνυν περὶ νόμου αὐτῷ διαλέγῃ ὡς παραβαίνοντι; Ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο· τουτέστι, τὴν ἄφατον αὐτοῦ περὶ αὐτὸν ἐπεδείξατο χάριν, καὶ πάντων ἀπήλλαξεν ἐγκλημάτων. Εἶτα πάλιν πρὸς τὸν ἰσχυρὸν, Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; Ὅθεν δῆλον, ὅτι καὶ ἐκεῖνοι ἔκρινον, οὐ μόνον ἐξουθένουν. Τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει.

βʹ. Ἰδοὺ πάλιν ἄλλη πληγή. Καὶ δοκεῖ μὲν ἡ ἀγανάκτησις εἶναι πρὸς τὸν ἰσχυρὸν, καθάπτεται δὲ ἐκείνου. Ὅταν εἴπῃ, Σταθήσεται δὲ, δείκνυσιν ἔτι σαλευόμενον, καὶ πολλῆς δεόμενον τῆς προσοχῆς, καὶ τοσαύτης τῆς ἐπιμελείας, ὡς καὶ τὸν Θεὸν καλεῖν εἰς ταῦτα ἰατρόν· ∆υνατὸς γὰρ, φησὶν, ὁ Θεὸς στῆσαι αὐτόν. Ὅπερ ἐπὶ τῶν σφόδρα ἀπεγνωσμένων λέγομεν. Εἶτα, ἵνα μὴ ἀπογνῷ, καὶ ἀσθενοῦντα αὐτὸν οἰκέτην καλεῖ, λέγων· Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; Καὶ ἐνταῦθα δὲ πάλιν λανθανόντως αὐτοῦ καθάπτεται. Οὐ γὰρ ἐπειδὴ ἄξια τοῦ μὴ κρίνεσθαι ποιεῖ, διὰ τοῦτο κελεύω μὴ κρῖναι, ἀλλ' ἐπειδὴ ἀλλότριός ἐστιν οἰκέτης, τουτέστιν, οὐ σὸς, ἀλλὰ τοῦ Θεοῦ. Εἶτα παραμυθούμενος αὐτὸν πάλιν, οὐκ εἶπεν, ὅτι Πίπτει, ἀλλὰ τί; Στήκει ἢ πίπτει. Ἄν τε δὲ τοῦτο, ἄν τε ἐκεῖνο ἦ, τῷ ∆εσπότῃ διαφέρει ταῦτα ἀμφότερα· καὶ γὰρ ἡ ζημία ἐκεῖ τείνει, πεσόντος, ὥσπερ οὖν καὶ ὁ πλοῦ τος, ἑστῶτος. Ταῦτα δὲ, εἰ μὴ τὸν σκοπὸν πάλιν κατίδωμεν τοῦ Παύλου, βουλομένου μὴ πρὸ καιροῦ τοῦ προσήκοντος ἐπιτιμᾶσθαι αὐτοὺς, σφόδρα ἀνάξια τῆς Χριστιανοῖς πρεπούσης κηδεμονίας ἐστίν. Ἀλλ' ὅπερ ἀεὶ λέγω, τὴν γνώμην ἐξετάζειν δεῖ, μεθ' ἧς λέγεται, καὶ τὴν ὑπόθεσιν, περὶ ἧς λέγεται, καὶ τί σπουδάζων κατορθῶσαι λέγει. Οὐχ ὡς ἔτυχε δὲ ἐνέτρεψε, τοῦτο εἰπών. Εἰ γὰρ ὁ Θεὸς, φησὶν, ὁ τὴν ζημίαν ὑπομένων, οὐδὲν ποιεῖ τέως, πῶς οὐκ ἂν εἴης ἄκαιρος σὺ καὶ πέρα τοῦ μέτρου περίεργος, ἄγχων αὐτὸν καὶ ἐνοχλῶν; Ὃς μὲν κρίνει ἡμέραν παρ' ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν. Ἐνταῦθα δέ μοι δοκεῖ ἠρέμα καὶ περὶ νηστείας αἰνίττεσθαι. Καὶ γὰρ εἰκὸς τῶν νηστευόντων τινὰς τοὺς μὴ νηστεύοντας κρίνειν διηνεκῶς· ἢ καὶ ἐν ταῖς παρατηρήσεσιν εἰκὸς εἶναί τινας τοὺς ῥητὰς ἡμέρας ἀπεχομένους, καὶ ῥητὰς ἐχομένους· διὸ καὶ ἔλεγεν, Ἕκαστος τῷ ἰδίῳ νοῒ πληροφορείσθω. Οὕτω γὰρ καὶ τῶν παρατηρούντων τὸν φόβον ἐξέλυεν, ἀδιάφορον τὸ πρᾶγμα εἶναι λέγων, καὶ τῶν ἐπιτιθεμένων αὐτοῖς σφοδρῶς τὴν φιλονεικίαν ἀνῄρει, δεικνὺς ὅτι καὶ οὐ σφόδρα περισπούδαστον περὶ τούτων ἐνοχλεῖν συνεχῶς. Οὐ σφόδρα δὲ περισπούδαστον, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὸν καιρὸν, καὶ διὰ τὸ νεήλυδας εἶναι ἐν τῇ πίστει. Ἐπεὶ Κολοσσαεῦσι γράφων, μετὰ πολλῆς ἀπαγορεύει τοῦτο τῆς σπουδῆς, λέγων· Βλέπετε, μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου, καὶ οὐ κατὰ Χριστόν· καὶ πάλιν, Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει, ἢ ἐν πόσει· καὶ, Μηδεὶς ὑμᾶς καταβραβευέτω. Καὶ Γαλάταις δὲ ἐπιστέλλων, μετὰ πολλῆς ἀκριβείας ἀπαιτεῖ παρ' αὐτῶν τὴν ἐν τοῖς τοιούτοις φιλοσοφίαν καὶ τελειότητα. Ἐνταῦθα δὲ οὐ κέχρηται τούτῳ τῷ τόνῳ, διὰ τὸ νεόφυτον εἶναι παρ' αὐτοῖς τὴν πίστιν. Μὴ τοίνυν εἰς πάντα ἕλκωμεν τὸ, Ἕκαστος τῷ ἰδίῳ νοῒ πληροφορείσθω. Ὅταν γὰρ περὶ δογμάτων ὁ λόγος ᾖ, ἄκουσον τί φησιν· Εἴ τις ὑμῖν εὐαγγελίζεται παρ' ὃ παρελάβετε, κἂν ἄγγελος ᾖ, ἀνάθεμα ἔστω· καὶ πάλιν, Φοβοῦμαι δὲ, μή πως ὡς ὄφις Εὔαν ἠπάτησεν, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν. Καὶ Φιλιππησίοις δὲ ἐπιστέλλων ἔλεγε· Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν. Παρὰ δὲ Ῥωμαίοις ἐπειδὴ οὐκ ἦν τέως καιρὸς τὰ τοιαῦτα διορθοῦν, Ἕκαστος, φησὶν, ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω. Καὶ γὰρ περὶ νηστείας ὁ λόγος ἦν, καὶ τὴν ἐκείνων τοίνυν ἀλαζονείαν καθαιρῶν, καὶ τούτων ἐκλύων τὸν φόβον, ταῦτα ἔλεγεν. Ὁ φρονῶν τὴν ἡμέραν, Κυρίῳ φρονεῖ· καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν, Κυρίῳ οὐ φρονεῖ. Καὶ ὁ ἐσθίων, Κυρίῳ ἐσθίει· εὐχαριστεῖ γὰρ τῷ Θεῷ· καὶ ὁ μὴ ἐσθίων, Κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ Θεῷ. Ἔτι τῶν αὐτῶν ἔχεται. Ὃ δὲ λέγει, τοιοῦτόνἐστιν· Οὐ περὶ τὰ καίρια τὸ πρᾶγμά ἐστι· τὸ γὰρ ζητούμενον, εἰ διὰ τὸν Θεὸν καὶ οὗτος κἀκεῖνος ἐργάζεται, εἰ ἀμφότεροι εἰς εὐχαριστίαν τελευτῶσι. Καὶ γὰρ καὶ ἐκεῖνος καὶ οὗτος εὐχαριστοῦσι τῷ Θεῷ. Εἰ τοίνυν ἀμφότεροι εὐχαριστοῦσιν, οὐ πολὺ τὸ μέσον. Σὺ δέ μοι σκόπει πῶς καὶ ἐνταῦθα πλήττει λανθανόντως τὸν ἰουδαΐζοντα. Εἰ γὰρ τὸ ζητούμενον τοῦτό ἐστι τὸ εὐχαριστεῖν, εὔδηλον ὅτι ὁ ἐσθίων οὗτός ἐστιν ὁ εὐχαριστῶν, οὐχ ὁ μὴ ἐσθίων. Πῶς γὰρ, ἔτι τοῦ νόμου ἐχόμενος; Ὅπερ οὖν καὶ πρὸς Γαλάτας ἔλεγεν· Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε. Ἀλλ' ἐνταῦθα αἰνίττεται μὲν αὐτὸ, οὐκ ἀνακαλύπτει δὲ αὐτὸ οὕτως· οὔπω γὰρ ἦν καιρός· ἀλλὰ τέως διαβαστάζει, καὶ διὰ τῶν ἑξῆς αὐτὸ παρανοίγει μᾶλλον. Εἰπὼν γάρ· Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνήσκει· ἐάν τε γὰρ ζῶμεν, τῷ Κυρίῳ ζῶμεν· ἐάν τε ἀποθνήσκωμεν, τῷ Κυρίῳ ἀποθνήσκομεν· σαφέστερον καὶ διὰ τούτων αὐτὸ παρεδήλωσεν. Ὁ γὰρ τῷ νόμῳ ζῶν, πῶς δύναται τῷ Χριστῷ ζῇν; Οὐ τοῦτο δὲ μόνον διὰ τούτων κατασκευάζει, ἀλλὰ καὶ τὸν ἐπειγόμενον εἰς τὴν ἐκείνων διόρθωσιν κατέχει, καὶ πείθει μακροθυμεῖν, δεικνὺς ὅτι ἀμήχανον τὸν Θεὸν καταφρονῆσαι αὐτῶν, ἀλλὰ τῷ προσήκοντι καιρῷ διορθώσεται.

γʹ. Τί οὖν ἐστιν, Οὐδεὶς ἡμῶν ἑαυτῷ ζῇ; Οὐκ ἐσμὲν ἐλεύθεροι, ∆εσπότην ἔχομεν τὸν καὶ ζῇν ἡμᾶς βουλόμενον, καὶ ἀποθανεῖν οὐ θέλοντα, καὶ ᾧ ταῦτα ἀμφότερα μᾶλλον ἡμῶν διαφέρει. ∆ιὰ γὰρ τούτων δείκνυσιν, ὅτι πλέον ἡμῶν αὐτὸς ἡμῶν κήδεται καὶ μᾶλλον ἡμῶν, καὶ πλοῦτον τὴν ἡμετέραν ζωὴν ἡγεῖται, καὶ ζημίαν τὸν θάνατον. Οὐ γὰρ ἑαυτοῖς ἀποθνήσκομεν μόνον, ἀλλὰ καὶ τῷ ∆εσπότῃ, ἂν ἄρα ἀποθάνωμεν. Θάνατον δὲ ἐνταῦθα τὸν ἐκ τῆς πίστεως λέγει. Ἱκανὸν μὲν οὖν καὶ τοῦτο πεῖσαι, ὅτι φροντίζει ἡμῶν, ὅτι αὐτῷ ζῶμεν, καὶ αὐτῷ ἀποθνήσκομεν. Πλὴν οὐκ ἀρκεῖται τούτῳ, ἀλλὰ καὶ ἕτερον ἐπάγει, εἰπών· Ἐάν τε οὖν ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, τοῦ Κυρίου ἐσμέν. Καὶ ἀπ' ἐκείνου τοῦ θανάτου ἐπὶ τὸν φυσικὸν μεταβὰς, ἵνα μὴ δόξῃ τραχύνειν τὸν λόγον, ἕτερον σημεῖον ποιεῖται τῆς αὐτοῦ προνοίας μέγιστον. Ποῖον δὴ τοῦτο; Εἰς τοῦτο γὰρ, φησὶ, Χριστὸς καὶ ἀπέθανε καὶ ἀνέστη καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Ὥστε καὶ τοῦτό σε πειθέτω, ὅτι ἀεὶ φροντίζει τῆς σωτηρίας ἡμῶν καὶ διορθώσεως. Εἰ γὰρ μὴ τοσαύτην ἡμῶν ἐποιεῖτο πρόνοιαν, τίς χρεία τῆς οἰκονομίας ἦν; Ὁ τοίνυν τοσαύτην σπουδὴν θέμενος ὑπὲρ τοῦ, αὐτοῦ γενέσθαι ἡμᾶς, ὡς καὶ δούλου μορφὴν λαβεῖν καὶ ἀποθανεῖν, οὗτος μετὰ τὸ γενέσθαι καταφρονήσει; Οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· οὐδ' ἂν ἕλοιτο τοσαύτην προέσθαι πραγματείαν· Εἰς τοῦτο γὰρ, φησὶ, καὶ ἀπέθανεν· ὡς ἂν εἴποι τις, Ὁ δεῖνα οὐκ ἂν ἀνάσχοιτο καταφρονῆσαι τοῦ δούλου· τοῦ γὰρ οἰκείου κήδεται βαλαντίου. Καὶ γὰρ οὐχ οὕτως ἡμεῖς χρημάτων ἐρῶμεν, ὡς αὐτὸς τῆς σωτηρίας τῆς ἡμετέρας. Οὐκοῦν οὐ χρήματα, ἀλλὰ τὸ αἷμα τὸ ἑαυτοῦ ὑπὲρ ἡμῶν κατέβαλε· καὶ διὰ τοῦτο οὐκ ἂν ἀνάσχοιτο προέσθαι τούτους, ὑπὲρ ὧν τοσαύτην τιμὴν κατέθηκεν. Ὅρα δὲ καὶ τὴν δύναμιν αὐτοῦ, πῶς δείκνυσιν ἄφατον οὖσαν. Εἰς τοῦτο γὰρ, φησὶν, ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ· καὶ ἀνωτέρω, Ἐάν τε γὰρ ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, αὐτοῦ ἐσμεν. Εἶδες δεσποτείαν ἐπιτεταμένην; εἶδες ἰσχὺν ἄμαχον; εἶδες πρόνοιαν ἠκριβωμένην; Μὴ γάρ μοι τοὺς ζῶντας εἴπῃς, φησί· καὶ τῶν ἀπελθόντων προνοεῖται. Εἰ δὲ τῶν ἀπελθόντων, εὔδηλον ὅτι καὶ τῶν ζώντων· οὐδὲν γὰρ ὑπὲρ τῆς δεσποτείας ταύτης παρέλιπε, πλείονα ἀνθρώπων καὶ δικαιώματα ἑαυτῷ κατασκευάζων, καὶ χωρὶς τῶν ἄλλων ἁπάντων εἰς τὸ προνοεῖν ἡμῶν Ἄνθρωπος μὲν γὰρ ἀργύριον καταβάλλει, καὶ διὰ τοῦτο σφόδρα ἀντέχεται τοῦ ἰδίου δούλου· αὐτὸς δὲ θάνατον κατέβαλε, καὶ οὐκ ἂν τὸν τοσαύτης τιμῆς ἀγορασθέντα, καὶ οὗ τὴν δεσποτείαν μετὰ τοσαύτης ἐκτήσατο σπουδῆς καὶ πραγματείας, τούτου τὴν σωτηρίαν ἐν οὐδενὶ λογιεῖται. Ταῦτα δὲ λέγει, ἐντρέπων τὸν ἰουδαΐζοντα, καὶ πείθων ἀναμνησθῆναι τοῦ μεγέθους τῆς εὐεργεσίας, καὶ ὅτι νεκρὸς ὢν ἔζησε, καὶ ὅτι οὐδὲν ἐκέρδανε παρὰ τοῦ νόμου, καὶ ὅτι ἐσχάτης ἀγνωμοσύνης ἂν εἴη, τὸν τοσαῦτα ἐπιδειξάμενον ὑπὲρ αὐτοῦ καταλιπόντα, ἐπὶ τὸν νόμον παλινδρομεῖν. Ἱκανῶς τοίνυν αὐτοῦ καθαψάμενος, πάλιν ἀνίησι λέγων· Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; Καὶ δοκεῖ μὲν ὡς ἰσάζοντα αὐτὰ τιθέναι, πολλὴν δὲ ἐκ τῶν εἰρημένων δείκνυσι τὴν διαφορὰν οὖσαν. Καὶ πρῶτον μὲν τῇ προσηγορίᾳ τοῦ ἀδελφοῦ καταλύει τὴν φιλονεικίαν, ἔπειτα δὲ καὶ τῷ τῆς ἡμέρας ἐκείνης ἀναμνῆσαι τῆς φοβερᾶς· εἰπὼν γὰρ, Τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; ἐπήγαγε, Πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ. Καὶ δοκεῖ μὲν πάλιν ἐπιτιμᾷν τῷ τελειοτέρῳ ταῦτα λέγων, κατασείει δὲ τοῦ ἰουδαΐζοντος τὴν διάνοιαν, οὐκ ἀπὸ τῆς εὐεργεσίας τῆς γενομένης ἐντρέπων αὐτὸν μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς μελλούσης κολάσεως φοβῶν· Πάντες γὰρ, φησὶ, παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ. Γέγραπται γάρ· Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ. Ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον ἀποδώσει τῷ Θεῷ. Εἶδες πῶς πάλιν κατασείει αὐτοῦ τὴν διάνοιαν δοκῶν ἐπιπλήττειν θατέρῳ; Τοιοῦτον γάρ τι αἰνίττεται, οἷον ἂν εἰ ἔλεγε, Τί σοι μέλει; μὴ γὰρ σὺ μέλλεις ὑπὲρ αὐτοῦ κολάζεσθαι; Ἀλλ' οὕτω μὲν οὐκ εἶπε· τοῦτο δὲ ᾐνίξατο, πραότερον αὐτὸ θεὶς, καὶ εἰπὼν, Πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ. Ἄρα οὖν ἕκαστος ἡμῶν ὑπὲρ ἑαυτοῦ λόγον ἀποδώσει τῷ Θεῷ. Καὶ τὸν προφήτην εἰσήγαγε τὴν ἁπάντων αὐτῷ μαρτυροῦντα ὑποταγὴν, καὶ ὑποταγὴν ἐπιτεταμένην καὶ τῶν ἐν τῇ Παλαιᾷ ἀνθρώπων, καὶ πάντων ἁπλῶς. Οὐ γὰρ ἁπλῶς εἶπε, Προσκυνήσει ἕκαστος, ἀλλὰ καὶ Ἐξομολογήσεται, τουτέστιν, εὐθύνας δώσει τῶν πεπραγμένων.

δʹ. Ἔσο τοίνυν ἐναγώνιος, τὸν κοινὸν ∆εσπότην ὁρῶν ἐπὶ τοῦ βήματος καθήμενον, καὶ μὴ σχίζε καὶ μέριζε τὴν Ἐκκλησίαν, τῆς χάριτος ἀποῤῥηγνύμενος, καὶ τῷ νόμῳ προστρέχων· καὶ γὰρ καὶ ὁ νόμος αὐτοῦ. Καὶ τί λέγω, ὁ νόμος; Καὶ οἱ ἐν τῷ νόμῳ, καὶ οἱ πρὸ τοῦ νόμου. Καὶ οὐχ ὁ νόμος σε ἀπαιτήσει εὐθύνας, ἀλλ' ὁ Χριστὸς καὶ σὲ καὶ πᾶσαν τὴν ἀνθρωπίνην φύσιν. Εἶδες πῶς ἐξέλυσε τοῦ νόμου τὸν φόβον; Εἶτα, ἵνα μὴ δόξῃ ὡς ἐπίτηδες φοβῶν αὐτὸν λέγειν ταῦτα, ἀλλ' ὡς ἐκ τῆς προκειμένης ἀκολουθίας ἐπὶ τοῦτο ἐληλυθέναι, πάλιν ἔχεται τῆς αὐτῆς ὑποθέσεως, λέγων· Μηκέτι οὖν ἀλλήλους κρίνωμεν, ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον. Ταῦτα δὲ οὐκ ἐκείνου μᾶλλόν ἐστιν ἢ τούτου· διὸ ἀμφοτέροις ἁρμόζειν δύναται, καὶ τῷ τελείῳ σκανδαλιζομένῳ ἐπὶ τῇ τῶν βρωμάτων παρατηρήσει, καὶ τῷ ἀτελεῖ προσκόπτοντι ἐπὶ τῇ σφοδρᾷ ἐπιπλήξει. Σὺ δέ μοι σκόπει πόσην δώσομεν τιμωρίαν οἱ σκανδαλίζοντες ἁπλῶς. Εἰ γὰρ, ἔνθα παράνομον ἦν τὸ γινόμενον, διὰ τὸ ἀκαίρως ἐπιτιμᾷν, ἐκώλυσε τοῦτο γίνεσθαι, ὥστε μὴ σκανδαλισθῆναι καὶ προσκόψαι τὸν ἀδελφόν· ὅταν μηδὲ διορθοῦντές τι σκανδαλίζωμεν, τίνος ἐσόμεθα ἄξιοι; Εἰ γὰρ τὸ μὴ σῶσαι, ἔγκλημα (καὶ δείκνυσιν ὁ τὸ τάλαντον κατορύξας)· τὸ καὶ σκανδαλίσαι, τί οὐκ ἂν ἐργάσηται; Τί οὖν, εἰ οἴκοθεν σκανδαλίζεται, φησὶν, ἀσθενὴς ὤν; ∆ι' αὐτὸ μὲν οὖν τοῦτο ἂν εἴης δίκαιος πάντα ὑπομένειν. Εἰ γὰρ ἰσχυρὸς ἦν, οὐδὲ ἐδεῖτο τοσαύτης ἐπιμελείας αὐτός· νυνὶ δὲ ἐπειδὴ ἀσθενέστερός ἐστι, διὰ τοῦτο καὶ πολλῆς χρῄζει τῆς σπουδῆς. Παρέχωμεν τοίνυν αὐτῷ ταύτην, καὶ πανταχόθεν αὐτὸν διαβαστάζωμεν. Οὐδὲ γὰρ οἰκείων κακῶν ὑφέξομεν λόγον μόνον, ἀλλὰ καὶ ὑπὲρ ὧν ἑτέρους σκανδαλίζομεν. Εἰ δὲ ἐκεῖναι καὶ καθ' ἑαυτὰς χαλεπαὶ αἱ εὐθῦναι, ὅταν καὶ αὗται προστεθῶσι, πότε σωθησόμεθα; Μὴ γὰρ δὴ νομίσωμεν, εἰ κοινωνοὺς εὕροιμεν τῶν ἁμαρτημάτων, ἀπολογίαν ἕξειν· τοῦτο γὰρ ἡμῖν καὶ προσθήκη γίνεται τιμωρίας· ἐπεὶ καὶ ὁ ὄφις μᾶλλον ἐκολάσθη τῆς γυναικὸς, ὥσπερ οὖν καὶ ἡ γυνὴ τοῦ ἀνδρὸς, καὶ τοῦ Ἀχαὰβ δὲ τὸν ἀμπελῶνα ἁρπάσαντος ἡ Ἰεζάβελ χαλεπωτέραν ἔδωκε δίκην· αὕτη γὰρ ἡ τὸ πρᾶγμα ὑφάνασα ἅπαν ἦν, καὶ σκανδαλίσασα τὸν βασιλέα. Καὶ σὺ τοίνυν ὅταν ἑτέροις ἀπωλείας αἴτιος γένῃ, χαλεπώτερα πείσῃ τῶν ὑποσκελισθέντων διὰ σοῦ. Οὐδὲ γὰρ οὕτω τὸ ἁμαρτεῖν, ὡς τὸ καὶ ἑτέρους εἰς τοῦτο ἐναγαγεῖν ἀπόλλυσι· διό φησιν, Οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράττουσιν. Ὥστε ὅταν ἴδωμέν τινας ἁμαρτάνοντας, μὴ μόνον μὴ ὠθῶμεν, ἀλλὰ καὶ ἀνέλκωμεν ἐκ τοῦ βαράθρου τῆς πονηρίας, ἵνα μὴ τῆς ἑτέρων ἀπωλείας αὐτοὶ τὴν δίκην ὑπόσχωμεν, καὶ μνημονεύωμεν διηνεκῶς τοῦ βήματος τοῦ φοβεροῦ, τοῦ ποταμοῦ τοῦ πυρὸς, τῶν δεσμῶν τῶν ἀλύτων, τοῦ σκότους τοῦ ἀφεγγοῦς, τοῦ βρυγμοῦ τῶν ὀδόντων, τοῦ σκώληκος τοῦ ἰοβόλου. Ἀλλὰ φιλάνθρωπός ἐστιν ὁ Θεὸς, φησίν. Οὐκοῦν ῥήματα ταῦτά ἐστι, καὶ οὔτε ὁ πλούσιος ἐκεῖνος κολάζεται ὁ τὸν Λάζαρον ὑπεριδών; οὐχ αἱ μωραὶ παρθένοι τοῦ νυμφῶνος ἐκβάλλονται; οὐχ οἱ μὴ θρέψαντες αὐτὸν εἰς τὸ πῦρ ἀπέρχονται τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ; οὐχ ὁ τὰ ῥυπαρὰ ἐνδεδυμένος ἱμάτια, χεῖρας καὶ πόδας δεθεὶς ἀπολεῖται; οὐχ ὁ τὰ ἑκατὸν δηνάρια ἀπαιτήσας παραδίδοται τοῖς βασανισταῖς; οὐ τὸ περὶ τῶν μοιχῶν εἰρημένον ἀληθὲς, ὅτι Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται; ἀλλ' ἀπειλαὶ ταῦτα μόνον; Ναὶ, φησί. Καὶ πόθεν, εἰπέ μοι, πρᾶγμα τοσοῦτον τολμᾷς ἀποφήνασθαι, καὶ ταῦτα οἴκοθεν φέρων τὴν ψῆφον; Ἐγὼ γὰρ καὶ ἀφ' ὧν εἴρηκεν ὁ Χριστὸς καὶ ἀφ' ὧν πεποίηκε, τοὐναντίον ἀποδεῖξαι δυνήσομαι. Εἰ γὰρ ἀπὸ τῶν μελλόντων κολάσεων οὐ πιστεύεις, κἂν ἀπὸ τῶν ἤδη γεγενημένων πίστευε· οὐ γὰρ δὴ τὰ γεγενημένα καὶ εἰς ἔργον ἐξελθόντα ἀπειλαὶ καὶ ῥήματα. Τίς οὖν τὴν οἰκουμένην ἐπέκλυσεν ἅπασαν ἐπὶ τοῦ Νῶε, καὶ τὸ χαλεπὸν ἐκεῖνο ναυάγιον εἰργάσατο, καὶ τὴν τοῦ γένους ἡμῶν πανωλεθρίαν παντός; τίς μετὰ ταῦτα τοὺς κεραυνοὺς ἐκείνους καὶ τοὺς πρηστῆρας ἀφῆκεν ἐπὶ τὴν Σοδόμων γῆν; τίς τὴν Αἴγυπτον ἅπασαν κατεπόντισε; τίς τὰς ἑξακοσίας χιλιάδας ἐπὶ τῆς ἐρήμου κατανάλωσε; τίς τὴν συναγωγὴν Ἀβειρὼν κατέφλεξε; τίς τοῖς περὶ Κορὲ καὶ ∆αθὰν ἀνοῖξαι τῇ γῇ τὸ στόμα καὶ καταπιεῖν ἐκέλευσε; τίς τὰς ἑβδομήκοντα χιλιάδας ἐν μιᾷ καιροῦ ῥοπῇ κατήνεγκεν ἐπὶ τοῦ ∆αυΐδ; Εἴπω καὶ τοὺς κατ' ἰδίαν κολασθέντας; τὸν διηνεκεῖ παραδοθέντα τιμωρίᾳ Κάϊν; τὸν καταλευσθέντα μετὰ τοῦ γένους παντὸς Χαρμήν; τὸν ὑπὲρ συλλογῆς ξύλων τὸ αὐτὸ τοῦτο παθόντα ἐν σαββάτῳ; τοὺς τεσσαράκοντα παῖδας καὶ δύο ἐπὶ Ἐλισσαίου, τοὺς ὑπὸ τῶν θηρίων ἐκείνων δαπανηθέντας, καὶ μηδὲ ἀπὸ τῆς ἡλικίας τυχόντας συγγνώμης; εʹ. Εἰ δὲ καὶ μετὰ τὴν χάριν τὰ αὐτὰ ταῦτα ἰδεῖν ἐθέλεις, ἐννόησον πόσα ἔπαθον οἱ Ἰουδαῖοι, πῶς τὰ ἴδια τέκνα κατέφαγον αἱ γυναῖκες, αἱ μὲν ὀπτῶσαι, αἱ δὲ ἄλλως δαπανῶσαι· πῶς λιμῷ παραδοθέντες ἀνηκέστῳ καὶ πολέμοις ποικίλοις καὶ χαλεποῖς, πάσας τὰς ἔμπροσθεν τραγῳδίας ἀπέκρυψαν τῇ τῶν οἰκείων ὑπερβολῇ συμφορῶν. Ὅτι γὰρ ὁ Χριστὸς αὐτοὺς ταῦτα εἰργάσατο, ἄκουσον αὐτοῦ τοῦτο προλέγοντος καὶ διὰ παραβολῶν, καὶ σαφῶς καὶ διαῤῥήδην· διὰ παραβολῶν, ὡς ὅταν λέγῃ· Τοὺς δὲ μὴ βουληθέντας με βασιλεῦσαι ἀγάγετε ὧδε καὶ κατασφάξατε· καὶ διὰ τοῦ ἀμπελῶνος, καὶ διὰ τοῦ γάμου· σαφῶς δὲ καὶ διαῤῥήδην, ὡς ὅταν ἀπειλῇ, ὅτι Πεσοῦνται ἐν στόματι μαχαίρας, καὶ αἰχμαλωτισθήσονται εἰς τὰ ἔθνη, καὶ ἔσται συνοχὴ ἐπὶ γῆς ἐθνῶν, ἐν ἀπορίᾳ ἠχούσης θαλάσσης καὶ σάλου, ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου· καὶ, Ἔσται θλῖψις τοιαύτη, οἵα οὐδέποτε γέγονεν ἀπ' ἀρχῆς, οὐδὲ μὴ ἔσται. Καὶ ὁ Ἀνανίας δὲ καὶ ἡ Σάπφειρα ὑπὲρ κλοπῆς ὀλίγων ἀργυρίων ὅσην ἔδωκαν δίκην, ἅπαντες ἴστε· τὰς δὲ καθημερινὰς συμφορὰς οὐχ ὁρᾷς; ἢ οὐδὲ ταῦτα γεγένηται; Οὐχ ὁρᾷς καὶ νῦν τοὺς λιμῷ τηκομένους; τοὺς ἐλέφαντι καὶ λώβῃ σώματος κατεχομένους; τοὺς πενίᾳ διηνεκεῖ συζῶντας; τοὺς μυρία ἀνήκεστα πάσχοντας; Πῶς οὖν ἂν ἔχοι λόγον τοὺς μὲν κολάζεσθαι, τοὺς δὲ μὴ κολάζεσθαι; Εἰ γὰρ μὴ ἄδικος ὁ Θεὸς, ὥσπερ οὖν οὐδὲ ἄδικος, πάντως καὶ σὺ δώσεις δίκην ἁμαρτάνων· εἰ δὲ, ἐπειδὴ φιλάνθρωπός ἐστιν, οὐ κολάζει, οὐδὲ τούτους ἔδει κολασθῆναι. Νυνὶ δὲ διὰ ταῦτα ἡμῶν τὰ ῥήματα πολλοὺς καὶ ἐνταῦθα κολάζει ὁ Θεὸς, ἵν' ὅταν τοῖς ῥήμασι μὴ πιστεύσητε τῆς ἀπειλῆς, κἂν τοῖς πράγμασι πιστεύσητε τῆς τιμωρίας· καὶ ἐπειδὴ τὰ παλαιὰ οὐχ οὕτως ἡμᾶς φοβεῖ, τοῖς ἐφ' ἑκάστης γενεᾶς συμβαίνουσι τοὺς κατὰ καιρὸν διορθοῦται ῥᾳθυμοῦντας. Καὶ τίνος ἕνεκεν οὐ πάντας ἐνταῦθα κολάζει, φησίν; Ἵνα δῷ τοῖς ἄλλοις προθεσμίαν μετανοίας. Τίνος οὖν ἕνεκεν οὐ πάντας ἐκεῖ τιμωρεῖται; Ἵνα μὴ πολλοὶ διαπιστήσωσιν αὐτοῦ τῇ προνοίᾳ. Πόσοι λῃσταὶ οἱ μὲν ἑάλωσαν, οἱ δὲ ἀπῆλθον μὴ δόντες δίκην; ποῦ τοίνυν ἡ φιλανθρωπία τοῦ Θεοῦ καὶ ἡ δικαιοκρισία; ἐμὸν γὰρ λοιπόν ἐστιν ἐρέσθαι σε. Εἰ μὲν γὰρ μηδεὶς ὅλως ἐτιμωρεῖτο, εἶχες ἐπὶ τοῦτο καταφυγεῖν· ὅταν δὲ οἱ μὲν δῶσι δίκην, οἱ δὲ μὴ δῶσι, καὶ ταῦτα χεῖρον ἁμαρτόντες, πῶς ἂν ἔχοι λόγον τῶν αὐτῶν πλημμελημάτων μὴ τὰς αὐτὰς εἶναι δίκας; πῶς δὲ οὐκ ἂν δόξειαν ἀδικεῖσθαι οἱ κολασθέντες; Τίνος οὖν ἕνεκεν οὐ πάντες ἐνταῦθα κολάζονται; Ἄκουσον αὐτοῦ τοῦ Χριστοῦ σοι περὶ τούτων ἀπολογουμένου. Ἐπειδὴ γάρ τινες πύργου κατενεχθέντος ἀπέθανον, ἔλεγε τοῖς ὑπὲρ τούτων διαποροῦσι· ∆οκεῖτε, ὅτι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας ἦσαν; Οὐχὶ, λέγω ὑμῖν· ἀλλ' ἐὰν μὴ μετανοήσητε, καὶ ὑμεῖς πάντες ὡσαύτως ἀπ ολεῖσθε· παραινῶν ἡμῖν μὴ θαῤῥεῖν, ὅταν, ἑτέρων δόντων δίκην, ἡμεῖς πολλὰ πλημμελήσαντες μὴ δῶμεν. Ἂν γὰρ μὴ μεταβαλώμεθα, δώσομεν πάντως. Καὶ πῶς, φησὶν, ἀθάνατα κολαζόμεθα, ἐνταῦθα βραχὺν χρόνον ἁμαρτόντες; πῶς ἐνταῦθα ἄνθρωπος ἐν βραχείᾳ καιροῦ ῥοπῇ ἕνα φόνον πεποιηκὼς, διηνεκῶς τῇ τῶν μετάλλων καταδικάζεται τιμωρίᾳ; Ἀλλ' ὁ Θεὸς οὐ ποιεῖ ταῦτα, φησί. Πῶς οὖν τριάκοντα καὶ ὀκτὼ ἔτη ἐν τοσαύτῃ κολάσει τὸν παράλυτον κατεῖχεν; Ὅτι γὰρ δι' ἁμαρτήματα αὐτὸν ἐκόλαζεν, ἄκουσον τί φησιν· Ἴδε, ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. Ἀλλ' ὅμως ἔλαβε λύσιν, φησίν. Ἀλλ' οὐ τὰ ἐκεῖ τοιαῦτα· ὅτι γὰρ ἐκεῖνα λύσιν οὐχ ἕξει ποτὲ, ἄκουσον αὐτοῦ λέγοντος· Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται· καὶ, Πορεύσονται οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς κόλασιν αἰώνιον. Εἰ τοίνυν ἡ ζωὴ αἰώνιος, καὶ ἡ κόλασις αἰώνιος. Οὐχ ὁρᾷς πόσα ἠπείλησεν Ἰουδαίοις; ἆρα οὖν ἐξέβη τὰ ἀπειληθέντα, ἢ λόγος ἦν τὰ εἰρημένα· Οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθῳ; ἆρα οὖν ἔμεινε; Τί δὲ, ὅτε εἶπεν, Ἔσται θλῖψις οἵα οὐ γέγονεν; ἆρα οὐκ ἐγένετο; Ἀνάγνωθι τὴν ἱστορίαν τοῦ Ἰωσήπου, καὶ οὐδὲ ἀναπνεῦσαι δυνήσῃ, μόνον ἀκούων ἅπερ ἔπαθον ἐπὶ τῶν πραγμάτων ἐκεῖνοι. Ταῦτα λέγω, οὐχ ἵνα λυπήσω, ἀλλ' ἵνα ἀσφαλίσωμαι, καὶ μὴ ψυχαγωγήσας ὑμᾶς περιττὰ παρασκευάσω χαλεπώτερα ὑπομεῖναι. ∆ιὰ τί γὰρ, εἰπέ μοι, οὐκ ἀξιοῖς κολάζεσθαι ἁμαρτάνων; οὐχὶ προεῖπέ σοι ἅπαντα; οὐχὶ ἠπείλησεν; οὐχὶ ἐφόβησεν; οὐχὶ μυρία εἰργάσατο ὑπὲρ τῆς σωτηρίας τῆς σῆς; οὐχὶ λουτρὸν παλιγγενεσίας ἐδωρήσατο, καὶ τὰ πρότερα ἀφῆκε πάντα; οὐχὶ μετὰ τὴν ἄφεσιν ταύτην καὶ τὸ λουτρὸν, καὶ τὴν ἐκ τῆς μετανοίας πάλιν βοήθειαν ἁμαρτάνοντί σοι δέδωκεν; οὐχὶ εὔκολον ἐποίησέ σοι τὴν ὁδὸν καὶ μετὰ ταῦτα τῆς τῶν ἁμαρτημάτων ἀφέσεως; ʹ. Ἄκουε γοῦν οἷα ἐπέταξεν· Ἂν ἀφῇς τῷ πλησίον, ἀφίημί σοι κἀγὼ, φησί. Ποίαν τοῦτο δυσκολίαν ἔχει; Κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν· καὶ δεῦτε, καὶ διαλεχθῶμεν, φησὶ, καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ. Ποῖον τοῦτο ἔχει μόχθον; Λέγε σὺ τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς. Τίνα τοῦτο δυσκολίαν ἔχει; Τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι. Ποῖος τοῦτο ἱδρώς; Εἶπεν ὁ τελώνης, Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ κατῆλθε δεδικαιωμένος. Ποῖος πόνος μιμήσασθαι τὸν τελώνην; Ἀλλ' οὐ βούλει πεισθῆναι οὐδὲ μετὰ τοσαῦτα, ὅτι κόλασίς ἐστι καὶ τιμωρία; Οὐκοῦν οὐδὲ τὸν διάβολον εἴποις ἂν κολάζεσθαι. Πορεύεσθε γὰρ, φησὶν, εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Εἰ γὰρ μὴ ἔστι γέεννα, οὐδὲ ἐκεῖνος κολάζεται· εἰ δὲ ἐκεῖνος κολάζεται, δῆλον ὅτι καὶ ἡμεῖς οἱ τὰ τούτου ἔργα ἐπιτελοῦντες κολασθησόμεθα· καὶ γὰρ καὶ ἡμεῖς παρηκούσαμεν, εἰ καὶ μὴ ἐπὶ τοῖς αὐτοῖς. Πῶς δὲ οὐ δέδοικας καὶ τολμηρὰ φθεγγόμενος; Ὅταν γὰρ λέγῃς, ὅτι Φιλάνθρωπός ἐστι Θεὸς, καὶ οὐ κολάζει· ἐὰν κολάσῃ, εὑρεθήσεται κατὰ σὲ οὐκέτι φιλάνθρωπος ὤν. Ὁρᾷς εἰς οἷα ῥήματα ὑμᾶς ὁ διάβολος ἄγει; Τί δέ; Οἱ τὰ ὄρη κατειληφότες μοναχοὶ, καὶ μυρίαν ἄσκησιν ἐπιδειξάμενοι, ἀστεφάνωτοι ἀπελεύσονται; Εἰ γὰρ οἱ πονηροὶ οὐ κολάζονται, οὐδὲ ἔστιν οὐδενὸς ἀντίδοσις, ἐρεῖ τις ἕτερος ἴσως, ὅτι οὐδὲ οἱ ἀγαθοὶ στεφανοῦνται. Οὐχὶ, φησί· τοῦτο γὰρ Θεῷ πρέπον, βασιλείαν εἶναι μόνον, καὶ μὴ γέενναν. Οὐκοῦν ὁ πόρνος καὶ ὁ μοιχὸς καὶ ὁ μυρία κακὰ ἐργασάμενος, τῶν αὐτῶν ἀπολαύσεται τῷ σωφροσύνην καὶ ἁγιωσύνην ἐπιδειξαμένῳ· καὶ Παῦλος μετὰ Νέρωνος στήσεται, μᾶλλον δὲ καὶ ὁ διάβολος μετὰ Παύλου. Εἰ γὰρ μὴ ἔστι γέεννα, ἀνάστασις δὲ πάντων ἐστὶ, καὶ οἱ πονηροὶ τῶν αὐτῶν ἀγαθῶν τεύξονται τοῖς δικαίοις. Καὶ τίς ἂν τοῦτο εἴποι καὶ τῶν σφόδρα ἐξεστηκότων ἀνθρώπων; μᾶλλον δὲ τίς ἂν τοῦτο εἴποι δαιμόνων; Καὶ γὰρ καὶ ἐκεῖνοι γέενναν ὁμολογοῦσιν εἶναι· διὸ καὶ ἐβόων λέγοντες, Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; Πῶς οὖν οὐ δέδοικας καὶ φρίττεις, καὶ τῶν δαιμόνων ὁμολογούντων, αὐτὸς ἀρνούμενος; πῶς δὲ οὐ συνορᾷς τὸν διδάσκαλον τῶν πονηρῶν τούτων δογμάτων; Ὁ γὰρ τὸν ἐξ ἀρχῆς ἀπατήσας ἄνθρωπον, καὶ προτάσει μειζόνων ἐλπίδων καὶ τῶν ἐν χερσὶν ἐκβαλὼν ἀγαθῶν, οὗτός ἐστιν ὁ καὶ νῦν ταῦτα ὑποβάλλων λέγειν τε καὶ νοεῖν· καὶ διὰ τοῦτο πείθει τινὰς ὑποπτεύειν μὴ εἶναι γέενναν, ἵνα ἐμβάλῃ εἰς γέενναν· ὥσπερ οὖν ὁ Θεὸς ἀπεναντίας ἀπειλεῖ γέενναν, καὶ ἡτοίμασε γέενναν, ἵνα μαθὼν οὕτω βιώσῃς ὡς μὴ ἐμπεσεῖν εἰς γέενναν. Καίτοι εἰ γεέννης οὔσης ὁ διάβολός σε ταῦτα ἀναπείθει, πῶς ἂν μὴ οὖσαν ὡμολόγησαν οἱ δαίμονες, οἷς περισπούδαστόν ἐστι μηδὲν τοιοῦτον ὑποπτεύειν ἡμᾶς, ἵνα τῇ ἀδείᾳ γενόμενοι ῥᾳθυμότεροι, μετ' αὐτῶν εἰς τὸ πῦρ ἐκεῖνο ἐμπέσωμεν; Πῶς οὖν, φησὶ, τότε ὡμολόγουν; Τὴν ἀνάγκην οὐ φέροντες τὴν ἐπικειμένην αὐτοῖς. Ἅπερ οὖν ἐννοοῦντες ἅπαντα, παυέσθωσαν καὶ ἑαυτοὺς καὶ ἑτέρους ἀπατῶντες οἱ ταῦτα λέγοντες· ἐπεὶ καὶ τῶν ῥημάτων τούτων δώσουσι δίκην, τὰ φοβερὰ διασύροντες ἐκεῖνα, καὶ πολλοὺς τῶν ὄντως σπουδάζειν βουλομένων ἐκλύοντες, καὶ οὐδὲ τοὺς βαρβάρους Νινευίτας μιμούμενοι. Ἐκεῖνοι μὲν γὰρ καίτοι πάντων ὄντες ἄπειροι, ἀκούσαντες ὅτι ἡ πόλις καταστραφήσεται, οὐ μόνον οὐκ ἠπίστησαν, ἀλλὰ καὶ ἐστέναξαν καὶ σάκκον περιεβάλοντο καὶ συνεχύθησαν, καὶ οὐ πρότερον ἀπέστησαν πάντα ποιοῦντες, ἕως ἂν ἔλυσαν τὴν ὀργήν· σὺ δὲ ὁ τοσαύτην λαβὼν πεῖραν πραγμάτων, διὰ ῥημάτων ἐξουθενεῖς τὰ εἰρημένα; Οὐκοῦν ἔσται τὰ ἐναντία. Ὥσπερ γὰρ ἐκεῖνοι φοβηθέντες τὰ ῥήματα, οὐχ ὑπέμειναν τὴν ἀπὸ τῶν πραγμάτων τιμωρίαν· οὕτω καὶ σὺ τῆς ἀπὸ τῶν ῥημάτων καταφρονῶν ἀπειλῆς, τὴν ἀπὸ πραγμάτων ὑποστήσῃ κόλασιν. Καὶ εἰ νῦν μῦθός σοι δοκεῖ εἶναι τὰ ῥήματα, ἀλλ' οὐχ ὅταν σε τὰ πράγματα πείθῃ τότε. Οὐχ ὁρᾷς καὶ ἐνταῦθα τί πεποίηκε; πῶς δύο λῃστὰς λαβὼν οὐ τῶν αὐτῶν ἠξίωσεν, ἀλλὰ τὸν μὲν εἰς βασιλείαν εἰσήγαγε, τὸν δὲ εἰς γέενναν ἀπέπεμψε; Καὶ τί λέγω λῃστὴν καὶ ἀνδροφόνον; Οὐδὲ γὰρ τοῦ ἀποστόλου ἐφείσατο, ἐπειδὴ προδότης ἐγένετο, ἀλλὰ καὶ ἐπὶ βρόχον ὁρῶν ὁρμῶντα αὐτὸν, καὶ ἀγχόμενον καὶ μέσον ῥηγνύμενον (καὶ γὰρ Ἐλάκησε μέσος, καὶ τὰ σπλάγχνα αὐτοῦ ἐξεχύθη πάντα)· ἀλλ' ὅμως ἅπαντα ταῦτα προειδὼς, εἴασε πάντα αὐτὸν ταῦτα παθεῖν, ἀπὸ τῶν παρόντων σε καὶ περὶ τῶν ἐκεῖ πιστούμενος πάντων. Μὴ τοίνυν φενακίζετε ἑαυτοὺς τῷ διαβόλῳ πειθόμενοι· ἐκείνου γὰρ ταῦτα τὰ νοήματα. Εἰ γὰρ καὶ δικασταὶ καὶ δεσπόται καὶ διδάσκαλοι καὶ βάρβαροι τοὺς μὲν ἀγαθοὺς τιμῶσι, τοὺς δὲ πονηροὺς κολάζουσι· πῶς ἂν ἔχοι λόγον παρὰ τῷ Θεῷ τἀναντία γίνεσθαι, καὶ τῶν αὐτῶν ἀξιοῦσθαι τόν τε ἀγαθὸν καὶ τὸν οὐ τοιοῦτον; Πότε δὲ καὶ ἀπαλλαγὴ ἔσται τῆς κακίας; Οἵ τε γὰρ νῦν προσδοκῶντες κόλασιν, καὶ μεταξὺ τοσούτων ὄντες φόβων τῶν ἀπὸ τῶν δικαστῶν, τῶν ἀπὸ τῶν νόμων, καὶ οὐκ ἀφιστάμενοι τῆς πονηρίας· ὅταν ἀπελθόντες ἐκεῖ καὶ τὸν φόβον τοῦτον ἀπόθωνται, καὶ μὴ μόνον εἰς γέενναν οὐκ ἐμπέσωσιν, ἀλλὰ καὶ βασιλείας ἐπιτύχωσι, πότε πονηρευόμενοι στήσονται; Τοῦτο οὖν φιλανθρωπίας, εἰπέ μοι, τὸ τὴν πονηρίαν ἐπιτρίβειν, τὸ τῇ κακίᾳ ἆθλον τιθέναι, τὸ τῶν αὐτῶν ἀξιοῦν τὸν σώφρονα καὶ τὸν ἀκόλαστον, τὸν πιστὸν καὶ τὸν ἀσεβῆ, τὸν Παῦλον καὶ τὸν διάβολον; Ἀλλὰ μέχρι τίνος καὶ ἡμεῖς ληροῦμεν; ∆ιὸ παρακαλῶ, τῆς μανίας ἀπαλλαγέντες ταύτης, καὶ ὑμῶν αὐτῶν γενόμενοι, πείσατε τὴν ψυχὴν δεδοικέναι καὶ τρέμειν, ἵνα καὶ τῆς μελλούσης ἀπαλλαγῇ γεέννης, καὶ σωφρόνως τὸν ἐνταῦθα ζήσασα βίον, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχῃ, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΚΣΤ ʹ.

Οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ Ἰησοῦ, ὅτι οὐδὲν κοινὸν δι' ἑαυτοῦ, εἰ μὴ τῷ λογιζομένῳ τι κοι νὸν εἶναι, ἐκείνῳ κοινόν.

αʹ. Πρότερον ἐπιτιμήσας τῷ κρίνοντι τὸν ἀδελφὸν, καὶ ταύτῃ τῆς ἐπιπλήξεως αὐτὸν ἀποστήσας, τότε λοιπὸν καὶ περὶ τοῦ δόγματος ἀποφαίνεται, καὶ μετὰ ἡσυχίας παιδεύει τὸν ἀσθενέστερον, πολλὴν καὶ ἐνταῦθα τὴν πραότητα ἐπιδεικνύμενος. Οὐ γὰρ λέγει, ὅτι ∆ίκην δώσει, οὐδὲ ἄλλο τι τῶν τοιούτων οὐδὲν, ἀλλὰ τὸν φόβον μόνον ἐκλύει τοῦ πράγματος, ὥστε αὐτὸν εὐκολώτερον πεισθῆναι τοῖς παρ' αὐτοῦ λεγομένοις, καί φησιν· Οἶδα καὶ πέπεισμαι. Εἶτα, ἵνα μὴ λέγῃ τις τῶν οὐ πιστῶν, Καὶ τί πρὸς ἡμᾶς, εἰ σὺ πέπεισαι; οὐδὲ γὰρ ἀξιόπιστος εἶ ἀντικαταστῆναι νόμῳ τοσούτῳ καὶ χρησμοῖς ἄνωθεν κατενεχθεῖσιν· ἐπάγει, Ἐν Κυρίῳ· τουτέστιν, Ἐκεῖθεν μαθὼν, καὶ παρ' αὐτοῦ πληροφορηθείς. Οὐκ ἄρα ἀνθρωπίνης διανοίας ἡ ψῆφος. Τί τοίνυν πέπεισαι καὶ οἶδας; εἰπέ. Ὅτι οὐδὲν κοινὸν δι' αὐτοῦ. Τῇ φύσει, φησὶν, οὐδὲν ἀκάθαρτον, ἀλλ' ἀπὸ τῆς προαιρέσεως γίνεται τοῦ μετιόντος· ἐκείνῳ γοῦν γίνεται μόνῳ, καὶ οὐχὶ πᾶσι· Τῷ γὰρ λογιζομένῳ, φησὶ, κοινὸν, ἐκείνῳ κοινόν. Τί οὖν οὐ διορθοῦσαι τὸν ἀδελφὸν, ἵνα μὴ νομίζῃ ἀκάθαρτον; τί δὲ οὐκ ἀπάγεις τῆς τοιαύτης συνηθείας καὶ ὑπολήψεως μετ' ἐξουσίας ἁπάσης, ἵνα μὴ ποιῇ αὐτὸ κοινόν; Φοβοῦμαι, φησὶ, μὴ λυπήσω αὐτόν· διὸ ἐπήγαγεν· Εἰ δὲ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. Εἶδες πῶς τέως αὐτὸν ᾠκειώσατο, δείξας ὅτι τοσοῦτον αὐτοῦ ποιεῖται τὸν λόγον, ὡς ὑπὲρ τοῦ μὴ λυπῆσαι αὐτὸν, μηδὲ ἐπιτάξαι τέως τολμᾷν τὰ σφόδρα ἀναγκαῖα, ἀλλὰ τῇ συγχωρήσει μᾶλλον αὐτὸν ἐφέλκεσθαι, καὶ τῇ ἀγάπῃ; Οὐδὲ γὰρ μετὰ τοῦ λῦσαι τὸν φόβον, ἕλκει καὶ βιάζεται, ἀλλ' ἀφίησιν αὐτὸν ἑαυτοῦ κύριον. Οὐ γάρ ἐστιν ἴσον βρώματος ἀπαγαγεῖν, καὶ λύπῃ περιβαλεῖν. Ὁρᾷς πόσην σπουδὴν ποιεῖται τῆς ἀγάπης; Οἶδε γὰρ, ὅτι πάντα αὕτη κατορθῶσαι δύναται. ∆ιὸ καὶ μεῖζον ἐνταῦθά τι παρ' αὐτῶν ἀπαιτεῖ· Οὐ γὰρ μόνον, φησὶν, αὐτοὺς οὐ χρὴ πρὸς ἀνάγκην ὑμᾶς ἀγαγεῖν, ἀλλ' εἰ δεῖ καὶ συγκαταβαίνειν, μηδὲ τοῦτο ὀκνεῖν. ∆ιὸ καὶ ἐπάγει λέγων· Μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν. Ἢ οὐδὲ τοσούτου ἄξιον εἶναι ἡγῇ τὸν ἀδελφὸν, ὡς μηδὲ ἀποχῇ βρωμάτων ὠνήσασθαι αὐτοῦ τὴν σωτηρίαν; Καὶ ὁ μὲν Χριστὸς οὐδὲ δοῦλος γενέσθαι οὐδὲ ἀποθανεῖν παρῃτήσατο δι' αὐτόν· σὺ δὲ οὐδὲ βρωμάτων καταφρονεῖς, ἵνα αὐτὸν διασώσῃς; καίτοι γε οὐ πάντας ἔμελλε κερδανεῖν ὁ Χριστὸς, ἀλλ' ὅμως ὑπὲρ ἁπάντων ἀπέθανε, τὸ αὑτοῦ πληρῶν. Σὺ δὲ οἶδας, ὅτι διὰ βρῶμα ἀνατρέπεις αὐτὸν ἐν τοῖς μείζοσι, καὶ ἔτι φιλονεικεῖς, καὶ τὸν οὕτω περισπούδαστον τῷ Χριστῷ, οὕτως εὐκαταφρόνητον εἶναι νομίζεις, καὶ ὃν ἐκεῖνος ἐφίλησεν, ἀτιμάζεις; Κἀκεῖνος οὐχ ὑπὲρ ἀσθενοῦντος μόνον, ἀλλὰ καὶ ὑπὲρ ἐχθροῦ ἀπέθανε· σὺ δὲ οὐδ' ὑπὲρ ἀσθενοῦντος ἀπέχῃ βρωμάτων; καὶ ὁ μὲν Χριστὸς καὶ τὸ μέγιστον ἐπεδείξατο, σὺ δὲ οὐδὲ τὸ ἔλαττον; καίτοι ὁ μὲν ∆εσπότης, σὺ δὲ ἀδελφός. Ταῦτα δὲ καὶ ἐκεῖνον ἱκανὰ ἐπιστύψαι τὰ ῥήματα· δείκνυσι γὰρ αὐτὸν μικρόψυχον ὄντα, καὶ μεγάλων ἀπολελαυκότα παρὰ τοῦ Θεοῦ, καὶ οὐδὲ μικρὰ ἀντιδιδόντα. Μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν· οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις. Τὸ ἀγαθὸν ἐνταῦθα ἢ τὴν πίστιν φησὶν, ἢ τὴν μέλλουσαν ἐλπίδα τῶν ἐπάθλων, ἢ τὴν ἀπηρτισμένην εὐσέβειαν. Οὐ γὰρ μόνον, φησὶ, τὸν ἀδελφὸν οὐκ ὠφελεῖς, ἀλλὰ καὶ αὐτὸ τὸ δόγμα, καὶ τὴν χάριν τοῦ Θεοῦ, καὶ τὴν δωρεὰν βλασφημεῖσθαι ποιεῖς. Ὅταν γὰρ μάχῃ, ὅταν φιλονεικῇς, ὅταν λυπῇς, ὅταν σχίζῃς τὴν Ἐκκλησίαν, καὶ λοιδορῇς τὸν ἀδελφὸν, καὶ ἀπεχθῶς ἔχῃς πρὸς αὐτὸν, βλασφημοῦσιν οἱ ἔξωθεν· ὥστε οὐ μόνον οὐδὲν ἐντεῦθεν κατορθοῦται, ἀλλὰ καὶ τοὐναντίον ἅπαν. Τὸ γὰρ ἀγαθὸν ὑμῶν ἡ ἀγάπη, ἡ φιλαδελφία, τὸ ἡνῶσθαι, τὸ συνδεδέσθαι, τὸ μετ' εἰρήνης, τὸ μετ' ἐπιεικείας ζῇν. Εἶτα πάλιν ἐκλύων αὐτοῦ τὸν φόβον καὶ τὴν ἐκείνου φιλονεικίαν, φησίν· Οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις. Μὴ γὰρ ἀπὸ τούτων εὐδοκιμῆσαι ἔχομεν; Ὅπερ καὶ ἀλλαχοῦ φησιν· Οὔτε, ἐὰν φάγωμεν, περισσεύομεν· οὔτε, ἐὰν μὴ φάγωμεν, ὑστεροῦμεν. Καὶ οὐδὲ κατασκευῆς δεῖται, ἀλλ' ἀρκεῖται τῇ ἀποφάσει. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Μὴ γὰρ, ἐὰν φάγῃς, τοῦτό σε εἰς βασιλείαν εἰσάγει; ∆ιὸ καὶ διασύρων αὐτοὺς, ὡς μέγα ἐπὶ τούτῳ φρονοῦντας, οὐχὶ βρῶσιν εἶπε μόνον, ἀλλὰ καὶ πόσιν. Τίνα οὖν ἐστι τὰ εἰσάγοντα; ∆ικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ, ὁ ἐνάρετος βίος, ἡ πρὸς τὸν ἀδελφὸν εἰρήνη, ᾗ ἐναντιοῦται αὕτη ἡ φιλονεικία· ἡ ἐκ τῆς ὁμονοίας χαρὰ, ἢν ἀναιρεῖ αὕτη ἡ ἐπίπληξις. Ταῦτα δὲ οὐ θατέρῳ μόνον, ἀλλὰ ἑκατέροις ἔλεγε· καὶ γὰρ πρὸς ἑκατέρους εἰρῆσθαι καιρὸν εἶχεν.

βʹ. Εἶτα, ἐπειδὴ εἶπεν εἰρήνην καὶ χαράν (ἔστι δὲ εἰρήνη καὶ χαρὰ καὶ ἐπὶ πονηρῶν πραγμάτων), ἐπήγαγεν, Ἐν Πνεύματι ἁγίῳ. Ὡς ὅ γε ἀπολλὺς τὸν ἀδελ φὸν καὶ εἰρήνην ἀνέτρεψε καὶ τὴν χαρὰν, καὶ ἠδίκησε πλέον ἢ ὁ τὰ χρήματα ἁρπάζων· καὶ τὸ δὴ χεῖρον, ὅτι ἄλλος ἔσωσε, καὶ σὺ ἀδικεῖς καὶ ἀπολλύεις. Ὅταν οὖν ταῦτα μὲν μὴ εἰσάγῃ, ἡ βρῶσις καὶ ἡ δοκοῦσα τελειότης, τὰ δὲ ἀνατρέποντα αὐτὰ εἰσάγει, πῶς οὐ χρὴ καταφρονεῖν τῶν μικρῶν ὥστε τὰ μεγάλα πῆξαι; Εἶτα, ἐπειδὴ καὶ ἀπὸ κενοδοξίας ἠρέμα τοῦτο ἐγίνετο τὸ ἐπιτιμᾷν, ἐπάγει λέγων· Ὁ γὰρ ἐν τούτοις δουλεύων τῷ Χριστῷ, εὐάρεστος τῷ Θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις. Οὐ γὰρ οὕτω σε θαυμάσονται τῆς τελειότητος, ὡς τῆς εἰρήνης καὶ τῆς ὁμονοίας ἅπαντες. Τούτου μὲν γὰρ τοῦ καλοῦ πάντες ἀπολαύσονται, ἐκείνου δὲ οὐδὲ εἷς. Ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν, καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους. Τοῦτο πρὸς ἐκεῖνον, ἵνα εἰρηνεύῃ· τοῦτο πρὸς τοῦτον, ἵνα μὴ καταλύῃ τὸν ἀδελφόν. Ἀλλ' ὅμως κοινὰ πάλιν ἀμφότερα ταῦτα πεποίηκεν εἰπὼν, Τῆς εἰς ἀλλήλους, καὶ δείξας ὅτι χωρὶς εἰρήνης οὐκ εὔκολον οἰκοδομεῖν. Μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ· τὴν σωτηρίαν τοῦ ἀδελφοῦ οὕτω καλῶν, καὶ ἐπιτείνων τὸν φόβον, καὶ δεικνὺς ὅτι τοὐναντίον οὗ σπουδάζει ποιεῖ. Οὐ γὰρ μόνον οὐκ οἰκοδομεῖς, φησὶν, ὃ νομίζεις, ἀλλὰ καὶ καταλύεις, καὶ οἰκοδομὴν οὐκ ἀνθρωπίνην, ἀλλὰ Θεοῦ, καὶ οὐδὲ μεγάλου τινὸς ἕνεκεν, ἀλλὰ πράγματος εὐτελοῦς· Ἕνεκεν γὰρ βρώματος, φησίν. Εἶτα ἵνα μὴ αἱ τοσαῦται συγχωρήσεις βεβαιώσωσι τὸν ἀσθενέστερον ἐν τῇ πονηρᾷ ὑπολήψει, δογματίζει πάλιν οὕτω λέγων· Πάντα μὲν καθαρά· ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι· τῷ μετὰ συνειδότος πονηροῦ. Ὥστε κἂν ἀναγκάσῃς καὶ φάγῃ, τὸ ὄφελος οὐδέν· οὐ γὰρ τὸ φαγεῖν ποιεῖ ἀκάθαρτον, ἀλλ' ἡ γνώμη, μεθ' ἧς ἐσθίει. Ἂν τοίνυν ἐκείνην μὴ διορθώσῃ, πάντα εἰκῆ πεποίηκας, καὶ μᾶλλον ἔβλαψας· οὐ γάρ ἐστιν ἴσον νομίζειν ἀκάθαρτόν τι, καὶ νομίζοντα ἀκάθαρτον εἶναι, ἀπογεύεσθαι. ∆ύο τοίνυν ἐνταῦθα ἁμαρτάνεις. καὶ τὴν πρόληψιν ἐπιτείνων τῇ φιλονεικίᾳ, καὶ ἀκαθάρτου ποιῶν ἀπογεύεσθαι· ὥστε ἕως ἂν μὴ πείσῃς, μὴ ἀναγκάσῃς. Καλὸν τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον, μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου σκανδαλίζεται ἢ προσκόπτει ἢ ἀσθενεῖ. Πάλιν τὸ πλέον ἀπαιτεῖ, ὥστε μὴ μόνον μὴ ἀναγκάζειν, ἀλλὰ καὶ συγκαταβαίνειν αὐτῷ. Καὶ γὰρ καὶ αὐτὸς αὐτὸ πολλαχοῦ ἐποίησεν· ὡς ὅτε περιέτεμεν, ὡς ὅτε ἐξυρᾶτο, ὡς ὅτε ἔθυε τὴν Ἰουδαϊκὴν θυσίαν ἐκείνην. Καὶ οὐ λέγει αὐτῷ, ὅτι Ποίησον, ἀλλ' ἐν τάξει γνώμης αὐτὸ τίθησιν, ἵνα μὴ ἐκεῖνον πάλιν ῥᾳθυμότερον ποιήσῃ τὸν ἀσθενέστερον. Καὶ τί φησι; Καλὸν τὸ μὴ φαγεῖν κρέα. Καὶ τί λέγω κρέα; Κἂν οἶνος ᾖ, κἂν ἄλλο ὁτιοῦν τοιοῦτον σκανδαλίζον, ἀπέχου· οὐδὲν γὰρ ἴσον τῆς σωτηρίας τοῦ ἀδελφοῦ. Καὶ τοῦτο δηλοῖ ὁ Χριστὸς, καὶ ἐξ οὐρανῶν παραγενόμενος, καὶ πάντα παθὼν δι' ἡμᾶς, ἅπερ ἔπαθε. Σκόπει δέ μοι πῶς καὶ ἐκείνου καθικνεῖται, λέγων· Προσκόπτει ἢ σκανδαλίζεται ἢ ἀσθενεῖ. Μὴ γάρ μοι λέγε, φησὶν, ὅτι ἀλόγως, ἀλλ' ὅτι δύνασαι κατορθῶσαι. Καὶ γὰρ ἀρκοῦν ἔχει δικαίωμα εἰς τὸ βοηθεῖσθαι τὴν ἀσθένειαν ἐκεῖνος, καὶ σοὶ βλάβη οὐδεμία· οὐδὲ γὰρ ὑπόκρισις τὸ πρᾶγμά ἐστιν, ἀλλ' οἰκοδομὴ καὶ οἰκονομία. Ἂν μὲν γὰρ ἀναγκάσῃς, καὶ καταλύεται καὶ σοῦ καταγνώσεται, καὶ μᾶλλον οἰκοδομηθήσεται εἰς τὸ μὴ ἐσθίειν· ἐὰν δὲ συγκαταβῇς, τέως σε ἀγαπήσει, καὶ οὐχ ἕξει σε ἐν ὑποψίᾳ διδάσκοντα, καὶ λήψῃ λοιπὸν ἐξουσίαν ἀνεπαισθήτως σπείρειν ἐν αὐτῷ τὰ ὀρθὰ δόγματα. Ἂν δὲ καθάπαξ σε μισήσῃ, καὶ τὴν εἴσοδον ἀπέφραξας τῷ λόγῳ. Μὴ τοίνυν ἀνάγκαζε ἐκεῖνον, ἀλλὰ καὶ αὐτὸς ἀπέχου δι' ἐκεῖνον, οὐχ ὡς ἀκαθάρτου ἀπεχόμενος, ἀλλ' ἐπειδὴ σκανδαλίζεται ἐκεῖνος, καὶ μᾶλλόν σε ἀγαπήσει. Οὕτω καὶ ὁ Παῦλος ἐκέλευσεν εἰπὼν, Καλὸν τὸ μὴ φαγεῖν κρέα· οὐκ ἐπειδὴ ἀκάθαρτον, ἀλλ' ἐπειδὴ σκανδαλίζεται καὶ ἀσθενεῖ ὁ ἀδελφός. Σὺ πίστιν ἔχεις; Κατὰ σαυτὸν ἔχε. Ἐνταῦθά μοι δοκεῖ ἠρέμα καὶ εἰς κενοδοξίαν αἰνίττεσθαι τὸν τελειότερον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Θέλεις μοι δεῖξαι, ὅτι τέλειος εἶ καὶ ἀπηρτισμένος; Μὴ ἐμοὶ δείκνυε, ἀλλ' ἀρκείτω σοι τὸ συνειδός.

γʹ. Πίστιν δὲ ἐνταῦθα οὐ τὴν περὶ δογμάτων, ἀλλὰ τὴν περὶ τῆς προκειμένης ὑποθέσεως λέγει. Περὶ γὰρ ἐκείνης φησί· Στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν· καὶ, Ὃς δ' ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγώ. Ἐκείνη μὲν γὰρ μὴ ὁμολογουμένη καταστρέφει, αὕτη δὲ ὁμολογουμένη ἀκαίρως. Μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει. Πάλιν τὸν ἀσθενέστερον πλήττει, καὶ δείκνυσι τούτῳ ἀρκοῦντα στέφανον τὸν τοῦ συνειδότος. Κἂν γὰρ ἄνθρωπος μὴ ἴδῃ, ἀρκεῖς σὺ σαυτῷ εἰς τὸ γενέσθαι μακάριος. Ἐπειδὴ γὰρ εἶπε, Καθ' ἑαυτὸν ἐχέτω, ἵνα μὴ νομίσῃ μικρὸν τὸ δικαστήριον τοῦτο, λέγει τῆς οἰκουμένης σοι τοῦτο βέλτιον. Κἂν πάντες σου κατηγορῶσι, σὺ δὲ σαυτὸν μὴ κατακρίνῃς, μηδὲ τὸ συνειδὸς ἐπιλάβηται, μακάριος εἶ. Οὐχ ἁπλῶς δὲ περὶ πάντων λέγων τοῦτο τέθεικεν. Εἰσὶ γὰρ πολλοὶ μὴ κατακρίνοντες ἑαυτοὺς, καὶ σφόδρα πλημμελοῦντες· οἳ πάντων εἰσὶν ἀθλιώτεροι· ἀλλὰ τέως τῆς προκειμένης ὑποθέσεως ἔχεται. Ὁ δὲ διακρινόμενος, ἐὰν φάγῃ, κατακέκριται. Πάλιν παρακαλῶν αὐτὸν φείσασθαι τοῦ ἀσθενεστέρου, τοῦτό φησι. Τί γὰρ ὄφελος, ἐὰν φάγῃ διακρινόμενος, καὶ κατακρινεῖ ἑαυτόν; Ἐγὼ γὰρ ἐκεῖνον ἀποδέχομαι τὸν καὶ ἐσθίοντα καὶ μὴ μετ' ἀμφιβολίας. Ὅρα πῶς αὐτὸν ἐνάγει οὐκ εἰς τὸ φαγεῖν μόνον, ἀλλὰ καὶ εἰς τὸ καθαρῷ συνειδότι φαγεῖν. Εἶτά φησι καὶ τὴν αἰτίαν, δι' ἢν κατακέκριται, ἐπάγων καὶ λέγων· Ὅτι οὐκ ἐκ πίστεως· οὐκ ἐπειδὴ ἀκάθαρτον, ἀλλ' ὅτι οὐκ ἐκ πίστεως· οὐ γὰρ ἐπίστευσεν, ὅτι καθαρόν ἐστιν, ἀλλ' ὡς ἀκαθάρτου ἥψατο. ∆ιὰ δὲ τούτων δείκνυσιν αὐτοῖς καὶ τὴν βλάβην ὅσην ἐργάζονται, ἀναγκάζοντες καὶ μὴ πείθοντες ἅπτεσθαι τῶν τέως δοκούντων αὐτοῖς ἀκαθάρτων εἶναι, ἵνα κἂν διὰ τοῦτο ἀπόσχωνται τοῦ ἐπιπλήττειν. Πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως, ἁμαρτία. Ὅταν γὰρ μὴ θαῤῥῇ, φησὶ, μηδὲ πιστεύῃ ὅτι καθαρὸν, πῶς οὐχ ἥμαρτε; Ταῦτα δὲ πάντα περὶ τῆς προκειμένης ὑποθέσεως εἴρηται τῷ Παύλῳ, οὐ περὶ πάντων. Καὶ σκόπει πόσην ποιεῖται τοῦ μὴ σκανδαλίζειν πρόνοιαν· καὶ γὰρ ἀνωτέρω ἔλεγεν· Εἰ δὲ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. Εἰ δὲ λυπεῖν οὐ δεῖ, πολλῷ μᾶλλον σκανδαλίζειν οὐ δεῖ. Καὶ πάλιν, Μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ. Εἰ γὰρ ἐκκλησίαν κατασκάψαι χαλεπὸν καὶ ἀνόσιον, πολλῷ μᾶλλον ναὸν πνευματικόν· καὶ γὰρ καὶ ἄνθρωπος ἐκκλησίας σεμνότερον. Οὐ γὰρ διὰ τοὺς τοίχους ὁ Χριστὸς ἀπέθανεν, ἀλλὰ διὰ τοὺς ναοὺς τούτους. Πάντοθεν τοίνυν τὰ καθ' ἑαυτοὺς περισκοπῶμεν, καὶ μηδὲ μικρὰν μηδενὶ παρέχωμεν λαβήν. Καὶ γὰρ στάδιον ὁ παρὼν βίος, καὶ μυρίους πάντοθεν ὀφθαλμοὺς ἔχειν δεῖ, μηδὲ νομίζειν ἀρκεῖν εἰς ἀπολογίαν τὴν ἄγνοιαν. Ἔστι γὰρ, ἔστι καὶ ἀγνοίας δοῦναι δίκην, ὅταν ἡ ἄγνοια ἀσύγγνωστος ᾖ· ἐπεὶ καὶ Ἰουδαῖοι ἠγνόησαν, ἀλλ' οὐ συγγνώμης ἄξια ἠγνόησαν· καὶ Ἕλληνες ἠγνόησαν, ἀλλ' ἀπολογίαν οὐκ ἔχουσιν, Ὅταν μὲν γὰρ ταῦτα ἀγνοῇς ἃ μὴ δυνατὸν εἰδέναι, οὐδὲν ἔγκλημα ὑποστήσῃ· ὅταν δὲ τὰ ῥᾴδια καὶ δυνατὰ γνωσθῆναι, τὴν ἐσχάτην δώσεις δίκην. Ἄλλως δὲ, ἂν μὴ σφόδρα ὦμεν ἀναπεπτωκότες, ἀλλὰ τὰ παρ' ἑαυτῶν συνεισενέγκωμεν ἅπαντα, καὶ ἐν τοῖς ἀγνοουμένοις χεῖρα ἡμῖν ὁ Θεὸς ὀρέξει· ὃ καὶ Φιλιππησίοις ἔλεγε Παῦλος· Καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει. Ὅταν δὲ μηδὲ ὧν ἐσμεν κύριοι, βουλώμεθα ἀνύειν, οὐδὲ ἐκείνης ἀπολαύσομεν τῆς συμμαχίας· ὃ καὶ ἐπὶ Ἰουδαίων γέγονε. ∆ιὰ γὰρ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, φησὶν, ὅτι βλέποντες οὐ βλέπουσι. Πῶς βλέποντες οὐκ ἔβλεπον; Ἑώρων δαίμονας ἐλαυνομένους, καὶ ἔλεγον, ∆αιμόνιον ἔχει· ἑώρων νεκροὺς ἐγειρομένους, καὶ οὐ προσεκύνουν, ἀλλ' ἀνελεῖν αὐτὸν ἐπεχείρουν. Ἀλλ' οὐχ ὁ Κορνήλιος τοιοῦτος. ∆ιά τοι τοῦτο, ἐπειδὴ πάντα τὰ παρ' ἑαυτοῦ μετὰ σπουδῆς ἔπραττε, καὶ τὸ λεῖπον αὐτῷ προσέθηκεν ὁ Θεός. Μὴ τοίνυν λέγε, Πῶς τὸν δεῖνα ἄπλαστον ὄντα καὶ χρηστὸν περιεῖδεν ὁ Θεὸς, Ἕλληνα ὄντα; Πρῶτον μὲν γὰρ, εἴ τις ἄπλαστος, οὐκ ἀνθρώποις δυνατὸν εἰδέναι, ἀλλὰ τῷ πλάσαντι κατὰ μόνας τὰς καρδίας· ἔπειτα κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι οὐκ ἐφρόντισε πολλάκις οὐδὲ ἐσπούδασε. Καὶ πῶς, φησὶν, ἠδύνατο, σφόδρα ἄπλαστος ὤν; Οὐκοῦν τὸν ἁπλοῦν τοῦτον καὶ ἀφελῆ σκόπει μοι, καὶ καταμάνθανε ἐπὶ τῶν βιωτικῶν, καὶ ὄψει πολλὴν ἀκρίβειαν ἐπιδεικνύμενον, ἣν εἴ γε ἐβούλετο καὶ ἐπὶ τῶν πνευματικῶν ἐπιδείκνυσθαι, οὐκ ἂν παρώφθη· καὶ γὰρ ἡλίου φανότερα τὰ τῆς ἀληθείας. Καὶ ὅπουπερ ἂν ἀφίκηταί τις, ῥᾳδίως ἐπιλήψεται τῆς ἑαυτοῦ σωτηρίας, εἴ γε βουληθείη προσέχειν καὶ μὴ πάρεργον τοῦτο ἡγεῖσθαι. Μὴ γὰρ ἐν Παλαιστίνῃ τὰ πράγματα συνεκλείσθη; μὴ γὰρ ἐν γωνίᾳ μικρᾷ τῆς οἰκουμένης; Οὐκ ἤκουσας τοῦ προφήτου λέγοντος, ὅτι Πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου; οὐχ ὁρᾷς τὰ πράγματα ἀληθεύοντα; Πῶς οὖν ἂν ἔχοιεν οὗτοι συγγνώμην, ὁρῶντες τὸ δόγμα τῆς ἀληθείας ἐκτεταμένον, καὶ μὴ περιεργαζόμενοι μηδὲ φροντίζοντες μαθεῖν; δʹ. Καὶ ταῦτα παρὰ ἀγροίκου καὶ βαρβάρου, φησὶν, ἀπαιτεῖς; Οὐ παρὰ ἀγροίκου καὶ βαρβάρου μόνον, ἀλλὰ καὶ εἴ τις τῶν νῦν ὄντων βαρβαρικώτερος. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, ἐπὶ μὲν τῶν βιωτικῶν καὶ ἀντειπεῖν οἶδεν ἀδικούμενος, καὶ ἀντιστῆναι βιαζόμενος, καὶ πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε μηδὲ μικρὸν ἐπηρεασθῆναί ποτε· ἐπὶ δὲ τῶν πνευματικῶν οὐ κέχρηται τῇ αὐτῇ ταύτῃ συνέσει; καὶ ὅταν μὲν λίθον προσκυνῇ καὶ θεὸν ἡγεῖται, καὶ ἑορτὰς ἐπιτελῇ, καὶ χρήματα δαπανᾷ, καὶ πολὺν ἐπιδείκνυται φόβον, καὶ οὐδαμοῦ ῥᾴθυμος ἀπὸ τῆς ἀφελείας γίνεται· ὅταν δὲ τὸν ὄντως ὄντα Θεὸν ἐπιζητῆσαι δέῃ, τότε μοι ἀφελείας καὶ ἁπλότητος μέμνησαι; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστι· ῥᾳθυμίας γὰρ μόνης τὰ ἐγκλήματα. Τίνας γὰρ ἁπλουστέρους καὶ ἀγροικοτέρους εἶναι νομίζεις, τοὺς ἐπὶ τοῦ Ἀβραὰμ ἢ τοὺς νῦν; Εὔδηλον ὅτι ἐκείνους. Πότε δὲ εὐκολώτερον εἶναι τὴν εὐσέβειαν εὑρεῖν, νῦν ἢ τότε; Εὔδηλον ὅτι νῦν. Νῦν μὲν γὰρ παρὰ πᾶσι καὶ τοῦ Θεοῦ τὸ ὄνομα βεβόηται, καὶ προφῆται ἀνεκήρυξαν, καὶ τὰ πράγματα ἐξέβη, καὶ τὰ Ἑλλήνων ἐλήλεγκται· τότε δὲ ἔτι ἀδιδάκτως εἶχον οἱ πλείους, καὶ ἡ ἁμαρτία ἐκράτει, καὶ οὔτε νόμος ἦν παιδεύων, οὐ προφήτης, οὐ θαύματα, οὐ διδασκαλία, οὐ τὸ πλῆθος τῶν γινωσκόντων, οὐκ ἄλλο τοιοῦτον οὐδὲν, ἀλλ' ὡς ἐν σκότῳ βαθεῖ καὶ ἀσελήνῳ καὶ χειμερίῳ νυκτὶ τὰ πράγματα διέκειντο ἅπαντα. Ἀλλ' ὅμως ὁ θαυμαστὸς ἐκεῖνος καὶ γενναῖος ἀνὴρ, καὶ τοσούτων ὄντων κωλυμάτων, καὶ τὸν Θεὸν ἐπέγνω, καὶ τὴν ἀρετὴν ἤσκησε, καὶ πολλοὺς εἰς τὸν ἴσον ἤγαγε ζῆλον, καὶ ταῦτα οὐδὲ τῆς ἔξωθεν σοφίας ἔμπειρος ὤν· πῶς γὰρ, ὅπου γε οὐδὲ γράμματα ἦν εὑρεθέντα πώποτε; Ἀλλ' ὅμως ἐπειδὴ τὰ παρ' ἑαυτοῦ εἰσήνεγκε, καὶ ὁ Θεὸς τὰ ἑαυτοῦ λοιπὸν συνεισήνεγκεν. Οὐδὲ γὰρ ἐκεῖνο ἂν ἔχοις εἰπεῖν, ὅτι παρὰ πατέρων ἐδέξατο τὴν εὐσέβειαν ὁ Ἀβραάμ· καὶ γὰρ εἰδωλολάτρης ἦν ἐκεῖνος· ἀλλ' ὅμως καὶ προγόνων γενόμενος τοιούτων, καὶ βάρβαρος ὢν καὶ ἐν μέσῳ βαρβάρων τραφεὶς, καὶ διδάσκαλον οὐδένα σχὼν εὐσεβείας, καὶ τὸν Θεὸν ἐπέγνω, καὶ τῶν ἐκγόνων τῶν ἑαυτοῦ πάντων τῶν καὶ νόμου καὶ προφητῶν ἀπολελαυκότων τοσοῦτον ηὐδοκίμησε μᾶλλον, ὅσον οὐδὲ ἔστιν εἰπεῖν. Τί δήποτε; Ὅτι ἐν μὲν τοῖς βιωτικοῖς οὐ σφόδρα ἦν μεμεριμνημένος, ἐν δὲ τοῖς πνευματικοῖς ὅλον ἑαυτὸν συνέτεινε. Τί δὲ ὁ Μελχισεδέκ; οὐχὶ καὶ αὐτὸς κατ' ἐκείνους τοὺς χρόνους ἐγένετο, καὶ τοσοῦτον ἔλαμψεν, ὡς καὶ ἱερεὺς τοῦ Θεοῦ χρηματίσαι; Καὶ γὰρ ἀμήχανον, καὶ σφόδρα ἀμήχανον, τὸν νήφοντα περιοφθῆναί ποτε. Μηδὲ ταῦτα ὑμᾶς θορυβείτω· ἀλλ' εἰδότες, ὅτι πανταχοῦ τῆς γνώμης ἐστι τὸ κῦρος, τὰ ἡμέτερα αὐτῶν περισκοπῶμεν, ὅπως γενοίμεθα βελτίους. Μὴ τὸν Θεὸν ἀπαιτῶμεν εὐθύνας, μηδὲ ἐξετάζωμεν, διὰ τί τὸν δεῖνα εἴασε, καὶ τὸν δεῖνα ἐκάλεσε. Καὶ γὰρ ταυτὸν ποιοῦμεν, οἷον ἂν εἴ τις οἰκέτης προσκεκρουκὼς περιεργάζοιτο τὴν οἰκονομίαν τοῦ δεσπότου. Ἄθλιε καὶ ταλαίπωρε, δέον φροντίζειν ὑπὲρ τῶν σῶν εὐθυνῶν, καὶ πῶς καταλλάξεις τὸν δεσπότην, εὐθύνας ἀπαιτεῖς ὧν σὺ μέλλεις παρέξειν εὐθύνας; ἐκεῖνα παρατρέχεις, ὧν μέλλεις δοῦναι δίκην; Τί οὖν πρὸς τὸν Ἕλληνα εἴπω, φησί; Ταῦτα τὰ εἰρημένα. Καὶ σκόπει μὴ τί εἴπῃς πρὸς τὸν Ἕλληνα μόνον, ἀλλὰ καὶ πῶς αὐτὸν διορθώσῃ. Ὅταν σου τὸν βίον ἐξετάζων σκανδαλίζηται ἐκεῖθεν, ἐνταῦθα φρόντισον τί εἴπῃς. Ὑπὲρ μὲν γὰρ ἐκείνου, κἂν σκανδαλίζηται, σὺ λόγον οὐ δώσεις· ἀπὸ δὲ τοῦ βίου τοῦ σοῦ ἐὰν βλαβῇ, κίνδυνον ὑποστήσῃ τὸν ἔσχατον. Ὅταν ἴδῃ σε περὶ βασιλείας φιλοσοφοῦντα, καὶ πρὸς τὰ παρόντα ἐπτοημένον, καὶ περὶ γεέννης δεδοικότα, καὶ τὰ ἐνταῦθα τρέμοντα δεινὰ, τότε φρόντισον. Ὅταν ταῦτα ὁρῶν ἐγκαλῇ, καὶ λέγῃ· Εἰ βασιλείας ἐρᾷς, τί τῶν παρόντων οὐχ ὑπερορᾷς; εἰ δικαστήριον προσδοκᾷς φοβερὸν, τί τῶν ἐνταῦθα δεινῶν οὐ καταφρονεῖς; εἰ ἀθανασίαν ἐλπίζεις, τί τοῦ θανάτου οὐ καταγελᾷς; ὅταν ταῦτα λέγῃ, μερίμνησον τί ἀπολογήσῃ. Ὅταν ἴδῃ σε τρέμοντα ζημίαν χρημάτων τὸν τοὺς οὐρανοὺς προσδοκῶντα, καὶ περιχαρῆ γενόμενον ὑπὲρ ἑνὸς ὀβολοῦ, καὶ τὴν ψυχὴν πάλιν προέμενον ὑπὲρ ἀργυρίου ὀλίγου, τότε φρόντισον· ταῦτα γάρ ἐστι, ταῦτα τὰ τὸν Ἕλληνα σκανδαλίζοντα. Ὥστε εἰ φροντίζεις σεαυτοῦ τῆς σωτηρίας, ὑπὲρ τούτων ἀπολογοῦ, μὴ διὰ ῥημάτων, ἀλλὰ διὰ πραγμάτων. ∆ι' ἐκεῖνο μὲν γὰρ τὸ ζήτημα οὐδείς ποτε ἐβλασφήμησε τὸν Θεὸν, διὰ δὲ τὸν πονηρὸν βίον μυρίαι πανταχοῦ βλασφημίαι. Τοῦτο τοίνυν διόρθου· ἐπεὶ πάλιν ἐρεῖ σοι ὁ Ἕλλην· Πόθεν μάθω, ὅτι δυνατὰ ἐπέταξεν ὁ Θεός; ἰδοὺ γὰρ σὺ Χριστιανὸς ὢν ἐκ προγόνων καὶ ἐντρεφόμενος τῇ καλῇ ταύτῃ θρησκείᾳ, οὐδὲν τοιοῦτον ποιεῖς. Τί οὖν ἐρεῖς; Πάντως ἐρεῖς, ὅτι ∆είξω σοι ἑτέρους ποιοῦντας, μοναχοὺς ἐν ἐρημίαις καθημένους. Εἶτα οὐκ αἰσχύνῃ Χριστιανὸς μὲν εἶναι ὁμολογῶν, πρὸς δὲ ἑτέρους πέμπων, ὡς οὐ δυνάμενος δεῖξαι, ὅτι τὰ Χριστιανῶν ἐπιδείκνυσαι; Καὶ γὰρ καὶ ἐκεῖνος εὐθέως ἐρεῖ· Οὐκοῦν ποία μοι ἀνάγκη βαδίζειν ἐπὶ τὰ ὄρη, καὶ τὰς ἐρημίας διώκειν; Εἰ γὰρ μὴ δυνατὸν ἐν μέσαις στρεφόμενον πόλεσι φιλοσοφεῖν, πολλὴ τῆς πολιτείας ταύτης ἡ κατηγορία γένοιτ' ἂν, εἰ μέλλοιμεν τὰς πόλεις ἐκλιπόντες, ἐπὶ τὰς ἐρήμους τρέχειν. Ἀλλὰ δεῖξόν μοι ἄνθρωπον γυναῖκα ἔχοντα καὶ παιδία καὶ οἰκίαν, καὶ φιλοσοφοῦντα. Τί οὖν πρὸς ταῦτα ἐροῦμεν; οὐκ ἀνάγκη κάτω κύπτειν καὶ αἰσχύνεσθαι; Οὐδὲ γὰρ ὁ Χριστὸς οὕτως ἐκέλευσεν· ἀλλὰ πῶς; Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, οὐχὶ τῶν ὀρῶν οὐδὲ τῆς ἐρημίας καὶ τῆς ἀβάτου. Καὶ ταῦτα λέγω, οὐ κακίζων τοὺς κατειληφότας τὰ ὄρη, ἀλλὰ θρηνῶν τοὺς κατοικοῦντας τὰς πόλεις, ὅτι τὴν ἀρετὴν ἐντεῦθεν ἐξήλασαν. ∆ιὸ, παρακαλῶ, τὴν φιλοσοφίαν τὴν ἐκεῖθεν καὶ ἐνταῦθα εἰσαγάγωμεν, ἵνα αἱ πόλεις γένωνται πόλεις· ταῦτα τὸν Ἕλληνα ὀρθῶσαι δύναται, ταῦτα ἀπαλλάξαι μυρίων σκανδάλων. Ὥστε, εἰ βούλει κἀκεῖνον ἐλευθερῶσαι σκανδάλου, καὶ αὐτὸς μυρίων ἀπολαῦσαι μισθῶν, τὸν βίον διόρθου τὸν σαυτοῦ, καὶ πάντοθεν ἀπολάμπειν ποίει, Ὅπως ἴδωσιν οἱ ἄνθρωποι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάζωσι τὸν Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς. Οὕτω γὰρ καὶ ἡμεῖς τῆς ἀποῤῥήτου ἐκείνης καὶ μεγάλης ἀπολαυσόμεθα δόξης· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΚΖʹ.

Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέ λιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσι γημένου, φανερωθέντος δὲ νῦν διὰ Γραφῶν προφητικῶν κατ' ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ, εἰς ὑπακοὴν πίστεως, εἰς πάντα τὰ ἔθνη γνω ρισθέντος· μόνῳ σοφῷ Θεῷ, διὰ Ἰησοῦ Χρι στοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

αʹ. Ἔθος ἀεὶ τῷ Παύλῳ εἰς εὐχὰς καὶ δοξολογίας κατακλείειν τὴν παραίνεσιν· οἶδε γὰρ οὐ μικρὰν τὸ πρᾶγμα ἔχον ῥοπήν. Τοῦτο δὲ ἀπὸ φιλοστοργίας καὶ εὐλαβείας ποιεῖν εἴωθε. Καὶ γὰρ φιλόπαιδος καὶ φιλοθέου διδασκάλου τὸ μὴ μόνον λόγῳ παιδεύειν, ἀλλὰ καὶ δι' εὐχῶν τὴν παρὰ τοῦ Θεοῦ συμμαχίαν τοῖς διδασκομένοις εἰσάγειν· ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ. Ἡ δὲ ἀκολουθία αὕτη ἐστί· Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Πάλιν γὰρ ἐκείνων ἔχεται τῶν ἀσθενῶν, καὶ πρὸς αὐτοὺς τρέπει τὸν λόγον. Ὅτε μὲν γὰρ ἐπετίμα, κοινὴν ἐποιεῖτο τὴν ἐπιτίμησιν· νυνὶ δὲ εὐχόμενος, ὑπὲρ τούτων τίθησι τὴν ἱκετηρίαν. Εἰπὼν δὲ, Στηρίξαι, ἐπάγει καὶ κατὰ ποῖον τρόπον· Κατὰ τὸ εὐαγγέλιόν μου. Τοῦτο δὲ δηλοῦντος ἦν, ὅτι οὔπω ἦσαν βεβαιωθέντες, ἀλλ' ἑστήκεσαν μὲν, ἐσαλεύοντο δέ. Εἶτα ποιῶν τὸν λόγον ἀξιόπιστον, ἐπήγαγε, Καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ· τουτέστιν ὃ αὐτὸς ἐκήρυξεν. Εἰ δὲ αὐτὸς ἐκήρυξεν, οὐχ ἡμέτερα τὰ δόγματα, ἀλλ' ἐκείνου οἱ νόμοι. Φιλοσοφῶν δὲ λοιπὸν καὶ περὶ τοῦ κηρύγματος, δείκνυσιν ὅτι πολλῆς εὐεργεσίας τοῦτο τὸ δῶρον, καὶ πολλῆς τῆς τιμῆς. Καὶ πρῶτον μὲν ἀπὸ τοῦ καταγγείλαντος τοῦτο κατασκευάζει, ἔπειτα καὶ ἀπ' αὐτῶν τῶν καταγγελθέντων· εὐαγγέλια γὰρ ἦν. Πρὸς τούτοις, ἀπὸ τοῦ μηδενὶ γνωρίσαι πρὸ ἡμῶν. Τοῦτο γοῦν ᾐνίξατο εἰπὼν, Κατὰ ἀποκάλυψιν μυστηρίου· ὅπερ μεγίστης φιλίας σημεῖόν ἐστι, τὸ μυστη ρίων ποιεῖν κοινωνοὺς, καὶ μηδένα πρὸ ἡμῶν. Χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ νῦν. Πάλαι μὲν γὰρ προώριστο, ἐφάνη δὲ νῦν. Πῶς ἐφάνη; ∆ιὰ Γραφῶν προφητικῶν. Ἐνταῦθα πάλιν ἐκλύει τὸν φόβον τοῦ ἀσθενοῦς. Τί γὰρ δέδοικας; μὴ ἀποστῇς τοῦ νόμου; Τοῦτο βούλεται ὁ νόμος, τοῦτο ἄνωθεν προὔλεγεν. Εἰ δὲ καὶ ἐξετάζεις διὰ τί νῦν ἐφανερώθη, οὐκ ἀσφαλὲς πρᾶγμα ποιεῖς, μυστήρια Θεοῦ περιεργαζόμενος, καὶ εὐθύνας ἀπαιτῶν· οὐδὲ γὰρ πολυπραγμονεῖν τὰ τοιαῦτα δεῖ, ἀλλ' ἀγαπᾷν καὶ στέργειν. ∆ιὸ καὶ αὐτὸς ἐπιστομίζων τὴν τοιαύτην γνώμην ἐπήγαγε, Κατ' ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ, εἰς ὑπακοὴν πίστεως. Ὑπακοῆς γὰρ ἡ πίστις δεῖται, οὐ πολυπραγμοσύνης· καὶ ὅταν Θεὸς ἐπιτάττῃ, πείθεσθαι, οὐ περιεργάζεσθαι χρή. Εἶτα καὶ ἑτέρωθεν αὐτοὺς παραθαῤῥύνει λέγων· Εἰς πάντα τὰ ἔθνη γνωρισθέντος. Οὐ γὰρ σὺ μόνος, ἀλλ' ἡ οἰκουμένη πᾶσα οὕτω πιστεύει, οὐκ ἄνθρωπον, ἀλλὰ Θεὸν λαβοῦσα διδάσκαλον. ∆ιὸ καὶ ἐπήγαγε, ∆ιὰ Ἰησοῦ Χριστοῦ. Οὐκ ἐγνωρίσθη δὲ μόνον, ἀλλὰ καὶ ἐβεβαιώθη· ἀμφότερα δὲ αὐτοῦ ἔργα. ∆ιὸ καὶ οὕτως ἀναγνωστέον, Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι διὰ Ἰησοῦ Χριστοῦ. Καὶ γὰρ, ὅπερ εἶπον, ἀμφότερα αὐτῷ ἀνατίθησι· μᾶλλον δὲ οὐκ ἀμφότερα μόνον, ἀλλὰ καὶ τὴν δόξαν τὴν εἰς τὸν Πατέρα. ∆ιὸ καὶ ἔλεγεν· Ὧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. ∆οξάζει δὲ πάλιν τὸ ἀκατάληπτον τῶν μυστηρίων τούτων ἐκπληττόμενος. Οὐδὲ γὰρ νῦν ὅτε ἐφάνη, λογισμοῖς αὐτὰ καταλαβεῖν δυνατὸν, ἀλλὰ διὰ πίστεως εἰδέναι χρὴ, ἄλλως δὲ οὐκ ἔνι. Καλῶς εἶπε, Μόνῳ σοφῷ Θεῷ. Ὅταν γὰρ ἐννοήσῃς πῶς τὰ ἔθνη εἰσήγαγε καὶ ἀνεκέρασε τοῖς πάλαι κατωρθωκόσι, πῶς ἀπεγνωσμένους ἔσωσε, πῶς τῆς γῆς ἀναξίους ὄντας εἰς οὐρανοὺς ἀνήγαγε, καὶ τῆς παρούσης ζωῆς ἐκπεπτωκότας εἰς τὴν ἀθάνατον ἐκείνην καὶ ἀπόῤῥητον εἰσήγαγε, καὶ ὑπὸ δαιμόνων πατουμένους ἀγγέλοις ἐφαμίλλους ἐποίησε, καὶ παράδεισον ἠνέῳξε, καὶ τὰ παλαιὰ ἅπαντα κακὰ ἔλυσε, καὶ ταῦτα ἐν χρόνῳ βραχεῖ, καὶ δι' ὁδοῦ ῥᾳδίας καὶ συντομωτάτης· τότε γνώσῃ τὴν σοφίαν, ὅταν ἴδῃς, ὃ μήτε ἄγγελοι μήτε ἀρχάγγελοι ᾔδεσαν, τοῦτο ἐξαίφνης τοὺς ἐξ ἐθνῶν μεμαθηκότας διὰ τοῦ Ἰησοῦ. ∆έον οὖν θαυμάζειν αὐτοῦ τὴν σοφίαν, καὶ δοξάζειν αὐτόν· σὺ δὲ περὶ μικρὰ στρέφῃ, τῇ σκιᾷ προσεδρεύων ἔτι· ὅπερ οὐ σφόδρα ἐστὶ δοξάζοντος. Ὁ γὰρ μὴ θαῤῥῶν αὐτῷ, μηδὲ τῇ πίστει πεποιθὼς, οὐ μαρτυρεῖ τῷ μεγέθει τῶν γενομένων. Ἀλλ' αὐτὸς τὴν ὑπὲρ ἐκείνων δόξαν ἀνήνεγκε, κἀκείνους εἰς τὸν αὐτὸν ζῆλον ἐνάγων. Ὅταν δὲ ἀκούσῃς αὐτοῦ λέγοντος, Μόνῳ σοφῷ Θεῷ, μὴ πρὸς ἀθέτησιν τοῦ Υἱοῦ νόμιζε τοῦτο λέγεσθαι. Εἰ γὰρ ἅπαντα ταῦτα, ἀφ' ὧν ἡ σοφία αὐτοῦ δείκνυται, διὰ Χριστοῦ γέγονε, καὶ χωρὶς αὐτοῦ οὐδὲ ἓν γέγονεν, εὔδηλον ὅτι καὶ τὰ τῆς σοφίας ἴσα. Τίνος οὖν ἕνεκεν Μόνῳ εἴρηκε; Πρὸς ἀντιδιαστολὴν τῆς κτίσεως ἁπάσης. Ἀποδοὺς τοίνυν τὴν δοξολογίαν, πάλιν ἀπὸ τῆς εὐχῆς ἐπὶ παραίνεσιν χωρεῖ, πρὸς τοὺς ἰσχυροτέρους τρέπων τὸν λόγον, καὶ λέγων οὕτως· Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοί. Ὀφείλομεν, οὐ χαριζόμεθα. Τί ὀφείλομεν; Τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν.

βʹ. Εἶδες πῶς ἐπῆρεν αὐτοὺς τοῖς ἐγκωμίοις, οὐχὶ τῷ δυνατοὺς μόνον εἰπεῖν, ἀλλὰ καὶ τῷ μεθ' ἑαυτοῦ τάξαι ἐκείνους; Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ τῷ χρησίμῳ πάλιν αὐτοὺς ἐπισπᾶται, καὶ ἀνεπαχθῶς· σὺ μὲν γὰρ δυνατὸς εἶ, φησὶ, καὶ καταβαίνων οὐδὲν βλάπτῃ· ἐκείνῳ δὲ περὶ τῶν ἐσχάτων ὁ κίνδυνος, ἂν μὴ διαβαστάζηται. Καὶ οὐκ εἶπε, Τοὺς ἀσθενεῖς, ἀλλὰ, Τὰ ἀσθενήματα τῶν ἀδυνάτων, εἰς ἔλεον αὐτῶν ἐπισπώμενος καὶ ἐπικαλῶν· ὡς καὶ ἀλλαχοῦ φησιν, Ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον. ∆υνατὸς γέγονας; Ἀπόδος τῷ Θεῷ τὴν ἀμοιβὴν τῷ ποιήσαντί σε τοιοῦτον· ἀποδώσεις δὲ, τὴν ἀσθένειαν τοῦ ἀῤῥώστου διορθούμενος. Καὶ γὰρ καὶ ἡμεῖς ἀσθενεῖς ἦμεν, ἀλλ' ὑπὸ τῆς χάριτος ἐγενόμεθα δυνατοί. Τοῦτο δὲ οὐκ ἐνταῦθα δεῖ μόνον ποιεῖν, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλως ἀσθενούντων· οἷον ἂν ἀκρόχολός τις ᾖ, ἂν ὑβριστὴς, ἂν ἄλλο τι ἔχων τοιοῦτον ἐλάττωμα, διαβάσταζε. Πῶς δὲ τοῦτο γένοιτ' ἂν, ἄκουσον τῶν ἑξῆς. Εἰπὼν γὰρ, Ὀφείλομεν βαστάζειν, ἐπήγαγε, Καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. Ἕκαστος ὑμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν, πρὸς οἰκοδομήν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· ∆υνατὸς εἶ; Λαμβανέτω σου πεῖραν τῆς δυνάμεως ὁ ἀσθενής· ἐκεῖνος μανθανέτω σου τὴν ἰσχὺν, ἐκείνῳ ἄρεσον. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἄρεσον, ἀλλ', Εἰς τὸ ἀγαθόν· καὶ οὐδὲ ἁπλῶς εἰς τὸ ἀγαθὸν, ἵνα μὴ λέγῃ ὁ τέλειος, Ἰδοὺ γὰρ εἰς τὸ ἀγαθὸν ἕλκω, ἀλλὰ προσέθηκε, Πρὸς οἰκοδομήν. Ὥστε κἂν πλουτῇς, κἂν ἐν δυναστείᾳ ᾖς, μὴ σαυτῷ, ἀλλὰ τῷ πένητι καὶ τῷ δεομένῳ ἄρεσκε· οὕτω γὰρ καὶ δόξης ἀπολαύσῃ τῆς ἀληθοῦς, καὶ ὠφέλειαν ἐργάσῃ πολλήν. Ἡ μὲν γὰρ τῶν βιωτικῶν δόξα εὐθέως ἀφίπταται· ἡ δὲ τῶν πνευματικῶν μένει, ἂν πρὸς οἰκοδομὴν τοῦτο ποιῇς. ∆ιὸ παρὰ πάντων τοῦτο ἀπαιτεῖ· οὐ γὰρ ὁ δεῖνα καὶ ὁ δεῖνα, ἀλλ' Ἕκαστος ὑμῶν. Εἶτα ἐπειδὴ μέγα ἐπέταξε, καὶ τῆς οἰκείας ἐκέλευσε καθυφεῖναι τελειότητος εἰς τὸ διορθῶσαι τὴν ἑτέρου ἀσθένειαν, πάλιν τὸν Χριστὸν εἰσάγει μέσον λέγων· Καὶ γὰρ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν· ὅπερ καὶ ἀεὶ ποιεῖ. Καὶ γὰρ ὅτε περὶ ἐλεημοσύνης ἔλεγεν, αὐτὸν παρήγαγε, λέγων· Γινώσκετε τὴν χάριν τοῦ Κυρίου, ὅτι δι' ἡμᾶς ἐπτώχευσε πλούσιος ὤν· καὶ ὅτε εἰς ἀγάπην προὔτρεπεν, ἐκεῖθεν προὔτρεψεν, εἰπών· Καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς· καὶ ὅτε περὶ τοῦ φέρειν αἰσχύνην καὶ κινδύνους συνεβούλευεν, ἐπ' αὐτὸν κατέφυγε, λέγων· Ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας. Οὕτω καὶ ἐνταῦθα δείκνυσι καὶ αὐτὸν τοῦτο ποιήσαντα, καὶ τὸν προφήτην ἄνωθεν προαναφωνήσαντα· διὸ καὶ ἐπήγαγε, Καθὼς γέγραπται, Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ' ἐμέ. Τί δέ ἐστιν, Οὐχ ἑαυτῷ ἤρεσεν; Ἐξῆν αὐτῷ μὴ ὀνειδισθῆναι, ἐξῆν μὴ παθεῖν ἅπερ ἔπαθεν, εἴ γε ἤθελε τὸ ἑαυτοῦ σκοπεῖν· ἀλλ' ὅμως οὐκ ἠθέλησεν, ἀλλὰ τὸ ἡμέτερον σκοπήσας, τὸ ἑαυτοῦ παρεῖδε. Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, Ἑαυτὸν ἐκένωσεν; Ὅτι οὐ τοῦτο ἐβούλετο δεῖξαι μόνον, ὅτι ἄνθρωπος γέγονεν, ἀλλ' ὅτι καὶ ὑβρίσθη, καὶ πονηρὰν παρὰ πολλοῖς ἔλαβε δόξαν, ἀσθενὴς εἶναι νομισθείς. Εἰ γὰρ Υἱὸς εἶ, φησὶ, τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ· καὶ, Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. ∆ιὸ πράγματος ἐμνημόνευσε χρησιμεύοντος αὐτῷ εἰς τὴν παροῦσαν ὑπόθεσιν, καὶ δείκνυσι πολλῷ πλέον οὗ ἐπηγγείλατο. Οὐ γὰρ τὸν Χριστὸν δείκνυσιν ὀνειδισθέντα μόνον, ἀλλὰ καὶ τὸν Πατέρα· Οἱ ὀνειδισμοὶ γὰρ τῶν ὀνειδιζόντων σε ἐπέπεσον, φησὶν, ἐπ' ἐμέ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐδὲν συνέβη καινὸν, οὐδὲν ξένον. Οἱ γὰρ ἐπὶ τῆς Παλαιᾶς ὀνειδίζειν αὐτῷ μελετήσαντες, οὗτοι καὶ κατὰ τοῦ Παιδὸς ἐμάνησαν. Ταῦτα δὲ ἐγράφη, ἵνα μιμώμεθα. Ἐνταῦθα αὐτοὺς καὶ εἰς πειρασμῶν ὑπομονὴν ἀλείφει λοιπόν· Ὅσα γὰρ προεγράφη, φησὶν, εἰς διδασκαλίαν ἡμῶν προεγράφη· ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν, τουτέστιν, ἵνα μὴ ἐκπέσωμεν. Ποικίλοι γὰρ οἱ ἀγῶνες ἔσωθεν, ἔξωθεν, ἵνα νευρούμενοι καὶ παρακαλούμενοι παρὰ τῶν Γραφῶν, ὑπομονὴν ἐπιδειξώμεθα, ἵνα ἐν ὑπομονῇ ζῶντες, μένωμεν ἐπὶ τῆς ἐλπίδος. Ταῦτα γὰρ ἀλλήλων ἐστὶ κατασκευαστικὰ, ἡ ὑπομονὴ τῆς ἐλπίδος, ἡ ἐλπὶς τῆς ὑπομονῆς· ἅπερ ἀμφότερα ἀπὸ τῶν Γραφῶν γίνεται. Εἶτα πάλιν εἰς εὐχὴν περιτρέπει τὸν λόγον, λέγων· Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις, κατὰ Χριστὸν Ἰησοῦν. Ἐπειδὴ γὰρ εἶπε τὰ παρ' ἑαυτοῦ, καὶ τὰ ὑποδείγματα ἐπήγαγε τοῦ Χριστοῦ, καὶ τὴν ἀπὸ τῶν Γραφῶν προσέθηκε μαρτυρίαν, δεικνὺς ὅτι μετὰ τῶν Γραφῶν καὶ αὐτὸς πάλιν δίδωσι τὴν ὑπομονήν. ∆ιὰ τοῦτο ἔλεγεν, Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις, κατὰ Χριστὸν Ἰησοῦν. Τοῦτο γάρ ἐστιν ἀγάπης, ὃ περὶ ἑαυτοῦ τις φρονεῖ, τοῦτο καὶ περὶ τοῦ ἄλλου.

γʹ. Εἶτα πάλιν δεικνὺς, ὅτι οὐχ ἁπλῶς ἀγάπην ζητεῖ, ἐπήγαγε, Κατὰ Χριστὸν Ἰησοῦν· ὃ πανταχοῦ ποιεῖ, ἐπειδή ἐστι καὶ ἑτέρα ἀγάπη. Καὶ τί τὸ κέρδος τῆς συμφωνίας; Ἵνα ὁμοθυμαδὸν, φησὶν, ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Οὐκ εἶπεν ἁπλῶς, Ἐν ἑνὶ στόματι, ἀλλὰ καὶ μιᾷ ψυχῇ τοῦτο ποιεῖν ἐκέλευσεν. Εἶδες πῶς τὸ σῶμα ἥνωσεν ἅπαν, καὶ πῶς τὸν λόγον κατέκλεισε πάλιν εἰς δοξολογίαν; Ὅθεν καὶ ἐνάγει μάλιστα εἰς ὁμόνοιαν καὶ συμφωνίαν. Εἶτα πάλιν ἐντεῦθεν τῆς αὐτῆς παραινέσεως ἔχεται λέγων· ∆ιὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ὑμᾶς εἰς δόξαν Θεοῦ. Πάλιν τὸ παράδειγμα ἄνωθεν, καὶ τὸ κέρδος ἄφατον· μάλιστα γὰρ τὸν Θεὸν τοῦτο δοξάζει τὸ συμπεφράχθαι. Ὥστε κἂν ἀλγῶν ὑπὲρ αὑτοῦ διαστασιάζῃς πρὸς τὸν ἀδελφὸν, ἐννοήσας ὅτι καταλύσας τὴν ὀργὴν τὸν ∆εσπότην σου δοξάζεις, κἂν μὴ διὰ τὸν ἀδελφὸν, δι' αὐτὸ γοῦν τοῦτο καταλλάγηθι· μᾶλλον δὲ διὰ τοῦτο πρῶτον. Καὶ γὰρ ὁ Χριστὸς τοῦτο ἄνω καὶ κάτω στρέφει, καὶ τῷ Πατρὶ διαλεγόμενος ἔλεγεν· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι σύ με ἀπέστειλας, ἐὰν ὦσιν ἕν. Πειθώμεθα τοίνυν, καὶ συνάπτωμεν ἑαυτοὺς ἀλλήλοις. Ἐνταῦθα γὰρ οὐκέτι τοὺς ἀσθενεῖς, ἀλλὰ πάντας διεγείρει. Κἂν βούληταί τις ἀποῤῥαγῆναί σου, μὴ καὶ σὺ ἀποῤῥαγῇς, μηδὲ τὸ ψυχρὸν ἐκεῖνο φθέγξῃ ῥῆμα, Ἐὰν φιλῇ με, φιλῶ· ἐὰν μὴ φιλῇ με ὁ δεξιὸς ὀφθαλμὸς, ἐξορύξω αὐτόν· σατανικὰ γὰρ τὰ ῥήματα ταῦτα, καὶ τελωνῶν ἄξια, καὶ τῆς Ἑλλήνων μικροψυχίας. Σὺ δὲ ὁ πρὸς μείζονα κληθεὶς πολιτείαν, καὶ εἰς τοὺς οὐρανοὺς ἐγγραφεὶς, μειζόνων ὑπεύθυνος εἶ νόμων. Μὴ δὴ λέγε ταῦτα, ἀλλ' ὅταν σε μὴ βούληται φιλεῖν, τότε πλείονα ἐπιδείκνυσο τὴν ἀγάπην, ἵνα αὐτὸν ἐπισπάσῃ· καὶ γὰρ μέλος ἐστί· τὸ δὲ μέλος ὅταν ὑπό τινος ἀνάγκης ἀποσχίζηται τοῦ λοιποῦ σώματος, πάντα ποιοῦμεν ὥστε ἑνῶσαι πάλιν αὐτὸ, καὶ πλείονα πρόνοιαν ἐπιδεικνύμεθα τότε. Καὶ γὰρ πλείων ὁ μισθὸς, ὅταν μὴ βουλόμενον φιλεῖν ἐφελκύσῃ. Εἰ γὰρ ἐπὶ ἀρίστου κελεύει καλεῖν τοὺς μὴ δυναμένους ἡμῖν ἀντιδοῦναι, ἵνα αὐξηθῇ τὰ τῆς ἀντιδόσεως· πολλῷ μᾶλλον ἐπὶ φιλίας τοῦτο δεῖ ποιεῖν. Ὁ μὲν γὰρ φιλούμενος καὶ φιλῶν ἀπέδωκέ σοι τὴν ἀμοιβήν· ὁ δὲ φιλούμενος καὶ μὴ φιλῶν, ἀνθ' ἑαυτοῦ τὸν Θεόν σοι χρεώστην κατέστησε· καὶ χωρὶς τούτων, ὅταν μὲν φιλῇ σε, οὐ πολλῆς δεῖται τῆς σπουδῆς· ὅταν δὲ μὴ φιλῇ, τότε σου χρείαν ἔχει τῆς ἀντιλήψεως. Μὴ τοίνυν τὴν αἰτίαν τῆς σπουδῆς αἰτίαν ποιοῦ ῥᾳθυμίας, μηδὲ λέγε, ὅτι Ἐπειδὴ νοσεῖ, διὰ τοῦτο αὐτοῦ ἀμελῶ· καὶ γὰρ νόσος ἐστὶν ἡ κατάψυξις τῆς ἀγάπης· ἀλλὰ σὺ θέρμανον τὸ καταψυχθέν. Τί οὖν ἐὰν μὴ θερμαίνηται, φησί; Μένε τὰ σαυτοῦ ποιῶν. Τί οὖν, ἂν μειζόνως διαστρέφηται; Πάλιν μείζονά σοι τὴν ἀντίδοσιν προξενεῖ, καὶ τοσοῦτον μᾶλλον δείκνυσι τοῦ Χριστοῦ μιμητήν. Εἰ γὰρ τὸ ἀγαπᾷν ἀλλήλους, γνώρισμα μαθητῶν· Ἐν τούτῳ γὰρ γνώσονται πάντες, φησὶν, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους· τὸ τὸν μισοῦντα φιλεῖν, ἐννόησον ἡλίκον. Καὶ γὰρ ὁ ∆εσπότης σου μισοῦντας ἐφίλει καὶ παρεκάλει· καὶ ὅσῳ ἀσθενεῖς ἦσαν, τοσούτῳ μᾶλλον αὐτῶν ἐπεμελεῖτο, καὶ ἐβόα λέγων, Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. Καὶ τραπέζης ἠξίου τῆς αὑτοῦ τελώνας καὶ ἁμαρτωλούς· καὶ ὅσην αὐτὸν ἠτίμασεν ἀτιμίαν ὁ τῶν Ἰουδαίων δῆμος, τοσαύτην περὶ αὐτοὺς ἐπεδείξατο τι μὴν καὶ κηδεμονίαν, μᾶλλον δὲ καὶ πολλῷ πλείονα. Τοῦτον καὶ σὺ ζήλωσον. Οὐδὲ γὰρ μικρόν ἐστι τὸ κατορθούμενον, ἀλλ' οὗ χωρὶς οὐδὲ ὁ μαρτυρῶν σφόδρα δύναται ἀρέσαι Θεῷ, καθὼς ὁ Παῦλός φησι. Μὴ τοίνυν λέγε, ὅτι Μισοῦμαι, καὶ διὰ τοῦτο οὐ φιλῶ· διὰ γὰρ τοῦτο μάλιστα φιλεῖν ὀφείλεις. Ἄλλως δὲ οὐδ' ἔνι φιλοῦντα μισεῖσθαι ταχέως, ἀλλὰ κἂν θηρίον ᾖ τις, τοὺς φιλοῦντας φιλεῖ· τοῦτο γὰρ καὶ οἱ ἐθνικοὶ, φησὶ, καὶ οἱ τελῶναι ποιοῦσιν. Εἰ δὲ τοὺς φιλοῦντας ἕκαστος φιλεῖ, τοὺς μετὰ τοῦ μισεῖσθαι φιλοῦντας τίς οὐκ ἂν ἀγαπήσειε; Τοῦτο τοίνυν ἐπίδειξαι, καὶ μὴ παύσῃ λέγων τοῦτο τὸ ῥῆμα, ὅτι ὅσῳ ἄν με μισήσῃς, οὐ παύσομαί σε φιλῶν, καὶ πᾶσαν φιλονεικίαν ἐχάλασας, καὶ πᾶσαν ψυχὴν ἐμάλαξας. Ἢ γὰρ ἀπὸ φλεγμονῆς γίνεται τὸ νόσημα τοῦτο, ἢ ἀπὸ ψυχρότητος· ἀλλ' ἀμφότερα ἡ τῆς ἀγάπης δύναμις διορθοῦν εἴωθε τῇ θερμότητι. Οὐχ ὁρᾷς τοὺς αἰσχρῶς ἐρῶντας ῥαπιζομένους, ἐμπτυομένους, ὀνειδιζομένους. μυρία πάσχοντας δεινὰ ὑπὸ τῶν πορνευομένων γυναικῶν ἐκείνων; Τί οὖν ἐξέλυσε τοῦτον τὸν ἔρωτα; τὰ τῶν ὕβρεων; Οὐδαμῶς, ἀλλὰ καὶ μᾶλλον ἀνῆψεν· καίτοι γε αἱ μὲν ταῦτα ποιοῦσαι μετὰ τοῦ πορνεύεσθαι καὶ ἀσήμου γένους εἰσὶ καὶ εὐτελοῦς, οἱ δὲ πάσχοντες πολλάκις λαμπροὺς ἔχουσι προγόνους ἀριθμεῖν, καὶ πολλὴν ἄλλην περιφάνειαν λέγειν· ἀλλ' ὅμως οὐδὲ τοῦτο αὐτοὺς ἐκλύει, οὐδὲ ἀφίστησι τῆς ἐρωμένης.

δʹ. Εἶτα οὐκ αἰσχυνόμεθα, ὅσην ὁ τοῦ διαβόλου καὶ τῶν δαιμόνων ἔρως ἰσχὺν ἔχει, ταύτην οὐ δυνάμενοι περὶ τὴν κατὰ Θεὸν ἐπιδεῖξαι φιλίαν; οὐκ ἐννοεῖς, ὅτι τοῦτο μέγιστόν ἐστιν ὅπλον κατὰ τοῦ διαβόλου· οὐ συνορᾷς, ὅτι παρέστηκεν ὁ πονηρὸς δαίμων ἐκεῖνος, ἕλκων πρὸς ἑαυτὸν τὸν μισούμενον, καὶ βουλόμενος πλεονεκτῆσαι τὸ μέλος; σὺ δὲ παρατρέχεις, καὶ τὸ ἔπαθλον προδίδως τῆς μάχης; Καὶ γὰρ ἔπαθλον ὁ ἀδελφὸς ἐν τῷ μέσῳ κεῖται· κἂν περιγένῃ, σὺ τὸν στέφανον ἔλαβες· ἂν δὲ ῥᾳθυμήσῃς, ἀστεφάνωτος ἀνεχώρησας. Παῦσαι τοίνυν τὸ σατανικὸν ἐκεῖνο φθεγγόμενος ῥῆμα, ὅτι Ἐὰν ἀδελφός μου μισῇ με, οὐδὲ ἰδεῖν αὐτὸν βούλομαι. Οὐδὲν γὰρ αἰσχρότερον τοῦ ῥήματος τούτου, καίτοι γε εὐγενοῦς αὐτὸ ψυχῆς δεῖγμα εἶναι τίθενται οἱ πολλοί· ἀλλ' οὐδὲν τούτων δυσγενέστερον οὐδὲ ἀνοητότερον οὐδὲ ὠμότερον. ∆ιὸ δὴ μάλιστα καὶ πενθῶ, ὅτι τὰ τῆς κακίας ἀρετῆς εἶναι νομίζουσιν οἱ πολλοὶ, καὶ ὑπερορᾷν καὶ καταφρονεῖν, λαμπρὸν ἔδοξεν εἶναι καὶ σεμνόν· ὅπερ μεγίστη παγίς ἐστι τοῦ διαβόλου, τὸ καὶ ἀγαθὴν περιθεῖναι δόξαν τῇ πονηρίᾳ· διὸ καὶ δυσεξάλειπτος γίνεται. Καὶ γὰρ πολλῶν ἔγωγε ἤκουσα σεμνυνομένων ἐπὶ τῷ μὴ προσίεσθαι τοὺς ἀποστρεφομένους αὐτούς· καίτοι γε ὁ ∆εσπότης σου καὶ ἐγκαλλωπίζεται τούτῳ. Ποσάκις γοῦν αὐτὸν διέπτυσαν ἄνθρωποι; ποσάκις ἀπεστράφησαν; αὐτὸς δὲ οὐ παύεται ἐπιτρέχων. Μὴ τοίνυν λέγε, ὅτι Οὐ δύναμαι προσίεσθαι τοὺς μισοῦντας, ἀλλ' εἰπὲ, ὅτι Οὐ δύναμαι διαπτύσαι τοὺς διαπτύοντας. Τοῦτο τοῦ μαθητοῦ τοῦ Χριστοῦ τὸ ῥῆμα, ὡς τό γε ἕτερον τοῦ διαβόλου· τοῦτο λαμπροὺς ἐποίει καὶ ἐνδόξους, ὡς τό γε ἕτερον αἰσχροὺς καὶ καταγελάστους. ∆ιὰ τοῦτο θαυμάζομεν Μωϋσέα, ὅτι καὶ τοῦ Θεοῦ λέγοντος, Ἔασόν με, καὶ θυμωθεὶς ἐκτρίψω αὐτοὺς, οὐκ ἠδυνήθη διαπτύσαι τοὺς πολλάκις αὐτὸν ἀποστραφέντας, ἀλλ' ἔλεγεν, Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον. Θεοῦ γὰρ φίλος ἦν καὶ μιμητής. Μὴ δὴ σεμνυνώ μεθα ἐν οἷς ἐγκαλύπτεσθαι δεῖ, μηδὲ λέγωμεν τὰ τῶν ἀγοραίων τούτων καὶ σεσυρμένων ἀνθρώπων, Οἶδα καταπτύσαι μυρίων· ἀλλὰ κἂν ἕτερος τοῦτο λέγῃ, καταγελῶμεν καὶ ἐπιστομίζωμεν, ὅτι καλλωπίζεται ἐφ' οἷς αἰσχύνεσθαι ἔδει. Τί λέγεις, εἰπέ μοι; καταπτύεις ἀνθρώπου πιστοῦ, οὗ ἀπίστου ὄντος οὐ κατέπτυσεν ὁ Χριστός; Τί λέγω, οὐ κατέπτυσεν; Οὕτω μὲν οὖν αὐτὸν ἐφίλησεν ἐχθρὸν ὄντα καὶ δυσειδῆ, ὡς καὶ ἀποθανεῖν ὑπὲρ αὐτοῦ. Εἶτα αὐτὸς μὲν οὕτως ἐφίλησε καὶ τοιοῦτον ὄντα, σὺ δὲ νῦν, ὅτε ὡραῖος ἐγένετο καὶ θαυμαστὸς, διαπτύεις, εἰπέ μοι, μέλος ὄντα τοῦ Χριστοῦ, καὶ σῶμα γενόμενον ∆εσπο τικόν; οὐκ ἐννοεῖς, τί φθέγγῃ; οὐκ αἰσθάνῃ οἷα τολμᾷς; Κεφαλὴν ἔχει τὸν Χριστὸν, καὶ τράπεζαν καὶ ἱμάτιον καὶ ζωὴν καὶ φῶς καὶ νυμφίον, καὶ πάντα ἐστὶν ἐκεῖνος αὐτῷ, καὶ τολμᾷς εἰπεῖν, ὅτι ∆ιαπτύω τοῦτον; καὶ οὐ τοῦτον μόνον, ἀλλὰ καὶ μυρίους ἑτέρους μετ' αὐτοῦ; Ἐπίσχες, ἄνθρωπε, καὶ ἀνάπαυσαι τῆς μανίας· ἐπίγνωθι τὸν ἀδελφὸν, μάθε ὅτι ἀνοίας ταῦτα τὰ ῥήματα καὶ παραπληξίας, καὶ λέγε τἀναντία, ὅτι Κἂν μυριάκις με διαπτύῃ, ἐγὼ οὐκ ἀποστήσομαι· οὕτω καὶ τὸν ἀδελφὸν κερδανεῖς, καὶ εἰς δόξαν τοῦ Θεοῦ βιώσῃ, καὶ τῶν μελλόντων μεθέξεις ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ ΚΗʹ.

Λέγω δὲ Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶ σαι τὰς ἐπαγγελίας τῶν πατέρων.

αʹ. Πάλιν περὶ τῆς τοῦ Χριστοῦ κηδεμονίας διαλέγεται, ἔτι τοῦ αὐτοῦ κεφαλαίου ἐχόμενος, καὶ δεικνὺς ὅσα ἐποίησεν ὑπὲρ ἡμῶν, καὶ πῶς οὐχ ἑαυτῷ ἤρεσε. Καὶ μετὰ τούτου κἀκεῖνο κατασκευάζει, ὅτι μειζόνων εἰσὶν οἱ ἐξ ἐθνῶν ὀφειλέται τῷ Θεῷ. Εἰ δὲ μειζόνων εἰσὶ, δίκαιοι ἂν εἶεν φέρειν τοὺς ἐξ Ἰουδαίων ἀσθενεῖς. Ἐπειδὴ γὰρ σφόδρα ἐκείνων καθήψατο, ἵνα μὴ τούτους ἐπάρῃ τοῦτο, καταστέλλει πάλιν αὐτῶν τὴν ἀπόνοιαν, ἐκείνοις μὲν ἐξ ἐπαγγελίας πατέρων δεικνὺς διδόμενα τὰ ἀγαθὰ, τοῖς δὲ ἐξ ἐθνῶν, ἐξ ἐλέου καὶ φιλανθρωπίας μόνης· διὸ καὶ ἔλεγε, Τὰ δὲ ἔθνη ὑπὲρ ἐλέου δοξάσαι τὸν Θεόν. Ἵνα δὲ σαφέστερον γένηται τὸ λεγόμενον, αὐτῶν πάλιν ἄκουσον τῶν ῥημάτων, ἵνα μάθῃς τί ἐστι τὸ Ὑπὲρ ἀληθείας Θεοῦ γεγενῆσθαι τὸν Χριστὸν διάκονον περιτομῆς, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων. Τί ποτ' οὖν ἐστι τὸ εἰρημένον; Ἐπαγγελία πρὸς τὸν Ἀβραὰμ ἦν γεγενημένη λέγουσα· Σοὶ δώσω τὴν γῆν καὶ τῷ σπέρματί σου, καὶ, Ἐν τῷ σπέρματί σου ἐνευλογηθήσονται πάντα τὰ ἔθνη. Ἀλλ' ἐγένοντο κολάσεως ὑπεύθυνοι μετὰ ταῦτα οἱ τοῦ σπέρματος Ἀβραὰμ ἅπαντες. Ὁ γὰρ νόμος ὀργὴν αὐτοῖς κατειργάζετο παραβαινόμενος, καὶ τῆς ἐπαγγελίας ἀπεστέρει λοιπὸν ἐκείνης τῆς τῶν πατέρων. Παραγενόμενος τοίνυν ὁ Υἱὸς συνέπραξε τῷ Πατρὶ, εἰς τὸ τὰς ἐπαγγελίας ἐκείνας ἀληθεῦσαι, καὶ εἰς τέλος ἐξελθεῖν. Πάντα γὰρ τὸν νόμον πληρώσας ἐν ᾧ καὶ περιτομὴν, καὶ ταύτῃ καὶ διὰ τοῦ σταυροῦ τῆς κατάρας ἀπαλλάξας τῆς ἐπὶ τῇ παραβάσει, οὐκ ἀφῆκε διαπεσεῖν τὴν ἐπαγγελίαν. Ὅταν οὖν λέγῃ, ∆ιάκονον περιτομῆς, τοῦτο λέγει, ὅτι ἐλθὼν, καὶ πάντα τὸν νόμον πληρώσας, καὶ περιτμηθεὶς, καὶ γενόμενος σπέρμα τοῦ Ἀβραὰμ, ἔλυσε τὴν κατάραν, ἔπαυσε τοῦ Θεοῦ τὴν ὀργὴν, ἐπιτηδείους λοιπὸν ἐποίησε τοὺς μέλλοντας δέχεσθαι τὴν ἐπαγγελίαν, ἅπαξ ἀπαλλαγέντας τοῦ προσκεκρουκέναι. Ἵν' οὖν μὴ λέγωσιν οὗτοι οἱ ἐγκαλούμενοι, Πῶς οὖν ὁ Χριστὸς περιετέμνετο, καὶ πάντα τὸν νόμον ἐφύλαττεν; εἰς τοὐναντίον αὐτὸ περιτρέπει. Οὐ γὰρ ἵνα μείνῃ ὁ νόμος, τοῦτο ἐποίησε, φησὶν, ἀλλ' ἵνα αὐτὸν λύσῃ, καὶ σὲ ἀπαλλάξῃ τῆς ἐπικειμένης κατάρας, καὶ ἐλευθερώσῃ καθόλου τῆς ἀρχῆς τῆς ἐκείνου. Ἐπειδὴ γὰρ σὺ παρέβης τὸν νόμον, διὰ τοῦτο ἐκεῖνος ἐπλήρωσεν, οὐχ ἵνα σὺ πληρώσῃς, ἀλλ' ἵνα σοι τὰς ἐπαγγελίας βεβαιώσῃ τὰς πρὸς τοὺς πατέρας, ἃς ὁ νόμος διαπεσεῖν ἐποίει, δεικνύς σε προσκεκρουκότα καὶ τῆς κληρονομίας ὄντα ἀνάξιον· ὥστε καὶ σὺ κατὰ χάριν ἐσώθης· καὶ γὰρ ἀποβεβλημένος ἦς. Μὴ τοίνυν στασίαζε, μηδὲ φιλονείκει ἀντεχόμενος ἀκαίρως τοῦ νόμου, ὃς καὶ τῆς ἐπαγγελίας ἐξέβαλεν ἂν, εἰ μὴ τοσαῦτα ἔπαθεν ὑπὲρ σοῦ ὁ Χριστός. Ἔπαθε δὲ ταῦτα, οὐκ ἐπειδὴ σὺ ἄξιος ἦς σωτηρίας, ἀλλ' ὥστε ἀληθεῦσαι τὸν Θεόν. Εἶτα, ἵνα μὴ τοῦτο φυσήσῃ τὸν ἐξ ἐθνῶν, φησί· Τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οἱ μὲν Ἰουδαῖοι κἂν ἐπαγγελίας εἶχον, εἰ καὶ ἀνάξιοι ἦσαν· σὺ δὲ οὐδὲ τοῦτο, ἀλλ' ἀπὸ φιλανθρωπίας ἐσώθης μόνης. Εἰ καὶ τὰ μάλιστα οὐδὲ ἐκείνοις τι πλέον ἐγένετο ἀπὸ τῆς ἐπαγγελίας, εἰ μὴ παρεγένετο ὁ Χριστός· ἀλλ' ὅμως ἵνα αὐτοὺς κεράσῃ, καὶ συγχωρήσῃ κατεξανίστασθαι τῶν ἀσθενῶν, μέμνηται τῶν ἐπαγγελιῶν· περὶ δὲ τούτων φησὶν, ὅτι ἐλέει ἐσώθησαν μόνῳ· διὸ καὶ δίκαιοι ἂν εἶεν μάλιστα δοξάζειν τὸν Θεόν. ∆όξα δὲ Θεῷ, τὸ συνῆφθαι, τὸ ἡνῶσθαι, τὸ ὁμοθυμαδὸν εὐφημεῖν, τὸ βαστάζειν τὸν ἀσθενέστερον, τὸ μὴ περιορᾷν ἀποῤῥηγνύμενον τὸ μέλος. Εἶτα καὶ μαρτυρίας ἐπάγει, ἐν αἷς δείκνυσιν, ὅτι δεῖ συνῆφθαι τοὺς ἐξ Ἰουδαίων τοῖς ἐξ ἐθνῶν, οὕτω λέγων· Καθὼς γέγραπται· ∆ιὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, Κύριε, καὶ τῷ ὀνόματί σου ψαλῶ· καὶ, Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ· καὶ, Αἰνεῖτε, πάντα τὰ ἔθνη, τὸν Κύριον, ἐπαινέσατε αὐτὸν, πάντες οἱ λαοί· καὶ, Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι. Ταῦτα δὲ πάντα παρήγαγε, δεικνὺς ὅτι δεῖ ἡνῶσθαι καὶ δοξάζειν τὸν Θεὸν, ὁμοῦ καὶ τὸν ἐξ Ἰουδαίων καταστέλλων, ἵνα μὴ ἐπαίρηται κατὰ τούτου, τῶν προφητῶν πάντων τούτους καλούντων, καὶ τὸν ἐξ ἐθνῶν πείθων μετριάζειν, τῷ δεῖξαι πλείονος ὑπεύθυνον ὄντα χάριτος.

βʹ. Εἶτα πάλιν ἐπὶ εὐχὴν κατακλείει τὸν λόγον, λέγων· Ὁ δὲ Θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ἐν τῇ ἐλπίδι, ἐν δυνάμει Πνεύματος ἁγίου. Τουτέστιν, ἀπαλλαγείητε τῆς πρὸς ἀλλήλους ἀθυμίας, καὶ μὴ καταβληθείητέ ποτε ὑπὸ τῶν πειρασμῶν· τοῦτο δὲ ἔσται ἐν τῷ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι. Τὸ δὲ πάντων αἴτιον τῶν ἀγαθῶν τοῦτο. Τοῦτο δὲ ἀπὸ Πνεύματος ἔσται ἁγίου· ἀλλ' οὐχ ἁπλῶς ἀπὸ Πνεύματος, ἀλλ' ἐὰν καὶ τὰ παρ' ἡμῶν εἰσενέγκωμεν. ∆ιὰ τοῦτό φησιν, Ἐν τῷ πιστεύειν· οὕτω γὰρ δύνασθε πληρωθῆναι χαρᾶς, ἐὰν πιστεύητε, ἐὰν ἐλπίζητε. Ἀλλ' οὐκ εἶπεν, Ἐὰν ἐλπίζητε, ἀλλ', Ἐὰνπερισσεύητε ἐν τῇ ἐλπίδι, ὥστε μὴ μόνον παραμυθίαν εὑρεῖν τῶν δεινῶν, ἀλλὰ καὶ χαρὰν ἔχειν διὰ τὴν περιουσίαν τῆς πίστεως καὶ τῆς ἐλπίδος. Οὕτω καὶ τὸ Πνεῦμα ἐπισπάσεσθε· οὕτω καὶ ἐκείνου παραγενομένου, τὰ ἀγαθὰ διατηρήσετε πάντα. Καθάπερ γὰρ τὴν ζωὴν ἡμῶν ἡ τροφὴ διακρατεῖ, καὶ ταύτην ἡ ζωὴ οἰκονομεῖ· οὕτως ἐὰν ἔχωμεν ἔργα ἀγαθὰ, τὸ Πνεῦμα ἕξομεν· κἂν τὸ Πνεῦμα ἔχωμεν καὶ ἔργα ἕξομεν ἀγαθά· ὡσπεροῦν καὶ τοὐναντίον, ἐὰν μὴ ἔργα ἔχωμεν, τὸ Πνεῦμα ἀφίπταται. Ἐὰν δὲ τοῦ Πνεύματος ἐρημωθῶμεν, καὶ περὶ τὰ ἔργα χωλεύσομεν· ὅταν γὰρ τοῦτο ἀπέλθῃ, τὸ ἀκάθαρτον ἔρχεται· καὶ δῆλον ἀπὸ τοῦ Σαούλ. Τί γὰρ, εἰ μὴ πνίγει ἡμᾶς ὥσπερ ἐκεῖνον; Ἀλλ' ἑτέρως ἀπαγχονίζει διὰ πράξεων πονηρῶν. ∆εῖ τοίνυν ἡμῖν τῆς κιθάρας τοῦ ∆αυῒδ, ἵνα ἐπᾴδωμεν τῇ ψυχῇ τὰς θείας ἐπῳδὰς, καὶ τὰς ἐντεῦθεν καὶ τὰς ἀπὸ τῶν ἀγαθῶν πράξεων· ὡς ἂν θάτερον μόνον ποιῶμεν, καὶ τῆς ᾠδῆς ἀκούοντες, τῷ ταῦτα ἐπᾴδοντι πολεμῶμεν διὰ τῶν ἔργων, καθάπερ ἐκεῖνος τότε· καὶ εἰς κρῖμα ἡμῖν ἔσται τὸ φάρμακον, καὶ ἀγριωτέρα ἡ μανία γενήσεται. Πρὸ μὲν γὰρ τοῦ ἀκοῦσαι δέδοικεν ὁ πονηρὸς δαίμων, μήποτε ἀκούσαντες κατορθώσωμεν· ὅταν δὲ καὶ ἀκούσαντες οἱ αὐτοὶ μένωμεν, καὶ τοῦτο ἐξαιρεῖται τὸ δέος αὐτοῦ. Ψάλωμεν τοίνυν τὴν ἀπὸ τῶν πράξεων ᾠδὴν, ἵνα τὴν δαίμονος χαλεπωτέραν ἐκβάλωμεν ἁμαρτίαν. ∆αίμων μὲν γὰρ οὐ πάντως ἀποστερεῖ τῶν οὐρανῶν, ἀλλ' ἔστιν ὅπου καὶ συμπράττει τῷ νήφοντι· ἁμαρτία δὲ πάντως ἐκβάλλει. ∆αίμων γάρ ἐστιν ἑκούσιος αὕτη, καὶ μανία αὐθαίρετος· διόπερ οὐδὲ τοὺς ἐλεοῦντας ἔχει καὶ συγγινώσκοντας. Ἐπᾴδωμεν τοίνυν τῇ οὕτω διακειμένῃ ψυχῇ, καὶ ἀπὸ τῶν ἄλλων Γραφῶν, καὶ ἀπὸ τοῦ μακαρίου ∆αυΐδ· καὶ ψαλλέτω τὸ στόμα, καὶ παιδευέσθω ὁ νοῦς. Οὐκ ἔστιν οὐδὲ τοῦτο αὐτὸ μικρόν· ἂν γὰρ παιδεύσωμεν τὴν γλῶτταν ψάλλειν, αἰσχυνθήσεται ἡ ψυχὴ ταύτης ψαλλούσης τἀναντία βουλομένη. Οὐ τοῦτο δὲ μόνον καρπωσόμεθα τὸ καλὸν, ἀλλ' ὅτι καὶ πολλὰ ἡμεῖς εἰσόμεθα τῶν ἡμῖν διαφερόντων· καὶ γὰρ καὶ περὶ τῶν παρόντων καὶ τῶν μελλόντων σοι διαλέγεται, καὶ περὶ τῶν ὁρωμένων, καὶ περὶ τῆς ἀοράτου κτίσεως. Κἂν περὶ οὐρανοῦ θέλῃς μαθεῖν, πότερον μένει τοιοῦτος ἢ μεταβάλλεται, σαφῶς ἀποκρινεῖταί σοι καὶ ἐρεῖ, ὅτι Οἱ οὐρανοὶ ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, ὁ Θεὸς, καὶ ἀλλαγήσονται. Καὶ περὶ τοῦ σχήματος ἂν θέλῃς ἀκοῦσαι, ἀκούσῃ πάλιν· Ὁ ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν. Κἂν περὶ τῶν νώτων αὐτοῦ βουληθῇ τις πλέον εἰδέναι, ἐρεῖ σοι πάλιν· Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ περὶ τοῦ πλάτους καὶ τοῦ ὕψους σοι διαλέγεται, δεικνὺς ταῦτα ἰσόμετρα ὄντα· Καθ' ὅσον γὰρ, φησὶν, ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ' ἡμῶν τὰς ἀνομίας ἡμῶν. Κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν. Κἂν τῆς γῆς τὰ θεμέλια περιεργάσῃ, οὐδὲ ταῦτά σε ἀποκρύψεται, ἀλλ' ἀκούσῃ ψάλλοντος αὐτοῦ καὶ λέγοντος, Ὅτι ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτήν. Κἂν περὶ τῶν σεισμῶν ἐπιθυμήσῃς μαθεῖν πόθεν γίνονται, ἀπαλλάξει σε πάσης ἀπορίας, οὕτω λέγων· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν. Κἂν τῆς νυκτὸς ζητήσῃς τὴν χρείαν, καὶ ταύτην εἴσῃ παρ' αὐτοῦ μαθὼν, ὅτι Ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Καὶ τὰ ὄρη ποῦ χρήσιμα, ἀποκρίνεταί σοι· Ὄρη τὰ ὑψηλὰ τοῖς ἐλάφοις. Καὶ διὰ τί αἱ πέτραι, λέγει σοι· Πέτρα καταφυγὴ τοῖς χοιρογρυλλίοις καὶ τοῖς λαγωοῖς. ∆ιὰ τί τὰ ἄκαρπα δένδρα, μάθε· Ἐκεῖ στρουθία ἐννοσσεύσουσι. ∆ιὰ τί ἐν ἐρήμοις πηγαί; Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, καὶ τὰ θηρία τοῦ ἀγροῦ. ∆ιὰ τί οἶνος; Οὐχ ἵνα πίνῃς μόνον, ἐπεὶ ἤρκει καὶ ἡ τοῦ ὕδατος φύσις, ἀλλ' ἵνα καὶ εὐφρανθῇς καὶ ἡσθῇς· Οἶνος γὰρ εὐφραίνει καρδίαν ἀνθρώπου. Τοῦτο δὲ μαθὼν, εἴσῃ καὶ μέχρι ποῦ τῷ οἴνῳ κεχρῆσθαι δεῖ. Πόθεν τρέφεται τὰ πετεινὰ, καὶ τὰ ἄγρια θηρία; Ἀκούσῃ λέγοντος· Πάντα πρὸς σὲ προσδοκῶσι δοῦναι τὴν τροφὴν αὐτοῖς εἰς εὔκαιρον. Κἂν εἴπῃς, ∆ιὰ τί τὰ κτήνη; ἀποκρίνεταί σοι, ὅτι καὶ ταῦτα διὰ σέ· Ὁ ἐξανατέλλων γὰρ, φησὶ, χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τί τῆς σελήνης σοι χρεία; Ἄκουσον αὐτοῦ λέγοντος· Ἐποίησε σελήνην εἰς καιρούς. Καὶ ὅτι ἐποίησε γενητὰ πάντα τὰ ὁρώμενα καὶ τὰ μὴ ὁρώμενα, καὶ τοῦτο σαφῶς ἐδίδαξεν εἰπών· Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Καὶ ὅτι θανάτου λύσις ἔσται, καὶ τοῦτό σε διδάσκει λέγων· Ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με. Πόθεν τὸ σῶμα ἡμῖν γέγονε; καὶ τοῦτο λέγει· Ἐμνήσθη ὅτι χοῦς ἐσμεν. Ποῦ πάλιν ἀπέρχεται; Ἐπιστρέψει εἰς τὸν χοῦν αὐτοῦ. ∆ιὰ τί ταῦτα πάντα; ∆ιὰ σέ. ∆όξῃ γὰρ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν, καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου. Εἰ ἔχομέν τι κοινὸν πρὸς τοὺς ἀγγέλους οἱ ἄνθρωποι; Καὶ τοῦτο λέγει ψάλλων οὕτως· Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους. Περὶ τῆς ἀγάπης τοῦ Θεοῦ· Καθὼς οἰκτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν. Περὶ τῶν μετὰ ταῦτα διαδεξομένων ἡμᾶς, καὶ τῆς ἀταράχου λήξεως ἐκείνης· Ἐπίστρεψον, φησὶ, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου. ∆ιὰ τί οὕτω μέγας ὁ οὐρανός; Καὶ τοῦτο ἐρεῖ, ὅτι Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. ∆ιὰ τί νὺξ καὶ ἡμέρα ἐγένετο; Οὐχ ἵνα φαίνωσι καὶ ἀναπαύωσι μόνον, ἀλλ' ἵνα καὶ παιδεύωσιν· Οὐ γάρ εἰσι λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. Πῶς ἡ θάλασσα περίκειται τῇ γῇ; Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτῆς· οὕτω γὰρ τὸ Ἑβραϊκὸν ἔχει.

γʹ. Ἀπὸ δὲ τῶν εἰρημένων ἀρχὴν λαβόντες καὶ τὰ ἄλλα πάντα εἴσεσθε, τὰ περὶ Χριστοῦ, τὰ περὶ ἀναστάσεως, τὰ περὶ τῆς μελλούσης ζωῆς, τὰ περὶ ἀναπαύσεως, τὰ περὶ κολάσεως, τὰ περὶ τῶν ἠθικῶν λόγων, τὰ περὶ τῶν δογμάτων ἅπαντα, καὶ μυρίων ἀγαθῶν ἐμπεπλησμένον τὸ βιβλίον εὑρήσετε. Κἂν εἰς πειρασμοὺς ἐμπέσῃς, πολλὴν ἐντεῦθεν λήψῃ παραμυθίαν· κἂν εἰς ἁμαρτήματα, μυρία φάρμακα κείμενα ἐνταῦθα εὑρήσεις· ἂν εἰς πενίαν, ἂν εἰς θλῖψιν, πολλοὺς τοὺς λιμένας ὄψει· κἂν δίκαιος ᾖς, πολλὴν ἀσφάλειαν ἐκεῖθεν καρπώσῃ· κἂν ἁμαρτωλὸς ᾖς, πολλὴν τὴν παραμυθίαν. Ἄν τε γὰρ δίκαιος ᾖς, καὶ πάσχῃς δεινὰ, ἀκούσῃ λέγοντος, ὅτι Ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Ταῦτα πάντα ἦλθεν ἐφ' ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου. Κἂν ἐπάρῃ σε τὰ κατορθώματα, ἀκούσῃ λέγοντος· Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν· καὶ εὐθέως ταπεινωθήσῃ. Κἂν ἁμαρτωλὸς ᾖς, καὶ ἀπεγνωκὼς ἑαυτοῦ, ἀκούσῃ συνεχῶς ἐπᾴδοντος· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ· καὶ ἀναστήσῃ ταχέως. Κἂν διάδημα ἔχῃς ἐπὶ τῆς κεφαλῆς, καὶ μέγα φρονῇς, μαθήσῃ ὅτι Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ· καὶ δυνήσῃ μετριάζειν. Ἐὰν πλούσιος ᾖς καὶ ἐπίδοξος, πάλιν ἀκούσῃ Ψάλλοντος· Οὐαὶ οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν, καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχώμενοι· καὶ, ὅτι Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει· καὶ, Οὐ συγκαταβήσεται ἡ δόξα αὐτοῦ ὀπίσω αὐτοῦ· καὶ οὐδὲν ἡγήσῃ μέγα εἶναι τῶν ἐπὶ τῆς γῆς. Τὸ γὰρ πάντων λαμπρότερον, ἡ δόξα καὶ ἡ δυναστεία, ὅταν οὕτως εὐτελὴς ᾖ, τί ἕτερον ἄξιον ἂν εἴη λόγου τῶν ἐπὶ τῆς γῆς; Ἀλλ' ἐν ἀθυμίᾳ κατέστης; Ἄκουσον αὐτοῦ λέγοντος, Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ. Ἀλλ' ὁρᾷς εὐδοκιμοῦντας παρ' ἀξίαν; Εἰπὲ, Μὴ παραζήλου ἐν πονηρευομένοις, ὅτι ὡσεὶ χόρτος ξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται. Ὁρᾷς καὶ δικαίους καὶ ἁμαρτωλοὺς κολαζομένους; Ἄκουσον ὅτι οὐχ ἡ αὐτὴ αἰτία· Πολλαὶ γὰρ, φησὶν, αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ. Ἐπὶ δὲ τῶν δικαίων οὐκ εἶπεν, Αἱ μάστιγες, ἀλλὰ, Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος· καὶ πάλιν, Θάνατος ἁμαρτωλῶν πονηρός· καὶ, Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Ταῦτα λέγε συνεχῶς, ἐντεῦθεν παιδεύου· τούτων γὰρ ἕκαστον τῶν ῥημάτων πέλαγος ἀχανὲς ἔχει νοημάτων. Ἡμεῖς μὲν γὰρ ἁπλῶς αὐτὰ παρεδράμομεν· εἰ δὲ βουληθείητε μετὰ ἀκριβείας διερευνήσασθαι τὰ εἰρημένα, πολὺν ὄψεσθε τὸν πλοῦτον. Ἀλλὰ τέως καὶ ἐκ τῶν εἰρημένων δυνατὸν καθαίρεσθαι τῶν ἐπικειμένων παθῶν. ὅταν γὰρ μήτε φθονεῖν ἐᾷ, μήτε λυπεῖσθαι καὶ ἀθυμεῖν ἀκαίρως, μήτε ἡγεῖσθαί τι πλοῦτον μήτε θλῖψιν μήτε πενίαν, μηδὲ αὐτὴν τὴν ζωὴν νομίζειν τι εἶναι, πάντων σε ἀπαλλάττει τῶν παθῶν. Ὑπὲρ δὲ τούτων εὐχαριστήσωμεν τῷ Θεῷ, καὶ τὸν θησαυρὸν μεταχειριζώμεθα, Ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν, καὶ τῶν μελλόντων ἀπολαύσωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ ΚΘʹ.

Πέπεισμαι δὲ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι πάσης γνώσεως, δυνάμενοι καὶ ἄλλους νουθετεῖν.

αʹ. Εἶπεν, ὅτι Ἐφ' ὅσον εἰμὶ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω· εἶπεν, ὅτι Μήπως οὐδὲ σοῦ φείσηται· εἶπε, Μὴ γίνεσθε φρόνιμοι παρ' ἑαυτοῖς· καὶ πάλιν, Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; καὶ, Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; καὶ ἕτερα πολλῷ πλείονα τοιαῦτα. Ἐπεὶ οὖν πολλαχοῦ τὸν λόγον τραχύτερον ἐποίησε, θεραπεύει λοιπόν· καὶ ὅπερ ἀρχόμενος ἔλεγε, τοῦτο καὶ τελευτῶν. Ἀρχόμενος μὲν ἔλεγεν· Εὐχαριστῶ τῷ Θεῷ μου ὑπὲρ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ· ἐνταῦθα δὲ, Πέπεισμαι, φησὶν, ὅτι μεστοί ἐστε ἀγαθωσύνης, δυνάμενοι καὶ ἄλλους νουθετεῖν· ὅπερ πλέον ἐστὶν ἐκείνου. Καὶ οὐκ εἶπεν, Ἤκουσα, ἀλλὰ, Πέπεισμαι, καὶ οὐ δέομαι παρ' ἑτέρου μαθεῖν, ἀλλ' Αὐτὸς ἐγὼ, τουτέστιν, ὁ ἐπιτιμῶν, ὁ ἐγκαλῶν. Καὶ Ὅτι μεστοί ἐστε ἀγαθωσύνης. Τοῦτο πρὸς τὴν ἔναγχος γενομένην παραίνεσιν· ὡσανεὶ ἔλεγεν, ὅτι Οὐχ ὡς ὠμοῖς οὐδὲ μισαδέλφοις ταῦτα παρῄνεσα προσλαμβάνεσθαι, καὶ μὴ ἐᾷν μηδὲ καταλύειν τὸ ἔργον τοῦ Θεοῦ· οἶδα γὰρ, ὅτι μεστοί ἐστε ἀγαθωσύνης. ∆οκεῖ δέ μοι ἐνταῦθα καὶ ὁλόκληρον τὴν ἀρετὴν οὕτω καλεῖν. Καὶ οὐκ εἶπεν, Ἔχετε, ἀλλὰ, Μεστοί ἐστε ἀγαθωσύνης. Καὶ τὸ ἑξῆς μετὰ τῆς αὐτῆς ἐπιτάσεως· Πεπληρωμένοι πάσης γνώσεως. Τί γὰρ εἰ φιλόστοργοι μὲν ἦσαν, οὐκ ᾔδεσαν δὲ πῶς δεῖ τοῖς φιλουμένοις κεχρῆσθαι; ∆ιὰ τοῦτο προσέθηκε, Πάσης γνώσεως, δυνάμενοι καὶ ἄλλους νουθετεῖν· οὐχὶ μόνον μανθάνειν, ἀλλὰ καὶ διδάσκειν. Τολμηρότερον δὲ ἔγραψα ὑμῖν ἀπὸ μέρους. Ὅρα Παύλου ταπεινοφροσύνην, ὅρα σοφίαν, πῶς καὶ βαθεῖαν ἔδωκε τὴν τομὴν ἐν τοῖς ἔμπροσθεν, καὶ ἐπειδὴ κατώρθωσεν ὅπερ ἐβούλετο, πολλῇ κέχρη ται τῇ θεραπείᾳ πάλιν. Ἱκανὸν γὰρ καὶ χωρὶς τῶν εἰρημένων, αὐτὸ τοῦτο τὸ ὁμολογῆσαι τετολμηκέναι, χαλάσαι αὐτῶν τὸν τόνον. Τοῦτο καὶ Ἑβραίοις ἐπιστέλλων ποιεῖ, λέγων οὕτω· Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοὶ, τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτω λαλοῦμεν. Καὶ Κορινθίοις πάλιν ὁμοίως, Ἐπαινῶ δὲ ὑμᾶς, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις, οὕτω κατέχετε. Καὶ Γαλάταις δὲ ἐπιστέλλων ἔλεγε, Πέποιθα εἰς ὑμᾶς, ὅτι οὐδὲν ἄλλο φρονήσετε. Καὶ πανταχοῦ δὲ τῶν ἐπιστολῶν τοῦτο εὕροι τις ἂν τὸ θεώρημα δαψιλές· ἐνταῦθα δὲ καὶ μειζόνως. Καὶ γὰρ ἐν ἀξιώματι ἦσαν πλείονι, καὶ ἔδει φλεγμαίνουσαν τὴν διάνοιαν αὐτῶν καταστέλλειν, μὴ τῷ στύφειν μόνον, ἀλλὰ καὶ τῷ χαλᾷν· καὶ γὰρ διαφόρως αὐτὸ ποιεῖ. ∆ιὸ καὶ ἐνταῦθά φησι, Τολμηρότερον ὑμῖν ἔγραψα. Καὶ οὐδὲ τούτῳ ἀρκεῖται, ἀλλὰ προσέθηκεν, Ἀπὸ μέρους, τουτέστιν ἠρέμα. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ τί φησιν; Ὡς ἐπαναμιμνήσκων ὑμᾶς. Καὶ οὐκ εἶπε, ∆ιδάσκων, οὐδὲ, Ἀναμιμνήσκων, ἀλλ', Ἐπαναμιμνήσκων, τουτέστι, μικρόν τι ἀναμιμνήσκων. Ὁρᾷς τὸ τέλος τῷ προοιμίῳ συμβαῖνον; Ὥσπερ γὰρ ἐκεῖ ἔλεγεν, ὅτι Ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ, οὕτω καὶ ἐν τῷ τέλει τῆς Ἐπιστολῆς· Ἡ γὰρ ἡμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο. Καὶ ὥσπερ ἀρχόμενος ἔλεγεν· Ἐπιποθῶ γὰρ ὑμᾶς ἰδεῖν, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς· τοῦτο δέ ἐστι, συμπαρακληθῆναι· οὕτω καὶ ἐνταῦθα, Ὡς ἐπαναμιμνήσκων, ἔλεγε. Καὶ ἀπὸ τοῦ θρόνου καταβὰς τοῦ διδασκαλικοῦ, καὶ ἐκεῖ καὶ ἐνταῦθα ὡς ἀδελφοῖς διαλέγεται, καὶ φίλοις καὶ ὁμοτίμοις· ὃ δὴ μάλιστά ἐστι διδασκάλου, διαποικίλλειν τὸν λόγον πρὸς τὴν τῶν ἀκουόντων ὠφέλειαν. Ὅρα γοῦν πῶς εἰπὼν, ὅτι Τολμηρότερον ἔγραψα, καὶ ὅτι Ἀπὸ μέρους, καὶ ὅτι Ὡς ἐπαναμιμνήσκων, οὐδὲ τούτοις ἠρκέσθη, ἀλλὰ ταπεινότερον ἔτι ποιῶν τὸν λόγον, ἐπήγαγε· ∆ιὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ· ὁ καὶ ἀρχόμενος ἔλεγεν, Ὀφειλέτης εἰμί. Ὡσανεὶ ἔλεγεν, Οὐκ ἐμαυτῷ ἥρπασα τὴν τιμὴν, οὐδὲ ἐπεπήδησα τούτῳ πρῶτος, ἀλλ' ὁ Θεὸς τοῦτο ἐπέταξε, καὶ τοῦτο κατὰ χάριν, οὐχ ὡς ἄξιον εἰς τοῦτο ἀφορίσας. Μὴ τοίνυν τραχύνεσθε· οὐ γὰρ ἐγὼ κατεξανίσταμαι· ὁ Θεός ἐστιν ὁ ἐπιτάττων. Καὶ ὥσπερ ἐκεῖ φησιν, Ὧ λατρεύω ἐν τῷ εὐαγγελίῳ τοῦ Υἱοῦ αὐτοῦ, οὕτω καὶ ἐνταῦθα εἰπὼν, ∆ιὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ, ἐπήγαγεν Εἰς τὸ εἶναί με λειτουργὸν Ἰησοῦ Χριστοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ Θεοῦ. Μετὰ γὰρ τὴν πολλὴν τῶν εἰρημένων ἀπόδειξιν, ἐπὶ τὸ σεμνότερον ἄγει τὸν λόγον, οὐχ ἁπλῶς λατρείαν λέγων, καθάπερ ἐν ἀρχῇ, ἀλλὰ λειτουργίαν καὶ ἱερουργίαν· Αὕτη γάρ μοι ἱερωσύνη τὸ κηρύττειν καὶ καταγγέλλειν· ταύτην προσφέρω τὴν θυσίαν. Ἱερεῖ δὲ οὐδεὶς ἂν ἐγκαλέσειε τὸ θῦμα σπουδάζοντι ἄμωμον προσενεγκεῖν. Ταῦτα δὲ ἔλεγεν, ἅμα καὶ τούτων πτερῶν τὰ φρονήματα, καὶ δεικνὺς θυσίαν ὄντας, καὶ ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀπολογούμενος, ὅτι τοῦτο ἐπιτέτακται. Καὶ γὰρ μάχαιρά μου τὸ εὐαγγέλιον, φησὶν, ὁ τοῦ κηρύγματος λόγος. Καὶ ἡ αἰτία, οὐχ ἵνα ἐγὼ δοξασθῶ, οὐχ ἵνα λαμπρὸς φανῶ, ἀλλ' Ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν Πνεύματι ἁγίῳ. Τουτέστιν, αἱ ψυχαὶ τῶν διδασκομένων ἵνα δεχθῶσιν. Οὐ γὰρ ἐμὲ τοσοῦτον τιμῶν ὁ Θεὸς εἰς τοῦτο ἤγαγεν, ὅσον ὑμῶν κηδόμενος.

βʹ. Καὶ πῶς ἂν γένοιτο εὐπρόσδεκτος; Ἐν Πνεύματι ἁγίῳ· οὐ γὰρ πίστεως δεῖ μόνης, ἀλλὰ καὶ πολιτείας πνευματικῆς, ἵνα κατέχωμεν τὸ Πνεῦμα τὸ δοθὲν ἅπαξ. Οὐ γὰρ ξύλα καὶ πῦρ, οὐδὲ βωμὸς καὶ μάχαιρα, ἀλλὰ Πνεῦμα πάντα παρ' ἡμῖν. ∆ιὰ τοῦτο πάντα ποιῶ, ἵνα μὴ σβεσθῇ ἐκεῖνο τὸ πῦρ· τοῦτο γὰρ καὶ ἐπιτέταγμαι. Τί οὖν τοῖς μὴ δεομένοις λέγεις; ∆ι' αὐτὸ δὴ τοῦτο οὐ διδάσκω, ἀλλ' ἀναμιμνήσκω, φησί· καθάπερ ὁ ἱερεὺς παρέστηκε τὸ πῦρ ἀνακαίων, οὕτω καὶ ἐγὼ τὴν προθυμίαν ὑμῶν διεγείρων. Καὶ ὅρα· οὐκ εἶπεν, Ἵνα γένηται ἡ προσφορὰ ὑμῶν, ἀλλὰ, Τῶν ἐθνῶν. Ὅταν δὲ εἴπῃ, Τῶν ἐθνῶν, τὴν οἰκουμένην λέγει, γῆν καὶ θάλασσαν ἅπασαν, καταστέλλων ἐκείνων τὰ φρονήματα, ὥστε μὴ ἀπαξιῶσαι καὶ διδάσκαλον ἔχειν τὸν πρὸς τὰ πέρατα τῆς οἰκουμένης τεινόμενον· ὃ καὶ ἀρχόμενος ἔλεγε, Καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν, Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί. Ἔχω οὖν καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν Θεόν. Ἐπειδὴ γὰρ σφόδρα ἑαυτὸν ἐταπείνωσε, πάλιν ἐπαίρει τὸν λόγον, καὶ τοῦτο ὑπὲρ ἐκείνων ποιῶν, ὥστε μὴ δόξαι εὐκαταφρόνητος εἶναι. Καὶ ἐν τῷ ἐπαίρειν δὲ αὐτὸν, τοῦ οἰκείου μέμνηται ἤθους, οὕτω λέγων· Ἔχω οὖν καύχησιν. Καυχῶμαι, φησὶν, οὐκ ἐν ἐμαυτῷ, οὐδὲ ἐν τῇ ἡμετέρᾳ σπουδῇ, ἀλλὰ τῇ τοῦ Θεοῦ χάριτι. Οὐ γὰρ τολμήσω τι λαλῆσαι, ὧν οὐ κατειργάσατο ὁ Χριστὸς δι' ἐμοῦ εἰς ὑπακοὴν τῶν ἐθνῶν, λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύματος Θεοῦ. Οὐδὲ γὰρ ἂν ἔχοι τις εἰπεῖν, φησὶν, ὅτι κόμπος μου τὰ ῥήματα· τῆς γὰρ ἱερουργίας μου ταύτης τὰ σύμβολα, καὶ τῆς χειροτονίας ἔχω πολλὰ δεῖξαι τὰ τεκμήρια, οὐ ποδήρη καὶ κώδωνας, καθάπερ οἱ παλαιοὶ, οὐδὲ μίτραν καὶ κίδαριν, ἀλλὰ πολλῷ φρικωδέστερα τούτων σημεῖα καὶ θαύματα. Οὐδὲ γὰρ ἔστιν εἰπεῖν, ὅτι ἐνεχειρίσθην μὲν, οὐκ ἐποίησα δὲ τὸ ἐπιταχθέν· μᾶλλον δὲ οὐδὲ ἐγὼ ἐποίησα, ἀλλὰ ὁ Χριστός· διὸ καὶ ἐν αὐτῷ καυχῶμαι, οὐχ ὑπὲρ τῶν τυχόντων πραγμάτων, ἀλλ' ὑπὲρ τῶν πνευματικῶν. Τοῦτο γάρ ἐστι, Τὰ πρὸς τὸν Θεόν. Ὅτι γὰρ ἤνυσα ἐφ' ὃ ἐπέμφθην, καὶ οὐ κόμπος τὰ ῥήματα, δηλοῖ τὰ θαύματα καὶ ἡ τῶν ἐθνῶν ὑπακοή. Οὐ γὰρ τολμήσω τι λαλῆσαι ὧν οὐ κατειργάσατο ὁ Χριστὸς δι' ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν, λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύματος Θεοῦ. Ὅρα πῶς βιάζεται τὸ πᾶν δεῖξαι τοῦ Θεοῦ, καὶ οὐδὲν ἑαυτοῦ. Εἴτε γὰρ φθέγγομαί τι, εἴτε ποιῶ, εἴτε θαυματουργῶ, πάντα αὐτὸς, πάντα τὸ Πνεῦμα τὸ ἅγιον. Ταῦτα δὲ λέγει, δεικνὺς καὶ τοῦ Πνεύματος τὸ ἀξίωμα. Εἶδες πῶς ταῦτα τῶν παλαιῶν θαυμαστότερα καὶ φρικωδέστερα, ἡ θυσία, ἡ προσφορὰ, τὰ σύμβολα; Ὅταν γὰρ εἴπῃ, Ἐν λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τεράτων, τοῦτο λέγει, τὴν διδασκαλίαν, τὴν περὶ βασιλείας φιλοσοφίαν, τὴν τῶν ἔργων, καὶ τῆς πολιτείας ἐπίδειξιν, τοὺς νεκροὺς τοὺς ἐγειρομένους, τοὺς δαίμονας τοὺς ἐλαυνομένους, τοὺς θεραπευομένους τυφλοὺς, τοὺς πηδῶντας χωλοὺς, τὰ ἄλλα τεράστια, ἅπερ ἅπαντα εἰργάζετο τὸ Πνεῦμα τὸ ἅγιον ἐν ἡμῖν. Εἶτα ἡ τούτων ἀπόδειξις, ἐπειδὴ ταῦτα τέως ἀπόφασις ἦν, τῶν μαθητῶν τὸ πλῆθος. ∆ιὸ καὶ ἐπήγαγεν· Ὥστε με ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ. Ἀρίθμει τοίνυν καὶ πόλεις καὶ χώρας, καὶ ἔθνη καὶ δήμους, μὴ τοὺς ὑπὸ Ῥωμαίοις μόνους, ἀλλὰ καὶ τοὺς ὑπὸ βαρβάροις. Μὴ γάρ μοι τὴν διὰ τῆς Φοινίκης καὶ Συρίας καὶ τῆς Κιλίκων καὶ Καππαδοκῶν ἔλθῃς ὁδὸν, ἀλλὰ καὶ τὰ ὄπισθεν ἅπαντα λογίζου, τὴν Σαρακηνῶν καὶ Περσῶν καὶ Ἀρμενίων καὶ τὴν τῶν ἄλλων βαρβάρων. ∆ιὰ γὰρ τοῦτο εἶπε, Καὶ κύκλῳ, ἵνα μὴ τὴν κατευθὺ λεωφόρον ἔλθῃς μόνον, ἀλλὰ καὶ πᾶσαν καὶ τὴν κατὰ τὸν νότον Ἀσίαν περιδράμῃς τῇ διανοίᾳ. Καὶ ὥσπερ νιφάδας θαυμάτων ἑνὶ λόγῳ παρέδραμεν, εἰπὼν, Ἐν δυνάμει σημείων καὶ τεράτων· οὕτω καὶ πόλεις ἀπείρους, καὶ ἔθνη καὶ δήμους καὶ χώρας ἐνὶ τούτῳ πάλιν συνεῖλε ῥήματι. Τῷ κύκλῳ. Πόῤῥω γὰρ ἦν τύφου παντός· καὶ ταῦτα δὲ διὰ τούτους ἐφθέγγετο, ὥστε μὴ μέγα φρονεῖν ἐφ' ἑαυτοῖς. Καὶ ἀρχόμενος μὲν, φησὶν, Ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν, καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν· ἐνταῦθα δὲ ἀνάγκην ἱερωσύνης τίθησιν. Ἐπειδὴ γὰρ τραχύτερον ἐφθέγξατο, καὶ σαφέστερον αὐτοῦ δείκνυσι τὴν ἐξουσίαν. ∆ιὰ τοῦτο ἐκεῖ μὲν ἁπλῶς φησι, Καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν· ἐνταῦθα δὲ καὶ τὸν τόπον λέγει πάντα, ὥστε πάντοθεν αὐτῶν ὑποτέμνεσθαι τὸ φρόνημα. Καὶ οὐχ ἁπλῶς εἶπε, Κηρῦξαι τὸ εὐαγγέλιον, ἀλλὰ Πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ. Οὕτω δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι, ὅπου οὐκ ὠνομάσθη ὁ Χριστός.

γʹ. Ἰδοὺ πάλιν ἑτέρα ὑπερβολὴ, ὅτι οὐ μόνον τοσούτους εὐηγγελίσατο καὶ ἔπεισεν, ἀλλ' ὅτι οὐδὲ πρὸς μεμαθηκότας ἀπῆλθε. Τοσοῦτον ἀπεῖχε τοῦ ἐπιῤῥίπτειν ἑαυτὸν ἀλλοτρίοις μαθηταῖς, καὶ δόξης ἕνεκεν τοῦτο ποιεῖν, ὅτι καὶ ἐσπούδαζε, τοὺς μὴ ἀκη κοότας διδάσκειν. Οὐδὲ γὰρ εἶπεν, Ὅπου οὐκ ἐπείσθησαν, ἀλλ', Ὅπου οὐδὲ ὠνομάσθη ὁ Χριστός· ὃ πλέον ἐστί. Καὶ τίνος ἕνεκεν τοιαῦτα ἐφιλοτιμεῖτο; Ἵνα μὴ ἐπ' ἀλλότριον θεμέλιον οἰκοδομήσω, φησί. Ταῦτα δὲ λέγει, δεικνὺς ἑαυτὸν ἀλλότριον ὄντα κενοδοξίας, καὶ παιδεύων αὐτοὺς, ὅτι οὐκ ἀπὸ τοῦ δόξης ἐρᾷν καὶ τῆς παρ' αὐτῶν τιμῆς ἐπὶ τὸ γράψαι ἦλθεν, ἀλλ' ὡς διακονίαν πληρῶν, ὡς ἱερουργίαν ἀπαρτίζων, ὡς τῆς σωτηρίας αὐτῶν ἐρῶν. Ἀλλότριον δὲ τὸ τῶν ἀποστόλων φησὶν, οὐ κατὰ τὴν τοῦ προσώπου ποιότητα, οὐδὲ κατὰ τὴν τοῦ κηρύγματος φύσιν, ἀλλὰ κατὰ τὸν τοῦ μισθοῦ λόγον· ἐπεὶ τὰ κηρύγματα οὐκ ἀλλότρια ἦν, ἀλλ' ὅσον εἰς μισθὸν ἀλλότρια. Ὁ γὰρ τῶν ἑτέροις πεπονημένων μισθὸς, τούτου ἀλλότριος ἦν. Εἶτα δείκνυσι καὶ προφητείαν πληρουμένην, λέγων· Καθὼς γέγραπται, Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται· καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσιν. Ὁρᾷς ἐπιτρέχοντα ὅπου πλείων ὁ πόνος, ὅπου μείζων ὁ ἱδρώς; ∆ιὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς. Σκόπει πάλιν πῶς τῷ προοιμίῳ ὁμοίως τὸ τέλος ὑφαίνει. Καὶ γὰρ καὶ ἀρχόμενος τῆς ἐπιστολῆς ἔλεγεν, ὅτι Πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο· ἐνταῦθα δὲ καὶ τὴν αἰτίαν τίθησι, δι' ἣν ἐκωλύθη, καὶ οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ πολλάκις. Ὥσπερ γὰρ ἐκεῖ φησι, Πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, οὕτω καὶ ἐνταῦθα, Ἐνεκοπτόμην τὰ πολλὰ ἐλθεῖν πρὸς ὑμᾶς. Ὅπερ μάλιστα τὴν ἐπιθυμίαν αὐτοῦ δείκνυσι, τὸ πολλάκις ἐπιχειρεῖν. Νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις. Ὁρᾷς πῶς ἔδειξεν, ὅτι οὐ τῆς παρ' αὐτῶν ἐφιέμενος δόξης ἔγραφέ τε καὶ παρεγίνετο; Ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ πολλῶν ἐτῶν. Ὡς ἂν πορεύωμαι εἰς τὴν Σπανίαν, ἐλπίζω διαπορευόμενος θεάσασθαι ὑμᾶς, καὶ ὑφ' ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ. Ἵνα γὰρ μὴ δόξῃ ἐξευτελίζειν αὐτοὺς τῷ λέγειν, ὅτι Ἐπειδὴ οὐδὲν ἔχω ποιῆσαι, διὰ τοῦτο ἔρχομαι πρὸς ὑμᾶς, πάλιν τὸν τῆς ἀγάπης κινεῖ λόγον εἰπὼν, Ἐπιποθίαν ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ πολλῶν ἐτῶν. Οὐ γὰρ διὰ τοῦτο ἐπεθύμησα ἐλθεῖν, ἐπειδὴ σχολὴν ἄγω, ἀλλ' ἵνα τὴν ἐπιθυμίαν, ἣν πάλαι ὤδινον, ταύτην ἀποτέκω. Εἶτα, ἵνα μὴ τοῦτο πάλιν αὐτοὺς φυσήσῃ, σκόπει πῶς αὐτοὺς καταστέλλει, εἰπὼν, Ὡς ἐὰν πορεύωμαι εἰς τὴν Σπανίαν, ἐλπίζω διαπορευόμενος θεάσασθαι ὑμᾶς. ∆ιὰ γὰρ τοῦτο τέθεικε τοῦτο, ἵνα μὴ μέγα φρονῶσιν· ὁμοῦ γὰρ καὶ τὴν ἀγάπην δεῖξαι βούλεται, καὶ κωλῦσαι θρύπτεσθαι ἐκείνους. ∆ιὸ συνεχῶς αὐτὸ τίθησι, καὶ ἐφεξῆς ἐναλλάττων τὰ ἑκατέρων τούτων κατασκευαστικά. ∆ιά τοι τοῦτο πάλιν, ἵνα μὴ λέγωσιν, Ὁδοῦ πάρεργον ἡμᾶς ποιεῖ, ἐπήγαγε, Καὶ ὑφ' ὑμῶν προπεμφθῆναι· τουτέστιν, Ἵνα ὑμεῖς μοι μάρτυρες ἦτε, ὅτι οὐ καταφρονῶν ὑμῶν, ἀλλ' ἑλκόμενος ὑπὸ τῆς χρείας παρατρέχω. Ἐπειδὴ δὲ καὶ τοῦτο ἔτι λυπεῖ, λιπαρώτερον αὐτὸ θεραπεύει, λέγων, Ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ. Τῷ μὲν γὰρ εἰπεῖν, ∆ιαπορευόμενος, δείκνυσιν οὐκ ἐφιέμενος αὐτῶν τῆς δόξης· τῷ δὲ εἰπεῖν, Ἐμπλησθῶ, δείκνυσιν ἐρῶν αὐτῶν τῆς ἀγάπης, καὶ οὐχ ἁπλῶς ἐρῶν, ἀλλὰ καὶ σφοδρῶς· διὸ οὐδὲ εἶπεν, Ἐμπλησθῶ, ἀλλ', Ἀπὸ μέρους. Οὐδεὶς μὲν γὰρ χρόνος ἐμπλῆσαι δύναται, οὐδὲ ἐμποιῆσαί μοι κόρον τῆς συνουσίας ὑμῶν. Εἶδες πῶς τὴν ἀγάπην δείκνυσιν, ὅταν καὶ ἐπειγόμενος μὴ πρότερον ἀνίστηται, ἕως ἂν ἐμπλησθῇ; Καὶ τοῦτο δὲ τῆς πολλῆς αὐτοῦ φιλοστοργίας σημεῖον τὸ τοῖς ῥήμασιν οὕτω θερμῶς κεχρῆσθαι. Οὐδὲ γὰρ εἶπε, θεάσομαι, ἀλλ' Ἐμπλησθῶ, τὰ τῶν γονέων μιμούμενος ῥήματα. Καὶ ἀρχόμενος μὲν ἔλεγεν, Ἵνα τινὰ καρπὸν σχῶ· ἐνταῦθα δὲ, Ἵνα ἐμπλησθῶ· ἅπερ ἀμφότερα ἐφελκομένου ἦν. Τὸ μὲν γὰρ ἐγκώμιον αὐτῶν ἦν μέγιστον, εἴ γε καρπὸν αὐτῷ παρέχειν ἔμελλον ἐκ τῆς ὑπακοῆς· τὸ δὲ, τῆς αὐτοῦ φιλίας δεῖγμα γνήσιον. Καὶ Κορινθίοις δὲ ἐπιστέλλων οὕτως ἔλεγεν· Ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι· διὰ πάντων τὴν πρὸς τοὺς μαθητὰς ἀγάπην ἐνδεικνύμενος, ἧς ἴσον οὐδέν. ∆ιὸ καὶ ἀρχόμενος ἀεὶ τῶν ἐπιστολῶν ἐντεῦθεν προοιμιάζεται, καὶ τελευτῶν εἰς τοῦτο καταλύει πάλιν.

δʹ. Καθάπερ γὰρ πατὴρ φιλόπαις μονογενὲς παιδίον καὶ γνήσιον, ἐφίλει τοὺς πιστοὺς ἅπαντας· διὸ καὶ ἔλεγε, Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Καὶ γὰρ πρὸ τῶν ἄλλων ἁπάντων τοῦτο χρὴ τὸν διδάσκαλον ἔχειν. ∆ιὸ καὶ Πέτρῳ ἔλεγεν ὁ Χριστὸς, Εἰ φιλεῖς με, ποίμαινε τὰ πρόβατά μου. Ὁ γὰρ τὸν Χριστὸν φιλῶν, καὶ τὴν ποίμνην αὐτοῦ φιλεῖ. Καὶ τὸν Μωϋσέα δὲ τότε ἐπέστησε τῷ δήμῳ τῶν Ἰουδαίων, ὅτε τὴν πρὸς αὐτοὺς εὔνοιαν ἐπεδείξατο· καὶ ὁ ∆αυῒδ δὲ οὕτως ἐπὶ τὴν βασιλείαν ἦλθε, πρότερον φιλόστοργος περὶ αὐτοὺς φανείς. Οὕτω γοῦν ἔτι νέος ὢν ἤλγησε ὑπὲρ τοῦ λαοῦ, ὡς καὶ τὴν αὐτοῦ ψυχὴν ἐπιδοῦναι, ἡνίκα τὸν βάρβαρον καθεῖλεν ἐκεῖνον. Εἰ δὲ λέγει· Τί ἔσται τῷ ἀνελόντι τὸν ἀλλόφυλον τοῦτον; οὐ μισθὸν ἀπαιτῶν ἔλεγεν, ἀλλὰ πιστευθῆναι βουλόμενος, καὶ ἐγχειρισθῆναι τὴν πρὸς αὐτὸν μάχην. Ὅτε γοῦν εἰσῆλθε πρὸς τὸν βασιλέα μετὰ τὴν νίκην, οὐδὲν ὑπὲρ τούτων διελέχθη. Καὶ ὁ Σαμουὴλ δὲ σφόδρα φιλόστοργος ἦν· διὸ καὶ ἔλεγεν, Ἐμοὶ δὲ μὴ γένοιτο διαμαρτεῖν τοῦ διαλιπεῖν προσευχόμενον ὑπὲρ ὑμῶν τῷ Κυρίῳ. Οὕτω καὶ Παῦλος, μᾶλλον δὲ οὐχ οὕτως, ἀλλὰ καὶ πολλῷ πλέον, ἁπάντων περιεκαίετο τῶν ἀρχομένων. ∆ιὸ καὶ τοὺς μαθητὰς οὕτω πρὸς αὐτὸν διέθηκεν, ὡς εἰπεῖν, ὅτι Εἰ δυνατὸν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι. ∆ιὰ τοῦτο καὶ τοῖς Ἰουδαίων διδασκάλοις τοῦτο πρὸ τῶν ἄλλων ὁ Θεὸς ἐγκαλεῖ λέγων· Ὦ οἱ ποιμένες Ἰσραὴλ, μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς; οὐχὶ τὰ πρόβατα βόσκουσιν; Ἐκεῖνοι δὲ τοὐναντίον ἐποίουν. Τὸ γάλα γὰρ, φησὶ, κατεσθίετε, καὶ τὰ ἔρια περιβάλλεσθε, καὶ τὸ παχὺ ἐσφάζετε, καὶ τὰ πρόβατα οὐκ ἐβόσκετε. Καὶ ὁ Χριστὸς δὲ ποιμένος ἀρίστου κανόνα ἐκφέρων ἔλεγεν· Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Τοῦτο ὁ ∆αυῒδ ἐποίησε πολλαχοῦ τε ἀλλαχοῦ, καὶ ἡνίκα ἄνωθεν κατὰ τοῦ δήμου παντὸς ἡ φοβερὰ ἐκείνη ὀργὴ κατεφέρετο. Πάντων γὰρ σφαττομένων ἔλεγεν, Ἐγὼ ὁ ποιμὴν ἥμαρτον, ἐγὼ ὁ ποιμὴν ἐκακοποίησα· καὶ οὗτοι, τὸ ποίμνιον, τί ἐποίησαν; ∆ιὰ τοῦτο καὶ ἐν τῇ αἱρέσει τῶν τιμωριῶν ἐκείνων οὐ λιμὸν εἵλετο, οὐ δίωξιν ἐχθρῶν, ἀλλὰ τὸν παρὰ τοῦ Θεοῦ πεμπόμενον θάνατον, δι' οὗ προσεδόκα τοὺς μὲν ἄλλους ἐν ἀσφαλείᾳ καταστήσειν, αὐτὸν δὲ πρὸ τῶν ἄλλων ἁπάντων κατενεχθήσεσθαι. Ἐπειδὴ δὲ τοῦτο οὐκ ἐγένετο, θρηνεῖ καὶ λέγει· Ἐν ἐμοὶ ἡ χείρ σου· εἰ δὲ οὐκ ἀρκεῖ, καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου. Ἐγὼ γὰρ, φησὶν, ὁ ποιμὴν ἥμαρτον. Ὡσανεὶ ἔλεγεν, ὅτι Εἰ καὶ οὗτοι ἥμαρτον, ἐγὼ ὑπεύθυνος ἤμην τῇ τιμωρίᾳ ὁ μὴ διορθούμενος· ὅταν δὲ καὶ ἐμὸν τὸ ἁμάρτημα ᾖ, ἐγὼ δίκαιος ἂν εἴην δοῦναι τὴν τιμωρίαν. Καὶ γὰρ αὐξῆσαι τὸ ἔγκλημα θέλων, τὸ τοῦ ποιμένος ἔθηκεν ὄνομα. Οὕτω γοῦν τὴν ὀργὴν ἔστησεν, οὕτω τὴν ἀπόφασιν ἀνεκαλέσατο· τοσοῦτόν ἐστιν ἐξομολόγησις· ∆ίκαιος γὰρ ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ· τοσοῦτον κηδεμονία καὶ συμπάθεια ποιμένος ἀρίστου. Καὶ γὰρ ἐσπαράττετο αὐτοῦ τὰ σπλάγχνα πιπτόντων ἐκείνων, καθάπερ παίδων γνησίων ἀναιρουμένων· διὸ καὶ ἐπ' αὐτὸν τὴν ὀργὴν ἐλθεῖν ἠξίου. Καὶ ἐν ἀρχῇ δὲ τῆς σφαγῆς τοῦτο ἐποίησεν ἂν, εἰ μὴ καὶ βαδίζουσαν αὐτὴν ὁδῷ καὶ πρὸς αὐτὸν ἥξειν ἤλπιζεν. Ὅτε γοῦν εἶδε τοῦτο μὲν μὴ γινόμενον, ἐκείνους δὲ ἐπινεμομένην τὴν συμφορὰν, οὐκέτι ἤνεγκεν, ἀλλ' ἀνήφθη μᾶλλον, ἢ ἐπὶ τοῦ Ἀμνὼν τοῦ πρωτοτόκου. Τότε γὰρ θάνατον οὐκ ᾔτησε, νῦν δὲ ἀξιοῖ πρὸ τῶν ἄλλων πεσεῖν. Τοιοῦτον εἶναι χρὴ τὸν ἄρχοντα, καὶ μᾶλλον ταῖς ἑτέρων, ἢ ταῖς οἰκείαις ἀλγεῖν συμφοραῖς. Τοιοῦτον γοῦν τι καὶ ἐπὶ τοῦ παιδὸς ἔπαθεν, ἵνα μάθῃς, ὅτι οὐδὲν πλέον τῶν ἀρχομένων τὸν παῖδα ἐφίλει. Καίτοι γε ἀκόλαστος ἦν ὁ νεανίσκος καὶ πατραλοίας, ἀλλ' ὅμως ἔλεγε· Τίς δώσει μοι θάνατον ἀντὶ σοῦ; Τί λέγεις, ὦ μακάριε, καὶ πάντων ἀνθρώπων πραότατε; ἀνελεῖν σε ἐσπούδαζεν ὁ παῖς, καὶ μυρίοις σε περιέβαλε κακοῖς· καὶ ὅτε ἐκ μέσου γέγονε, καὶ τὸ τρόπαιον ἔστη, τότε εὔχῃ σφαγῆναι; Ναὶ, φησίν. Οὐ γὰρ ἐμοὶ νενίκηκε τὸ στρατόπεδον, ἀλλ' ἔτι πολεμοῦμαι σφοδρότερον ἢ πρότερον, καὶ τὰ σπλάγχνα μοι διακόπτεται νῦν μειζόνως. Οὗτοι μὲν οὖν τῶν ἐγκεχειρισμένων ἐφρόντιζον.

εʹ. Ὁ δὲ μακάριος Ἀβραὰμ καὶ τῶν οὐκ ἐμπεπιστευμένων αὐτῷ πολλὴν ἐποιεῖτο τὴν πρόνοιαν, καὶ τοσαύτην, ὡς καὶ κινδύνοις ἑαυτὸν περιβαλεῖν χαλεποῖς. Ὅτι γὰρ οὐχ ὑπὲρ ἀδελφιδοῦ μόνου ἔπραττεν ἅπερ ἔπραττεν, ἀλλὰ καὶ ὑπὲρ τῶν Σοδομιτῶν, οὐ πρότερον ἀπέστη τοὺς Πέρσας ἐλαύνων ἐκείνους, ἕως πάντας αὐτοὺς ἠλευθέρωσε. Καίτοι γε ἐξῆν λαβόντι τοῦτον ἀναχωρεῖν, ἀλλ' οὐκ ἠθέλησε· καὶ γὰρ πάντων ὁμοίως ἐκήδετο. Καὶ τοῦτο καὶ διὰ τῶν μετὰ ταῦτα δῆλον ἐποίησεν. Ὅτε γοῦν οὐ βαρβάρων στρατόπεδον ἔμελλεν αὐτοὺς πολιορκεῖν, ἀλλὰ ἡ θεήλατος ὀργὴ τὰς πόλεις αὐτῶν ἐκ βάθρων ἀνασπᾷν, καὶ οὐκέτι ὅπλων ἦν ὁ καιρὸς, οὐδὲ μάχης καὶ παρατάξεως, ἀλλ' ἱκετηρίας, τοσαύτην ἐποιήσατο ὑπὲρ αὐτῶν σπουδὴν, ὅσην ἂν εἰ αὐτὸς ἀπόλλυσθαι ἔμελλε. ∆ιὰ δὴ τοῦτο, καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς καὶ πολλάκις προσέρχεται τῷ Θεῷ, καὶ ἐπὶ τὴν φύσιν καταφεύγει λέγων· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. Καὶ ἐπειδὴ οἴκοθεν εἶδεν αὐτοὺς προδεδομένους, δι' ἑτέρους αὐτοὺς ἀξιοῖ σώζεσθαι. ∆ιὰ τοῦτο καὶ ὁ Θεὸς ἔλεγεν· Οὐ μὴ κρύψω ἀπὸ τοῦ παιδός μου Ἀβραὰμ ἃ μέλλω ποιεῖν; ἵνα ἡμεῖς μάθωμεν πῶς ἐστι φιλάνθρωπος ὁ δίκαιος. Καὶ οὐδ' ἂν ἀπέστη παρακαλῶν, εἰ μὴ ὁ Θεὸς ἀπέστη πρῶτος. Καὶ δοκεῖ μὲν ὑπὲρ τῶν δικαίων δεῖσθαι, τὸ δὲ πᾶν ὑπὲρ ἐκείνων ἐποίει. Καὶ γὰρ σφόδρα εἰσὶν αἱ τῶν ἁγίων ψυχαὶ ἥμεροι καὶ φιλάνθρωποι, καὶ περὶ τοὺς οἰκείους καὶ περὶ τοὺς ἀλλοτρίους, καὶ μέχρι τῶν ἀλόγων αὐτῶν ταύτην ἐκτείνουσι τὴν ἡμερότητα. ∆ιὰ τοῦτο καὶ σοφός τις ἔλεγε, ∆ίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ· εἰ δὲ καὶ κτηνῶν, πόσῳ μᾶλλον ἀνθρώπων, Ἀλλ' ἐπειδὴ κτηνῶν ἐμνήσθην, λογισώμεθα καὶ τοὺς τῶν προβάτων ποιμένας τοὺς ἐν τῇ Καππαδοκῶν χώρᾳ, οἷα καὶ ἡλίκα πάσχουσιν ὑπὲρ τῆς τῶν ἀλόγων προστασίας. Πολλάκις γοῦν χιόνι καταχωσθέντες, τρεῖς ἐφεξῆς ἔμειναν ἡμέρας. Λέγονται δὲ καὶ οἱ ἐν τῇ Λιβύῃ οὐκ ἐλάττονα τούτων ὑπομένειν δεινὰ, μῆνας ὁλοκλήρους τὴν χαλεπὴν ἔρημον ἐκείνην καὶ τῶν πικροτάτων γέμουσαν θηρίων περιπολοῦντες. Εἰ δὲ περὶ ἄλογα τοσαύτη σπουδὴ, τίνα ἂν ἔχοιμεν ἀπολογίαν οἱ ψυχὰς λογικὰς ἐμπιστευθέντες, καὶ τὸν βαθὺν τοῦτον καθεύδοντες ὕπνον; ἀναπνεῖν γὰρ ὅλως ἐχρῆν; ἡσυχάζειν δὲ ὅλως, ἀλλ' οὐ πανταχοῦ περιτρέχειν, καὶ μυρίοις ἑαυτοὺς ἐκδιδόναι θανάτοις ὑπὲρ τῶν προβάτων τούτων; Ἢ οὐκ ἴστε τῆς ἀγέλης ταύτης τὸ ἀξίωμα; οὐχ ὑπὲρ ταύτης ὁ ∆εσπότης ὁ σὸς μυρία ἐπραγματεύσατο, καὶ τὸ αἷμα ὕστερον ἐξέχεε τὸ ἑαυτοῦ; σὺ δὲ ἀνάπαυσιν ζητεῖς; καὶ τί χεῖρον γένοιτ' ἂν τῶν ποιμένων τούτων; Οὐκ ἐννοεῖς τοῦτο, ὅτι περιεστήκασι τὰ πρόβατα ταῦτα λύκοι τούτων πολλῷ πικρότεροι καὶ ἀγριώτεροι; οὐ λογίζῃ πρὸς σαυτὸν οἵας δεῖ ψυχῆς τῷ μέλλοντι ταύτην μεταχειρίζειν τὴν ἀρχήν; Ἀλλ' ἄνθρωποι μὲν δημαγωγοὶ ὑπὲρ τῶν τυχόντων βουλευόμενοι πραγμάτων, τὰς νύκτας ταῖς ἡμέραις προστιθέασιν ἀγρυπνοῦντες· ἡμεῖς δὲ ὑπὲρ οὐρανοῦ τὸν ἀγῶνα ἔχοντες, καὶ ἐν ἡμέρᾳ καθεύδομεν; καὶ τίς ἡμᾶς λοιπὸν ἐξαιρήσεται τῆς ἐπὶ τούτοις κολάσεως; Εἰ γὰρ τὸ σῶμα κατακόπτεσθαι ἔδει, εἰ γὰρ μυρίους ὑποστῆναι θανάτους, οὐχ ὡς ἐπὶ πανήγυριν τρέχειν ἐχρῆν; Ταῦτα δὲ μὴ μόνον ποιμένες, ἀλλὰ καὶ πρόβατα ἀκουέτω, ἵνα τοὺς ποιμένας προθυμοτέρους ποιῶσιν, ἵνα μᾶλλον αὐτῶν τὴν προαίρεσιν ἀλείφωσιν, ἕτερον μὲν οὐδὲν, πειθὼ δὲ καὶ ὑπακοὴν πᾶσαν παρέχοντες. Οὕτω καὶ ὁ Παῦλος ἐκέλευσε λέγων· Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, ὅτι αὐτοὶ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες. Ὅταν δὲ εἴπῃ, Ἀγρυπνοῦσι, μυρίους λέγει πόνους καὶ φροντίδας καὶ κινδύνους. Ὁ γὰρ καλὸς ποιμὴν καὶ τοιοῦτος, οἷον ὁ Χριστὸς βούλεται, μυρίοις ἁμιλλᾶται μάρτυσιν. Ὁ μὲν γὰρ ἅπαξ δι' αὐτὸν ἀπέθανεν, οὗτος δὲ μυριάκις διὰ τὴν ποίμνην, εἴ γε ποιμὴν εἴη τοιοῦτος, οἷον εἶναι χρή· ὁ γὰρ τοιοῦτος καθ' ἑκάστην ἡμέραν ἀποθνήσκειν δύναται. ∆ιὸ καὶ ὑμεῖς εἰδότες τὸν πόνον, συμπράττετε ταῖς εὐχαῖς, τῇ σπουδῇ, τῇ προθυμίᾳ, τῇ φιλίᾳ, ἵνα καὶ ἡμεῖς ὑμῶν, καὶ ἡμῶν ὑμεῖς καύχημα γένησθε. ∆ιὰ τοῦτο γὰρ καὶ τῷ κορυφαίῳ τῶν ἀποστόλων, καὶ ὑπὲρ τοὺς ἄλλους φιλοῦντι αὐτὸν, τοῦτο ἐνεχείρισε, πρότερον ἐρωτήσας αὐτὸν, εἰ φιλοῖτο παρ' αὐτοῦ, ἵνα μάθῃς, ὅτι τοῦτο πρὸ τῶν ἄλλων τῆς ἀγάπης τῆς εἰς αὐτὸν τεκμήριον τίθεται· καὶ γὰρ νεανικῆς τοῦτο δεῖται ψυχῆς. Ταῦτα δέ μοι περὶ ἀρίστων εἴρηται ποιμένων, οὐ περὶ ἐμαυτοῦ καὶ τῶν καθ' ἡμᾶς, ἀλλ' εἴ τις τοιοῦτος, οἷος ὁ Παῦλος ἦν, οἷος ὁ Πέτρος, οἷος ὁ Μωϋσῆς. Τούτους οὖν μιμησώμεθα καὶ ἄρχοντες καὶ ἀρχόμενοι· ἔξεστι γὰρ καὶ ἀρχομένῳ ἐν μέρει εἶναι ποιμένος, τῆς οἰκίας, τῶν φίλων, τῶν οἰκετῶν, τῆς γυναικὸς, τῶν παίδων· κἂν οὕτω τὰ καθ' αὑτοὺς οἰκονομῶμεν, πάντων ἐπιτευξόμεθα τῶν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ Λʹ.

Νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλὴμ, διακονῶν τοῖς ἁγίοις. Εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ. Εὐ δόκησαν γὰρ, καὶ ὀφειλέται αὐτῶν εἰσιν.

αʹ. Ἐπειδὴ εἶπεν, ὅτι Τόπον οὐκ ἔτι ἔχω ἐν τοῖς κλίμασι τούτοις, καὶ ἐπιποθίαν ἔχω ἐκ πολλῶν ἐτῶν ἐλθεῖν πρὸς ὑμᾶς, ἔμελλε δὲ ἔτι βραδύνειν· ἵνα μὴ νομίζηται διαχλευάζειν αὐτοὺς, λέγει καὶ τὴν αἰτίαν, δι' ἣν ἀναβάλλεται τέως, καί φησιν, ὅτι Πορεύομαι εἰς Ἱεροσόλυμα. Καὶ δοκεῖ μὲν τὴν πρόφασιν λέγειν τῆς μελλήσεως, διὰ δὲ τούτων καὶ ἕτερόν τι κατασκευάζει, τὸ προτρέψαι ἐκείνους εἰς ἐλεημοσύνην, καὶ σπουδαιοτέρους ποιῆσαι· ἐπεὶ εἰ μὴ τοῦτο ἐσπούδαζε κατορθῶσαι, ἤρκει εἰπεῖν, ὅτι Πορεύομαι εἰς Ἱερουσαλήμ· νυνὶ δὲ καὶ τὴν αἰτίαν προστίθησι τῆς ἀποδημίας· Πορεύομαι γὰρ, φησὶ, διακονῶν τοῖς ἁγίοις. Καὶ ἐνδιατρίβει τῷ λόγῳ, καὶ λογισμοὺς κινεῖ λέγων, ὅτι Ὀφειλέται εἰσὶ, καὶ ὅτι, Εἰ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι· ἵνα μάθωσιν ἐκεῖνοι τούτους ζηλοῦν. ∆ιὸ καὶ μάλιστα αὐτοῦ τὴν σοφίαν θαυμάσαι χρὴ, ὅτι τοῦτον τῆς συμβουλῆς τὸν τρόπον ἐπενόησεν· οὕτω γὰρ μᾶλλον ἠνείχοντο ἢ ἐν τάξει παραινέσεως εἰπεῖν. Καὶ γὰρ ἔδοξαν ἂν ὑβρίζεσθαι, εἰ εἰς προτροπὴν αὐτῶν Κορινθίους παρῆγεν εἰς μέσον καὶ Μακεδόνας. ∆ιὰ δὴ τοῦτο ἐκεῖ ἐκείνους μὲν οὕτω προτρέπει, λέγων· Γνωρίζω δὲ ὑμῖν τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας· καὶ Μακεδόνας δὲ διὰ τούτων πάλιν· Ὁ γὰρ ἐξ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας. Καὶ διὰ Γαλατῶν δὲ ὁμοίως τοῦτο ποιεῖ, ὡς ὅταν λέγῃ· Ὥσπερ διέταξα ταῖς Ἐκκλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε· ἐπὶ δὲ Ῥωμαίων οὐχ οὕτως, ἀλλ' ὑπεσταλμένως μᾶλλον. Ποιεῖ δὲ αὐτὸ καὶ ἐπὶ τοῦ κηρύγματος, ὡς ὅταν λέγῃ· Ἢ ἀφ' ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν; ἢ εἰς ὑμᾶς μόνους κατήντησεν; οὐδὲν γὰρ οὕτως, ὡς ζῆλος, ἰσχυρόν. ∆ιὸ πολλαχοῦ αὐτὸ τίθησι· καὶ γὰρ καὶ ἀλλαχοῦ φησι, Καθὼς ἐν πάσαις ταῖς Ἐκκλησίαις διατάσσομαι· καὶ πάλιν, Καθὼς πανταχοῦ ἐν πάσῃ Ἐκκλησίᾳ διδάσκω. Καὶ Κολοσσαεῦσι δὲ ἔλεγεν, ὅτι Ἐστὶ καρποφορούμενον καὶ αὐξανόμενον τὸ εὐαγγέλιον τοῦ Θεοῦ ἐν παντὶ κόσμῳ. Τοῦτο δὴ καὶ ἐνταῦθα ποιεῖ ἐπὶ τῆς ἐλεημοσύνης. Καὶ σκόπει πῶς μεγαλοπρεπῶς ταῖς λέξεσι κέχρηται· οὐ γὰρ εἶπε, Πορεύομαι ἐλεημοσύνην ἀποφέρων, ἀλλὰ, ∆ιακονῶν. Εἰ δὲ Παῦλος διακονεῖ, ἐννόησον ἡλίκον τὸ γενόμενον, ὅταν ὁ τῆς οἰκουμένης διδάσκαλος καταδέχηται ἀποκομίζειν, καὶ μέλλων εἰς Ῥώμην ἀποδημεῖν, καὶ οὕτως αὐτοὺς ἐπιποθῶν, τοῦτο ἐκείνου προτιμᾷ. Ηὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα, τουτέστιν, ἐδοκίμασαν, ἐπεθύμησαν, κοινωνίαν τινά. Πάλιν οὐκ εἶπεν Ἐλεημοσύνην, ἀλλὰ Κοινωνίαν. Τὸ δὲ, Τινὰ, οὐχ ἁπλῶς τέθεικεν, ἀλλ' ἵνα μὴ δόξῃ τούτους ὀνειδίζειν. Καὶ οὐκ εἶπεν ἁπλῶς, Εἰς τοὺς πτωχοὺς, ἀλλ' Εἰς τοὺς πτωχοὺς τῶν ἁγίων· διπλῆν ποιῶν τὴν σύστασιν, καὶ τὴν ἀπὸ τῆς ἀρετῆς καὶ τὴν ἀπὸ τῆς πενίας. Καὶ οὐδὲ τούτῳ μόνον ἠρκέσθη, ἀλλ' ἐπήγαγεν, ὅτι Ὀφειλέται εἰσίν. Εἶτα δείκνυσι πῶς ὀφειλέται. Εἰ γὰρ τοῖς πνευματικοῖς ἐκοινώνησαν αὐτῶν, φησὶ, τὰ ἔθνη, ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς. Ὃ δὲ λέγει, τοῦτό ἐστι· ∆ι' αὐτοὺς ἦλθεν ὁ Χριστὸς, αὐτοῖς ἦν ἅπαντα ἐπηγγελμένα τοῖς ἐξ Ἰουδαίων, ἐξ αὐτῶν ὁ Χριστός· διὸ καὶ ἔλεγεν, Ἐκ τῶν Ἰουδαίων ἐστὶν ἡ σωτηρία· ἐκεῖθεν οἱ ἀπόστολοι, ἐκεῖθεν οἱ προφῆται, ἐκεῖθεν τὰ ἀγαθὰ πάντα. Τούτων οὖν ἁπάντων ἐκοινώνησεν ἡ οἰκουμένη. Εἰ τοίνυν ἐν τοῖς μείζοσιν ἐκοινωνήσατε, φησὶ, καὶ τῶν δείπνων τῶν ἐκείνοις παρεσκευασμένων ὑμεῖς εἰσελθόντες ἀπηλαύσατε τῶν προκειμένων κατὰ τὴν τοῦ εὐαγγελίου παραβολήν· ὀφείλετε καὶ τῶν σαρκικῶν κοινωνῆσαι καὶ μεταδοῦναι αὐτοῖς. Καὶ οὐκ εἶπε, Κοινωνῆσαι, ἀλλὰ Λειτουργῆσαι· ἐν τάξει διακόνων αὐτοὺς καθιστὰς, καὶ τῶν βασιλεῦσι τελούντων φόρους. Καὶ οὐκ εἶπεν, Ἐν τοῖς σαρκικοῖς ὑμῶν, ὥσπερ, Ἐν τοῖς πνευματικοῖς αὐτῶν· τὰ μὲν γὰρ πνευματικὰ ἐκείνων, τὰ δὲ σαρκικὰ οὐ τούτων μόνον, ἀλλὰ κοινὰ πάντων· τὰ γὰρ χρήματα πάντων ἐκέλευσεν εἶναι, οὐχὶ τῶν κεκτημένων μόνον. Τοῦτο οὖν ἐπιτελέσας, καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον· τουτέστιν, ὡς εἰς βασιλικὰ ταμιεῖα ἐναποθέμενος, ὡς ἐν ἀσύλῳ καὶ ἀσφαλεῖ χωρίῳ· καὶ οὐκ εἶπεν, Ἐλεημοσύνην, ἀλλὰ πάλιν, Τὸν καρπόν· δεικνὺς κερδαίνοντας τοὺς παρέχοντας. Ἀπελεύσομαι δι' ὑμῶν εἰς Σπανίαν. Πάλιν μέμνηται τῆς Σπανίας, δεικνὺς τὸ ἄοκνον καὶ τὸ περὶ ἐκείνους θερμόν. Οἶδα δὲ, ὅτι ἐρχόμενος πρὸς ὑμᾶς, ἐν πληρώματι εὐλογίας τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ἐλεύσομαι. Τί ἐστιν, Ἐν πληρώματι εὐλογίας; Ἤτοι περὶ χρημάτων φησὶν, ἢ περὶ πάντων ἁπλῶς τῶν κατορθωμάτων. Εὐλογίαν γὰρ, ὡς τὰ πολλὰ, τὴν ἐλεημοσύνην εἴωθε λέγειν· ὡς ὅταν λέγῃ, Ὡς εὐλογίαν, μὴ ὡς πλεονεξίαν· καὶ ἔθος δὲ παλαιὸν οὕτως ἦν καλεῖσθαι τὸ πρᾶγμα. Ἐπειδὴ δὲ ἐνταῦθα προσέθηκε, Τοῦ Εὐαγγελίου, διὰ τοῦτό φαμεν οὐ περὶ χρημάτων μόνον εἰρηκέναι, ἀλλὰ καὶ περὶ τῶν ἄλλων ἁπάντων· ὡσανεὶ εἶπεν, Οἶδα δὲ, ὅτι ἐρχόμενος ὄψομαι ὑμᾶς ἐν ἅπασιν εὐδοκιμοῦντας, καὶ κομῶντας τοῖς ἀγαθοῖς, καὶ μυρίων ἐπαίνων ἀξίους τῶν κατὰ τὸ εὐαγγέλιον. Καὶ τοῦτο δὲ εἶδος συμβουλῆς θαυμαστὸν, τὸ προκαταλαμβάνειν αὐτοὺς τοῖς ἐγκωμίοις. Ὅταν γὰρ παραιτῆται ἐν τάξει παραινέσεως τοῦτο ποιεῖν, ἐπὶ τοῦτον ἔρχεται τῆς διορθώσεως τὸν τρόπον. Παρακαλῶ δὲ ὑμᾶς διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος.

βʹ. Πάλιν ἐνταῦθα τὸν Χριστὸν καὶ τὸ Πνεῦμα προβάλλεται, καὶ οὐδαμῶς μέμνηται τοῦ Πατρός. Ταῦτα δὲ εἶπον, ἵν' ὅταν ἴδῃς αὐτὸν Πατρὸς καὶ Υἱοῦ μεμνημένον, ἢ Πατρὸς μόνου, μήτε Υἱὸν μήτε Πνεῦμα ἀθετῇς. Καὶ οὐκ εἶπε, Πνεύματος, ἀλλ' Ἀγάπης Πνεύματος. Καθάπερ γὰρ ὁ Χριστὸς ἠγάπησε τὸν κόσμον καὶ ὁ Πατὴρ, οὕτω καὶ τὸ Πνεῦμα. Τί δέ ἐστιν ὃ παρακαλεῖς, εἰπέ μοι; Συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεὸν, ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ. Μέγας ἄρα ἀγὼν αὐτῷ προὔκειτο· διὸ καὶ τὰς εὐχὰς αὐτῶν καλεῖ. Καὶ οὐκ εἶπεν, Ἵνα συμπλακῶ, ἀλλ' Ἵνα ῥυσθῶ· ὡς ὁ Χριστὸς ἐκέλευσεν, Εὔχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. Ταῦτα δὲ λέγων, ἐδείκνυ πονηρούς τινας λύκους ἐπιθησομένους αὐτῷ, καὶ θηρία μᾶλλον ἢ ἄνδρας. Ἀπὸ δὲ τούτου καὶ ἕτερον παρεσκεύαζε, τὸ δεῖξαι ὅτι δικαίως ἀνεδέξατο τὸ διακονῆσαι τοῖς ἁγίοις, εἴ γε τοσοῦτοι οἱ ἀπειθοῦντες, ὡς καὶ αὐτῶν εὔχεσθαι ῥυσθῆναι. Οἱ γὰρ μεταξὺ τοσούτων ὄντες πολεμίων, καὶ λιμῷ ἀπόλλυσθαι ἔμελλον· διὸ ἀναγκαίως ἑτέρωθεν αὐτοῖς ἐκομίζετο. Καὶ ἵνα ἡ διακονία μου ἐν Ἱερουσαλὴμ εὐπρόσδεκτος γένηται τοῖς ἁγίοις· τουτέστιν, ἵνα δεκτή μου γένηται ἡ θυσία, ἵνα μετὰ προθυμίας ὑποδέξωνται τὰ διδόμενα. Ὁρᾷς πῶς πάλιν ἐπῆρε τὸ ἀξίωμα τῶν λαμβανόντων, εἴ γε εὐχῶν δεῖται παρὰ δήμου τοσούτου, εἰς τὸ δεχθῆναι τὰ πεμπόμενα; Ἀπὸ δὲ τούτου δείκνυσι καὶ ἕτερόν τι, ὅτι οὐκ ἀρκεῖ τὸ δοῦναι ἐλεημοσύνην εἰς τὸ δεχθῆναι. Ὅταν γὰρ μετὰ ἀνάγκης τις παρέχῃ, ὅταν ἐξ ἀδικίας, ὅταν πρὸς κενοδοξίαν, οἴχεται ὁ καρπός. Ἵνα ἐν χαρᾷ ἔλθω πρὸς ὑμᾶς διὰ θελήματος Θεοῦ. Ὥσπερ ἀρχόμενος ἔλεγεν, Εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ Θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς· οὕτω καὶ ἐνταῦθα ἐπὶ τὸ αὐτὸ καταφεύγει θέλημα, καί φησιν, ὅτι ∆ιὰ τοῦτο ἐπείγομαι, καὶ ῥυσθῆναι ἐκεῖθεν εὔχομαι, ἵνα ταχέως ὑμᾶς ἴδω, καὶ ἴδω μεθ' ἡδονῆς, μηδεμίαν ἐκεῖθεν ἐπισυρόμενος ἀθυμίαν. Καὶ συναναπαύσωμαι ὑμῖν. Ὅρα πῶς πάλιν τὸ ἄτυφον δείκνυσιν. Οὐ γὰρ εἶπε, Ἵνα διδάξω ὑμᾶς καὶ κατηχήσω, ἀλλ', Ἵνα συναναπαύσωμαι ὑμῖν. Καίτοι αὐτὸς ἦν ὁ ἀγωνιζόμενος, καὶ πυκτεύων· πῶς οὖν φησι, Συναναπαύσωμαι; Χαριζόμενος αὐτοῖς κἀν τούτῳ, καὶ προθυμοτέρους ποιῶν τῷ κοινωνοὺς ποιεῖν τῶν στεφάνων καὶ δεικνύναι καὶ αὐτοὺς ἀγωνιζομένους καὶ πονοῦντας. Εἶτα, ὅπερ ἀεὶ ποιεῖν εἴωθε, τὴν εὐχὴν μετὰ τὴν παραίνεσιν προστίθησι λέγων· Ὁ δὲ Θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν. Ἀμήν. Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν, διάκονον οὖσαν τῆς Ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς. Ὅρα διὰ πόσων αὐτὴν σεμνύνει· καὶ γὰρ πρὸ τῶν ἄλλων αὐτῆς ἐμνήσθη πάντων, καὶ ἀδελφὴν ἐκάλεσεν· οὐ μικρὸν δὲ Παύλου κληθῆναι ἀδελφήν. Καὶ τὸ ἀξίωμα προσέθηκε, διάκονον εἰπών· Ἵνα αὐτὴν προσδέξησθε ἐν Κυρίῳ ἀξίως τῶν ἁγίων. Τουτέστι, διὰ τὸν Κύριον, ἵνα τιμῆς ἀπολαύσῃ παρ' ὑμῖν. Ὁ γὰρ διὰ τὸν Κύριον δεχόμενος, κἂν μὴ μέγαν τινὰ δέξηται, μετὰ σπουδῆς δέχεται· ὅταν δὲ καὶ ἁγία ᾖ, ἐννόησον ἡλίκης αὐτὴν ἀπολαῦσαι δίκαιον θεραπείας. ∆ιὰ τοῦτο προσέθηκε, Ἀξίως τῶν ἁγίων, ὡς δεῖ τοὺς τοιούτους ὑποδέχεσθαι. ∆ιπλῆν γὰρ ἔχει ἀφορμὴν τοῦ θεραπευθῆναι παρ' ὑμῶν, καὶ τὸ διὰ τὸν Κύριον δεχθῆναι, καὶ τὸ αὐτὴν ἁγίαν εἶναι. Καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν πράγματι χρῄζῃ. Εἶδες τὸ ἀνεπαχθές; Οὐδὲ γὰρ εἶπεν, Ἵνα ἀπαλλάξητε, ἀλλ', Ἵνα τὰ παρ'ὑμῶν εἰσενέγκητε, καὶ χεῖρα ὀρέξητε, καὶ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ· οὐκ ἐν οἷς ἂν ᾖ πάντως, ἀλλ' ἐν οἷς ἂν ὑμῶν δέηται· δεήσεται δὲ ἐν ἐκείνοις, ἐν οἷς ἂν ὑμεῖς ἦτε κύριοι. Εἶτα πάλιν ὁ ἔπαινος ἄφατος· Καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη, καὶ αὐτοῦ ἐμοῦ. Εἶδες τὴν σύνεσιν; Πρῶτον μὲν τὰ ἐγκώμια, εἶτα μέσην τὴν παράκλησιν, εἶτα πάλιν τὰ ἐγκώμια τέθεικεν, ἑκατέρωθεν περιστέλλων τὴν χρείαν τοῖς ἐπαίνοις τῆς γυναικὸς τῆς μακαρίας ἐκείνης. Πῶς γὰρ οὐ μακαρία ἡ τοσαύτης ἀπολαύσασα παρὰ Παύλου μαρτυρίας, ἡ καὶ αὐτῷ βοηθῆσαι δυνηθεῖσα τῷ τὴν οἰκουμένην διορθώσαντι; Τοῦτο γὰρ ὁ κολοφὼν αὐτῆς τῶν ἀγαθῶν· διὸ καὶ ὕστερον αὐτὸ τέθεικε λέγων, Καὶ αὐτοῦ ἐμοῦ. Τί δέ ἐστι, Καὶ αὐτοῦ ἐμοῦ; Τοῦ κήρυκος τῆς οἰκουμένης, τοῦ τοσαῦτα παθόντος, τοῦ μυρίοις ἀρκοῦντος. Μιμησώμεθα τοίνυν καὶ ἄνδρες καὶ γυναῖκες τὴν ἁγίαν ἐκείνην, καὶ τὴν μετ' αὐτὴν δὲ σὺν τῷ ἀνδρί. Τίνες δὲ οὗτοί εἰσιν; Ἀσπάσασθε, φησὶ, Πρίσκιλλαν καὶ Ἀκύλαν, τοὺς συλλειτουργούς μου ἐν Χριστῷ Ἰησοῦ. Τούτων τῇ ἀρετῇ καὶ ὁ Λουκᾶς μαρτυρεῖ· τοῦτο μὲν, ὅταν λέγῃ, ὅτι Ἔμεινε πρὸς αὐτοὺς ὁ Παῦλος· ἦσαν γὰρ σκηνοποιοὶ τὴν τέχνην· τοῦτο δὲ, ὅταν δεικνύῃ τὴν γυναῖκα τὸν Ἀπολλὼ προσλαμβανομένην καὶ κατηχήσασαν τὴν ὁδὸν τοῦ Κυρίου.

γʹ. Μεγάλα μὲν γὰρ κἀκεῖνα· πολλῷ δὲ μείζονα, ἅ φησι Παῦλος. Τί γάρ φησι; Πρῶτον συλλειτουργοὺς αὐτοὺς καλεῖ, τῶν ἀφάτων πόνων καὶ τῶν κινδύνων δεικνὺς αὐτοὺς κοινωνούς· ἔπειτα φησιν, Ὅτι ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν. Εἶδες μάρτυρας ἀπηρτισμένους; Καὶ γὰρ εἰκὸς ἐπὶ Νέρωνος μυρίους εἶναι τοὺς κινδύνους, ὅτε καὶ διετάξατο πάντας χωρίζεσθαι ἀπὸ τῆς Ῥώμης τοὺς Ἰουδαίους. Οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ Ἐκκλησίαι τῶν ἐθνῶν. Ἐνταῦθα τὴν φιλοξενίαν καὶ τὴν ἀπὸ τῶν χρημάτων λειτουργίαν αἰνίττεται, θαυμάζων αὐτοὺς, ὅτι καὶ τὸ αἷμα αὐτῶν ἐξέχεαν, καὶ τὴν οὐσίαν κοινὴν προὔθηκαν ἅπασαν. Εἶδες γυναῖκας γενναίας, οὐδὲν ἀπὸ τῆς φύσεως ἐμποδισθείσας εἰς τὸν τῆς ἀρετῆς δρόμον; Καὶ μάλα εἰκότως· Ἐν Χριστῷ γὰρ Ἰησοῦ οὐκ ἄρσεν, οὐ θῆλυ. Καὶ ὅπερ ἐπὶ τῆς προτέρας εἶπε, τοῦτο καὶ ἐπὶ ταύτης φησί· καὶ γὰρ καὶ περὶ ἐκείνης ἔλεγεν, Ἥτις προστάτις πολλῶν ἐγενήθη, καὶ αὐτοῦ ἐμοῦ· καὶ ἐπὶ ταύτης πάλιν, ὅτι Οὐκ ἐγὼ μόνος εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ Ἐκκλησίαι τῶν ἐθνῶν. Ἵνα γὰρ μὴ δόξῃ κολακεύων ταῦτα λέγειν, καὶ ἄλλους μάρτυρας ἄγει τῶν γυναικῶν πολλῷ πλείους. Καὶ τὴν κατ' οἶκον αὐτῶν Ἐκκλησίαν. Οὕτω γὰρ ἦσαν εὐδόκιμοι, ὡς καὶ τὴν οἰκίαν ἐκκλησίαν ποιῆσαι, διά τε τοῦ πάντας ποιῆσαι πιστοὺς, καὶ διὰ τοῦ τοῖς ξένοις αὐτὴν ἀνοῖξαι πᾶσιν. Οὐδὲ γὰρ ἁπλῶς εἴωθεν οἰκίας ἐκκλησίας καλεῖν, εἰ μὴ πολλὴ ἡ εὐλάβεια καὶ πολὺς ὁ τοῦ Θεοῦ φόβος ἐῤῥιζωμένος ἐν αὐτοῖς εἴη. ∆ιὰ τοῦτο καὶ Κορινθίοις ἔλεγεν, Ἀσπάσασθε Ἀκύλαν καὶ Πρίσκιλλαν, σὺν τῇ κατ' οἶκον αὐτῶν Ἐκκλησίᾳ· καὶ περὶ Ὀνησίμου δὲ γράφων φησὶ, Παῦλος Φιλήμονι καὶ Ἀπφίᾳ τῇ ἀγαπητῇ καὶ τῇ κατ' οἶκόν σου Ἐκκλησίᾳ. Ἔνι γὰρ καὶ ἐν γάμῳ ὄντα θαυμαστὸν εἶναι καὶ γενναῖον. Ἰδοὺ οὖν καὶ οὗτοι ἐν γάμῳ ἦσαν, καὶ σφόδρα ἔλαμψαν, καίτοι γε οὐδὲ τὸ ἐπιτήδευμα αὐτῶν λαμπρὸν ἦν· σκηνοποιοὶ γὰρ ἦσαν· ἀλλ' ὅμως πάντα ἀπέκρυψεν ἡ ἀρετὴ, καὶ ὑπὲρ τὸν ἥλιον αὐτοὺς ἔδειξε· καὶ οὔτε ἡ τέχνη οὔτε ἡ συζυγία αὐτοὺς παρέβλαψεν, ἀλλὰ τὴν ἀγάπην, ἣν ὁ Χριστὸς ἀπῄτησε, ταύτην ἐπεδείξαντο. Μείζονα γὰρ ταύτης ἀγάπην οὐδεὶς ἔχει, φησὶν, ἵνα τις τὴν ψυχὴν αὑτοῦ θῇ ὑπὲρ τῶν φίλων αὑτοῦ. Καὶ ὃ γνώρισμά ἐστι μαθητοῦ, τοῦτο κατώρθωσαν· ἔλαβον γὰρ τὸν σταυρὸν, καὶ ἠκολούθησαν. Οἱ γὰρ ὑπὲρ τοῦ Παύλου τοῦτο ποιοῦντες, πολλῷ μᾶλλον ὑπὲρ τοῦ Χριστοῦ ταύτην ἐπεδείξαντο τὴν ἀνδρείαν. Ταῦτα καὶ πλούσιοι καὶ πένητες ἀκουέτωσαν. Εἰ γὰρ οἱ ἀπὸ τῶν χειρῶν ζῶντες καὶ ἐργαστηρίου προεστηκότες τοσαύτην ἐπεδείξαντο δαψίλειαν, ὡς Ἐκκλησίαις πολλαῖς γενέσθαι χρήσιμοι· τίνα ἂν ἔχοιεν συγγνώμην οἱ πλουτοῦντες καὶ τοὺς πένητας παρορῶντες; Ἐκεῖνοι μὲν γὰρ οὐδὲ τοῦ αἵματος ἐφείσαντο διὰ τὸ τῷ Θεῷ δοκοῦν, σὺ δὲ καὶ χρημάτων ὀλίγων φείδῃ, πολλάκις ὑπεριδὼν τῆς σεαυτοῦ ψυχῆς; Ἀλλὰ περὶ μὲν τὸν διδάσκαλον τοιοῦτοι ἐκεῖνοι, περὶ δὲ τοὺς μαθητὰς οὐ τοιοῦτοι; Ἀλλ' οὐδὲ τοῦτο ἔστιν εἰπεῖν· καὶ γὰρ αἱ Ἐκκλησίαι τῶν ἐθνῶν, φησὶν, αὐτοῖς εὐχαριστοῦσι. Καίτοι ἐξ Ἰουδαίων ἦσαν, ἀλλ' ὅμως οὕτως ἐπίστευσαν εἰλικρινῶς, ὡς καὶ ἐκείνοις μετὰ προθυμίας διακονεῖσθαι πάσης. Τοιαύτας εἶναι χρὴ τὰς γυναῖκας, Μὴ ἐν πλέγμασιν ἢ χρυσῷ ἢ ἱματισμῷ πολυτελεῖ, ἀλλὰ τούτοις καλλωπιζομένας τοῖς κατορθώμασι. Ποῖα γὰρ, εἰπέ μοι, βασίλισσα οὕτως ἔλαμψε, ποία οὕτως ᾄδεται ὡς αὕτη ἡ τοῦ σκηνοποιοῦ; Καὶ ἐν τοῖς ἁπάντων ἐστὶ στόμασιν, οὐ δέκα, οὐδὲ καὶ εἴκοσιν ἔτη, ἀλλὰ μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας· καὶ πάντες αὐτὴν ἐπὶ τοιούτοις ἀνακηρύττουσιν, ἃ τοῦ διαδήματος αὐτὴν μᾶλλον κοσμεῖ τοῦ βασιλικοῦ. Τί γὰρ μεῖζον, τί δὲ ἴσον τοῦ προστάτιν γενέσθαι Παύλου, τοῦ κινδύνοις ἰδίοις διασῶσαι τὸν τῆς οἰκουμένης διδάσκαλον; Σκόπει γοῦν καὶ ὅσαι μὲν βασιλίδες σεσίγηνται, ἡ δὲ τοῦ σκηνοποιοῦ πανταχοῦ περιφέρεται μετὰ τοῦ σκηνοποιοῦ, καὶ ὅσην ἥλιος ἐφορᾷ γῆν, τοσαύτην ἐπιτρέχει καὶ ἡ δόξα τῆς γυναικὸς οἰκουμένην· καὶ Πέρσαι καὶ Σκύθαι καὶ Θρᾷκες, καὶ οἱ τὰς ἐσχατιὰς οἰκοῦντες, ᾄδουσι τῆς γυναικὸς τὴν φιλοσοφίαν καὶ μακαρίζουσι. Πόσον πλοῦτον, πόσα διαδήματα καὶ ἁλουργίδας οὐκ ἂν ἡδέως ἔῤῥιψας ὑπὲρ τοῦ τοιαύτην μαρτυρίαν λαβεῖν; Οὐδὲ γὰρ ἔχοι τις ἂν εἰπεῖν, ὅτι ἐν κινδύνοις μὲν ἦσαν τοιοῦτοι, καὶ ἐν χρήμασι δαψιλεῖς, τοῦ κηρύγματος δὲ ἠμέλουν· καὶ γὰρ συνεργοὺς αὐτοὺς καὶ συλλειτουργοὺς διὰ τοῦτο καλεῖ. Καὶ οὐκ αἰσχύνεται γυναῖκα συλλειτουργὸν καλῶν, τὸ σκεῦος τῆς ἐκλογῆς, ἀλλὰ καὶ ἐγκαλλωπίζεται τούτῳ· οὐ γὰρ τῇ φύσει προσέχει, ἀλλὰ τὴν προαίρεσιν στεφανοῖ. Τί τοῦ κόσμου τούτου ἴσον; ποῦ νῦν ὑμῖν ὁ πλοῦτος ὁ πανταχοῦ περιῤῥέων; ποῦ δὲ ὁ τῶν ὄψεων καλλωπισμός; ποῦ δὲ ἡ δόξα ἡ κενή; Κατάμαθε τῆς γυναικὸς τὸν κόσμον, τὸν οὐ σώματι περικείμενον, ἀλλὰ ψυχὴν καλλωπίζοντα, τὸν οὐδέποτε ἀποτιθέμενον, τὸν οὐκ ἐν κιβωτίῳ κείμενον, ἀλλὰ τοῖς οὐρανοῖς ἐναποκείμενον.

δʹ. Βλέπε αὐτῶν τὸν περὶ τὸ κήρυγμα πόνον, τὸν ἐν τῷ μαρτυρίῳ στέφανον, τὴν ἐν τοῖς χρήμασι φιλοτιμίαν, τὴν περὶ Παῦλον ἀγάπην, τὸ περὶ τὸν Χριστὸν φίλτρον· παράβαλε τούτοις τὰ σὰ, τὴν περὶ τὰ χρήματα σπουδὴν, τὴν πρὸς τὰς πορνευομένας ἅμιλλαν, τὴν πρὸς τὸν χόρτον φιλονεικίαν· καὶ τότε ὄψεις τίνες μὲν ἐκεῖνοι, τίς δὲ σύ. Μᾶλλον δὲ μὴ παράβαλε μόνον, ἀλλὰ καὶ ζήλου τὴν γυναῖκα, καὶ τὰ φορτία τῆς χλόης ἀποθεμένη (τοῦτο γὰρ ἡ τῶν ἱματίων πολυτέλεια), λάμβανε τὸν ἐκ τοῦ οὐρανοῦ κόσμον, καὶ μάνθανε πόθεν ἐγένοντο τοιοῦτοι οἱ περὶ Πρίσκιλλαν. Πόθεν οὖν ἐγένοντο; ∆ύο ἔτη τὸν Παῦλον ἐξενοδόχησαν· ἔτη δὲ δύο τί οὐκ ἂν αὐτῶν εἰργάσατο τὴν ψυχήν; Τί οὖν ἐγὼ πάθω, φησὶν, ὅτι Παῦλον οὐκ ἔχω; Ἐὰν θέλῃς, ἀκριβέστερον ἔχεις ἢ ἐκεῖνοι· οὐδὲ γὰρ ἐκείνους ἡ ὄψις ἡ Παύλου τοιούτους ἐποίησεν, ἀλλὰ τὰ ῥήματα Παύλου. Ὥστε, εἰ βουληθείης, καὶ Παῦλον καὶ Πέτρον καὶ Ἰωάννην καὶ τῶν προφητῶν ἅπαντα τὸν χορὸν μετὰ τῶν ἀποστόλων ἕξεις ὁμιλοῦντά σοι διηνεκῶς. Λάβε γὰρ τῶν μακαρίων τούτων τὰς βίβλους, καὶ ἐντύγχανε διηνεκῶς ταῖς ἐκείνων γραφαῖς, καὶ δυνήσονταί σε ποιῆσαι κατὰ τὴν τοῦ σκηνοποιοῦ γυναῖκα. Καὶ τί λέγω Παῦλον; Ἂν γὰρ ἐθέλῃς, καὶ αὐτὸν ἕξεις τὸν Παύλου ∆εσπότην· διὰ γὰρ τῆς Παύλου γλώττης καὶ ἐκεῖνός σοι διαλέξεται. Καὶ ἑτέρως δὲ πάλιν δυνήσῃ δέξασθαι τοῦτον, ὅταν τοὺς ἁγίους δέξῃ, ὅταν τοὺς εἰς ἐκεῖνον πιστεύοντας θεραπεύσῃς· οὕτω καὶ ἀπελθόντων ἐκείνων, πολλὰ ὑπομνήματα εὐλαβείας ἕξεις. Οἶδε γὰρ καὶ τράπεζα ἐφ' ἧς ὁ ἅγιος ἔφαγε, καὶ καθέδρα ἐφ' ἧς ἐκάθισε, καὶ κλίνη ἐφ' ἧς κατεκλίθη, κατανύξαι τὸν ὑποδεξάμενον, καὶ ἀπελθόντος ἐκείνου. Πῶς γοῦν οἴει τὴν Σωναμῖτιν ἐκείνην κατανύττεσθαι, εἰσελθοῦσαν εἰς τὸ ὑπερῷον ἔνθα κατέμενεν ὁ Ἐλισσαῖος, ὁρῶσαν τὴν τράπεζαν, τὴν κλίνην ἐφ' ἧς ὁ ἅγιος ἐκεῖνος ἐκάθευδε; πόσην ἐντεῦθεν δέχεσθαι τὴν εὐλάβειαν; Οὐδὲ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, ἔῤῥιψεν ἐκεῖ τὸ παιδίον νεκρὸν, εἰ μὴ πολλὴν ἐκεῖθεν ἐκαρποῦτο τὴν ὠφέλειαν. Εἰ γὰρ μετὰ τοσοῦτον χρόνον εἰσιόντες, ἔνθα ἔμεινε Παῦλος, ἔνθα ἐδέθη, ἔνθα συνεκάθισε καὶ διελέχθη, πτερούμεθα, καὶ πρὸς τὴν μνήμην τῆς ἡμέρας ἀπὸ τῶν τόπων παραπεμπόμεθα· ἔτι νεωτέρων τῶν πραγμάτων ὄντων, τί πάσχειν εἰκὸς τοὺς μετ' εὐλαβείας ξενοδοχοῦντας; Ταῦτ' οὖν εἰδότες ὑποδεχώμεθα τοὺς ἁγίους, ἵνα λάμπῃ ἡ οἰκία, ἵνα ἀπαλλάττηται τῶν ἀκανθῶν, ἵνα λιμὴν γένηται τὸ δωμάτιον· καὶ ὑποδεχώμεθα, καὶ τοὺς πόδας νίπτωμεν. Οὐκ εἶ σὺ τῆς Σάῤῥας βελτίων οὐδὲ εὐγενεστέρα οὐδὲ εὐπορωτέρα, κἂν βασίλισσα ᾖς. Τριακοσίους γοῦν καὶ δεκακαιοκτὼ οἰκογενεῖς εἶχεν ἐκείνη, ὅτε καὶ τὸ δύο παῖδας ἔχειν πλοῦτος ἦν. Καὶ τί λέγω τριακοσίους καὶ δεκακαιοκτὼ οἰκέτας; Τὴν οἰκουμένην ἅπασαν ἐν τῷ σπέρματι καὶ ταῖς ἐπαγγελίαις ἐκέκτητο, τὸν τοῦ Θεοῦ φίλον εἶχεν ἄνδρα, αὐτὸν τὸν Θεὸν προστάτην, ὃ πάσης βασιλείας μεῖζον ἦν. Ἀλλ' ὅμως ἐν τοσαύτῃ οὖσα περιφανείᾳ καὶ δόξῃ, αὐτὴ ἔφυρε τὰ ἄλευρα, καὶ τὰ ἄλλα πάντα διηκονεῖτο, καὶ ἑστιωμένοις παρειστήκει πάλιν ἐν τάξει θεραπαινίδος. Οὐκ εἶ σὺ τοῦ Ἀβραὰμ εὐγενέστερος, ὃς τὰ οἰκετῶν ἔπραττε, μετὰ τὰ τρόπαια ἐκεῖνα, μετὰ τὰς νίκας, μετὰ τὴν τιμὴν τοῦ βασιλέως Αἰγύπτου, μετὰ τὸ τοὺς Περσῶν ἐλάσαι βασιλεῖς, καὶ τὰ λαμπρὰ στῆσαι τρόπαια. Μηδὲ τοῦτο ἴδῃς, ὅτι εὐτελεῖς τὸ φαινόμενον οἱ ἅγιοι οἱ πρὸς σὲ καταγόμενοι, καὶ πτωχοὶ καὶ ῥακοδυτοῦντες πολλάκις, ἀλλ' ἐκείνης μέμνησο τῆς φωνῆς τῆς λεγούσης· Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε· καὶ, Μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, ὅτι οἱ ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρὸς ἡμῶν τοῦ ἐν οὐρανοῖς· καὶ δέχου μετὰ προθυμίας αὐτοὺς, τὰ μυρία σοι κομίζοντας ἀγαθὰ διὰ τῶν ἀσπασμῶν τῆς εἰρήνης. Καὶ μετὰ τῆς Σάῤῥας λογίζου καὶ τὴν Ῥεβέκκαν, ἣ καὶ ὑδρεύετο καὶ ἐπότιζε καὶ ἐκάλει τὸν ξένον ἔνδον, πάντα καταπατήσασα τῦφον· διά τοι τοῦτο καὶ μεγάλους τῆς φιλοξενίας ἐλάμβανε τοὺς μισθούς. Σὺ δὲ, εἰ βουληθείης, καὶ μείζους ἐκείνων λήψῃ. Οὐ γὰρ παιδίον μόνον δώσει σοι ὁ Θεὸς τὸν καρπὸν, ἀλλὰ καὶ τὸν οὐρανὸν καὶ τὰ ἐκεῖ ἀγαθὰ καὶ γεέννης ἀπαλλαγὴν καὶ ἁμαρτημάτων συγχώρησιν· καὶ γὰρ μέγας, καὶ σφόδρα μέγας ὁ τῆς φιλοξενίας καρπός. Οὕτω καὶ ὁ Ἰοθὸρ, καὶ ταῦτα βάρβαρος ὢν, κηδεστὴν ἔλαβε τὸν τῇ θαλάττῃ μετὰ τοσαύτης ἐπιτάξαντα τῆς ἐξουσίας· καὶ γὰρ αἱ θυγατέρες αὐτῷ τὸ καλὸν τοῦτο θήραμα ἐσαγήνευσαν. Ταῦτ' οὖν ἐννοοῦσα, καὶ τὴν ἀνδρείαν τῶν γυναικῶν ἐκείνων λογιζομένη καὶ τὴν φιλοσοφίαν, καταπάτησον τὸν παρόντα τῦφον, τὸν τῶν ἱματίων καλλωπισμὸν, τὴν τῶν χρυσίων πολυτέλειαν, τῶν μύρων τὴν ἀλοιφήν· καὶ τὸ κατακλᾶσθαι καὶ θρύπτεσθαι καὶ ῥυθμῷ βαδίζειν ἀφιεῖσα, πᾶσαν ταύτην τὴν ἐπιμέλειαν εἰς τὴν ψυχὴν εἰσάγαγε, καὶ τὸν τῶν οὐρανῶν πόθον ἄναψον ἐπὶ τῆς διανοίας. Ἂν γὰρ οὗτός σε ὁ ἔρως ἕλῃ, ὄψει τὸν βόρβορον καὶ τὸν πηλὸν, καὶ καταγελάσῃ τῶν νῦν θαυμαζομένων· οὐδὲ γὰρ ἔστι γυναῖκα πνευματικοῖς κοσμουμένην κατορθώμασιν, ἐπιζητῆσαι τὸν γέλωτα τοῦτον. Ῥίψασα τοίνυν ταῦτα πάντα, ἃ καὶ ἀγοραίων γυναῖκες, ἃ καὶ ὀρχηστρίδες καὶ αὐλητρίδες μετὰ πολλῆς ἔχουσι τῆς φιλοτιμίας, περίθου φιλοσοφίαν, φιλοξενίαν, προστασίαν τῶν ἁγίων, κατάνυξιν, εὐχὰς συνεχεῖς. Ταῦτα χρυσῶν ἱματίων βελτίω, ταῦτα λίθων σεμνότερα καὶ περιδεῤῥαίων, ταῦτα καὶ παρ' ἀνθρώποις εὐδόκιμον ποιεῖ, καὶ παρὰ τοῦ Θεοῦ μέγαν φέρει σοι τὸν μισθόν. Οὗτος τῆς Ἐκκλησίας ὁ κόσμος, ἐκεῖνος τῶν θεάτρων· οὗτος τῶν οὐρανῶν ἄξιος, ἐκεῖνος ἵππων καὶ ἡμιόνων· ἐκεῖνος καὶ νεκροῖς σώμασι περιτίθεται, οὗτος ἐν ψυχῇ μόνον ἀγαθῇ λάμπει, ἐν ᾖ Χριστὸς κατοικεῖ. Τοῦτον τοίνυν κτησώμεθα τὸν κόσμον, ἵνα αἰδώμεθα πανταχοῦ καὶ ἡμεῖς, καὶ εὐαρεστήσωμεν τῷ Χριστῷ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΛΑʹ.

Ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀχαΐας εἰς Χριστόν.

αʹ. Πολλοὺς καὶ τῶν σφόδρα δοκούντων εἶναι σπουδαίων τοῦτο τῆς ἐπιστολῆς τὸ μέρος παρατρέχειν ἡγοῦμαι, ὡς περιττὸν καὶ οὐδὲν μέγα ἔχον· καὶ τοῦτο αὐτὸ καὶ ἐν τῇ γενεαλογίᾳ τῇ ἐν τῷ Εὐαγγελίῳ κειμένῃ πάσχειν αὐτοὺς νομίζω· ἐπειδὴ γὰρ ὀνομάτων ἐστὶ κατάλογος, οὐδὲν μέγα οἴονται ἐντεῦθεν κερδαίνειν. Καὶ οἱ μὲν τῶν χρυσοχόων παῖδες καὶ τὰ μικρὰ ψήγματα περιεργάζονται, οὗτοι δὲ καὶ μάζας χρυσίου τοσαύτας παρατρέχουσιν. Ἵν' οὖν μὴ τοῦτο πάσχωσιν, ἱκανὰ μὲν καὶ τὰ εἰρημένα ταύτης ἀπαγαγεῖν τῆς ῥᾳθυμίας αὐτούς. Ὅτι γὰρ οὐ μικρὸν καὶ ἐντεῦθεν κέρδος, ἐδείξαμεν καὶ ἐκ τῶν ἔμπροσθεν εἰρημένων, τὴν ψυχὴν ὑμῶν ἀναστήσαντες διὰ τῶν προσρήσεων τούτων· πειρασώμεθα δὲ καὶ σήμερον τὸ αὐτὸ πάλιν τοῦτο μεταλλεῦσαι τὸ χωρίον. Ἔστι γὰρ καὶ ἀπὸ ὀνομάτων ψιλῶν μέγαν εὑρεῖν θησαυρόν. Ἐὰν γοῦν μάθῃς διὰ τί Ἀβραὰμ ἐκλήθη, διὰ τί Σάῤῥα, διὰ τί Ἰσραὴλ, διὰ τί Σαμουὴλ, πολλῶν πραγμάτων καὶ ἐντεῦθεν ἱστορίας εὑρήσεις. Καὶ ἀπὸ καιρῶν δὲ καὶ ἀπὸ τόπων τὸ αὐτὸ τοῦτο δυνήσῃ συναγαγεῖν. Ὁ μὲν γὰρ σπουδαῖος καὶ ἐντεῦθεν πλουτεῖ, ὁ δὲ ἀναπεπτωκὼς οὐδὲ ἀπὸ τῶν σφόδρα καταδήλων κερδαίνει. Καὶ γὰρ τοῦ Ἀδὰμ τὸ ὄνομα οὐ μικρὸν ἡμᾶς παιδεύει φιλοσοφίας, καὶ τὸ τοῦ παιδὸς ἐκείνου, καὶ τῆς γυναικὸς αὐτῆς, καὶ τῶν ἄλλων τὰ πλείω. Πολλῶν γάρ ἐστι πραγμάτων ὑπομνήματα τὰ ὀνόματα· καὶ Θεοῦ εὐεργεσίαν καὶ γυναικῶν δείκνυσιν εὐχαριστίαν· συλλαμβάνουσαι γὰρ ἀπὸ τῆς τοῦ Θεοῦ δωρεᾶς, τὰ παιδία ὠνόμαζον αὗται. Ἀλλὰ τί νῦν περὶ ὀνομάτων φιλοσοφοῦμεν, νοημάτων τοσούτων ἀμελουμένων, καὶ πολλῶν οὐδὲ τὰ ὀνόματα αὐτὰ τῶν βιβλίων εἰδότων; Πλὴν ἀλλ' οὐδ' οὕτως ἀναχωρητέον ἡμῖν τῆς περὶ τὰ τοιαῦτα σπουδῆς. Ἔδει γάρ σε, φησὶ, καταβαλεῖν τὸ ἀργύριον ἐπὶ τοὺς τραπεζίτας. ∆ιόπερ κἂν μηδεὶς ὁ ὑποδεχόμενος ᾖ, τὸ αὑτῶν ποιῶμεν, καὶ δεικνύωμεν οὐδὲν περιττὸν οὐδὲ εἰκῆ προφερόμενον ταῖς Γραφαῖς. Εἰ γὰρ μηδὲν εἶχε ταῦτα κέρδος, οὐδ' ἂν προσετέθη τῇ Ἐπιστολῇ, οὐδ' ἂν Παῦλος ἔγραψεν ἅπερ ἔγραψεν. Ἀλλὰ γὰρ οὕτω τινές εἰσι βάναυσοι καὶ χαῦνοι καὶ τῶν οὐρανῶν ἀνάξιοι, ὡς μὴ μόνον ὀνόματα, ἀλλὰ καὶ ὁλόκληρα βιβλία περιττὰ εἶναι νομίζειν, ὡς τὸ Λευϊτικὸν, ὡς τὸν Ἰησοῦν, καὶ ἕτερα πλείονα. Οὕτω καὶ τὴν Παλαιὰν πολλοὶ τῶν ἀνοήτων ἐξέβαλον· καὶ ὁδῷ προβαίνοντες τῇ ἀπὸ πονηρᾶς ταύτης συνηθείας, πολλὰ καὶ τῆς Καινῆς περιέκοψαν. Ἀλλὰ τούτων μὲν ἅτε μεθυόντων καὶ τῇ σαρκὶ ζώντων οὐ πολὺς ἡμῖν ὁ λόγος· εἰ δέ τις φιλοσοφίας ἐραστὴς, καὶ πνευματικῆς ἀκροάσεως φίλος, ἀκουέτω ὅτι οὐδὲ τὰ μικρὰ δοκοῦντα εἶναι ἐν τῇ Γραφῇ, εἰκῆ κεῖται καὶ μάτην, καὶ ὅτι καὶ τὰ παλαιὰ πολὺ φέρει τὸ κέρδος. Ταῦτα γὰρ πάντα τύποι, καὶ πρὸς νουθεσίαν ἡμῶν ἐγράφη, φησί. ∆ιὸ καὶ Τιμοθέῳ ἔλεγε, Πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, εἰς τὴν τῶν παλαιῶν αὐτὸν ἀνάγνωσιν ἐμβάλλων βιβλίων, ἄνθρωπον τοσοῦτον πνεῦμα ἔχοντα, ὡς καὶ δαιμόνια ἐλαύνειν καὶ νεκροὺς ἐγείρειν. Ἐχώμεθα τοίνυν τῶν προκειμένων. Ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου. Ἄξιον ἐντεῦθεν ἰδεῖν, πῶς ἑκάστῳ τοὺς ἐπαίνους ἀπονέμει διαφόρως. Οὐδὲ γὰρ μικρὸς οὗτος ὁ ἔπαινος, ἀλλὰ καὶ σφόδρα μέγας καὶ πολλῆς ἀρετῆς ἐνδεικτικὸς, τὸ Παῦλον ἔχειν ἀγαπητὸν, τὸν οὐκ εἰδότα χάριτι, ἀλλὰ κρίσει φιλεῖν. Εἶτα καὶ ἄλλο ἐγκώμιον· Ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀχαΐας. Ἢ γὰρ τοῦτό φησιν, ὅτι τῶν ἄλλων ἁπάντων προεπήδησε καὶ ἐπίστευσεν, ὅπερ οὐ μικρὸς ἔπαινος, ἢ ὅτι πάντων τῶν ἄλλων πλείονα ἐπιδείκνυται τὴν εὐλάβειαν. ∆ιὰ τοῦτο εἰπὼν, Ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀχαΐας, οὐκ ἐσίγησεν, ἵνα μὴ τὴν κοσμικὴν ὑποπτεύσῃς δόξαν, ἀλλὰ προσέθηκεν, Εἰς Χριστόν. Εἰ γὰρ ἐν τοῖς πολιτικοῖς πράγμασιν ὁ πρωτεύων μέγας εἶναι δοκεῖ καὶ λαμπρός· πολλῷ μᾶλλον ἐν τούτοις. Ἐπεὶ γὰρ εἰκὸς ἦν αὐτοὺς ταπεινοῦ γένους εἶναι, λέγει τὴν ἀληθῆ εὐγένειαν καὶ τὴν προεδρίαν, ἐντεῦθεν αὐτὸν κοσμῶν. Καὶ οὐχὶ Κορίνθου μόνον, ἀλλὰ καὶ ὁλοκλήρου ἔθνους φησὶν αὐτὸν ἀπαρχὴν εἶναι, ὡσανεὶ θύραν καὶ εἴσοδον τοῖς ἄλλοις γεγενημένον. Οὐ μικρὸς δὲ τοῖς τοιούτοις ὁ μισθός· καὶ γὰρ καὶ τῶν ἑτέροις κατωρθωμένων πολλὴν καρπώσεται τὴν ἀμοιβὴν ὁ τοιοῦτος, ἅτε καὶ ἐκείνοις πολὺ διὰ τῆς ἀρχῆς συνεισενεγκών. Ἀσπάσασθε Μαριὰμ, ἥτις πολλὰ ἐκοπίασεν εἰς ὑμᾶς. Τί τοῦτο; Πάλιν γυνὴ στεφανοῦται καὶ ἀνακηρύττεται, πάλιν ἡμεῖς αἰσχυνόμεθα οἱ ἄνδρες· μᾶλλον δὲ οὐκ αἰσχυνόμεθα μόνον, ἀλλὰ καὶ σεμνυνόμεθα. Σεμνυνόμεθα μὲν γὰρ, ὅτι τοιαῦται παρ' ἡμῖν γυναῖκες· αἰσχυνόμεθα δὲ, ὅτι σφόδρα αὐτῶν ἀπολιμπανόμεθα οἱ ἄνδρες. Ἀλλ' ἐὰν μάθωμεν πόθεν ἐκεῖναι καλλωπίζονται, ταχέως καὶ ἡμεῖς αὐτὰς καταληψόμεθα. Πόθεν οὖν καλλωπίζονται; Ἀκουέτωσαν καὶ ἄνδρες καὶ γυναῖκες· οὐκ ἀπὸ τῶν ψελλίων, οὐδὲ ἀπὸ τῶν ὁρμίσκων, οὐδὲ ἀπὸ τῶν εὐνούχων καὶ τῶν θεραπαινίδων καὶ τῶν χρυσοπάστων ἱματίων, ἀλλ' ἀπὸ τῶν ὑπὲρ τῆς ἀληθείας ἱδρώτων. Ἥτις γὰρ, φησὶ, πολλὰ ἐκοπίασεν εἰς ἡμᾶς· οὐκ εἰς ἑαυτὴν μόνον οὐδὲ εἰς τὴν οἰκείαν ἀρετὴν, ὃ πολλαὶ καὶ νῦν ποιοῦσι γυναῖκες νηστεύουσαι, χαμευνοῦσαι, ἀλλὰ καὶ εἰς ἑτέρους, ἀποστόλων καὶ εὐαγγελιστῶν ἀναδεξάμεναι δρόμους. Πῶς οὖν φησι, Γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω; Τῆς ἐν τῷ μέσῳ προεδρίας αὐτὴν κωλύων καὶ τοῦ θρόνου τοῦ ἐν τῷ βήματι, οὐ τοῦ λόγου τῆς διδασκαλίας· ἐπεὶ εἰ τοῦτο ἦν, πῶς ἔλεγε τῇ τὸν ἄπιστον ἄνδρα ἐχούσῃ· Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; πῶς ἐπέτρεπε παῖδας νουθετεῖν λέγων· Σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν ἐπιμείνωσι τῇ πίστει καὶ τῇ ἀγάπῃ καὶ τῷ ἁγιασμῷ μετὰ σωφροσύνης; Πῶς ἡ Πρίσκιλλα τὸν Ἀπολλὼ ἐκατήχει; Οὐ τοίνυν τὴν ἰδίᾳ διάλεξιν γινομένην ἐπ' ὠφελείᾳ διακόπτων τοῦτο ἔλεγεν, ἀλλὰ τὴν ἐν τῷ μέσῳ καὶ ἐν τῷ κοινῷ θεάτρῳ διδασκάλοις πρέπουσαν. Καὶ ὅταν πάλιν πιστὸς ὁ ἀνὴρ ᾖ καὶ σφόδρα ἀπηρτισμένος καὶ διδάσκειν αὐτὴν δυνάμενος, ὡς ἂν αὐτὴ σοφωτέρα ᾖ, οὐ κωλύει διδάσκειν καὶ διορθοῦν. Καὶ οὐκ εἶπεν, Ἥτις πολλὰ ἐδίδαξεν, ἀλλ', Ἥτις πολλὰ ἐκοπίασε, δεικνὺς ὅτι μετὰ τοῦ λόγου καὶ ἕτερα ἄλλα διηκονεῖτο, τὰ ἀπὸ τῶν κινδύνων, τὰ ἀπὸ τῶν χρημάτων, τὰ ἀπὸ τῶν ἀποδημιῶν.

βʹ. Λεόντων γὰρ θερμότεραι αἱ τότε γυναῖκες ἦσαν, διανεμόμεναι πρὸς τοὺς ἀποστόλους τοὺς ὑπὲρ τοῦ κηρύγματος πόνους· διὰ τοῦτο καὶ συναπεδήμουν αὐτοῖς, καὶ τὰ ἄλλα πάντα διηκονοῦντο. Καὶ ἐπὶ τοῦ Χριστοῦ δὲ ἠκολούθουν γυναῖκες ἐκ τῶν ὑπαρχόντων αὐταῖς διακονούμεναι, καὶ θεραπεύουσαι τὸν διδάσκαλον. Ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺςσυγγενεῖς μου. ∆οκεῖ μὲν καὶ τοῦτο ἐγκώμιον εἶναι· τὸ δὲ ἐφεξῆς πολλῷ μεῖζον. Ποῖον δὲ τοῦτο; Καὶ συναιχμαλώτους μου. Τοῦτο γὰρ ὁ μέγιστος στέφανος, ἡ μεγάλη ἀνακήρυξις. Καὶ ποῦ γέγονεν αἰχμάλωτος Παῦλος, ἵνα εἴπῃ, Τοὺς συναιχμαλώτους μου; Αἰχμάλωτος μὲν οὐκ ἐγένετο, αἰχμαλώτων δὲ πολλῷ χαλεπώτερα ἔπασχεν, οὐ πατρίδος ἀλλοτριούμενος μόνον καὶ οἰκίας, ἀλλὰ καὶ λιμῷ παλαίων καὶ θανάτῳ διηνεκεῖ καὶ μυρίοις ἑτέροις. Τοῦ μὲν γὰρ αἰχμαλώτου τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ὅτι τῶν οἰκείων ἀλλοτριούμενος, δοῦλος γίνεται πολλάκις ἀντ' ἐλευθέρου· ἐνταῦθα δὲ νιφάδας ἔστιν εἰπεῖν πειρασμῶν, οὓς ὑπέμενεν ὁ μακάριος οὗτος, ἀγόμενος καὶ περιαγόμενος, μαστιγούμενος καὶ δεσμούμενος, λιθαζόμενος, καταποντιζόμενος, μυρίους ἔχων ἐπιβούλους. Καὶ οἱ μὲν αἰχμάλωτοι οὐδένα λοιπὸν ἔχουσι πολέμιον μετὰ τὴν ἀπαγωγὴν, ἀλλὰ καὶ πολλῆς ἀπολαύουσι προνοίας παρὰ τῶν εἰληφότων αὐτούς· οὗτος δὲ ἐν μέσοις περιεστρέφετο τοῖς πολεμίοις διηνεκῶς, καὶ πανταχοῦ δόρατα ἔβλεπε, καὶ ξίφη ἠκονημένα, καὶ παρατάξεις καὶ μάχας. Ἐπεὶ οὖν καὶ τούτους εἰκὸς ἦν πολλῶν αὐτῷ κεκοινωνηκέναι κινδύνων, συναιχμαλώτους αὐτοὺς καλεῖ, ὥσπερ καὶ ἀλλαχοῦ φησιν· Ἀρίσταρχος ὁ συναιχμάλωτός μου. Εἶτα καὶ ἕτερος ἔπαινος· Οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις. Καίτοι καὶ τὸ ἀποστόλους εἶναι μέγα, τὸ δὲ καὶ ἐν τούτοις ἐπισήμους εἶναι, ἐννόησον ἡλίκον ἐγκώμιον· ἐπίσημοι δὲ ἦσαν ἀπὸ τῶν ἔργων, ἀπὸ τῶν κατορθωμάτων. Βαβαὶ, πόση τῆς γυναικὸς ταύτης ἡ φιλοσοφία, ὡς καὶ τῆς τῶν ἀποστόλων ἀξιωθῆναι προσηγορίας. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλ' ἕτερον πάλιν ἐγκώμιον προστίθησι, λέγων· Οἳ καὶ πρὸ ἐμοῦ γεγόνασιν ἐν Χριστῷ. Καὶ γὰρ καὶ τοῦτο ἔπαινος μέγιστος, τὸ προπηδῆσαι καὶ πρὸ τῶν ἄλλων ἐλθεῖν. Σκόπει δέ μοι τὴν ἁγίαν ψυχὴν πῶς κενοδοξίας ἦν καθαρά. Μετὰ γὰρ τὴν τοσαύτην καὶ τηλικαύτην δόξαν ἑτέρους ἑαυτοῦ προτίθησι, καὶ οὐκ ἀποκρύπτεται τὸ ὕστερος αὐτῶν ἐλθεῖν, οὐδὲ αἰσχύνεται τοῦτο ὁμολογῶν. Καὶ τί θαυμάζεις, εἰ τοῦτο οὐκ αἰσχύνεται, ὅπου γε καὶ τὸν πρότερον αὐτοῦ βίον ἐκπομπεύειν οὐ παραιτεῖται, βλάσφημον ἑαυτὸν καὶ διώκτην καλῶν; Ἐπεὶ οὖν οὐκ εἶχε τῶν ἄλλων ἐντεῦθεν αὐτοὺς προτιθέναι, ἐζήτησε τὸν μετὰ τοὺς ἄλλους ἐλθόντα ἑαυτὸν, καὶ εὗρε καὶ ἐντεῦθεν αὐτοῖς συνθεῖναι ἔπαινον, εἰπὼν, Οἳ καὶ πρὸ ἐμοῦ γεγόνασιν ἐν Χριστῷ. Ἀσπάσασθε Ἀμπλίαν τὸν ἀγαπητόν μου. Πάλιν τοῦτον ἀπὸ τῆς ἀγάπης ἐγκωμιάζει· ἡ γὰρ ἀγάπη Παύλου διὰ τὸν Θεὸν, ἦν, μυρία ἔχουσα ἀγαθά. Εἰ γὰρ τὸ παρὰ βασιλέως ἀγαπᾶσθαι, μέγα, τὸ παρὰ Παύλου φιλεῖσθαι, ἡλίκον ἐγκώμιον; Οὐδὲ γὰρ ἂν, εἰ μὴ πολλὴν ἀρετὴν ἐκέκτητο, εἰς ἔρωτα αὐτὸν ἐπεσπάσατο. Οἶδε γὰρ τοὺς ἐν κακίᾳ ζῶντας καὶ παρανομίαις οὐ μόνον οὐ φιλεῖν, ἀλλὰ καὶ ἀναθεματίζειν· ὡς ὅταν λέγῃ, Εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν Χριστὸν, ἔστω ἀνάθεμα· καὶ, Εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω. Καὶ Οὐρβανὸν τὸν συνεργόν μου ἐν Χριστῷ. Τοῦτο ἐκείνου μεῖζον τὸ ἐγκώμιον· καὶ γὰρ καὶ ἐκεῖνο περιέχει τοῦτο. Καὶ Στάχυν τὸν ἀγαπητόν μου. Πάλιν ἀπὸ τῶν αὐτῶν στεφανοῖ καὶ τοῦτον. Ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ. Οὐδὲν τούτου τοῦ ἐπαίνου ἴσον, τὸ ἄληπτον εἶναι καὶ μηδεμίαν παρέχειν λαβὴν ἐν τοῖς κατὰ Θεὸν πράγμασιν. Ὅταν γὰρ εἴπῃ, Τὸν δόκιμον ἐν Χριστῷ. πᾶσαν ἀρετὴν καταλέγει. Καὶ τίνος ἕνεκεν οὐδαμοῦ φησι, Τὸν κύριόν μου τὸν δεῖνα, καὶ τὸν δεσπότην μου; Ὅτι ταῦτα ἐκείνων μείζω τὰ ἐγκώμια· ἐκεῖνα μὲν γὰρ τιμῆς ἐστιν ἁπλῶς, ταῦτα δὲ ἀρετῆς. Καὶ τούτῳ δὲ αὐτῷ τετίμηκεν αὐτοὺς οὐχ ὡς ἔτυχε, τῷ πολλοὺς τῶν καταδεεστέρων μετὰ τῶν ὑψηλῶν καὶ μεγάλων προσαγορεύειν. Τῷ μὲν γὰρ προσειπεῖν, καὶ μετ' ἀλλήλων προσειπεῖν, καὶ ἐν τῇ αὐτῇ ἐπιστολῇ, πάντας ὁμοίως ἐτίμησε· τῷ δὲ τὰ ἰδιάζοντα ἑκάστου θεῖναι ἐγκώμια, τὴν ἰδιάζουσαν ἑκάστου παρέστησεν ἡμῖν ἀρετήν· ὡς μήτε φθόνον τεκεῖν τῷ τοὺς μὲν τιμῆσαι, τοὺς δὲ ἀτιμάσαι, μήτε ῥᾳθυμίαν καὶ σύγχυσιν ἐργάσασθαι ἐκ τοῦ πάντας τῶν αὐτῶν ἀξιῶσαι οὐ τῶν αὐτῶν ὄντας ἀξίους.

γʹ. Ὅρα γοῦν πῶς πάλιν ἐπὶ τὰς θαυμαστὰς ἔρχεται γυναῖκας. Εἰπὼν γὰρ, Ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου, καὶ Ἡρωδίωνα τὸν συγγενῆ μου, καὶ τοὺς ἐκ τῶν Ναρκίσσου (οὓς εἰκὸς ἴσως μὴ τοιούτους εἶναι, οἵους τοὺς ἔμπροσθεν· διὸ οὐδὲ ὀνομαστὶ τῶν πάντων μέμνηται, καὶ τὸ προσῆκον αὐτοῖς ἐγκώμιον ἀποδοὺς, τὸ πιστοὺς εἶναι· τοῦτο γάρ ἐστι, Τοὺς ὄντας ἐν Κυρίῳ)· ἐπὶ γυναῖκας πάλιν ἄγει τὴν πρόσρησιν, λέγων· Ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν Κυρίῳ. Καὶ περὶ μὲν ἐκείνης φησὶν, ὅτι Ἐκοπίασεν εἰς ἡμᾶς· περὶ δὲ τούτων, ὅτι ἔτι κοπιῶσιν. Οὐ μικρὸν δὲ τοῦτο ἐγκώμιον, τὸ ἐν ἔργοις εἶναι δι' ὅλου, καὶ μὴ μόνον ἐνεργεῖν, ἀλλὰ καὶ κοπιᾷν. Τὴν δὲ Περσίδα καὶ ἀγαπητὴν καλεῖ, δεικνὺς μείζονα τούτων οὖσαν· Ἀσπάσασθε γὰρ, φησὶ, Περσίδα τὴν ἀγαπητήν. Καὶ πολὺν αὐτῇ μαρτυρεῖ κάματον, λέγων· Ἥτις πολλὰ ἐκοπίασεν ἐν Κυρίῳ. Οὕτως οἶδεν ἕκαστον κατὰ τὴν ἀξίαν ὀνομάζειν, τούτους τε προθυμοτέρους ποιῶν τῷ μηδενὸς τῶν προσόντων αὐτοῖς ἀποστερεῖν, ἀλλὰ καὶ τὴν μικροτάτην ὑπεροχὴν ἀνακηρύττειν· τούς τε ἑτέρους σπουδαιοτέρους κατασκευάζων, καὶ εἰς τὸν αὐτὸν ἐνάγων ζῆλον τοῖς περὶ τούτων ἐγκωμίοις· Ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν Κυρίῳ, καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ. Ὁλόκληρα πάλιν ἐνταῦθα τὰ ἀγαθὰ, ὅταν καὶ ὁ παῖς τοιοῦτος ᾖ, καὶ ἡ μήτηρ τοιαύτη, καὶ πλήρης ἡ οἰκία εὐλογίας, καὶ ἡ ῥίζα τῷ καρπῷ συμβαίνῃ. Οὐδὲ γὰρ ἁπλῶς εἶπε, Μητέρα αὐτοῦ καὶ ἐμοῦ, εἰ μὴ πολλὴν ἐμαρτύρει τῇ γυναικὶ τὴν ἀρετήν. Ἀσπάσασθε Ἀσύγκριτον, Φλέγοντα, Ἑρμᾶν, Πατρόβαν, Ἑρμῆν, καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς. Ἐνταῦθα μὴ τοῦτο ἴδῃς, ὅτι χωρὶς ἐγκωμίων αὐτοὺς τίθησιν, ἀλλ' ὅτι σφόδρα καὶ τοὺς καταδεεστέρους ὄντας ἁπάντων οὐκ ἀπηξίωσε τῆς παρ' αὐτοῦ προσρήσεως· μᾶλλον δὲ οὐ μικρὸν καὶ τοῦτο ἐγκώμιον, τὸ καὶ ἀδελφοὺς αὐτοὺς καλεῖν, ὡσπεροῦν καὶ τοὺς μετ' αὐτοὺς ἁγίους· Ἀσπάσασθε γὰρ, φησὶ, Φιλόλογον καὶ Ἰουλίαν, καὶ Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυμπᾶν καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους· ὅπερ μέγιστον ἦν ἀξίωμα, καὶ τιμῆς μέγεθος ἄφατον. Εἶτα, ἵνα μηδεμία φιλονεικία γένηται τῷ τοὺς μὲν οὕτω, τοὺς δὲ οὕτω προσειρῆσθαι, καὶ τοὺς μὲν ὀνομαστὶ, τοὺς δὲ ἀδιορίστως, καὶ τοὺς μὲν μετὰ πλειόνων ἐγκωμίων, τοὺς δὲ μετὰ ἐλαττόνων, ἀνακιρνᾷ πάλιν αὐτοὺς τῇ τῆς ἀγάπης ἰσοτιμίᾳ καὶ τῷ ἁγίῳ φιλήματι, λέγων· Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ· διὰ τῆς εἰρήνης ταύτης πάντα ἐκβάλλων θορυβοῦντα αὐτοὺς λογισμὸν καὶ μικροψυχίας ἀφορμὴν, ἵνα μήτε ὁ μέγας καταφρονῇ τοῦ ἐλάττονος, μήτε ὁ μικρὸς βασκαίνῃ τῷ μείζονι· ἀλλὰ καὶ ὑπεροψία καὶ φθόνος ἀπελαύνηται, τοῦ φιλήματος τούτου πάντα καταπραΰνοντός τε καὶ ἐξισοῦντος. ∆ιὸ οὐ μόνον αὐτοὺς ἀσπάσασθαι κελεύει οὕτως, ἀλλὰ καὶ τὸν πασῶν Ἐκκλησιῶν ἀσπασμὸν οὕτως αὐτοῖς διαπέμπεται. Ἀσπάζονται γὰρ, φησὶν, ὑμᾶς, οὐκέτι τὸν δεῖνα καὶ τὸν δεῖνα κατ' ἰδίαν, ἀλλὰ κοινῇ πάντας, αἱ ἐκκλησίαι τοῦ Χριστοῦ. Εἶδες πῶς οὐ μικρὰ καὶ ἀπὸ τῶν προσρήσεων τούτων ἐκερδάναμεν; Ὅσους θησαυροὺς ἐμέλλομεν παρατρέχειν, εἰ μὴ καὶ τουτὶ τὸ μέρος τῆς ἐπιστολῆς μετὰ ἀκριβείας ἐξητάσαμεν, τῆς ἡμῖν ἐγχωρούσης λέγω; ὡς εἴ γε τις εὑρεθείη σοφὸς ἀνὴρ καὶ πνευματικὸς, καὶ βαθύτερον καταβήσεται, καὶ πλείους ὄψεται τοὺς μαργαρίτας. Ἀλλ' ἐπειδή τινες ἐζήτησαν πολλάκις, τί δήποτε ἐν τῇ ἐπιστολῇ ταύτῃ τοσούτους προσεῖπεν, ὅπερ ἐν ἑτέρᾳ οὐκ ἐποίησεν ἐπιστολῇ· τοῦτο ἂν εἴποιμεν, ὅτι διὰ τὸ μηδέποτε ἑωρακέναι Ῥωμαίους τοῦτο ποιεῖ. Καίτοι γε, φησὶν, οὐδὲ Κολοσσαέας εἶδε, καὶ οὐδὲν τοιοῦτον ἐποίησεν. Ἀλλ' οὗτοι δοκιμώτεροι τῶν ἄλλων ἦσαν, καὶ ἐξ ἑτέρων πόλεων ἐκεῖ μεταστάντες, ὡς εἰς ἀσφαλεστέραν τινὰ καὶ βασιλικωτέραν πόλιν. Ἐπεὶ οὖν ἐν ξένῃ διῆγον, καὶ πολλῆς ἀσφαλείας ἔδει ἀπολαύειν αὐτοὺς, καὶ τῶν αὐτῷ γνωρίμων ἦσάν τινες ἐξ αὐτῶν, οἱ δὲ καὶ διακονησάμενοι πολλὰ καὶ μεγάλα ὑπὲρ αὐτοῦ παρόντες· εἰκότως αὐτοὺς συνίστησι διὰ τῶν γραμμάτων. Καὶ γὰρ οὐ μικρὰ ἦν ἡ δόξα Παύλου τότε, ἀλλὰ τοσαύτη, ὡς καὶ ἀπὸ γραμμάτων μόνων πολλὴν ἔχειν προστασίαν τοὺς τῶν ἐπιστολῶν ἀπολαύοντας· οὐδὲ γὰρ ᾐδοῦντο μόνον αὐτὸν, ἀλλὰ καὶ ἐδεδοίκεσαν. Εἰ γὰρ μὴ τοῦτο ἦν, οὐκ ἂν εἶπεν, Ἥτις προστάτις πολλῶν ἐγενήθη, καὶ αὐτοῦ ἐμοῦ· καὶ πάλιν, Ηὐχόμην ἀνάθεμα εἶναι αὐτὸς ἐγώ. Καὶ Φιλήμονι γράφων ἔλεγεν, Ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος ἐν Χριστῷ Ἰησοῦ· καὶ Γαλάταις, Ἴδε ἐγὼ Παῦλοςλέγω ὑμῖν· καὶ, Ὡς Χριστὸν Ἰησοῦν ἐδέξασθέ με. Καὶ Κορινθίοις δὲ ἐπιστέλλων ἔλεγεν· Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς, ἐφυσιώθησάν τινες· καὶ πάλιν, Ταῦτα δὲ μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν. ∆ι' ὧν ἁπάντων δῆλον, ὅτι μεγάλην περὶ αὐτοῦ εἶχον δόξαν ἅπαντες. Βουλόμενος τοίνυν αὐτοὺς εἶναι ἐν ἀδείᾳ καὶ τιμῇ, προσεῖπεν ἕκαστον, κατὰ τὸ ἐγχωροῦν καλλωπίζων αὐτούς. Τὸν μὲν γὰρ ἀγαπητὸν ἐκάλεσε, τὸν δὲ συγγενῆ, τὸν δὲ ἀμφότερα, τὸν δὲ συναιχμάλωτον, τὸν δὲ συνεργὸν, τὸν δὲ δόκιμον, τὸν δὲ ἐκλεκτόν· καὶ τὴν μὲν ἀπὸ τοῦ ἀξιώματος· οὐδὲ γὰρ ἁπλῶς Τὴν διακονουμένην φησὶν, ἐπεὶ εἰ τοῦτο ἦν, καὶ τὰς περὶ Τρύφαιναν καὶ Περσίδα οὕτως ἂν ὠνόμασεν, ἀλλὰ τὴν μὲν, χειροτονίαν ἔχουσαν διακόνου, τὴν δὲ συνεργὸν καὶ λειτουργὸν, τὴν δὲ μητέρα, τὴν δὲ ἀπὸ τῶν κόπων ὧν ἐκοπίασε· καὶ τοὺς μὲν ἀπὸ τῆς οἰκίας, τοὺς δὲ ἀπὸ τοῦ τῶν ἀδελφῶν ὀνόματος, τοὺς δὲ ἀπὸ τῆς τῶν ἁγίων προσηγορίας· καὶ τοὺς μὲν αὐτῷ τῷ προσαγορεῦσαι τιμᾷ, τοὺς δὲ καὶ τῷ ὀνομαστὶ προσαγορεῦσαι· καὶ τοὺς μὲν τῷ προσειπεῖν ἀπαρχὴν, τοὺς δὲ τοῖς τῶν χρόνων πρεσβείοις· πλέον δὲ ἁπάντων τοὺς περὶ Πρίσκιλλαν καὶ Ἀκύλαν. Εἰ γὰρ καὶ πάντες ἦσαν πιστοὶ, ἀλλ' οὐ πάντες ὅμοιοι, ἀλλὰ διεστήκασι τοῖς ἄθλοις. ∆ιὸ δὴ καὶ εἰς μείζονα ζῆλον ἅπαντας ἄγων, οὐδενὸς ἔκρυψε τὰ ἐγκώμια. Ὅταν γὰρ οἱ πλείονα ποιοῦντες, οὐ πλείονα τὸν μισθὸν λαμβάνωσι, πολλοὶ γίνονται ῥᾳθυμότεροι.

δʹ. ∆ιὰ τοῦτο οὐδὲ ἐν τῇ βασιλείᾳ ἴση ἡ τιμὴ, οὐδὲ ἐν τοῖς μαθηταῖς πάντες ἴσοι, ἀλλ' οἱ τρεῖς τῶν ἄλλων προεῖχον, καὶ ἐν τούτοις αὐτοῖς τοῖς τρισὶ πολλὴ πάλιν διαφορά· πολλὴ γὰρ ἀκρίβεια παρὰ τῷ Θεῷ καὶ μέχρι τῶν ἐσχάτων. Καὶ γὰρ ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ, φησί. Καίτοι γε πάντες ἦσαν ἀπόστολοι, καὶ πάντες ἐπὶ δώδεκα θρόνους μέλλουσι καθῆσθαι, καὶ πάντες ἀφῆκαν τὰ ἑαυτῶν, καὶ πάντες αὐτῷ συνῆσαν· ἀλλ' ὅμως τοὺς τρεῖς ἐλάμβανε. Καὶ πάλιν καὶ τούτων αὐτῶν ἔφησέ τινας ἐγχωρεῖν καὶ ὑπερέξειν· Τὸ γὰρ καθίσαι, φησὶν, ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοίμασται. Καὶ τὸν Πέτρον δὲ αὐτῶν προτίθησι λέγων, Φιλεῖς με πλέον τούτων; καὶ ὁ Ἰωάννης δὲ ὑπὲρ τοὺς ἄλλους ἠγαπᾶτο. Καὶ γὰρ πάντων ἐξέτασις ἔστα ἀκριβής· κἂν μικρὸν ὑπερέχῃς τοῦ πλησίον, κἂν ἀκαριαῖον, κἂν ὁτιοῦν, οὐδὲ τοῦτο παρόψεται ὁ Θεός. Καὶ τοῦτο καὶ ἄνωθεν ἴδοι τις ἂν διαλάμπον. Καὶ γὰρ ὁ Λὼτ δίκαιος ἦν, ἀλλ' οὐχ οὕτως ὡς ὁ Ἀβραάμ· καὶ ὁ Ἰεζεκίας πάλιν, ἀλλ' οὐχ οὕτως ὡς ὁ ∆αυΐδ· καὶ οἱ προφῆται πάντες, ἀλλ' οὐχ οὕτως ὡς ὁ Ἰωάννης. Ποῦ τοίνυν εἰσὶν οἱ μετὰ τὴν τοσαύτην ἀκρίβειαν οὐ βουλόμενοι εἶναι γέενναν; Εἰ γὰρ οἱ δίκαιοι πάντες οὐ τῶν αὐτῶν ἀπολαύσονται, κἂν μικρὸν ὦσι τῶν ἑτέρων ὑπερέχοντες (Ἀστὴρ γὰρ ἀστέρος διαφέρει, φησὶν, ἐν δόξῃ)· πῶς οἱ ἁμαρτωλοὶ ἐν τοῖς αὐτοῖς ἔσονται τοῖς δικαίοις; Ταύτην γὰρ οὐδ' ἂν ἄνθρωπος ἐργάσαιτο τὴν σύγχυσιν, μήτι γε ὁ Θεός. Εἰ δὲ βούλεσθε, καὶ ἐπὶ τῶν ἡμαρτηκότων, καὶ ἐπὶ τῶν ἤδη γεγενημένων ταύτην ὑμῖν δείξω τὴν διαφορὰν καὶ τὴν ἀκριβῆ δικαιοκρισίαν. Σκόπει δέ· ἥμαρτεν ὁ Ἀδὰμ, ἥμαρτε καὶ ἡ Εὔα· καὶ ἀμφότεροι μὲν παρέβησαν, οὐκ ἐξ ἴσης δὲ ἥμαρτον· οὐκοῦν οὐδὲ ἐξ ἴσης ἐκολάσθησαν. Τοσοῦτον γὰρ τὸ μέσον ἦν, ὡς Παῦλον εἰπεῖν, ὅτι Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε. Καίτοι ἡ ἀπάτη μία ἦν· ἀλλ' ὅμως ἡ τοῦ Θεοῦ μετὰ ἀκριβείας ἐξέτασις τοσοῦτον ἔδειξε τὸ μέσον, ὡς Παῦλον εἰπεῖν τοῦτο. Πάλιν ὁ μὲν Κάϊν ἐκολάζετο· ὁ δὲ Λάμεχ μετ' ἐκεῖνον φονεύσας, οὐδὲν τοιοῦτον ἔπαθε· καίτοι καὶ τοῦτο φόνος, κἀκεῖνο φόνος, καὶ πολλῷ χαλεπώτερος, ὅτι μηδὲ τῷ παραδείγματι γέγονε βελτίων οὗτος· ἀλλ' ὅμως ἐπειδὴ ὁ μὲν οὔτε ἀδελφὸν ἔσφαξε μετὰ παραίνεσιν, οὔτε ἐδεήθη τοῦ κατηγορήσοντος, οὔτε Θεοῦ ἐρωτῶντος ἠναισχύντησεν, ἀλλὰ καὶ μηδενὸς ἐλέγχοντος καὶ κατεῖπεν ἑαυτοῦ καὶ κατεδίκασε, συγγνώμης ἔτυχεν· ὁ δὲ, ἐπειδὴ τἀναντία ἐποίησεν, ἐτιμωρεῖτο. Ἴδε μεθ' ὅσης ἀκριβείας ἐξετάζει τὰ γινόμενα ὁ Θεός. ∆ιὰ τοῦτο καὶ τοὺς ἐν τῷ κατακλυσμῷ ἑτέρως, καὶ τοὺς ἐν Σοδόμοις ἄλλως ἐτιμωρήσατο· καὶ τοὺς Ἰσραηλίτας δὲ πάλιν διαφόρως, καὶ τοὺς ἐν Βαβυλῶνι, καὶ τοὺς ἐπ' Ἀντιόχου· δεικνὺς, ὅτι πολὺν ἔχει τῶν ἡμετέρων λόγον. Καὶ οἱ μὲν ἑβδομήκοντα ἐδούλευσαν ἔτη, οἱ δὲ τετρακόσια· οἱ δὲ τέκνα ἔφαγον, καὶ μυρίας ἑτέρας χαλεπωτέρας ὑπέμειναν συμφορὰς, καὶ οὐδὲ ταύτῃ ἀπηλλάγησαν οὔτε οὗτοι οὔτε οἱ ζῶντες καέντες ἐν Σοδόμοις. Ἀνεκτότερον γὰρ, φησὶν, ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥων, ἢ τῇ πόλει ἐκείνῃ. Εἰ μὲν γὰρ μηδὲν αὐτῷ μήτε ἁμαρτανόντων ἡμῶν μέλει, μήτε κατορθούντων, ἴσως ἕξει τινὰ λόγον τὸ λέγειν μὴ εἶναι κόλασιν· εἰ δὲ τοσαύτην ποιεῖται σπουδὴν, ὥστε μὴ ἁμαρτάνειν ἡμᾶς, καὶ τοσαῦτα πραγματεύεται, ὥστε κατορθοῦν, εὔδηλον ὅτι καὶ ἁμαρτάνοντας κολάζει, καὶ κατορθοῦντας στεφανοῖ. Σὺ δέ μοι σκόπει τῶν πολλῶν τὴν ἀνωμαλίαν. Ἐνταῦθα μὲν γὰρ ἐγκαλοῦσι τῷ Θεῷ, ὅτι μακροθυμεῖ πολλάκις, καὶ περιορᾷ πολλοὺς μιαροὺς, ἀσελγεῖς, βιαίους, μὴ διδόντας δίκην· ἐκεῖ πάλιν ἂν ἀπειλήσῃ κολάζειν αὐτοὺς, σφοδροὶ καὶ βαρεῖς εἰσιν αἰτιώμενοι· καίτοι γε εἰ τοῦτο λυπεῖ, ἐκεῖνο ἀποδέχεσθαι ἔδει καὶ θαυμάζειν. Ἀλλ' ὢ τῆς ἀνοίας, ὢ τῆς ἀλόγου καὶ ὀνώδους γνώμης· ὢ φιλαμαρτήμονος καὶ φιληδόνου καὶ πρὸς κακίαν βλεπούσης ψυχῆς· καὶ γὰρ ἀπὸ τῆς φιληδονίας τὰ δόγματα ἅπαντα ταῦτα τίκτεται· ὡς εἰ βουληθεῖεν οἱ ταῦτα λέγοντες ἀρετῆς ἐπιλαβέσθαι, ταχέως καὶ περὶ τῆς γεέννης πιστωθήσονται, καὶ οὐκ ἀμφιβαλοῦσι. Καὶ ποῦ, φησὶ, καὶ ἐν ποίῳ χωρίῳ αὕτη ἔσται ἡ γέεννα; Τί γάρ σοι τούτου μέλει; τὸ γὰρ ζητούμενον, δεῖξαι ὅτι ἔστιν, οὐχ ὅπου τεταμίευται καὶ ἐν ποίῳ χωρίῳ. Τινὲς μὲν γὰρ μυθολογοῦντές φασιν, ὅτι ἐν τῇ κοιλάδι τοῦ Ἰωσαφὰτ, ὃ περὶ πολέμου τινὸς εἴρηται παρελθόντος, καὶ νῦν τοῦτο εἰς τὴν γέενναν ἕλκοντες· ἡ δὲ Γραφὴ οὐ τοῦτό φησιν. Ἀλλ' ἐν ποίῳ τόπῳ, φησὶν, ἔσται; Ἔξω που, ὡς ἔγωγε οἶμαι, τοῦ κόσμου τούτου παντός. Καθάπερ γὰρ τῶν βασιλείων τὰ δεσμωτήρια καὶ τὰ μέταλλα πόῤῥω διέστηκεν, οὕτω δὴ καὶ τῆς οἰκουμένης ταύτης ἔξω που ἔσται ἡ γέεννα.

δʹ. Μὴ τοίνυν ζητῶμεν ποῦ ἐστιν, ἀλλὰ πῶς ἂν αὐτὴν φύγοιμεν· μηδὲ ἐπειδὴ πάντας ἐνταῦθα οὐ κολάζει Θεὸς, διὰ τοῦτο ἀπίστει τοῖς μέλλουσι· φιλάνθρωπος γάρ ἐστι, καὶ μακροθυμεῖ. ∆ιὰ τοῦτο ἀπειλεῖ, καὶ οὐκ εὐθέως ἐμβάλλει· Οὐ γὰρ θέλω, φησὶ, τὸν θάνατον τοῦ ἁμαρτωλοῦ. Εἰ δὲ μή ἐστι θάνατος ἁμαρτωλοῦ, περιττὸν τὸ εἰρημένον. Καὶ οἶδα μὲν, ὅτι οὐδὲν ἀηδέστερον τούτων ὑμῖν τῶν λόγων· ἀλλ' ἐμοὶ τούτων οὐδὲν ἥδιον. Καὶ εἴθε ἦν καὶ ἀριστοποιουμένους καὶ δειπνοῦντας καὶ λουομένους καὶ πανταχοῦ περὶ γεέννης διαλέγεσθαι· οὐδὲ γὰρ ἂν ἠλγήσαμεν τοῖς ἐνταῦθα δεινοῖς, οὐκ ἂν ἥσθημεν τοῖς χρηστοῖς. Τί γάρ μοι καὶ εἰπεῖν ἔχεις δεινόν; πενίαν, νόσον, αἰχμαλωσίαν, πήρωσιν σώματος; Ἀλλὰ ταῦτα πάντα γέλως πρὸς τὴν ἐκεῖ κόλασιν· κἂν τοὺς δι' ὅλου βασανιζομένους λιμῷ λέγῃς, κἂν τοὺς ἐκ πρώτης ἡλικίας πεπηρωμένους καὶ προσαιτοῦντας, τρυφὴ καὶ ταῦτα πρὸς ἐκεῖνα τὰ κακά. Συνεχῶς τοίνυν στρέφωμεν τοὺς περὶ τούτων λόγους· οὐ γὰρ ἀφίησιν ἐμπεσεῖν εἰς γέενναν τὸ μεμνῆσθαι γεέννης. Οὐκ ἀκούεις Παύλου λέγοντος· Οἵτινες δίκην τίσουσιν αἰώνιον ἀπὸ προσώπου Κυρίου; οὐκ ἀκούεις οἷος ὁ Νέρων ἐγένετο, ὃν καὶ μυστήριον καλεῖ τοῦ ἀντιχρίστου ὁ Παῦλος; Τὸ γὰρ μυστήριον ἤδη, φησὶν, ἐνεργεῖται τῆς ἀνομίας. Τί οὖν; οὐδὲν πείσεται ὁ Νέρων; οὐδὲν πείσεται ὁ ἀντίχριστος, οὐδὲν ὁ διάβολος; Οὐκοῦν ἀεὶ ὁ ἀντίχριστος ἔσται, καὶ ὁ διάβολος· οὐδὲ γὰρ ἀποστήσονται τῆς κακίας μὴ κολαζόμενοι. Ναὶ, φησίν· ἀλλ' ὅτι μέν ἔστι κόλασις καὶ γέεννα, παντί που δῆλον· οἱ δὲ ἄπιστοι ἐμπεσοῦνται μόνοι. Τίνος ἕνεκεν, εἰπέ μοι; Ὅτι οἱ πιστοὶ, φησὶ, τὸν ∆εσπότην ἐπέγνωσαν τὸν ἑαυτῶν. Καὶ τί τοῦτο; Ὅταν γὰρ ὁ βίος ἀκάθαρτος ᾖ, καὶ μείζονα κατὰ τοῦτο δώσουσι δίκην τῶν ἀπίστων· Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται· καὶ, Ὁ οἰκέτης ὁ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὑτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς. Εἰ δὲ οὐκ ἔστι βίου δοῦναι λόγον, ἀλλ' ἁπλῶς ταῦτα εἴρηται, οὐδὲ ὁ διάβολος τιμωρηθήσεται· καὶ γὰρ τὸν Θεὸν οἶδε, καὶ ἀνθρώπων μᾶλλον πολλῶν· καὶ οἱ δαίμονες δὲ πάντες καὶ ἴσασιν αὐτὸν, καὶ φρίττουσι, καὶ κριτὴν ὁμολογοῦσιν. Εἰ τοίνυν βίου οὐκ ἔστι δοῦναι λόγον, οὐδὲ πονηρῶν πράξεων, διαφεύξονται καὶ οὗτοι. Οὐκ ἔστι ταῦτα, οὐκ ἔστι· μὴ ἑαυτοὺς ἀπατᾶτε, ἀγαπητοί. Εἰ γὰρ μὴ ἔστι γέεννα, πῶς κρινοῦσι τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ οἱ ἀπόστολοι; πῶς φησιν ὁ Παῦλος· Οὐκ οἴδατε, ὅτι ἀγγέλους κρινοῦμεν; μήτι γε βιωτικά; πῶς ὁ Χριστὸς ἔλεγεν· Ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει, καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην; καὶ, Ἀνεκτότερον ἔσται γῇ Σοδόμων ἐν ἡμέρᾳ κρίσεως; Τί τοίνυν παίζεις ἐν οὐ παικτοῖς; τί ἀπατᾷς σαυτὸν καὶ παραλογίζῃ τὴν ψυχήν σου, ἄνθρωπε; τί τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ μάχῃ; ∆ιὰ γὰρ τοῦτο καὶ ἡτοίμασεν αὐτὴν καὶ ἠπείλησεν, ἵνα μὴ ἐμπέσωμεν, τῷ φόβῳ γενόμενοι βελτίους. Ὥστε ὁ τὸν περὶ τούτων ἀναιρῶν λόγον, οὐδὲν ἕτερον λανθάνει ποιῶν, ἢ εἰς αὐτὴν αὑτὸν ὠθεῖ καὶ ἐμβάλλει διὰ τῆς ἀπάτης ταύτης. Μὴ τοίνυν ἐκλύσῃς τὰς χεῖρας τῶν ὑπὲρ ἀρετῆς πονούντων, μηδὲ ἐπιτείνῃς τὴν ῥᾳθυμίαν τῶν καθευδόντων. Εἰ γὰρ πεισθεῖεν οἱ πολλοὶ, ὅτι γέεννα οὐκ ἔστι, πότε ἀποστήσονται τῆς κακίας; ποῦ δὲ καὶ τὸ δίκαιον φανεῖται; Οὐ λέγω ἐπὶ ἁμαρτωλῶν καὶ δικαίων, ἀλλ' ἐπὶ ἁμαρτωλῶν καὶ ἁμαρτωλῶν. ∆ιὰ τί ὁ μὲν ἐκολάσθη ἐνταῦθα, ὁ δὲ οὐκ ἐκολάσθη τὰ αὐτὰ ἁμαρτὼν, ἢ καὶ πολλῷ χαλεπώτερα; Εἰ γὰρ οὐκ ἔστι γέεννα, οὐδὲν ὑπὲρ τούτων δυνήσῃ ἀπολογήσασθαι τοῖς ἐγκαλοῦσι. ∆ιὸ παρακαλῶ παυσαμένους τοῦ γέλωτος τούτου, ἐπιστομίζειν τοὺς ὑπὲρ τούτων ἡμῖν ἀντιλέγοντας. Καὶ γὰρ καὶ τῶν μικροτάτων καὶ ἐν τοῖς ἁμαρτήμασι καὶ ἐν τοῖς κατορθώμασιν ἀκριβὴς ἔσται ἡ ἐξέτασις. Καὶ γὰρ καὶ ὀφθαλμῶν ἀκολάστων δώσομεν δίκην, καὶ ῥήματος ἀργοῦ, καὶ γέλωτος καὶ λοιδορίας ἁπλῶς, καὶ ἐνθυμήσεως, καὶ μέθης εὐθύνας ὑφέξομεν· ὡς πάλιν καὶ ἐν τοῖς ἀγαθοῖς καὶ ποτηρίου ψυχροῦ ληψόμεθα μισθὸν καὶ λόγου ἀγαθοῦ καὶ στεναγμοῦ μόνου. ∆ὸς γὰρ, φησὶ, τὸ σημεῖον ἐπὶ τὸ πρόσωπον τῶν στεναζόντων καὶ κατοδυνωμένων· πῶς οὖν τολμᾷς εἰπεῖν, ὅτι ὁ μετὰ τοσαύτης ἀκριβείας ἐξετάζων τὰ ἡμέτερα, ἁπλῶς καὶ εἰκῆ τὴν γέενναν ἠπείλησε; Μὴ, παρακαλῶ, μὴ ταῖς κεναῖς ταύταις ἐλπίσι σεαυτὸν ἀπόλλυε, καὶ τοὺς πειθομένους. Εἰ γὰρ τοῖς ἡμετέροις ἀπιστεῖς λόγοις, ἐξέτασον Ἰουδαίους, Ἕλληνας, αἱρετικοὺς ἅπαντας, καὶ πάντες ὡς ἐξ ἑνὸς στόματος ἀποκρινοῦνται, ὅτι κρίσις ἔσται καὶ ἀντίδοσις. Ἀλλ' οὐκ ἀρκοῦσιν ἄνθρωποι; Ἐρώτησον καὶ τοὺς δαίμονας αὐτοὺς, καὶ ἀκούσῃ βοώντων· Τί ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; καὶ ταῦτα πάντα συναγαγὼν πεῖσον τὴν ψυχὴν μὴ μάτην ληρεῖν, ἵνα μὴ διὰ τῆς πείρας μάθῃ τὴν γέενναν, ἀλλ' ἐντεῦθεν σωφρονισθεῖσα καὶ τὰς βασάνους ἐκείνας δυνηθῇ διαφυγεῖν, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΛΒʹ. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, σκοπεῖν τοὺς τὰς δι

χοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδα χὴν, ἣν ὑμεῖς ἐμάθετε, ποιοῦντας· καὶ ἐκκλί νατε ἀπ' αὐτῶν. Οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ· καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων. αʹ. Πάλιν παραίνεσις, καὶ εὐχὴ μετὰ τὴν παραίνεσιν. Εἰπὼν γὰρ σκοπεῖν τοὺς τὰς διχοστασίας ποιοῦντας, καὶ μὴ ὑπακούειν αὐτοῖς, ἐπήγαγεν· Ὁ δὲ Θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν· καὶ, Ἡ χάρις τοῦ Κυρίου μεθ' ὑμῶν. Σκόπει δὲ πῶς καὶ προσηνῶς παραινεῖ, οὐκ ἐν τάξει συμβούλου, ἀλλ' ἐν τάξει ἱκέτου τοῦτο ποιῶν, καὶ μετὰ πολλῆς τῆς τιμῆς· καὶ γὰρ καὶ ἀδελφοὺς ἐκάλεσε, καὶ ἱκετεύει. Παρακαλῶ γὰρ ὑμᾶς, φησὶν, ἀδελφοί. Εἶτα καὶ ἐναγωνίους ποιεῖ, δεικνὺς τὸ δολερὸν τῶν ἐπηρεαζόντων. Ὡς γὰρ οὐκ αὐτόθεν δήλων ὄντων φησί· Παρακαλῶ δὲ ὑμᾶς σκοπεῖν· τουτέστι, περιεργάζεσθαι μετὰ ἀκριβείας, καὶ καταμανθάνειν καὶ διερευνᾶσθαι. Τίνας, εἰπέ μοι; Τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν, ἣν ὑμεῖς ἐμάθετε, ποιοῦντας. Αὕτη γὰρ μάλιστα Ἐκκλησίας ἀνατροπὴ, τὸ διῃρῆσθαι· τοῦτο ὅπλον τοῦ διαβόλου, τοῦτο πάντα ἄνω καὶ κάτω ποιεῖ. Ἕως γὰρ ἂν ᾖ τὸ σῶμα ἡνωμένον, οὐκ ἰσχύει εἴσοδον ἔχειν, ἀλλ' ἀπὸ τῆς διχοστασίας τὸ σκάνδαλον. Ἡ δὲ διχοστασία πόθεν; Ἀπὸ τῶν δογμάτων τῶν παρὰ τὴν διδαχὴν τῶν ἀποστόλων. Τὰ δὲ δόγματα τὰ τοιαῦτα πόθεν; Ἀπὸ τοῦ γαστρὶ δουλεύειν καὶ τοῖς ἄλλοις πάθεσιν. Οἱ γὰρ τοιοῦτοι, φησὶ, τῷ Κυρίῳ οὐ δουλεύουσιν, ἀλλὰ τῇ αὑτῶν κοιλίᾳ. Ὥστε οὐκ ἂν γένοιτο σκάνδαλα, οὐκ ἂν γένοιτο διχοστασία, εἰ μή τι παρὰ τὴν ἀποστολικὴν διδαχὴν ἐπινοηθείη δόγμα· ὃ καὶ ἐνταῦθα δηλῶν ἔλεγε, Παρὰ τὴν διδαχήν. Καὶ οὐκ εἶπεν, Ἣν ἐδιδάξαμεν, ἀλλ', Ἣν ὑμεῖς ἐμάθετε, προκαταλαμβάνων αὐτοὺς, καὶ δεικνὺς πεπεισμένους δὴ καὶ ἀκούσαντας καὶ καταδεξαμένους. Καὶ τί ποιήσομεν τοῖς τὰ τοιαῦτα κακουργοῦσιν; Οὐκ εἶπεν, Ὁμόσε χωρεῖτε καὶ πυκτεύετε, ἀλλ', Ἐκκλίνατε ἀπ' αὐτῶν. Εἰ μὲν γὰρ ἐξ ἀγνοίας ἢ πλάνης τοῦτο ἐποίουν, ἔδει διορθοῦν· ἐπειδὴ δὲ εἰδότες ἁμαρτά νουσιν, ἀποπηδᾶτε. Καὶ ἀλλαχοῦ δὲ τοῦτο λέγει· Συστέλλεσθε γὰρ, φησὶν, ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος. Καὶ Τιμοθέῳ περὶ τοῦ χαλκέως διαλεγόμενος, τοιαῦτα παρῄνει λέγων· Ὃν καὶ σὺ φυλάσσου. Εἶτα καὶ κωμῳδῶν τοὺς τὰ τοιαῦτα τολμῶντας, λέγει καὶ τὴν αἰτίαν, ἀφ' ἧς ταύτην ἐπενόησαν τὴν διχοστασίαν· Οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ ἡμῶν Χριστῷ, φησὶν, οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ. Τοῦτο καὶ Φιλιππησίοις ἐπιστέλλων ἔλεγεν· Ὧν θεὸς ἡ κοιλία. Ἐνταῦθα δέ μοι τοὺς ἐξ Ἰουδαίων αἰνίττεσθαι δοκεῖ, οὓς μάλιστα ἀεὶ διαβάλλειν εἴωθεν ὡς γαστριμάργους. Καὶ γὰρ Τίτῳ ἐπιστέλλων ἔλεγε περὶ αὐτῶν· Κακὰ θηρία, γαστέρες ἀργαί. Καὶ ὁ Χριστὸς δὲ αὐτοὺς ἐπὶ τοῦτο διαβάλλων, Κατεσθίετε, φησὶ, τὰς οἰκίας τῶν χηρῶν. Καὶ οἱ προφῆται τοιαῦτα αὐτῶν κατηγοροῦσιν· Ἐλιπάνθη γὰρ, φησὶ, καὶ ἐπαχύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. ∆ιὸ καὶ Μωϋσῆς παρῄνει λέγων· Φαγὼν καὶ πιὼν καὶ ἐμπλησθεὶς, μνήσθητι Κυρίου τοῦ Θεοῦ σου. Καὶ ἐν τοῖς Εὐαγγελίοις δὲ τῷ Χριστῷ λέγοντες, Τί σημεῖον δεικνύεις ἡμῖν; καὶ τὰ ἄλλα πάντα παραδραμόντες, τοῦ μάννα μέμνηνται· οὕτω πανταχοῦ τῷ πάθει τούτῳ κρατούμενοι φαίνονται. Πῶς οὖν οὐκ αἰσχύνῃ δούλους κοιλίας διδασκάλους ἔχων ὁ τοῦ Χριστοῦ ἀδελφός; Καὶ ἡ μὲν ὑπόθεσις τῆς πλάνης αὕτη, ὁ δὲ τρόπος τῆς ἐπιβουλῆς ἕτερον πάλιν νόσημα, ἡ κολακεία· ∆ιὰ γὰρ τῆς χρηστολογίας, φησὶν, ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων. Καὶ καλῶς εἶπε, Χρηστολογίας· μέχρι γὰρ τῶν ῥημάτων ἡ θεραπεία· ἡ δὲ διάνοια οὐ τοιαύτη, ἀλλὰ δόλου γέμουσα. Καὶ οὐκ εἶπεν, Ὑμᾶς ἐξαπατῶσιν, ἀλλὰ, Τὰς καρδίας τῶν ἀκάκων. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλ' ὥστε ποιῆσαι μὴ ἐπαχθέστερον τὸ εἰρημένον, φησίν· Ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο. Τοῦτο δὲ ποιεῖ, οὐκ ἀφιεὶς αὐτοὺς ἀναισχυντῆσαι, ἀλλὰ τοῖς ἐγκωμίοις προκαταλαμβάνων, καὶ τῷ πλήθει τῶν μαρτύρων προκατέχων αὐτούς. Οὐδὲ γὰρ ἐγὼ μαρτυρῶ μόνος, ἀλλ' ἡ οἰκουμένη πᾶσα. Καὶ οὐκ εἶπεν, Ἡ γὰρ ὑμῶν σύνεσις, ἀλλ' Ἡ ὑμῶν ὑπακοή· τουτέστιν ἡ πειθώ· ὅπερ πολλὴν αὐτοῖς ἦν μαρτυροῦντος πραότητα. Χαίρω οὖν τὸ ἐφ' ὑμῖν. Οὐ μικρὸν καὶ τοῦτο ἐγκώμιον. Εἶτα μετὰ τὸν ἔπαινον νουθεσία. Ἵνα γὰρ μὴ τῶν ἐγκλημάτων ἀπαλλάξας αὐτοὺς, ὡς λανθάνοντας ῥᾳθυμοτέρους ἐργάσηται, αἰνίττεται πάλιν αὐτοῖς λέγων· Θέλω δὲ ὑμᾶς σοφοὺς μὲν εἶναι εἰς τὸ ἀγαθὸν, ἀκεραίους δὲ εἰς τὸ κακόν. Ὁρᾷς πῶς πάλιν αὐτῶν καθάπτεται, καὶ ἀνυπόπτως; τοῦτο γὰρ αἰνιττομένου ἐστὶν, ὅτι τινὲς ἐξ αὐτῶν καὶ παρήγοντο. Ὁ δὲ Θεὸς τῆς εἰρήνης συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Ἐπειδὴ γὰρ εἶπε τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα ποιοῦντας, εἶπεν εἰρήνης Θεὸν, ἵνα θαρσήσωσι περὶ τῆς τούτων ἀπαλλαγῆς. Ὁ γὰρ ταύτῃ χαίρων, τὰ λυμαινόμενα αὐτῇ καταλύσει. Καὶ οὐκ εἶπεν, Ὑποτάξει, ἀλλ', ὃ μεῖζόν ἐστι, Συντρίψει· καὶ οὐκ ἐκείνους μόνον, ἀλλὰ καὶ τὸν στρατηγοῦντα αὐτοῖς τὰ τοιαῦτα Σατανᾶν. Καὶ οὐχ ἁπλῶς συντρίψει, ἀλλ' Ὑπὸ τοὺς πόδας ὑμῶν· ὥστε αὐτοὺς τὴν νίκην ἄρασθαι, καὶ τῷ τροπαίῳ γενέσθαι λαμπρούς. Καὶ ἀπὸ τοῦ χρόνου δὲ ἡ παραμυθία πάλιν· ἐπήγαγε γὰρ, Ἐν τάχει. Τοῦτο δὲ ὁμοῦ καὶ εὐχὴ καὶ προφητεία ἦν. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν. Τὸ μέγιστον ὅπλον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, ὁ πύργος ὁ ἄσειστος· ἀνέμνησε γὰρ αὐτοὺς τῆς χάριτος, ἵνα προθυμοτέρους ἐργάσηται. Εἰ γὰρ τῶν πολὺ χαλεπωτέρων ἀπηλλάγητε, καὶ ἀπηλλάγητε χάριτι μόνον· πολλῷ μᾶλλον τῶν ἐλαττόνων ἀπαλλαγήσεσθε, ὅτι καὶ φίλοι γεγόνατε, καὶ τὰ παρ' ἑαυτῶν συνεισάγετε. βʹ. Ὅρα πῶς οὔτε εὐχὴν χωρὶς ἔργων, οὔτε ἔργα χωρὶς εὐχῆς τίθησι. Μαρτυρήσας γὰρ αὐτοῖς τὴν ὑπακοὴν, τότε ἐπηύξατο, δεικνὺς ὅτι ἀμφοτέρων δεόμεθα, καὶ τῶν παρ' ἡμῶν, καὶ τῶν παρὰ τοῦ Θεοῦ, εἰ μέλλοιμεν μετὰ ἀκριβείας σώζεσθαι. Καὶ γὰρ οὐκ ἔμπροσθεν μόνον, ἀλλὰ καὶ νῦν, κἂν μεγάλοι ὦμεν καὶ εὐδόκιμοι, τῆς παρ' αὐτοῦ δεόμεθα χάριτος· Ἀσπάζεται ὑμᾶς Τιμόθεος ὁ συνεργός μου. Εἶδες πάλιν τὰ συνήθη ἐγκώμια; Καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου. Τούτου τοῦ Ἰάσονος καὶ Λουκᾶς μέμνηται, καὶ τὴν ἀνδρείαν αὐτοῦ παρίστησιν ἡμῖν λέγων, ὅτι ἦγον αὐτὸν ἐπὶ τοὺς πολιτάρχας βοῶντες. Καὶ τοὺς ἄλλους δὲ εἰκὸς εἶναι τῶν ἐπισήμων· οὐ γὰρ ἁπλῶς συγγενῶν μέμνηται, εἰ μὴ κατὰ τὴν εὐσέβειαν εἶεν ἐοικότες αὐτῷ. Ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπιστολήν. Οὐ μικρὸν καὶ τοῦτο ἐγκώμιον ὑπογραφέα εἶναι Παύλου· πλὴν οὐχ ἵνα ἑαυτὸν ἐγκωμιάσῃ, τοῦτο λέγει, ἀλλ' ἵνα θερμὴν ἐπισπάσηται παρ' αὐτῶν τὴν ἀγάπην ἀπὸ τῆς διακονίας. Ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ τῆς Ἐκκλησίας ὅλης. Εἶδες οἷον αὐτῷ στέφανον ἔπλεξε, τοσαύτην φιλοξενίαν μαρτυρήσας, καὶ ὁλόκληρον τὴν Ἐκκλησίαν εἰς τὴν οἰκίαν συναγαγὼν τὴν ἐκείνου; τὸν γὰρ ξένον ἐνταῦθα τὸν ξενοδόχον φησίν. Ὅταν δὲ ἀκούσῃς, ὅτι Παύλου ξενοδόχος ἦν, μὴ τῆς φιλοτιμίας αὐτὸν θαύμαζε μόνον, ἀλλὰ καὶ τῆς κατὰ τὸν βίον ἀκριβείας· εἰ μὴ γὰρ ἦν ἄξιος τῆς ἀρετῆς τῆς ἐκείνου, οὐδ' ἂν ἐκεῖνος ἐκεῖ κατήχθη. Ὁ γὰρ πολλὰ τῶν ἐπιταγμάτων τοῦ Χριστοῦ σπουδάζων ὑπερβαίνειν, οὐκ ἂν τοῦτον παρέβη τὸν νόμον τὸν κελεύοντα περιεργάζεσθαι τοὺς ὑποδεχομένους, καὶ παρὰ ἀξίοις κατάγεσθαι. Ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως, καὶ Κούαρτος ὁ ἀδελφός. Οὐχ ἁπλῶς προσέθηκεν, Οἰκονόμος τῆς πόλεως· ἀλλ' ὥσπερ Φιλιππησίοις ἔγραφεν, Ἀσπάζονται ὑμᾶς οἱ ἐκ τῆς Καίσαρος οἰκίας, ἵνα δείξῃ, ὅτι καὶ τῶν μεγάλων τὸ κήρυγμα ἥψατο· οὕτω καὶ ἐνταῦθα τοῦ ἀξιώματος μέμνηται, τὸ αὐτὸ τοῦτο κατασκευάζων, καὶ δεικνὺς ὅτι τῷ προσέχοντι οὔτε πλοῦτος κώλυμα γίνεται, οὔτε ἀρχῆς φροντίδες, οὔτε ἄλλο τῶν τοιούτων οὐδέν. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν. Ἀμήν. Εἶδες πόθεν ἄρχεσθαι δεῖ, καὶ ποῦ τελευτᾷν πάντα; Καὶ γὰρ καὶ τὸν θεμέλιον ἐντεῦθεν κατέβαλε τῆς ἐπιστολῆς, καὶ τὸν ὄροφον ἐντεῦθεν ἐπέθηκεν, ὁμοῦ καὶ ἐπευχόμενος τὴν μητέρα τῶν ἀγαθῶν ἁπάντων αὐτοῖς, καὶ πάσης ἀναμιμνήσκων τῆς εὐεργεσίας. Τοῦτο γὰρ μάλιστα διδασκάλου γενναίου, τὸ μὴ λόγῳ μόνον, ἀλλὰ καὶ εὐχῇ ὠφελεῖν τοὺς μαθητευομένους· διὸ καὶ ἔλεγεν, Ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. Τίς οὖν ἄρα καὶ ἡμῖν ἐπεύξεται, ἐπειδὴ Παῦλος ἀπῆλθεν; Οἱ Παύλου ζηλωταὶ οὗτοι, μόνον ἀξίους παράσχωμεν ἑαυτοὺς τῆς τοιαύτης συνηγορίας, ἵνα μὴ ἐνταῦθα μόνον ἀκούσωμεν τῆς Παύλου φωνῆς, ἀλλὰ καὶ ἐκεῖ ἀπελθόντες ἰδεῖν καταξιωθῶμεν τὸν ἀθλητὴν τοῦ Χριστοῦ· μᾶλλον δὲ ἂν ἐνταῦθα ἀκούσωμεν, κἀκεῖ πάντως αὐτὸν ὀψόμεθα, εἰ καὶ μὴ πλησίον ἑστῶτες, ἀλλ' ὀψόμεθα πάντως ἐγγὺς τοῦ θρόνου τοῦ βασιλικοῦ λάμποντα, ἔνθα τὰ Χερουβὶμ δοξάζει, ἔνθα τὰ Σεραφὶμ πέταται. Ἐκεῖ Παῦλον ὀψόμεθα μετὰ Πέτρου, καὶ τοῦ τῶν ἁγίων χοροῦ κορυφαῖον ὄντα καὶ πρωτοστάτην, καὶ τῆς ἀγάπης ἀπολαύσομεν τῆς γνησίας. Εἰ γὰρ ἐνταῦθα ὢν οὕτως ἠγάπα τοὺς ἀνθρώπους, ὡς αἱρέσεως οὔσης ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, ἑλέσθαι ἐνταῦθα εἶναι· πολλῷ μᾶλλον ἐκεῖ θερμότερον ἐπιδείξεται τὸ φίλτρον. Ἐγὼ καὶ τὴν Ῥώμην διὰ τοῦτο φιλῶ, καίτοι γε αὐτὴν καὶ ἑτέρωθεν ἔχων ἐπαινεῖν, καὶ ἀπὸ τοῦ μεγέθους, καὶ ἀπὸ τῆς ἀρχαιότητος, καὶ ἀπὸ τοῦ κάλλους, καὶ ἀπὸ τοῦ πλήθους, καὶ ἀπὸ τῆς δυναστείας, καὶ ἀπὸ τοῦ πλούτου, καὶ ἀπὸ τῶν κατορθωμάτων τῶν ἐν πολέμῳ· ἀλλὰ πάντα τὰ ἄλλα ἀφεὶς, διὰ τοῦτο αὐτὴν μακαρίζω, ὅτι καὶ ζῶν αὐτοῖς ἔγραφε, καὶ οὕτως αὐτοὺς ἐφίλει, καὶ παρὼν αὐτοῖς διελέχθη, καὶ τὸν βίον ἐκεῖ κατέλυσε. ∆ιὸ καὶ ἐπίσημος ἡ πόλις ἐντεῦθεν μᾶλλον, ἢ ἀπὸ τῶν ἄλλων ἁπάντων· καὶ καθάπερ σῶμα μέγα καὶ ἰσχυρὸν, ὀφθαλμοὺς ἔχει δύο λάμποντας, τῶν ἁγίων τούτων τὰ σώματα. Οὐχ οὕτως ἐστὶν ὁ οὐρανὸς λαμπρὸς, ὅταν ἀφῇ τὰς ἀκτῖνας ὁ ἥλιος, ὡς ἡ Ῥωμαίων πόλις τὰς δύο ταύτας λαμπάδας πανταχοῦ τῆς οἰκουμένης ἀφιεῖσα. Ἐκεῖθεν ἁρπαγήσεται Παῦλος, ἐκεῖθεν Πέτρος. Ἐννοήσατε καὶ φρίξατε, οἷον ὄψεται θέαμα Ῥώμη, τὸν Παῦλον ἐξαίφνης ἀνιστάμενον ἀπὸ τῆς θήκης ἐκείνης μετὰ Πέτρου, καὶ αἰρόμενον εἰς ἀπάντησιν τοῦ Κυρίου· οἷον ἀποστέλλει τῷ Χριστῷ ῥόδον ἡ Ῥώμη, οἵους στεφάνους ἡ πόλις περίκειται δύο, οἵας χρυσᾶς ἁλύσεις διέζωσται, οἵας ἔχει πηγάς. ∆ιὰ ταῦτα θαυμάζω τὴν πόλιν, οὐ διὰ τὸν χρυσὸν τὸν πολὺν, οὐ διὰ τοὺς κίονας, οὐ διὰ τὴν ἄλλην φαντασίαν, ἀλλὰ διὰ τοὺς στύλους τῆς Ἐκκλησίας τούτους. γʹ. Τίς μοι νῦν ἔδωκε περιχυθῆναι τῷ σώματι Παύλου, καὶ προσηλωθῆναι τῷ τάφῳ, καὶ τὴν κόνιν ἰδεῖν τοῦ σώματος ἐκείνου τοῦ τὰ ὑστερήματα ἀναπληρώσαντος τοῦ Χριστοῦ, τοῦ τὰ στίγματα βαστάσαντος, τοῦ πανταχοῦ τὸ κήρυγμα κατασπείραντος; τὴν κόνιν ἐκείνου τοῦ σώματος, δι' οὗ πανταχοῦ διέδραμε τὴν κόνιν τοῦ στόματος, δι' οὗ Χριστὸς ἐφθέγγετο, καὶ τὸ φῶς ἐξέλαμψε τὸ πάσης ἀστραπῆς λαμπρότερον, καὶ φωνὴ ἐξεπήδησε πάσης βροντῆς φοβερωτέρα τοῖς δαίμοσι, δι' οὗ τὸ μακάριον ἐκεῖνο ἐφθέγξατο ῥῆμα λέγων· Ηὐχόμην ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου; δι' οὗ ἐλάλει ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχύνετο; δι' οὗ Παῦλον ἐμάθομεν, δι' οὗ τὸν Παύλου ∆εσπότην; Οὐχ οὕτως ἡμῖν ἡ βροντὴ φοβερὸν, ὡς ἐκείνη τοῖς δαίμοσιν ἡ φωνή. Εἰ γὰρ τὰ ἱμάτια αὐτοῦ ἔφριττον, πολλῷ μᾶλλον τὴν φωνήν. Αὕτη δεδεμένους αὐτοὺς ἤγαγεν, αὕτη τὴν οἰκουμένην ἐξεκάθηρεν, αὕτη τὰ νοσήματα ἔλυσε, κακίαν ἐξέβαλεν, ἀλήθειαν ἐπανήγαγε, τὸν Χριστὸν εἶχεν ἐγκαθήμενον, καὶ μετ' αὐτοῦ πανταχοῦ προῄει, καὶ ὅπερ ἦν τὰ Χερουβὶμ, τοῦτο ἡ Παύλου φωνή. Καθάπερ γὰρ ἐπὶ τῶν δυνάμεων ἐκείνων ἐκάθητο, οὕτω καὶ ἐπὶ τῆς τοῦ Παύλου γλώττης. Καὶ γὰρ ἀξία τοῦ δέξασθαι τὸν Χριστὸν ἐγένετο, ἐκεῖνα φθεγγομένη μόνον, ἃ τῷ Χριστῷ φίλα ἦν, καὶ πρὸς ὕψος ἄφατον ἱπταμένη καθάπερ τὰ Σεραφίμ. Τί γὰρ ὑψηλότερον τῆς φωνῆς ἐκείνης τῆς λεγούσης, ὅτι Πέπεισμαι, ὅτι οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ, πόσας δοκεῖ σοι πτέρυγας ἔχειν αὕτη ἡ φωνή; πόσους ὀφθαλμούς; ∆ιὰ τοῦτο ἔλεγεν· Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν· διὰ τοῦτο ἔφευγον δαίμονες, οὐχὶ φθεγγομένου μόνον ἀκούοντες, ἀλλὰ καὶ πόῤῥωθεν ὄντος ἱμάτιον ὁρῶντες. Τούτου τοῦ στόματος ἐβουλόμην τὴν κόνιν ἰδεῖν, δι' οὗ τὰ μεγάλα καὶ ἀπόῤῥητα ὁ Χριστὸς ἐλάλησε, καὶ μείζονα ἢ δι' ἑαυτοῦ· ὥσπερ γὰρ εἰργάσατο μείζονα διὰ τῶν μαθητῶν, οὕτω καὶ ἐφθέγξατο· δι' οὗ τὸ Πνεῦμα τῇ οἰκουμένῃ τοὺς θαυμαστοὺς ἐκείνους χρησμοὺς ἔδωκε. Τί γὰρ οὐκ εἰργάσατο ἐκεῖνο τὸ στόμα ἀγαθόν; ∆αίμονας ἤλασεν, ἁμαρτήματα ἔλυσε, τυράννους ἐπεστόμισε, φιλοσόφων γλώττας ἐνέφραξε, τὴν οἰκουμένην τῷ Θεῷ προσήγαγε, βαρβάρους φιλοσοφεῖν ἔπεισε, πάντα μετεῤῥύθμισε τὰ ἐν τῇ γῇ· καὶ τὰ ἐν οὐρανοῖς δὲ, ὃν ἐβούλετο, διετίθει τρόπον, δεσμῶν οὓς ἐβούλετο, καὶ λύων ἐκεῖ κατὰ τὴν δεδομένην ἐξουσίαν αὐτῷ. Οὐ τοῦ στόματος δὲ μόνον, ἀλλὰ καὶ τῆς καρδίας ἐκείνης ἐβουλόμην τὴν κόνιν ἰδεῖν, ἣν οὐκ ἄν τις ἁμάρτοι καρδίαν τῆς οἰκουμένης εἰπὼν, καὶ τῶν μυρίων ἀγαθῶν πηγὴν, καὶ ἀρχὴν καὶ στοιχεῖον τῆς ἡμετέρας ζωῆς. Τὸ γὰρ πνεῦμα τῆς ζωῆς ἐκεῖθεν εἰς ἅπαντα ἐχορηγεῖτο, καὶ τοῖς μέλεσι τοῦ Χριστοῦ διεδίδοτο, οὐ δι' ἀρτηρίας ἐκπεμπόμενον, ἀλλὰ διὰ προαιρέσεως ἀγαθῶν. Αὕτη οὕτω πλατεῖα ἡ καρδία ἦν, ὡς καὶ πόλεις ὁλοκλήρους δέχεσθαι καὶ δήμους καὶ ἔθνη· Ἡ καρδία γάρ μου, φησὶ, πεπλάτυνται. Ἀλλ' ὅμως τὴν οὕτω πλατεῖαν συνέσχε πολλάκις καὶ ἔθλιψεν ἡ εὐρύνουσα αὐτὴν ἀγάπη· Ἐκ γὰρ πολλῆς θλίψεως, φησὶ, καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν ταύτην. Καὶ διαλελυμένην ἐπεθύμουν ἰδεῖν τὴν πυρουμένην καθ' ἕκαστον τῶν ἀπολλυμένων, τὴν ὠδίνουσαν ἐκ δευτέρου τὰ ἐξαμβλούμενα τῶν παίδων, τὴν τὸν Θεὸν ὁρῶσαν (Οἱ γὰρ καθαροὶ τῇ καρδίᾳ, φησὶ, τὸν Θεὸν ὄψονται)· τὴν θυσίαν γεγενημένην (Θυσία γὰρ τῷ Θεῷ, πνεῦμα συντετριμμένον)· τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, εὐρυτέραν τῆς οἰκουμένης, τὴν τῆς ἀκτῖνος φαιδροτέραν, τὴν τοῦ πυρὸς θερμοτέραν, τὴν τοῦ ἀδάμαντος στεῤῥοτέραν, τὴν τοὺς ποταμοὺς ἀφιεῖσαν· Ποταμοὶ γὰρ, φησὶν, ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος· ἔνθα ἦν ἡ πηγὴ ἡ ἁλλομένη, καὶ ποτίζουσα οὐ τὸ πρόσωπον τῆς γῆς, ἀλλὰ τὰς ψυχὰς τῶν ἀνθρώπων· ὅθεν οὐ ποταμοὶ μόνον, ἀλλὰ καὶ πηγαὶ δακρύων ἐξῄεσαν καὶ νύκτωρ καὶ μεθ' ἡμέραν· τὴν καινὴν ζήσασαν ζωὴν, οὐ ταύτην τὴν ἡμετέραν (Ζῶ γὰρ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ, φησὶν, ὁ Χριστός. Ἄρα ἐκείνου καρδία ἦν ἡ Παύλου καρδία, καὶ τοῦ Πνεύματος τοῦ ἁγίου πλὰξ, καὶ βιβλίον τῆς χάριτος)· τὴν τρέμουσαν μὲν ὑπὲρ τῶν ἀλλοτρίων ἁμαρτημάτων (Φοβοῦμαι γὰρ, φησὶ, μή πως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς, Μή πως ὁ ὄφις Εὔαν ἠπάτησε, Μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς)· ὑπὲρ δὲ ἑαυτῆς καὶ δεδοικυῖαν καὶ θαῤῥοῦσαν (Φοβοῦμαι γὰρ, φησὶ, Μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι· καὶ, Πέπεισμαι γὰρ, ὅτι οὔτε ἄγγελοι οὔτε ἀρχαὶ δυνήσονται ἡμᾶς χωρίσαι), τὴν καταξιωθεῖσαν φιλῆσαι Χριστὸν, ὡς οὐδεὶς ἄλλος ἐφίλησε, τὴν θανάτου καὶ γεέννης καταφρονήσασαν, καὶ ὑπὸ δακρύων ἀδελφικῶν συντριβομένην (Τί γὰρ ποιεῖτε, φησὶ, κλαίοντες καὶ συντρίβοντές μου τὴν καρδίαν;), τὴν καρτερικωτάτην, καὶ οὐ στέγουσαν καιρὸν ὥρας ἀποστῆναι Θεσσαλονικέων. δʹ. Ἐβουλόμην τὴν κόνιν ἰδεῖν τῶν χειρῶν τῶν ἐν ἁλύσει, δι' ὧν τῆς ἐπιθέσεως τὸ Πνεῦμα ἐχορηγεῖτο, δι' ὧν ταῦτα τὰ γράμματα ἐγράφετο· Ἴδετε γὰρ πηλίκοις γράμμασιν ὑμῖν ἔγραψα τῇ ἐμῇ χειρί· καὶ πάλιν, Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου, τῶν χειρῶν ἐκείνων, ἃς ἰδοῦσα ἡ ἔχις ἐξέπεσεν εἰς τὴν πυράν. Ἐβουλόμην τὴν κόνιν ἰδεῖν τῶν ὀφθαλμῶν τῶν πηρωθέντων καλῶς, τῶν ἀναβλεψάντων ἐπὶ σωτηρίᾳ τῆς οἰκουμένης, τῶν καὶ ἐν σώματι Χριστὸν ἰδεῖν καταξιωθέντων, τῶν ὁρώντων τὰ γήϊνα καὶ οὐχ ὁρώντων, τῶν βλεπόντων τὰ μὴ βλεπόμενα, τῶν μὴ εἰδότων ὕπνον, τῶν ἐν μέσαις ταῖς νυξὶν ἀγρυπνούντων, τῶν οὐ πασχόντων τὰ τῶν ὀφθαλμιώντων. Ἐβουλόμην καὶ τῶν ποδῶν ἰδεῖν ἐκείνων τὴν κόνιν τῶν περιδραμόντων τὴν οἰκουμένην, καὶ μὴ καμνόντων, τῶν ἐν ξύλῳ δεδεμένων, ἡνίκα τὸ δεσμωτήριον ἔσεισε, τῶν τὴν οἰκουμένην καὶ ἀοίκητον περιελθόντων, τῶν ὁδοιπορούντων πολλάκις. Καὶ τί δεῖ κατὰ μέρος λέγειν; Ἐβουλόμην τὸν τάφον ἰδεῖν, ἔνθα τὰ ὅπλα τῆς δικαιοσύνης ἀπόκειται, τὰ ὅπλα τοῦ φωτὸς, τὰ μέλη τὰ νῦν ζῶντα, νενεκρωμένα δὲ ὅτε ἔζη, ἐν οἷς πᾶσιν ὁ Χριστὸς ἔζη, τὰ ἐσταυρωμένα τῷ κόσμῳ, τὰ τοῦ Χριστοῦ μέλη, τὰ ἐνδεδυμένα τὸν Χριστὸν, τὸν ναὸν τοῦ Πνεύματος, τὴν οἰκοδομὴν τὴν ἁγίαν, τὰ δεδεμένα τῷ Πνεύματι, τὰ καθηλωμένα τῷ φόβῳ τοῦ Θεοῦ, τὰ ἔχοντα τὰ στίγματα τοῦ Χριστοῦ. Τοῦτο τὸ σῶμα τειχίζει τὴν πόλιν ἐκείνην, ὃ παντὸς πύργου καὶ μυρίων ἐστὶ περιβόλων ἀσφαλέστερον, καὶ μετὰ τούτου τὸ Πέτρου· καὶ γὰρ ζῶντα ἐτίμα· Ἀνέβην γὰρ ἱστορῆσαι Πέτρον. ∆ιὰ τοῦτο καὶ ἀπελθόντα κατηξίωσεν ὁμόσκηνον αὐτῷ ποιῆσαι ἡ χάρις αὐτόν. Ἐβουλόμην ἰδεῖν τὸν λέοντα τὸν πνευματικόν. Ὥσπερ γὰρ λέων πῦρ ἀφιεὶς εἰς ἀλωπέκων ἀγέλας, οὕτως εἰς τὴν τῶν δαιμόνων καὶ φιλοσόφων ἐνέπεσε φατρίαν, καὶ καθάπερ σκηπτοῦ τις ἐμβολὴ εἰς τὰς τοῦ διαβόλου κατηνέχθη φάλαγγας. Οὐδὲ γὰρ ἐκ παρατάξεως ἵστατο πρὸς αὐτὸν, ἀλλ' οὕτως ἐδεδοίκει καὶ ἔτρεμεν, ὡς εἰ σκιὰν ἴδοι, καὶ φωνῆς ἀκούσειε, πόῤῥωθεν δραπετεύειν. Οὕτω γοῦν καὶ τὸν πεπορνευκότα παρέδωκεν αὐτῷ πόῤῥωθεν ὢν, καὶ πάλιν ἐξήρπασε τῶν ἐκείνου χειρῶν· οὕτω καὶ ἑτέρους, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. Σκόπει δὲ πῶς καὶ τοὺς ὑπ' αὐτῷ τεταγμένους ἀντεπεξάγει, διεγείρων καὶ ἀλείφων· καὶ νῦν μὲν Ἐφεσίοις φησίν· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας· εἶτα καὶ τὸ ἔπαθλον τίθησιν ἐν τοῖς ἐπουρανίοις, λέγων· Οὐ γὰρ περὶ γηΐνων πραγμάτων ἡμῖν ὁ ἀγὼν, φησὶν, ἀλλὰ περὶ τῶν οὐρανῶν καὶ τῶν ἐν τοῖς οὐρανοῖς· νῦν δὲ ἑτέροις φησὶν, Οὐκ οἴδατε, ὅτι ἀγγέλους κρινοῦμεν, μήτι γε βιωτικά; Ταῦτ' οὖν ἅπαντα ἐννοοῦντες, στῶμεν γενναίως. Καὶ γὰρ καὶ Παῦλος ἄνθρωπος ἦν, τῆς αὐτῆς φύσεως ἡμῖν μετέχων, καὶ τὰ ἄλλα πάντα ἔχων κοινά· ἀλλ' ἐπειδὴ πολλὴν τὴν περὶ τὸν Χριστὸν ἀγάπην ἐπ εδείξατο, τοὺς οὐρανοὺς ὑπερέβη, καὶ μετὰ τῶν ἀγγέλων ἔστη. Ὥστε ἐὰν βουληθῶμεν καὶ ἡμεῖς διαναστῆναι μικρὸν, καὶ τὸ πῦρ ἐκεῖνο ἀνάψαι ἐν ἡμῖν, δυνησόμεθα ζηλῶσαι τὸν ἅγιον ἐκεῖνον. Οὐδὲ γὰρ ἂν, εἴπερ ἀδύνατον ἦν τοῦτο, ἐβόα λέγων· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Μὴ τοίνυν θαυμάζωμεν αὐτὸν μόνον, μηδὲ ἐκπληττώμεθα μόνον, ἀλλὰ καὶ μιμώμεθα, ἵνα καταξιωθῶμεν καὶ ἐντεῦθεν ἀπελθόντες αὐτὸν ἰδεῖν, καὶ τῆς ἀποῤῥήτου δόξης μετασχεῖν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

1
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать