Ad Optimum episcopum EPISTOLA LXXX. AD OPTIMUM EPISCOPUM. In illa verba: "Omnis qui occiderit Cain, septuplum punietur."

Καὶ ἄλλως ἡδέως ὁρῶν τοὺς ἀγαθοὺς παῖδας, διά τε τὸ ὑπὲρ τὴν ἡλικίαν τῶν ἠθῶν εὐσταθὲς, καὶ διὰ τὸ πρὸς τὴν σὴν εὐλάβειαν οἰκεῖον, ἀφ' οὗ τι καὶ μέγα προσδοκᾷν ἔστιν ἐπ' αὐτοῖς. Ἐπειδὴ μετὰ γραμμάτων σῶν εἶδον αὐτοὺς προσιόντας μοι, ἐδιπλασίασα τὸ ἐπ' αὐτοῖς φίλτρον. Ὅτε δὲ ἀνέγνων τὴν ἐπιστολὴν, καὶ ἴδον ἐν αὐτῇ ὁμοῦ μὲν τὸ περὶ τὰς Ἐκκλησίας προνοητικὸν τῆς διαθέσεως, ὁμοῦ δὲ περὶ τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν ἐπιμελὲς, ηὐχαρίστησα τῷ Κυρίῳ, καὶ ἐπηυξάμην τὰ ἀγαθὰ τοῖς τὰ τοιαῦτα ἡμῖν διακομίσασι γράμματα, καὶ πρό γε αὐτῶν τῷ γράψαντι ἡμῖν. Ἐπεζήτησας τὸ πολυθρύλλητον ἐκεῖνο, καὶ παρὰ πᾶσιν ἄνω καὶ κάτω περιφερόμενον ῥητὸν, τίνα τὴν λύσιν ἔχει τὸ, Ὁ πᾶς ἀποκτείνας Καΐν, ἑπτὰ ἐκδικούμενα παραλύσει; ∆ιὰ δὲ τούτου τέως μὲν αὐτὸς ἑαυτὸν συνέστησας, τὸ Τιμοθέου, ὥσπερ ἔδωκεν Παῦλος αὐτῷ, ἀκριβῶς φυλάσσοντα· δῆλος γὰρ εἶ προσέχων τῇ ἀναγνώσει.

Ἔπειτα καὶ ἡμᾶς τοὺς γέροντας νεναρκηκότας ἤδη καὶ τῷ χρόνῳ, καὶ τῇ ἀσθενείᾳ τοῦ σώματος, καὶ τῷ πλήθει τῶν θλίψεων (αἱ πολλαὶ τοίνυν περὶ ἡμᾶς κινηθεῖσαι ἐβάρησαν ἡμῶν τὴν ζωὴν), ὅμως διανέστησας, καὶ ζέων τῷ πνεύματι κατεψυγμένους ἡμᾶς, ὡς τὰ φωλεύοντα τῶν ζώων εἰς ἐγρήγορσιν μετρίαν καὶ ζωτικὴν ἐνέργειαν ἐπανάγεις. Ἔστιν οὖν τὸ ῥητὸν, καὶ ἀπλῶς οὕτω νοηθῆναι δυνάμενον, καὶ ἀποίκιλον ἐπιδέξασθαι λόγον. Ἡ μὲν οὖν ἁπλουστέρα, καὶ παντὶ δυναμένη ἐκ τοῦ προχείρου παραστῆσαι διάνοια, αὕτη ἐστίν· ὅτι δεῖ τὸν Καῒν ἑπταπλασίωνα δοῦναι τὴν τιμωρίαν ὑπὲρ ὧν ἥμαρτεν. Οὐ γάρ ἐστι δικαιοκρίτου ἴσας πρὸς ἴσας ὁρίζειν ἀνταποδόσεις· ἀλλ' ἀνάγκη τὸν κατάρξαντα κακοῦ μετὰ προσθήκης ἀποτῖσαι τὰ ὀφειλόμενα, ἢ μέλλει αὐτὸς βελτίων ταῖς τιμωρίαις γενέσθαι, καὶ τοὺς λοιποὺς σωφρονεστέρους ποιῆσαι τῷ ὑποδείγματι. Οὐκοῦν ἐπειδὴ τέτακται ἑπτάκις ἀποπληρῶσαι τὴν δίκην τῶν ἡμαρτημένων τὸν Καΐν, παραλύσει , φησὶν, τούτῳ τῷ ὑπὸ τῆς θείας κρίσεως ἐπ' αὐτῷ δεδογμένον, ὁ ἀποκτείνας αὐτόν. Οὗτός ἐστιν ὁ νοῦς ὁ ἐντεῦθεν ἀπὸ τῆς πρώτης ἀναγνώσεως ὑποπίπτων.

Ἐπειδὴ δὲ ἐρευνᾷν πέφυκε τὰ βάθη τῶν φιλοπονωτέρων ἡ διάνοια, ἐπιζητεῖ τὸ δίκαιον, πῶς ἐν τῷ ἑπτάκις πληροῦται καὶ τὰ ἐκδικούμενα; πότερον τὰ ἁμαρτηθέντα ἑπτά ἐστιν, ἓν μὲν τὸ ἁμάρτημα, ἑπτὰ δὲ ἐπὶ τῷ ἑνὶ αἱ κολάσεις; Ἀεὶ μὲν οὖν ἡ Γραφὴ τὸν τῆς ἀφέσεως τῶν ἁμαρτιῶν ἀριθμὸν ἐν τοῖς ἑπτὰ περιορίζει. Ποσάκις, φησὶ, ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ (ὁ Πέτρος ἐστὶ λέγων τῷ Κυρίῳ); ἕως ἑπτάκις; Εἶτα ἀπόκρισις τοῦ Κυρίου· Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ' ἕως ἑβδομηκοντάκις ἑπτά· οὐ γὰρ ἐπ' ἄλλον ἀριθμὸν μετέβη ὁ Κύριος, ἀλλὰ τὸν ἑπτὰ πολυπλασιάσας, ἐν αὐτῷ τὸν ὅρον ἔθετο. Καὶ δι' ἑπτὰ ἐτῶν ὁ Ἑβραῖος ἀπελύετο τῆς δουλείας. Ἑπτὰ δὲ ἑβδομάδες ἐτῶν τὸ ὀνομαστὸν Ἰωβίλαιον ἐποίουν τοῖς πάλαι, ἐν ᾧ ἐσαββάτιζεν ἡ γῆ, χρεῶν δὲ ἦσαν ἀποκοπαὶ, καὶ δουλείας ἀπαλλαγὴ, καὶ οἱονεὶ νέος ἄνωθεν καθίστατο βίος ἐν τῷ ἑβδοματικῷ ἀριθμῷ, τοῦ παλαιοῦ τρόπον τινὰ τὴν συντέλειαν δεχομένου.

Ταῦτα δὲ τύποι τοῦ αἰῶνος τούτου, ὃς διὰ τῶν ἑπτὰ ἡμερῶν ἀνακυκλούμενος ἡμᾶς παρατρέχει· ἐν ᾧ γίνονται αἱ τῶν μετριωτέρων ἁμαρτημάτων ἐκτίσεις, κατὰ τὴν φιλάνθρωπον ἐπιμέλειαν τοῦ ἀγαθοῦ ∆εσπότου, ὡς μὴ τῷ ἀπεράντῳ αἰῶνι παραδοθῆναι ἡμᾶς εἰς κόλασιν. Τὸ μὲν οὖν ἑπτάκις, διὰ τὴν πρὸς τὸν κόσμον τοῦτον συγγένειαν ὡς τῶν φιλοκόσμων ἀνθρώπων ἀπ' αὐτῶν ὀφειλόντων μάλιστα ζημιοῦσθαι, ὧν ἕνεκα εἵλοντο πονηρεύεσθαι. Ἐκδικούμενα δὲ εἴ τῳ παρὰ τῷ Καῒν λέγοις, εὑρήσεις ἐπτά· εἰ τὰ παρὰ τοῦ κριτοῦ ἐπ' αὐτῷ ὁρισθέντα , καὶ οὔτως οὐκ ἀποτεύξῃ τῆς ἐννοίας. Ἐν μὲν οὖν τοῖς παρ' αὐτοῦ Καῒν τετολμημένοις, πρῶτον ἁμάρτημα, φθόνος, ἐπὶ τῇ προτιμήσει τοῦ Ἄβελ. ∆εύτερον , δόλος μεθ' οὗ διελέχθη τῷ ἀδελφῷ, εἰπών· ∆ιέλθωμεν εἰς τὸ πεδίον. Τρίτον, φόνος. Τέταρτον προσθήκη τοῦ κακοῦ, ὅτι καὶ ἀδελφοῦ φόνος μείζων ἡ ἐπίτασις. Πέμπτον , Ὅτι πρῶτος φονεὺς Καῒν πονηρὸν ὑπόδειγμα τῷ βίῳ καταλιπών. Ἕκτον ἀδίκημα, ὅτι γονεῦσιν πένθος ἐνεποίησεν. Ἕβδομον, ὅτι Θεὸν ἐψεύσατο.

Ἐρωτηθεὶς γὰρ, ὅτι Ποῦ Ἄβελ ὁ ἀδελφός σου; εἶπεν, Οὐκ οἶδα. Ἑπτὰ οὖν ἐκδικούμενα παρέλυσεν ἐν τῷ ἀναιρεθῆναι τὸν Καΐν. Ἐπειδὴ γὰρ εἶπεν ὁ Κύριος, ὅτι Ἐπικατάρατος ἡ γῆ, ἣ ἔχανεν δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου, καὶ στένων, καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς, ὁ Καΐν φησι· Εἰ ἐκβάλλεις με σήμερον ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ πᾶς ὁ εὑρίσκων ἀποκτενεῖ με. Πρὸς δὴ τοῦτο ὁ Κύριός φησιν· Οὐχ οὕτως· πᾶς ὁ ἀποκτείνας Καῒν ἑπτὰ ἐκδικούμενα παραλύσει. Ἐπειδὴ γὰρ ἐνόμισεν εὐάλωτος εἶναι παντὶ Καῒν, διὰ τὸ ἐκ τῆς γῆς τὴν ἀσφάλειαν μὴ ἔχειν· ἐπικατάρατος γὰρ ἡ γῆ ἀπ' αὐτοῦ, καὶ τῆς ἀπὸ Θεοῦ βοηθείας ἠρημᾶσθαι, ὀργισθέντος αὐτοῦ ἐπὶ τῷ φόνῳ, ὡς οὔτε ἀπὸ γῆς, οὔτε ἀπὸ τοῦ οὐρανοῦ ἀντιλήψεως αὐτῷ λειπομένης, Ἔσται, φησὶ, πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με· ἐλέγχει αὐτοῦ τὸ σφάλμα ὁ Λόγος, λέγων· Οὐχ οὕτως, τουτέστιν, οὐκ ἀναιρεθήση. Ὁ δὲ οὐ μόνον κρύπτει τὸ ἕλκος, ἀλλὰ καὶ ἕτερον προσεργάζεται τῷ φόνῳ τὸ ψεῦδος, ἐπισυνάπτων· Οὐκ οἶδα· μὴ φύλαξ τοῦ ἀδελφοῦ εἰμι ἐγώ; Ἐντεῦθεν λοιπὸν ἀπαριθμεῖται τὰς τιμωρίας. Ἐπικατάρατος ἡ γῆ ἀπὸ σοῦ. Μία κόλασις. Ἔργα τὴν γῆν. ∆ευτέρα αὕτη· ἀνάγκη γάρ τις ἄῤῥητος αὐτῷ συνέζευκται πρὸς τὸ ἔργον τῆς γῆς αὐτὸν κατεπείγουσα, ὥστε μηδὲ βουλομένῳ αὐτῷ ἐξεῖναι ἀναπαύεσθαι, ἀλλ' ἀεὶ αὐτὸν πρὸς τὸ ταλαιπωρεῖσθαι τῇ ἐχθρᾷ αὐτοῦ γῇ, ἣν ἐπικατάρατον αὐτὴν ἐποίησεν , μιάνας ἀδελφότητος αἵματι. ∆εινὴ γὰρ τιμωρία ἡ μετὰ τῶν μισούντων διαγωγὴ, σύνοικον ἔχειν πολέμιον, ἄπαυστον ἔχειν τὸ μῖσος. Ἔργα τὴν γῆν, τουτέστιν, κατατεινόμενος τοῖς ἔργοις τοῖς γεωπονικοῖς, οὐδένα χρόνον ἀνήσεις, οὔτε νυκτὸς , οὔτε ἡμέρας ἐκλυόμενος ἐκ τῶν πόνων, ∆εσπότου τινὸς χαλεπωτέραν ἔχων τὴν ἀνάγκην ἐπὶ τὰ ἔργα σε διεγείρουσαν, καὶ οὐ προσθήσει δοῦναι ἰσχὺν αὐτῆς. Καίτοι εἰ καὶ τὸ τῆς ἐργασίας ἄπαυστον εἶχέ τινα καρπὸν, αὐτὸς ὁ πόνος οὐ μετρία βάσανος τῷ ἀεὶ κατατεινομένῳ καὶ κοπιῶντι· ἐπειδὴ δὲ καὶ ἡ ἐργασία ἄπαυστος, καὶ ἄκαρπος ἡ περὶ γῆν ταλαιπωρία, ἡ ἀκαρπία τῶν πόνων.

Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. ∆ύο προσέθηκεν ἄλλας ταῖς τρισὶ, στεναγμὸν διηνεκῆ, καὶ τρόμον τοῦ σώματος, τὸν ἐκ τῆς ἰσχύος στηριγμὸν τῶν μελῶν οὐκ ἐχόντων. Ἐπειδὴ γὰρ κακῶς ἐχρήσατο τῇ δυνάμει τοῦ σώματος, ὑφῃρέθη αὐτοῦ ὁ τόνος, ὥστε κλονεῖσθαι αὐτὸν καὶ κατασείεσθαι, οὔτε ἄρτον δυνάμενον προσφέρειν ἀδεῶς τῷ στόματι, οὔτε ποτὸν προσκομίζειν τῆς πονηρᾶς χειρὸς μετὰ τὴν ἀνοσίαν πρᾶξιν, οὔτε ταῖς ἰδίαις καὶ ἀναγκαίαις τοῦ σώματος χρείαις λοιπὸν ἐξυπηρετεῖσθαι συγχωρουμένης. Ἄλλη τιμωρία, ἣν ἀπεκάλυψεν ὁ Καῒν εἰπών· Εἰ ἐκβάλλεις με νῦν ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι. Ἡ βαρυτάτη κόλασις τοῖς σωφρονοῦσιν ὁ ἀπὸ Θεοῦ χωρισμός. Καὶ ἔσται, φησὶν, πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με. Εἰκάζει ἐκ τοῦ ἀκολούθου τῶν προαγόντων. Εἰ ἀπὸ τῆς γῆς ἐκβέβληκάς με, εἰ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, λείπεται ἀπὸ παντὸς ἀναιρεῖσθαι. Τί οὖν ὁ Κύριος; Οὐχ οὕτως. Ἀλλ' ἔθετο σημεῖον ἐπ' αὐτόν· ἑβδόμη αὕτη τιμωρία. Τὸ δὲ μὴ κρύπτεσθαι τὴν τιμωρίαν ἀλλὰ σημείῳ προδήλῳ προκεκηρύχθαι, ὅτι οὗτός ἐστιν ὁ τῶν ἀνοσίων ἔργων δημιουργὸς (καὶ γὰρ τὸ ὀρθῶς λογιζομένων), βαρυτάτη κολάσεων αἰσχύνη, ἣν καὶ περὶ τῆς κρίσεως μεμαθήκαμεν, ὅτε οὗτοι ἀναστήσονται εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς αἰσχύνην καὶ ὀνειδισμὸν αἰώνιον.

Ἀκολουθεῖ τούτῳ ζήτημα συγγενὲς τὸ παρὰ τοῦ Λάμεχ ταῖς γυναιξὶν εἰρημένον· Ὅτι ἄνδρα ἀπέκτεινα, καὶ νεανίσκον εἰς μώλωπα Ἄλλο οὖν τραῦμα, καὶ ἄλλο μώλωψ, καὶ ἄλλο ἀνὴρ, καὶ ἄλλο νεανίσκος. Ὅτι εἰ ἐκ Καῒν ἐκδεδίκηται ἑπτάκις, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτὰ τετρακοσίας καὶ ἐννενήκοντα τιμωρίας ὑποσχεῖν. Εἰ μὴ δίκαιος, εἴπερ δικαία τοῦ Θεοῦ ἡ κρίσις ἐπὶ τοῦ Καῒν, ὤστε ἑπτὰ αὐτὸν παρέχειν τὰς κολάσεις· ὁ μὲν γὰρ οὐκ ἔμαθεν παρ' ἄλλου τὸ φονεύειν, οὗτος δὲ εἶδεν τιμωρίαν ὑπέχοντα φονευτήν.

Ἐγὼ δὲ ἐν ὀφθαλμοῖς ἔχων τὸν στένοντα καὶ τρέμοντα, καὶ τὸ μέγεθος τῆς ὀργῆς τοῦ Θεοῦ, οὐκ ἐσωφρονίσθην τῷ ὑποδείγματι, ὅθεν ἄξιός εἰμι τετρακοσίας καὶ ἐννενήκοντα δοῦναι κολάσεις. Ἔνιοι δὲ πρὸς τοιοῦτον ὥρμησαν λόγον οὐκ ἀπᾴδοντα τοῦ ἐκκλησιαστικοῦ δόγματος, ὅτι ἀπὸ τοῦ Καῒν ἕως τοῦ κατακλυσμοῦ ἑπτὰ παρεληλύθασιν γενεαί. Καὶ εὐθέως ἐπηνέχθη τῇ γῇ ἡ τιμωρία, διὰ τὸ πολλὴν γενέσθαι χύσιν τῆς ἁμαρτίας. Τὸ δὲ ἁμάρτημα τοῦ Λάμεχ οὐ κατακλυσμοῦ δεῖται πρὸς θεραπείαν, ἀλλ' αὐτοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

2
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать