ΟΜΙΛΙΑ ΚΑʹ.
Οὐκ εἰμὶ ἀπόστολος; οὐκ εἰμὶ ἐλεύθερος; οὐχὶ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν ἑώρακα; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ; αʹ. Ἐπειδὴ εἶπεν, ὅτι Ἐὰν βρῶμα σκανδαλίζῃ τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ὅπερ οὐκ ἦν μὲν πεποιηκὼς, ὑπέσχετο δὲ ποιήσειν, εἰ χρεία ἀπαιτοίη· ἵνα μή τις λέγῃ, ὅτι Κομπάζεις εἰκῆ, καὶ φιλοσοφεῖς ἐν λόγοις, καὶ ὑπισχνῇ διὰ ῥημάτων, ὃ καὶ ἐμοὶ καὶ τῷ δεῖνι εὔκολον· εἰ γὰρ ἀπὸ ψυχῆς ταῦτα λέγεις, δεῖξον διὰ τῶν ἔργων τίνος κατεφρόνησας ὑπὲρ τοῦ μὴ σκανδαλίσαι τὸν ἀδελφόν· διὰ τοῦτο ἀναγκάζεται λοιπὸν εἰς τὴν ἀπόδειξιν τούτων καθεῖναι, καὶ δεῖξαι πῶς καὶ τῶν συγκεχωρημένων ἀπείχετο ὑπὲρ τοῦ μὴ σκανδαλίσαι. καίτοι γε οὐδενὸς αὐτὸν τοῦτο καταναγκάζοντος νόμου. Καὶ οὐ τοῦτό πω θαυμαστὸν, καίπερ ὃν θαυμαστὸν, ὅτι τῶν συγκεχωρημένων ἀπείχετο, οὐ μόνον ὑπὲρ τοῦ μὴ σκανδαλίσαι, ἀλλ' ὅτι καὶ μετὰ πολλοῦ τοῦ πόνου καὶ τοῦ κινδύνου τοῦτο ἐποίει. Τί γὰρ χρὴ λέγειν περὶ τῶν εἰδωλοθύτων; φησί· Τοῦ γὰρ Χριστοῦ ἐπιτάξαντος τοὺς τὸ Εὐαγγέλιον κηρύττοντας ἐκ τῶν μαθητευομένων ζῇν, ἐγὼ τοῦτο οὐκ ἐποίησα· ἀλλ' εἱλόμην, εἰ δέοι, καὶ λιμῷ καταλῦσαι τὸν βίον, καὶ τὸν χαλεπώτατον θάνατον ἀποθανεῖν, ὥστε μὴ λαβεῖν παρὰ τῶν κατηχουμένων· οὐκ ἐπειδὴ σκανδαλίζεσθαι ἔμελλον, εἰ μὴ λάβοι, ἀλλ' ἐπειδὴ οἰκοδομεῖσθαι, ὃ πολλῷ πλέον ἦν. Καὶ τούτου μάρτυρας αὐτοὺς εἰς μέσον παράγει, παρ' οἷς καὶ ἐργαζόμενος καὶ λιμώττων ἔζη, καὶ παρ' ἑτέρων τρεφόμενος, καὶ στενοχωρούμενος, ὥστε μὴ σκανδαλίσαι αὐτούς· καίτοι γε εἰκῆ ἐσκανδαλίζοντο· νόμον γὰρ οὗτος ἐπλήρου· ἀλλ' ὅμως ἐκ περιουσίας αὐτῶν ἐφείδετο. Εἰ δὲ ὑπὲρ τὸν νόμον ἐποίησεν αὐτὸς, ἵνα μὴ σκανδαλισθῶσι, καὶ τῶν ἐπιτετραμμένων ἀπείχετο εἰς οἰκοδομὴν ἑτέρων, τίνος ἂν εἶεν ἄξιοι οὗτοι οἱ τῶν εἰδωλοθύτων μὴ ἀπεχόμενοι, καὶ ταῦτα πολλῶν ἐντεῦθεν ἀπολλυμένων, ὃ καὶ χωρὶς τοῦ σκανδάλου φυγεῖν ἔδει διὰ τὸ τῶν δαιμό νων εἶναι τὴν τράπεζαν; Τὸ μὲν οὖν κεφάλαιον ἅπαν τοῦτό ἐστιν, ὃ διὰ πολλῶν ἐργάζεται στίχων. ∆εῖ δὲ ἄνωθεν ἐπεξελθεῖν τοῖς προκειμένοις. Οὐδὲ γὰρ σαφῶς αὐτὸ οὕτως, ὥσπερ εἶπον, τέθεικεν, οὐδὲ εὐθέως αὐτῷ ἐπιπηδᾷ, ἀλλ' ἑτέρωθεν ἄρχεται, οὕτω λέγων· Οὐκ εἰμὶ ἀπόστολος; Μετὰ γὰρ τῶν εἰρημένων καὶ αὕτη οὐ μικρὰ διαφορὰ, τὸ καὶ Παῦλον εἶναι τὸν ταῦτα ποιοῦντα. Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι Ἔξεστιν ἀπογεύεσθαι σφραγίζοντι, τέως μὲν οὐχ ἵσταται πρὸς τοῦτο, ἀλλὰ λέγει, ὅτι Εἰ καὶ ἐξῆν, οὐκ ἔδει διὰ τὴν βλάβην τῶν ἀδελφῶν τοῦτο ποιεῖν· ὕστερον δὲ δείκνυσιν ὅτι οὐδὲ ἔξεστι. Νῦν μέντοι τὸ πρότερον κατασκευάζει ἀπὸ τῶν καθ' ἑαυτόν· καὶ μέλλων λέγειν, ὅτι οὐδὲν παρ' αὐτῶν ἔλαβεν, οὐκ εὐθέως αὐτὸ τίθησιν, ἀλλὰ τὸ ἀξίωμα αὐτοῦ πρῶτον λέγει· Οὐκ εἰμὶ ἀπόστολος; οὐκ εἰμὶ ἐλεύθερος; Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι Εἰ καὶ μὴ ἔλαβες, ἐπειδὴ ἐξὸν μὴ ἦν, οὐκ ἔλαβες, διὰ τοῦτο πρῶτον τίθησι τὰς αἰτίας, δι' ἃς εὐλόγως ἂν ἔλαβεν, εἴπερ ἐβούλετο λαβεῖν. Εἶτα ἵνα μὴ δόξῃ τοὺς περὶ Πέτρον διαβάλλων ταῦτα λέγειν (καὶ γὰρ ἐλάμβανον ἐκεῖνοι), πρότερον δείκνυσιν, τί ἐξῆν ἐκείνοις λαμβάνειν· εἶτα ἵνα μή τις εἴπῃ, ὅτι Πέτρῳ μὲν ἐξῆν λαμβάνειν, σοὶ δὲ οὐκ ἐξῆν, προκαταλαμβάνει τὸν ἀκροατὴν τοῖς ἐγκωμίοις τοῖς περὶ ἑαυτοῦ. Καὶ ὁρῶν ἀνάγκην οὖσαν ἑαυτὸν ἐγκωμιάσαι (οὕτω γὰρ Κορίνθιοι διωρθοῦντο), καὶ μηδὲν βουλόμενος μέγα περὶ ἑαυτοῦ εἰπεῖν, ὅρα πῶς ἀμφοτέροις εἰς δέον κέχρηται, τοσοῦτον ἑαυτὸν ἐπαινῶν, οὐχ ὅσον ἑαυτῷ συνῄδει, ἀλλ' ὅσον ἀπῄτει τῆς προκειμένης ὑποθέσεως ἡ χρεία. ∆υνάμενος γὰρ εἰπεῖν, ὅτι Ἐμὲ μάλιστα πάντων ἐχρῆν λαμβάνειν· καὶ μᾶλλον ἢ ἐκείνους, ὅτι περισσότερον αὐτῶν ἐκοπίασα, τοῦτο μὲν οὐ λέγει, ὅπερ εἶχεν ὑπεροχήν· ἀφ' ὧν δὲ ἦσαν ἐκεῖνοι μεγάλοι, καὶ ἀφ' ὧν δικαίως ἐλάμβανον, ταῦτα τίθησι μόνα, λέγων οὕτως· Οὐκ εἰμὶ ἀπόστολος; οὐκ εἰμὶ ἐλεύθερος; Τουτέστιν, οὐκ ἐξουσίαν ἔχω ἐμαυτοῦ; μὴ ὑπό τινά εἰμι τὸν ἀναγκάζοντά με καὶ κωλύοντα λαβεῖν; Ἀλλ' ἔχουσί τι πλέον ἐκεῖνοι, τὸ μετὰ Χριστοῦ γενέσθαι. Ἀλλ' οὐδὲ τούτου ἐστέρημαι· διὰ τοῦτο λέγει, Οὐχὶ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν ἑώρακα; Ἔσχατον γὰρ πάντων, φησὶν, ὡσπερεὶ τῷ ἐκτρώματι, ὤφθη κἀμοί. Οὐ μικρὸν δὲ καὶ τοῦτο ἀξίωμα ἦν. Πολλοὶ γὰρ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν, ἃ βλέπετε, φησὶ, καὶ οὐκ εἶδον· καὶ, Ἐλεύσονται ἡμέραι, ὅτε θελήσετε μίαν τούτων ἰδεῖν τῶν ἡμερῶν. Τί οὖν, εἰ καὶ ἀπόστολος εἶ καὶ ἐλεύθερος καὶ τὸν Χριστὸν ἑώρακας, οὐδὲν δὲ ἐπεδείξω ἀποστόλου ἔργον, πῶς ὀφείλεις λαμβάνειν; ∆ιὰ τοῦτο μετὰ ταῦτα ἐπήγαγεν· Οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ; Τὸ γὰρ μέγα τοῦτό ἐστιν· ἐκεῖνα γὰρ οὐδὲν ὠφελεῖ τούτου χωρίς. Ἐπεὶ καὶ Ἰούδας καὶ ἀπόστολος ἦν καὶ ἐλεύθερος ἦν καὶ τὸν Χριστὸν εἶδεν· ἀλλ' ἐπειδὴ ἀποστόλου ἔργον οὐκ εἶχεν, οὐδὲν αὐτὸν ἐκεῖνα ὤνησε. ∆ιὰ δὴ τοῦτο καὶ τοῦτο προστίθησι, καὶ αὐτοὺς μάρτυρας καλεῖ. Καὶ ἐπειδὴ μέγα ἐφθέγξατο, ὅρα πῶς αὐτὸ κολάζει λέγων, Ἐν Κυρίῳ· τουτέστι, Τοῦ Θεοῦ τὸ ἔργον ἐστὶν, οὐκ ἐμόν. Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι.
βʹ. Ὁρᾷς πῶς οὐκ ἐστὶ περιττός; Καίτοι γε εἶχε τὴν οἰκουμένην εἰπεῖν καὶ ἔθνη βάρβαρα καὶ γῆν καὶ θάλατταν· ἀλλ' ὅμως οὐδὲν ἐκείνων λέγει, ἀλλὰ κατὰ συνδρομὴν καὶ ἐκ περιουσίας νικᾷ. Τί γάρ μοι τῶν περιττῶν χρεία, φησὶν, ὅταν καὶ ταῦτα ἀρκῇ πρὸς τὴν παροῦσάν μοι ὑπόθεσιν; Οὐ λέγω τοίνυν τὰ παρ' ἄλλοις κατορθώματά μοι γεγενημένα, ἀλλ' ὧν ὑμεῖς ἐστε μάρτυρες. Ὥστε εἰ καὶ μηδαμόθεν ἄλλοθεν, παρ' ὑμῶν μάλιστά με ἐχρῆν λαβεῖν. Ἀλλ' ὅμως παρ' ὧν μάλιστά με ἔδει λαβεῖν (διδάσκαλος γὰρ ὑμῶν ἐγενόμην), παρὰ τούτων οὐκ ἔλαβον. Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι. Πάλιν κατὰ συνδρομὴν τὸν λόγον τίθησι· καὶ γὰρ τῆς οἰκουμένης ἀπόστολος ἦν. Ἀλλ' ὅμως οὐ λέγω τοῦτο, φησὶν, οὐδὲ μάχομαι καὶ φιλονεικῶ, ἀλλὰ τὸ ὑμέτερον τίθημι. Ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε· τουτέστιν, ἡ ἀπόδειξις. Κἂν βούληταί τις, φησὶ, μαθεῖν πόθεν ὅτι ἀπόστολός εἰμι, ὑμᾶς προβάλλομαι· πάντα γὰρ τὰ τοῦ ἀποστόλου ἐν ὑμῖν ἐπεδειξάμην, καὶ οὐδὲν ἐνέλιπον· ὅπερ καὶ ἐν τῇ δευτέρᾳ φησὶν ἐπιστολῇ. Εἰ καὶ οὐδέν εἰμι, λέγων, τὰ μέντοι σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ, ἐν σημείοις καὶ τέρασι καὶ δυνάμεσι. Τί γάρ ἐστιν ᾧ ἡττήθητε ὑπὲρ τὰς λοιπὰς Ἐκκλησίας; ∆ιὰ τοῦτό φησιν· Ἡ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε. Καὶ γὰρ καὶ σημεῖα ἐπεδειξάμην, καὶ λόγῳ ἐδίδαξα, καὶ κινδύνους ὑπέμεινα, καὶ βίον παρεσχόμην ἄληπτον. Καὶ ταῦτα ὅλα διὰ τῶν ἐπιστολῶν τῶν δύο τούτων ἔστιν ἰδεῖν, πῶς ἑκάστου τούτων παρέχεται αὐτοῖς ἀπόδειξιν μετὰ ἀκριβείας ἁπάσης. Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσίν ἐστιν αὕτη. Τί ἐστιν, ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσίν ἐστιν αὕτη; Τοῖς ζητοῦσι μαθεῖν πόθεν ὅτι ἀπόστολός εἰμι, ἢ τοῖς ἐγκαλοῦσί μοι ὡς χρήματα λαμβάνοντι, ἢ ἐρωτῶσι τὴν αἰτίαν δι' ἣν οὐ λαμβάνω, ἢ τοῖς βουλομένοις με δεῖξαι οὐκ ὄντα ἀπόστολον, ἡ ὑμετέρα κατήχησις καὶ ταῦτα ἃ μέλλω λέγειν, ἀπόδειξις καὶ ἀπολογία γίνεται. Ποῖα δὴ ταῦτα; Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν; Καὶ πῶς ταῦτα ἀπολογία; Ὅτι ὅταν φαίνωμαι καὶ τῶν συγκεχωρημένων ἀπεχόμενος, οὐκ ἂν εἴην δίκαιος ὑποπτεύεσθαι, ὡς ἀπατεὼν ἢ ἐπὶ χρήμασί τι ποιῶν. Τά τε οὖν ἔμπροσθεν εἰρημένα, καὶ ἡ ὑμετέρα διδασκαλία, καὶ ταῦτα, ἅπερ εἶπον, ἀρκεῖ εἰς ἀπολογίαν ὑμῖν, καὶ πρὸς ἅπαντας τοὺς ἀνακρίνοντάς με ἐντεῦθεν ἵσταμαι, ἐκεῖνά τε λέγων καὶ ταῦτα· Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν; Ἀλλ' ὅμως καὶ ἔχων, ἀπέχομαι. Τί οὖν, οὐκ ἔτρωγεν οὐδὲ ἔπινε; Μάλιστα μὲν πολλαχοῦ οὔτε ἔτρωγεν οὔτε ἔπινε· καὶ γὰρ, Ἐν λιμῷ, φησὶ, καὶ δίψει, ἐν ψύχει καὶ γυμνότητι διετρίβομεν. Ἐνταῦθα μέντοι οὐ τοῦτο λέγει, ἀλλὰ τί; Οὐ τρώγομεν οὐδὲ πίνομεν παρὰ τῶν μαθητευομένων λαμβάνοντες, καίτοι γε ἐξουσίαν ἔχοντες τοῦ λαβεῖν. Μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου καὶ Κηφᾶς; Ὅρα σοφίαν· τὸν κορυφαῖον ὕστερον τέθεικε· τὸ γὰρ ἰσχυρότερον τῶν κεφαλαίων τότε τίθεται. Οὐδὲ γὰρ οὕτω θαυμαστὸν ἦν δεῖξαι τοὺς ἄλλους τοῦτο ποιοῦντας, ὡς τὸν πρωτοστάτην καὶ τὰς κλεῖς ἐμπιστευθέντα τῶν οὐρανῶν. Πλὴν οὐ μόνον τίθησιν, ἀλλὰ πάντας, μονονουχὶ λέγων· ἄν τε καταδεεστέρους ζητῇς, ἄν τε ὑπερέχοντας, ἁπάντων κεῖται τὰ ὑποδείγματα. Καὶ γὰρ οἱ ἀδελφοὶ τοῦ Κυρίου τῆς προτέρας ἀπιστίας ἀπαλλαγέντες, τῶν δοκίμων ἦσαν γεγενημένοι, εἰ καὶ μὴ πρὸς τοὺς ἀποστόλους ἔφθανον. ∆ιὸ δὴ καὶ μέσους αὐτοὺς τέθεικεν, ἑκατέρωθεν τοὺς ἄκρους θείς. Ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι; Ὅρα τὴν ταπεινοφροσύνην καὶ τὴν παντὸς φθόνου καθαρεύουσαν ψυχὴν, πῶς ὃν ᾔδει κοινωνοῦντα αὐτῷ τῆς ἀκριβείας, οὐκ ἀπέκρυψεν. Εἰ γὰρ τὰ ἄλλα κοινὰ, πῶς τοῦτο οὐ κοινόν; ἀπόστολοι κἀκεῖνοι καὶ ἡμεῖς, καὶ ἐλεύθεροι, καὶ τὸν Χριστὸν ἑωράκαμεν καὶ τὰ τῶν ἀποστόλων ἐπεδειξάμεθα. Οὐκοῦν καὶ ἡμεῖς ἐξουσίαν ἔχομεν καὶ τοῦ ἀργοῦντες ζῇν, καὶ τοῦ τρέφεσθαι παρὰ τῶν μαθητευομένων. Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; Ἐπειδὴ, ὅπερ ἰσχυρότατον ἦν, ἐκ τῶν ἀποστόλων ἀπέδειξεν, ὅτι ἔξεστι τοῦτο ποιεῖν, ἐπὶ παραδείγματα λοιπὸν ἔρχεται καὶ τὴν κοινὴν συνήθειαν, ὅπερ ἔθος αὐτῷ ποιεῖν, Τίς στρατεύεται ἰδίοις ὀψωνίοις, λέγων. Σὺ δέ μοι σκόπει πῶς τὰ ὑποδείγματα σφόδρα ἁρμόδια τῇ προκειμένῃ ἤγαγεν ὑποθέσει, καὶ πῶς πρῶτον μέμνηται τοῦ ἐπικινδύνου, στρατιᾶς καὶ ὅπλων καὶ πολέμων. Τοιοῦτον γὰρ ἡ ἀποστολὴ, μᾶλλον δὲ καὶ τούτων πολλῷ μεῖζον. Οὐδὲ γὰρ πρὸς ἀνθρώπους μόνον ὁ πόλεμος ἦν αὐτοῖς, ἀλλὰ καὶ πρὸς δαίμονας, καὶ πρὸς τὸν ἐκείνων ἀρχηγὸν ἡ παράταξις. Ὃ τοίνυν φησὶ, τοῦτό ἐστιν, ὅτι Ὃ οὐδὲ οἱ ἔξωθεν ἄρχοντες ἀπαιτοῦσιν, οἱ ὠμοὶ καὶ ἄδικοι, στρατεύεσθαι καὶ κινδυνεύειν, καὶ οἴκοθεν τρέφεσθαι τοὺς στρατευομένους· πῶς οὖν ὁ Χριστός ποτε τοῦτο ἀπῄτησεν ἄν; Καὶ οὐδὲ ἑνὶ ἀρκεῖται παραδείγματι. Τὸν γὰρ ἀφελέστερον καὶ παχύτερον καὶ τοῦτο μάλιστα ἀναπαύειν εἴωθε, τὸ καὶ τὴν κοινὴν συνήθειαν ὁρᾷν τοῖς τοῦ Θεοῦ νόμοις συμβαίνουσαν.
γʹ. ∆ιὸ καὶ ἐφ' ἕτερον πρόεισι, καί φησι· Τίς φυτεύει ἀμπελῶνα, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει, ∆ι' ἐκείνου μὲν γὰρ τοὺς κινδύνους, διὰ δὲ τούτου τὸν πόνον καὶ τὴν πολλὴν ταλαιπωρίαν καὶ ἐπιμέλειαν ἐνέφηνε. Καὶ τρίτον πάλιν ὑπόδειγμα προστίθησι, λέγων· Τίς ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος αὐτῆς οὐκ ἐσθίει; Τὴν κηδεμονίαν τὴν πολλὴν τὴν διδασκάλῳ πρέπουσαν περὶ τοὺς ἀρχομένους ἐπιδείκνυται. Καὶ γὰρ καὶ στρατιῶται καὶ γεωργοὶ καὶ ποιμένες ἦσαν οἱ ἀπόστολοι, οὐ γῆς οὐδὲ ἀλόγων οὐδὲ πολέμων αἰσθητῶν, ἀλλὰ ψυχῶν λογικῶν καὶ τῆς πρὸς τοὺς δαίμονας παρατάξεως. Παρατηρητέον δὲ κἀκεῖνο, ὅπως πανταχοῦ τὴν συμμετρίαν ἐφύλαξε, τὸ χρειῶδες ζητῶν μόνον, οὐχὶ τὸ περιττόν. Οὐ γὰρ εἶπε, Τίς στρατεύεται, καὶ οὐ πλουτεῖ· ἀλλὰ, Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; οὐδὲ εἶπε, Τίς φυτεύει ἀμπελῶνα, καὶ οὐ συνάγει χρυσίον, ἢ τὸν καρπὸν ὁλόκληρον οὐ τρυγᾷ; ἀλλ', Ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; οὐδὲ εἶπε, Τίς ποιμαίνει ποίμνην, καὶ οὐκ ἐμπορεύεται τοὺς ἄρνας; ἀλλὰ πῶς; Καὶ ἐκ τοῦ γάλακτος αὐτῆς οὐκ ἐσθίει; οὐκ ἐκ τῶν ἀρνῶν, ἀλλ' Ἐκ τοῦ γάλακτος· δεικνὺς ὅτι μικρᾷ παραμυθίᾳ τὸν διδάσκαλον ἀρκεῖσθαι δεῖ, καὶ τῇ ἀναγκαίᾳ μόνῃ τροφῇ. Ταῦτα πρὸς τοὺς βουλομένους πάντα κατεσθίειν καὶ τὸν καρπὸν ὁλόκληρον τρυγᾷν. Οὕτω καὶ ὁ Κύριος ἐνομοθέτησε, λέγων· Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν. Οὐ τοῦτο δὲ μόνον διὰ τῶν ὑποδειγμάτων κατασκευάζει, ἀλλὰ καὶ δείκνυσιν ὁποῖον εἶναι χρὴ τὸν ἱερέα. Καὶ γὰρ στρατιώτου ἀνδρείαν κεκτῆσθαι δεῖ καὶ γεωργοῦ ἐπιμέλειαν καὶ ποιμένος κηδεμονίαν, καὶ μετὰ ταῦτα πάντα μηδὲν πλέον τῶν ἀναγκαίων ζητεῖν. ∆είξας τοίνυν καὶ ἀπὸ τῶν ἀποστόλων, ὅτι οὐ κεκώλυται λαμβάνειν τὸν διδάσκαλον, καὶ ἀπὸ τῶν κατὰ τὸν βίον παραδειγμάτων, καὶ ἐπὶ τρίτον κεφάλαιον ἔρχεται, οὕτω λέγων· Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ; ἢ οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει; Ἐπειδὴ γὰρ τέως ἀπὸ Γραφῶν οὐδὲν εἶπεν, ἀλλὰ τὴν κοινὴν συνήθειαν προεβάλετο, Μὴ νομίσητέ με, φησὶ, τούτοις ἰσχυρίζεσθαι μόνοις, μηδὲ ἀφ' ὧν τοῖς ἀνθρώποις δοκεῖ, ταῦτα νομοθετεῖν. Ἔχω γὰρ δεῖξαι, ὅτι καὶ τῷ Θεῷ ταῦτα δοκεῖ, καὶ παλαιὸν ἀναγινώσκω νόμον ταῦτα κελεύοντα. ∆ιὸ καὶ κατ' ἐρώτησιν προάγει τὸν λόγον, ὅπερ ἐπὶ τῶν σφόδρα ὡμολογημένων γίνεται, οὕτω λέγων· Μὴ κατὰ ἄνθρωπον ταῦτα λέγω; Τουτέστι, Μὴ ἐξ ἀνθρωπίνων μόνων παραδειγμάτων ἰσχυρίζομαι; Ἦ οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει; Ἐν γὰρ τῷ νόμῳ Μωϋσέως γέγραπται· Οὐ φιμώσεις βοῦν ἀλοῶντα. Καὶ τίνος ἕνεκεν ἐμνήσθη τούτου, τὸ τῶν ἱερέων ὑπόδειγμα ἔχων; Ἐκ πολλῆς τῆς περιουσίας αὐτὸ κατασκευάσαι βουλόμενος. Εἶτα, ἵνα μή τις λέγῃ, Καὶ τί πρὸς ἡμᾶς τὸ περὶ τῶν βοῶν εἰρημένον; ἐπεξεργάζεται αὐτὸ μετὰ ἀκριβείας λέγων· Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; Οὐ μέλει οὖν περὶ τῶν βοῶν, εἰπέ μοι, τῷ Θεῷ; Μέλει μὲν οὖν, οὐχ οὕτω δὲ, ὡς καὶ νόμον θεῖναι ὑπὲρ τούτου. Ὥστε εἰ μὴ μέγα τι ᾐνίττετο, ἐγγυμνάζων τοῖς ἀλόγοις τοὺς Ἰουδαίους εἰς τὸ εἶναι φιλανθρώπους, καὶ ἀπὸ τούτων καὶ περὶ τῶν διδασκάλων αὐτοῖς διαλεγόμενος, οὐκ ἂν τοσαύτην ἐποιήσατο σπουδὴν, ὡς καὶ νόμον γράψαι ὑπὲρ τοῦ μὴ κημοῦσθαι τοὺς βοῦς. Ἐντεῦθεν καὶ ἕτερόν τι δείκνυσι, πολὺν τὸν πόνον τῶν διδασκάλων καὶ ὄντα, καὶ εἶναι ὀφείλοντα· καὶ ἕτερον πάλιν. Ποῖον δὴ τοῦτο; Ὅτι ὅσαπερ ἂν ὑπὲρ τῆς τῶν ἀλόγων ἐπιμελείας παρὰ τῆς Παλαιᾶς λέγηται, προηγουμένως εἰς τὴν τῶν ἀνθρώπων συντελεῖ διδασκαλίαν· ὥσπερ οὖν καὶ τὰ ἄλλα ἅπαντα, οἷον τὰ περὶ ἱματίων ποικίλων, καὶ τὰ περὶ ἀμπελώνων καὶ σπερμάτων καὶ τοῦ μὴ διάφορον ποιεῖν τὴν γῆν, τὰ περὶ λέπρας, καὶ τὰ ἄλλα, ὡς εἰπεῖν, ἅπαντα. Παχυτέροις γὰρ οὖσιν ἐντεῦθεν διελέγετο, κατὰ μικρὸν ἀναβιβάζων αὐτούς. Καὶ ὅρα πῶς αὐτὸ οὐδὲ κατασκευάζει λοιπὸν, ἅτε φανερὸν ὂν καὶ αὐτόθεν δῆλον. Εἰπὼν γὰρ, Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; ἐπήγαγεν, Ἦ δι' ἡμᾶς πάντως λέγει; οὐδὲ τὸ, Πάντως, ἁπλῶς προσθεὶς, ἀλλ' ἵνα μὴ συγχωρήσῃ μηδ' ὁτιοῦν ἀντειπεῖν τῷ ἀκροατῇ. Καὶ ἐπιμένει τῇ μεταφορᾷ λέγων καὶ ἀποφαινόμενος· ∆ι' ἡμᾶς γὰρ ἐγράφη, ὅτι ἐπ' ἐλπίδι ὀφείλει ὁ ἀροτριῶν ἀροτριᾷν· τουτέστιν, ὁ διδάσκαλος ὀφείλει τῶν πόνων τὰς ἀμοιβὰς ἔχειν· καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ' ἐλπίδι. Καὶ θέα σύνεσιν. Ἀπὸ γὰρ τοῦ σπόρου ἐπὶ τὴν ἅλω τὸ πρᾶγμα μετήνεγκε, πάλιν κἀνταῦθα τοὺς πολλοὺς ἱδρῶτας τῶν διδασκάλων ἐμφαίνων, ὅτι αὐτοὶ καὶ ἀροτριῶσι καὶ τὴν ἅλω τρίβουσι. Καὶ ἐπὶ μὲν τοῦ ἀροτριᾷν, ἐπειδὴ οὐδὲν ἦν καρπώσασθαι, ἀλλὰ πόνον, τὴν ἐλπίδα τέθεικεν· ἐπὶ δὲ τοῦ τρίβειν τὴν ἅλω, ἤδη τὴν ἀπόλαυσιν ἐχαρίσατο λέγων· Καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχει.
δʹ. Εἶτα, ἵνα μὴ λέγῃ τις, Αὕτη οὖν ἡ τῶν τοσούτων ἱδρώτων ἀμοιβή; προσέθηκεν, Ἐπ' ἐλπίδι, τουτέστι, τῇ μελλούσῃ. Οὐδὲν οὖν ἕτερον τὸ στόμα ἀκήμωτον ὃν τοῦ ζώου τούτου βοᾷ, ἢ ὅτι τοὺς διδασκάλους τοὺς πονοῦντας δεῖ καὶ ἀμοιβῆς ἀπολαύειν. Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα, εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; Ἰδοὺ καὶ τέταρτον προστίθησι λογισμὸν ὑπὲρ τοῦ δεῖν παρέχειν. Ἐπειδὴ γὰρ εἶπε, Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; καὶ, Τίς φυτεύει ἀμπελῶνα; καὶ, Τίς ποιμαίνει ποίμνην; καὶ παρήγαγε τὸν βοῦν τὸν ἀλοῶντα, δείκνυσι καὶ ἄλλην αἰτίαν εὐλογωτάτην, δι' ἣν ἦσαν δίκαιοι λαβεῖν, ὡς πολλῷ μείζονα παρεσχηκότες, οὐκέτι ὡς καμόντες μόνον. Τίς οὖν ἐστιν; Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα, εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; Εἶδες δικαιοτάτην αἰτίαν καὶ τῶν προτέρων εὐλογωτέραν; Ἐκεῖ μὲν γὰρ, φησὶ, σαρκικὸς ὁ σπόρος, σαρκικὸς καὶ ὁ καρπός· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ' ὁ μὲν σπόρος πνευματικὸς, ἡ δὲ ἀντίδοσις σαρκική. Ἵνα γὰρ μὴ μέγα φρονῶσιν οἱ παρέχοντες τοῖς διδασκάλοις, ἔδειξεν ὅτι μείζονα λαμβάνουσιν, ἢ διδόασιν. Οἱ μὲν γὰρ γεωργοὶ, ἅπερ ἂν κατασπείρωσι, ταῦτα καὶ λαμβάνουσιν· ἡμεῖς δὲ σπείροντες εἰς τὰς ὑμετέρας ψυχὰς πνευματικὰ, θερίζομεν σαρκικά· τοιοῦτον γὰρ ἡ παρ' αὐτῶν διδομένη τροφή. Εἶτα καὶ ἐντρεπτικώτερον· Εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσιν, οὐ πολλῷ μᾶλλον ἡμεῖς; Ἰδοὺ καὶ ἕτερος πάλιν λογισμὸς, καὶ αὐτὸς ἐκ παραδειγμάτων, ἀλλ' οὐχ ὁμοίων. Οὐδὲ γὰρ Πέτρου μέμνηται ἐνταῦθα, οὔτε τῶν ἀποστόλων, ἀλλ' ἑτέρων τινῶν νόθων, πρὸς οὓς ὕστερον ἀποδύεται, καὶ περὶ ὧν φησιν· Εἴ τις ὑμᾶς κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις εἰς πρόσωπον ὑμᾶς διαίρει· καὶ τὸν πρὸς ἐκείνους ἤδη προανακρούεται πόλεμον. ∆ιὸ οὐδὲ εἶπεν, Εἰ ἄλλοι λαμβάνουσι παρ' ὑμῶν, ἀλλὰ δεικνὺς αὐτῶν τὴν αὐθάδειαν καὶ τὴν τυραννίδα καὶ τὴν ἐμπορίαν, φησίν· Εἰ ἄλλοι τῆς ὑμῶν ἐξουσίας μετέχουσι· τουτέστι, κρατοῦσιν ὑμῶν, ἐξουσιάζουσιν, ὡς οἰκέταις ἀποκέχρηνται, οὐ λαμβάνοντες μόνον, ἀλλὰ καὶ μετὰ πολλῆς σπουδῆς καὶ τῆς αὐθεντίας. ∆ιὸ προσέθηκεν, Οὐ πολλῷ μᾶλλον ἡμεῖς; ὅπερ οὐκ ἂν, εἰ περὶ τῶν ἀποστόλων ὁ λόγος ἦν, εἶπεν ἄν. Ἀλλ' εὔδηλον ὅτι τινὰς αἰνίττεται λυμεῶνας καὶ ἀπατῶντας αὐτούς. Ὥστε μετὰ τοῦ νόμου τοῦ Μωϋσέως καὶ ὑμεῖς αὐτοὶ νόμον τεθείκατε ὑπὲρ τοῦ δεῖν παρέχειν. Εἰπὼν δὲ, Οὐ πολλῷ μᾶλλον ἡμεῖς; οὐ κατασκευάζει διὰ τί οὐ πολλῷ μᾶλλον, ἀλλ' ἀφίησιν αὐτῶν τῷ συνειδότι τὸν ἔλεγχον, ὁμοῦ καὶ φοβῆσαι βουλόμενος καὶ ἐντρέψαι μειζόνως. Ἀλλ' οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ. Τουτέστιν, Οὐκ ἐλάβομεν. Ὁρᾷς διὰ πόσων κατασκευάσας πρότερον, ὅτι οὐ παράνομον τὸ λαμβάνειν, τότε εἶπεν, ὅτι Οὐ λαμβάνομεν, ἵνα μὴ δόξῃ ὡς κεκωλυμένου ἀπέχεσθαι; Οὐ γὰρ, ἐπειδὴ μὴ ἔξεστι, φησὶν, οὐ λαμβάνω· ἔξεστι γὰρ, καὶ τοῦτο ἀπὸ πολλῶν ἀπεδείξαμεν, ἀπὸ τῶν ἀποστόλων, ἀπὸ τῶν ἐν βίῳ πραγμάτων, τοῦ στρατιώτου καὶ τοῦ γεωργοῦ καὶ τοῦ ποιμένος, ἀπὸ τοῦ νόμου Μωϋσέως, ἀπ' αὐτῆς τοῦ πράγματος τῆς φύσεως, ὅτι ἐσπείραμεν ὑμῖν πνευματικὰ, ἀφ' ὧν ὑμεῖς περὶ τοὺς ἄλλους πεποιήκατε· ἀλλ' ὥσπερ, ἵνα μὴ δόξῃ καταισχύνειν τοὺς ἀποστόλους τοὺς λαμβάνοντας, ταῦτα τέθεικεν, ἐντρέπων αὐτοὺς καὶ δεικνὺς, ὅτι οὐ κεκωλυμένου πράγματος ἀπέχεται· οὕτω πάλιν, ἵνα μὴ διὰ τῆς πολλῆς κατασκευῆς καὶ τῶν παραδειγμάτων τῶν πολλῶν, δι' ὧν ἔδειξεν ὅτι δεῖ λαμβάνειν, δόξῃ ἐπιζητεῖν τὸ λαμβάνειν καὶ διὰ τοῦτο ταῦτα λέγειν, ἤδη διορθοῦται αὐτό· καὶ σαφέστερον μὲν ὕστερον αὐτὸ τέθεικεν, ὅταν λέγῃ· Οὐκ ἔγραψα δὲ ταῦτα, ἵνα οὕτω γένηται ἐν ἐμοί· ἐνταῦθα δέ φησιν, ὅτι Οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ. Καὶ τὸ δὴ μεῖζον, ὅτι οὐδὲ ἐκεῖνο ἔχοι τις ἂν εἰπεῖν, ὅτι Ἐν εὐρυχωρίᾳ ὄντες οὐκ ἐχρησάμεθα, ἀλλὰ καὶ ἀνάγκης κατεπειγούσης, οὐκ εἴξαμεν τῇ ἀνάγκῃ· ὃ καὶ ἐν τῇ δευτέρᾳ φησίν· Ἄλλας Ἐκκλησίας ἐσύλησα, λαβὼν ὀψώνια πρὸς τὴν ὑμῶν διακονίαν· καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς, οὐ κατενάρκησα οὐδενός· καὶ ἐν ταύτῃ πάλιν· Καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα. Καὶ ἐνταῦθα πάλιν τὸ αὐτὸ αἰνίττεται λέγων, Ἀλλὰ πάντα στέγομεν. Εἰπὼν γὰρ, ὅτι Πάντα στέγομεν, καὶ λιμὸν αἰνίττεται καὶ στενοχωρίαν πολλὴν καὶ τὰ ἄλλα πάντα. Ἀλλ' οὐδὲ οὕτως ἠναγκάσθημεν, φησὶ, λῦσαι τὸν νόμον, ὃν ἑαυτοῖς τεθείκαμεν. ∆ιὰ τί; Ἵνα μὴ ἐγκοπήν τινα δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ. Ἐπειδὴ γὰρ ἀσθενέστερον Κορίνθιοι διέκειντο, Ἵνα μὴ πλήξωμεν ὑμᾶς, φησὶ, λαμβάνοντες, εἱλόμεθα καὶ ὑπὲρ τὰ ἐπιτεταγμένα ποιῆσαι, ἢ ἐγκοπήν τινα δοῦναι τῷ εὐαγγελίῳ, τουτέστι, τῇ κατηχήσει ὑμῶν. Εἰ δὲ ἡμεῖς, καὶ ἐπιτετραμμένον ἡμῖν, καὶ πολλὴν πάσχοντες βίαν, καὶ ἀποστόλους ἔχοντες ὑπόδειγμα, οὐκ ἐποιήσαμεν, Ἵνα μὴ ἐγκοπὴν δῶμεν (καὶ οὐκ εἶπεν, ἀνατροπὴν, ἀλλ' Ἐγκοπὴν, καὶ οὐχ ἁπλῶς ἐγκοπὴν, ἀλλ', Ἐγκοπήν τινα· ἵνα μηδὲ τὴν τυχοῦσαν, ὡς ἂν εἴποι τις, μέλλησιν καὶ ἀναβολὴν ἐμποιήσωμεν τῷ δρόμῳ τοῦ λόγου)· εἰ τοίνυν ἡμεῖς τοσαύτῃ ἐχρησάμεθα τῇ σπουδῇ, φησὶ, πόσῳ μᾶλλον ὑμᾶς τοὺς καὶ πολὺ τῶν ἀποστόλων ἀποδέοντας, καὶ οὐδὲ νόμον ἔχοντας εἰπεῖν τὸν ἐπιτρέποντα, ἀλλὰ καὶ τοὐναντίον τῶν κεκωλυμένων ἁπτομένους καὶ τῶν ἐπὶ βλάβῃ μεγάλῃ τοῦ εὐαγγελίου, οὐκ ἐπὶ τὸ μὴ ἐγκοπὴν μόνον δοῦναι, ἀλλ' οὐδὲ ἀνάγκην ὁρῶντας ἐπικειμένην, ἀπέχεσθαι δεῖ; Τοῦτον γὰρ ἅπαντα τὸν λόγον δι' ἐκείνους ἐκίνησε τοὺς διὰ τῆς βρώσεως τῶν εἰδωλοθύτων σκανδαλίζοντας τοὺς ἀσθενεστέρους ἀδελφούς. Ταῦτα δὲ καὶ ἡμεῖς ἀκούωμεν, ἀγαπητοί· ἵνα μὴ καταφρονῶμεν τῶν σκανδαλιζομένων, μηδὲ ἐγκοπήν τινα ποιῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ· ἵνα μὴ προδιδῶμεν τὴν ἡμετέραν σωτηρίαν. Μὴ γάρ μοι λέγε, ὅταν σκανδαλίζηται ὁ ἀδελφὸς, ὅτι Οὐ κεκώλυται τὸ καὶ τὸ, ἐφ' ᾧ σκανδαλίζεται, καὶ ὅτι ἐφεῖται. Ἐγὼ γάρ σοι μείζονα λέγω, ὅτι κἂν αὐτὸς ὁ Χριστὸς ἐπιτετραφὼς ᾖ, ἴδῃς δέ τινα βλαπτόμενον, ἐπίσχες καὶ μὴ χρήσῃ τῇ ἐπιτροπῇ. Τοῦτο γὰρ καὶ Παῦλος ἐποίησεν, ἐξὸν λαβεῖν Χριστοῦ συγχωρήσαντος, μὴ λαβών. Καὶ γὰρ φιλάνθρωπος ὢν ὁ ∆εσπότης, πολλὴν τοῖς ἐπιτάγμασιν ἐκέρασεν ἡμερότητα τοῖς αὐτοῦ, ἵνα μὴ μόνον ἐξ ἐπιταγῆς, ἀλλὰ καὶ ἐξ οἰκείας πολλὰ ποιῶμεν γνώμης. Καὶ γὰρ ἠδύνατο, εἰ μὴ τοῦτο ἐβούλετο, μᾶλλον ἐπιτεῖναι τὰ ἐπιτάγματα, καὶ εἰπεῖν· Ὁ μὴ διόλου νηστεύων, κολαζέσθω· ὁ μὴ παρθενεύων, τιμωρείσθω· ὁ μὴ πάντα ἀποδυόμενος τὰ ὄντα, δίκην διδότω τὴν ἐσχάτην. Ἀλλ' οὐκ ἐποίησε τοῦτο, σοὶ παρέχων, εἰ βουληθείης, φιλοτιμεῖσθαι. ∆ιὰ τοῦτο καὶ ὅτε περὶ παρθενίας διελέγετο, ἔλεγεν· Ὁ δυνάμενος χωρεῖν, χωρείτω· καὶ ἐπὶ τοῦ πλουσίου τὰ μὲν ἐπέταξε, τὰ δὲ ἐπέτρεψε τῇ ἐξουσίᾳ τῆς διανοίας. Οὐ γὰρ εἶπε, Πώλησον τὰ ὑπάρχοντα, ἀλλ', Εἰ θέλεις τέλειος εἶναι, πώλησον. Ἀλλ' ἡμεῖς οὐ μόνον οὐ φιλοτιμούμεθα οὐδὲ ὑπερβαίνομεν τὰ προστάγματα, ἀλλὰ καὶ τοῦ μέτρου τῶν κελευσθέντων σφόδρα ἀπολιμπανόμεθα. Καὶ Παῦλος μὲν ἐλίμωττεν, ἵνα μὴ ἐγκοπὴν τῷ εὐαγγελίῳ δῷ· ἡμεῖς δὲ οὐδὲ τῶν ἀποκειμένων ἡμῖν ἅψασθαι τολμῶμεν, μυρίας ὁρῶντες ἀνατρεπομένας ψυχάς. Τρωγέτω γὰρ, φησὶν, ὁ σὴς, καὶ μὴ τρωγέτω ὁ πένης· κατεσθιέτω ὁ σκώληξ, καὶ μὴ περιβαλλέσθω ὁ γυμνός· ἀναλισκέσθω πάντα τῷ χρόνῳ, καὶ μὴ τρεφέσθω ὁ Χριστὸς, καὶ ταῦτα πεινῶν. Καὶ τίς τοῦτο εἶπε; φησί. Τοῦτο γάρ ἐστι σφόδρα τὸ δεινὸν, ὅτι οὐκ ἐν τοῖς ῥήμασιν, ἀλλ' ἐν τοῖς πράγμασι ταῦτα λέγεται. Καὶ γὰρ ἧττον ἂν ἦν δεινὸν ἐπὶ τῶν ῥημάτων λεγόμενον, ἢ ἐπὶ τῶν ἔργων γινόμενον. Ἦ γὰρ οὐ ταῦτα βοᾷ καθ' ἑκάστην ἡμέραν ἡ ἀπάνθρωπος καὶ ὠμὴ τυραννὶς, ἡ φιλαργυρία τοῖς αὑτῆς αἰχμαλώτοις; Προκείσθω καὶ συκοφάνταις καὶ λῃσταῖς καὶ ἐπιβούλοις πρὸς τρυφὴν τὰ ὑμέτερα, καὶ μὴ τοῖς πεινῶσι μηδὲ τοῖς δεομένοις διατροφή. Οὐ γὰρ ὑμεῖς ποιεῖτε τοὺς λῃστάς; οὐ γὰρ ὑμεῖς τῷ πυρὶ τῶν βασκάνων παρέχετε τροφήν; οὐ γὰρ ὑμεῖς ποιεῖτε τοὺς δραπέτας καὶ τοὺς ἐπιβούλους, καθάπερ δέλεαρ αὐτοῖς τὸν ὑμέτερον προτιθέντες πλοῦτον; τίς ἡ μανία αὕτη; Μανία γὰρ καὶ παραπληξία σαφὴς, τὰ μὲν κιβώτια μεστὰ ἱματίων ποιεῖν, τὸν δὲ κατ' εἰκόνα Θεοῦ γενόμενον καὶ καθ' ὁμοίωσιν, γυμνὸν καὶ τρέμοντα ὑπὸ τοῦ κρυμοῦ περιορᾷν, καὶ μόλις ὀρθούμενον. Ἀλλὰ προφασίζεται, φησὶ, τὸν τρόμον καὶ τὴν ἀσθένειαν. Εἶτα οὐ δέδοικας μὴ σκηπτὸς ἄνωθεν ἀπὸ τοῦ ῥήματος ἀναφθεὶς τούτου κατενεχθῇ; διαῤῥήγνυμαι γὰρ ὑπὸ τοῦ θυμοῦ· σύγγνωτε. Σὺ μὲν γὰρ γαστριζόμενος καὶ πιαινόμενος, καὶ εἰς ἑσπέραν βαθεῖαν τὸν πότον παρατείνων, καὶ μαλακοῖς ἐνθαλπόμενος στρώμασιν, οὐκ ἀξιοῖς δοῦναι δίκην, οὕτω παρανόμως τοῖς τοῦ Θεοῦ χρώμενος δώροις (οὐδὲ γὰρ ἵνα μεθύωμεν, ὁ οἶνος· οὐδ' ἵνα γαστριζώμεθα, ἡ τροφὴ γέγονεν· οὐδ' ἵνα διασπῶμεν τὴν γαστέρα, τὰ σιτία)· τὸν δὲ πένητα, τὸν ἄθλιον, τὸν οὐδὲν ἄμεινον νεκροῦ διακείμενον, τοῦτον εὐθύνας ἀπαιτεῖς ἀκριβεῖς, καὶ οὐ δέδοικας τοῦ Χριστοῦ τὸ δικαστήριον τὸ φρικτὸν ἐκεῖνο καὶ φοβερόν; Καὶ γὰρ εἰ ὑποκρίνεται, ἐξ ἀνάγκης ὑποκρίνεται καὶ ἐνδείας διὰ τὴν ὠμότητα τὴν σὴν καὶ τὴν ἀπανθρωπίαν τὴν τοιούτων δεομένην προσωπείων, τὴν μὴ ἐπικλωμένην πρὸς ἔλεον. Τίς γὰρ οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς μηδεμιᾶς ἀνάγκης ἐπικειμένης ὑπὲρ ἑνὸς ἄρτου τοιαῦτα ἀσχημονεῖν καὶ κόπτεσθαι καὶ τοσαύτην ὑπομένειν δίκην; Ὥστε ἡ ὑπόκρισις ἡ ἐκείνου τῆς σῆς ἀπανθρωπίας περιέρχεται γιγνομένη κήρυξ. Ἐπειδὴ γὰρ ἱκετεύων καὶ λιπαρῶν καὶ ἐλεεινὰ προϊέμενος ῥήματα, καὶ ὀδυρόμενος καὶ δακρύων καὶ δι' ὅλης περιιὼν τῆς ἡμέρας, οὐδὲ τῆς ἀναγκαίας εὐπορεῖ τροφῆς, ἐπενόησεν ἴσως καὶ ταύτην τὴν μηχανὴν, οὐκ ἐκείνῳ τοσαύτην, ὅσην σοὶ, φέρουσαν τὴν ἀσχημοσύνην καὶ τὴν κατηγορίαν. Ἐκεῖνος μὲν γὰρ ἐλεεῖσθαι δίκαιος, ὅτι εἰς τοσαύτην κατῆλθεν ἀνάγκην· ἡμεῖς δὲ μυρίων ἄξιοι τιμωριῶν, ὅτι τοὺς πένητας τοιαῦτα βιαζόμεθα πάσχειν. Εἰ γὰρ ἐξ εὐκολίας ἐπεκλώμεθα, οὐκ ἄν ποτε εἵλετο ἐκεῖνος τοιαῦτα ὑπομένειν. Καὶ τί λέγω γύμνωσιν καὶ τρόμον; Τὸ γὰρ τούτου φρικωδέστερον ἐρῶ, ὅτι καὶ παῖδας ἠναγκάσθησαν πηρῶσαί τινες ἄωρον ἄγοντας ἡλικίαν, ἵνα τῆς ἡμετέρας ἀναισθησίας καθίκωνται. Ἐπειδὴ γὰρ βλέποντες καὶ γυμνοὶ περιιόντες, οὔτε ἀπὸ τῆς ἡλικίας οὔτε ἀπὸ τῆς συμφορᾶς ἐπεσπάσαντο τοὺς ἀνηλεεῖς, προσέθηκαν τοῖς τοσούτοις κακοῖς ἑτέραν χαλεπωτέραν τραγῳδίαν, ἵνα λύσωσι τὸν λιμὸν, κουφότερον εἶναι νομίζοντες ἀπεστερῆσθαι τοῦ κοινοῦ τούτου φωτὸς καὶ τῆς πᾶσι δεδομένης ἀκτῖνος, ἢ λιμῷ παλαίειν διηνεκεῖ καὶ τὸν οἴκτιστον ὑπομένειν θάνατον. Ἐπειδὴ γὰρ οὐ πενίαν ἐμάθετε ἐλεεῖν, ἀλλὰ τέρπεσθαι συμφοραῖς, πληροῦσιν ὑμῶν τὴν ἀκόρεστον ἐπιθυμίαν, καὶ ἑαυτοῖς καὶ ὑμῖν χαλεπωτέραν τῆς γεέννης ἀνάπτοντες τὴν φλόγα. Καὶ ἵνα μάθητε ὅτι διὰ τοῦτο ταῦτα γίνεται καὶ τὰ τοιαῦτα, τεκμήριον ὑμῖν ὡμολογημένον ἐρῶ, πρὸς ὃ μηδεὶς ἀντερεῖ. Εἰσὶν ἕτεροι πένητες κοῦφοι καὶ μετέωροι τὰς ψυχὰς, καὶ οὐκ εἰδότες φέρειν λιμὸν, ἀλλὰ πάντα μᾶλλον, ἢ τοῦτο ὑπομένοντες. Οὗτοι πολλάκις ὑμῖν ἐλεεινοῖς καὶ σχήμασι καὶ ῥήμασιν ἐντυχόντες, ἐπειδὴ οὐδὲν ὤνησαν τὰς ἱκετηρίας ἀφέντες ἐκείνας, τοὺς θαυματοποιοὺς ὑμῖν λοιπὸν παρήλασαν, οἱ μὲν δέρματα ὑποδημάτων μασώμενοι πεπονηκότων, οἱ δὲ κατὰ τῆς κεφαλῆς ἥλους ὀξεῖς διαπείροντες, ἕτεροι πεπηγόσιν ὕδασιν ὑπὸ τοῦ κρυμοῦ γυμνῇ τῇ γαστρὶ προσομιλοῦντες, ἄλλοι δὲ ἕτερα ἀτοπώτερα τούτων ὑπομένοντες, ἵνα τὸ πονηρὸν περιστήσωσι θέατρον. ʹ. Σὺ δὲ, τούτων γινομένων, ἕστηκας γελῶν καὶ θαυμάζων, καὶ ἐμπομπεύων τοῖς ἑτέρων κακοῖς, τῆς κοινῆς φύσεως ἀσχημονούσης. Καὶ τί πλέον ἂν ἐργάσαιτο τούτων δαίμων ἄγριος; Εἶτα ἵνα προθυμότερον ποιήσῃ ταῦτα, δαψιλέστερον δίδως ἀργύριον. Καὶ τῷ μὲν εὐχομένῳ καὶ τὸν Θεὸν καλοῦντι, καὶ μετ' ἐπιεικείας προσιόντι οὐδὲ, ἀποκρίνεσθαι ἀξιοῖς οὐδὲ ἐμβλέψαι, ἀλλὰ καὶ τὰ φορτικὰ ἐκεῖνα πρὸς αὐτὸν φθέγγῃ ῥήματα, ὅταν συνεχῶς ἐνοχλήσῃ· Τοῦτον δὲ δεῖ ζῇν; ἀναπνεῖν δὲ ὅλως, ἢ τὸν ἥλιον τοῦτον ὁρᾷν; πρὸς δὲ ἐκείνους καὶ φαιδρὸς καὶ φιλότιμος, ἅτε ἀγωνοθέτης τις ὢν τῆς καταγελάστου καὶ σατανικῆς ἀσχημοσύνης ἐκείνης. ∆ιὸ καὶ εὐλογώτερον πρὸς τοὺς τιθέντας τοὺς ἀγῶνας τούτους, καὶ μὴ προϊεμένους μηδὲν ἕως ἂν ἴδωσι κολαζομένους ἑτέρους, ταῦτα ἂν λεχθείη τὰ ῥήματα· Ζῇν δὲ τούτους, ἀναπνεῖν δὲ ὅλως; τὸν δὲ ἥλιον τοῦτον ὁρᾷν τοὺς εἰς τὴν κοινὴν παρανομοῦντας φύσιν, τοὺς εἰς τὸν Θεὸν ὑβρίζοντας; Καὶ τοῦ μὲν Θεοῦ λέγοντος, ∆ὸς ἐλεημοσύνην, καὶ δίδωμί σοι βασιλείαν οὐρανῶν, οὐκ ἤκουσας· τοῦ διαβόλου δὲ κεφαλὴν καθηλωμένην δεικνύντος, ἐξαίφνης φιλότιμος γέγονας· καὶ μᾶλλον ἐπέκαμψεν ἡ τοῦ πονηροῦ δαίμονος μηχανὴ τοσαύτην ἔχουσα βλάβην, ἢ ἡ τοῦ Θεοῦ ὑπόσχεσις μυρία κομίζουσα τὰ ἀγαθά· δέον, εἰ καὶ χρυσίον καταβαλεῖν ἐχρῆν ὑπὲρ τοῦ ταῦτα μὴ γίνεσθαι, μηδὲ γινόμενα ὁρᾷν, πάντα ποιεῖν καὶ ὑπομένειν, ὥστε ἀνελεῖν τὴν πολλὴν ταύτην μανίαν· ὑμεῖς δὲ ὑπὲρ τοῦ καὶ γίνεσθαι καὶ γινόμενα ὁρᾷν, πάντα ποιεῖτε καὶ πραγματεύεσθε. Ἔτι οὖν ἐρωτᾷς, εἰπέ μοι, διὰ τί γέεννα; Ἀλλὰ μηκέτι τοῦτο ἐρώτα, ἀλλὰ πῶς μία γέεννα μόνη. Πόσων γὰρ οὐκ ἄξιοι κολάσεων οὗτοι οἱ τὸ ὠμὸν τοῦτο καὶ ἀπηνὲς συγκροτοῦντες θέατρον, καὶ γελῶντες ἐφ' οἷς δακρύειν ἔδει κἀκείνους καὶ ὑμᾶς αὐτούς; μᾶλλον δὲ ὑμᾶς τοὺς τὰ τοιαῦτα ἀναγκάζοντας ἀσχημονεῖν; Ἀλλ' οὐκ ἀναγκάζω, φησί. Πῶς οὐκ ἀναγκάζεις, εἰπέ μοι, τοῖς μὲν ἐπιεικεστέροις καὶ δακρύουσι καὶ τὸν Θεὸν παρακαλοῦσιν οὐδὲ προσέχειν ἀνεχόμενος· τούτοις δὲ καὶ ἀργύριον παρέχων δαψιλὲς, καὶ πολλοὺς περιιστῶν τοὺς θαυμάζοντας; Καὶ ἀποστῶμεν, φησὶν, ἐλεοῦντες αὐτούς. Καὶ σὺ τοῦτο κελεύεις; Οὐκ ἔστι τοῦτο ἐλεεῖν, ἄνθρωπε, τὸ τοσαύτην ἀπαιτεῖν δίκην ὑπὲρ ὀλίγων ὀβολῶν, τὸ κελεύειν ὑπὲρ ἀναγκαίας κατακόπτεσθαι τροφῆς, καὶ εἰς πολλὰ διατέμνειν τῆς κεφαλῆς τὴν δορὰν οὕτω πικρῶς καὶ ἐλεεινῶς. Εὐφήμει, φησίν· οὐ γὰρ ἡμεῖς ἐσμεν οἱ τὰς κεφαλὰς καθηλοῦντες ἐκείνας. Εἴθε σύ· καὶ οὐκ ἦν οὕτω δεινὸν τὸ δεινόν. Ὁ γὰρ σφάττων τινὰ τοῦ κελεύοντος ἑαυτὸν σφάττειν πολλῷ χαλεπώτερον ποιεῖ· ὃ δὴ καὶ ἐπὶ τούτων συμβαίνει. Καὶ γὰρ δριμυτέρας ὑπομένουσι τὰς ὀδύνας, ὅταν καὶ αὐτουργοὶ κελεύωνται γίνεσθαι τῶν πονηρῶν τούτων ἐπιταγμάτων, καὶ ταῦτα ἐν Ἀντιοχείᾳ, ἐν ᾗ πρῶτον ἐχρημάτισαν Χριστιανοὶ, ἐν ᾗ ἁπάντων ἀνθρώπων ἡμερώτεροι γεγόνασιν, ἐν ᾗ πολὺς τῆς ἐλεημοσύνης τὸ παλαιὸν ἐκόμα καρπός. Οὐδὲ γὰρ τοῖς παροῦσι μόνον, ἀλλὰ καὶ τοῖς πόῤῥωθεν ἔπεμπον ἐκ πολλοῦ τοῦ διαστήματος, καὶ ταῦτα λιμοῦ προσδοκωμένου. Τί οὖν δεῖ ποιεῖν; φησί· Τῆς μὲν θηριωδίας ταύτης καθυφεῖναι, πεῖσαι δὲ τοὺς δεομένους ἅπαντας, ὅτι ταῦτα μὲν ποιοῦντες οὐδὲν λήψονται, ἐπιεικῶς δὲ προσιόντες, πολλῆς ἀπολαύσονται τῆς φιλοτιμίας. Ἂν δὲ ταῦτα μάθωσι, κἂν πάντων ὦσιν ἀθλιώτεροι, οὐχ αἱρήσονται οὐδέποτε τοιαῦτα κολάζεσθαι, ἐγὼ ἐγγυῶμαι· ἀλλὰ καὶ χάριν ὑμῖν εἴσονται, ὅτι καὶ τοῦ γέλωτος καὶ τῆς ὀδύνης αὐτοὺς ἀπηλλάξατε ἐκείνης. Νῦν δὲ ὑπὲρ μὲν ἡνιόχων καὶ παῖδας ἂν ἐκδοίητε τοὺς ὑμετέρους, καὶ ὑπὲρ ὀρχηστῶν καὶ αὐτὰς ἂν πρόοισθε τὰς ψυχάς· ὑπὲρ δὲ τοῦ Χριστοῦ πεινῶντος, οὐδὲ τὸ πολλοστὸν τῆς οὐσίας προΐεσθε μέρος· ἀλλὰ ἂν ὀλίγον δῶτε ἀργύριον, ὡς τὸ πᾶν ἐκτετικότες, οὕτω διάκεισθε, οὐκ εἰδότες ὅτι οὐ τὸ δοῦναι, ἀλλὰ τὸ μετὰ δαψιλείας δοῦναι, τοῦτο μάλιστά ἐστιν ἐλεημοσύνη. ∆ιὰ τοῦτο καὶ ὁ προφήτης οὐ τοὺς διδόντας ἁπλῶς ἀνακηρύττει καὶ μακαρίζει, ἀλλὰ τοὺς ἀφθόνως παρέχοντας. Οὐ γὰρ ἁπλῶς εἶπεν, Ἔδωκεν, ἀλλὰ πῶς; Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησι. Τί γὰρ ὄφελος, ὅταν πλουτῶν τοσοῦτον δῷς, ὅσον ἄν τις ἀπὸ πελάγους κύαθον δοίη, καὶ μηδὲ χήρας γυναικὸς μεγαλοψυχίαν ζηλώσῃς; πῶς δὲ ἐρεῖς, Κύριε, ἐλέησόν με κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· οὐ κατὰ τὸ μέγα ἔλεος αὐτὸς ἐλεῶν, τάχα δὲ οὐδὲ κατὰ τὸ μικρόν; Καὶ γὰρ σφόδρα αἰσχύνομαι, ὅταν ἴδω πολλοὺς τῶν πλουτούντων ἐφ' ἵππων χρυσοχαλίνων φερομένους, καὶ οἰκέτας χρυσοφοροῦντας ἐπισυρομένους, καὶ κλίνας ἀργυρᾶς ἔχοντας, καὶ ἑτέραν πλείονα φαντασίαν, καὶ ἡνίκα ἂν πένητι δέῃ παρασχεῖν, τῶν σφόδρα πενήτων πτωχοτέρους γινομένους. Ἀλλὰ τίς ὁ πολὺς αὐτῶν λόγος; Ἔχει τὸ κοινὸν τῆς Ἐκκλησίας, φησί. Καὶ τί τοῦτο πρὸς σέ; οὐδὲ γὰρ, ἐὰν ἐγὼ δῶ, σὺ διεσώθης· οὐδ' ἂν ἡ Ἐκκλησία παράσχῃ, σὺ τὰ ἁμαρτήματα ἐξήλειψας τὰ σά. Εἰ γὰρ διὰ τοῦτο οὐ δίδως, ἐπειδὴ ἡ Ἐκκλησία ὀφείλει δοῦναι τοῖς δεομένοις· ἐπειδὴ εὔχονται οἱ ἱερεῖς, σὺ οὐκ εὔξῃ ποτέ; καὶ ἐπειδὴ νηστεύουσιν ἕτεροι, σὺ μεθυσθήσῃ διηνεκῶς; οὐκ οἶσθα, ὅτι οὐχ οὕτω διὰ τοὺς πένητας τὰ περὶ ἐλεημοσύνης ἐνομοθέτησεν ὁ Θεὸς, ὡς δι' αὐτοὺς τοὺς παρέχοντας; Ἀλλ' ὑποπτεύεις τὸν ἱερέα; Μάλιστα μὲν χαλεπὴ καὶ τοῦτο ἁμαρτία· πλὴν οὐδὲν ἀκριβολογοῦμαι· διὰ σαυτοῦ πάντα ποίει, καὶ διπλοῦν οὕτω καρπώσῃ τὸν μισθόν. Καὶ γὰρ ἅπερ ἡμεῖς ὑπὲρ ἐλεημοσύνης λέγομεν, οὐχ ἵνα ἡμῖν προσαγάγῃς λέγομεν, ἀλλ' ἵνα αὐτὸς διὰ σαυτοῦ διακονῇς. Ἐμοὶ μὲν γὰρ προσφέρων, ἴσως καὶ κενοδοξίᾳ ἀλώσῃ, πολλάκις δὲ καὶ σκανδαλισθεὶς ἀπελεύσῃ τῷ πονηρὰ ὑποπτεῦσαι· ἂν δὲ δι' ἑαυτῶν πάντα ποιῆτε, καὶ σκανδάλων ἀπαλλαγήσεσθε καὶ ὑποψίας ἀτόπου. καὶ πλείων ὑμῖν ὁ μισθός.
ζʹ. Οὐ τοίνυν ἐκβιαζόμενος ὑμᾶς ἐνταῦθα κομίζειν τὰ χρήματα, ταῦτα λέγω, οὐδὲ ἀγανακτῶν ὑπὲρ τῶν κακῶς ἀκουόντων ἱερέων. Εἰ γὰρ ἀγανακτεῖν χρὴ καὶ ἀλγεῖν, ὑπὲρ ὑμῶν ἀλγεῖν δεῖ τῶν λεγόντων κακῶς. Τοῖς μὲν γὰρ ἀκούουσιν εἰκῆ καὶ μάτην κακῶς ὁ μισθὸς μείζων, τοῖς δὲ λέγουσι τὸ κρῖμα καὶ ἡ τιμωρία βαρυτέρα. Οὐ τοίνυν ὑπὲρ αὐτῶν ταῦτα λέγω, ἀλλ' ὑμῶν κηδόμενος καὶ φροντίζων. Τί γὰρ θαυμαστὸν, εἰ ἐπὶ τῆς γενεᾶς τινες ὑποπτεύονται τῆς ἡμετέρας, ὅπου γε ἐπὶ τῶν ἁγίων ἐκείνων τῶν τοὺς ἀγγέλους μιμησαμένων, τῶν οὐδὲν ἴδιον κεκτημένων, τῶν ἀποστόλων λέγω, γογγυσμὸς ἦν ἐν τῇ διακονίᾳ τῶν χηρῶν, ὅτι παρεθεωροῦντο οἱ πένητες, ὅτε οὐδείς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ' ἦν αὐτοῖς ἅπαντα κοινά; Μὴ δὴ ταύτας προβαλλώμεθα τὰς προφάσεις, μηδὲ ἀπολογίαν εἶναι νομίζωμεν τὸ τὴν Ἐκκλησίαν πολλὰ κεκτῆσθαι. Ὅταν γὰρ τῆς οὐσίας αὐτῆς τὸ μέγεθος ἴδῃς, ἐννόησον καὶ τῶν ἐγγεγραμμένων πενήτων τὰς ἀγέλας, τῶν ἀῤῥωστούντων τὰ πλήθη, τῶν μυρίων χορηγιῶν τὰς ὑποθέσεις· περιέργασαι, πολυπραγμόνησον, οὐδεὶς ὁ κωλύσων, ἀλλὰ καὶ ἕτοιμοι λόγον ὑμῖν παρασχεῖν. Πλὴν ὑπερβολὴν ποιήσασθαι βούλομαι. Ὅταν γὰρ παράσχωμεν τὰς εὐθύνας, καὶ δείξωμεν οὐκ ἐλάττονα τῆς προσόδου τὴν δαπάνην οὖσαν, ἀλλ' ἔστιν ὅπου καὶ πλείω, ἡδέως ἂν ὑμᾶς ἐκεῖνο ἐροίμην· ἡνίκα ἂν ἀπέλθωμεν ἐκεῖ, καὶ ἀκούσωμεν τοῦ Χριστοῦ λέγοντος, Πεινῶντά με εἴδετε, καὶ οὐκ ἐθρέψατε, γυμνὸν, καὶ οὐ περιεβάλετε, τί ἐροῦμεν; τί δὲ ἀπολογησόμεθα; Τὸν δεῖνα καὶ τὸν δεῖνα εἰς μέσον οἴσομεν τὸν παρακούσαντα τούτων, καί τινας τῶν ἱερέων τῶν ὑπόπτων; Καὶ τί τοῦτο πρὸς σέ· ἐγὼ γάρ σοι ἐγκαλῶ, φησὶν, ἅπερ αὐτὸς ἥμαρτες. Ἀπολογία δὲ τούτων τὸ τὰ οἰκεῖα ἀπολούσασθαι ἁμαρτήματα, οὐ τὸ δεῖξαι ἑτέρους τὰ αὐτά σοι πεπλημμεληκότας. Καὶ γὰρ ἡ Ἐκκλησία διὰ τὴν ὑμετέραν μικρολογίαν ἔχειν ἀναγκάζεται ἅπερ ἔχει νῦν· ὡς εἴ γε κατὰ τοὺς ἀποστολικοὺς πάντα ἔπραττον νόμους, πρόσοδον αὐτῆς εἶναι ἐχρῆν τὴν ὑμετέραν γνώμην, ὃ καὶ ταμιεῖον ἀσφαλὲς ἂν ἦν καὶ ἀνάλωτος θησαυρός. Νῦν δὲ ὅταν ὑμεῖς μὲν θησαυρίζητε ἐπὶ τῆς γῆς, καὶ πάντα ἐν τοῖς ταμιείοις ἀποκλείητε τοῖς ὑμετέροις, αὕτη δὲ ἀναγκάζηται δαπανᾷν χηρῶν συλλόγοις, παρθένων χοροῖς, ξένων ἐπιδημίαις, ἀποδημούντων ταλαιπωρίαις, δεσμωτῶν συμφοραῖς, ἀῤῥωστούντων καὶ λελωβημένων ἀνάγκαις, ἑτέραις τοιαύταις προφάσεσι, τί δεῖ ποιεῖν; ἀποστρέφεσθαι τούτους ἅπαντας, καὶ τοσούτους προσχῶσαι λιμένας; καὶ τίς ἂν τοῖς γινομένοις ναυαγίοις ἀρκέσειε; τοῖς ὀδυρμοῖς, τοῖς θρήνοις, ταῖς οἰμωγαῖς ταῖς πανταχόθεν φερομέναις; Μὴ τοίνυν ἁπλῶς τὸ ἐπιὸν φθεγγώμεθα. Νῦν μὲν γὰρ, ὅπερ ἔφθην εἰπὼν, καὶ τὰς εὐθύνας παρασχεῖν ὑμῖν ἕτοιμοι· εἰ δὲ καὶ τοὐναντίον ἦν, καὶ διεφθαρμένους εἴχετε διδασκάλους καὶ πάντα ἁρπάζοντας καὶ πλεονεκτοῦντας, οὐδὲ οὕτως ὑμῖν ἀπολογία ἡ ἐκείνων πονηρία ἦν. Ὁ γὰρ φιλάνθρωπος καὶ πάνσοφος, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, ὁ πάντα ὁρῶν, καὶ εἰδὼς ὅτι συμβαίνει πολλοὺς ἐν τῷ μακρῷ χρόνῳ καὶ τῇ τοσαύτῃ οἰκουμένῃ ἱερέας γενέσθαι διεφθαρμένους· ἵνα μὴ ἡ τῶν ἀρχομένων ῥᾳθυμία ἐπιτείνηται διὰ τῆς ἐκείνων ὀλιγωρίας, πᾶσαν ἀναιρῶν ἀπολογίαν ῥᾳθυμίας, Ἐπὶ τῆς καθέδρας Μωϋσέως, φησὶν, ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι· πάντα οὖν, ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε· δεικνὺς ὅτι κἂν διδάσκαλον ἔχῃς φαῦλον, οὐδέν σε τοῦτο ὀνῆσαι δυνήσεται, ἂν μὴ προσέχῃς τοῖς λεγομένοις. Οὐ γὰρ ἀφ' ὧν ὁ διδάσκαλος ἔπραξεν, ἀλλὰ ἀφ' ὧν ἀκούσας παρήκουσας, ἀπὸ τούτων σοι φέρει τὰς ψήφους ὁ Θεός. Ὥστε ἐὰν μὲν ποιῇς τὰ ἐπιτεταγμένα, μετὰ πολλῆς τότε στήσῃ τῆς παῤῥησίας· ἂν δὲ παρακούσῃς τῶν λεγομένων, κἂν μυρίους ἱερέας διεφθαρμένους δείξῃς, οὐδέν σου τοῦτο προστήσεται. Ἐπεὶ καὶ Ἰούδας ἀπόστολος ἦν, ἀλλ' ὅμως οὐδὲν τοῦτο ὑπὲρ τῶν ἱεροσύλων καὶ φιλαργύρων ἀπολογήσεταί ποτε. Οὐδὲ δυνήσεταί τις ἐγκαλούμενος λέγειν ὅτι, Καὶ γὰρ ὁ ἀπόστολος κλέπτης ἦν καὶ ἱερόσυλος καὶ προδότης· ἀλλ' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἡμᾶς τιμωρήσεται καὶ κατακρινεῖ, ὅτι μηδὲ τοῖς ἑτέρων κακοῖς ἐσωφρονίσθημεν. ∆ιὰ γὰρ τοῦτο καὶ ἀναγέγραπται ἐκεῖνα, ἵνα φύγωμεν ἐκείνων τὸν ζῆλον. ∆ιὸ τὸν δεῖνα καὶ τὸν δεῖνα ἀφέντες, ἡμεῖς ἑαυτοῖς προσέχωμεν· ἕκαστος γὰρ ἡμῶν ὑπὲρ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ. Ἵν' οὖν τὸν λόγον τοῦτον μετὰ καλῆς παράσχωμεν ἀπολογίας, τὸν ἑαυτῶν ῥυθμίσωμεν βίον, καὶ δαψιλῆ τὴν χεῖρα ἐκτείνωμεν τοῖς δεομένοις, εἰδότες ὅτι αὕτη μόνη ἡμῖν ἐστιν ἀπολογία, τὸ δεῖξαι ἡμᾶς αὐτοὺς κατωρθωκότας τὰ ἐπιτεταγμένα, ἑτέρα δὲ οὐδεμία. Κἂν ταύτην δυνηθῶμεν παρασχεῖν, τὰς ἀφορήτους ἐκείνας ὀδύνας τῆς γεέννης διαφευξόμεθα, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΚΒʹ.
Οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι, ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν; οἱ τῷ θυσιαστηρίῳ προσ εδρεύοντες, τῷ θυσιαστηρίῳ συμμερίζονται; Οὕτω καὶ ὁ Κύριος διέταξε τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν, ἐκ τοῦ εὐαγγελίου ζῇν.
αʹ. Πολλὴν ποιεῖται τὴν σπουδὴν, ὥστε δεῖξαι μὴ κεκωλυμένον τὸ λαμβάνειν. ∆ιόπερ τοσαῦτα εἰπὼν ἔμπροσθεν, οὐκ ἠρκέσθη, ἀλλὰ καὶ ἐπὶ τὸν νόμον χωρεῖ, οἰκειότερον τοῦ προτέρου παρέχων ὑπόδειγμα. Οὐδὲ γὰρ ἦν ἴσον τὰς βοῦς παραγαγεῖν εἰς μέσον, καὶ ῥητῶς περὶ ἱερέων νόμον κείμενον εἰς μέσον ἀγαγεῖν. Σκόπει δέ μοι κἀν τούτῳ τὴν Παύλου σύνεσιν, πῶς μέμνηται τοῦ πράγματος μεγαλοπρεπῶς. Οὐδὲ γὰρ εἶπεν, Οἱ τὰ ἱερὰ ἐργαζόμενοι ἐκ τῶν προσφερόντων λαμβάνουσιν· ἀλλὰ τί; Ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν· ἵνα μήτε οἱ λαμβάνοντες ὀνειδίζωνται, μήτε οἱ παρέχοντες ἐπαίρωνται. ∆ιὸ καὶ τὸ ἑξῆς οὕτω τέθεικεν. Οὐδὲ γὰρ οὐδὲ ἐνταῦθα εἶπεν, Οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες ἀπὸ τῶν θυόντων λαμβάνουσιν, ἀλλὰ, Τῷ θυσιαστηρίῳ συμμερίζονται. Τὰ γὰρ προσενεχθέντα οὐκέτι λοιπὸν τῶν προσενεγκάντων ἦν, ἀλλὰ τοῦ ἱεροῦ καὶ τοῦ θυσιαστηρίου. Καὶ οὐκ εἶπεν, ὅτι Τὰ ἱερὰ λαμβάνουσιν, ἀλλ', Ἐκ τοῦ ἱεροῦ ἐσθίουσι, δεικνὺς πάλιν τὴν συμμετρίαν, καὶ ὅτι οὐ χρηματίζεσθαι δεῖ οὐδὲ πλουτεῖν. Εἰ δὲ λέγει, ὅτι Τῷ θυσιαστηρίῳ συμμερίζονται, οὐ τὴν ἐξίσης διανομὴν λέγει, ἀλλὰ τὴν ἐξ ὀφειλῆς διδομένην αὐτοῖς παραμυθίαν. Καίτοι τὰ τῶν ἀποστόλων μείζονα πολλῷ ἦν. Ἐκεῖ μὲν γὰρ τιμὴ ἦν ἡ ἱερωσύνη· ἐνταῦθα δὲ κίνδυνοι καὶ σφαγαὶ καὶ φόνοι. ∆ιόπερ τῶν ἄλλων παραδειγμάτων ἁπάντων πολὺ μεῖζον ἦν τὸ λέγειν· Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν. Ὅταν γὰρ εἴπῃ, Ἐσπείραμεν, τοὺς χειμῶνας καὶ τοὺς κινδύνους, καὶ τὰς ἐπιβουλὰς καὶ τὰ ἄφατα κακὰ ἐνδείκνυται, ἅπερ ὑπέμενον κηρύττοντες. Ἀλλ' ὅμως καὶ τοσαύτης οὔσης τῆς ὑπεροχῆς, οὐκ ἠθέλησεν οὔτε τὰ τῆς Παλαιᾶς ταπεινῶσαι, οὔτε τὰ ἑαυτοῦ ἐπᾶραι· ἀλλὰ καὶ τὰ ἑαυτοῦ συστέλλει, οὐκ ἀπὸ τῶν κινδύνων, ἀλλ' ἀπὸ τοῦ μεγέθους τῆς δωρεᾶς διδοὺς τὴν ὑπεροχήν. Οὐ γὰρ εἶπεν, Εἰ ἐκινδυνεύσαμεν ἢ παρεβουλευσάμεθα, ἀλλ', Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν· καὶ τὰ τῶν ἱερέων, ὡς οἷόν τέ ἐστιν, ἐπαίρει λέγων· Οἱ τὰ ἱερὰ ἐργαζόμενοι, καὶ οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες, τὴν διηνεκῆ δουλείαν αὐτῶν καὶ τὴν καρτερίαν διὰ τούτων ἐνδείξασθαι βουλόμενος. Καὶ εἰπὼν τοὺς ἱερέας τοὺς παρὰ Ἰουδαίοις, τούς τε Λευίτας τούς τε ἀρχιερέας, ἑκάτερα τὰ τάγματα ἐδήλωσε, καὶ τὰ καταδεέστερα καὶ τὰ ὑπερέχοντα· τὰ μὲν διὰ τοῦ λέγειν, Οἱ τὰ ἱερὰ ἐργαζόμενοι, τὰ δὲ διὰ τοῦ εἰπεῖν, Οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες. Οὐδὲ γὰρ πᾶσιν ἓν ἐπιτεταγμένον ἔργον ἦν· ἀλλ' οἱ μὲν τὰ παχύτερα, οἱ δὲ τὰ ὑψηλότερα ἦσαν ἐγκεχειρισμένοι. Πάντας τοίνυν τούτους περιλαβὼν, ἵνα μή τις λέγῃ, Τί τῆς Παλαιᾶς ἡμῖν μέμνησαι; οὐκ οἶσθα ὅτι προσταγμάτων τελειοτέρων ἡμῖν ὁ καιρός; μετ' ἐκεῖνα πάντα τὸ πάντων ἰσχυρότερον τέθεικεν εἰπών· Οὕτω καὶ ὁ Κύριος διέταξε τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν, ἐκ τοῦ εὐαγγελίου ζῇν. Καὶ οὐδὲ ἐνταῦθα ἐκ τῶν ἀνθρώπων λέγει τρέφεσθαι, ἀλλ' ὥσπερ ἐπὶ τῶν ἱερέων, Ἐκ τοῦ ἱεροῦ, καὶ Ἐκ τοῦ θυσιαστηρίου, οὕτω καὶ ἐνταῦθα, Ἐκ τοῦ εὐαγγελίου, φησί· καὶ ὥσπερ ἐκεῖ Ἐσθίειν, οὕτως ἐνταῦθα Ζῇν, οὐκ ἐμπορεύεσθαι οὐδὲ θησαυρίζειν. Ἄξιος γὰρ, φησὶν, ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. Ἐγὼ δὲ οὐδενὶ τούτων ἐχρησάμην. Τί οὖν, εἰ μὴ ἐχρήσω, φησὶ, νῦν, πρὸς δὲ τὸ μέλλον χρήσασθαι βούλει, καὶ διὰ τοῦτο ταῦτα λέγεις; Ἄπαγε· καὶ γὰρ διὰ τοῦτο ταχέως τῇ ἐπιδιορθώσει ἐχρήσατο, οὕτως εἰπών· Οὐκ ἔγραψα δὲ ταῦτα, ἵνα οὕτω γένηται ἐν ἐμοί. Καὶ ὅρα μεθ' ὅσης σφοδρότητος ἀρνεῖται καὶ διακρούεται τὸ πρᾶγμα· Καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ. Καὶ οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ καὶ πολλάκις κέχρηται τῇ ῥήσει ταύτῃ· καὶ γὰρ ἀνωτέρω εἶπεν, Οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ· καὶ μετὰ ταῦτα πάλιν, Εἰς τὸ μὴ καταχρήσασθαί με τῇ ἐξουσίᾳ μου· καὶ ἐνταῦθα, Ἐγὼ δὲ οὐδενὶ τούτων ἐχρησάμην. Τούτων, ποίων; Τῶν πολλῶν παραδειγμάτων. Πολλῶν γάρ μοι παρεχόντων ἐξουσίαν, τοῦ στρατιώτου, τοῦ γεωργοῦ, τοῦ ποιμένος, τῶν ἀποστόλων, τοῦ νόμου, τῶν παρ' ἡμῶν εἰς ὑμᾶς γινομένων, τῶν παρ' ὑμῶν εἰς τοὺς ἄλλους, τῶν ἱερέων, τοῦ προστάγματος τοῦ Χριστοῦ, οὐδενὶ τούτων ἐπείσθην εἰς τὸ καταλῦσαι τὸν ἐμαυτοῦ νόμον, καὶ λαβεῖν. Καὶ μή μοι τὰ παρελθόντα λέγε· καίτοι γε ἔχω εἰπεῖν, ὅτι πολλὰ καὶ ἐν τοῖς παρελθοῦσιν ὑπέμεινα διὰ τοῦτο· ἀλλ' ὅμως οὐκ ἐκείνοις ἰσχυρίζομαι μόνοις, ἀλλὰ καὶ περὶ τῶν μελλόντων ὑπισχνοῦμαι, ὅτι αἱροῦμαι μᾶλλον ἀποθανεῖν λιμῷ, ἢ τούτων ἀποστερηθῆναι τῶν στεφάνων. Καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν, φησὶν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ. Οὐκ εἶπεν, Ἢ τὸν νόμον μου ἵνα τις καταλύσῃ, ἀλλὰ, Τὸ καύχημα. Ἵνα γὰρ μὴ λέγῃ τις, ὅτι Ποιεῖ μὲν αὐτὸ, οὐ χαίρων δὲ, ἀλλὰ στένων καὶ ὀδυνώμενος, τὴν ὑπερβολὴν τῆς χαρᾶς δεῖξαι θέλων καὶ τὴν περιουσίαν τῆς προθυμίας, καὶ καύχημα τὸ πρᾶγμα καλεῖ. Τοσοῦτον ἀπεῖχεν ὀδυνᾶσθαι, ὅτι καὶ καυχᾶται καὶ ἀποθανεῖν αἱρεῖται μᾶλλον, ἢ ἐκπεσεῖν τοῦ καυχήματος τούτου. Οὕτω καὶ ζωῆς αὐτῷ γλυκύτερον ἦν τὸ γινόμενον.
βʹ. Εἶτα καὶ ἑτέρωθεν ἐπαίρει αὐτὸ, καὶ δείκνυσι μέγα ὂν, οὐχ ἵνα ἑαυτὸν λαμπρὸν ἀποφήνῃ· πόῤῥω γὰρ οὗτος ἐκείνου τοῦ πάθους· ἀλλ' ἵνα δείξῃ ὅτι χαίρει, καὶ τὴν ὑποψίαν ἐκ περιουσίας ἀνέλῃ. ∆ιὰ γὰρ τοῦτο, ὡς ἔφθην εἰπὼν, καὶ καύχημα αὐτὸ ἐκάλεσε. Καὶ τί φησιν; Ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστι μοι καύχημα· ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ δὲ μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι! Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι. Τίς οὖν μοί ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος, ἀδάπανον θήσω τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ. Τί λέγεις, εἰπέ μοι; ἐὰν εὐαγγελίζῃ, οὐκ ἔστι σοι καύχημα, ἀλλ' ἐὰν ἀδάπανον θῇς τὸ εὐαγγέλιον; οὐκοῦν τοῦτο μεῖζον ἐκείνου; Οὐδαμῶς· ἀλλ' ἑτέρωθεν ἔχει τι πλέον· ὅτι τὸ μέν ἐστιν ἐπίταγμα, τὸ δὲ τῆς ἐμῆς προαιρέσεως κατόρθωμα. Ἃ μὲν γὰρ ὑπὲρ τὴν ἐντολὴν γίνεται, πολὺν ἔχει τὸν μισθὸν κατὰ τοῦτο· ἃ δὲ ἐν ἐντολῆς τάξει, οὐ τοσοῦτον. Ὥστε κατὰ τοῦτό φησι, τοῦτο ἐκείνου πλέον εἶναι, οὐ κατ' αὐτὴν τοῦ πράγματος τὴν φύσιν. Τί γὰρ τοῦ κηρῦξαι ἴσον; Τοῦτο γὰρ καὶ πρὸς τοὺς ἀγγέλους αὐτοὺς ἁμιλλᾶσθαι ποιεῖ· ἀλλ' ὅμως ἐπειδὴ τὸ μὲν ἐπίταγμά ἐστι καὶ ὀφειλὴ, τὸ δὲ προαιρέσεως φιλοτιμία, κατὰ τοῦτο ἐκείνου πλέον. ∆ιό φησι, τὸ αὐτὸ ἑρμηνεύων, ὅπερ εἶπον νῦν· Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι· τὸ Ἑκών καὶ Ἄκων ἐπὶ τοῦ ἐγκεχειρίσθαι καὶ μὴ ἐγκεχειρίσθαι λαμβάνων. Οὕτω καὶ τὸ, Ἀνάγκη γάρ μοι ἐπίκειται, νοητέον, οὐχ ὡς ἄκοντός τι τούτων ποιοῦντος, μὴ γένοιτο· ἀλλ' ὡς ὑπευθύνου ὄντος τοῖς ἐπιταχθεῖσι, καὶ πρὸς τὴν ἀντιδιαστολὴν τῆς ἐλευθερίας τῆς ἐν τῷ λαμβάνειν εἰρημένης. ∆ιὸ καὶ τοῖς μαθηταῖς ἔλεγεν ὁ Χριστός· Ὅταν πάντα ποιήσητε, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν· ἃ γὰρ ὠφείλομεν ποιῆσαι, πεποιήκαμεν. Τίς οὖν μοί ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ εὐαγγέλιον. Τί οὖν, εἰπέ μοι, Πέτρος οὐκ ἔχει μισθόν; καὶ τίς ἂν σχοίη ποτὲ τοσοῦτον ὅσον ἐκεῖνος; τί δὲ οἱ λοιποὶ ἀπόστολοι; πῶς οὖν εἶπεν, Εἰ μὲν ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι; Ὁρᾷς κἀνταῦθα τὴν σύνεσιν; Οὐδὲ γὰρ εἶπεν, Εἰ δὲ ἄκων, οὐκ ἔχω μισθὸν, ἀλλ', Οἰκονομίαν πεπίστευμαι· δεικνὺς ὅτι καὶ οὕτως ἔχει μισθὸν, ἀλλὰ τοιοῦτον, οἷον ὁ τὸ ἐπιταχθὲν ἐξανύσας, οὐχ οἷον ἐκεῖνος ὁ ἐκ τῶν ἑαυτοῦ φιλοτιμησάμενος καὶ ὑπερβὰς τὸ ἐπίταγμα. Τίς οὖν ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος, ἀδάπανον, φησὶ, θήσω τὸ εὐαγγέλιον, εἰς τὸ μὴ καταχρήσασθαί με τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ. Ὁρᾷς πῶς διόλου τῷ ὀνόματι τῆς ἐξουσίας κέχρηται, δεικνὺς τοῦτο, ὃ συνεχῶς εἶπον, ὅτι οὐδὲ οἱ λαμβάνοντες ἐγκλημάτων ἄξιοι; Προσέθηκε δὲ, Τῷ εὐαγγελίῳ, ὁμοῦ μὲν τὸ εὐαγγέλιον δηλῶν, ὁμοῦ δὲ κωλύων πανταχοῦ τὸ πρᾶγμα ἐξάγειν. Τὸν γὰρ διδάσκοντα χρὴ λαμβάνειν, οὐχὶ δὲ καὶ τὸν ἀργοῦντα ἁπλῶς. Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω. Πάλιν ἐνταῦθα ἄλλην τίθησιν ὑπερβολήν. Μέγα μὲν γὰρ καὶ τὸ μὴ λαβεῖν· τοῦτο δὲ, ὃ μέλλει λέγειν, πολλῷ πλέον ἐκείνου. Τί δέ ἐστιν ὅ φησιν; Οὐ μόνον οὐκ ἔλαβον, φησὶν, οὐδὲ μόνον οὐκ ἐχρησάμην τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ καὶ ἐδούλωσα ἐμαυτὸν, καὶ δουλείαν ποικίλην καὶ παντοδαπήν. Οὐδὲ γὰρ ἐν χρήμασι μόνον, ἀλλ' ὃ πολλῷ χρημάτων μεῖζον ἦν, ἐν πράγμασι πολλοῖς καὶ ποικίλοις τὸ αὐτὸ τοῦτο ἐπεδειξάμην· καὶ ἐδούλωσα ἐμαυτὸν, οὐδενὶ ὑποκείμενος κατ' οὐδὲν, οὐδὲ ἀνάγκην ἔχων· τοῦτο γάρ ἐστιν, Ἐλεύθερος ὢν ἐκ πάντων· καὶ οὐδὲ ἑνὶ ἐδούλευσα, ἀλλὰ τῇ οἰκουμένῃ πάσῃ· διὸ καὶ ἐπήγαγε, Πᾶσιν ἐμαυτὸν ἐδούλωσα. Καὶ γὰρ κηρῦξαι ἐπεταττόμην καὶ ἀπαγγέλλειν τὰ ἐμπιστευθέντα· τὸ δὲ μυρία μηχανᾶσθαι καὶ ἐπινοεῖν, λοιπὸν τῆς ἐμῆς σπουδῆς ἦν. Τοῦ γὰρ καταβαλεῖν τὸ ἀργύριον ὑπεύθυνος ἤμην μόνον· ἐγὼ δὲ καὶ ὑπὲρ τοῦ ἀπαιτῆσαι πάντα ἐποίουν πάλιν, πλέον τῶν ἐπιτεταγμένων ἐπιχειρῶν. Ἐπειδὴ γὰρ προαιρέσει καὶ προθυμίᾳ καὶ ἀγάπῃ τῇ εἰς Χριστὸν πάντα ἔπραττεν, ἀκόρεστον εἶχεν ἐπιθυμίαν εἰς τὴν τῶν ἀνθρώπων σωτηρίαν. ∆ιὸ καὶ ἐκ πολλῆς τῆς περιουσίας ὑπερέβαινε τὰ σκάμματα, διὰ πάντων ὑπὲρ αὐτὸν πηδῶν τὸν οὐρανόν. Καὶ εἰπὼν τὴν δουλείαν, λέγει λοιπὸν τοὺς τρόπους αὐτῆς τοὺς ποικίλους. Τίνες δέ εἰσιν οὗτοι; Καὶ ἐγενόμην, φησὶ, τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω. Καὶ πῶς ἐγένετο τοῦτο; Ὅτε περιέτεμεν, ἵνα καθέλῃ περιτομήν. ∆ιὰ τοῦτο οὐκ εἶπεν, Ἰουδαῖος, ἀλλ', Ὡς Ἰουδαῖος, ὅπεροἰκονομία ἦν. Τί λέγεις; ὁ τῆς οἰκουμένης κῆρυξ, καὶ τῶν οὐρανῶν αὐτῶν ἁψάμενος, καὶ τοσοῦτον ἐν τῇ χάριτι λάμψας, οὗτος ἀθρόον καταβαίνει τοσοῦτον; Ναί· τοῦτο γάρ ἐστιν ἀναβῆναι. Μὴ γὰρ δὴ τοῦτο ἴδῃς, ὅτι καταβαίνει μόνον, ἀλλ' ὅτι καὶ τὸν κάτω κείμενον ἀνίστησι καὶ ἀνάγει πρὸς ἑαυτόν. Τοῖς ὑπὸ νόμον, ὡς ὑπὸ νόμον, μὴ ὢν αὐτὸς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω.
γʹ. Ἢ ἐπεξήγησις τοῦ προτέρου ἐστὶν, ἢ ἕτερόν τι αἰνίττεται παρὰ τὸ πρότερον· Ἰουδαίους μὲν λέγων τοὺς ἄνωθεν καὶ ἐξ ἀρχῆς τοιούτους ὄντας· ὑπὸ νόμον δὲ, τοὺς προσηλύτους, ἢ τοὺς πιστοὺς γενομένους καὶ ἔτι ἀντεχομένους τοῦ νόμου. Οὐκέτι γὰρ ἦσαν ὡς Ἰουδαῖοι, ἀλλ' ὑπὸ νόμον. Καὶ πότε ἐγένετο ὑπὸ νόμον; Ὅτε ἐξυρᾶτο, ὅτε ἔθυεν. Ἐγίνετο δὲ ταῦτα, οὐ τῆς γνώμης αὐτῷ μεταβαλλομένης, ἐπεὶ κακία τὸ πρᾶγμα ἦν· ἀλλὰ τῆς ἀγάπης συγκαταβαινούσης. Ἵνα γὰρ τοὺς ὄντας ἀληθῶς εἰς ταῦτα μεταστήσῃ, ἐγίνετο αὐτὸς οὐκ ἀληθῶς, ἐπιδεικνύμενος μόνον, οὐκ ὢν δὲ, οὐδὲ ἐκ διανοίας ταῦτα πράττων οὕτως ἐχούσης. Πῶς γὰρ, ὁ καὶ ἑτέρους μεταθεῖναι σπεύδων, καὶ διὰ τοῦτο ταῦτα ποιῶν. ἵνα ἄλλους ποιοῦντας ἐλευθερώσῃ τῆς ταπεινότητος ἐκείνης; Τοῖς ἀνόμοις ὡς ἄνομος. Οὗτοι οὔτε Ἰουδαῖοι ἦσαν, οὔτε Χριστιανοὶ, οὔτε Ἕλληνες, ἀλλ' ἐκτὸς νόμου ὄντες, οἷος ἦν ὁ Κορνήλιος, καὶ εἴ τινες κατ' ἐκεῖνον. Καὶ γὰρ πρὸς ἐκείνους εἰσιὼν, πολλὰ ὑπεκρίνετο τῶν ἐκείνων. Τινὲς δέ φασι καὶ τὴν ἀπὸ τοῦ ἐπιγράμματος τοῦ ἐν τῷ βωμῷ διάλεξιν αὐτῷ γενομένην πρὸς Ἀθηναίους αἰνίττεσθαι, καὶ λέγειν, Τοῖς ἀνόμοις ὡς ἄνομος. Εἶτα ἵνα μὴ νομίσῃ τις μεταβολὴν γνώμης εἶναι τὸ πρᾶγμα, ἐπήγαγε· Μὴ ὢν ἄνομος Θεοῦ, ἀλλ' ἔννομος Χριστοῦ. Τουτέστιν, Οὐ μόνον ἄνομος οὐκ ὢν, ἀλλ' οὐδὲ ἁπλῶς ἔννομος, ἀλλὰ τὸν πολλῷ τοῦ παλαιοτέρου νόμον ὑψηλότερον ἔχων, τουτέστι, τοῦ Πνεύματος καὶ τῆς χάριτος· διὸ καὶ ἐπήγαγε, Χριστοῦ. Εἶτα ποιήσας περὶ τῆς γνώμης θαῤῥῆσαι, καὶ τὸ κέρδος τίθησι πάλιν τῆς τοιαύτης συγκαταβάσεως, λέγων· Ἵνα κερδήσω ἀνόμους. Καὶ πανταχοῦ τὴν αἰτίαν προβάλλεται τῆς συγκαταβάσεως· καὶ οὐδὲ μέχρι τούτων ἔστη, ἀλλὰ, Καὶ τοῖς ἀσθενέσι, φησὶν, ὡς ἀσθενὴς, ἵνα τοὺς ἀσθενεῖς κερδήσω. Τοῦτο λοιπὸν τὸ τούτων λέγων, δι' ὃ καὶ πάντα ταῦτα εἴρηται. Καίτοι ἐκεῖνα πολλῷ μείζονα ἦν, ἀλλὰ τοῦτο οἰκειότερον· ὅθεν καὶ ὕστερον αὐτὸ τέθεικεν. Ἐποίησε δὲ αὐτὸ καὶ παρὰ Ῥωμαίοις, ὅτε περὶ βρωμάτων ἐνεκάλει, καὶ ἀλλαχοῦ πολλαχοῦ. Εἶτα, ἵνα μὴ καθ' ἕκαστον ἅπαντα λέγων, διατρίβῃ, φησί· Τοῖς πᾶσι γέγονα τὰ πάντα, ἵνα πάντως τινὰς σώσω. Ὁρᾷς τὴν ὑπερβολήν; Πᾶσι μὲν γέγονα πάντα, οὐ πάντας δὲ προσδοκῶν σώζειν, φησὶ, ἀλλ' ἵνα κἂν ὀλίγους σώσω. Καὶ τὴν μὲν σπουδὴν καὶ τὴν διακονίαν τοσαύτην ὑπέμεινα, ὅσην εἰκὸς τὸν ἅπαντας σώζοντα, οὐ μὴν ἐλπίζων ἁπάντων περιέσεσθαι· ὃ πολὺ μέγα ἦν, καὶ προθυμίας ζεούσης. Ἐπεὶ καὶ ὁ σπείρων πανταχοῦ ἔσπειρε, καὶ οὐ τὸν πάντα σπόρον διέσωσεν, ἀλλ' ὅμως τὸ ἑαυτοῦ πεποίηκε. Καὶ εἰπὼν τὴν ὀλιγότητα τῶν σωζομένων, πάλιν τῷ, Πάντως, προσθεῖναι, παρεμυθήσατο τοὺς ὑπὲρ τούτων ἀλγοῦντας. Εἰ γὰρ καὶ μὴ πάντα δυνατὸν διασωθῆναι τὸν σπόρον, ἀλλ' ὅμως καὶ πάντα ἀμήχανον ἀπολέσθαι. ∆ιὰ τοῦτο εἶπε, Πάντως, ὅτι ἀνάγκη πᾶσα τὸν οὕτω θερμῶς σπουδάζοντα καὶ ἐπι τυχεῖν. Πάντα δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι, τουτέστιν, ἵνα δόξω τι καὶ αὐτὸς συνεισενηνοχέναι οἴκοθεν, καὶ κοινωνήσω τῶν ἀποκειμένων στεφάνων τοῖς πιστοῖς. Ὥσπερ γὰρ ἔλεγεν, Ἐκ τοῦ εὐαγγελίου ζῇν, τουτέστιν, ἐκ τῶν πιστευόντων, οὕτω καὶ ἐνταῦθα, Συγκοινωνὸς γένωμαι τοῦ εὐαγγελίου, ἵνα δυνηθῶ κοινωνῆσαι τοῖς ἐν τῷ εὐαγγελίῳ πεπιστευκόσιν. Εἶδες ταπεινοφροσύνην, πῶς ἐν τῇ τῶν μισθῶν ἀντιδόσει ἕνα τῶν πολλῶν ἑαυτὸν τίθησι, πάντων ἐπλεονεκτήσας τοῖς πόνοις; Ὅθεν δῆλον, ὅτι καὶ τοῖς ἐπάθλοις. Ἀλλ' ὅμως αὐτὸς οὐκ ἀξιοῖ τῶν πρωτείων ἀπολαύειν, ἀλλ' ἀγαπᾷ, ἂν μετὰ τῶν ἄλλων κοινωνήσῃ τῶν ἀποκειμένων στεφάνων. Ταῦτα δὲ ἔλεγεν, οὐκ ἐπειδὴ μισθῷ τινι ταῦτα ἔπραττεν, ἀλλ' ἵνα ἐκείνους κἀντεῦθεν ἐπισπάσηται, καὶ ταῖς ἐλπίσι ταύταις πείσῃ πάντα ποιεῖν ὑπὲρ τῶν ἀδελφῶν. Εἶδες σύνεσιν; εἶδες ἀκριβείας ὑπεροχὴν, πῶς ὑπὲρ τὰ ἐπιτεταγμένα ἐποίησε, μὴ λαμβάνων, λαμβάνειν ἐξόν; εἶδες συγκαταβάσεως ὑπερβολὴν, πῶς ὁ ἔννομος Χριστοῦ καὶ τὸν ἀνωτάτω τηρῶν νόμον, τοῖς ἀνόμοις ὡς ἄνομος ἦν, τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἐν ἑκατέροις ἄκρος φανεὶς καὶ πάντας νικήσας; Τοῦτο καὶ σὺ ποίει, καὶ μὴ νόμιζε καταπίπτειν ἄκρος ὢν, ἐάν τι διὰ τὸν ἀδελφὸν ὑπομείνῃς τῶν ταπεινῶν· οὐδὲ γὰρ καταπεσεῖν ἐστι τοῦτο, ἀλλὰ καταβῆναι. Ὁ μὲν γὰρ πεσὼν, κεῖται μόλις ἀνιστάμενος· ὁ δὲ καταβὰς, καὶ ἀναβήσεται μετὰ πολλοῦ τοῦ κέρδους· καθάπερ καὶ Παῦλος κατῄει μὲν μόνος, ἀνῄει δὲ μετὰ τῆς οἰκουμένης, οὐχ ὑποκρινόμενος· οὐδὲ γὰρ ἂν τὸ κέρδος ἐζήτησε τῶν σωζομένων, εἴ γε ὑπεκρίνετο. Τὴν γὰρ ἀπώλειαν ὁ ὑποκριτὴς ζητεῖ, καὶ ὥστε λαβεῖν, ὑποκρίνεται, οὐχ ὥστε δοῦναι. Ἀλλ' οὗτος οὐχ οὕτως· ἀλλ' ὥσπερ ἰατρὸς, ὥσπερ διδάσκαλος, ὥσπερ πατὴρ, ὁ μὲν τῷ κάμνοντι, ὁ δὲ τῷ μαθητῇ, ὁ δὲ τῷ παιδὶ συγκαταβαίνει εἰς διόρθωσιν, οὐκ εἰς βλάβην· οὕτω καὶ οὗτος.
δʹ. Ὅτι γὰρ οὐχ ὑπόκρισις ἦν τὰ εἰρημένα, ὅταν μηδὲν τοιοῦτον ἀναγκάζηται ποιεῖν ἢ λέγειν, ἀλλὰ τὴν διάθεσιν αὐτοῦ καὶ τὴν παῤῥησίαν δεῖξαι βούληται, ἄκουσον αὐτοῦ λέγοντος· Οὔτε ζωὴ οὔτε θάνατος, οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα οὔτε μέλλοντα, οὔτε ὕψωμα οὔτε βάθος, οὔτε τις ἑτέρα κτίσις δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Εἶδες ἀγάπην πυρὸς θερμοτέραν; Οὕτω καὶ ἡμεῖς ἀγαπήσωμεν τὸν Χριστόν· καὶ γὰρ εὔκολον, ἂν βουλώμεθα. Οὐδὲ γὰρ ἐκεῖνος φύσει τοιοῦτος ἦν. ∆ιά τοι τοῦτο καὶ τὰ πρότερα αὐτοῦ ἀνεγράφη τὰ ἐναντία τούτοις, ἵνα μάθωμεν ὅτι προαιρέσεως τὸ ἔργον, καὶ βουλομένοις ἅπαντα εὔκολα. Μὴ τοίνυν ἀπογνῶμεν, ἀλλὰ, κἂν λοίδορος ᾖς, κἂν πλεονέκτης, κἂν ὁτιοῦν, ἐννόησον ὅτι Παῦλος βλάσφημος ἦν καὶ διώκτης καὶ ὑβριστὴς, καὶ τῶν ἁμαρτωλῶν πρῶτος, καὶ ἐξαίφνης πρὸς αὐτὴν ἀνέβη τὴν κορυφὴν τῆς ἀρετῆς, καὶ οὐδὲν αὐτῷ κώλυμα τὰ πρότερα γέγονε· καίτοι γε οὐδεὶς οὕτω μετὰ τοσαύτης μανίας ἔχεται κακίας, μεθ' ὅσης ἐκεῖνος τοῦ πολέμου τοῦ κατὰ τῆς Ἐκκλησίας. Καὶ γὰρ τὴν ψυχὴν ἐπέδωκε τὴν ἑαυτοῦ τότε, καὶ ὅτι μὴ μυρίας εἶχε χεῖρας, ἵνα πάσαις βάλλῃ τὸν Στέφανον, ἤλγει. Ὅμως δὲ καὶ οὕτως εὗρεν ὅπως πλείοσιν αὐτὸν βάλῃ χερσὶ, ταῖς τῶν ψευδομαρτύρων, ὧν τὰ ἱμάτια ἐτήρει· καὶ ἡνίκα δὲ εἰς τὰς οἰκίας εἰσῄει, καθάπερ θηρίον οὕτως εἰσεπήδα, σύρων, σπαράττων ἄνδρας, γυναῖκας, θορύβου καὶ ταραχῆς καὶ μυρίων πολέμων πάντα πλη ρῶν. Οὕτω γοῦν καὶ φοβερὸς ἦν, ὡς τοὺς ἀποστόλους καὶ μετὰ τὴν ἀρίστην μεταβολὴν μηδέπω τολμᾷν κολλᾶσθαι αὐτῷ. Ἀλλ' ὅμως μετὰ πάντα ἐκεῖνα γέγονε τοιοῦτος, οἷος γέγονεν· οὐδὲν γὰρ δεῖ πλέον εἰπεῖν. Ποῦ τοίνυν εἰσὶν οἱ τὴν τῆς εἱμαρμένης ἀνάγκην ἐπιτειχίζοντες τῇ τῆς προαιρέσεως ἐλευθερίᾳ; Ἀκουέτωσαν ταῦτα, καὶ ἐπιστομιζέσθωσαν. Τὸν γὰρ βουλόμενον γενέσθαι ἀγαθὸν οὐδέν ἐστι τὸ κωλύον, κἂν τῶν πονηροτάτων ἔμπροσθεν ᾖ. Καὶ γὰρ πρὸς τοῦτο ἐπιτηδείως μᾶλλον ἔχομεν, ὅσον καὶ κατὰ φύσιν ἡμῖν ἐστιν ἡ ἀρετὴ, καὶ παρὰ φύσιν ἡ πονηρία, ὥσπερ οὖν τὸ νοσεῖν καὶ ὑγιαίνειν. Καὶ γὰρ ὀφθαλμοὺς ἡμῖν ἔδωκεν ὁ Θεὸς, οὐχ ἵνα ἀκολάστως βλέπωμεν, ἀλλ' ἵνα τὰ δημιουργήματα αὐτοῦ θαυμάζοντες, προσκυνῶμεν τὸν ποιήσαντα. Καὶ ὅτι αὕτη ἡ χρεία τῶν ὀφθαλμῶν, δῆλον ἐκ τῶν ὁρωμένων. Κάλλος μὲν γὰρ ἡλίου καὶ οὐρανοῦ ἐξ ἀπείρου βλέπομεν τοῦ διαστήματος· γυναικὸς δὲ εὐμορφίαν οὐκ ἄν τις ἐκ τοσούτου καταμάθοι. Ὁρᾷς, ὅτι πρὸς τοῦτο ἡμῖν μᾶλλον γεγένηται ὁ ὀφθαλμός; Πάλιν ἀκοὴν ἐποίησεν, οὐχ ἵνα βλάσφημα δεχώμεθα ῥήματα, ἀλλ' ἵνα σωτήρια δόγματα. ∆ιά τοι τοῦτο, ὅταν μὲν ἀπηχές τι δέξηται, καὶ ναρκᾷ ἡ ψυχὴ καὶ τὸ σῶμα δὲ αὐτό. Λαλιὰ γὰρ πολυόρκου ἀνορθώσει τρίχας, φησί. Κἂν ὠμὸν, κἂν ἀπηνές τι ἀκούσωμεν, πάλιν φρίττομεν· ἂν δὲ ἐμμελές τι καὶ φιλάνθρωπον, καὶ γαννύμεθα καὶ χαίρομεν. Καὶ τὸ στόμα δὲ ἡμῶν αἰσχρὰ φθεγγόμενον, αἰσχύνεσθαι καὶ ἐγκαλύπτεσθαι ποιεῖ· ἂν δὲ σεμνὰ, μετὰ ἀδείας προΐεται ταῦτα καὶ ἐλευθερίας ἁπάσης. Τοῖς δὲ κατὰ φύσιν οὐδεὶς ἂν αἰσχυνθείη, ἀλλὰ τοῖς παρὰ φύσιν. Καὶ χεῖρες μὲν, ὅταν ἁρπάζωσι, κρύπτονται καὶ ἀπολογίας ἐπιζητοῦσιν· εἰ δὲ ἐλεημοσύνην δοῖεν, καὶ ἐγκαλλωπίζονται. Ὥστε ἂν ἐθέλωμεν, πολλὴν ἔχομεν πάντοθεν πρὸς ἀρετὴν τὴν ῥοπήν. Εἰ δὲ τὴν ἡδονήν μοι λέγεις τὴν ἀπὸ τῆς κακίας, ἐννόησον ὅτι καὶ τοῦτο πλέον παρὰ τῆς ἀρετῆς καρπούμεθα. Καὶ γὰρ τὸ συνειδὸς ἔχειν ἀγαθὸν, καὶ τὸ παρὰ πάντων θαυμάζεσθαι, καὶ τὸ χρηστὰς ἀναμένειν ἐλπίδας, πάντων ἥδιον τῷ φύσιν ἡδονῆς ἐπεσκεμμένῳ· ὥσπερ οὖν τἀναντία πάντων ὀδυνηρότερα τῷ λύπης εἰδότι φύσιν, οἷον τὸ παρὰ πάντων ὀνειδίζεσθαι, τὸ κατηγορεῖσθαι οἴκοθεν, τὸ τρέμειν καὶ δεδοικέναι καὶ τὰ μέλλοντα καὶ τὰ παρόντα.
εʹ. Καὶ ἵνα σαφέστερον ὃ λέγω γένηται, ὑποθώμεθα τῷ λόγῳ ἔχοντά τινα γυναῖκα, τὸν τοῦ πλησίον διορύττειν γάμον, καὶ ἥδεσθαι τῇ πονηρᾷ ταύτῃ κλοπῇ τῆς ἐρωμένης ἀπολαύοντα· εἶτα ἀντιθῶμεν τούτῳ πάλιν ἕτερον τὸν τὴν αὑτοῦ στέργοντα· καὶ ἵνα πλείων καὶ σαφεστέρα ἡ νίκη γίνηται, οὗτος ὁ τῆς αὐτοῦ μόνης ἀπολαύων, ἐράτω μὲν καὶ ἐκείνης τῆς μοιχευομένης, κατεχέτω δὲ τοῦ ἔρωτος καὶ μηδὲν πραττέτω πονηρόν· καίτοι γε οὐδὲ καθαρὰ τοῦτο σωφροσύνη ἐστί· πλὴν ἀλλ' ἐκ περιουσίας, ἵνα μάθῃς πόση τῆς ἀρετῆς ἡ ἡδονὴ, διὰ τοῦτο οὕτω τὸ δρᾶμα ἐπλάσαμεν. Συνθέντες τοίνυν αὐτοὺς, οὕτως ἐρώμεθα ἀμφοτέρους, τίνος ἡδίων ὁ βίος· καὶ ἀκούσῃ τοῦ μὲν καὶ ἐγκαλλωπιζομένου καὶ σκιρτῶντος ἐπὶ τῇ νίκῃ τῇ κατὰ τῆς ἐπιθυμίας· τούτου δέ· μᾶλλον δὲ οὐδὲ ἀναμεῖναι δεῖ τὸ παρ' αὐτοῦ τι μαθεῖν· ὄψει γὰρ αὐτὸν, κἂν μυριάκις ἀρνῆται, δεσμωτῶν ἀθλιώτερον διακείμενον. Καὶ γὰρ ἅπαντας δέδοικε καὶ ὑποπτεύει, καὶ τὴν αὑτοῦ γυναῖκα καὶ τὸν τῆς μοιχευομένης ἄνδρα καὶ τὴν μοιχευομένην αὐτὴν, καὶ οἰκείους καὶ φίλους καὶ συγγενεῖς, καὶ τοίχους καὶ σκιὰς καὶ ἑαυτὸν, καὶ, τὸ πάντων χαλεπώτερον, τὸ συνειδὸς ἔχει καταβοῶν, ὑλακτοῦν καθ' ἑκάστην ἡμέραν. Ἂν δὲ καὶ τὸ τοῦ Θεοῦ δικαστήριον ἐννοήσῃ, οὐδὲ στῆναι δυνήσεται. Καὶ ἡ μὲν ἡδονὴ βραχεῖα, ἡ δὲ ἀπὸ ταύτης ὀδύνη διηνεκής. Καὶ γὰρ καὶ ἐν ἑσπέρᾳ καὶ ἐν νυκτὶ, καὶ ἐν ἐρημίᾳ καὶ ἐν πόλει, καὶ πανταχοῦ ἕπεται ὁ κατήγορος, ξίφος δεικνὺς ἠκονημένον, καὶ τὰς ἀφορήτους κολάσεις, καὶ τῷ φόβῳ καταναλίσκων αὐτὸν καὶ δαπανῶν. Ὁ δὲ σώφρων ἐκεῖνος πάντων τούτων ἀπήλλακται, καὶ ἔστιν ἐν ἐλευθερίᾳ, καὶ μετὰ ἀδείας ὁρᾷ τὴν γυναῖκα τὴν ἑαυτοῦ, τὰ παιδία, τοὺς φίλους, καὶ ἐλευθέροις ἅπασιν ὀφθαλμοῖς ἀπαντᾷ. Εἰ δὲ ὁ ἐρῶν μὲν, κρατῶν δὲ, τοσαύτης ἀπολαύσεται ἡδονῆς, ὁ μηδὲ ἐρῶν, ἀλλὰ καθαρῶς σωφρονῶν, τίνος λιμένος, ποίας γαλήνης οὐχ ἡδίω καὶ ἡμερωτέραν κτήσεται ψυχήν; ∆ιά τοι τοῦτο τοὺς μοιχεύοντας μὲν ὀλίγους ἂν ἴδοις, σωφρονοῦντας δὲ πλείους. Εἰ δὲ τοῦτο ἥδιον, τοῦτο ἂν εἵλοντο οἱ πολλοί. Καὶ μή μοι λέγε τὸν ἀπὸ τῶν νόμων φόβον· οὐδὲ γὰρ οὗτός ἐστιν αὐτοὺς ὁ κατέχων, ἀλλ' ἡ τῆς ἀτοπίας ὑπερβολὴ, καὶ τὸ πλείονα εἶναι τὰ λυπηρὰ τῶν ἡδέων, καὶ ἡ τοῦ συνειδότος ψῆφος. Καὶ ὁ μὲν μοιχὸς τοιοῦτος. Εἰ δὲ βούλεσθε, καὶ τὸν πλεονέκτην εἰς μέσον ἀγάγωμεν, ἕτερον ἔρωτα πάλιν παράνομον ἀπογυμνοῦντες. Καὶ γὰρ καὶ τοῦτον ὀψόμεθα τὰ αὐτὰ δεδοικότα, καὶ οὐ δυνάμενον καθαρᾶς ἀπολαύειν ἡδονῆς. Καὶ γὰρ καὶ τοὺς ἀδικουμένους ἐννοῶν, καὶ τοὺς συναλγοῦντας αὐτοῖς, καὶ τὴν κοινὴν ἁπάντων περὶ αὐτοῦ ψῆφον, μυρία κύματα ἔχει. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ χαλεπὸν, ἀλλ' οὐδὲ τῆς ἐρωμένης ἀπολαῦσαι δύναται. Τοιοῦτος γὰρ ὁ τῶν φιλαργύρων τρόπος· οὐχ ἵνα ἀπολαύωσιν ἔχουσιν, ἀλλ' ἵνα μὴ ἀπολαύωσιν. Εἰ δὲ αἴνιγμά σοι τοῦτο εἶναι δοκεῖ, καὶ τὸ ἔτι τούτου χεῖρον καὶ ἀπορώτερον ἄκουε· ὅτι οὐ ταύτῃ μόνον ἐστέρηνται τῆς τῶν ὄντων ἡδονῆς, τῷ μὴ τολμᾷν αὐτοῖς χρῆσθαι, ὡς βούλονται, ἀλλὰ καὶ τῷ μηδέποτε αὐτῶν ἐμπίπλασθαι, ἀλλ' ἐν τῷ διψῇν εἶναι διηνεκῶς· οὗ τί γένοιτ' ἂν χαλεπώτερον; Ἀλλ' οὐχ ὁ δίκαιος τοιοῦτος· ἀλλὰ καὶ τρόμου καὶ μίσους, καὶ φόβου καὶ τοῦ ἀνιάτου τούτου δίψους ἀπήλλακται· καὶ ὥσπερ ἐκείνῳ πάντες ἐπαρῶνται, οὕτω πάντες τούτῳ συνεύχονται· καὶ καθάπερ ἐκεῖνος οὐδένα κέκτηται φίλον, οὕτως οὗτος οὐδένα ἐχθρόν. Τί τοίνυν, τούτων οὕτως ὡμολογημένων, ἢ κακίας ἀηδέστερον, ἣ ἀρετῆς ἥδιον γένοιτ' ἄν; μᾶλλον δὲ, κἂν μυρία εἴπωμεν, οὐδεὶς οὔτε ἐκείνης τὴν λύπην, οὔτε ταύτης τὴν ἡδονὴν παραστῆσαι δυνήσεται λόγῳ, ἕως ἂν αὐτῆς ἀπολαύσωμεν. Τότε γὰρ καὶ πικρότερον χολῆς εὑρήσομεν τὴν κακίαν, ὅταν τοῦ τῆς ἀρετῆς ἀπογευσώμεθα μέλιτος. Ἔστι μὲν γὰρ καὶ νῦν ἀηδὴς καὶ φορτικὴ καὶ ἐπαχθὴς, καὶ πρὸς τοῦτο οὐδὲ αὐτοὶ οἱ θεραπεύοντες αὐτὴν ἀντεροῦσιν· ὅταν δὲ αὐτῆς ἀποστῶμεν, τότε αὐτῆς ἀκριβέστερον αἰσθανόμεθα τῶν πικρῶν ἐπιταγμάτων. Εἰ δὲ οἱ πολλοὶ πρὸς αὐτὴν τρέχουσι, θαυμαστὸν οὐδέν· ἐπεὶ καὶ παῖδες πολλάκις τὰ ἧττον ἡδέα ἑλόμενοι, τῶν μειζόνως εὐφραινόντων καταφρονοῦσι· καὶ οἱ νοσοῦντες ὑπὲρ προσκαίρου χάριτος τὴν διηνεκῆ καὶ ἀσφαλεστέραν εὐφροσύνην ἀπώλεσαν. Τοῦτο δὲ τῆς τῶν ἐρώντων ἀσθενείας τε καὶ ἀνοίας ἐστὶν, οὐ τῆς τῶν πραγμάτων φύσεως. Ὁ γὰρ μεθ' ἡδονῆς ζῶν, ὁ ἐνάρετός ἐστιν, ὁ πλουτῶν ὄντως καὶ ὄντως ἐλεύθερος ὤν. Εἰ δέ τις τὰ μὲν ἄλλα συγχωροίη τῇ ἀρετῇ, ἐλευθερίαν, ἄδειαν, τὸ φροντίδων ἀπηλλάχθαι, τὸ μηδένα δεδοικέναι, τὸ μηδένα ὑποπτεύειν, τὴν δὲ ἡδονὴν μὴ συγχωροίη, καὶ γελάσαι μοι λοιπὸν δαψιλὲς ἐνταῦθα ἐπέρχεται. Τί γὰρ ἕτερόν ἐστιν ἡδονὴ, ἢ τὸ φροντίδος ἀπηλλάχθαι καὶ φόβου καὶ ἀθυμίας, καὶ πᾶσιν ἀχείρωτον εἶναι; Τίς γὰρ ἐν ἡδονῇ, εἰπέ μοι, ὁ μαινόμενος καὶ σφαδάζων καὶ κεντούμενος ὑπὸ ἐπιθυμιῶν πολλῶν, καὶ οὐδὲ ἐν ἑαυτῷ ὢν, ἢ ὁ τούτων πάντων ἀπηλλαγμένος τῶν κυμάτων, καὶ ὥσπερ ἐν λιμένι τῇ φιλοσοφίᾳ καθήμενος; οὐκ εὔδηλον ὅτι οὗτος; Ἀλλὰ τῆς ἀρετῆς ἴδιον τοῦτο ἀνεφάνη. Ὥστε ἡ κακία ὄνομα μόνον ἡδονῆς ἔχει, τοῦ δὲ πράγματός ἐστιν ἔρημος· καὶ πρὸ μὲν τῆς ἀπολαύσεως μανία ἐστὶν, οὐχ ἡδονὴ, μετὰ δὲ τὴν ἀπόλαυσιν εὐθέως καὶ αὐτὴ σβέννυται. Εἰ τοίνυν οὔτε ἐν ἀρχῇ οὔτε μετὰ ταῦτα ἔστιν ἰδεῖν αὐτῆς τὴν ἡδονὴν, ποῦ φανεῖται καὶ πότε; Ἵνα δὲ σαφέστερον, ὃ λέγω, μάθῃς, ἐπὶ ὑποδείγματος τὸν λόγον γυμνάσωμεν· σκόπει δέ· ἠράσθη τις γυναικὸς ὡραίας καὶ εὐμόρφου· οὗτος ἕως μὲν ἂν μὴ ἐπιτύχῃ τοῦ ἔρωτος, τοῖς ἐξεστηκόσιν ἔοικε καὶ παραπαίουσιν· ἐπειδὰν δὲ ἐπιτύχῃ, ἔσβεσε τὴν ἐπιθυμίαν. Εἰ τοίνυν μήτε ἐν ἀρχῇ ἥδεται· μανία γὰρ τὸ πρᾶγμά ἐστι· μήτε ἐν τῷ τέλει· καταλύει γὰρ τῇ μίξει τὸν οἶστρον· ποῦ λοιπὸν αὐτὴν εὑρήσομεν; Ἀλλ' οὐ τὰ ἡμέτερα τοιαῦτα, ἀλλὰ καὶ ἐν ἀρχῇ ταραχῆς ἀπήλλακται πάσης, καὶ μέχρι τέλους ἀκμάζουσα μένει ἡ ἡδονή· μᾶλλον δὲ οὐδέ ἐστι τέλος παρ' ἡμῖν ἡδονῆς, οὐδὲ ἔχει πέρας ἡμῶν τὰ ἀγαθὰ, οὐδὲ καταλύεταί ποτε αὕτη ἡ ἡδονή. Ταῦτ' οὖν ἅπαντα ἐννοήσαντες, εἴ γε ἡδονῆς ἐρῶμεν, ἐπιλαβώμεθα ἀρετῆς, ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.
ΟΜΙΛΙΑ ΚΓʹ.
Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες, πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; αʹ. ∆είξας ὅτι πολὺ χρήσιμον τὸ συγκαταβαίνειν, καὶ ὡς τοῦτο ἡ ἄκρα τελειότης, καὶ ὅτι αὐτὸς πάντων πλέον πρὸς τὸ τέλειον ἀναβὰς, μᾶλλον δὲ καὶ ὑπερβὰς αὐτὸ τῷ μὴ λαμβάνειν, πάντων πλέον κατέβη πάλιν, καὶ ἑκατέρων τούτων τοὺς καιροὺς γνωρίμους ποιήσας ἡμῖν καὶ τῆς τελειότητος καὶ τῆς συγκαταβάσεως, πληκτικώτερον αὐτῶν καθικνεῖται λοιπὸν, αἰνιττόμενος ὅτι τοῦτο τὸ παρ' αὐτῶν γινόμενον καὶ δοκοῦν εἶναι τελειότητος, ματαιοπονία τίς ἐστι περιττή. Καὶ οὐ λέγει μὲν αὐτὸ οὕτω σαφῶς, ἵνα μὴ ἀπαναισχυντήσωσι· δι' ὧν δὲ κατασκευάζει, τοῦτο δηλοῖ· καὶ εἰπὼν ὅτι εἰς τὸν Χριστὸν ἁμαρτάνουσι, καὶ τοὺς ἀδελφοὺς ἀπολλύουσι, καὶ οὐδὲν αὐτοῖς ὄφελος γίνεται ἀπὸ τῆς γνώσεως τῆς τελείας, ἐὰν μὴ ἀγάπη προσῇ, πάλιν ἐπὶ κοινὸν ἔρχεται παράδειγμα, καὶ φησίν· Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες, πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; Τοῦτο δὲ λέγει, οὐχ ὡς καὶ ἐνταῦθα ἑνὸς ἐκ πάντων μέλλοντος σώζεσθαι, ἄπαγε, ἀλλ' ὡς πολλὴν ὀφειλόντων ἡμῶν εἰσενεγκεῖν τὴν σπουδήν. Ὥσπερ γὰρ ἐκεῖ κατιόντων πολλῶν εἰς τὸ στάδιον, οὐ στεφανοῦνται πολλοὶ, ἀλλ' εἰς ἕνα τοῦτο περιίσταται, καὶ οὐκ ἀρκεῖ τὸ καθεῖναι εἰς τὸν ἀγῶνα, οὔτε τὸ ἀλείψασθαι καὶ παλαῖσαι· οὕτω καὶ ἐνταῦθα οὐκ ἀρκεῖ τὸ πιστεῦσαι καὶ ὡς ἔτυχεν ἀγωνίσασθαι· ἀλλὰ ἂν μὴ οὕτω δράμωμεν, ὡς μέχρι τοῦ τέλους ἀλήπτους ἑαυτοὺς παρασχεῖν, καὶ ἐγγὺς γενέσθαι τοῦ βραβείου, οὐδὲ ἡμῖν ἔσται πλέον. Εἰ γὰρ καὶ τέλειον νομίζεις εἶναι σαυτὸν, φησὶ, κατὰ τὴν γνῶσιν, ἀλλ' οὐδέπω τοῦ παντὸς ἐπιλήψῃ, ὅπερ αἰνιττόμενος ἔλεγεν· Οὕτω τρέχετε, ἵνα καταλάβητε. Οὐκ ἄρα που κατειληφότες ἦσαν. Καὶ εἰπὼν οὕτω, καὶ τὸν τρόπον διδάσκει· Πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. Τί ἐστι, Πάντα; Οὐχὶ τοῦδε μὲν ἀπέχεται, ἐν ἑτέρῳ δὲ διαμαρτάνει, ἀλλὰ καὶ γαστριμαργίας, καὶ λαγνείας καὶ μέθης, καὶ πάντων ἁπλῶς κρατεῖ τῶν παθῶν. Τοῦτο γὰρ, φησὶ, καὶ ἐπὶ τῶν ἔξωθεν ἀγώνων γίνεται. Οὐδὲ γὰρ μεθύειν ἔξεστι τοῖς ἀγωνιζομένοις κατὰ τὸν καιρὸν τῆς ἀγωνίας οὐδὲ, πορνεύειν, ἵνα μὴ τὴν δύναμιν ἐκλύσωσιν, ἀλλ' οὐδὲ περὶ ἄλλο τι οὐδὲν ἠσχολῆσθαι· ἀλλὰ πάντων ἑαυτοὺς ἅπαξ ἀποστήσαντες, τοῖς γυμνασίοις μόνον προσέχουσιν. Εἰ δὲ ἐκεῖ ταῦτα, ὅπου καὶ εἰς ἕνα ὁ στέφανος, πολλῷ μᾶλλον ἐνταῦθα, ὅπου καὶ πλείων ἡ φιλοτιμία. Οὐδὲ γὰρ εἷς ὁ στεφανούμενος μόνος, καὶ τὰ ἔπαθλα δὲ πολὺ τοὺς πόνους νικᾷ. ∆ιὸ καὶ ἐντρεπτικῶς αὐτὸ τίθησι λέγων· Ἐκεῖνοι μὲν οὖν, ἵνα φθαρτὸν στέφανον λάβωσιν· ἡμεῖς δὲ ἄφθαρτον. Ἐγὼ τοίνυν οὕτω τρέχω, ὡς οὐκ ἀδήλως. Ἐντρέψας γὰρ αὐτοὺς ἀπὸ τῶν ἔξωθεν, καὶ ἑαυτὸν εἰς μέσον ἄγει λοιπὸν, ὅπερ ἄριστος τρόπος διδασκαλίας ἐστί. ∆ιὸ καὶ πανταχοῦ φαίνεται τοῦτο ποιῶν. Τί δέ ἐστιν, Οὐκ ἀδήλως; Πρὸς σκοπόν τινα βλέπων, φησὶν, οὐκ εἰκῆ καὶ μάτην, καθάπερ ὑμεῖς. Τί γὰρ ὑμῖν γίνεται πλέον ἀπὸ τοῦ εἰς εἰδωλεῖα εἰσιέναι, καὶ τὴν τελειότητα δῆθεν ἐκείνην ἐπιδείκνυσθαι; Οὐδέν. Ἀλλ' οὐκ ἐγὼ τοιοῦτος, ἀλλὰ πάντα, ἅπερ ποιῶ, ὑπὲρ τῆς τῶν πλησίον σωτηρίας ποιῶ· κἂν τελειότητα ἐπιδείξωμαι, δι' αὐτούς· κἂν συγκατάβασιν, δι' αὐτούς· κἂν ὑπερβῶ Πέτρον ἐν τῷ μὴ λαμβάνειν, ἵνα μὴ σκανδαλισθῶσι· κἂν καταβῶ πλέον πάντων, περιτεμνόμενος καὶ ξυρώμενος, ἵνα μὴ ὑποσκελισθῶσι. Τοῦτό ἐστιν, Οὐκ ἀδήλως. Σὺ δὲ διὰ τί ἐσθίεις ἐν εἰδωλείοις, εἰπέ μοι; Ἀλλ' οὐκ ἂν ἔχοις εἰπεῖν αἰτίαν εὔλογον οὐδεμίαν. Βρῶμα γάρ σε οὐ παρίστησι τῷ Θεῷ· καὶ οὔτε ἐὰν φάγῃς, περισσεύεις, οὔτε ἐὰν μὴ φάγῃς, ὑστερῇ. Οὐκοῦν ἁπλῶς καὶ ὡς ἔτυχε τρέχεις· τοῦτο γάρ ἐστιν, Ἀδήλως. Οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων. Πάλιν τὸ οὐκ εἰκῆ καὶ μάτην αἰνιττόμενος, τοῦτό φησιν· Ἔχω γὰρ ὃν πλήξω, τουτέστι, τὸν διάβολον· σὺ δὲ αὐτὸν οὐ πλήττεις, ἀλλὰ καὶ ἁπλῶς ἐκχέεις σαυτοῦ τὴν ἰσχύν. Τέως μὲν οὖν αὐτοὺς διαβαστάζων, οὕτω φησίν. Ἐπειδὴ γὰρ σφοδροτέρως αὐτοῖς ἐχρήσατο ἐν τοῖς ἔμπροσθεν, πάλιν κατέχει τὴν ἐπιτίμησιν, τῷ τέλει τοῦ λόγου τηρῶν τὴν βα θεῖαν τομήν. Ἐνταῦθα μὲν γάρ φησιν, ὅτι εἰκῆ καὶ μάτην ποιοῦσιν· ὕστερον δὲ δείκνυσιν, ὅτι, καὶ ἐπ' ὀλέθρῳ πολλῷ τῆς ἑαυτῶν κεφαλῆς, καὶ ὅτι καὶ χωρὶς τῆς βλάβης τῶν ἀδελφῶν, οὐδὲ αὐτοὶ ἀνεύθυνοι ταῦτα τολμῶντες. Ἀλλ' ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Ἐνταῦθα δείκνυσι καὶ ὑπὸ ἐπιθυμίας γαστρὸς κατεχομένους καὶ ἀνιέντας αὐτῇ τὰς ἡνίας, καὶ προσχήματι τελειότητος τὴν γαστριμαργίαν τὴν ἑαυτῶν πληροῦντας· ὃ καὶ ἄνωθεν ὤδινεν εἰπεῖν, ὅτε ἔλεγε· Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν. Ἐπειδὴ γὰρ καὶ πορνείαν τρυφὴ ποιεῖ, καὶ εἰδωλολατρείαν τοῦτο ἔτεκε, εἰκότως πολλαχοῦ καθικνεῖται τοῦ νοσήματος· καὶ δεικνὺς ὅσα ἔπαθε διὰ τὸ εὐαγγέλιον, καὶ τοῦτο μετ' ἐκείνων τίθησιν. Ὥσπερ γὰρ, φησὶν, ὑπερέβην τὰ προστάγματα, καὶ ταῦτα οὐ κούφου μοι τοῦ πράγματος ὄντος· καὶ γὰρ, Πάντα στέγομεν, φησίν· οὕτω καὶ ἐνταῦθα πολὺν ὑπομένω πόνον, ὥστε σωφρόνως ζῇν. Εἰ γὰρ καὶ δυσένδοτος ἡ ἐπιθυμία καὶ ἡ τῆς γαστρὸς τυραννὶς, ἀλλ' ὅμως αὐτὴν χαλινῶ, καὶ οὐκ ἐνδίδωμι ἐμαυτὸν τῷ πάθει, ἀλλὰ πάντα ὑπομένω πόνον, ὥστε μὴ παρασυρῆναι.
βʹ. Μὴ γὰρ δὴ νομίσητε ἀπραγμόνως με ταῦτα κατορθοῦν. Καὶ γὰρ δρόμος ἐστὶ καὶ παγκράτιον καὶ φύσεως τυραννὶς, κατεξανισταμένη συνεχῶς καὶ ἐλευθεριάζειν βουλομένη· ἀλλ' οὐκ ἀνέχομαι, ἀλλὰ καταστέλλω καὶ ὑποτάττω μετὰ πολλῶν τῶν ἱδρώτων αὐτήν. Ταῦτα δὲ λέγει, ἵνα μηδεὶς ἀπογινώσκῃ τῶν ὑπὲρ ἀρετῆς ἀγώνων, ἐπειδὴ τὸ πρᾶγμα ἐπίπονον· διό φησιν, Ὑπωπιάζω καὶ δουλαγωγῶ. Οὐκ εἶπεν, Ἀναιρῶ, οὐδὲ, Κολάζω· οὐδὲ γὰρ ἐχθρὰ ἡ σάρξ· ἀλλ', Ὑπωπιάζω καὶ δουλαγωγῶ, ὃ δεσπότου ἐστὶν, οὐ πολεμίου· διδασκάλου, οὐκ ἐχθροῦ· παιδοτρίβου, οὐκ ἐναντίου. Μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Εἰ δὲ Παῦλος τοῦτο δέδοικεν ὁ τοσούτους διδάξας, καὶ δέδοικε μετὰ τὸ κηρῦξαι καὶ γενέσθαι ἄγγελος, καὶ τῆς οἰκουμένης τὴν προστασίαν δέξασθαι, τί ἂν εἴποιμεν ἡμεῖς; Μὴ γὰρ δὴ νομίσητε, φησὶν, ἐπειδὴ ἐπιστεύσατε, ὅτι ἀρκεῖ τοῦτο εἰς σωτηρίαν ὑμῖν. Εἰ γὰρ ἐμοὶ τὸ κηρῦξαι, τὸ διδάξαι, τὸ μυρίους προσαγαγεῖν, οὐκ ἀρκεῖ εἰς σωτηρίαν, εἰ μὴ καὶ τὰ κατ' ἐμαυτὸν παρασχοίμην ἄληπτα, πολλῷ μᾶλλον ὑμῖν. Εἶτα ἐφ' ἕτερα ὑποδείγματα ἔρχεται πάλιν· καὶ ὥσπερ ἀνωτέρω τὰ τῶν ἀποστόλων, καὶ τὰ τῆς κοινῆς συνηθείας, καὶ τὰ τῶν ἱερέων καὶ τὰ ἑαυτοῦ τέθεικεν· οὕτω καὶ ἐνταῦθα τὰ τῶν Ὀλυμπιακῶν ἀγώνων. Καὶ τὰ παρ' ἑαυτοῦ θεὶς, πάλιν ἐπὶ τὰς τῆς Παλαιᾶς πρόεισιν ἱστορίας. Καὶ ἐπειδὴ μέλλει φορτικώτερον ποιεῖν τὸν λόγον, κοινὴν ποιεῖται τὴν παραίνεσιν, καὶ οὐ περὶ τῶν προκειμένων μόνον, ἀλλὰ καὶ περὶ πάντων ἁπλῶς τῶν παρὰ Κορινθίοις νοσημάτων διαλέγεται. Καὶ ἐπὶ μὲν τῶν ἔξωθεν ἀγώνων· Οὐκ οἴδατε, φησίν· ἐνταῦθα δὲ, Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί. Τοῦτο δὲ ἔλεγε, δεικνὺς ὅτι οὐ σφόδρα ἦσαν ταῦτα πεπαιδευμένοι. Καὶ τί τοῦτό ἐστιν, ὅπερ οὐ θέλεις ἡμᾶς ἀγνοεῖν; Ὅτι οἱ πατέρες ἡμῶν πάντες, φησὶν, ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ διὰ τῆς θαλάσσης διῆλθον, καὶ εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ· καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον (ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέ τρα ἦν ὁ Χριστός)· ἀλλ' οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησεν ὁ Θεός. Καὶ τίνος ἕνεκεν, φησὶ, ταῦτα λέγει; Ἵνα δείξῃ, ὅτι ὥσπερ ἐκείνους οὐκ ὤνησε τὸ τοσαύτης ἀπολαῦσαι δωρεᾶς, οὕτως οὐδὲ τούτους τὸ βαπτίσματος τυχεῖν καὶ μυστηρίων πνευματικῶν ἀπολαῦσαι, εἰ μὴ μέλλοιεν ἄξιον τῆς χάριτος ἐπιδείκνυσθαι βίον. ∆ιὸ καὶ τοὺς τοῦ βαπτίσματος, καὶ τοὺς τῶν μυστηρίων παράγει τύπους. Τί δέ ἐστιν, Εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο; Καθάπερ ἡμεῖς τῷ Χριστῷ πιστεύσαντες καὶ τῇ ἀναστάσει αὐτοῦ, βαπτιζόμεθα, ὡς καὶ αὐτοὶ τῶν αὐτῶν μυστηρίων κοινωνήσοντες· Βαπτιζόμεθα γὰρ, φησὶν, ὑπὲρ τῶν νεκρῶν, τουτέστι, τῶν σωμάτων τῶν ἡμετέρων· οὕτω κἀκεῖνοι θαῤῥήσαντες τῷ Μωϋσεῖ, τουτέστιν, ἰδόντες αὐτὸν διαβάντα πρῶτον, κατετόλμησαν καὶ αὐτοὶ τῶν ὑδάτων. Ἀλλ' ἐπειδὴ βούλεται τὸν τύπον ἐγγὺς τῆς ἀληθείας ἀγαγεῖν, οὐ λέγει οὕτως, ἀλλὰ τοῖς τῆς ἀληθείας ὀνόμασι κέχρηται καὶ ἐπὶ τοῦ τύπου. Καὶ τοῦτο μὲν τοῦ λουτροῦ σύμβολον· τὰ δὲ μετὰ ταῦτα, τῆς ἱερᾶς τραπέζης. Καθάπερ γὰρ σὺ τὸ σῶμα ἐσθίεις τὸ δεσποτικὸν, οὕτως ἐκεῖνοι τὸ μάννα· καὶ ὥσπερ σὺ τὸ αἷμα πίνεις, οὕτω καὶ ἐκεῖνοι ὕδωρ ἐκ πέτρας. Εἰ γὰρ καὶ αἰσθητὰ ἦν τὰ γινόμενα, ἀλλὰ πνευματικῶς παρείχετο, οὐ κατὰ φύσεως ἀκολουθίαν, ἀλλὰ κατὰ δωρεᾶς χάριν, καὶ μετὰ τοῦ σώματος καὶ τὴν ψυχὴν ἔτρεφεν εἰς πίστιν ἐνάγοντα. ∆ιά τοι τοῦτο περὶ μὲν τῆς τροφῆς οὐδὲν εἶπεν· ἐξηλλαγμένη γὰρ ἦν, οὐ τῷ τρόπῳ μόνον, ἀλλὰ καὶ τῇ φύσει· μάννα γὰρ ἦν· ἐπὶ δὲ τοῦ ποτοῦ, ἐπειδὴ ὁ τρόπος τῆς χορηγίας μόνος ἦν ὁ παράδοξος, καὶ κατασκευῆς ἐδεήθη· διόπερ εἰπὼν, ὅτι Τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον, ἐπήγαγεν· Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· καὶ προσέθηκεν, Ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Οὐ γὰρ ἡ τῆς πέτρας φύσις τὸ ὕδωρ ἠφίει, φησίν· ἦ γὰρ ἂν καὶ πρὸ τούτου ἀνέβλυζεν· ἀλλ' ἑτέρα τις πέτρα πνευματικὴ τὸ πᾶν εἰργάζετο, τουτέστιν, ὁ Χριστὸς ὁ παρὼν αὐτοῖς πανταχοῦ, καὶ πάντα θαυματουργῶν. ∆ιὰ γὰρ τοῦτο εἶπεν, Ἀκολουθούσης. Εἶδες Παύλου σοφίαν, πῶς ἑκατέρων αὐτὸν ὄντα χορηγὸν δείκνυσι, καὶ ταύτῃ τὸν τύπον ἐγγὺς τῆς ἀληθείας ἄγων; Ὁ γὰρ ἐκεῖνα παρασχὼν ἐκείνοις, φησὶν, οὗτος καὶ ταύτην κατεσκεύασε τὴν τράπεζαν· καὶ ὁ αὐτὸς κἀκείνους διὰ τῆς θαλάττης, καὶ σὲ διὰ τοῦ βαπτίσματος ἤγαγε· κἀκείνοις μάννα καὶ ὕδωρ, καὶ σοὶ σῶμα καὶ αἷμα παρέσχε. Καὶ τὰ μὲν τῆς δωρεᾶς αὐτοῦ τοιαῦτα· ἴδωμεν δὲ καὶ τὰ ἑξῆς, καὶ σκοπήσωμεν, εἰ τῆς δωρεᾶς ἀναξίων φανέντων τούτων ἐφείσατο. Ἀλλ' οὐκ ἂν ἔχοις τοῦτο εἰπεῖν· διὸ καὶ ἐπήγαγεν, Ἀλλ' οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησεν ὁ Θεὸς, καίτοι γε τιμήσας αὐτοὺς τοσαύτῃ τιμῇ. Ἀλλ' οὐδὲν αὐτοὺς τοῦτο ὤνησεν, ἀλλ' οἱ πλείους ἀπώλοντο. Καὶ μὴν πάντες ἀπώλοντο· ἀλλ' ἵνα μὴ δόξῃ καὶ τούτοις πανωλεθρίαν προφητεύειν, διὰ τοῦτο εἶπεν, Οἱ πλείους. Καίτοι γε ἄπειροι ἦσαν, ἀλλ' οὐδὲν τὸ πλῆθος ὠφέλησε· καὶ πάντα ἐκεῖνα ἀγάπης τεκμήρια ἦν, ἀλλ' οὐδὲ τοῦτο αὐτοὺς ὤνησεν, ἐπεὶ μηδὲ αὐτοὶ τὰ τῆς ἀγάπης ἐπεδείκνυντο. Ἐπειδὴ γὰρ τοῖς περὶ γεέννης λόγοις οἱ πολλοὶ διαπιστοῦσιν, ἅτε μὴ παροῦσι μηδὲ φαινομένοις, ἀπὸ τῶν ἤδη γεγενημένων δείκνυσιν, ὅτι κολάζει τοὺς ἁμαρτάνοντας ὁ Θεὸς, κἂν μυριάκις εὐεργετηκὼς ᾖ· Εἰ γὰρ καὶ τοῖς μέλλουσιν ἀπιστεῖτε, φησὶν, ἀλλ' οὐ δήπου καὶ τοῖς γεγενημένοις ἀπιστήσετε.
γʹ. Σκοπεῖτε γοῦν ἡλίκα εὐηργέτησε τούτους· Αἰγύπτου καὶ τῆς ἐκεῖ δουλείας ἀπήλλαξε, τὴν θάλασσαν ὑπεστόρεσεν, ἐξ οὐρανοῦ μάννα κατήνεγκε, κάτωθεν ὑδάτων πηγὰς ξένας καὶ παραδόξους ἀνῆκε, παρῆν αὐτοῖς πανταχοῦ θαυματουργῶν, καὶ πάντοθεν αὐτοὺς τειχίζων· ἀλλ' ὅμως, ἐπειδὴ τῆς δωρεᾶς ταύτης οὐδὲν ἄξιον ἐπεδείξαντο, οὐκ ἐφείσατο αὐτῶν, ἀλλ' ἀπώλεσεν ἅπαντας. Κατεστρώθησαν γὰρ, φησὶν, ἐν τῇ ἐρήμῳ· τήν τε ἀθρόαν αὐτῶν ἀπώλειαν καὶ τὰς κολάσεις καὶ τὰς τιμωρίας τὰς θεηλάτους ἐμφαίνων διὰ τῆς λέξεως ταύτης, καὶ ὅτι οὐδὲ τῶν προκειμένων ἐπάθλων ἐπέτυχον. Οὐδὲ γὰρ ἐν τῇ γῇ τῆς ἐπαγγελίας ταῦτα αὐτοῖς εἰργάσατο, ἀλλ' ἔξω καὶ πόῤῥω που καὶ μακρὰν τῆς χώρας ἐκείνης, διπλῇ τιμωρίᾳ κολάσας, καὶ τῷ μὴ συγχωρῆσαι τὴν γῆν ἰδεῖν, καὶ ταῦτα ἐπηγγελμένην αὐτοῖς, καὶ τῷ κολάσαι χαλεπῶς. Καὶ τί πρὸς ἡμᾶς ταῦτα; φησί· Πρὸς σὲ μὲν οὖν· διὸ καὶ ἐπήγαγε· Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν. Ὥσπερ γὰρ αἱ δωρεαὶ τύποι, οὕτω καὶ αἱ κολάσεις τύποι· καὶ ὥσπερ τὸ βάπτισμα καὶ ἡ τράπεζα προδιεγράφετο, οὕτω καὶ διὰ τῶν μετὰ ταῦτα, ὅτι καὶ κολασθήσονται οἱ ταύτης ἀνάξιοι τῆς δωρεᾶς, προανεφωνεῖτο δι' ἡμᾶς, ὥστε σωφρονεστέρους γενέσθαι τοῖς παραδείγμασιν ἐκείνοις. ∆ιὸ καὶ ἐπήγαγεν· Εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν. Ὥσπερ γὰρ ἐν ταῖς εὐεργεσίαις οἱ τύποι προέλαβον, καὶ ἠκολούθησεν ἡ ἀλήθεια, οὕτω καὶ ἐν ταῖς τιμωρίαις ἕψεται. Ὁρᾷς πῶς δείκνυσιν, οὐχ ὅτι κολασθήσονται μόνον, ἀλλ' ὅτι καὶ μειζόνως ἢ ἐκεῖνοι; Εἰ γὰρ τὸ μὲν τύπος, τὸ δὲ ἀλήθεια, ἀνάγκη καὶ ἐν ταῖς τιμωρίαις πολλὴν εἶναι τὴν ὑπεροχὴν, ὥσπερ καὶ ἐν ταῖς δωρεαῖς. Καὶ σκόπει τίνων καθάπτεται πρῶτον· τῶν ἐν τοῖς εἰδωλείοις ἐσθιόντων. Εἰπὼν γὰρ, Μὴ εἶναι ἐπιθυμητὰς κακῶν, ὅπερ ἦν καθολικὸν, ἐπάγει καὶ τὸ κατ' εἶδος, δεικνὺς ὅτι ἕκαστον τῶν ἁμαρτημάτων ἐκ πονηρᾶς γέγονεν ἐπιθυμίας· καὶ πρῶτον τοῦτο ἔφη· Μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν, ὥσπερ γέγραπται· Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. Ἤκουσας πῶς λοιπὸν καὶ εἰδωλολάτρας καλεῖ; ἀλλ' ἐνταῦθα μὲν ἀποφαινόμενος, ὕστερον δὲ καὶ κατασκευάζων. Καὶ τὴν αἰτίαν δὲ τέθεικε, δι' ἣν εἰς τὰς τραπέζας ἐκείνας ἔτρεχον· αὕτη δὲ ἦν γαστριμαργία. ∆ιόπερ εἰπὼν, Εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καὶ ἐπαγαγὼν, Μηδὲ εἰδωλολάτρας γίνεσθαι, τὴν αἰτίαν τῆς τοιαύτης παρανομίας τίθησιν· αὕτη δὲ ἦν ἡ γαστριμαργία. Ἐκάθισε γὰρ, φησὶν, ὁ λαὸς φαγεῖν καὶ πιεῖν. Καὶ τὸ ἐξ αὐτῆς τέλος προστίθησιν, ὅτι Ἀνέστησαν παίζειν Ὥσπερ γὰρ ἐκεῖνοι, φησὶν, ἀπὸ τρυφῆς εἰς εἰδωλολατρείαν ἐξέβησαν· οὕτω δέος, μὴ καὶ ὑμεῖς ἐντεῦθεν ἐκεῖ πέσητε. Εἶδες πῶς ἔδειξε τοὺς δῆθεν τελείους τούτους ἐκείνων ἀτελεστέρους; οὓς ἔπληττεν οὐ τούτῳ μόνον τῷ μὴ διαβαστάζειν, ἀλλὰ καὶ τῷ τοὺς μὲν ἀπὸ ἀγνοίας, τοὺς δὲ ἀπὸ γαστριμαργίας ἁμαρτάνειν· καὶ τῆς μὲν ἐκείνων ἀπωλείας τὴν κόλασιν τούτοις λογίζεται, τούτους δὲ οὐκ ἀφίησιν, εἰς ἕτερον ἀνενεγκεῖν τῆς οἰκείας ἁμαρτίας τὴν πρόφασιν, ἀλλὰ καὶ τῆς ἐκείνων βλάβης καὶ τῆς ἑαυτῶν αὐτοὺς ὑπευθύνους ἀποφαίνεται. Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν. Τίνος ἕνεκεν τῆς πορνείας ἐνταῦθα μέμνηται πάλιν, τοσαῦτα περὶ αὐτῆς ἔμπροσθεν διαλεχθείς; Ἔθος ἀεὶ τῷ Παύλῳ, ὅταν ὑπὲρ πολλῶν ἁμαρτημάτων ἐγκαλῇ, καὶ τάξει αὐτὰ διατιθέναι καὶ καθ' ἕκαστον ἐπιέναι τοῖς προκειμένοις, καὶ πάλιν ἐν τοῖς περὶ ἑτέρων λόγοις καὶ τῶν προ τέρων μεμνῆσθαι· ὃ δὴ καὶ ὁ Θεὸς ἐποίει ἐπὶ τῆς Παλαιᾶς, καθ' ἕκαστον τῶν πεπλημμελημένων ἀναμιμνήσκων τοῦ μόσχου τοὺς Ἰουδαίους, καὶ τὴν ἁμαρτίαν ἐκείνην εἰς μέσον ἄγων. Τοῦτο τοίνυν καὶ ὁ Παῦλος ἐνταῦθα ποιεῖ, ὁμοῦ τε ἐκείνης αὐτοὺς ἀναμιμνήσκων τῆς ἁμαρτίας, καὶ διδάσκων, ὅτι καὶ τοῦτο ἐντεῦθεν ἐτέχθη τὸ κακὸν, ἀπὸ τρυφῆς καὶ γαστριμαργίας. ∆ιὸ καὶ ἐπήγαγε· Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἰκοσιτρεῖς χιλιάδες. Καὶ διὰ τί μὴ τίθησι καὶ τὴν ἐπὶ τῆς εἰδωλολατρείας κόλασιν; Ἢ ἐπειδὴ δῆλον ἦν καὶ σαφέστερον· ἢ ἐπειδὴ πληγὴ τοσαύτη οὐ γέγονε τότε, ὅση ἐπὶ τοῦ Βαλαὰμ, ἡνίκα ἐτελέσθησαν τῷ Βεελφεγὼρ, τῶν Μαδιανιτίδων γυναικῶν ἐπὶ τῆς παρατάξεως φανεισῶν καὶ ἐφελκυσαμένων αὐτοὺς εἰς ἀσέλγειαν κατὰ τὴν συμβουλὴν Βαλαάμ. Ὅτι γὰρ τοῦ Βαλαὰμ ἦν ἡ πονηρὰ αὕτη συμβουλὴ, δηλοῖ Μωϋσῆς μετὰ ταῦτα λέγων οὕτω πρὸς τῷ τέλει τοῦ βιβλίου τῶν Ἀριθμῶν· Καὶ τὸν Βαλαὰμ υἱὸν Βεὼρ ἀπέκτειναν ἐν τῷ πολέμῳ Μαδιὰμ μετὰ τῶν τραυματιῶν, καὶ ἤγαγον τὰ σκῦλα. Καὶ ὠργίσθη Μωϋσῆς, καὶ εἶπεν· Ἵνα τί ἐζωγρήσατε πᾶν θῆλυ; Αὗται γὰρ ἦσαν τοῖς υἱοῖς Ἰσραὴλ εἰς σκάνδαλον, κατὰ τὸ ῥῆμα Βαλαὰμ, τοῦ ἀποστῆσαι καὶ ὑπεριδεῖν τὸ ῥῆμα Κυρίου ἕνεκεν Φεγώρ. Μηδὲ ἐκπειράζωμεν τὸν Χριστὸν, καθὼς καί τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο.
δʹ. ∆ιὰ τούτου πάλιν ἕτερον αἰνίττεται ἔγκλημα, ὃ καὶ πρὸς τῷ τέλει τίθησιν, ἐγκαλῶν αὐτοῖς, ὅτι περὶ σημείων ἐμάχοντο, καὶ τῶν πειρασμῶν δὲ ἕνεκεν ἐγόγγυζον λέγοντες, Πότε ἥξει τὰ ἀγαθὰ, πότε τὰ ἔπαθλα; ∆ιὸ καὶ ἐπάγει τούτων ἕνεκεν διορθούμενος αὐτοὺς καὶ φοβῶν· Μηδὲ γογγύζετε, καθὼς καί τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. Οὐδὲ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον μόνον, τὸ πάσχειν ὑπὲρ τοῦ Χριστοῦ, ἀλλὰ καὶ τὸ γενναίως τὰ ἐπιόντα φέρειν, καὶ μεθ' ἡδονῆς ἁπάσης. Τοῦτο γάρ ἐστιν ὁ στέφανος ἅπας· ὡς, ἂν μὴ τοῦτο ᾖ, καὶ κόλασις ἕψεται τοῖς δυσανασχετοῦσι. ∆ιὰ τοῦτο καὶ οἱ ἀπόστολοι μαστιζόμενοι ἔχαιρον, καὶ Παῦλος ἐν τοῖς παθήμασιν ἐκαυχᾶτο. Πάντα δὲ ταῦτα τυπικῶς συνέβαινον ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε. Πάλιν φοβεῖ τῷ τὰ τέλη λέγειν, καὶ μείζονα τῶν γεγενημένων προσδοκᾷν παρασκευάζει. Ὅτι μὲν γὰρ δώσομεν δίκην, ἀπὸ τῶν εἰρημένων, φησὶ, δῆλον καὶ τοῖς ἀπιστοῦσι τοῖς περὶ γεέννης λόγοις· ὅτι δὲ καὶ χαλεπωτέραν, ἀφ' ὧν πλειόνων ἀπελαύσαμεν εὐεργεσιῶν, καὶ ἀφ' ὧν ἐκεῖνα τύποι. Εἰ γὰρ ἐν ταῖς δωρεαῖς ὑπεροχὴ, εὔδηλον ὅτι καὶ ἐν τῇ τιμωρίᾳ. ∆ιὰ τοῦτο καὶ τύπους ἐκάλεσε, καὶ δι' ἡμᾶς γεγράφθαι ἔφη, καὶ τέλους ἐμνημόνευσεν, ἵνα ἀναμνήσῃ τῆς συντελείας. Οὐ γὰρ τοιαῦται τότε αἱ τιμωρίαι, ὡς καὶ πέρας λαμβάνειν καὶ καταλύεσθαι, ἀλλ' αἰώνιος ἡ κόλασις. Ὥσπερ γὰρ αἱ ἐνταῦθα κολάσεις τῷ παρόντι συγκαταλύονται βίῳ, οὕτως αἱ ἐκεῖ διηνεκῶς μένουσιν. Ὅταν δὲ εἴπῃ, Τὰ τέλη τῶν αἰώνων, οὐδὲν ἄλλο λέγει, ἢ ὅτι ἐφέστηκε λοιπὸν τὸ δικαστήριον τὸ φοβερόν. Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ. Πάλιν αὐτῶν τὸν τῦφον καθεῖλε τῶν ἐπὶ τῇ γνώσει μέγα φρονούντων. Εἰ γὰρ οἱ τοσούτων ἀπολαύσαντες τοιαῦτα ἔπαθον, καὶ οἱ μὲν ὑπὲρ γογ γυσμοῦ μόνον τοιαύτην ἔδοσαν δίκην, οἱ δὲ ὑπὲρ τοῦ πειράσαι, καὶ οὔτε τὸ πλῆθος ἐδυσώπησε τὸν Θεὸν, οὔτε τὸ τοιούτων ἐπιτυχεῖν· πολλῷ μᾶλλον ἐφ' ἡμῶν, ἂν μὴ νήφωμεν, τοῦτο ἔσται. Καὶ καλῶς εἶπεν· Ὁ δοκῶν ἑστάναι. Τοῦτο γὰρ οὐδὲ ἑστάναι ἐστὶν, ὡς ἑστάναι χρὴ, τὸ θαῤῥεῖν ἑαυτῷ· ταχέως γὰρ ὁ τοιοῦτος πεσεῖται· ἐπεὶ καὶ ἐκεῖνοι, εἰ μὴ μέγα ἐφρόνησαν καὶ ἐθάῤῥησαν, ἀλλ' ἦσαν κατεσταλμένοι, οὐκ ἂν ταῦτα ἔπαθον. Ὅθεν δῆλον, ὅτι ἀλαζονεία μάλιστα καὶ ῥᾳθυμία ἑξῆς καὶ ἡ γαστριμαργία τούτων εἰσὶν αἱ πηγαὶ τῶν κακῶν. Ὥστε εἰ καὶ ἕστηκας, φυλάττου τὸ μὴ πεσεῖν. Τὸ γὰρ ἐνταῦθα στῆναι οὐκ ἔστιν ἑστάναι βεβαίως, ἕως ἂν ἀπαλλαγῶμεν τῶν κυμάτων τοῦ παρόντος βίου, καὶ πρὸς τὸν εὐδιεινὸν καταπλεύσωμεν λιμένα. Μὴ τοίνυν ἐπὶ τῇ στάσει φρόνει μέγα, ἀλλὰ φυλάττου τὴν πτῶσιν. Εἰ γὰρ Παῦλος δέδοικεν, ὁ πάντων στεῤῥότερος, πολλῷ μᾶλλον ἡμᾶς δεδοικέναι χρή. Ὁ μὲν οὖν Ἀπόστολος ἔλεγεν, Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· ἡμεῖς δὲ οὐδὲ τοῦτο δυνάμεθα εἰπεῖν, πάντων, ὡς εἰπεῖν, πεπτωκότων καὶ κατεστρωμένων καὶ χαμαὶ κειμένων. Τίνι γὰρ εἴπω τοῦτο; τῷ ἁρπάζοντι καθ' ἑκάστην ἡμέραν; ἀλλὰ κεῖται μέγα πτῶμα πεσών. Ἀλλὰ τῷ πόρνῳ; ἀλλὰ ἔῤῥιπται χαμαί. Ἀλλὰ τῷ μεθύοντι; ἀλλὰ καὶ αὐτὸς κεῖται· καὶ οὐδὲ, ὅτι κεῖται, οἶδεν. Ὥστε οὐ τούτου καιρὸς τοῦ ῥήματος, ἀλλ' ἐκείνου τοῦ προφητικοῦ, ὃ καὶ πρὸς Ἰουδαίους ἔλεγε· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; Καὶ γὰρ ἅπαντες κεῖνται, καὶ ἀναστῆναι οὐ βούλονται. Ὥστε ἡ προτροπὴν ἡμῖν οὐχ ὑπὲρ τοῦ μὴ πεσεῖν, ἀλλ' ὑπὲρ τοῦ τοὺς κειμένους δυνηθῆναι ἀναστῆναι. Ἀναστῶμεν τοίνυν ὀψὲ γοῦν ποτε, ἀγαπητοὶ, ἀναστῶμεν, καὶ στῶμεν γενναίως. Μέχρι τίνος κείμεθα; μέχρι τίνος μεθύομεν, τῇ πολλῇ τῶν βιωτικῶν ἐπιθυμίᾳ κεκαρωμένοι; Εὔκαιρον καὶ νῦν εἰπεῖν· Πρὸς τίνα λαλήσω καὶ διαμαρτύρομαι; οὕτω πάντες καὶ πρὸς αὐτὴν τῆς ἀρετῆς τὴν διδασκαλίαν εἰσὶ κεκωφωμένοι, καὶ πολλῶν ἐντεῦθεν ἐμπεπλησμένοι κακῶν! Καὶ εἰ τὰς ψυχὰς γυμνὰς ἦν ἰδεῖν, καθάπερ ἐπὶ τῶν στρατοπέδων τῆς συμβολῆς παρελθούσης, τοὺς μὲν νεκροὺς ἔστι θεάσασθαι, τοὺς δὲ τετραυματισμένους, οὕτω καὶ ἐπὶ τῆς Ἐκκλησίας εἴδομεν ἄν. ∆ιὸ δέομαι καὶ παρακαλῶ, χεῖρα ἀλλήλοις ὀρέξωμεν καὶ διαναστῶμεν. Καὶ γὰρ ἐγὼ τῶν πεπληγότων εἰμὶ, καὶ δεομένων τοῦ φάρμακα ἐπιθήσοντος. Ἀλλὰ μὴ ἀπογνῶτε διὰ τοῦτο· εἰ γὰρ καὶ χαλεπαὶ αἱ πληγαὶ, ἀλλ' οὐκ ἀνίατοι. Τοιοῦτος ἡμῶν ὁ ἰατρός· μόνον αἰσθώμεθα τῶν τραυμάτων, κἂν εἰς αὐτὸ τὸ ἔσχατον ἔλθωμεν τῆς κακίας, πολλὰς ὁδοὺς τέμνει σωτηρίας ἡμῖν. Κἂν γὰρ τῷ πλησίον ἀφῇς ὀργὴν, ἀφεθήσεταί σοι πλημμελήματα· Ἐὰν γὰρ ἀφῆτε, φησὶ, τοῖς ἀνθρώποις, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος. Κἂν ἐλεημοσύνην δῷς, συγχωρήσει σοι τὰ ἁμαρτήματα· Τὰς γὰρ ἀνομίας σου, φησὶν, ἐν ἐλεημοσύναις λύτρωσαι. Κἂν εὔξῃ σπουδαίως, ἀπολαύσεις ἀφέσεως. Καὶ τοῦτο δείκνυσιν ἡ χήρα ἡ τὸν ὠμὸν ἐκεῖνον δικαστὴν ἐπικάμψασα τῇ συνεχείᾳ τῆς ἐντεύξεως. Κἂν κατηγορήσῃς τῶν ἁμαρτημάτων, ἔχεις παραμυθίαν· Λέγε γὰρ σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς. Κἂν σκυθρωπάσῃς ὑπὲρ τούτων, καὶ τοῦτό σοι φάρμακον ἔσται μέγιστον· Εἶδον γὰρ, φησὶν, ὅτι ἐλυπήθη καὶ ἐπορεύθη στυγνὸς, καὶ ἰασάμην τὰς ὁδοὺς αὐτοῦ. Κἂν κακόν τι παθὼν, γενναίως ἐνέγκῃς, τὸ πᾶν ἀπεδύσω. Τοῦτο γὰρ καὶ πρὸς τὸν πλούσιον ὁ Ἀβραὰμ ἔλεγεν, ὅτι Ἀπέλαβε Λάζαρος τὰ κακὰ αὐτοῦ, καὶ ἐνταῦθα παρακαλεῖται. Κἂν χήραν ἐλεήσῃς, πλύνεταί σου τὰ ἁμαρτήματα· Κρίνατε γὰρ, φησὶν, ὀρφανῷ, καὶ δικαιώσατε χήραν, καὶ δεῦτε καὶ διαλεχθῶμεν, λέγει Κύριος· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. Οὐδὲ γὰρ οὐλὴν τῶν τραυμάτων ἀφίησι φανῆναί τινα.
εʹ. Ἀλλὰ κἂν εἰς ἐκεῖνο ἔλθωμεν τὸ βάθος τῶν κακῶν, εἰς ὃ κατέπεσεν ὁ τὰ πατρῷα κατεδηδοκὼς καὶ κεράτια ἐσθίων, καὶ μετανοήσωμεν, σωζόμεθα πάντως· κἂν μύρια τάλαντα ὀφείλωμεν, καὶ προσπέσωμεν καὶ μὴ μνησικακήσωμεν, πάντα ἡμῖν ἀφίεται· κἂν ἐκεῖσε ἀποπλανηθῶμεν, οὗ τὸ πρόβατον ἀπεβουκολήθη, κἀκεῖθεν ἡμᾶς ἀνακτᾶται· μόνον βουληθῶμεν, ἀγαπητοί· φιλάνθρωπος γὰρ ὁ Θεός. ∆ιὰ τοῦτο καὶ ἐπὶ τοῦ τὰ μύρια τάλαντα ὀφείλοντος τῇ προσπτώσει ἠρκεῖτο, καὶ ἐπὶ τοῦ τὰ πατρῷα κατεδηδοκότος τῇ ἐπανόδῳ μόνῃ, καὶ ἐπὶ τοῦ προβάτου τῷ βουληθῆναι βασταχθῆναι. Ἐννοήσαντες τοίνυν τὸ μέγεθος αὐτοῦ τῆς φιλανθρωπίας, ἐνταῦθα αὐτὸν ποιήσωμεν ἵλεων ἡμῖν, καὶ προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ἵνα μὴ ἀπελθόντες ἐντεῦθεν ἀναπολόγητοι, τὴν ἐσχάτην ὑπομείνωμεν τιμωρίαν. Ἂν μὲν γὰρ κατὰ τὸν παρόντα βίον ἐπιδειξώμεθα σπουδὴν κἂν τὴν τυχοῦσαν, τὰ μέγιστα κερδανοῦμεν· ἂν δὲ μηδὲν ἐνταῦθα γενόμενοι βελτίους ἀπέλθωμεν, κἂν σφοδρότερον ἐκεῖ μετανοήσωμεν, οὐδὲν ἡμῖν ἔσται πλέον. Καὶ γὰρ ἔδει τῶν σκαμμάτων εἴσω μένοντα ἀγωνίσασθαι, οὐ μετὰ τὸ λυθῆναι τὸ θέατρον ἀποδύρεσθαι καὶ δακρύειν ἀνόνητα· ὅπερ ὁ πλούσιος ἐκεῖνος ἐποίει, θρηνῶν μὲν καὶ ὀλοφυρόμενος, εἰκῆ δὲ λοιπὸν καὶ μάτην, ἐπειδὴ τὸν καιρὸν, καθ' ὃν ταῦτα ἐχρῆν ποιεῖν, ὑπερεῖδεν. Οὐκ ἐκεῖνος δὲ μόνος, ἀλλὰ καὶ πολλοὶ ἕτεροι κατ' ἐκεῖνον νῦν εἰσι πλούσιοι, χρημάτων μὲν οὐ βουλόμενοι καταφρονεῖν, ψυχῆς δὲ ἀντὶ χρημάτων καταφρονοῦντες· οὓς ἔμοιγε θαυμάζειν ἔπεισιν, ὅταν ἴδω τῷ μὲν Θεῷ περὶ ἐλέου συνεχῶς ἐντυγχάνοντας, αὐτοὺς δὲ τὰ ἀνήκεστα ἑαυτοὺς διατιθέντας, καὶ ὥσπερ πολεμίας, οὕτω τῆς ἑαυτῶν ἀφειδοῦντας ψυχῆς. Μὴ δὴ παίζωμεν, ἀγαπητοὶ, μὴ παίζωμεν, μηδὲ παραλογιζώμεθα ἑαυτοὺς, τὸν μὲν Θεὸν ἀξιοῦντες ἡμᾶς ἐλεῆσαι, αὐτοὶ δὲ τοῦ ἐλέου τούτου καὶ χρήματα καὶ τρυφὴν καὶ πάντα ἁπλῶς προτιθέντες. Οὐδὲ γὰρ, εἴ τίς σοι δίκην προσῆγε, καὶ κατηγορῶν τοῦ δεῖνος ἔλεγεν, ὅτι μυρίους μέλλων ὑπομένειν θανάτους, καὶ κύριος ὢν λῦσαι τὰς ψήφους χρήμασιν ὀλίγοις, εἵλετο μᾶλλον ἀποθανεῖν, ἤ τι τῶν αὑτοῦ προέσθαι, ἐλέου τινὸς ἢ συγγνώμης ἔφης αὐτὸν ἄξιον εἶναι. Τοῦτο τοίνυν καὶ ἐπὶ σαυτοῦ λογίζου· καὶ γὰρ καὶ ἡμεῖς τοῦτο ποιοῦμεν, καὶ τῆς σωτηρίας ἡμῶν καταφρονοῦντες, τῶν χρημάτων φειδόμεθα· Πῶς οὖν τὸν Θεὸν ἀξιοῖς σου φείσασθαι, αὐτὸς σαυτοῦ οὕτως ἀφειδῶν, καὶ χρήματα προτιμῶν ψυχῆς; ∆ιὸ καὶ σφόδρα ἐκπέπληγμαι, πόση τοῖς χρήμασιν ἐγκέκρυπται γοητεία, μᾶλλον δὲ οὐ τοῖς χρήμασιν, ἀλλὰ ταῖς τῶν ἀπατωμένων ψυχαῖς. Εἰσὶ γὰρ, εἰσὶν οἱ καὶ σφόδρα τῆς μαγγανείας ταύτης καταγελῶντες. Τί γὰρ καὶ ἱκανὸν ἡμᾶς τῶν ἐν αὐτοῖς γοητεῦσαι; οὐχὶ ἄψυχός ἐστιν ἡ ὕλη, οὐχὶ ἐπίκηρος; οὐχὶ ἄπιστος αὐτῶν ἡ κτῆσις; οὐ φόβων γέμει καὶ κινδύνων; οὐ φόνων καὶ ἐπιβουλῆς; οὐκ ἔχθρας καὶ μίσους; οὐ ῥᾳθυμίας καὶ κακίας πολλῆς; οὐ γῆ ἐστιν καὶ σποδός; τίς ἡ μανία, τίς ἡ νόσος! ἀλλὰ γὰρ οὐ κατηγορεῖν δεῖ μόνον τῶν νοσούντων τὰ τοιαῦτα, φησὶν, ἀλλὰ καὶ καταλύειν τὸν ἔρωτα. Καὶ πῶς ἑτέρως καταλύσομεν, ἀλλ' ἢ δεικνύντες φαῦλον ὄντα καὶ μυρίων κακῶν ἀνάμεστον; Ἀλλὰ τοῦτο οὐκ εὔκολον τὸν ἐρῶντα πεῖσαι περὶ τῶν παιδικῶν. Οὐκοῦν ἕτερον αὐτῷ κάλλος ἀντιστῆσαι δεῖ. Ἀλλὰ ἀσώματον οὐχ ὁρᾷ κάλλος, ἔτι νοσῶν· οὐκοῦν σωματικὸν ἐπιδείξωμεν, καὶ εἴπωμεν πρὸς αὐτόν· Ἐννόησον τοὺς λειμῶνας καὶ τὰ ἐν αὐτοῖς ἄνθη, τὰ χρυσίου παντὸς φαιδρότερα καὶ τῶν παντοδαπῶν χαριέστερα καὶ διαυγέστερα λίθων· ἐννόησον τὰ διειδῆ τῶν πηγῶν ῥεῖθρα, τοὺς ποταμοὺς τοὺς ἐλαίου δίκην ἀψοφητὶ ῥέοντας ἀπὸ τῆς γῆς· ἀνάβηθι πρὸς τὸν οὐρανὸν, καὶ ἴδε τοῦ ἡλίου τὸ κάλλος, τῆς σελήνης τὴν εὐπρέπειαν, τῶν ἄστρων τὰ ἄνθη. Καὶ τί τοῦτο; φησίν· οὐ γὰρ δὴ κεχρήμεθα αὐτοῖς ὡς τοῖς χρήμασι. Καὶ μὴν πλέον, ἢ τοῖς χρήμασιν, ὅσῳ καὶ ἀναγκαιοτέρα αὐτῶν ἡ χρεία, καὶ ἀσφαλεστέρα ἡ ἀπόλαυσις. Οὐδὲ γὰρ δέδοικας, μή τις, ὥσπερ τὰ χρήματα, αὐτὰ λαβὼν ἀπέλθῃ· ἀλλ' ἔξεστί σοι θαῤῥεῖν ὑπὲρ αὐτῶν διηνεκῶς, καὶ ταῦτα μὴ μεριμνῶντι μηδὲ φροντίζοντι. Εἰ δ', ὅτι μετὰ τῶν ἄλλων ἀπολαύεις αὐτῶν, ἀλγεῖς, καὶ μὴ μόνος αὐτὰ κατέχεις ὥσπερ τὰ χρήματα, οὐ χρημάτων, ἀλλὰ πλεονεξίας μοι δοκεῖς ἐρᾷν μόνης. Καὶ οὐδὲ τὰ χρήματα ἐφίλησας ἂν, εἰ κοινὰ προύκειτο πᾶσιν. Οὐκοῦν ἐπειδὴ τὴν ἐρωμένην εὑρήκαμεν, τὴν πλεονεξίαν λέγω, φέρε σοι δείξω, πῶς σε μισεῖ αὕτη καὶ ἀποστρέφεται, πόσα θήγει κατὰ σοῦ ξίφη, πόσα ὀρύττει βάραθρα, πόσους ἀνάπτει βρόχους, πόσους παρασκευάζει κρημνούς· ἵνα κἂν οὕτω σβέσῃς τὸ φίλτρον. Πόθεν οὖν ἔστι ταῦτα εἰδέναι; Ἀπὸ τῶν ὁδῶν, ἀπὸ τῶν πολέμων, ἀπὸ τῆς θαλάττης, ἀπὸ τῶν δικαστηρίων. Καὶ γὰρ καὶ τὸ πέλαγος αἱμάτων ἐνέπλησε, καὶ τὰ τῶν δικαστῶν φοινίσσει ξίφη παρανόμως πολλάκις, καὶ τοὺς ταῖς ὁδοῖς ἐφεδρεύοντας νύκτωρ καὶ μεθ' ἡμέραν ὁπλίζει αὕτη, καὶ φύσιν ἀγνοῆσαι ἔπεισε, καὶ πατραλοίας ἐποίησε καὶ μητραλοίας, καὶ πάντα ἐπεισήγαγε τῷ βίῳ τὰ κακά. ∆ιὸ καὶ ῥίζαν αὐτῶν ὁ Παῦλος ταύτην καλεῖ. Αὕτη τοὺς αὐτῆς ἐραστὰς τῶν τὰ μέταλλα ἐργαζομένων οὐδὲν ἄμεινον ἀφίησι διακεῖσθαι. Καθάπερ γὰρ ἐκεῖνοι διηνεκῶς ἐν σκότῳ κατακεκλεισμένοι καὶ δεδεμένοι πονοῦσιν ἀνόνητα· οὕτω καὶ οὗτοι ἐν τοῖς σπηλαίοις τῆς φιλαργυρίας κατορωρυγμένοι, οὐδενὸς αὐτοῖς ἀνάγκην ἐπιτιθέντος, αὐτόματοι τὴν κόλασιν ἐπισπῶνται, ἑαυτοῖς δεσμοὺς περιθέντες ἀλύτους. Καὶ οἱ μὲν κατάδικοι, κἂν ἑσπέρας καταλαβούσης ἀνίενται τῶν μόχθων· οὗτοι δὲ καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ διορύττουσι τὰ πονηρὰ ταῦτα μέταλλα· καὶ τοῖς μὲν μέτρον ἐστὶν ὡρισμένον τῆς μοχθηρᾶς ἐργασίας ἐκείνης, οὗτοι δὲ μέτρον οὐδὲν ἴσασιν, ἀλλ' ὅσον ἂν ὀρύξωσι, τοσούτῳ μείζονος ἐφίενται ταλαιπωρίας. Εἰ δὲ ἐκεῖνοι μὲν ἄκοντες, οὗτοι δὲ ἑκόντες, τὸ χαλεπόν μοι λέγεις τοῦ νοσήματος, ὅτι οὐδὲ ἀπαλλαγῆναι δύνανται, εἴ γε μηδὲ μισοῦσι τὴν κακοπάθειαν. Ἀλλ' ὥσπερ ὗς ἐν βορβόρῳ, οὕτω καὶ οὗτοι ταῖς τῆς φιλαργυρίας δυσωδίαις ἐγκαλινδούμενοι ἥδονται, χαλεπώτερα πάσχοντες τῶν καταδίκων ἐκείνων. Ὅτι γὰρ ἐν χείροσίν εἰσιν, ἄκουσον τὰ ἐκείνων, καὶ τότε εἴσῃ τὰ τούτων. Λέγεται τοίνυν ἡ χρυσῖτις ἐκείνη γῆ χηραμοὺς καὶ καταδύσεις ἔχειν ἐν τοῖς ζοφεροῖς σπηλαίοις ἐκείνοις· τὸν οὖν κακοῦργον τὸν τοῖς ἐκεῖ καταδικασθέντα μόχθοις, διὰ τοῦτο λύχνον λαμβάνοντα καὶ δίκελλαν, οὕτως εἰσιέναι ἔνδον, καὶ ληκύθιον ἐπιφέρεσθαι, ὥστε ἐπιστάζειν ἐντεῦθεν τῷ λύχνῳ τὸ ἔλαιον, διὰ τὸ σκότος εἶναι καὶ ἐν ἡμέρᾳ ἀφεγγὲς, ὥσπερ ἔφθην εἰπών. Εἶτα ἐπειδὰν ὁ καιρὸς ἐπὶ τὴν ταλαίπωρον αὐτὸν καλῇ τροφὴν, αὐτὸν μὲν ἀγνοεῖν τὸν καιρὸν, τὸν δὲ δεσμοφύλακα τὸν ἐκείνου ἄνωθεν κατάξαντα σφοδρῶς τὸ σπήλαιον, διὰ τοῦ πατάγου καὶ τῆς φωνῆς ἐκείνης δηλοῦν τοῖς κάτω ἐργαζομένοις τῆς ἡμέρας τὸ τέλος. Ἆρ' οὐκ ἐφρίξατε ταῦτα ἀκούσαντες; Ἴδωμεν τοίνυν, εἰ μὴ χαλεπώτερα τούτων πάσχουσιν οἱ φιλάργυροι. Καὶ γὰρ καὶ οὗτοι βαρύτερον ἔχουσι δεσμοφύλακα τὴν φιλαργυρίαν, καὶ τοσούτῳ βαρύτερον, ὅσῳ μετὰ τοῦ σώματος καὶ τὴν ψυχὴν αὐτοῖς συνδεῖ. Καὶ τὸ σκότος δὲ τοῦτο, ἐκείνου φρικωδέστερον· οὐ γάρ ἐστιν αἰσθητὸν, ἀλλ' ἔνδοθεν αὐτὸ τίκτοντες, ὅπουπερ ἂν ἀπίωσι, πανταχοῦ μεθ' ἑαυτῶν περιφέρουσιν. Ἔσβεσται γὰρ αὐτοῖς ὁ τῆς ψυχῆς ὀφθαλμός. ∆ιὸ καὶ μάλιστα πάντων αὐτοὺς ὁ Χριστὸς ταλανίζει λέγων· Εἰ δὲ τὸ φῶς τὸ ἐν σοὶ, σκότος, τὸ σκότος πόσον! Κἀκεῖνοι μὲν κἂν λύχνον ἔχουσι φαίνοντα, οὗτοι δὲ καὶ ταύτης ἀπεστέρηνται τῆς αὐγῆς· διὸ καὶ καθ' ἑκάστην ἡμέραν εἰς μυρία ἐμπίπτουσι βάραθρα. Καὶ οἱ μὲν κατάδικοι, νυκτὸς καταλαμβανούσης, ἀναπνέουσιν, εἰς τὴν κοινὴν τῶν δυσημερούντων καταπλεύσαντες γαλήνην, τὴν νύκτα λέγω· τοῖς δὲ φιλαργύροις καὶ τοῦτον ἡ πλεονεξία προσέχωσε τὸν λιμένα· τοσαῦτα καὶ ἐν νυκτὶ φροντίζουσι χαλεπῶς, ἅτε μηδενὸς ἐνοχλοῦντος μετὰ σχολῆς ἁπάσης κατακόπτοντες ἑαυτούς. Καὶ τὰ μὲν ἐνταῦθα τοιαῦτα· τὰ δὲ ἐκεῖ, ποῖος παραστήσει λόγος; τὰς καμίνους τὰς ἀφορήτους, τοὺς πυριφλεγέθοντας ποταμοὺς, τοὺς βρυχομένους ὀδόντας, τὰ δεσμὰ τὰ ἄλυτα, τὸν σκώληκα τὸν ἰοβόλον, τὸ σκότος τὸ ἀφεγγὲς, τὰ μηδέποτε πέρας λαμβάνοντα κακά, Φοβηθῶμεν τοίνυν, ἀγαπητοὶ, φοβηθῶμεν τὴν πηγὴν τῶν τοσούτων τιμωριῶν, τὴν ἀκόρεστον μανίαν, τὴν λύμην τῆς ἡμετέρας σωτηρίας. Οὐ γὰρ ἔστιν ὁμοῦ καὶ ἀργύριον φιλεῖν καὶ ψυχήν. Μάθωμεν ὅτι γῆ καὶ σποδὸς τὰ χρήματα, ὅτι ἀπολιμπάνει ἡμᾶς ἀποδημοῦντας ἐντεῦθεν, μᾶλλον δὲ ὅτι καὶ πρὸ τῆς ἀποδημίας πολλάκις ἡμῶν ἀποπηδᾷ, καὶ πρὸς τὰ μέλλοντα παραβλάπτει, καὶ πρὸς τὴν παροῦσαν ζωήν. Καὶ γὰρ πρὸ τῆς γεέννης καὶ πρὸ τῆς κολάσεως ἐκείνης μυρίοις κἀνταῦθα ἡμᾶς περιβάλλει πολέμοις, καὶ στάσεις ἐγείρει καὶ μάχας. Οὐδὲν γὰρ οὕτω πολεμοποιὸν, ὡς φιλαργυρία· οὐδὲν οὕτω πτωχοποιὸν, κἂν ἐν πλούτῳ, κἂν ἐν πενίᾳ φανῇ. Φύεται γὰρ καὶ ἐν πενήτων ψυχαῖς τὸ χαλεπὸν τοῦτο νόσημα, καὶ πλέον αὐτῶν ἐπιτρίβει τὴν πενίαν. Κἂν εὑρεθῇ πένης φιλάργυρος, οὐκ ἐν χρήμασιν ὁ τοιοῦτος, ἀλλ' ἐν λιμῷ δίδωσι δίκην. Οὐ γὰρ ἀνέχεται τῶν μετρίων αὐτῶν ἀπολαῦσαι μετὰ ἀδείας, ἀλλὰ καὶ τὴν γαστέρα λιμῷ κατατείνει, καὶ τὸ σῶμα ἅπαν γυμνότητι καὶ κρυμῷ τιμωρεῖται, καὶ τῶν δεσμωτῶν μᾶλλον αὐχμῶν καὶ ῥυπῶν πανταχοῦ φαίνεται· καὶ ἀεὶ θρηνεῖ καὶ ὀδύρεται, ὥσπερ πάντων ὢν ἀθλιώτερος, κἂν μυρίους πενεστέρους ἔχῃ. Οὗτος, κἂν εἰς ἀγορὰν ἐμβάλλῃ, πολλοὺς λαβὼν ἄπεισι μώλωπας· κἂν εἰς βαλανεῖον, κἂν εἰς θέατρον, πλείονα λήψεται τραύματα, οὐκ ἀπὸ τῶν θεωρούντων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἐπὶ τῆς σκηνῆς, ὅταν ἴδῃ πολλὰς τῶν πορνευομένων γυναικῶν χρυσίῳ καταλαμπομένας. Οὗτος κἂν τὴν θάλατταν πλέῃ, τοὺς ἐμπόρους πάλιν καὶ τὰς μυριαγώγους ναῦς ἐννοῶν καὶ τὰ ἄπειρα κέρδη, οὐδὲ ζῇν ἑαυτὸν ἡγήσεται· κἂν διὰ γῆς ὁδεύῃ, τοὺς ἀγροὺς, τὰ προάστεια, τὰ καταλύματα, τὰ βαλανεῖα, τὰς ἐκ τούτων προσόδους ἀναλογιζόμενος, ἀβίωτον ἑαυτῷ τὸν βίον ἡγήσεται εἶναι λοιπόν· κἂν οἴκοι δὲ κατακλείσῃς αὐτὸν, τὰ ἀπὸ τῆς ἀγορᾶς τραύματα ἀναξαίνων, καθ' ἑαυτὸν μειζόνως λυμανεῖται τὴν ψυχήν· καὶ μίαν οἶδε παραμυθίαν μόνην τῶν κατεχόντων αὐτὸν κακῶν, τὸν θάνατον καὶ τὴν ἐντεῦθεν ἀπαλλαγήν. Ταῦτα δὲ οὐχ ὁ πένης μόνον, ἀλλὰ καὶ ὁ πλούσιος ὁ τούτῳ περιπεσὼν τῷ νοσήματι πείσεται, καὶ τοσούτῳ μᾶλλον τοῦ πένητος, ὅσῳ καὶ σφοδροτέρα ἐπίκειται τούτῳ ἡ τυραννὶς, καὶ πλείων ἡ μέθη. ∆ιὸ καὶ πάντων πενέστερον ἑαυτὸν οὗτος ἡγήσεται, μᾶλλον δὲ καὶ ἔστι πενέστερος. Οὐ γὰρ τῷ μέτρῳ τῆς οὐσίας, ἀλλὰ τῇ διαθέσει τῆς γνώμης ὁ πλοῦτος καὶ ἡ πενία κρίνονται· καὶ ἐκεῖνος μᾶλλόν ἐστιν ὁ πάντων πτωχότατος, ὁ ἀεὶ τοῦ πλείονος ἐπιθυμῶν, καὶ μηδέποτε στῆσαι δυνάμενος τὴν πονηρὰν ταύτην ἐπιθυμίαν. ∆ιὰ δὴ ταῦτα πάντα φεύγωμεν τὴν φιλαργυρίαν, τὴν πτωχοποιὸν, τὴν ψυχοφθόρον, τὴν γεέννης φίλην, τὴν ἐχθρὰν τῆς βασιλείας τῶν οὐρανῶν, τὴν μητέρα πάντων ὁμοῦ τῶν κακῶν· καὶ καταφρονῶμεν χρημάτων, ἵνα ἀπολαύσωμεν χρημάτων, καὶ μετὰ τῶν χρημάτων ἀπολαυσόμεθα καὶ τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, καὶ τὰ ἑξῆς,
ΟΜΙΛΙΑ Κ∆ʹ.
Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν, εἰ μὴ ἀνθρώπινος. Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆ ναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ σὺν τῷ πειρασμῷ ποιήσει καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν, καὶ τὰ ἑξῆς.
αʹ. Ἐπειδήπερ ἐφόβησεν αὐτοὺς ἱκανῶς, τὰ παλαιὰ διηγησάμενος παραδείγματα, καὶ εἰς ἀγωνίαν ἐνέβαλεν, εἰπὼν, Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ, ἦσαν δὲ καὶ πειρασμοὺς ἐνηνοχότες πολλοὺς, καὶ γυμνασάμενοι πολλάκις ἐν τούτοις· Καὶ γὰρ ἐν ἀσθενείᾳ, φησὶ, καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς· ἵνα μὴ λέγωσι, Τί φοβεῖς ἡμᾶς καὶ δεδίττῃ; οὐκ ἐσμὲν τούτων ἀμελέτητοι τῶν κακῶν· καὶ γὰρ ἠλάθημεν καὶ ἐδιώχθημεν καὶ πολλοὺς καὶ συνεχεῖς ὑπεμείναμεν κινδύνους· καταστέλλων αὐτῶν πάλιν τὸ φύσημα, φησὶ, Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν, εἰ μὴ ἀνθρώπινος· τουτέστι, μικρὸς, βραχὺς, σύμμετρος. Τὸ γὰρ ἀνθρώπινον ἐπὶ τοῦ μικροῦ λέγει, ὡς ὅταν λέγῃ· Ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. Μὴ τοίνυν μέγα φρονεῖτε, φησὶν, ὡς περιγενόμενοι τοῦ κλυδωνίου· οὐδέποτε γὰρ εἴδετε κίνδυνον θάνατον ἀπειλοῦντα, οὐδὲ πειρασμὸν σφαγὴν ἐπανατεινόμενον· ὃ καὶ Ἑβραίοις ἔλεγεν· Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι. Εἶτα ἐπειδὴ ἐφόβησεν, ὅρα πῶς πάλιν αὐτοὺς ἀνίστησι μετὰ τοῦ πεῖσαι μετριάζειν, λέγων· Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε. Ἄρα εἰσὶ πειρασμοὶ, οὓς οὐ δυνατὸν ὑπενεγκεῖν. Καὶ τίνες οὗτοι; Πάντες, ὡς εἰπεῖν· τὸ γὰρ δυνατὸν ἐν τῇ τοῦ Θεοῦ ῥοπῇ κεῖται, ἣν διὰ τῆς ἡμετέρας ἐπισπώμεθα γνώμης. ∆ιόπερ ἵνα μάθῃς ἀκριβῶς, ὅτι οὐ μόνον ἐκείνους τοὺς ὑπερβαίνοντας ἡμῶν τὴν δύναμιν, ἀλλ' οὐδὲ τούτους τοὺς ἀνθρωπίνους ἔνι χωρὶς τῆς ἐκεῖθεν βοηθείας ῥᾳδίως ἐνεγκεῖν, ἐπήγαγεν· Ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν. Οὐδὲ γὰρ ἐκείνους τοὺς συμμέτρους, ὅπερ ἔφην, φησὶ, τῇ ἰδίᾳ δυνάμει διοίσομεν· ἀλλὰ κἀνταῦθα τῆς παρ' αὐτοῦ δεόμεθα συμμαχίας, ὥστε αὐτοὺς διεξελθεῖν, καὶ πρὶν ἢ διεξελθεῖν, ἐνεγκεῖν. Αὐτὸς γὰρ καὶ τὴν ὑπομονὴν δίδωσι, καὶ τὴν ταχεῖαν ἀπαλλαγὴν ἐπάγει, ὥστε καὶ ταύτῃ φορητὸν γενέσθαι τὸν πειρασμόν. Τοῦτο γὰρ ᾐνίξατο εἰπὼν, Ποιήσει καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν· καὶ πάντα αὐτῷ ἀνατίθησι. ∆ιόπερ, ἀδελφοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρείας. Πάλιν αὐτοὺς θεραπεύει τῷ τῆς συγγενείας ὀνόματι, καὶ μετὰ πολλοῦ τοῦ τάχους ἐπείγει τῆς ἁμαρτίας ἀπαλλαγῆναι ταύτης. Οὐδὲ γὰρ εἶπεν, Ἀποστῆτε, ἁπλῶς, ἀλλὰ, Φεύγετε· καὶ τὸ πρᾶγμα εἰδωλολατρείαν καλεῖ, καὶ οὐκέτι διὰ τὴν τοῦ πλησίον βλάβην ἀφίστασθαι μόνον κελεύει, ἀλλὰ καὶ αὐτὸ καθ' ἑαυτὸ δείκνυσιν ἱκανὸν μεγάλην ἐνεγκεῖν λύμην. Ὡς φρονίμοις λέγω· κρίνατε ὑμεῖς ὅ φημι. Ἐπειδὴ γὰρ μέγα ἐφθέγξατο, καὶ τὴν κατηγορίαν ηὔξησεν, εἰδωλολατρείαν καλέσας, ἵνα μὴ δόξῃ τραχύνειν αὐτοὺς καὶ φορτικὸν ποιεῖν τὸν λόγον, αὐτοῖς λοιπὸν ἐπιτρέπει τὴν κρίσιν, καὶ μετ' ἐγκωμίου καθίζει τοὺς δικάζοντας. Ὡς φρονίμοις γὰρ λέγω, φησίν· ὅπερ σφόδρα θαῤῥοῦντός ἐστι τοῖς οἰκείοις δικαιώμασι, τὸ τὸν ἐγκαλούμενον αὐτὸν καθίσαι τῶν λεγομένων κριτήν. Τοῦτο καὶ τὸν ἀκροατὴν αἴρει μειζόνως, ὅταν μὴ ὡς ἐπιτάττων μηδὲ ὡς νομοθετῶν, ἀλλ' ὡς συμβουλεύων καὶ παρ' αὐτοῖς ἐκείνοις δικαζόμενος, οὕτω διαλέγηται. Ἰουδαίοις μὲν γὰρ, ἅτε ἀνοητότερον διακειμένοις καὶ παιδικώτερον, οὐχ οὕτως ὁ Θεὸς διελέγετο, οὐδὲ πανταχοῦ τὰς αἰτίας αὐτοῖς ἔλεγε τῶν ἐπιταγμάτων, ἀλλ' ἐκέλευε μόνον· ἐνταῦθα δὲ, ἐπειδὴ πολλῆς ἐλευθερίας ἀπελαύσαμεν, καὶ συμβουλῆς ἀπολαύομεν, καὶ ὡς φίλοις διαλέγεται καί φησιν· Οὐ δέομαι ἑτέρων δικαστῶν· αὐτοί μοι τὴν ψῆφον ὑμεῖς φέρετε ταύτην, ὑμᾶς λαμβάνω κριτάς. Τὸ ποτήριον τῆς εὐλογίας, ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστι; Τί λέγεις, ὦ μακάριε Παῦλε; θέλων ἐντρέψαι τὸν ἀκροατὴν, καὶ μυστηρίων μεμνημένος φρικτῶν, εὐλογίας ποτήριον καλεῖς τὸ ποτήριον τὸ φοβερὸν καὶ φρικωδέστατον ἐκεῖνο; Ναὶ, φησίν· οὐ γὰρ μικρὸν τὸ εἰρημένον. Εὐλογίαν γὰρ ὅταν εἴπω, πάντα ἀναπτύσσω τὸν τῆς εὐεργεσίας τοῦ Θεοῦ θησαυρὸν, καὶ τῶν μεγάλων ἐκείνων ἀναμιμνήσκω δωρεῶν. Καὶ γὰρ καὶ ἡμεῖς ἐπιλέγοντες τῷ ποτηρίῳ τὰς ἀφάτους εὐεργεσίας τοῦ Θεοῦ, καὶ ὅσων ἀπολελαύκαμεν, οὕτως αὐτὸ προσάγομεν καὶ κοινωνοῦμεν, εὐχαριστοῦντες ὅτι τῆς πλάνης ἀπήλλαξε τὸ τῶν ἀνθρώπων γένος· ὅτι μακρὰν ὄντας, ἐγγὺς ἐποίησεν· ὅτι ἐλπίδα μὴ ἔχοντας καὶ ἀθέους ἐν τῷ κόσμῳ, ἀδελφοὺς ἑαυτοῦ κατεσκεύασε καὶ συγκληρονόμους. Ὑπὲρ τούτων καὶ τῶν τοιούτων ἁπάντων εὐχαριστοῦντες, οὕτω πρόσιμεν. Πῶς οὖν οὐκ ἐναντία ποιεῖτε, φησὶν, ὦ Κορίνθιοι, εὐλογοῦντες μὲν τὸν Θεὸν, ὅτι τῶν εἰδώλων ὑμᾶς ἀπήλλαξε, πάλιν δὲ ἐπὶ τὰς ἐκείνων τρέχοντες τραπέζας; Τὸ ποτήριον τῆς εὐλογίας, ὃ εὐλο γοῦμεν, οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστι; Σφόδρα πιστῶς καὶ φοβερῶς εἴρηκεν. Ὃ γὰρ λέγει, τοῦτό ἐστιν, ὅτι Τοῦτο τὸ ἐν τῷ ποτηρίῳ ὂν, ἐκεῖνό ἐστι τὸ ἀπὸ τῆς πλευρᾶς ῥεῦσαν, καὶ ἐκείνου μετέχομεν. Ποτήριον δὲ εὐλογίας ἐκάλεσεν, ἐπειδὴ αὐτὸ μετὰ χεῖρας ἔχοντες, οὕτως αὐτὸν ἀνυμνοῦμεν, θαυμάζοντες καὶ ἐκπληττόμενοι τῆς ἀφάτου δωρεᾶς, εὐλογοῦντες ὅτι καὶ αὐτὸ τοῦτο ἐξέχεεν, ἵνα μὴ μείνωμεν ἐν τῇ πλάνῃ· καὶ οὐ μόνον ἐξέχεεν, ἀλλὰ καὶ πᾶσιν ἡμῖν αὐτοῦ μετέδωκεν. Ὥστε εἰ αἵματος ἐπιθυμεῖς, φησὶ, μὴ τὸν τῶν εἰδώλων βωμὸν τῷ τῶν ἀλόγων φόνῳ, ἀλλὰ τὸ θυσιαστήριον τὸ ἐμὸν τῷ ἐμῷ φοίνισσε αἵματι. Τί τούτου φρικωδέστερον; τί δὲ φιλοστοργότερον; εἰπέ μοι.
βʹ. Τοῦτο καὶ οἱ ἐρῶντες ποιοῦσιν. Ὅταν ἴδωσι τοὺς ἐρωμένους τῶν ἀλλοτρίων ἐπιθυμοῦντας καὶ τῶν οἰκείων καταφρονοῦντας, τὰ αὐτῶν διδόντες πείθουσιν ἀποστῆναι τῶν ἐκείνων. Ἀλλ' οἱ ἐρῶντες μὲν ἐν χρήμασι καὶ ἱματίοις καὶ κτήμασι ταύτην ἐπιδείκνυνται τὴν φιλοτιμίαν, ἐν αἵματι δὲ οὐδεὶς οὐδέποτε· ὁ δὲ Χριστὸς καὶ ἐν τούτῳ τὴν κηδεμονίαν ἐπεδείξατο καὶ τὴν θερμὴν περὶ ἡμᾶς ἀγάπην. Καὶ ἐν μὲν τῇ Παλαιᾷ ἐπειδὴ ἀτελέστερον διέκειντο, ὃ τοῖς εἰδώλοις προσέφερον αἷμα, τοῦτο αὐτὸς ὑπέμεινε καταδέξασθαι, ἵνα ἀποστήσῃ ἐκείνων, ὃ καὶ αὐτὸ πάλιν ἀφάτου φιλοστοργίας ἦν· ἐνταῦθα δὲ ἐπὶ τὸ πολλῷ φρικωδέστερον καὶ μεγαλοπρεπέστερον τὴν ἱερουργίαν μετεσκεύασε, καὶ τὴν θυσίαν αὐτὴν ἀμείψας, καὶ ἀντὶ τῆς τῶν ἀλόγων σφαγῆς ἑαυτὸν προσφέρειν κελεύσας. Ὁ ἄρτος, ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστι; ∆ιὰ τί μὴ εἶπε, Μετοχή; Ὅτι πλέον τι δηλῶσαι ἠβουλήθη, καὶ πολλὴν ἐνδείξασθαι τὴν συνάφειαν. Οὐ γὰρ τῷ μετέχειν μόνον καὶ μεταλαμβάνειν, ἀλλὰ καὶ τῷ ἑνοῦσθαι κοινωνοῦμεν. Καθάπερ γὰρ τὸ σῶμα ἐκεῖνο ἥνωται τῷ Χριστῷ, οὕτω καὶ ἡμεῖς αὐτῷ διὰ τοῦ ἄρτου τούτου ἑνούμεθα. ∆ιὰ τί δὲ προσέθηκεν, Ὃν κλῶμεν; τοῦτο γὰρ ἐπὶ μὲν τῆς εὐχαριστίας ἔστιν ἰδεῖν γινόμενον· ἐπὶ δὲ τοῦ σταυροῦ οὐκέτι, ἀλλὰ καὶ τοὐναντίον τούτῳ· Ὀστοῦν γὰρ αὐτοῦ, φησὶν, οὐ συντριβήσεται. Ἀλλ' ὅπερ οὐκ ἔπαθεν ἐπὶ τοῦ σταυροῦ, τοῦτο πάσχει ἐπὶ τῆς προσφορᾶς διὰ σὲ, καὶ ἀνέχεται διακλώμενος, ἵνα πάντας ἐμπλήσῃ. Εἶτα ἐπειδὴ εἶπε, Κοινωνία τοῦ σώματος, τὸ δὲ κοινωνοῦν ἕτερόν ἐστιν ἐκείνου, οὗ κοινωνεῖ, καὶ ταύτην τὴν δοκοῦσαν εἶναι μικρὰν διαφορὰν ἀνεῖλεν. Εἰπὼν γὰρ, Κοινωνία τοῦ σώματος, ἐζήτησε πάλιν ἐγγύτερόν τι εἰπεῖν· διὸ καὶ ἐπήγαγεν, Ὅτι εἷς ἄρτος, ἓν σῶμά ἐσμεν οἱ πολλοί. Τί γὰρ λέγω κοινωνίαν; φησίν· αὐτό ἐσμεν ἐκεῖνο τὸ σῶμα. Τί γάρ ἐστιν ὁ ἄρτος; Σῶμα Χριστοῦ. Τί δὲ γίνονται οἱ μεταλαμβάνοντες; Σῶμα Χριστοῦ· οὐχὶ σώματα πολλὰ, ἀλλὰ σῶμα ἕν. Καθάπερ γὰρ ὁ ἄρτος ἐκ πολλῶν συγκείμενος κόκκων ἥνωται, ὡς μηδαμοῦ φαίνεσθαι τοὺς κόκκους, ἀλλ' εἶναι μὲν αὐτοὺς, ἄδηλον δὲ αὐτῶν εἶναι τὴν διαφορὰν τῇ συναφείᾳ· οὕτω καὶ ἀλλήλοις καὶ τῷ Χριστῷ συναπτόμεθα. Οὐ γὰρ ἐξ ἑτέρου μὲν σώματος σὺ, ἐξ ἑτέρου δὲ ἐκεῖνος τρέφεται, ἀλλ' ἐκ τοῦ αὐτοῦ πάντες· διὸ καὶ ἐπήγαγεν· Οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. Εἰ δὲ ἐκ τοῦ αὐτοῦ, καὶ τὸ αὐτὸ γινόμεθα πάντες, διὰ τί μὴ καὶ τὴν αὐτὴν ἀγάπην ἐπιδεικνύμεθα, καὶ γινόμεθα καὶ κατὰ τοῦτο ἕν; Καὶ γὰρ καὶ τὸ παλαιὸν ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων τοῦτο ἦν. Τοῦ γὰρ πλήθους τῶν πιστευσάντων, φησὶν, ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία. Ἀλλ' οὐχὶ νῦν, ἀλλὰ τοὐναντίον ἅπαν· πολλοὶ καὶ ποικίλοι μεταξὺ πάντων οἱ πόλεμοι, καὶ θηρίων χαλεπώτερον πρὸς τὰ ἀλλήλων διακείμεθα μέλη. Καὶ ὁ μὲν Χριστὸς τοσοῦτόν σε διεστηκότα ἑαυτῷ ἥνωσε· σὺ δὲ οὐδὲ τῷ ἀδελφῷ ἀξιοῖς ἡνῶσθαι μετὰ ἀκριβείας τῆς προσηκούσης, ἀλλὰ ἀποσχίζεις σεαυτὸν, τοσαύτης καὶ ἀγάπης καὶ ζωῆς ἀπολαύσας παρὰ τοῦ ∆εσπότου. Οὐδὲ γὰρ ἁπλῶς τὸ σῶμα αὐτοῦ ἔδωκεν· ἀλλ' ἐπειδὴ ἡ προτέρα τῆς σαρκὸς φύσις ἡ ἀπὸ γῆς διαπλασθεῖσα, ἀπὸ τῆς ἁμαρτίας ἔφθασε νεκρωθῆναι καὶ ζωῆς γενέσθαι ἔρημος, ἑτέραν, ὡς ἂν εἴποι τις, μᾶζαν καὶ ζύμην ἐπεισήγαγε, τὴν ἑαυτοῦ σάρκα, φύσει μὲν οὖσαν τὴν αὐτὴν, ἁμαρτίας δὲ ἀπηλλαγμένην καὶ ζωῆς γέμουσαν, καὶ πᾶσιν ἔδωκεν αὐτῆς μεταλαμβάνειν, ἵνα ταύτῃ τρεφόμενοι, καὶ τὴν προτέραν ἀποθέμενοι τὴν νεκρὰν, εἰς τὴν ζωὴν τὴν ἀθάνατον διὰ τῆς τραπέζης ἀνακερασθῶμεν ταύτης. Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· οὐχ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσί; Πάλιν ἀπὸ τῆς Παλαιᾶς καὶ εἰς τοῦτο ἐνάγει. Ἐπειδὴ γὰρ πολὺ τοῦ μεγέθους τῶν λεχθέντων ἦσαν ταπεινότεροι, καὶ ἀπὸ τῶν προτέρων αὐτοὺς καὶ συνήθων πείθει. Καὶ καλῶς, Κατὰ σάρκα, φησὶν, ὡς αὐτῶν κατὰ πνεῦμα ὄντων. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Κἂν ἀπὸ τῶν παχυτέρων παιδευθῆτε, ὅτι οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν. Ὁρᾷς πῶς δείκνυσιν οὐκ ἔχοντας γνῶσιν τελείαν τοὺς δοκοῦντας εἶναι τελείους, εἴ γε μηδὲ τοῦτο ἴσασιν, ὅτι κοινωνία τις ἀπὸ τούτων καὶ φιλία πολλοῖς πολλάκις πρὸς δαίμονας γίνεται, κατὰ μικρὸν τῆς συνηθείας αὐτοὺς ἐφελκομένης; Εἰ γὰρ ἐπ' ἀνθρώπων τὸ κοινωνεῖν ἁλῶν καὶ τραπέζης φιλίας ἀφορμὴ καὶ σύμβολον γίνεται, ἐγχωρεῖ καὶ ἐπὶ δαιμόνων τοῦτο συμβῆναι· σὺ δέ μοι σκόπει, πῶς ἐπὶ μὲν τῶν Ἰουδαίων οὐκ εἶπεν, ὅτι τῷ Θεῷ κοινωνοῦσιν, ἀλλὰ, Κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσί· καὶ γὰρ κατεκαίετο τὸ τεθειμένον· ἐπὶ δὲ τοῦ σώματος τοῦ Χριστοῦ οὐχ οὕτως· ἀλλὰ πῶς; Κοινωνία τοῦ σώματος τοῦ Κυρίου ἐστίν. Οὐ γὰρ τοῦ θυσιαστηρίου, ἀλλ' αὐτοῦ τοῦ Χριστοῦ κοινωνοὶ γινόμεθα. Εἰπὼν δὲ, ὅτι Κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσὶν, εἶτα δείσας μὴ δόξῃ ὡσπερεὶ ἰσχὺν ἐχόντων τῶν εἰδώλων διαλέγεσθαι καὶ δυναμένων τι βλάψαι· ὅρα πῶς αὐτὰ καθαιρεῖ πάλιν λέγων· Τί οὖν φημι; ὅτι εἴδωλόν τί ἐστιν; ἢ ὅτι εἰδωλόθυτόν τί ἐστι; γʹ. Ταῦτα δὲ λέγω, φησὶ, καὶ ἀπάγω, οὐχ ὡς δυναμένων βλάψαι τι τῶν εἰδώλων ἢ ἰσχὺν ἐχόντων· οὐδὲν γάρ ἐστιν· ἀλλὰ βούλομαι καταφρονεῖν αὐτῶν ὑμᾶς. Καὶ εἰ βούλει καταφρονεῖν, φησὶ, τίνος ἕνεκεν μετὰ σπουδῆς αὐτῶν ἡμᾶς ἀπάγει; Ὅτι οὐ προσάγεται τῷ ∆εσπότῃ τῷ σῷ. Ὃ γὰρ θύει, φησὶ, τὰ ἔθνη, δαιμονίοις θύει, καὶ οὐ Θεῷ. Μὴ τοίνυν τρέχετε ἐπὶ τὰ ἐναντία. Οὐδὲ γὰρ, εἰ βασιλέως υἱὸς ἦς, εἶτα τῆς πατρικῆς ἀπολαύων τραπέζης, ἀφεὶς ἐκείνην, τῆς τῶν καταδίκων καὶ δεσμωτῶν ἠθέλησας κοινωνῆσαι ἐν τῷ δεσμωτηρίῳ, ἐπέτρεψεν ἂν ὁ πατήρ· ἀλλὰ καὶ μετὰ πολλῆς ἂν ἀπήγαγε τῆς σφοδρότητος, οὐχ ὡς δυναμένης τῆς τραπέζης βλάψαι, ἀλλ' ὡς καταισχυνούσης σου τὴν εὐγένειαν καὶ τὴν τράπεζαν τὴν βασιλικήν. Καὶ γὰρ καὶ οὗτοι οἰκέται εἰσὶ προσκεκρουκότες, ἠτιμωμένοι, κατάδικοι, δεσμῶται ἀφορήτῳ κολάσει τηρούμενοι, μυρίοις ὑπεύθυνοι κακοῖς. Πῶς οὖν οὐκ αἰσχύνῃ κατὰ τοὺς λαιμάργους καὶ ἀνελευ θέρους, ὅταν θῶσι τράπεζαν οἱ κατάδικοι οὗτοι, τρέχων ἐκεῖ καὶ μετέχων τῶν προκειμένων; ∆ιὰ δὴ τοῦτο ἀπάγω· ὁ γὰρ σκοπὸς τῶν θυόντων καὶ τὸ πρόσωπον τῶν δεχομένων ἀκάθαρτα ποιεῖ τὰ προκείμενα. Οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι. Εἶδες φιλίαν πατρὸς κηδεμονικοῦ; εἶδες καὶ αὐτὸ τὸ ῥῆμα πολλὴν ἔχον τὴν ἔμφασιν τῆς διαθέσεως; Οὐδὲν γὰρ βούλομαι κοινὸν ἔχειν ὑμᾶς πρὸς ἐκείνους, φησίν. Εἶτα ἐπειδὴ ἐν τάξει παραινέσεως τὸν λόγον εἰσήγαγεν, ἵνα μή τις τῶν παχυτέρων καταφρονήσῃ, ὡς ἐξουσίαν ἔχων, ἐπειδὴ εἶπεν, Οὐ θέλω, καὶ Ὑμεῖς κρίνατε, ἀποφαίνεται λοιπὸν καὶ νομοθετεῖ λέγων· Οὐ δύνασθε ποτήριον Κυρίου πίνειν, καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν, καὶ τραπέζης δαιμονίων. Καὶ ἀρκεῖται τοῖς ὀνόμασι μόνοις εἰς τὴν ἀπαγωγήν. Εἶτα καὶ ἐντρεπτικῶς· Ἢ παραζηλοῦμεν τὸν Κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν; Τουτέστι, Πειράζομεν αὐτὸν, εἰ δύναται κολάσαι ἡμᾶς, καὶ παρακνίζομεν αὐτὸν πρὸς τοὺς ἐναντίους ἀποχωροῦντες, καὶ μετὰ τῶν αὐτοῦ πολεμίων ταττόμενοι; Τοῦτο δὲ εἶπε, ἀναμιμνήσκων αὐτοὺς παλαιᾶς ἱστορίας καὶ πατρικῆς παρανομίας. ∆ιὸ καὶ τῇ λέξει ταύτῃ κέχρηται, ᾗ καὶ πρὸς Ἰουδαίους ὁ Μωϋσῆς ἐχρήσατό ποτε, ἐγκαλῶν ὑπὲρ εἰδωλολατρείας ἐκ προσώπου τοῦ Θεοῦ· Αὐτοὶ γὰρ, φησὶ, παρεζήλωσάν με ἐπ' οὐ Θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν. Μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν; Εἶδες πῶς φοβερῶς, πῶς φρικτῶς ἐπέπληξεν, αὐτὰ διασείσας αὐτῶν τὰ νεῦρα, καὶ τῇ εἰς ἄτοπον ἀπαγωγῇ σφόδρα αὐτῶν καθαψάμενος καὶ κατενεγκὼν αὐτῶν τὸ φύσημα; Καὶ διὰ τί μὴ ἐξ ἀρχῆς ταῦτα τέθεικεν, φησὶν, ἃ μάλιστα ἂν αὐτοὺς ἀπήγαγεν; Ὅτι ἔθος αὐτῷ διὰ πλειόνων ἃ βούλεται κατασκευάζειν, καὶ τὰ ἰσχυρότερα ὕστερον τιθέναι, καὶ ἐκ περιουσίας νικᾷν. ∆ιὰ δὴ τοῦτο ἀπὸ τῶν καταδεεστέρων ἀρξάμενος, ἐπὶ τὸ κεφάλαιον ἦλθε τῶν κακῶν. Οὕτω γὰρ καὶ τοῦτο εὐπαράδεκτον μᾶλλον ἐγίνετο, τοῖς προτέροις τῆς διανοίας αὐτῶν καταλεανθείσης. Πάντα μοι ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ' οὐ πάντα οἰκοδομεῖ. Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος. Ὁρᾷς σύνεσιν ἠκριβωμένην; Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς λέγειν, ὅτι Τέλειός εἰμι καὶ κύριος ἐμαυτοῦ, καὶ οὐδὲν βλαπτόμενος ἀπογεύομαι τῶν προκειμένων· Ναὶ, φησὶ, τέλειος μὲν εἶ καὶ σαυτοῦ κύριος· ἀλλὰ μὴ τοῦτο σκόπει, ἀλλ' εἰ μὴ βλάβην ἔχει τὸ γινόμενον, ἀλλ' εἰ μὴ καταστροφήν. Καὶ γὰρ ἀμφότερα εἴρηκεν, Οὐ πάντα συμφέρει, οὐ πάντα οἰκοδομεῖ, λέγων, καὶ τὸ μὲν ὑπὲρ ἑαυτοῦ, τὸ δὲ ὑπὲρ τοῦ ἀδελφοῦ τιθείς. Τὸ μὲν γὰρ εἰπεῖν, Οὐ συμφέρει, τὴν ἐκείνου ἀπώλειαν αἰνιττομένου ἐστί· τὸ δὲ εἰπεῖν, Οὐκ οἰκοδομεῖ, τὸ τοῦ ἀδελφοῦ σκάνδαλον. ∆ιὸ καὶ ἐπήγαγε, Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω· ὃ πανταχοῦ καὶ διὰ πάσης κατασκευάζει ἐπιστολῆς, καὶ ἐν τῇ πρὸς Ῥωμαίους· ὡς ὅταν λέγῃ· Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσε· καὶ πάλιν, Καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον· καὶ ἐνταῦθα πάλιν· οὐ μὴν ἐπεξεργάζεται αὐτὸ ἐνταῦθα. Ἐπειδὴ γὰρ ἐν τοῖς ἔμπροσθεν διὰ πολλῶν αὐτὸ κατεσκεύασε καὶ ἀπέδειξεν, ὅτι οὐδαμοῦ τὸ αὐτοῦ ζητεῖ, ἀλλὰ καὶ Ἰουδαίοις ὡς Ἰουδαῖος ἐγένετο, καὶ ἀνόμοις ὡς ἄνομος, καὶ τῇ ἐλευθερίᾳ τῇ ἑαυτοῦ καὶ τῇ ἐξουσίᾳ οὐχ ἁπλῶς ἐχρήσατο, ἀλλ' εἰς τὸ πᾶσι συμφέρον, δουλεύων ἅπασιν· ὀλίγοις ἀρκεσθεὶς ῥήμασιν ἐνταῦθα ἀπηλλάγη, εἰς μνήμην διὰ τῶν ὀλίγων τούτων παρα πέμπων τῶν εἰρημένων αὐτοὺς ἁπάντων. Ταῦτ' οὖν καὶ ἡμεῖς εἰδότες, ἀγαπητοὶ, προνοῶμεν τῶν ἀδελφῶν, καὶ τὴν ἑνότητα τὴν πρὸς αὐτοὺς διατηρῶμεν. Εἰς τοῦτο γὰρ ἡμᾶς ἡ θυσία ἐκείνη ἐνάγει ἡ φοβερὰ καὶ φρικώδης, κελεύουσα ἡμῖν μεθ' ὁμονοίας αὐτῇ μάλιστα προσιέναι καὶ θερμῆς ἀγάπης, καὶ ἀετοὺς γενομένους ἐντεῦθεν, οὕτω πρὸς αὐτὸν ἵπτασθαι τὸν οὐρανόν. Ὅπου γὰρ τὸ πτῶμα, φησὶν ἐκεῖ καὶ οἱ ἀετοί· πτῶμα καλῶν τὸ σῶμα διὰ τὸν θάνατον. Εἰ μὴ γὰρ ἐκεῖνος ἔπεσεν, ἡμεῖς οὐκ ἂν ἀνέστημεν. Ἀετοὺς δὲ καλεῖ, δεικνὺς ὅτι καὶ ὑψηλὸν εἶναι δεῖ τὸν προσιόντα τῷ σώματι τούτῳ, καὶ μηδὲν πρὸς τὴν γῆν κοινὸν ἔχειν, μηδὲ κάτω σύρεσθαι καὶ ἕρπειν, ἀλλ' ἄνω πέτεσθαι διηνεκῶς, καὶ πρὸς τὸν ἥλιον τῆς δικαιοσύνης ἐνορᾷν, καὶ ὀξυδερκὲς τὸ ὄμμα τῆς διανοίας ἔχειν· ἀετῶν γὰρ, οὐ κολοιῶν αὕτη ἡ τράπεζα. Οὗτοι καὶ τότε ἀπαντήσονται ἐκ τῶν οὐρανῶν καταβαίνοντι οἱ νῦν ἀξίως ἀπολαύοντες, ὥσπερ οὖν οἱ ἀναξίως τὰ ἔσχατα πείσονται.
δʹ. Εἰ γὰρ βασιλέα τις οὐκ ἂν ἁπλῶς δέξοιτο· τί λέγω βασιλέα; ἱματίου μὲν οὖν βασιλικοῦ οὐκ ἄν τις ἁπλῶς ἅψαιτο χερσὶν ἀκαθάρτοις, κἂν ἐπ' ἐρημίας ᾖ, κἂν μόνος ᾖ, κἂν μηδεὶς ὁ παρών· καίτοι γε οὐδὲν ἕτερόν ἐστι τὸ ἱμάτιον, ἢ σκωλήκων νήματα. Εἰ δὲ τὴν βαφὴν θαυμάζεις, καὶ αὕτη νεκρωθέντος ἰχθύος ἐστὶν αἷμα· ἀλλ' ὅμως οὐκ ἄν τις ἕλοιτο ῥυπαραῖς αὐτοῦ κατατολμῆσαι χερσίν. Εἰ δὲ ἀνθρωπίνου ἱματίου οὐκ ἄν τις τολμήσειεν ἁπλῶς θίγειν, πῶς τὸ σῶμα τοῦ ἐπὶ πάντων Θεοῦ, τὸ ἄμωμον, τὸ καθαρὸν, τὸ τῇ θείᾳ ἐκείνῃ φύσει ὁμιλῆσαν, δι' ὃ ἐσμὲν καὶ ζῶμεν, δι' ὃ πύλαι θανάτου κατεκλάσθησαν καὶ οὐρανοῦ ἁψῖδες ἀνεῴχθησαν, τοῦτο μετὰ τοσαύτης ὕβρεως ληψόμεθα; Μὴ, παρακαλῶ, μὴ κατασφάξωμεν ἑαυτοὺς διὰ τῆς ἀναισχυντίας, ἀλλὰ μετὰ φρίκης καὶ καθαρότητος ἁπάσης αὐτῷ προσίωμεν· καὶ ὅταν αὐτὸ προκείμενον ἴδῃς, λέγε πρὸς σεαυτόν· ∆ιὰ τοῦτο τὸ σῶμα οὐκέτι γῆ καὶ σποδὸς ἐγὼ, οὐκέτι αἰχμάλωτος, ἀλλ' ἐλεύθερος· διὰ τοῦτο τοὺς οὐρανοὺς ἐλπίζω, καὶ τὰ ἐν αὐτοῖς ἀπολήψεσθαι ἀγαθὰ, τὴν ἀθάνατον ζωὴν, τὴν τῶν ἀγγέλων λῆξιν, τὴν μετὰ Χριστοῦ ὁμιλίαν· τοῦτο τὸ σῶμα προσηλούμενον καὶ μαστιζόμενον οὐκ ἤνεγκεν ὁ θάνατος· τοῦτο τὸ σῶμα καὶ ἥλιος σταυρούμενον ἰδὼν, τὰς ἀκτῖνας ἀπέστρεψε· διὰ τοῦτο καὶ καταπέτασμα ἐσχίζετο τότε, καὶ πέτραι ἐῤῥήγνυντο, καὶ γῆ πᾶσα ἐτινάσσετο· τοῦτο ἐκεῖνο τὸ σῶμά ἐστι τὸ ᾑμαγμένον, τὸ λόγχῃ πληγὲν, καὶ τὰς σωτηρίους πηγὰς ἀναβλύσαν, τὴν τοῦ αἵματος, τὴν τοῦ ὕδατος τῇ οἰκουμένῃ πάσῃ. Βούλει καὶ ἑτέρωθεν τὴν ἰσχὺν αὐτοῦ μαθεῖν; Ἐρώτησον τὴν αἱμοῤῥοοῦσαν, τὴν οὐκ αὐτοῦ, ἀλλὰ τοῦ περικειμένου αὐτῷ ἱματίου, μᾶλλον δὲ οὐδὲ τούτου ὁλοκλήρου, ἀλλὰ τοῦ κρασπέδου ἁψαμένην· ἐρώτησον τὴν θάλασσαν, τὴν ὑπὲρ τῶν νώτων αὐτὸ βαστάσασαν· ἐρώτησον καὶ αὐτὸν τὸν διάβολον, καὶ εἰπέ· Πόθεν ἔχεις τὴν πληγὴν τὴν ἀνίατον; πόθεν οὐκέτι ἰσχύεις οὐδέν; πόθεν ἑάλως; τίνι κατεσχέθης φεύγων; καὶ οὐδὲν ἕτερον, ἢ τὸ σῶμα ἐρεῖ τὸ σταυρωθέν. ∆ιὰ τούτου τὰ κέντρα αὐτοῦ κατεκλάσθη· διὰ τούτου ἡ κεφαλὴ αὐτοῦ συνετρίβη· διὰ τούτου αἱ ἀρχαὶ καὶ αἱ ἐξουσίαι ἐδειγματίσθησαν· Ἀπεκδυσάμενος γὰρ, φησὶ, τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν, ἐν παῤῥησίᾳ θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ. Ἐρώτησον καὶ τὸν θάνατον, καὶ εἰπέ· Πόθεν ἀνῃρέθη σου τὸ κέντρον; πόθεν κατελύθη σου τὸ νῖκος; πόθεν ἐξεκόπη σου τὰ νεῦρα; καὶ κόραις καὶ παιδίοις γέγονας καταγέλαστος, ὁ καὶ τυράννοις καὶ δικαίοις ἅπασιν ὢν πρὸ τούτου φοβερός; καὶ τὸ σῶμα αἰτιάσεται τοῦτο. Ὅτε γὰρ τοῦτο ἐσταυροῦτο, τότε νεκροὶ ἀνέστησαν, τότε τὸ δεσμωτήριον ἐκεῖνο ἐῤῥάγη, καὶ αἱ χαλκαῖ ἐκλάσθησαν πύλαι, καὶ οἱ νεκροὶ ἀφείθησαν, καὶ πυλωροὶ ᾅδου πάντες ἔπτηξαν. Καίτοι γε εἰ τῶν πολλῶν εἷς ἦν, τοὐναντίον γενέσθαι ἔδει, τὸν θάνατον δυνατώτερον· ἀλλ' οὐκ ἐγένετο· οὐδὲ γὰρ τῶν πολλῶν εἷς ἦν. ∆ιὰ τοῦτο ἐξελύετο ἐκεῖνος. Καὶ ὥσπερ οἱ τροφὴν λαβόντες, ἣν οὐκ εἰσὶ δυνατοὶ κατασχεῖν, καὶ τὰ προαποκείμενα δι' ἐκείνην ἐμοῦσιν, οὕτω καὶ ἐπὶ τοῦ θανάτου γέγονε· τὸ σῶμα, ὅπερ οὐκ ἦν ἱκανὸς κατεργάζεσθαι, λαβὼν, κἀκεῖνα ἐξέβαλεν ἅπερ ἔνδον εἶχε· καὶ γὰρ ὤδινεν ἔχων αὐτὸν καὶ ἐθλίβετο, ἕως αὐτὸν ἤμεσε. ∆ιό φησιν ὁ Ἀπόστολος, Λύσας τὰς ὠδῖνας τοῦ θανάτου. Οὐδεμία γὰρ γυνὴ παιδίον κύουσα οὕτως ὠδίνει, ὡς ἐκεῖνος, τὸ σῶμα ἔχων τὸ ∆εσποτικὸν, διεκόπτετο διασπώμενος. Καὶ ὅπερ ἐπὶ τοῦ δράκοντος γέγονε τοῦ Βαβυλωνίου, ὅτε λαβὼν τὴν τροφὴν διεῤῥάγη μέσος, τοῦτο καὶ ἐπὶ τούτου. Οὐ γὰρ διὰ τοῦ στόματος πάλιν ἐξῆλθεν ὁ Χριστὸς τοῦ θανάτου, ἀλλ' αὐτὴν μέσην διαῤῥήξας τὴν γαστέρα τοῦ δράκοντος καὶ ἀνατεμὼν, οὕτως ἀπὸ τῶν ἀδύτων προῄει μετὰ πολλῆς τῆς λαμπρότητος, καὶ τὰς ἀκτῖνας ἀφιεὶς, οὐ μέχρι τούτου τοῦ οὐρανοῦ, ἀλλ' εἰς αὐτὸν τὸν ἄνω θρόνον· ἐκεῖ γὰρ αὐτὸ καὶ ἀνήγαγε. Τοῦτο τὸ σῶμα ἔδωκεν ἡμῖν καὶ κατέχειν καὶ ἐσθίειν, ὅπερ ἀγάπης ἐπιτεταμένης ἦν. Οὓς γὰρ ἂν φιλῶμεν σφοδρῶς, καὶ διαδάκνομεν πολλάκις. ∆ιὸ καὶ ὁ Ἰὼβ τὸν ἔρωτα τῶν οἰκετῶν τὸν περὶ αὐτὸν ἐνδεικνύμενος, ἔλεγεν· ὅτι πολλάκις ἐκεῖνοι σφόδρα αὐτὸν φιλοῦντες ἔλεγον, Τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι; Οὕτω καὶ ὁ Χριστὸς τῶν σαρκῶν αὐτοῦ ἔδωκεν ἡμῖν πλησθῆναι, εἰς φιλίαν πλείονα ἡμᾶς ἐπισπώμενος.
εʹ. Προσίωμεν τοίνυν μετὰ θερμότητος αὐτῷ καὶ πεπυρωμένης ἀγάπης, καὶ μὴ ὑπομείνωμεν τιμωρίαν. Ὅσῳ γὰρ ἂν ὦμεν εὐηργετημένοι μεγάλα, τοσούτῳ μᾶλλον κολαζόμεθα μειζόνως, ὅταν ἀνάξιοι τῆς εὐεργεσίας φανῶμεν. Τοῦτο τὸ σῶμα καὶ ἐπὶ φάτνης κείμενον ᾐδέσθησαν μάγοι. Καὶ ἄνδρες ἀσεβεῖς καὶ βάρβαροι τὴν πατρίδα καὶ τὴν οἰκίαν ἀφέντες, καὶ ὁδὸν ἐστείλαντο μακρὰν, καὶ ἐλθόντες μετὰ φόβου καὶ τρόμου πολλοῦ προσεκύνησαν. Μιμησώμεθα τοίνυν κἂν τοὺς βαρβάρους ἡμεῖς οἱ τῶν οὐρανῶν πολῖται. Ἐκεῖνοι μὲν γὰρ καὶ ἐπὶ φάτνης ἰδόντες καὶ ἐν καλύβῃ, καὶ οὐδὲν τοιοῦτον ἰδόντες οἷον σὺ νῦν, μετὰ πολλῆς τῆς φρίκης προσῄεσαν· σὺ δὲ οὐκ ἐν φάτνῃ ὁρᾷς, ἀλλ' ἐν θυσιαστηρίῳ, οὐ γυναῖκα κατέχουσαν, ἀλλ' ἱερέα παρεστῶτα, καὶ Πνεῦμα μετὰ πολλῆς τῆς δαψιλείας τοῖς προκειμένοις ἐφιπτάμενον. Οὐχ ἁπλῶς αὐτὸ τοῦτο τὸ σῶμα ὁρᾷς, ὥσπερ ἐκεῖνοι, ἀλλ' οἶσθα αὐτοῦ καὶ τὴν δύναμιν, καὶ τὴν οἰκονομίαν ἅπασαν, καὶ οὐδὲν ἀγνοεῖς τῶν δι' αὐτοῦ τελεσθέντων, μετὰ ἀκριβείας μυσταγωγηθεὶς ἅπαντα. ∆ιαναστήσωμεν τοίνυν ἑαυτοὺς καὶ φρίξωμεν, καὶ πολλῷ τῶν βαρβάρων ἐκείνων πλείονα ἐπιδειξώμεθα τὴν εὐλάβειαν, ἵνα μὴ ἁπλῶς, μηδὲ ὡς ἔτυχε προσελθόντες, πῦρ ἐπὶ τὴν ἑαυτῶν σωρεύσωμεν κεφαλήν. Ταῦτα δὲ λέγω, οὐχ ἵνα μὴ προσίωμεν, ἀλλ' ἵνα μὴ ἁπλῶς προσίωμεν. Ὥσπερ γὰρ τὸ ὡς ἔτυχε προσιέναι, κίνδυνος, οὕτω τὸ μὴ κοινωνεῖν τῶν μυστικῶν δείπνων ἐκείνων, λιμὸς καὶ θάνατος. Αὕτη γὰρ ἡ τράπεζα τῆς ψυχῆς ἡμῶν τὰ νεῦρα, τῆς διανοίας ὁ σύνδεσμος, τῆς παῤῥησίας ἡ ὑπόθεσις, ἡ ἐλπὶς, ἡ σωτηρία, τὸ φῶς, ἡ ζωή. Μετὰ ταύτης ἀπελθόντες ἐκεῖ τῆς θυσίας, ἐν παῤῥησίᾳ πολλῇ τῶν ἱερῶν ἐπιβησόμεθα προθύρων, ὥσπερ τισὶν ὅπλοις χρυσοῖς περιπεφραγμένοι πάντοθεν. Καὶ τί λέγω τὰ μέλλοντα; Ἐνταῦθα γάρ σοι τὴν γῆν οὐρανὸν ποιεῖ τουτὶ τὸ μυστήριον. Ἀναπέτασον γοῦν τοῦ οὐρανοῦ τὰς πύλας, καὶ διάκυψον· μᾶλλον δὲ οὐχὶ τοῦ οὐρανοῦ, ἀλλὰ τοῦ οὐρανοῦ τῶν οὐρανῶν, καὶ τότε ὄψει τὸ εἰρημένον. Τὸ γὰρ πάντων ἐκεῖ τιμιώτερον, τοῦτό σοι ἐπὶ τῆς γῆς δείξω κείμενον. Ὥσπερ γὰρ ἐν τοῖς βασιλείοις τὸ πάντων σεμνότερον, οὐ τοῖχοι, οὐκ ὄροφος χρυσοῦς, ἀλλὰ τὸ βασιλικὸν σῶμα τὸ καθήμενον ἐπὶ τοῦ θρόνου· οὕτω καὶ ἐν τοῖς οὐρανοῖς τὸ τοῦ βασιλέως σῶμα. Ἀλλὰ τοῦτό σοι νῦν ἔξεστιν ἐπὶ γῆς ἰδεῖν. Οὐ γὰρ ἀγγέλους οὐδὲ ἀρχαγγέλους οὐδὲ οὐρανοὺς καὶ οὐρανοὺς οὐρανῶν, ἀλλ' αὐτὸν τὸν τούτων σοι δείκνυμι ∆εσπότην. Εἶδες πῶς τὸ πάντων τιμιώτερον ὁρᾷς ἐπὶ γῆς; καὶ οὐχ ὁρᾷς μόνον, ἀλλὰ καὶ ἅπτῃ; καὶ οὐχ ἅπτῃ μόνον, ἀλλὰ καὶ ἐσθίεις, καὶ λαβὼν οἴκαδε ἀναχωρεῖς; Ἀπόσμηχε τοίνυν τὴν ψυχὴν, παρασκεύαζε τὴν διάνοιαν πρὸς τὴν τούτων τῶν μυστηρίων ὑποδοχήν. Καὶ γὰρ εἰ παιδίον βασιλικὸν μετὰ τοῦ κόσμου καὶ τῆς ἁλουργίδος καὶ τοῦ διαδήματος ἐνεχειρίσθης φέρειν, πάντα ἂν ἔῤῥιψας τὰ ἐν τῇ γῇ· νυνὶ δὲ οὐ παιδίον ἀνθρώπου βασιλικὸν, ἀλλ' αὐτὸν τὸν μονογενῆ λαμ βάνων τοῦ Θεοῦ Παῖδα, οὐ φρίττεις, εἰπέ μοι, καὶ πάντα τὸν τῶν βιωτικῶν ἐκβάλλεις ἔρωτα, καὶ τῷ κόσμῳ καλλωπίζῃ μόνον ἐκείνῳ, ἀλλ' ἔτι πρὸς τὴν γῆν ὁρᾷς, καὶ χρημάτων ἐρᾷς καὶ πρὸς χρυσὸν ἐπτόησαι; καὶ τίνα ἂν σχοίης συγγνώμην; ποίαν ἀπολογίαν; Οὐκ οἶσθα πῶς ἅπασαν τὴν βιωτικὴν πολυτέλειαν ἀποστρέφεταί σου ὁ ∆εσπότης; οὐ διὰ τοῦτο ἐν φάτνῃ ἐτέθη τεχθεὶς, καὶ μητέρα ἔλαβεν εὐτελῆ; οὐ διὰ τοῦτο ἐκείνῳ τῷ πρὸς καπηλείαν βλέποντι ἔλεγεν· Ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ; Τί δὲ οἱ μαθηταί; οὐ τὸν αὐτὸν διετήρουν νόμον, εἰς τὰς τῶν πενήτων οἰκίας καταγόμενοι, καὶ ὁ μὲν πρὸς βυρσέα, ὁ δὲ πρὸς σκηνοῤῥάφον κατέλυον καὶ πρὸς τὴν πορφυροπώλιδα; οὐ γὰρ οἰκίας περιφάνειαν, ἀλλὰ ψυχῶν ἀρετὰς ἐπεζήτουν. Τούτους τοίνυν καὶ ἡμεῖς ζηλώσωμεν· τὰ μὲν κάλλη τῶν κιόνων καὶ τῶν μαρμάρων παρατρέχοντες, ζητοῦντες δὲ τὰς ἄνω μονὰς, καὶ πάντα τῦφον τὸν ἐνταῦθα πατήσωμεν μετὰ τῆς τῶν χρημάτων ἐπιθυμίας, καὶ ὑψηλὸν λάβωμεν φρόνημα. Ἂν γὰρ νήφωμεν, οὐδὲ ὁ κόσμος ἡμῶν οὗτος ἄξιος, μήτι γε στοαὶ καὶ περίπατοι. ∆ιὸ, παρακαλῶ, τὴν ψυχὴν τὴν ἑαυτῶν καλλωπίζωμεν, τὴν οἰκίαν ταύτην κατασκευάζωμεν, ἣν καὶ λαβόντες ἀπελευσόμεθα, ἵνα καὶ τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.
ΟΜΙΛΙΑ ΚΕʹ.
Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν.
αʹ. Εἰπὼν ὅτι ἀδύνατον ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων, καὶ καθάπαξ ἀπαγαγὼν τῶν τραπεζῶν ἐκείνων, ἀπὸ παραδειγμάτων Ἰουδαϊκῶν, ἀπὸ λογισμῶν ἀνθρωπίνων, ἀπὸ τῶν μυστηρίων τῶν φρικτῶν, ἀπὸ τῶν ἐν τοῖς εἰδώλοις τελουμένων, καὶ πολὺν φόβον ἐνθεὶς αὐτοῖς· ἵνα μὴ τῷ φόβῳ τούτῳ πάλιν εἰς ἑτέραν ἀμετρίαν αὐτοὺς ἐξωθήσῃ, καὶ ἀναγκασθῶσι πλείονι περιεργίᾳ κεχρημένοι τοῦ δέοντος δεδοικέναι, μήποτε καὶ ἀγνοούντων αὐτῶν ἐπεισέλθῃ τι τοιοῦτον, ἢ ἐξ ἀγορᾶς ἢ ἄλλοθέν ποθεν, ἀφιεὶς αὐτοὺς ταύτης τῆς ἀνάγκης, φησί· Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες. Ἐὰν γὰρ ἀγνοῶν, φησὶ, φάγῃς καὶ μὴ εἰδὼς, οὐχ ὑπόκεισαι τῇ τιμωρίᾳ· τῆς γὰρ ἀγνοίας λοιπὸν τὸ πρᾶγμα, οὐχὶ τῆς λαιμαργίας. Καὶ οὐ ταύτης μόνον αὐτοὺς ἀπαλλάττει τῆς ἀγωνίας, ἀλλὰ καὶ ἑτέρας, πολλὴν ἄδειαν καὶ ἐλευθερίαν αὐτοῖς κατασκευάζων. Οὐδὲ γὰρ ἀνακρίνειν ἀφίησι, τουτέστιν, ἐξετάζειν καὶ πυνθάνεσθαι, εἴτε εἰδωλόθυτον, εἴτε μὴ τοιοῦτον· ἀλλ' ἁπλῶς ἐσθίειν ἅπαν τὸ ἐξ ἀγορᾶς, μηδὲ τοῦτο μανθάνειν, ὅ τι ποτέ ἐστι τὸ προκείμενον. Ὥστε ἔστι καὶ φαγόντα ἀγνοοῦντα ἀπηλλάχθαι. Τοιαῦτα γὰρ τὰ μὴ τῇ φύσει πονηρὰ, ἀλλ' ἀπὸ τῆς διανοίας ποιοῦντα τὸ ἀκάθαρτον. ∆ιὰ τοῦτό φησι, Μηδὲν ἀνακρίνοντες. Τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, οὐχὶ τῶν δαιμόνων. Εἰ δὲ ἡ γῆ καὶ οἱ καρποὶ καὶ τὰ ἄλογα αὐτοῦ πάντα, οὐδὲν ἀκάθαρτον· ἀλλ' ἑτέρως ἀκάθαρτον γίνεται, ἀπὸ τῆς διανοίας καὶ ἀπὸ τῆς παρακοῆς. ∆ιὰ τοῦτο οὐ μόνον ἐπέτρεψεν, ἀλλὰ καὶ, Ἐάν τις ὑμᾶς, φησὶ, καλῇ τῶν ἀπί στων, καὶ θέλητε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν. Ὅρα πάλιν τὴν συμμετρίαν· οὐ γὰρ ἐπέταξε καὶ ἐνομοθέτησεν ἀπιέναι, ἀλλ' οὐδὲ ἐκώλυσεν· ἀπελθόντας δὲ πάλιν ἀπαλλάττει πάσης ὑποψίας. Τί δήποτε; Ἵνα μὴ δόξῃ φόβου τινὸς εἶναι ἡ τοσαύτη πολυπραγμοσύνη καὶ δειλίας. Ὁ μὲν γὰρ περιεργαζόμενος, ὡς δεδοικὼς τοῦτο ποιεῖ· ὁ δὲ μετὰ τὸ ἀκοῦσαι ἀπεχόμενος, ὡς καταφρονῶν καὶ μισῶν καὶ ἀποστρεφόμενος, ἀπέχεται. ∆ιόπερ ὁ Παῦλος ἀμφότερα βουλόμενος κατασκευάσαι φησί· Πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε. Ἂν δέ τις ὑμῖν εἴπῃ, Τοῦτο εἰδωλόθυτόν ἐστι, μὴ ἐσθίετε διὰ τὸν μηνύσαντα. Οὐδὲ γὰρ ὡς ἐχόντων ἰσχὺν, ἀλλ' ὡς βδελυρῶν ἀπέχεσθαι κελεύει. Μήτε τοίνυν ὡς δυνάμενα καταβλάψαι, φεύγετε· οὐδεμίαν γὰρ ἔχει ἰσχύν· μήτε, ἐπειδὴ μηδεμίαν ἔχει ἰσχὺν, ἀδιαφόρως μετέχετε· ἐχθρῶν γάρ ἐστι καὶ ἠτιμωμένων ἡ τράπεζα. ∆ιὸ ἔλεγε, Μὴ ἐσθίετε διὰ τὸν μηνύσαντα, καὶ τὴν συνείδησιν. Τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Ὁρᾷς πῶς καὶ ὅτε ἐσθίειν κελεύει, καὶ ὅτε ἀπέχεσθαι δεῖ, τὴν αὐτὴν μαρτυρίαν εἰς μέσον ἄγει; Οὐδὲ γὰρ διὰ τοῦτο κωλύω, φησὶν, ὡς ἀλλοτρίων ὄντων· τοῦ γὰρ Κυρίου ἡ γῆ· ἀλλὰ δι' ὅπερ εἶπον, διὰ τὴν συνείδησιν, τουτέστιν, ἵνα μὴ βλαβῇ. Οὐκοῦν δεῖ περιεργάζεσθαι; Οὒ, φησίν· οὐδὲ γὰρ τὴν σὴν εἶπον συνείδησιν, ἀλλὰ τὴν ἐκείνου. Προλαβὼν γὰρ εἶπον, ∆ιὰ τὸν μηνύσαντα· καὶ πάλιν, Συνείδησιν δὲ λέγω, οὐχὶ τὴν ἑαυτοῦ, ἀλλὰ τὴν τοῦ ἑτέρου. Ἀλλ' ἴσως εἴποι τις ἂν, ὅτι Τῶν μὲν ἀδελφῶν εἰκότως φείδῃ, καὶ οὐκ ἐᾷς ἡμᾶς ἀπογεύεσθαι δι' ἐκείνους, ἵνα μὴ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα οἰκονομηθῇ εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν· εἰ δὲ Ἕλλην τις εἴη, τί σοι τούτου μέλει; οὐ σὺ ἔλεγες, Τί γάρ μοι καὶ τοὺς ἔξω κρίνειν; τίνος οὖν ἕνεκεν αὐ τῶν πάλιν φροντίζεις; Οὐκ ἐκείνου φροντίζω, φησὶν, ἀλλὰ καὶ ἐνταῦθα σοῦ. ∆ιὸ καὶ ἐπήγαγεν· Ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; ἐλευθερίαν τὸ ἀπαρατήρητον καὶ ἀκώλυτον λέγων· τοῦτο γὰρ ἐλευθερία, Ἰουδαϊκῆς ἀπηλλαγμένη δουλείας. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἐλεύθερόν με ἐποίησεν ὁ Θεὸς, καὶ πάσης βλάβης ἀνώτερον· ἀλλ' οὐκ οἶδεν ὁ Ἕλλην δικάζειν τῇ ἐμῇ φιλοσοφίᾳ, οὐδὲ τὴν τοῦ ∆εσπότου μου φιλοτιμίαν συνορᾷν, ἀλλὰ καταγνώσεται καὶ ἐρεῖ πρὸς ἑαυτόν· Μῦθος τὰ Χριστιανῶν, ἀπέχονται τῶν εἰδώλων, φεύγουσι δαίμονας, καὶ τῶν ἐκείνοις προσαγομένων ἔχονται· πολλὴ παρ' αὐτοῖς ἡ γαστριμαργία. Καὶ τί τοῦτο; φησί· ποῖον δὲ ἡμῖν βλάβος, ἂν κακῶς ἐκεῖνος κρίνῃ; Πόσῳ δὲ βέλτιον τὸ μηδὲ ὅλως κρίνειν αὐτῷ διδόναι; ἂν γὰρ ἀπέχῃ, οὐδὲ ταῦτα ἐρεῖ. Πῶς, φησὶν, οὐκ ἐρεῖ; ὅταν γὰρ ἴδῃ μὴ ἐξετάζοντα ταῦτα, μὴ ἐν μακέλλῳ, μὴ ἐν συμποσίῳ, πῶς οὐκ ἐρεῖ καὶ καταγνώσεται, ὡς ἀδιαφόρως μου μετέχοντος; Οὐδαμῶς· οὐ γὰρ ὡς εἰδωλοθύτων μετέχεις, ἀλλ' ὡς καθαρῶν· εἰ δὲ οὐ περιεργάζῃ, ἵνα δείξῃς, ὅτι οὐ δέδοικας τὰ προκείμενα. ∆ιὰ γὰρ τοῦτο, κἂν εἰς Ἑλλήνων οἰκίαν εἰσέλθῃς, κἂν εἰς ἀγορὰν ἐμβάλῃς, οὐκ ἀφίημί σε ἐρωτᾷν, ἵνα μὴ ψοφοδεὴς γένῃ μηδὲ λινοπλὴξ, μηδὲ περιττὰ ἑαυτῷ πράγματα παρέχῃς. Εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ; Τίνος μετέχεις χάριτι; εἰπέ μοι. Τῶν τοῦ Θεοῦ δωρεῶν· ἡ γὰρ χάρις αὐτοῦ τοσαύτη, ὡς κατασκευάσαι μοι τὴν ψυχὴν ἀμόλυντον καὶ ἀνωτέραν πάσης κηλῖδος. Καθάπερ γὰρ ἥλιος ἐπαφιεὶς τὰς ἀκτῖνας πολλαῖς κηλῖσι, πάλιν αὐτὰς συστέλλει καθαράς· οὕτω καὶ ἡμεῖς, καὶ πολλῷ πλέον, ἐν μέσῳ τῷ κόσμῳ στρεφόμενοι, καθαροὶ διαμένομεν, ἂν ἐθέλωμεν, ὅσῳ καὶ μείζονα δύναμιν ἔχομεν.
βʹ. Τί οὖν ἀπέχῃ, φησίν; Οὐχ ὡς μέλλων ἀκάθαρτος γίνεσθαι, μὴ γένοιτο, ἀλλὰ διὰ τὸν ἀδελφὸν, καὶ ἵνα μὴ κοινωνὸς γένωμαι δαιμονίων, καὶ ἵνα μὴ κρίνωμαι παρὰ τοῦ ἀπίστου. Ἐνταῦθα γὰρ οὐκέτι λοιπὸν ἡ φύσις, ἀλλ' ἡ παρακοὴ καὶ ἡ πρὸς δαίμονας φιλία ποιεῖ με ἀκάθαρτον, καὶ ἡ προαίρεσις τὸν μολυσμὸν ἐργάζεται. Τί δέ ἐστι, Τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ; Ἐγὼ μὲν γὰρ, φησὶν, εὐχαριστῶ τῷ Θεῷ, ὅτι οὕτω με ὑψηλὸν ἐποίησε καὶ Ἰουδαϊκῆς ταπεινότητος ἀνώτερον, ὡς μηδαμόθεν βλάπτεσθαι· οἱ δὲ Ἕλληνες, οὐκ εἰδότες μου τὴν φιλοσοφίαν, τἀναντία ὑποπτεύσουσι καὶ ἐροῦσιν, ὅτι Χριστιανοὶ τῶν ἡμετέρων ἐφίενται, καὶ ὑποκριταί τινές εἰσι, διαβάλλοντες μὲν δαίμονας καὶ ἀποστρεφόμενοι, ἐπὶ δὲ τὰς τραπέζας αὐτῶν τρέχοντες· οὗ τί γένοιτ' ἂν ἀναισθητότερον; οὐκ ἄρα ἀληθείας ἕνεκεν, ἀλλὰ φιλοτιμίας καὶ φιλαρχίας ἐπὶ τὸ δόγμα τοῦτο ἐληλύθασι. Πόσης οὖν ἀνοίας ἂν εἴη, ὑπὲρ ὧν οὕτως εὐηργετήθην, ὡς καὶ εὐχαριστεῖν, ὑπὲρ τούτων βλασφημίας αἴτιον γίνεσθαι; Ἀλλὰ ταῦτα καὶ νῦν ἐρεῖ, φησὶν, ὁ Ἕλλην, ὅταν ἴδῃ μὴ περιεργαζόμενον; Οὐδαμῶς· οὐδὲ γὰρ πάντα εἰδωλοθύτων γέμει, ἵνα τοῦτο ὑποπτεύσῃ· οὔτε αὐτὸς ὡς εἰδωλοθύτων ἀπογεύῃ. Μὴ τοίνυν περιεργάζου περιττὰ, μηδ' αὖ πάλιν, λεγόντων τινῶν, ὅτι Εἰδωλόθυτόν ἐστι, κοινώνει. Καὶ γὰρ ὁ Χριστὸς χάριν σοι ἔδωκε, καὶ ὑψηλόν σε ἐποίησε καὶ μείζονα τῆς ἐκεῖθεν βλάβης, οὐχ ἵνα κακῶς ἀκούσῃς, οὐδ' ἵνα, ὅθεν τοσαῦτα ἐκέρδανας ὡς καὶ εὐχαριστεῖν, ἐντεῦθεν οὕτω βλάψῃς ἑτέρους ὡς καὶ βλασφημεῖν. ∆ιὰ τί γὰρ οὐ λέγω τῷ Ἕλληνι, φησὶν, ὅτι Καὶ τρώγω καὶ οὐδὲν βλάπτομαι, καὶ ὅτι Οὐχ ὡς φιλῶν τοὺς δαίμονας τοῦτο ποιῶ; Ὅτι οὐ δύνασαι πεῖσαι, κἂν μυριάκις λέγῃς· ἀσθενὴς γάρ ἐστι, καὶ πολέμιος. Εἰ γὰρ τὸν ἀδελφὸν οὐδέπω ἔπεισας, πολλῷ μᾶλλον τὸν ἐχθρὸν καὶ Ἕλληνα. Εἰ ἐκεῖνος ἐπὶ τῇ συνειδήσει τοῦ εἰδωλοθύτου κατέχεται, πολλῷ μᾶλλον ὁ ἄπιστος. Τί δὲ ἡμῖν καὶ πραγμάτων δεῖ τοσούτων; Τί οὖν, ἐπειδὴ Χριστὸν ἔγνωμεν καὶ εὐχαριστοῦμεν, βλασφημοῦσι δὲ ἐκεῖνοι, διὰ τοῦτο ἀποστησόμεθα καὶ τούτου; Ἄπαγε· οὐ γάρ ἐστιν ἴσον· ἐκεῖ μὲν γὰρ πολὺ τὸ κέρδος ἐκ τοῦ φέρειν τὴν βλασφημίαν, ἐνταῦθα δὲ οὐδὲν ἔσται πλέον. ∆ιὸ καὶ προλαβὼν ἔλεγεν· Οὔτε γὰρ ἐὰν φάγωμεν, περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα. Καὶ χωρὶς τούτου δὲ φευκτὸν τὸ πρᾶγμα ἀπέφηνεν, ὥστε καὶ ἑτέρωθεν αὐτῶν ἀπέχεσθαι δεῖ, οὐ διὰ τοῦτο μόνον, ἀλλὰ καὶ διὰ τὰς ἄλλας ἃς εἴρηκεν αἰτίας. Εἴτε οὖν ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Εἶδες πῶς ἀπὸ τοῦ προκειμένου ἐπὶ τὸ καθολικὸν ἐξήγαγε τὴν παραίνεσιν, ἕνα κάλλιστον τὸν ὅρον ἡμῖν δοὺς, τὸ τὸν Θεὸν διὰ πάντων δοξάζεσθαι; Ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησικαὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. Τουτέστι, μηδεμίαν παρέχετε λαβὴν μηδενί. Καὶ γὰρ ὁ ἀδελφὸς σκανδαλίζεται, καὶ ὁ Ἰουδαῖος μᾶλλόν σε μισήσει καὶ καταγνώσεταί σου, καὶ ὁ Ἕλλην ὁμοίως ὡς λαίμαργον οὕτω γελάσεται καὶ ὑποκριτήν. Οὐ μόνον δὲ ἀδελφοὺς οὐ χρὴ πλήττειν, ἀλλ' ἐν τοῖς δυνατοῖς οὐδὲ τοὺς ἔξωθεν. Εἰ γὰρ φῶς ἐσμεν καὶ ζύμη καὶ φωστῆρες καὶ ἅλας, φωτίζειν, οὐ σκοτίζειν δεῖ· σφίγγειν, οὐ παραλύειν· πρὸς ἑαυτοὺς ἐπισπᾶσθαι τοὺς ἀπίστους, οὐ φυγαδεύειν. Τί τοίνυν διώκεις, οὓς ἐφέλκεσθαι δεῖ; Καὶ γὰρ Ἕλληνες πλήττονται, ὅταν ἴδωσι παλινδρομοῦντας ἡμᾶς εἰς τὰ τοιαῦτα· τὴν γὰρ διάνοιαν οὐκ ἴσασιν, οὐδ' ὅτι παντὸς αἰσθητοῦ μολυσμοῦ ἀνωτέρα γέγονεν ἡ ψυχή. Καὶ οἱ Ἰουδαῖοι δὲ καὶ τῶν ἀδελφῶν οἱ ἀσθενέστεροι τὰ αὐτὰ πείσονται. Εἶδες πόσας αἰτίας τέθεικε, δι' ἃς χρὴ τῶν εἰδωλοθύτων ἀπέχεσθαι; διὰ τὸ ἀνόνητον, διὰ τὸ περιττὸν, διὰ τὴν τοῦ ἀδελφοῦ βλάβην, διὰ τὴν τοῦ Ἰουδαίου βλασφημίαν, διὰ τὴν τοῦ Ἕλληνος κακηγορίαν, διὰ τὸ μὴ δεῖν δαίμοσι κοινωνεῖν, διὰ τὸ εἰδωλολατρείαν τινὰ εἶναι τὸ πρᾶγμα. Εἶτα, ἐπειδὴ εἶπεν, Ἀπρόσκοποι γίνεσθε, καὶ ὑπευθύνους αὐτοὺς ἐποίησε καὶ τῆς τῶν Ἑλλήνων βλάβης καὶ τῆς τῶν Ἰουδαίων, καὶ βαρὺ τὸ λεγόμενον ἦν, ὅρα πῶς αὐτὸ εὐπαράδεκτον καὶ κοῦφον ποιεῖ, τιθεὶς ἑαυτὸν μέσον, καὶ λέγων· Καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι. Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.
γʹ. Τοῦτο κανὼν χριστιανισμοῦ τοῦ τελειοτάτου, τοῦτο ὅρος ἠκριβωμένος, αὕτη ἡ κορυφὴ ἡ ἀνωτάτω, τὸ τὰ κοινῇ συμφέροντα ζητεῖν. Ὅπερ καὶ αὐτὸς δηλῶν ἐπήγαγε· Καθὼς κἀγὼ Χριστοῦ. Οὐδὲν γὰρ οὕτω δύναται ποιῆσαι μιμητὴν τοῦ Χριστοῦ, ὡς τὸ κήδεσθαι τῶν πλησίον. Ἀλλὰ κἂν νηστεύσῃς, κἂν χαμευνήσῃς, κἂν ἀπαγχονήσῃς σαυτὸν, τοῦ δὲ πλησίον μὴ προνοῇς, οὐδὲν μέγα εἰργάσω, ἀλλ' ἔτι πόῤῥω ταύτης τῆς εἰκόνος ἕστηκας ταῦτα ποιῶν. Καίτοι ἐνταῦθα μὲν καὶ αὐτὸ φύσει τὸ πρᾶγμα λυσιτελές ἐστι, τὸ ἀπέχεσθαι τῶν εἰδωλοθύτων· ἐγὼ δὲ πολλὰ καὶ τῶν ἀσυμφόρων ἐποίησα, φησὶν, οἷον, ὅτε περιέτεμον, ὅτε ἔθυσα. Ταῦτα γὰρ εἴ τις καθ' ἑαυτὰ ἐξετάσειε, καὶ ἀπόλλυσι τοὺς μετιόντας καὶ τῆς σωτηρίας ἐκπίπτειν ποιεῖ· ἀλλ' ὅμως ὑπέμεινα καὶ ταῦτα διὰ τὸ ἐξ αὐτῶν κέρδος. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον. Ἐκεῖ μὲν γὰρ, ἂν μὴ προσῇ ἡ ὠφέλεια καὶ τὸ δι' ἑτέρους γενέσθαι, τότε βλάβος τὸ πρᾶγμα γίνεται· ἐνταῦθα δὲ, κἂν μηδεὶς ὁ σκανδαλιζόμενος ᾖ, καὶ οὕτως ἀπέχεσθαι τῶν κεκωλυμένων χρή. Οὐ μόνον δὲ βλαβερὰ, ἀλλὰ καὶ ἐπίπονα ὑπέμεινα. Ἄλλας γὰρ Ἐκκλησίας ἐσύλησα, φησὶ, λαβὼν ὀψώνιον, καὶ ἐξὸν ἐσθίειν καὶ μὴ ἐργάζεσθαι, οὐκ ἐζήτησα τοῦτο, ἀλλ' εἱλόμην λιμῷ διαφθαρῆναι μᾶλλον, ἢ σκανδαλίσαι ἕτερον. ∆ιὰ τοῦτό φησι, Πάντα πᾶσιν ἀρέσκω. Ἄν τε παράνομον, ἄν τε ἐπίπονον καὶ ἐπικίνδυνον δέῃ ποιῆσαι, πάντα εἰς τὸ ἑτέρων συμφέρον ὑπομένω. Πάντων γοῦν ἀνώτερος ὢν κατὰ τὴν ἀκρίβειαν, πάντων κατώτερος γέγονε κατὰ τὴν συγκατάβασιν. Καὶ γὰρ οὐδὲν κατόρθωμα σφόδρα μέγα εἶναι δύναιτ' ἂν, ὅταν μὴ τὸ κέρδος καὶ εἰς ἑτέρους διαδιδῷ· καὶ δηλοῖ ὁ τὸ τάλαντον ὑγιὲς προσενεγκὼν, καὶ διχοτομηθεὶς ἐπειδὴ αὐτὸ οὐκ ἐπλεόνασε. Καὶ σὺ τοίνυν, ἀδελφὲ, κἂν ἄσιτος μένῃς, κἂν χαμαὶ καθεύδῃς, κἂν τέφραν ἐσθίῃς, κἂν θρηνῇς διαπαντὸς, καὶ μηδένα ἕτερον ὠφελῇς, οὐδὲν μέγα ἐργάσῃ. Καὶ γὰρ καὶ τοῖς ἐν ἀρχῇ μεγάλοις καὶ γενναίοις ἐκείνοις ἀνδράσι τοῦτο μάλιστα περισπούδαστον ἦν· ἐξέτασον αὐτῶν μετὰ ἀκριβείας τὸν βίον, καὶ ὄψει σαφῶς, ὅτι οὐδεὶς αὐτῶν τὰ ἑαυτοῦ ποτε ἐσκόπησεν, ἀλλὰ τὰ τοῦ πλησίον ἕκαστος· ὅθεν καὶ ἔλαμψαν μᾶλλον. Καὶ γὰρ καὶ τῷ Μωϋσῇ πολλὰ καὶ μεγάλα εἰργάσθη θαύματα καὶ σημεῖα· ἀλλ' οὐδὲν αὐτὸν οὕτω μέγαν ἐποίησεν, ὡς ἡ μακαρία ἐκείνη φωνὴ, ἣν πρὸς τὸν Θεὸν ἀφῆκε, λέγων· Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον. Τοιοῦτος ἦν καὶ ὁ ∆αυΐδ· διὸ καὶ ἔλεγεν, Ἐγὼ ὁ ποιμὴν ἥμαρτον, καὶ ἐγὼ ἐκακοποίησα, καὶ οὗτοι τὸ ποίμνιον τί ἐποίησαν; Γενέσθω ἡ χείρ σου ἐπ' ἐμὲ, καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου. Οὕτω καὶ ὁ Ἀβραὰμ οὐκ ἐζήτει τὸ ἑαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν. ∆ιὸ καὶ κινδύνοις ἑαυτὸν ἐξεδίδου, καὶ τὸν Θεὸν ὑπὲρ τῶν οὐδὲν αὐτῷ προσηκόντων παρεκάλει. Καὶ οὗτοι μὲν οὕτως ἔλαμψαν· οἱ δὲ τὰ ἑαυτῶν ζητήσαντες σκόπει πῶς καὶ ἐβλάβησαν. Ὁ γοῦν ἀδελφιδοῦς ὁ τούτου, ἐπειδὴ ἤκουσεν, Εἰ σὺ εἰς δεξιὰ, ἐγὼ δὲ εἰς ἀριστερὰ, καὶ τὴν αἵρεσιν λαβὼν, τὸ ἑαυτοῦ συμφέρον ἐζήτησεν, οὐδὲ τὸ ἑαυτοῦ εὗρεν· ἀλλ' αὕτη μὲν ἐνεπυρίζετο ἡ χώρα, ἐκείνη δὲ ἔμενεν ἀνέπαφος. Ὁ Ἰωνᾶς πάλιν οὐ ζητήσας τὸ τῶν πολλῶν συμφέρον, ἀλλὰ τὸ ἑαυτοῦ, καὶ ἀπολέσθαι ἐκινδύνευσε· καὶ ἡ μὲν πόλις εἱστήκει, αὐτὸς δὲ ἐσαλεύετο καὶ ἐκλυδωνίζετο καὶ κατεποντίζετο. Ὅτε δὲ τὸ τῶν πολλῶν συμφέρον ἐζήτησε, τότε καὶ τὸ ἑαυτοῦ εὗρεν. Οὕτω καὶ ὁ Ἰακὼβ ἐπὶ τῶν ποιμνίων μὴ ζητήσας τὸ οἰκεῖον κέρδος, τῆς πολλῆς εὐπορίας ἀπήλαυσε. Καὶ ὁ Ἰωσὴφ δὲ τὸ τῶν ἀδελφῶν συμφέρον ζητήσας, εὗρε τὸ ἑαυτοῦ. Πεμπόμενος γοῦν παρὰ τοῦ πατρὸς οὐκ εἶπε, Τί τοῦτο; οὐκ ἤκουσας ὅτι ὑπὲρ ὄψεως καὶ ἐνυπνίων καὶ διασπᾶσαι με ἐπεχείρουν, καὶ ὀνειράτων εὐθύνας ὑπεῖχον, καὶ τοῦ φιλεῖσθαί με παρὰ σοῦ δίδωμι δίκην; τί οὖν οὐκ ἐργάσονταί με λαβόντες εἰς μέσον; Οὐδὲν τούτων εἶπεν, οὐκ ἐνενόησεν, ἀλλὰ πάντων προτιμᾷ τὴν τῶν ἀδελφῶν θεραπείαν. ∆ιὰ τοῦτο καὶ πάντων τῶν μετὰ ταῦτα ἀπέλαυσεν ἀγαθῶν, ἃ καὶ σφόδρα λαμπρὸν ἐποίησαν καὶ ἔνδοξον ἀπέφηναν. Οὕτω καὶ Μωϋσῆς· οὐδὲν γὰρ κωλύει καὶ ἐκ δευτέρου πάλιν αὐτοῦ μνησθῆναι, καὶ ἰδεῖν πῶς τὰ καθ' ἑαυτὸν παρεώρα, καὶ τὰ τῶν ἄλλων ἐζήτει. Οὗτος γὰρ ἐν βασιλείοις στρεφόμενος, ἐπειδὴ μείζονα πλοῦτον ἡγήσατο τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν, καὶ πάντα ἀπὸ τῶν χειρῶν ῥίψας. ἐκοινώνει τῶν κακῶν τοῖς Ἑβραίοις, οὐ μόνον αὐτὸς οὐκ ἐδουλώθη, ἀλλὰ καὶ ἐκείνους δουλείας ἀπήλλαξε. Μεγάλα μὲν οὖν ταῦτα, καὶ ἀγγελικῆς ἄξια πολιτείας.
δʹ. Τὸ δὲ τοῦ Παύλου πολλὴν ἔχει τὴν ὑπερβολήν. Οἱ μὲν γὰρ ἄλλοι πάντες τὰ αὐτῶν ἀφέντες ἀγαθὰ, τοῖς τῶν πλησίον εἵλοντο κοινωνεῖν κακοῖς· ὁ δὲ Παῦλος πολλῷ μεῖζον ἐποίησεν. Οὐ γὰρ ταῖς ἑτέρων ἠθέλησε κοινωνῆσαι συμφοραῖς, ἀλλ' εἵλετο αὐτὸς εἶναι ἐν τοῖς ἐσχάτοις, ἵνα ἕτεροι γίνωνται ἐν ἀγαθοῖς. Οὐκ ἔστι δὲ ἴσον ὄντα ἐν τρυφῇ ῥῖψαι τρυφὴν καὶ κακουχεῖσθαι, αὐτὸν μόνον κακουχούμενον ἑτέρους ποιῆσαι εἶναι ἐν ἀδείᾳ καὶ τιμῇ. Ἐνταῦθα μὲν γὰρ εἰ καὶ μέγα τὸ ἀλλάξασθαι τὰ κακὰ τῶν ἀγαθῶν διὰ τὸν πλησίον, ἀλλ' ὅμως φέρει τινὰ παραμυθίαν τὸ κοινωνοὺς ἔχειν τῆς δυσημερίας· τὸ δὲ αὐτὸν μόνον ἐθέλειν εἶναι ἐν τοῖς λυπηροῖς, ἵνα ἕτεροι τῶν χρηστῶν ἀπολαύσωσι, τοῦτο πολλῷ νεανικωτέρας ψυχῆς καὶ τοῦ Παύλου φρονήματος. Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ ἑτέρᾳ ὑπερβολῇ μείζονι νικᾷ τοὺς προειρημένους ἅπαντας. Ὁ μὲν γὰρ Ἀβραὰμ καὶ οἱ λοιποὶ πάντες κινδύνοις ἑαυτοὺς περιέβαλον τοῖς ἐν τῷ παρόντι βίῳ, καὶ πάντες ἁπαξαπλῶς ἐκεῖνοι τοῦτον ᾔτουν τὸν θάνατον· ὁ δὲ Παῦλος τῆς δόξης τῆς μελλούσης ηὔξατο ἐκπεσεῖν ὑπὲρ τῆς τῶν ἑτέρων σωτηρίας. Ἔχω καὶ τρίτην εἰπεῖν ὑπερβολήν. Ποίαν δὲ ταύτην; Ὅτι ἐκείνων μὲν ἔνιοι, εἰ καὶ τῶν ἐπιβουλευσάντων προΐσταντο, ἀλλ' ὅμως ὧν τὴν δημαγωγίαν ἦσαν ἐγκεχειρισμένοι· καὶ ταὐτὸν συνέβαινεν, οἷον ἂν εἴ τις προΐσταιτο υἱοῦ φαύλου μὲν καὶ παρανόμου, υἱοῦ δὲ ὅμως· ὁ δὲ Παῦλος ὑπὲρ τούτων ἐβούλετο εἶναι ἀνάθεμα, ὧν οὐκ ἦν ἐμπεπιστευμένος τὴν προστασίαν· εἰς γὰρ τὰ ἔθνη ἦν ἀπεσταλμένος. Εἶδες ψυχῆς μέγεθος καὶ φρονήματος ὕψος αὐτὸν ὑπερβαῖνον τὸν οὐρανόν; Τοῦτο ζήλωσον· εἰ δὲ οὐ δύνασαι, κἂν τοὺς ἐν τῇ Παλαιᾷ λάμψαντας. Οὕτω γὰρ εὑρήσεις τό σοι συμφέρον, ἂν τὸ τοῦ πλησίον ζητῇς. Ὥστε ὅταν ὀκνῇς ἐπιμελεῖσθαι τοῦ ἀδελφοῦ, ἐννοήσας ὅτι οὐδὲ ἄλλως δυνήσῃ σωθῆναι, διὰ γοῦν σαυτὸν ἐκείνου πρόστηθι καὶ τῶν ἐκείνου πραγμάτων. Ἱκανὰ μὲν γὰρ καὶ τὰ εἰρημένα πεῖσαι, ὅτι ἄλλως οὐκ ἔνι τὸ ἡμῖν συμφέρον εὑρεῖν. Εἰ δὲ βούλει καὶ ἐκ τῶν ἐν συνηθείᾳ παραδειγμάτων τοῦτο μαθεῖν, ἐννόησον εἰ συμβαίη που πῦρ ἀναφθῆναι ἐν οἰκίᾳ, εἶτά τινες τῶν πλησίον οἰκούντων, τὸ ἑαυτῶν σκοποῦντες μὴ παρατάξωνται τοῖς κινδύνοις, ἀλλὰ καὶ κατακλείσαντες ἑαυτοὺς οἴκοι μείνωσι, δεδοικότες μή τις ἐπεισελθὼν ὑφέληταί τι τῶν ἔνδον, ὅσην ὑποστήσονται τιμωρίαν; Καὶ γὰρ τὸ πῦρ ἐπελθὸν ἅπαντα καταφλέξει τὰ ἐκείνων· καὶ ἐπειδὴ τὸ τοῦ πλησίον συμφέρον οὐκ εἶδον, καὶ τὸ ἑαυτῶν προσαπολλύουσι. Καὶ γὰρ ὁ Θεὸς βουλόμενος συνδῆσαι πάντας ἀλλήλοις, τοιαύτην τοῖς πράγμασιν ἐπέθηκεν ἀνάγκην, ὡς ἐν τῷ τοῦ πλησίον συμφέροντι τὸ τοῦ ἑτέρου δεδέσθαι· καὶ ὁ κόσμος ἅπας οὕτω συνέστηκε. ∆ιὰ δὴ τοῦτο καὶ ἐν πλοίῳ, εἰ χειμῶνος γενομένου ὁ κυβερνήτης ἀφεὶς τὸ τῶν πολλῶν συμφέρον, τὸ ἑαυτοῦ ζητοίη μόνον, καὶ ἑαυτὸν καὶ ἐκείνους καταδύσει ταχέως. Καὶ ἑκάστη δὲ τέχνη εἰ τὸ ἑαυτῆς συμφέρον σκοποίη μόνον, οὐκ ἄν ποτε ὁ βίος σταίη, οὐδὲ ἡ τέχνη ἡ τοῦτο ζητοῦσα. ∆ιὰ τοῦτο ὁ γεωργὸς οὐ τοσοῦτον σπείρει σῖτον, ὅσον ἀρκέσαι ἑαυτῷ· ἐπεὶ πάλαι καὶ ἑαυτὸν καὶ τοὺς ἄλλους ἀπώλεσεν ἄν· ἀλλὰ τὸ τῶν πολλῶν ζητεῖ· καὶ ὁ στρατιώτης, οὐχ ἵνα ἑαυτὸν διασώσῃ παρατάττεται πρὸς κινδύνους, ἀλλ' ἵνα καὶ τὰς πόλεις ἐν ἀσφαλείᾳ καταστήσῃ· καὶ ὁ ἔμπορος οὐ τοσαῦτα κομίζει, ὅσα αὐτῷ μόνον ἀρκέσαι, ἀλλ' ὅσα καὶ ἑτέροις πολλοῖς. Εἰ δὲ λέγοι τις, ὅτι Οὐχὶ τὸ ἐμὸν, ἀλλὰ τὸ ἑαυτοῦ ἕκαστος σκοπῶν, ταῦτα ποιεῖ· καὶ γὰρ χρήματα ἑαυτῷ καὶ δόξαν καὶ ἀσφάλειαν κτώμενος, ἅπαντα πραγματεύεται ταῦτα· ὥστε τὸ ἐμὸν ζητῶν συμφέρον, τὸ ἑαυτοῦ ζητεῖ· τοῦτο καὶ ἐγώ φημι, καὶ πάλαι ἀκοῦσαι ἐβουλόμην, καὶ ὑπὲρ τούτου πάντα τὸν λόγον ἐποιησάμην, ὥστε δεῖξαι, ὅτι τότε τὸ ἑαυτοῦ συμφέρον ὁ πλησίον ζητεῖ, ὅταν τὸ σὸν σκοπήσῃ. Ἐπειδὴ γὰρ ἑτέρως οὐκ ἠνείχοντο ἄνθρωποι τὰ τοῦ πλησίον ζητεῖν, εἰ μὴ εἰς ταύτην κατασταῖεν τὴν ἀνάγκην, διὰ τοῦτο οὕτως αὐτὰ συνέζευξεν ὁ Θεὸς, καὶ οὐκ ἀφίησι πρότερον ἐπὶ τὸ οἰκεῖον συμφέρον ἐλθεῖν, μὴ διὰ τῶν ἀλλοτρίων συμφερόντων ὁδεύσαντας. Τοῦτο μὲν οὖν ἀνθρώπινον, τὸ οὕτως ἐπὶ τὸ τοῦ πλησίον συμφέρον ἰέναι· δεῖ δὲ μὴ ἐντεῦθεν, ἀλλ' ἀπὸ τῶν τῷ Θεῷ δοκούντων πείθεσθαι. Οὐδὲ γὰρ ἔνι σωθῆναι μὴ τοῦτο ἔχοντα· ἀλλὰ κἂν τὴν ἄκραν φιλοσοφίαν ἀσκῇς, τῶν δὲ λοιπῶν ἀπολλυμένων ἀμελῇς, οὐδεμίαν κτήσῃ παρὰ Θεῷ παῤῥησίαν. Πόθεν δῆλον; Ἀφ' ὧν ὁ μακάριος ἀπεφήνατο Παῦλος. Ἐὰν γὰρ ψωμίσω μου τὰ ὑπάρχοντα, καὶ παραδῶ τὸ σῶμά μου, ἵνα καυθῇ, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι, φησίν. Ὁρᾷς πόσον ὁ Παῦλος ἐπιζητεῖ παρ' ἡμῶν; καίτοι γε ὁ ψωμίσας οὐ τὸ ἑαυτοῦ, ἀλλὰ τὸ τοῦ πλησίον ἐζήτησεν. Ἀλλ' οὐκ ἀρκεῖ τοῦτο μόνον, φησί· μετὰ γὰρ γνησιότητος αὐτὸ βούλεται γίνεσθαι καὶ συμπαθείας πολλῆς. ∆ιὰ γὰρ τοῦτο καὶ ἐνομοθέτησεν αὐτὸ ὁ Θεὸς, ἵνα εἰς σύνδεσμον ἀγάπης ἀγάγῃ. Ὅταν οὖν ἐκεῖνος μὲν τοσοῦτον ἀπαιτῇ μέτρον, ἡμεῖς δὲ μηδὲ τὸ ἔλαττον παρέχωμεν, τίνος ἐσόμεθα ἄξιοι συγγνώμης; Καὶ πῶς, φησὶ, τῷ Λὼτ ἔλεγεν ὁ Θεὸς διὰ τῶν ἀγγέλων, Σώζων σῶζε τὴν ἑαυτοῦ ψυχήν; εἰπὲ, πότε, καὶ διὰ τί. Ὅτε ἡ κόλασις ἐφέρετο, οὐχ ὅτε διορθοῦσθαι ἔδει, ἀλλ' ὅτε κατεγνωσμένοι ἦσαν καὶ ἀνίατα ἐνόσουν, καὶ πρεσβῦται καὶ νέοι εἰς τοὺς αὐτοὺς ἐξεπήδησαν ἔρωτας, καὶ κατακαίεσθαι αὐτοὺς λοιπὸν ἐχρῆν, καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὅτε οἱ κεραυνοὶ καταφέρεσθαι ἔμελλον. Ἄλλως δὲ οὐδὲ περὶ κακίας καὶ ἀρετῆς τοῦτο εἴρηται, ἀλλὰ περὶ τῆς θεηλάτου πληγῆς. Τί γὰρ ἔδει ποιεῖν; εἰπέ μοι· καθέζεσθαι καὶ δέχεσθαι τὴν τιμωρίαν, καὶ μηδὲν ἐκείνους ὠφελοῦντα κατακαίεσθαι; Ἀλλὰ ἀνοίας τοῦτο ἐσχάτης ἦν. Οὐδὲ γὰρ ἐγὼ τοῦτό φημι, ὅτι ἁπλῶς καὶ εἰκῆ δεῖ κολάζεσθαι παρὰ τὸ τῷ Θεῷ δοκοῦν· ἀλλ' ὅταν ἐν κακίᾳ ἄνθρωπος διατρίβῃ, τότε κελεύω μέσον ἑαυτὸν ἐμβαλόντα, διορθοῦν· εἰ μὲν βούλει, διὰ τὸ τοῦ πλησίον· εἰ δὲ μὴ, κἂν διὰ τό σοι λυσιτελοῦν. Τὸ μὲν γὰρ βέλτιον ἐκεῖνο· εἰ δὲ μὴ φθάνεις πρὸς ἐκεῖνο τὸ ὕψος, κἂν διὰ τοῦτο ποίει. Καὶ μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἵνα τὸ ἑαυτοῦ εὕρῃ· καὶ ἐννοήσαντες, ὅτι οὔτε ἀκτημοσύνη, οὔτε μαρτύριον, οὔτε ἄλλο οὐδὲν ἡμῶν προστῆναι δυνήσεται, ἂν μὴ τὴν ἄκραν ἀγάπην ἔχωμεν, ταύτην πρὸ τῶν ἄλλων διατηρῶμεν, ἵνα καὶ τῶν ἄλλων δι' αὐτῆς ἐπιτύχωμεν καὶ τῶν παρόντων καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΚΣΤ ʹ.
Ἐπαινῶ δὲ ὑμᾶς, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις, οὕτω κατέχετε.
αʹ. Ἀπαρτίσας τὸν περὶ τῶν εἰδωλοθύτων λόγον, ὡς αὐτῷ προσῆκον ἦν, καὶ τελειότατον αὐτὸν διὰ πάντων ἐργασάμενος, μέτεισιν ἐφ' ἕτερον· ὃ καὶ αὐτὸ μὲν ἔγκλημα ἦν, οὐ τοσοῦτον δέ. Ὅπερ γὰρ ἔφθην εἰπὼν, τοῦτο καὶ νῦν ἐρῶ, ὅτι οὐ πάντα ἐφεξῆς τίθησι τὰ σφοδρὰ κατηγορήματα, ἀλλὰ διαθεὶς αὐτὰ κατὰ τάξιν τὴν προσήκουσαν, εἰς μέσον αὐτῶν παρεμβάλλει τὰ κουφότερα, παραμυθούμενος τὸ ἐπαχθὲς τοῦ λόγου τὸ ἐκ τῆς συνεχοῦς ἐπιτιμήσεως ἐγγινόμενον τοῖς ἀκούουσι. ∆ιὸ καὶ τὸ πάντων σφοδρότερον ὕστερον τίθησι, τὸ περὶ τῆς ἀναστάσεως. Τέως δὲ ἐφ' ἕτερον χωρεῖ κουφότερον λέγων· Ἐπαινῶ δὲ ὑμᾶς, ὅτι πάντα μου μέμνησθε. Ὅταν μὲν γὰρ ὡμολογημένον ᾖ τὸ ἁμάρτημα, καὶ κατηγορεῖ σφοδρῶς καὶ ἀπειλεῖ· ὅταν δὲ ἀμφιβαλλόμενον, κατασκευάζει πρῶτον αὐτὸ, καὶ τότε ἐπιτιμᾷ· καὶ τὸ μὲν ὡμολογημένον ἐπαίρει, τὸ δὲ ἀμφισβητήσιμον δείκνυσιν ὡμολογημένον. Οἷον ἡ πορνεία ὡμολογημένον ἦν· διόπερ οὐκ ἐδεήθη δεῖξαι, ὅτι ἁμάρτημα ἦν, ἀλλὰ τὸ μέγεθος ἐκεῖ κατεσκεύασε τοῦ πλημμελήματος, καὶ κατὰ σύγκρισιν προήγαγε τὸν λόγον. Πάλιν τὸ ἐφ' ἑτέρων δικάζεσθαι, ἁμάρτημα μὲν ἦν, οὐ τοσοῦτον δέ· διόπερ αὐτὸ καὶ παρενέθηκε, καὶ κατεσκεύασε. Τὸ τῶν εἰδωλοθύτων πάλιν ἀμφεβάλλετο μὲν, ἦν δὲ μέγιστον κακόν· διὸ καὶ ἀποδείκνυσιν ἁμάρτημα ὂν, καὶ ἐπαίρει τῷ λόγῳ. Ὅταν δὲ τοῦτο ποιήσῃ, οὐκ ἀπάγει τῶν ἐγκλημάτων μόνον, ἀλλὰ καὶ εἰς τὰ ἐναντία ἐνάγει. Οὐδὲ γὰρ εἶπεν ὅτι οὐ δεῖ πορνεύειν μόνον, ἀλλ' ὅτι καὶ πολλὴν ἁγιωσύνην ἐνδείκνυσθαι χρή. ∆ιόπερ ἐπήγαγε· ∆οξάσατε δὴ ἄρα τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν, καὶ ἐν τῷ πνεύματι ὑμῶν. Καὶ εἰπὼν πάλιν ὅτι οὐ δεῖ σοφὸν εἶναι τὴν ἔξω σοφίαν, οὐκ ἀρκεῖται τούτῳ, ἀλλὰ κελεύει καὶ μωρὸν γενέσθαι. Καὶ συμβουλεύων ἐπὶ τῶν ἔξω μὴ δικάζεσθαι μηδὲ ἀδικεῖν, προϊὼν καὶ αὐτὸ τὸ δικάζεσθαι ἀναιρεῖ, καὶ συμβουλεύει μὴ μόνον μὴ ἀδικεῖν, ἀλλὰ καὶ ἀδικεῖσθαι. Καὶ περὶ τῶν εἰδωλοθύτων διαλεγόμενος, οὐκ εἶπεν ὅτι τῶν κεκωλυμένων ἀπέχεσθαι δεῖ μόνον, ἀλλ' ὅτι καὶ τῶν συγκεχωρημένων, ὅταν σκάνδαλον γίνηται· καὶ οὐχὶ τοὺς ἀδελφοὺς μόνον μὴ πλήττειν, ἀλλ' οὐδὲ Ἕλληνας οὐδὲ Ἰουδαίους· Ἀπρόσκοποι γὰρ γίνεσθε, φησὶ, καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. Πληρώσας τοίνυν ἅπαντα τὸν περὶ τούτων ἁπάντων λόγον, μετὰ ταῦτα καὶ ἐφ' ἕτερον ἔγκλημα πρόεισι λοιπόν. Τί δὲ τοῦτο ἦν; Αἱ μὲν γυναῖκες ἀνακεκαλυμμέναι καὶ γυμνῇ τῇ κεφαλῇ καὶ ηὔχοντο καὶ προεφήτευον· καὶ γὰρ προεφήτευον τότε γυναῖκες· οἱ δὲ ἄνδρες καὶ ἐκόμων, ἅτε ἐν φιλοσοφίᾳ διατρίψαντες, καὶ περιεβάλλοντο τὰς κεφαλὰς εὐχόμενοι καὶ προφητεύοντες· ὅπερ ἑκάτερον Ἑλληνικοῦ νόμου ἦν. Ἐπεὶ οὖν ὑπὲρ τούτων ἤδη παρῄνεσε παρὼν, καὶ ἴσως οἱ μὲν ἤκουσαν, οἱ δὲ ἠπείθησαν, διὰ τοῦτο καὶ διὰ τῆς Ἐπιστολῆς πάλιν, ὥσπερ σοφὸς ἰατρὸς, ἐπαντλῶν τῷ λόγῳ διορθοῦται τὸ ἁμάρτημα. Ὅτι γὰρ παρῄνεσεν ἤδη παρὼν, δῆλον ἐξ ὧν προοιμιάζεται. Τίνος γὰρ ἕνεκεν οὐδὲν εἰπὼν περὶ τούτου οὐδαμοῦ τῆς Ἐπιστολῆς ἔμπροσθεν, ἀλλ' ἀπὸ ἐγκλημάτων ἑτέρων ἐκβὰς, εὐθέως φησίν· Ἐπαινῶ δὲ ὑμᾶς, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις, οὕτω κατέχετε; Ὁρᾷς ὅτι οἱ μὲν ἤκουσαν, οὓς ἐπαινεῖ, οἱ δὲ παρήκουσαν, οὓς διορθοῦται διὰ τῶν ἑξῆς, λέγων· Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν; Εἰ γὰρ τῶν μὲν κατωρθωκότων, τῶν δὲ παρακουσάντων, πάντας ὑπέβαλε τῇ κατηγορίᾳ, ἐκείνους τε θρασυτέρους ἐποίησε, καὶ τούτους ῥᾳθυμοτέρους ἂν εἰργάσατο· νῦν δὲ τοὺς μὲν ἐπαινέσας καὶ ἀποδεξάμενος, τοὺς δὲ κακίσας, καὶ ἐκείνους μᾶλλον ἤλειψε, καὶ τούτους καταδύεσθαι παρεσκεύασεν. Ἱκανὸν μὲν γὰρ καὶ καθ' ἑαυτὸ ἡ κατηγορία πλῆξαι· ὅταν δὲ πρὸς παράθεσιν ἑτέρων κατωρθωκότων καὶ ἐγκωμιαζομένων γίνηται, μεῖζον ἔχει τὸ κέντρον. Ἀλλὰ τέως οὐκ ἀπὸ κατηγορίας, ἀλλ' ἀπὸ ἐγκωμίων ἄρχεται, καὶ ἐγκωμίων μεγάλων, λέγων· Ἐπαινῶ δὲ ὑμᾶς ὅτι πάντα μου μέμνησθε. Τοιοῦτον γὰρ τοῦ Παύλου τὸ ἔθος, καὶ ἐπὶ μικροῖς μεγάλους ἐπαίνους ὑφαίνει, οὐ κολακείᾳ τοῦτο ποιῶν, μὴ γένοιτο· πῶς γὰρ ὁ μηδὲ χρημάτων ἐφιέμενος, μήτε δόξης, μήτε ἄλλου μηδενὸς τῶν τοιούτων; ἀλλ' ὑπὲρ τῆς σωτηρίας αὐτῶν πάντα πραγματευόμενος. ∆ιὸ καὶ ἐπαίρει τὸ ἐγκώμιον, λέγων· Ἐπαινῶ δὲ ὑμᾶς ὅτι πάντα μου μέμνησθε. Ποῖα πάντα; Ὑπὲρ γὰρ τοῦ μὴ κομᾷν μηδὲ κατακαλύπτεσθαι τέως ὁ λόγος ἦν αὐτῷ μόνον· ἀλλ', ὅπερ ἔφην, ἐπιδαψιλεύεται τοῖς ἐγκωμίοις, προθυμοτέρους ποιῶν. ∆ιό φησιν, Ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις, οὕτω κατέχετε. Ἄρα καὶ ἀγράφως πολλὰ παρεδίδου τότε, ὃ καὶ ἀλλαχοῦ πολλαχοῦ δηλοῖ· ἀλλὰ τότε μὲν παρέδωκε μόνον, νῦν δὲ καὶ αἰτιολογίαν τίθησιν. Οὕτω γὰρ καὶ τούτους ἰσχυροτέρους ἐποίει τοὺς ἀκούοντας, καὶ ἐκείνων κατέσπα τὸ φύσημα τῶν ἐναντιουμένων. Εἶτα οὐ λέγει ὅτι, Ὑμεῖς μὲν ὑπηκούσατε, ἕτεροι δὲ παρήκουσαν, ἀλλὰ ἀνυπόπτως ἐκ τῆς διδασκαλίας αὐτὸ αἰνίττεται διὰ τῶν ἑξῆς, οὕτω λέγων· Θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστι· κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ· κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός. Ἡ μὲν αἰτιολογία αὕτη· τίθησι δὲ αὐτὴν, τοὺς ἀσθενεστέρους προσεκτι κωτέρους ποιῶν. Ὁ μὲν οὖν πιστὸς, ὡς χρὴ, καὶ ἐῤῥωμένος οὐδὲ δεῖται λόγου οὐδὲ αἰτίας, ὑπὲρ ὧν ἂν ἐπιταχθῇ, ἀλλ' ἀρκεῖται τῇ παραδόσει μόνῃ· ὁ δὲ ἀσθενέστερος, ὅταν καὶ τὴν αἰτίαν μάθῃ, τότε καὶ μετὰ πλείονος τῆς σπουδῆς κατέχει τὸ λεχθὲν, καὶ μετὰ πολλῆς ὑπακούει τῆς προθυμίας.
βʹ. ∆ιόπερ οὐδὲ εἶπε τὴν αἰτίαν, ἕως ὅτου παραβαινομένην εἶδε τὴν ἐντολήν. Τίς οὖν ἡ αἰτία; Παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν. Ἆρ' οὖν καὶ τοῦ Ἕλληνος; Οὐδαμῶς. Εἰ γὰρ σῶμά ἐσμεν τοῦ Χριστοῦ καὶ μέλη ἐκ μέρους, καὶ ταύτῃ ἐκεῖνος ἡμῶν κεφαλὴ, τῶν οὐκ ὄντων ἐν τῷ σώματι οὐδὲ εἰς μέλη τελούντων οὐκ ἂν εἴη κεφαλή· ὥστε ὅταν εἴπῃ, Παντὸς, τοῦ πιστοῦ δεῖ προσυπακούειν. Εἶδες πῶς πανταχοῦ ἄνωθεν ἐντρέπει τὸν ἀκροατήν; Καὶ γὰρ ὅτε περὶ ἀγάπης διελέγετο, καὶ ὅτε περὶ ταπεινοφροσύνης, καὶ ὅτε περὶ ἐλεημοσύνης, ἐκεῖθεν εἷλκε τὰ παραδείγματα. Κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ· κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός. Ἐνταῦθα ἐπιπηδῶσιν ἡμῖν οἱ αἱρετικοὶ ἐλάττωσίν τινα ἐκ τῶν εἰρημένων ἐπινοοῦντες τῷ Υἱῷ· ἀλλ' ἑαυτοῖς περιπίπτουσιν. Εἰ γὰρ κεφαλὴ γυναικὸς ὁ ἀνὴρ, ὁμοούσιος δὲ ἡ κεφαλὴ τῷ σώματι, κεφαλὴ δὲ τοῦ Χριστοῦ ὁ Θεὸς, ὁμοούσιος ὁ Υἱὸς τῷ Πατρί. Ἀλλ' οὐ τὸ ἑτεροούσιον ἐντεῦθεν ἀποδεῖξαι βουλόμεθα, ἀλλ' ὅτι ἄρχεται, φησί. Τί οὖν πρὸς τοῦτο εἴποιμεν ἄν; Ὅτι μάλιστα μὲν, ὅταν τι ταπεινὸν λέγηται μετὰ τῆς σαρκὸς ὄντος αὐτοῦ, οὐκ εὐτέλεια τῆς θεότητός ἐστι τὸ λεγόμενον, τῆς οἰκονομίας δεχομένης τὸ λεχθέν. Πλὴν ἀλλ' εἰπὲ, πῶς τοῦτο βούλει ἐκ τούτου κατασκευάσαι νῦν; Ὅτι ὥσπερ ὁ ἀνὴρ ἄρχει τῆς γυναικὸς, φησὶν, οὕτω καὶ ὁ Πατὴρ τοῦ Χριστοῦ. Οὐκοῦν καὶ ὥσπερ ὁ Χριστὸς τοῦ ἀνδρὸς, οὕτω καὶ ὁ Πατὴρ τοῦ Υἱοῦ· Παντὸς γὰρ ἀνδρὸς, φησὶν, ἡ κεφαλὴ ὁ Χριστός ἐστι. Καὶ τίς ἂν ταῦτα καταδέξαιτό ποτε; Εἰ γὰρ ὅσον τὸ ὑπερέχον τοῦ Υἱοῦ πρὸς ἡμᾶς, τοσοῦτον τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν, ἐννόησον εἰς ὅσην αὐτὸν ἄξεις τὴν εὐτέλειαν. Ὥστε οὐ πάντα ὁμοίως ἐξεταστέον ἐφ' ἡμῶν καὶ ἐπὶ τοῦ Θεοῦ, κἂν ὁμοίως λέγηται· ἀλλ' ἀπονεμητέον τῷ Θεῷ τινα ἰδιάζουσαν ὑπεροχὴν, καὶ τοσαύτην ὅσην Θεῷ. Εἰ γὰρ μὴ τοῦτο συγχωρήσαιεν, πολλὰ ἕψεται τὰ ἄτοπα. Σκόπει δέ· Κεφαλὴ τοῦ Χριστοῦ ὁ Θεὸς, οὗτος δὲ τοῦ ἀνδρὸς, κἀκεῖνος τῆς γυναικός. Οὐκοῦν εἰ ἐπὶ πάντων ὁμοίως ἐκλάβοιμεν τὴν κεφαλὴν, τοσοῦτον ἔσται ὁ Υἱὸς ἀφεστηκὼς τοῦ Πατρὸς, ὅσον ἡμεῖς αὐτοῦ. Ἀλλὰ καὶ ἡ γυνὴ τοσοῦτον ἡμῶν ἀποστήσεται, ὅσον ἡμεῖς τοῦ Θεοῦ Λόγου· καὶ ὅπερ ἐστὶν ὁ Υἱὸς πρὸς τὸν Πατέρα, τοῦτο καὶ ἡμεῖς πρὸς τὸν Υἱὸν, καὶ ἡ γυνὴ πρὸς τὸν ἄνδρα πάλιν. Καὶ τίς ταῦτα ἀνέξεται; Ἀλλ' ἑτέρως ἐκλαμβάνεις ἐπὶ γυναικὸς καὶ ἀνδρὸς τὴν κεφαλὴν, καὶ οὐχ ὡς ἐπὶ τοῦ Χριστοῦ; Οὐκοῦν καὶ ἐπὶ τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς ἑτέρως ἐκληπτέον ἡμῖν. Καὶ πῶς ἑτέρως ἐκληπτέον; φησί. Κατὰ τὸ αἴτιον. Καὶ γὰρ εἴπερ ἀρχὴν ἐζήτει εἰπεῖν καὶ ὑποταγὴν ὁ Παῦλος, ὡς σὺ φὴς, οὐκ ἂν γυναῖκα παρήγαγεν εἰς μέσον, ἀλλὰ δοῦλον μᾶλλον καὶ δεσπότην. Εἰ γὰρ καὶ ὑποτέτακται ἡμῖν ἡ γυνὴ, ἀλλ' ὡς γυνὴ, ἀλλ' ὡς ἐλευθέρα καὶ ὡς ὁμότιμος. Καὶ ὁ Υἱὸς δὲ, εἰ καὶ ὑπήκοος γέγονε τῷ Πατρὶ, ἀλλ' ὡς Υἱὸς Θεοῦ, ἀλλ' ὡς Θεός. Ὥσπερ γὰρ πλείων ἡ πειθὼ τῷ Υἱῷ πρὸς τὸν Πατέρα, ἢ τοῖς ἀνθρώποις πρὸς τοὺς γεγεννηκότας· οὕτω καὶ ἡ ἐλευθερία μείζων. Οὐ γὰρ δήπου τὰ μὲν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα μείζονα τῶν ἀνθρώπων καὶ γνησιώτερα, τὰ δὲ τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν ἐλάττονα. Εἰ γὰρ θαυμάζομεν τὸν Υἱὸν, ὅτι ὑπήκουσεν, ὡς καὶ μέχρι θανάτου ἐλθεῖν, καὶ θανάτου σταυροῦ, καὶ θαῦμα αὐτοῦ μέγα τιθέμεθα τοῦτο· θαυμάζειν δεῖ καὶ τὸν Πατέρα, ὅτι τοιοῦτον ἐγέννησεν, οὐχ ὡς δοῦλον ἐπιταττόμενον, ἀλλ' ὡς ἐλεύθερον ὑπακούοντα καὶ σύμβουλον ὄντα· ὁ γὰρ σύμβουλος οὐ δοῦλος. Σύμβουλον δὲ ὅταν ἀκούσῃς πάλιν, μὴ ὡς τοῦ Πατρὸς ἐνδεῶς ἔχοντος ἄκουε, ἀλλ' ὡς τοῦ Παιδὸς ὁμοτίμου πρὸς τὸν γεγεννηκότα. Μὴ τοίνυν εἰς πάντα ἕλκε τὸ παράδειγμα τοῦ ἀνδρὸς καὶ τῆς γυναικός. Παρ' ἡμῖν μὲν γὰρ εἰκότως ὑποτέτακται τῷ ἀνδρὶ ἡ γυνή· ἡ γὰρ ἰσοτιμία μάχην ποιεῖ· καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλὰ καὶ διὰ τὴν ἀπάτην τὴν παρὰ τὴν ἀρχὴν συμβᾶσαν. ∆ιά τοι τοῦτο γενομένη μὲν εὐθέως οὐχ ὑπετάγη· οὔτε ὅταν αὐτὴν ἤγαγε πρὸς τὸν ἄνδρα, οὔτε αὐτὴ ἤκουσέ τι παρὰ τοῦ Θεοῦ τοιοῦτον, οὔτε ὁ ἀνὴρ εἶπέ τι πρὸς αὐτὴν τοιοῦτον· ἀλλ' ὅτι μὲν ὀστοῦν ἐκ τῶν ὀστῶν αὐτοῦ, καὶ σὰρξ ἐκ τῶν σαρκῶν αὐτοῦ ἦν, εἶπεν· ἀρχῆς δὲ οὐδαμοῦ οὐδὲ ὑποταγῆς ἐμνημόνευσε πρὸς αὐτήν· ὅτε δὲ κακῶς ἐχρήσατο τῇ ἐξουσίᾳ, καὶ ἡ γενομένη βοηθὸς ἐπίβουλος εὑρέθη, καὶ πάντα ἀπώλεσε, τότε ἀκούει δικαίως λοιπόν· Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου. Ἐπειδὴ γὰρ εἰκὸς ἦν τὴν ἁμαρτίαν ταύτην ἐκπολεμῶσαι τὸ γένος τὸ ἡμέτερον (οὐδὲ γὰρ ἂν ὤνησέ τι εἰς εἰρήνην τὸ ἐξ αὐτοῦ γεγενῆσθαι, τούτου συμβάντος· ἀλλ' αὐτὸ μὲν οὖν τοῦτο καὶ τραχύτερον ἂν ἐποίησε τὸν ἄνδρα, τὸ μηδὲ τοῦ οἰκείου φείσασθαι μέλους τὴν ἐξ αὐτοῦ γενομένην)· συνιδὼν τὴν τοῦ διαβόλου κακουργίαν ὁ Θεὸς, ἐπετείχισε τουτὶ τὸ ῥῆμα, καὶ τὴν ἐκ τῆς ἐπιβουλῆς μέλλουσαν ἀπέχθειαν ἔσεσθαι διὰ τῆς ἀποφάσεως ταύτης ἀνεῖλε, καὶ τῆς ἐπιθυμίας τῆς ἐμφύτου καθάπερ μεσότοιχον κατασπάσας τὴν ἐκ τῆς ἁμαρτίας μνησικακίαν. Ἀλλ' ἐπὶ τοῦ Θεοῦ καὶ τῆς ἀκηράτου οὐσίας ἐκείνης οὐδὲν τοιοῦτον ἔστιν ὑποπτεῦσαι. Μὴ τοίνυν κατὰ πάντων δέχου τὰ παραδείγματα ἐπεὶ καὶ ἀλλαχοῦ πολλὰ ἐντεῦθεν ἀπαντήσει χαλεπὰ ἁμαρτήματα. Καὶ γὰρ καὶ ἐν προοιμίοις τῆς Ἐπιστολῆς ἔλεγε· Πάντα ὑμῶν ἐστιν, ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ.
γʹ. Τί οὖν; ὁμοίως ἡμῶν τὰ πάντα, καὶ ἡμεῖς τοῦ Χριστοῦ, καὶ ὁ Χριστὸς τοῦ Θεοῦ; Οὐδαμῶς, ἀλλὰ καὶ τοῖς σφόδρα ἀνοήτοις δήλη ἡ διαφορὰ, εἰ καὶ ἡ αὐτὴ ῥῆσις ἐπὶ τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ καὶ ἡμῶν εἴρηται. Καὶ ἀλλαχοῦ δὲ κεφαλὴν εἰπὼν τὸν ἄνδρα τῆς γυναικὸς, ἐπήγαγεν· Ὥσπερ καὶ ὁ Χριστὸς κεφαλὴ καὶ Σωτήρ ἐστι τῆς Ἐκκλησίας καὶ προστάτης, οὕτω καὶ ὁ ἀνὴρ ὀφείλει τῆς αὐτοῦ γυναικὸς εἶναι. Ἆρ' οὖν ὁμοίως ἐκληψόμεθα τὸ εἰρημένον, καὶ τοῦτο καὶ τὰ μετὰ τούτου ἅπαντα Ἐφεσίοις ἐπεσταλμένα περὶ τῆς ὑποθέσεως ταύτης; Ἄπαγε! οὐδὲ γὰρ δυνατόν. Τὰ γὰρ αὐτὰ ῥήματα λέγεται μὲν ἐπὶ Θεοῦ καὶ ἀνθρώπων· ἀλλ' ἑτέρως μὲν ἐκεῖνα νοητέον, ἑτέρως δὲ ταῦτα· οὐ μὴν πάλιν πάντα ἐξηλλαγμένως· ἐπεὶ πάλιν εἰκῆ καὶ μάτην παρειλῆφθαι δόξει, οὐδὲν ἀπ' αὐτῶν καρπουμένων ἡμῶν. Ὥσπερ γὰρ οὐ πάντα ὁμοίως ἐκληπτέον, οὕτως οὐδὲ πάντα ἁπλῶς ἐκβλητέον. Ἵνα δὲ ὃ λέγω, γένηται σαφέστερον, ἐπὶ ὑποδείγματος αὐτὸ πειράσομαι ποιῆσαι φανερόν. Εἴρηται κεφαλὴ τῆς Ἐκκλησίας ὁ Χριστός· ἂν μηδὲν ἀπὸ τοῦ ἀνθρωπίνου λάβω, τί μοι καὶ εἴρηται τοῦτο; Πάλιν ἂν ἅπαντα λάβω, πολλὴ ἕψεται ἡ ἀλογία· καὶ γὰρ ὁμοιοπαθὴς τῷ σώματι ἡ κεφαλὴ, καὶ τοῖς αὐτοῖς ὑπεύθυνος. Τί οὖν δεῖ ἀφεῖναι, ἢ τί λαβεῖν; Ἀφεῖναι μὲν ταῦτα ἃ εἶπον, λαβεῖν δὲ ἕνωσιν ἀκριβῆ, καὶ αἰτίαν καὶ ἀρχὴν τὴν πρώτην· καὶ οὐδὲ ταῦτα ἁπλῶς, ἀλλὰ καὶ ἐνταῦθα τὸ μεῖζον οἴκοθεν ἐπινοεῖν καὶ Θεῷ πρέπον· καὶ γὰρ ἡ ἕνωσις ἀσφαλεστέρα, καὶ ἡ ἀρχὴ τιμιωτέρα. Πάλιν ἤκουσας Υἱόν· μὴ πάντα μηδὲ ἐνταῦθα λάβῃς, ἀλλὰ μηδὲ πάντα ἐκβάλῃς, ἀλλ' ὅσα Θεῷ πρέπει δεξάμενος, ὅτι ὁμοούσιος, ὅτι ἐξ αὐτοῦ, τὰ ἄτοπα καὶ ἀσθενείας ὄντα ἀνθρωπίνης, ἐπὶ τῆς γῆς ἔα. Εἴρηται φῶς ὁ Θεὸς πάλιν· ἆρ' οὖν πάντα δεξόμεθα, ὅσα τοῦ φωτὸς τούτου; Οὐδαμῶς· καὶ γὰρ ἐκεῖ τῷ σκότῳ τοῦτο καὶ τόπῳ περικλείεται, καὶ ὑφ' ἑτέρας κινεῖται δυνάμεως καὶ ἐπισκιάζεται· ὧν οὐδὲν οὐδὲ ἐννοῆσαι θέμις ἐπὶ τῆς οὐσίας ἐκείνης. Ἀλλ' οὐδὲ πάντα διὰ τοῦτο ἐκβαλοῦμεν, ἀλλὰ δρεψόμεθά τι καὶ χρήσιμον ἀπὸ τοῦ παραδείγματος, τὸν φωτισμὸν τὸν ἐκ τοῦ Θεοῦ γινόμενον ἡμῖν, τὴν ἐκ τοῦ σκότους ἀπαλλαγὴν ἐκ τούτου συνάγοντες. Καὶ τὰ μὲν πρὸς αἱρετικοὺς ταῦτα· δεῖ δὲ καὶ ὁλοκλήρῳ λοιπὸν ἐπεξελθεῖν τῷ χωρίῳ. Ἴσως γὰρ ἄν τις ἐνταῦθα καὶ διαπορήσειε, πρὸς ἑαυτὸν ζητῶν, ποῖον ἔγκλημα ἦν τὸ ἀνακαλύπτεσθαι τὰς γυναῖκας, ἢ καὶ καλύπτεσθαι τοὺς ἄνδρας; Ποῖον οὖν ἔγκλημα τοῦτο, ἐντεῦθεν ἤδη μάνθανε· Σύμβολα δέδοται ἀνδρὶ καὶ γυναικὶ πολλὰ μὲν καὶ ἕτερα, τῷ μὲν τῆς ἀρχῆς, τῇ δὲ τῆς ὑποταγῆς· μετὰ δὲ ἐκείνων καὶ τοῦτο, τὸ ταύτην μὲν καλύπτεσθαι, τοῦτον δὲ γυμνὴν ἔχειν τὴν κεφαλήν. Εἰ τοίνυν σύμβολα ταῦτά ἐστιν, ἀμφότεροι ἁμαρτάνουσι τὴν εὐταξίαν συγχέοντες, καὶ τὴν τοῦ Θεοῦ διαταγὴν, καὶ τοὺς οἰκείους ὑπερβαίνοντες ὅρους, καὶ ὁ μὲν εἰς τὴν ἐκείνης καταπίπτων εὐτέλειαν, ἡ δὲ ἐπανισταμένη τῷ ἀνδρὶ διὰ τοῦ σχήματος. Εἰ γὰρ ἱμάτιον ἐναλλάττειν οὐ θέμις, οὐδὲ ταύτην μὲν χλανίδα περικεῖσθαι, ἐκεῖνον δὲ φάρος ἢ καλύπτραν· Οὐκ ἔσται γὰρ, φησὶ, σκεύη ἀνδρὸς ἐπὶ γυναικὶ, οὐδὲ ἐνδύσεται ἀνὴρ στολὴν γυναικείαν· πολλῷ μᾶλλον ταῦτα ἀνταλλάττεσθαι οὐ δεῖ. Ταῦτα μὲν γὰρ παρὰ τῶν ἀνθρώπων νενομοθέτηται, εἰ καὶ ὁ Θεὸς ὕστερον αὐτὰ ἐκύρωσεν· ἐκεῖνο δὲ παρὰ τῆς φύσεως, τὸ καλύπτεσθαι λέγω, καὶ τὸ μὴ καλύπτεσθαι. Ὅταν δὲ εἴπω τὴν φύσιν, τὸν Θεὸν λέγω· ὁ γὰρ τὴν φύσιν δημιουργήσας, αὐτός ἐστιν. Ὅταν οὖν τοὺς ὅρους ἀνατρέπῃς τούτους, ὅρα πόσα γίνεται τὰ ἐπιβλαβῆ. Καὶ μή μοι τοῦτο εἴπῃς, ὅτι μικρὸν τὸ ἁμαρτανόμενον· μέγα μὲν γάρ ἐστι, καὶ καθ' ἑαυτό· παρακοὴ γάρ ἐστιν· Εἰ δὲ καὶ μικρὸν ἦν, μέγα ἐγίνετο, ἐπειδὴ μεγάλων ἐστὶ σύμβολον πραγμάτων. Ὅτι δὲ καὶ μέγα ἐστὶ, δῆλον ἐξ ὧν τοσαύτην εὐταξίαν τῷ γένει παρέχει, τὸν ἄρχοντα καὶ τὸν ἀρχόμενον ἐν κόσμῳ διατάττον. Ὥστε ὁ παραβαίνων, πάντα συγχεῖ, καὶ τὰ τοῦ Θεοῦ προδίδωσι δῶρα, καὶ τὴν ἄνωθεν αὐτῷ δοθεῖσαν τιμὴν χαμαὶ ῥίπτει, οὐχ ὁ ἀνὴρ δὲ μόνον, ἀλλὰ καὶ ἡ γυνή. Καὶ γὰρ καὶ ἐκείνῃ τιμὴ μεγίστη τὸ τὴν οἰκείαν τάξιν διατηρεῖν, ὥσπερ οὖν καὶ αἰσχύνη τὸ στασιάζειν. ∆ιόπερ ἐπ' ἀμφοτέρων αὐτὸ τέθεικεν. οὕτω λέγων· Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων, καταισχύνει τὴν κεφαλὴν αὑτοῦ· πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, καταισχύνει τὴν κεφαλὴν αὑτῆς. Ἦσαν γὰρ, ὅπερ ἔφην, καὶ ἄνδρες καὶ γυναῖκες προφητεύοντες, καὶ γυναῖκες τὸ χάρισμα τοῦτο ἔχουσαι τότε, ὡς αἱ τοῦ Φιλίππου θυγατέρες, ὡς ἕτεραι πρὸ ἐκείνων καὶ μετ' ἐκείνας· περὶ ὧν καὶ ὁ προφήτης ἔλεγεν ἄνωθεν· ὅτι, Προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν ὁράσεις ὄψονται. Τὸν μὲν οὖν ἄνδρα οὐκ ἀεὶ ἀναγκάζει ἀκατακάλυπτον εἶναι, ἀλλ' ὅταν εὔχηται μόνον· Πᾶς γὰρ ἀνὴρ, φησὶ, προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων, καταισχύνει τὴν κεφαλὴν αὑτοῦ· τὴν δὲ γυναῖκα διαπαντὸς κατακαλύπτεσθαι κελεύει. ∆ιὸ καὶ εἰπὼν, Πᾶσα γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, καταισχύνει τὴν κεφαλὴν αὑτῆς· οὐκ ἔστη μέχρι τούτου μόνον, ἀλλὰ καὶ ἐπεξῆλθεν εἰπών· Ἓν γάρ ἐστι καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ. Εἰ δὲ ἀεὶ ἐξυρῆσθαι αἰσχρὸν, εὔδηλον ὅτι καὶ ἀκατακάλυπτον εἶναι ἀεὶ ὄνειδος.
δʹ. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη μόνον, ἀλλὰ καὶ πάλιν προσέθηκεν εἰπὼν, ὅτι Ὀφείλει ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς ἡ γυνὴ διὰ τοὺς ἀγγέλους. ∆είκνυσιν ὅτι οὐκ ἐν τῷ καιρῷ τῆς εὐχῆς μόνον, ἀλλὰ καὶ διηνεκῶς ἐγκεκαλύφθαι δεῖ. Ἐπὶ δὲ τοῦ ἀνδρὸς οὐκέτι τὸν τοῦ καλύμματος, ἀλλὰ τὸν τῆς κόμης οὕτω γυμνάζει λόγον· καλύπτεσθαι μὲν γὰρ τότε μόνον κωλύει, ὅταν εὔχηται, κομᾷν δὲ ἀεὶ ἀποτρέπει. ∆ιὰ τοῦτο ὥσπερ ἐπὶ τῆς γυναικὸς εἶπεν, Εἰ δὲ οὐ κατακαλύπτεται, καὶ κειράσθω· οὕτω καὶ ἐπὶ τοῦ ἀνδρὸς, ὅτι Ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστιν. Οὐκ εἶπεν, Ἐὰν καλύπτηται, ἀλλ' Ἐὰν κομᾷ. ∆ιὸ καὶ ἀρχόμενος ἔλεγε· Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων, κατὰ κεφαλῆς ἔχων. Οὐκ εἶπε, Κεκαλυμμένος, ἀλλὰ, Κατὰ κεφαλῆς ἔχων, δεικνὺς ὅτι κἂν γυμνῇ εὔχηται τῇ κεφαλῇ, κόμην δὲ ἔχῃ, ἴσος ἐστὶ τῷ κεκαλυμμένῳ. Ἡ γὰρ κόμη, φησὶν, ἀντὶ περιβολαίου δέδοται. Εἰ δὲ οὐ καλύπτεται γυνὴ, καὶ κειράσθω· εἰ δὲ αἰσχρὸν γυναικὶ κείρεσθαι ἢ ξυρᾶσθαι, κατακαλυπτέσθω. Ἐν προοιμίοις μὲν γὰρ τὸ μὴ γυμνὴν ἔχειν τὴν κεφαλὴν ἀπαιτεῖ· προϊὼν δὲ καὶ τὸ διηνεκὲς αἰνίττεται λέγων, Ἓν γάρ ἐστι καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ, καὶ τὸ μετ' ἐπιμελείας καὶ σπουδῆς ἁπάσης. Οὐδὲ γὰρ καλύπτεσθαι εἶπεν ἁπλῶς, ἀλλὰ κατακαλύπτεσθαι, ὥστε ἀκριβῶς πάντοθεν περιεστάλθαι. Καὶ τῇ εἰς ἄτοπον ἀπαγωγῇ ἐντρέπει, σφοδρῶς καθαπτόμενος καὶ λέγων, Εἰ δὲ οὐ κατακαλύπτεται, καὶ κειράσθω. Εἰ γὰρ τὸ ἀπὸ τοῦ νόμου τοῦ Θεοῦ κάλυμμα τεθὲν ῥίπτεις, φησὶ, καὶ τὸ ἀπὸ τῆς φύσεως ῥῖψον. Εἰ δὲ λέγει τις, Καὶ πῶς ἂν εἴη τοῦτο αἰσχύνη τῇ γυναικὶ, εἰ εἰς τὴν δόξαν ἀναβαίνει τοῦ ἀνδρός; ἐκεῖνο ἂν εἴποιμεν, ὅτι οὐκ ἀναβαίνει, ἀλλὰ καὶ τῆς οἰκείας ἐκπίπτει τιμῆς. Τὸ γὰρ μὴ εἴσω τῶν οἰκείων ὅρων μένειν καὶ τῶν τεθέντων παρὰ τοῦ Θεοῦ νόμων, ἀλλ' ὑπερβαίνειν, οὐκ ἐπίδοσίς ἐστιν, ἀλλ' ἐλάττωσις. Ὥσπερ γὰρ ὁ τῶν ἀλλοτρίων ἐφιέμενος, καὶ ἁρπάζων τὰ μὴ ἑαυτοῦ, οὐ πλέον τι προσέλαβεν, ἀλλ' ἠλάττωται καὶ ὃ εἶχεν ἀπολέσας, ὅπερ οὖν καὶ ἐν τῷ παραδείσῳ γέγονεν· οὕτω καὶ ἡ γυνὴ οὐ προσλαμβάνει τοῦ ἀνδρὸς τὴν εὐγένειαν, ἀλλὰ καὶ τὴν τῆς γυναικὸς ἀπόλλυσιν εὐσχημοσύνην. Καὶ οὐκ ἐντεῦθεν μόνον αὐτῇ τὰ τῆς αἰσχύνης, ἀλλὰ καὶ ἀπὸ τῆς πλεονεξίας. Λαβὼν τοίνυν τὸ ὡμολογημένον αἰσχρὸν, καὶ εἰπὼν, Εἰ δὲ αἰσχρὸν γυναικὶ κείρεσθαι ἢ ξυρᾶσθαι, τίθησι τὸ παρ' ἑαυτοῦ λοιπὸν λέγων, Κατακαλυπτέσθω. Καὶ οὐκ εἶπε, Κομάτω, ἀλλὰ, Κατακαλυπτέσθω, ἀμφότερα ταῦτα ἓν εἶναι νομοθετῶν, καὶ ἑκατέρωθεν αὐτὰ κατασκευάζων, ἀπό τε τῶν νενομισμένων, ἀπό τε τῶν ἐναντίων. Τήν τε γὰρ περιβολὴν καὶ τὴν κόμην ἓν εἶναί φησι· τήν τε ἐξυρημένην καὶ τὴν γυμνὴν ἔχουσαν κεφαλὴν, τὸ αὐτὸ πάλιν· Ἓν γάρ ἐστι, φησὶ, καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ. Εἰ δὲ λέγοι τις, Καὶ πῶς ἐστιν ἓν, εἴ γε αὕτη μὲν τὸ κάλυμμα τῆς φύσεως ἔχει, ἐκείνη δὲ ἡ ἐξυρημένη οὐδὲ τοῦτο; ἐροῦμεν ὅτι τῇ προαιρέσει κἀκεῖνο ἔῤῥιψε τῷ γυμνὴν ἔχειν τὴν κεφαλήν· εἰ δὲ μὴ γυμνὴν τῶν τριχῶν, τοῦτο τῆς φύσεώς ἐστιν, οὐκ ἐκείνης. Ὥστε καὶ ἡ ἐξυρημένη γυμνὴν ἔχει τὴν κεφαλὴν, κἀκείνη ὁμοίως. ∆ιὰ γὰρ τοῦτο τῇ φύσει ἐπέτρεψεν αὐτὴν σκεπάσαι, ἵνα καὶ ἀπ' ἐκείνης τοῦτο μαθοῦσα καλύπτηται. Εἶτα καὶ αἰτίαν τίθησιν, ὅπερ ἔφην πολλαχοῦ, καθάπερ ἐλευθέροις διαλεγόμενος. Τίς οὖν ἡ αἰτία; Ἀνὴρ μὲν γὰρ ὀφείλει κατακαλύπτεσθαι, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων. Πάλιν ἑτέρα αὕτη αἰτία· οὐδὲ γὰρ ὅτι κεφαλὴν ἔχει τὸν Χριστὸν μόνον οὐκ ὀφείλει καλύπτεσθαι, φησὶ, τὴν κεφαλὴν, ἀλλ' ὅτι καὶ ἄρχει τῆς γυναικός. Τὸν γὰρ ἄρχοντα τῷ βασιλεῖ προσιόντα τὸ τῆς ἀρχῆς σύμβολον ἔχειν δεῖ. Ὥσπερ οὖν οὐδεὶς τῶν ἀρχόντων χωρὶς ζώνης καὶ χλανίδος τολμήσειεν ἂν φανῆναι τῷ τὸ διάδημα ἔχοντι· οὕτω μηδὲ σὺ χωρὶς τῶν συμβόλων τῆς ἀρχῆς, ὅπερ ἐστὶ τὸ μὴ καλύπτεσθαι, προσεύχου τῷ Θεῷ, ἵνα μὴ ὑβρίζῃς καὶ σαυτὸν καὶ τὸν τετιμηκότα. Τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῆς γυναικὸς εἴποι τις ἄν· καὶ γὰρ καὶ ἐκείνῃ ὕβρις τὸ μὴ ἔχειν τὰ σύμβολα τῆς ὑποταγῆς. Γυνὴ δὲ δόξα ἀνδρός ἐστιν. Ἄρα φυσικὴ ἡ ἀρχὴ τοῦ ἀνδρός. Εἶτα ἐπειδὴ ἀπεφήνατο, καὶ λογισμοὺς καὶ αἰτίας τίθησι πάλιν ἑτέρας, ἐπὶ τὴν προτέραν σε ἄγων δημιουργίαν, καὶ λέγων οὕτως· Οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικὸς, ἀλλὰ γυνὴ ἐξ ἀνδρός. Εἰ δὲ τὸ ἔκ τινος εἶναι, δόξα ἐκείνου ἐξ οὗ ἐστι, πολλῷ μᾶλλον τὸ ἐοικότα εἶναι. Καὶ γὰρ οὐκ ἐκτίσθη ὁ ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλ' ἡ γυνὴ διὰ τὸν ἄνδρα. ∆ευτέρα αὕτη ὑπεροχὴ πάλιν, μᾶλλον δὲ καὶ τρίτη καὶ τετάρτη. Πρώτη, ὅτι κεφαλὴ ἡμῶν ὁ Χριστὸς, ἡμεῖς δὲ τῆς γυναικός· δευτέρα, ὅτι ἡμεῖς δόξα Θεοῦ, ἡμῶν δὲ ἡ γυνή· τρίτη, ὅτι οὐχ ἡμεῖς ἐκ τῆς γυναικὸς, ἀλλ' ἐκείνη ἐξ ἡμῶν· τετάρτη, ὅτι οὐχ ἡμεῖς δι' αὐτὴν, ἀλλ' ἐκείνη δι' ἡμᾶς. ∆ιὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς. ∆ιὰ τοῦτο, ποῖον; εἰπέ μοι. ∆ιὰ ταῦτα τὰ εἰρημένα ἅπαντα, φησὶ, μᾶλλον δὲ οὐ διὰ ταῦτα μόνον, ἀλλὰ καὶ ∆ιὰ τοὺς ἀγγέλους. Εἰ γὰρ τοῦ ἀνδρὸς καταφρονεῖς, φησὶ, τοὺς ἀγγέλους αἰδέσθητι.
εʹ. Ἄρα τὸ καλύπτεσθαι, ὑποταγῆς καὶ ἐξουσίας· κάτω γὰρ νεύειν παρασκευάζει καὶ ἐντρέπεσθαι καὶ τὴν οἰκείαν διατηρεῖν ἀρετήν. Ἀρετὴ γὰρ ἀρχομένου καὶ τιμὴ τὸ μένειν ἐπὶ τῆς ὑπακοῆς. Ὁ μὲν γὰρ ἀνὴρ οὐκ ἀναγκάζεται τοῦτο ποιεῖν· τοῦ γὰρ ∆εσπότου αὐτοῦ ἐστιν εἰκών· ἡ γυνὴ δὲ εἰκότως. Ἐννόησον οὖν τῆς παρανομίας τὴν ὑπερβολὴν, ὅταν τοσαύτῃ τιμηθεὶς ἐξουσίᾳ σαυτὸν καταισχύνῃς, τὸ τῆς γυναικὸς ἁρπάζων σχῆμα. Καὶ ταυτὸν ποιεῖς, ὡς ἂν εἰ διάδημα λαβὼν, ῥίψῃς τὸ διάδημα ἀπὸ τῆς κεφαλῆς, ἀντὶ δὲ τοῦ διαδήματος δουλικὸν λάβῃς ἱμάτιον. Πλὴν οὔτε ἀνὴρ χωρὶς γυναικὸς, οὐδὲ γυνὴ χωρὶς ἀνδρὸς ἐν Κυρίῳ. Ἐπειδὴ γὰρ πολλὴν ὑπεροχὴν ἔδωκε τῷ ἀνδρὶ, εἰπὼν ὅτι ἐξ αὐτοῦ ἡ γυνὴ, καὶ ὅτι δι' αὐτὸν καὶ ὑπ' αὐτόν· ἵνα μήτε τοὺς ἄνδρας ἐπάρῃ πλέον τοῦ δέοντος, μήτε ἐκείνας ταπεινώσῃ, ὅρα πῶς ἐπάγει τὴν διόρθωσιν, λέγων· Πλὴν οὔτε ἀνὴρ χωρὶς γυναικὸς, οὔτε γυνὴ χωρὶς ἀνδρὸς ἐν Κυρίῳ. Μὴ γάρ μοι, φησὶ, τὰ πρῶτα ἐξέταζε μόνα, μηδὲ τὴν δημιουργίαν ἐκείνην· ἂν γὰρ τὰ μετὰ ταῦτα ζητῇς, ἑκάτερος ἑκατέρου αἴτιος, μᾶλλον δὲ οὐδὲ οὕτως ἑκάτερος ἑκατέρου, ἀλλ' ὁ Θεὸς ἁπάντων· διό φησιν, Οὔτε ἀνὴρ χωρὶς γυναικὸς, οὔτε γυνὴ χωρὶς ἀνδρὸς ἐν Κυρίῳ. Ὥσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρὸς, οὕτω καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός. Οὐκ εἶπεν. Ἐκ τῆς γυναικὸς, ἀλλὰ πάλιν, Ἐκ τοῦ ἀνδρός· ἔτι γὰρ αὐτὸ τοῦτο ἀκέραιον μένει παρὰ τῷ ἀνδρί. Ἀλλ' οὐ τοῦ ἀνδρὸς ταῦτα τὰ κατορθώματα, ἀλλὰ τοῦ Θεοῦ· διὸ καὶ ἐπήγαγε, Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ. Εἰ τοίνυν τοῦ Θεοῦ τὰ πάντα, αὐτὸς δὲ κελεύει ταῦτα, πείθου καὶ μὴ ἀντίλεγε. Ἐν ὑμῖν αὐτοῖς κρίνατε, πρέπον ἐστὶ γυναῖκα ἀκατακάλυπτον τῷ Θεῷ προσεύχεσθαι; Πάλιν αὐτοὺς καθίζει δικαστὰς τῶν λεγομένων, ὅπερ καὶ ἐπὶ τῶν εἰδωλοθύτων ἐποίησε· καὶ γὰρ ἐκεῖ φησι, Κρίνατε ὑμεῖς ὅ φημι· καὶ ἐνταῦθα, Ἐν ὑμῖν αὐτοῖς κρίνατε· καί τι φοβερώτερον αἰνίττεται ἐνταῦθα· τὴν γὰρ ὕβριν ἐνταῦθα εἰς τὸν Θεόν φησι διαβαίνειν. Ἀλλ' οὕτω μὲν οὔ φησιν, ἡμερώτερον δέ πως καὶ αἰνιγματωδέστερον λέγων· Πρέπον ἐστὶ γυναῖκα ἀκατακάλυπτον τῷ Θεῷ προσεύχεσθαι; Ἢ οὐδὲ αὕτη ἡ φύσις ὑμᾶς διδάσκει, ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστι· γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῇ ἐστι; ὅτι ἡ κόμη ἀντὶ περιβολαίου δέδοται αὐτῇ. Ὅπερ ἀεὶ ποιεῖ, κοινοὺς λογισμοὺς τιθεὶς, τοῦτο καὶ ἐνταῦθα ἐργάζεται, ἐπὶ τὴν κοινὴν συνήθειαν καταφεύγων, καὶ σφόδρα ἐντρέπων τοὺς ἀναμένοντας ταῦτα μανθάνειν παρ' αὐτοῦ, ἃ καὶ ἀπὸ τῆς κοινῆς συνηθείας δυνατὸν [ἦν] μανθάνειν· τὰ γὰρ τοιαῦτα, οὔτε βαρβάροις ἄγνωστα. Καὶ ὅρα πῶς πανταχοῦ πληκτικῶς κέχρηται ταῖς λέξεσι· Πᾶς ἀνὴρ προσευχόμενος κατακαλύπτων αὑτοῦ τὴν κεφαλὴν, καταισχύνει τὴν κεφαλὴν αὐτοῦ· καὶ πάλιν, Εἰ δὲ αἰσχρὸν γυναικὶ κείρεσθαι ἢ ξυρᾶσθαι, κατακαλυπτέσθω· καὶ ἐνταῦθα πάλιν, Ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστι· γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῇ ἐστιν, ὅτι ἡ κόμη ἀντὶ περιβολαίου δέδοται. Καὶ εἰ ἀντὶ περιβολαίου δέδοται, φησὶ, τίνος ἕνεκεν δεῖ περιβόλαιον ἕτερον προστιθέναι; Ὥστε μὴ ἀπὸ τῆς φύσεως μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς προαιρέσεως τὴν ὑποταγὴν ὁμολογεῖν. Ὅτι γὰρ δεῖ σε καλύπτεσθαι, προλαβοῦσα καὶ ἡ φύσις ἐνομοθέτησε. Προστίθει τοίνυν καὶ τὰ παρὰ σαυτῆς, ἵνα μὴ δόξῃς καὶ τοὺς τῆς φύσεως ἀνατρέπειν νόμους· ὅπερ πολλῆς ἐστιν ἰταμότητος, μὴ μόνον ἡμῖν, ἀλλὰ καὶ τῇ φύσει πυκτεύειν. ∆ιὸ καὶ Ἰουδαίοις ὁ Θεὸς ἐγκαλῶν ἔλεγεν, Ἔσφαξας τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου· τοῦτο παρὰ πάντα τὰ βδελύγματά σου. Καὶ τοῖς παρὰ Ῥωμαίοις ἀσελγαίνουσι πάλιν ὁ Παῦλος ἐπιτιμῶν, οὕτως αὔξει τὴν κατηγορίαν λέγων, ὅτι οὐ παρὰ νόμον τὸν τοῦ Θεοῦ μόνον, ἀλλὰ καὶ παρὰ φύσιν ἡ χρῆσις ἦν· Ἐνήλλαξαν γὰρ τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν. ∆ιὰ δὴ τοῦτο καὶ ἐνταῦθα τοῦτον γυμνάζει τὸν λόγον, τοῦτό τε αὐτὸ δεικνὺς, καὶ ὅτι οὐδὲν ξένον νομοθετεῖ, καὶ ὅτι παρ' Ἕλλησι τὰ τῆς καινοτομίας ἅπαντα τῆς παρὰ φύσιν. Οὕτω καὶ ὁ Χριστὸς τοῦτο δεικνὺς ἔλεγεν· Ὅσα ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· δηλῶν ὅτι οὐδὲν καινὸν ἐπεισάγει. Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ Ἐκκλησίαι τοῦ Θεοῦ. Ἄρα φιλονεικίας τὸ ἀντιτείνειν τού τοις, καὶ οὐ λογισμοῦ· πλὴν ἀλλὰ καὶ οὕτω μεμετρημένην τὴν ἐπιτίμησιν ἐποίησε, πλείονα τὴν ἐντροπὴν ἐνθεὶς, ὃ δὴ καὶ βαρύτερον ἐποίει τὸν λόγον. Ἡμεῖς γὰρ, φησὶ, τοιαύτην συνήθειαν οὐκ ἔχομεν, ὥστε φιλονεικεῖν καὶ ἐρίζειν καὶ ἀντιτάττεσθαι. Καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλὰ καὶ ἐπήγαγεν, Οὐδὲ αἱ Ἐκκλησίαι τοῦ Θεοῦ· δεικνὺς ὅτι πάσῃ τῇ οἰκουμένῃ ἀντιπίπτουσι καὶ ἐναντιοῦνται, μὴ εἴκοντες. Ἀλλ' εἰ καὶ τότε ἐφιλονείκουν οἱ Κορίνθιοι, νῦν πᾶσα ἡ οἰκουμένη τὸν νόμον τοῦτον καὶ κατεδέξατο καὶ ἐφύλαξε· τοσαύτη τοῦ σταυρωθέντος ἡ δύναμις. ʹ. Ἀλλὰ δέδοικα, μήποτε τὸ σχῆμα καταδεξάμεναι, ἐπὶ τῶν ἔργων εὑρεθῶσιν ἀναισχυντοῦσαι ἔνιαι τῶν γυναικῶν, καὶ ἀνακεκαλυμμέναι ἑτέρως. ∆ιὰ γὰρ τοῦτο καὶ Τιμοθέῳ γράφων οὐκ ἠρκέσθη τούτοις ὁ Παῦλος, ἀλλ' ἕτερα προσέθηκεν εἰπών· Ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτὰς, μὴ ἐν πλέγμασιν ἢ χρυσῷ. Εἰ γὰρ γυμνὴν οὐ δεῖ τὴν κεφαλὴν ἔχειν, ἀλλὰ τῆς ὑποταγῆς τὸ σύμβολον πανταχοῦ περιφέρειν, πολλῷ μᾶλλον διὰ τῶν πράξεων τοῦτο ἐπιδείκνυσθαι χρή. Οὕτω γοῦν καὶ αἱ πρότεραι γυναῖκες καὶ κυρίους τοὺς ἄνδρας ἐκάλουν, καὶ τῶν πρωτείων αὐτοῖς παρεχώρουν. Καὶ γὰρ ἐκεῖνοι, φησὶ, τὰς γυναῖκας ἠγάπων τὰς ἑαυτῶν. Οἶδα κἀγὼ, καὶ οὐκ ἀγνοῶ· ἀλλ' ὅταν ὑπὲρ τῶν σοι προσηκόντων παραινῶμεν, μὴ τὰ ἐκείνων σκόπει. Καὶ γὰρ ὅταν παισὶ παραινῶμεν ὑπακούειν γονεῦσι λέγοντες, ὅτι γέγραπται, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, λέγουσι πρὸς ἡμᾶς, Εἰπὲ καὶ τὰ ἑξῆς, ὅτι Καὶ ὑμεῖς, οἱ γονεῖς, μὴ παροργίζετε τὰ τέκνα· καὶ τοῖς δούλοις ὅταν εἴπωμεν, ὅτι γέγραπται ὑπακούειν τοῖς κυρίοις, καὶ μὴ κατ' ὀφθαλμοδουλείαν δουλεύειν, καὶ αὐτοὶ πάλιν τὰ ἑξῆς ἡμᾶς ἀπαιτοῦσι, κελεύοντες καὶ τοῖς δεσπόταις τὰ αὐτὰ παραινεῖν. Καὶ γὰρ καὶ ἐκείνοις ὁ Παῦλος ἐκέλευσε, φησὶν, ἀνιέναι τὴν ἀπειλήν. Ἀλλὰ μὴ οὕτω ποιῶμεν, μηδὲ τὰ ἑτέροις ἐπιτεταγμένα ζητῶμεν, ὅταν ὑπὲρ τῶν ἡμετέρων ἐγκαλώμεθα· οὐδὲ γὰρ, ἂν κοινωνὸν λάβῃς τῶν ἐγκλημάτων. ἀπαλλαγήσῃ τῆς αἰτίας· ἀλλ' ἓν σκόπει μόνον, ὅπως τὰ σὰ ἐγκλήματα ἀποδύσῃ. Ἐπεὶ καὶ ὁ Ἀδὰμ ἐπὶ τὴν γυναῖκα τὴν αἰτίαν ἔφερε, καὶ αὕτη πάλιν ἐπὶ τὸν ὄφιν, ἀλλ' οὐδὲν αὐτοὺς τοῦτο ἐξείλετο. Μὴ τοίνυν μηδὲ σὺ τοῦτο λέγε μοι νῦν, ἀλλὰ σπούδαζε μετὰ εὐγνωμοσύνης ἁπάσης παρέχειν, ἅπερ ὀφείλεις, τῷ ἀνδρί. Ἐπεὶ καὶ ὅταν τῷ ἀνδρὶ τῷ σῷ διαλέγωμαι, συμβουλεύων σε ἀγαπᾷν καὶ θεραπεύειν, οὐκ ἀφίημι αὐτὸν προενεγκεῖν εἰς μέσον τὸν τῇ γυναικὶ κείμενον νόμον, ἀλλὰ τὸν αὐτῷ γεγραμμένον ἀπαιτῶ. Καὶ σὺ τοίνυν τά σοι προσήκοντα περιεργάζου μόνα, καὶ πάρεχε σαυτὴν εὐήνιον τῷ συνοικοῦντι. Καὶ γὰρ εἰ διὰ τὸν Θεὸν πείθῃ τῷ ἀνδρὶ, μή μοι πρόφερε τὰ ὀφείλοντα παρ' αὐτοῦ γίνεσθαι, ἀλλ' ὧν ὑπεύθυνόν σε ἐποίησεν ὁ νομοθέτης, ταῦτα ἄνυε μετὰ ἀκριβείας. Τοῦτο γάρ ἐστι μάλιστα Θεῷ πείθεσθαι, τὸ καὶ ἐναντία πάσχουσαν μὴ παρακινεῖν τὸν νόμον. ∆ιὰ γὰρ τοῦτο ὁ μὲν τὸν φιλοῦντα φιλῶν, οὐδὲν δοκεῖ τι μέγα ποιεῖν· ὁ δὲ τὸν μισοῦντα θεραπεύων, οὗτος μάλιστά ἐστιν ὁ στεφανούμενος. Τὸν αὐτὸν δὴ τρόπον καὶ σὺ λογίζου, ὅτι ἂν μὲν φορτικὸν ὄντα τὸν ἄνδρα ἐνέγκῃς, λαμπρὸν λήψῃ τὸν στέφανον· ἂν δὲ ἥμερον καὶ πρᾶον, τίνος σοι δώσει μισθὸν ὁ Θεός; Καὶ ταῦτα λέγω, οὐ θρασύνεσθαι τοὺς ἄνδρας κελεύων, ἀλλὰ πείθων τὰς γυναῖκας καὶ θρασυνομένους φέρειν τοὺς ἄνδρας. Ὅταν γὰρ ἕκαστος τὰ ἑαυτοῦ σπεύδῃ πληροῦν, ταχέως καὶ τὰ τοῦ πλησίον ἕψεται· οἷον, ὅταν ἡ γυνὴ καὶ τραχυνόμενον παρεσκευασμένη ᾖ φέρειν τὸν ἄνδρα, καὶ ὁ ἀνὴρ καὶ χαλεπαίνουσαν αὐτὴν μὴ ὑβρίζῃ, τότε πάντα γαλήνη καὶ λιμὴν κυμάτων ἀπηλλαγμένος. Οὕτω καὶ ἐπὶ τῶν παλαιῶν ἐγίνετο· τὰ ἑαυτοῦ ἕκαστος ἐπλήρου, οὐ τὰ τοῦ πλησίον ἀπῄτει. Σκόπει δέ· Ἔλαβε τὸν ἀδελφιδοῦν ὁ Ἀβραάμ· οὐκ ἐνεκάλεσεν ἡ γυνή· ἐκέλευσεν αὐτὴν ὁδὸν ὁδεῦσαι μακράν· οὐκ ἀντεῖπεν οὐδὲ πρὸς τοῦτο, ἀλλ' ἠκολούθησε. Πάλιν μετὰ τὰς πολλὰς ταλαιπωρίας ἐκείνας καὶ τοὺς μόχθους καὶ τοὺς ἱδρῶτας τῶν πάντων κύριος γενόμενος, παρεχώρησε τῶν πρωτείων τῷ Λώτ· καὶ οὐ μόνον οὐκ ἐδυσχέρανεν ἡ Σάῤῥα πρὸς τοῦτο, ἀλλ' οὐδὲ τὸ στόμα διῆρεν, οὐδὲ ἐφθέγξατό τι τοιοῦτον, οἷον πολλαὶ τῶν γυναικῶν νῦν φθέγγονται, ὅταν ἴδωσιν ἐλαττουμένους ἐν ταῖς τοιαύταις μοίραις τοὺς ἄνδρας τοὺς ἑαυτῶν, καὶ μάλιστα ὑπὸ ἐλαττόνων, ὀνειδίζουσαι καὶ μωροὺς καὶ ἀνοήτους καλοῦσαι καὶ ἀνάνδρους καὶ προδότας καὶ νωθεῖς. Ἀλλ' οὐδὲν ἐκείνη τοιοῦτον οὔτε εἶπεν οὔτε ἐνενόησεν, ἀλλ' ἔστερξεν ἅπαντα τὰ παρ' ἐκείνου γινόμενα. Καὶ τὸ δὴ μεῖζον· μετὰ γὰρ τὸ κύριον ἐκεῖνον γενέσθαι τῆς αἱρέσεως καὶ τὰ ἐλάττονα προσρῖψαι τῷ θείῳ, κίνδυνος αὐτὸν κατέλαβε χαλεπός. Καὶ ἀκούσας ὁ πατριάρχης, πάντας καθώπλισε τοὺς αὑτοῦ, καὶ πρὸς ὅλον τὸ τῶν Περσῶν παρεσκευάζετο στρατόπεδον μετὰ τῶν οἰκετῶν τῶν ἑαυτοῦ μόνον· καὶ οὐδὲ τότε αὐτὸν κατέσχεν ἐκείνη, οὐδὲ εἶπεν οἷα εἰκός· Ἄνθρωπε, ποῖ φέρῃ, κατὰ κρημνῶν σεαυτὸν ὠθῶν καὶ τοσούτοις ἐκδιδοὺς κινδύνοις, ὑπὲρ ἀνδρὸς ὑβρικότος σε καὶ τὰ σὰ ἡρπακότος ἅπαντα, τὸ αἷμα ἐκχέων; Εἰ γὰρ καὶ σαυτοῦ καταφρονεῖς, ἀλλ' ἐμὲ τὴν καταλιποῦσαν οἰκίαν καὶ πατρίδα καὶ φίλους καὶ συγγενεῖς καὶ τοσαύτην ἀκολουθήσασάν σοι ἀποδημίαν ἐλέησον, καὶ μὴ περιβάλῃς χηρείᾳ καὶ τοῖς ἀπὸ τῆς χηρείας κακοῖς. Οὐδὲν τούτων οὐκ εἶπεν, οὐκ ἐνενόησεν, ἀλλ' ἔφερε πάντα σιγῇ. Μετὰ ταῦτα τῆς γαστρὸς ἀγόνου μενούσης, αὕτη μὲν οὐ πάσχει τὰ τῶν γυναικῶν, οὐδὲ ἀποδύρεται· ἐκεῖνος δὲ θρηνεῖ, ἀλλ' οὐχὶ πρὸς τὴν γυναῖκα, ἀλλὰ πρὸς τὸν Θεόν. Καὶ ὅρα πῶς ἕκαστος τὸ προσῆκον διαφυλάττει. Οὔτε γὰρ αὐτὸς κατεφρόνησε τῆς Σάῤῥας ὡς ἄπαιδος, οὔτε ὠνείδισέ τι τοιοῦτον αὐτῇ· κἀκείνη πάλιν ἐσπούδασε τῆς ἀπαιδίας ἐπινοῆσαι παραμυθίαν αὐτῷ τινα ἀπὸ τῆς παιδίσκης· οὐδέπω γὰρ ταῦτα τότε κεκώλυτο, καθὰ νῦν. Νῦν γὰρ οὔτε γυναιξὶ τοιαῦτα ἀνδράσι χαρίζεσθαι θέμις, οὔτε ἐκείνοις, οὔτε εἰδυιῶν οὔτε ἀγνοουσῶν τῶν γυναικῶν, τοιαύταις μίξεσιν ἐπιχειρεῖν, κἂν μυριάκις ἡ τῆς ἀπαιδίας ἐνοχλῇ λύπη· ἐπεὶ ἀκούσονται καὶ αὐτοὶ, ὅτι Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται. Οὐ γὰρ ἐφεῖται νῦν, τότε δὲ οὐκ ἀπηγόρευτο· διὸ καὶ ἡ γυνὴ τοῦτο ἐπέταττε, κἀκεῖνος ὑπήκουε, καὶ οὐδὲ οὕτω δι' ἡδονήν. Ἀλλ' ὅρα, φησὶ, πῶς αὐτὴν πάλιν ἐξέβαλε κελευούσης αὐτῆς. Καὶ γὰρ ἐγὼ τοῦτο βούλομαι δεῖξαι, ὅτι καὶ οὗτος ἐκείνῃ ἅπαντα ἐπείθετο, καὶ ἐκείνη τούτῳ.
ζʹ. Πλὴν μὴ τούτοις πρόσεχε μόνον, ἀλλ' ἡ ταῦτα λέγουσα σὺ καὶ τὰ πρότερα ἐξέταζε, ὅτι ὕβριζεν εἰς αὐτὴν, ὅτι κατηλαζονεύετο τῆς κυρίας, οὗ τί γένοιτ' ἂν ὀδυνηρότερον ἐλευθέρᾳ γυναικὶ καὶ εὐσχήμονι; Μὴ τοίνυν τοῦ ἀνδρὸς τὴν ἀρετὴν ἀναμενέτω ἡ γυνὴ, καὶ τότε τὴν ἑαυτῆς παρεχέτω· τοῦτο γὰρ οὐδὲν μέγα· μηδ' αὖ πάλιν ὁ ἀνὴρ τὴν τῆς γυναικὸς εὐταξίαν, καὶ τότε φιλοσοφείτω· οὐδὲ γὰρ τοῦτο λοιπὸν αὐτοῦ κατόρθωμα· ἀλλ' ἕκαστος, ὅπερ ἔφην, τὰ παρ' ἑαυτοῦ παρεχέτω πρότερος. Εἰ γὰρ τοῖς ἔξωθεν ῥαπίζουσι τὴν δεξιὰν, δεῖ τὴν ἑτέραν ἐκδιδόναι σιαγόνα, πολλῷ μᾶλλον ἄνδρα θρασυνόμενον δεῖ φέρειν. Καὶ οὐ τοῦτο λέγω, ὥστε τύπτεσθαι γυναῖκα, ἄπαγε· ἐσχάτη γὰρ τοῦτο ὕβρις, οὐ τῇ τυπτομένῃ, ἀλλὰ τῷ τύπτοντι· ἀλλὰ κἂν ἀπὸ περιστάσεώς τινος κληρωθῇς, ὦ γύναι, συνοίκῳ τοιούτῳ, μὴ δυσχεραίνῃς, τὸν ἀποκείμενον ὑπὲρ τούτων ἐννοοῦσα μισθὸν καὶ τὸν ἐν τῷ παρόντι βίῳ ἔπαινον. Καὶ πρὸς ὑμᾶς δὲ τοὺς ἄνδρας ἐκεῖνό φημι· μηδὲν ἔστω τοιοῦτον ἁμάρτημα, ὡς εἰς ἀνάγκην ὑμᾶς ἄγειν τοῦ γυναῖκα τύπτειν. Καὶ τί λέγω γυναῖκα; οὐδὲ θεραπαινίδα μὲν οὖν ἀνδρὶ τύπτειν ἐλευθέρῳ καὶ χεῖρας ἐπάγειν ἀνεκτὸν ἂν εἴη. Εἰ δὲ δούλην τυπτῆσαι ἀνδρὶ πολὺ τὸ ὄνειδος, πολλῷ μᾶλλον κατὰ τῆς ἐλευθέρας ἀνατεῖναι τὴν δεξιάν. Καὶ τοῦτο καὶ ἐκ τῶν ἔξωθεν ἄν τις ἴδοι νομοθετῶν, οἳ τὴν τὰ τοιαῦτα παθοῦσαν οὐκέτι ἀναγκάζουσι συνοικεῖν τῷ τυπτήσαντι, ἅτε ἀναξίῳ ὄντι τῆς πρὸς αὐτὴν ὁμιλίας. Καὶ γὰρ ἐσχάτης παρανομίας τὴν τοῦ βίου κοινωνὸν, τὴν ἐν τοῖς ἀναγκαίοις καὶ ἀνωτάτω σοι συνεφαπτομένην, ταύτην ὡς ἀνδράποδον ἀτιμάζειν. ∆ιὸ καὶ τὸν τοιοῦτον ἄνδρα, εἴ γε ἄνδρα αὐτὸν δεῖ καλεῖν, ἀλλ' οὐχὶ θηρίον, καὶ πατραλοίου καὶ μητραλοίου ἴσον εἶναι φαίην ἄν. Εἰ γὰρ καὶ πατέρα καὶ μητέρα διὰ ταύτην ἀφεῖναι προσετάγημεν, οὐκ ἀδικοῦντες ἐκείνους, ἀλλὰ νόμον θεῖον πληροῦντες, καὶ τοῖς γεγεννηκόσιν αὐτοῖς οὕτω ποθεινὸν τοῦτο, ὡς καὶ αὐτοὺς τοὺς καταλιμπανομένους καὶ χάριν ἔχειν καὶ μετὰ πολλῆς ἀνύειν αὐτὸ τῆς σπουδῆς· πῶς οὐκ ἐσχάτης μανίας ταύτην ὑβρίζειν, δι' ἣν καὶ τοὺς γεγεννηκότας ὁ Θεὸς ἀφεῖναι ἐκέλευσεν; ἆρ' οὖν μανία μόνον τοῦτο; Τὴν δὲ αἰσχύνην, εἰπέ μοι, τίς οἴσει; ποῖος δὲ αὐτὴν παραστῆσαι δυνήσεται λόγος, ὅταν ὀλολυγαὶ καὶ κωκυτοὶ κατὰ τοὺς στενωποὺς φέρωνται, καὶ δρόμος ἐπὶ τὴν οἰκίαν τοῦ ταῦτα ἀσχημονοῦντος καὶ τῶν γειτόνων καὶ τῶν παριόντων, καθάπερ τινὸς θηρίου τὰ ἔνδον λυμαινομένου; Βέλτιον διαστῆναι τὴν γῆν τῷ τὰ τοιαῦτα παροινοῦντι, ἢ ἐπ' ἀγορᾶς αὐτὸν ὀφθῆναι λοιπόν. Ἀλλὰ θρασύνεται ἡ γυνὴ, φησίν. Ἀλλ' ἐννόησον ὅτι γυνὴ, τὸ ἀσθενὲς σκεῦος, σὺ δὲ ἀνήρ. ∆ιὰ γὰρ τοῦτο καὶ ἄρχων ἐχειροτονήθης, καὶ ἐν τάξει κεφαλῆς ἐδόθης, ἵνα φέρῃς τῆς ἀρχομένης τὴν ἀσθένειαν. Ποίησον τοίνυν λαμπράν σοι τὴν ἀρχήν· ἔσται δὲ λαμπρὰ, ὅταν τὸ ἀρχόμενον μὴ ἀτιμάζῃς. Καὶ καθάπερ ὁ βασιλεύων τοσούτῳ σεμνότερος φανεῖται, ὅσῳ ἂν τὸν ὕπαρχον σεμνότερον ἀποφήνῃ· ἂν δὲ ἀτιμάσῃ καὶ καταισχύνῃ τῆς ἀξίας ἐκείνης τὸ μέγεθος, καὶ τῆς ἑαυτοῦ δόξης οὐκ ὀλίγον ὑποτέμνεται μέρος· οὕτω καὶ σὺ ἂν τὴν μετὰ σὲ ἄρχουσαν ἀτιμάσῃς, οὐχ ὡς ἔτυχε λυμανεῖς σου τῆς ἀρχῆς τὴν τιμήν. Ταῦτα τοίνυν λογιζόμενος ἅπαντα σωφρόνει, καὶ μετὰ τούτων καὶ τὴν ἑσπέραν ἐκείνην ἐννόει, καθ' ἣν καλέσας σε ὁ πατὴρ, ὥσπερ τινά σοι παρακαταθήκην τὴν θυγατέρα παρέδωκε, καὶ πάντων ἀποστήσας, καὶ μητρὸς καὶ αὑτοῦ καὶ οἰκίας, ὁλόκληρον αὐτῆς τὴν ἐπιτροπὴν ἐνεχείρισέ σου τῇ δεξιᾷ· ἐννόησον ὅτι μετὰ τὸν Θεὸν δι' αὐτῆς παῖδας ἔχεις καὶ πατὴρ γέγονας, καὶ γίνου καὶ ἐντεῦθεν ἥμερος πρὸς αὐτήν.
ηʹ. Οὐχ ὁρᾷς τοὺς γεωργοὺς, πῶς τὴν ἅπαξ ὑποδεξαμένην τὰ σπέρματα γῆν θεραπεύουσι παντοδαπῷ θεραπείας τρόπῳ, κἂν μυρία ἐλαττώματα ἔχῃ, οἷον κἂν λυπρόγεως ᾖ, κἂν βοτάνας φέρῃ πονηρὰς, κἂν ὑπὸ ἐπομβρίας ἐπηρεάζηται τῇ φύσει τῆς θέσεως; Τοῦτο καὶ σὺ ποίει· οὕτω γὰρ πρότερος ἀπολαύσῃ καὶ τῶν καρπῶν καὶ τῆς γαλήνης· καὶ γὰρ λιμήν ἐστιν ἡ γυνὴ, καὶ φάρμακον εὐθυμίας μέγιστον. Ἂν μὲν οὖν τὸν λιμένα πνευμάτων ἀπαλλάξῃς καὶ κυμάτων, πολλῆς ἀπολαύσῃ τῆς ἀδείας ἐξ ἀγορᾶς ἀνιών· ἂν δὲ θορύβων καὶ ταραχῆς ἐμπλήσῃς, σαυτῷ χαλεπώτερον κατασκευάζεις τὸ ναυάγιον. Ἵν' οὖν τοῦτο μὴ γίνηται, τοῦτο ὃ λέγω γενέσθω· ὅταν τι συμβῇ λυπηρὸν κατὰ τὴν οἰκίαν, ἐκείνης ἁμαρτούσης, παραμυθοῦ, καὶ μὴ ἐπίτεινε τὴν λύπην. Κἂν γὰρ ἅπαντα ἀποβάλῃς, οὐδὲν λυπηρότερον τοῦ μὴ μετ' εὐνοίας ἔχειν γυναῖκα ἔνδον συνοικοῦσαν· κἂν ὁτιοῦν εἴπῃς ἁμάρτημα, οὐδὲν οὕτως ὀδυνηρότερον ἐρεῖς, οἷόν ἐστι τὸ πρὸς ἐκείνην στασιάζειν. Ὥστε καὶ διὰ ταῦτα πάντων ἔστω τιμιωτέρα ἡ ταύτης ἀγάπη. Εἰ γὰρ ἀλλήλων τὰ βάρη δεῖ βαστάζειν, πολλῷ μᾶλλον τῆς γυναικός. Κἂν πένησσα ᾖ, μὴ ὀνειδίσῃς· κἂν ἀνόητος ᾖ, μὴ ἐπέμβαινε, ἀλλὰ ῥύθμισον μᾶλλον· καὶ γὰρ μέλος ἐστὶ σὸν, καὶ σὰρξ ἐγένεσθε μία. Ἀλλὰ φλύαρός ἐστι καὶ μέθυσος καὶ ὀργίλος. Οὐκοῦν ἀλγεῖν ἐπὶ τούτοις, οὐκ ὀργίζεσθαι χρὴ, καὶ τὸν Θεὸν παρακαλεῖν, καὶ παραινεῖν αὐτῇ καὶ συμβουλεύειν, καὶ πάντα ποιεῖν, ὥστε ἐκκόψαι τὸ πάθος. Ἂν δὲ τύπτῃς, καὶ ἐπιτρίβῃς τὸ νόσημα, οὐ θεραπεύεται· θρασύτης γὰρ ἐπιεικείᾳ λύεται, οὐχ ἑτέρᾳ θρασύτητι. Μετὰ τούτων καὶ τὸν παρὰ τοῦ Θεοῦ μισθὸν ἐννόει. Ὅταν γὰρ, ἐξόν σοι ἐκτεμεῖν αὐτὴν, μὴ ποιῇς τοῦτο διὰ τὸν τοῦ Θεοῦ φόβον, ἀλλὰ φέρῃς ἐλαττώματα τοσαῦτα, δεδοικὼς τὸν ἐπὶ τούτοις κείμενον νόμον τὸν κωλύοντα ἐκβαλεῖν γυναῖκα, κἂν ὁτιοῦν ἔχῃ νόσημα, ἄφατον λήψῃ μισθόν· καὶ πρὸ τῶν μισθῶν δὲ τὰ μέγιστα κερδανεῖς, ἐκείνην τε εὐπειθεστέραν κατασκευάζων, καὶ αὐτὸς ἐπιεικέστερος ταύτῃ γινόμενος. Λέγεται γοῦν τις καὶ τῶν ἔξωθεν φιλοσόφων μοχθηρὰν ἔχων γυναῖκα καὶ φλύαρον καὶ πάροινον, πρὸς τοὺς ἐρωτῶντας, τίνος ἕνεκεν τοιαύτην ἔχων ἀνέχεται, εἰπεῖν, ὥστε γυμνάσιον καὶ παλαίστραν ἔχειν φιλοσοφίας ἐπὶ τῆς οἰκίας· Ἔσομαι γὰρ τοῖς λοιποῖς πραότερος, φησὶν, ἐν ταύτῃ καθ' ἑκάστην παιδευόμενος τὴν ἡμέραν. Ἐβοήσατε μεγάλα; Ἀλλ' ἐγὼ νῦν ὀδύρομαι μέγα, ὅταν Ἕλληνες ἡμῶν ὦσι φιλοσοφώτεροι, ἡμῶν τῶν κελευσθέντων ἀγγέλους μιμεῖσθαι, μᾶλλον δὲ τῶν κελευσθέντων αὐτὸν τὸν Θεὸν ζηλοῦν κατὰ τὸν τῆς ἐπιεικείας λόγον. Ὁ μὲν οὖν φιλόσοφος λέγεται διὰ τοῦτο πονηρὰν ἔχων γυναῖκα μὴ ἐκβαλεῖν· τινὲς δὲ καὶ διὰ τοῦτο ἀγαγέσθαι αὐτὸν αὐτὴν λέγουσιν. Ἐγὼ δὲ, ἐπειδὴ πολλοὶ τῶν ἀνθρώπων ἀλογώτερόν εἰσι διακείμενοι, παραινῶ μὲν ἐξαρχῆς πάντα ποιεῖν καὶ σπουδάζειν ὅπως εὐάρμοστον λάβοιεν σύνοικον καὶ πάσης γέμουσαν ἀρετῆς· εἰ δὲ συμβαίη διαμαρτεῖν, καὶ μὴ χρηστὴν μηδὲ ἀνεκτὴν νύμφην εἰσαγαγεῖν εἰς τὴν οἰκίαν, τότε γοῦν τὸν φιλόσοφον τοῦτον ζηλοῦν, καὶ ῥυθμίζειν αὐτὴν πάντοτε, καὶ μηδὲν τούτων προτιθέναι. Ἐπεὶ καὶ ἔμπορος, πρὶν ἢ πρὸς τὸν κοινωνὸν συνθήκας θέσθαι τὰς δυναμένας εἰρήνην πρυτανεύειν, οὐ πρότερον καθέλξει τὸ πλοῖον εἰς τὸ πέλαγος, οὐδὲ τῆς ἄλλης ἅψεται ἐμπορίας. Καὶ ἡμεῖς τοίνυν πάντα πράττωμεν, ὥστε τὴν κοινωνὸν τῆς τοῦ βίου πραγματείας ἡμῖν καὶ τοῦ πλοίου τούτου μετὰ πάσης ἔνδον κατέχειν τῆς εἰρήνης. Οὕτω γὰρ καὶ τὰ ἄλλα πάντα ἡμῖν ἔσται γαληνὰ, καὶ μετὰ ἀδείας τὸ πέλαγος τοῦ παρόντος διαδραμοῦμεν βίου. Τοῦτο καὶ πρὸ οἰκίας καὶ ἀνδραπόδων καὶ χρημάτων καὶ ἀγρῶν καὶ αὐτῶν τῶν πολιτικῶν πραγμάτων ἄγωμεν· καὶ πάντων ἡμῖν προτιμότερον ἔστω τὸ τὴν μεθ' ἡμῶν ἐπὶ τῶν οἴκων καθημένην μὴ στασιάζειν μηδὲ διχοστατεῖν πρὸς ἡμᾶς. Οὕτω γὰρ καὶ τὰ ἄλλα ἡμῖν κατὰ ῥοῦν ἥξει, καὶ ἐν τοῖς πνευματικοῖς δὲ πολλὴν ἕξομεν τὴν εὐκολίαν, μετὰ ὁμονοίας τὸν ζυγὸν τοῦτον ἕλκοντες· καὶ πάντα κατορθώσαντες, τῶν ἀποκειμένων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΚΖʹ.
Τοῦτο δὲ παραγγέλλων, οὐκ ἐπαινῶ ὅτι οὐκ εἰς τὸ κρεῖττον, ἀλλ' εἰς τὸ ἧττον συνέρχεσθε.
αʹ. Ἀναγκαῖον καὶ τοῦ παρόντος ἐγκλήματος πρότερον τὴν αἰτίαν εἰπεῖν· οὕτω γὰρ ἡμῖν εὐμαθέστερος πάλιν ἔσται ὁ λόγος. Τίς οὖν ἐστιν αὕτη; Καθάπερ ἐπὶ τῶν τρισχιλίων τῶν ἐξ ἀρχῆς πιστευσάντων κοινῇ πάντες εἱστιῶντο, καὶ κοινὰ πάντα ἐκέκτηντο· οὕτω καὶ τότε ὅτε ταῦτα ἔγραψεν ὁ Ἀπόστολος ἐγίνετο, οὐχ οὕτω μὲν μετὰ ἀκριβείας, ὥσπερ δέ τις ἀπόῤῥοια τῆς κοινωνίας ἐκείνης ἐναπομείνασα, καὶ εἰς τοὺς μετὰ ταῦτα κατέβη. Καὶ ἐπειδὴ συνέβαινε τοὺς μὲν πένητας εἶναι, τοὺς δὲ πλουσίους, τὰ μὲν ἑαυτῶν οὐ κατετίθεντο πάντα εἰς μέσον, κοινὰς δὲ ἐποιοῦντο τὰς τραπέζας ἐν ἡμέραις νενομισμέναις, ὡς εἰκὸς, καὶ τῆς συνάξεως ἀπαρτισθείσης μετὰ τὴν τῶν μυ στηρίων κοινωνίαν ἐπὶ κοινὴν πάντες ᾔεσαν εὐωχίαν, τῶν μὲν πλουτούντων φερόντων τὰ ἐδέσματα, τῶν δὲ πενομένων καὶ οὐδὲν ἐχόντων ὑπ' αὐτῶν καλουμένων, καὶ κοινῇ πάντων ἑστιωμένων. Ἀλλ' ὕστερον καὶ τοῦτο διεφθάρη τὸ ἔθος. Τὸ δὲ αἴτιον ἐκ τοῦ διεσπάσθαι καὶ προσνέμειν ἑαυτοὺς, τοὺς μὲν τούτοις, τοὺς δὲ ἐκείνοις, καὶ λέγειν· Ἐγὼ μέν εἰμι τοῦ δεῖνος, ἐγὼ δὲ τοῦ δεῖνος· ὅπερ καὶ ἐν ἀρχῇ τῆς Ἐπιστολῆς διορθούμενος ἔλεγεν· Ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης, ὅτι ἔριδες ἐν ὑμῖν εἰσι. Λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει, Ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλῶ, ἐγὼ δὲ Κηφᾶ. Οὐκ ἐπειδὴ Παύλῳ προσένεμον ἑαυτούς· οὐδὲ γὰρ ἂν ἠνέσχετο· ἀλλ' ἐκ περιουσίας πρόῤῥιζον τὸ ἔθος ἀνασπάσαι βουλόμενος, ἑαυτὸν παρενέθηκε, δεικνὺς ὅτι εἰ καὶ αὐτόν τις ἐπεγράφετο τοῦ κοινοῦ σώματος ἀποῤῥηγνύμενος, καὶ οὕτως ἄτοπον τὸ γινόμενον ἦν καὶ παρανομίας ἐσχάτης. Εἰ δὲ ἐπὶ τούτου παρανομία, πολλῷ μᾶλλον ἐπ' ἐκείνων τῶν καταδεεστέρων. Ἐπεὶ οὖν διεσπάσθη τὸ ἔθος τοῦτο, ἔθος κάλλιστον καὶ χρησιμώτατον (καὶ γὰρ ἀγάπης ὑπόθεσις ἦν, καὶ πενίας παραμυθία, καὶ πλούτου σωφρονισμὸς, καὶ φιλοσοφίας ἀφορμὴ τῆς μεγίστης, καὶ ταπεινοφροσύνης διδασκαλία)· ἐπεὶ οὖν εἶδε τοσαῦτα ἀγαθὰ διαφθειρόμενα, πληκτικῶς εἰκότως τῷ λόγῳ κέχρηται, οὕτω λέγων· Τοῦτο δὲ παραγγέλλων, οὐκ ἐπαινῶ. Ἐν μὲν γὰρ τῷ προτέρῳ ἐγκλήματι, ἅτε πολλῶν ὄντων τῶν φυλαττόντων, ἑτέρως ἤρξατο, λέγων οὕτως· Ἐπαινῶ δὲ ὑμᾶς, ὅτι πάντα μου μέμνησθε· ἐνταῦθα δὲ ἐναντίως, Τοῦτο δὲ παραγγέλλων, οὐκ ἐπαινῶ. ∆ιόπερ οὐδὲ μετὰ τὴν ἐπιτίμησιν τὴν κατὰ τῶν τὰ εἰδωλόθυτα ἐσθιόντων αὐτὸ τέθεικεν· ἀλλ' ἐπειδὴ τραχύτερον ἦν ἐκεῖνο, μέσον παρεμβαλὼν τὸν περὶ τῆς κόμης λόγον, ἵνα μὴ ἐξ ἐγκλημάτων σφοδρῶν εἰς ἕτερα πάλιν ἐπαχθῆ διαβαίνων τραχύτερος φαίνηται, τότε ἔρχεται ἐπὶ τὸ σφοδρότερον πάλιν, καί φησι· Τοῦτο δὲ παραγγέλλων, οὐκ ἐπαινῶ. Ποῖον τοῦτο; Ὃ μέλλω λέγειν νῦν. Τί ἐστι, Παραγγέλλων οὐκ ἐπαινῶ; Οὐκ ἀποδέχομαι ὑμᾶς, φησὶν, ὅτι με εἰς ἀνάγκην κατεστήσατε συμβουλῆς· οὐκ ἐπαινῶ, ὅτι ἐδεήθητε διδασκαλίας εἰς τοῦτο, ὅτι χρείαν ἔχετε τοῦ παραγγελθῆναι ὑπ' ἐμοῦ. Εἶδες πῶς ἐκ προοιμίων ἔδειξε σφόδρα ἄτοπον ὂν τὸ γινόμενον; Ὅταν γὰρ μηδὲ παραγγελίας ὀφείλῃ δεῖσθαι ὁ ἁμαρτάνων εἰς τὸ μὴ ἁμαρτεῖν, ἀσύγγνωστον εἰκὸς εἶναι τὸ ἁμαρτανόμενον. Καὶ διὰ τί οὐκ ἐπαινεῖς; Ὅτι οὐκ εἰς τὸ κρεῖττον, ἀλλ' εἰς τὸ ἧττον συνέρχεσθε, φησὶ, τουτέστιν, ὅτι οὐ προβαίνετε εἰς ἀρετήν. ∆έον γὰρ ἐπιδοῦναι καὶ πλείονα γενέσθαι τὴν φιλοτιμίαν, ὑμεῖς δὲ καὶ τὸ ἤδη κρατῆσαν ἔθος ἠλαττώσατε, καὶ οὕτως ἠλαττώσατε, ὡς καὶ παραγγελίας δεηθῆναι παρ' ἐμοῦ, ἵνα ἐπὶ τὴν προτέραν ἐπανέλθητε τάξιν. Εἶτα ἵνα μὴ δόξῃ διὰ τοὺς πένητας ταῦτα λέγειν μόνον, οὐκ εὐθέως εἰς τὸν περὶ τῶν τραπεζῶν ἐμβάλλει λόγον, ὥστε μὴ εὐκαταφρόνητον ταύτῃ ποιῆσαι τὴν ἐπιτίμησιν ἐκείνοις, ἀλλὰ ζητεῖ λέξιν πληκτικωτάτην καὶ πολὺν ἔχουσαν τὸν φόβον· τί γάρ φησι; Πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν ἐκκλησίᾳ, ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν. Καὶ οὐ λέγει, Ἀκούω γὰρ μὴ κοινῇ ὑμᾶς συνδειπνεῖν· ἀκούω γὰρ κατ' ἰδίαν ὑμᾶς ἑστιᾶσθαι, καὶ μὴ μετὰ τῶν πενήτων· ἀλλ' ὃ μάλιστα ἱκανὸν ἦν αὐτῶν διασεῖσαι τὴν διάνοιαν, τοῦτο τέθεικε, τὸ τοῦ σχίσματος ὄνομα, ὃ καὶ τούτου ἦν αἴτιον, κἀκείνου πάλιν ἀνεμίμνησκε τοῦ ἐν ἀρχῇ τῆς Ἐπιστολῆς εἰρημένου καὶ δηλωθέντος ὑπὸ τῶν Χλόης. Καὶ μέρος τι πιστεύω.
βʹ. Ἵνα γὰρ μὴ λέγωσι, Τί οὖν, εἰ ψεύδονται οἱ διαβάλλοντες; οὔτε ὅτι πιστεύω εἶπεν, ἵνα μὴ ἀναισχυντοτέρους ποιήσῃ, οὐδ' αὖ πάλιν ὅτι ἀπιστῶ, ἵνα μὴ δόξῃ μάτην ἐπιτιμᾷν, ἀλλὰ, Μέρος τι καὶ πιστεύω, φησὶ, τουτέστιν, ἐκ μέρους μικροῦ πιστεύω, ἐναγωνίους ποιῶν, καὶ εἰς τὴν τῆς διορθώσεως καλῶν ἐπάνοδον. ∆εῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν· αἱρέσεις ἐνταῦθα, οὐ ταύτας λέγων τὰς τῶν δογμάτων, ἀλλὰ τὰς τῶν σχισμάτων τούτων. Εἰ δὲ καὶ τὰς τῶν δο γμάτων ἔλεγεν, οὐδὲ οὕτω λαβὴν ἐδίδου. Καὶ γὰρ ὁ Χριστός φησιν, Ἀνάγκη ἐλθεῖν τὰ σκάνδαλα, οὐ τὴν ἐλευθερίαν τῆς προαιρέσεως λυμαινόμενος, οὐδὲ ἀνάγκην τινὰ καὶ βίαν ἐφιστὰς τῷ βίῳ, ἀλλὰ τὸ πάντως ἐσόμενον ἐκ τῆς πονηρᾶς τῶν ἀνθρώπων γνώμης προλέγων, ὅπερ ἔμελλε γίνεσθαι, οὐ διὰ τὴν αὐτοῦ πρόῤῥησιν, ἀλλὰ διὰ τὴν τῶν ἀνιάτως ἐχόντων γνώμην. Οὐ γὰρ ἐπειδὴ προεῖπε, ταῦτα ἐγίνετο, ἀλλ' ἐπειδὴ πάντως ἔμελλε γίνεσθαι, διὰ τοῦτο προεῖπεν· Ἐπεὶ, εἰ ἀνάγκης ἦν τὰ σκάνδαλα, καὶ μὴ γνώμης τῶν εἰσαγόντων αὐτὰ, περιττῶς ἔλεγεν, Οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι' οὗ τὰ σκάνδαλα ἔρχεται. Ἀλλὰ ταῦτα μὲν εὐρύτερον ἐν αὐτῷ γενόμενοι τῷ χωρίῳ διελέχθημεν· νῦν δὲ ἐπὶ τὸ προκείμενον ἰέναι ἀνάγκη. Ὅτι γὰρ περὶ τῶν αἱρέσεων τούτων εἶπε τῶν κατὰ τὰς τραπέζας καὶ τῆς φιλονεικίας ταύτης καὶ διαστάσεως, καὶ ἐκ τῶν ἑξῆς δῆλον ἐποίησεν. Εἰπὼν γὰρ, ὅτι Ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ δεικνὺς ποῖα λέγει σχίσματα, προϊών φησιν, ὅτι Ἕκαστος τὸ ἴδιον δεῖπνον προλαμβάνει· καὶ πάλιν, Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς Ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε; Ἀλλ' ὅτι μὲν περὶ τούτων εἶπε, δῆλον. Εἰ δὲ σχίσματα αὐτὰ καλεῖ, μὴ θαυμάσῃς· ὅπερ γὰρ ἔφην, τῇ λέξει καθικέσθαι αὐτῶν βούλεται. Εἰ δὲ δογμάτων ἦν τὰ σχίσματα, οὐκ ἂν οὕτως αὐτοῖς διελέχθη ἡμέρως. Ἄκουσον γοῦν ὅταν τι τοιοῦτον λέγῃ, πῶς ἐστι σφοδρὸς καὶ ἀσφαλιζόμενος καὶ ἐπιτιμῶν· ἀσφαλιζόμενος μὲν, ὡς ὅταν λέγῃ, Κἂν ἄγγελος ὑμᾶς εὐαγγελίζηται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω· ἐπιτιμῶν δὲ, ὡς ὅταν λέγῃ, Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε. Καὶ νῦν μὲν κύνας καλεῖ τοὺς διαφθείροντας λέγων, Βλέπετε τοὺς κύνας· νῦν δὲ κεκαυτηριασμένους τὴν συνείδησιν, καὶ ἀγγέλους διαβόλου πάλιν. Ἀλλ' οὐκ ἐνταῦθα τοιοῦτον οὐδὲν εἶπεν, ἀλλ' ἡμέρως καὶ ὑφειμένως. Τί δέ ἐστιν, Ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν; Ἵνα λάμψωσι μειζόνως. Ὃ δὲ βούλεται εἰπεῖν, τοῦτό ἐστιν, ὅτι Τοὺς ἀπεριτρέπτους καὶ στεῤῥοὺς οὐ μόνον οὐδὲν τοῦτο παραβλάπτει, ἀλλὰ καὶ δείκνυσι μᾶλλον, καὶ λαμπροτέρους ἀποφαίνει. Τὸ γὰρ, Ἵνα, τοῦτο, οὐ πανταχοῦ αἰτιολογίας ἐστὶν, ἀλλὰ πολλαχοῦ καὶ τῆς τῶν πραγμάτων ἐκβάσεως. Οὕτω καὶ ὁ Χριστὸς αὐτὸ τίθησιν, ὅταν λέγῃ, Εἰς κρῖμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται· οὕτω καὶ αὐτὸς ὁ Παῦλος, ὅταν περὶ τοῦ νόμου διαλεγόμενος γράφῃ· Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα. Ἀλλ' οὔτε ὁ νόμος διὰ τοῦτο ἐδόθη, ἵνα αὐξηθῇ τὰ ἁμαρτήματα τῶν Ἰουδαίων· τοῦτο δὲ ἐξέβη· οὔτε ὁ Χριστὸς διὰ τοῦτο ἦλθεν, ἵνα οἱ βλέποντες τυφλοὶ γένωνται, ἀλλὰ διὰ τὸ ἐναντίον· συνέβη δὲ τοῦτο. Οὕτως οὖν καὶ ἐνταῦθα νοητέον τὸ, Ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται. Οὐδὲ γὰρ διὰ τοῦτο ἐγένοντο αἱρέσεις, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται, ἀλλὰ τῶν αἱρέσεων τούτων γενομένων τοῦτο συνέβη. Ταῦτα δὲ εἶπε, τοὺς πένητας παραμυθούμενος τοὺς γενναίως φέροντας τὴν τοιαύτην ὑπεροψίαν. ∆ιὸ οὐδὲ εἶπεν, Ἵνα δόκιμοι γένωνται· ἀλλ', Ἵνα οἱ δόκιμοι ὄντες φανεροὶ γένωνται, δηλῶν ὅτι καὶ πρὸ τούτου τοιοῦτοι ἦσαν, ἀλλ' ἀνεμίγνυντο τοῖς πολλοῖς, καὶ παραμυθίας ἀπολαύοντες τῆς παρὰ τῶν πλουσίων, οὐ σφόδρα ἐφαίνοντο· νυνὶ δὲ ἡ στάσις αὕτη καὶ ἡ φιλονεικία δήλους αὐτοὺς ἐποίησεν, ὥσπερ τὸν κυβερνήτην ὁ χειμὼν δείκνυσι. Καὶ οὐκ εἶπεν, Ἵνα ὑμεῖς δόκιμοι φανῆτε, ἀλλ', Ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται, οἱ ἐν ὑμῖν τοιοῦτοι. Οὔτε γὰρ κατηγορῶν δήλους ποιεῖ, ὥστε μὴ ἀναισχυντοτέρους ποιῆσαι, οὔτε ἐγκωμιάζων, ὥστε μὴ χαυνοτέρους, ἀλλ' εἰς μετέωρον ἀφίησι τὸν λόγον, καὶ τοῦτον κἀκεῖνον ἑκάστου τῷ συνειδότι τὰ λεγόμενα ἁρμόζειν παρέχων. Οὐ τοὺς πένητας δὲ ἐνταῦθά μοι δοκεῖ παραμυθεῖσθαι μόνον, ἀλλὰ καὶ τοὺς τὸ ἔθος μὴ διαφθείροντας. Καὶ γὰρ εἰκὸς εἶναι ἐν αὐτοῖς καὶ τοὺς διατηροῦντας αὐτό· διὸ καὶ ἔλεγε, Μέρος τι πιστεύω. Εἰκότως τοίνυν τούτους δοκίμους φησὶ, τοὺς μὴ μόνον μετὰ τῶν ἄλλων διατηρήσαντας τὸ ἔθος, ἀλλὰ καὶ χωρὶς ἐκείνων ἀκίνητον τὸν καλὸν τοῦτον φυλάξαντας νόμον. Ποιεῖ δὲ τοῦτο καὶ ἑτέρους καὶ τούτους διὰ τῶν τοιούτων ἐγκωμίων προθυμοτέρους ἐργάσασθαι σπεύδων. Εἶτα λοιπὸν λέγει καὶ αὐτὸ τοῦ ἁμαρτήματος τὸ εἶδος. Τί δὲ τοῦτό ἐστι; Συνερχομένων ὑμῶν ἐπὶ τὸ αὐτὸ, φησὶν, οὐκ ἔστι Κυριακὸν δεῖπνον φαγεῖν. Ὁρᾷς πῶς ἐντρεπτικῶς, καὶ ἐν τάξει διηγήσεως ἤδη τὴν συμβουλὴν κατεσκεύασε; Τὸ μὲν γὰρ σχῆμα τῆς συνόδου, φησὶν, ἄλλο· ἀγάπης γάρ ἐστι καὶ φιλαδελφίας· εἷς γοῦν ὑμᾶς ἅπαντας δέχεται τόπος, καὶ ὁμοῦ συναγελάζεσθε· ἡ δὲ τράπεζα λοιπὸν οὐχ ὁμοία τῇ συνόδῳ. Καὶ οὐκ εἶπε, Συνερχομένων ὑμῶν οὐκ ἔστι κοινῇ φαγεῖν, οὐκ ἔστι μετ' ἀλλήλων ἑστιαθῆναι, ἀλλὰ πάλιν ἑτέρως καὶ πολλῷ φοβερώτερον αὐτῶν καθάπτεται, λέγων, Οὐκ ἔστι Κυριακὸν δεῖπνον φαγεῖν, ἐκείνῃ παραπέμπων αὐτοὺς ἐντεῦθεν ἤδη τῇ ἑσπέρᾳ, καθ' ἢν τὰ φρικτὰ μυστήρια παρέδωκεν ὁ Χριστός. ∆ιὰ τοῦτο καὶ δεῖπνον τὸ ἄριστον ἐκάλεσε· καὶ γὰρ ἐκεῖνο τὸ δεῖπνον κοινῇ πάντας εἶχε κατακεκλιμένους. Καίτοι γε οὐ τοσοῦτον τὸ μέσον τῶν πλουτούντων καὶ τῶν πενομένων, ὅσον τοῦ διδασκάλου καὶ τῶν μαθητῶν· ἄπειρον γὰρ ἐκεῖνο. Καὶ τί λέγω τοῦ διδασκάλου καὶ τῶν μαθητῶν; ἐννόησον τὸ μέσον τοῦ διδασκάλου καὶ τοῦ προδότου. Ἀλλ' ὅμως καὶ αὐτὸς μετ' αὐτῶν κατεκλίνετο, καὶ οὐδὲ τοῦτον ἐξέβαλεν, ἀλλὰ καὶ ἁλῶν αὐτῷ μετέδωκε, καὶ τῶν μυστηρίων κοινωνὸν ἐποίησεν.
γʹ. Εἶτα ἑρμηνεύει πῶς οὐκ ἔστι Κυριακὸν δεῖπνον φαγεῖν. Ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει, φησὶν, ἐν τῷ φαγεῖν· καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει. Εἶδες πῶς ἔδειξεν αὐτοὺς καταισχύνοντας ἑαυτοὺς μᾶλλον; Τὸ γὰρ Κυριακὸν, ἰδιωτικὸν ποιοῦσιν, ὥστε αὐτοὶ πρῶτοί εἰσιν οἱ καθυβριζόμενοι, οἱ τῆς ἑαυτῶν τραπέζης τὸ μέγιστον ἀφαιροῦντες ἀξίωμα. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι τὸ Κυριακὸν δεῖπνον, τουτέστι, τὸ ∆εσποτικὸν, ὀφείλει κοινὸν εἶναι. Τὰ γὰρ τοῦ δεσπότου οὐχὶ τοῦδε μὲν ἔστι τοῦ οἰκέτου, τοῦδε δὲ οὐκ ἔστιν, ἀλλὰ κοινῇ πάντων. Τὸ οὖν Κυριακὸν τοῦτό φησι τὸ κοινόν. Εἰ γὰρ τοῦ ∆εσπότου σοῦ ἐστιν, ὥσπερ οὖν καὶ ἔστιν, οὐκ ὀφείλεις ὡς ἴδια ἀποσπᾷν, ἀλλ' ὡς τοῦ Κυρίου καὶ τοῦ ∆εσπότου ὄντα, κοινῇ πᾶσι προτιθέναι. Τοῦτο γάρ ἐστι Κυριακόν. Νῦν δὲ οὐκ ἀφίης αὐτὸ εἶναι Κυριακὸν, μὴ ἀφεὶς εἶναι κοινὸν, ἀλλὰ καθ' ἑαυτὸν ἑστιώμενος. ∆ιὸ καὶ ἐπάγει λέγων· Ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει. Καὶ οὐκ εἶπεν, Ἀποσχίζει, ἀλλὰ, Προλαμβάνει, ἠρέμα καὶ εἰς λαιμαργίαν αὐτοὺς καὶ εἰς προπέτειαν διαβάλλων. Τοῦτο γοῦν καὶ τὸ ἑξῆς δηλοῖ· εἰπὼν γὰρ τοῦτο, ἐπήγαγε πάλιν· Καὶ ὃς μὲν πεινᾶ, ὃς δὲ μεθύει· ἅπερ ἑκάτερα ἀμετρίας ἦν, καὶ ἡ ἔνδεια καὶ ἡ ὑπερβολή. Ἰδοὺ καὶ δεύτερον ἔγκλημα πάλιν αὐτοὺς ἐκείνους καταβλάπτον. Πρῶτον μὲν, ὅτι τὸ δεῖπνον αὐτῶν ἀτιμάζουσι· δεύτερον δὲ, ὅτι γαστρίζονται καὶ μεθύουσι· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ τῶν πενήτων πεινώντων. Ἃ γὰρ ἔμελλε κοινῇ πᾶσι προκεῖσθαι, ταῦτα οὗτοι μόνοι σιτούμενοι, καὶ εἰς ἀπληστίαν καὶ εἰς μέθην ἐξέβαινον. ∆ιὸ οὐδὲ εἶπεν, Ὃς μὲν πεινᾷ, ὃς δὲ κορέννυται, ἀλλὰ, Μεθύει. Τούτων δὲ ἕκαστον καὶ καθ' ἑαυτὸ μὲν κατηγορίας ἄξιον· καὶ γὰρ τὸ μεθύειν χωρὶς τοῦ παρορᾷν πένητας ἔγκλημα, καὶ τὸ παρορᾷν πένητας χωρὶς τοῦ μεθύειν κατηγορία· ὅταν δὲ καὶ ὁμοῦ συνημμένα ᾖ, ἐννόησον ὅση ἡ ὑπερβολὴ τῆς παρανομίας. Εἶτα δείξας τὴν ἀτοπίαν, μετὰ πολλοῦ λοιπὸν τοῦ θυμοῦ τὴν ἐπίπληξιν ἐπάγει, λέγων· Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς Ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; Ὁρᾷς πῶς ἀπὸ τῆς τῶν πενήτων ὕβρεως ἐπὶ τὴν Ἐκκλησίαν μετήγαγε τὸ ἔγκλημα, ἵνα φορτικώτερον ποιήσῃ τὸν λόγον; Ἰδοὺ τοίνυν καὶ τετάρτη κατηγορία, ὅταν μὴ πένητες μόνον, ἀλλὰ καὶ ἡ Ἐκκλησία ὑβρίζηται. Ὥσπερ γὰρ τὸ Κυριακὸν δεῖπνον ἰδιωτικὸν ποιεῖς, οὕτω καὶ τὸν τόπον πάλιν, ὡς οἰκίᾳ τῇ ἐκκλησίᾳ κεχρημένος. Ἐκκλησία γὰρ γέγονεν, οὐχ ἵνα διῃρημένοι ὦμεν οἱ συνελθόντες, ἀλλ' ἵνα οἱ διῃρημένοι συνημμένοι· καὶ τοῦτο ἡ σύνοδος δείκνυσι. Καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας. Οὐκ εἶπε, Καὶ λιμοκτονεῖτε τοὺς μὴ ἔχοντας, ἀλλὰ πολὺ ἐντρεπτικώτερον, Καταισχύνετε, ἵνα δείξῃ ὅτι οὐ τροφῆς αὐτῷ τοσοῦτον μέλει, ὅσον τῆς ὕβρεως τῆς εἰς αὐτοὺς γινομένης. Ἰδοὺ καὶ πέμπτη κατηγορία, τὸ μὴ μόνον πεινῶντας περιορᾷν, ἀλλὰ καὶ καταισχύνειν αὐτούς. Τοῦτο δὲ ἔλεγεν, ὁμοῦ μὲν σεμνοποιῶν τὰ κατὰ τοὺς πένητας, καὶ δεικνὺς ὅτι οὐχ οὕτως ὑπὲρ τῆς γαστρὸς, ὡς ὑπὲρ τῆς αἰσχύνης ἀλγοῦσιν, ὁμοῦ δὲ καὶ εἰς ἔλεον ἐπισπώμενος τὸν ἀκροατήν. Τοσαῦτα τοίνυν δείξας τὰ ἄτοπα, ὕβριν εἰς τὸ δεῖπνον, ὕβριν εἰς τὴν ἐκκλησίαν, τὴν εἰς τοὺς πένητας γινομένην ὑπεροψίαν, χαλᾷ πάλιν τῆς ἐπιτιμήσεως τὸν τόνον ἀθρόον λέγων· Ἐπαινέσω ὑμᾶς; ἐν τούτῳ οὐκ ἐπαινῶ. Ὃ καὶ μάλιστα ἄν τις αὐτοῦ θαυμάσειεν, ὅτι ἐπιπλῆξαι δέον σφοδρότερον μετὰ τὴν ἀπόδειξιν τῶν τοσούτων ἁμαρτημάτων καὶ καθάψασθαι, ὁ δὲ τοὐναντίον ποιεῖ μᾶλλον, ἀνίησι καὶ ἀναπνεῦσαι δίδωσι. Τί ποτ' οὖν ἐστι τὸ αἴτιον; Φορτικώτερον αὐτῶν καθήψατο τὴν κατηγορίαν αὐξήσας, καὶ ἰατρὸς ὢν ἄριστος καταλλήλως τοῖς τραύμασι τὴν τομὴν ἐπάγει, οὔτε τὰ βαθείας δεόμενα πληγῆς ἐξ ἐπιπολῆς τέμνων· (ἤκουσας γὰρ αὐτοῦ πῶς τὸν πεπορνευκότα παρ' αὐτοῖς τούτοις ἀπέκοψεν), οὔτε τὰ προσηνεστέρων χρῄζοντα τῶν φαρμάκων σιδήρῳ παραδιδούς. ∆ιὰ δὴ τοῦτο καὶ ἐνταῦθα πραότερον τῷ λόγῳ κέχρηται· καὶ ἄλλως δὲ ἡμέρους αὐτοὺς μάλιστα ἐσπούδακε καταστῆσαι τοῖς πένησι· διὸ καὶ ὑφειμένως διαλέγεται μᾶλλον αὐτοῖς. Εἶτα θέλων αὐτοὺς καὶ ἑτέρωθεν ἐντρέψαι μειζόνως, ἀπὸ τῶν κυριωτέρων τὸν λόγον ὑφαίνει πάλιν· Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου, φησὶν, ὃ καὶ παρέδωκα ὑμῖν· ὅτι ὁ Κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ, ᾖ παρεδίδοτο, ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε καὶ εἶπε, Λάβετε, φάγετε· τοῦτό μού ἐστι τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Τίνος ἕνεκεν ἐνταῦθα τῶν μυστηρίων μέμνηται; Ὅτι σφόδρα ἀναγκαῖος εἰς τὴν παροῦσαν ὑπόθεσιν ὁ λόγος ἦν οὗτος αὐτῷ. Καὶ γὰρ ὁ ∆εσπότης σου, φησὶ, τῆς αὐτῆς ἅπαντας ἠξίωσε τραπέζης, καίτοι σφόδρα φρικωδεστάτης οὔσης, καὶ πολὺ τὴν ἁπάντων ὑπερβαινούσης ἀξίαν· σὺ δὲ αὐτοὺς καὶ τῆς σῆς ἀναξίους εἶναι ἡγῇ, τῆς μικρᾶς ταύτης καὶ εὐτελοῦς, καὶ ἐν τοῖς πνευματικοῖς οὐδὲν αὐτῶν σου πλεονεκτούντων, ἁρπάζεις αὐτοὺς ἐν τοῖς αἰσθητοῖς· οὐδὲ γὰρ ταῦτα σά. Ἀλλ' οὕτω μὲν οὐ λέγει, ὥστε μὴ γενέσθαι τραχὺν τὸν λόγον· ἡμερώτερον δὲ αὐτὸν κατασκευάζει λέγων· Ὅτι ὁ Κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ, ᾖ παρεδίδοτο, ἔλαβεν ἄρτον. Καὶ τίνος ἕνεκεν τοῦ καιροῦ ἡμᾶς ἀναμιμνήσκει, καὶ τῆς ἑσπέρας ἐκείνης καὶ τῆς προδοσίας; Οὐχ ἁπλῶς οὐδὲ ἄνευ λόγου τινὸς, ἀλλ' ἵνα μεθ' ὑπερβολῆς κατανύξῃ καὶ ἀπὸ τοῦ καιροῦ. Κἂν γὰρ αὐτόλιθος ᾖ τις, ἐννοήσας ἐκείνην τὴν νύκτα, πῶς ἦν μετὰ τῶν μαθητῶν ἀδημονῶν, πῶς παρεδόθη, πῶς ἐδέθη, πῶς ἀπήχθη, πῶς ἐδικάσθη, πῶς καὶ τὰ ἑξῆς ἔπαθεν ἅπαντα, κηροῦ γίνεται ἁπαλώτερος, καὶ τῆς γῆς ἀπαλλάττεται καὶ τῆς ἐνταῦθα φαντασίας ἁπάσης. ∆ιὰ τοῦτο πάντων ἐκείνων εἰς μνήμην ἡμᾶς ἄγει, διὰ τοῦ καιροῦ καὶ τῆς τραπέζης καὶ τῆς προδοσίας ἐντρέπων καὶ λέγων, ὅτι Ὁ μὲν ∆εσπότης σου καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ σοῦ· σὺ δὲ τῷ ἀδελφῷ οὐδὲ σιτίων μεταδίδως ὑπὲρ σαυτοῦ; δʹ. Πῶς δέ φησι παρὰ τοῦ Κυρίου παρειληφέναι; οὐδὲ γὰρ παρῆν τότε, ἀλλὰ τῶν διωκόντων ἦν. Ἵνα μάθῃς ὅτι οὐδὲν πλέον ἔχει ἐκείνη ἡ τράπεζα τῆς μετὰ ταῦτα. Καὶ γὰρ καὶ σήμερον αὐτός ἐστιν ὁ πάντα ἐργαζόμενος καὶ παραδιδοὺς, ὥσπερ καὶ τότε. Οὐ διὰ τοῦτο δὲ μόνον τῆς νυκτὸς ἀναμιμνήσκει ἐκείνης, ἀλλ' ἵνα καὶ ἑτέρως ἡμᾶς κατανύξῃ. Ὥσπερ γὰρ ἐκείνων μάλιστα μεμνήμεθα τῶν ῥημάτων, ὧν ἂν τελευταῖον παρὰ τῶν ἀπιόντων ἀκούσωμεν, καὶ πρὸς τοὺς κληρονόμους τοὺς ἐκείνων, εἰ τολμήσαιεν αὐτῶν παραβῆναι τὰς ἐντολὰς, ἐντρέποντες αὐτοὺς λέγομεν, Ἐννοήσατε ὅτι ταύτην ὑστέραν ἀφῆκε πρὸς ὑμᾶς τὴν φωνὴν ὁ πατὴρ, καὶ μέχρι τῆς ἑσπέρας ἧς ἔμελλεν ἐκπνεῖν ταῦτα ἐπέσκηπτεν· οὕτω καὶ ὁ Παῦλος καὶ ἐντεῦθεν φρικτὸν ποιῆσαι τὸν λόγον βουλόμενος, Ἀναμνήσθητε, φησὶν, ὅτι ταύτην ἐσχάτην ὑμῖν δέδωκε τὴν μυσταγωγίαν, καὶ ἐν αὐτῇ τῇ νυκτὶ, ᾗ καὶ σφάττεσθαι ὑπὲρ ὑμῶν ἔμελλε, ταῦτα ἐνετέλλετο, καὶ παραδιδοὺς ὑμῖν τὸ δεῖπνον ἐκεῖνο, μετ' ἐκεῖνο οὐκέτι προσέθηκεν ἕτερον. Εἶτα καὶ αὐτὰ λοιπὸν διηγεῖται τὰ γεγενημένα λέγων ὅτι, Ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε, καὶ εἶπε· Λάβετε, φάγετε· τοῦτό μού ἐστι τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον. Εἰ τοίνυν ἐπ' εὐχαριστίᾳ προσέρχῃ, καὶ σὺ μηδὲν ἀνάξιον ποίει τῆς εὐχαριστίας, μηδὲ καταίσχυνε τὸν ἀδελφὸν, μηδὲ περιόρα πεινῶντα, μὴ μέθυε, μὴ ὕβριζε τὴν Ἐκκλησίαν. Προσέρχῃ γὰρ εὐχαριστῶν ὑπὲρ ὧν ἀπέλαυσας. Οὐκοῦν καὶ αὐτὸς ἀμοιβὴν ἀποδίδου, καὶ μὴ ἀπόσχιζε σεαυτὸν τοῦ πλησίον. Καὶ γὰρ ὁ Χριστὸς πᾶσιν ἐξίσης ἔδωκε λέγων, Λάβετε, φάγετε. Ἐκεῖνος τὸ σῶμα ἐξίσης ἔδωκε, σὺ δὲ οὐδὲ τὸν κοινὸν ἄρτον δίδως ἐξίσης; καὶ γὰρ ὑπὲρ ἁπάντων ὁμοίως ἐκλάσθη, καὶ σῶμα γέγονεν ὑπὲρ ἁπάντων ἐξίσης. Ὁμοίως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων, Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε, ὁσάκις ἂν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν. Τί λέγεις; ἀνάμνησιν τοῦ Χριστοῦ ποιεῖς, καὶ πένητας παρορᾷς, καὶ οὐ φρίττεις; Ἀλλ' εἰ μὲν υἱοῦ ἢ ἀδελφοῦ τετελευτηκότος ἀνάμνησιν ἐποίεις, ἐπλήγης ἂν ὑπὸ τοῦ συνειδότος, εἰ μὴ τὸ ἔθος ἐπλήρωσας, καὶ πένητας ἐκάλεσας· τὴν δὲ τοῦ ∆εσπότου σου ποιῶν ἀνάμνησιν, οὐδὲ τραπέζης ἁπλῶς μεταδίδως; Τί δέ ἐστιν ὅ φησιν, ὅτι, Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστίν; Ἦν γὰρ καὶ τῆς παλαιᾶς διαθήκης ποτήριον, αἱ σπονδαὶ καὶ τὸ αἷμα τῶν ἀλόγων· καὶ γὰρ μετὰ τὸ θῦσαι ποτηρίῳ καὶ φιάλῃ τὸ αἷμα δεχόμενοι οὕτως ἔσπενδον. Ἐπεὶ οὖν ἀντὶ αἵματος ἀλόγων αἷμα εἰσήγαγε τὸ αὐτοῦ, ἵνα μή τις θορυβηθῇ τοῦτο ἀκούων, ἀνέμνησε τῆς παλαιᾶς θυσίας ἐκείνης. Εἶτα εἰπὼν περὶ τοῦ δείπνου ἐκείνου, συνάπτει τὰ παρόντα τοῖς τότε, ἵνα, ὡς ἐν αὐτῇ ἐκείνῃ τῇ ἑσπέρᾳ, καὶ ἐπ' αὐτῆς κείμενοι στιβάδος, καὶ παρ' αὐτοῦ τοῦ Χριστοῦ λαμβάνοντες τὴν θυσίαν ταύτην, οὕτω καὶ νῦν διακέωνται, καί φησιν· Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε, ἄχρις οὗ ἂν ἔλθῃ. Ὥσπερ γὰρ ὁ Χριστὸς καὶ ἐπὶ τοῦ ἄρτου καὶ ἐπὶ τοῦ ποτηρίου, Εἰς τὴν ἐμὴν ἀνάμνησιν ποιεῖτε τοῦτο, ἔφη, τὴν αἰτίαν ἐκκαλύπτων ἡμῖν τῆς τοῦ μυστηρίου δόσεως, καὶ μετὰ τῶν ἄλλων καὶ ταύτην εἶναι λέγων ἀρκοῦσαν ἡμῖν εἰς εὐλαβείας ὑπόθεσιν· ὅταν γὰρ ἐννοήσῃς τί πέπονθεν ὁ ∆εσπότης σου διὰ σὲ, φιλοσοφώτερος ἔσῃ· οὕτω καὶ ὁ Παῦλος ἐνταῦθά φησιν· Ὁσάκις ἂν ἐσθίητε, τὸν θάνατον αὐτοῦ καταγγέλλετε. Καὶ τοῦτο ἐκεῖνο τὸ δεῖπνόν ἐστιν. Εἶτα δεικνὺς ὅτι ἕως τῆς συντελείας αὐτὸ μένει, φησίν· Ἕως ἂν ἔλθῃ. Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον τοῦτον, ἢ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου. Τί δήποτε; Ὅτι ἐξέχεεν αὐτὸ, καὶ σφαγὴν τὸ πρᾶγμα ἀπέφηνεν, οὐκέτι θυσίαν. Ὥσπερ οὖν καὶ τότε οἱ κεντήσαντες οὐχ ἵνα πίωσιν ἐκέντησαν, ἀλλ' ἵνα ἐκχέωσιν· οὕτω καὶ ὁ ἀναξίως μετιὼν, καὶ μηδὲν ἐντεῦθεν καρπούμενος. Εἶδες πῶς φοβερὸν τὸν λόγον ἐποίησε, καὶ μεθ' ὑπερβολῆς αὐτῶν καθήψατο πάσης, δεικνὺς ὅτι εἰ οὕτω μέλλοιεν πίνειν, ἀναξίως μετέχουσι τῶν προκειμένων. Πῶς γὰρ οὐκ ἀναξίως, ὁ περιορῶν πεινῶντα; ὁ καταισχύνων πρὸς τῷ περιιδεῖν; Εἰ γὰρ τὸ μὴ δοῦναι πένησιν ἐκβάλλει τῆς βασιλείας, κἂν παρθένος ᾖ τις, μᾶλλον δὲ τὸ μὴ δαψιλῶς δοῦναι· καὶ γὰρ καὶ ἐκεῖναι ἔλαιον εἶχον, ἀλλὰ δαψιλὲς οὐκ εἶχον· τὸ καὶ τοσαῦτα ἄτοπα ἐργάσασθαι, ἐννόησον ἡλίκον ἔσται κακόν.
εʹ. Ποῖα ἄτοπα; φησί. Τί λέγεις, ποῖα ἄτοπα; Τραπέζης μετέσχες τοιαύτης, καὶ πάντων ὀφείλων ἡμερώτερος εἶναι καὶ τῶν ἀγγέλων ἴσος, πάντων ὠμότερος γέγονας· αἵματος ἐγεύσω ∆εσποτικοῦ, καὶ τὸν ἀδελφὸν οὐδὲ οὕτως ἐπιγινώσκεις· καὶ ποίας ἄξιος εἶ συγγνώμης; Καίτοι εἰ καὶ πρὸ τούτου ἠγνόεις, ἀπὸ τῆς τραπέζης αὐτὸν ἐπιγνῶναι ἐχρῆν· νῦν δὲ καὶ αὐτὴν ἀτιμάζεις τὴν τράπεζαν, τὸν ἐκείνης καταξιωθέντα μέτοχον εἶναι τῶν σῶν οὐχ ἡγούμενος ἄξιον εἶναι σιτίων. Οὐκ ἤκουσας πόσα ἔπαθεν ὁ τὰ ἑκατὸν δηνάρια ἀπαιτῶν; πῶς δωρεὰν ἐξενεχθεῖσαν ἄκυρον ἐποίησεν; οὐκ ἐννοεῖς τίς ὢν τίς γέγονας; οὐκ ἀναμιμνήσκεις σαυτὸν, ὅτι τούτου τοῦ πένητος ἐν χρήμασι πολὺ πτωχότερος ἦς ἐν κατορθώμασι, μυρίων γέμων ἁμαρτημάτων; Ἀλλ' ὅμως πάντων σε ἐκείνων ἀπήλλαξεν ὁ Θεὸς, καὶ τραπέζης ἠξίωσε τοιαύτης· σὺ δὲ οὐδὲ οὕτω φιλανθρωπότερος γίνῃ. Οὐκοῦν οὐδὲν ἕτερον λείπεται, ἢ καὶ τό σε παραδοθῆναι τοῖς βασανισταῖς. Τούτων καὶ ἡμεῖς ἀκούσωμεν τῶν ῥημάτων πάντες, ὅσοι ἐνταῦθα μὲν μετὰ τῶν πενήτων προσερχόμεθα τῇ ἱερᾷ τραπέζῃ ταύτῃ· ἐξελθόντες δὲ ἔξω, οὐδὲ ἑωρακέναι δοκοῦμεν αὐτοὺς, ἀλλὰ καὶ μεθύομεν καὶ πεινῶντας παρατρέχομεν· ἃ καὶ Κορίνθιοι τότε ἐνεκαλοῦντο; Καὶ πότε τοῦτο γίνεται; φησίν. Ἀεὶ μὲν, μάλιστα δὲ ἐν ταῖς ἑορταῖς, ὅτε μάλιστα γίνεσθαι οὐκ ἐχρῆν. Καὶ γὰρ τότε μετὰ τὴν κοινωνίαν εὐθέως μέθη διαδέχεται, καὶ πενήτων ὑπεροψία· καὶ τοῦ αἵματος μεταλαβὼν, ὅτε νηστείας σοι καιρὸς καὶ νήψεως, παροινεῖς καὶ κωμάζεις. Κἂν μέν τι χρηστὸν τύχῃς ἠριστηκὼς, φυλάττεις σαυτὸν, ὥστε μὴ ἑτέρῳ ἐδέσματι πονηρῷ λυμήνασθαι τὸ πρότερον· πνεῦμα δὲ ἑστιαθεὶς, σατανικὴν ἐπεισάγεις τρυφήν. Ἐννόησον, ὅτε μετέλαβον οἱ ἀπόστολοι τῶν ἱερῶν δείπνων ἐκείνων, τί ἐποίησαν· οὐχὶ εἰς εὐχὰς ἐτράπησαν καὶ ὑμνῳδίας; οὐχὶ εἰς παννυχίδας ἱεράς; οὐχὶ εἰς διδασκαλίαν τὴν μακρὰν ἐκείνην καὶ πολλῆς γέμουσαν φιλοσοφίας; τὰ γὰρ μεγάλα καὶ παράδοξα τότε αὐτοῖς διηγεῖτο καὶ παρήγγελλεν, ἀπελθόντος τοῦ Ἰούδα καλέσαι τοὺς μέλλοντας αὐτὸν σταυροῦν. Οὐκ ἤκουσας πῶς καὶ οἱ τρισχίλιοι οἱ τῆς κοινωνίας ἀπολαύοντες διαπαντὸς ἦσαν προσκαρτεροῦντες τῇ προσευχῇ καὶ τῇ διδασκαλίᾳ, οὐ μέθαις καὶ κώμοις; Σὺ δὲ πρὶν ἢ μὲν μεταλαβεῖν νηστεύεις, ἵνα ὁπωσδήποτε ἄξιος φανῇς τῆς κοινωνίας· ὅταν δὲ μεταλάβῃς, δέον σε ἐπιτεῖναι τὴν σωφροσύνην, πάντα ἀπολλύεις. Καίτοι γε οὐκ ἔστιν ἴσον πρὸ τούτου νήφειν, καὶ μετὰ ταῦτα· δεῖ μὲν γὰρ ἐν ἑκατέρῳ σωφρονεῖν, μάλιστα δὲ μετὰ τὸ δέξασθαι τὸν νυμφίον· πρὸ τούτου μὲν, ἵνα ἄξιος γένῃ τοῦ λαβεῖν, μετὰ δὲ ταῦτα, ἵνα μὴ ἀνάξιος φανῇς ὧν ἔλαβες. Τί οὖν, νηστεύειν δεῖ μετὰ τὸ λαβεῖν; Οὐ λέγω τοῦτο, οὐδὲ καταναγκάζω. Καλὸν μὲν γὰρ καὶ τοῦτο· πλὴν οὐ βιάζομαι τοῦτο, ἀλλὰ παραινῶ μὴ τρυφᾷν εἰς ἀπληστίαν. Εἰ γὰρ οὐδέποτε χρὴ τρυφᾷν, καὶ τοῦτο ὁ Παῦλος ἐδήλωσεν εἰπὼν, ὅτι Ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκε, πολλῷ μᾶλλον τότε τεθνήξεται. Εἰ δὲ γυναικὶ ἡ τρυφὴ θάνατος, πολλῷ μᾶλλον ἀνδρί· καὶ εἰ ἐν ἄλλῳ καιρῷ τοῦτο γινόμενον ἀπόλλυσι, πολλῷ μᾶλλον μετὰ τὴν τῶν μυστηρίων κοινωνίαν. Σὺ δὲ ἄρτον ζωῆς λαβὼν, πρᾶγμα θανάτου ποιεῖς, καὶ οὐ φρίττεις; οὐκ οἶσθα ὅσα ἀπὸ τρυφῆς ἐπεισέρχεται κακά; γέλως ἄκαιρος, ῥήματα ἄτακτα, εὐτραπελία ὀλέθρου γέμουσα, φλυαρία ἀνόνητος, τὰ ἄλλα ἃ μηδὲ εἰπεῖν καλόν. Καὶ ταῦτα ποιεῖς τραπέζης ἀπολαύσας Χριστοῦ, κατὰ τὴν ἡμέραν ἐκείνην, καθ' ἣν ἅψασθαι διὰ γλώττης τῶν σαρκῶν αὐτοῦ κατηξιώθης. Πᾶς οὖν, ἵνα ταῦτα μὴ γίνηται, καθάγνιζέ σου τὴν δεξιὰν, τὴν γλῶτταν, τὰ χείλη, ἅπερ ἐγένετο πρόθυρα τῇ ἐπιβάσει τοῦ Χριστοῦ· καὶ τράπεζαν παραθεὶς αἰσθητὴν, πρὸς ἐκεί νην τὴν τράπεζαν τὸν νοῦν ἀνάτεινον, πρὸς τὸ δεῖπνον τὸ Κυριακὸν, πρὸς τὴν ἀγρυπνίαν τῶν μαθητῶν τὴν κατὰ τὴν νύκτα ἐκείνην τὴν ἱεράν· μᾶλλον δὲ, εἴ τις ἀκριβῶς ἐξετάσειε, καὶ τὰ παρόντα νύξ. Γρηγορῶμεν τοίνυν μετὰ τοῦ ∆εσπότου, κατανυγῶμεν μετὰ τῶν μαθητῶν. Εὐχῶν ὁ καιρὸς, οὐ μέθης, ἀεὶ μὲν, μάλιστα δὲ ἐν ἑορτῇ. Ἑορτὴ γὰρ διὰ τοῦτο γίνεται, οὐχ ἵνα ἀσχημονῶμεν, οὐχ ἵνα ἁμαρτήματα συνάγωμεν, ἀλλ' ἵνα καὶ τὰ ὄντα ἀνέλωμεν. Καὶ οἶδα μὲν ὅτι εἰκῆ ταῦτα λέγω, ἀλλ' οὐ παύσομαι λέγων. Κἂν γὰρ μὴ πάντες ὑπακούσητε, ἀλλ' οὐδὲ πάντες παρακούσεσθε, μᾶλλον δὲ, κἂν πάντες παρακούσητε, ἐμοὶ μὲν μείζων ὁ μισθὸς, ὑμῖν δὲ πλέον τὸ κρῖμα. Ἵν' οὖν μὴ γένηται πλέον, διὰ τοῦτο οὐ παύσομαι λέγων· ἴσως γὰρ, ἴσως τῇ συνεχείᾳ καθάψομαι. ∆ιὸ παρακαλῶ, ἵνα μὴ εἰς κρῖμα τοῦτο ποιῶμεν, θρέψωμεν τὸν Χριστὸν, ποτίσωμεν, ἐνδύσωμεν· ταῦτα τῆς τραπέζης ἐκείνης ἄξια. Ἤκουσας ὕμνων ἱερῶν; εἶδες γάμον πνευματικόν; ἀπέλαυσας τραπέζης βασιλικῆς; ἐνεπλήσθης Πνεύματος ἁγίου; συνεχόρευσας τοῖς Σεραφὶμ, κοινωνὸς ἐγένου τῶν ἄνω δυνάμεων; Μὴ ῥίψῃς χαρὰν τοσαύτην, μὴ ἐκχέῃς τὸν θησαυρὸν, μὴ ἐπεισαγάγῃς μέθην τὴν τῆς ἀθυμίας μητέρα, τὴν τοῦ διαβόλου χαρὰν, τὴν μυρία τίκτουσαν κακά. Καὶ γὰρ ὕπνος θανάτῳ ἐοικὼς ἐντεῦθεν καὶ καρηβαρίαι καὶ νόσοι καὶ λήθη καὶ νεκρότητος εἰκών. Εἶτα φίλῳ μὲν οὐκ ἂν ἕλοιο συντυχεῖν οἰνωμένος, τὸν δὲ Χριστὸν ἔνδον ἔχων τολμᾷς, εἰπέ μοι, τοσαύτην ἐπεμβαλεῖν μέθην; Ἀλλὰ τρυφῆς ἐρᾷς; Οὐκοῦν διὰ τοῦτο παῦσαι μεθύων. Καὶ γὰρ ἐγώ σε βούλομαι τρυφᾷν, ἀλλὰ τὴν ὄντως τρυφὴν, τὴν οὐδέποτε μαραινομένην. Τίς οὖν ἡ ὄντως τρυφὴ καὶ διηνεκῶς ἀνθοῦσα; Κάλεσον ἐπ' ἄριστον τὸν Χριστὸν, μετάδος αὐτῷ τῶν σῶν, μᾶλλον δὲ τῶν αὐτοῦ· τοῦτο τὴν ἡδονὴν ἀπέραντον ἔχει καὶ ἀκμάζουσαν διηνεκῶς. Ἀλλ' οὐ τὰ αἰσθητὰ τοιαῦτα, ἀλλ' ὁμοῦ τε ἐφάνη καὶ ἠφανίσθη, καὶ ὁ τρυφήσας οὐδὲν ἄμεινον διακείσεται τοῦ μὴ τρυφήσαντος, μᾶλλον δὲ χεῖρον. Ὁ μὲν γὰρ ὥσπερ ἐν λιμένι κάθηται, οὗτος δὲ χειμάῤῥουν τινὰ καὶ πολιορκίαν νοσημάτων ἐδέξατο, καὶ οὐδὲ ἐνεγκεῖν τὴν ζάλην ταύτην δύναται. Ἵν' οὖν μὴ ταῦτα γένηται, τὴν συμμετρίαν διώκωμεν. Οὕτω γὰρ καὶ τὸ σῶμα εὖ διακεισόμεθα, καὶ τὴν ψυχὴν ἐν ἀσφαλείᾳ καταστήσομεν, καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἀπαλλαγησόμεθα κακῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀπαλλαγέντας, τῆς βασιλείας ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΚΗʹ.
∆οκιμαζέτω δὲ ἄνθρωπος ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πι νέτω.
αʹ. Τί βούλεται ταῦτα τὰ ῥήματα, ἑτέρας ὑποθέσεως τῆς προκειμένης οὔσης; Ἔθος τοῦτο τῷ Παύλῳ, ὥσπερ καὶ ἔμπροσθεν ἔφθην εἰπὼν, μὴ μόνον ἐκεῖνα ἐργάζεσθαι, ἅπερ αὐτῷ προκείμενά ἐστιν, ἀλλὰ κἂν ἕτερος παρεμπέσῃ λόγος τῇ ὑποθέσει, καὶ τούτῳ μετὰ πολλῆς ἐπεξιέναι τῆς σπουδῆς, καὶ μάλιστα ὅταν περὶ σφόδρα ἀναγκαίων καὶ κατεπειγόντων ᾖ. Καὶ γὰρ ὅτε τοῖς γεγαμηκόσι διελέγετο, καὶ ὁ τῶν οἰκετῶν αὐτῷ παρενέπεσε λόγος, σφόδρα γενναίως καὶ διὰ πολλῶν αὐτὸν κατεσκεύασε· καὶ ὅτε περὶ τοῦ μὴ δεῖν κρίνεσθαι ἐν τοῖς δικαστηρίοις ἔλεγε, καὶ τότε εἰς τὴν περὶ πλεονεξίας ἐμπεσὼν νουθεσίαν, πολλὰ καὶ περὶ ταύτης διελέχθη τῆς ὑποθέσεως· ὃ δὴ καὶ ἐνταῦθα πεποίηκεν. Ἐπειδὴ γὰρ ἅπαξ τῆς τῶν μυστηρίων ἐδεήθη μνήμης, ἀναγκαῖον εἶναι ἐνόμισεν ἐπεξελθεῖν τῇ ὑποθέσει· οὐδὲ γὰρ ἡ τυχοῦσα ἦν. ∆ιὸ καὶ σφόδρα φοβερῶς περὶ αὐτῆς διελέχθη, τὸ κεφάλαιον τῶν ἀγαθῶν κατασκευάζων, τὸ μετὰ καθαροῦ προσιέναι συνειδότος αὐτοῖς. Ὅθεν οὐδὲ τοῖς ἔμπροσθεν εἰρημένοις ἠρκέσθη μόνον, ἀλλὰ καὶ ταῦτα προστίθησι λέγων· ∆οκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν· ὃ καὶ ἐν τῇ δευτέρᾳ φησίν· Ἑαυτοὺς πειράζετε, ἑαυτοὺς δοκιμάζετε· οὐ καθάπερ ἡμεῖς ποιοῦμεν νῦν, καιρῷ προσιόντες μᾶλλον, ἢ σπουδῇ γνώμης. Οὐ γὰρ ὅπως παρεσκευασμένοι καὶ τὰ κακὰ ἑαυτῶν ἐκκαθάραντες καὶ κατανύξεως πληρωθέντες προσέλθοιμεν σκοποῦμεν, ἀλλ' ὅπως ἐν ἑορταῖς, καὶ ἡνίκα ἂν ἅπαντες. Ἀλλ' οὐχ οὕτως ὁ Παῦλος ἐκέλευσεν, ἀλλ' ἕνα καιρὸν οἶδε προσόδου καὶ κοινωνίας, τοῦ συνειδότος τὴν καθαρότητα. Εἰ γὰρ αἰσθητῆς οὐκ ἄν ποτε μεταλάβοιμεν τραπέζης πυρέττοντες καὶ χυμῶν γέμοντες πονηρῶν, ὥστε μὴ ἀπολέσθαι· πολλῷ μᾶλλον ταύτης ἅπτεσθαι ἡμῖν οὐ θέμις μετὰ ἐπιθυμιῶν ἀτόπων, αἳ πυρετῶν εἰσι χαλεπώτεραι. Ὅταν δὲ ἐπιθυμίας ἀτόπους εἴπω, καὶ τὰς τῶν σωμάτων λέγω καὶ τὰς τῶν χρημάτων καὶ τὰς τῆς ὀργῆς καὶ τὰς τῆς μνησικακίας, καὶ πάσας ἁπλῶς τὰς ἀτόπους. Καὶ δεῖ τὸν προσιόντα, πάντα ἐξαντλήσαντα ταῦτα, οὕτω τῆς καθαρᾶς ἐκείνης ἅπτεσθαι θυσίας, καὶ μήτε ῥᾳθύμως διακείμενον καὶ ταλαιπώρως, ἀναγκάζεσθαι διὰ τὴν ἑορτὴν προσιέναι, μήτε αὖ κατανυγέντα καὶ παρεσκευασμένον, κωλύεσθαι διὰ τὸ μὴ εἶναι ἑορτήν. Ἑορτὴ γὰρ ἔργων ἀγαθῶν ἐστιν ἐπίδειξις, καὶ ψυχῆς εὐλάβεια, καὶ πολιτείας ἀκρίβεια· κἂν ταῦτα ἔχῃς, διαπαντὸς ἑορτάζειν δυνήσῃ, καὶ διαπαντὸς προσιέναι. ∆ιὰ τοῦτό φησι, ∆οκιμαζέτω δὲ ἑαυτὸν ἕκαστος, καὶ τότε προσίτω. Καὶ οὐχ ἕτερον ἑτέρῳ κελεύει δοκιμάσαι, ἀλλ' αὐτὸν ἑαυτὸν, ἀδημοσίευτον ποιῶν τὸ δικαστήριον, ἀμάρτυρον τὸν ἔλεγχον. Ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, τοῦ Κυρίου κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει. Τί λέγεις; εἰπέ μοι· ἡ τοσούτων ἀγαθῶν αἰτία, καὶ ζωὴν βρύουσα τράπεζα, αὕτη κρῖμα γίνεται; Οὐ παρὰ τὴν αὐτῆς φύσιν, φησὶν, ἀλλὰ παρὰ τὴν τοῦ προσιόντος προαίρεσιν. Ὥσπερ γὰρ ἡ παρουσία αὐτοῦ, ἡ τὰ μεγάλα ἐκεῖνα καὶ ἀπόῤῥητα κομίσασα ἡμῖν ἀγαθὰ, τοὺς μὴ δεξαμένους αὐτὴν μᾶλλον κατέκρινεν· οὕτω καὶ τὰ μυστήρια μείζονος ἐφόδια κολάσεως γίνεται τοῖς ἀναξίως μετέχουσι. ∆ιὰ τί δὲ κρῖμα ἑαυτῷ ἐσθίει; Μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου. Τουτέστι, Μὴ ἐξετάζων, μὴ ἐννοῶν, ὡς χρὴ, τὸ μέγεθος τῶν προκειμένων, μὴ λογιζόμενος τὸν ὄγκον τῆς δωρεᾶς. Εἰ γὰρ μάθοις ἀκριβῶς τίς ποτέ ἐστιν ὁ προκείμενος, καὶ τίς ὢν τίνι ἑαυτὸν δίδωσιν, οὐδενὸς ἑτέρου δεήσῃ λόγου, ἀλλ' ἀρκεῖ σοι τοῦτο εἰς ἅπασαν νῆψιν, εἰ μὴ σφόδρα εἴης ἀναπεπτωκώς. ∆ιὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Ἐνταῦθα λοιπὸν οὐκέτι ἀπὸ ἑτέρων τὰ παραδείγματα φέρει, ὥσπερ ἐπὶ τῶν εἰδωλοθύτων ἐποίησε, τὰς παλαιὰς διηγούμενος ἱστορίας καὶ τὰς ἐν τῇ ἐρήμῳ πληγὰς, ἀλλ' ἀπ' αὐτῶν τῶν Κορινθίων, ὅπερ καὶ πληκτικώτερον ἐποίει τὸν λόγον. Ἐπειδὴ γὰρ ἔλεγε, Κρῖμα ἑαυτῷ ἐσθίει, καὶ, Ἔνοχός ἐστιν, ἵνα μὴ δοκῇ ῥήματα λέγειν, καὶ ἔργα δείκνυσι καὶ μάρτυρας αὐτοὺς καλεῖ, ὅπερ μᾶλλον τοῦ ἀπειλῆσαι καθικνεῖται, τῷ δεῖξαι εἰς ἔργον τὴν ἀπειλὴν ἐξελθοῦσαν. Οὐ μὴν τούτοις ἠρκέσθη μόνοις, ἀλλ' ἀπὸ τούτων καὶ τὸν περὶ τῆς γεέννης εἰσήγαγε καὶ ἐπιστώσατο λόγον, ἀμφοτέρωθεν φοβῶν, καὶ ζήτημα πανταχοῦ περιφερόμενον λύων. Ἐπειδὴ γὰρ πολλοὶ πρὸς ἀλλήλους ἀποροῦσι, πόθεν οἱ ἄωροι θάνατοι, πόθεν αἱ μακραὶ νόσοι, λέγει ὅτι ἐξ ἁμαρτημάτων πολλὰ τούτων τῶν ἀδοκήτων τὴν ὑπόθεσιν ἔχει.
βʹ. Τί οὖν οἱ ὑγιαίνοντες, φησὶ, διηνεκῶς, καὶ εἰς γῆρας ἐρχόμενοι λιπαρὸν, οὐχ ἁμαρτάνουσι; Καὶ τίς ἂν τοῦτο εἴποι; Πῶς οὖν, φησὶν, οὐ διδόασι δίκην; Ὅτι ἐκεῖ δώσουσι χαλεπωτέραν. Ἡμεῖς δὲ, εἰ ἐβουλόμεθα, οὐδ' ἂν ἐνταῦθα, οὐδ' ἂν ἐκεῖσε ἐδώκαμεν. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, φησὶν, οὐκ ἂν ἐκρινόμεθα. Καὶ οὐκ εἶπεν, Εἰ ἐκολάζομεν ἑαυτοὺς, Εἰ ἐτιμωρούμεθα, ἀλλὰ μόνον, Εἰ ἐπιγνῶναι τὰ ἁμαρτήματα ἐβουλήθημεν, εἰ καταδικάσαι ἑαυτοὺς, εἰ καταγνῶναι τῶν πεπλημμελημένων, ἀπελλάγημεν ἂν καὶ τῆς ἐνταῦθα καὶ τῆς ἐκεῖσε τιμωρίας. Ὁ γὰρ καταγνοὺς ἑαυτοῦ, διπλῇ τὸν Θεὸν ἐξιλεοῦται, καὶ τῷ ἐπιγνῶναι τὰ ἁμαρτήματα, καὶ τῷ πρὸς τὸ μέλλον ὀκνηρότερος γίνεσθαι. Ἐπειδὴ δὲ οὐδὲ τοῦτο τὸ κοῦφον βουλόμεθα ποιεῖν, ὡς χρὴ ποιεῖν, οὐδὲ οὕτως ἡμᾶς μετὰ τῆς οἰκουμένης κολάζειν ἀνέχεται, ἀλλὰ καὶ οὕτω φείδεται, ἐνταῦθα δίκην ἀπαιτῶν, οὗ πρόσκαιρος ἡ τιμωρία καὶ πολλὴ ἡ παραμυθία· καὶ γὰρ ἁμαρτημάτων ἀπαλλαγὴ τὸ γινόμενον, καὶ χρηστὴ τῶν μελλόντων ἐλπὶς κουφίζουσα τὰ παρόντα. Ταῦτα δὲ λέγει, ὁμοῦ μὲν παραμυθούμενος τοὺς ἀῤῥώστους, ὁμοῦ δὲ τοὺς ἄλλους σπουδαιοτέρους ποιῶν. ∆ιό φησι· Νυνὶ δὲ κρινόμενοι, ὑπὸ Κυρίου παιδευόμεθα. Οὐκ εἶπε, Κολαζόμεθα, οὐκ εἶπε, Τιμωρούμεθα, ἀλλὰ, Παιδευόμεθα· νουθεσίας γὰρ μᾶλλόν ἐστιν ἢ καταδίκης τὸ γινόμενον, ἰατρείας ἢ τιμωρίας, διορθώσεως ἢ κολάσεως. Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ τῇ ἀπειλῇ τοῦ μείζονος κοῦφον τὸ παρὸν ποιεῖ, λέγων· Ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Εἶδες πῶς καὶ τὴν γέενναν ἐπέστησε, καὶ τὸ φρικτὸν ἐκεῖνο δικαστήριον, καὶ ἀναγκαῖον ἔδειξε καὶ πάντως ἐσομένην τὴν ἐξέτασιν ἐκείνην καὶ τὴν τιμωρίαν; Εἰ γὰρ οἱ πιστοὶ καὶ τῷ Θεῷ περισπούδαστοι οὐκ ἀτιμωρητὶ διαφεύγουσιν ἐν οἷς ἂν πλημμελήσωσι, καὶ δῆλον ἐκ τῶν παρόντων, πολλῷ μᾶλλον οἱ ἄπιστοι καὶ οἱ τὰ ἀνήκεστα καὶ ἀνίατα ἁμαρτόντες. Ὥστε συνερχόμενοι εἰς τὸ φαγεῖν, ἀλλήλους ἐκδέχεσθε. Ἔτι γὰρ ἀκμάζοντος αὐτοῖς τοῦ φόβου, καὶ τοῦ τρόμου μένοντος τοῦ τῆς γεέννης, βούλεται πάλιν τὴν ὑπὲρ τῶν πενήτων εἰσαγαγεῖν παραίνεσιν, δι' ἣν ἅπαντα ταῦτα εἴρηκε, δεικνὺς ὅτι τοῦτο μὴ ποιοῦντας ἀναξίως ἐστὶ μεταλαμβάνειν. Εἰ δὲ τὸ μὴ μεταδοῦναι τῶν ὄντων εἴργει τῆς τραπέζης ἐκείνης, πολλῷ μᾶλλον τὸ ἁρπάζειν. Καὶ οὐκ εἶπεν, Ὥστε συνερχόμενοι μετάδοτε τοῖς δεομένοις, ἀλλ' ὃ σεμνότερον ἦν, Ἀλλήλους ἐκδέχεσθε. Τοῦτο γὰρ καὶ ἐκεῖνο κατεσκεύαζε καὶ ᾐνίττετο, καὶ μετὰ τοῦ πρέποντος σχήματος τὴν παραίνεσιν εἰσήγαγεν. Εἶτα λοιπὸν ἐντρεπτικῶς· Εἰ δέ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω. Ἐπιτρέψας ἐκώλυσε, καὶ σφοδρότερον ἢ εἰ ἀπηγόρευσε. Τῆς γὰρ ἐκκλησίας αὐτὸν ἐξήγαγε, καὶ εἰς τὴν οἰκίαν παρέπεμψε, ταύτῃ καθαπτόμενος σφοδρῶς, καὶ κωμῳδῶν αὐτοὺς ὡς δούλους γαστρὸς καὶ ἀκαρτερήτους. Οὐδὲ γὰρ εἶπεν, Εἴ τις ὑπερορᾷ τῶν πενήτων, ἀλλ', Εἴ τις πεινᾷ, ὡς πρὸς παιδία δυσανασχετοῦντα διαλεγόμενος, ὡς πρὸς ἄλογα γαστρὶ δουλεύοντα. Καὶ γὰρ πολὺς ὁ γέλως, εἰ διὰ τὸ πεινῇν ἔμελλον οἴκοι ἐσθίειν. Ἀλλ' οὐκ ἠρκέσθη τούτῳ, ἀλλὰ καὶ ἐπήγαγεν ἕτερον φοβερώτερον, λέγων· Ἵνα μὴ εἰς κρῖμα συνέρχησθε· ἵνα μὴ εἰς κόλασιν, ἵνα μὴ εἰς τιμωρίαν, τὴν Ἐκκλησίαν ὑβρίζοντες, τὸν ἀδελφὸν καταισχύνοντες. Καὶ γὰρ διὰ τοῦτο συνέρχεσθε, φησὶν, ἵνα στέργητε ἀλλήλους, ἵνα ὠφελῆσθε, ἵνα ὠφελῆτε· εἰ δὲ τοὐναντίον γίνεται, βέλτιον ὑμᾶς οἴκοι σιτεῖσθαι. Τοῦτο δὲ ἔλεγεν, ἵνα ἐφελκύσηται πλέον. ∆ιὰ γὰρ τοῦτο καὶ τὸ βλάβος ἔδειξε τὸ ἐντεῦθεν, καὶ κρῖμα ἔφησεν εἶναι οὐ μικρὸν, καὶ πανταχόθεν ἐφόβησεν, ἀπὸ τῶν μυστηρίων, ἀπὸ τῶν ἀῤῥώστων, ἀπὸ τῶν τετελευτηκότων, ἀπὸ τῶν ἄλλων τῶν ἔμπροσθεν εἰρημένων. Εἶτα καὶ ἑτέρως πάλιν φοβεῖ, λέγων· Τὰ δὲ λοιπὰ, ὡς ἂν ἔλθω, διατάξομαι· ἢ εἰς ἕτερά τινα, ἢ εἰς αὐτὸ τοῦτο. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς λέγειν καὶ αἰτίας τινὰς, καὶ οὐκ ἐνῆν πάντα διὰ γραμμάτων κατορθοῦν, ἃ μὲν παρῄνεσα, φυλαττέσθω τέως, φησίν· εἰ δέ τι ἕτερον ἔχοιτε λέγειν, ἐκεῖνο τῇ παρουσίᾳ τηρείσθω τῇ ἐμῇ· ἢ περὶ τούτου τοῦ πράγματος λέγων, ὡς ἔφην, ἢ περὶ ἑτέρων τινῶν οὐ σφόδρα κατεπειγόντων. Ποιεῖ δὲ τοῦτο, ἵνα κἀντεῦθεν σπουδαιοτέρους ἐργάσηται· μεριμνῶντες γὰρ αὐτοῦ τὴν παρουσίαν, ἔμελλον διορθοῦν τὸ ἡμαρτημένον. Οὐδὲ γὰρ τὸ τυχὸν ἦν ἡ Παύλου ἐπιδημία· καὶ τοῦτο δεικνὺς ἔλεγεν, Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς, ἐφυσιώθησάν τινες· καὶ ἀλλαχοῦ πάλιν, Μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε. ∆ιὰ τοῦτο οὐδὲ ἁπλῶς ἐπηγγείλατο ἥξειν, ἵνα μὴ ἀπιστήσωσι καὶ ῥᾳθυμότεροι γένωνται, ἀλλὰ καὶ αἰτίαν τίθησι τῇ ἐπιδημίᾳ ἀναγκαίαν, λέγων, ὅτι Τὰ λοιπὰ, ὡς ἂν ἔλθω, διατάξομαι· δεικνὺς ὅτι ἡ τῶν λιπόντων διόρθωσις, εἰ καὶ μὴ ἐσπουδάκει πάντως, αὐτὸν εἷλκεν ἐκεῖσε.
γʹ. Ταῦτα τοίνυν ἀκούοντες ἅπαντα, καὶ τῶν πενήτων πολλὴν ποιώμεθα σπουδὴν, καὶ γαστρὸς κατέχωμεν, καὶ μέθης ἀπαλλαττώμεθα, καὶ τῶν μυστηρίων ἀξίως σπουδάζωμεν μεταλαμβάνειν, καὶ ἐφ' οἷς ἂν πάθωμεν, μὴ ἀλγῶμεν, μήτε ἐφ' ἑαυτοῖς, μήτε ἐφ' ἑτέροις· οἷον ὅταν οἱ ἄωροι γίνωνται θάνατοι, ὅταν ἀῤῥωστίαι μακραί. Τοῦτο γὰρ ἀπαλλαγὴ κολάσεως, τοῦτο διόρθωσις, τοῦτο νουθεσία ἀρίστη. Τίς ταῦτά φησιν; Ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα. Ἀλλ' ὅμως καὶ μετὰ ταῦτα οὕτω πολλαὶ τῶν γυναικῶν ἀναισθήτως διάκεινται, ὡς καὶ τοὺς ἀπίστους παρατρέχειν τῇ τοῦ πένθους ὑπερβολῇ· καὶ αἱ μὲν ὑπὸ τοῦ πάθους ἐσκοτωμέναι τοῦτο ποιοῦσιν, αἱ δὲ πρὸς ἐπίδειξιν καὶ ὑπὲρ τοῦ τὰ τῶν ἔξωθεν διαφεύγειν ἐγκλήματα, ἃς μάλιστα πάσης συγγνώμης ἀπεστερῆσθαί φημι. Ἵνα γὰρ μὴ ὁ δεῖνα ἐγκαλέσῃ, φησὶν, ἐγκαλείτω ὁ Θεός· ἵνα μὴ ἄνθρωποι τῶν ἀλόγων ἀνοητότεροι καταγνῶσιν, ὁ τοῦ βασιλέως τῶν ὅλων πατείσθω νόμος. Καὶ πόσων οὐκ ἄξια ταῦτα σκηπτῶν; Κἂν μὲν εἰς περίδειπνόν σέ τις καλέσῃ μετὰ τὸ πένθος, οὐδεὶς ὁ ἀντερῶν, ἐπειδὴ νόμος ἀνθρώπων ἐστὶν ὁ ταῦτα κελεύων· Θεοῦ δὲ νομοθετοῦντος μὴ πενθεῖν, οὕτω πάντες ἀντιφθέγγονται. Οὐκ ἐννοεῖς τὸν Ἰὼβ, ὦ γύναι; οὐκ ἀναμιμνήσκῃ τῶν ῥημάτων αὐτοῦ τῶν ἐπὶ τῇ συμφορᾷ τῶν παίδων, ἃ μυρίων στεφάνων μᾶλλον ἀνέδησε τὴν ἁγίαν κεφαλὴν ἐκείνην, καὶ σαλπίγγων πολλῶν λαμπρότερον ἀνεκήρυξεν; οὐ λογίζῃ τὸ μέγεθος τῆς συμφορᾶς, καὶ τὸ καινὸν ἐκεῖνο ναυάγιον, καὶ τὴν ξένην καὶ παράδοξον τραγῳδίαν; Σὺ μὲν γὰρ ἴσως ἕνα ἀπώλεσας, ἢ δεύτερον, ἢ τρίτον· ἐκεῖνος δὲ τοσούτους καὶ τοσαύτας· καὶ ὁ πολύπαις ἐξαίφνης ἄπαις ἐγένετο, καὶ οὐδὲ κατὰ μικρὸν αὐτῷ τὰ σπλάγχνα ἀνηλίσκετο, ἀλλ' ἀθρόον ἅπας ὁ καρπὸς ἀνηρπάζετο· καὶ οὐδὲ τῷ κοινῷ τῆς φύσεως νόμῳ οὐδὲ εἰς γῆρας ἐλθόντες, ἀλλὰ καὶ ἀώρῳ καὶ βιαίῳ θανάτῳ, καὶ πάντες ὁμοῦ, καὶ οὐδὲ παρόντος οὐδὲ παρακαθημένου, ἵνα κἂν ἐσχάτων ἀκούσας ῥημάτων ἔχῃ τινὰ παραμυθίαν τῆς οὕτω πικρᾶς τελευτῆς, ἀλλὰ παρ' ἐλπίδα πᾶσαν, καὶ μηδὲν τῶν γινομένων εἰδότος, ἀθρόον ἅπαντες κατεχώννυντο, καὶ ἡ οἰκία τάφος αὐτοῖς ἐγίνετο καὶ παγίς. Καὶ οὐκ ἄωρος μόνον θάνατος, ἀλλὰ καὶ πολλὰ μετὰ τούτου τὰ λυποῦντα ἦν, οἷον τὸ ἐν ἀκμῇ πάντας εἶναι, τὸ ἐναρέτους πάντας, τὸ φιλικοὺς, τὸ πάντας ὁμοῦ, τὸ τῆς φύσεως ἑκατέρας μηδ' ἕνα παραλειφθῆναι, τὸ μὴ τῷ κοινῷ νόμῳ τῆς φύσεως, τὸ μετὰ τοσαύτην ζημίαν, τὸ μηδὲν ἑαυτῷ συνειδότα πονηρὸν μηδὲ ἐκείνοις ταῦτα παθεῖν. Τούτων γὰρ ἕκαστον ἱκανὸν μὲν καὶ καθ' ἑαυτὸ θορυβῆσαι· ὅταν δὲ καὶ ὁμοῦ φαίνηται συντρέχοντα, ἐννόησον τῶν κυμάτων τὸ ὕψος, ὅση τοῦ χειμῶνος ἡ ὑπερβολή. Καὶ τὸ δὴ μεῖζον καὶ τοῦ πένθους χεῖρον, ὅτι οὐδὲ ᾔδει τίνος ἕνεκεν ταῦτα ἐγίνετο. ∆ιὰ δὴ τοῦτο, οὐκ ἔχων οὐδεμίαν αἰτίαν ἐπιθεῖναι τῇ συμφορᾷ, ἐπὶ τὸ τῷ Θεῷ δοκοῦν ἀναβαίνει, καί φησιν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Καὶ ταῦτα ἔλεγεν, ἑαυτὸν μὲν ἐν τοῖς ἐσχάτοις ὄντα ὁρῶν τὸν πᾶσαν ἐπελθόντα ἀρετὴν, πονηροὺς δὲ ἀνθρώπους καὶ γόητας εὐημεροῦντας, τρυφῶντας, κομῶντας πάντοθεν. Καὶ οὐκ εἶπεν οὐδὲν τοιοῦτον, οἷον εἰκός τινας τῶν ἀσθενεστέρων εἰπεῖν· Ἐπὶ τούτοις ἔθρεψα τοὺς παῖδας, καὶ μετὰ ἀκριβείας ἤσκησα ἁπάσης; ἐπὶ τούτοις ἠνέῳξα τὴν οἰκίαν τοῖς παριοῦσιν, ἵνα μετὰ τοὺς πολλοὺς δρόμους ἐκείνους τοὺς ὑπὲρ τῶν δεομένων, τοὺς ὑπὲρ τῶν γυμνῶν, τοὺς ὑπὲρ τῶν ὀρφανῶν, ταύτας ἀπολάβω τὰς ἀμοιβάς; Ἀλλ' ἀντὶ τούτων τὰ πάσης θυσίας κρείττονα ῥήματα ἀνήνεγκεν ἐκεῖνα, λέγων· Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι. Εἰ δὲ διέῤῥηξε τὰ ἱμάτια, καὶ τὴν κόμην ἀπεκείρατο, μὴ θαυμάσῃς· πατὴρ γὰρ ἦν, καὶ πατὴρ φιλόστοργος, καὶ ἔδει καὶ τὴν τῆς φύσεως δειχθῆναι συμπάθειαν, καὶ τὴν τῆς γνώμης φιλοσοφίαν. Εἰ γὰρ μηδὲ τοῦτο ἐποίησε, τάχα καὶ ἀναισθησίας ἐνόμιζεν ἄν τις εἶναι τὴν φιλοσοφίαν ταύτην. ∆ιὰ τοῦτο καὶ τὰ σπλάγχνα δείκνυσι καὶ τῆς εὐσεβείας τὴν ἀκρίβειαν, καὶ ἀλγήσας οὐ περιετράπη· ἀλλὰ καὶ περαιτέρω προϊόντος αὐτῷ τοῦ ἀγῶνος, πάλιν ἑτέρους ἀναδεῖται στεφάνους ἐκ τῶν πρὸς τὴν γυναῖκα ῥημάτων, λέγων· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα παρὰ Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Καὶ γὰρ ἡ γυνὴ μόνη λοιπὸν ὑπελείφθη, πάντων ἀφανισθέντων αὐτῷ, καὶ τῶν παίδων καὶ τῶν κτημάτων καὶ αὐτοῦ τοῦ σώματος, καὶ αὕτη πρὸς πεῖραν καὶ ἐπιβουλήν. ∆ιὰ τοῦτο καὶ αὐτὴν μετὰ τῶν τέκνων οὐκ ἠφάνισεν ὁ διάβολος, οὐδὲ ᾔτησεν αὐτῆς τὴν σφαγὴν, ἐπειδὴ προσεδόκησεν μεγάλα αὐτῷ συντελεῖν πρὸς τὴν ἐπιβουλὴν τοῦ ἁγίου τούτου. ∆ιὰ τοῦτο ὥσπερ τι μέγιστον ὅπλον αὐτὴν αὐτῷ κατέλιπεν. Εἰ γὰρ παραδείσου, φησὶ, δι' αὐτῆς ἐξέβαλον, πολλῷ μᾶλλον ἐπὶ κοπρίας ὑποσκελίσαι δυνήσομαι.
δʹ. Καὶ θέα τὴν πανουργίαν. Οὐδὲ γὰρ τῶν βοῶν ἀπολλυμένων προσήγαγε τὸ μηχάνημα τοῦτο, οὐδὲ τῶν ὄνων, οὐδὲ τῶν καμήλων, ἀλλ' οὐδὲ τῆς οἰκίας κατενεχθείσης, οὐδὲ τῶν παίδων καταχωσθέντων, ἀλλὰ σιγᾷ τέως καὶ ἡσυχάζειν ἐᾷ τὸν ἀθλητὴν ὁρῶν· ὅτε δὲ τῶν σκωλήκων ἀνέβλυσεν ἡ πηγὴ, καὶ σηπόμενον τὸ δέρμα κατέῤῥει, καὶ δαπανώμεναι αἱ σάρκες ἰχῶρα πολλῆς γέμοντα δυσωδίας ἐποίουν, καὶ τηγάνων καὶ καμίνων καὶ πάσης φλογὸς ὀδυνηρότερον αὐτὸν ἡ τοῦ διαβόλου κατανήλισκε χεὶρ, θηρίου παντὸς χαλεπώτερον διατρώγουσα πάντοθεν καὶ κατεσθίουσα τὸ σῶμα, καὶ ἐν ταύτῃ τῇ συμφορᾷ πολὺς προῆλθε χρόνος, τότε αὐτὴν προσάγει ἤδη τεταριχευμένῳ καὶ κατεργασθέντι. Εἰ γὰρ παρὰ τὰ προοίμια προσῆλθε τῆς συμφορᾶς, οὐδ' ἂν ἐκεῖνον εὗρεν οὕτως ἐκνενευρισμένον, οὐδ' ἂν αὕτη τὴν συμφορὰν ἔσχεν ἐξογκῶσαι οὕτω καὶ ἐπᾶραι τῷ λόγῳ· νυνὶ δὲ ὅτε αὐτὸν εἶδε διὰ τὸ μῆκος τοῦ χρόνου διψῶντα ἀπαλλαγῆς, καὶ ἐπιθυμοῦντα τῆς τῶν ἐπικειμένων λύσεως, σφοδρῶς τότε προσέρχεται. Ὅτι γὰρ σφόδρα κατειργασμένος ἦν, καὶ οὐδὲ ἀναπνεῖν λοιπὸν εἶχεν, ἀλλὰ καὶ ἀποθανεῖν ἐπεθύμει, ἄκουσον τί φησιν· [εἰ γὰρ δυναίμην ἐμαυτὸν χειρώσασθαι, ἢ δεηθῆναι ἑτέρου, καὶ ποιήσαιμι τοῦτο.] Καὶ θέα μοι τὴν κακουργίαν τῆς γυναικὸς, πόθεν εὐθέως προοιμιάζεται· ἀπὸ τοῦ πλήθους τοῦ χρόνου, Μέχρι τίνος καρτερήσεις; λέγουσα. Εἰ δὲ πολλάκις καὶ πραγμάτων οὐκ ὄντων λόγοι μόνον ἴσχυσαν μαλάξαι, ἐννόησον τί τότε πάσχειν αὐτὸν εἰκὸς ἦν, μετὰ τῶν ῥημάτων τούτων καὶ τῶν πραγμάτων ὀδυνώντων αὐτόν. Καὶ τὸ δὴ πάντων χεῖρον, ὅτι καὶ γυνὴ ἡ ταῦτα λέγουσα ἦν, καὶ γυνὴ ἀναπεσοῦσα καὶ ἀπαγορεύουσα καὶ διὰ τοῦτο σπουδάζουσα καὶ αὐτὸν εἰς ἀπόγνωσιν ἐμβαλεῖν. Πλὴν ἀλλ' ἵνα σαφέστερον ἴδωμεν τὸ μηχάνημα τὸ τῷ ἀδαμαντίνῳ τούτῳ προσαγόμενον τείχει, καὶ αὐτῶν ἀκούσωμεν τῶν ῥημάτων. Τίνα οὖν ταῦτά ἐστι; Μέχρι τίνος καρτερήσεις λέγων, Ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου; Ἤλεγξε γάρ σου, φησὶ, τὰ ῥήματα ὁ χρόνος, μακρότερος μὲν γινόμενος, λύσιν δὲ οὐδεμίαν ἐμφαίνων. Ταῦτα δὲ ἔλεγεν, οὐκ εἰς ἀπόγνωσιν αὐτὸν ἐμβάλλουσα μόνον, ἀλλὰ καὶ ὀνειδίζουσα καὶ κωμῳδοῦσα. Καὶ γὰρ ἐκεῖνος ἐνοχλοῦσαν ἀεὶ παραμυθούμενος καὶ διακρουόμενος τοιαῦτα ἐφθέγγετο· Ἀνάμεινον ἔτι μικρὸν, καὶ ταχέως ἔσται τούτων τὸ τέλος. Ὀνειδίζουσα τοίνυν αὐτῷ, φησί· Μὴ καὶ νῦν τὸ αὐτὸ ἐρεῖς; πολὺς γὰρ ἤδη χρόνος παρέδραμε, καὶ τέλος τούτων οὐδὲν ἀνεφάνη. Καὶ θέα τὴν κακουργίαν· οὐδὲ γὰρ μέμνηται τῶν βοῶν, οὐ τῶν προβάτων, οὐδὲ τῶν καμήλων· ᾔδει γὰρ οὐ σφόδρα αὐτὸν τούτοις δακνόμενον· ἀλλ' ἐπὶ τὴν φύσιν εὐθέως ἔρχεται, καὶ τῶν παίδων ἀναμιμνήσκει· ἐπ' αὐτοῖς γὰρ εἶδεν αὐτὸν καὶ τὴν ἐσθῆτα διαῤῥήξαντα, καὶ τὴν κόμην ἀποκειράμενον. Καὶ οὐκ εἶπεν, Ἀπώλετό σου τὰ παιδία, ἀλλὰ σφόδρα περιπαθῶς· Ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς, δι' ὃ καὶ τὰ παιδία ποθεινά. Εἰ γὰρ καὶ νῦν, ἀναστάσεως φανείσης, ἐντεῦθέν ἐστι τὰ παιδία ἐπέραστα ἀπὸ τοῦ τὴν μνήμην τῶν ἀπελθόντων διατηρεῖν, πολλῷ μᾶλλον τότε. ∆ιὰ τοῦτο καὶ ἡ ἀρὰ ἐντεῦθεν γίνεται πικροτέρα. Οὐδὲ γὰρ ἐκεῖ, Τὰ παιδία, ὁ ἐπαρώμενος εἶπεν, ἐξολοθρευθείη, ἀλλὰ, Τὸ μνημόσυνον αὐτοῦ ἀπὸ τῆς γῆς· οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου. Εἰποῦσα γὰρ, Τὸ μνημόσυνον, μετὰ ἀκριβείας πάλιν ἑκατέρας τῆς φύσεως μέμνηται· Εἰ δὲ σοὶ, φησὶν, οὐ μέλει τούτων, κἂν τὸ ἐμὸν σκόπει· Τῆς ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἡ τὸ πλέον ἐνεγκοῦσα ἠδίκημαι διὰ σὲ, καὶ τοὺς μὲν πόνους ὑπέστην, τῶν δὲ καρπῶν ἀπεστέρημαι. Καὶ ὅρα πῶς οὔτε τίθησι τὴν ζημίαν τῶν χρημάτων, οὔτε σιγᾷ αὐτὴν καὶ παρατρέχει, ἀλλ' ὡς ἐνῆν καὶ περιπαθῶς αὐτὴν ἀπαγγεῖλαι, οὕτως αἰνίττεται. Ὅταν γὰρ εἴπῃ, Κἀγὼ πλανῆτις καὶ λάτρις, τόπον ἐκ τόπου, οἰκίαν ἐξ οἰκίας περιερχομένη, καὶ τὴν ζημίαν αἰνίττεται, καὶ πολλὴν τὴν προσπάθειαν δείκνυσι· καὶ γὰρ καὶ αἱ λέξεις αὐταὶ ἱκαναὶ ἐπᾶραι τὴν συμφοράν· Ἐπὶ τὰς ἑτέρων ἔρχομαι θύρας, φησίν. Οὐδὲ γὰρ προσαιτῶ μόνον, ἀλλὰ καὶ πλανῶμαι καὶ δουλεύω δουλείαν ξένην καὶ καινὴν, πανταχοῦ περιιοῦσα, καὶ τὰ σύμβολα τῆς συμφορᾶς περιφέρουσα, καὶ πάντας διδάσκουσα τὰ ἐμὰ κακά· ὃ πάντων ἐστὶν ἐλεεινότερον, τὸ οἰκίαν ἐξ οἰκίας ἀμείβειν. Καὶ οὐδὲ ἐνταῦθα ἔστη τῶν θρήνων, ἀλλ' ἐπήγαγε λέγουσα· Προσδεχομένη τὸν ἥλιον πότε δύσει, καὶ ἀναπαύσομαι τῶν μόχθων μου καὶ τῶν περιεχουσῶν με ὀδυνῶν, αἵ με νῦν συνέχουσιν. Ὃ γὰρ τοῖς ἄλλοις ἐστὶν ἡδὺ, φησὶ, τὸ τὴν ἀκτῖνα ὁρᾷν, τοῦτο ἐμοὶ βαρύ· ποθεινὸν δὲ ἡ νὺξ καὶ τὸ σκότος· αὕτη γάρ με ἀναπαύει τῶν ἱδρώτων μόνη, αὕτη μοι παραμυθία γίνεται τῶν κακῶν. Ἀλλ' εἰπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα.
εʹ. Εἶδες κἀνταῦθα τὴν κακουργίαν, πῶς οὐδὲ ἐν αὐτῇ τῇ συμβουλῇ εὐθέως εἰσήγαγε τὴν ὀλεθρίαν παραίνεσιν, ἀλλὰ διηγησαμένη πρῶτον ἐλεεινῶς τὰς συμφορὰς, καὶ ἐκτείνασα τὴν τραγῳδίαν, ἐν βραχεῖ τίθησι τὴν παραίνεσιν, καὶ οὐδὲ ἐμφαίνει σαφῶς αὐτὴν, ἀλλὰ συσκιάσασα ἐκείνην, τὴν ἀπαλλαγὴν αὐτῷ προτείνει τὴν μάλιστα ποθεινὴν, καὶ ἐπαγγέλλεται τελευτὴν, ὃ μάλιστα ἐπεθύμει; Καὶ σκόπει κἀντεῦθεν τοῦ διαβόλου τὴν κακουργίαν. Ἐπειδὴ γὰρ ᾔδει τὸν πόθον τοῦ Ἰὼβ τὸν περὶ τὸν Θεὸν, οὐκ ἀφίησι τὴν γυναῖκα κατηγορῆσαι τοῦ Θεοῦ, ἵνα μὴ ὡς ἐχθρὰν εὐθέως ἀποστραφῇ. ∆ιὰ τοῦτο αὐτοῦ μὲν οὐδαμοῦ μέμνηται, τὰ δὲ συμβάντα ἄνω καὶ κάτω στρέφει. Σὺ δὲ μετὰ τῶν εἰρημένων, ὅτι καὶ γυνὴ ἦν ἡ ταῦτα συμβουλεύουσα, προστίθει, δεινὸς καταγοητεῦσαι ῥήτωρ τοὺς μὴ προσέχοντας. Πολλοὶ γοῦν καὶ χωρὶς συμφορῶν ἀπὸ γυναικῶν συμβουλῆς κατηνέχθησαν μόνης. Τί οὖν ὁ μακάριος οὗτος, καὶ ἀδάμαντος στεῤῥότερος; Βλέψας εἰς αὐτὴν πικρὸν, ἀπὸ τῆς ὄψεως καὶ πρὸ τῆς φωνῆς διεκρούσατο τὰ μηχανήματα. Ἐκείνη μὲν γὰρ προσεδόκησε δακρύων κινήσειν πηγάς· οὗτος δὲ λέοντος σφοδρότερος γέγονε, θυμοῦ πληρωθεὶς καὶ ἀγανακτήσεως, οὐχ ὑπὲρ ὧν ἔπασχεν, ἀλλ' ὑπὲρ ὧν ἐκείνη διαβολικῶς συνεβούλευσε, καὶ τῷ βλέμματι τὸν θυμὸν ἐνδειξάμενος, μεμετρημένην ποιεῖται τὴν ἐπιτίμησιν· καὶ γὰρ καὶ ἐν συμφοραῖς σώφρων ἦν. Καὶ τί φησιν; Ἵνα τί ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας; Οὐχ οὕτω σε ἐπαίδευσα, φησὶν, οὐχ οὕτω σε ἔθρεψα· ὅθεν οὐδὲ ἐπιγινώσκω τὴν σύνοικον τὴν ἐμήν. Τὰ γὰρ ῥήματα ταῦτα ἀνοήτου γυναικὸς, καὶ παραπαιούσης ἡ συμβουλή. Εἶδες τομὴν σύμμετρον, καὶ πληγὴν ἱκανὴν διορθῶσαι τὸ νόσημα; Εἶτα μετὰ τὴν ἐπίπληξιν καὶ συμβουλὴν εἰσάγει πάλιν ἀρκοῦσαν αὐτὴν παραμυθήσασθαι καὶ πολὺ τὸ εὔλογον ἔχουσαν, λέγων· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα παρὰ Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Ἀναμνήσθητι γὰρ, φησὶ, τῶν προτέρων ἐκείνων, καὶ λογίζου τὸν αἴτιον, καὶ οἴσεις καὶ ταῦτα γενναίως. Εἶδες μετριοφροσύνην ἀνδρός; Οὐδὲ γὰρ τῇ ἀνδρείᾳ αὑτοῦ λογίζεται τὴν ὑπομονὴν, ἀλλὰ τῆς τῶν πραγμάτων ἀκολουθίας αὐτὴν εἶναί φησιν. Ἀντὶ τίνων γὰρ ἐκεῖνα ἡμῖν ἔδωκεν ὁ Θεός; ποίαν ἐκτιννὺς ἀμοιβήν; Οὐδεμίαν· ἀλλ' ἐξ ἀγαθότητος μόνης· δωρεὰ γὰρ ἦν, οὐκ ἀμοιβὴ, καὶ χάρις, οὐκ ἀντίδοσις. Οὐκοῦν καὶ ταῦτα φέρωμεν γενναίως. Τοῦτον καὶ ἄνδρες καὶ γυναῖκες τὸν λόγον ἀνάγραπτον ἔχωμεν, καὶ τὰ ῥήματα ταῦτα ἐγκολάψωμεν τῇ διανοίᾳ, καὶ ταῦτα καὶ τὰ πρὸ τούτων· καὶ τὴν ἱστορίαν αὐτοῦ τῶν παθημάτων καθάπερ εἰκόνα ἐπὶ τῆς διανοίας ὑπογράψαντες, τὴν ζημίαν λέγω τῶν χρημάτων, τὴν ἀφαίρεσιν τῶν παίδων, τὴν πληγὴν τοῦ σώματος, τὰ ὀνείδη, τὰς χλευασίας, τὰς τῆς γυναικὸς μηχανὰς, τὴν τοῦ διαβόλου ἐπιβουλὴν, πάντα ἁπλῶς μετὰ ἀκριβείας τὰ πάθη τοῦ δικαίου, λιμένα κατασκευάσωμεν μέγιστον ἡμῖν· ἵνα πάντα γενναίως καὶ εὐχαρίστως φέροντες, καὶ ἐν τῷ παρόντι βίῳ πᾶσαν ἀποκρουσώμεθα ἀθυμίαν, καὶ τοὺς περὶ τῆς εὐφημίας ταύτης ἀπολάβωμεν μισθοὺς, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΚΘʹ.
Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοὶ, οὐ θέλω ὑμᾶς ἀγνοεῖν. Οἴδατε ὅτι ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα, ὡς ἂν ἤγεσθε, ἀπαγόμε νοι.
αʹ. Τοῦτο ἅπαν τὸ χωρίον σφόδρα ἐστὶν ἀσαφές· τὴν δὲ ἀσάφειαν ἡ τῶν πραγμάτων ἄγνοιά τε καὶ ἔλλειψις ποιεῖ τῶν τότε μὲν συμβαινόντων, νῦν δὲ οὐ γινομένων. Καὶ τίνος ἕνεκεν οὐ γίνεται νῦν; Ἰδοὺ γὰρ καὶ ἡ αἰτία πάλιν τῆς ἀσαφείας ἕτερον ἡμῖν ζήτημα ἔτεκε. Τί δήποτε γὰρ τότε μὲν ἐγίνετο, νῦν δὲ οὐκέτι; Ἀλλὰ τοῦτο μὲν εἰς αὖθις ἀναβαλλώμεθα, τέως δὲ τὰ συμβαίνοντα τότε λέγωμεν. Τί οὖν τότε συνέβαινεν; Εἴ τις ἐβαπτίσατο, γλώσσαις εὐθέως ἐλάλει, καὶ οὐ γλώσσαις μόνον, ἀλλὰ πολλοὶ καὶ προεφήτευον, τινὲς δὲ καὶ ἑτέρας πλείους δυνάμεις ἐπεδείκνυντο. Ἐπειδὴ γὰρ ἀπὸ τῶν εἰδώλων προσιόντες, οὐδὲν εἰδότες σαφῶς, οὐδὲ ταῖς παλαιαῖς ἐντραφέντες βίβλοις, βαπτισθέντες εὐθέως Πνεῦμα ἐλάμβανον, τὸ δὲ Πνεῦμα οὐχ ἑώρων· ἀόρατον γάρ ἐστιν· αἴσθητόν τινα ἔλεγχον ἐδίδου τῆς ἐνεργείας ἐκείνης ἡ χάρις· καὶ ὁ μὲν τῇ Περσῶν, ὁ δὲ τῇ Ῥωμαίων, ὁ δὲ τῇ Ἰνδῶν, ὁ δὲ ἑτέρᾳ τινὶ τοιαύτῃ εὐθέως ἐφθέγγετο γλώσσῃ· καὶ τοῦτο ἐφανέρου τοῖς ἔξωθεν, ὅτι Πνεῦμά ἐστιν ἐν αὐτῷ τῷ φθεγγομένῳ. ∆ιὸ καὶ οὕτως αὐτὸ καλεῖ λέγων· Ἑκάστῳ δὲ ἡ φανέρωσις τοῦ Πνεύματος δίδοται πρὸς τὸ συμφέρον· τὰ χαρίσματα φανέρωσιν Πνεύματος ὀνομάζων. Ἐπειδὴ γὰρ καὶ οἱ ἀπόστολοι τοῦτο πρῶτον σημεῖον ἔλαβον, καὶ οἱ πιστοὶ τοῦτο ἐλάμβανον τὸ τῶν γλωσσῶν, καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερα πλείω. Καὶ γὰρ καὶ νεκροὺς ἤγειρον πολλοὶ, καὶ δαίμονας ἤλαυνον, καὶ ἄλλα πολλὰ τοιαῦτα ἐθαυματούργουν· καὶ χαρίσματα δὲ εἶχον, οἱ μὲν ἐλάττονα, οἱ δὲ πλείω. Πλέον δὲ πάντων τὸ τῶν γλωσσῶν ἦν παρ' αὐτοῖς χάρισμα. Καὶ τοῦτο αἴτιον σχίσματος αὐτοῖς ἐγένετο, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀγνωμοσύνην τῶν εἰληφότων. Οἵ τε γὰρ τὰ μείζονα ἔχοντες ἐπῄροντο κατὰ τῶν τὰ ἐλάττονα κεκτημένων· οὗτοι δ' αὖ πάλιν ἤλγουν, καὶ τοῖς τὰ μείζονα ἔχουσιν ἐφθόνουν. Καὶ τοῦτο προϊὼν δείκνυσιν αὐτὸς ὁ Παῦλος. Ἐπεὶ οὖν ἐντεῦθεν καιρίαν ἐλάμβανον πληγὴν, διαλυομένης αὐτοῖς τῆς ἀγάπης, πολλὴν σπουδὴν ποιεῖται, ὥστε αὐτὸ διορθῶσαι. Συνέβη μὲν γὰρ τοῦτο καὶ ἐν τῇ Ῥώμῃ, ἀλλ' οὐχ οὕτω· διόπερ καὶ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ κινεῖ μὲν αὐτὸ, συνεσκιασμένως δὲ καὶ ἐν βραχεῖ, λέγων οὕτω· Καθάπερ γὰρ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν· οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, ὁ δὲ καθ' εἷς, ἀλλήλων μέλη. Ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ. Ὅτι δὲ καὶ ἐκεῖνοι εἰς ἀπόνοιαν ἐντεῦθεν ἐνέπιπτον, ἀρχόμενος ᾐνίξατο τοῦτο, οὕτως εἰπών· Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν μὴ ὑπερφρονεῖν παρ' ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως. Ἐκείνοις μὲν οὖν (οὐδὲ γὰρ πολὺ τὸ νόσημα ἦν τῆς διαστάσεως καὶ ἀπονοίας) οὕτω διείλεκται· ἐνταῦθα δὲ μετὰ πολλῆς τῆς σπουδῆς· καὶ γὰρ σφοδρὰ τοῦ πάθους ἦν ἡ νομή. Καὶ οὐδὲ τοῦτο μόνον αὐτοὺς ἐθορύβει, ἀλλὰ καὶ μάντεις ἦσαν αὐτόθι πολλοὶ, ἅτε Ἑλληνικώτερον τῆς πόλεως διακειμένης, καὶ μετὰ τῶν ἄλλων καὶ τοῦτο αὐτοὺς ὑπεσκέλιζε καὶ ἐτάραττε. ∆ιὸ καὶ ἀρχόμενος, πρῶτον τὸ μέσον μαντείας καὶ προφητείας τίθησι. ∆ιὰ τοῦτο καὶ διακρίσεις ἔλαβον πνευμάτων, ὥστε διακρίνειν καὶ εἰδέναι, τίς μὲν ὁ πνεύματι φθεγγόμενος καθαρῷ, τίς δὲ ὁ ἀκαθάρτῳ. Ἐπειδὴ γὰρ αὐτόθεν οὐκ ἦν παρασχεῖν τῶν λεγομένων τὴν ἀπόδειξιν (προφητεία γὰρ οὐκ ἐν τῷ καιρῷ, ᾧ λέγεται, ἀλλ' ἐν τῷ καιρῷ τῆς ἐκβάσεως παρέχεται τῆς οἰκείας ἀληθείας τὸν ἔλεγχον)· καὶ οὐκ ἦν εὔκολον αὐτὴν διαγνῶναι, καὶ τίς μὲν ὁ προ φητεύων, τίς δὲ ὁ ψευδόμενος (καὶ γὰρ μιαρὸς ὢν ὁ διάβολος ἐπεισῄει τοῖς προφητεύουσι, ψευδοπροφήτας εἰσάγων ὡς δῆθεν τὰ μέλλοντα προλέγοντας καὶ αὐτούς)· εἶτα ἐπειδὴ τέως ἀνεύθυνα ἦν τὰ λεγόμενα, οὔπω τῶν πραγμάτων ἐκβάντων περὶ ὧν προελέγετο, καὶ ῥᾳδίως παρεκρούετο (τὸν γὰρ ψευδόμενον καὶ τὸν ἀληθεύοντα τὸ τέλος ἤλεγχεν)· ἵνα δὴ μηδὲ πρὸ τοῦ τέλους ἀπατῶνται οἱ ἀκροαταὶ, δίδωσιν αὐτοῖς σημεῖον, ὃ καὶ πρὸ τῆς ἐκβάσεως ἐδείκνυ τοῦτον κἀκεῖνον· καὶ ἐντεῦθεν λαβὼν ἀκολουθίαν καὶ ἀρχὴν, οὕτω καὶ εἰς τὸν περὶ τῶν χαρισμάτων ἐκβαίνει λόγον, καὶ τὴν φιλονεικίαν διορθοῦται τὴν καὶ ἐντεῦθεν γινομένην. Τέως μέντοι τοῦ περὶ τῶν μάντεων ἄρχεται λόγου οὕτω λέγων· Περὶ δὲ τῶν πνευματικῶν οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί· πνευματικὰ τὰ σημεῖα καλῶν, ὅτι ταῦτα ἔργα τοῦ Πνεύματος μόνου, οὐδὲν ἀνθρωπίνης ἐπεισφερούσης σπουδῆς εἰς τὸ τὰ τοιαῦτα θαυματουργεῖν. Καὶ μέλλων περὶ αὐτῶν διαλέγεσθαι, πρότερον, ὅπερ ἔφην, τῆς μαντείας τὴν διαφορὰν καὶ τῆς προφητείας τίθησιν, οὕτω λέγων· Οἴδατε ὅτι ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα, ὡς ἂν ἤγεσθε, ἀπαγόμενοι. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἐν τοῖς εἰδώλοις, φησὶν, εἴποτε κατεσχέθη τις ὑπὸ πνεύματος ἀκαθάρτου καὶ ἐμαντεύετο, ὥσπερ ἀπαγόμενος, οὕτως εἵλκετο ὑπὸ τοῦ πνεύματος δεδεμένος, οὐδὲν εἰδὼς ὧν λέγει. Τοῦτο γὰρ μάντεως ἴδιον, τὸ ἐξεστηκέναι, τὸ ἀνάγκην ὑπομένειν, τὸ ὠθεῖσθαι, τὸ ἕλκεσθαι, τὸ σύρεσθαι ὥσπερ μαινόμενον. Ὁ δὲ προφήτης οὐχ οὕτως, ἀλλὰ μετὰ διανοίας νηφούσης, καὶ σωφρονούσης καταστάσεως, καὶ εἰδὼς ἃ φθέγγεται, φησὶν ἅπαντα. Ὥστε καὶ πρὸ τῆς ἐκβάσεως κἀντεῦθεν γνώριζε τὸν μάντιν καὶ τὸν προφήτην. Καὶ σκόπει πῶς ἀνύποπτον ποιεῖ τὸν λόγον· αὐτοὺς μάρτυρας καλεῖ τοὺς ἐν τῇ πείρᾳ τοῦ πράγματος γενομένους. Ὅτι γὰρ οὐ ψεύδομαι, φησὶν, οὐδὲ ἁπλῶς διασύρω τὰ τῶν ἐθνῶν, ὡς ἐχθρὸς πλάττων, αὐτοὶ ὑμεῖς μοι μαρτυρήσατε· καὶ γὰρ οἴδατε ὅτε Ἕλληνες ἦτε, πῶς ἀπήγεσθε ἑλκόμενοι τότε. Εἰ δέ τις καὶ τούτους ὡς πιστοὺς ὑπόπτους εἶναι φαίη, φέρε καὶ ἐκ τῶν ἔξωθεν τοῦτο ὑμῖν ποιήσω φανερόν. Ἄκουσον γοῦν Πλάτωνος λέγοντος οὕτως· Ὥσπερ οἱ χρησμῳδοὶ καὶ οἱ θεομάντεις λέγουσι μὲν πολλὰ καὶ καλὰ, ἴσασι δὲ οὐδὲν ὧν λέγουσιν. Ἄκουσον γοῦν καὶ ἑτέρου ποιητοῦ τὰ αὐτὰ ἐνδεικνυμένου. Ἐπειδὴ γὰρ τελεταῖς τισι καὶ μαγγανείαις κατέδησε δαίμονά τις εἰς ἄνθρωπον; καὶ ἐμαντεύετο ἐκεῖνος, καὶ μαντευόμενος ἐῤῥιπτεῖτο καὶ ἐσπαράττετο, καὶ ἐνεγκεῖν τοῦ δαίμονος τὴν ὁρμὴν οὐκ ἠδύνατο, ἀλλ' ἔμελλε διασπώμενος οὕτως ἀπόλλυσθαι, τοῖς τὰ τοιαῦτα μαγγανεύουσί φησι· Λύσατε λοιπὸν, ἄνακτα βροτὸς θεὸν οὐκέτι χωρεῖ· καὶ πάλιν, Λύσατέ μοι στεφάνους, καί μευ πόδας ὕδατι λευκῷ Ῥάνατε, καὶ γραμμὰς ἀπαλείψατε, καί γε μολοῖμι. Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα (καὶ γὰρ ἔστι πολλῷ πλείονα εἰπεῖν), ἀμφότερα ταῦτα ἡμῖν ἐνδείκνυται, καὶ τὴν ἀνάγκην ᾗ κατεχόμενοι δουλεύουσιν οἱ δαίμονες, καὶ τὴν βίαν ἣν ὑπομένοντες οἱ καθάπαξ ἑαυτοὺς ἐκδόντες αὐτοῖς, καὶ τῶν κατὰ φύσιν ἐξίστανται φρενῶν. Καὶ ἡ Πυθία δέ· ἀναγκάζομαι γὰρ καὶ ἑτέραν αὐτῶν ἀσχημοσύνην ἐκπομπεῦσαι νῦν, ἣν καλὸν μὲν ἦν παρελθεῖν διὰ τὸ ἡμῖν ἀπρεπὲς εἶναι τὰ τοιαῦτα λέγειν· ὥστε δὲ σαφέστερον αὐτῶν μαθεῖν τὴν αἰσχύνην, ἀναγκαῖον εἰπεῖν, ἵνα κἀντεῦθεν μάθητε τὴν παράνοιαν, καὶ τὸν πολὺν γέλωτα τῶν τοῖς μάντεσι κεχρημένων· λέγεται τοίνυν αὕτη ἡ Πυθία γυνή τις οὖσα ἐπικαθῆσθαι τῷ τρίποδί ποτε τοῦ Ἀπόλλωνος, διαιροῦσα τὰ σκέλη· εἶθ' οὕτω πνεῦμα πονηρὸν κάτωθεν ἀναδιδόμενον, καὶ διὰ τῶν γεννητικῶν αὐτῆς διαδυόμενον μορίων πληροῦν τὴν γυναῖκα τῆς μανίας, καὶ ταύτην τὰς τρίχας λύουσαν λοιπὸν ἐκβακχεύεσθαί τε, καὶ ἀφρὸν ἐκ τοῦ στόματος ἀφιέναι, καὶ οὕτως ἐν παροινίᾳ γενομένην τὰ τῆς μανίας φθέγγεσθαι ῥήματα. Οἶδα ὅτι ᾐσχύνθητε καὶ ἠρυθριάσατε ταῦτα ἀκούσαντες· ἀλλ' ἐκεῖνοι καὶ μέγα φρονοῦσι καὶ διὰ τὴν ἀσχημοσύνην καὶ διὰ τὴν μανίαν ταύτην.
βʹ. Ταῦτα οὖν καὶ τὰ τοιαῦτα ὁ Παῦλος ἅπαντα ἀνακινῶν ἔλεγεν· Οἴδατε, ὅτι ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα, ὡς ἂν ἤγεσθε, ἀπαγόμενοι. Καὶ ἐπειδὴ πρὸς εἰδότας διελέγετο, οὐ τίθησι πάντα μετὰ ἀκριβείας, μὴ βουλόμενος αὐτοῖς ἐνοχλεῖν, ἀλλ' ἀναμνήσας μόνον καὶ εἰς ἔννοιαν ἁπάντων αὐτοὺς ἀγαγὼν, ἀπαλλάττεται ταχέως, πρὸς τὸ προκείμενον ἐπειγόμενος. Τί δέ ἐστι, Πρὸς τὰ εἴδωλα τὰ ἄφωνα; Οὗτοι οἱ μάντεις πρὸς ἐκεῖνα ἤγοντο ἑλκόμενοι. Εἰ δὲ αὐτὰ ἄφωνα, πῶς ἐκείνοις ἐκέχρηντο; τίνος δὲ ἕνεκεν τοῖς ξοάνοις αὐτοὺς προσῆγεν ὁ δαίμων ὡς αἰχμαλώτους καὶ δεσμίους; Ὁμοῦ δὲ καὶ τὴν πλάνην πιθανὴν ἐργαζόμενος. Ἵνα γὰρ μὴ δόξῃ ὁ λίθος ἄφωνος εἶναι, ἐσπούδαζεν τοῖς εἰδώλοις προσηλοῦν τοὺς ἀνθρώπους, ἵνα τὰ αὐτῶν ἐκείνοις ἐπιγράφηται. Ἀλλ' οὐ τὰ ἡμέτερα τοιαῦτα. Ἀλλ' οὐκ ἔθηκε τὰ ἡμέτερα, τὰ τῶν προφητῶν λέγω· καὶ γὰρ δῆλα ἦν αὐτοῖς ἅπαντα, καὶ ἐν αὐτοῖς προεφήτευον, ὡς αὐτοῖς πρέπον ἦν, μετὰ συνέσεως καὶ ἐλευθερίας ἁπάσης. ∆ιά τοι τοῦτο καὶ τοῦ εἰπεῖν καὶ τοῦ μὴ εἰπεῖν ἦσαν κύριοι· οὐ γὰρ ἀνάγκῃ κατείχοντο, ἀλλ' ἐξουσίᾳ ἦσαν τετιμημένοι. ∆ιὰ τοῦτο καὶ Ἰωνᾶς ἔφυγε, διὰ τοῦτο καὶ Ἰεζεκιὴλ ἀνεβάλλετο, διὰ τοῦτο καὶ Ἱερεμίας παρῃτεῖτο. Ὁ δὲ Θεὸς οὐ μετὰ ἀνάγκης αὐτοὺς ὤθει, ἀλλὰ συμβουλεύων, παραινῶν, ἀπειλῶν, οὐ σκοτῶν τὴν διάνοιαν. ∆αίμονος μὲν γὰρ ἴδιον, τὸ θόρυβον καὶ μανίαν ποιεῖν καὶ πολὺν τὸν ζόφον, Θεοῦ δὲ, τὸ φωτίζειν καὶ μετὰ συνέσεως διδάσκειν τὰ δέοντα. Πρώτη μὲν οὖν διαφορὰ αὕτη μάντεως καὶ προφήτου· δευτέρα δὲ ἑτέρα, ἣν ἐφεξῆς τίθησι, λέγων· ∆ιὸ γνωρίζω ὑμῖν, ὅτι οὐδεὶς Πνεύματι Θεοῦ λαλῶν, λέγει ἀνάθεμα Ἰησοῦν. Εἶτα καὶ ἑτέρα· Καὶ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ. Ὅταν ἴδῃς, φησὶν, τινὰ μὴ φθεγγόμενον τὸ ὄνομα αὐτοῦ, ἢ καὶ ἀναθεματίζοντα, μάντις ἐστί. Πάλιν, ὅταν ἴδῃς ἕτερον μετὰ τοῦ ὀνόματος αὐτοῦ πάντα φθεγγόμενον, νόησον ὅτι πνευματικός ἐστι. Τί οὖν, φησὶ, περὶ τῶν κατηχουμένων ἂν εἴποιμεν; εἰ γὰρ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ, τί ἂν εἴποιμεν περὶ τούτων, ὀνομαζόντων μὲν αὐτοῦ τὸ ὄνομα, Πνεύματος δὲ ἀπεστερημένων; Ἀλλ' οὐ περὶ τούτων ὁ λόγος αὐτῷ νῦν· οὐ γὰρ ἦσαν κατηχούμενοι τότε· ἀλλὰ περὶ πιστῶν καὶ ἀπίστων. Τί οὖν οὐδεὶς δαίμων ὀνομάζει τὸν Θεόν; οὐχὶ οἱ δαιμονῶντες ἔλεγον, Οἴδαμέν σε τίς εἶ, ὁ Υἱὸς τοῦ Θεοῦ; οὐχὶ Παύλῳ ἔλεγον, Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν; Ἀλλὰ μαστιζόμενοι, ἀλλ' ἀναγκαζόμενοι· ἑκόντες δὲ καὶ μὴ μαστιγούμενοι, οὐδαμοῦ. Ἄξιον δὲ ἐνταῦθα ζητῆσαι, διὰ τί καὶ ὁ δαίμων ταῦτα ἐφθέγγετο, καὶ Παῦλος ἐπετίμησε. Τὸν διδάσκαλον τὸν ἑαυτοῦ μιμούμενος· καὶ γὰρ καὶ ὁ Χριστὸς ἐπετίμησεν· οὐδὲ γὰρ ἐβούλετο παρ' ἐκείνων τὴν μαρτυρίαν ἔχειν. Τίνος δὲ ἕνεκεν καὶ ὁ δαίμων ἐποίει τοῦτο; Βουλόμενος συγχεῖν τῶν πραγμάτων τὴν τάξιν, καὶ ἁρπάσαι τῶν ἀποστόλων τὸ ἀξίωμα, καὶ πεῖσαι πολλοὺς προσέχειν αὐτῷ· ὅπερ εἰ ἐγεγόνει, ῥᾳδίως ἂν ἐντεῦθεν ἀξιόπιστοι φανέντες, καὶ τὰ παρ' ἑαυτῶν ἐπεισήγαγον ἄν. Ἵν' οὖν μὴ τοῦτο γένηται μηδὲ ἀρχὴν ἡ ἀπάτη λάβῃ, καὶ τὰ ἀληθῆ λέγοντας ἐπιστομίζει, ὥστε ἐν τοῖς ψεύδεσι μηδ' ὅλως τινὰ αὐτοῖς προσέχειν, ἀλλὰ καθόλου πρὸς τὰ λεγόμενα παρ' αὐτῶν ἀποφράττειν τὰς ἀκοάς. ∆ήλους τοίνυν ποιήσας τοὺς μάντεις καὶ τοὺς προφήτας ἀπό τε τοῦ προτέρου καὶ τοῦ δευτέρου σημείου, λοιπὸν περὶ τῶν θαυμάτων διαλέγεται, οὐχ ἁπλῶς εἰς τοῦτον παρελθὼν τὸν λόγον, ἀλλ' ὥστε τὴν ἐντεῦθεν γενομένην διάστασιν ἀνελεῖν, καὶ πεῖσαι καὶ τοὺς τὸ ἔλαττον ἔχοντας μὴ ἀλγεῖν, καὶ τοὺς τὰ μείζονα κεκτημένους μὴ ἐπαίρεσθαι. ∆ιὸ καὶ οὕτως ἤρξατο· ∆ιαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ θεραπεύει πρῶτον τὸν τὸ ἔλαττον ἔχοντα χάρισμα, καὶ διὰ τοῦτο ἀλγοῦντα. Τίνος γὰρ ἕνεκεν, φησὶν, ἀθυμεῖς; ὅτι οὐκ ἔλαβες ὅσον ἕτερος; ἀλλ' ἐννόησον ὅτι χάρισμά ἐστι, καὶ οὐκ ὀφειλὴ, καὶ παραμυθήσῃ τὴν ὀδύνην. ∆ιὰ τοῦτο εὐθέως εἶπεν οὕτω· ∆ιαιρέσεις δὲ χαρισμάτων εἰσί. Καὶ οὐκ εἶπε, σημείων, οὐδὲ, θαυμάτων, ἀλλὰ, χαρισμάτων, τῷ ὀνόματι τῆς δωρεᾶς πείθων μὴ μόνον μὴ ἀλγεῖν, ἀλλὰ καὶ χάριν εἰδέναι. Καὶ μετὰ τούτου κἀκεῖνο λογίζου, φησὶν, ὅτι εἰ καὶ τῷ μέτρῳ ἠλάττωσαι τοῦ δοθέντος, τῷ καταξιωθῆναι λαβεῖν ἐκεῖθεν, ὅθεν καὶ ὁ τὸ πλέον λαβὼν, τὴν ἴσην ἔχεις τιμήν. Οὐ γὰρ δή που ἔχοις ἂν εἰπεῖν, ὅτι ἐκείνῳ μὲν ἐχαρίσατο τὸ Πνεῦμα, σοὶ δὲ ἄγγελος· καὶ γὰρ σοὶ κἀκείνῳ τὸ Πνεῦμα. ∆ιὸ ἐπήγαγε, Τὸ δὲ αὐτὸ Πνεῦμα.
γʹ. Ὥστε εἰ καὶ ἐν τῇ δόσει διαφορὰ, ἀλλ' οὐκ ἐν τῷ δεδωκότι διαφορά· ἀπὸ γὰρ τῆς αὐτῆς πηγῆς καὶ σὺ κἀκεῖνος ἀρύεσθε. Καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος. Λιπαίνων γὰρ τὴν παραμυθίαν, καὶ τὸν Υἱὸν καὶ τὸν Πατέρα προστίθησι. Καὶ ἑτέρῳ πάλιν ὀνόματι καλεῖ τὰς δωρεὰς ταύτας, πλείονα κἀντεῦθεν παραμυθίαν ἐπινοῶν· διὸ καὶ οὕτως εἶπε, ∆ιαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος. Ὁ μὲν γὰρ χάρισμα ἀκούσας, καὶ ἔλαττον λαβὼν, ἴσως ἂν ἀλγήσῃ· ὁ δὲ διακονίαν, οὐχ ὁμοίως· πόνου γὰρ ἐνδεικτικὸν τὸ πρᾶγμα καὶ ἱδρῶτος. Τί τοίνυν ἀλγεῖς, φησὶν, εἰ ἕτερον πλείονα πονῆσαι ἐκέλευσε, σοῦ φεισάμενος; Καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον. Καὶ τί ἐστιν ἐνέργημα; τί δὲ χάρισμα; φησί· τί δὲ διακονία; Ὀνομάτων διαφοραὶ μόνον, ἐπεὶ πράγματα τὰ αὐτά. Ὃ γάρ ἐστι χάρισμα, τοῦτο διακονία, τοῦτο καὶ ἐνέργειαν λέγει· Τὴν γὰρ διακονίαν σου, φησὶ, πληροφόρησον· καὶ, Τὴν διακονίαν μου δοξάζω. Καὶ Τιμοθέῳ γράφων φησί· ∆ι' ἣν αἰτίαν ἀναμιμνήσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ Θεοῦ, ὅ ἐστιν ἐν σοί· καὶ Γαλάταις πάλιν ἐπιστέλλων ἔλεγεν· Ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν, ἐνήργησε κἀμοὶ εἰς τὰ ἔθνη. Ὁρᾷς ὅτι οὐδεμίαν διαφορὰν δείκνυσιν ἐν ταῖς δωρεαῖς Πατρὸς καὶ Πνεύματος ἁγίου; οὐ τὰς ὑποστάσεις συναλείφων, μὴ γένοιτο, ἀλλὰ τῆς οὐσίας τὴν ὁμοτιμίαν ἐμφαίνων. Ὅπερ γὰρ τὸ Πνεῦμα χαρίζεται, τοῦτο καὶ τὸν Θεὸν ἐνεργεῖν, τοῦτο καὶ τὸν Υἱὸν διατάττειν καὶ παρέχειν φησί. Καίτοι γε εἰ ἔλαττον ἦν τοῦτο ἐκείνου, ἢ ἐκεῖνο τούτου, οὐκ ἂν οὕτως αὐτὸ τέθεικεν, οὐδ' ἂν ταύτῃ παρεμυθήσατο τὸν ἀλγοῦντα. Μετὰ δὲ ταῦτα καὶ ἑτέρῳ τινὶ τρόπῳ αὐτὸν παρακαλεῖ, τῷ καὶ συμφέρειν αὐτῷ τὸ δοθὲν μέτρον, εἰ καὶ ἔλαττον εἴη. Εἰπὼν γὰρ, ὅτι Τὸ αὐτὸ Πνεῦμα, καὶ ὁ αὐτὸς Κύριος, καὶ ὁ αὐτὸς Θεὸς, καὶ ταύτῃ αὐτὸν ἀνακτησάμενος, ἐπάγει πάλιν ἑτέραν παράκλησιν, οὕτω λέγων, Ἑκάστῳ δὲ ἡ φανέρωσις τοῦ Πνεύματος δίδοται πρὸς τὸ συμφέρον. Ἵνα γὰρ μὴ λέγῃ τις, Τί γὰρ, εἰ καὶ ὁ αὐτὸς Κύριος, καὶ τὸ αὐτὸ Πνεῦμα, καὶ ὁ αὐτὸς Θεός; ἀλλ' ἐγὼ ἔλαττον ἔλαβον· φησὶν, ὅτι οὕτω συνέφερε. Φανέρωσιν δὲ Πνεύματος τὰ σημεῖα καλεῖ, εἰκότως. Ἐμοὶ μὲν γὰρ τῷ πιστῷ δῆλος ὁ Πνεῦμα ἔχων ἀπὸ τοῦ βαπτισθῆναι· τῷ δὲ ἀπίστῳ οὐδαμόθεν ἔσται τοῦτο καταφανὲς, ἀλλ' ἢ ἀπὸ τῶν σημείων· ὥστε κἀντεῦθεν πάλιν οὐ μικρὰ παραμυθία. Εἰ γὰρ καὶ τὰ χαρίσματα διάφορα, ἀλλ' ἡ ἔνδειξις μία· κἂν γὰρ πολὺ ἔχῃς, κἂν ὀλίγον, ὁμοίως εἶ δῆλος. Ὥστε εἰ τοῦτο σπουδάζεις ἐπιδείξασθαι, ὅτι Πνεῦμα ἔχεις, ἀρκοῦσαν ἔχεις τὴν ἀπόδειξιν. Ὅταν οὖν καὶ εἷς ὁ δεδωκὼς ᾖ καὶ χάρισμα τὸ δοθὲν, καὶ ἡ φανέρωσις κἀντεῦθεν γίνηται, καὶ τοῦτο μᾶλλόν σοι συμφέρῃ, μὴ ἄλγει ὡς καταφρονηθείς. Οὐ γὰρ ἀτιμάζων σε ὁ Θεὸς, οὐδὲ καταδεέστερον ἑτέρου ἀποφαίνων ἐποίησεν, ἀλλὰ φειδόμενός σου, καὶ τὸ λυσιτελές σοι σκοπῶν. Τὸ γὰρ μεῖζον λαβεῖν τὸν οὐ δυνάμενον ἐνεγκεῖν, τοῦτο καὶ ἀσύμφορον καὶ βλάβην ἔχον καὶ ἀθυμίας ἄξιον. Ὧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, κατὰ τὸ αὐτὸ Πνεῦμα· ἑτέρῳ δὲ πίστις, ἐν τῷ αὐτῷ Πνεύματι· ἄλλῳ δὲ χαρίσματα ἰαμάτων, ἐν τῷ αὐτῷ Πνεύματι. Ὁρᾷς πῶς πανταχοῦ ταύτην ποιεῖται τὴν προσθήκην, Ἐν τῷ αὐτῷ Πνεύματι, λέγων, καὶ, Κατὰ τὸ αὐτὸ Πνεῦμα; οἶδε γὰρ μεγάλην οὖσαν τὴν ἐντεῦθεν παράκλησιν. Ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲ προφητεῖαι, ἄλλῳ δὲ διακρίσεις πνευμάτων, ἑτέρῳ δὲ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν. Ἐπειδὴ γὰρ ἐν τούτῳ μέγα ἐφρόνουν, διὰ τοῦτο αὐτὸ ὕστερον τέθεικε, καὶ ἐπήγαγε· Πάντα δὲ ταῦτα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα. Τὸ φάρμακον τὸ καθολικὸν τῆς παραμυθίας, τὸ ἐκ τῆς αὐτῆς ῥίζης, ἐκ τῶν αὐτῶν θησαυρῶν, ἐκ τῶν αὐτῶν ναμάτων πάντας λαμβάνειν. ∆ιὸ καὶ συνεχῶς ἐπαντλῶν τῷ ῥήματι τούτῳ τὴν δοκοῦσαν ἀνωμαλίαν εἶναι, ἐξισοῖ καὶ παραμυθεῖται. Καὶ ἀνωτέρω μὲν καὶ τὸ Πνεῦμα καὶ τὸν Υἱὸν καὶ τὸν Πατέρα δεί κνυσι χορηγοῦντα τὰ χαρίσματα· ἐνταῦθα δὲ τὸ Πνεῦμα εἰπὼν ἠρκέσθη, ἵνα μάθῃς κἀντεῦθεν πάλιν τὴν αὐτὴν ἀξίαν οὖσαν. Τί δέ ἐστι, Λόγος σοφίας; Ὃν εἶχεν ὁ Παῦλος, ὃν εἶχεν Ἰωάννης ὁ υἱὸς τῆς βροντῆς. Τί δὲ, Λόγος γνώσεως; Ὃν εἶχον οἱ πολλοὶ τῶν πιστῶν, γνῶσιν μὲν ἔχοντες, διδάσκειν δὲ οὕτως οὐ δυνάμενοι, οὐδὲ εἰς ἕτερον εὐκόλως ἐξενεγκεῖν, ἅπερ ᾔδεσαν. Ἑτέρῳ δὲ πίστις· πίστιν οὐ ταύτην λέγων τὴν τῶν δογμάτων, ἀλλὰ τὴν τῶν σημείων, περὶ ἧς ὁ Χριστός φησιν· Ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι, καὶ μεταβήσεται. Καὶ οἱ ἀπόστολοι δὲ περὶ αὐτῆς ἠξίουν λέγοντες, Πρόσθες ἡμῖν πίστιν. Αὕτη γὰρ μήτηρ τῶν σημείων ἐστίν. Ἐνεργήματα δὲ δυνάμεων κεκτῆσθαι, καὶ χαρίσματα ἰαμάτων, οὐκ ἔστι ταὐτόν. Ὁ μὲν γὰρ ἔχων χάρισμα ἰαμάτων, ἐθεράπευε μόνον· ὁ δὲ ἐνεργήματα δυνάμεων κεκτημένος, καὶ ἐτιμωρεῖτο. ∆ύναμις γάρ ἐστιν οὐ τὸ ἰάσασθαι μόνον, ἀλλὰ καὶ τὸ κολάσαι, ὥσπερ ὁ Παῦλος ἐπήρωσεν, ὥσπερ ὁ Πέτρος ἀνεῖλεν. Ἄλλῳ δὲ προφητεῖαι, ἄλλῳ δὲ διακρίσεις πνευμάτων. Τί ἐστι, ∆ιακρίσεις πνευμάτων; Τὸ εἰδέναι τίς ὁ πνευματικὸς, καὶ τίς ὁ μὴ πνευματικός· τίς ὁ προφήτης, καὶ τίς ὁ ἀπατεών· ὃ καὶ Θεσσαλονικεῦσιν ἔλεγε, Προφητείας μὴ ἐξουθενεῖτε· πάντα δὲ δοκιμάζοντες, τὸ καλὸν κατέχετε. Καὶ γὰρ πολλὴ τότε τῶν ψευδοπροφητῶν ἦν διαφθορὰ, τοῦ διαβόλου φιλονεικοῦντος παρυποστῆσαι τῇ ἀληθείᾳ τὸ ψεῦδος. Ἄλλῳ δὲ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν. Ὁ μὲν γὰρ ᾔδει τὸ τί ἔλεγεν αὐτὸς, ἑτέρῳ δὲ ἑρμηνεῦσαι οὐκ ἠδύνατο· ὁ δὲ καὶ ἀμφότερα ταῦτα ἐκέκτητο, ἢ τούτων θάτερον.
δʹ. Ἐδόκει δὲ τοῦτο χάρισμα μέγα εἶναι, ἐπειδὴ καὶ πρῶτον αὐτὸ ἔλαβον οἱ ἀπόστολοι, καὶ παρὰ Κορινθίοις οἱ πλείους τοῦτο ἐκέκτηντο· ὁ δὲ τῆς διδασκαλίας λόγος οὐχ οὕτω. ∆ιὸ ἐκεῖνο μὲν πρῶτον τίθησιν, ὕστερον δὲ τοῦτο. Καὶ γὰρ καὶ τοῦτο δι' ἐκεῖνο, καὶ τὰ ἄλλα πάντα, καὶ προφητεῖαι καὶ ἐνεργήματα δυνάμεων καὶ γένη γλωσσῶν καὶ ἑρμηνεία γλωσσῶν· οὐδὲν γὰρ τούτου ἴσον· διὸ καὶ ἔλεγεν, Οἱ καλῶς προεστῶτες πρεσβύτεροι, διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. Καὶ τῷ Τιμοθέῳ ἐπέστελλε λέγων· Πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ· μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος. Ὁρᾷς πῶς καὶ χάρισμα αὐτὸ καλεῖ; Εἶτα ἣν ἀνωτέρω τέθεικε παραμυθίαν εἰπὼν, Τὸ αὐτὸ Πνεῦμα, ταύτην καὶ ἐνταῦθα τίθησι λέγων· Πάντα δὲ ταῦτα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. Οὐ παραμυθεῖται δὲ μόνον, ἀλλὰ καὶ ἐπιστομίζει τὸν ἀντιλέγοντα ἐνταῦθα λέγων, ∆ιαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. ∆εῖ γὰρ καὶ ἐπιστύφειν, οὐχὶ θεραπεύειν μόνον, ὥσπερ καὶ ἐν τῇ πρὸς Ῥωμαίους ποιεῖ, ὅταν λέγῃ· Σὺ τίς εἶ, ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; Οὕτω καὶ ἐνταῦθα, ∆ιαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. Καὶ ὃ τοῦ Πατρὸς ἦν, τοῦτο καὶ τοῦ Πνεύματος ἔδειξεν ὄν. Ὥσπερ γὰρ περὶ αὐτοῦ φησιν, Ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν, οὕτω καὶ περὶ τοῦ Πνεύματος· Πάντα δὲ ταῦτα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα. Ἀλλ' ἐνεργούμενον, φησὶν, ὑπὸ τοῦ Θεοῦ. Ἀλλ' οὐ δαμοῦ τοῦτο εἴρηκεν, ἀλλὰ σὺ τοῦτο πλάττεις. Ὅταν γὰρ λέγῃ, Ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι, περὶ ἀνθρώπων τοῦτο λέγει· οὐ δήπου μετὰ τῶν ἀνθρώπων καὶ τὸ Πνεῦμα ἀριθμεῖ, κἂν μυριάκις ᾖς παραπαίων, κἂν μυριάκις μαινόμενος. Ἐπειδὴ γὰρ εἶπε, ∆ιὰ τοῦ Πνεύματος, ἵνα τὸ διὰ τοῦτο μὴ νομίσῃς ἐλαττώσεως εἶναι μηδὲ τοῦ ἐνεργεῖσθαι, ἐπήγαγεν, ὅτι Ἐνεργεῖ τὸ Πνεῦμα, οὐκ ἐνεργεῖται, καὶ ἐνεργεῖ ὡς βούλεται, οὐ καθὼς κελεύεται. Καθάπερ γὰρ περὶ τοῦ Πατρὸς ὁ Υἱὸς λέγει, ὅτι Ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, ὁμοίως καὶ περὶ ἑαυτοῦ, ὅτι Οὓς θέλει ζωοποιεῖ· οὕτω καὶ περὶ τοῦ Πνεύματος, ἀλλαχοῦ μὲν ὅτι μετ' ἐξουσίας πάντα ποιεῖ, καὶ τὸ κωλύον οὐδέν (τὸ γὰρ, Ὅπου θέλει πνεῖ, εἰ καὶ περὶ τοῦ ἀνέμου εἴρηται, τούτου ἐστὶ κατασκευαστικόν)· ἐνταῦθα δὲ, ὅτι Πάντα ἐνεργεῖ καθὼς βούλεται. Καὶ ἑτέρωθεν δὲ ὅτι οὐχὶ τῶν ἐνεργουμένων ἐστὶν, ἀλλὰ τῶν ἐνεργούντων, μάνθανε. Τίς γὰρ οἶδε, φησὶ, τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ὅτι δὲ τὸ πνεῦμα τοῦ ἀνθρώπου, τουτέστιν, ἡ ψυχὴ, οὐ δεῖται ἐνεργείας, ἵνα εἰδῇ τὰ ἑαυτῆς, παντί που δῆλον· οὐκοῦν οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον, ἵνα εἰδῇ τὰ τοῦ Θεοῦ. Οὕτω γάρ φησι· Τὰ τοῦ Θεοῦ οἶδεν ἀπόῤῥητα τὸ Πνεῦμα τὸ ἅγιον, ὡς ἡ ψυχὴ τοῦ ἀνθρώπου τὰ ἀπόῤῥητα τὰ ἑαυτῆς. Εἰ δὲ εἰς τοῦτο οὐκ ἐνεργεῖται, πολλῷ μᾶλλον τὸ ἐπιστάμενον τοῦ Θεοῦ τὰ βάθη, καὶ οὐκ ἐνεργούμενον εἰς τὸ δοῦναι χαρίσματα τοῖς ἀποστόλοις, ἐνεργείας οὐκ ἂν ἐδεήθη. Χωρὶς δὲ τούτων κἀκεῖνο, ὅπερ ἔμπροσθεν εἶπον, ἐρῶ καὶ νῦν. Ποῖον δὴ τοῦτο; Ὅτι εἰ ἔλαττον τὸ Πνεῦμα καὶ ἑτέρας οὐσίας, οὐδὲν ἂν ὤνησεν ἡ παραμυθία, οὐδὲ τὸ ἀκοῦσαι τὸ αὐτὸ Πνεῦμα. Ὁ μὲν γὰρ παρὰ τοῦ βασιλέως λαβὼν μεγίστην ἂν ταύτην σχοίη παραμυθίαν, ὅτι αὐτὸς αὐτῷ ἔδωκεν· ὁ δὲ παρὰ τοῦ δούλου, τότε μᾶλλον ἀλγεῖ, ὅταν τοῦτό τις αὐτῷ προσενέγκῃ· ὥστε κἀντεῦθεν δῆλον, ὅτι οὐ τῆς δουλικῆς, ἀλλὰ τῆς βασιλικῆς οὐσίας τὸ Πνεῦμα τὸ ἅγιον. ∆ιόπερ καθάπερ παρεμυθήσατο αὐτοὺς εἰπὼν, ὅτι ∆ιαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων, ὁ δὲ αὐτὸς Θεός· οὕτω καὶ ἀνωτέρω εἰπὼν, ∆ιαιρέσεις χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ μετὰ ταῦτα πάλιν εἰπὼν, Πάντα δὲ ταῦτα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Μὴ τοίνυν ἀλύωμεν, φησὶ, μηδὲ ἀλγῶμεν λέγοντες, ∆ιὰ τί τὸ ἔλαβον καὶ τὸ οὐκ ἔλαβον; μηδὲ εὐθύνας ἀπαιτῶμεν τὸ Πνεῦμα τὸ ἅγιον. Εἰ γὰρ οἶδας ὅτι ἀπὸ κηδεμονίας ἐχαρίσατο, ἐννοήσας ὅτι ἀπὸ τῆς αὐτῆς κηδεμονίας καὶ τὸ μέτρον ἔδωκε, στέργε καὶ χαῖρε ὑπὲρ ὧν ἔλαβες· καὶ μὴ δυσχέραινε ὑπὲρ ὧν οὐκ εἴληφας, ἀλλὰ καὶ ὁμολόγει χάριν, ὅτι μὴ μείζονα ἔλαβες τῆς δυνάμεως τῆς σῆς.
εʹ. Εἰ δὲ ἐν τοῖς πνευματικοῖς οὐ χρὴ περιεργάζεσθαι, πολλῷ μᾶλλον ἐν τοῖς σαρκικοῖς, ἀλλ' ἡσυχάζειν, καὶ μὴ πολυπραγμονεῖν, διὰ τί ὁ δεῖνα πλούσιος, ὁ δεῖνα δὲ πένης. Μάλιστα μὲν γὰρ οὐχ ἕκαστος ἀπὸ Θεοῦ πλουτεῖ, ἀλλὰ πολλοὶ καὶ ἐξ ἀδικίας καὶ ἁρπαγῆς καὶ πλεονεξίας. Ὁ γὰρ κελεύσας μὴ πλουτεῖν, πῶς ἂν ἔδωκεν ὅπερ ἐκώλυσε μὴ λαβεῖν; Ἵνα δὲ ἐκ πλείονος ἐπιστομίσω τῆς περιουσίας τοὺς ὑπὲρ τούτων ἀντι λέγοντας ἡμῖν, φέρε ἀνωτέρω τὸν λόγον ἀγάγωμεν, ἡνίκα παρὰ τοῦ Θεοῦ ὁ πλοῦτος ἐδίδοτο, καὶ ἀπόκριναί μοι· τίνος ἕνεκεν ὁ Ἀβραὰμ ἐπλούτει, ὁ δὲ Ἰακὼβ καὶ ἄρτου ἐδεῖτο; οὐχὶ δίκαιος καὶ οὗτος ἦν, καὶ ἐκεῖνος; οὐχὶ ὁμοίως περὶ τῶν τριῶν φησιν Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ; διὰ τί τοινυν ὁ μὲν ἐπλούτει, ὁ δὲ ἐθήτευε; μᾶλλον δὲ διὰ τί ὁ μὲν Ἡσαῦ ἐπλούτει, ἄδικος ὢν καὶ ἀδελφοκτόνος, οὗτος δὲ ἐν δουλείᾳ ἦν χρόνον τοσοῦτον; διὰ τί πάλιν ὁ μὲν Ἰσαὰκ μετὰ ἀδείας ἔζησε τὸν ἅπαντα χρόνον, ὁ δὲ Ἰακὼβ ἐν μόχθοις καὶ ταλαιπωρίαις· διὸ καὶ ἔλεγε, Μικραὶ καὶ πονηραὶ αἱ ἡμέραι μου. ∆ιὰ τί ὁ μὲν ∆αυῒδ προφήτης ὢν καὶ βασιλεὺς, καὶ αὐτὸς τὸν ἅπαντα χρόνον ἐν πόνοις ἔζησεν· ὁ δὲ Σολομὼν ὁ υἱὸς τούτου τεσσαράκοντα ἔτη πάντων ἀνθρώπων ἀδεέστερον διῆγεν, εἰρήνης ἀπολαύων βαθείας, δόξης, τιμῆς, καὶ τρυφῆς ἅπαν ἐπιὼν εἶδος; τί δήποτε καὶ ἐν τοῖς προφήταις ὁ μὲν μειζόνως, ὁ δὲ ἐλαττόνως ἐθλίβετο; Ὅτι ἑκάστῳ οὕτω συμφέρον ἦν. ∆ιὸ ἑκάστῳ ἀντιλέγειν χρὴ, Τὰ κρίματά σου ἄβυσσος πολλή. Εἰ γὰρ τοὺς μεγάλους ἐκείνους καὶ θαυμαστοὺς οὐχ ὁμοίως ἐγύμναζεν ὁ Θεὸς, ἀλλὰ τὸν μὲν διὰ πενίας, τὸν δὲ διὰ πλούτου, καὶ τὸν μὲν δι' ἀνέσεως, τὸν δὲ διὰ θλίψεως, πολλῷ μᾶλλον νῦν ταῦτα ἐννοεῖν χρή. Μετὰ δὲ τούτου κἀκεῖνο λογίζεσθαι δεῖ, ὅτι πολλὰ τῶν συμβαινόντων οὐ κατὰ τὴν αὐτοῦ γίνεται γνώμην, ἀλλ' ἀπὸ τῆς ἡμετέρας κακίας. Μὴ τοίνυν λέγε, ∆ιὰ τί ὁ μὲν πλούσιος φαῦλος ὢν, ὁ δὲ πένης δίκαιος ὤν; Μάλιστα μὲν γὰρ καὶ τούτων ἔστι δοῦναι λόγον, καὶ εἰπεῖν· Ὅτι οὔτε ὁ δίκαιος ἀπὸ τῆς πενίας ἔχει τι βλάβος, ἀλλὰ καὶ μείζονα προσθήκην εὐδοκιμήσεως, καὶ ὁ κακὸς ἐφόδιον τιμωρίας τὸν πλοῦτον, ἂν μὴ μεταβάληται, κέκτηται· καὶ πρὸ τῆς κολάσεως δὲ πολλάκις κακῶν αἴτιος αὐτῷ γέγονεν ὁ πλοῦτος πολλῶν, καὶ εἰς μύρια ἤγαγε βάραθρα. Ὁ δὲ Θεὸς ἀφίησιν, ὁμοῦ τε δεικνὺς τὸ αὐτεξούσιον τῆς προαιρέσεως, ὁμοῦ τε τοὺς ἄλλους παιδεύων μὴ μαίνεσθαι μηδὲ λυττᾷν περὶ τὰ χρήματα. Τί οὖν, ὅταν πονηρός τις ὢν πλουτῇ, καὶ μηδὲν πάσχῃ δεινόν; φησίν· ἂν μὲν γὰρ ἀγαθὸς ὢν πλουτῇ, δικαίως· ἂν δὲ πονηρὸς, τί ἐροῦμεν; Ὅτι καὶ ταύτῃ ἐλεεινός· πλοῦτος γὰρ πονηρίᾳ προσγινόμενος ἐπιτρίβει τὸ πάθος. Ἀλλ' ἀγαθός ἐστι, καὶ πένεται; Ἀλλ' οὐδὲν βλάπτεται. Ἀλλὰ πονηρός ἐστι, καὶ πένεται; Οὐκοῦν δικαίως καὶ κατ' ἀξίαν, μᾶλλον δὲ καὶ χρησίμως αὐτῷ. Ἀλλ' ὁ δεῖνα, φησὶ, παρὰ προγόνων ἐδέξατο πλοῦτον, καὶ σκορπίζει τοῦτον εἰς πόρνας καὶ παρασίτους, καὶ οὐδὲν πάσχει δεινόν. Τί φῄς; πορνεύει, καὶ λέγεις, Οὐδὲν πάσχει δεινόν; μεθύει, καὶ νομίζεις αὐτὸν τρυφᾷν; εἰς οὐδὲν δέον δαπανᾷ, καὶ ζηλωτὸν αὐτὸν εἶναι φῄς; καὶ τί χεῖρον γένοιτ' ἂν τούτου τοῦ τὴν ψυχὴν λυμαινομένου; Σὺ δὲ, εἰ μὲν τὸ σῶμα διέστραπτο καὶ πεπήρωτο, μυρίων ἂν ἔφης ἄξιον αὐτὸν εἶναι δακρύων, τὴν δὲ ψυχὴν αὐτοῦ πᾶσαν πεπηρωμένην ὁρῶν, καὶ μακάριον νομίζεις; Ἀλλ' οὐκ αἰσθάνεται, φησί. Καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο πάλιν ἐλεεινὸς, ὥσπερ οἱ παραπαίοντες. Ὁ μὲν γὰρ εἰδὼς, ὅτι νοσεῖ, καὶ τὸν ἰατρὸν ἐπιζητήσει πάντως, καὶ φαρμάκων ἀνέξεται· ὁ δὲ ἀγνοῶν, οὐδὲ ἀπαλλαγῆναι δυνήσεται. Τοῦτον οὖν μακαρίζεις; εἰπέ μοι. Ἀλλ' οὐδὲν θαυμαστόν· φιλοσοφίας γὰρ οἱ πλείους ἄπειροι. ∆ιὰ τοῦτο τὴν ἐσχάτην τίνομεν δίκην, κολαζόμενοι, καὶ οὐδὲ ἀπαλλαττόμενοι τῆς τιμωρίας· διὰ τοῦτο θυμοὶ καὶ ἀθυμίαι καὶ θόρυβοι διηνεκεῖς, ἐπειδὴ βίον ἄλυπον δείξαντος ἡμῖν τοῦ Θεοῦ, τὸν τῆς ἀρετῆς, ἡμεῖς ταύτην ἀφέντες, ἑτέραν τέμνομεν ὁδὸν τὴν τοῦ πλούτου καὶ τῶν χρημάτων, τὴν μυρίων γέμουσαν κακῶν· καὶ ταὐτὸν ποιοῦμεν, ὥσπερ ἂν εἴ τις σωμάτων οὐκ εἰδὼς διακρίνειν κάλλος, ἀλλὰ τὸ πᾶν τοῖς ἱματίοις τιθέμενος καὶ τῷ περικειμένῳ κόσμῳ, τὴν μὲν ὡραίαν γυναῖκα καὶ φυσικὸν κάλλος κεκτημένην ἰδὼν παραδράμοι· τὴν δὲ αἰσχρὰν καὶ δυσειδῆ καὶ τὸ σῶμα ἀνάπηρον, καλὰ ἱμάτια ἔχουσαν θεασάμενος, γυναῖκα ἀγάγοιτο. Τοιοῦτόν τι καὶ νῦν περὶ τὴν ἀρετὴν καὶ τὴν κακίαν πάσχουσιν οἱ πολλοὶ, τὴν μὲν αἰσχρὰν φύσει προσιέμενοι διὰ τὸν ἔξωθεν αὐτῆς κόσμον, τὴν δὲ ὡραίαν καὶ εὔμορφον ἀποστρεφόμενοι διὰ τὸ γυμνὸν αὐτῆς κάλλος, δι' ὃ μάλιστα αὐτὴν ἑλέσθαι ἐχρῆν. ʹ. ∆ιὰ τοῦτο αἰσχύνομαι, ὅτι παρ' Ἕλλησι μὲν τοῖς ἀνοήτοις εἰσὶν οἱ ταῦτα φιλοσοφοῦντες, εἰ καὶ μὴ πράγμασιν, ἀλλὰ τῇ γνώμῃ γοῦν τέως, καὶ εἰδότες τὸ τῶν παρόντων ἐπίκηρον· παρ' ἡμῖν δὲ ἔνιοι οὐδὲ ταῦτα ἐπίστανται, ἀλλὰ καὶ τὴν κρίσιν αὐτὴν διεφθαρμένην ἔχουσι, καὶ ταῦτα ἄνω καὶ κάτω τῆς Γραφῆς ἐπᾳδούσης ἡμῖν καὶ λεγούσης· Ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος, τοὺς δὲ φοβουμένους τὸν Κύριον δοξάζει. Φόβος Κυρίου ὑπὲρ πᾶν ὑπερέβαλε. Τὸν Θεὸν φοβοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε, ὅτι τοῦτο πᾶς ἄνθρωπος. Μὴ παραζήλου ἐν τοῖς πονηρευομένοις· μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος. Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα καθ' ἑκάστην ἀκούοντες τὴν ἡμέραν, ἔτι τῇ γῇ προσηλώμεθα. Καὶ καθάπερ παιδία ἀμαθῆ συνεχῶς τὰ στοιχεῖα μανθάνοντα, ἐπειδὰν διεσπαρμένως ἐξετάζηται περὶ τῆς ἐκείνων τάξεως, ἕτερα ἀνθ' ἑτέρου λέγοντα πολὺν κινεῖ τὸν γέλωτα· οὕτω καὶ ὑμεῖς, ὅταν μὲν ἐνταῦθα κατὰ τάξιν αὐτὰ ὑμῖν καταλέξωμεν, ὁπωσδήποτε παρακολουθεῖτε· ὅταν δὲ ἔξω διεσπαρμένως ὑμᾶς ἐρωτήσωμεν, ποῖα μὲν πρῶτα, ποῖα δὲ δεύτερα τῶν πραγμάτων τάττειν ἄξιον, καὶ τίνα μετὰ τίνα, οὐκ εἰδότες εἰπεῖν, καταγέλαστοι γίνεσθε. Ἦ οὐ πολλοῦ γέλωτος, εἰπέ μοι, ἀθανασίαν προσδοκῶντας, καὶ τὰ ἀγαθὰ, ἃ οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, περὶ τῶν ἐνταῦθα μενόντων φιλονεικεῖν, καὶ ζηλωτὰ αὐτὰ εἶναι νομίζειν; Εἰ γὰρ ἔτι ταῦτα χρείαν ἔχεις μανθάνειν, ὅτι οὐδὲν μέγα πλοῦτος, ὅτι σκιὰ τὰ παρόντα καὶ ὄναρ, ὅτι καπνοῦ δίκην διαλύεται καὶ ἀφίπταται· ἔξω τῶν ἀδύτων στῆθι τέως, ἐν τοῖς προπυλαίοις μένε· οὔπω γὰρ τῆς εἰσόδου τῆς πρὸς τὰ ἄνω βασίλεια ἄξιος γέγονας. Εἰ γὰρ τὴν φύσιν αὐτῶν διακρίνειν οὐκ οἶσθα τὴν ἄστατον καὶ διηνεκῶς ῥέουσαν, πότε αὐτῶν ὑπεριδεῖν δυνήσῃ; εἰ δὲ λέγεις εἰδέναι, παῦσαι πολυπραγμονῶν καὶ περιεργαζόμενος, τί δήποτε ὁ δεῖνα πλούσιος, καὶ ὁ δεῖνα πένης. Ταὐτὸν γὰρ ποιεῖς ταῦτα ἐρωτῶν, ὡσανεὶ περιιὼν ἐπυνθάνου, τί δήποτε ὁ δεῖνα λευκὸς καὶ ὁ δεῖνα μέλας, ἢ ὁ δεῖνα γρυπὸς καὶ ὁ δεῖνα σιμός. Ὥσπερ γὰρ οὐδὲν ταῦτα ἡμῖν διαφέρει, ἄν τε οὕτως, ἄν τε ἐκείνως ἔχῃ, οὕτως οὐδὲ τὸ πένεσθαι καὶ πλουτεῖν, καὶ πολλῷ μᾶλλον ἢ ἐκεῖνα· ἀλλὰ τὸ πᾶν παρὰ τὸν τῆς χρήσεως γίνεται τρόπον. Κἂν πένης ᾖς, δύνασαι μετὰ εὐθυμίας ζῇν φιλοσοφῶν· κἂν πλούσιος ᾖς, πάντων ἀθλιώτερος εἶ φεύγων ἀρετήν. Τὰ γὰρ διαφέροντα ἡμῖν ταῦτα, τὰ τῆς ἀρετῆς· κἂν ταῦτα μὴ προσῇ, τῶν ἄλλων οὐδὲν ὄφελος. ∆ιὰ τοῦτο καὶ αἱ πυκναὶ αὗται ἐρωτήσεις, ὅτι τὰ μὲν ἀδιάφορα διαφέρειν αὐτοῖς νομίζουσιν, οἱ πολλοὶ, τῶν δὲ διαφερόντων οὐδένα ποιοῦνται λόγον. Τὸ γὰρ διαφέρον ἡμῖν, ἀρετὴ καὶ φιλοσοφία. Ἐπεὶ οὖν ταύτης πόῤῥω που καὶ μακρὰν ἑστήκατε, διὰ τοῦτο θόρυβος τῶν λογισμῶν, διὰ τοῦτο τὰ πολλὰ κύματα, διὰ τοῦτο ἡ ζάλη. Ὅταν γὰρ τῆς ἄνω δόξης ἐκπέσωσι καὶ τοῦ τῶν οὐρανῶν ἔρωτος, τῆς παρούσης ἐφίενται, καὶ γίνονται δοῦλοι καὶ αἰχμάλωτοι. Καὶ πόθεν ταύτης ἐφιέμεθα, φησίν; Ἀπὸ τοῦ μὴ σφόδρα ἐκείνης ἐφίεσθαι. Αὐτὸ δὲ τοῦτο πόθεν συμβαίνει; Ἀπὸ ῥᾳθυμίας· ἡ δὲ ῥᾳθυμία πόθεν; Ἀπὸ καταφρονήσεως· ἡ δὲ κατα φρόνησις πόθεν; Ἐξ ἀνοίας καὶ τοῦ τοῖς παροῦσι προστετηκέναι, καὶ μὴ βούλεσθαι τῶν πραγμάτων ἐξετάζειν μετὰ ἀκριβείας τὴν φύσιν. Αὐτὸ δὲ τοῦτο πόθεν συμβαίνει πάλιν; Ἐκ τοῦ μήτε Γραφῶν ἀναγνώσει προσέχειν, μήτε ἀνδράσι συγγίνεσθαι ἁγίοις, καὶ τοὺς τῶν πονηρῶν συλλόγους διώκειν. Ἵν' οὖν μὴ ἀεὶ τοῦτο γίνηται, καὶ κύματα ἐκ κυμάτων ἡμᾶς δεχόμενα εἰς τὸ πέλαγος ἀπαγάγῃ τῶν κακῶν καὶ καταπνίξῃ καὶ ἀπολέσῃ πάντῃ, ἕως ἐστὶ καιρὸς, ἀνενέγκωμεν, καὶ ἐπὶ τῆς πέτρας στάντες, τῶν τοῦ Θεοῦ δογμάτων λέγω καὶ λόγων, κατίδωμεν τὸν σάλον τοῦ παρόντος βίου. Οὕτω γὰρ καὶ αὐτοὶ τοῦτον διαφευξόμεθα, καὶ ἑτέρους ναυαγοῦντας ἀνιμησάμενοι, τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.
ΟΜΙΛΙΑ Λʹ.
Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη ἔχει πολλὰ, πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα, ἕν ἐστι σῶμα· οὕτω καὶ ὁ Χριστός.
αʹ. Παραμυθησάμενος ἐκ τοῦ εἰπεῖν χάρισμα εἶναι τὸ διδόμενον, ἐκ τοῦ πάντα ἐξ ἑνὸς καὶ τοῦ αὐτοῦ Πνεύματος λαμβάνειν, ἐκ τοῦ πρὸς τὸ συμφέρον δίδοσθαι, ἐκ τοῦ διὰ τῶν ἐλαττόνων φανέρωσιν γίνεσθαι, καὶ μετὰ τούτων καὶ ἐπιστομίσας ἐκ τοῦ δεῖν παραχωρεῖν τῇ ἐξουσίᾳ τοῦ Πνεύματος· Πάντα γὰρ ταῦτα, φησὶν, ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται· διὸ οὐδὲ περιεργάζεσθαι θέμις· καὶ ἐξ ἑτέρου λοιπὸν αὐτοὺς παραμυθεῖται κοινοῦ παραδείγματος, καὶ ἐπὶ τὴν φύσιν αὐτὴν καταφεύγει, ὅπερ ἔθος αὐτῷ ποιεῖν. Καὶ γὰρ ἡνίκα περὶ τῆς κόμης διελέγετο τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν, μετὰ τὰ ἄλλα καὶ ἐντεῦθεν αὐτοὺς ἐπαίδευσε, λέγων· Ἦ οὐδὲ αὐτὴ ἡ φύσις ὑμᾶς διδάσκει, ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστι, γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῆς ἐστι; Καὶ ὅτε περὶ τῶν εἰδωλοθύτων ἔλεγεν, ἀπαγορεύων αὐτῶν ἅπτεσθαι, καὶ ἀπὸ τῶν ἔξωθεν παραδειγμάτων ἐπεχείρει τῷ λόγῳ, Ὀλυμπικῶν τε ἀγώνων μεμνημένος, καὶ λέγων, ὅτι Οἱ ἐν σταδίῳ τρέχοντες, πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον· καὶ ἀπὸ ποιμένων καὶ στρατιωτῶν καὶ γεωργῶν ταῦτα κατασκευάζων. ∆ιὸ δὴ καὶ ἐνταῦθα κοινὸν ὑπόδειγμα εἰς μέσον φέρει, δι' οὗ βιάζεται καὶ φιλονεικεῖ δεῖξαι οὐδένα ἠλαττωμένον, ὃ καὶ θαυμαστὸν ἦν καὶ παράδοξον δυνηθῆναι κατασκευάσαι, καὶ τοὺς ἀφελεστέρους ἱκανὸν ἀνακτήσασθαι, τὸ τοῦ σώματος λέγω. Τὸν γὰρ μικρόψυχον καὶ ἠλαττωμένον οὐδὲν οὕτω παραμυθεῖται καὶ πείθει μὴ ἀλγεῖν, ὡς τὸ μαθεῖν ὅτι οὐκ ἠλάττωται. ∆ιόπερ καὶ αὐτὸς κατασκευάζων αὐτὸ, οὕτω φησί· Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη ἔχει πολλά. Εἶδες σύνεσιν ἠκριβωμένην; Τὸ αὐτὸ καὶ ἓν, καὶ πολλὰ δείκνυσι. ∆ιὸ καὶ ἐπάγει, μειζόνως ἐπαγωνιζόμενος τῷ προκειμένῳ· Πάντα δὲ τὰ μέλη τοῦ σώματος τοῦ ἑνὸς πολλὰ ὄντα, ἕν ἐστι σῶμα. Οὐκ εἶπε, Πολλὰ ὄντα τοῦ ἑνός ἐστι σώματος, ἀλλ', Αὐτὸ τὸ ἓν σῶμα πολλά ἐστι, κἀκεῖνα τὰ πολλὰ μέλη τοῦτό ἐστι τὸ ἕν. Εἰ τοίνυν ἕν ἐστι τὰ πολλὰ, καὶ τὸ ἓν πολλὰ, ποῦ ἡ διαφορά; ποῦ τὸ ὑπερέχον; ποῦ τὸ ἔλαττον; Πάντα γὰρ, φησὶν, ἕν ἐστι, καὶ οὐχ ἁπλῶς ἓν, ἀλλὰ κατὰ τὸ κυριώτερον ἐξεταζόμενα, κατὰ τὸ, σῶμα εἶναι, πάντα εὑρίσκεται ἓν ὄντα. Ὅταν δὲ τὸ κατὰ μέρος, τότε ἡ διαφορὰ, καὶ ἡ διαφορὰ ἐν πᾶσιν ὁμοίως. Οὐδὲν γὰρ αὐτῶν καθ' ἑαυτὸ σῶμα δύναται ποιεῖν. ἀλλ' ὁμοίως ἕκαστον λείπεται εἰς τὸ ποιεῖν σῶμα, καὶ δεῖ τῆς συνόδου. Ὅταν γὰρ τὰ πολλὰ ἓν γίνηται, τότε ἐστὶν ἓν σῶμα. ∆ιὸ καὶ αὐτὸ τοῦτο αἰνιττόμενος, ἔλεγε· Πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα, ἕν ἐστι σῶμα. Καὶ οὐκ εἶπε, Τὰ ὑπερέχοντα καὶ τὰ ἐλάττονα, ἀλλὰ, Πολλὰ ὄντα, ὃ κοινὸν πᾶσίν ἐστιν. Καὶ πῶς δυνατὸν ἓν εἶναι; Ὅταν τὴν διαφορὰν ἐκβαλὼν τῶν μελῶν, τὸ σῶμα ἐξετάζῃς. Ὅπερ γάρ ἐστιν ὀφθαλμὸς, τοῦτο καὶ ποῦς, κατὰ τὸ, μέλος εἶναι καὶ σῶμα ποιεῖν· οὐδεμία γὰρ ἐνταῦθα διαφορά. Οὐδ' ἂν ἔχοις εἰπεῖν, ὅτι τὸ μὲν τῶν μελῶν ποιεῖ σῶμα καθ' ἑαυτὸ, τὸ δὲ οὐ ποιεῖ· πάντα γὰρ ἰσάζει ἐν τούτῳ, ἐπειδὴ καὶ πάντα ἕν ἐστι σῶμα. Εἰπὼν δὲ τοῦτο, καὶ ἀποδείξας σαφῶς ἀπὸ τῆς κοινῆς ἁπάντων ψήφου, ἐπήγαγεν· Οὕτω καὶ ὁ Χριστός. Καὶ δέον εἰπεῖν, Οὕτω καὶ ἡ Ἐκκλησία (τοῦτο γὰρ ἀκόλουθον ἦν), τοῦτο μὲν οὐ φησὶν, ἀντ' ἐκείνης δὲ τὸν Χριστὸν τίθησιν, εἰς ὕψος ἀνάγων τὸν λόγον, καὶ μειζόνως τὸν ἀκροατὴν ἐντρέπων. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὕτω καὶ τοῦ Χριστοῦ τὸ σῶμα, ὅπερ ἐστὶν ἡ Ἐκκλησία. Καθάπερ γὰρ καὶ σῶμα καὶ κεφαλὴ εἷς ἐστιν ἄνθρωπος, οὕτω τὴν Ἐκκλησίαν καὶ τὸν Χριστὸν ἓν ἔφησεν εἶναι. ∆ιὸ καὶ τὸν Χριστὸν ἀντὶ τῆς Ἐκκλησίας τέθεικε, τὸ σῶμα αὐτοῦ οὕτως ὀνομάζων. Ὥσπερ οὖν, φησὶν, ἕν τι ἐστὶ τὸ ἡμέτερον σῶμα, εἰ καὶ ἐκ πολλῶν σύγκειται· οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ ἕν τι πάντες ἐσμέν. Εἰ γὰρ καὶ ἐκ πολλῶν αὕτη σύγκειται μελῶν, ἀλλὰ τὰ πολλὰ ταῦτα ἓν γίνεται σῶμα. Ἀνακτησάμενος τοίνυν καὶ ἀναγαγὼν τὸν δοκοῦντα ἠλλαττῶσθαι ἀπὸ τοῦ κοινοῦ τούτου παραδείγματος, πάλιν τὴν κοινὴν συνήθειαν ἀφίησι, καὶ ἐφ' ἕτερον ἔρχεται κεφάλαιον πνευματικὸν μείζονα φέρον τὴν παράκλησιν, καὶ πολλῆς ἰσοτιμίας ὂν ἐνδεικτικόν. Ποῖον δὴ τοῦτο; Καὶ γὰρ ἐν ἑνὶ Πνεύματι, φησὶ, πάντες ἡμεῖς εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε δοῦλοι, εἴτε ἐλεύθεροι. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Τὸ κατασκευάσαν ἡμᾶς ἓν σῶμα γενέσθαι, καὶ ἀναγεννῆσαν ἡμᾶς, ἕν ἐστι Πνεῦμα· οὐ γὰρ ἐν ἄλλῳ μὲν οὗτος, ἐν ἄλλῳ δὲ ὁ ἕτερος ἐβαπτίσθη πνεύματι. Οὐ μόνον δὲ τὸ βαπτίσαν ἡμᾶς ἓν, ἀλλὰ καὶ εἰς ὃ ἐβάπτισεν, τουτέστιν, ἐφ' ᾧ ἐβάπτισεν, ἕν. Οὐ γὰρ ἵνα διάφορα γένηται σώματα, ἀλλ' ἵνα πάντες τὴν ἑνὸς σώματος ἀκρίβειαν πρὸς ἀλλήλους διασώζωμεν, ἐβαπτίσθημεν· τουτέστιν, ἵνα πάντες ἓν σῶμα ὦμεν, εἰς τοῦτο ἐβαπτίσθημεν.
βʹ. Ὥστε καὶ ὁ κατασκευάσας, εἷς, καὶ εἰς ὃ κατεσκεύασεν, ἕν. Καὶ οὐκ εἶπε, Τοῦ αὐτοῦ σώματος ἵνα γενώμεθα, ἀλλ', Ἵνα ἓν σῶμα πάντες· ἀεὶ γὰρ φιλονεικεῖ τὰς ἐμφαντικωτέρας λέξεις τιθέναι. Καὶ καλῶς εἶπε, Πάντες ἡμεῖς, καὶ ἑαυτὸν προστιθείς. Οὐδὲ γὰρ ἐγὼ ὁ ἀπόστολος σοῦ τι πλέον ἔχω κατὰ τοῦτο, φησί· καὶ γὰρ σὺ σῶμα εἶ καθάπερ ἐγὼ, καὶ ἐγὼ καθάπερ σὺ, καὶ τὴν αὐτὴν ἅπαντες ἔχομεν κεφαλὴν, καὶ τὰς αὐτὰς ἐλύσαμεν ὠδῖνας· διὸ καὶ τὸ αὐτὸ σῶμά ἐσμεν. Καὶ τί λέγω, φησὶν, Ἰουδαίους; τοὺς γὰρ τοσοῦτον ἀφεστηκότας ἡμῶν Ἕλληνας εἰς ἑνὸς σώματος ἀκρίβειαν ἤγαγε. ∆ιὸ εἰπὼν, Ἡμεῖς πάντες, οὐκ ἔστη μέχρι τούτου, ἀλλ' ἐπήγαγεν· Εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε δοῦλοι, εἴτε ἐλεύθεροι. Εἰ δὲ πρὸ τούτου τοσοῦτον ἀφεστηκότες ἡνώθημεν καὶ ἐγενόμεθα ἓν, πολλῷ μᾶλλον μετὰ τὸ γενέσθαι ἓν, οὐκ ἂν εἴημεν δίκαιοι λυπεῖσθαι καὶ ἀθυμεῖν· οὐδὲ γὰρ ἔχει χώραν ἡ διαφορά. Εἰ γὰρ Ἕλληνας καὶ Ἰουδαίους τῶν αὐτῶν ἠξίωσε, καὶ δούλους καὶ ἐλευθέρους, πῶς μετὰ τὸ ἀξιῶσαι διίστησιν, ὅτε πλείονα ἐκ τῆς τῶν χαρισμάτων χορηγίας τῆς ἑνώσεως τὴν ἀκρίβειαν ἐχαρίσατο; Καὶ πάντες εἰς ἓν Πνεῦμα ἐποτίσθημεν. Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος, ἀλλὰ πολλά. Τουτέστι, πρὸς τὴν αὐτὴν ἤλθομεν μυσταγωγίαν, τῆς αὐτῆς ἀπολαύομεν τραπέζης. Καὶ διὰ τί μὴ εἶπε, Τὸ αὐτὸ σῶμα τρεφόμεθα, καὶ τὸ αὐτὸ αἷμα πίνομεν; Ὅτι Πνεῦμα εἰπὼν, ἀμφότερα ἐδήλωσε καὶ τὸ αἷμα καὶ τὴν σάρκα· δι' ἀμφοτέρων γὰρ ἓν πνεῦμα ποτιζόμεθα. Ἐμοὶ δὲ δοκεῖ νῦν ἐκείνην λέγειν τοῦ Πνεύματος τὴν ἐπιφοίτησιν, τὴν ἀπὸ τοῦ βαπτίσματος καὶ πρὸ τῶν μυστηρίων ἐγγινομένην ἡμῖν. Ἐποτίσθημεν δὲ εἶπεν, ἐπειδὴ ἡ μεταφορὰ τῆς λέξεως σφόδρα ἁρμόδιος αὐτῷ πρὸς τὴν προκειμένην ὑπόθεσιν· ὡς ἂν εἰ ἐπὶ φυτῶν καὶ παραδείσου ἔλεγεν, ὅτι Ἀπὸ τῆς αὐτῆς πηγῆς πάντα τὰ δένδρα ἄρδεται, ὅτι ἀπὸ τοῦ αὐτοῦ ὕδατος· οὕτω δὴ καὶ ἐνταῦθα, Τὸ αὐτὸ Πνεῦμα ἐπίομεν ἅπαντες, τῆς αὐτῆς ἀπελαύσαμεν χάριτος, φησίν. Εἰ τοίνυν καὶ ἓν Πνεῦμα ἡμᾶς κατεσκεύασε, καὶ εἰς ἓν σῶμα ἅπαντας ἡμᾶς συνήγαγε· τοῦτο γάρ ἐστιν, Εἰς ἓν σῶμα ἐβαπτίσθημεν· καὶ μίαν τράπεζαν ἐχαρίσατο, καὶ τὴν αὐτὴν ἀρδείαν ἅπασιν ἔδωκε· τοῦτο γάρ ἐστιν, Εἰς ἓν Πνεῦμα ἐποτίσθημεν· καὶ τοσοῦτον διεστῶτας ἥνωσε, καὶ τὰ πολλὰ τότε γίνεται σῶμα, ὅταν γένηται ἕν· τί μοι τὴν διαφορὰν ἄνω καὶ κάτω στρέφεις; Εἰ δὲ λέγεις, ὅτι Πολλά ἐστι τὰ μέλη καὶ διάφορα, μάθε ὅτι αὐτὸ μὲν οὖν τοῦτό ἐστι τὸ θαυμαστὸν, καὶ τοῦ σώματος τὸ ἐξαίρετον, ὅταν τὰ πολλὰ καὶ διάφορα ἓν ποιῇ· εἰ δὲ μὴ ἦν πολλὰ, οὐχ οὕτω θαυμαστὸν ἦν καὶ παράδοξον τὸ, ἓν εἶναι σῶμα· μᾶλλον δὲ οὐδ' ἂν ἦν σῶμα. Ἀλλὰ τοῦτο μὲν ὕστερον τίθησι· τέως δὲ ἐπ' αὐτὰ τὰ μέλη χωρεῖ, λέγων οὕτως· Ἐὰν εἴπῃ ὁ ποῦς, ὅτι Οὐκ εἰμὶ χεὶρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; Καὶ ἐὰν εἴπῃ τὸ οὖς, ὅτι Οὐκ εἰμὶ ὀφθαλμὸς, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; Εἰ γὰρ τὸ μὲν ἠλαττῶσθαι, τὸν δὲ ὑπερέχειν, οὐκ ἀφίησιν εἶναι ἐκ τοῦ σώματος, τὸ πᾶν ἀνῄρηται. Μὴ τοίνυν εἴπῃς, ὅτι Οὐκ εἰμὶ σῶμα, ἐπειδὴ ἐλάττων εἰμί· καὶ γὰρ ὁ ποῦς τὴν ἐλάττονα τάξιν ἔχει, ἀλλὰ τοῦ σώματός ἐστι. Τὸ γὰρ ἐκ τοῦ σώματος εἶναι καὶ μὴ εἶναι, οὐκ ἀπὸ τοῦ τὸν μὲν ἐν τῷδε τῷ τόπῳ, τὸν δὲ ἐν τῷδε κεῖσθαι· τοῦτο γὰρ τόπου ποιεῖ διαφοράν· ἀλλ' ἀπὸ τοῦ συνῆφθαι ἢ ἀπέχεσθαι· τὸ γὰρ εἶναι ἢ μὴ εἶναι σῶμα, ἐκ τοῦ ἡνῶσθαι ἢ μὴ ἡνῶσθαι γίνεται. Σὺ δέ μοι σκόπει τὴν σύνεσιν, πῶς αὐτῶν τὰ ῥήματα τοῖς μέλεσι περιτίθησι τοῖς ἡμετέροις. Ὥσπερ γὰρ ἀνωτέρω ἔλεγε, Ταῦτα μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλῶ, οὕτω δὴ καὶ ἐνταῦθα, ὥστε ἀνεπαχθῆ ποιῆσαι τὸν λόγον καὶ εὐπαράδεκτον, τὰ μέλη εἰσάγει φθεγγόμενα· ἵν', ὅταν ἀκούσωσι τῆς φύσεως αὐτοῖς ἀποκρινομένης, ἀπὸ τῆς πείρας αὐτῆς ἐλεγχόμενοι καὶ τῆς κοινῆς ψήφου, μηδὲν λοιπὸν ἀντιλέγειν ἔχωσι. Κἂν γὰρ λέγητε, φησὶ, τοῦτο αὐτὸ, κἂν γογγύζητε, οὐ δύνασθε ἐκτὸς εἶναι τοῦ σώματος. Ὥσπερ γὰρ ὁ τῆς φύσεως νόμος, οὕτω καὶ πολλῷ πλέον ἡ τῆς χάριτος δύναμις φυλάττει πάντα καὶ διατηρεῖ. Καὶ ὅρα πῶς ἐφύλαξε τὸ ἀπέριττον, οὐκ ἐπὶ πάντων τῶν μελῶν τὸν λόγον γυμνάζων, ἀλλ' ἐπὶ δύο μόνων, καὶ τούτων τῶν ἄκρων. Καὶ γὰρ τὸ πάντων τιμιώτερον τέθεικε, τὸν ὀφθαλμὸν, καὶ τὸ πάντων εὐτελέστερον, τοὺς πόδας. Καὶ οὐ ποιεῖ τὸν πόδα τῷ ὀφθαλμῷ διαλεγόμενον, ἀλλὰ τῇ ὀλίγον ἀναβεβηκυίᾳ χειρὶ, τὴν δὲ ἀκοὴν τοῖς ὀφθαλμοῖς. Ἐπειδὴ γὰρ οὐ τοῖς σφόδρα ὑπερέχουσιν, ἀλλὰ τοῖς ὀλίγον ἀναβεβηκόσι φθονεῖν, εἰώθαμεν, διὰ τοῦτο καὶ αὐτὸς οὕτω ποιεῖται τὴν σύγκρισιν. Εἰ ὅλον τὸ σῶμα ὀφθαλμὸς, ποῦ ἡ ἀκοή; εἰ ὅλον ἀκοὴ, ποῦ ἡ ὄσφρησις; Ἐπειδὴ γὰρ εἰς τὴν τῶν μελῶν ἐμπεσὼν διαφορὰν, καὶ εἰπὼν πόδας καὶ χεῖρας καὶ ὀφθαλμοὺς καὶ ὦτα, εἰς ἔννοιαν αὐτοὺς τῆς ἐλαττώσεως καὶ τῆς ὑπεροχῆς ἤγαγεν· ὅρα πῶς πάλιν αὐτοὺς παραμυθεῖται, δεικνὺς ὅτι οὕτω συμφέρον ἦν, καὶ τὸ πολλοὺς εἶναι καὶ διαφόρους, τοῦτο μάλιστα ποιεῖ σῶμα εἶναι. Εἰ δὲ ἓν ἦσαν οἱ πάντες, οὐκ ἦσαν σῶμα· διό φησιν, Εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; Ἀλλὰ τοῦτο μὲν ὕστερον λέγει· ἐνταῦθα δέ τι καὶ πλέον δείκνυσιν, ὅτι οὐ μόνον σῶμα εἶναι οὐκ ἐγχωρεῖ, ἀλλ' οὐδὲ εἶναι τοὺς λοιπούς. Εἰ ὅλον γὰρ ἦν ἀκοὴ, ποῦ ἡ ὄσφρησις; φησίν.
γʹ. Εἶτα ἐπειδὴ ἔτι καὶ οὕτως ἐθορυβοῦντο· ὅπερ ἀνωτέρω ἐποίησε, καὶ νῦν τοῦτο ποιεῖ. Ὥσπερ γὰρ ἐκεῖ διὰ τοῦ συμφέροντος παρακαλέσας, ὕστερον καὶ ἐπεστόμισε σφοδρῶς, εἰπών· Ταῦτα δὲ πάντα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται· οὕτω καὶ ἐνταῦθα λογισμοὺς θεὶς, καθ' οὓς ἔδειξε συμφέρον ὂν οὕτω γενέσθαι πάντα, πάλιν ἐπὶ τὴν τοῦ Θεοῦ βουλὴν ἀνάγει τὸ πᾶν λέγων· Νυνὶ δὲ ὁ Θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι καθὼς ἠθέλησεν. Ὥσπερ περὶ τοῦ Πνεύματος εἶπε, Καθὼς βούλεται, οὕτω καὶ ἐνταῦθα, Καθὼς ἠθέλησε. Μὴ τοίνυν ἐξέταζε λοιπὸν τὴν αἰτίαν, διὰ τί οὕτω, καὶ διὰ τί οὐχ οὕτω. Κἂν γὰρ μυρίους λόγους ἔχωμεν εἰπεῖν, οὐχ οὕτω δυνησόμεθα δεῖξαι ὅτι καλῶς, ὡς ὅταν εἴπωμεν, ὅτι ὡς ὁ ἀριστοτέχνης ἠθέλησεν, οὕτω γέγονεν· ὡς γὰρ συμφέρον ἐστὶν, οὕτω βούλεται. Εἰ δὲ ἐν τῷ σώματι τούτῳ οὐ περιεργαζόμεθα τὰ μέλη, πολλῷ μᾶλλον ἐν τῇ Ἐκκλησίᾳ. Καὶ ὅρα αὐτοῦ τὴν σύνεσιν· οὐ γὰρ τὴν ἀπὸ τῆς φύσεως τίθησι διαφορὰν, οὐδὲ τὴν ἀπὸ τῆς ἐνεργείας, ἀλλὰ τὴν ἀπὸ τῆς θέσεως τῶν τόπων. Νυνὶ γὰρ, φησὶν, ὁ Θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι, καθὼς ἠθέλησε. Καὶ καλῶς εἶπεν, Ἕκαστον, ἐπὶ πάντων τὸ λυσιτελὲς ἐνδεικνύμενος. Οὐ γὰρ ἂν ἔχοις εἰπεῖν, ὅτι τοῦτο μὲν αὐτὸς ἔταξεν, ἐκεῖνο δὲ οὐχί· ἀλλὰ ἕκαστον κατὰ τὸ θέλημα αὐτοῦ, οὕτω κεῖται. Ὥστε καὶ τῷ ποδὶ συμφέρει τὸ οὕτω τετάχθαι, οὐχὶ τῇ κεφαλῇ μόνον· κἂν ἀνταλλάξῃ τὴν τάξιν, καὶ τὴν οἰκείαν χώραν ἀφεὶς, ἐφ' ἑτέραν ἔλθῃ, κἂν ἐπὶ μείζονα δοκῇ ἐληλυθέναι, τὸ πᾶν ἀπώλεσε καὶ διέφθειρε· τῆς τε γὰρ οἰκείας ἐκπίπτει, καὶ τῆς ἑτέρας οὐκ ἐπιτυγχάνει. Εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; Νυνὶ δὲ πολλὰ μὲν μέλη, ἓν δὲ σῶμα. Ἐπιστομίσας γὰρ αὐτοὺς ἱκανῶς ἀπὸ τῆς τοῦ Θεοῦ διατάξεως, πάλιν λογισμοὺς τίθησι· καὶ οὔτε τοῦτο ἀεὶ ποιεῖ οὔτε, ἐκεῖνο, ἀλλ' ἐναλλάττων ποικίλλει τὸν λόγον. Ὅ τε γὰρ ἐπιστομίζων μόνον, τὸν ἀκροατὴν, θορυβεῖ ὅ τε δὲ ἐθίζων αὐτὸν πάντων αἰτίας ἀπαιτεῖν, εἰς τὸν τῆς πίστεως αὐτὸν παραβλάπτει λόγον. ∆ιὰ δὴ τοῦτο κἀκεῖνο συνεχῶς ὁ Παῦλος ποιεῖ, ἵνα καὶ πιστεύσωσι καὶ μὴ θορυβῶνται· καὶ μετὰ τὸ ἐπιστομίσαι πάλιν καὶ λόγον παρέχει. Καὶ σκόπει τὴν φιλονεικίαν, καὶ τὴν περιουσίαν τῆς νίκης. Ἀφ' ὧν γὰρ ἐνόμιζον οὐκ εἶναι ἰσότιμοι τῷ πολλὴν ἐν αὐτοῖς εἶναι τὴν διαφορὰν, ἀπὸ τούτων δείκνυσιν, ὅτι δι' αὐτὸ μὲν οὖν τοῦτο ἰσότιμοι. Πῶς; ἐγὼ λέγω. Εἰ ἦν τὰ πάντα, φησὶν, ἓν μέλος, ποῦ τὸ σῶμα; Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Εἰ μὴ ἦν ἐν ὑμῖν πολλὴ ἡ διαφορὰ, οὐκ ἂν ἦτε σῶμα· σῶμα δὲ οὐκ ὄντες, οὐκ ἂν ἦτε ἕν· ἓν δὲ οὐκ ὄντες, οὐκ ἂν ἦτε ἰσότιμοι. Ὥστε οὖν εἰ πάντες ἰσότιμοι ἦτε, οὐκ ἂν ἦτε σῶμα· οὐκ ὄντες δὲ σῶμα, οὐκ ἂν ἦτε ἕν· οὐκ ὄντες δὲ ἓν, πῶς ἂν ἦτε ἰσότιμοι; Νῦν μέντοι, ἐπειδὴ οὐκ ἐστὲ πάντες ἕν τι χάρισμα ἔχοντες, διὰ τοῦτο σῶμά ἐστε· σῶμα δὲ ὄντες, πάντες ἐστὲ ἓν, καὶ οὐδὲν ἀλλήλων διαφέρετε κατὰ τὸ σῶμα εἶναι. Ὥστε ἡ διαφορὰ αὕτη μάλιστά ἐστιν ἡ ποιοῦσα τὴν ἰσοτιμίαν· διὸ καὶ ἐπήγαγε, Νῦν δὲ πολλὰ μὲν μέλη, ἓν δὲ σῶμα. Ταῦτ' οὖν ἐννοοῦντες καὶ ἡμεῖς πᾶσαν βασκανίαν ἐκβάλωμεν, καὶ μήτε τοῖς μείζονα χαρίσματα ἔχουσι φθονῶμεν, μήτε καταφρονῶμεν τῶν τὰ ἐλάττονα κεκτημένων· οὕτω γὰρ ὁ Θεὸς ἠθέλησε. Μὴ τοίνυν ἀντιτασσώμεθα. Εἰ δὲ ἔτι θορυβῇ, ἐννόησον ὅτι τὸ σὸν ἔργον οὐ δύναται ἐκεῖνος πολλάκις ἀνύειν. Ὥστε κἂν ἐλάττων ᾖς, τούτῳ πλεονεκτεῖς· κἂν μείζων ἐκεῖνος ᾖ, ἐλαττοῦται ἐν τούτῳ, καὶ οὕτως ἰσότης γίνεται. Καὶ γὰρ καὶ ἐν τῷ σώματι καὶ τὰ μικρὰ οὐ μικρὰ δοκεῖ συντελεῖν, ἀλλὰ καὶ τοῖς μεγάλοις λυμαίνεται πολλάκις, ὅταν ἀποστῇ Τί γὰρ τριχῶν εὐτελέστερον ἐν τῷ σώματι; ἀλλὰ τὰς εὐτελεῖς ταύτας ἂν ἀνέλῃς ἀπὸ τῶν ὀφρύων καὶ τῶν βλεφάρων, ὅλην ἠφάνισας τῆς ὄψεως τὴν ὥραν, καὶ ὀφθαλμὸς οὐκέτι ὁμοίως φανεῖται καλός· καίτοι γε περὶ τὸ τυχόν ἐστιν ἡ ζημία, ἀλλ' ὅμως καὶ οὕτω πᾶσα διεφθάρη ἡ εὐμορφία· οὐκ εὐμορφία δὲ μόνον, ἀλλὰ καὶ πολὺ τῆς χρείας τῶν ὀφθαλμῶν. Τῶν γὰρ μελῶν ἡμῶν ἕκαστον καὶ ἰδίαν ἐνέργειαν ἔχει καὶ κοινὴν, καὶ κάλλος ὁμοίως καὶ ἴδιον καὶ κοινόν ἐστιν ἐν ἡμῖν· καὶ δοκεῖ μὲν διῃρῆσθαι ταῦτα, συμπέ πλεκται δὲ ἀκριβῶς, καὶ θατέρου διαφθαρέντος καὶ τὸ ἕτερον συναπόλλυται. Σκόπει δέ· ἔστωσαν ὀφθαλμοὶ λάμποντες, καὶ παρειὰ μειδιῶσα, καὶ χεῖλος ἐρυθρὸν, καὶ ῥὶς εὐθεῖα, καὶ ὀφρὺς ἐκτεταμένη· ἀλλ' ὅμως κἂν τὸ τυχὸν ἐκ τούτων λυμήνῃ, τῷ κοινῷ πάντων ἐλυμήνω κάλλει, καὶ πάντα κατηφείας μεστὰ, καὶ πάντα αἰσχρὰ φανεῖται τὰ πρὸ τούτου καλά. Ἂν γὰρ τὸ ἄκρον μόνον τῆς ῥινὸς συντρίψῃς, πάντων πολλὴν κατέχεας τὴν ἀμορφίαν, καίτοι γε ἑνὸς μέλους ἐστὶν ἡ πήρωσις· καὶ ἐπὶ χειρὸς ὁμοίως, ἂν ἑνὸς δακτύλου τὸν ὄνυχα ἐξέλῃς, τὸ αὐτὸ γινόμενον ὄψει.
δʹ. Εἰ δὲ καὶ ἐπὶ ἐνεργείας βουληθείης τὸ αὐτὸ συμβαῖνον ἰδεῖν, ἄνελε δάκτυλον ἕνα, καὶ τοὺς λοιποὺς ἀργοτέρους ὄψει, καὶ οὐκέτι τὰ αὐτῶν ποιοῦντας ὁμοίως. Ἐπεὶ οὖν κοινὸν αἶσχος ἡ τοῦ μέλους ζημία, καὶ κοινὸν κάλλος ἡ σωτηρία, μὴ ἐπαιρώμεθα μηδὲ ἐπεμβαίνωμεν τοῖς πλησίον. ∆ιὰ γὰρ ἐκεῖνο τὸ μικρὸν μέλος καὶ τὸ μέγα ἐστὶ καλὸν καὶ ὡραῖον, καὶ διὰ τῶν βλεφαρίδων ὀφθαλμὸς καλλωπίζεται. Ὥστε ἑαυτῷ πολεμεῖ ὁ τῷ ἀδελφῷ πολεμῶν· οὐ γὰρ μέχρις ἐκείνου τὰ τῆς βλάβης, ἀλλὰ καὶ αὐτὸς οὐ μικρὰν ὑποστήσεται ζημίαν. Ἵν' οὖν μὴ τοῦτο γίνηται, ὡς ἑαυτῶν, οὕτω καὶ τῶν πλησίον φροντίζωμεν, καὶ ταύτην τὴν εἰκόνα τοῦ σώματος καὶ νῦν ἐπὶ τὴν Ἐκκλησίαν μεταγάγωμεν, καὶ προνοῶμεν ἁπάντων ὡς μελῶν οἰκείων. Καὶ γὰρ καὶ ἐν τῇ Ἐκκλησίᾳ μέλη πολλὰ καὶ διάφορα· καὶ τὰ μὲν τιμιώτερα, τὰ δὲ καταδεέστερα· οἷόν εἰσι παρθένων χοροὶ, εἰσὶ χηρῶν σύλλογοι, εἰσὶ τῶν ἐν γάμῳ σώφρονι λαμπόντων φρατρίαι, καὶ πολλοὶ τῆς ἀρετῆς οἱ βαθμοί. Καὶ ἐπὶ τῆς ἐλεημοσύνης πάλιν ὁμοίως· ὁ μὲν γὰρ τὰ πάντα ἐκένωσεν, οἱ δὲ τῆς αὐταρκείας ἐπιμελοῦνται μόνης, καὶ πλέον τῆς χρείας οὐδὲν ζητοῦσιν, οἱ δὲ ἐκ τοῦ περισσεύματος ἔδωκαν· ἀλλ' ὅμως οὗτοι πάντες ἀλλήλους κοσμοῦσι, κἂν ἐξουθενήσῃ τὸν ἐλάττονα ὁ μείζων, ἑαυτὸν τὰ μέγιστα ἔβλαψεν. Ἥ τε γὰρ παρθένος ἂν ὑβρίσῃ τὴν ἔγγαμον, οὐ μικρὸν ὑπετέμετο τοῦ μισθοῦ· ὅ τε τὰ πάντα κενώσας, ἂν ὀνειδίσῃ τῷ μὴ τοῦτο πεποιηκότι, πολὺ τῶν αὐτοῦ πόνων ἐκένωσε. Καὶ τί λέγω παρθένους καὶ χήρας καὶ ἀκτήμονας ἄνδρας; Τί γὰρ τῶν προσαιτούντων εὐτελέστερον; ἀλλ' ὅμως καὶ οὗτοι χρείαν πληροῦσι μεγίστην ἐν Ἐκκλησίᾳ, προσηλωμένοι ταῖς θύραις τοῦ ναοῦ, καὶ κόσμον παρέχοντες μέγιστον, καὶ τούτων ἄνευ οὐκ ἂν ἀπαρτισθείη τὸ πλήρωμα τῆς Ἐκκλησίας. Ὅπερ οὖν καὶ οἱ ἀπόστολοι συνιδόντες ἐξαρχῆς ἐνομοθέτησαν, ὥσπερ τὰ ἄλλα πάντα, οὕτω καὶ τὸ χήρας εἶναι· καὶ τοσαύτην ἐποιήσαντο περὶ τὸ πρᾶγμα σπουδὴν, ὡς καὶ διακόνους αὐταῖς ἐπιστῆσαι ἑπτά. Ὥσπερ γὰρ ἐπισκόπους καὶ πρεσβυτέρους καὶ διακόνους καὶ παρθένους καὶ ἐγκρατευομένους ἀριθμῷ, τὰ μέλη τῆς Ἐκκλησίας καταλέγων, οὕτω καὶ χήρας. Οὐδὲ γὰρ τὴν τυχοῦσαν χρείαν αὗται πληροῦσι. Σὺ μὲν γὰρ ὅτε βούλει, παραγέγονας· αὗται δὲ καὶ ἡμέραν καὶ νύκτα ψάλλουσι καὶ πάρεισιν, οὐ τῆς ἐλεημοσύνης ἕνεκεν μόνης τοῦτο ποιοῦσαι· ἐπεὶ, εἰ τοῦτο ἐβούλοντο, ἐξῆν κατὰ τὴν ἀγορὰν βαδίζειν, καὶ ἐν τοῖς στενωποῖς προσαιτεῖν· ἀλλ' ἔχουσί τι καὶ εὐλαβείας οὐ μικρόν. Ὅρα γοῦν ἐν ὅσῃ καμίνῳ πενίας εἰσί. Καὶ βλασφημουσῶν οὐκ ἄν ποτε αὐτῶν ἀκούσῃς, οὐδὲ ἀποδυσπετουσῶν, ἅπερ πολλαὶ τῶν πλουτούντων ποιοῦσιν. Καὶ αἱ μὲν αὐτῶν πεινῶσαι ἐκοιμήθησαν πολλάκις, αἱ δὲ καὶ διηνεκῶς ὑπὸ τοῦ κρυμοῦ πηγνύμεναι διατελοῦσι, καὶ ὅμως ἐν εὐχαριστίᾳ καὶ δοξολογίᾳ διάγουσι. Κἂν ὀβολὸν δῷς, εὐχαριστοῦσι καὶ ἐπεύχονται μυρία τῷ δεδωκότι· κἂν μηδὲν δῷς, οὐ δυσχεραίνουσιν, ἀλλὰ καὶ οὕτως εὐλογοῦσι καὶ ἀγαπῶσι, τῆς ἐφημέρου τροφῆς ἀπολαύουσαι. Κἂν γὰρ μὴ βούλωνται, φησὶν, ἀνάγκη φέρειν αὐτάς. ∆ιὰ τί; εἰπέ μοι· τίνος ἕνεκεν τὸ πικρὸν τοῦτο ἐφθέγξω ῥῆμα; οὐκ εἰσὶ τέχναι αἰσχραὶ, καὶ τοῖς γεγηρακόσι κέρδος ἔχουσαι καὶ ταῖς γεγηρακυίαις; οὐκ ἠδύναντο, εἴπερ βούλοιτο τοῦ ζῇν ἐπιεικῶς ἀμελεῖν, κἀκεῖθεν μετὰ πολλῆς ἀποτρέφεσθαι τῆς περιουσίας; οὐχ ὁρᾷς πόσοι τῶν ἐν ταύτῃ τῇ ἡλικίᾳ μαστροποὶ καὶ προαγωγοὶ γινόμενοι, καὶ ἕτερα τοιαῦτα ἄττα διακονούμενοι, καὶ τρέφονται καὶ τρυφῶσιν; Ἀλλ' οὐχ οὗτοι, ἀλλ' αἱροῦνται λιμῷ διαφθείρεσθαι μᾶλλον, ἢ καταισχῦναι τὴν ἑαυτῶν ζωὴν καὶ προδοῦναι τὴν σωτηρίαν· καὶ κάθηνται δι' ἡμέρας ὅλης φάρμακόν σοι κατασκευάζοντες σωτηρίας. Οὐ γὰρ οὕτως ἰατρὸς, χεῖρα ἐκτείνων καὶ σιδήριον ἐπάγων, ἐκτέμνει τὰ σεσηπότα τῶν τραυμάτων, ὡς πένης, δεξιὰν ἐκτείνων καὶ ἐλεημοσύνην λαμβάνων, περιαιρεῖ τῶν τραυμάτων τοὺς μώλωπας. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι χωρὶς ἀλγηδόνος καὶ ὀδύνης τὴν καλὴν ταύτην ἐργάζονται ἰατρείαν. Καὶ ἡμῶν τῶν τοῦ λαοῦ προκαθημένων καὶ παραινούντων ὑμῖν τὰ συμφέροντα οὐκ ἔλαττον ἐκεῖνος διαλέγεται ὁ πρὸ τῶν θυρῶν τῆς ἐκκλησίας καθήμενος διὰ τῆς σιγῆς καὶ τῆς ὄψεως. Καὶ γὰρ ἡμεῖς ταῦτα καθ' ἑκάστην ὑμῖν ἐνηχοῦμεν τὴν ἡμέραν, λέγοντες· Μὴ μέγα φρόνει, ὦ ἄνθρωπε, ὀξύῤῥοπον καὶ εὐμετάπτωτον τῶν ἀνθρώπων ἡ φύσις, ἡ νεότης πρὸς γῆρας ἐπείγεται, τὸ κάλλος πρὸς ἀμορφίαν, ἡ ἰσχὺς πρὸς ἀσθένειαν, ἡ τιμὴ πρὸς καταφρόνησιν, ἡ ὑγιεία πρὸς ἀῤῥωστίαν μεταπίπτει, ἡ δόξα πρὸς εὐτέλειαν, ὁ πλοῦτος πρὸς πενίαν· ῥεύματι σφοδρῷ τὰ ἡμέτερα ἔοικεν οὐδαμοῦ ἵστασθαι βουλομένῳ, ἀλλ' ἐπειγομένῳ πρὸς τὸ κάταντες.
εʹ. Τὰ αὐτὰ καὶ ἐκεῖνοι, καὶ πλείονα τούτων διὰ τῆς ὄψεως συμβουλεύουσι, καὶ διὰ τῆς πείρας αὐτῆς, ἥτις καὶ σαφεστέρα ἐστὶ παραίνεσις. Πόσοι γοῦν τῶν ἔξω καθημένων νῦν ἤκμασαν ἐν νεότητι, καὶ μεγάλα εἰργάσαντο; πόσοι τῶν εἰδεχθῶν τούτων καὶ ἐπὶ τῇ τοῦ σώματος ἰσχύι καὶ τῇ τῆς ὄψεως ὥρᾳ πολλοὺς παρήλασαν; Ἀλλὰ μὴ ἀπιστεῖτε, μηδὲ χλευάζετε· καὶ γὰρ μυρίων γέμει τοιούτων ὑποδειγμάτων ὁ βίος. Εἰ γὰρ βασιλεῖς ἐξ εὐτελῶν καὶ ταπεινῶν πολλοὶ πολλάκις ἐγένοντο, τί θαυμαστὸν, καὶ ἐκ μεγάλων καὶ ἐνδόξων ταπεινοὶ καὶ εὐτελεῖς κατέστησαν; καὶ γὰρ τὸ πολλῷ παραδοξώτερον ἐκεῖνό ἐστι· τοῦτο δὲ τῶν ἀεὶ συμβαινόντων. Ὥστε οὐ χρὴ διαπιστεῖν, εἴ τινες τούτων καὶ ἐν τέχναις καὶ ἐν στρατείαις ἤνθησαν καὶ ἐν χρημάτων περιουσίαις, ἀλλὰ καὶ ἐλεεῖν αὐτοὺς μετὰ πολλῆς τῆς συμπαθείας, καὶ ὑπὲρ ἑαυτῶν δεδοικέναι,
μή ποτε καὶ αὐτοὶ τὰ αὐτὰ πάθωμεν. Καὶ γὰρ καὶ ἡμεῖς ἄνθρωποι, καὶ ὑπὸ τὴν ὀξύῤῥοπον ταύτην κείμεθα μεταβολήν. Ἀλλ' ἴσως τῶν ἀγνωμόνων τις καὶ σκώπτειν εἰωθότων καὶ ἐπισκήψει τοῖς εἰρημένοις, καὶ κωμῳδήσει πάντως ἡμᾶς λέγων· Μέχρι τίνος οὐ παύσῃ πένητας ἀεὶ καὶ πτωχοὺς ἐν τοῖς λόγοις εἰσ άγων, καὶ συμφορὰς ἡμῖν προφητεύων, καὶ πενίαν προαναφωνῶν, καὶ πτωχοὺς ποιῆσαι σπουδάζων; Οὐ πτωχοὺς ὑμᾶς σπουδάζων ποιῆσαι, ἄνθρωπε, ταῦτα λέγω, ἀλλὰ τοῦ οὐρανοῦ τὸν πλοῦτον ὑμῖν ἀν- οῖξαι σπεύδων. Ἐπεὶ καὶ πρὸς τὸν ὑγιαίνοντα ὁ τῶν ἀῤῥωστούντων μεμνημένος καὶ τὰς ἐκείνων διηγού- μενος ὀδύνας, οὐχ ἵνα ἐπίνοσον ποιήσῃ, λέγει, ἀλλ' ἵνα ἐπὶ τῆς ὑγιείας διατηρήσῃ, τῷ φόβῳ τῶν ἐκείνοις συμβαινόντων τὴν τούτου ῥᾳθυμίαν ἐκκόπτων. Φοβε- ρὸν ὑμῖν ἡ πενία εἶναι δοκεῖ, καὶ φρικτὸν καὶ μέχρι προσηγορίας αὐτῆς. ∆ιὰ γὰρ τοῦτο πένητές ἐσμεν, ὅτι πενίαν δεδοίκαμεν, κἂν μύρια ἔχωμεν τάλαντα. Οὐ γὰρ ὁ μηδὲν ἔχων, πένης, ἀλλ' ὁ πενίαν φρίττων· ἐπεὶ καὶ ἐν ταῖς συμφοραῖς οὐ τοὺς τὰ μεγάλα πά σχοντας κακὰ δακρύομεν καὶ ἀθλίους ἡγούμεθα, ἀλλὰ τοὺς οὐκ εἰδότας αὐτὰ φέρειν, κἂν μικρὰ τύχῃ ὄντα· ὡς ὅ γε φέρειν εἰδὼς καὶ ἐπαίνων ἄξιος καὶ στεφά νων. Καὶ ὅτι τοῦτο τοῦτον ἔχει τὸν τρόπον, ἐν τοῖς ἀγῶσι τίνας ἐπαινοῦμεν; τοὺς πολλὰ τυπτομένους καὶ μὴ ἀλγοῦντας, ἀλλ' ὑψηλὸν τὸν αὐχένα ἔχοντας, ἢ τοὺς ἀπὸ τῶν πρώτων φεύγοντας πληγῶν; οὐχὶ ἐκείνους μὲν καὶ στεφανοῦμεν, ὡς ἀνδρείους καὶ γεν- ναίους, τούτους δὲ καὶ γελῶμεν, ὡς ἀνάνδρους καὶ δειλούς; Οὕτω τοίνυν καὶ ἐπὶ τῶν τοῦ βίου πραγμά- των ποιῶμεν· τὸν μὲν εὐκόλως ἅπαντα φέροντα στε φανώσωμεν, καθάπερ ἐκεῖνον τὸν γενναῖον παγκρα- τιαστήν· τοῦτον δὲ δακρύσωμεν τὸν δεδοικότα καὶ τρέ- μοντα τὰ δεινὰ, καὶ πρὶν ἢ δέξασθαι πληγὴν ἀποτε- θνηκότα τῷ δέει. Καὶ γὰρ ἐπὶ τῶν ἀγώνων εἴ τις, πρὶν ἢ χεῖρας ἀντᾶραι, τὸν ἀντίπαλον ἰδὼν τὴν δεξιὰν τείνοντα μόνον ἀποφύγοι, κἂν μὴ δέξηται πληγὴν, καταγέλαστος ἔσται, ὡς ἄτονος καὶ μαλακὸς καὶ πόνων ἄπειρος τοιούτων· οἷον καὶ ἐπὶ τούτων συμβαί- νει τῶν πενίαν δεδοικότων, καὶ οὐδὲ τὴν προσδοκίαν αὐτῆς ἐνεγκεῖν δυναμένων. Οὐκ ἄρα ἡμεῖς ποιοῦμεν ὑμᾶς ἀθλίους, ἀλλ' ὑμεῖς ἑαυτούς. Πῶς γὰρ οὐ κατα- παίξεταί σου λοιπὸν ὁ διάβολος, καὶ πρὸ τῆς πληγῆς τὴν ἀπειλὴν ὁρῶν δεδοικότα καὶ τρέμοντα; Μᾶλλον δὲ, ὅταν ἀπειλὴν τοῦτο νομίζῃς, οὐ δεήσεται λοιπὸν οὐδὲ πλῆξαι, ἀλλ' ἀφεὶς ἔχειν τὸν πλοῦτον, τῇ προσδοκίᾳ τῆς ἀφαιρέσεως κηροῦ παντὸς μαλακώτερόν σε ἐργά- σεται. Καὶ γὰρ πεφύκαμεν, ὡς εἰπεῖν, ἅπερ δεδοίκα- μεν, μετὰ τὸ παθεῖν οὐχ οὕτω νομίζειν εἶναι φοβερὰ, ὥσπερ ἔμπροσθεν καὶ πρὸ τῆς πείρας. Ἵν' οὖν μηδὲ ταύτην κτήσῃ τὴν ἀρετὴν, ἐν ἀκμάζοντί σε κατέχει φόβῳ, πρὸ τῆς πείρας τῷ φόβῳ τῆς πενίας ὥσπερ κηρὸν πυρὶ κατατήκων. Καὶ γὰρ κηροῦ παντὸς μα- λακώτερος ὁ τοιοῦτος, καὶ αὐτοῦ τοῦ Κάϊν ἀθλιώτε- ρον βίον ζών, ὑπὲρ μὲν ὧν πλεονεκτεῖ δεδοικὼς, ὑπὲρ δὲ ὧν οὐκ ἔχει ἀλγῶν· καὶ ὑπὲρ ὧν ἔχει τρέμων πά- λιν, ἅτε δραπέτην ἀγνώμονα κατέχων ἔνδον τὸν πλοῦ- τον, καὶ ποικίλοις τισὶ καὶ ἀτόποις πολιορκούμενος πάθεσι. Καὶ γὰρ ἐπιθυμία ἄτοπος καὶ φόβος πολυ- ειδὴς καὶ ἀγωνία καὶ τρόμος πανταχόθεν αὐτοὺς χειμάζουσι· καὶ ἐοίκασι πλοίῳ πάντοθεν ἐναντίοις ἀνέμοις ἐλαυνομένῳ, καὶ πολλὰς ὑπομένοντι τὰς τρικυμίας. Καὶ πόσῳ βέλτιον τὸν τοιοῦτον ἀπ- ελθεῖν, ἢ διηνεκῆ φέρειν χειμῶνα; ἐπεὶ καὶ τὸν Κάϊν ἀνεκτότερον ἦν ἀποθανεῖν, ἢ διαπαντὸς τρέ- μειν. Ἵν' οὖν μὴ καὶ ἡμεῖς ταῦτα πάσχωμεν, καταγελά- σωμεν τῆς τοῦ διαβόλου μηχανῆς, διαῤῥήξωμεν αὐ- τοῦ τὰ σχοινία, διακόψωμεν τοῦ χαλεποῦ δόρατος τὴν αἰχμὴν, καὶ πᾶσαν ἔφοδον ἀποτειχίσωμεν. Ἂν γὰρ χρημάτων καταγελάσῃς, οὐκ ἔχει ποῦ πλήξαι, οὐκ ἔχει πόθεν ἐπιλάβηται· τὴν γὰρ ῥίζαν ἀνέσπασας τῶν κακῶν· ῥίζης δὲ οὐκ οὔσης, οὐδὲ καρπὸς βλαστήσει πονηρός. Ταῦτα λέγωμεν μὲν ἀεὶ, καὶ λέγοντες οὐ παυώμεθα· εἰ δέ τι λέγοντες ἀνύομεν, ἡ ἡμέρα δεί- ξει ἐκείνη ἡ ἐν πυρὶ ἀποκαλυπτομένη, ἡ τὸ ἑκάστου ἔργον δοκιμάζουσα, ἡ τὰς λαμπάδας δεικνύουσα τὰς λαμπρὰς καὶ τὰς οὐ τοιαύτας. Τότε καὶ ὁ ἔχων τὸ ἔλαιον, καὶ ὁ μὴ ἔχων, δῆλος ἔσται. Ἀλλὰ μηδένα γέ- νοιτο τότε εὑρεθῆναι ταύτης ἔρημον τῆς παραμυθίας, ἀλλὰ πάντας δαψιλῆ τὴν φιλανθρωπίαν ἐπιφερομέ- νους, καὶ φαιδρὰς ἔχοντας τὰς λαμπάδας, συνεισελ- θεῖν τῷ νυμφίῳ· ὡς οὐδὲν τῆς φωνῆς ἐκείνης φοβε- ρώτερον καὶ ὀδυνηρότερον, ἢν οἱ χωρὶς ἐλεημοσύνης δαψιλοῦς ἀπιόντες τότε ἀκούσονται τοῦ νυμφίου λέ- γοντος, Οὐκ οἶδα ὑμᾶς. Ἀλλὰ μήποτε ταύτης ἀκούσαιμεν τῆς φωνῆς, ἀλλὰ τῆς ἡδίστης ἐκείνης καὶ ποθεινοτάτης, ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πα τρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Οὕτω γὰρ καὶ τὸν μακάριον ζησόμεθα βίον, καὶ τῶν ἀγαθῶν ἀπολαυσόμεθα πάντων τῶν καὶ νοῦν ὑπερ- βαινόντων ἀνθρώπινον· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.
ΟΜΙΛΙΑ ΛΑʹ.
Οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρὶ, Χρείαν σου οὐκ ἔχω· ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσὶ, Χρείαν ὑμῶν οὐκ ἔχω. αʹ. Καταστείλας τῶν ἐλαττόνων τὸν φθόνον, καὶ τὴν ἀθυμίαν αὐτῶν ἐξελὼν, ἣν εἰκὸς ἔχειν αὐτοὺς ἐκ τοῦ μειζόνων ἑτέρους κατηξιῶσθαι χαρισμάτων, ταπεινοῖ καὶ τούτων τὸν τῦφον τῶν τὰ μείζονα εἰληφότων χα- ρίσματα· ποιήσας μὲν αὐτὸ καὶ ἐν οἷς πρὸς ἐκείνους διελέγετο (τὸ γὰρ λέγειν, ὅτι χάρισμά ἐστι, καὶ οὐ κατόρθωμα, τοῦτο ἐμφαίνοντος ἦν)· νυνὶ δὲ αὐτὸ καὶ σφοδρότερον πάλιν ποιεῖ, ἐπὶ τῆς αὐτῆς μένων εἰκό- νος. Ἀπὸ γὰρ τοῦ σώματος λοιπὸν καὶ τῆς ἐκεῖθεν ἑνότητος ἐπ' αὐτὴν τῶν μελῶν χωρεῖ τὴν σύγκρισιν· ὃ μάλιστα ἐζήτουν ἐκεῖνοι μαθεῖν· ἐπειδὴ οὐχ οὕτως ἱκανὸν ἦν αὐτοὺς παραμυθήσασθαι τὸ πάντας ἓν σῶμα εἶναι, ὡς τὸ μαθεῖν ὅτι καὶ ἐν αὐτοῖς, οἷς εἶχον, οὐδὲν μέγα ἠλαττοῦντο. Καί φησιν· Οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρὶ, Χρείαν σου οὐκ ἔχω· ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσὶ, Χρείαν ὑμῶν οὐκ ἔχω. Εἰ γὰρ καὶ ἔλαττον τὸ χάρισμα, ἀλλ' ἀναγ- καῖον· καὶ ὥσπερ οὐκ ὄντος ἐκείνου πολλὰ ἐμπο δίζεται, οὕτω καὶ τούτου χωρὶς χωλεύει τὸ πλήρωμα τῆς Ἐκκλησίας. Καὶ οὐκ εἶπεν, Οὐκ ἐρεῖ, ἀλλ' ὅτι, Οὐ δύναται εἰπεῖν. Ὥστε κἂν θέλῃ, κἂν λέγῃ, οὐκ ἐνδέχεται, οὐδὲ ἔχει τὸ πρᾶγμα τὴν φύσιν. ∆ιὰ τοῦτο λαβὼν ἑκάτερα τὰ ἄκρα, ἐν αὐτοῖς γυμνάζει τὸν λόγον, πρῶτον μὲν ἐπὶ χειρὸς καὶ ὀφθαλμοῦ, δεύ- τερον δὲ ἐπὶ κεφαλῆς καὶ ποδῶν, αὔξων τὸ παρά- δειγμα. Τί γὰρ ποδὸς εὐτελέστερον, ἢ τί κεφαλῆς τιμιώτερον καὶ ἀναγκαιότερον; τοῦτο γὰρ μάλιστά ἐστιν ἄνθρωπος, ἡ κεφαλή. Ἀλλ' ὅμως οὐκ ἔστιν αὐτάρκης, οὐδὲ τὰ πάντα αὐτὴ δύναιτ' ἂν ἀνύειν· ἐπεὶ εἰ τοῦτο ἦν, περιττῶς ἡμῖν οἱ πόδες προσέκειντο. Καὶ οὐδὲ ἔστη μέχρι τούτου, ἀλλὰ καὶ ἑτέραν ὑπερ- βολὴν ζητεῖ· ὅπερ ἀεὶ ποιεῖ, οὐ μέχρι τοῦ ἴσου φι- λονεικῶν, ἀλλὰ καὶ περαιτέρω προβαίνων. ∆ιὸ καὶ ἐπάγει λέγων· Ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν, ἀναγ- καῖά ἐστι· καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτί- θεμεν· καὶ τἀσχήμονα ἡμῶν εὐσχημοσύνην πε ρισσοτέραν ἔχει· πανταχοῦ τὴν τοῦ σώματος προσ- θήκην τιθεὶς, καὶ ταύτῃ κἀκεῖνον παραμυθούμενος καὶ τοῦτον καταστέλλων. Οὐ γὰρ τοῦτο λέγω, φησὶν, ὅτι οὐ μόνον χρείαν ἔχει τὰ μείζονα τῶν ἐλαττόνων, ἀλλ' ὅτι καὶ πολλὴν χρείαν ἔχει. Εἴ τι γὰρ ἀσθενὲς ἐν ἡμῖν, εἴ τι ἄτιμον, τοῦτο καὶ ἀναγκαῖον καὶ τι- μῆς ἀπολαύει μείζονος. Καὶ καλῶς εἶπε, Τὰ δο- κοῦντα, καὶ, Ἃ δοκοῦμεν, δεικνὺς ὅτι οὐ τῆς φύ σεως τῶν πραγμάτων, ἀλλὰ τῆς τῶν πολλῶν ὑπονοίας ἡ ψῆφος. Οὐδὲν γὰρ ἐν ἡμῖν ἄτιμον· Θεοῦ γὰρ ἔργον ἐστί. Τί γὰρ τῶν μορίων τῶν γεννητικῶν ἀτιμότερον ἐν ἡμῖν εἶναι δοκεῖ; Ἀλλ' ὅμως πλείονος ἀπολαύει τιμῆς· καὶ οἱ σφόδρα πένητες κἂν τὸ λοιπὸν γυμνὸν ἔχωσι σῶμα, οὐκ ἂν ἀνάσχοιντο ἐκεῖνα τὰ μέλη δεῖξαι γυμνά. Καίτοι γε οὐχ αὕτη τῶν ἀτίμων ἡ τάξις, ἀλλὰ μᾶλλον τῶν ἄλλων καταφρονεῖσθαι ἔδει. Καὶ γὰρ ἐν οἰκείᾳ ὁ ἠτιμωμένος οἰκέτης οὐ μόνον οὐκ ἀπολαύει πλείονος θεραπείας, ἀλλ' οὐδὲ τῶν αὐτῶν ἀξιοῦται. Ὥστε εἰ καὶ τοῦτο ἄτιμον ἦν, οὐ μόνον μειζόνων ἀπολαύειν οὐκ ἔδει, ἀλλ' οὐδὲ τῶν αὐτῶν· νυνὶ δὲ πλείονος ἀπολαύει τιμῆς, καὶ τοῦτο τῆς τοῦ Θεοῦ σοφίας ἐργασαμένης. Τοῖς μὲν γὰρ ἐν τῇ φύσει τὸ μὴ δεῖσθαι ἔδωκε· τοῖς δὲ, ἐπειδὴ ἐν τῇ φύσει οὐκ ἔδωκεν, ἡμᾶς παρέχειν ἠνάγκασεν. Ἀλλ' οὐ διὰ τοῦτο ἄτιμα· ἐπεὶ καὶ τὰ ζῶα ἐν τῇ φύσει τὸ ἀνεν- δεὲς ἔχει, καὶ οὔτε ἱματίων δεῖται, οὔτε ὑποδημάτων, οὔτε ὀρόφου, τὰ πλείονα αὐτῶν· ἀλλ' οὐ διὰ τοῦτο ἀτιμότερον αὐτῶν τὸ σῶμα τὸ ἡμέτερον, ἐπειδὴ πάντων δεῖται τούτων. Καὶ γὰρ εἴ τις ἀκριβῶς ἐξε- τάσειε, καὶ αὐτῇ τῇ φύσει τίμιά τε καὶ ἀναγκαῖά ἐστιν· ὃ δὴ καὶ αὐτὸς ᾐνίξατο, οὐκ ἀπὸ τῆς ἡμετέρας ἐπιμελείας καὶ τοῦ πλείονος ἀπολαύειν τιμῆς, ἀλλὰ καὶ ἀπὸ τῆς τῶν πραγμάτων φύσεως αὐτοῖς ψηφισάμενος. ∆ιὸ, ὅταν μὲν ἀσθενῆ λέγῃ καὶ ἄτιμα, Τὰ δοκοῦντα λέγει· ὅταν δὲ ἀναγκαῖα, οὐκέτι προσ- τίθησι, Τὰ δοκοῦντα, ἀλλ' αὐτὸς ἀποφαίνεται λέγων, ὅτι ἀναγκαῖά ἐστι· καὶ μάλα εἰκότως. Καὶ γὰρ πρὸς παιδοποιίαν καὶ τὴν τοῦ γένους ἡμῶν διαδοχὴν χρή- σιμα. ∆ιὰ τοῦτο καὶ οἱ νομοθέται Ῥωμαίων τοὺς ταῦτα ἀκρωτηριάζοντας τὰ μέλη καὶ ποιοῦντας εὐ νούχους κολάζουσιν, ἅτε τῷ κοινῷ γένει λυμαινομέ- νους, καὶ αὐτῇ ἐπηρεάζοντας τῇ φύσει. Ἀλλ' ἀπό- λοιντο οἱ ἀκόλαστοι, οἱ τοῦ Θεοῦ τὰ δημιουργήματα διαβάλλοντες. Ὥσπερ γὰρ τῷ οἴνῳ πολλοὶ διὰ τοὺς μεθύοντας κατηράσαντο, καὶ τῇ φύσει τῶν γυναικῶν διὰ τὰς μοιχευομένας· οὕτω καὶ τὰ μέλη ταῦτα αἰ- σχρὰ εἶναι ἐνόμισαν διὰ τοὺς οὐκ εἰς δέον αὐτοῖς χρωμένους. Ἀλλ' οὐκ ἐχρῆν· οὐ γὰρ τῇ φύσει τοῦ πράγματος ἡ ἁμαρτία συγκεκλήρωται, ἀλλ' ἀπὸ τῆς προαιρέσεως τίκτεται τοῦ τολμῶντος τὸ πλημμέλημα. Τινὲς δὲ τὰ ἀσθενέστερα καὶ ἄτιμα καὶ ἀναγκαῖα καὶ τιμῆς ἀπολαύοντα πλείονος περὶ ὀφθαλμῶν καὶ πο- δῶν εἰρῆσθαι τῷ Παύλῳ νομίζουσι, καὶ ἀσθενέστερα καὶ ἀναγκαῖα τοὺς ὀφθαλμοὺς λέγειν, ὅτι ἐλαττούμενοι τῇ δυνάμει, πλεονεκτοῦσι τῇ χρείᾳ, τὰ δὲ ἀτιμότερα τοὺς πόδας· καὶ γὰρ καὶ οὗτοι πολλῆς ἀπολαύουσι προνοίας. βʹ. Εἶτα ἵνα μὴ πάλιν ἄλλην ὑπερβολὴν ἐργάσηται, φησί· Τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει. Ἵνα γὰρ μή τις λέγῃ, Καὶ ποῖος οὗτος λόγος; τῶν μὲν τι- μίων καταφρονεῖν, τοῖς δὲ ἀτιμοτέροις προσεδρεύειν; οὐχὶ καταφρονοῦντες τοῦτο ποιοῦμεν, φησὶν, ἀλλ' ἐπειδὴ αὐτὰ οὐ δεῖται. Καὶ ὅρα ἡλίκον ἐγκώμιον ἐν βραχεῖ θεὶς παρέδραμε, συμφερόντως τοῦτο καὶ χρη- σίμως ποιῶν. Καὶ οὐδὲ ἀρκεῖται τούτῳ, ἀλλὰ καὶ αἰτίαν προστίθησι λέγων· Ἀλλ' ὁ Θεὸς συνεκέρασε τὸ σῶμα, τῷ ὑστεροῦντι περισσοτέραν δοὺς τι- μὴν, ἵνα μὴ σχίσμα ᾖ ἐν τῷ σώματι. Εἰ δὲ συνεκέ- ρασεν, οὐκ ἀφῆκε τὸ ἀτιμότερον φαίνεσθαι· τὸ γὰρ κιρνώμενον ἓν γίνεται, καὶ οὐ φαίνεται τί πρὸ τούτου ἦν· ἐπεὶ οὐδὲ ἂν κεκρᾶσθαι αὐτὸ φαίημεν ἄν. Καὶ ὅρα πῶς συνεχῶς τὰ ἐλαττώματα παρατρέχει λέγων, τῷ ὑστεροῦντι. Οὐκ εἶπε, τῷ ἀτίμῳ, τῷ ἀσχήμονι, ἀλλὰ, τῷ ὑστεροῦντι. Ὑστεροῦντι, πῶς; Κατὰ φύ- σιν. Περισσοτέραν δοὺς τιμήν. Καὶ διὰ τί; Ἵνα μὴ ἦ σχίσμα ἐν τῷ σώματι. Ἐπειδὴ γὰρ μυρίας παρα μυθίας ἀπολαύοντες ἤλγουν ὅμως, ἅτε ἐλάττονα λα- βόντες, δείκνυσιν ὅτι μᾶλλον ἐτιμήθησαν· Τῷ γὰρ ὑστεροῦντι, φησὶ, περισσοτέραν δοὺς τιμήν. Εἶτα καὶ τὸν λόγον ἐπάγει, δεικνὺς ὅτι συμφερόντως καὶ ὑστερεῖν ἐποίησε, καὶ μειζόνως ἐτίμησε. Τίς δὲ ὁ λό- γος; Ἵνα μὴ ᾖ σχίσμα, φησὶν, ἐν τῷ σώματι. Καὶ οὐκ εἶπεν, Ἐν τοῖς μέλεσιν, ἀλλ', Ἐν τῷ σώματι. Καὶ γὰρ πολλὴ ἔμελλεν ἡ πλεονεξία εἶναι, εἰ τὰ μὲν καὶ ἀπὸ τῆς φύσεως καὶ ἀπὸ τῆς ἡμετέρας ἐθερα- πεύετο προνοίας, τὰ δὲ οὐδὲ ἑτέρωθεν· καὶ ἀπεσχίσθη ἂν ἀλλήλων, οὐ δυνάμενα φέρειν τὸν σύνδεσμον· ἀπο- σχισθέντων δὲ τούτων, καὶ τοῖς λοιποῖς ἐγίνετο βλάβη. Εἶδες πῶς ἔδειξεν ἀναγκαίως μείζονα τῷ ὑστεροῦντι δεδομένην τιμήν; Εἰ γὰρ μὴ τοῦτο γέγονε, κοινὴ πάντων ἂν ἡ λύμη ἐγεγόνει, φησί. Καὶ γὰρ εἰ μὴ πολλῆς ταῦτα παρ' ὑμῶν ἀπέλαυσε προνοίας, ἐπη ρεάσθη ἂν μὴ ἔχοντα τὴν ἀπὸ τῆς φύσεως βοήθειαν· ἐπηρεασθέντα δὲ, ἀπώλετο ἄν· ἀπολόμενα δὲ, ἔσχι- σεν ἂν τὸ σῶμα· σχισθέντος δὲ τοῦ σώματος, καὶ τὰ λοιπὰ ἂν ἀπώλετο τὰ πολλῷ μείζονα τούτων. Ὁρᾷς ὅτι καὶ τῆς ἐκείνων προνοίας ἔχεται ἡ τούτων ἐπι- μέλεια; Οὐ γὰρ οὕτως ἐν τῇ οἰκείᾳ φύσει τὸ εἶναι ἔχουσιν, ὡς ἐν τῷ σώματι εἶναι ἕν. ∆ιὰ δὴ τοῦτο, ἂν μὲν τὸ σῶμα ἀπόληται, οὐδὲν αὐτοῖς κέρδος τῆς καθ' ἕκαστον ὑγιείας· ἀλλ' ἄν τε ὀφθαλμὸς μένῃ, ἄν τε ῥὶς διατηροῦσα τὸ οἰκεῖον, τοῦ συνδέσμου λυθέντος, ὄφε- λος οὐδὲν ἔσται λοιπόν· ἂν δὲ, τούτου μένοντος, ἐκεῖνα βλαβῇ, καὶ διαβαστάζεται καὶ πρὸς ὑγίειαν ἐπάνεισι ταχέως. Ἀλλ' ἴσως εἴποι τις ἄν· Τοῦτο μὲν ἐν τῷ σώματι λόγον ἔχει, ὅτι τὸ ὑστεροῦν περισσοτέραν ἔλαβε τιμὴν, ἐπὶ δὲ τῶν ἀνθρώπων πῶς ἂν τοῦτο φανείη; Ἐπὶ τῶν ἀνθρώπων μὲν οὖν μάλιστα ἴδοις ἂν τοῦτο συμβαῖνον. Καὶ γὰρ οἱ περὶ τὴν ἑνδεκάτην ὥραν, πρῶτοι τὸν μισθὸν ἔλαβον· καὶ τὸ πλανηθὲν πρόβατον ἔπεισε τὸν ποιμένα τὰ ἐνενηκονταεννέα κα- ταλιπεῖν, καὶ ἐπ' αὐτὸ δραμεῖν, καὶ εὑρηθὲν ἐβαστά- ζετο, οὐκ ἠλαύνετο· καὶ ὁ ἄσωτος υἱὸς πλείονος τοῦ εὐδοκιμηκότος τῆς τιμῆς ἀπέλαυσε· καὶ ὁ λῃστὴς πρὸ τῶν ἀποστόλων ἐστεφανοῦτο καὶ ἀνεκηρύτ- τετο. Καὶ ἐπὶ τῶν ταλάντων δὲ τοῦτο ἴδοις ἂν γινό- μενον. Καὶ γὰρ ὁ τὰ πέντε τάλαντα λαβὼν καὶ ὁ τὰ δύο, τῶν αὐτῶν ἠξιώθησαν, καὶ αὐτῷ τῷ τὰ δύο λα- βεῖν πολλῆς ἀπέλαυσε μᾶλλον τῆς προνοίας. Εἰ γὰρ τὰ πέντε ἐνεχειρίσθη, μὴ δυνάμενος, τοῦ παντὸς ἂν ἐξέπεσε· δεξάμενος δὲ τὰ δύο, καὶ τὰ παρ' ἑαυτοῦ πληρώσας, τῶν αὐτῶν ἠξιώθη τῷ τὰ πέντε ἐργασα- μένῳ, τοσούτῳ πλεονεκτήσας, ὅσῳ ἀπ' ἐλαττόνων πόνων τῶν αὐτῶν ἐπέτυχε στεφάνων. Καίτοι καὶ αὐτὸς ἄνθρωπος ἦν, ὥσπερ ὁ τὰ πέντε· ἀλλ' ὅμως οὐδὲν πρὸς αὐτὸν ὁ ∆εσπότης ἀκριβολογεῖται, οὐδὲ ἀναγκάζει τὰ αὐτὰ ποιεῖν τῷ συνδούλῳ, οὐδὲ λέγει, ∆ιὰ τί μὴ δύνασαι τὰ πέντε ἐργάσασθαι; δικαίως ἂν εἰπών· ἀλλὰ καὶ αὐτὸν ἐστεφάνωσε. Ταῦτ' οὖν εἰδό- τες, μὴ ἐπεμβαίνετε τοῖς ἐλάττοσιν οἱ μείζους, ἵνα μὴ πρὸ ἐκείνων ἑαυτοὺς βλάψητε· ἀποσχιζομένων γὰρ αὐτῶν, τὸ πᾶν διαφθείρεται σῶμα. Τί γὰρ ἄλλο ἐστὶ σῶμα, ἢ τὸ πολλὰ εἶναι μέλη; καθὼς καὶ αὐ- τός φησιν, ὅτι Τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος, ἀλλὰ πολλά. Εἰ τοίνυν τοῦτό ἐστι σῶμα, φροντί- ζωμεν τοῦ τὰ πολλὰ μένειν πολλά· ὡς ἐὰν μὴ τοῦτο διασώζηται, περὶ τὰ καίρια ἡ πληγὴ γίνεται. ∆ιὸ καὶ αὐτὸς οὐ τοῦτο μόνον ἀπαιτεῖ, τὸ μὴ ἀποσχί- ζεσθαι ἀλλήλων, ἀλλὰ καὶ τὸ σφόδρα συνῆφθαι. Εἰ- πὼν γοῦν, Ἵνα μὴ ᾖ σχίσμα ἐν τῷ σώματι, οὐκ ἠρκέσθη τούτῳ, ἀλλ' ἐπήγαγεν· Ἵνα τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη· ἑτέραν καὶ ταύτην αἰτίαν προστιθεὶς τοῦ τὰ ἐλάττονα πλείονος ἀπο- λαύειν τιμῆς. Οὐ γὰρ ἵνα μὴ ἀποσχίζηται μόνον ἀλλήλων, οὕτως ᾠκονόμησεν ὁ Θεὸς, ἀλλ' ἵνα καὶ ἀγάπη ᾖ πολλὴ καὶ ὁμόνοια. Εἰ γὰρ ἐν τῇ τοῦ πλη- σίον σωτηρίᾳ τὸ εἶναι ἑκάστῳ, μή μοι τὸ ἔλαττον καὶ τὸ πλέον εἴπῃς· ἐνταῦθα γὰρ οὐκ ἔστι πλέον καὶ ἔλαττον. Μένοντος γὰρ τοῦ σώματος, δυνατὸν καὶ τὴν διαφορὰν ἰδεῖν· ἀπολλυμένου δὲ, οὐκέτι· ἀπο- λεῖται δὲ, ἂν μὴ καὶ τὰ ἐλάττονα μένῃ. γʹ. Εἰ τοίνυν καὶ τὰ μεγάλα ἀπολεῖται τῶν μικρῶν ἀποῤῥαγέντων, ὁμοίως ὀφείλει ταῦτα τῶν μικρῶν φροντίζειν, καὶ οὕτως ὡς ἑαυτῶν, ἅτε ἐν τῇ τούτων σωτηρίᾳ καὶ τῶν μειζόνων μενόντων. Ὥστε κἂν μυ ριάκις λέγῃς, ὅτι ἄτιμον τὸ μέλος καὶ ἔλαττον, ἀλλ' ἐὰν μὴ ὁμοίως προνοῇς, ὡς καὶ σαυτοῦ, ἀλλ' ὡς ἐλάττονος ἀμελῇς, ἡ βλάβη εἰς σὲ διαβήσεται. ∆ιὰ τοῦτο οὐκ εἶπεν, Ἵνα ὑπὲρ ἀλλήλων μόνον μεριμνῶσι τὰ μέλη, ἀλλὰ προσέθηκεν, Ἵνα τὸ αὐτὸ ὑπὲρ ἀλ- λήλων μεριμνῶσι, τουτέστιν, ὁμοίας καὶ τῆς αὐτῆς τῷ μεγάλῳ καὶ ὁ μικρὸς ἀπολαύῃ προνοίας. Μὴ τοί- νυν εἴπῃς, ὅτι Ὁ δεῖνα ὁ τυχών ἐστιν, ἀλλ' ἐννόη- σον ὅτι μέλος ἐστὶν ἐκείνου τοῦ σώματος τοῦ τὸ πᾶν συγκρατοῦντος· καὶ ὥσπερ ὁ ὀφθαλμὸς, οὕτω καὶ οὗτος ποιεῖ σῶμα εἶναι τὸ σῶμα. Ἔνθα γὰρ ἂν τὸ σῶμα οἰκοδομῆται, οὐδεὶς οὐδὲν τοῦ πλησίον ἔχει πλέον, Οὐδὲ γὰρ τοῦτο ποιεῖ σῶμα, τὸ εἶναι τὸ μὲν μεῖζον, τὸ δὲ ἔλαττον, ἀλλὰ τὸ πολλὰ εἶναι καὶ διά- φορα. Ὥσπερ γὰρ σὺ, ἐπειδὴ μείζων εἶ, τὸ σῶμα συνέστησας, οὕτω καὶ οὗτος, ἐπειδὴ ἐλάττων. Ὥστε ἡ ἐλάττωσις αὐτοῦ, ὅταν δέῃ τὸ σῶμα οἰκοδομεῖν, ἰσότιμός σοι γίνεται εἰς τὸν καλὸν τοῦτον ἔρανον· τὸ γὰρ αὐτό σοι δύναται· καὶ δῆλον ἐκεῖθεν. Μὴ ἔστω ἔλαττόν τι καὶ μεῖζον μέλος, μηδὲ τίμιον καὶ ἀτιμότερον, ἀλλ' ἔστω πάντα ὀφθαλμὸς, ἢ πάντα κεφαλή· οὐκ ἀπολεῖται τὸ σῶμα; Παντί που δῆλον. Πάλιν ἂν πάντα ἐλάττονα ᾖ, τὸ αὐτὸ συμβήσεται· ὥστε καὶ ταύτῃ ἰσοῦται τὰ ἐλάττω. Εἰ δὲ δεῖ τι καὶ πλέον εἰπεῖν, ἵνα μένῃ σῶμα, ἐλάττων ἐστὶν ὁ ἐλάττων· ὥστε διὰ σέ ἐστιν ἐλάττων, ἵνα σὺ μένῃς μέγας ὤν. ∆ιὰ τοῦτο καὶ τὴν αὐτὴν ἀπαιτεῖ παρὰ πάντων πρόνοιαν· καὶ εἰπὼν, Ἵνα τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη, ἑρμηνεύει τὸ αὐτὸ τοῦτο πάλιν, λέγων· Καὶ εἴτε πάσχει ἓν μέ- λος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη. ∆ιὰ γὰρ τοῦτο, φησὶ, καὶ τὴν πρόνοιαν κοινὴν ἐποίησεν, ἐν τοσαύτῃ διαφορᾷ κατασκευάσας ἕνωσιν, ἵνα καὶ τῶν ἀποβαινόντων πολλὴ ἡ κοινωνία ᾖ. Εἰ γὰρ ἡ τοῦ πλησίον πρόνοια σωτηρία κοινή ἐστιν, ἀνάγκη καὶ τὴν δόξαν καὶ τὴν ἀθυμίαν εἶναι κοινήν. Τρία τοίνυν ἐνταῦθα ἀπαιτεῖ· τὸ μὴ σχίζεσθαι, ἀλλ' ἡνῶ- σθαι μετὰ ἀκριβείας, τὸ προνοεῖν ὁμοίως ἀλλήλων, τὸ κοινὰ τὰ συμβαίνοντα ἡγεῖσθαι. Καὶ ἀνωτέρω μέν φησιν, ὅτι περισσοτέραν ἔδωκε τιμὴν τῷ ὑστεροῦντι διὰ τὸ δεῖσθαι, δεικνὺς ὅτι αὐτὸ τὸ ἠλαττῶσθαι μείζονος τιμῆς πρόξενον γέγονεν· ἐνταῦθα δὲ καὶ κατὰ τὸν τῆς προνοίας ἐξισοῖ λόγον αὐτὰ τῆς ὑπ' ἀλλήλων γινομέ- νης. ∆ιὰ γὰρ τοῦτο καὶ μείζονος ἐποίησεν ἀπολαῦσαι τιμῆς, φησὶν, ἵνα μὴ ἐλάττονος ἀπολαύῃ προνοίας. Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἐκ τῶν συμβαινόν των χρηστῶν καὶ λυπηρῶν ἀλλήλοις συνδέδεται τὰ μέλη. Καὶ γὰρ τῇ πτέρνῃ πολλάκις προσπαγείσης ἀκάνθης, ὅλον τὸ σῶμα αἰσθάνεται, καὶ μεριμνᾷ, καὶ νῶτος κάμπτεται, καὶ γαστὴρ καὶ μηροὶ συντέλλον- ται, καὶ χεῖρες, καθάπερ δορυφόροι καὶ ὑπηρέται προϊόντες, ἀνέλκουσι τὸ παγὲν, καὶ κεφαλὴ ἐπικύ- πτει, καὶ ὀφθαλμοὶ μετὰ πολλῆς ὁρῶσι τῆς φροντί- δος. Ὥστε εἰ καὶ ἔλαττον ἔχει τῷ μὴ δύνασθαι ἀνελ- θεῖν ὁ ποῦς, ἀλλὰ τῷ τὴν κεφαλὴν καταγαγεῖν τὸ ἴσον ἔσχε, καὶ τῆς αὐτῆς ἀπέλαυσε τιμῆς, καὶ μάλιστα ὅταν μὴ χάριτι καταφέρωσιν αὐτὴν οἱ πόδες, ἀλλ' ὀφειλῇ. Ὥστε εἰ τῷ τιμιωτέρα εἶναι πλεονεκτεῖ, τῷ καὶ τοιαύτη οὖσα τῷ ἐλάττονι τὴν τιμὴν ὀφείλειν καὶ τὴν κηδεμονίαν, καὶ τῷ ὁμοίως ὡσαύτως συναλγεῖν ἰσότητα δείκνυσι πολλήν. Τί γὰρ πτέρνης εὐτελέστε- ρον; τί δὲ κεφαλῆς τιμιώτερον; Ἀλλὰ τοῦτο πρὸς ἐκεῖνο βαδίζει τὸ μέλος, καὶ πάντα μεθ' ἑαυτῆς συγ- κινεῖ. Πάλιν ἂν ὀφθαλμοί τι πάθωσι, πάντα ἀλγεῖ, καὶ πάντα ἐν ἀργίᾳ, καὶ οὔτε πόδες βαδίζουσιν, οὔτε χεῖρες ἐργάζονται, οὔτε γαστὴρ ἀπολαύει τῶν εἰωθό- των· καίτοι τὸ πάθος τῶν ὀφθαλμῶν ἐστι. Τί τήκεις τὴν γαστέρα; τί κατέχεις τοὺς πόδας; τί δεσμεῖς τὰς χεῖρας; Ὅτι ἐκείνοις συνδέδεται, καὶ ἀῤῥήτως τὸ πᾶν πάσχει σῶμα. Εἰ γὰρ μὴ συνέπασχεν, οὐδ' ἂν ἠνέσχε- το κοινωνεῖν τῆς προνοίας. ∆ιόπερ εἰπὼν, Ἵνα τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη, ἐπήγα- γεν· Εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη. Καὶ πῶς συγχαίρει, φησί; Στεφανοῦται ἡ κεφαλὴ, καὶ ἅπας ὁ ἄνθρωπος δοξάζεται· λέγει τὸ στόμα, καὶ γελῶσιν ὀφθαλμοὶ καὶ εὐφραίνονται· καί- τοι οὐ τοῦ κάλλους τῶν ὀφθαλμῶν, ἀλλὰ τῆς γλώτ- της ἡ εὐδοκίμησις. Πάλιν ὀφθαλμῶν καλῶν φαινομέ- νων, ἡ πᾶσα γυνὴ καλλωπίζεται· ὥσπερ οὖν καὶ οὗ- τοι, καὶ ῥινὸς εὐθείας καὶ αὐχένος ὀρθοῦ καὶ ἑτέρων μελῶν ἐγκωμιαζομένων, γεγήθασι καὶ φαιδροὶ γίνον- ται, καὶ δακρύουσι πάλιν μετὰ πολλῆς τῆς δαψιλείας ἐν ταῖς ὀδύναις αὐτῶν καὶ ταῖς συμφοραῖς, κἂν ἀσι- νεῖς αὐτοὶ διαμένωσι. δʹ. Ταῦτ' οὖν ἅπαντες ἐννοήσαντες, μιμησώ- μεθα τὴν ἀγάπην τῶν μελῶν τούτων, μηδὲ τἀναντία ποιῶμεν, ἐπεμβαίνοντες τοῖς τοῦ πλησίον κακοῖς, καὶ φθονοῦντες τοῖς τοῦ πλησίον ἀγαθοῖς· μαινομένων γὰρ τοῦτο καὶ ἐξεστηκότων. Καὶ γὰρ ὁ τὸν ὀφθαλμὸν ἐξ- ορύττων, παραφροσύνης μέγιστον δεῖγμα ἐξήνεγκε· καὶ ὁ τὴν χεῖρα κατεσθίων, λαμπρᾶς μανίας παρέχε- ται ἔλεγχον. Εἰ δὲ ἐπὶ τῶν μελῶν τοῦτο καὶ ἐπὶ τῶν ἀδελφῶν ὁμοίως γινόμενον παραφροσύνης περιτίθησι δόξαν, καὶ βλάβην οὐ τὴν τυχοῦσαν ἐπάγει. Ἕως μὲν γὰρ ἂν ἐκεῖνος λάμπῃ, καὶ ἡ σὴ εὐμορφία φαίνεται καὶ ὅλον καλλωπίζεται τὸ σῶμα· οὐδὲ γὰρ εἰς ἑαυτὸν μόνον τὸ κάλλος περιίστησιν, ἀλλὰ καὶ σοὶ δίδωσι σε- μνύνεσθαι· ἂν δὲ κατασβέσῃς αὐτὸν, ὅλῳ τῷ σώματι κοινὸν τὸ σκότος εἰργάσω, καὶ πᾶσι τοῖς μέλεσι τὴν συμφορὰν ἐπήγαγες· ὥσπερ οὖν ἐὰν διατηρῇς λάμ- ποντα, ὁλοκλήρῳ τῷ σώματι τὴν ὥραν διατηρεῖς. Οὐ- δεὶς γάρ φησιν, ὅτι Καλὸς ὁ ὀφθαλμὸς, ἀλλὰ τί; Κα- λὴ ἡ δεῖνα· ἂν δὲ καὶ αὐτὸς ἐπαινῆται, μετὰ τὸ κοι- νὸν ἐγκώμιον ἐπαινεῖται. Οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ συμβαίνει· ἂν γὰρ ὦσί τινες οἱ εὐδοκιμοῦντες, τὸ κοινὸν καρποῦται τὴν εὐφημίαν. Οἱ γὰρ ἐχθροὶ οὐ δι- αιροῦσι τὰ ἐγκώμια, ἀλλὰ συνάπτουσι. Κἂν ᾖ τις ἐν τῷ λέγειν λάμπων, οὐκ αὐτὸν ἐγκωμιάζουσι μόνον, ἀλλὰ καὶ τὴν Ἐκκλησίαν ἅπασαν. Οὐδὲ γάρ φασιν ὅτι θαυμαστὸς ὁ δεῖνα μόνον, ἀλλὰ τί; θαυμαστὸν ἔχουσι διδάσκαλον οἱ Χριστιανοί· καὶ κοινὸν τὸ κτῆμα ποιοῦσιν. Εἶτα Ἕλληνες μὲν συνάπτουσι, σὺ δὲ διαιρεῖς, καὶ πολεμεῖς τῷ σαυτοῦ σώματι καὶ κατὰ τῶν οἰκείων ἵστασαι μελῶν; Οὐκ οἶσθα, ὅτι τοῦτο πάντα ἀνατρέπει; καὶ γὰρ καὶ Βασι- λεία, φησὶν, ἐφ' ἑαυτὴν μερισθεῖσα οὐ σταθήσε- ται. Οὐδὲν δὲ οὕτω μερίζει καὶ διίστησιν, ὡς φθόνος καὶ βασκανία, τὸ χαλεπὸν τοῦτο νόσημα, καὶ πάσης ἀπεστερημένον συγγνώμης, καὶ τῆς τῶν κακῶν ῥί- ζης κατά τι χαλεπώτερον. Ὁ μὲν γὰρ φιλάργυρος τότε ἥδεται, ὅταν αὐτὸς λάβῃ· ὁ δὲ βάσκανος τότε ἥδεται, ὅταν ἕτερος μὴ λάβῃ, οὐχ ὅταν αὐτὸς λάβῃ· εὐεργεσίαν γὰρ οἰκείαν νομίζει τὴν ἑτέρων κακο- πραγίαν, οὐ τὴν οἰκείαν εὐημερίαν, κοινός τις ἐχθρὸς τῆς τῶν ἀνθρώπων περιερχόμενος φύσεως, καὶ τὰ τοῦ Χριστοῦ μέλη τύπτων, οὗ τί γένοιτ' ἂν μανικώ- τερον; Ὁ δαίμων φθονεῖ μὲν, ἀλλ' ἀνθρώποις, δαί- μονι δὲ οὐδενί· σὺ δὲ ἄνθρωπος ὢν, ἀνθρώποις φθονεῖς, καὶ πρὸς τὸ ὁμόφυλον ἵστασαι καὶ ὁμογενὲς, ὅπερ οὐδὲ ὁ δαίμων ποιεῖ. Καὶ ποίας τεύξῃ συγγνώ- μης, ποίας δὲ ἀπολογίας, ὅταν ἴδῃς ἀδελφὸν εὐημε- ροῦντα τρέμων καὶ ὠχριῶν, στεφανοῦσθαι δέον καὶ χαίρειν καὶ ἀγάλλεσθαι; Εἰ δὲ καὶ ζηλοῦν ἐθέλεις, οὐ κωλύω· ζήλωσον, ἀλλ' ἵνα κατ' ἐκεῖνον γένῃ τὸν εὐ- δοκιμοῦντα· μὴ ἵνα αὐτὸν καταβιβάσῃς, ἀλλ' ἵνα πρὸς τὴν αὐτὴν φθάσῃς κορυφὴν, ἵνα τὴν αὐτὴν ἀρετὴν ἐπιδείξῃ. Τοῦτο ζῆλος καλὸς, τὸ μιμεῖσθαι καὶ μὴ πο- λεμεῖν, τὸ μὴ ἀλγεῖν ἐπὶ τοῖς ἑτέρων ἀγαθοῖς, ἀλλὰ δάκνεσθαι ἐπὶ τοῖς οἰκείοις κακοῖς· οὗ τὸ ἐναντίον ὁ φθόνος ποιεῖ· τῶν γὰρ οἰκείων κακῶν ἀμελῶν, ἐπὶ τοῖς ἀλλοτρίοις τήκεται καλοῖς. Καὶ γὰρ ὁ πένης οὐχ οὕτω τῇ οἰκείᾳ δάκνεται πενίᾳ, ὡς τῇ τοῦ πλη- σίον εὐπορίᾳ, οὗ τί γένοιτ' ἂν χαλεπώτερον; Οὗτος γὰρ κατὰ τοῦτο, ὅπερ ἔφθην εἰπὼν, καὶ τοῦ πλεον έκτου χείρων· ὁ μὲν γὰρ ὅταν αὐτός τι λάβῃ, χαί- ρει· ὁ δὲ, ὅταν ἕτερος μὴ λάβῃ, τότε εὐφραίνεται. ∆ιὸ παρακαλῶ τὴν πονηρὰν ταύτην ἀφέντας ὁδὸν, καὶ μεταβαλόντας πρὸς ζῆλον καλὸν (καὶ γάρ ἐστι σφοδρὸν καὶ πυρὸς παντὸς θερμότερον ὁ ζῆλος ὁ τοιοῦτος), μεγάλα ἐντεῦθεν καρπώσασθαι ἀγαθά. Οὕτω καὶ Παῦλος τοὺς ἀπὸ τῶν Ἰουδαίων ἐπὶ τὴν πίστιν ἐχειραγώγει, λέγων· Εἴ πως παραζηλώσω μου τὴν σάρκα, καὶ σώσω τινὰς ἐξ αὐτῶν. Ὁ γὰρ οὕτω ζηλῶν, ὡς ἐκεῖνος ἐβούλετο, οὐ τήκεται ὅταν τὸν ἕτερον εὐδοκιμοῦντα ἴδῃ, ἀλλ' ὅταν ἑαυτὸν ἀπολιμπανόμενον. Ὁ δὲ φθονερὸς οὐχ οὕτως, ἀλλ' ὅταν ἕτερον εὖ πράττοντα ἴδῃ· καὶ καθάπερ κηφήν τίς ἐστι τοῖς ἀλλοτρίοις λυμαινόμενος πόνοις, καὶ αὐτὸς μὲν οὐδέποτε ἀναστῆναι σπουδάζων, δακρύων δὲ ὅταν ἕτερον ἀναστάντα ἴδῃ, καὶ πάντα ποιῶν ὥστε αὐτὸν καταβαλεῖν. Τίνι οὖν ἄν τις τοῦτο παραβάλοι τὸ πά- θος; Ὅμοιον εἶναί μοι δοκεῖ τοῦτο, οἷον ἂν εἰ νωθὴς ὄνος καὶ πολυσαρκίᾳ βεβαρημένος ἵππῳ πτηνῷ συν- εζευγμένος, μήτε αὐτὸς διανίστασθαι βούλοιτο, καὶ ἐκεῖνον τῷ βάρει τῶν σαρκῶν καθέλκειν ἐπιχειροίη. Καὶ γὰρ καὶ οὗτος, ὅπως μὲν αὐτὸς ἀπαλλαγείη τοῦ βαθέος ὕπνου τούτου, οὐδὲν οὔτε ἐννοεῖ, οὔτε σπου- δάζει· πάντα δὲ ποιεῖ ὥστε τὸν εἰς τὸν οὐρανὸν ἱπτά- μενον ὑποσκελίσαι καὶ καταβαλεῖν, ἀκριβὴς τοῦ διαβόλου ζηλωτὴς γινόμενος. Καὶ γὰρ ἐκεῖνος ὁρῶν τὸν ἄνθρωπον ἐν παραδείσῳ, οὐκ αὐτὸς ἐσπούδαζε μεταβαλέσθαι, ἀλλ' ἐκεῖνον ἐκβαλεῖν τοῦ παραδείσου· καὶ πάλιν ἰδὼν αὐτὸν ἐν οὐρανῷ καθήμενον, καὶ τοὺς ἄλλους ἐπειγομένους ἐκεῖ, τῆς αὐτῆς ἔχεται μελέτης, τοὺς ἐκεῖ σπεύδοντας ὑποσκελίζων, καὶ πλείονα ἐν- τεῦθεν ἑαυτῷ σωρεύων τὴν κάμινον. Καὶ γὰρ ἁπαν- ταχοῦ τοῦτο συμβαίνει· ὁ μὲν γὰρ φθονούμενος ἂν νήφῃ, λαμπρότερος γίνεται· ὁ δὲ βασκαίνων πλείονα ἑαυτῷ συνάγει κακά. Οὕτω καὶ ὁ Ἰωσὴφ ἐγένετο λαμπρός· οὕτως Ἀαρὼν ὁ ἱερεύς· ἡ γὰρ τῶν φθο- νούντων ἐπιβουλὴ καὶ ἅπαξ καὶ δὶς ψηφίσασθαι αὐ- τὸν τὸν Θεὸν ἐποίησε, καὶ τὴν ῥάβδον βλαστῆσαι παρεσκεύασεν. Οὕτως ὁ Ἰακὼβ τῆς πολλῆς εὐπορίας ἀπέλαυσε, καὶ τῶν ἄλλων ἁπάντων. Οὕτως οἱ βα- σκαίνοντες μυρίοις ἑαυτοὺς περιέπειραν κακοῖς. Ἅπερ εἰδότες ἅπαντα, φύγωμεν τὸν τοιοῦτον ζῆλον. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, φθονεῖς; ὅτι χάριν ἔλαβε πνευματικὴν ὁ ἀδελφός; Καὶ παρὰ τίνος ἔλαβεν; εἰπέ μοι· οὐ παρὰ τοῦ Θεοῦ; Οὐκοῦν πρὸς ἐκεῖνον τὴν ἀπέχθειαν ἀναδέχῃ τὸν δεδωκότα τὴν δωρεάν. Εἶδες ποῖ τὸ κακὸν ἕρπει, καὶ οἷον τὸν κολοφῶνα τῶν ἁμαρτημάτων ἐπάγει, καὶ ὅσον ἀνορύττει βάραθρον τιμωρίας; Φεύγωμεν τοίνυν τοῦτο τὸ πάθος, ἀγα- πητοὶ, καὶ μήτε φθονῶμεν, ἀλλὰ καὶ τῶν φθονούντων ὑπερευχώμεθα, καὶ πάντα ποιῶμεν ὥστε αὐτῶν κα- τασβέσαι τὸ πάθος. Ἀλλὰ μὴ τὰ τῶν ἀνοήτων πά- σχωμεν, οἳ, βουλόμενοι δίκην αὐτοὺς ἀπαιτῆσαι, πάντα ποιοῦσιν ὥστε αὐτῶν ἀνάψαι τὴν φλόγα. Ἀλλὰ μὴ ἡμεῖς οὕτως, ἀλλὰ δακρύωμεν αὐτοὺς καὶ θρη- νῶμεν. Αὐτοὶ γάρ εἰσιν οἱ ἠδικημένοι, σκώληκα ἔχοντες διηνεκῆ διατρώγοντα αὐτῶν τὴν καρδίαν, καὶ πηγὴν ἰοῦ συνάγοντες πάσης χολῆς πικροτέραν. Παρακαλῶμεν τοίνυν τὸν φιλάνθρωπον Θεὸν καὶ ἐκείνοις τὸ πάθος μεταβαλεῖν, καὶ ἡμᾶς μήποτε ἐμ- πεσεῖν τῷ νοσήματι. Καὶ γὰρ ἄβατος ὁ οὐρανὸς τῷ ταύτην ἔχοντι τὴν τηκεδόνα· καὶ πρὸ τοῦ οὐρανοῦ δὲ καὶ ὁ παρὼν βίος ἀβίωτος. Οὐδὲ γὰρ οὕτω ξύλον καὶ ἔριον σὴς ἐγκαθήμενος καὶ σκώληξ διατρώγειν εἴω- θεν, ὡς ὁ τῆς βασκανίας πυρετὸς αὐτὰ κατεσθίει τὰ ὀστᾶ τῶν βασκαινόντων, καὶ τῆς ψυχῆς τὴν σωφρο- σύνην λυμαίνεται. Ἵν' οὖν καὶ ἑαυτοὺς καὶ ἑτέρους τῶν μυρίων ἀπαλλάξωμεν κακῶν, ἀπελάσωμεν τὸν πονηρὸν τοῦτον ἐξ ἡμῶν πυρετὸν, τὸν πάσης τηκε- δόνος χαλεπώτερον· ἵνα πνευματικὴν ἀναλαβόντες ἰσχὺν, καὶ τὸν παρόντα διανύσωμεν ἀγῶνα, καὶ τῶν μελλόντων ἐπιτύχωμεν στεφάνων· ὧν γένοιτο πάν- τας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυ- ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΛΒʹ.
Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέ- ρους. αʹ. Ἵνα γὰρ μή τις λέγῃ, Τί πρὸς ἡμᾶς τοῦ σώματος τὸ ὑπόδειγμα; ἐκεῖνο μὲν γὰρ φύσει δουλεύει, τὰ δὲ ἡμέτερα προαιρέσεώς ἐστι κατορθώματα· προ- άγων αὐτὸ τοῖς καθ' ἡμᾶς πράγμασι, καὶ δεικνὺς ὅτι τοσαύτην ἀπὸ γνώμης ὀφείλομεν ἔχειν ὁμόνοιαν, ὅσην ἀπὸ φύσεως ἐκεῖνα, φησὶν, Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ. Εἰ δὲ τὸ ἡμέτερον οὐ δεῖ στασιάζειν σῶμα, πολλῷ μᾶλλον τὸ τοῦ Χριστοῦ, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ φύσεως χάρις δυνατωτέρα. Καὶ μέλη ἐκ μέρους. Οὐ γὰρ δὴ σῶμα μόνον, φησὶν, ἀλλὰ καὶ μέλη ἐσμέν. Περὶ γὰρ ἀμφοτέρων τούτων ἀνωτέρω διελέχθη, τοὺς πολλοὺς εἰς ἓν συνάγων, καὶ δεικνὺς ἅπαντας ἕν τι κατὰ τὴν τοῦ σώματος εἰκόνα γινομέ νους, καὶ τὸ ἓν τοῦτο διὰ τῶν πολλῶν συνιστάμενον, καὶ ἐν τοῖς πολλοῖς ὂν, καὶ τὰ πολλὰ ἐκ τούτου συν- εχόμενα καὶ δυνάμενα εἶναι πολλά. Τί δέ ἐστι τὸ, Ἐκ μέρους; Τό γε εἰς ὑμᾶς ἧκον, καὶ ὅσον εἰκὸς ἐξ ὑμῶν οἰκοδομηθῆναι μέρος. Ἐπειδὴ γὰρ εἶπε, Σῶμα, τὸ δὲ πᾶν σῶμα ἦν, οὐχὶ ἡ παρὰ Κορινθίοις Ἐκκλη- σία, ἀλλ' ἡ πανταχοῦ τῆς οἰκουμένης, διὰ τοῦτο ἔφησεν, Ἐκ μέρους· τουτέστιν, ὅτι Ἡ Ἐκκλησία ἡπαρ' ὑμῖν μέρος ἐστὶ τῆς πανταχοῦ κειμένης Ἐκ- κλησίας, καὶ τοῦ σώματος τοῦ διὰ πασῶν συνιστα- μένου τῶν Ἐκκλησιῶν· ὥστε οὐχὶ πρὸς ἀλλήλους μόνον, ἀλλὰ καὶ πρὸς πᾶσαν τὴν κατὰ τὴν οἰκουμέ- νην Ἐκκλησίαν εἰρηνεύειν ἂν εἴητε δίκαιοι, εἴ γε παντός ἐστε μέλη τοῦ σώματος. Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀν- τιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. Ὅπερ γὰρ ἔφθην εἰπὼν τοῦτο καὶ νῦν ποιεῖ· ἐπειδὴ μέγα ἐφρόνουν ἐπὶ ταῖς γλώτταις, ἔσχατον αὐτὸ τίθησι πανταχοῦ. Τὸ γὰρ πρῶτον ἐνταῦθα καὶ δεύτερον οὐχ ἁπλῶς εἴρηκεν, ἀλλὰ προτάττων τὸ προτιμότερον, καὶ τὸ καταδεέστερον δεικνύς. ∆ιὸ καὶ τοὺς ἀποστόλους προὔθηκεν, οἳ πάντα ἐν ἑαυτοῖς εἶχον τὰ χαρίσματα. Καὶ οὐκ εἶπεν, Οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ ἀποστόλους, ἁπλῶς, ἢ προφήτας, ἀλλὰ πρῶτον καὶ δεύτερον καὶ τρίτον τίθησι, τὸ αὐτὸ τοῦτο, ὅπερ εἶ- πον, ἐμφαίνων. ∆εύτερον προφήτας. Προεφήτευον γὰρ, ὡς αἱ θυγατέρες Φιλίππου, ὡς ὁ Ἄγαβος, ὡς αὐτοὶ οὗτοι οἱ παρὰ Κορινθίοις, περὶ ὧν φησι, Προ- φῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν. Καὶ Τιμοθέῳ δὲ γράφων ἔλεγε, Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας. Καὶ πολλῷ πλείους τότε ἦσαν, ἢ ἐπὶ τῆς Παλαιᾶς. Οὐ γὰρ εἰς δέκα καὶ εἴκοσι καὶ πεντήκοντα καὶ ἑκατὸν περιεστήκει τὸ χάρισμα, ἀλλ' ἐξεχεῖτο δαψιλῶς ἡ χάρις αὕτη, καὶ ἑκάστη Ἐκκλησία πολλοὺς εἶχε τοὺς προφητεύοντας. Εἰ δέ φησιν ὁ Χριστὸς, ὅτι Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου, περὶ ἐκείνων φησὶ τῶν προφητῶν τῶν τὴν παρουσίαν αὐτοῦ προ- αναφωνησάντων. Τρίτον διδασκάλους. Ὁ μὲν γὰρ προφητεύων, πάντα ἀπὸ τοῦ Πνεύματος φθέγγεται· ὁ δὲ διδάσκων, ἔστιν ὅπου καὶ ἐξ οἰκείας διανοίας διαλέγεται. ∆ιὸ καὶ ἔλεγεν, Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα δὲ οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. Ὁ δὲ Πνεύματι πάντα φθεγγόμενος, οὐ κοπιᾷ· διὰ δὴ τοῦτο καὶ μετὰ τὸν προφήτην αὐτὸν τέθεικεν· ὅτι τὸ μὲν ὅλον ἐστὶ χάρισμα, τὸ δὲ καὶ ἀνθρώπινος πόνος. Καὶ γὰρ καὶ οἴκοθεν πολλὰ φθέγγεται, συμβαίνοντα μέν- τοι ταῖς θείαις Γραφαῖς. Ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων. Ὁρᾷς πῶς πάλιν διαιρεῖ τὰ ἰάματα ἀπὸ τῆς δυνάμεως, ὅπερ καὶ ἔμπροσθεν ἐποίησεν; ἡ γὰρ δύναμις πλέον τῆς ἰάσεως. Ὁ μὲν γὰρ δύναμιν ἔχων, καὶ κολάζει καὶ ἰᾶται· ὁ δὲ χάρι- σμα ἰαμάτων, θεραπεύει μόνον. Καὶ ὅρα πῶς ἀρίστῃ κέχρηται τῇ τάξει, τὴν προφητείαν τῶν δυνάμεων καὶ τῶν ἰαμάτων προτιθείς. Ἀνωτέρω μὲν γὰρ, ἔνθα ἔλεγεν, ὅτι Τῷ μὲν διὰ τοῦ Πνεύματος δίδοται λό- γος σοφίας, καὶ ἄλλῳ λόγος γνώσεως, οὐ κατὰ τάξιν τιθεὶς ἔλεγεν, ἀλλ' ἀδιαφόρως· ἐνταῦθα μέντοι προτίθησι καὶ ὑποτάττει. Τίνος οὖν ἕνεκεν τὴν προ- φητείαν προτίθησιν; Ὅτι καὶ ἐν τῇ Παλαιᾷ ταύτην ἔχει τὸ πρᾶγμα τὴν τάξιν. Ὅτε γοῦν ὁ Ἡσαΐας πρὸς Ἰουδαίους διελέγετο, καὶ τῆς τοῦ Θεοῦ δυνάμεως παρεῖχεν ἀπόδειξιν, καὶ τῆς τῶν δαιμόνων εὐτελείας τὸν ἔλεγχον παρῆγεν εἰς μέσον, καὶ τοῦτο τῆς θειότη- τος αὐτοῦ ἔφησεν εἶναι δεῖγμα μέγιστον, τὸ λέγειν τὰ μέλλοντα. Καὶ ὁ Χριστὸς δὲ τοσαῦτα σημεῖα ποιήσας, οὐ μικρὸν τοῦτό φησιν αὐτοῦ τῆς θειότη- τος εἶναι σημεῖον· καὶ ἐπιλέγει συνεχῶς, Ταῦτα δὲ εἴρηκα ὑμῖν, ἵν' ὅταν γένηται, πιστεύσητε ὅτι ἐγώ εἰμι. Ἀλλὰ προφητείας μὲν εἰκότως τὰ χαρίσματα τῶν ἰαμάτων δεύτερα· διὰ τί δὲ καὶ δι- δασκαλίας; Ὅτι οὐκ ἔστιν ἴσον, λόγον καταγγέλλειν κηρύγματος καὶ σπείρειν τὴν εὐσέβειαν εἰς τὰς τῶν ἀκουόντων ψυχὰς, καὶ δυνάμεις ποιεῖν· ἐπεὶ καὶ αὗται δι' ἐκεῖνον γίνονται. βʹ. Ὅταν οὖν τις καὶ λόγῳ παιδεύῃ καὶ βίῳ, πάντων ἐστὶ μείζων. ∆ιδασκάλους γὰρ τούτους φησὶ, τοὺς καὶ τοῖς ἔργοις διδάσκοντας καὶ τῷ λόγῳ παιδεύοντας. Τοῦτο γοῦν καὶ τοὺς ἀποστόλους, ἀποστόλους εἶναι ἐποίησε. Κἀκεῖνα μὲν καὶ ἕτεροί τινες οὐ πολλοῦ ἄξιοι παρὰ τὴν ἀρχὴν εἰλήφασιν, ὡς ἐκεῖνοι οἱ εἰρη- κότες, Κύριε οὐχὶ τῷ σῷ ὀνόματι προεφητεύσαμεν. καὶ δυνάμεις πολλὰς ἐποιήσαμεν; καὶ μετὰ ταῦτα ἀκούσαντες, Οὐδέποτε ἔγνων· ὑμᾶς πορεύεσθε ἀπ' ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· τὸν δὲ τῆς δι- δασκαλίας λόγον τὸν διπλοῦν τοῦτον, τὸν διὰ τῶν ἔργων καὶ τῶν λόγων, οὐκ ἂν ἀναδέξαιτό ποτε πονηρὸς ἄνθρωπος. Εἰ δὲ τοὺς προφήτας προτίθησι, μὴ θαυμάσῃς· οὐ γὰρ ἁπλῶς προφήτας λέγει, ἀλλὰ τοὺς διὰ τῆς προφητείας καὶ διδάσκοντας καὶ εἰς τὸ κοινῇ συμφέρον ἅπαντα λέγοντας· ὅπερ προϊὼν σαφέστερον ἡμῖν ποιεῖ. Ἀντιλήψεις, κυβερνήσεις. Τί ἐστιν, Ἀντιλήψεις; Ὥστε ἀντέχεσθαι τῶν ἀσθενῶν. Τοῦτο οὖν χάρισμα; εἰπέ μοι. Μάλιστα μὲν καὶ τοῦτο τῆς τοῦ Θεοῦ δωρεᾶς, τὸ προστατικὸν εἶναι, τὸ πράγματα οἰκονομεῖν πνευματικά· ἄλλως τε δὲ πολλὰ καὶ τῶν ἡμετέρων κατορθωμάτων χαρίσματα καλεῖ, οὐκ ἀναπίπτειν ἡμᾶς βουλόμενος, ἀλλὰ δεικνὺς ὅτι πανταχοῦ τῆς τοῦ Θεοῦ δεόμεθα βοηθείας, καὶ παρασκευάζων εὐχαρίστους εἶναι, καὶ προθυμοτέρους ταύτῃ ποιῶν καὶ διεγείρων αὐτῶν τὰ φρονήματα. Γένῃ γλωσσῶν. Εἶδες ποῦ τέθεικε τουτὶ τὸ χάρισμα, καὶ πῶς πανταχοῦ τὴν ἐσχάτην αὐτῷ νέμει τάξιν; Εἶτα ἐπειδὴ πάλιν ἐκ τοῦ καταλόγου τούτου πολλὴν ἔδειξε διαφορὰν, καὶ τὸ νόσημα ἐκεῖνο διήγειρε τὸ τῶν ἐλάτ- τονα ἐχόντων χαρίσματα· λοιπὸν μετὰ πολλῆς αὐ- τοῖς ἐπιπηδᾷ τῆς σφοδρότητος, διὰ τὸ πολλὰς αὐτοῖς παρασχεῖν τὰς ἀποδείξεις τοῦ μὴ σφόδρα ἐλαττοῦσθαι αὐτούς. Ἐπειδὴ γὰρ εἰκὸς ἦν ταῦτα ἀκούσαντας αὐτοὺς λέγειν· Καὶ διὰ τί μὴ πάντες ἀπόστολοι ἐγενόμεθα; ἀνωτέρω μὲν παρακλητικωτέρῳ λόγῳ κέχρηται, διὰ πολλῶν ἀποδεικνὺς ἀναγκαίως τοῦτο γινόμενον, καὶ ἀπὸ τῆς τοῦ σώματος εἰκόνος· Τὸ γὰρ σῶμα, φησὶν, οὐκ ἔστιν ἓν μέλος· καὶ πάλιν, Εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; Καὶ ἀπὸ τοῦ συμφερόντως δεδόσθαι, Ἑκάστῳ γὰρ, φησὶν, ἡ φανέρωσις τοῦ Πνεύματος δίδοται πρὸς τὸ συμ- φέρον· καὶ ἀπὸ τοῦ πάντας ἀπὸ τοῦ Πνεύματος ἀρύεσθαι τοῦ αὐτοῦ, καὶ ἀπὸ τοῦ χάρισμα εἶναι τὸ διδόμενον, ἀλλὰ μὴ ὀφειλήν· ∆ιαιρέσεις γὰρ, φησὶ, χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· ἀπὸ τοῦ φανέρωσιν ὁμοίως γίνεσθαι διὰ πάντων τοῦ Πνεύ- ματος, Ἑκάστῳ γὰρ ἡ φανέρωσις, φησὶ, δίδοται διὰ τοῦ Πνεύματος· καὶ ἀπὸ τοῦ κατὰ τὸ δοκοῦν τῷ Πνεύματι καὶ τῷ Θεῷ ταῦτα τετυπῶσθαι, Πάντα γὰρ ταῦτα, φησὶν, ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται· καὶ πάλιν, Ἔθετο ὁ Θεὸς τὰ μέλη ἓν ἕκαστον αὐ- τῶν ἐν τῷ σώματι, καθὼς ἠθέλησε· καὶ ἀπὸ τοῦ ἀναγκαῖα εἶναι καὶ τὰ ἐλάττονα, Τὰ γὰρ δοκοῦντα, φησὶν, ἀσθενέστερα ὑπάρχειν, ἀναγκαῖά ἐστιν· ἀπὸ τοῦ ὁμοίως ἀναγκαῖα εἶναι, ἐν τῷ ὁμοίως τὸ σῶμα κατασκευάζειν τοῖς μείζοσι, Τὸ γὰρ σῶμα, φησὶν, οὐκ ἔστιν ἓν μέλος, ἀλλὰ πολλά· ἀπὸ τοῦ καὶ τὰ μείζονα τῶν ἐλαττόνων δεῖσθαι, Οὐ δύναται γὰρ, φησὶν, εἰπεῖν ἡ κεφαλὴ τοῖς ποσὶ, Χρείαν ὑμῶν οὐκ ἔχω· ἀπὸ τοῦ καὶ πλείονος ταῦτα ἀπολαύειν τιμῆς, Τῷ γὰρ ὑστεροῦντι, φησὶ, περισσοτέραν ἔδωκε τιμήν· ἀπὸ τοῦ κοινὴν αὐτῶν εἶναι τὴν φρον- τίδα καὶ ἴσην, Τὸ γὰρ αὐτὸ ὑπὲρ ἀλλήλων μερι- μνῶσι πάντα τὰ μέλη· καὶ ἀπὸ τοῦ μίαν εἶναι τὴν δόξαν καὶ τὴν ἀλγηδόνα αὐτῶν ἁπάντων, Εἴτε γὰρ πάσχει, φησὶν, ἓν μέλος συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη. Ἀνωτέρω μὲν οὖν παρεκάλεσε διὰ τούτων· ἐνταῦθα δὲ καταφορικῶς καὶ ἐπιτιμητικῶς κέχρηται τῷ λόγῳ λοιπόν. Ὅπερ γὰρ ἔφην, οὔτε ἀεὶ παρακα- λεῖν, οὔτε ἐπιστομίζειν ἀεὶ χρή. ∆ιὰ τοῦτο καὶ αὐτὸς, ἐπειδὴ διὰ πολλῶν αὐτοὺς παρεκάλεσε, σφοδρῶς λοι- πὸν ἐπιτίθεται, λέγων· Μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; Καὶ οὐχ ἵσταται μέχρι τοῦ πρώτου καὶ τοῦ δευτέρου χαρίσματος, ἀλλὰ μέχρις ἐσχάτων πρό- εισιν· ἢ τοῦτο λέγων, ὅτι Οὐ δυνατὸν πάντας εἶναι πάντα· ὥσπερ ἐκεῖ φησιν, Εἰ ἦν τὰ πάντα ἓν μέ λος, ποῦ τὸ σῶμα; ἢ καὶ ἕτερόν τι μετὰ τούτων κατασκευάζων εἰς παραμυθίας λόγον πάλιν. Ποῖον δὴ τοῦτο; Τὸ δεῖξαι καὶ τὰ ἐλάττονα ὁμοίως τοῖς μείζοσι περιμάχητα ἐκ τοῦ μηδὲ ταῦτα ἁπλῶς πᾶσι δεδόσθαι. Τί γὰρ, φησὶν, ἀλγεῖς, ὅτι οὐκ ἔχεις χαρίσματα ἰαμάτων; ἐννόησον ὅτι ὅπερ ἔχεις σὺ, κἂν ἔλαττον ᾖ, πολλάκις ὁ τὸ μεῖζον ἔχων, οὐκ ἔχει. ∆ιὰ τοῦτό φησι· Μὴ πάντες γλώσσαις λα- λοῦσι; μὴ πάντες διερμηνεύουσιν; Ὥσπερ γὰρ τὰ μεγάλα οὐ πᾶσιν ἐχαρίσατο ὁ Θεὸς πάντα, ἀλλὰ τοῖς μὲν τοῦτο, τοῖς δὲ ἐκεῖνο· οὕτω καὶ ἐπὶ τῶν ἐλαττόνων ἐποίησεν, οὐδὲ ταῦτα πᾶσι προθείς. Ἐποίησε δὲ τοῦτο, πολλὴν ἐκ τούτου τὴν συμφωνίαν καὶ τὴν ἀγάπην οἰκοδομῶν, ἵνα ἕκαστος τοῦ πλησίον δεόμενος συνάγηται πρὸς τὸν ἀδελφόν. Τοῦτο καὶ ἐν ταῖς τέχναις ᾠκονόμησε, τοῦτο καὶ ἐν τοῖς στοι- χείοις, τοῦτο καὶ ἐν τοῖς φυτοῖς καὶ ἐν τοῖς μέλεσι τοῖς ἡμετέροις καὶ ἐν πᾶσιν ἁπλῶς. γʹ. Εἶτα ἐπάγει λοιπὸν τὴν κυριωτάτην παραμυθίαν, καὶ ἱκανὴν αὐτοὺς ἀνακτήσασθαι καὶ ἀναπαῦσαι τὴν ὀδυνωμένην ψυχήν. Τίς δὲ αὕτη ἐστί; Ζηλοῦτε, φησὶ, τὰ χαρίσματα τὰ κρείττονα. Καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν δείκνυμι ὑμῖν. Τοῦτο δὲ εἰπὼν ἠρέμα ᾐνίξατο αἰτίους ὄντας τοῦ τὰ ἐλάττονα λαμ- βάνειν, καὶ κυρίους, εἰ βούλοιντο, τοῦ τὰ μείζονα λαβεῖν. Ὅταν γὰρ εἴπῃ, Ζηλοῦτε, τὴν παρ' ἐκείνων σπουδὴν ἀπαιτεῖ καὶ τὴν ἐπιθυμίαν τὴν περὶ τὰ πνευματικά. Καὶ οὐκ εἶπε, Τὰ μείζονα, ἀλλὰ, Τὰ κρείττονα, τουτέστι, τὰ χρησιμώτερα, τὰ συμ- φέροντα. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Μένετε ἐπιθυ- μοῦντες χαρισμάτων, καὶ δείκνυμι ὁδὸν χαρισμάτων ὑμῖν. Οὐδὲ γὰρ εἶπε, Χάρισμα, ἀλλ' Ὁδὸν, ἵνα μειζόνως ἐπάρῃ τοῦτο, ὃ μέλλει λέγειν· οὐδὲ γὰρ ἓν καὶ δύο καὶ τρία χαρίσματα δείκνυμι ὑμῖν, ἀλλ' ὁδὸν μίαν τὴν ἐπὶ πάντα ταῦτα φέρουσαν· καὶ οὐχ ἁπλῶς ὁδὸν, ἀλλὰ καὶ μεθ' ὑπερβολῆς, καὶ κοινῇ πᾶσι προκειμένην. Οὐ γὰρ ὥσπερ τὰ χαρίσματα τοῖς μὲν ταῦτα, τοῖς δὲ ἐκεῖνα, ἀλλ' οὐ πᾶσι πάντα δέδοται, οὕτω καὶ τοῦτο· ἀλλὰ καθολικὸν δῶρόν ἐστι. ∆ιὸ καὶ πάντας εἰς τοῦτο καλεῖ· Ζηλοῦτε γὰρ, φησὶ, τὰ χαρίσματα τὰ κρείττονα· καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν δείκνυμι ὑμῖν· τὴν ἀγάπην λέγων τὴν πρὸς τὸν πλησίον. Εἶτα μέλλων ἐμβαίνειν εἰς τὸν περὶ αὐτῆς λόγον καὶ τὸ ἐγκώμιον τοῦ κατορθώματος τού- του, πρῶτον καθαιρεῖ ταῦτα τῇ πρὸς ἐκείνην συγ- κρίσει, οὐδὲν ὄντα δεικνὺς ταύτης χωρὶς, σφόδρα συνετῶς. Εἰ γὰρ εὐθέως περὶ ἀγάπης διελέχθη, καὶ εἰπὼν, Ὁδὸν ὑμῖν δείκνυμι, ἐπήγαγεν. Αὕτη δέ ἐστιν ἡ ἀγάπη, καὶ μὴ κατὰ σύγκρισιν τὸν λόγον προήγαγε· κἂν ἐμυκτήρισάν τινες τὸ λεχθὲν, οὐκ εἰδότες σαφῶς τοῦ πράγματος τὴν ἰσχὺν, ἀλλ' ἔτι πρὸς ταῦτα κεχηνότες. ∆ιόπερ οὐκ εὐθέως αὐτὴν ἀνακαλύπτει, ἀλλὰ πρῶτον τῇ ἐπαγγελίᾳ τὸν ἀκροα- τὴν ἐπάρας, καὶ εἰπὼν, Καθ' ὑπερβολὴν ὁδὸν δείκνυμι ὑμῖν, καὶ εἰς ἐπιθυμίαν αὐτὸν ἀγαγὼν, οὐδὲ οὕτως εὐθέως εἰς αὐτὴν ἐμβαίνει, ἀλλ' αὔξων ἔτι καὶ ἐπιτείνων αὐτῶν τὴν ἐπιθυμίαν, περὶ τούτων αὐτῶν διαλέγεται πρῶτον, καὶ δείκνυσιν ἐκείνης οὐκ οὔσης, οὐδὲν ὄντα, εἰς μεγίστην αὐτοὺς ἀνάγκην τοῦ φιλεῖν ἀλλήλους καθιστάς· ἐπειδὴ καὶ ἐκ τοῦ ταύτην ἠμελῆσθαι ἡ αἰτία τῶν κακῶν ἁπάντων ἦν. Ὥστε καὶ κατὰ τοῦτο εἰκότως ἂν μεγάλη φανείη, εἴ γε τὰ μὲν χαρίσματα οὐ μόνον αὐτοὺς οὐ συνήγαγεν, ἀλλὰ καὶ ἡνωμένους διέστησεν· αὕτη δὲ τοὺς δι' ἐκείνων διαστάντας δι' ἑαυτῆς μέλλοι συνάγειν καὶ ποιεῖν σῶμα ἕν. Ἀλλ' οὐ λέγει τοῦτο εὐθέως, ἀλλ' ὃ μάλιστα ἐπόθουν, τοῦτο τίθησιν· οἷον ὅτι χάρισμα τὸ πρᾶγμά ἐστι, καὶ τῶν χαρισμάτων ἁπάντων ὁδὸς μεθ' ὑπερβολῆς. Ὥστε εἰ καὶ μὴ διὰ τὸ ὀφείλειν βούλει τὸν ἀδελφὸν ἀγαπᾷν, διὰ τὸ κρείττονος ἐπι- λαμβάνεσθαι σημείου καὶ χαρίσματος δαψιλοῦς κα- τάδεξαι τὴν ἀγάπην. Καὶ ὅρα πόθεν ἄρχεται· πρῶτον ἀπὸ τοῦ θαυμαστοῦ δοκοῦντος εἶναι παρ' αὐτοῖς καὶ μεγάλου, τῶν γλωσσῶν· καὶ ἀγαγὼν εἰς μέσον τὸ χάρισμα, οὐ τοσοῦτον τίθησιν, ὅσον εἶχον, ἀλλὰ πολλῷ πλέον. Οὐδὲ γὰρ εἶπεν, Ἐὰν γλώσσαις λαλῶ, ἀλλ' Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ. Τί ἐστι, Τῶν ἀνθρώπων; Πάντων τῶν πανταχοῦ τῆς οἰκουμένης ἐθνῶν. Καὶ οὐδὲ ταύτῃ ἠρκέσθη τῇ ὑπερ- βολῇ, ἀλλὰ καὶ ἑτέραν πολλῷ μείζονα τίθησιν, ἐπ- άγων καὶ λέγων, Καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. Εἶδες ποῦ τὸ χάρισμα ἐπάρας, ποῦ καθ- εῖλεν αὐτὸ καὶ κατέῤῥιψεν; Οὐδὲ γὰρ ἁπλῶς εἶπεν, ὅτι Οὐδέν εἰμι, ἀλλ' ὅτι Γέγονα χαλκὸς ἠχῶν, ἀναίσθητόν τι καὶ ἄψυχον. Πῶς δὲ χαλκὸς ἠχῶν; Φωνὴν μὲν ἀφιεὶς, εἰκῆ δὲ καὶ μάτην, καὶ εἰς οὐδὲν δέον. Πρὸς γὰρ τῷ μηδὲν ἀνύειν καὶ παρενοχλεῖν δοκῶ καὶ φορτικός τις εἶναι καὶ ἐπαχθὴς τοῖς πολ- λοῖς· ὁρᾷς πῶς ὁ ἀγάπης ἀπεστερημένος τοῖς ἀψύ- χοις προσέοικε καὶ ἀναισθήτοις; Γλῶτταν δὲ ἀγγέλων ἐνταῦθά φησιν, οὐχὶ σῶμα περιτιθεὶς ἀγγέλοις, ἀλλ' ὃ λέγει, τοιοῦτόν ἐστι· Κἂν οὕτω φθέγγωμαι, ὡς ἀγγέλοις νόμος πρὸς ἀλλήλους διαλέγεσθαι, ταύτης ἄνευ οὐδέν εἰμι, ἀλλὰ καὶ ἐπαχθὴς καὶ φορτικός. Οὕτω γοῦν καὶ ἀλλαχοῦ ὅταν λέγῃ, ὅτι Αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθο- νίων, οὐ γόνατα καὶ ὀστᾶ περιτιθεὶς τοῖς ἀγγέλοις ταῦτα λέγει, ἄπαγε, ἀλλὰ τὴν ἐπιτεταμένην προσ- κύνησιν διὰ τοῦ παρ' ἡμῖν σχήματος αἰνίξασθαι βού- λεται. Οὕτω καὶ ἐνταῦθα γλῶσσαν ἐκάλεσεν, οὐ σαρκὸς ὄργανον δηλῶν, ἀλλὰ τὴν πρὸς ἀλλήλους αὐ- τῶν ὁμιλίαν τῷ γνωρίμῳ παρ' ἡμῖν τρόπῳ αἰνίξα- σθαι βουλόμενος. Εἶτα ὥστε εὐπαράδεκτον γενέσθαι τὸν λόγον, οὐ μέχρι τῶν γλωσσῶν ἵσταται, ἀλλὰ καὶ ἐπὶ τὰ λοιπὰ πρόεισι χαρίσματα, καὶ πάντα τῇ αὐ- τῆς ἀπουσίᾳ καθελὼν, τότε αὐτῆς ὑπογράφει τὴν εἰκόνα· καὶ ἐπειδὴ αὔξησιν ποιῆσαι προῄρηται τοῦ λόγου, ἀπὸ τῶν ἐλαττόνων ἀρχόμενος ἄνεισιν ἐπὶ τὰ μείζω. Ὅπερ γὰρ, ἡνίκα τὴν τάξιν αὐτῶν ἐνέφηνεν, ὕστερον τέθεικε τὸ τῶν γλωσσῶν, τοῦτο πρῶτον ἀριθμεῖ νῦν κατὰ μικρὸν, ὅπερ ἔφην, ἐπὶ τὰ μείζονα ἀναβαίνων. Εἰπὼν γὰρ περὶ τῶν γλωσσῶν, ἐπὶ τὴν προφητείαν εὐθέως ἐκβαίνει, καί φησι· Καὶ ἐὰν ἔχω προφητείαν· καὶ ταύτην πάλιν μεθ' ὑπερβολῆς. Ὥσπερ γὰρ ἐκεῖ οὐ γλώσσας ἔθηκεν, ἀλλὰ τὰς πάν- των τῶν ἀνθρώπων γλώσσας, καὶ προϊὼν τὰς τῶν ἀγγέλων, καὶ τότε ἔδειξεν οὐδὲν ὃν τὸ χάρισμα ἀγάπης χωρίς· οὕτω καὶ ἐνταῦθα οὐ τὴν προφητείαν τίθησι μόνον, ἀλλὰ καὶ τὴν ὑψηλοτάτην προφητείαν. Εἰπὼν γὰρ, Ἐὰν ἔχω προφητείαν, ἐπήγαγε· Καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ πᾶσαν τὴν γνῶσιν· μετ' ἐπιτάσεως τιθεὶς καὶ τοῦτο τὸ χάρισμα δʹ. Εἶτα μετὰ τοῦτο καὶ ἐπὶ τὰ λοιπὰ χαρίσματα προβαίνει. Καὶ ἵνα μὴ τὸ καθ' ἕκαστον αὐτῶν λέγων δοκῇ πάλιν ἐνοχλεῖν, τὴν μητέρα καὶ πηγὴν ἁπάντων τίθησι, καὶ αὐτὴν πάλιν μεθ' ὑπερβολῆς, οὕτω λέ- γων· Καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν. Καὶ οὐδὲ ἠρκέσθη τούτῳ, ἀλλὰ καὶ, ὅπερ ὡς μέγιστον εἶπεν ὁ Χριστὸς, καὶ τοῦτο προσέθηκεν εἰπών· Ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. Καὶ σκόπει πῶς πάλιν κἀνταῦθα καθαιρεῖ τῶν γλωσσῶν τὸ ἀξίωμα. Ἐπὶ μὲν γὰρ τῆς προφητείας δείκνυσι πολὺ τὸ κέρδος τὸ ἀπ' αὐτῆς, τὸ εἰδέναι τὰ μυστήρια καὶ τὴν γνῶσιν ἔχειν ἅπασαν, καὶ ἐπὶ τῆς πίστεως ἔργον οὐ μικρὸν, τὸ τὰ ὄρη μεθιστάνειν· ἐπὶ δὲ τῶν γλωσσῶν αὐτὸ μόνον εἰπὼν τὸ χάρισμα, ἀν- εχώρησε. Σὺ δέ μοι κἀκεῖνο σκόπει, πῶς ἐν βραχεῖ πάντα περιέλαβε τὰ χαρίσματα, προφητείαν εἰπὼν καὶ πίστιν· ἢ γὰρ ἐν λόγοις, ἢ ἐν ἔργοις ἐστὶ τὰ θαύματα. Καὶ πῶς ὁ Χριστός φησιν, Ἐλάχιστον μέρος τῆς πίστεως εἶναι τὸ δύνασθαι ὄρος μεταστῆ- σαι (ὡς γὰρ ἐλάχιστον λέγων, οὕτως ἔθηκεν εἰπὼν, Ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι, καὶ μεταβήσεται)· ὁ δὲ Παῦλος πᾶσαν τὴν πίστιν ταύτην εἶναί φησι; Τί οὖν ἔστιν εἰπεῖν; Ἐπειδὴ μέγα ἦν τοῦτο, τὸ ὄρος μετα- στῆσαι, διὰ τοῦτο καὶ αὐτοῦ ἐμνημόνευσεν, οὐχ ὡς τοῦτο μόνης δυναμένης πάσης τῆς πίστεως, ἀλλὰ ἐπειδὴ τοῦτο μέγα εἶναι ἐδόκει τοῖς παχυτέροις διὰ τὸν ὄγκον τοῦ σώματος, κἀντεῦθεν ἐπαίρει τὸ προ- κείμενον. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, καὶ ἐὰν δύνωμαι ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι· Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦ- μαι. Βαβαὶ τῆς ὑπερβολῆς! καὶ γὰρ καὶ ταῦτα μετὰ προσθήκης ἑτέρας τίθησιν. Οὐ γὰρ εἶπεν, Ἐὰν δῶ τοῖς πένησι τὴν ἡμίσειαν μοῖραν τῶν ὄντων, ἢ τὰς δύο ἢ τὰς τρεῖς μοίρας, ἀλλ' Ἐὰν πάντα μου τὰ ὑπάρχοντα. Καὶ οὐκ εἶπε, ∆ῶ, ἀλλὰ, Ψωμίσω, ὡς προσκεῖσθαι τῇ δαπάνῃ καὶ τὴν διακονίαν τὴν μετ' ἐπιμελείας ἁπάσης. Καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι. Οὐκ εἶπεν, Ἐὰν ἀποθάνω, ἀλλὰ καὶ τοῦτο μεθ' ὑπερβολῆς· τὸν γὰρ πάντων χαλεπώ- τερον θάνατον θεὶς, τὸ ζῶντα κατακαῆναι· καὶ τοῦτον χωρὶς ἀγάπης οὐδὲν μέγα ἔφησεν εἶναι. Ἐπήγαγε γοῦν, Οὐδὲν ὠφελοῦμαι. Ἀλλ' οὐδέπω τὴν πᾶσαν ὑπερβολὴν ἔδειξα, ἕως ἂν τοῦ Χριστοῦ τὰς μαρτυρίας τὰς περὶ ἐλεημοσύνης καὶ θανάτου εἰρημένας εἰς μέσον ἀγάγω. Τίνες οὖν εἰσιν αἱ μαρτυρίαι; Τῷ πλουσίῳ φησὶν, Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι· καὶ περὶ ἀγάπης δὲ διαλεγόμενος τῆς εἰς τὸν πλησίον φησὶ, Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. Ὅθεν δῆλον, ὅτι καὶ ἐπὶ τοῦ Θεοῦ τοῦτο πάντων μέγιστόν ἐστιν. Ἀλλ' ἐγὼ λέγω, φησὶν ὁ Παῦλος, κἂν ὑπὲρ τοῦ Θεοῦ θῶμεν αὐτὴν, καὶ μηδὲ ἁπλῶς θῶμεν, ἀλλ' ὥστε καὶ ἐμπρησθῆναι (τοῦτο γάρ ἐστιν, Ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι), οὐ μέγα ἔσται κέρδος ἡμῖν τὸν πλη- σίον οὐκ ἀγαπῶσι. Τὸ μὲν οὖν λέγειν τὰ χαρίσματα οὐδὲν μέγα ὠφε- λεῖν ἀγάπης ἀπούσης, θαυμαστὸν οὐδέν· ἐπεὶ καὶ τοῦ βίου δεύτερά ἐστι τὰ χαρίσματα. Πολλοὶ γοῦν χαρίσματα ἐπιδειξάμενοι, ἐπειδὴ φαῦλοι γεγόνασιν, ἐκολάσθησαν, ὡς ἐκεῖνοι οἱ τῷ ὀνόματι αὐτοῦ προ φητεύσαντες καὶ δαιμόνια πολλὰ ἐκβαλόντες καὶ δυ- νάμεις πολλὰς ποιήσαντες, ὡς Ἰούδας ὁ προδότης· ἕτεροι δὲ βίον παρασχόμενοι πιστοὶ καθαρὸν, οὐδενὸς ἐδεήθησαν ἑτέρου πρὸς τὸ σωθῆναι. Τὸ μὲν οὖν τὰ χαρίσματα, ὅπερ ἔφην, δεῖσθαι ταύτης, θαυμαστὸν οὐδέν· τὸ δὲ καὶ βίον ἠκριβωμένον μηδὲν ἰσχύειν ταύτης ἄνευ, τοῦτό ἐστι τὸ τὴν ὑπερβολὴν ἐμφαῖνον καὶ πολλὴν ποιοῦν τὴν ἀπορίαν, καὶ μάλιστα ὅταν ὁ Χριστὸς ἀμφοτέροις τούτοις τὰ μεγάλα φαίνηται ψηφιζόμενος, τῇ τε ἀκτημοσύνῃ, λέγω, καὶ τοῖς τοῦ μαρτυρίου κινδύνοις. Καὶ γὰρ τῷ πλουσίῳ φησὶν, ὅπερ ἔφθην εἰπὼν, Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι· καὶ τοῖς μαθηταῖς περὶ μαρτυρίου διαλεγόμενος ἔλεγεν, Ὃς ἂν ἀπολέσῃ τὴν ψυχὴν αὑτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν· καὶ, Ὃς ἐὰν ὁμολογήσῃ με ἔμ- προσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Καὶ γὰρ πολὺς ὁ τοῦ κατορθώματος τούτου πόνος καὶ αὐτὴν σχεδὸν ὑπερβαίνων τὴν φύσιν· καὶ τοῦτο ἴσασιν οἱ καταξιωθέντες τῶν στεφάνων τούτων κα- λῶς· λόγος γὰρ οὐδεὶς αὐτὸ παραστῆσαι δυνήσεται· οὕτω γενναίας τὸ πρᾶγμά ἐστι ψυχῆς, καὶ μεθ' ὑπερ- βολῆς θαυμαστόν. εʹ. Ἀλλ' ὅμως τὸ θαυμαστὸν τοῦτο οὐδὲν μέγα ἔφησεν ὠφελεῖν ἀγάπης χωρὶς ὁ Παῦλος, κἂν τὴν ἀκτημο- σύνην συνεζευγμένην ἔχῃ. Τίνος οὖν ἕνεκεν οὕτως εἴρηκε; Τοῦτο ἤδη δεῖξαι πειράσομαι, πρότερον ἐκεῖνο ζητήσας, πῶς ὁ τὰ ὑπάρχοντα ψωμίζων πάντα δύναται μὴ ἔχειν ἀγάπην. Τὸν μὲν γὰρ ἕτοιμον ὄντα καῆναι καὶ τὰ χαρίσματα ἔχοντα ἐγχωρεῖ ἴσως καὶ μὴ ἀγαπῆσαι· ὁ δὲ μὴ μόνον δοὺς τὰ ὑπάρχοντα, ἀλλὰ καὶ ψωμίζων, πῶς οὐκ ἀγαπᾷ; Τί οὖν ἔστιν εἰπεῖν; Ἢ ὅτι τὸ οὐκ ὂν ὡς ὂν ὑπέθετο, ὅπερ ἀεὶ φιλεῖ ποιεῖν, ὅταν ὑπερβολὴν παραστῆσαι βουληθῇ· ὡς ὅταν Γαλάταις γράφων λέγῃ· Ἐὰν ἡμεῖς ἢ ἄγ- γελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω. Καίτοι οὔτε αὐτὸς, οὔτε ἄγγελος ἔμελλε τοῦτο ποιεῖν· ἀλλ' ἵνα δείξῃ τὴν ὑπερβολὴν τοῦ πράγματος, καὶ τὸ μηδ' ὅλως ἐσόμε- νον τέθεικε. Καὶ πάλιν ὅταν Ῥωμαίοις ἐπιστέλλῃ καὶ λέγῃ, Οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνά- μεις δυνήσονται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ· οὐδὲ γὰρ τοῦτο ἔμελλον ποιεῖν ἄγγελοι, ἀλλὰ κἀνταῦθα τὸ μὴ ὂν ὑποτίθεται, ὥσπερ οὖν καὶ τὸ ἑξῆς λέγων· Οὔτε κτίσις ἑτέρα. Καίτοιγε ἑτέρα οὐκ ἔστι κτίσις· πᾶσαν γὰρ αὐτὴν περιέλαβε, καὶ τὰ ἄνω καὶ τὰ κάτω πάντα εἰπών· ἀλλ' ὅμως κἀν- ταῦθα τὸ μὴ ὂν καθ' ὑπόθεσιν τίθησιν, ὥστε δεῖξαι τὸν μεθ' ὑπερβολῆς αὐτοῦ πόθον· ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ λέγων, ὅτι Κἂν πάντα τις δῷ, ἀγάπην δὲ μὴ ἔχῃ, οὐδὲν ὠφελεῖται. Ἢ τοῦτο οὖν ἔστιν εἰπεῖν, ἢ ὅτι βούλεται τοὺς παρέχοντας καὶ συγκεκολλῆσθαι τοῖς λαμβάνουσι, καὶ μὴ ἁπλῶς διδόναι ἀσυμπαθῶς, ἀλλ' ἐλεοῦντας καὶ κατακαμπτομένους, ἐπικλωμέ- νους καὶ συναλγοῦντας τοῖς δεομένοις. ∆ιὰ τοῦτο γὰρ καὶ ἡ ἐλεημοσύνη παρὰ τοῦ Θεοῦ νενομοθέτηται. Καὶ γὰρ ἠδύνατο τοὺς πένητας διατρέφειν ὁ Θεὸς καὶ χωρὶς τούτου, ἀλλ' ἵνα ἡμᾶς εἰς τὴν ἀγάπην συνδή- σῃ, καὶ ἵνα διαθερμαινώμεθα πρὸς ἀλλήλους, παρ' ἡμῶν αὐτοὺς ἐκέλευσε τρέφεσθαι. ∆ιὰ τοῦτο καὶ ἀλλαχοῦ φησι· Κρείσσων λόγος ἀγαθὸς, ἢ δόσις· καὶ, Ἰδοὺ λόγος ὑπὲρ δόμα ἀγαθός. Καὶ αὐτός φη σιν, Ἔλεον θέλω, καὶ οὐ θυσίαν. Ἐπειδὴ γὰρ ἔθος τούς τε εὐεργετουμένους φιλεῖν, τούς τε εὖ πάσχοντας πρὸς τοὺς εὐεργετοῦντας οἰκειότερον δια- κεῖσθαι, σύνδεσμον φιλίας ποιῶν, τοῦτο ἐνομοθέ- τησεν. Ἀλλὰ τὸ ζητούμενον ἐκεῖνό ἐστι, πῶς, τοῦ Χριστοῦ ἀμφότερα ταῦτα τελειότητος εἶναι φήσαν- τος, οὗτος χωρὶς ἀγάπης ἀτελῆ ταῦτα εἶναί φησιν. Οὐκ ἀντιφθεγγόμενος αὐτῷ, μὴ γένοιτο, ἀλλὰ καὶ σφόδρα αὐτῷ συνᾴδων. Καὶ γὰρ ἐπὶ τοῦ πλουσίου οὐχ ἁπλῶς εἶπε. Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, ἀλλ' ἐπήγαγε, Καὶ δεῦρο ἀκολούθει μοι. Ἡ δὲ ἀκολούθησις αὐτοῦ οὐδένα οὕτω μαθητὴν ἀποδείκνυσι τοῦ Χριστοῦ, ὡς τὸ ἀλλήλους ἀγαπᾷν. Ἐν γὰρ τούτῳ γνώσονται πάντες, φησὶν, ὅτι μα- θηταί μού ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Καὶ ὅταν δὲ λέγῃ, Ὃς ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνε- κεν ἐμοῦ, εὑρήσει αὐτήν· καὶ, Ὃς ἂν ὁμολογήσῃ με ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐ- ρανοῖς· οὐ τοῦτό φησιν, ὅτι οὐ δι' ἀγάπην, ἀλλὰ τὸν μισθὸν τὸν ἀποκείμενον τοῖς πόνοις τούτοις δηλοῖ· ἐπεὶ ὅτι μετὰ τοῦ μαρτυρίου καὶ τοῦτο ζητεῖ, ἀλλα- χοῦ σφόδρα αὐτὸ ᾐνίξατο, οὕτως εἰπών· Τὸ μὲν πο- τήριόν μου πίεσθε, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βα- πτίζομαι, βαπτισθήσεσθε· τουτέστι, Μαρτυρήσετε, σφαγήσεσθε ὑπὲρ ἐμοῦ· τὸ δὲ καθίσαι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, οὐχ ὥς τινων καθημένων ἐκ δε- ξιῶν καὶ ἐξ εὐωνύμων, ἀλλὰ τὴν ἀνωτάτω λέγων προεδρίαν τε καὶ τιμὴν, οὐκ ἔστιν ἐμὸν δοῦναι, φησὶν, ἀλλ' οἷς ἡτοίμασται. Εἶτα δεικνὺς τίσιν ἡτοίμασται, καλέσας αὐτοὺς, φησίν· Ὃς ἐὰν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω πάντων ὑμῶν διάκο- νος· ταπεινοφροσύνην δηλῶν καὶ ἀγάπην. Ἀγάπην δὲ ἐπιτεταμένην ἀπαιτεῖ. ∆ιὰ δὴ τοῦτο οὐδὲ μέχρι τούτου ἔστη, ἀλλ' ἐπήγαγεν· Ὥσπερ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακο- νῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν· δεικνὺς ὅτι οὕτω δεῖ φιλεῖν, ὡς καὶ σφάτ- τεσθαι ὑπὲρ τῶν ἀγαπωμένων· τοῦτο γὰρ μάλιστα αὐτόν ἐστι φιλεῖν. ∆ιὸ καὶ τῷ Πέτρῳ φησὶν, Εἰ φι- λεῖς με, ποίμαινε τὰ πρόβατά μου. Καὶ ἵνα μάθητε ὅσον ἐστὶ τὸ κατόρθωμα, ὑπογράψωμεν αὐτὴν τῷ λόγῳ, ἐπειδὴ τοῖς πράγμασιν αὐτὴν οὐχ ὁρῶμέν που φαινομένην, καὶ ἐννοήσωμεν, ὡς εἰ πανταχοῦ μετὰ δαψιλείας ἦν αὕτη, πόσα ἂν ἐγένετο ἀγαθά. Οὔτε γὰρ νόμων οὔτε δικαστηρίων ἔδει, οὐ κολάσεων, οὐ τιμωριῶν, οὐκ ἄλλου τῶν τοιούτων οὐδενός. Εἰ γὰρ ἅπαντες ἠγάπων καὶ ἠγαπῶντο, οὐδὲν ἂν ἠδίκησεν οὐδεὶς, ἀλλὰ καὶ φόνοι καὶ μάχαι καὶ πόλεμοι καὶ στάσεις καὶ ἁρπαγαὶ καὶ πλεονεξίαι καὶ πάντα ἂν ἐκποδὼν ἐγεγόνει τὰ πονηρὰ, καὶ μέχρις ὀνόματος ἂν ἠγνοήθη ἡ κακία. Τὰ μέντοι σημεῖα οὐκ ἂν τοῦτο εἰργάσατο, ἀλλὰ καὶ εἰς κενοδοξίαν ἐπαίρει τοὺς μὴ προσέχοντας καὶ ἀπόνοιαν, ʹ. Καὶ τὸ δὴ θαυμαστὸν τῆς ἀγάπης, ὅτι τὰ μὲν ἄλλα ἀγαθὰ ἔχει παρεζευγμένα τὰ κακά· οἷον ὁ ἀκτήμων φυσᾶται πολλάκις διὰ τοῦτο, ὁ λέγειν εἰδὼς καὶ δοξομανίαν νοσεῖ, ὁ ταπεινόφρων δι' αὐτὸ τοῦτο πολλάκις κατὰ τὸ συνειδὸς μέγα φρονεῖ· ἡ δὲ ἀγάπη πάσης τῆς τοιαύτης ἀπήλλακται λύμης· κατὰ γὰρ τοῦ ἀγαπωμένου οὐκ ἄν τις ἐπαρθείη ποτέ. Καὶ μή μοι θῇς ἕνα ἀγαπῶντα, ἀλλὰ πάντας ὁμοίως, καὶ τότε αὐτῆς ὄψει τὴν ἀρετήν· μᾶλλον δὲ, εἰ βούλει, πρῶτον ἕνα ἀγαπώμενον καὶ ἕνα φιλοῦντα τίθει, φι λοῦντα μέντοι, ὡς φιλεῖν ἄξιον. Τὴν γὰρ γῆν οὕτως ὡς τὸν οὐρανὸν οἰκήσει, πανταχοῦ γαλήνης ἀπολαύων, καὶ μυρίους ἑαυτῷ πλέκων στεφάνους. Ὁ γὰρ τοιοῦ τος καὶ φθόνου καὶ ὀργῆς καὶ βασκανίας καὶ ἀπονοίας καὶ κενοδοξίας καὶ πονηρᾶς ἐπιθυμίας καὶ παντὸς ἔρωτος ἀτόπου καὶ παντὸς νοσήματος καθαρεύουσαν διατηρήσει τὴν ἑαυτοῦ ψυχήν. Ὥσπερ γὰρ ἑαυτὸν οὐκ ἄν τις ἐργάσαιτό τι κακὸν, οὕτως οὐδὲ τοὺς πλη- σίον οὗτος. Τοιοῦτος δὲ ὢν, μετ' αὐτοῦ στήσεται τοῦ Γαβριὴλ ἐπὶ τῆς γῆς βαδίζων. Καὶ ὁ μὲν ἀγάπην ἔχων τοιοῦτος· ὁ δὲ σημεῖα ποιῶν, καὶ γνῶσιν ἔχων ἀπηρτισμένην, ταύτης ἄνευ, κἂν μυρίους ἐγείρῃ νε- κροὺς, οὐδὲν μέγα ὀνήσει, πάντων ἀπεῤῥηγμένος καὶ οὐδενὶ τῶν συνδούλων ἀναμιγνύναι ἑαυτὸν ἀνεχόμε νος. ∆ιὰ δὴ τοῦτο καὶ ὁ Χριστὸς τῆς εἰς αὐτὸν ἀκρι- βοῦς ἀγάπης σημεῖον ἔφησεν εἶναι, τὸ τὸν πλησίον φιλεῖν. Εἰ γὰρ φιλεῖς με, φησὶν, ὦ Πέτρε, τούτων πλέον, ποίμαινε τὰ πρόβατά μου. Εἶδες πῶς καὶ ἐντεῦθεν πάλιν ᾐνίξατο, ὅτι μαρτυρίου μεῖζον τοῦτο, Καὶ γὰρ εἰ παῖδά τις εἶχεν ἀγαπητὸν, καὶ ὑπὲρ οὗ καὶ τὴν ψυχὴν ἂν ἐπέδωκεν, εἶτά τις τὸν μὲν πατέρα ἐφίλει, τῷ δὲ παιδὶ μηδ' ὅλως προσεῖχε, σφόδρα ἂν παρώξυνε τὸν πατέρα, καὶ οὐκ ἂν ᾔσθετο τῆς οἰκείας ἀγάπης διὰ τὴν τοῦ παιδὸς ὑπεροψίαν. Εἰ δὲ ἐπὶ πα- τρὸς καὶ παιδὸς τοῦτο συμβαίνει, πολλῷ μᾶλλον ἐπὶ Θεοῦ καὶ ἀνθρώπων· καὶ γὰρ πατέρων ἁπάντων ἐστὶ φιλοστοργότερος ὁ Θεός. ∆ιὰ δὴ τοῦτο εἰπὼν, Πρώτη καὶ μεγάλη ἐντολὴ, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου, ἐπήγαγε, ∆ευτέρα δὲ, καὶ οὐκ ἐσίγησεν, ἀλλὰ προσέθηκεν, Ὁμοία αὐτῆς, Ἀγαπήσεις τὸν πλη σίον σου ὡς ἑαυτόν. Καὶ ὅρα πῶς μετὰ τῆς αὐτῆς σχεδὸν ὑπερβολῆς ἀπαιτεῖ καὶ ταύτην. Περὶ μὲν γὰρ τοῦ Θεοῦ φησιν, Ἐξ ὅλης καρδίας σου· περὶ δὲ τοῦ πλησίον σου, Ὡς ἑαυτὸν, ὅπερ ἴσον ἐστὶ τῷ, Ἐξ ὅλης τῆς καρδίας σου. Καὶ γὰρ εἰ μετὰ ἀκρι- βείας τοῦτο ἐφυλάττετο, οὐ δοῦλος, οὐκ ἐλεύθερος ἦν, οὐκ ἄρχων, οὐκ ἀρχόμενος, οὐ πλούσιος, οὐ πένης, οὐ μικρὸς, οὐ μέγας, οὐ διάβολος ἂν ἐγνώσθη ποτέ· οὐ λέγω, Οὗτος, ἀλλ' εἰ καὶ ἕτερος τοιοῦτος, μᾶλλον δὲ εἰ καὶ ἑκατὸν, καὶ μυρίοι τοιοῦτοι ἦσαν, οὐδὲν ἂν ἴσχυσαν ἐκείνης οὔσης. Μᾶλλον γὰρ χόρτος ἤνεγκε πυρὸς ἐπαγωγὴν, ἢ φλόγα ἀγάπης ὁ διάβολος. Αὕτη τείχους ἰσχυροτέρα, αὕτη ἀδάμαντος στεῤῥοτέρα· κἂν ἑτέραν ταύτης ἰσχυροτέραν εἴπῃς ὕλην, πάντα ὑπερ- βάλλει τῆς ἀγάπης ἡ στεῤῥότης. Ταύτην οὐ πλοῦτος, οὐ πενία νικᾷ· μᾶλλον δὲ οὐδ' ἂν ἦν πενία, οὐκ ἀμετρία πλούτου, εἰ ἀγάπη ἦν, ἀλλὰ τὰ ἐξ ἑκατέρων ἀγαθὰ μόνον. Καὶ γὰρ τὴν ἐξ ἐκείνου ἀφθονίαν ἐκαρ- πωσάμεθα ἂν, καὶ τὴν ἐκ ταύτης ἀμεριμνίαν· καὶ οὔτε τοῦ πλούτου τὰς φροντίδας, οὔτε τῆς πενίας τὸ δέος ὑπεμείναμεν ἄν. Καὶ τί λέγω τὰ ἐξ αὐτῆς κέρδη; Αὐτὸ γὰρ καθ' ἑαυτὸ τὸ φιλεῖν ἐννόησον ἡλίκον ἐστὶ, πόσην φέρει τὴν εὐφροσύνην, ἐν πόσῃ καθίστησι χά- ριτι τὴν ψυχὴν, ὃ μάλιστα αὐτῆς ἐστιν ἐξαίρετον. Τὰ μὲν γὰρ ἄλλα τῆς ἀρετῆς μέρη συνεζευγμένον ἔχει τὸν πόνον, οἷον νηστεία, σωφροσύνη, ἀγρυπνία, βα- σκανίαν, ἐπιθυμίαν, ὑπεροψίαν· ἡ δὲ ἀγάπη μετὰ τοῦ κέρδους πολλὴν ἔχει καὶ τὴν ἡδονὴν, καὶ πόνον οὐδένα· καὶ καθάπερ μέλιττα ἀγαθὴ, τὰ πανταχόθεν συνάγουσα ἀγαθὰ, εἰς τὴν τοῦ φιλοῦντος κατατίθεται ψυχήν. Κἂν δουλεύῃ τις, ἡδίω τῆς ἐλευθερίας ἀποφαί- νει τὴν δουλείαν. Ὁ γὰρ φιλῶν οὐχ οὕτως ἐπιτάττων. ὡς ἐπιταττόμενος χαίρει, καίτοι γε τὸ ἐπιτάττειν ἡδύ· ἀλλὰ μετατίθησιν αὕτη τῶν πραγμάτων τὴν φύ- σιν, καὶ πάντα ἐν χερσὶν ἔχουσα παραγίνεται τὰ ἀγαθὰ, πάσης μητρὸς ἠπιωτέρα, πάσης βασιλίδος εὐπορωτέρα, καὶ τὰ ἐπίπονα κοῦφα ποιεῖ καὶ ῥᾷστα, τὴν μὲν ἀρετὴν εὔκολον, τὴν δὲ κακίαν πικροτάτην ἡμῖν ἀποφαίνουσα. Σκόπει δέ· Τὸ δαπανᾷν λυπηρὸν εἶναι δοκεῖ καὶ ποιεῖ αὐτὸ αὕτη ἡδύ· τὸ λαμβάνειν τὰ ἑτέρων ἡδὺ, καὶ οὐκ ἀφίησιν αὐτὸ φαίνεσθαι ἡδὺ, ἀλλὰ φεύγειν ὡς μοχθηρὸν παρασκευάζει. Πάλιν τὸ κακῶς λέγειν, γλυκὺ πᾶσιν εἶναι δοκεῖ· αὕτη τοῦτο μὲν μικρὸν ἀποφαίνει, τὸ δὲ καλῶς λέγειν, ἡδύ· οὐδὲν γὰρ οὕτως, ὡς τὸν φιλούμενον ἐγκωμιάζειν, ἡμῖν ἡδύ. Πάλιν ὁ θυμὸς ἔχει τινὰ ἡδονὴν, ἀλλ' ἐνταῦθα οὐκέτι, ἀλλὰ πάντα αὐτοῦ τὰ νεῦρα ἀνῄρηται· κἂν λυπήσῃ τὸν φιλοῦντα ὁ ἀγαπώμενος, θυμὸς μὲν οὐδα- μοῦ φαίνεται, δάκρυα δὲ καὶ παρακλήσεις, καὶ ἱκε- τηρίαι· τοσοῦτον ἀπέχει τοῦ παροξυνθῆναι. Κἂν ἴδῃ ἁμαρτάνοντα, πενθεῖ καὶ ὀδυνᾶται· ἀλλὰ καὶ ἡ ὀδύνη αὕτη ἡδονὴν φέρει. Τῆς γὰρ ἀγάπης καὶ τὰ δάκρυα καὶ ἡ λύπη γέλωτος παντὸς ἡδίω καὶ χαρᾶς. Οὐχ οὕτω γοῦν ἀναπαύονται οἱ γελῶντες, ὡς οἱ ὑπὲρ φίλων κλαίοντες· κἂν ἀπιστῇς, ἐπίσχες αὐτῶν τὰ δάκρυα, καὶ ὡς τὰ ἀνήκεστα παθόντες, οὕτω δυσχεραίνουσιν. Ἀλλ' ἡδονὴν ἔχει, φησὶν, ἄτοπον τὸ φιλεῖν. Ἄπαγε, καὶ εὐφήμει, ἄνθρωπε· οὐδὲν γὰρ οὕτως ἡδονῆς καθαρεύει τοιαύτης, ὡς ἀγάπη γνη- σία. ζʹ. Μὴ γάρ μοι ταύτην εἴπῃς τὴν δημώδη καὶ ἀγο- ραῖον, καὶ νόσον μᾶλλον ἢ ἀγάπην οὖσαν, ἀλλὰ ταύ- την ἣν ὁ Παῦλος ἐπιζητεῖ, τὴν τὸ συμφέρον τῶν ἀγαπωμένων σκοποῦσαν, καὶ ὄψει ὅτι πατέρων οὗτοι φιλοστοργότεροι. Καὶ ὥσπερ οἱ χρήματα φιλοῦντες οὐκ ἂν ἕλοιντο δαπανῆσαι χρήματα, ἀλλ' ἥδιον ἂν ἐν στενοχωρίᾳ γενέσθαι, ἢ ἐκεῖνα ἰδεῖν ἐλαττούμενα· οὕτω καὶ ὁ πρός τινα ἡδέως ἔχων, μυρία ἂν ἕλοιτο παθεῖν, ἢ τὸν ἀγαπώμενον καταβλαπτόμενον ἰδεῖν. Πῶς οὖν, φησὶ, τὸν Ἰωσὴφ ἡ Αἰγυπτία φιλοῦσα, καθ υβρίσαι ἠθέλησεν; Ὅτι ταύτην ἐφίλει τὴν ἀγάπην τὴν διαβολικήν. Ὁ μέντοι Ἰωσὴφ οὐ ταύτην, ἀλλ' ἣν ὁ Παῦλος ζητεῖ. Ἐννόησον οὖν ὅσης ἀγάπης αὐτοῦ τὰ ῥήματα ἦν, καὶ τὰ πράγματα ἃ ἐκείνη ἔλεγε· Καθύβρισόν με καὶ ποίησον μοιχαλίδα, καὶ τὸν ἄνδρα ἀδίκησον, καὶ τὴν οἰκίαν ἀνάτρεψον ἅπασαν, καὶ σαυτὸν τῆς πρὸς τὸν Θεὸν ἔκβαλε παῤῥησίας· ἅπερ οὐ μόνον ἐκεῖνον, ἀλλ' οὐδὲ ἑαυτὴν φιλούσης ἦν. Οὗτος δὲ ἐπειδὴ γνησίως ἐφίλει, τούτων πάντων ἀπῆγε. Καὶ ἵνα μάθῃς ὅτι αὐτῆς ἐκήδετο, ἐκ τῆς παραινέσεως αὐτὸ κατάμαθε. Οὐ γὰρ ἀπώσατο μό- νον αὐτὴν, ἀλλὰ καὶ παραίνεσιν εἰσήγαγε πᾶσαν δυ- ναμένην σβέσαι πυράν. Εἰ γὰρ ὁ κύριός μου, φη- σὶν, οὐ γινώσκει δι' ἐμὲ οὐδὲν τῶν ἐν τῷ οἴκῳ αὐτοῦ. Εὐθέως αὐτὴν ἀνέμνησε τοῦ ἀνδρὸς, ἵνα ἐν- τρέψῃ. Καὶ οὐκ εἶπεν, Ὁ ἀνήρ σου, ἀλλ' Ὁ κύριός μου, ὃ μᾶλλον ἱκανὸν ἦν αὐτὴν κατασχεῖν, καὶ πεῖ- σαι ἐννοῆσαι τίς οὖσα τίνος ἐρᾷ, ὅτι δέσποινα οὖσα, δούλου. Εἰ γὰρ ἐκεῖνος κύριος, καὶ σὺ κυρία. Αἰ- σχύνθητι τοίνυν τὴν πρὸς τὸν δοῦλον ὁμιλίαν, καὶ ἐννόησον τίνος οὖσα γυνὴ, τίνι βούλει συμπλακῆναι, καὶ περὶ τίνα ἀχάριστος γίνῃ καὶ ἀγνώμων, καὶ ὅτι ἐγὼ πλείονα αὐτῷ ἀπονέμω εὔνοιαν. Καὶ ὅρα πῶς ἐπαίρει αὐτοῦ τὰς εὐεργεσίας. Ἐπειδὴ γὰρ οὐδὲν τῶν ὑψηλῶν ἐννοῆσαι ἠδύνατο ἡ βάρβαρος ἐκείνη καὶ ἀκόλαστος, ἀπὸ τῶν ἀνθρωπίνων αὐτὴν ἐντρέπει λέ- γων· Οὐ γινώσκει δι' ἐμὲ οὐδέν· τουτέστιν, Εὐερ- γετεῖ με μεγάλα, καὶ οὐ δύναμαι τὸν προστάτην ἐν τοῖς κυρίοις πλῆξαι. Ἐμὲ δεύτερον ἐποίησε δεσπότην τῆς οἰκίας, καὶ, Οὐδεὶς ὑπεξῄρηταί μου, πλὴν σοῦ. Ἐνταῦθα ἐπαίρει αὐτῆς τὸ φρόνημα, ἵνα κἂν οὕτως αἰσχυνθῆναι παρασκευάσῃ, καὶ δείξῃ μεγάλην οὖσαν τὴν τιμήν. Καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλὰ καὶ ἐπήγαγεν ὄνομα ἱκανὸν αὐτὴν κατασχεῖν, λέγων· ∆ιὰ τό σε γυναῖκα αὐτοῦ εἶναι, καὶ πῶς ποιήσω τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο; Ἀλλὰ τί λέγεις; ὅτι οὐ πάρεστιν ὁ ἀνὴρ, οὐδὲ οἶδεν ὅτι ἀδικεῖται; Ἀλλ' ὁ Θεὸς ἐπόψεται. Ἀλλ' οὐκ ἐκέρδανεν οὐδὲν ἀπὸ τῆς συμβουλῆς ἐκείνη, ἀλλ' ἐπεσπάσατο αὐτόν. Τὴν γὰρ οἰκείαν μανίαν πληρῶσαι βουλομένη, οὐ φιλοῦσα τὸν Ἰωσὴφ, ταῦτα ἔπραττε· καὶ δῆλον ἐξ ὧν μετὰ ταῦτα ἐποίησε. Καὶ γὰρ δικαστήριον καθίζει, καὶ κατηγο- ρίαν εἰσάγει, καὶ τὰ ψευδῆ καταμαρτυρεῖ, καὶ ἐκδί- δωσι θηρίῳ τὸν οὐδὲν ἠδικηκότα, καὶ εἰς δεσμωτή- ριον ἐμβάλλει· μᾶλλον δὲ, τό γε αὐτῆς μέρος, καὶ ἀν- εῖλεν· οὕτω τὸν δικαστὴν καθώπλισε. Τί οὖν; ἆρα καὶ Ἰωσὴφ τοιοῦτος; Τοὐναντίον μὲν οὖν ἅπαν· οὔτε γὰρ ἀντεῖπεν, οὔτε κατηγόρησε τῆς γυναικός. Ἠπι στήθη γὰρ ἂν, φησί. Καὶ μὴν σφόδρα ἐφιλεῖτο, καὶ δῆλον οὐκ ἀπὸ τῆς ἀρχῆς μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ τέ- λους. Εἰ γὰρ μὴ σφόδρα αὐτὸν βάρβαρος ἐκεῖνος ἐφί- λει, κἂν ἀπέκτεινε σιγῶντα καὶ οὐδὲν ἀντιλέγοντα. Καὶ γὰρ Αἰγύπτιος ἦν, καὶ ἄρχων, καὶ περὶ εὐνὴν ἠδικημένος, ὡς ἐνόμιζε, καὶ παρὰ οἰκέτου, καὶ οἰκέτου τοιαῦτα εὐεργετηθέντος. Ἀλλ' ἐνίκησε ταῦτα πάντα ὁ πόθος καὶ ἡ χάρις, ἣν ὁ Θεὸς αὐτοῦ κατ- έχεε. Μετὰ δὲ τῆς χάριτος καὶ τῆς ἀγάπης ταύτης καὶ τεκμήρια εἶχεν οὐ μικρὰ, εἰ δικαιολογεῖσθαι ἐβούλετο, αὐτὰ τὰ ἱμάτια. Εἰ γὰρ αὐτὴ ἦν ἡ βιασθεῖσα, τὸν χιτῶνα αὐτῆς περιεῤῥῆχθαι ἔδει, τὴν ὄψιν κατ- εσπαράχθαι, οὐ τὰ ἐκείνου κατέχειν ἱμάτια. Ἀλλ' ἤκουσε, φησὶν, ὅτι ὕψωσα τὴν φωνὴν, καὶ κατα- λιπὼν τὰ ἱμάτια αὐτοῦ, ἀπῆλθε. Τίνος οὖν ἕνεκεν καὶ ἀπέδυσας; τί γὰρ παθούσῃ βίαν ἀγαπητὸν ἦν; Τὸ ἀπαλλαγῆναι τοῦ ἐνοχλοῦντος. Ἐγὼ δὲ οὐκ ἐντεῦ-θεν μόνον, ἀλλὰ καὶ ἐκ τῶν μετὰ ταῦτα δεῖξαι δυνή- σομαι αὐτοῦ τὴν εὔνοιαν καὶ τὴν ἀγάπην. Καὶ γὰρ ὅτε εἰς ἀνάγκην ἐνέπεσε τοῦ τὴν αἰτίαν εἰπεῖν τοῦ δεσμωτηρίου καὶ τῆς ἐκεῖ διατριβῆς, οὐδὲ τότε ἐξ- εῖπε τὸ δρᾶμα, ἀλλὰ τί φησι; Καὶ ἐγὼ οὐκ ἐποίησα οὐδὲν, ἀλλὰ κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων· καὶ οὐδαμοῦ μέμνηται τῆς μοιχαλίδος, οὐδὲ καλλωπί ζεται ἐπὶ τῷ πράγματι, ὃ πᾶς τις οὖν ἂν ἔπαθεν, εἰ καὶ μὴ φιλοτιμίας ἕνεκεν, ἀλλ' ὥστε μὴ δόξαι πονη- ρᾶς ἕνεκεν αἰτίας εἰς τὸ οἴκημα ἐμβεβλῆσθαι ἐκεῖνο. Εἰ γὰρ καὶ ἁμαρτάνοντες ἄνθρωποι, οὐδὲ οὕτως ἀπ- έχονται τοῦ ταῦτα ἐγκαλεῖν, καίτοι γε αἰσχύνην τοῦ πράγματος φέροντος, πῶς οὐκ ἄξιον θαυμάσοι ἐκεῖ- νον, ὅτι καὶ καθαρὸς ὢν οὐκ εἶπε τὸν ἔρωτα τῆς γυ- ναικὸς, οὐδὲ ἐξεπόμπευσε τὴν ἁμαρτίαν, οὐδὲ ἡνίκα ἐπὶ τὸν θρόνον ἀνέβη καὶ τῆς Αἰγύπτου πάσης ἐγέ- νετο βασιλεὺς, ἐμνησικάκησε τῇ γυναικὶ, οὐδὲ ἀπῄτησε δίκην; ηʹ. Εἶδες πῶς αὐτὸς μὲν ἐκήδετο, ἐκείνη δὲ οὐκ ἐφί- λει, ἀλλ' ἐμαίνετο; Οὐ γὰρ τὸν Ἰωσὴφ ἐφίλει, ἀλλὰ τὴν ἀκολασίαν πληρῶσαι ἐβούλετο· καὶ αὐτὰ δὲ τὰ ῥήματα εἴ τις ἐξετάσειεν ἀκριβῶς, μετὰ θυμοῦ καὶ πολλοῦ φόνου. Τί γάρ φησιν; Εἰσήγαγες παῖδα Ἑβραῖον ἐμπαίζειν ἡμῖν, ὀνειδίζουσα τὴν εὐεργεσίαν τῷ ἀνδρί· καὶ τὰ ἱμάτια ἐπεδείκνυ, θηρίου παντὸς ἀγριωτέρα γενομένη. Ἀλλ' οὐκ ἐκεῖνος οὕτω. Καὶ τί λέγω τὴν πρὸς ταύτην εὔνοιαν, ὅπου γε καὶ πρὸς τοὺς ἀνελόντας ἀδελφοὺς τοιοῦτος ἦν, καὶ οὐδὲ περὶ ἐκείνων οὐδέν ποτε εἶπε δυσχερὲς, οὐκ ἔνδον, οὐκ ἔξω; ∆ιὰ τοῦτο ὁ Παῦλος τὴν μητέρα τῶν ἀγαθῶν ἁπάντων ταύτην εἶναί φησι, καὶ σημείων καὶ τῶν ἄλλων χαρισμάτων προτίθησιν. Ὥσπερ γὰρ χρυσῶν μὲν ἱματίων ὄντων καὶ ὑποδημάτων, δεόμεθα καὶ ἑτέρου τινὸς ἐνδείγματος, ὥστε τὸν βασιλέα μα- θεῖν· ἂν δὲ τὴν ἁλουργίδα ἴδωμεν καὶ τὸ διάδημα, οὐδὲν ἕτερον ἐπιζητοῦμεν τῆς βασιλείας ἰδεῖν ση- μεῖον· οὕτω δὴ καὶ ἐνταῦθα. Ὅταν τὸ τῆς ἀγάπης ἐπίκειται διάδημα, ἀρκεῖ δεῖξαι τοῦ Χριστοῦ τὸν ἀκριβῆ μαθητὴν, οὐχ ἡμῖν μόνον, ἀλλὰ καὶ τοῖς ἀπί- στοις. Ἐν τούτῳ γὰρ, φησὶ, γνώσονται πάντες, ὅτι μαθηταί μού ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Ὥστε τὸ σημεῖον τοῦτο σημείων ἁπάντων μεῖζον, εἴ γε ἐν αὐτῷ γνωρίζεται ὁ μαθητής. Κἂν γὰρ μυρία ποιῶσί τινες σημεῖα, στασιάζωσι δὲ πρὸς ἀλλήλους, καταγέλαστοι τοῖς ἀπίστοις ἔσονται· ὥσπερ κἂν μη- δὲν ποιῶσι σημεῖον, ἀγαπῶσι δὲ ἀλλήλους ἀκριβῶς, καὶ αἰδέσιμοι καὶ ἀχείρωτοι πᾶσιν ὄντες διαμένουσιν. Ἐπεὶ καὶ Παῦλον διὰ τοῦτο θαυμάζο- μεν, οὐ διὰ τοὺς νεκροὺς οὓς ἤγειρεν, οὐδὲ διὰ τοὺς λεπροὺς οὓς ἐκαθάρισεν, ἀλλ' ἐπειδὴ ἔλεγε, Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Κἂν γὰρ μυρία πρὸς ταῦτα θῇς σημεῖα, οὐδὲν ἴσον ἐρεῖς· ἐπεὶ καὶ αὐτὸς μισθὸν ἀπο- κεῖσθαι μέγαν ἔφησεν αὐτῷ, οὐκ ἐπειδὴ σημεῖα ἐποίει, ἀλλ' ἐπειδὴ τοῖς ἀσθενοῦσι γέγονεν ὡς ἀσθε- νής. Τίς γάρ μού ἐστι, φησὶν, ὁ μισθός; Ἵνα εὐ- αγγελιζόμενος, ἀδάπανον θήσω τὸ Εὐαγγέλιον. Καὶ ὅταν τῶν ἀποστόλων ἑαυτὸν προτιθῇ, οὐ λέγει, Περισσότερα αὐτῶν σημεῖα ἐποίησα· ἀλλὰ, Περισσό- τερον αὐτῶν ἐκοπίασα. Καὶ λιμῷ δὲ διὰ τοῦτο ἐβούλετο ἀποθανεῖν διὰ τὴν σωτηρίαν τῶν μαθητῶν· Καλὸν γάρ μοι μᾶλλον, φησὶν, ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ· οὐκ ἐπειδὴ ἐκαυχᾶτο αὐτὸς, ἀλλ' ἵνα μὴ δόξῃ ὀνειδίζειν αὐτοῖς. Οὐδαμοῦ γὰρ οἶδε καυχᾶσθαι ἐπὶ τοῖς αὑτοῦ κατορθώμασι, μὴ καλοῦντος καιροῦ, ἀλλὰ κἂν ἀναγκασθῇ, ἄφρονα ἑαυτὸν καλεῖ. Εἰ δέ ποτε καὶ καυχᾶται, ἐν ἀσθενείαις, ἐν ὕβρε- σιν, ἐν τῷ σφοδρῶς συναλγεῖν τοῖς ἐπηρεαζομένοις· ὥσπερ οὖν καὶ ἐνταῦθά φησι, Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; Ταῦτα καὶ κινδύνων μείζω τὰ ῥήματα· διὸ καὶ ὕστερον αὐτὰ τίθησιν, αὔξων τὸν λόγον. Τίνος οὖν ἂν εἴημεν ἄξιοι ἡμεῖς πρὸς ἐκεῖνον ἐξεταζόμενοι, οἱ μήτε χρημάτων καταφρονοῦντες δι' ἡμᾶς αὐτοὺς, μήτε τὰ περιττὰ προϊέμενοι τῶν ὄντων; Ἀλλ' οὐκ ἐκεῖνος οὕτως, ἀλλὰ καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα ἐπ- εδίδου, ἵνα οἱ λιθάσαντες αὐτὸν καὶ ῥαπίσαντες, βασι- λείας ἐπιτύχωσιν. Οὕτω γάρ με, φησὶν, ἀγαπᾷν ἐδί- δαξεν ὁ Χριστὸς, ὁ τὴν καλὴν ἐντολὴν καταλιπὼν τὴν περὶ τῆς ἀγάπης, καὶ ἣν αὐτὸς διὰ τῶν ἔργων ἐπλή- ρωσε. Καὶ γὰρ βασιλεὺς τῶν ὅλων τυγχάνων, καὶ τῆς μακαρίας ἐκείνης φύσεως ὢν, ἀνθρώπους, οὓς ἐξ οὐκ ὄντων ἐποίησε, καὶ οὓς μυρία εὐηργέτησε, τούτους ὑβρίζοντας καὶ διαπτύοντας οὐκ ἀπεστράφη, ἀλλὰ καὶ ἄνθρωπος ἐγένετο δι' αὐτοὺς, καὶ συνανεστράφη πόρναις καὶ τελώναις, καὶ τοὺς δαιμονῶντας ἰάσατο, καὶ τὸν οὐρανὸν ἐπηγγείλατο. Καὶ μετὰ ταῦτα πάντα λαβόντες αὐτὸν ἐῤῥάπισαν, ἔδησαν, ἐμαστίγωσαν, κατεγέλασαν, τέλος ἐσταύρωσαν. Καὶ οὐδὲ οὕτως ἀπ- εστρέφετο, ἀλλὰ καὶ ἄνω ὢν ἐν τῷ σταυρῷ, φησί· Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν. Τὸν δὲ πρὸ τούτου κατηγοροῦντα λῃστὴν καὶ εἰς παράδεισον εἰσ- ήγαγε, καὶ τὸν διώκτην Παῦλον ἀπόστολον ἐποίησε, καὶ τοὺς οἰκείους τοὺς αὐτοῦ καὶ ἀνακειμένους αὐτῷ μαθητὰς εἰς θάνατον ἐξεδίδου διὰ τοὺς σταυρώσαντας αὐτὸν Ἰουδαίους. Ταῦτ' οὖν ἅπαντα παρ' ἑαυτοῖς συλλέγοντες τὰ τοῦ Θεοῦ, τὰ τῶν ἀνθρώπων, ζηλώ- σωμεν ταῦτα τὰ κατορθώματα, καὶ τὴν χαρισμάτων ἁπάντων ἀνωτέραν κτησώμεθα ἀγάπην, ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλ- ανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κρά- τος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ- νων. Ἀμήν.
ΟΜΙΛΙΑ ΛΓʹ.
Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται. αʹ. Ἐπειδὴ γὰρ ἀπεφήνατο, ὅτι καὶ πίστεως καὶ γνώσεως καὶ προφητείας καὶ γλωσσῶν καὶ χαρισμά- των καὶ ἰαμάτων καὶ βίου ἄκρου καὶ μαρτυρίου ταύ- της ἀπούσης οὐδὲν ὄφελος μέγα, ἀναγκαίως λοιπὸν ὑπογράφει τὸ κάλλος αὐτῆς τὸ ἀμήχανον, καθάπερ τισὶ χρώμασι τοῖς μέρεσι τῆς ἀρετῆς τὴν εἰκόνα αὐτῆς κατακοσμῶν, καὶ τὰ μέλη αὐτῆς συντιθεὶς μετὰ ἀκριβείας ἅπαντα. Ἀλλὰ μὴ παραδράμῃς, ἀγαπητὲ, τὰ λεγόμενα, ἀλλ' ἕκαστον αὐτῶν μετὰ πολλῆς ἐξέταζε τῆς ἐπιμελείας, ἵνα καὶ τοῦ πρά- γματος εἰδῇς τὸν θησαυρὸν, καὶ τοῦ ζωγράφου τὴν τέχνην. Σκόπει γοῦν πόθεν εὐθέως ἤρξατο, καὶ τί τέθεικε πρῶτον τὸ πάντων αἴτιον τῶν ἀγαθῶν. Τί δὲ τοῦτό ἐστι; Μακροθυμία· αὕτη τῆς φιλοσοφίας ἡ ῥίζα πάσης. ∆ιὸ καί τις σοφὸς ἔλεγε· Μακρόθυμος ἀνὴρ πολὺς ἐν φρονήσει, ὁ δὲ ὀλιγόψυχος ἰσχυ- ρῶς ἄφρων. Καὶ πόλει δὲ παραβαλὼν καὶ αὐτῇ ἰσχυρᾷ, ἀσφαλεστέραν αὐτὴν ἔφησεν ἐκείνης εἶναι. Καὶ γὰρ ὅπλον ἐστὶν ἄμαχον, καὶ πύργος τις ἀῤῥα- γὴς, πάντα διακρουομένη ῥᾳδίως τὰ λυπηρά. Καὶ καθάπερ εἰς ἄβυσσον σπινθὴρ ἐμπεσὼν ἐκείνην μὲν οὐδὲν παρέβλαψεν, αὐτὸς δὲ ἐσβέσθη ῥᾳδίως· οὕτως εἰς μακρόθυμον ψυχὴν ὅπερ ἂν ἐμπέσῃ τῶν ἀδοκή- των, τοῦτο μὲν ἀφανίζεται ῥᾳδίως, ἐκείνην δὲ οὐ ταράττει. Καὶ γὰρ πάντων στεῤῥότερον μακροθυμία· κἂν στρατόπεδα εἴπῃς, κἂν χρήματα, κἂν ἵππους, κἂν τείχη, κἂν ὅπλα, κἂν ὁτιοῦν, οὐδὲν ἴσον μακρο- θυμίας ἐρεῖς. Ὁ μὲν γὰρ ἐκεῖνα περιβεβλημένος, ὑπὸ θυμοῦ κρατηθεὶς πολλάκις, καθάπερ μειράκιον εὐτελὲς, περιτρέπεται, καὶ πάντα θορύβου πληροῖ καὶ ζάλης· οὗτος δὲ ὥσπερ ἐν λιμένι καθήμενος, βαθείας ἀπολαύει γαλήνης· κἂν ζημίᾳ περιβάλῃς, οὐκ ἐκίνησας τὴν πέτραν, κἂν ὕβριν ἐπαγάγῃς, οὐκ ἔσεισας τὸν πύργον, κἂν πληγὰς προστρίψῃς, οὐκ ἔπληξας τὸν ἀδάμαντα· καὶ γὰρ μακρόθυμος διὰ τοῦτο λέγεται, ἐπειδὴ μακράν τινα καὶ μεγάλην ἔχει ψυχήν· τὸ γὰρ μακρὸν, καὶ μέγα λέγεται. Ἀλλὰ τοῦτο τὸ καλὸν ἀπὸ τῆς ἀγάπης φύεται, καὶ τοῖς κεκτημένοις καὶ τοῖς ἀπολαύουσι πολλὴν παρέχον τὴν ὠφέλειαν. Μὴ γάρ μοι τοὺς ἀπεγνωσμένους εἴπῃς, οἳ ποιοῦντες κακῶς καὶ μὴ πάσχοντες κα- κῶς, χείρους γίνονται. Ἐνταῦθα γὰρ οὐ παρὰ τὴν μακροθυμίαν τούτου, ἀλλὰ παρ' ἐκείνους τοὺς οὐκ εἰς δέον αὐτῇ χρωμένους τοῦτο συμβαίνει. Μὴ τοίνυν μοι τούτους εἴπῃς, ἀλλὰ τοὺς ἐπιεικεστέρους, οἳ μεγάλα ἐντεῦθεν κερδαίνουσιν. Ὅταν γὰρ κακῶς ποιήσαντες μὴ πάθωσι κακῶς, τὴν πραΰτητα τοῦ παθόντος θαυμάσαντες, μεγίστην ἐντεῦθεν καρ- ποῦνται φιλοσοφίας διδασκαλίαν. Αὐτὸς δὲ οὐδὲ μέχρι τούτου ἵσταται, ἀλλὰ καὶ τὰ ἄλλα αὐτῆς ἐπάγει κατ- ορθώματα, λέγων· Χρηστεύεται. Ἐπειδὴ γάρ τι- νές εἰσιν, οἳ τῇ μακροθυμίᾳ οὐκ εἰς τὴν οἰκείαν κέ- χρηνται φιλοσοφίαν, ἀλλ' εἰς τὴν ἄμυναν τῶν παρ- οξυνάντων, διαῤῥηγνύντες ἑαυτοὺς, φησὶν ὅτι οὐδὲ τοῦτο ἔχει τὸ ἐλάττωμα. ∆ιὸ καὶ ἐπήγαγε, Χρη- στεύεται. Οὐ γὰρ ἐπὶ τῷ τὴν φλόγα ἀνάψαι τῶν ὑπὸ τῆς ὀργῆς ἐκκαιομένων ἠθικώτερον αὐτοῖς κέχρην- ται, ἀλλ' ἐπὶ τῷ καταπραῦναι καὶ κατασβέσαι· καὶ οὐ μόνον τῷ φέρειν γενναίως, ἀλλὰ καὶ τῷ θερα πεύειν καὶ παρακαλεῖν τὸ ἕλκος ἰῶνται καὶ τὸ τραῦ- μα θεραπεύουσι τοῦ θυμοῦ· Οὐ ζηλοῖ· Ἔστι γὰρ καὶ μακρόθυμόν τινα εἶναι καὶ βάσκανον, καὶ τούτῳ ἐκεῖνο διαφθείρεται τὸ κατόρθωμα. Ἀλλ' αὕτη καὶ τοῦτο διέφυγεν. Οὐ περπερεύεται. Τουτέστιν, οὐ προπετεύεται· καὶ γὰρ συνετὸν ἐργάζεται τὸν ἀγα- πῶντα καὶ βαρὺν καὶ βεβηκότα. Τῶν μὲν γὰρ αἰ- σχρῶς φιλούντων ἴδιον τὸ ἐλάττωμα τοῦτο· ὁ δὲ ταύ την εἰδὼς τὴν ἀγάπην, τούτων μάλιστα πάντων ἀπ- ήλλακται. Ὅταν γὰρ θυμὸς ἔνδον μὴ ᾖ, καὶ προ- πέτεια πᾶσα ἀνῄρηται καὶ ὕβρις. Καὶ γὰρ καθάπερ τις ἄριστος γεωργὸς ἔνδον ἐγκαθημένη τῇ ψυχῇ ἡ ἀγάπη, οὐκ ἀφίησιν οὐδὲν τούτων βλαστῆσαι τῶν ἀκανθῶν. Οὐ φυσιοῦται. Καὶ γὰρ ὁρῶμεν πολλοὺς ἐπ' αὐτοῖς τούτοις τοῖς κατορθώμασι μέγα φρονοῦν- τας, οἷον ὅτι μή ἐστι βάσκανος μηδὲ πονηρὸς μηδὲ ὀλιγόψυχος μηδὲ προπετής. Οὐδὲ γὰρ πλούτῳ καὶ πενίᾳ παρυφέστηκε τὰ κακὰ ταῦτα μόνον, ἀλλὰ καὶ αὐτοῖς τοῖς φύσει καλοῖς. Ἀλλ' ἡ ἀγάπη μετὰ ἀκρι- βείας ἐκκαθαίρει πάντα. Σκόπει δέ· Ὁ μακρόθυμος οὐ πάντως καὶ χρηστός· ἂν δὲ μὴ ᾖ χρηστὸς, πονη ρία τὸ πρᾶγμα γίνεται, καὶ κινδυνεύει εἰς μνησικα- κίαν ἐμπεσεῖν. ∆ιὰ τοῦτο αὕτη τὸ φάρμακον δοῦσα, τὴν χρηστότητα λέγω, καθαρὰν διατηρεῖ τὴν ἀρε- τήν. Πάλιν ὁ χρηστὸς πολλάκις εὔκολος γίνεται, ἀλλὰ καὶ τοῦτο αὕτη διορθοῦται· Ἡ ἀγάπη γὰρ, φησὶν, οὐ περπερεύεται, οὐ φυσιοῦται. Ὁ χρηστὸς καὶ μακρόθυμος ἀλαζονεύεται πολλάκις· ἀλλὰ καὶ ταύτην ἀναιρεῖ τὴν κακίαν. βʹ. Καὶ θέα πῶς αὐτὴν οὐκ ἀφ' ὧν ἔχει μόνον, ἀλλὰ καὶ ἀφ' ὧν οὐκ ἔχει, κοσμεῖ. Καὶ γὰρ ἀρετὴν ἐπεισ άγει, καὶ κακίαν ἐκκόπτει, φησὶ, μᾶλλον δὲ οὐδὲ ἀφίησι φῦναι τὴν ἀρχήν. Οὐδὲ γὰρ εἶπε, Ζηλοῖ μὲν, περιγίνεται δὲ τοῦ φθόνου, οὐδ' ὅτι Ἀπονοεῖται μὲν, κολάζει δὲ τὸ πάθος, ἀλλ' ὅτι Οὐ ζηλοῖ, οὐ περπε- ρεύεται, οὐ φυσιοῦται· ὃ δὴ μάλιστά ἐστι θαυμα στὸν, ὅτι καὶ χωρὶς πόνων κατορθοῖ τὰ ἀγαθὰ, καὶ χωρὶς πολέμου καὶ παρατάξεως τὸ τρόπαιον ἵστησιν. Οὐ γὰρ ἀφίησιν ἱδρῶσαι τὸν ἔχοντα, καὶ οὕτω τὸν στέφανον λαβεῖν, ἀλλ' ἀπονητὶ κομίζει τὸ βραβεῖον αὐτῷ. Ἔνθα γὰρ οὐκ ἔστιν ἀντίπαλον πάθος τῷ σώφρονι λογισμῷ, τίς ἂν γένοιτο πόνος; Οὐκ ἀσχημονεῖ. Τί γὰρ λέγω, φησὶν, ὅτι οὐ φυσιοῦ- ται, ὅπου γε τοσοῦτον ἀπέχει τοῦ πάθους, ὅτι καὶ τὰ ἔσχατα παθοῦσα διὰ τὸν ἀγαπώμενον, οὐδὲ ἀσχημο- σύνην τὸ πρᾶγμα νομίζει; Οὐκ εἶπε πάλιν, ὅτι ἀσχημονεῖ μὲν, φέρει δὲ τὴν αἰσχύνην γενναίως, ἀλλ' ὅτι οὐδὲ αἴσθησίν τινα λαμβάνει τῆς αἰσχύνης. Εἰ γὰρ οἱ φιλοχρήματοι πάντα ὑπομένοντες τὰ ἐπ ονείδιστα τῆς καπηλείας ἕνεκεν ἐκείνης, οὐ μόνον οὐκ ἐγκαλύπτονται, ἀλλὰ καὶ ἀγάλλονται, πολλῷ μᾶλλον ὁ τὴν ἐπαινετὴν ταύτην ἔχων ἀγάπην, ὑπὲρ τῆς τῶν φιλουμένων ἀσφαλείας οὐδὲν ὁτιοῦν παραιτήσεται, καὶ οὐ μόνον οὐ παραιτήσεται, ἀλλ' οὐδὲ πάσχων αἰσχύνεται· ἀλλ' ἵνα μὴ ἀπὸ τοῦ πονηροῦ πράγματος τὸ παράδειγμα φέρωμεν, ἐξετάσωμεν ἐπὶ τοῦ Χρι- στοῦ τοῦτο αὐτὸ, καὶ τότε ὀψόμεθα τοῦ λεχθέντος τὴν δύναμιν. Ὁ γὰρ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς καὶ ἐνεπτύετο καὶ ἐῤῥαπίζετο παρὰ ἀνδραπόδων οἰκτρῶν· καὶ οὐ μόνον οὐκ ἐνόμιζεν ἀσχημονεῖν, ἀλλὰ καὶ ἠγάλλετο, καὶ δόξαν τὸ πρᾶγμα ἐκάλει· καὶ λῃστὴν καὶ ἀνδροφόνον μεθ' ἑαυτοῦ πρὸ τῶν ἄλ- λων εἰς τὸν παράδεισον εἰσάγων, καὶ πόρνῃ διαλεγό- μενος, καὶ ταῦτα τῶν περιεστώτων ἁπάντων ἐγκα- λούντων, οὐκ ἐνόμιζε τὸ πρᾶγμα εἶναι αἰσχρὸν, ἀλλὰ καὶ φιλεῖν αὐτῇ τοὺς πόδας παρεῖχε τοὺς ἑαυτοῦ, καὶ βρέχειν τὸ σῶμα τοῖς δάκρυσι, καὶ ἀπομάσσειν ταῖς θριξί· καὶ ταῦτα ἐν μέσῳ θεάτρῳ τῶν ἐχθρῶν καὶ πολεμίων. Ἡ γὰρ ἀγάπη οὐκ ἀσχημονεῖ. ∆ιὰ τοῦτο καὶ πατέρες, κἂν ἁπάντων ὦσι φιλοσοφώτεροι καὶ ῥητορικώτεροι, οὐκ αἰσχύνονται τοῖς παισὶ συμ- ψελλίζοντες· καὶ οὐδεὶς ἐγκαλεῖ τῶν ὁρώντων, ἀλλ' οὕτω καλὸν εἶναι τὸ πρᾶγμα δοκεῖ, ὡς καὶ εὐχῆς ἄξιον εἶναι. Κἂν πονηροὶ γένωνται πάλιν, οὗτοι μέ- νουσι διορθοῦντες, ἐπιμελόμενοι, συστέλλοντες αὐτῶν τὰ ὀνείδη, καὶ οὐκ αἰσχύνονται. Ἡ γὰρ ἀγάπη οὐκ ἀσχημονεῖ, ἀλλὰ καθάπερ χρυσαῖς τισι πτέρυξι συγ- καλύπτει πάντα τὰ ἁμαρτήματα τῶν ἀγαπωμένων. Οὕτω καὶ τὸν ∆αυῒδ ὁ Ἰωνάθαν ἐφίλει, καὶ ἀκούων τοῦ πατρὸς λέγοντος, Υἱὲ κορασίων αὐτομολούν- των γυναικοτραφὲς, οὐκ ᾐσχύνετο, καίτοι γε πολλῆς αἰσχρότητος τὰ ῥήματα γέμει. Ὃ γὰρ λέγει, τοῦτό ἐστιν· Υἱὲ πορνιδίων ἐπιμαινομένων ἀνδράσιν, ἐπιτρεχόντων τοῖς παριοῦσιν, ἐκνενευρισμένε καὶ μα- λακὲ καὶ μηδὲν ἔχων ἀνδρὸς, ἀλλ' ἐπ' αἰσχύνῃ σου καὶ τῆς τεκούσης σε μητρὸς ζῶν. Τί οὖν; ἤλγησεν ἐπὶ τούτοις καὶ ἐνεκαλύψατο, καὶ ἀπέστη τοῦ φιλου- μένου; Τοὐναντίον μὲν οὖν ἅπαν, καὶ ἐκαλλωπίζετο τῷ φίλτρῳ· καίτοι γε ὁ μὲν βασιλεὺς ἦν τότε, καὶ βασιλέως υἱὸς ὁ Ἰωνάθαν, ὁ δὲ φυγὰς καὶ ἀλήτης ὁ ∆αυΐδ. Ἀλλ' οὐδὲ οὕτως ᾐσχύνετο αὐτοῦ τῇ φιλίᾳ· ἡ γὰρ ἀγάπη οὐκ ἀσχημονεῖ. Καὶ γὰρ τὸ θαυμαστὸν αὐ- τῆς τοῦτό ἐστιν, ὅτι τὸν ὑβριζόμενον οὐ μόνον οὐκ ἀφίησιν ἀλγεῖν οὐδὲ δάκνεσθαι, ἀλλὰ καὶ χαίρειν πα- ρασκευάζει. ∆ιὰ δὴ τοῦτο καὶ ἐκεῖνος μετὰ ταῦτα ἅπαντα, ὥσπερ στέφανον περικείμενος, οὕτως ἀπελ- θὼν περιεχύθη τῷ ∆αυΐδ. Οὐ γὰρ οἶδε τί ποτέ ἐστιν αἰσχύνη ἡ ἀγάπη· διὰ τοῦτο καὶ φιλοτιμεῖται, ἐφ' οἷς ἕτερος ἐγκαλύπτεται. Αἰσχύνη γὰρ τὸ μὴ εἰδέναι φιλεῖν, οὐ τὸ φιλοῦντα κινδυνεύειν καὶ πάντα ὑπομένειν ὑπὲρ τῶν φιλουμένων. Πάντα δὲ ὅταν εἴπω, μὴ νομίσῃς, καὶ τὰ ἐπιβλαβῆ λέγειν, οἷον εἴ τις λέγοι, νέῳ συμπράττειν εἰς ἐρωμένην, ἢ εἴ τις ἕτερόν τι ἐπιβλαβὲς ἀξιοῖ διανύειν. Ὁ γὰρ τοιοῦτος οὐ φιλεῖ· καὶ τοῦτο πρῴην ὑμῖν ἔδειξα ἀπὸ τῆς Αἰγυπτίας γυ- ναικός. Καὶ γὰρ ἐκεῖνος μόνος ἐστὶν ὁ φιλῶν, ὁ τὰ συμφέροντα ζητῶν τῷ φιλουμένῳ· ὡς εἴ τις τοῦτο μὴ θηρεύοι τὸ καλὸν, κἂν μυριάκις λέγῃ φιλεῖν, ἐχθρῶν ἐστι πολεμιώτερος πάντων. Οὕτω καὶ ἡ Ῥε- βέκκα ποτὲ, ἐπειδὴ σφόδρα ἐξήρτητο τοῦ παιδὸς, καὶ κλοπὴν εἰργάζετο, καὶ οὐκ ᾐσχύνετο μὴ ἁλῷ, οὐδὲ ἐδεδοίκει· καὶ γὰρ καὶ κίνδυνος ἦν οὐχ ὁ τυχών· ἀλλὰ καὶ τοῦ παιδὸς ἀκριβολογουμένου πρὸς αὐτὴν, Ἐπ' ἐμὲ ἡ κατάρα σου, τέκνον, ἔλεγεν. γʹ. Εἶδες καὶ ἐν γυναικὶ ψυχὴν ἀποστολικήν; Καθά- περ γὰρ ὁ Παῦλος εἵλετο (ὡς ἂν εἰ μεγάλῳ τις μικρὸν παραβάλοι) ὑπὲρ Ἰουδαίων ἀνάθεμα γενέσθαι, οὕτω καὶ αὕτη, ἵνα ὁ παῖς εὐλογηθῇ, καὶ καταραθῆναι εἵλετο. Καὶ τῶν μὲν ἀγαθῶν ἐκείνῳ παρεχώρει· οὐ γὰρ δὴ μετ' ἐκείνου εὐλογεῖσθαι ἔμελλε· τὰ δὲ κακὰ αὐτὴ μόνη παρεσκευάζετο ὑπομένειν· ἀλλ' ὅμως ἔχαιρε καὶ ἠπείγετο, καὶ ταῦτα τοσούτου κινδύνου προκειμένου, καὶ τῇ μελλήσει τῶν πραγμάτων ἐδυσ- χέραινε. Καὶ γὰρ ἐδεδοίκει μὴ προλαβὼν ὁ Ἡσαῦ ματαίαν αὐτῆς ποιήσῃ τὴν σοφίαν. ∆ιὸ καὶ συντέμνει τὰ ῥήματα, καὶ ἐπείγει τὸν νεανίσκον, καὶ ἀφεῖσα ἀντειπεῖν πρὸς τὰ εἰρημένα, λογισμὸν ἱκανὸν πεῖσαι αὐτὸν λέγει. Οὐδὲ γὰρ εἶπεν, Εἰκῆ ταῦτα λέγεις καὶ μάτην δέδοικας, τοῦ πατρός σου γεγηρακότος καὶ τὸ τρανὸν τῆς αἰσθήσεως ἀφῃρημένου, ἀλλὰ τί; Ἐπ' ἐμὲ ἡ κατάρα σου, τέκνον· μόνον σὺ μὴ διαφθεί- ρῃς τὸ δρᾶμα, μηδὲ ἀπολέσῃς τὸ θήραμα, μηδὲ τὸν θησαυρὸν προδῷς. Αὐτὸς δὲ οὗτος ὁ Ἰακὼβ οὐχὶ ἐθή- τευε παρὰ τῷ συγγενεῖ δὶς ἔτη ἑπτά; οὐχὶ μετὰ τῆς δουλείας καὶ γέλωτα ὦφλεν ὑπὲρ τῆς ἀπάτης ἐκεί- νης; Τί οὖν; ἆρα ᾔσθετο τοῦ γέλωτος; ἆρα ἀσχη- μονεῖν ἐνόμιζεν ὅτι ἐλεύθερος ὢν καὶ ἐξ ἐλευθέρων καὶ τραφεὶς εὐγενῶς, τὰ τῶν δούλων ὑπέμεινε παρὰ τοῖς προσήκουσιν; ὃ μάλιστα δάκνειν εἴωθεν, ὅταν παρὰ τοῖς γνωρίμοις τις τὰ ἐπονείδιστα πάσχῃ. Οὐ- δαμῶς· τὸ δὲ αἴτιον ἡ ἀγάπη, ἣ καὶ τὸν χρόνον πο- λὺν ὄντα ὀλίγον ἀπέφηνεν. Ἦσαν γὰρ, φησὶ, ἐν- ώπιον αὐτοῦ ὡσεὶ ἡμέραι ὀλίγαι. Τοσοῦτον ἀπεῖχε τοῦ δάκνεσθαι καὶ ἐρυθριᾷν ἐπὶ τῇ δουλείᾳ ταύτῃ. Εἰκότως οὖν ἔλεγεν ὁ μακάριος Παῦλος, Ἡ ἀγάπη οὐκ ἀσχημονεῖ· οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύ- νεται. Εἰπὼν γὰρ, ὅτι Οὐκ ἀσχημονεῖ, δείκνυσι καὶ τὸν τρόπον, δι' ὃν οὐκ ἀσχημονεῖ. Τίς δὲ ὁ τρό- πος; Ὅτι οὐ ζητεῖ τὰ ἑαυτῆς. Τὸν γὰρ ἀγαπώμε νον πάντα εἶναι νομίζει, καὶ τότε ἀσχημονεῖ, ὅταν μὴ δυνηθῇ ἀπαλλάξαι ἐκεῖνον ἀσχημονοῦντα· ὡς ἐὰν ἐξῇ διὰ τῆς ἀσχημοσύνης τῆς ἑαυτοῦ τὸν ἀγα πώμενον ὠφελῆσαι, οὐδὲ ἀσχημοσύνην τὸ πρᾶγμα εἶναι νομίζει· ἐκεῖνος γὰρ αὐτός ἐστι λοιπόν. Τοῦτο γάρ ἐστι φιλία, μηκέτι εἶναι τὸν φιλοῦντα καὶ τὸν φιλούμενον δύο διῃρημένους, ἀλλ' ἕνα τινὰ ἄνθρω- πον· ὅπερ οὐδαμόθεν, ἀλλ' ἢ ἀπὸ τῆς ἀγάπης γίνε- ται. Μὴ τοίνυν ζήτει τὸ σὸν, ἵνα εὕρῃς τὸ σόν. Ὁ γὰρ ζητῶν τὸ ἑαυτοῦ, οὐχ εὑρίσκει τὸ ἑαυτοῦ. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγε, Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ πλησίον ἕκαστος. Τὸ γὰρ οἰκεῖον συμφέρον ἐν τῷ τοῦ πλησίον συμφέροντι κεῖται, καὶ τὸ ἐκείνου ἐν τούτῳ. Ὥσπερ οὖν εἴ τις χρυσίον ἴδιον ἐν τῇ οἰκίᾳ τῇ τοῦ πλησίον κατωρυγμένον εἰ παραι- τοῖτο ἐλθὼν ἐκεῖ ζητεῖν καὶ ἀνορύττειν, οὐδέποτε αὐτὸ ὄψεται· οὕτω καὶ ἐνταῦθα ὁ μὴ βουλόμενος καὶ ἐν τῇ τοῦ πλησίον ὠφελείᾳ τὸ οἰκεῖον συμφέρον ζη- τεῖν, οὐκ ἐπιτεύξεται τῶν ὑπὲρ τούτου στεφάνων. Καὶ γὰρ ὁ Θεὸς διὰ τοῦτο οὕτως αὐτὸ κατέθηκεν, ἵνα ὦμεν ἀλλήλοις συνδεδεμένοι. Καὶ ὥσπερ τις παιδίον ὑπνηλὸν διεγείρων τῷ ἀδελφῷ κατακολουθεῖν, ὅταν οἴκοθεν μὴ βούλοιτο, τὸ ἐπιθυμητὸν αὐτῷ καὶ ἐπέρα- στον ἐγχειρίζει τῷ ἀδελφῷ, ἵνα ἐπιθυμίᾳ τοῦ λαβεῖν καταδιώκῃ τὸν κατέχοντα, ὃ δὴ καὶ γίνεται· οὕτω καὶ ἐνταῦθα τὸ ἑκάστῳ συμφέρον τῷ πλησίον ἔδω- κεν, ἵνα ἀλλήλων ἐντεῦθεν κατατρέχωμεν, καὶ μὴ ὦμεν διεσπασμένοι. Καὶ εἰ βούλει, τοῦτο καὶ ἐφ' ἡμῶν ἰδὲ τῶν λεγόντων· τὸ γὰρ ἐμοὶ συμφέρον ἐν σοὶ κεῖται, καὶ τὸ σοὶ λυσιτελοῦν, ἐν ἐμοί. Καὶ γὰρ σοὶ συμφέρει τὸ διδάσκεσθαι τὰ τῷ Θεῷ δοκοῦντα, ἀλλὰ τοῦτο ἐπιστεύθην ἐγὼ, ἵνα παρ' ἐμοῦ σὺ αὐτὸ λάβῃς, καὶ διὰ τοῦτο ἀναγκασθῇς δραμεῖν ἐπ' ἐμέ· καὶ ἐμοὶ συμφέρει, τὸ σὲ βελτίω γενέσθαι· μισθὸν γὰρ τούτου λήψομαι πολύν· ἀλλὰ τοῦτο πάλιν κεῖται ἐν σοὶ, καὶ διὰ τοῦτο ἀναγκάζομαί σε καταδιώκειν, ἵνα σὺ ᾖς βελτίων, καὶ τὸ ἐμοὶ συμφέρον παρὰ σοῦ λαμβάνω. ∆ιὸ καὶ Παῦλος ἔλεγε, Τίς γὰρ μού ἐστιν ἡ ἐλπίς; ἢ οὐχὶ καὶ ὑμεῖς; καὶ πάλιν, Ἡ ἐλπίς μου, καὶ ἡ χαρά μου, καὶ ὁ στέφανος τῆς καυχήσεώς μου. Ὥστε ἡ Παύλου χαρὰ οἱ μαθηταὶ ἦσαν, καὶ τὴν ἐκείνου χαρὰν ἐκεῖνοι εἶχον. ∆ιὰ τοῦτο καὶ ἐδάκρυεν, εἴ ποτε εἶδεν ἀπολλυμένους. Πάλιν τὸ ἐκείνων συμφέρον ἐν τῷ Παύλῳ ἦν· διὸ καὶ ἔλεγεν· Ὑπὲρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἄλυσιν ταύ-την περίκειμαι· καὶ πάλιν, Ταῦτα πάσχω διὰ τοὺς ἐκλεκτοὺς, ἵνα ζωῆς αἰωνίου τύχωσι. Τοῦτο καὶ ἐπὶ τῶν βιωτικῶν ἴδοι τις ἄν· Ἡ γὰρ γυνὴ, φησὶ, τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, οὐδὲ ὁ ἀνὴρ, ἀλλ' ἡ γυνὴ τοῦ ἀνδρὸς, καὶ ὁ ἀνὴρ τοῦ τῆς γυναικός. Οὕτω καὶ ἡμεῖς ὅταν τινὰς συνδῆσαι θελήσωμεν, τοῦτο ποιῶμεν· οὐδένα ἑαυτοῦ κύριον ἀφίεμεν, ἀλλὰ μέσην ἄλυσιν ἐκτείνοντες, τοῦτον ὑπ' ἐκείνου καὶ ἐκεῖνον ὑπὸ τούτου κρατεῖσθαι παρα- σκευάζομεν. Βούλει καὶ ἐπὶ τῶν ἀρχόντων τοῦτο ἰδεῖν; Ὁ δικάζων οὐχ ἑαυτῷ κάθηται κρίνων, ἀλλὰ τὸ τῶν πλησίον συμφέρον ζητῶν. Οἱ ἀρχόμενοι πά- λιν τὸ τῷ ἄρχοντι συμφέρον ζητοῦσι διὰ τῆς θερα- πείας, διὰ τῆς διακονίας, διὰ τῶν ἄλλων ἁπάντων. Οἱ στρατιῶται ὑπὲρ ἡμῶν ὅπλα τίθενται· δι' ἡμᾶς γὰρ κινδυνεύουσιν· ἡμεῖς ὑπὲρ ἐκείνων ταλαιπωρούμεθα· παρ' ἡμῶν γὰρ αὐτοῖς αἱ τροφαί. δʹ. Εἰ δὲ λέγεις, ὅτι τὸ οἰκεῖον ζητῶν ἕκαστος τοῦτο ποιεῖ, τοῦτο καὶ ἐγὼ λέγω, ἀλλ' ὅτι διὰ τοῦ ἀλλοτρίου τὸ οἰκεῖον εὑρίσκεται. Ὅ τε γὰρ στρατιώ- της, ἐὰν μὴ πολεμήσῃ ὑπὲρ τῶν τρεφόντων, οὐκ ἔχει τὸν εἰς τοῦτο διακονούμενον· αὐτός τε οὗτος πάλιν, ἐὰν μὴ θρέψῃ τὸν στρατιώτην, οὐκ ἔχει τὸν ὑπερ- ασπίζοντα. Εἶδες τὴν ἀγάπην πανταχοῦ διατεταμένην καὶ πάντα οἰκονομοῦσαν; Ἀλλὰ μὴ ἀποκάμῃς, ἕως ἂν ὁλόκληρον τὴν χρυσῆν ταύτην σειρὰν καταμάθῃς. Εἰπὼν γὰρ, Οὐ ζητεῖ τὰ ἑαυτῆς, λέγει πάλιν τὰ ἐκ τούτου τικτόμενα ἀγαθά. Τίνα δὲ ταῦτά ἐστιν; Οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν. Ὅρα πάλιν οὐ κρατοῦσαν τῆς κακίας μόνον, ἀλλ' οὐδὲ ἀφιεῖσαν αὐτὴν στῆναι τὴν ἀρχήν. Οὐ γὰρ εἶπε, Παροξύνεται μὲν, περιγίνεται δὲ, ἀλλ' Οὐδὲ παροξύνεται· καὶ οὐκ εἶπεν, Οὐκ ἐργάζεται τὸ κακὸν, ἀλλ' Οὐδὲ λογί- ζεται. Οὐδὲν γὰρ πονηρὸν οὐ μόνον οὐ κατασκευάζει, ἀλλ' οὐδὲ ὑποπτεύει κατὰ τοῦ φιλουμένου. Πῶς οὖν ἂν ἐργάσαιτο, ἢ πῶς ἂν παροξυνθείη ἡ μηδὲ ὑπό- νοιαν πονηρὰν καταδέξασθαι ἀνεχομένη; ὅθεν ἡ πηγὴ τῆς στοργῆς. Οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ. Τουτέστιν, οὐκ ἐφήδεται τοῖς κακῶς πάσχουσιν· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ, ὃ πολλῷ μεῖζόν ἐστι, Συγχαίρει δὲ τῇ ἀληθείᾳ. Συνήδεται, φησὶ, τοῖς εὐδοκιμοῦσιν· ὃ λέγει Παῦλος· Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων. Ἐντεῦθεν οὐ ζηλοῖ, ἐντεῦθεν οὐ φυσιοῦται· καὶ γὰρ οἰκεῖα τὰ ἀλλότρια νομίζει καλά· εἶδες πῶς κατὰ μικρὸν ἄγγελον ποιεῖ τὸν αὐτῆς τρό- φιμον ἡ ἀγάπη; Ὅταν γὰρ ἀόργητος ᾖ, καὶ βασκα- νίας καθαρὸς, καὶ παντὸς τυραννικοῦ πάθους ἐλεύ- θερος, ἐννόησον ὅτι καὶ τῆς ἀνθρωπίνης φύσεως ἀπ- ηλλάγη λοιπὸν, καὶ πρὸς αὐτὴν τῶν ἀγγέλων τὴν ἀπάθειαν μεθωρμίσατο Ἀλλ' ὅμως οὐκ ἀρκεῖται τούτοις, ἀλλ' ἔχει τι καὶ πλεῖον τούτων εἰπεῖν· τὰ γὰρ ἰσχυρότερα ὕστερον τίθησι. ∆ιό φησι, Πάντα στέγει. Ἀπὸ τῆς μακροθυμίας, ἀπὸ τῆς χρηστότη τος, κἂν φορτικὰ ᾖ, κἂν ἐπαχθῆ, κἂν ὕβρεις, κἂν πληγαὶ, κἂν θάνατος, κἂν ὁτιοῦν. Καὶ τοῦτο πάλιν ἀπὸ τοῦ μακαρίου ∆αυῒδ συνιδεῖν δυνατόν. Τί γὰρ φορτικώτερον τοῦ υἱὸν ἰδεῖν ἐπανιστάμενον καὶ τυ- ραννίδος ἐφιέμενον καὶ αἵματος διψῶντα πατρῴου; Ἀλλὰ καὶ τοῦτο ἔστεγεν ὁ μακάριος ἐκεῖνος, καὶ οὐδὲ οὕτως ἠνείχετο πικρὸν ῥῆμα ἐκβαλεῖν κατὰ τοῦ πατραλοίου, ἀλλὰ καὶ τοῖς στρατηγοῖς πάντα τὰ ἄλλα ἀφεὶς, ὑπὲρ τῆς ἐκείνου σωτηρίας ἐπέσκηπτεν· ἰσχυρὰ γὰρ ἦν ἡ τῆς ἀγάπης κρηπίς. ∆ιὸ καὶ πάντα στέγει· καὶ τὴν μὲν δύναμιν αὐτῆς ἐντεῦθεν αἰνίττε- ται, τὴν δὲ ἀγαθότητα διὰ τῶν ἑξῆς· Πάντα γὰρ ἐλ- πίζει, φησὶ, πάντα πιστεύει, πάντα ὑπομένει. Τί ἐστι, Πάντα ἐλπίζει; Πάντα τὰ χρηστὰ, φησὶν, οὐκ ἀπογινώσκει τοῦ ἀγαπωμένου, ἀλλὰ κἂν φαῦλος ᾖ, παραμένει διορθουμένη, προνοοῦσα, ἐπιμελομένη. Πάντα πιστεύει. Οὐ γὰρ ἁπλῶς ἐλπίζει, φησὶν, ἀλλὰ καὶ πιστεύει ἐκ τοῦ σφόδρα φιλεῖν· κἂν μὴ ἐκβαίνῃ κατὰ τὴν ἐλπίδα τὰ χρηστὰ ταῦτα, ἀλλ' ἔτι φορτικώτερος ἐκεῖνος ᾖ, καὶ ταῦτα φέρει. Πάντα γὰρ, φησὶν, ὑπομένει. Ἡ ἀγάπη οὐδέποτε ἐκ- πίπτει. Εἶδες τὴν κορωνίδα πότε ἔθηκε, καὶ ὃ μά- λιστά ἐστιν ἐξαίρετον τούτου τοῦ δώρου; Τί γάρ ἐστιν, Οὐκ ἐκπίπτει; Οὐ διακόπτεται, οὐ διαλύεται τῷ φέρειν· στέργει γὰρ πάντα. Ὁ γὰρ φιλῶν οὐδέ- ποτε μισῆσαι δύναται, κἂν ὁτιοῦν γένηται· τοῦτο γὰρ αὐτῆς τὸ μέγιστον ἀγαθόν. Τοιοῦτος ἦν ὁ Παῦ- λος· διὸ καὶ ἔλεγεν, Εἴ πως παραζηλώσω μου τὴν σάρκα, καὶ ἔμενεν ἐλπίζων. Καὶ Τιμοθέῳ παρῄνει λέγων· ∆οῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ' ἤπιον εἶναι πρὸς πάντας, ἐν πραΰτητι παιδεύ- οντα τοὺς ἀντιδιατιθεμένους, μήποτε δῷ αὐτοῖς ὁ Θεὸς ἐπίγνωσιν ἀληθείας. Τί οὖν, φησὶν, ἂν ἐχθροὶ ὦσι καὶ Ἕλληνες, οὐ δεῖ μισεῖν; Μισεῖν μὲν, οὐκ ἐκείνους δὲ, ἀλλὰ τὸ δόγμα, οὐ τὸν ἄνθρωπον, ἀλλὰ τὴν πονηρὰν πρᾶξιν, τὴν διεφθαρμένην γνώ- μην. Ὁ μὲν γὰρ ἄνθρωπος ἔργον Θεοῦ, ἡ δὲ πλάνη ἔργον τοῦ διαβόλου. Μὴ τοίνυν ἀναμίξῃς τὰ τοῦ Θεοῦ, καὶ τὰ τοῦ διαβόλου· ἐπεὶ καὶ Ἰουδαῖοι καὶ βλάσφημοι ἦσαν καὶ διῶκται καὶ ὑβρισταὶ, καὶ μυ- ρία τὸν Χριστὸν ἔλεγον κακά· Ἆρ' οὖν ἐμίσει αὐ- τοὺς Παῦλος, ὁ μάλιστα πάντων τὸν Χριστὸν φιλῶν; Οὐδαμῶς, ἀλλὰ καὶ ἐφίλει, καὶ πάντα ὑπὲρ αὐτῶν ἔπραττε· καὶ νῦν μέν φησιν, Ἡ μὲν εὐδοκία καὶ ἡ δέησίς μου πρὸς τὸν Θεὸν ὑπὲρ αὐτῶν ἐστιν εἰς σωτηρίαν· νῦν δὲ, Ηὐχόμην ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ αὐτῶν. Οὕτω καὶ ὁ Ἰεζε- κιὴλ, ὁρῶν αὐτοὺς σφαζομένους ἔλεγεν Οἴμοι, Κύ- ριε, ἐξαλείφεις σὺ τοὺς καταλοίπους τοῦ Ἰσ ραήλ; καὶ ὁ Μωϋσῆς, Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες. Τί οὖν φησιν ὁ ∆αυΐδ; Τοὺς μι- σοῦντάς σε, Κύριε, ἐμίσησα, καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην· τέλειον μῖσος ἐμίσουν αὐτούς. Μάλιστα μὲν οὐ πάντα τὰ ἐν τοῖς Ψαλμοῖς ὑπὸ τοῦ ∆αυῒδ εἰρημένα, ἐκ προσώπου τοῦ ∆αυῒδ εἴρηται· καὶ γὰρ αὐτὸς οὗτός φησι, Κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ· καὶ, Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν· οὔτε δὲ Βαβυλῶνα εἶδεν, οὔτε τὰ σκηνώματα Κηδάρ· ἄλλως δὲ, καὶ πλείονα νῦν ἀπαιτούμεθα φιλοσοφίαν. ∆ιὸ καὶ τῶν μαθητῶν ἀξιούντων κατενεχθῆναι πῦρ, ὡς ἐπὶ Ἠλιοὺ, Οὐκ οἴδατε, φησὶν ὁ Χριστὸς, ποίου πνεύματός ἐστε. εʹ. Τότε μὲν γὰρ οὐχὶ τὴν ἀσέβειαν μόνον, ἀλλὰ καὶ τοὺς ἀσεβοῦντας αὐτοὺς μισεῖν ἐκελεύοντο, ἵνα μὴ ἡ φιλία ἀφορμὴ γένηται παρανομίας αὐτοῖς· διὰ τοῦτο καὶ τὰς συγγενείας διέκοψε, καὶ τὰς ἐπιμιξίας, καὶ πάντοθεν αὐτοὺς ἀπετείχιζε· νῦν δὲ ἐπειδὴ πρὸς μείζονα ἡμᾶς ἤγαγε φιλοσοφίαν, καὶ ὑψηλοτέρους τῆς βλάβης ἐκείνης ἐποίησε, καὶ προσίεσθαι καὶ παρακαλεῖν κε- λεύει. Οὐ γὰρ ἡμῖν ἐξ ἐκείνων βλάβη, ἀλλ' ἐκεί- νοις ἐξ ἡμῶν ὠφέλεια γίνεται. Τί οὖν φησιν; Οὐ δεῖ μισεῖν, ἀλλ' ἐλεεῖν. Ἂν γὰρ μισήσῃς, πῶς ἐπιστρέ- ψεις ῥᾳδίως τὸν πλανώμενον; πῶς εὔξῃ ὑπὲρ τοῦ ἀπίστου; Ὅτι γὰρ εὔχεσθαι δεῖ, ἄκουσον τί φησιν ὁ Παῦλος· Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας ὑπὲρ πάντων ἀνθρώπων. Ὅτι δὲ πάντες τότε οὐκ ἦσαν πιστοὶ, παντί που δῆλον. Καὶ πάλιν, Ὑπὲρ βασιλέων, καὶ τῶν ἐν ὑπεροχῇ ὄντων. Ὅτι δὲ οὗτοι ἀσεβεῖς ἦσαν καὶ παράνομοι, καὶ τοῦτο δῆλον ὁμοίως. Εἶτα καὶ τὴν αἰτίαν λέγων τῆς εὐχῆς, ἐπ- άγει· Τοῦτο γὰρ καλὸν καὶ ἀποδεκτὸν ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ὃς πάντας ἀνθρώπους θέ λει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. ∆ιὰ τοῦτο κἂν Ἑλληνίδα γυναῖκα εὕρῃ συνοικοῦσαν πιστῷ, οὐ διαζεύγνυσι τὸν γάμον· καίτοι γε τί οἰ- κειότερον ἀνδρὸς γυναικί; Ἔσονται γὰρ οἱ δύο εἰς σάρκα, φησὶ, μίαν· καὶ πολὺ τὸ φίλτρον ἐκεῖ καὶ θερμὸς ὁ πόθος. Εἰ δὲ μέλλοιμεν ἀσεβεῖς μισεῖν καὶ παρανομοῦντας, προϊόντες καὶ ἁμαρτωλοὺς μισήσο- μεν, καὶ οὕτως ὁδῷ προβαίνων καὶ τῶν ἀδελφῶν ἀποῤῥαγήσῃ τῶν πλειόνων, μᾶλλον δὲ πάντων· οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδεὶς ἁμαρτίας χωρίς. Εἰ γὰρ δεῖ τοὺς ἐχθροὺς τοῦ Θεοῦ μισεῖν, οὐχὶ ἀσεβεῖς δεῖ μισεῖν μόνον, ἀλλὰ καὶ ἁμαρτωλούς· καὶ οὕτως ἐσό- μεθα θηρίων χείρους, πάντας ἀποστρεφόμενοι, καὶ ἀπονοίᾳ φυσώμενοι, καθάπερ ὁ Φαρισαῖος ἐκεῖνος. Ἀλλ' οὐχ ὁ Παῦλος οὕτως ἐκέλευσεν, ἀλλὰ πῶς; Νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυ- μεῖτε πρὸς πάντας. Τί οὖν φησιν, ὅταν λέγῃ, Εἴ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε, καὶ μὴ συναναμίγνυσθε αὐ- τῷ; Μάλιστα μὲν περὶ ἀδελφῶν τοῦτο εἴρηται, πλὴν οὐδὲ τοῦτο ἁπλῶς, ἀλλὰ καὶ τοῦτο μετὰ ἡμερότητος. Μὴ γὰρ δὴ περικόψῃς τὰ ἑξῆς, ἀλλὰ καὶ τὰ μετὰ ταῦτα προστίθει. Καὶ γὰρ εἰπὼν, Μὴ συναναμί γνυσθε, ἐπήγαγε, Καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν. Ὁρᾷς πῶς τὸ ἔργον μισεῖν τὸ φαῦλον, οὐχὶ τὸν ἄνθρωπον ἐκέλευσε; Καὶ γὰρ ἔργον τοῦ διαβόλου τὸ διασπᾷν ἡμᾶς ἀπ' ἀλλήλων, καὶ σφόδρα ἐσπούδακεν ἀνελεῖν τὴν ἀγάπην, ἵνα ἐκκόψῃ τῆς διορθώσεως τὴν ὁδὸν, καὶ κατάσχῃ ἐκεῖνον μὲν ἐν πλάνῃ, σὲ δὲ ἐν ἀπεχθείᾳ, εἶθ' οὕτως ἀποτειχίσῃ τῆς ἐκείνου σωτη- ρίας τὴν ὁδόν. Ὅταν γὰρ καὶ ὁ ἰατρὸς μισῇ τὸν κά- μνοντα καὶ φεύγῃ, καὶ ὁ κάμνων τὸν ἰατρὸν ἀπο στρέφηται, πότε ἀναστήσεται ὁ νοσῶν, ὅταν μήτε ἐκεῖνος πρὸς αὐτὸν καλῇ, μήτε οὗτος πρὸς αὐτὸν ἀπίῃ; Τίνος δὲ ἕνεκεν, εἰπέ μοι, καὶ ἀποστρέφῃ καὶ φεύγεις αὐτόν; ὅτι ἀσεβής ἐστιν; Οὐκοῦν διὰ τοῦτο δεῖ προσίεσθαι καὶ θεραπεύειν, ἵνα ἀναστήσῃς νο- σοῦντα. Εἰ δὲ ἀνίατα νοσεῖ, ἀλλὰ σὺ τὸ σαυτοῦ ποιεῖν ἐκελεύσθης· ἐπεὶ καὶ ὁ Ἰούδας ἀνίατα ἐνόσει, καὶ οὐ διέλιπεν ὁ Θεὸς αὐτὸν θεραπεύων. Μὴ τοίνυν μηδὲ σὺ ἀποκάμῃς. Κἂν γὰρ πολλὰ σπουδάσας μὴ ἀπαλ- λάξῃς τῆς ἀσεβείας αὐτὸν, ὅμως καὶ τοῦ ἀπαλλάξαν- τος λήψῃ τὸν μισθὸν, καὶ παρασκευάσεις αὐτὸν θαυ- μάζειν σου τὴν ἡμερότητα, καὶ οὕτως εἰς τὸν Θεὸν ἡ δόξα ἅπασα αὕτη διαβήσεται. Κἂν γὰρ θαύματα ποιῇς, κἂν νεκροὺς ἐγείρῃς, κἂν ὁτιοῦν ἐργάσῃ, οὐδέποτέ σε οὕτω θαυμάσονται Ἕλληνες, ὡς ὅταν ἴδωσι πρᾶον καὶ ἥμερον καὶ γλυκὺν παρεχόμενον τρόπον. Οὐ μικρὸν δὲ καὶ τοῦτο κατόρθωμα· πολλοὶ γὰρ καὶ τέλεον ἀπαλλαγήσονται τοῦ κακοῦ. Οὐδὲν γὰρ οὕτως ἐπισπάσασθαι δύναται, ὡς ἀγάπη. Ἐπ' ἐκείνοις μὲν γάρ σε καὶ ζηλοτυπήσουσι, τοῖς ση- μείοις, λέγω, καὶ θαύμασιν, ἐπὶ τούτῳ δὲ καὶ θαυμά- σονται καὶ φιλήσουσι· φιλοῦντες δὲ καὶ τῆς ἀληθείας ἐπιλήψονται ὁδῷ προβαίνοντες. Εἰ δὲ οὐκ εὐθέως γί- νεται πιστὸς, μὴ θαύμαζε μηδὲ ἐπείγου μηδὲ ἅπαν- τα ὁμοῦ ζήτει, ἀλλ' ἔασον αὐτὸν τέως ἐπαινεῖν, φι- λεῖν, καὶ εἰς τοῦτο ὁδῷ προϊὼν ἥξει. Καὶ ἵνα μάθῃς σαφῶς ἡλίκον τοῦτό ἐστιν, ἄκουσον πῶς καὶ Παῦλος πρὸς δικαστὴν εἰσιὼν ἄπιστον ἀπελογεῖτο. Μακάριον γὰρ, φησὶν, ἥγημαι ἐμαυτὸν, μέλλων ἐπὶ σοῦ κρίνεσθαι. Ταῦτα δὲ ἔλεγεν, οὐ κολακεύων αὐτὸν, ἄπαγε, ἀλλὰ διὰ τῆς ἡμερότητος κερδᾶναι βουλόμε- νος. Καὶ ἐκ μέρους ἐκέρδανε, καὶ τὸν δικαστὴν εἷλεν ὁ τέως κατάδικος εἶναι νομιζόμενος, καὶ τὴν νίκην αὐτὸς ὁ χειρωθεὶς ὁμολογεῖ λαμπρᾷ τῇ φωνῇ παρόν- των ἁπάντων λέγων, Ἐν ὀλίγῳ με πείθεις Χρι- στιανὸν γενέσθαι. ʹ. Τί οὖν ὁ Παῦλος; Ἐπὶ πλέον ἁπλοῖ τὴν σαγήνην, καί φησιν· Εὐξαίμην ἂν ἔγωγε μὴ μόνον σε, ἀλλὰ καὶ τοὺς παρόντας ἅπαντας τοῦτο γενέσθαι ὅπερ ἐγὼ, ἄνευ τῶν δεσμῶν τούτων. Τί λέγεις, ὦ Παῦλε, Ἄνευ τῶν δεσμῶν; καὶ ποία σοι λοιπὸν παῤῥησία, εἰ ταῦτα αἰσχύνῃ καὶ φεύγεις, καὶ ταῦτα ἐπὶ δήμου τοσούτου; οὐ πανταχοῦ τῶν ἐπιστολῶν ἐπὶ τῷ πρά- γματι τούτῳ καυχᾶσαι, καὶ δέσμιον σεαυτὸν καλεῖς, καὶ τὴν ἄλυσιν ταύτην ἡμῖν ἀντὶ διαδήματος πανταχοῦ περιφέρεις; τί τοίνυν γέγονε νῦν, ὅτι ἀπεύχῃ τὰ δεσμά; Οὐκ αὐτὸς ἀπεύχομαι, φησὶν, οὐδὲ αἰσχύνομαι, ἀλλ' ἐκεί νων τῇ ἀσθενείᾳ συγκαταβαίνω· οὔπω γὰρ χωροῦσιν δέξασθαι τὸ καύχημα τὸ ἐμόν. Ἔμαθον δὲ παρὰ τοῦ ∆εσπότου μου μὴ ἐπιβάλλειν ἐπίβλημα ῥάκους ἀγνά- φου ἐπὶ ἱματίῳ παλαιῷ· διὰ τοῦτο οὕτως εἶπον. Καὶ γὰρ διαβέβληνται τέως πρὸς τὸ δόγμα τὸ ἡμέτερον, καὶ πρὸς τὸν σταυρὸν ἀπεχθῶς ἔχουσιν. Ἂν τοίνυν καὶ τὰ δεσμὰ προσθῶ, μεῖζον τὸ μῖσος γίνεται. ∆ιὰ τοῦτο ἀνεῖλον ταῦτα, ἵνα ἐκεῖνο εὐπαράδεκτον γένη ται. Καὶ γὰρ ἐπονείδιστον αὐτοῖς εἶναι δοκεῖ τὸ δεδέ- σθαι, ἐπεὶ μηδέπω τῆς παρ' ἡμῖν ἐγεύσαντο δόξης. ∆εῖ τοίνυν συγκαταβαίνειν. Ὅταν γὰρ μάθωσι φιλο-σοφεῖν, τότε εἴσονται καὶ τοῦ σιδήρου τούτου τὸ κάλ- λος, καὶ τὴν ἀπὸ τῶν δεσμῶν περιφάνειαν. Ἄλλοις γοῦν διαλεγόμενος, καὶ χάριν τὸ πρᾶγμα καλεῖ λέ- γων, ὅτι Ἐδόθη ἡμῖν ἀπὸ Θεοῦ οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πά σχειν· τὸ δὲ τέως ἀγαπητὸν ἦν τὸ τὸν σταυρὸν τοὺς ἀκούοντας μὴ ἐπαισχυνθῆναι. ∆ιὰ τοῦτο ὁδῷ πρό- εισιν. Οὐδὲ γὰρ εἰς βασίλειά τις εἰσάγων τινὰ, πρὶν ἢ τὰ προπύλαια θεάσασθαι ἔξω ἑστῶτα, ἀναγκάζει κατοπτεύειν τὰ ἔνδον· οὕτω γὰρ οὐδὲ θαυμαστὰ φα- νεῖται, ἂν μή τις ἔνδον γενόμενος, ἅπαντα καταμά- θοι. Οὕτω τοίνυν καὶ ἡμεῖς τοῖς Ἑλλήνων παισὶ προσβάλωμεν, μετὰ συγκαταβάσεως, μετὰ ἀγάπης. Μεγάλη γὰρ αὕτη διδάσκαλος, καὶ ἱκανὴ καὶ πλάνης ἀπαγαγεῖν, καὶ τρόπον μεταῤῥυθμίσαι, καὶ πρὸς φιλοσοφίαν χειραγωγῆσαι, καὶ ἀπὸ λίθων ἀνθρώπους ἐργάσασθαι. Καὶ εἰ βούλει μαθεῖν αὐτῆς τὴν δύναμιν, ἄγε μοι ἄνδρα δειλὸν καὶ ψοφοδεῆ καὶ τὰς σκιὰς τρέμοντα, καὶ ὀργίλον καὶ τραχὺν καὶ θη- ρίον μᾶλλον ἢ ἄνθρωπον, καὶ λάγνον καὶ ἀσελγῆ, καὶ πᾶσαν ἔχοντα κακίαν, καὶ παράδος αὐτὸν ταῖς τῆς ἀγάπης χερσὶ, καὶ εἰς τὸ γυμνάσιον εἰσάγαγε τοῦτο, καὶ ὄψει ταχέως τὸν δειλὸν ἐκεῖνον καὶ ἄτολμον, ἀν- δρεῖον καὶ μεγαλόψυχον γινόμενον καὶ πάντα τολ μῶντα ῥᾳδίως. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι οὐ τῆς φύ- σεως αὐτῷ μεταβληθείσης ταῦτα γίνεται, ἀλλ' ἐν αὐτῇ τῇ δειλῇ ψυχῇ τὴν ἑαυτῆς ἐνδείκνυσιν δύναμιν ἡ ἀγάπη· καὶ ταυτὸν γίνεται, οἷον ἂν εἴ τις μάχαι- ραν μολιβδίνην, οὐ σιδηρᾶν ποιήσας, ἀλλὰ μένουσαν ἐπὶ τῆς τοῦ μολίβδου φύσεως, τὰ σιδήρου ἐργάζεσθαι παρασκευάσῃ. Σκόπει δέ· Ὁ Ἰακὼβ ἄπλαστος ἦν, οἰ-κῶν οἰκίαν, καὶ πόνων ἀμελέτητος καὶ κινδύνων, ἀνειμένον τινὰ βίον ζῶν καὶ ἐλεύθερον, καὶ καθάπερ παρθένος ἐν θαλάμῳ, οὕτω καὶ οὗτος ἔνδον καθήμε- νος τὰ πλείονα οἰκουρεῖν ἠναγκάζετο, ἀγορᾶς μὲν καὶ τῶν ἐκ τῆς ἀγορᾶς θορύβων καὶ πάντων τῶν τοιούτων ἀπηλλαγμένος, διαπαντὸς δὲ ἐν ἀδείᾳ καὶ ἡσυχίᾳ μένων. Τί οὖν; Ἐπειδὴ αὐτὸν ὁ πυρσὸς τῆς ἀγάπης ἀνῆψε, τὸν ἄπλαστον τοῦτον καὶ οἰκοῦντα οἰκίαν ὅρα πῶς ἐποίησε καρτερικὸν καὶ φιλόπονον. Καὶ ταῦτα μὴ παρ' ἐμοῦ, ἀλλὰ παρ' αὐτοῦ ἄκουε τοῦ πατριάρχου. Ἐγκαλῶν γὰρ τῷ κηδεστῇ, φησὶ, Ταῦτά μοι εἴκοσιν ἔτη ἐγώ εἰμι μετὰ σοῦ. Καὶ πῶς τὰ εἴκοσιν ἔτη ἐγένου; καὶ γὰρ καὶ τοῦτο προστίθει, Συγκαιόμενος τῷ καύματι τῆς ἡμέρας, καὶ τῷ παγετῷ τῆς νυκτὸς, καὶ ἀφίστατο ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου. Ταῦτα ὁ ἄπλαστος καὶ οἰκῶν οἰκίαν καὶ τὸν ἀνειμένον βίον ζῶν. Ὅτι δὲ καὶ δειλὸς ἦν, δῆλον ἐξ ὧν τὸν Ἡσαῦ προσδοκῶν ὄψεσθαι, ἐτε θνήκει τῷ δέει. Ἀλλ' ὅρα πῶς πάλιν οὗτος ὁ δειλὸς λέοντος θρασύτερος ὑπὸ τῆς ἀγάπης γέγονε. Καθάπερ γάρ τινα πρόβολον ἑαυτὸν πρὸ τῶν ἄλλων τάξας ἁπάντων, ἕτοιμος ἦν τὸν ἄγριον ἐκεῖνον καὶ φόνου πνέοντα, καθὼς ᾤετο, δέξασθαι πρῶτος, καὶ ἐν τῷ οἰκείῳ σώματι ταῖς γυναιξὶ τὴν ἀσφάλειαν κατα- σκευάσαι· καὶ ὃν ἐδεδοίκει καὶ ἔφριττε, πρῶτος ἰδεῖν ἐπὶ τῆς παρατάξεως ἐπεθύμει. Τοῦ γὰρ φόβου τού- του δυνατώτερος ἦν ὁ τῶν γυναικῶν πόθος. Εἶδες πῶς δειλὸς ὢν, τολμητὴς γέγονεν ἀθρόον, οὐ τὴν ἕξιν μεταβαλὼν, ἀλλ' ὑπὸ τῆς ἀγάπης κρατυνθείς; Ὅτι γὰρ καὶ μετὰ ταῦτα δειλὸς ἦν δῆλον ἐξ ὧν τόπους ἐκ τόπων ἀμείβει. Ἀλλὰ μηδεὶς νομιζέτω κατηγο- ρίαν εἶναι τοῦ δικαίου τὰ εἰρημένα. Οὐ γὰρ τὸ δειλὸν εἶναι, ἔγκλημα· τοῦτο γὰρ φύσεως· ἀλλὰ τὸ διὰ δειλίαν τι ποιεῖν τῶν μὴ προσηκόντων. Ἔστι γὰρ καὶ δειλὸν ὄντα τῇ φύσει, ἀνδρεῖον γενέσθαι ὑπὸ τῆς εὐλαβείας. Τί δὲ ὁ Μωυσῆς; οὐχὶ ἕνα Αἰγύπτιον φοβηθεὶς ἔφυγε, καὶ πρὸς τὴν ὑπερορίαν μετέστη; Ἀλλ' ὅμως ὁ φυγὰς οὗτος, καὶ ἑνὸς ἀνδρὸς ἀπειλὴν οὐκ ἐνεγκὼν, ἐπειδὴ ἐγεύσατο τοῦ μέλιτος τῆς ἀγάπης, καλῶς καὶ μηδενὸς καταναγκάζοντος συν- απολέσθαι τοῖς ἀγαπωμένοις ἠπείγετο. Εἰ μὲν γὰρ ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, φησὶν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου σου ἧς ἔγρα- ψας. Ὅτι δὲ καὶ τὸν θρασὺν ἐπιεικῆ, καὶ τὸν ἀσελ- γῆ σώφρονα ποιεῖ τὸ φιλεῖν, οὐδὲ παραδειγμάτων ἡμῖν ἐνταῦθα χρεία λοιπόν· πᾶσι γὰρ τοῦτο δῆλον· κἂν θηρίου παντός τις ἀγριώτερος ᾖ, προβάτου παν- τὸς ἡμερώτερος ἀπὸ τοῦ φιλεῖν γίνεται. Τί γὰρ τοῦ Σαοὺλ ἀγριώτερον ἦν καὶ μανικώτερον· Ἀλλ' ἡνίκα τὸν ἐχθρὸν ἀπέλυσεν ἡ θυγάτηρ, οὐδὲ ῥῆμα πρὸς αὐ- τὴν ἐξέβαλε πικρόν· καὶ ὁ τοὺς ἱερέας ἄρδην ἅπαν- τας κατασφάξας διὰ τὸν ∆αυῒδ, τὴν θυγατέρα ὁρῶν ἐκ τῆς οἰκίας αὐτὸν ἀφεῖσαν, οὐδὲ μέχρι λόγου πρὸς αὐτὴν ἠγανάκτησε, καὶ ταῦτα ἀπάτης τοσαύτης ἐπ' αὐτὸν συντεθείσης· δυνατωτέρῳ γὰρ χαλινῷ τῷ τῆς ἀγάπης κατείχετο. Ὥσπερ δὲ ἐπιεικεῖς, οὕτω καὶ σώφρονας οἶδεν αὕτη ποιεῖν· κἂν τὴν ἑαυτοῦ τις ἀγαπᾷ γυναῖκα οὕτως, ὡς ἀγαπᾷν δεῖ, κἂν μυριάκις ἀσελγὴς ᾖ, οὐκ ἀνέξεται ἑτέραν ἰδεῖν διὰ τὸν πρὸς ἐκείνην πόθον. Κραταιὰ γὰρ, φησὶν, ὡς θάνατος ἡ ἀγάπη. Ὥστε οὐδαμόθεν ἄλλοθεν τὸ ἀσελγαίνειν γί- νεται, ἢ ἐκ τοῦ μὴ φιλεῖν. Ἐπεὶ οὖν δημιουργὸς ἀρετῆς ἁπάσης ἡ ἀγάπη, μετὰ ἀκριβείας ἁπάσης ἐν ταῖς ἑαυτῶν καταφυτεύσωμεν αὐτὴν ψυχαῖς, ἵν' ἡμῖν πολλὰ κομίσῃ τὰ ἀγαθὰ, καὶ βρύοντα αὐτῆς διηνε- κῶς τὸν καρπὸν ἔχωμεν, τὸν ἀεὶ τεθηλότα καὶ οὐδέ- ποτε μαραινόμενον. Οὕτω γὰρ καὶ τῶν αἰωνίων ἐπι- τευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυ- χεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰη- σοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύ- ματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Λ∆ʹ.
Εἴτε δὲ προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται, εἴτε γνῶσις καταργηθή- σεται. αʹ. ∆είξας τῆς ἀγάπης τὴν ὑπεροχὴν ἐκ τοῦ καὶ τὰ χαρίσματα καὶ τὰ τοῦ βίου κατορθώματα αὐτῆς δεῖ- σθαι, ἐκ τοῦ τὰς ἀρετὰς αὐτῆς ἀριθμῆσαι πάσας, καὶ φιλοσοφίας ἀκριβοῦς ὑπόθεσιν ἀποφῆναι, ἐξ ἑτέ- ρου πάλιν τρίτου κεφαλαίου δείκνυσιν αὐτῆς τὴν ἀξίαν. Καὶ ταῦτα ποιεῖ τούς τε ἠλαττῶσθαι δοκοῦν- τας πεῖσαι θέλων, ὅτι ἔξεστιν αὐτοῖς τὸ κεφάλαιον τῶν σημείων ἔχειν, καὶ οὐδὲν ἔλαττον ἕξουσι τῶν ἐχόντων τὰ χαρίσματα, εἰ ταύτην ἔχοιεν, ἀλλὰ καὶ πολλῷ πλέον· καὶ τοὺς ἔχοντας τὰ μεγάλα χαρίσματα πάλιν καὶ ἐντεῦθεν ἐπαιρομένους, ταπεινῶσαι σπου- δάζων, καὶ δεῖξαι μηδὲν ἔχοντας, ἐὰν μὴ ταύτην ἔχωσιν. Οὕτω γὰρ ἔμελλόν τε ἀλλήλους ἀγαπᾷν, βασκανίας τε καὶ ἀπονοίας ἐντεῦθεν ἀναιρουμένης, ἀγαπῶντές τε πάλιν ποῤῥωτέρω ταῦτα ἐξώριζον τὰ πάθη· Ἡ γὰρ ἀγάπη οὐ ζηλοῖ, οὐ φυσιοῦται. Ὥστε πανταχόθεν τεῖχος αὐτοῖς ἀῤῥαγὲς περιέβαλε, καὶ πολύπλοκον ὁμόνοιαν ἀναιροῦσάν τε τὰ νο- σήματα ἅπαντα, καὶ ἐντεῦθεν πάλιν ἰσχυροτέραν γι- νομένην. ∆ιὰ τοῦτο καὶ μυρίους ἐκίνησε λογισμοὺς τοὺς δυναμένους αὐτῶν παραμυθήσασθαι τὴν ἀθυ- μίαν. Καὶ γὰρ τὸ αὐτὸ Πνεῦμα δίδωσι, φησὶ, καὶ πρὸς τὸ συμφέρον δίδωσι, καὶ ὡς βούλεται διαιρεῖ, καὶ χαριζόμενον, οὐκ ὀφεῖλον διαιρεῖ. Κἂν μικρὸν λάβῃς, ὁμοίως εἰς τὸ σῶμα τελεῖς, καὶ πολλῆς καὶ οὕτως ἀπολαύεις τιμῆς· καὶ ὁ τὸ μεῖζον ἔχων, σοῦ τοῦ τὸ ἔλαττον ἔχοντος δεῖται· καὶ ὅτι τὸ μέγιστον χάρισμα καὶ ἡ καθ' ὑπερβολὴν ὁδός ἐστιν ἡ ἀγάπη. Ταῦτα δὲ ἔλεγε, διπλῇ περισφίγγων αὐτοὺς ἀλλή- λοις, τῷ τε μὴ νομίζειν ἠλαττῶσθαι ταύτης παρού- σης, καὶ τῷ ἐπιδραμόντας αὐτῇ καὶ ἑλόντας, μηδὲν πάσχειν λοιπὸν ἀνθρώπινον, καὶ ὡς τὴν ῥίζαν ἔχον- τας τῶν χαρισμάτων, καὶ ὡς οὐκέτι δυναμένους, οὐδὲ εἰ μηδὲν εἶχον, φιλονεικεῖν. Ὁ γὰρ ἁλοὺς ἅπαξ ὑπὸ τῆς ἀγάπης, φιλονεικίας ἀπήλλακται. ∆ιὸ καὶ δεικνὺς αὐτοῖς, ὅσα ἐντεῦθεν καρπώσονται τὰ ἀγαθὰ, τοὺς καρποὺς αὐτῆς ὑπέγραψε, διὰ τῶν ἐγκωμίων αὐτῆς τὰ ἐκείνων νοσήματα καταστέλλων. Καὶ γὰρ τῶν εἰρημένων ἕκαστον φάρμακον ἱκανὸν ἦν τοῖς ἐκείνων τραύμασιν ἀρκέσαι. ∆ιὸ καὶ ἔλεγε, Μακρο- θυμεῖ, πρὸς τοὺς ἀλλήλοις φιλονεικοῦντας· Χρη- στεύεται, πρὸς τοὺς διεστῶτας καὶ ὑπούλους· Οὐ ζηλοῖ, πρὸς τοὺς βασκαίνοντας τοῖς ὑπερέχουσιν· Οὐ περπερεύεται, πρὸς τοὺς διασπασθέντας· Οὐ φυσιοῦται, πρὸς τοὺς καταλαζονευομένους αὐτῶν· Οὐκ ἀσχημονεῖ, πρὸς τοὺς οὐκ ὀφείλοντας συγ καταβαίνειν· Οὐ ζητεῖ τὸ ἑαυτῆς, πρὸς τοὺς ὑπερ- ορῶντας τῶν λοιπῶν· Οὐ παροξύνεται, οὐ λογίζε- ται τὸ κακὸν, πρὸς τοὺς ὑβριζομένους· Οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ, πρὸς τοὺς βασκαίνοντας πάλιν· Πάντα στέγει, πρὸς τοὺς ἐπιβουλευομένους· Πάντα ἐλπίζει, πρὸς τοὺς ἀπο- γινώσκοντας· Πάντα ὑπομένει, οὐδέποτε ἐκπίπτει, πρὸς τοὺς εὐκόλως διϊσταμένους. Ἐπεὶ οὖν παντα χόθεν αὐτὴν μεγάλην ἔδειξε μεθ' ὑπερβολῆς ἁπάσης, πάλιν ἐξ ἑτέρου κεφαλαίου μεγίστου τοῦτο ποιεῖ, κατὰ σύγκρισιν ἑτέραν ἐπαίρων αὐτῆς τὸ ἀξίωμα, καὶ λέγων οὕτως· Εἴτε δὲ προφητεῖαι καταργη- θήσονται, εἴτε γλῶσσαι παύσονται. Εἰ γὰρ ἀμ- φότερα ταῦτα τῆς πίστεως ἕνεκεν εἰσενήνεκται, ταύτης πανταχοῦ διασπαρείσης, περιττὴ τούτων ἡ χρεία λοιπόν. Ἀλλ' οὐ τὸ ἀγαπᾷν ἀλλήλους παυθή σεται, ἀλλὰ καὶ ἐπιδώσει μειζόνως, καὶ ἐνταῦθα καὶ κατὰ τὸ μέλλον, καὶ τότε μᾶλλον ἢ νῦν. Ἐνταῦθα μὲν γὰρ πολλὰ τὰ χαυνοῦντα τὴν ἀγάπην, χρήματα, πράγματα, πάθη σωμάτων, νοσήματα ψυχῆς· ἐκεῖ δὲ οὐδὲν τούτων. Ἀλλὰ τὸ μὲν προφητείας κατ- αργεῖσθαι καὶ γλώσσας, θαυμαστὸν οὐδέν· τὸ δὲ γνῶσιν καταργεῖσθαι, τοῦτό ἐστι τὸ τὴν ἀπορίαν ποιοῦν· καὶ γὰρ καὶ τοῦτο προσέθηκεν εἰπὼν, Εἴτε γνῶσις καταργηθήσεται. Τί οὖν; ἐν ἀγνωσίᾳ μέλ- λομεν ζῇν τότε; Ἄπαγε· καὶ γὰρ τότε μάλιστα ἐπιταθῆναι εἰκὸς τὴν γνῶσιν. ∆ιὸ καὶ ἔλεγε, Τότε ἐπιγνώσομαι, καθὼς καὶ ἐπεγνώσθην. ∆ιά τοι τοῦτο, ἵνα μὴ ὁμοίως τῇ προφητείᾳ καὶ ταῖς γλώσσαις καὶ ταύτην καταργεῖσθαι νομίσῃς. Εἰπὼν, εἴτε γνῶ- σις καταργηθήσεται, οὐκ ἐσίγησεν, ἀλλ' ἐπήγαγε καὶ τὸν τρόπον τῆς καταργήσεως, ταχέως προσθεὶς τὸ, Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προ- φητεύομεν. Ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται. Οὐκ ἄρα ἡ γνῶσις καταρ- γεῖται, ἀλλὰ τὸ μερικὴ εἶναι γνῶσις· οὐκέτι γὰρ τοσαῦτα εἰσόμεθα μόνον, ἀλλὰ καὶ πολλῷ πλείονα. Ἵνα δὲ καὶ ἐπὶ ὑποδείγματος αὐτὸ ποιήσω φανερὸν, νῦν ἴσμεν ὅτι πανταχοῦ ἐστιν ὁ Θεὸς, ἀλλὰ πῶς, οὐκ ἴσμεν. Ὅτι ἐξ οὐκ ὄντων τὰ ὄντα ἐποίησεν, ἴσ- μεν· τὸν δὲ τρόπον ἀγνοοῦμεν· ὅτι ἐκ Παρθένου ἐτέχθη, πῶς δὲ, οὐκέτι. Τότε δὲ εἰσόμεθά τι πλέον καὶ σαφέστερον περὶ τούτων. Εἶτα δείκνυσι καὶ τὸ μέσον ὅσον, καὶ ὅτι οὐ μικρὸν τὸ λειπόμενον, λέγων· Ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νή- πιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνὴρ, τὰ τοῦ νηπίου κατήργηκα. Καὶ δι' ἑτέρου δὲ παραδείγματος τὸ αὐτὸ πάλιν δηλοῖ λέ- γων· Βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου. βʹ. Εἶτα ἐπειδὴ τὸ ἔσοπτρον παρίστησι τὸ ὁρώμενον ὁπωσδήποτε, ἐπήγαγεν, Ἐν αἰνίγματι, μεθ' ὑπερ- βολῆς δεικνὺς μερικωτάτην τὴν παροῦσαν γνῶσιν. Τότε δὲ πρόσωπον πρὸς πρόσωπον· οὐχ ὡς πρόσ- ωπον ἔχοντος τοῦ Θεοῦ, ἀλλ' ἵνα εἴπῃ σαφέστερον καὶ τρανότερον. Ὁρᾷς κατ' ἐπίδοσιν πάντα μανθάνοντας; Ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. Εἶδες πῶς διπλῇ τὸ φύσημα αὐτῶν κατέσπασεν; ὅτι καὶ μερικὴ ἡ γνῶσις, καὶ οὐδὲ ταύτην οἴκοθεν ἔχουσιν. Οὐ γὰρ ἐγὼ αὐτὸν ἔγνων, ἀλλ' αὐτός με ἐγνώρισε, φησίν. Ὥσπερ οὖν αὐτός με ἔγνω πρότερος νῦν, καὶ αὐτός μοι ἐπέδρα- μεν, οὕτως ἐγὼ αὐτῷ ἐπιδραμοῦμαι τότε πολλῷ μειζόνως, ἢ νῦν. Καὶ γὰρ ὁ ἐν σκότῳ καθήμενος, ἕως μὲν ἂν μὴ βλέπῃ τὸν ἥλιον, οὐκ αὐτὸς ἐπιτρέχει τῷ κάλλει τῆς ἀκτῖνος, ἀλλ' ἐκείνη δείκνυσιν ἑαυτὴν, ἐπειδὰν λάμψῃ· ὅταν δὲ αὐτῆς δέξηται τὴν αὐγὴν, τότε καὶ αὐτὸς λοιπὸν διώκει τὸ φῶς. Τοῦτο οὖν ἐστι τὸ, Καθὼς καὶ ἐπεγνώσθην· οὐχ ὅτι οὕτως αὐτὸν εἰσόμεθα, καθὼς αὐτὸς ἡμᾶς, ἀλλ' ὅτι ὥσπερ αὐτὸς ἡμῖν ἐπέδραμε νῦν, οὕτω καὶ ἡμεῖς ἀνθεξόμεθα αὐ- τοῦ τότε, καὶ πολλὰ τῶν νῦν ἀποῤῥήτων εἰσόμεθα, καὶ τῆς μακαριωτάτης ἐκείνης ἀπολαύσομεν ὁμιλίας καὶ σοφίας. Εἰ γὰρ ὁ τοσαῦτα εἰδὼς Παῦλος νήπιος, ἐννόησον ἡλίκα ἐκεῖνα· εἰ ταῦτα ἔσοπτρον καὶ αἴ- νιγμα, λογίζου μοι πάλιν ἐντεῦθεν τὸ πρόσωπον ἡλίκον ἐστίν. Ἵνα δέ σοι μικρόν τι παρανοίξω τῆς διαφορᾶς ταύτης, καὶ ἀκτῖνά τινα ἀμυδρὰν τοῦ νοή- ματος ἐναφῶ σου τῇ ψυχῇ τούτου, ἀναμνήσθητί μοι τῶν ἐν τῷ νόμῳ νῦν, ἡνίκα ἡ χάρις ἔλαμψε. Καὶ γὰρ ἐκεῖνα πρὸ τῆς χάριτος μεγάλα τινὰ καὶ θαυμαστὰ ἐφαίνετο· ἀλλ' ὅμως ἄκουσον τί φησι περὶ αὐ τῶν μετὰ τὴν χάριν ὁ Παῦλος, ὅτι Οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει, ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης. Ἵνα δὲ καὶ σαφέστερον ὃ λέγω γένηται, ἐφ' ἑνός τινος τῶν τότε τελουμένων τὸν λόγον μεταχειρίσωμεν, καὶ τότε ὄψει τὸ μέσον ὅσον· καὶ, εἰ βούλει, τὸ Πάσχα εἰς μέσον ἀγάγωμεν ἐκεῖνο καὶ τοῦτο, καὶ τότε εἴσῃ τὴν ὑπεροχήν. Ἐπ- ετέλουν μὲν γὰρ καὶ Ἰουδαῖοι, ἐπετέλουν δὲ οὕτως, ὡς ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι· τὰ δὲ ἀπόῤῥητα ταῦτα μυστήρια οὐδὲ εἰς νοῦν ποτε ἔλαβον, οὐδὲ ᾔδεσαν τίνα ἦν, ἃ ἐκεῖνα προανεφώνει· ἀλλὰ πρόβατον ἑώρων σφαττόμενον, καὶ αἷμα ἀλόγου, καὶ θύρας χριομένας τούτῳ· ὅτι δὲ ὁ Υἱὸς τοῦ Θεοῦ σαρκωθεὶς σφαγήσεται, καὶ τὴν οἰκουμένην ἐλευθερώσει πᾶσαν, καὶ δώσει καὶ Ἕλλησι καὶ βαρβάροις τοῦ αἵματος ἀπογεύσασθαι τούτου, καὶ τὸν οὐρανὸν ἀνοίξει πᾶσι, καὶ τὰ ἐκεῖ προσθήσει τῷ τῶν ἀνθρώπων γένει, καὶ τὴν αἱμα- χθεῖσαν σάρκα λαβὼν ὑπὲρ τὸν οὐρανὸν, καὶ τὸν οὐ- ρανὸν τοῦ οὐρανοῦ, καὶ πάσας ἁπλῶς τὰς ἄνω τῶν ἀγγέλων καὶ ἀρχαγγέλων καὶ τῶν ἄλλων δυνάμεων στρατιὰς ἀναβιβάσει, καὶ ἐπ' αὐτοῦ τοῦ θρόνου τοῦ βασιλικοῦ ἐν δεξιᾷ τοῦ Πατρὸς αὐτὴν καθιεῖ δόξῃ λάμπουσαν ἀῤῥήτῳ· ταῦτα δὴ οὔτε ἐκείνων τις, οὔτε τῶν ἄλλων οὐδεὶς ἀνθρώπων, οὔτε προέγνω οὔτε εἰς νοῦν ἠδυνήθη βαλέσθαι ποτέ. Ἀλλὰ τί φασιν οἱ πάντα τολμηροί; Τὸ, Ἄρτι γινώσκω ἐκ μέρους, περὶ οἰκονομιῶν εἰρῆσθαι· τὴν γὰρ περὶ τοῦ Θεοῦ γνῶσιν ἀπηρτισμένην αὐτὸν ἔχειν. Καὶ πῶς νήπιον ἑαυτὸν καλεῖ; πῶς δι' ἐσόπτρου βλέπει; πῶς ἐν αἰνίγματι, εἰ τὸ πᾶν ἔχει τῆς γνώσεως; τί δὲ ὥσπερ ἐξαίρετον ἀνατίθησιν αὐτὸ τῷ Πνεύματι, καὶ οὐδεμιᾷ ἄλλῃ δυνάμει τῆς κτίσεως, λέγων· Τίς γὰρ οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀν- θρώπου τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐ- δεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Καὶ ὁ Χρι- στὸς πάλιν ἑαυτοῦ μόνου τοῦτο εἶναί φησιν, οὕτω λέγων· Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα· ὅρασιν τὴν γνῶσιν λέγων τὴν σαφεστάτην καὶ ἀπηρτισμένην. Πῶς δὲ ὁ τὴν οὐσίαν εἰδὼς, τὰς οἰ κονομίας ἀγνοήσει; ἐκείνη γὰρ μείζων ταύτης ἡ γνῶσις. Ἀγνοοῦμεν οὖν, φησὶ, τὸν Θεόν; Ἄπαγε· ἀλλ' ὅτι μὲν ἔστιν, ἴσμεν· τί ποτε δέ ἐστι τὴν οὐσίαν, οὐκέτι. Καὶ ἵνα γνῷς ὅτι οὐ περὶ τῶν οἰκονομιῶν εἴ- ρηκε τὸ, Ἄρτι γινώσκω ἐκ μέρους, ἄκουσον τῶν ἑξῆς· ἐπήγαγεν οὖν· Τότε δὲ ἐπιγνώσομαι, καθὼς καὶ ἐπεγνώσθην. Οὐ δήπου δὲ ὑπὸ τῶν οἰκονομιῶν ἐπεγνώσθη, ἀλλ' ὑπὸ τοῦ Θεοῦ. Μηδεὶς τοίνυν μικρὰν, μηδὲ ἁπλῆν νομιζέτω εἶναι ταύτην τὴν παρανομίαν, ἀλλὰ καὶ διπλῆν καὶ τριπλῆν καὶ πολλαπλασίονα. Οὐ γὰρ δὴ τοῦτο μόνον ἐστὶ τὸ ἄτοπον, ὅτι ταῦτα ἀλαζο- νεύονται εἰδέναι, ἃ τοῦ Πνεύματός ἐστι μόνου, καὶ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἀλλ' ὅτι καὶ Παύλου οὐδὲ τὸ μερικὸν τοῦτο τῆς γνώσεως ἄνευ τῆς ἄνωθεν ἀποκαλύ- ψεως δυνηθέντος μαθεῖν, αὐτοὶ τὸ πᾶν ἐκ τῶν οἰκείων λογισμῶν κατειληφέναι φασίν. Οὐδὲ γὰρ ἔχου- σιν οὐδαμοῦ τὴν Γραφὴν περὶ τούτων ἡμῖν διειλεγμέ- νην δεῖξαι. Ἀλλὰ γὰρ τὴν μανίαν αὐτῶν ἀφέντες, τῶν ἑξῆς ἐχώμεθα περὶ τῆς ἀγάπης λόγων. Οὐδὲ γὰρ τούτοις ἠρκέσθη, ἀλλ' ἐπάγει πάλιν λέγων· Νυνὶ δὲ μένει πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη. γʹ. Ἡ μὲν γὰρ πίστις καὶ ἡ ἐλπὶς τῶν πιστευθέντων καὶ τῶν ἐλπισθέντων παραγενομένων ἀγαθῶν, παύε- ται. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν· Ἐλπὶς γὰρ βλεπομένη, οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; καὶ πάλιν, Ἔστι δὲ πίστις ἐλπιζομέ- νων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομέ- νων. Ὥστε αὗται μὲν παύονται φανέντων ἐκείνων· ἡ δὲ ἀγάπη τότε μάλιστα αἴρεται, καὶ γίνεται σφοδρο- τέρα. Ἕτερον πάλιν ἐγκώμιον τῆς ἀγάπης· οὐδὲ γὰρ ἀρκεῖται τοῖς ἔμπροσθεν, ἀλλὰ καὶ ἄλλο φιλονεικεῖ πάλιν εὑρεῖν. Σκόπει δέ· Εἶπεν αὐτὴν χάρισμα εἶναι μέγα καὶ ὁδὸν τούτων καθ' ὑπερβολήν· εἶπε χωρὶς αὐτῆς μηδὲν μέγα ὠφελεῖν τὰ χαρίσματα, ὑπέγρα- ψεν αὐτῆς διὰ πολλῶν τὴν εἰκόνα· βούλεται πάλιν καὶ ἑτέρως αὐτὴν ἐπᾶραι, καὶ δεῖξαι μεγάλην οὖσαν ἐκ τοῦ διαμένειν· διὸ καὶ ἔλεγε, Νυνὶ δὲ μένει πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη. Πῶς οὖν μείζων ἡ ἀγάπη; Τῷ ἐκεῖνα διαβαίνειν. Εἰ τοίνυν τοσαύτη ἡ ἰσχὺς τῆς ἀγάπης, εἰκότως ἐπάγει λέγων, ∆ιώκετε τὴν ἀγάπην. Καὶ γὰρ διώξεως χρεία καὶ δρόμου τινὸς σφοδροῦ ἐπ' αὐτήν· οὕτως ἡμῶν ἀπέπτη, καὶ τοσαῦτα τὰ ὑποσκελίζοντα τὸν ἐκεῖσε δρόμον. ∆ιὸ καὶ πολλῆς ἡμῖν δεῖ τῆς σφοδρότητος, ὥστε αὐτὴν καταλαβεῖν. Ὅπερ ἐνδεικνύμενος ὁ Παῦλος οὐκ εἶπεν, Ἀκολου-θεῖτε τῇ ἀγάπῃ, ἀλλὰ, ∆ιώκετε αὐτὴν, διεγείρων ἡμᾶς καὶ ἀνάπτων πρὸς τὴν ἐκείνης ἀντίληψιν. Καὶ γὰρ ὁ Θεὸς ἐξαρχῆς μυρία ὑπὲρ τοῦ ταύτην ἡμῖν ἐμφυτεῦσαι ἐμηχανήσατο· καὶ γὰρ μίαν ἅπασιν ἔδωκε κεφαλὴν, τὸν Ἀδάμ. ∆ιὰ τί γὰρ μὴ ἐκ γῆς γινόμεθα πάντες; διὰ τί μὴ τέλειοι, ὡς ἐκεῖνος; Ἵνα καὶ οἱ τόκοι καὶ αἱ παιδοτροφίαι, καὶ τὸ ἐξ ἀλλήλων φύεσθαι, συνδήσωσι πρὸς ἀλλήλους ἡμᾶς. ∆ιὰ τοῦτο οὐδὲ τὴν γυναῖκα ἐποίησεν ἀπὸ γῆς. Ἐπειδὴ γὰρ οὐκ ἤρκει δυσωπῆσαι πρὸς ὁμόνοιαν ἡμᾶς ὁμοίως, τὸ τῆς αὐ- τῆς οὐσίας εἶναι, εἰ μὴ καὶ τὸν αὐτὸν ἔχοιμεν πρό γονον, καὶ τοῦτο κατεσκεύασεν. Εἰ γὰρ νῦν τόποις διεστηκότες μόνοις, ἀλλοτρίους εἶναι νομίζομεν ἑαυ- τοὺς ἀλλήλων· εἰ δύο τὸ γένος ἡμῶν ἔσχεν ἀρχὰς, πολλῷ μᾶλλον ἂν τοῦτο ἐγένετο. ∆ιὰ δὴ τοῦτο, ὥσπερ ἀπό τινος μιᾶς κεφαλῆς, τὸ πᾶν ἔδησε σῶμα τοῦ τῶν ἀνθρώπων γένους. Καὶ ἐπειδήπερ ἐξαρχῆς δύο τινὲς ἐδόκουν εἶναι, ὅρα πῶς αὐτοὺς συγκολλᾷ πάλιν καὶ εἰς ἓν συνάγει διὰ τοῦ γάμου· Ἀντὶ τούτου γὰρ καταλείψει, φησὶν, ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὑτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Καὶ οὐκ εἶπεν, Ἡ γυνὴ, ἀλλ' Ὁ ἄνθρωπος, ἐπειδὴ καὶ μείζων ἡ ἐπιθυμία ἐν ἐκείνῳ. Καὶ γὰρ καὶ μείζονα αὐτὴν διὰ τοῦτο ἐποίησεν, ἵνα τὸ ὑπερέχον κατακάμψῃ τῇ τυραννίδι τούτου τοῦ ἔρωτος, καὶ ὑποτάξῃ τῷ ἀσθενεστέρῳ. Ἐπειδὴ δὲ καὶ γάμον ἔδει εἰσαχθῆναι, τὸν ἐξ οὗ γέγονε, τοῦτον ἄνδρα ἐποίησε τῇ γυναικί. Πάντα γὰρ ἀγάπης τῷ Θεῷ δεύ- τερα. Εἰ γὰρ οὕτω γενομένων ὁ πρῶτος εὐθέως οὕτως ἐμάνη, καὶ τοσαύτην μάχην ὁ διάβολος καὶ βασκανίαν ἐνέσπειρε, τί οὐκ ἂν εἰργάσατο, εἰ μὴ ἀπὸ μιᾶς ῥί- ζης ἐβλάστησαν; Εἶτα ἵνα τὸ μὲν ὑποτάττηται, τὸ δὲ ἄρχῃ τὸ γὰρ ὁμότιμον οἶδε πολλάκις μάχην εἰσ- άγειν· οὐκ ἀφῆκε δημοκρατίαν εἶναι, ἀλλὰ βασιλείαν, καὶ καθάπερ ἐν στρατοπέδῳ, ταύτην ἄν τις ἴδοι τὴν διάταξιν καθ' ἑκάστην οἰκίαν. Ἔστι γοῦν ἐν τάξει μὲν βασιλέως ὁ ἀνὴρ, ἐν τάξει δὲ ὑπάρχου ἡ γυνὴ καὶ στρατηγοῦ· καὶ οἱ παῖδες δὲ ἀρχὴν κεκλήρωνται τρίτην· εἶτα μετὰ ταῦτα ἀρχὴ τετάρτη ἡ τῶν οἰκε- τῶν· καὶ γὰρ καὶ οὗτοι κρατοῦσι τῶν ἐλαττόνων, καὶ εἷς τις πολλάκις τοῖς πᾶσιν ἐφέστηκε, τὴν τοῦ δεσπό- του τάξιν διατηρῶν, πλὴν ὡς οἰκέτης. Καὶ μετὰ ταύτης ἑτέρα πάλιν ἀρχὴ καὶ ἐν αὐτοῖς ἡ τῶν γυναι- κῶν, ἡ τῶν παίδων, καὶ ἐν αὐτοῖς τοῖς παισὶ πάλιν ἑτέρα κατὰ τὴν ἡλικίαν καὶ κατὰ τὴν φύσιν· οὐδὲ γὰρ ἐν τοῖς παιδίοις ὁμοίως τὸ θῆλυ κρατεῖ. Καὶ πανταχοῦ δι' ὀλίγου καὶ πυκνὰς ἐποίησε τὰς ἀρχὰς ὁ Θεὸς, ἵνα πάντα ἐν ὁμονοίᾳ μένῃ καὶ εὐταξίᾳ πολ- λῇ. ∆ιὰ τοῦτο καὶ πρὶν εἰς πλῆθος ἐξενεχθῆναι τὸ γένος, δύο μόνων ὄντων τῶν πρώτων, τῷ μὲν ἄρχειν, τῇ δὲ ἄρχεσθαι ἐκέλευσε. Καὶ ἵνα μὴ ὡς ἐλάττονος καταφρονῇ πάλιν καὶ ἀποσχίζηται, ὅρα πῶς αὐτὴν ἐτίμησέ τε καὶ ἥνωσε καὶ πρὸ τῆς δημιουργίας. Ποιήσωμεν γὰρ αὐτῷ, φησὶ, βοηθόν· δεικνὺς ὅτι εἰς χρείαν αὐτοῦ γέγονε, καὶ ταύτῃ συνάγων αὐτὸν πρὸς τὴν δι' αὐτὸν γεγενημένην. Καὶ γὰρ πρὸς ταῦτα οἰκειότερον διακείμεθα τὰ δι' ἡμᾶς πραχθέντα. Ἵνα δὲ μὴ ἐπαίρηται πάλιν ἐκείνη, ὡς εἰς βοήθειαν αὐτῷ δοθεῖσα, καὶ τὸν δεσμὸν ἀποῤῥήξῃ τοῦτον, ἀπὸ τῆς πλευρᾶς αὐτὴν ποιεῖ, δεικνὺς ὅτι μέρος τοῦ παντός ἐστιν αὕτη τοῦ σώματος. Ἵνα δὲ μηδὲ ὁ ἀνὴρ ἐν τεῦθεν ἐπαίρηται, οὐκέτι ἀφίησιν εἶναι μόνου, ὃ μό- νου τὸ πρότερον ἐγένετο, ἀλλὰ τοὐναντίον ἐποίησε τούτῳ, τὴν παιδοποιίαν εἰσαγαγὼν, κἂν τούτῳ προ- τιμήσας μὲν τὸν ἄνδρα, οὐ μὴν τὸ πᾶν ἀφεὶς εἶναι αὐτοῦ. δʹ. Εἶδες πόσους συνδέσμους ἀγάπης ὁ Θεὸς εἰργά- σατο; Ἀλλὰ ταῦτα μὲν ἀπὸ τῆς φύσεως κατέθηκε τῇ ὁμονοίᾳ τὰ ἐνέχυρα. Καὶ γὰρ τὸ τῆς αὐτῆς οὐσίας εἶ- ναι, εἰς τοῦτο ἄγει· πᾶν γὰρ ζῶον ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ· καὶ τὸ ἐξ ἀνδρὸς τὴν γυναῖκα εἶναι, καὶ τὸ ἐξ ἀμφοτέρων πάλιν τοὺς παῖδας. Ὅθεν καὶ πολλοὶ φύονται διαθέσεως τρόποι. Τὸν μὲν γὰρ ὡς πατέρα ἀγαπῶμεν, τὸν δὲ ὡς πάππον· καὶ τὴν μὲν ὡς μη- τέρα, τὴν δὲ ὡς τιθηνόν· καὶ τὸν μὲν ὡς υἱὸν καὶ ἔγγονον καὶ ἐξ ἐγγόνων πάλιν, τὴν δὲ ὡς θυγατέρα καὶ θυγατριδῆν· καὶ τὸν μὲν ὡς ἀδελφὸν, τὸν δὲ ὡς ἀδελφιδοῦν· καὶ τὴν μὲν ὡς ἀδελφὴν, τὴν δὲ ὡς ἀδελφιδῆν. Καὶ τί γὰρ δεῖ πάντα καταλέγειν τὰ τῆς συγγενείας ὀνόματα; Ἐπενόησε δὲ καὶ ἑτέραν διαθέ- σεως ὑπόθεσιν· ἀπαγορεύσας γὰρ τοὺς τῶν συγγενῶν γάμους, ἐπ' ἀλλοτρίους ἡμᾶς ἐξήγαγε, κἀκείνους πά- λιν πρὸς ἡμᾶς εἵλκυσεν. Ἐπειδὴ γὰρ ἀπὸ τῆς φυ- σικῆς ταύτης συγγενείας οὐκ ἦν ἐκείνους ἡμῖν συν- αφθῆναι, ἀπὸ τοῦ γάμου πάλιν συνῆψεν, ὁλοκλήρους οἰκίας διὰ τῆς μιᾶς νύμφης συνάγων, καὶ γένη γένεσιν ὅλα ἀναμιγνύς. Μὴ γάμει γὰρ, φησὶ, τὴν ἀδελφὴν τὴν σὴν, μηδὲ τὴν ἀδελφὴν τοῦ πατρὸς, μηδὲ ἄλλην κόρην τὴν τοιαύτην συγγένειαν πρὸς σὲ κεκτημένην, ἣ διακωλύει τὸν γάμον, ὀνόματι θεὶς τῶν τοιούτων συγγενῶν τὰ εἴδη. Ἀρκεῖ σοι πρὸς τὴν ἐκείνων διάθεσιν τὸ λῦσαι τὰς αὐτὰς ὠδῖνας, τὸ ἑτέρως σοι προσήκειν τὰς ἄλλας. Τί στενοχωρεῖς τῆς ἀγάπης τὸ πλάτος; τί περιττῶς ὑπόθεσιν ἀνα- λίσκεις εἰς αὐτὴν φιλίας, δι' ἧς δύνασαι καὶ ἑτέραν πορίσασθαι φιλίας ἀφορμὴν, ἔξωθεν γυναῖκα ἀγαγὼν, καὶ δι' ἐκείνης συγγενῶν ὁρμαθὸν, καὶ μητέρα, καὶ πατέρα, καὶ ἀδελφοὺς, καὶ τοὺς τούτων ἐπιτηδείους; Εἶδες πόσοις τρόποις ἡμᾶς συνέδησεν; Ἀλλ' ὅμως οὐδὲ ταῦτα αὐτῷ ἤρκεσεν, ἀλλὰ καὶ ἀλλήλων χρῄζειν παρεσκεύασεν, ἵνα καὶ οὕτως ἡμᾶς συναγάγῃ, ἐπειδὴ μάλιστα τὰς φιλίας αἱ χρεῖαι ποιοῦσι. ∆ιὰ δὴ τοῦτο οὐδὲ πάντα ἀφῆκε πανταχοῦ γίνεσθαι, ἵνα κἀν- τεῦθεν ἀλλήλοις ἀναμίγνυσθαι ἀναγκάσῃ. Καταστή- σας δὲ ἡμᾶς ἐν χρείᾳ ἀλλήλων, εὔκολον πάλιν τὴν ἐπιμιξίαν ἐποίησεν· ἐπεὶ εἰ μὴ τοῦτο ἦν, εἰς ἑτέραν ἀηδίαν τὸ πρᾶγμα περιΐστατο καὶ δυσχέρειαν. Εἰ γὰρ ἰατροῦ δεόμενον ἢ τέκτονος ἢ ἑτέρου δημιουρ- γοῦ, μακρὰν ἔδει στέλλεσθαι ἀποδημίαν, τὸ πᾶν ἀπολώλει. ∆ιὰ δὴ τοῦτο καὶ πόλεις κατεσκεύασε, καὶ πάντας ὁμοῦ συνήγαγεν. Ἵνα δὴ καὶ τοῖς πόῤῥωθεν ῥᾳδίως ἐπιχωριάζωμεν, θάλατταν εἰς μέσον ἥπλωσε, καὶ ἀνέμων ταχύτητα ἔδωκε, ῥᾳδίας ἐντεῦθεν τὰς ἀποδημίας ποιῶν. Παρὰ δὲ τὴν ἀρχὴν καὶ ἐν ἑνὶ πάντας συνήγαγε χωρίῳ, καὶ οὐ πρότερον διέσπει- ρεν, ἕως εἰς κακὸν ἐχρήσαντο τῇ ὁμονοίᾳ οἱ πρῶτοι λαβόντες τὸ δῶρον· ἀλλὰ πάντοθεν ἡμᾶς συνήγαγε, καὶ ἀπὸ φύσεως καὶ ἀπὸ συγγενείας καὶ ἀπὸ γλώτ- της καὶ ἀπὸ τόπου. Καὶ ὥσπερ οὐκ ἐβούλετο ἐκπε- σεῖν ἡμᾶς τοῦ παραδείσου (εἰ γὰρ ἐβούλετο, οὐδ' ἂν ἐκεῖ κατέθετο ὃν ἐποίησεν ἄνθρωπον τὴν ἀρχὴν), ἀλλ' ὁ παρακούσας αἴτιος· οὕτως οὐδὲ ἀλλογλώσσους εἶναι ἠθέλησεν· ἐπεὶ κἂν ἐξ ἀρχῆς τοῦτο ἐποίησε· νῦν δὲ πᾶσα ἡ γῆ χεῖλος ἓν ἦν, καὶ φωνὴ μία πᾶσι. ∆ιὰ δὴ τοῦτο οὐδὲ ἡνίκα τὴν γῆν ἀφανισθῆναι ἔδει, οὐδὲ τότε ἡμᾶς ἐξ ἄλλης ἐποίησεν ὕλης, οὐδὲ μετ έθηκε τὸν δίκαιον, ἀλλ' ἀφεὶς αὐτὸν ἐν μέσῳ τῷ κλυ- δωνίῳ, ὥσπερ τινὰ σπινθῆρα τῆς οἰκουμένης, ἀνῆψε πάλιν ἡμῶν τὸ γένος ἐκεῖθεν ἀπὸ τοῦ μακαρίου Νῶε. Καὶ ἐξ ἀρχῆς μὲν μίαν ἐποίησεν ἀρχὴν, τὸν ἄνδρα ἐπιστήσας τῇ γυναικί· ἐπειδὴ δὲ εἰς πολλὴν ἐξώκει- λεν ἀταξίαν τὸ γένος ἡμῶν, καὶ ἑτέρας κατέστησε, τὰς τῶν δεσποτῶν, τὰς τῶν ἀρχόντων· καὶ τοῦτο δὲ δι' ἀγάπην. Ἐπειδὴ γὰρ ἡ κακία διαλυτικὸν καὶ ἀν- αιρετικὸν ἡμῶν τοῦ γένους, ὥσπερ τινὰς ἰατροὺς ἐν μέσαις ταῖς πόλεσιν ἐκάθισε τοὺς δικάζοντας, ἵν' ὥσ- περ τινὰ λοιμὸν τῆς ἀγάπης τὴν κακίαν ἀπελαύνον- τες, πάντας εἰς ἓν συναγάγωσιν. Ἵνα δὲ μὴ μόνον ἐν ταῖς πόλεσιν, ἀλλὰ καὶ ἐν ἑκάστῃ οἰκίᾳ πολλὴ ἡ ὁμόνοια ᾖ, τὸν μὲν ἄνδρα τῇ ἀρχῇ καὶ τῇ ὑπεροχῇ τιμήσας, τὴν δὲ γυναῖκα τῇ ἐπιθυμίᾳ καθοπλίσας, καὶ τὸ τῆς παιδοποιίας δὲ δῶρον εἰς μέσον ἀμφοτέ- ροις καταθεὶς, καὶ ἕτερα μετὰ τούτων συναγωγὰ τῆς ἀγάπης κατεσκεύασεν. Οὔτε γὰρ πάντα ἐπέτρεψε τῷ ἀνδρὶ, οὔτε πάντα τῇ γυναικὶ, ἀλλὰ καὶ ταῦτα διεῖλεν ἑκάστῳ, τῇ μὲν τὴν οἰκίαν, τῷ δὲ τὴν ἀγο- ρὰν ἐγχειρίσας, καὶ τῷ μὲν τὸ τρέφειν, γεωργεῖ γάρ· τῇ δὲ τὸ περιβάλλειν, ἱστὸς γὰρ καὶ ἠλακάτη τῆς γυ ναικός· αὐτὸς γὰρ ἔδωκε τῇ γυναικὶ ὑφάσματος σο- φίαν. Ἀλλ' ἀπόλοιτο ἡ φιλαργυρία, οὐκ ἀφιεῖσα ταύτην φαίνεσθαι τὴν διάκρισιν. Ἡ γὰρ βλακεία τῶν πολλῶν καὶ τοὺς ἄνδρας εἰς τοὺς ἱστοὺς ἐπεισ- ήγαγε, καὶ κερκίδας αὐτοῖς ἐνεχείρισε καὶ κρόκην καὶ στήμονας. Ἀλλ' ὅμως καὶ οὕτω διαλάμπει τῆς θείας οἰκονομίας ἡ πρόνοια. Καὶ γὰρ καὶ τῆς γυναικὸς ἐν ἄλλοις ἀναγκαιοτέροις σφόδρα δεόμεθα, καὶ τῶν ἐλαττόνων ἐν τοῖς συνέχουσι τὸν βίον ἡμῶν χρῄζομεν· καὶ τοσαύτη τῆς χρείας ἐστὶν ἡ ἀνάγκη, ὅτι κἂν πάντων ἀνθρώπων πλουσιώτερος ᾖ τις, οὐδὲ οὕτω ταύτης ἀπήλλακται τῆς συναφείας, καὶ τοῦ δεῖσθαι τοῦ καταδεεστέρου. Οὐ γὰρ δὴ τῶν πλουσίων οἱ πέ- νητες δέονται μόνον, ἀλλὰ καὶ οἱ πλούσιοι τῶν πενή- των, καὶ οὗτοι μᾶλλον ἐκείνων, ἢ ἐκεῖνοι τούτων. εʹ. Καὶ ἵνα τοῦτο σαφέστερον ἴδῃς, ποιήσωμεν, εἰ δο- κεῖ, δύο πόλεις, τὴν μὲν πλουσίων μόνον, τὴν δὲ πε- νήτων· καὶ μήτε ἐν τῇ τῶν πλουτούντων ἔστω τις πένης, μήτε ἐν τῇ τῶν πενήτων ἔστω τις πλούσιος ἀνὴρ, ἀλλ' ἐκκαθάρωμεν ἀκριβῶς ἑκατέρας, καὶ ἴδωμεν ποία μᾶλλον ἀρκέσαι ἑαυτῇ δυνήσεται. Ἐὰν γὰρ εὕρωμεν τὴν τῶν πενήτων δυναμένην, εὔδηλον ὅτι οἱ πλούσιοι τούτων μᾶλλον δεήσονται. Οὐκοῦν ἐν μὲν ἐκείνῃ τῇ τῶν εὐπόρων οὐδεὶς ἔσται δημιουργὸς, οὐκ οἰκοδόμος, οὐ τέκτων, οὐχ ὑποδηματοῤῥάφος, οὐκ ἀρτοποιὸς, οὐ γεωργὸς, οὐ χαλκοτύπος, οὐ σχοινο- στρόφος, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Τίς γὰρ ἂν ἕλοιτο τῶν πλουτούντων ταῦτα μετιέναι ποτὲ, ὅπου γε καὶ αὐτοὶ οἱ ταῦτα μεταχειρίζοντες, ὅταν εὐπορή- σωσιν, οὐκ ἀνέχονται τῆς ἀπὸ τῶν ἔργων τούτων τα- λαιπωρίας; Πῶς οὖν ἡμῖν ἡ πόλις στήσεται αὕτη; ∆όντες, φησὶν, ἀργύριον οἱ πλουτοῦντες, ταῦτα ὠνή- σονται παρὰ τῶν πενήτων. Οὐκοῦν οὐκ ἀρκέσουσιν ἑαυ- τοῖς, εἴ γε ἐκείνων δέονται. Πῶς δὲ οἰκίας οἰκοδομή- σονται; ἢ καὶ τοῦτο ὠνήσονται; ἀλλ' οὐκ ἂν ἔχοι τοῦτο φύσις. Οὐκοῦν ἀνάγκη τοὺς τεχνίτας ἐκεῖ κα- λεῖν, καὶ διαφθείρειν τὸν νόμον, ὃν ἐθήκαμεν ἐξ ἀρ χῆς τὴν πόλιν οἰκίζοντες· μέμνησθε γὰρ, ὅτε ἐλέγο- μεν, μηδεὶς ἔστω πένης ἔνδον. Ἀλλ' ἰδοὺ ἡ χρεία, καὶ μὴ βουλομένων ἡμῶν, ἐκάλεσεν αὐτοὺς καὶ εἰσήγαγεν. Ὅθεν δῆλον, ὡς ἀδύνατον χωρὶς πενή- των συστῆναι πόλιν. Εἰ γὰρ μένοι ἡ πόλις μηδένα παραδεχομένη τούτων, οὐκέτι ἔσται πόλις, ἀλλ' ἀπ- ολεῖται. Οὐκοῦν οὐκ ἀρκέσει ἑαυτῇ, εἰ μὴ καθάπερ τινὰς σωτῆρας τοὺς πένητας παρ' ἑαυτῇ συναγάγοι. Ἴδωμεν δὲ καὶ τὴν τῶν πενήτων πόλιν, εἰ καὶ αὕτη ὁμοίως ἐνδεῶς διακείσεται τῶν πλουτούντων ἐστερη- μένη. Καὶ πρότερον διακαθάρωμεν τῷ λόγῳ τὸν πλοῦτον, καὶ δείξωμεν αὐτὸν σαφῶς. Τί ποτ' οὖν ἐστι πλοῦτος; Χρυσὸς καὶ ἄργυρος, καὶ λίθοι τίμιοι, καὶ ἱμάτια σηρικὰ καὶ ἁλουργὰ καὶ διάχρυσα. Ἐπεὶ οὖν ἐφάνη τί ποτέ ἐστιν ὁ πλοῦτος, ἀπελάσωμεν αὐ- τὸν τῆς τῶν πενήτων πόλεως, εἰ μέλλοιμεν καθαρῶς πόλιν πενήτων ποιεῖν, καὶ μηδὲ ὄναρ ἐκεῖ φαινέσθω χρυσίον, μηδὲ ἱμάτια τοιαῦτα· εἰ δὲ βούλει, μηδὲ ἄρ- γυρος, μηδὲ τὰ ἐξ ἀργύρου σκεύη. Τί οὖν; παρὰ τοῦτο ἐνδεῶς ζήσεται τὰ τῆς πόλεως ταύτης, εἰπέ μοι; Οὐδέν. Ἄν τε γὰρ οἰκοδομεῖν δέῃ, οὐ χρυσοῦ καὶ ἀργύρου δεῖ καὶ μαργαριτῶν, ἀλλὰ τέχνης καὶ χειρῶν, χειρῶν δὲ οὐχ ἁπλῶς, ἀλλὰ τετυλωμένων, καὶ δακτύλων ἀπεσκληκότων, καὶ ἰσχύος πολλῆς, καὶ ξύ- λων καὶ λίθων· ἄν τε ὑφαίνειν πάλιν ἱμάτιον, οὐ χρυ- σοῦ πάλιν ἡμῖν δὲ καὶ ἀργύρου, ἀλλὰ χειρῶν πάλιν καὶ τέχνης καὶ γυναικῶν ἐργαζομένων. Τί δὲ, ἐὰν γεωργεῖν δέῃ καὶ σκάπτειν τὴν γῆν; πλουτούντων ἢ πενομένων χρεία; Παντί που δῆλον, ὅτι πενήτων. Καὶ σίδηρον δὲ ὅταν δέῃ χαλκεύειν, καὶ ἄλλο τι τῶν τοιούτων ποιεῖν, τοῦ δήμου τούτου μάλιστα ἡμῖν δεῖ. Ποῦ οὖν δεησόμεθα τῶν πλουτούντων λοιπόν· πλὴν εἰ μὴ καθ- ελεῖν δέον τὴν πόλιν ταύτην; Εἰ γὰρ ἐπεισελθόντων ἐκείνων εἰς τὴν τοῦ χρυσίου καὶ τὴν τῶν μαργαριτῶν ἐμπέσοιεν ἐπιθυμίαν, οὗτοι οἱ φιλόσοφοι (φιλοσόφους γὰρ ἐγὼ καλῶ τοὺς οὐδὲν περιττὸν ἐπιζητοῦντας), ἀργίᾳ δόντες ἑαυτοὺς καὶ τρυφῇ, πάντα ἀπολοῦσι λοιπόν. Καὶ εἰ μὴ χρήσιμος ὁ πλοῦτος, φησὶ, τίνος ἕνεκεν δέδοται παρὰ τοῦ Θεοῦ; Καὶ πόθεν δῆλον, ὅτι παρὰ τοῦ Θεοῦ τὸ πλουτεῖν; Ἡ Γραφή φησιν, Ἐμὸν τὸ ἀργύριον, καὶ ἐμὸν τὸ χρυσίον, καὶ ᾧ ἐὰν βού- λομαι, δώσω αὐτό. Ἐνταῦθα εἰ μὴ πρᾶγμα ἐποίουν αἰσχρὸν, καὶ ἐγέλασα νῦν πλατὺν γέλωτα, τῶν ταῦτα λεγόντων καταγελῶν, ὅτι καθάπερ παιδία μικρὰ τραπέζης ἀπολαύοντα βασιλικῆς, μετ' ἐκείνης τῆς τροφῆς καὶ τὸ προστυχὸν ἅπαν ἐπεμβάλλουσι τῷ στόματι· οὕτω καὶ οὗτοι μετὰ τῶν θείων Γραφῶν καὶ τὰ παρ' ἑαυτῶν συνεισάγουσι. Τὸ μὲν γὰρ, Ἐμὸν τὸ ἀργύριον, καὶ ἐμὸν τὸ χρυσίον, οἶδα εἰρημένον τῷ προφήτῃ· τὸ δὲ, Ὧ ἐὰν θέλω, δώσω αὐτὸ, οὐκέτι προσκείμενον, ἀλλὰ παρὰ τῶν συρφετῶν τούτων ἐπ- εισενηνεγμένον. Καὶ ἐκεῖνο δὲ τίνος ἕνεκεν εἴρηται ἐρῶ. Ὁ γὰρ προφήτης Ἀγγαῖος ἐπειδὴ συνεχῶς ἐπ-ηγγέλλετο τοῖς Ἰουδαίοις μετὰ τὴν ἐπάνοδον τὴν ἐκ Βαβυλῶνος τὸν ναὸν δείξειν ἐπὶ τοῦ σχήματος τοῦ προτέρου, καὶ ἠπίστουν τῷ λεγομένῳ τινὲς καὶ σχε- δὸν ἀδύνατον εἶναι ἐνόμιζον, εἰ μετὰ τὴν τέφραν καὶ τὴν κόνιν τοιοῦτος πάλιν φανεῖται ὁ οἶκος· ἐκεῖνος ἐκλύων αὐτῶν τὴν ἀπιστίαν, ἐκ προσώπου τοῦ Θεοῦ ταῦτα λέγει, ὡς ἂν εἰ ἔλεγε· Τί δεδοίκατε; τί δὲ ἀπιστεῖτε; Ἐμὸν τὸ ἀργύριον, καὶ ἐμὸν τὸ χρυ- σίον, καὶ οὐ δέομαι, παρ' ἑτέρων δανεισάμενος, οὕτω καλλωπίσαι τὸν οἶκον. Καὶ ὅτι τοῦτό ἐστιν, ἐπ- ήγαγε, Καὶ ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην. Μὴ τοίνυν ἀραχνῶν ὑφάσματα ἐπεισάγωμεν τῷ πέπλῳ τῷ βασιλικῷ. Εἰ γὰρ, ἐν ἁλουργίδι εἴ τις ἁλοίη κρόκην παράσημον ἐμπλέκων, τὴν ἐσχάτην δώσει δίκην, πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν· οὐδὲ γὰρ τὸ τυχὸν ἐντεῦθεν ἁμάρτημα γίνεται. Καὶ τί λέγω παρὰ προσθήκην καὶ ἀφαίρεσιν; παρὰ στιγμὴν μόνην, καὶ παρὰ ὑπόκρι- σιν μόνην ἀναγνώσεως πολλὰ πολλάκις ἄτοπα ἐτέχθη νοήματα. ʹ. Πόθεν οὖν οἱ πλουτοῦντες; φησί· καὶ γὰρ εἴρηται, Πλοῦτος καὶ πενία παρὰ Κυρίου. Ἐρώμεθα οὖν τοὺς ταῦτα ἡμῖν ἀνθυποφέροντας, Ἆρα πᾶς πλοῦτος καὶ πᾶσα πενία παρὰ Κυρίου; Καὶ τίς ἂν τοῦτο εἴποι; Καὶ γὰρ ὁρῶμεν, καὶ ἐξ ἁρπαγῆς καὶ ἀπὸ τῆς περὶ τάφους κακουργίας καὶ ἀπὸ γοητείας καὶ ἐξ ἑτέρων τοιούτων προφάσεων πολὺν πολλοῖς συναγό- μενον πλοῦτον, καὶ τοὺς ἔχοντας οὐδὲ ζῇν ἀξίους ὄντας. Τί οὖν, εἰπέ μοι, τοῦτον παρὰ τοῦ Θεοῦ τὸν πλοῦτον εἶναί φαμεν; Ἄπαγε· ἀλλὰ πόθεν; Ἐξ ἁμαρτίας. Καὶ γὰρ ἡ πόρνη τὸ σῶμα ἐνυβρίσασα πλουτεῖ, καὶ εὔμορφος νέος πολλάκις τὴν ὥραν ἀπο- δόμενος μετ' ἀσχημοσύνης κέκτηται χρυσίον, καὶ ὁ τυμβωρύχος τοὺς τάφους ἀναῤῥήξας συνήγαγε πλοῦ- τον ἄδικον, καὶ ὁ λῃστὴς τοὺς τοίχους διορύξας. Οὐκοῦν ἀπὸ τοῦ Θεοῦ ἅπας ὁ πλοῦτος; Τί οὖν, φησὶν, ἐροῦμεν πρὸς τὴν ῥῆσιν ταύτην; Μάθε πρῶτον καὶ πενίαν οὐκ ἀπὸ Θεοῦ γινομένην, καὶ τότε καὶ ἐπὶ τὴν ῥῆσιν αὐτὴν βαδιούμεθα. Ὅταν γάρ τις ἄσωτος ὢν νέος, ἢ εἰς πόρνας ἀναλώσῃ τὸν πλοῦτον, ἢ εἰς γόητας, ἢ εἰς ἑτέρας τινὰς τοιαύτας ἐπιθυμίας, καὶ γένηται πένης, οὐκ εὔδηλον, ὅτι οὐκ ἀπὸ τοῦ Θεοῦ γέγονε τοῦτο, ἀλλ' ἀπὸ τῆς οἰκείας ἀσωτίας; Πάλιν εἴ τις ὑπὸ ἀργίας γένοιτο πένης, εἴ τις ὑπὸ ἀνοίας εἰς πτωχείαν κατενεχθείη, εἴ τις ἐπικινδύνοις καὶ παρανόμοις ἐπιχειρῶν πράγμασιν, οὐκ εὔδηλον πάντως, ὅτι οὐδὲ τούτων τις καὶ τῶν τοιούτων εἰς τὴν πτωχείαν αὐτὴν ἀπὸ Θεοῦ κατηνέχθη; Ψεύδεται οὖν ἡ Γραφή; Μὴ γένοιτο, ἀλλ' ἀνοηταίνουσιν οἱ μὴ μετὰ τῆς προσ ηκούσης ἀκριβείας ἐξετάζοντες τὰ γεγραμμένα ἅπαντα. Εἰ γὰρ καὶ τοῦτο ὡμολόγηται, ὅτι ἀψευδὴς ἡ Γραφὴ, καὶ τοῦτο ἀπεδείχθη, ὅτι οὐ πᾶς πλοῦτος παρὰ Θεοῦ, τῆς τῶν ἀπερισκέπτως ἀναγινωσκόντων ἀσθενείας ἡ ἀπορία. Καὶ ἔδει μὲν ἡμᾶς ἀφεῖναι, ἐν τούτῳ ἀπαλλάξαντας τὴν Γραφὴν τῶν ἐγκλημάτων, ἵνα ταύτην ἡμῖν δίκην δῶτε τῆς περὶ τὰς Γραφὰς ῥᾳθυμίας· ἀλλ' ἐπειδὴ φείδομαι σφόδρα ὑμῶν, καὶ οὐ δύναμαι ἐπιπλέον θορυβουμένους ἰδεῖν καὶ διατα- ραττομένους, φέρε καὶ τὴν λύσιν ἐπαγάγωμεν, πρότερον τὸν εἰρηκότα εἰπόντες, καὶ πότε εἴρηται, καὶ πρὸς τίνας. Οὐδὲ γὰρ ὁμοίως ἅπασιν ὁ Θεὸς δια- λέγεται, ὥσπερ οὐδὲ ἡμεῖς παιδίοις καὶ ἀνδράσιν ὁμοίως κεχρήμεθα. Πότε οὖν εἴρηται, καὶ ὑπὸ τίνος, καὶ πρὸς τίνας; Ὑπὸ τοῦ Σολομῶντος ἐπὶ τῆς Πα- λαιᾶς πρὸς τοὺς Ἰουδαίους τοὺς οὐδὲν ἕτερον εἰδότας ἢ τὰ αἰσθητὰ, καὶ ἀπὸ τούτων τοῦ Θεοῦ δοκιμάζον- τας τὴν ἰσχύν. Οὗτοι γὰρ οἱ λέγοντές εἰσι· Μὴ καὶ ἄρτον δύναται δοῦναι; καὶ, Τί σημεῖον δεικνύεις ἡμῖν; Οἱ πατέρες ἡμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ. Ὧν ὁ θεὸς ἡ κοιλία. Ἐπεὶ οὖν ἀπὸ τούτων αὐτὸν ἐδοκίμαζον, λέγει πρὸς αὐτοὺς, δυνατὸν καὶ τοῦτο τῷ Θεῷ, καὶ πλουσίους ποιῆσαι καὶ πένητας· οὐχ ὅτι πάντως αὐτὸς ποιεῖ, ἀλλ' ὅτι δύναται, ὅταν θέλῃ· ὥσπερ ὅταν λέγῃ, Ὁ ἀπειλῶν τῇ θαλάσσῃ, καὶ ξηραίνων αὐτὴν, καὶ πάντας τοὺς ποταμοὺς ἐξερημῶν· καίτοι τοῦτο οὐδέποτε γέγονε. Πῶς οὖν αὐτὸ ὁ προφήτης φησίν; Οὐχ ὡς γινόμενον ἀεὶ, ἀλλ' ὡς δυνατὸν αὐτῷ ποιῆσαι. Ποίαν οὖν πενίαν δίδωσι, καὶ ποῖον πλοῦτον; Ἀναμνήσθητι τοῦ πατριάρχου, καὶ εἴσῃ τὸν παρὰ τοῦ Θεοῦ διδόμενον πλοῦτον. Καὶ γὰρ τὸν Ἀβραὰμ αὐτὸς πλούσιον ἐποίησε, καὶ μετ' ἐκεῖνον τὸν Ἰὼβ, καθὼς καὶ αὐτός φησιν· Εἰ τὰ μὲν ἀγαθὰ ἐδεξάμεθα παρὰ Κυρίου, τὰ δὲ κακὰ οὐχ ὑποίσομεν; Καὶ ὁ τοῦ Ἰακὼβ πλοῦτος ἐκεῖθεν τὴν ἀρχὴν εἶχεν. Ἔστι δὲ καὶ πενία παρ' αὐτοῦ ἡ ἐπαι- νετὴ, οἵαν προεξένει τότε τῷ πλουσίῳ ἐκείνῳ, λέγων· Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρ- χοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι· καὶ τοῖς μαθηταῖς πάλιν νομοθετῶν καὶ λέγων, Μὴ κτήσασθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ δύο χι- τῶνας. Μὴ τοίνυν λέγε, ὅτι πάντα πλοῦτον αὐτὸς δίδωσι· καὶ γὰρ ἐδείχθη καὶ ἀπὸ φόνων καὶ ἀπὸ ἁρπαγῆς καὶ ἀπὸ μυρίων ἑτέρων προφάσεων συλλε- γόμενος οὗτος. Ἀλλὰ πάλιν εἰς τὸ πρότερον ἡμῖν ὁ λόγος περιΐσταται ζήτημα. Εἰ γὰρ μηδὲν ἡμῖν χρή- σιμοι οἱ πλουτοῦντες, διὰ τί γεγένηνται; τί οὖν ἂν εἴποιμεν; Ὅτι οὗτοι οὐ χρήσιμοι, οἱ ἑαυτοὺς οὕτω ποιοῦντες πλουσίους, ὡς οἵ γε παρὰ τοῦ Θεοῦ γενό- μενοι, καὶ σφόδρα χρήσιμοι. Καὶ τοῦτο ἀπ' αὐτῶν τῶν παρ' ἐκείνων γινομένων μάνθανε. Καὶ γὰρ ὁ Ἀβραὰμ τοῖς ξένοις καὶ τοῖς δεομένοις ἅπασι τὸν πλοῦτον ἐκέκτητο. Ὁ γὰρ τριῶν παραγενομένων, ὡς ἐνόμιζεν, ἀνθρώπων, μόσχον θύσας, καὶ τρία μέτρα σεμιδάλεως φυράσας, καὶ πρὸς τῇ θύρᾳ καθήμενος ἐν καιρῷ μεσημβρίας, ἐννόησον μεθ' ὅσης δαψιλείας καὶ προθυμίας τὰ αὑτοῦ πᾶσιν ἀνήλισκε, μετὰ τῶν χρημάτων καὶ τὴν τοῦ σώματος παρεχόμενος ὑπηρε- σίαν, καὶ ταῦτα ἐν γήρᾳ τοσούτῳ, καὶ λιμὴν τῶν ξένων καὶ τῶν ἐν χρείαις καθεστηκότων ὢν, καὶ οὐ- δὲν ἴδιον κεκτημένος, οὐδὲ αὐτὸν τὸν υἱόν· καὶ γὰρ τοῦ Θεοῦ κελεύσαντος, καὶ τοῦτον ἐπέδωκε· μετὰ δὲ τοῦ υἱοῦ καὶ ἑαυτὸν ἐπέδωκε καὶ τὴν οἰκίαν ἅπασαν, ἡνίκα τὸν ἀδελφιδοῦν ἐξαρπάσαι ἔσπευδε. Καὶ ταῦτα οὐ χρημάτων ἕνεκεν ἐποίει, ἀλλὰ φιλανθρωπίας μό- νης. Ὅτε γοῦν τῶν λαφύρων αὐτὸν ἐποίουν κύριον οἱ δι' αὐτοῦ σωθέντες, μέχρι σπαρτίου καὶ σφαιρω- τῆρος ἅπαντα διεκρούσατο. ζʹ. Τοιοῦτος καὶ ὁ μακάριος ἦν Ἰώβ. Καὶ γὰρ Ἡ θύρα μου, φησὶ, παντὶ ἐλθόντι ἠνέῳκτο. Ἐγὼ ἤμην ὀφθαλμὸς τυφλῶν, ποῦς δὲ χωλῶν· ἐγὼ ἤμην πατὴρ ἀδυνάτων· ἔξω δὲ οὐκ ηὐλίζετο ξένος· ἀδύνατοι δὲ, ἤν ποτε χρείαν εἶχον, οὐκ ἀπέτυχον, οὐδὲ εἴασα ἐξελθεῖν ἀδύνατον τὴν θύραν μου κόλπῳ κενῷ. Καὶ πολλῷ πλείονα δὲ τούτων, ἵνα μὴ πάντα κατα- λέγωμεν νῦν, διετέλει πράττων, εἰς τοὺς δεομένους ἅπαντα τὸν πλοῦτον καταναλίσκων. Βούλει καὶ τοὺς οὐ παρὰ Θεοῦ γινομένους πλουσίους ἰδεῖν, ἵνα μάθῃς πῶς κέχρηνται τῷ πλούτῳ; Ὅρα τὸν ἐπὶ τοῦ Λα- ζάρου, τὸν οὐδὲ τῶν ψιχίων μεταδιδόντα· ὅρα τὸν Ἀχαὰβ τὸν καὶ τὸν ἀμπελῶνα ἁρπάζοντα· ὅρα τὸν Γιεζῆ, ὅρα τοὺς τοιούτους ἅπαντας. Οἱ μὲν γὰρ δι- καίως κεκτημένοι, ἅτε παρὰ τοῦ Θεοῦ λαβόντες, εἰς τὰ τοῦ Θεοῦ προστάγματα ἀναλίσκουσιν· οἱ δὲ ἐν τῷ κτᾶσθαι προσκρούσαντες τῷ Θεῷ, καὶ ἐν τῷ δαπανᾷν τὸ αὐτὸ ποιοῦσιν, εἰς πόρνας καὶ παρασίτους ἀναλί- σκοντες, ἢ κατορύττοντες καὶ ἀποκλείοντες, εἰς πτωχὸν δὲ οὐδὲν δαπανῶντες. Καὶ τίνος ἕνεκεν, φη- σὶν, ὁ Θεὸς ἀφίησι πλουτεῖν τοὺς τοιούτους; Ὅτι μακρόθυμός ἐστιν, ὅτι βούλεται ἡμᾶς εἰς μετάνοιαν ἀγαγεῖν, ὅτι γέενναν ἡτοίμασεν, ὅτι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην. Εἰ δὲ εὐθέως τοὺς πλουτοῦντας κακῶς ἐκόλαζεν, οὐκ ἂν ὁ Ζακχαῖος ἔσχε προθεσμίαν μετανοίας, ὥστε καὶ τετραπλασίονα ἀποδοῦναι, ἅπερ ἥρπασε, καὶ τὰ ἡμίση προσθεῖναι τῶν ἑαυτοῦ· οὐκ ἂν ὁ Ματθαῖος μεταβαλέσθαι καὶ γενέσθαι ἀπόστολος, προαναρπαγεὶς τοῦ προσήκον- τος καιροῦ· οὐκ ἂν ἕτεροι πολλοὶ τοιοῦτοι. ∆ιὰ ταῦτα ἀνέχεται εἰς μετάνοιαν καλῶν ἅπαντας. Εἰ δὲ μὴ βούλοιντο, ἀλλὰ τοῖς αὐτοῖς ἐπιμένοιεν, ἀκούσονται τοῦ Παύλου λέγοντος, ὅτι Κατὰ τὴν σκληρότητα αὐτῶν καὶ ἀμετανόητον καρδίαν θησαυρίζουσιν ἑαυτοῖς ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ· ἥντινα ὀργὴν ἵνα φύ γωμεν, πλουτῶμεν τὸν τοῦ οὐρανοῦ πλοῦτον, καὶ τὴν ἐπαινετὴν διώκωμεν πενίαν. Οὕτω γὰρ καὶ τῶν μελ- λόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυ- ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΛΕʹ.
∆ιώκετε τὴν ἀγάπην· ζηλοῦτε δὲ τὰ πνευματικὰ, μᾶλλον δὲ ἵνα προφητεύητε.
αʹ. Ἐπειδὴ γὰρ μετὰ ἀκριβείας τὴν ἀρετὴν αὐτοῖς κατέλεξεν ἅπασαν τῆς ἀγάπης, παραινεῖ λοιπὸν μετὰ προθυμίας αὐτῆς ἀντέχεσθαι· διὸ καὶ ἔλεγε, ∆ιώκετε. Ὁ γὰρ διώκων ἐκεῖνο μόνον ὁρᾷ τὸ διωκόμενον, καὶ πρὸς ἐκεῖνο τέταται, καὶ οὐκ ἀφίσταται ἕως ἂν λάβῃ. Ὁ διώκων ὅταν δι' ἑαυτοῦ μὴ δυνηθῇ, διὰ τῶν πρὸ αὐτοῦ καταλαμβάνει τὸν φεύγοντα, τοὺς ἐγγὺς ὄντας μετὰ πολλῆς παρακαλῶν τῆς σπουδῆς κατέχειν καὶ τηρεῖν αὐτῷ κατασχεθέντα, ἕως ἂν φθάσῃ. Τοῦτο δὴ καὶ ἡμεῖς ποιῶμεν· καὶ ὅταν αὐτοὶ μὴ φθάνωμεν τὴν ἀγάπην, τοὺς ἐγγὺς ὄντας αὐτῆς κελεύωμεν κατέχειν αὐτὴν, ἕως ἂν φθάσωμεν πρὸς αὐτήν· εἶτα ἐπειδὰν ἐπιλαβώμεθα, μηκέτ' ἀφῶμεν αὐτὴν, ἵνα μὴ πάλιν ἡμᾶς διαφύγῃ. Συνεχῶς γὰρ ἡμῶν ἀπο- πηδᾷ, ἐπειδὴ οὐκ εἰς δέον αὐτῇ κεχρήμεθα, ἀλλὰ πάντα αὐτῆς προτιμῶμεν. ∆ιὰ τοῦτο πάντα χρὴ ποιεῖν, ὥστε αὐτὴν μετὰ ἀκριβείας κατασχεῖν. Ἐὰν γὰρ τοῦτο γένηται, οὐδὲ πολλοῦ δεῖ πόνου ἡμῖν λοι- πὸν, μᾶλλον δὲ οὐδὲ τοῦ τυχόντος, ἀλλὰ τρυφῶντες καὶ πανηγυρίζοντες, τὴν στενὴν τῆς ἀρετῆς ὁδὸν βαδιούμεθα. ∆ιό φησι, ∆ιώκετε αὐτήν. Εἶτα ἵνα μὴ νομίσωσιν, ὅτι διὰ τοῦτο τὸν τῆς ἀγάπης εἰσήγαγε λόγον, ἵνα σβέσῃ τὰ χαρίσματα, ἐπάγει λέγων· Ζη- λοῦτε δὲ τὰ πνευματικὰ, μᾶλλον δὲ ἵνα προφη- τεύητε. Ὁ γὰρ λαλῶν γλώσσῃ, οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ· οὐδεὶς γὰρ ἀκούει· Πνεύματι δὲ λαλεῖ μυστήρια· ὁ δὲ προφητεύων, ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. Σύγκρισιν ἐνταῦθα λοιπὸν ποιεῖται τῶν χαρισμάτων, καὶ καθαιρεῖ τὸ τῶν γλωσσῶν, οὔτε πάντη ἄχρηστον δεικνὺς, οὔτε σφόδρα ὠφέλιμον καθ' ἑαυτό. Καὶ γὰρ σφόδρα ἐπὶ τούτῳ ἐφυσῶντο, ἐπειδὴ καὶ μέγα εἶναι τὸ χάρισμα ἐνομίζετο. Ἐνομίζετο δὲ μέγα εἶναι διὰ τὸ πρῶτον αὐτὸ τοὺς ἀποστόλους εἰληφέναι, καὶ μετὰ τοσαύτης ἐπιδείξεως. Οὐ μὴν διὰ τοῦτο τῶν ἄλλων προτιμότερον ἦν. Τίνος οὖν ἕνεκεν πρὸ τῶν ἄλλων ἔλαβον αὐτὸ οἱ ἀπόστολοι; Ἐπειδὴ πανταχοῦ διέρ- χεσθαι ἔμελλον. Καὶ ὥσπερ ἐν τῷ καιρῷ τῆς πυρ- γοποιίας ἡ μία γλῶττα εἰς πολλὰς διετέμνετο· οὕτω τότε αἱ πολλαὶ πολλάκις εἰς ἕνα ἄνθρωπον ᾔεσαν, καὶ ὁ αὐτὸς καὶ τῇ Περσῶν καὶ τῇ Ῥωμαίων καὶ τῇ Ἰνδῶν καὶ ἑτέραις πολλαῖς διελέγετο γλώτταις, τοῦ Πνεύματος ἐνηχοῦντος αὐτῷ· καὶ τὸ χάρισμα ἐκαλεῖτο χάρισμα γλωττῶν, ἐπειδὴ πολλαῖς ἀθρόον ἐδύνατο λαλεῖν φωναῖς. Ὅρα τοίνυν πῶς αὐτὸ καὶ καθαιρεῖ καὶ ἐπαίρει. Τῷ μὲν γὰρ εἰπεῖν, Ὁ λαλῶν γλώσ- σαις, οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ Θεῷ· οὐδεὶς γὰρ ἀκούει, καθεῖλε, δείξας οὐ πολὺ τὸ χρήσιμον ὄν· τῷ δὲ ἐπάγειν, ὅτι Πνεύματι λαλεῖ μυστήρια, πά- λιν ἐπῆρεν, ἵνα μὴ περιττὸν εἶναι δόξῃ καὶ ἄχρηστον καὶ εἰκῆ δεδομένον. Ὁ δὲ προφητεύων, ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυ- θίαν. Εἶδες πόθεν τὸ ἐξαίρετον δείκνυσι τοῦ χαρί- σματος τούτου, ἀπὸ τοῦ κοινῇ συμφέροντος, καὶ πῶς πανταχοῦ τοῦτο προτιμᾷ τὸ εἰς τὴν τῶν πολλῶν ὠφέλειαν γινόμενον; Ἐκεῖνοι γὰρ οὐκ ἀνθρώποις λαλοῦσιν, εἰπέ μοι; Ἀλλ' οὐ τοιαύτην οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. Ὥστε τὸ μὲν ὑπὸ τοῦ Πνεύματος κατέχεσθαι, ἀμφοτέροις κοινὸν, καὶ τῷ προφητεύοντι καὶ τῷ γλώσσαις λαλοῦντι· τούτῳ δὲ αὐτὸς, ὁ προφητεύων λέγω, πλεονεκτεῖ, τῷ καὶ χρήσιμος εἶναι τοῖς ἀκούουσι. Τῶν γὰρ γλώσσαις λαλούντων οὐκ ἤκουον οἱ τὸ χάρισμα οὐκ ἔχοντες. Τί οὖν; οὐδένα ᾠκοδό- μουν ἐκεῖνοι; Ναὶ, φησὶν, ἑαυτοὺς μόνους· διὸ καὶ ἐπήγαγεν, Ὁ λαλῶν γλώσσῃ, ἑαυτὸν οἰκοδομεῖ. Καὶ πῶς, εἰ μὴ οἶδεν ἃ λέγει; Ἀλλὰ τέως περὶ τῶν εἰδότων ἃ λέγουσι διαλέγεται, εἰδότων μὲν αὐτῶν, οὐκ ἐπισταμένων δὲ εἰς ἑτέρους ἐξενεγκεῖν. Ὁ δὲ προφητεύων, Ἐκκλησίαν οἰκοδομεῖ. Ὅσον δὲ τὸ μέσον ἑνὸς καὶ Ἐκκλησίας, τοσοῦτον τὸ διάφορον τούτου κἀκείνου. Εἶδες αὐτοῦ τὴν σοφίαν, πῶς οὐκ εἰς τὸ μηδὲν ἐξωθεῖ τὸ χάρισμα, ἀλλὰ δείκνυσιν ἔχον μὲν κέρδος, μικρὸν δὲ καὶ ὅσον τῷ κεκτημένῳ μόνον ἀρκέσαι; Εἶτα ἵνα μὴ νομίσωσιν, ὅτι βασκαίνων αὐ- τοῖς καθαιρεῖ τὰς γλώσσας (καὶ γὰρ οἱ πλείους εἶχον τὸ χάρισμα τοῦτο), διορθούμενος αὐτῶν τὴν ὑπόνοιάν φησι· Θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε. Μείζων γὰρ ὁ προ- φητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ δι- ερμηνεύει, ἵνα ἡ Ἐκκλησία οἰκοδομὴν λάβῃ. Τὸ δὲ μᾶλλον καὶ μεῖζον οὐ τῶν ἐναντίων ἐστὶν, ἀλλὰ τῶν ὑπερεχόντων. βʹ. Ὥστε κἀντεῦθεν δῆλον, ὅτι οὐ διαβάλλει τὸ χά- ρισμα, ἀλλ' ἐπὶ τὰ βελτίονα αὐτοὺς ἄγει, τήν τε περὶ αὐτοὺς κηδεμονίαν, καὶ τὴν φθόνου παντὸς ἀπηλλα- γμένην ψυχὴν ἐπιδεικνύς. Οὐδὲ γὰρ εἶπε, ∆ύο ἢ τρεῖς, ἀλλὰ, Πάντας ὑμᾶς θέλω γλώσσαις λαλεῖν· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ προφητεύειν· καὶ τοῦτο μᾶλ- λον, ἢ ἐκεῖνο· μείζων γὰρ ὁ προφητεύων. Ἐπειδὴ γὰρ κατεσκεύασε αὐτὸ καὶ ἀπέδειξε, τότε λοιπὸν καὶ ἀποφαίνεται, οὐ μὴν ἁπλῶς, ἀλλὰ μετὰ προσθήκης· ἐπήγαγε γὰρ, Ἐκτὸς εἰ μὴ διερμηνεύει· ὡς ἐὰν δύ- νηται τοῦτο, τὸ διερμηνεύειν λέγω, ἴσος γέγονε τῷ προφήτῃ, φησὶν, ἐπειδὴ πολλοὶ οἱ τὴν ὠφέλειαν καρ- πούμενοι· ὃ χρὴ μάλιστα παρατηρεῖν, πῶς διὰ πάν- των τοῦτο πρὸ τῶν ἄλλων ἐπιζητεῖ. Νυνὶ δὲ, ἀδελ- φοὶ, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀπο- καλύψει, ἢ ἐν γνώσει, ἢ ἐν προφητείᾳ, ἢ ἐν δι- δαχῇ; Καὶ τί λέγω, φησὶ, τοὺς ἄλλους; Ἔστω γὰρ ὁ φθεγγόμενος γλώσσαις Παῦλος· οὐδὲ γὰρ οὕτως ἔσται τι πλέον τοῖς ἀκούουσι. Ταῦτα δὲ λέγει, δεικνὺς ὅτι τὸ ἐκείνοις συμφέρον ζητεῖ· οὐ πρὸς τοὺς τὸ χά- ρισμα ἔχοντας ἀπεχθῶς ἔχει, ὅπου γε οὐδὲ ἐπὶ τοῦ οἰκείου προσώπου παραιτεῖται δεῖξαι τὸ ἀνωφελές. Καὶ ἀεὶ δὲ τὰ φορτικὰ ἐπὶ τοῦ οἰκείου προσώπου γυ- μνάζει, ὡς καὶ ἀρχόμενος τῆς Ἐπιστολῆς ἔλεγε· Τίς ἐστι Παῦλος; τίς δὲ Ἀπολλώς; τίς δὲ Κηφᾶς; Ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ λέγων, ὅτι Οὐδὲ ἐγὼ ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύ- ψει, ἢ ἐν προφητείᾳ, ἢ ἐν γνώσει, ἢ ἐν δι- δαχῇ. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἐὰν μή τι εἴπω δυ-νάμενον ὑμῖν εὔληπτον γενέσθαι, καὶ δυνάμενον εἶναι σαφὲς, ἀλλ' ἐπιδείξομαι μόνον, ὅτι γλωττῶν ἔχω χάρισμα, γλωττῶν ὧν ἀκούσαντες, οὐδὲν κερδάναντες Ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς, εἴτε κιθάρα, ἂν διαστολὴν τοῖς φθόγγοις μὴ δῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον· ἀπελεύσεσθε. Πῶς γὰρ ἀπὸ φωνῆς, ἧς οὐ συνίετε; Καὶ τί λέγω, φησὶν, ὅτι ἐφ' ἡμῶν τοῦτο μὲν ἀκερδὲς, ὠφέλιμον δὲ τὸ σαφὲς καὶ εὔληπτον τοῖς ἀκούουσι; Καὶ γὰρ καὶ ἐν τοῖς ἀψύχοις ὀργάνοις τῆς μουσικῆς τοῦτο ἴδοι τις ἄν· εἴτε γὰρ αὐλὸς, εἴτε κιθάρα εἴη, καὶ μηδὲ ῥυθμῷ μηδὲ ἁρμονίᾳ τῇ προσηκούσῃ, ἀλλὰ συγκεχυμένως καὶ ἁπλῶς κρούοιτο καὶ ἐμπνέοιτο, οὐδένα ψυχαγωγήσει τῶν ἀκουόντων. Καὶ γὰρ ἐν τοῖς ἀνάρθροις ἐκείνοις δεῖ τινος σαφηνείας· κἂν μὴ κατὰ τέχνην κρούσῃς, καὶ ἐμπνεύσῃς τῷ αὐλῷ, οὐδὲν ἐποίη- σας. Εἰ δὲ παρὰ τῶν ἀψύχων τοσαύτην ἀπαιτοῦμεν σαφήνειαν καὶ ἁρμονίαν καὶ διάκρισιν, καὶ ἐν τοῖς ἀσήμοις ἐκείνοις φθόγγοις βιαζόμεθα καὶ φιλονεικοῦ- μεν πολλὴν ἐπιθεῖναι τὴν σημασίαν, πολλῷ μᾶλλον ἐν τοῖς ἐμψύχοις καὶ λογικοῖς ἀνθρώποις, καὶ ἐν τοῖς πνευματικοῖς χαρίσμασι τὸ εὔσημον διώκειν δεῖ. Καὶ γὰρ ἐὰν ἄδηλον φωνὴν σάλπιγξ δῷ, τίς παρα- σκευάσεται εἰς πόλεμον; Ἀπὸ γὰρ τῶν περιττῶν ἐπὶ τὰ ἀναγκαιότερα καὶ χρησιμώτερα τὸν λόγον ἄγει, καί φησιν, ὅτι οὐκ ἐπὶ τῆς κιθάρας μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς σάλπιγγος τοῦτο συμβαῖνον ἴδοι τις ἄν. Εἰσὶ γὰρ καὶ ἐκεῖ ῥυθμοὶ, καὶ ἐνδείκνυνται ποτὲ μὲν πο- λεμικὴν ἠχὴν, ποτὲ δὲ οὐ τοιαύτην· καὶ ποτὲ μὲν εἰς παράταξιν ἐξάγει, ποτὲ δὲ ἀνακαλεῖται· κἂν μὴ τοῦτό τις εἰδῇ, περὶ τῶν ἐσχάτων ὁ κίνδυνος. Ὃ δὴ δηλῶν καὶ τὴν βλάβην ἐμφαίνων φησὶ, Τίς παρα- σκευάσεται εἰς πόλεμον; Ὥστε ἂν μὴ τοῦτο ἔχῃ, τὸ πᾶν ἀπώλεσε. Καὶ τί πρὸς ἡμᾶς ταῦτα; φησί. Πρὸς ὑμᾶς μὲν οὖν μάλιστα, διὸ καὶ ἐπάγει· Οὕτω καὶ ὑμεῖς, ἐὰν μὴ εὔσημον λόγον δῶτε διὰ τῆς γλώτ- της, πῶς γνωσθήσεται τὸ λαλούμενον; ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. Τουτέστιν, οὐδενὶ φθεγγό- μενοι, πρὸς οὐδένα λαλοῦντες. Καὶ πανταχοῦ τὸ ἀν- ωφελὲς δείκνυσι. Καὶ εἰ ἀνωφελὲς, διὰ τί ἐδόθη; φη- σίν. Ὥστε ἐκείνῳ χρήσιμον εἶναι τῷ λαβόντι· εἰ δὲ καὶ ἑτέροις μέλλοι γίνεσθαι, ἑρμηνείαν δεῖ προσ- εῖναι. Ταῦτα δὲ λέγει, συνάγων αὐτοὺς πρὸς ἀλλήλους, ἵνα κἂν αὐτὸς μὴ ἔχῃ τὸ χάρισμα τοῦ ἑρμηνεύειν, ἕτερον προσλαβὼν τὸν τοῦτο ἔχοντα, ὠφέλιμον τὸ ἑαυτοῦ δι' ἐκείνου ποιήσῃ. ∆ιὸ πανταχοῦ δείκνυσιν ἀτελὲς ὂν, ἵνα κἂν οὕτως αὐτοὺς συνδήσῃ. Ὡς ὅ γε νομίζων ἀρκεῖν αὐτὸ ἑαυτῷ, οὐχ οὕτως αὐτὸ ἐγκω- μιάζει, ὡς καθαιρεῖ, οὐκ ἀφιεὶς αὐτὸ λάμψαι καλῶς διὰ τῆς ἑρμηνείας. Καλὸν μὲν γὰρ καὶ ἀναγκαῖον τὸ χάρισμα, ἀλλ' ὅταν ἔχῃ τὸν σαφηνίζοντα τὰ λε- γόμενα. Ἐπεὶ καὶ ὁ δάκτυλος ἀναγκαῖον, ἀλλ' ὅταν αὐτὸν ἀποστήσῃς τῶν λοιπῶν, οὐχ ὁμοίως ἔσται χρή- σιμος· καὶ ἡ σάλπιγξ ἀναγκαία, ἀλλ' ὅταν ἁπλῶς ἠχῇ, καὶ ἐπαχθής. Οὔτε γὰρ τέχνη φανεῖται, μὴ ὑποκει- μένης ὕλης, οὐδὲ ὕλη μορφοῦται, μὴ ἐπιτεθειμένου τοῦ εἴδους. Τίθει τοίνυν τὴν μὲν φωνὴν ὡς ὑποκεί- μενον, τὴν δὲ σαφήνειαν ὡς εἶδος, οὗ μὴ παρόντος οὐδὲν ὄφελος τοῦ ὑποκειμένου. Τοσαῦτα, εἰ τύχοι, γένη φωνῶν ἐστιν ἐν κόσμῳ, καὶ οὐδὲν αὐτῶν ἄφωνον. Τουτέστι, Τοσαῦται γλῶσσαι, τοσαῦται φω- ναὶ, Σκυθῶν, Θρᾳκῶν, Ῥωμαίων, Περσῶν, Μαύρων, Ἰνδῶν, Αἰγυπτίων, ἑτέρων μυρίων ἐθνῶν. Ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λα λοῦντι βάρβαρος. γʹ. Μὴ γὰρ δὴ νομίσῃς, ὅτι ἐφ' ἡμῶν τοῦτο μόνον συμβαίνει, φησὶν, ἀλλὰ καὶ ἐπὶ πάντων τοῦτο γινό- μενον ἴδοι τις ἄν. Ὥστε οὐ διαβάλλων τὴν φωνὴν ταῦτα λέγω, ἀλλὰ δεικνὺς, ὅτι ἐμοὶ ἀνωφελὴς, ἕως ἂν ᾖ ἀσαφής. Εἶτα ἵνα μὴ ἐπαχθῆ ποιήσῃ τὴν κατ- ηγορίαν, ἐξισάζει τὸ ἔγκλημα, λέγων· Ἐκεῖνος ἐμοὶ βάρβαρος, κἀγὼ ἐκείνῳ· οὐ παρὰ τὴν φύσιν τῆς φωνῆς, ἀλλὰ παρὰ τὴν ἡμετέραν ἄγνοιαν. Εἶδες πῶς κατὰ μικρὸν ἐπὶ τὸ συγγενὲς ἤγαγεν; ὅπερ ἔθος αὐ- τῷ ποιεῖν, πόῤῥωθεν ἕλκειν τὰ ὑποδείγματα, καὶ πρὸς τὸ οἰκειότερον τῷ ὑποκειμένῳ τελευτᾷν. Ἐπειδὴ γὰρ εἶπε περὶ αὐλοῦ καὶ κιθάρας, ἔνθα πολὺ τὸ ἀποδέον ἦν καὶ ἀνόνητον, ἔρχεται ἐπὶ τὴν σάλπιγγα, τὸ χρη- σιμώτερον, εἶτα ἐκεῖθεν καὶ ἐπ' αὐτὴν λοιπὸν τὴν φωνήν. Οὕτω καὶ ἔμπροσθεν ὅτε περὶ τοῦ δεῖξαι μὴ κεκωλυμένον τὸ λαμβάνειν τοὺς ἀποστόλους διελέγετο, ἀρξάμενος πρῶτον ἀπὸ γεωργῶν καὶ ποιμένων καὶ στρατιωτῶν, τότε καὶ ἐπὶ τὸ ἐγγύτερον τῷ προκειμέ- νῳ τὸν λόγον ἤγαγε, τοὺς ἱερεῖς τοὺς ἐν τῇ Παλαιᾷ. Σὺ δέ μοι σκόπει, πῶς πανταχοῦ ἐσπούδακεν ἀπαλλά- ξαι τὸ χάρισμα κατηγορίας, καὶ περιστῆσαι τὸ ἔγ- κλημα εἰς τοὺς εἰληφότας. Οὐ γὰρ εἶπεν, Ἔσομαι βάρβαρος, ἀλλὰ, Τῷ λαλοῦντι βάρβαρος. Καὶ πάλιν οὐκ εἶπεν, Ὁ λαλῶν βάρβαρος, ἀλλ', Ὁ ἐμοὶ λαλῶν βάρβαρος. Τί οὖν δεῖ γενέσθαι; φησίν. Οὐ γὰρ μόνον οὐ διαβάλλειν χρὴ, ἀλλὰ καὶ παραινεῖν καὶ διδάσκειν· ὃ δὴ καὶ αὐτὸς ποιεῖ. Ἐπειδὴ γὰρ ἐνεκάλεσε καὶ ἐπετίμησε καὶ τὸ ἀνωφελὲς ἔδειξε, καὶ συμβουλεύει λοιπὸν λέγων· Οὕτω καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς Ἐκκλη- σίας ζητεῖτε, ἵνα περισσεύητε. Εἶδες αὐτοῦ τὸν σκοπὸν πανταχοῦ, πῶς πρὸς ἓν ὁρᾷ διηνεκῶς καὶ διὰ πάντων, τὸ τοῖς πολλοῖς χρήσιμον, τὸ τὴν Ἐκκλη- σίαν ὠφελοῦν, ὥσπερ τινὰ κανόνα τοῦτο τιθείς; Καὶ οὐκ εἶπεν, Ἵνα κτήσησθε τὰ χαρίσματα, ἀλλ', Ἵνα καὶ περισσεύητε, τουτέστιν, ἵνα καὶ μετὰ δαψιλείας πολλῆς αὐτὰ ἔχητε. Τοσοῦτον γὰρ ἀπέχω τοῦ μὴ βούλεσθαι ἔχειν ὑμᾶς αὐτὰ, ὅτι καὶ περισσεύειν ὑμᾶς ἐν αὐτοῖς βούλομαι, μόνον ἂν εἰς τὸ κοινῇ συμφέρον αὐτὰ μεταχειρίζητε. Καὶ πῶς αὐτὸ τοῦτο γένοιτο, φησὶ, καὶ ἐπάγει λέγων· ∆ιόπερ ὁ λαλῶν γλώσσῃ, προσευχέσθω ἵνα διερμηνεύῃ. Ἐὰν γὰρ προσεύξωμαι τῇ γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστι. Τί οὖν ἐστι; Προσεύξομαι τῷ πνεύματι, προσεύ- ξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ δὲ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ. Ἐνταῦθα δείκνυσιν ἐν αὐτοῖς ὂν τὸ λαβεῖν τὸ χάρισμα. Προσευχέσθω γὰρ, φησὶ, τουτ- έστι, τὰ παρ' ἑαυτοῦ εἰσαγέσθω. Καὶ γὰρ ἐὰν σπου- δαίως αἰτήσῃς, λήψῃ. Αἴτει τοίνυν μὴ γλώττης ἔχειν χάρισμα μόνον, ἀλλὰ καὶ ἑρμηνείας, ἵνα πᾶσιν ὠφέ- λιμος γένῃ, καὶ μὴ ἐν σεαυτῷ μόνῳ κατακλείσῃς τὸ χάρισμα. Ἐὰν γὰρ προσεύξωμαι τῇ γλώττῃ, φησὶ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρ- πός ἐστιν. δʹ. Εἶδες πῶς κατὰ μικρὸν τὸν λόγον ἀνάγων δεί- κνυσιν, ὅτι οὐκ ἄλλοις ἄχρηστος μόνον ὁ τοιοῦτος, ἀλλὰ καὶ ἑαυτῷ, εἴ γε ὁ νοῦς αὐτῷ ἄκαρπος; Ἂν γάρ τις φθέγγηται μόνον τῇ Περσῶν γλώσσῃ, ἢ ἑτέρᾳ τινὶ ἀλλοτρίᾳ, μὴ εἰδῇ δὲ ἃ λέγει, ἄρα καὶ ἑαυτῷ λοιπὸν ἔσται βάρβαρος, οὐχ ἑτέρῳ μόνον, διὰ τὸ μὴ εἰδέναι τὴν δύναμιν τῆς φωνῆς. Καὶ γὰρ ἦσαν τὸ παλαιὸν καὶ χάρισμα εὐχῆς ἔχοντες πολλοὶ μετὰ γλώττης, καὶ ηὔχοντο μὲν, καὶ ἡ γλῶττα ἐφθέγγετο, ἢ τῇ Περσῶν, ἢ τῇ Ῥωμαίων φωνῇ εὐχομένη, ὁ νοῦς δὲ οὐκ ᾔδει τὸ λεγόμενον. ∆ιὸ καὶ ἔλεγεν, Ἐὰν προσεύξωμαι τῇ γλώττῃ, τὸ πνεῦμά μου προσεύχεται, τουτέστι, τὸ χάρισμα τὸ δοθέν μοι καὶ κινοῦν τὴν γλῶτταν, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστι. Τί ποτ' οὖν τὸ ἄριστον καὶ τὸ ὠφέλιμον; καὶ πῶς χρὴ ποιεῖν, ἢ τί αἰτεῖν παρὰ τοῦ Θεοῦ; Τὸ καὶ τῷ Πνεύματι, τουτέστι, τῷ χαρί σματι, καὶ τῇ διανοίᾳ προσεύχεσθαι. ∆ιὸ καὶ ἔλεγε, Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ. Τὸ αὐτὸ πάλιν καὶ ἐνταῦθα δηλοῖ, Ἵνα καὶ ἡ γλῶττα φθέγγηται, καὶ ὁ νοῦς μὴ ἀγνοῇ τὰ λεγόμενα. Ἂν γὰρ μὴ τοῦτο ᾖ, καὶ ἑτέρα σύγχυσις ἔσται. Καὶ γὰρ ἐὰν εὐλογήσῃς, φησὶ, τῷ πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου, πῶς ἐρεῖ τὸ Ἀμὴν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ, ἐπειδὴ τί λέγεις οὐκ οἶδε. Σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ' ὁ ἕτερος οὐκ οἰκοδο- μεῖται. Σκόπει πῶς πάλιν ἐνταῦθα πρὸς τὴν σπάρτην τὸν λίθον ἄγει, τὴν οἰκοδομὴν πανταχοῦ ζητῶν τῆς Ἐκκλησίας. Ἰδιώτην δὲ τὸν λαϊκὸν λέγει, καὶ δείκνυσι καὶ αὐτὸν οὐ μικρὰν ὑπομένοντα τὴν ζημίαν, ὅταν τὸ Ἀμὴν εἰπεῖν μὴ δύνηται. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἂν εὐλογήσῃς τῇ τῶν βαρβάρων φωνῇ, οὐκ εἰδὼς τί λέγεις, οὐδὲ ἑρμηνεῦσαι δυνάμενος, οὐ δύναται ὑπο- φωνῆσαι τὸ Ἀμὴν ὁ λαϊκός. Οὐ γὰρ ἀκούων τὸ, Εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὅπερ ἐστὶ τέλος, οὐ λέγει τὸ, Ἀμήν. Εἶτα πάλιν παραμυθούμενος τοῦτο, ἵνα μὴ δόξῃ σφόδρα ἐξευτελίζειν τὸ χάρισμα ὅπερ ἀνω- τέρω ἔλεγεν, ὅτι λαλεῖ μυστήρια, καὶ, Θεῷ λαλεῖ, καὶ, ἑαυτὸν οἰκοδομεῖ, καὶ, ὅτι τῷ πνεύματι προσεύχεται, παραμυθίαν ἐπινοῶν οὐ μικρὰν ἐκ τούτων, τοῦτο καὶ ἐνταῦθα ποιεῖ, λέγων· Σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς· Πνεύματι γὰρ κινούμενος φθέγγῃ· ἀλλ' ἐκεῖνος οὐδὲν ἀκούων, οὐδὲ εἰδὼς τὰ λεγόμενα, ἕστηκεν οὐ πολλὴν δεχόμενος τὴν ὠφέλειαν. δʹ. Εἶτα ἐπειδὴ κατέδραμε τῶν τὸ χάρισμα τοῦτο ἐχόντων, ὡς οὐδὲν μέγα ἐχόντων, ἵνα μὴ δόξῃ ὡς ἀπεστερημένος αὐτοῦ ἐξευτελίζειν αὐτοὺς, ὅρα τί φησιν· Εὐχαριστῶ τῷ Θεῷ, πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶν. Τοῦτο δὲ καὶ ἀλλαχοῦ ποιεῖ. Μέλ- λων γὰρ καθαιρεῖν τοῦ Ἰουδαϊσμοῦ τὰ πλεονεκτήματα, καὶ δεικνύναι λοιπὸν οὐδὲν ὄντα, πρότερον ἑαυτὸν ταῦτα ἐσχηκότα δείκνυσι, καὶ μετὰ πλείονος ὑπερβολῆς, καὶ τότε ζημίαν αὐτὰ καλεῖ, οὕτω λέγων Εἴ τις δο- κεῖ πεποιθέναι ἐν σαρκὶ, ἐγὼ μᾶλλον. Περιτομὴ ὀκταήμερος, ἐκ γένους Ἰσραὴλ, φυλῆς Βενιαμὶν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος, κατὰ ζῆλον διώκων τὴν Ἐκκλησίαν, κατὰ δι- καιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος. Καὶ τότε ὅτε ἔδειξε πάντων ἑαυτὸν πλεονεκτοῦντα, φησὶν, Ἀλλ' ἅτινά μοι ἦν κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. Οὕτω καὶ ἐνταῦθα ποιεῖ λέγων· Πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶν. Μὴ τοίνυν μέγα φρονεῖτε, ὡς μόνοι τὸ χάρισμα ἔχοντες· καὶ γὰρ καὶ ἐγὼ κέκτημαι, καὶ ὑμῶν πλέον. Ἀλλὰ θέλω πέντε λόγους ἐν Ἐκκλησίᾳ διὰ τοῦ νοός μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω. Τί ἐστι, ∆ιὰ τοῦ νοός μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω; Νοῶν ἃ λέγω, καὶ ἃ δύναμαι καὶ ἑτέροις ἑρμηνεῦσαι καὶ μετὰ συνέσεως εἰπεῖν καὶ διδάξαι τοὺς ἀκούοντας. Ἢ μυρίους λόγους ἐν γλώσσῃ. ∆ιὰ τί; Ἵνα κατηχήσω καὶ ἄλλους, φησί. Τὸ μὲν γὰρ ἐπίδειξιν ἔχει μόνον, τὸ δὲ πολλὴν τὴν ὠφέλειαν. Τοῦτο γάρ ἐστιν ὃ πανταχοῦ ζητεῖ, τὸ κοινῇ συμ- φέρον. Καίτοι γε ξένον τὸ χάρισμα ἦν τὸ τῶν γλωσ- σῶν, τὸ δὲ τῆς προφητείας σύνηθές τε καὶ παλαιὸν καὶ πολλοῖς ἤδη δοθὲν, τοῦτο δὲ τότε πρῶτον· ἀλλ' ὅμως οὐ σφόδρα ἦν αὐτῷ περισπούδαστον. ∆ιόπερ οὐδὲ ἐκέχρητο αὐτῷ, οὐ παρὰ τὸ μὴ ἔχειν, ἀλλὰ παρὰ τὸ τὰ χρησιμώτερα ζητεῖν. Καὶ γὰρ ἦν πάσης κενο- δοξίας ἀπηλλαγμένος, καὶ ἓν μόνον σκοπῶν, ὅπως βελτίους ἐργάσηται τοὺς ἀκούοντας. ∆ιὸ καὶ τὸ χρή σιμον καὶ ἑαυτῷ καὶ τοῖς ἄλλοις ἠδύνατο βλέπειν, ἐπειδὴ τῆς κενῆς δόξης ἀπήλλακτο. Ὡς ὅ γε ἐκείνῃ καταδουλωθεὶς, οὐ τὸ τῶν ἄλλων μόνον, ἀλλ' οὐδὲ τὸ ἑαυτοῦ δυνήσεται κατιδεῖν συμφέρον. Τοιοῦτος ἦν ὁ Σίμων, ὃς ἐπειδὴ πρὸς δόξαν εἶδε κενὴν, οὐδὲ τὸ ἑαυτοῦ χρήσιμον εἶδε· τοιοῦτοι καὶ Ἰουδαῖοι, οἳ διὰ ταύτην τῷ διαβόλῳ τὴν οἰκείαν προέπιον σωτηρίαν. Ἐντεῦθεν καὶ εἴδωλα ἐτέχθη, καὶ οἱ τῶν ἔξωθεν φιλόσοφοι ἐπὶ τὰ πονηρὰ δόγματα ἐκ ταύτης παρ- οξύναντες ἐξώκειλαν τῆς μανίας. Καὶ ὅρα τὴν διαστρο- φὴν τοῦ πάθους. ∆ιὰ γὰρ ταύτην κἀκείνων ἔνιοι πένητες ἐγένοντο, καὶ ἕτεροι περὶ πλοῦτον ἐσπούδασαν. Τοσαύτη αὐτῆς ἡ τυραννὶς, ὡς καὶ ἐν τοῖς ἐναντίοις κρατεῖν. Καὶ γὰρ ἐπὶ σωφροσύνῃ τις κενοδοξεῖ, καὶ ἐπὶ μοιχείᾳ πάλιν ἄλλος, καὶ ἐπὶ δικαιοσύνῃ οὗ- τος, καὶ ἐπ' ἀδικίᾳ ἕτερος, καὶ ἐπὶ τρυφῇ, καὶ ἐπὶ νηστείᾳ, καὶ ἐπὶ ἐπιεικείᾳ, καὶ ἐπὶ θρασύτητι, καὶ ἐπὶ πλούτῳ, καὶ ἐπὶ πενίᾳ. Καὶ γὰρ ἔνιοι τῶν ἔξω- θεν, παρὸν λαβεῖν, διὰ τὸ θαυμάζεσθαι οὐκ ἐλάμβα νον. Ἀλλ' οὐχ οἱ ἀπόστολοι οὕτως. Ὅτι γὰρ καθαροὶ δόξης ἦσαν, ἐδήλωσαν δι' ὧν ἐποίησαν. Καὶ γὰρ ὅτε θεοὺς αὐτοὺς ἐκάλουν, καὶ θύειν αὐτοῖς ἦσαν παρ εσκευασμένοι ταύρους ἐστεμμένους, οὐχ ἁπλῶς ἀπηγόρευσαν τὸ γινόμενον μόνον, ἀλλὰ καὶ διέῤῥηξαν αὐτῶν τὰ ἱμάτια. Καὶ ὅτε τὸν χωλὸν διώρθωσαν, πάντων πρὸς αὐτοὺς κεχηνότων ἔλεγον, Τί ἡμῖν ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει πεποιηκόσι τοῦ περι πατεῖν τοῦτον; Κἀκεῖνοι μὲν ἐν ἀνδράσι θαυμάζουσι πενίαν, τὰ τῆς πενίας ᾑροῦντο· οὗτοι δὲ ἐν ἀνθρώποις καταφρονοῦσι πενίας, καὶ ἐπαινοῦσι πλοῦτον. Καὶ οὗτοι μὲν, εἴ τι ἔλαβον, τοῖς δεομένοις ἐπήρκουν· οὕτως οὐ διὰ κενοδοξίαν, ἀλλὰ διὰ φιλανθρωπίαν ἅπαντα ἔπραττον· ἐκεῖνοι δὲ τοὐναντίον ἅπαν, ὥσπερ ἐχθροὶ καὶ λυμεῶνες τῆς κοινῆς φύσεως ὄντες, οὕτω καὶ ταῦτα ἐποίουν. Ὁ μὲν γὰρ εἰς θάλατταν τὰ αὐ- τοῦ κατεπόντιζεν ἅπαντα εἰκῆ καὶ μάτην, τοὺς παραπαίοντας καὶ μαινομένους μιμούμενος· ὁ δὲ μηλόβοτον τὴν αὐτοῦ χώραν πᾶσαν ἀνῆκεν. Οὕτω πάντα πρὸς φιλοτιμίαν ἐποίουν. Ἀλλ' οὐχ οὗτοι, ἀλλὰ καὶ ἐδέχοντο τὰ διδόμενα, καὶ διένεμον τοῖς δεομένοις μετὰ τοσαύτης ἐλευθερίας, ὡς καὶ λιμῷ διηνεκεῖ συζῇν. Εἰ δὲ δόξης ἤρων, οὐκ ἂν τοῦτο ἐποίουν, τὸ λαμβάνειν καὶ διανέμειν, δεδοικότες μή τις ὑποψία γένηται κατ' αὐτῶν. Ὁ γὰρ τὰ ἑαυτοῦ ῥίψας διὰ δόξαν, πολλῷ μᾶλλον τὰ ἑτέρων οὐ λήψε- ται, ὥστε μὴ δοκεῖν ἑτέρων δεῖσθαι, μηδὲ ὑποπτεύε- σθαι. Τούτους δὲ ὁρᾷς καὶ διακονουμένους καὶ προσ- αιτοῦντας αὐτοὺς ὑπὲρ τῶν δεομένων· οὕτω πατέρων ἦσαν πάντων φιλοστοργότεροι. Θέα δὲ καὶ τοὺς νό- μους αὐτῶν συμμέτρους, καὶ κενοδοξίας ἀπηλλαγμέ- νους. Ἔχοντες γὰρ, φησὶ, σκεπάσματα καὶ τρο- φὰς, τούτοις ἀρκεσθησόμεθα· οὐ καθάπερ ὁ Σινω- πεὺς ἐκεῖνος ὁ ῥάκια περιβεβλημένος καὶ πίθον οἰκῶν εἰς οὐδὲν δέον, ἐξέπληξε μὲν πολλοὺς, ὠφέλησε δὲ οὐδένα. Ὁ δὲ Παῦλος τούτων μὲν οὐδὲν ἐποίει· οὐδὲ γὰρ πρὸς φιλοτιμίαν ἔβλεπεν, ἀλλὰ καὶ ἱμάτια περιβέβλητο μετὰ εὐσχημοσύνης ἁπάσης, καὶ οἰκίαν ᾤκει διηνεκῶς, καὶ τὴν ἀκρίβειαν ἅπασαν ἐπὶ τῆς ἄλλης ἀρετῆς ἐπεδείκνυτο, ἧς ὁ Κυνικὸς κατεφρόνει ζῶν ἀσελγῶς, καὶ δημοσίᾳ ἀσχημονῶν, καὶ ὑπὸ τῆς περὶ τὴν δόξαν μανίας συρόμενος. Ἂν γὰρ ἔρηταί τις τῆς τοῦ πίθου οἰκήσεως τὴν αἰτίαν, οὐδεμίαν ἑτέραν εὑρήσει, ἀλλ' ἢ κενοδοξίαν μόνην. εʹ. Ὁ δὲ Παῦλος καὶ μισθὸν παρεῖχε τῆς οἰκίας, ἐν ᾗ κατέμενεν ἐν τῇ Ῥώμῃ. Καίτοι γε ὁ τὰ πολ- λῷ εὐτονώτερα δυνηθεὶς, πολλῷ μᾶλλον τοῦτο ἴσχυ- σεν ἄν. Ἀλλ' οὐχ ἑώρα πρὸς δόξαν, τὸ χαλεπὸν θηρίον, τὸν δαίμονα τὸν δεινὸν, τὴν λύμην τῆς οἰκου- μένης, τὴν ἔχιν τὴν ἰοβόλον. Καθάπερ γὰρ τὸ θηρίον ἐκεῖνο τὴν νηδὺν τῆς τεκούσης διαῤῥήγνυσι τοῖς ὀδοῦσιν, οὕτω καὶ τοῦτο τὸ πάθος τὸν τίκτοντα δια- σπαράττει. Πόθεν οὖν ἄν τις εὕροι τῷ ποικίλῳ τούτῳ νοσήματι φάρμακον; Εἰ τοὺς καταπατήσαντας αὐτὸ εἰς μέσον ἀγάγοι, καὶ πρὸς τὴν ἐκείνων εἰκόνα βλέ- πων, οὕτω τὴν ἑαυτοῦ ζωὴν κατευθύνειε. Καὶ γὰρ ὁ πατριάρχης Ἀβραάμ· ἀλλὰ μηδεὶς ἐγκαλείτω ταυ- τολογίαν, εἰ πολλάκις αὐτοῦ μνημονεύομεν, καὶ ἐπὶ πάντων. Τοῦτο γὰρ μάλιστά ἐστιν ὃ κἀκεῖνον θαυ- μαστὸν ἀποφαίνει, καὶ τοὺς μὴ ζηλοῦντας αὐτὸν πάσης ἀποστερεῖ συγγνώμης. Εἰ μὲν γὰρ μέρος μέν τι τοῦτον, μέρος δὲ ἕτερον κατωρθωκότα ἐπιδείκνυ- μεν, εἶπεν ἄν τις καὶ δυσκατόρθωτον εἶναι τὴν ἀρετήν· οὐδὲ γὰρ εἶναι εὔκολον ἑνὶ πάντα ὁμοῦ κατορθοῦν, ὧν μέρος ἕκαστος τῶν ἁγίων ἤνυσεν· ὅταν δὲ εὑρίσκηται εἷς καὶ ὁ αὐτὸς τὰ πάντα ἔχων, ποίαν ἕξουσιν ἀπολογίαν οἱ μετὰ νόμον καὶ χάριν τοῖς πρὸ τοῦ νόμου καὶ τῆς χάριτος εἰς τὸ αὐτὸ μέ- τρον μὴ δυνάμενοι φθάσαι; Πῶς οὖν οὗτος ὁ πα- τριάρχης τοῦ θηρίου τούτου περιεγένετο καὶ ἐκρά- τησεν, ἡνίκα πρὸς τὸν ἀδελφιδοῦν ἀμφισβήτησιν εἶχε; Καὶ γὰρ ἐλαττωθεὶς, καὶ τῶν πρωτείων ἀποτυχὼν, οὐκ ἤλγησεν. Ἴστε δὲ ὅτι ἐν τοῖς τοιούτοις ἡ αἰσχύνη τῆς ζημίας χείρων τοῖς μικροψύχοις, καὶ μάλιστα ὅταν αὐτὸς ἁπάντων κύριος ὢν, καθάπερ ἐκεῖνος τότε, καὶ τῆς τιμῆς πρότερος ἄρξας, μὴ ἀντιτιμῷτο. Ἀλλ' ὅμως οὐδὲν τούτων ἐκεῖνον ἔδακνεν, ἀλλὰ καὶ τὰ δεύτερα ἔχων ἔστεργε, καὶ ἀδικηθεὶς παρὰ τοῦ νέου ὁ πρεσβύτης, καὶ παρὰ τοῦ ἀδελφιδοῦ ὁ θεῖος οὐκ ἠγανάκτει, οὐδὲ ἐδυσχέραινεν, ἀλλὰ καὶ ἐφίλει ὁμοίως καὶ ἐθεράπευε. Πάλιν νικήσας τὸν πόλεμον ἐκεῖνον τὸν μέγαν καὶ φοβερὸν, καὶ τοὺς βαρβάρους κατὰ κράτος ἐλάσας, οὐκ ἐμπομπεύει τῇ νίκῃ, οὐδὲ τρόπαιον ἵστησι· σῶσαι γὰρ ἐβούλετο μόνον, οὐκ ἐπι- δείξασθαι. Ξένους ἐδέχετο πάλιν, καὶ οὐδὲ ἐνταῦθα ἐκενοδόξει, ἀλλ' αὐτὸς καὶ προσέτρεχε καὶ προσεκύνει, οὐχ ὡς εὖ ποιῶν, ἀλλ' ὡς εὖ πάσχων, καὶ κυρίους καλεῖ, οὐδὲ εἰδὼς τίνες ποτέ εἰσιν οἱ παραγενόμενοι, καὶ παρίστησι τὴν γυναῖκα ἐν τάξει θεραπαινίδος. Καὶ ἐν Αἰγύπτῳ δὲ πρὸ τούτου θαυμαστὸς οὕτω φανεὶς, καὶ αὐτὴν ταύτην τὴν γυναῖκα ἀπολαβὼν, καὶ τοσαύτης ἀπολαύσας τιμῆς, πρὸς οὐδένα ἐπι- δείκνυται· ἀλλ' οἱ μὲν ἐγχώριοι καὶ βασιλέα αὐτὸν ἐκάλουν, αὐτὸς δὲ καὶ τιμὴν κατέβαλε τοῦ τάφου. Καὶ ἡνίκα δὲ ἔπεμπε μνηστευσόμενος τῷ παιδὶ, οὐ- δὲν ἐκέλευσε μέγα περὶ αὐτοῦ καὶ λαμπρὸν εἰπεῖν, ἀλλ' ἁπλῶς ἀγαγεῖν τὴν νύμφην. Βούλει καὶ τοὺς ἐπὶ τῆς χάριτος ἐξετάσαι, ὅτε πολλὴ πανταχόθεν αὐτοὺς περιέῤῥει τῆς διδασκαλίας ἡ δόξα, καὶ ἰδεῖν καὶ τότε τοῦτο τὸ πάθος ἐκβεβλημένον; Ἐννόησόν μοι τοῦτον αὐτὸν τὸν ταῦτα λέγοντα, πῶς ἀεὶ τὸ πᾶν ἀνατίθησι τῷ Θεῷ, πῶς τῶν μὲν ἁμαρτημάτων αὑτοῦ μέμνηται συνεχῶς, τῶν δὲ κατ- ορθωμάτων οὐκέτι. Πλὴν εἴ ποτε μαθητὰς ἐπανορ θῶσαι δέοι, κἂν ἀναγκασθῇ ποιῆσαι τοῦτο, ἀφροσύ- νην τὸ πρᾶγμα καλεῖ, καὶ τῶν πρωτείων τῷ Πέτρῳ παραχωρεῖ, καὶ οὐκ αἰσχύνεται ἐργαζόμενος παρὰ Πρισκίλλῃ καὶ Ἀκύλᾳ, καὶ πανταχοῦ ταπεινὸν ἑαυ-τὸν ἐσπούδακε δεικνύναι, οὐ σοβῶν ἐπὶ τῆς ἀγορᾶς, οὐδὲ ὄχλους περιφέρων, ἀλλ' ἐν τοῖς ἀσήμοις κατα- τάττων ἑαυτόν. ∆ιὸ καὶ ἔλεγεν, Ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς, τουτέστιν, εὐκαταφρόνητος καὶ οὐδὲν ἔχουσα κομψόν· καὶ πάλιν, Εὔχομαι ὑμᾶς μὴ ποιῆσαι κακὸν μηδὲν, ἵνα μὴ ἡμεῖς δόκιμοι φα- νῶμεν. Καὶ τί θαυμαστὸν, εἰ δόξης καταφρονεῖ ταύ- της; Ὁ γὰρ τῆς ἄνω δόξης καταφρονῶν καὶ βασι- λείας καὶ γεέννης διὰ τὸ τῷ Χριστῷ δοκοῦν (καὶ γὰρ ἀνάθεμα εὔχεται εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῆς τοῦ Χριστοῦ δόξης· κἂν γὰρ ὑπὲρ Ἰουδαίων τοῦτο λέγῃ βούλεσθαι πάσχειν, διὰ τοῦτο λέγει, ἵνα μὴ δόξῃ τις τῶν ἀνοήτων ἐπιλαμβάνεσθαι τῶν ἐπαγγελιῶν τῶν πρὸς αὐτοὺς γεγενημένων)· εἰ τοίνυν ἐκεῖνα παρα- δραμεῖν ἕτοιμος, τί θαυμάζεις, εἰ τὰ ἀνθρώπων ὑπερορᾷ; Ἀλλὰ τοὺς νῦν ἅπαντα βαπτίζει, οὐ δόξης ἐπιθυμία μόνον, ἀλλὰ καὶ τοὐναντίον ὕβρις καὶ ἀτι- μίας δέος. Ἄν τε γὰρ ἐπαινέσῃ τις, ἐφυσήθης, ἄν τε ψέξῃ, κατηνέχθης ἄν. Καὶ καθάπερ τὰ ἀσθενῆ σώ- ματα καὶ ἀπὸ τῶν τυχόντων ἐπηρεάζεται, οὕτω καὶ αἱ χαμαίζηλοι ψυχαί. Τοὺς γὰρ τοιούτους οὐ πενία μόνον, ἀλλὰ καὶ πλοῦτος ἀπόλλυσιν, οὐ λύπη μόνον, ἀλλὰ καὶ χαρὰ, καὶ τὰ χρηστὰ μᾶλλον ἢ τὰ λυπη- ρά. Ἡ μὲν γὰρ πενία καὶ σωφρονεῖν ἀναγκάζει, ὁ δὲ πλοῦτος καὶ εἰς κακόν τι μέγα ἐξάγει πολλάκις. Καὶ ὥσπερ οἱ πυρέττοντες πρὸς πάντα εἰσὶ δυσάρε- στοι, οὕτω καὶ οἱ διεφθαρμένοι τὴν ψυχὴν πάντοθεν πλήττονται. ʹ. Ταῦτ' οὖν εἰδότες, μὴ πενίαν φεύγωμεν, μὴ πλοῦτον θαυμάζωμεν, ἀλλὰ τὴν ψυχὴν πρὸς πάντα ἱκα- νὴν κατασκευάζωμεν. Καὶ γὰρ οἰκίαν τις οἰκοδομού- μενος, οὐ τοῦτο σκοπεῖ, ὅπως μήτε ὑετὸς ἐπ' αὐτὴν κατενεχθείη, μήτε ἀκτὶς ἔλθοι· τοῦτο γὰρ ἀμήχανον· ἀλλ' ὅπως αὐτὴ ἱκανὴ γένοιτο πάντα φέρειν. Καὶ ὁ πλοῖον δὲ τεκταινόμενος, οὐχ ὅπως μὴ κύματα αὐτῷ προσρήξειε, μηδὲ χειμὼν ἀρθείη θαλάσσης, ποιεῖ τι καὶ μηχανᾶται· καὶ γὰρ καὶ τοῦτο ἀμήχανον· ἀλλ' ὅπως οἱ τοῖχοι τῆς νεὼς πρὸς ἅπαντα εἶεν ἐπι τήδειοι. Καὶ ὁ σώματος φροντίζων πάλιν οὐ τοῦτο σκοπεῖ, ὅπως μὴ ἀνωμαλία ἀέρων γένοιτο, ἀλλ' ὅπως τὸ σῶμα εὐκόλως ἅπαντα ταῦτα φέροι. Οὕτω τοίνυν καὶ ἐπὶ τῆς ψυχῆς ποιῶμεν, καὶ μὴ ὅπως φύγωμεν πενίαν, μηδὲ ὅπως γενώμεθα πλούσιοι σπουδάζωμεν, ἀλλ' ὅπως πρὸς τὴν ἑαυτῶν ἀσφάλειαν ἕκαστον τούτων μεταχειρίσωμεν. ∆ιὸ ταῦτα ἀφέντες, κατασκευά- ζωμεν τὴν ψυχὴν καὶ πλούτῳ καὶ πενίᾳ ἐπιτηδείαν. Κἂν γὰρ μηδὲν ἀνθρώπινον συμβαίνῃ, ὅπερ ὡς τὰ πολλὰ ἀδύνατον, καὶ οὕτω βελτίων ὁ μὴ πλοῦτον ζη- τῶν, ἀλλ' εἰδὼς πάντα φέρειν εὐκόλως, τοῦ διαπαντὸς πλουτοῦντος. Τί δήποτε; Πρῶτον μὲν ὁ τοιοῦτος οἴ- κοθεν ἔχει τὸ ἀσφαλὲς, ἐκεῖνος δὲ ἔξωθεν. Καὶ ὥσπερ στρατιώτης βελτίων ὁ τῷ σώματι θαῤῥῶν καὶ τῇ τέχνῃ τοῦ πολεμεῖν, τοῦ τὴν ἰσχὺν ἐν τοῖς ὅπλοις ἔχοντος μόνον· οὕτω τοῦ χρήμασι θαῤῥοῦντος ὁ ἀπὸ τῆς ἀρετῆς πεφραγμένος ἀμείνων. ∆εύτερον, ὅτι, κἂν εἰς πενίαν μὴ καταπέσῃ, οὐ δυνατὸν αὐτὸν ἀτά- ραχον εἶναι· καὶ γὰρ πολλοὺς ἔχει κλύδωνας ὁ πλοῦ- τος καὶ ταραχάς. Ἀλλ' οὐχ ἡ ἀρετὴ, ἀλλ' ἡδονὴν μόνον καὶ ἀσφάλειαν· καὶ γὰρ ἀχείρωτον ποιεῖ τοῖς ἐπιβουλεύουσιν· ὁ δὲ πλοῦτος τοὐναντίον ἅπαν, εὐ- επιχείρητον καὶ ἁλώσιμον. Καὶ καθάπερ ἐν τοῖς ζώοις ἔλαφοι καὶ λαγωοὶ μάλιστα πάντων εἰσὶν εὐχεί- ρωτοι διὰ τὴν ἐν τῇ φύσει δειλίαν, ὗς δὲ ἄγριος καὶ ταῦρος καὶ λέων οὐδ' ἂν ἐμπέσοιεν ῥᾳδίως τοῖς ἐπι- βουλεύουσιν· οὕτω δὴ καὶ ἐπὶ τῶν πλουτούντων, καὶ ἐν πενίᾳ ζώντων ἑκόντων ἔστιν ἰδεῖν. Ὁ μὲν γὰρ τῷ λέοντι καὶ τῷ ταύρῳ ἔοικεν, ὁ δὲ τῇ ἐλάφῳ καὶ τῷ λαγωῷ. Τίνα γὰρ οὐ δέδοικεν ὁ πλουτῶν; οὐχὶ λῃ- στάς; οὐχὶ δυνάστας; οὐ βασκάνους; οὐ συκοφάντας; Καὶ τί λέγω λῃστὰς καὶ συκοφάντας, ὅπου γε καὶ τοὺς οἰκέτας αὐτοὺς ὑποπτεύει; Καὶ τί λέγω ζῶν; οὐδὲ τελευτήσας τῆς τῶν λῃστευόντων κακουργίας ἀπήλλακται, οὐδὲ ἰσχύει ὁ θάνατος ἐν ἀσφαλείᾳ αὐ- τὸν καταστῆσαι, ἀλλὰ καὶ νεκρὸν ὄντα συλῶσιν οἱ κακουργοῦντες· οὕτω πρᾶγμα ἐπισφαλὲς ὁ πλοῦτος. Οὐ γὰρ δὴ οἰκίαι διορύττονται μόνον, ἀλλὰ καὶ τάφοι ἀναῤῥήγνυνται καὶ θῆκαι. Τί οὖν ἀθλιώτερον τούτου γένοιτ' ἂν, ὅταν μηδὲ θάνατος αὐτῷ παρέχῃ τὴν ἄδειαν ταύτην, ἀλλὰ τὸ δείλαιον ἐκεῖνο σῶμα οὐδὲ ζωῆς ἀποστερηθὲν ἀπήλλακται τῶν ἐν τῇ ζωῇ κα- κῶν, τῶν τὰ τοιαῦτα κακουργούντων καὶ πρὸς κόνιν καὶ τέφραν ἐπειγομένων πολεμεῖν, καὶ πολλῷ χαλε πώτερον, ἢ ἡνίκα ἔζη; Τότε μὲν γὰρ εἰς ταμιεῖον εἰσιόντες, τὰ κιβώτια μὲν ἐκίνουν, τοῦ σώματος δὲ ἀπείχοντο, καὶ οὐκ ἂν τοσαῦτα ἔλαβον, ὡς καὶ αὐτὸ γυμνῶσαι τὸ σῶμα· νυνὶ δὲ οὐδὲ τούτων ἀπέχονται αἱ μιαραὶ τῶν τυμβωρύχων χεῖρες, ἀλλὰ κινοῦσιν αὐτὸ καὶ περιστρέφουσι, καὶ μετὰ πολλῆς ὠμότητος ἐνυβρίζουσι. Μετὰ γὰρ τὸ παραδοθῆναι τῇ γῇ, γυ- μνὸν καὶ τῆς ἐκεῖθεν περιβολῆς καὶ τῆς ἀπὸ τῶν ἱματίων ποιήσαντες, οὕτως ἀφιᾶσιν ἐῤῥῖφθαι. Τίς οὖν οὕτω πολέμιος, ὡς ὁ πλοῦτος, ζώντων μὲν καὶ τὴν ψυχὴν ἀπολλὺς, τελευτησάντων δὲ καὶ τὸ σῶμα ἐνυβρίζων, καὶ οὐδὲ τῇ γῇ κρύπτεσθαι συγχωρῶν; ὃ κοινὸν καὶ τῶν καταδίκων ἐστὶ, καὶ τῶν ἐπὶ τοῖς αἰ σχίστοις ἑαλωκότων. Ἐκείνους μὲν γὰρ τοῦ θανάτου τὴν δίκην ἀπαιτήσαντες οἱ νομοθέται, οὐδὲν περαιτέρω περιεργάζονται· τούτους δὲ ὁ πλοῦτος καὶ μετὰ θάνατον πικροτάτην ἀπαιτεῖ δίκην, γυμνοὺς προτιθεὶς καὶ ἀτάφους, θέαμα δεινὸν καὶ ἐλεεινόν. Καὶ γὰρ τῶν ἀπὸ ψήφου τοῦτο πασχόντων καὶ θυμοῦ δικαστικοῦ χαλεπώτερα οὗτοι πάσχουσιν. Ἐκεῖνοι μὲν γὰρ μίαν τὴν πρώτην καὶ δευτέραν ἡμέραν μεί- ναντες ἄταφοι, τῇ γῇ παραδίδονται· οὗτοι δὲ ὅταν παραδοθῶσι τῇ γῇ, τότε γυμνοῦνται καὶ ὑβρίζονται. Εἰ δὲ μὴ καὶ τὴν θήκην λαβόντες ἀπέρχονται οἱ λῃ- σταὶ, οὐκέτι τῷ πλούτῳ χάρις, ἀλλὰ τῇ πενίᾳ κἀν- ταῦθα· αὕτη γὰρ αὐτὴν φυλάττει· ὡς εἴ γε καὶ ταύτην ἐνεχειρίσαμεν τῷ πλούτῳ, καὶ ἀφέντες ἀπὸ λίθου κατασκευάζειν αὐτὴν, ἐχαλκεύσαμεν ἀπὸ χρυ- σοῦ, καὶ ταύτην ἂν ἀπωλέσαμεν. Οὕτως ἄπιστον πρᾶγμα ὁ πλοῦτος, καὶ οὐ τῶν ἐχόντων τοσοῦτόν ἐστιν, ὅσον τῶν ἁρπάζειν ἐπιχειρούντων. Ὥστε πε- ριττὸς ὁ λόγος ἐκεῖνος ὁ σπουδάζων δεικνύναι ὅτι δυσχείρωτον ὁ πλοῦτος, ὅπου οὐδὲ ἐν τῇ ἡμέρᾳ τῆς τελευτῆς τυγχάνουσιν ἀσφαλείας οἱ τοῦτον ἔχοντες. Καίτοι γε τίς πρὸς τὸν ἀπελθόντα οὐ καταλλάττεται, κἂν θηρίον ᾖ, κἂν δαίμων, κἂν ὁστισοῦν; καὶ γὰρ ἐπιβουλεύουσιν· ὁ δὲ πλοῦτος τοὐναντίον ἅπαν, εὐ- επιχείρητον καὶ ἁλώσιμον. Καὶ καθάπερ ἐν τοῖς ζώοις ἔλαφοι καὶ λαγωοὶ μάλιστα πάντων εἰσὶν εὐχεί- ρωτοι διὰ τὴν ἐν τῇ φύσει δειλίαν, ὗς δὲ ἄγριος καὶ ταῦρος καὶ λέων οὐδ' ἂν ἐμπέσοιεν ῥᾳδίως τοῖς ἐπι- βουλεύουσιν· οὕτω δὴ καὶ ἐπὶ τῶν πλουτούντων, καὶ ἐν πενίᾳ ζώντων ἑκόντων ἔστιν ἰδεῖν. Ὁ μὲν γὰρ τῷ λέοντι καὶ τῷ ταύρῳ ἔοικεν, ὁ δὲ τῇ ἐλάφῳ καὶ τῷ λαγωῷ. Τίνα γὰρ οὐ δέδοικεν ὁ πλουτῶν; οὐχὶ λῃ- στάς; οὐχὶ δυνάστας; οὐ βασκάνους; οὐ συκοφάντας; Καὶ τί λέγω λῃστὰς καὶ συκοφάντας, ὅπου γε καὶ τοὺς οἰκέτας αὐτοὺς ὑποπτεύει; Καὶ τί λέγω ζῶν; οὐδὲ τελευτήσας τῆς τῶν λῃστευόντων κακουργίας ἀπήλλακται, οὐδὲ ἰσχύει ὁ θάνατος ἐν ἀσφαλείᾳ αὐ- τὸν καταστῆσαι, ἀλλὰ καὶ νεκρὸν ὄντα συλῶσιν οἱ κακουργοῦντες· οὕτω πρᾶγμα ἐπισφαλὲς ὁ πλοῦτος. Οὐ γὰρ δὴ οἰκίαι διορύττονται μόνον, ἀλλὰ καὶ τάφοι ἀναῤῥήγνυνται καὶ θῆκαι. Τί οὖν ἀθλιώτερον τούτου γένοιτ' ἂν, ὅταν μηδὲ θάνατος αὐτῷ παρέχῃ τὴν ἄδειαν ταύτην, ἀλλὰ τὸ δείλαιον ἐκεῖνο σῶμα οὐδὲ ζωῆς ἀποστερηθὲν ἀπήλλακται τῶν ἐν τῇ ζωῇ κα- κῶν, τῶν τὰ τοιαῦτα κακουργούντων καὶ πρὸς κόνιν καὶ τέφραν ἐπειγομένων πολεμεῖν, καὶ πολλῷ χαλε πώτερον, ἢ ἡνίκα ἔζη; Τότε μὲν γὰρ εἰς ταμιεῖον εἰσιόντες, τὰ κιβώτια μὲν ἐκίνουν, τοῦ σώματος δὲ ἀπείχοντο, καὶ οὐκ ἂν τοσαῦτα ἔλαβον, ὡς καὶ αὐτὸ γυμνῶσαι τὸ σῶμα· νυνὶ δὲ οὐδὲ τούτων ἀπέχονται αἱ μιαραὶ τῶν τυμβωρύχων χεῖρες, ἀλλὰ κινοῦσιν αὐτὸ καὶ περιστρέφουσι, καὶ μετὰ πολλῆς ὠμότητος ἐνυβρίζουσι. Μετὰ γὰρ τὸ παραδοθῆναι τῇ γῇ, γυ- μνὸν καὶ τῆς ἐκεῖθεν περιβολῆς καὶ τῆς ἀπὸ τῶν ἱματίων ποιήσαντες, οὕτως ἀφιᾶσιν ἐῤῥῖφθαι. Τίς οὖν οὕτω πολέμιος, ὡς ὁ πλοῦτος, ζώντων μὲν καὶ τὴν ψυχὴν ἀπολλὺς, τελευτησάντων δὲ καὶ τὸ σῶμα ἐνυβρίζων, καὶ οὐδὲ τῇ γῇ κρύπτεσθαι συγχωρῶν; ὃ κοινὸν καὶ τῶν καταδίκων ἐστὶ, καὶ τῶν ἐπὶ τοῖς αἰ σχίστοις ἑαλωκότων. Ἐκείνους μὲν γὰρ τοῦ θανάτου τὴν δίκην ἀπαιτήσαντες οἱ νομοθέται, οὐδὲν περαιτέρω περιεργάζονται· τούτους δὲ ὁ πλοῦτος καὶ μετὰ θάνατον πικροτάτην ἀπαιτεῖ δίκην, γυμνοὺς προτιθεὶς καὶ ἀτάφους, θέαμα δεινὸν καὶ ἐλεεινόν. Καὶ γὰρ τῶν ἀπὸ ψήφου τοῦτο πασχόντων καὶ θυμοῦ δικαστικοῦ χαλεπώτερα οὗτοι πάσχουσιν. Ἐκεῖνοι μὲν γὰρ μίαν τὴν πρώτην καὶ δευτέραν ἡμέραν μεί- ναντες ἄταφοι, τῇ γῇ παραδίδονται· οὗτοι δὲ ὅταν παραδοθῶσι τῇ γῇ, τότε γυμνοῦνται καὶ ὑβρίζονται. Εἰ δὲ μὴ καὶ τὴν θήκην λαβόντες ἀπέρχονται οἱ λῃ- σταὶ, οὐκέτι τῷ πλούτῳ χάρις, ἀλλὰ τῇ πενίᾳ κἀν- ταῦθα· αὕτη γὰρ αὐτὴν φυλάττει· ὡς εἴ γε καὶ ταύτην ἐνεχειρίσαμεν τῷ πλούτῳ, καὶ ἀφέντες ἀπὸ λίθου κατασκευάζειν αὐτὴν, ἐχαλκεύσαμεν ἀπὸ χρυ- σοῦ, καὶ ταύτην ἂν ἀπωλέσαμεν. Οὕτως ἄπιστον πρᾶγμα ὁ πλοῦτος, καὶ οὐ τῶν ἐχόντων τοσοῦτόν ἐστιν, ὅσον τῶν ἁρπάζειν ἐπιχειρούντων. Ὥστε πε- ριττὸς ὁ λόγος ἐκεῖνος ὁ σπουδάζων δεικνύναι ὅτι δυσχείρωτον ὁ πλοῦτος, ὅπου οὐδὲ ἐν τῇ ἡμέρᾳ τῆς τελευτῆς τυγχάνουσιν ἀσφαλείας οἱ τοῦτον ἔχοντες. Καίτοι γε τίς πρὸς τὸν ἀπελθόντα οὐ καταλλάττεται, κἂν θηρίον ᾖ, κἂν δαίμων, κἂν ὁστισοῦν; καὶ γὰρ ἡ θέα ἱκανὴ καὶ τὸν σφόδρα σιδηροῦν καὶ ἀνάλγητον ἐπικάμψαι. ∆ιά τοι τοῦτο, ὅταν τις ἴδῃ νεκρὸν, κἂν ἐχθρὸν ἴδῃ, κἂν πολέμιον, μετὰ τῶν φιλτάτων δα- κρύει· καὶ ἡ μὲν ὀργὴ μετὰ τῆς ζωῆς σβέννυται, ὁ δὲ ἔλεος ἐπεισάγεται. Καὶ οὐκ ἄν τις ἐπὶ κήδους καὶ ἐκφορᾶς διαγνοίη τὸν ἐχθρὸν, καὶ τὸν οὐ τοιοῦτον· οὕτως ἅπαντες τὴν κοινὴν αἰδοῦνται φύσιν, καὶ τοὺς περὶ αὐτὴν εἰσενεχθέντας νόμους. Ἀλλ' ὁ πλοῦτος, οὐδὲ τούτου τυχὼν, ἀφίησι τὴν ὀργὴν τοῖς κτησα- μένοις αὐτὸν, ἀλλὰ καὶ τοὺς οὐδὲν ἠδικημένους τοῦ τετελευτηκότος ἐχθροὺς καθίστησιν, εἴ γε τὸ νεκρὸν σῶμα γυμνοῦν, τῶν σφόδρα ἐχθρῶν καὶ πολεμίων ἐστί. Καὶ ἡ μὲν φύσις καὶ τοὺς ἐχθροὺς αὐτῷ κατ- αλλάττει τότε, ὁ δὲ πλοῦτος καὶ τοὺς οὐδὲν ἔχοντας ἐγκαλεῖν ἐκπολεμοῖ, καὶ ἐν ἐρημίᾳ πολλῇ τὸ σῶμα αἰκίζεται. Καίτοι πολλὰ ἐκεῖ τὰ δυνάμενα ἐπισπά- σασθαι πρὸς οἶκτον, αὐτὸ τὸ νεκρὸν εἶναι, τὸ ἀκίν- ητον, τὸ πρὸς γῆν ὁδεύειν καὶ φθορὰν, τὸ μηδένα παρεῖναι τὸν βοηθήσοντα. Ἀλλ' οὐδὲν τούτων κατα- κλᾷ τοὺς μιαροὺς ἐκείνους διὰ τὴν ἀπὸ τῆς πονηρᾶς ἐπιθυμίας τυραννίδα. Ὁ γὰρ τῆς φιλοχρηματίας ἔρως, καθάπερ τις τύραννος ἀπηνὴς, ἐφέστηκεν ἐγ- κελευόμενος αὐτοῖς τὰ ἀπάνθρωπα ἐπιτάγματα ἐκεῖ- να, καὶ θηρία ποιήσας, οὕτως ἐπὶ τὰς θήκας ἄγει. Καθάπερ γὰρ θηρία τοῖς τετελευτηκόσιν ἐπιτιθέμε- νοι, οὐδ' ἂν τῶν σαρκῶν ἀπέσχοντο, εἴ γέ που χρή σιμα ἦν αὐτοῖς τὰ μέλη. Τοιαῦτα ἀπολαύομεν τοῦ πλούτου, καὶ μετὰ τελευτὴν ὑβριζόμενοι, καὶ ταφῆς ἀποστερούμενοι, ἧς καὶ οἱ τὰ ἀνήκεστα τετολμηκότες ἀπολαύουσιν. Ἔτι οὖν, εἰπέ μοι, στέρξομεν αὐτὸν τὸν οὕτω πολέμιον; Μὴ, παρακαλῶ, μὴ, ἀδελ- φοὶ, ἀλλὰ φεύγωμεν ἀμεταστρεπτί· κἂν εἰς χεῖρας ἔλθῃ τὰς ἡμετέρας, μὴ κατέχωμεν ἔνδον, ἀλλὰ δή- σωμεν αὐτὸν ταῖς τῶν πενήτων χερσί. Ταῦτα γὰρ αὐτὸν δύναται μᾶλλον τὰ δεσμὰ κατέχειν, καὶ ἐκ τῶν ταμιείων ἐκείνων οὐδέποτε διαφεύξεται, καὶ ὁ ἄπι- στος οὗτος μένει λοιπὸν πιστὸς, χειροήθης, ἥμερος, τῇ τῆς ἐλεημοσύνης δεξιᾷ ταῦτα γενόμενος. Ἂν μὲν οὖν παραγένηταί ποτε ἡμῖν, ταύτῃ παραδῶμεν αὐ- τόν· ἂν δὲ μὴ παραγένηται, μὴ ζητῶμεν, μηδὲ ἄγ- χωμεν ἑαυτοὺς, μηδὲ τοὺς ἔχοντας μακαρίζωμεν. Ποῖος γὰρ οὗτος μακαρισμός; πλὴν εἰ μὴ καὶ τοὺς θηριομάχους ζηλωτοὺς εἶναι φαίης, ὅτι τὰ πολυτί- μητα ἐκεῖνα θηρία κατακλείσαντες ἑαυτοῖς φυλάτ- τουσιν οἱ τοὺς τοιούτους τιθέντες ἀγῶνας, αὐτοὶ μέντοι οὐ προσελθεῖν, οὐχ ἅψασθαι τολμῶντες, ἀλλ' ἀγω- νιῶντες αὐτὰ καὶ τρέμοντες. Τοιοῦτον γάρ τι καὶ οἱ πλουτοῦντες πάσχουσιν, ὥσπερ θηρίον ἀπηνὲς ἐν τοῖς ταμιείοις κατακλείσαντες τὸν πλοῦτον, καὶ καθ' ἑκάστην παρ' αὐτοῦ τὴν ἡμέραν μυρία δεχόμε- νοι τὰ τραύματα, ἀπεναντίας τοῖς θηρίοις. Ἐκεῖνα μὲν γὰρ ὅταν ἐξαγάγῃς, τότε λυμαίνεται τοῖς ἀπαν- τῶσιν· οὗτος δὲ ὅταν συγκεκλεισμένος ᾖ καὶ φυλατ- τόμενος, τότε ἀπόλλυσι τοὺς κεκτημένους αὐτὸν καὶ φυλάττοντας. Ἀλλ' ἡμεῖς τὸ θηρίον τοῦτο ποιήσωμεν ἥμερον. Ἔσται δὲ ἥμερον, ἂν μὴ κατακλείωμεν αὐτὸ, ἀλλὰ ταῖς ἁπάντων τῶν δεομένων προσάγωμεν χερ- σίν. Οὕτω καὶ τὰ μέγιστα ἐντεῦθεν καρπωσόμεθα ἀγαθὰ, καὶ ἐν τῷ παρόντι βίῳ μετὰ ἀσφαλείας καὶ χρηστῆς ζῶντες ἐλπίδος, καὶ κατὰ τὴν μέλλουσαν ἡμέραν μετὰ παῤῥησίας ἱστάμενοι· ἧς γένοιτο πάν- τας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.
ΟΜΙΛΙΑ Λ ʹ.
Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε. αʹ. Εἰκότως μετὰ τὴν πολλὴν κατασκευὴν καὶ τὴν ἀπόδειξιν, σφοδρότερον κέχρηται τῷ λόγῳ, καὶ πολλῇ τῇ ἐπιτιμήσει, καὶ παραδείγματος μέμνηται καταλ- λήλου τῷ ὑποκειμένῳ. Καὶ γὰρ τὰ παιδία πρὸς μὲν τὰ μικρὰ κέχηνε καὶ ἐπτόηται, τῶν δὲ σφόδρα με- γάλων οὐ τοσοῦτον ἔχει θαῦμα. Ἐπεὶ οὖν καὶ οὗτοι γλωσσῶν ἔχοντες χάρισμα, τὸ πᾶν ἔχειν ἐνόμιζον, ὅπερ τῶν ἄλλων ἔσχατον ἦν, διὰ τοῦτό φησι, Μὴ παιδία γίνεσθε, τουτέστι, μὴ ἀνόητοι, ἔνθα συν- ετοὺς εἶναι χρὴ, ἀλλ' ἐκεῖ νήπιοι καὶ ἀφελεῖς, ἔνθα ἀδικία, ἔνθα κενοδοξία, ἔνθα φύσημα· τὸν γὰρ τῇ κακίᾳ νηπιάζοντα καὶ φρόνιμον εἶναι δεῖ. Ὥσπερ γὰρ φρόνησις μετὰ κακουργίας οὐκ ἂν εἴη φρόνησις, οὕτω καὶ ἀφέλεια μετὰ ἀνοίας οὐκ ἂν εἴη ἀφέ- λεια. Καὶ γὰρ ἐν τῇ ἀφελείᾳ καὶ τὴν ἄνοιαν φεύγειν δεῖ, καὶ ἐν τῇ φρονήσει τὴν πονηρίαν. Καθάπερ γὰρ οὔτε τὰ πικρὰ φάρμακα πέρα τοῦ δέοντος, οὔτε τὰ γλυκέα ὀνίνησιν, οὕτως οὐδὲ ἀφέλεια καθ' ἑαυτὴν, οὐδὲ φρόνησις. ∆ιόπερ ἀμφότερα κατακεράσαι κε λεύων ὁ Χριστὸς ἔλεγε, Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Τί δέ ἐστι νήπιον εἶναι κακίᾳ; Τὸ μηδὲ εἰδέναι τί ποτέ ἐστι κακία· τοιούτους γὰρ αὐτοὺς εἶναι ἐβούλετο. ∆ιὸ καὶ ἔλεγεν, Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία. Οὐκ εἶπε, Τολμᾶται, ἀλλ', Ἀκούεται. Ἴστε γὰρ ὅλως τὸ πρᾶγμα, φησίν· ἠκούσατε γὰρ αὐτό ποτε. Καὶ γὰρ ἐβούλετο καὶ ἄνδρας αὐτοὺς εἶναι καὶ παῖδας, ἀλλὰ τὸ μὲν ἐν τῇ κακίᾳ, τὸ δὲ ἐν τῇ φρονήσει. Οὕτω γὰρ καὶ ὁ ἀνὴρ γένοιτ' ἂν ἀνὴρ, ἐὰν καὶ παιδίον ᾖ· ἕως δὲ ἂν μὴ παιδίον ᾖ τῇ πονηρίᾳ, οὐδὲ ἀνὴρ ἔσται. Ὁ γὰρ κακοῦργος οὐκ ἔσται τέλειος, ἀλλ' ἀνόητος. Ἐν τῷ γὰρ νόμῳ γέγραπται, ὅτι ἐν ἑτερογλώσσοις, καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ' οὕτως εἰσακούσονταί μου, λέγει Κύριος. Καίτοι γε οὐδαμοῦ ἐν τῷ νόμῳ γέγραπται, ἀλλ', ὅπερ ἔφθην εἰπὼν, πᾶσαν τὴν Παλαιὰν ἀεὶ νόμον καλεῖ καὶ τοὺς προφήτας καὶ τὰς ἱστορίας. Παράγει δὲ τὴν μαρτυρίαν ἀπὸ Ἡσαΐου τοῦ προφήτου, πάλιν ὑπο- τεμνόμενος τοῦ χαρίσματος τὴν δόξαν, πρὸς τὸ ἐκεί- νων χρήσιμον· ἀλλ' ὅμως καὶ οὕτω μετ' ἐγκωμίου τίθησιν αὐτό. Τὸ γὰρ, Οὐδὲ οὕτω, δεικνύντος ἦν, ὅτι ἱκανὸν ἦν αὐτοὺς ἐκπλῆξαι τὸ θαῦμα· εἰ δὲ οὐκ ἐπείσθησαν, ἐκείνων τὸ ἔγκλημα. Καὶ τίνος ἕνεκεν αὐτὸ ἐποίησεν ὁ Θεὸς, εἰ μὴ ἔμελλον πείθεσθαι; Ἵνα τὰ αὐτοῦ πανταχοῦ φαίνηται ποιῶν. ∆είξας τοίνυν καὶ ἀπὸ τῆς προφητείας, ὅτι οὐ σφόδρα χρήσιμον τὸ σημεῖον, ἐπήγαγεν· Ὥστε αἱ γλῶσσαι εἰς ση- μεῖόν εἰσιν, οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπί- στοις· ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν. Ἐὰν οὖν συνέλθῃ ἡ Ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ, καὶ πάντες γλώσσαις λαλῶσιν, εἰσέλθωσι δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν, ὅτι Μαίνεσθε; Ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων· καὶ οὕτω τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ ἀπ- αγγέλλων, ὅτι Θεὸς ὄντως ἐν ὑμῖν ἐστι. Πολλὴν ἐνταῦθα ἐκ τῶν εἰρημένων τὴν ἐπαπόρησιν ἴδοι τις ἄν. Εἰ γὰρ τοῖς ἀπίστοις σημεῖόν εἰσιν αἱ γλῶσσαι, πῶς λέγει, Ἐὰν ἴδωσιν ὑμᾶς γλώσσαις λαλοῦντας οἱ ἄπιστοι, ἐροῦσιν, ὅτι Μαίνεσθε; καὶ εἰ προφητεία οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσι, πῶς καὶ οἱ ἄπιστοι ἐξ αὐτῆς κερδανοῦσιν; Ἐὰν γὰρ εἰσέλθῃ, φησὶν, ἄπιστος προφητευόντων ὑμῶν, ἐλέγχεται ὑπὸ πάντων, καὶ ἀνακρίνεται. Οὐχ αὕτη δὲ μόνον, ἀλλὰ καὶ μετὰ ταύτην δευτέρα ἑτέρα ζήτησις ἐντεῦ- θεν φύεται· φανεῖται γὰρ ἡ γλῶττα πάλιν τῆς προ- φητείας μείζων. Εἰ γὰρ αἱ γλῶσσαι εἰς σημεῖον τοῖς ἀπίστοις, ἡ δὲ προφητεία τοῖς πιστοῖς, τὸ τοὺς ἀλλο- τρίους ἐφελκόμενον καὶ οἰκειοῦν, μεῖζον τοῦ ῥυθμίζοντος τοὺς οἰκείους. Τί οὖν ἐστι τὸ εἰρημέ- νον; Οὐδὲν δύσκολον οὐδὲ ἀσαφὲς οὐδὲ ἐναντίον τοῖς ἔμπροσθεν, ἀλλὰ καὶ σφόδρα συμβαῖνον, ἐὰν προσ- έχωμεν. Ἡ μὲν γὰρ προφητεία ἀμφοτέροις ἐπιτή δειος, ἡ δὲ γλῶττα οὐκέτι. ∆ιόπερ εἰπὼν ἐπὶ τῆς γλώττης, Εἰς σημεῖόν ἐστι, προσέθηκεν, Οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις, καὶ τούτοις εἰς σημεῖον, τουτέστιν, εἰς ἔκπληξιν, οὐκ εἰς κατήχησιν τοσοῦτον. Ἀλλὰ καὶ ἐπὶ τῆς προφητείας, φησὶ, τὸ αὐτὸ τοῦτο ἐποίησεν, εἰπὼν, Ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν. Οὐδὲ γὰρ χρείαν ἔχει ὁ πιστὸς σημεῖον ἰδεῖν, ἀλλὰ διδασκαλίας δεῖται μόνον καὶ κατηχήσεως. Πῶς οὖν σὺ λέγεις, φησὶν, ἀμφοτέροις χρήσιμον εἶναι τὴν προφητείαν, αὐτοῦ λέγοντος, Οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύου- σιν; Ἐὰν ἀκριβῶς ἐξετάσῃς, εἴσῃ τὸ λεγόμενον. Οὐδὲ γὰρ εἶπεν, ὅτι οὐκ ἔστι χρήσιμος ἡ προφητεία τοῖς ἀπίστοις, ἀλλ', Οὐκ ἔστιν εἰς σημεῖον, ὡς ἡ γλῶττα, ἀνωφελὲς δηλονότι. Οὐδὲ τοῖς ἀπίστοις τι χρήσιμον ἡ γλῶττα· ἓν γὰρ αὐτῆς ἐστι τὸ ἔργον, τὸ ἐκπλῆξαι μόνον καὶ θορυβῆσαι. Τὸ γὰρ σημεῖον τῶν μέσων ἐστίν· ὡς ὅταν λέγῃ, Ποίησον μετ' ἐμοῦ ση- μεῖον, καὶ προστίθησιν, εἰς ἀγαθόν· καὶ πάλιν, Ἐγενήθην ὡσεὶ τέρας τοῖς πολλοῖς, τουτέστιν, εἰς σημεῖον. βʹ. Καὶ ἵνα μάθῃς, ὅτι τὸ σημεῖον ἐνταῦθα οὐχ ὡς πάντη χρήσιμόν τι ποιοῦν παρήγαγεν, ἐπήγαγε τὸ ἐξ αὐτοῦ γινόμενον. Τί δὲ ἦν τοῦτο; Ἐροῦσι, φη- σὶν, ὅτι Μαίνεσθε. Τοῦτο δὲ οὐ παρὰ τὴν τοῦ ση- μείου φύσιν, ἀλλὰ παρὰ τὴν ἄνοιαν ἐκείνων. Ἀπί- στους δὲ ὅταν ἀκούσῃς, μὴ τοὺς αὐτοὺς πανταχοῦ νόμιζε λέγεσθαι, ἀλλὰ ποτὲ μὲν τοὺς τὰ ἀνίατα νο- σοῦντας καὶ ἀδιορθώτους μένοντας, ποτὲ δὲ τοὺς καὶ μεταβαλέσθαι δυναμένους, οἷοι ἦσαν ἐπὶ τῶν ἀπο- στόλων οἱ θαυμάζοντες τὰ λεγόμενα τοῦ Θεοῦ μεγα- λεῖα· οἷοι ἐπὶ τοῦ Κορνηλίου. Ὃ τοίνυν λέγει, τοῦτό ἐστιν· ὅτι ἡ μὲν προφητεία καὶ ἐν τοῖς ἀπίστοις καὶ ἐν τοῖς πιστοῖς ἰσχύει· τὴν δὲ γλῶτταν ἀκούοντες οἱ ἄπιστοι καὶ ἀνόητοι, οὐ μόνον οὐ κερδαίνουσιν, ἀλλὰ καὶ καταγελῶσιν, ὡς μαινομένων, τῶν φθεγγομένων. Καὶ γὰρ εἰς σημεῖόν ἐστιν αὐτοῖς μόνον· τουτέστιν, εἰς τὸ ἐκπλήττεσθαι ἁπλῶς· ὡς οἵ γε νοῦν ἔχοντες καὶ ἐκέρδαινον, δι' ὃ ἐδόθη τὸ σημεῖον. Οὐ γὰρ μόνον οἱ μέθην αὐτῶν κατηγοροῦντες ἦσαν τότε, ἀλλὰ πολλοὶ καὶ ἐθαύμαζον αὐτοὺς, ὡς τὰ μεγαλεῖα τοῦ Θεοῦ διηγουμένους· ὥστε οἱ γελῶντες, οἱ ἀνόητοι ἦσαν. ∆ιὸ καὶ Παῦλος οὐχ ἁπλῶς εἶπεν, Ἐροῦσιν ὅτι Μαίνεσθε, ἀλλὰ προσέθηκεν, ἰδιῶται καὶ ἄπι στοι. Ἡ δὲ προφητεία οὐκ εἰς σημεῖον ἁπλῶς, ἀλλὰ καὶ εἰς πίστιν καὶ εἰς ὠφέλειαν ἀμφοτέροις ἐπιτη- δεία καὶ χρήσιμος. Καὶ τοῦτο εἰ καὶ μὴ εὐθέως, ἀλλὰ διὰ τῶν ἑξῆς σαφέστερον ἡρμήνευσεν, εἰπών· Ἐλέγχεται ὑπὸ πάντων. Ἐὰν γὰρ πάντες προ φητεύωσι, φησὶν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, καὶ οὕτω τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι Θεὸς ὄν- τως ἐν ὑμῖν ἐστιν. Ὥστε οὐ τούτῳ μόνον μείζων ἡ προφητεία τῷ ἐν ἑκατέροις ἰσχύειν, ἀλλὰ καὶ τῷ τοὺς ἀναισχυντοτέρους τῶν ἀπίστων ἐφέλκεσθαι. Οὐδὲ γὰρ τὸ αὐτὸ θαῦμα ἦν, ὅτε τὴν Σάπφειραν ἤλεγξεν, ὅπερ προφητείας ἦν, καὶ ὅτε γλώσσαις ἐλάλει Πέτρος· ἀλλὰ τότε μὲν πάντες συνεστάλησαν, ὅτε δὲ γλώσσαις ἐλάλει, καὶ παραπαίοντος ἔλαβε δόξαν. Εἰπὼν τοίνυν, ὅτι οὐκ ὠφέλησε γλῶττα, καὶ ὑποτεμόμενος πάλιν αὐτὸ τοῦτο τῷ τὸ ἔγκλημα εἰς τοὺς Ἰουδαίους περιτρέψαι, προϊὼν δείκνυσιν ὅτι καὶ βλάπτει. Καὶ τίνος, φησὶν, ἕνεκεν ἐδόθη; Ἵνα μετὰ ἑρμηνείας προΐῃ· ὡς τούτου χωρὶς, καὶ τοὐ- ναντίον ἐκβαίνει παρὰ τοῖς ἀνοήτοις. Ἐὰν γὰρ, φησὶ, γλώσσαις πάντες λαλῶσιν, εἰσέλθωσι δὲ ἄπιστοι ἢ ἰδιῶται, ἐροῦσιν, ὅτι Μαίνεσθε· καθάπερ οὖν καὶ οἱ ἀπόστολοι μεθυόντων ἐλάμβανον ὑπόνοιαν· Οὗτοι γὰρ, φησὶ, γλεύκους μεμεστωμένοι εἰσίν. Ἀλλ' οὐ τοῦ σημείου κατηγορία, ἀλλὰ τῆς ἐκείνων ἰδιωτείας. ∆ιὰ τοῦτο προσέθηκεν, Ἰδιῶται καὶ ἄπιστοι, ὥστε τῆς ἐκείνων ἀπειρίας ἡ ὑπόληψις καὶ ἀπιστίας. Ὅπερ γὰρ ἔφθην εἰπὼν, οὐκ ἐν τοῖς διαβεβλημένοις, ἀλλ' ἐν τοῖς οὐ σφόδρα ὠφελοῦσι σπουδάζει κατατάξαι τὸ χάρισμα, καὶ τοῦτο, ὥστε καταστεῖλαι αὐτοὺς καὶ εἰς ἀνάγκην ἀγαγεῖν τοῦ τὸν ἑρμηνεύοντα ἐπιζητεῖν. Ἐπειδὴ γὰρ οὐ πρὸς τοῦτο ἑώρων, ἀλλὰ πρὸς ἐπί- δειξιν αὐτῷ καὶ φιλοτιμίαν ἐκέχρηντο οἱ πολλοὶ, ἀπὸ τούτου μάλιστα ἀπάγει, δεικνὺς ὅτι εἰς δόξαν παρα- βλάπτονται, μανίας ὑπόληψιν κτώμενοι. Καὶ τοῦτο μάλιστά ἐστιν, ὃ συνεχῶς ἐπιχειρεῖ κατασκευάζειν ὁ Παῦλος, ὅταν τινὸς ἀπάγειν βούληται, εἰς αὐτὰ ἃ ἐπιθυμεῖ δείκνυσιν αὐτὸν παραβλαπτόμενον. Καὶ σὺ τοίνυν οὕτω ποιεῖ· ἂν ἡδονῆς ἀπαγάγῃς, δεῖξον ὅτι τὸ πρᾶγμα πικρόν· ἂν κενοδοξίας ἀφέλκῃς, δεῖξον ὅτι τὸ πρᾶγμα ἀτιμίας γέμον. Οὕτω καὶ Παῦλος ἐποίει. Καὶ γὰρ πλουσίους ἀποσπῶν τοῦ περὶ τὰ χρήματα ἔρωτος, οὐκ εἶπεν ὅτι βλαβερὸν ὁ πλοῦτος μόνον, ἀλλ' ὅτι καὶ εἰς πειρασμοὺς ἐμβάλλει. Οἱ γὰρ βουλόμενοι πλουτεῖν, φησὶν, ἐμπίπτουσιν εἰς πειρασμόν. Ἐπειδὴ γὰρ δοκεῖ πειρασμῶν ἀπαλλάττειν, τοὐναν- τίον αὐτῷ περιέθηκεν οὗπερ ἐνόμιζον οἱ πλουτοῦντες. Εἴχοντο πάλιν τῆς σοφίας τῆς ἔξωθεν ἕτεροι, ὡς ταύτῃ τὸ δόγμα ἱστῶντες· ἔδειξεν ὅτι οὐ μόνον οὐ βοηθεῖ τῷ σταυρῷ, ἀλλ' ὅτι καὶ κενοῖ αὐτόν. Εἴχοντο τοῦ δικάζεσθαι παρ' ἑτέροις, ἀνάξιον ἡγούμενοι παρὰ τοῖς οἰκείοις, ὡς τῶν ἔξωθεν σοφωτέρων ὄντων· δείκνυσιν ὅτι τὸ ἔξω δικάζεσθαι, αἰσχρόν. Εἴχοντο τῶν εἰδωλοθύτων, ὡς τελείαν γνῶσιν ἐπιδεικνύμενοι· ἔδειξεν ὅτι τοῦτο γνώσεως ἀτελοῦς, τὸ μὴ εἰδέναι οἰκονομεῖν τὰ τῶν πλησίον. Οὕτω καὶ ἐνταῦθα, ἐπειδὴ ἐπτόηντο περὶ τὸ χάρισμα τοῦτο τὸ τῶν γλωσ- σῶν, δόξης ἐρῶντες, δείκνυσιν ὅτι τοῦτο μὲν οὖν μά- λιστα αὐτοὺς καταισχύνει, οὐ μόνον δόξης ἀπο στεροῦν, ἀλλὰ καὶ μανίας ὑπολήψει περιβάλλον. Ἀλλ' οὐκ εὐθέως τοῦτο εἶπεν, ἀλλὰ μυρία πρότερος εἰπὼν, ὅτε εὐπαράδεκτον τὸν λόγον ἐποίησε, τότε τὸ σφόδρα παράδοξον ἐπάγει. Καὶ τοῦτο δὲ αὐτὸ τὸ θεώρημα σύνηθες. Τὸν γὰρ μέλλοντα διασαλεύειν δόξαν πεπη- γυῖαν καὶ εἰς τὸ ἐναντίον περιτρέπειν, οὐκ εὐθέως τὰ ἐναντία λέγειν δεῖ· ἐπεὶ καταγέλαστος ἔσται παρὰ τοῖς προκατειλημμένοις ὑπὸ τῆς ἐναντίας ψήφου· ἐπειδὴ τὸ σφόδρα παράδοξον οὐκ ἂν γένοιτο ἐκ προοι- μίων εὐπαράδεκτον, ἀλλὰ χρὴ πρότερον ὑπορύξαντα καλῶς δι' ἑτέρων, τότε εἰς τὸ ἐναντίον περιτρέπειν. γʹ. Οὕτω γοῦν καὶ ἐπὶ τοῦ γάμου διαλεγόμενος ἐποίη- σεν. Ἐπειδὴ γὰρ πολλοὶ προσεῖχον ὡς ἄνεσιν ἔχοντι τῷ πράγματι, αὐτὸς δὲ ἐβούλετο δεῖξαι, ὅτι τὸ μὴ γαμεῖν ἄνεσις, εἰ μὲν εὐθέως τοῦτο εἶπεν, οὐκ ἂν οὕ- τως εὐπαράδεκτον αὐτὸ πεποίηκε· νυνὶ δὲ μετὰ πολλὰ αὐτὸ θεὶς, καὶ εὐκαίρως εἰσάγων, σφόδρα καθίκετο τῶν ἀκουόντων. Τοῦτο καὶ ἐπὶ τῆς παρθενίας πε- ποίηκε. Καὶ γὰρ πρὸ τοῦ πολλὰ εἰπὼν, καὶ μετὰ ταῦτα πάλιν, τότε φησὶν, ὅτι Ὑμῶν φείδομαι, καὶ, Θέλω ὑμᾶς ἀμερίμνους εἶναι. Τοῦτο δὴ καὶ ἐπὶ τῶν γλωττῶν ποιεῖ, δεικνὺς ὅτι οὐ μόνον ἀποστερεῖ δόξης, ἀλλὰ καὶ καταισχύνει τοὺς ἔχοντας παρὰ τοῖς ἀπίστοις. Ἡ δὲ προφητεία τοὐναντίον καὶ αἰσχύνης ἀπήλλακται τῆς παρὰ τοῖς ἀπίστοις, καὶ δόξαν ἔχει μεγίστην καὶ ὠφέλειαν. Οὐ γὰρ ἐρεῖ τις ἐπὶ τῆς προ- φητείας, ὅτι Μαίνονται, οὐδὲ καταγελάσεται τῶν προ- φητευόντων, ἀλλὰ τοὐναντίον ἐκπλαγήσεται καὶ θαυ μάσεται τούτους. Ἐλέγχεται γὰρ ὑπὸ πάντων· τουτ- έστιν, ἃ ἐπὶ καρδίας ἔχει, ταῦτα εἰς μέσον ἄγεται, καὶ δείκνυται πᾶσιν. Οὐκ ἔστι δὲ ἴσον εἰσελθόντα τινὰ ἰδεῖν μὲν Περσιστὶ, τὸν δὲ Συριστὶ φθεγγόμενον, καὶ εἰσελθόντα ἀκοῦσαι τὰ ἀπόῤῥητα τῆς αὐτοῦ διανοίας, καὶ εἴτε πειράζων καὶ μετὰ πονηρᾶς γνώ- μης, εἴτε ὑγιῶς εἰσελήλυθε· καὶ ὅτι τὸ καὶ τὸ αὐτῷ πέπρακται, καὶ τὸ βεβούλευται· πολὺ γὰρ τοῦτο ἐκείνου φρικωδέστερον καὶ χρησιμώτερον. ∆ιὰ δὴ τοῦτο, ἐπὶ μὲν τῶν γλωσσῶν φησιν, ὅτι Μαίνεσθε· ἀλλ' οὐκ οἴκοθεν τοῦτο ἀποφαίνεται, ἀλλ' ἀπὸ τῆς ἐκείνων κρίσεως· Ἐροῦσι γὰρ, φησὶν, ὅτι Μαί- νεσθε. Ἐνταῦθα δὲ καὶ τῇ τῶν πραγμάτων κέχρηται ψήφῳ, καὶ τῇ τῶν ὠφελουμένων. Ἐλέγχεται γὰρ, φησὶν, ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, καὶ οὕτω τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτω πεσὼν ἐπὶ πρόσωπον προσκυ- νήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι Θεὸς ὄντως ἐν ὑμῖν ἐστιν. Ὁρᾷς ὅτι τοῦτο ἀναμφισβήτητον; Ἐκεῖ μὲν γὰρ ἀμφιβάλλεται τὸ γινόμενον, καὶ μα- νίαν ἄν τις αἰτιάσαιτο τῶν ἀπίστων· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον ἔσται, ἀλλὰ καὶ θαυμάσεται καὶ προσκυνή- σει, διὰ τῶν ἔργων πρότερον ὁμολογῶν, εἶτα καὶ διὰ τῶν ῥημάτων. Οὕτω καὶ Ναβουχοδονόσορ τὸν Θεὸν προσεκύνησε λέγων, Ἐπ' ἀληθείας ὁ Θεὸς ὑμῶν αὐτός ἐστι Θεὸς ἀποκαλύπτων μυστήρια, ὅτι ἠδυνήθης ἀποκαλύψαι τὸ μυστήριον τοῦτο. Εἶδες τῆς προφητείας τὴν ἰσχὺν, πῶς τὸν ἄγριον ἐκεῖνον μετέβαλε καὶ κατήχησε καὶ εἰς πίστιν ἤγαγε; Τί οὖν ἐστιν, ἀδελφοί; Ὅταν συνέρχησθε, ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, διδαχὴν ἔχει, γλῶσσαν ἔχει, ἀποκάλυψιν ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω. Ὁρᾷς τοῦ Χριστιανισμοῦ τὴν κρηπῖδα καὶ τὸν κανόνα; Ὥσπερ γὰρ τεχνίτου ἔργον τὸ οἰκοδομεῖν, οὕτω καὶ τοῦ Χριστιανοῦ τὸ τοὺς πλησίον διὰ πάντων ὠφελεῖν. Ἐπειδὴ δὲ σφόδρα κατέδραμε τοῦ χαρίσματος, ἵνα μὴ δόξῃ περιττὸν εἶναι· τὸν γὰρ τῦφον αὐτῶν κατασπάσαι βουλόμενος, μόνον τοῦτο πεποίηκε· πάλιν ἀριθμεῖ αὐτὸ μετὰ τῶν ἄλλων, λέγων· Ψαλμὸν ἔχει, διδαχὴν ἔχει, γλῶσ- σαν ἔχει. Καὶ γὰρ ψαλμοὺς τὸ παλαιὸν ἐποίουν ἀπὸ χαρίσματος, καὶ ἐδίδασκον ἀπὸ χαρίσματος· ἀλλ' ὅμως ἅπαντα ταῦτα πρὸς ἓν βλεπέτω, φησὶ, τὴν τοῦ πλησίον διόρθωσιν· μηδὲν ἁπλῶς γινέσθω. Εἰ γὰρ μὴ παραγίνῃ τὸν ἀδελφὸν οἰκοδομήσων, τί καὶ παρα- γίνῃ; Οὐ δὴ πολύς μοι λόγος τῆς τῶν χαρισμάτων διαφορᾶς· ἑνὸς ἐμοὶ μέλει μόνον, καὶ τὸ σπουδαζό μενόν μοι ἓν, τὸ πρὸς οἰκοδομὴν ἅπαντα ποιεῖν. Οὕτω καὶ ὁ τὸ μικρὸν ἔχων χάρισμα, τὸν τὸ μέγα ἔχοντα παραδραμεῖται, ἐὰν τοῦτο προσῇ. ∆ιὰ γὰρ τοῦτο καὶ τὰ χαρίσματα, ἵνα οἰκοδομῆται ἕκαστος· ὡς ἐὰν μὴ τοῦτο γίνηται, καὶ εἰς κρῖμα ἔσται τὸ χάρισμα τῷ λαβόντι. Τί γὰρ, εἰπέ μοι, ὄφελος τοῦ προφητεύειν; τί δὲ ὄφελος τοῦ νεκροὺς ἐγείρειν, ὅταν μηδεὶς ὁ κερδαίνων ᾖ; Εἰ δὲ τοῦτο τῶν χαρισμάτων τὸ τέλος, ἔξεστι δὲ αὐτὸ καὶ ἑτέρῳ κατασκευάζειν τρόπῳ χα- ρισμάτων χωρὶς, μὴ μέγα ἐπὶ τοῖς σημείοις φρόνει, μηδὲ ταλάνιζε σαυτὸν, ὁ τῶν χαρισμάτων ἐστερημέ- νος. Εἴτε δὲ γλώσσῃ τις λαλεῖ, κατὰ δύο, ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμη νευέτω. Ἐὰν δὲ μὴ ᾖ διερμηνευτὴς, σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ Θεῷ. Τί λέ- γεις; εἰπέ μοι· τοσαῦτα εἰπὼν περὶ γλωσσῶν, ὅτι ἀνόνητον, ὅτι περιττὸν, ἐὰν μὴ ἑρμηνέα ἔχῃ, κελεύεις πάλιν γλώσσαις λαλεῖν; Οὐ κελεύω, φησὶν, ἀλλ' οὐδὲ κωλύω· ὡς ὅταν λέγῃ, Εἴ τις ὑμᾶς καλεῖ τῶν ἀπί- στων, καὶ θέλετε πορεύεσθαι, οὐχὶ νομοθετῶν τὸ πορεύεσθαι λέγει, ἀλλ' οὐκ ἐπέχων· οὕτω καὶ ἐνταῦθα, Ἑαυτῷ δὲ λαλείτω καὶ τῷ Θεῷ. Εἰ μὴ καρτερεῖ σιγᾷν, φησὶν, ἀλλ' οὕτως ἐστὶ φιλότιμος καὶ κενό- δοξος, καθ' ἑαυτὸν φθεγγέσθω. Ὥστε αὐτῷ τούτῳ μάλιστα τῷ οὕτως ἐπιτρέψαι ἐκώλυσεν ἐντρέψας. δʹ. Ὃ καὶ ἀλλαχοῦ ποιεῖ περὶ τῆς πρὸς γυναῖ- κα ὁμιλίας διαλεγόμενος, καὶ λέγων· Τοῦτο δὲ λέγω διὰ τὴν ἀκρασίαν ὑμῶν. Ἀλλ' οὐχ ὅτε περὶ προ- φητείας ἔλεγεν, οὕτως εἶπεν, ἀλλὰ πῶς; Ἐπιτακτι- κῶς καὶ νομοθετικῶς· Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν. Καὶ οὐδαμοῦ τὸν ἑρμηνέα ἐνταῦθα ζητεῖ, οὐδὲ ἐπιστομίζει τὸν προφητεύοντα, καθάπερ ἐκεῖ λέγων, Ἐὰν μὴ ᾖ διερμηνευτὴς, σιγάτω. Οὐδὲ γὰρ αὐτάρκης ὁ τῇ γλώττῃ λαλῶν. ∆ιόπερ εἰ μέν τις ἀμφότερα ἔχει τὰ χαρίσματα, λαλείτω· εἰ δὲ οὐκ ἔχει, θέλει δὲ φθέγγεσθαι, μετὰ τοῦ ἑρμηνεύον- τος τοῦτο ποιείτω. Καὶ γὰρ ὁ προφήτης ἑρμηνευτής ἐστιν, ἀλλὰ τοῦ Θεοῦ, σὺ δὲ τοῦ ἀνθρώπου. Ἐὰν δὲ μὴ ᾖ διερμηνευτὴς, σιγάτω. Οὐδὲν γὰρ δεῖ περιτ τῶς γίνεσθαι, οὐδὲ πρὸς φιλοτιμίαν. Ἑαυτῷ δὲ λαλείτω καὶ τῷ Θεῷ· τουτέστι, κατὰ διάνοιαν, ἢ ἠρέμα καὶ ἀψοφητὶ, εἴ γε βούλεται. Οὐ γὰρ δὴ νομο- θετοῦντος τοῦτό ἐστιν, ἀλλὰ τάχα καὶ ἐντρέποντος μᾶλλον διὰ τῆς συγχωρήσεως, ὥσπερ ὅταν λέγῃ, Εἰ δέ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω· καὶ δοκῶν συγχω- ρεῖν, δριμύτερον αὐτῷ τούτῳ καθάπτεται. Οὐ γὰρ διὰ τοῦτο συνέρχεσθε, φησὶν, ἵνα δείξητε ὅτι χάρισμα ἔχετε, ἀλλ' ἵνα οἰκοδομῆτε τοὺς ἀκούοντας· ὅπερ καὶ ἀρχόμενος εἶπε, Πάντα πρὸς οἰκοδομὴν γινέσθω. Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλ- λοι διακρινέτωσαν. Οὐδαμοῦ τὸ πλεῖστον προσ- έθηκε καθάπερ ἐπὶ τῶν γλωττῶν. Καὶ τί τοῦτό φησιν; οὐδὲ γὰρ τὴν προφητείαν αὐτάρκη δείκνυσιν, εἴ γε ἄλλοις ἐπιτρέπει τὴν κρίσιν. Σφόδρα μὲν οὖν αὐτάρ- κης· οὐδὲ γὰρ ἐπεστόμισεν αὐτὸν καθάπερ ἐκεῖνον, οὐκ ὄντος ἑρμηνεύοντος· οὐδὲ ὥσπερ ἐπ' ἐκείνου εἶπεν, Ἐὰν μὴ ᾖ ὁ διερμηνευτὴς, σιγάτω, οὕτω καὶ ἐπὶ τούτου, Ἐὰν μὴ ᾖ ὁ διακρίνων, μὴ προφη- τευέτω, ἀλλ' ἠσφαλίσατο μόνον τὸν ἀκροατήν. Πρὸς γὰρ τὴν τῶν ἀκουόντων πληροφορίαν τοῦτο εἴρηκεν, ὥστε μὴ παρεμπεσεῖν μεταξὺ μάντιν. Τοῦτο γὰρ καὶ ἀρχόμενος φυλάττεσθαι ἐκέλευεν, ὅτε μαντείας καὶ προφητείας διαίρεσιν εἰσήγαγε, καὶ νῦν αὐτὸ διακρί- νειν κελεύει καὶ σκοπεῖν, ὥστε μή τι παρεισδῦναι διαβολικόν. Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω. ∆ύνασθε γὰρ καθ' ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσι, καὶ πάντες παρακαλῶνται. Τί ποτέ ἐστι τοῦτο τὸ εἰρημένον; Εἰ προφητεύοντός σου, φησὶ, καὶ φθεγγομένου, τὸ πνεῦμα τοῦ ἑτέρου διεγείρειεν αὐτὸν, σίγα λοιπόν. Ὅπερ γὰρ εἶπεν ἐπὶ τῶν γλωττῶν, τοῦτο καὶ ἐνταῦ θα ἀπαιτεῖ τὸ ἀνὰ μέρος, ἀλλὰ θειότερα ἐνταῦθα· οὐ γὰρ εἶπεν, Ἀνὰ μέρος, ἀλλ', Ἐὰν ἄλλῳ ἀποκα-λυφθῇ. Τί γὰρ ἐχρῆν λοιπὸν, τούτου κινουμένου πρὸς προφητείαν, ἐκεῖνον λέγειν; Ἀλλ' ἀμφοτέρους ἐχρῆν; Ἀλλ' ἄτοπον, καὶ σύγχυσιν ἔχον. Ἀλλὰ τὸν πρότερον; Ἀλλὰ καὶ τοῦτο ἄτοπον. ∆ιὰ γὰρ τοῦτο, λέγοντος ἐκεί- νου, τοῦτον ἐκίνει τὸ Πνεῦμα, ἵνα τι καὶ οὗτος εἴπῃ. Εἶτα παραμυθούμενος τὸν ἐπιστομισθέντα, φησί· ∆ύ- νασθε γὰρ καθ' ἕνα πάντες προφητεύειν, ἵνα πάν- τες μανθάνωσι, καὶ πάντες παρακαλῶνται. Ὁρᾷς πῶς πάλιν τὴν αἰτίαν τίθησι, δι' ἣν πάντα ποιεῖ; Εἰ γὰρ τὸν γλώσσαις λαλοῦντα καθόλου κω- λύει λέγειν, ὅταν ἑρμηνέα μὴ ἔχῃ, διὰ τὸ ἀνωφελὲς, εἰκότως καὶ προφητείαν, ἂν μὴ τοῦτο ἔχῃ, ἀλλὰ σύγ- χυσιν ποιῇ καὶ ταραχὴν καὶ θόρυβον ἄκαιρον, κατ- έχειν κελεύει. Καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται. Εἶδες πῶς ἐνέτρεψεν αὐτὸν εὐτόνως καὶ φοβερῶς; Ἵνα γὰρ μὴ φιλονεικῇ, μηδὲ στασιάζῃ ὁ ἄνθρωπος, αὐτὸ τὸ χάρισμα δείκνυσιν ὑποτασσό μενον· πνεῦμα γὰρ ἐνταῦθα τὴν ἐνέργειαν λέγει. Εἰ δὲ τὸ πνεῦμα ὑποτάσσεται, πολλῷ μᾶλλον σὺ ὁ κε- κτημένος οὐκ ἂν εἴης δίκαιος φιλονεικεῖν. Εἶτα δεί- κνυσιν ὅτι καὶ τῷ Θεῷ τοῦτο δοκεῖ, ἐπάγων καὶ λέ- γων· Οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ Θεὸς, ἀλλὰ εἰ- ρήνης, ὡς ἐν πάσαις ταῖς Ἐκκλησίαις τῶν ἁγίων διδάσκω. Εἶδες δι' ὅσων ἤγαγεν αὐτὸν εἰς σιγὴν, καὶ παρεμυθήσατο θατέρῳ παραχωροῦντα; δι' ἑνὸς μὲν καὶ πρώτου, τοῦ μὴ ἐκλύεσθαι τούτου γινομέ- νου· ∆ύνασθε γὰρ, φησὶ, καθ' ἕνα πάντες προφη- τεύειν· δι' ἑτέρου δὲ τοῦ καὶ τῷ Πνεύματι τοῦτο δο- κεῖν· Πνεύματα γὰρ προφητῶν προφήταις ὑπο- τάσσεται· πρὸς τούτοις τῷ κατὰ γνώμην τοῦ Θεοῦ τοῦτο εἶναι· Οὐ γάρ ἐστιν ἀκαταστασίας, φησὶν, ὁ Θεὸς, ἀλλὰ εἰρήνης· καὶ τετάρτῳ, τῷ πανταχοῦ τῆς οἰκουμένης τοῦτον κρατεῖν τὸν νόμον, καὶ μηδὲν ξένον αὐτοῖς ἐπιτάττεσθαι. Οὕτω γὰρ ἐν πάσαις, φησὶ, ταῖς Ἐκκλησίαις τῶν ἁγίων διδάσκω. Τί τοίνυν φρικωδέστερον τούτων γένοιτ' ἂν τῶν πρα- γμάτων; Καὶ γὰρ οὐρανὸς ἡ Ἐκκλησία τότε, τοῦ Πνεύματος πάντα δημαγωγοῦντος καὶ τῶν προεστώ- των ἕκαστον κινοῦντος, καὶ ἔνθουν ποιοῦντος. Ἀλλὰ νῦν τὰ σύμβολα κατέχομεν τῶν χαρισμάτων ἐκείνων μόνον. Καὶ γὰρ καὶ νῦν δύο ἢ τρεῖς λέγομεν, καὶ ἀνὰ μέρος, καὶ ἑτέρου σιγῶντος ἕτερος ἄρχεται· ἀλλὰ σημεῖα ταῦτα μόνον ἐστὶν ἐκείνων καὶ ὑπο μνήματα. ∆ιὸ ἐπειδὰν ἀρξώμεθα λέγειν, ὁ λαὸς ἀντι- φθέγγεται, Τῷ Πνεύματί σου, δεικνὺς ὅτι τὸ πα- λαιὸν οὕτως ἔλεγον, οὐκ οἰκείᾳ σοφίᾳ, ἀλλὰ τῷ Πνεύ- ματι κινούμενοι. Ἀλλ' οὐχὶ νῦν· τὸ ἐμαυτοῦ λέγω τέως. εʹ. Ἀλλ' ἔοικεν ἡ Ἐκκλησία νῦν γυναικὶ τῆς παλαιᾶς εὐημερίας ἐκπεσούσῃ, καὶ τὰ σύμβολα κατεχούσῃ πολλαχοῦ μόνον τῆς ἀρχαίας εὐπραγίας ἐκείνης, καὶ τὰς μὲν θήκας τῶν χρυσίων ἐπιδεικνυμένῃ καὶ τὰ κιβώτια, τὸν δὲ πλοῦτον ἀφῃρημένῃ· ταύτῃ προσέοι- κεν ἡ Ἐκκλησία νῦν. Καὶ οὐ χαρισμάτων ἕνεκεν τοῦτο λέγω· οὐδὲ γὰρ ἦν δεινὸν, εἰ τοῦτο ἦν μόνον· ἀλλὰ καὶ βίου καὶ ἀρετῆς. Καὶ γὰρ ὁ τῶν χηρῶν ἀριθμὸς, καὶ ὁ τῶν παρθένων χορὸς τότε μὲν εἶχε κόσμον ταῖς Ἐκκλησίαις πολύν· νῦν δὲ ἠρήμωται καὶ κεκένωται, καὶ τὰ σύμβολα μένει μόνον. Εἰσὶ μὲν γὰρ χῆραι καὶ νῦν, εἰσὶ καὶ παρθένοι, ἀλλ' οὐκ ἔχουσιν αὗται τὸν κόσμον ἐκεῖνον, ὃν τὰς ἀποδυσα- μένας πρὸς τὰ τοιαῦτα παλαίσματα ἔχειν χρή. Καὶ γὰρ τῆς παρθένου τὸ ἐξαίρετον γνώρισμα, τὸ τὰ τοῦ Θεοῦ μεριμνᾷν μόνα, καὶ τὸ εὐπρόσεδρον ἀπερισπάστως· καὶ τῆς χήρας οὐχ οὕτω τὸ μὴ δευτέ- ροις ὁμιλῆσαι γάμοις δεῖγμα γένοιτ' ἂν, ὡς τἄλλα, τὰ τῆς φιλοξενίας, τὰ τῆς φιλοπτωχίας, τὰ τῆς φιλο- καρτερίας τῆς ἐν εὐχαῖς, πάντα τὰ ἄλλα, ἃ μετὰ πολλῆς ἀπαιτεῖ τῆς ἀκριβείας ὁ Παῦλος Τιμοθέῳ γράφων. Ἴδοι τις ἂν καὶ τὰς ἐν γάμῳ πολλὴν ἐπιδεικνυ- μένας παρ' ἡμῖν τὴν κοσμιότητα. Ἀλλ' οὐ τοῦτο μόνον ἐστὶ τὸ ζητούμενον, ἀλλ' ἡ περὶ τοὺς δεομέ- νους μετὰ σπουδῆς θεραπεία, δι' ἧς αἱ ἀρχαῖαι μά- λιστα ἀπέλαμπον γυναῖκες, οὐχ ὡς αἱ πολλαὶ τῶν νῦν. Τότε μὲν γὰρ ἀντὶ χρυσοῦ τὸν ἀπὸ τῆς ἐλεημο- σύνης περιέκειντο καλλωπισμόν· νυνὶ δὲ ἀφεῖσαι τοῦτο, σχοινία χρυσᾶ ἀπὸ τῆς σειρᾶς τῶν ἁμαρτιῶν πεπλεγμένα πανταχόθεν περίκεινται. Εἴπω καὶ ἄλ- λην θήκην κεκενωμένην τοῦ πατρῴου κόσμου; Συν- ῄεσαν τὸ παλαιὸν ἅπαντες, καὶ ὑπέψαλλον κοινῇ. Τοῦτο ποιοῦμεν καὶ νῦν· ἀλλὰ τότε μὲν ἐν ἅπασι μία ψυχὴ ἦν καὶ καρδία μία· νυνὶ δὲ οὐδὲ ἐν μιᾷ ψυχῇ τὴν ὁμόνοιαν ἐκείνην ἴδοι τις ἂν, ἀλλὰ πολὺς ὁ πόλεμος πανταχοῦ. Εἰρήνην καὶ νῦν πᾶσιν ὁ τῆς Ἐκκλησίας προεστὼς ἐπεύχεται, ὡς εἰς πατρῴαν οἰκίαν εἰσιών· ἀλλὰ τῆς εἰρήνης ταύτης τὸ μὲν ὄνομα πολὺ, τὸ δὲ πρᾶγμα οὐδαμοῦ. Τότε καὶ αἱ οἰκίαι ἐκ- κλησίαι ἦσαν· νυνὶ δὲ καὶ ἡ ἐκκλησία οἰκία, μᾶλλον δὲ καὶ οἰκίας πάσης χείρων. Ἐν οἰκίᾳ μὲν γὰρ πολ- λὴν καὶ εὐταξίαν ἴδοι τις ἄν· καὶ γὰρ ἡ κυρία τῆς οἰκίας ἐπὶ τοῦ θρόνου κάθηται μετὰ εὐσχημοσύνης ἁπάσης, καὶ αἱ θεραπαινίδες μετὰ τῆς ἡσυχίας ὑφαί- νουσι, καὶ τῶν οἰκετῶν ἕκαστος τὸ ἐπιταχθὲν μετὰ χεῖρας ἔχει. Ἐνταῦθα δὲ πολὺς ὁ θόρυβος, πολλὴ ἡ σύγχυσις, καὶ καπηλείου οὐδὲν διενήνοχε τὰ παρ' ἡμῖν· τοσοῦτος ὁ γέλως, τοσαύτη ἡ ταραχὴ, καθάπερ ἐν βαλανείοις, καθάπερ ἐν ἀγοραῖς κραζόντων, θορυ- βούντων ἁπάντων. Καὶ ταῦτα ἐνταῦθα μόνον· ὡς ἀλλαχοῦ οὐδὲ προσειπεῖν τὸν πλησίον ἔξεστιν ἐν ἐκ- κλησίᾳ, κἂν χρόνιόν τις ἀπολάβῃ τὸν φίλον, ἀλλ' ἔξω ταῦτα γίνεται, καὶ μάλα εἰκότως. Οὐ γὰρ κουρεῖον, οὐδὲ μυροπωλεῖον ἡ ἐκκλησία, οὐδὲ ἐργαστήριον ἕτε- ρον τῶν ἐπ' ἀγορᾶς, ἀλλὰ τόπος ἀγγέλων, τόπος ἀρχ- αγγέλων, βασιλεία Θεοῦ, αὐτὸς ὁ οὐρανός. Ὥσπερ οὖν εἴ τις τὸν οὐρανὸν διαστείλας ἐκεῖ σε εἰσήγαγε, κἂν τὸν πατέρα, κἂν τὸν ἀδελφὸν εἶδες, οὐκ ἂν ἐτόλ- μησας φθέγξασθαι· οὕτως οὐδὲ ἐνταῦθα ἕτερόν τι, πλὴν τῶν πνευματικῶν φθέγγεσθαι ἔδει· καὶ γὰρ καὶ τὰ ἐνταῦθα οὐρανός. Εἰ δὲ ἀπιστεῖς, ἴδε πρὸς ταυτηνὶ τὴν τράπεζαν, ἀναμνήσθητι τίνος ἕνεκεν ἕστηκε, καὶ διὰ τί· ἐννόησον τίς ὁ προβαίνων ἐνταῦ- θα, φρίξον καὶ πρὸ τοῦ καιροῦ. Καὶ γὰρ καὶ θρόνον τις ἰδὼν μόνον βασιλέως, ἀνίσταται τῇ ψυχῇ, προσ- δοκῶν τὴν ἔξοδον τοῦ βασιλέως. Καὶ σὺ τοίνυν καὶ πρὸ τοῦ καιροῦ τοῦ φρικώδους φρίξον ἐκείνου, δι ανάστηθι, καὶ πρὶν ἰδεῖν τὰ παραπετάσματα ἀναστελ- λόμενα καὶ τὸν χορὸν τῶν ἀγγέλων προβαί- νοντα, πρὸς αὐτὸν ἀνάβαινε τὸν οὐρανόν. Ἀλλ' ἀγνοεῖ ταῦτα ὁ ἀμύητος· οὐκοῦν ἀναγκαῖον καὶ πρὸς ἐκεῖνον εἰπεῖν ἕτερα. Οὐδὲ γὰρ πρὸς τοῦτον ἀπορήσο- μεν τῶν δυναμένων αὐτὸν διαναστῆσαι καὶ πεῖσαι πέτεσθαι. Σὺ τοίνυν ὁ ταῦτα ἀγνοῶν, ὅταν ἀκούσῃς τοῦ προφήτου λέγοντος, Τάδε λέγει Κύριος· Ἀπό στηθι τῆς γῆς, ἀνάβηθι καὶ αὐτὸς εἰς τὸν οὐρανὸν, ἐννόησον τίς ἐστιν ὁ δι' ἐκείνου σοι διαλεγόμενος. Νῦν δὲ, μίμου μὲν γελωτοποιοῦντος, καὶ πορνευομένης γυναικὸς καὶ ἀσχημονούσης, θέατρον τοσοῦτον κάθ- ηται, πολλὴν παρέχον τὴν ἡσυχίαν τοῖς λεγομένοις, καὶ ταῦτα οὐδενὸς κελεύοντος σιγᾷν, καὶ οὔτε θόρυ- βος οὔτε κραυγὴ, οὐχ ὁ τυχὼν θροῦς· Θεοῦ δὲ ἐκ τῶν οὐρανῶν φθεγγομένου περὶ φρικτῶν οὕτω πραγμά- των, κυνῶν ἀναισχυντότερον διακείμεθα, οὐδὲ ὅσην ταῖς πόρναις γυναιξὶ, τοσαύτην τῷ Θεῷ παρέχοντες τὴν αἰδώ. ʹ. Ἐφρίξατε ταῦτα ἀκούσαντες; Οὐκοῦν πολλῷ μᾶλλον ταῦτα ποιοῦντες φρίξατε. Ὃ περὶ τῶν ὑπερορώντων τοὺς πένητας εἶπεν ὁ Παῦλος, καὶ μό- νων ἑστιωμένων· Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς ἐκκλησίας τοῦ Θεοῦ κα- ταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; δότε κἀμοὶ περὶ τῶν θορυβούντων ἐνταῦθα καὶ δια- λεγομένων εἰπεῖν· μὴ γὰρ οὐκ ἔχετε οἰκίας εἰς τὸ φλυαρεῖν; ἢ τῆς ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε, καὶ διαφθείρετε καὶ τοὺς σωφρονεῖν καὶ ἡσυχάζειν βουλομένους; Ἀλλὰ ἡδὺ καὶ φίλον ἡμῖν τοῖς γνωρί- μοις διαλέγεσθαι; Οὐ κωλύω τοῦτο, ἀλλ' ἐν οἰκίᾳ, ἀλλ' ἐν ἀγορᾷ, ἀλλ' ἐν βαλανείοις γινέσθω· ἡ γὰρ ἐκκλησία οὐ διαλέξεως, ἀλλὰ διδασκαλίας χωρίον ἐστί. Νυνὶ δὲ τῆς ἀγορᾶς οὐδὲν διενήνοχεν· εἰ δὲ μὴ τολ- μηρὸν εἰπεῖν, τάχα οὐδὲ τῆς σκηνῆς· οὕτω τῶν ἐκεῖ πορνευομένων γυναικῶν ἀσελγέστερον αἱ ἐνταῦθα συλλεγόμεναι καλλωπίζονται. ∆ιὸ δὴ πολλοὺς καὶ ἐν- ταῦθα ἐφέλκονται τῶν ἀκολάστων· καὶ ἄν τε πειρᾶ- ταί τις ἢ βούληται γυναῖκα διαφθείρειν, οὐδεὶς, οἶμαι, τῆς ἐκκλησίας ἐπιτηδειότερος αὐτῷ τόπος εἶναι δο- κεῖ. Ἄν τε ὠνήσασθαί τι καὶ πρίασθαι δέῃ, μᾶλλον τῆς ἀγορᾶς χρήσιμος ἡ ἐκκλησία φαίνεται. Ἐνταῦθα γὰρ καὶ περὶ τούτων πλείους γίνονται λόγοι, ἢ ἐν αὐτοῖς τοῖς ἐργαστηρίοις. Ἄν τε κακῶς εἰπεῖν καὶ ἀκοῦσαι βούλωνταί τινες, καὶ τοῦτο ὄψει ἐνταῦθα μᾶλλον, ἢ ἐπὶ τῆς ἀγορᾶς ἔξω συμβαῖνον· κἂν τῶν πολιτικῶν τι βουληθῇς ἀκοῦσαι πραγμάτων, κἂν τῶν ἐν οἰκίαις, κἂν τῶν ἐν στρατοπέδῳ, μὴ βαδίσῃς εἰς δικαστήριον, μηδὲ καθίσῃς ἐν ἰατρείῳ· εἰσὶ γὰρ ἐν- ταῦθα, εἰσὶν οἱ πάντων ἀκριβέστερον ταῦτα ἅπαντα καταγγέλλοντες καὶ πάντα μᾶλλόν ἐστι τὰ ἐνταῦθα, ἢ ἐκκλησία. Τάχα σφόδρα καθηψάμην ὑμῶν· οὐκ ἔγωγε οἶμαι. Ὅταν γὰρ τοῖς αὐτοῖς ἐπιμένητε, πό- θεν εἴσομαι, ὅτι καθίκετο ὑμῶν τὰ εἰρημένα; Οὐκοῦν τῶν αὐτῶν ἀναγκαῖον ἅψασθαι πάλιν. Ταῦτα οὖν ἀνεκτά; ταῦτα φορητά; Κοπτόμεθα καθ' ἑκάστην ἡμέραν καὶ διασπώμεθα, ἵνα τι χρήσιμον μα- θόντες ἀπέλθητε· καὶ οὐδεὶς ὑμῶν τι κερδάνας ἄπεισιν, ἀλλὰ καὶ βλαβεὶς μειζόνως. Καὶ γὰρ εἰς κρῖμα συνέρχεσθε, πρόφασιν οὐκέτι περὶ τῆς ἁμαρ- τίας ἔχοντες, καὶ τοὺς ἐπιεικεστέρους ἐκκρούετε, ταῖς ὑμετέραις φλυαρίαις ἐνοχλοῦντες πάντοθεν. Ἀλλὰ τίς ὁ τῶν πολλῶν λόγος; Οὐκ ἀκούω τῶν ἀνα- γινωσκομένων, φησὶν, οὐδὲ οἶδα τίνα ἐστὶ τὰ λεγό- μενα. Ἐπειδὴ θορυβεῖς, ἐπειδὴ ταράσσεις, ἐπειδὴ μετὰ ψυχῆς εὐλάβειαν ἐχούσης οὐ παραγίνῃ. Τί φής; οὐκ οἶδας τίνα ἐστὶ τὰ λεγόμενα; ∆ι' αὐτὸ μὲν οὖν τοῦτο προσέχειν ἐχρῆν. Εἰ δὲ οὐδὲ τὸ ἀσαφὲς διεγεί- ρει σου τὴν ψυχὴν, πολλῷ μᾶλλον, εἰ σαφῆ ἦν, παρ- έδραμες. ∆ιὰ γὰρ τοῦτο οὔτε σαφῆ πάντα ἐστὶν, ἵνα μὴ ῥᾳθυμήσῃς, οὔτε ἀσαφῆ, ἵνα μὴ ἀπογνῷς. Καὶ ὁ μὲν εὐνοῦχος ἐκεῖνος καὶ βάρβαρος οὐδὲν τούτων εἶ- πεν, ἀλλὰ καὶ τοσούτων πραγμάτων ὄχλῳ κυκλούμε- νος, καὶ ἐν ὁδῷ ὢν, βιβλίον μετὰ χεῖρας εἶχε καὶ ἀν εγίνωσκε, οὐκ εἰδὼς ἅπερ ἀνεγίνωσκε· σὺ δὲ καὶ ἐν διδασκάλων εὐπορίᾳ ὢν, καὶ ἑτέρους ἔχων τοὺς ὑπ- αναγινώσκοντας, σκήψεις προβάλλῃ μοι καὶ προφά- σεις. Οὐκ οἶσθα τὰ λεγόμενα; Οὐκοῦν εὖξαι ἵνα μά- θῃς· μᾶλλον δὲ ἀμήχανον πάντα ἀγνοεῖν. Καὶ γὰρ πολλὰ αὐτόθεν ἐστὶ κατάδηλα καὶ σαφῆ· μᾶλλον δὲ, κἂν ἅπαντα ἀγνοῇς, καὶ οὕτως ἡσυχάζειν ἔδει, ἵνα μὴ τοὺς προσέχοντας ἐκκρούσῃς, ἵνα σου τὴν ἡσυχίαν καὶ τὴν αἰδὼ ἀποδεξάμενος ὁ Θεὸς, καὶ τὰ ἀσαφῆ ποιήσῃ δῆλα. Ἀλλ' οὐ δύνασαι σιγᾷν; Οὐκοῦν ἔξιθι, ἵνα μὴ καὶ ἑτέροις γένῃ βλάβη. Καὶ γὰρ μίαν ἐν ἐκκλησίᾳ δεῖ φωνὴν εἶναι ἀεὶ, καθάπερ ἑνὸς ὄντος σώματος. ∆ιὰ τοῦτο καὶ ὁ ἀναγινώσκων μόνος φθέγ- γεται· καὶ αὐτὸς ὁ τὴν ἐπισκοπὴν ἔχων ἀνέχεται σιγῇ καθήμενος· καὶ ὁ ψάλλων ψάλλει μόνος· κἂν πάντες ὑπηχῶσιν, ὡς ἐξ ἑνὸς στόματος ἡ φωνὴ φέ- ρεται· καὶ ὁ ὁμιλῶν ὁμιλεῖ μόνος. Ὅταν δὲ πολλοὶ καὶ πολλὰ καὶ διάφορα διαλέγωνται, τίνος ἕνεκεν ἐνοχλοῦμεν ἡμεῖς εἰκῆ; Οὐδὲ γὰρ εἰ μὴ εἰκῆ ἐν οχλεῖν ἡμᾶς ἡγεῖσθε, περὶ τηλικούτων φθεγγομένων ἡμῶν, περὶ τῶν οὐδὲν ἂν προσηκόντων ὑμεῖς διελέ- γεσθε. ∆ιὰ ταῦτα οὐκ ἐν τῷ βίῳ μόνον ὑμῖν, ἀλλὰ καὶ ἐν αὐτῇ τῶν πραγμάτων τῇ ψήφῳ πολλὴ ἡ δια- στροφή· καὶ περὶ τὰ περιττὰ κεχήνατε, καὶ τὴν ἀλήθειαν ἀφέντες, τὰς σκιὰς καὶ τὰ ὀνείρατα διώ- κετε. Ἢ οὐ σκιὰ καὶ ὀνείρατα τὰ παρόντα ἅπαντα, καὶ σκιᾶς χείρω; Καὶ γὰρ πρὶν ἢ φανῆναι, ἀφίπταται, καὶ πρὶν ἀποπτῆναι, πολὺν παρέχει τὸν θόρυβον καὶ πλείονα τῆς ἡδονῆς. Κἂν μυρία τις ἐνταῦθα λαβὼν κατορύξῃ χρήματα, τῆς νυκτὸς παρελθούσης, γυμνὸς ἄπεισιν ἐντεῦθεν, καὶ μάλα εἰκότως· ἐπεὶ καὶ οἱ ὄναρ πλουτοῦντες, ἀναστάντες ἀπὸ τῆς εὐνῆς, οὐδὲν ἔχου- σιν ὧν ἔχειν ἐδόκουν καθεύδοντες· οὕτω καὶ οἱ πλεον εκτοῦντες· μᾶλλον δὲ οὐχ οὕτως, ἀλλὰ καὶ πολλῷ χεῖρον. Ὁ μὲν γὰρ ὄναρ πλουτῶν, οὔτε τὰ χρήματα ἔχει, ἅπερ ἐφαντάζετο ἔχειν, οὔτε ἄλλο τι κακὸν ἀπὸ τῆς φαντασίας ταύτης λαβὼν ἀνίσταται· οὗτος δὲ τῶν μὲν χρημάτων ἐστέρηται, τῶν δὲ ἁμαρ- τημάτων τῶν ἐκ τῶν χρημάτων ἐμπλησθεὶς ἄπεισι, καὶ ἐν τῷ πλούτῳ φαντασθεὶς, τὰ ἐκ τοῦ πλούτου κακὰ οὐχ ὁρᾷ ἐν φαντασίᾳ λοιπὸν, ἀλλ' ἐν αὐτῇ τῶν πραγμάτων τῇ ἀληθείᾳ· καὶ ἡ μὲν ἡδονὴ γέγονεν ἐν ὀνείροις, ἡ δὲ ἐκ τῆς ἡδονῆς κόλασις οὐκέτι ὄναρ συμβαίνει, ἀλλ' ἐν αὐτῇ τῇ πείρᾳ, μᾶλλον δὲ καὶ πρὸ τῆς κολάσεως ἐκείνης καὶ ἐνταῦθα τὴν ἐσχάτην τίνει δίκην, ἐν αὐτῷ τῷ συλλέγειν μυρίας προστρι- βόμενος ἀθυμίας, φροντίδας, κατηγορίας, διαβολὰς, θορύβους, ταραχάς. Ἵν' οὖν καὶ τῶν ὀνειράτων ἀπαλ- λαγῶμεν καὶ τῶν κακῶν τῶν οὐκ ἐν ὀνείροις, ἀντὶ πλεονεξίας ἐλεημοσύνην ἑλώμεθα, ἀντὶ ἁρπαγῆς φιλανθρωπίαν. Οὕτω γὰρ καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. {1ΟΜΙΛΙΑ ΛΖʹ.}1 Αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτω- σαν. Οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλ' ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέ- γει. αʹ. Περικόψας τὸν θόρυβον τὸν ἀπὸ τῶν γλωττῶν, καὶ τὸν ἀπὸ τῶν προφητειῶν, καὶ νομοθετήσας, ὥστε μὴ σύγχυσιν γίνεσθαι, τούς τε γλώσσαις λαλοῦντας ἀνὰ μέρος τοῦτο ποιεῖν, τούς τε προφητεύοντας ἀρξαμέ- νου ἑτέρου σιγᾷν, λοιπὸν καὶ ἐπὶ τὴν ταραχὴν τὴν ἀπὸ τῶν γυναικῶν γινομένην ὁδῷ πρόεισι, τὴν ἄκαιρον αὐτῶν ἐκκόπτων παῤῥησίαν, καὶ σφόδρα εὐκαίρως. Εἰ γὰρ τοῖς τὰ χαρίσματα ἔχουσιν ἁπλῶς οὐκ ἐφίε- ται λαλεῖν, οὐδ' ὅτε βούλονται, καὶ ταῦτα ὑπὸ τοῦ Πνεύματος κινουμένοις, πολλῷ μᾶλλον ἐκείναις εἰκῆ φλυαρούσαις καὶ μάτην. ∆ιὰ τοῦτο καὶ μετὰ πολλῆς τῆς αὐθεντίας ἐπιστομίζει τὴν φλυαρίαν αὐτῶν, καὶ τὸν νόμον μεθ' ἑαυτοῦ λαβὼν, οὕτως αὐτῶν ἀποῤ- ῥάπτει τὰ στόματα. Οὐ γὰρ παραινεῖ μόνον ἐνταῦθα, οὐδὲ συμβουλεύει, ἀλλὰ καὶ ἐπιτάττει σφοδρῶς, πα- λαιὸν ὑπὲρ τούτων ἀναγινώσκων νόμον. Εἰπὼν γὰρ, ὅτι Αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγά τωσαν, καὶ, Οὐκ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλ' ὑποτάττεσθαι, ἐπήγαγε, Καθὼς καὶ ὁ νόμος λέγει. Καὶ ποῦ τοῦτο ὁ νόμος λέγει; Πρὸς τὸν ἄν- δρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυ- ριεύσει. Εἶδες Παύλου σοφίαν, ἡλίκην παρήγαγε μαρτυρίαν, οὐ σιγᾷν αὐταῖς κελεύουσαν μόνον, ἀλλὰ καὶ μετὰ φόβου σιγᾷν, καὶ μετὰ φόβου τοσούτου, μεθ' ὅσου τὴν δούλην ἡσυχάζειν χρή; ∆ιὸ καὶ αὐτὸς εἰπὼν, ὅτι Οὐκ ἐπιτέτραπται αὐταῖς λαλεῖν, οὐκ ἐπήγαγεν, Ἀλλὰ σιγᾷν, ἀλλὰ τὸ πλέον ἀντὶ τοῦ σιγᾷν τέθεικε, τὸ ὑποτάττεσθαι. Εἰ δὲ ἐπὶ ἀν- δρῶν τοῦτο, πολλῷ μᾶλλον ἐπὶ τῶν διδασκάλων καὶ πατέρων καὶ τοῦ κοινοῦ τῆς ἐκκλησίας συλλόγου. Καὶ εἰ μηδὲ φθέγξονται, φησὶ, μηδὲ ἐρωτήσουσι, τίνος ἕνεκεν καὶ παρέσονται; Ἵνα ἀκούωσι μὲν ἃ χρὴ, τὰ δὲ ἀμφιβαλλόμενα παρὰ τῶν ἀνδρῶν οἴκοι μανθανέ- τωσαν. ∆ιὸ καὶ ἐπήγαγεν· Εἰ δέ τι μαθεῖν θέλου- σιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν. Οὐ γὰρ δὴ μόνον λαλεῖν αὐταῖς οὐκ ἐφίεται, φησὶν, ἁπλῶς, ἀλλ' οὐδὲ ἐρωτᾷν τι ἐν ἐκκλησίᾳ. Εἰ δὲ ἐρω- τᾷν οὐ χρὴ, πολλῷ μᾶλλον ἁπλῶς λαλεῖν οὐ θέμις. Καὶ τί δήποτε ἐν τοσαύτῃ κατέστησεν αὐτὰς ὑποτα- γῇ; Ὅτι ἀσθενέστερόν πώς ἐστιν ἡ γυνὴ καὶ εὐρί- πιστον καὶ κοῦφον. ∆ιὰ δὴ τοῦτο τοὺς ἄνδρας αὐταῖς ἐπέστησε διδασκάλους, ἀμφοτέρους ὠφελῶν. Ἐκείνας τε γὰρ κοσμίας κατεσκεύασε, τούτους τε ἐναγωνίους ἐποίησεν, ἅτε μέλλοντας μετὰ πολλῆς τῆς ἀκριβείας ἅπερ ἤκουσαν ταῖς γυναιξὶ παρακατατίθεσθαι. Εἶτα ἐπειδὴ καλλωπίζεσθαι ἐντεῦθεν ἐνόμιζον ἐκ τοῦ φθέγγεσθαι δημοσίᾳ, πάλιν εἰς τὸ ἐναντίον περιάγει τὸν λόγον, λέγων· Αἰσχρὸν γάρ ἐστι γυναικὶ ἐν ἐκκλησίᾳ λαλεῖν. Πρῶτον μὲν γὰρ ἀπὸ τοῦ νόμου τοῦτο κατεσκεύασε τοῦ Θεοῦ, ἔπειτα ἀπὸ κοινοῦ λο- γισμοῦ καὶ τῆς συνηθείας, ὥσπερ καὶ, ἡνίκα περὶ κόμης αὐταῖς διελέγετο, ἔλεγεν· Ἢ οὐδὲ αὐτὴ ἡ φύσις ὑμᾶς διδάσκει; Καὶ πανταχοῦ τοιοῦτον εὕ- ροις ἂν αὐτοῦ τὸν τρόπον ὄντα, οὐκ ἀπὸ τῶν θείων Γραφῶν μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς κοινῆς συνηθείας ἐντρέποντα. Πρὸς τούτοις δὲ καὶ ἀπὸ τῶν πᾶσι δο- κούντων καὶ πανταχοῦ τυπωθέντων ἐντρέπει, ὃ καὶ ἐνταῦθα τέθεικεν εἰπών· Ἢ ἀφ' ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησε; Καὶ γὰρ τὰς λοιπὰς Ἐκκλησίας παρήγαγε τοῦτον τη-ρούσας τὸν νόμον, καὶ ἀπὸ τῆς καινοτομίας τὸν θό- ρυβον ὑποτεμνόμενος, καὶ τῇ τῶν πολλῶν ψήφῳ τὸν λόγον ποιῶν εὐπαράδεκτον. ∆ιὸ καὶ ἀλλαχοῦ ἔλεγεν· Ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χρι- στῷ, καθὼς πανταχοῦ ἐν πάσαις ταῖς Ἐκκλη- σίαις διδάσκω· καὶ πάλιν, Οὐ γάρ ἐστιν ἀκατα- στασίας ὁ Θεὸς, ἀλλ' εἰρήνης, καθὼς καὶ ἐν πά- σαις ταῖς Ἐκκλησίαις τῶν ἁγίων· καὶ ἐνταῦθα, Ἦ ἀφ' ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησε; Τουτέστιν, Οὔτε πρῶτοι οὔτε μόνοι ὑμεῖς πιστοὶ, ἀλλ' ἡ οἰκουμένη πᾶσα· ὃ καὶ πρὸς Κολοσσαεῖς γράφων ἔλεγε, Καθώς ἐστι καρποφορούμενον καὶ αὐξανόμενον ἐν παντὶ τῷ κόσμῳ, περὶ τοῦ Εὐαγγελίου λέγων. Ποιεῖ δὲ αὐτὸ καὶ ἑτέρως εἰς προτροπὴν τῶν ἀκουόντων, ὡς ὅταν λέγῃ τὰ αὐτῶν πρῶτα εἶναι, καὶ πᾶσιν εἶναι κατά- δηλα. Θεσσαλονικεῦσι γὰρ ἐπιστέλλων ἔλεγεν· Ἀφ' ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξ- ελήλυθε· καὶ Ῥωμαίοις δὲ πάλιν, ὅτι Ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ. Ἀμφό- τερα γὰρ ἱκανὰ προτρέψαι καὶ διεγεῖραι, καὶ τὸ παρ' ἑτέρων ἐπαινεῖσθαι, καὶ τὸ ἑτέρους ἔχειν κοινωνοὺς τῆς γνώμης. ∆ιὸ καὶ ἐνταῦθά φησιν· Ἦ ἀφ' ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατ ήντησεν; Οὔτε γὰρ τοῦτο ἂν ἔχοιτε εἰπεῖν, φησὶν, ὅτι Ἡμεῖς τῶν ἄλλων διδάσκαλοι ἐγενόμεθα, καὶ οὐκ ἂν εἴημεν δίκαιοι παρ' ἑτέρων μανθάνειν· οὔτε, ὅτι Ἐνταῦθα ἔστη τὰ τῆς πίστεως μόνον, καὶ οὐ χρὴ τὰ παρ' ἑτέρων παραδείγματα δέχεσθαι. Ὁρᾷς διὰ πόσων ἐνέτρεψε; τὸν νόμον παρήγαγε, τὸ αἰσχρὸν τοῦ πράγματος ἔδειξε, τὰς λοιπὰς Ἐκκλησίας εἰς μέσον τέθεικεν. βʹ. Εἶτα τὸ πάντων ἰσχυρότερον ὕστερον τίθησι, λέγων, ὅτι Ὁ Θεὸς ταῦτα καὶ νῦν ἐπιτάττει δι' ἐμοῦ. Εἰ γάρ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικὸς, γινωσκέτω ταῦτα ἃ γράφω ὑμῖν, ὅτι Κυρίου εἰσὶν αἱ ἐντολαί. Εἰ δέ τις ἀγνοεῖ, ἀγνοείτω. Καὶ τίνος ἕνεκεν τοῦτο ἐπήγαγε; ∆εικνὺς ὅτι οὐ βιάζεται, οὐδὲ φιλονεικεῖ, ὅπερ σημεῖόν ἐστι τῶν οὐ τὰ ἑαυτῶν βουλομένων ἱστᾷν, ἀλλὰ τὸ ἑτέροις συμφέρον σκο- πούντων. ∆ιὸ καὶ ἀλλαχοῦ φησιν· Εἰ δέ τις φιλό νεικός ἐστιν, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν. Ἀλλ' οὐ πανταχοῦ τοῦτο ποιεῖ, ἀλλ' ἔνθα ἂν μὴ σφόδρα μεγάλα τὰ ἁμαρτανόμενα ᾖ, καὶ τότε ἐντρέπων μᾶλλον· ἐπεὶ ὅταν περὶ ἑτέρων διαλέγηται, οὐ λέγει οὕτως, ἀλλὰ πῶς; Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε μαλακοὶ βασιλείαν Θεοῦ κληρονο- μήσουσι· καὶ πάλιν, Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφε- λήσει. Ἐνταῦθα δὲ, ἐπειδὴ περὶ σιγῆς ἦν αὐτῷ ὁ λόγος, οὐ σφόδρα εὐτόνως ἐπιτίθεται, αὐτῷ τούτῳ μᾶλλον αὐτοὺς ἐπισπώμενος. Εἶτα ὅπερ ἀεὶ ποιεῖν εἴωθεν, ἐπὶ τὴν προτέραν ὑπόθεσιν, ὅθεν ταῦτα εἰπεῖν ἐξέβη, ἐπάγει τὸν λόγον λέγων· Ὥστε, ἀδελφοί μου, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν γλώσσαις μὴ κωλύετε. Καὶ γὰρ ἔθος αὐτῷ τοῦτο, μὴ τὸ προκείμενον ἐργάζεσθαι μόνον, ἀλλὰ καὶ ἐξ ἐκείνου τὸ δοκοῦν αὐτῷ συγγενὲς ὁπωσδήποτε εἶναι διορθοῦν, καὶ πάλιν ἐπὶ τὸ πρότερον ἐπανιέναι, ὥστε μὴ δοκεῖν τῆς ὑποθέσεως ἐκπίπτειν. Καὶ γὰρ ὅτε περὶ τῆς ἐν ταῖς τραπέζαις διελέγετο συμφωνίας, ἐπὶ τὴν κοινωνίαν τὴν ἐν τοῖς μυστηρίοις ἐκβὰς, κἀκεῖθεν ἐντρέψας, εἰς τὰ πρότερα ἐπάνεισι πάλιν, λέγων· Ὥστε συνερχόμενοι εἰς τὸ φαγεῖν, ἀλλή- λους ἐκδέχεσθε. Καὶ ἐνταῦθα τοίνυν περὶ τῆς ἐν τοῖς χαρίσμασιν εὐταξίας διαλεχθεὶς, καὶ τοῦ μὴ δεῖν μήτε ἀλύειν ἐν τοῖς ἐλάττοσι, μήτε φυσᾶσθαι ἐπὶ τοῖς μείζοσιν, εἶτα ἐπὶ τὴν γυναιξὶ πρέπουσαν ἐξελ- θὼν εὐκοσμίαν ἐντεῦθεν, καὶ κατασκευάσας αὐτὴν, ἐπὶ τὸ προκείμενον ἐπάνεισι, λέγων πάλιν· Ὥστε, ἀδελφοί μου, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν γλώσσαις μὴ κωλύετε. Εἶδες πῶς μέχρι τέλους τὴν διαφορὰν ἐφύλαξε, καὶ πῶς ἔδειξε τὸ μὲν σφόδρα ἀναγκαῖον ὂν, τὸ δὲ οὐχ οὕτω; ∆ιὸ ἐπ' ἐκεί- νου μέν φησι, Ζηλοῦτε, ἐπὶ τούτου δὲ, Μὴ κωλύετε. Εἶτα ὡς ἐν κεφαλαίῳ τὰ πάντα διορθούμενος ἐπάγει λέγων· Πάντα δὲ εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω· πάλιν πλήττων τοὺς εἰκῆ βουλομένους ἀσχημονεῖν, καὶ μανίας δόξαν λαμβάνειν, καὶ τὴν οἰκείαν μὴ φυλάττοντας τάξιν. Οὐδὲν γὰρ οὕτως οἰκοδομεῖ, ὡς εὐταξία, ὡς εἰ- ρήνη, ὡς ἀγάπη, ὥσπερ οὖν καὶ τὰ ἐναντία διαλύει. Οὐκ ἐν τοῖς πνευματικοῖς δὲ μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασι τοῦτο ἴδοι τις ἄν. Ἄν τε γὰρ ἐν χορῷ, ἄν τε ἐν πλοίῳ, ἄν τε ἐν ἅρματι, ἄν τε ἐν στρατοπέδῳ τὴν τάξιν συγχέῃς, καὶ τὰ μείζονα τῆς οἰκείας χώρας ἐκ- βαλὼν, τὰ ἐλάττονα εἰσαγάγῃς εἰς τὴν ἐκείνων τάξιν, πάντα διέφθειρας, καὶ οὕτω τὰ ἄνω κάτω γίνεται. Μὴ τοίνυν μηδὲ ἡμεῖς τὴν τάξιν διαφθείρωμεν, μηδὲ τὴν κεφαλὴν κάτω ποιῶμεν, καὶ τοὺς πόδας ἄνω. Τοῦτο δὲ γίνεται, ὅταν τὸν μὲν ὀρθὸν λογισμὸν κάτω ῥίψωμεν, τὰς δὲ ἐπιθυμίας, τὸν θυμὸν, καὶ τὴν ὀρ- γὴν, καὶ τὴν ἡδονὴν ἐπιστήσωμεν τῷ λογικῷ· ὅθεν πολὺς ὁ κλύδων, καὶ πολλὴ ἡ ταραχὴ, καὶ ἀφόρητος ἡ ζάλη, πάντων σκότῳ κατεχομένων. Καὶ, εἰ βούλει, τὴν ἀσχημοσύνην τὴν ἐντεῦθεν γινομένην πρῶτον ἐξετάσωμεν, καὶ τότε τὴν ζημίαν. Πῶς οὖν ἔσται τοῦτο σαφὲς ἡμῖν καὶ σφόδρα γνώριμον; Παραγάγω- μεν εἰς μέσον ἄνθρωπον οὕτω διακείμενον, πόρνης ἐρῶντα, καὶ ὑπὸ ἐπιθυμίας ἀτόπου κρατούμενον, καὶ τότε ὀψόμεθα τὸν γέλωτα τοῦτον. Τί γὰρ ἂν γένοιτο αἰσχρότερον τοῦ θυραυλοῦντος πρὸ τῶν πορνικῶν οἰ- κημάτων, καὶ ῥαπιζομένου παρὰ πόρνης γυναικὸς, καὶ κλαίοντος καὶ ὀδυρομένου, καὶ τὴν ἑαυτοῦ κατ- αισχύνοντος δόξαν; Εἰ δὲ βούλει καὶ τὴν ζημίαν ἰδεῖν, ἐννόει μοι τῶν χρημάτων τὴν δαπάνην, τοὺς περὶ τῶν ἐσχάτων κινδύνους, τὸν πρὸς τοὺς ἀντεραστὰς πόλεμον, τὰ τραύματα, τὰς πληγὰς τὰς ἐκ τῶν τοιούτων παρατάξεων. Τοιοῦτοι καὶ οἱ χρημάτων ἐπιθυμίᾳ κατεχόμενοι· μᾶλλον δὲ μείζονα ἀσχημο- νοῦσιν. Οὗτοι μὲν γὰρ περὶ ἕν εἰσιν ἠσχολημένοι σῶμα· οἱ δὲ φιλάργυροι τὰς πάντων οὐσίας ὁμοίως περιεργάζονται, καὶ πενήτων καὶ πλουτούντων, καὶ τῶν οὐκ ὄντων πραγμάτων ἐρῶσιν, ὃ μάλιστα τῆς τοῦ πάθους ἀτοπίας σημεῖόν ἐστιν. Οὐ γὰρ λέγουσιν, ὅτι Τὴν τοῦ δεῖνος ἐβουλόμην οὐσίαν ἔχειν, καὶ τὴν τοῦ δεῖνος μόνον, ἀλλὰ καὶ τὰ ὄρη χρυσίον εἶναι βούλονται, καὶ τὰς οἰκίας, καὶ τὰ ὁρώμενα πάντα, καὶ ἐφ' ἕτερον προβαίνουσι κόσμον· καὶ τοῦτο ἐπ' ἄπειρον πάσχουσι, καὶ οὐδαμοῦ τῆς ἐπιθυμίας λή- γουσι. Τίς ἂν παραστήσειε λόγος τὸν χειμῶνα τῶν λογισμῶν ἐκείνων, τὰ κύματα, τὸν ζόφον; ὅπου δὲ κύματα καὶ χειμὼν τοιοῦτος, ποία γένοιτ' ἂν ἡδονή; Οὐκ ἔστιν οὐδεμία, ἀλλὰ θόρυβος καὶ ὀδύνη καὶ νε- φέλαι ζοφώδεις ἀντὶ ὑδάτων πολλὴν φέρουσαι τὴν ἀθυμίαν· ὃ δὴ καὶ ἐπὶ τῶν ἐρώντων ἀλλοτρίου κάλ- λους συμβαίνειν εἴωθε. ∆ιά τοι τοῦτο οἱ μηδ' ὅλως ἐρῶντες, τῶν ἐρώντων ἐν πλείονί εἰσιν ἡδονῇ. Ἀλλὰ πρὸς τοῦτο μὲν οὐδεὶς ἀντείποι· ἐγὼ δὲ καὶ τὸν ἐρῶντα μὲν, κατέχοντα δὲ τὴν ἐπιθυμίαν, μᾶλλον ἂν φαίην τρυφᾷν τοῦ συνεχῶς τῆς πόρνης ἀπολαύον- τος. Εἰ γὰρ καὶ δυσκολωτέρα ἡ ἀπόδειξις, ἀλλ' ὅμως καὶ οὕτως ἀναγκαῖον κατατολμῆσαι τοῦ λόγου. Καὶ γὰρ δυσκολωτέρα γίνεται, οὐ παρὰ τὴν φύσιν τοῦ πράγματος, ἀλλὰ παρὰ τὸ μὴ εἶναι τῆς φιλοσο- φίας ταύτης ἀκροατὰς ἀξίους. γʹ. Τί γὰρ ἥδιον, εἰπέ μοι, τῷ ἐρῶντι, τὸ καταφρονεῖ- σθαι ὑπὸ τῆς ἐρωμένης, ἢ τὸ τιμᾶσθαι καὶ ὑπερορᾷν; Εὔδηλον ὅτι τοῦτο. Τίνα οὖν, εἰπέ μοι, τιμήσει πλέον ἡ πόρνη, τὸν δουλεύοντα αὐτῇ καὶ αἰχμάλωτον ὑπ' αὐτῆς ἤδη γενόμενον, ἢ τὸν ἀνώτερον τῶν ἐκείνης δικτύων, καὶ ὑψηλότερον τῶν καλάμων αὐτῆς πετό- μενον; Παντί που δῆλον, ὅτι τοῦτον. Περὶ τίνα δὲ σπουδάσει πλέον, τὸν πεπτωκότα, ἢ τὸν οὐδέπω; Τὸν οὐδέπω πάντως. Τίς δὲ ἔσται ποθεινότερος, ὁ κατειργασμένος, ἢ ὁ μηδέπω ἁλούς; Ὁ μηδέπω τέως ἁλούς. Εἰ δὲ ἀπιστεῖτε, ἀπὸ τῶν ὑμετέρων παρ- έξω τὴν ἀπόδειξιν. Τίνος γὰρ ἄν τις μᾶλλον ἐρασθείη γυναικὸς, τῆς εὐκόλως ὑποκατακλινομένης αὐτῷ καὶ ἐκδιδομένης, ἢ τῆς ἀρνουμένης καὶ πράγματα αὐτῷ παρεχούσης; Εὔδηλον ὅτι ταύτης· καὶ γὰρ μειζόνως ἐντεῦθεν ὁ πόθος ἀνάπτεται. Οὐκοῦν καὶ ἐπὶ τῆς γυναικὸς τὸ αὐτὸ δὴ τοῦτο ἔσται· καὶ τοῦτον τιμή- σουσι καὶ θαυμάζονται πλέον τὸν ὑπερορῶντα αὐτῶν. Εἰ δὲ τοῦτο ἀληθὲς, κἀκεῖνο ὁμοίως, τὸ ἐν μείζονι εἶναι ἡδονῇ τὸν μᾶλλον τιμώμενον καὶ ἀγαπώμενον. Ἐπεὶ καὶ στρατηγὸς πόλιν τὴν μὲν καθάπαξ ἁλοῦσαν ἀφίησι, τῇ δὲ ἑστηκυίᾳ καὶ φιλονεικούσῃ προσεδρεύει μετὰ σπουδῆς ἁπάσης· καὶ θηρευτὴς τὸ μὲν θηρευθὲν ζῶον ἐν σκότῳ κατακλείσας ἔχει, καθάπερ ἡ πόρνη τὸν ἐραστὴν, τὸ δὲ φεῦγον διώκει. Ἀλλ' ἀπολαύει τῆς ἐπιθυμίας ἐκεῖνος, φησὶν, οὗτος δὲ οὐκ ἀπολαύει. Τὸ δὲ μὴ καταισχύνεσθαι, μηδὲ δουλεύειν ταῖς τυραννι- καῖς αὐτῆς ἐπιταγαῖς, μηδὲ ὡς ἀνδράποδον ἄγεσθαι ὑπ' αὐτῆς καὶ περιάγεσθαι ῥαπιζόμενον, ἐμπτυόμε- νον, ἐπὶ κεφαλῆς ὠθούμενον, μικρὰν ἡδονὴν εἶναι νομίζεις; εἰπέ μοι. Εἰ γάρ τις ταῦτα ἀκριβῶς ἐξετά- σειε, καὶ δυνηθείη τὰς ὕβρεις αὐτῶν συναγαγεῖν, τὰ ἐγκλήματα, τὰς συνεχεῖς ὀργὰς, τὰς ἀπὸ ψυχῆς, τὰς ἀπὸ τοῦ θρύπτεσθαι γινομένας, τὰς ἀπεχθείας, τὰ ἄλλα πάντα, ἅπερ οἱ πάσχοντες ἴσασι μόνον, πάντα πόλεμον εὑρήσει πλείους ἔχοντα τὰς ἀνακωχὰς τῆς ἀθλίας τούτων ζωῆς. Ποίαν οὖν λέγεις ἡδονήν; εἰπέ μοι· τὴν ἀπὸ τῆς μίξεως, τὴν πρόσκαιρον καὶ βρα- χεῖαν; Ἀλλ' εὐθέως ταύτην πόλεμος ἐπικαταλαμβά- νει καὶ κύματα καὶ λύττα καὶ μανία πάλιν ἡ αὐτή. Καὶ ταῦτα μὲν ἡμῖν εἴρηται, ὡς ἄν τις νέοις διαλε- γόμενος ἀκολάστοις εἴποι, οὐ σφόδρα ἀνεχομένοις τῶν περὶ βασιλείας καὶ γεέννης ἀκοῦσαι λόγων· ὅταν δὲ καὶ ταῦτα εἰς μέσον ἀγάγωμεν, οὐδὲ ἔνεστιν εἰπεῖν ὅση τῶν σωφρονούντων ἡ ἡδονὴ, ὅταν ἀνα- πλάττῃ παρ' ἑαυτῷ τοὺς στεφάνους, τὰ βραβεῖα, τὴν μετὰ τῶν ἀγγέλων ὁμιλίαν, τὴν ἐπὶ τῆς οἰκου- μένης ἀνάῤῥησιν, τὴν παῤῥησίαν, τὰς χρη- στὰς καὶ ἀθανάτους ἐλπίδας ἐκείνας. Ἀλλ' ἡ μίξις ἔχει τινὰ ἡδονήν· τοῦτο γὰρ συνεχῶς περιστρέφουσιν· ὁ δὲ σωφρονῶν οὐ δύναται διηνεκῶς μαχόμενος τῇ τῆς φύσεως τυραννίδι. Τοὐναντίον μὲν οὖν εὕροι τις ἄν· ἡ γὰρ βία αὕτη καὶ ταραχὴ παρὰ τῷ πορνεύοντι μᾶλλόν ἐστι. Καὶ γὰρ κλόνος ἐν τῷ σώματι πολὺς, καὶ πάσης θαλάττης κυματουμένης χαλεπώτερον οὗτος διάκειται, οὐδέποτε πρὸς τὴν ἐπιθυμίαν ἱστά μενος, ἀλλ' ἀεὶ βαλλόμενος ὑπ' αὐτῆς, ὥσπερ οἱ δαιμονῶντες, καὶ συνεχῶς ὑπὸ τῶν πονηρῶν καταῤ- ῥηγνύμενοι πνευμάτων. Ὁ δὲ σώφρων καθάπερ ἀρι- στεὺς γενναῖος συνεχῶς αὐτὴν βάλλων, τὴν ἀρίστην καὶ μυρίων τοιούτων ἡδίω καρποῦται ἡδονὴν, τῇ νίκῃ ταύτῃ καὶ τῷ χρηστῷ συνειδότι καὶ τοῖς λαμ- προῖς τροπαίοις καλλωπιζόμενος διηνεκῶς. Εἰ δὲ μετὰ τὴν ὁμιλίαν ἀναπαύεται μικρὸν ἐκεῖνος, οὐδὲν τοῦτο ἂν εἴη· πάλιν γὰρ ὁ χειμὼν ἔπεισι, καὶ πάλιν κύματα. Ὁ δὲ φιλοσοφῶν οὐδὲ ἀρχὴν ἀφίησι ταύτην λαβεῖν τὴν ταραχὴν, οὐδὲ διαναστῆναι τὸ πέλαγος, οὐδὲ βοῆσαι τὸ θηρίον. Εἰ δέ τινα βίαν ὑπομένοι κατέχων τὴν τοιαύτην ὁρμὴν, ἀλλὰ καὶ ἐκεῖνος συν- εχῶς βαλλόμενος καὶ κεντούμενος καὶ τὸν οἶστρον οὐ φέρων· καὶ παρόμοιον γίνεται, ὥσπερ ἂν ἵππον ἄγριον μαινόμενον καὶ ἀντιτείνοντα ἀνέχοι τῷ χα- λινῷ, καὶ κατέχοι μετὰ τέχνης ἁπάσης· ὁ δὲ ἐνδοὺς, ὥστε τὸν πόνον τοῦτον φυγεῖν, συρόμενος ὑπ' αὐτοῦ πανταχοῦ φέροιτο. Ταῦτα εἰ καὶ σαφέστερον τοῦ δέοντος εἴρηται, μηδεὶς ἐγκαλείτω· οὐ γὰρ λόγων σεμνότητι καλλωπίζεσθαι βούλομαι, ἀλλὰ ποιῆσαι σεμνοὺς τοὺς ἀκούοντας. δʹ. ∆ιὰ τοῦτο καὶ οἱ προφῆται οὐδενὸς τῶν τοιούτων φείδονται ῥημάτων, τὴν ἀκολασίαν τῶν Ἰουδαίων ἐκκόψαι βουλόμενοι, ἀλλὰ καὶ γυμνότερον αὐτῶν καθικνοῦνται, ἢ ἡμεῖς νῦν ἐφ' οἷς εἰρήκαμεν. Καὶ γὰρ ἰατρὸς σηπεδόνα ἐκβαλεῖν βουλόμενος, οὐ σκοπεῖ πῶς καθαρὰς διατηρήσειε τὰς χεῖρας, ἀλλ' ὅπως ἐκεῖνον ἀπαλλάξειε τῆς σηπεδόνος· καὶ ὁ τὸν ταπει- νὸν ὑψηλὸν ποιῆσαι θέλων, αὐτὸς ταπεινοῦται πρό- τερος· καὶ ὁ σφάξαι τὸν ἐπιβουλεύοντα σπουδάζων, καὶ ἑαυτὸν αἱμάσσει μετ' ἐκείνου, καὶ τοῦτο αὐτὸν ποιεῖ λαμπρότερον. Ἐπεὶ καὶ στρατιώτην ἐπανελ- θόντα ἀπὸ τοῦ πολέμου ἂν ἴδῃ τις ἰχῶρι καὶ αἵματι καὶ ἐγκεφάλῳ μεμολυσμένον, οὐ μισήσει, οὐδὲ ἀπο- στραφήσεται διὰ τοῦτο, ἀλλὰ καὶ θαυμάσεται μᾶλλον. Οὕτω δὴ καὶ ἡμεῖς ποιῶμεν, ὅταν ἴδωμέν τινα μετὰ τὸ κατασφάξαι τὴν ἐπιθυμίαν ᾑμαγμένον ἐπανιόντα, μᾶλλον αὐτὸν θαυμάζωμεν, καὶ κοινωνῶμεν τῆς μάχης καὶ τῆς νίκης αὐτῷ, καὶ πρὸς τοὺς ἐρῶντας λέγωμεν, ∆είξατε ἡμῖν τὴν ἐκ τῆς ἐπιθυμίας ἡδονήν. Ὁ μὲν γὰρ σώφρων τὴν ἀπὸ τῆς νίκης ἔχει, σὺ δὲ οὐδαμόθεν. Εἰ δὲ ὑμεῖς τὴν ἐκ τῆς ὁμιλίας λέγοιτε, ἀλλ' ἐκείνη σαφεστέρα καὶ διαρκεστέρα. Σὺ γὰρ ἔχεις ἀπὸ τῆς ἀπολαύσεως βραχὺ καὶ μηδὲ φαινόμενον, ἐκεῖνος δὲ ἀπὸ τοῦ συνειδότος, καὶ μείζονα καὶ διηνεκῆ καὶ γλυκυτέραν ἔχει τὴν εὐφροσύ- νην. Οὐδὲ γὰρ οὕτως ὁμιλία γυναικὸς, ὡς φιλοσοφία ἀτάραχον δύναται τηρῆσαι ψυχὴν καὶ πτερῶσαι. Οὗ- τος μὲν οὖν, ὥσπερ ἔφην, σαφῶς οὕτω δείκνυσιν ἡμῖν τὴν ἡδονήν· ἐπὶ δὲ σοῦ τὴν μὲν ἀπὸ τῆς ἥττης ἀθυμίαν ὁρῶ, τὴν δὲ ἡδονὴν βουλόμενος ἰδεῖν, οὐχ εὑρίσκω. Ποῖον γὰρ βούλει καιρὸν ἡδονῆς εἶναι· τὸν πρὸ τῆς μίξεως; Ἀλλ' οὐκ ἔστι· μανίας γάρ ἐστι καὶ παραφορᾶς καὶ ἐκστάσεως. Τὸ γὰρ τοὺς ὀδόντας τρίζειν καὶ ἐξίστασθαι, οὐχ ἡδονῆς· εἰ δὲ ἡδονῆς ἦν, οὐκ ἂν ταῦτά σε εἰργάσατο, ἃ οἱ ἀλγοῦντες ὑπομέ- νουσι. Καὶ γὰρ οἱ πυκτεύοντες καὶ πληττόμενοι τοὺς ὀδόντας τρίζουσι, καὶ αἱ ὠδίνουσαι γυναῖκες διασπώ- μεναι τοῖς πόνοις, τὸ αὐτὸ τοῦτο ποιοῦσιν. Ὥστε οὐχ ἡδονὴ τοῦτο, ἀλλ' ἔκστασις μᾶλλον καὶ θόρυβος καὶ ταραχή. Ἀλλ' ὁ μετὰ ταῦτα καιρός; Ἀλλ' οὐδὲ οὗ τος· οὐδὲ γὰρ τὴν τεκοῦσαν ἐν ἡδονῇ εἴποιμεν ἂν εἶναι, ἀλλ' ἐν ἀπαλλαγῇ πόνων· οὐ πάντως δὲ τοῦτο ἡδονὴ, ἀλλ' ἀσθένεια μᾶλλον καὶ ἔκλυσις· πολὺ δὲ τὸ μέσον ἑκατέρων τούτων ἐστί. Ποῖος οὖν τῆς ἡδονῆς καιρὸς, εἰπέ μοι. Οὐκ ἔστιν οὐδείς· εἰ δὲ καὶ ἔστιν, οὕτω βραχύς ἐστιν, ὡς μηδὲ φαίνεσθαι. Μυρία οὖν φιλονεικήσαντες φωρᾶσαι αὐτὸν καὶ κατασχεῖν, οὐκ ἠδυνήθημεν. Ἀλλ' οὐχ ὁ τοῦ σώφρονος τοιοῦτος, ἀλλὰ πλατὺς, καὶ πᾶσι κατάδηλος· μᾶλλον δὲ ἅπας ὁ βίος ἐν ἡδονῇ, τοῦ συνειδότος αὐτῷ στεφανουμένου, τῶν κυμάτων ἐστορεσμένων, οὐδενὸς οὐδαμόθεν ἐγγινο- μένου θορύβου. Ἐπεὶ οὖν οὗτος μᾶλλον ἐν ἡδονῇ, ὁ δὲ φιλήδονος ἐν ἀθυμίᾳ καὶ θορύβοις, φεύγωμεν ἀκο- λασίαν, ἀντεχώμεθα σωφροσύνης, ἵνα καὶ τῶν μελ- λόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.
ΟΜΙΛΙΑ ΛΗʹ.
Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὸ Εὐαγγέλιον, ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, δι' οὗ καὶ σώζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν.
αʹ. Ἀπαρτίσας τὸν περὶ τῶν πνευματικῶν λόγον, ἐπὶ τὸ πάντων ἀναγκαιότατον μεθίσταται, τὴν περὶ τῆς ἀναστάσεως ὑπόθεσιν· καὶ γὰρ ἐν τούτῳ σφόδρα ἐνόσουν. Καὶ καθάπερ ἐπὶ τῶν σωμάτων, ὅταν αὐτῶν ἅψηται τῶν στερεῶν ὁ πυρετὸς, λέγω τῶν νεύρων καὶ τῶν φλεβῶν καὶ τῶν πρώτων στοιχείων, ἀνίατον γίνεται τὸ κακὸν, ἂν μὴ πολλῆς ἀπολαύσῃ τῆς ἐπι- μελείας· οὕτω δὴ καὶ τότε γενέσθαι ἐκινδύνευεν. Ἐπὶ γὰρ αὐτὰ τῆς εὐσεβείας τὰ στοιχεῖα τὸ κακὸν ἐβά- διζε. ∆ιὸ καὶ πολλῇ τῇ σπουδῇ κέχρηται ὁ Παῦλος. Οὐδὲ γὰρ περὶ βίου λοιπὸν ὁ λόγος ἦν αὐτῷ, οὐδ' ὅτι ὁ μὲν ἐπόρνευεν, ὁ δὲ ἐπλεονέκτει, ὁ δὲ ὅτι κεκαλυμμένην εἶχε τὴν κεφαλὴν, ἀλλὰ περὶ αὐτὸ τῶν ἀγαθῶν τὸ κεφάλαιον· περὶ γὰρ τὴν ἀνάστασιν αὐτὴν ἐστασίαζον. Ἐπειδὴ γὰρ ἡ πᾶσα ἡμῶν ἐλπὶς αὕτη, πρὸς τοῦτο σφοδρῶς ἵστατο ὁ διάβολος, καὶ ποτὲ μὲν ἀνῄρει καθάπαξ αὐτὴν, ποτὲ δὲ ἔλεγεν ἤδη γεγονέναι· ὃ καὶ Τιμοθέῳ γράφων ὁ Παῦλος γάγ- γραιναν ἐκάλει τὸ πονηρὸν τοῦτο δόγμα, καὶ τοὺς εἰσάγοντας αὐτὸ ἔστιζε λέγων· Ὧν ἐστιν Ὑμέναιος καὶ Φιλητὸς, οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχη σαν, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσι τήν τινων πίστιν. Ποτὲ μὲν οὖν τοῦτο ἔλεγον, ποτὲ δὲ ὅτι τὸ σῶμα οὐκ ἀνίσταται, ἀλλὰ τῆς ψυχῆς ὁ καθαρμός ἐστιν ἡ ἀνάστασις. Ταῦτα δὲ ἔπειθε λέγειν ὁ πονηρὸς δαίμων ἐκεῖνος, οὐ τὴν ἀνάστασιν ἀνατρέψαι βουλόμενος μόνον, ἀλλὰ καὶ τὰ ὑπὲρ ἡμῶν γενόμενα ἅπαντα δεῖξαι μῦθον ὄντα. Εἰ γὰρ ἐπείσθησαν μὴ εἶναι σωμάτων ἀνάστα- σιν, μετὰ μικρὸν αὐτοὺς ἔπειθε μηδὲ Χριστὸν ἐγη- γέρθαι· ἀπὸ δὲ τούτου κἀκεῖνο εἰσῆγεν ὁδῷ βαδίζων, τὸ μὴ παραγεγονέναι μηδὲ πεποιηκέναι ἅπερ ἐποίησε. Τοιαύτη γὰρ ἡ τοῦ διαβόλου κακουργία. ∆ιὸ καὶ μεθ- οδείαν αὐτὴν καλεῖ ὁ Παῦλος, ὅτι οὐκ ἐξ εὐθείας ὃ βούλεται κατασκευάσαι δείκνυσιν, ὥστε μὴ γενέσθαι κατάφωρος, ἀλλ' ἕτερον ἑαυτῷ περιτιθεὶς προσ- ωπεῖον, ἕτερα τεκταίνει, καὶ καθάπερ πολέμιος καὶ κακοῦργος πόλει προσβαλὼν καὶ τείχεσι, κάτωθεν ὑπορύττει λανθάνων, ὥστε ταύτῃ γενέσθαι δυσφύ- λακτος, καὶ κατορθῶσαι ἅπερ ἐσπούδακε. ∆ιόπερ ἀεὶ τὰς τοιαύτας αὐτοῦ πάγας εὑρίσκων, καὶ τοὺς πονηροὺς τούτους θηρῶν λόχους ὁ θαυμαστὸς οὗτος καὶ μέγας ἀνὴρ, ἔλεγεν· Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Καὶ γὰρ ἐνταῦθα ὁλόκληρον ἀνακαλύπτει τὸν δόλον αὐτοῦ, καὶ πάντα δείκνυσι τὰ μηχανήματα, καὶ ὅσα βούλεται κατασκευάσαι προτίθησιν εἰς μέ- σον, μετὰ πολλῆς ἀκριβείας ἅπασιν ἐπιών. ∆ιὰ γὰρ τοῦτο καὶ ὕστερον τέθεικε τουτὶ τὸ κεφάλαιον τῶν ἄλλων, ἐπειδὴ καὶ σφόδρα ἀναγκαιότατον ἦν, καὶ τὰ ἡμέτερα συνέχον ἅπαντα. Καὶ σκόπει σύνεσιν· πρό- τερον γὰρ τοὺς οἰκείους ἀσφαλισάμενος, τότε ἐπεξ- έρχεται καὶ περαιτέρω τῷ λόγῳ, καὶ τοὺς ἔξωθεν ἐκ περιουσίας ἐπιστομίζει. Ἀσφαλίζεται δὲ τοὺς οἰ- κείους, οὐκ ἀπὸ λογισμῶν, ἀλλ' ἀπὸ τῶν ἤδη γεγε- νημένων, καὶ ἅπερ αὐτοὶ κατεδέξαντο καὶ ἐπίστευ- σαν γεγενῆσθαι· ὃ μάλιστα ἦν ἐντρεπτικὸν, καὶ ἱκανὸν αὐτοὺς κατασχεῖν. Εἰ γὰρ ἠβουλήθησαν ἀπι- στῆσαι μετὰ ταῦτα, οὐκέτι λοιπὸν τῷ Παύλῳ, ἀλλ' ἑαυτοῖς ἔμελλον ἀπιστεῖν· ὅπερ κατηγορία ἦν ἐκείνων τῶν ἅπαξ καταδεξαμένων καὶ μεταθεμένων. ∆ιὰ δὴ τοῦτο καὶ ἐντεῦθεν ἄρχεται, δεικνὺς ὅτι οὐκ ἄλλων δεῖται μαρτύρων εἰς τὸ δεῖξαι, ὅτι τἀληθῆ λέγει, ἀλλ' αὐτῶν ἐκείνων τῶν ἠπατημένων. Ἵνα δὲ ὃ λέγω σαφέστερον γένηται, αὐτῶν λοιπὸν ἀναγκαῖον ἀκοῦ- σαι τῶν ῥημάτων. Τίνα οὖν ταῦτά ἐστι; Γνωρίζω ὑμῖν, ἀδελφοὶ, φησὶ, τὸ Εὐαγγέλιον, ὃ εὐηγγελι- σάμην ὑμῖν. Εἶδες μεθ' ὅσης ἐπιεικείας ἄρχεται; εἶδες πῶς ἀπὸ τῆς ἀρχῆς ἔδειξεν, ὅτι οὐδὲν καινὸν εἰσάγει, οὐδὲ ξένον; Ὁ γὰρ γνωρίζων τὸ ἤδη γνω- σθὲν, εἶτα εἰς λήθην ἐμπεσὼν, γνωρίζει πάλιν εἰς μνήμην ἄγων. Καλέσας δὲ ἀδελφοὺς, οὐ μικρὰν καὶ ἐντεῦθεν προκατεβάλετο τῶν λεγομένων τὴν ἀπόδει- ξιν. Ἀδελφοὶ γὰρ οὐδαμόθεν ἐγενόμεθα, ἀλλ' ἢ ἀπὸ τῆς κατὰ σάρκα τοῦ Χριστοῦ οἰκονομίας. ∆ιὸ δὴ καὶ οὕτως αὐτοὺς ἐκάλεσεν, ὁμοῦ μὲν καταπραΰνων καὶ θεραπεύων, ὁμοῦ δὲ τῶν μυρίων ἀγαθῶν ἀναμιμνή- σκων. Καὶ τὸ ἑξῆς πάλιν τοῦ αὐτοῦ κατασκευαστικόν. Ποῖον δὴ τοῦτο; Τὸ Εὐαγγέλιον. Τῶν γὰρ Εὐαγγελίων τὸ κεφάλαιον ἐντεῦθεν ἔχει τὴν ἀρχὴν, ἀπὸ τοῦ τὸν Θεὸν γενέσθαι ἄνθρωπον, καὶ σταυρωθῆναι, καὶ ἀναστῆναι. Τοῦτο καὶ ὁ Γαβριὴλ εὐηγγελίζετο τῇ Παρθένῳ, τοῦτο καὶ οἱ προφῆται τῇ οἰκουμένῃ, τοῦτο καὶ οἱ ἀπόστολοι ἅπαντες. Ὃ καὶ εὐηγγελι- σάμην, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, δι' οὗ καὶ σώζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν, εἰ κατέχετε· ἐκτὸς εἰ μὴ εἰκῆ ἐπιστεύσατε. Εἶδες πῶς αὐτοὺς καλεῖ μάρτυρας τῶν εἰρημένων; Καὶ οὐ λέγει, Ὃ ἠκούσατε, ἀλλ', Ὃ παρελάβετε, ὥσπερ τινὰ παρακαταθήκην αὐτοὺς ἀπαιτῶν, καὶ δηλῶν ὅτι οὐ λόγῳ μόνον, ἀλλὰ καὶ δι' ἔργων καὶ σημείων καὶ θαυμάτων αὐτὸ παρέλαβον καὶ ἵνα κατέχωσι μετὰ ἀσφαλείας. βʹ. Εἶτα ἐπειδὴ τὰ παλαιὰ ἔλεγε, καὶ τὸν παρόντα ἐπέστησε χρόνον εἰπὼν, Ἐν ᾧ καὶ ἑστήκατε, προκα- ταλαμβάνων αὐτοὺς, ὡς μηδὲ, εἰ σφόδρα βουληθεῖεν, ἀρνήσασθαι δυνηθῆναι. ∆ιὸ καὶ ἀρχόμενος οὐκ εἶπε, ∆ιδάσκω ὑμᾶς, ἀλλὰ, Γνωρίζω ὑμῖν, τὸ ἤδη δῆλον γενόμενον. Καὶ πῶς τοὺς σαλευομένους ἑστάναι φησί; Προσποιεῖται ἄγνοιαν συμφερόντως· ὅπερ καὶ ἐπὶ Γαλατῶν ποιεῖ, ἀλλ' οὐχ ὁμοίως. Ἐπειδὴ γὰρ οὐκ ἦν ἄγνοιαν ἐκεῖ προσποιήσασθαι, ἑτέρως μεθοδεύει τὸν λόγον λέγων· Πέποιθα δὲ εἰς ὑμᾶς ἐν Κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε. Οὐκ εἶπεν, Ὅτι οὐδὲν ἄλλο ἐφρονήσατε, ἐπειδὴ ὡμολογημένον ἦν αὐτῶν τὸ παρά- πτωμα καὶ κατάδηλον, ἀλλὰ τὸ μέλλον ἐγγυᾶται· καί- τοι καὶ τοῦτο ἄδηλον· ἀλλ' ἵνα αὐτοὺς ἐφελκύσηται μειζόνως. Ἐνταῦθα μέντοι καὶ προσποιεῖται ἀγνοεῖν λέγων, Ἐν ᾧ καὶ ἑστήκατε. Εἶτα τὸ κέρδος, ∆ι' οὗ καὶ σώζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν. Ὥστε σαφηνείας ἐστὶν ἡ διδασκαλία αὕτη ἡ νῦν καὶ ἑρμηνείας. Οὐ γὰρ αὐτὸ δεῖσθε τὸ δόγμα, φησὶ, μαθεῖν, ἀλλ' ὑπομνησθῆναι καὶ διορθωθῆναι. Ταῦτα δὲ λέ- γει, οὐκ ἀφιεὶς αὐτοὺς ἀναισχυντῆσαι καθάπαξ. Τί δέ ἐστι, Τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν; Ποίῳ τρόπῳ εἶπον, φησὶ, τὴν ἀνάστασιν γίνεσθαι; Ὅτι μὲν γὰρ ἔστιν ἀνάστασις, οὐκ ἂν φαίην ὑμᾶς ἀμφιβάλ- λειν· ζητεῖτε δὲ ἴσως μαθεῖν σαφέστερον τὸ εἰρημέ- νον. Τοῦτο δὴ καὶ ποιήσω· καὶ γὰρ οἶδα σαφῶς, ὅτι τὸ δόγμα κατέχετε. Εἶτα ἐπειδὴ ἀποφαινόμενος ἔλε- γεν, Ἐν ᾧ καὶ ἑστήκατε, ἵνα μὴ ταύτῃ ῥᾳθυμοτέ- ρους ποιήσῃ, φοβεῖ πάλιν αὐτοὺς λέγων· Εἰ κατέχε- τε, ἐκτὸς εἰ μὴ εἰκῆ ἐπιστεύσατε· δεικνὺς ὅτι περὶ τὸ κεφάλαιον ἡ πληγὴ, καὶ οὐχ ὑπὲρ τῶν τυχόντων ὁ ἀγὼν, ἀλλ' ὑπὲρ ὁλοκλήρου τῆς πίστεως. Καὶ νῦν μὲν ὑπεσταλμένως αὐτό φησι, προϊὼν δὲ καὶ διαθερ- μαινόμενος, γυμνῇ λοιπὸν τῇ κεφαλῇ βοᾷ καὶ λέγει· Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κή- ρυγμα ἡμῶν, κενὴ δὲ καὶ ἡ πίστις ὑμῶν, ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν. Ἀλλ' ἐν προοιμίοις οὐχ οὕτως· οὕτω γὰρ χρήσιμον ἦν ἠρέμα καὶ κατὰ μικρὸν προϊέναι. Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον. Οὐ λέγει οὐδὲ ἐνταῦθα, ὅτι Εἶπον ὑμῖν, οὐδὲ, Ἐδίδαξα ὑμᾶς, ἀλλὰ τῇ αὐτῇ κέχρηται λέξει πάλιν, Παρέδωκα ὑμῖν, λέγων, ὃ καὶ παρέλαβον. Οὐδὲ ἐνταῦθα ἐμὲ διδαχθῆναί φησιν, ἀλλὰ, Παρέλα- βον· δύο ταῦτα κατασκευάζων, ὅτι τε οὐδὲν οἴκοθεν ἐπεισάγειν δεῖ, καὶ ὅτι μετὰ ἀποδείξεως τῆς διὰ τῶν ἔργων ἐπληροφορήθησαν, οὐ λόγοις ψιλοῖς· καὶ κατὰ μικρὸν ἀξιόπιστον τὸν λόγον ποιῶν, τὸ πᾶν εἰς τὸν Χριστὸν ἀνάγει, καὶ δείκνυσιν οὐδὲν τούτων ἀνθρώ- πινον ὂν τῶν δογμάτων. Τί δέ ἐστι, Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, φησίν; Ἐξ ἀρχῆς, οὐ νῦν. Ταῦτα δὲ λέγει τὸν χρόνον παράγων μάρτυρα, καὶ ὅτι ἐσχά- της ἦν αἰσχύνης τοσοῦτον χρόνον πεισθέντας νῦν μετατίθεσθαι· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ ὅτι καὶ ἀναγκαῖον τὸ δόγμα· διὸ καὶ ἐν πρώτοις παρεδόθη, καὶ ἐκ προοιμίων εὐθέως. Καὶ τί παρέδωκας; εἰπέ μοι. Ἀλλ' οὐ λέγει τοῦτο εὐθέως, ἀλλὰ πρῶτον, ὅτι παρέλαβον. Καὶ τί παρέλαβες; Ὅτι Χριστὸς ἀπ- έθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν. Οὐκ εἶπεν εὐ- θέως, ὅτι Ἀνάστασίς ἐστι τῶν σωμάτων ἡμῶν, ἀλλ' αὐτὸ μὲν οὖν τοῦτο κατασκευάζει, πόῤῥωθεν δὲ καὶ δι' ἑτέρων, λέγων, ὅτι Χριστὸς ἀπέθανε, καὶ μεγά- λην τινὰ κρηπῖδα καὶ θεμέλιον ἀῤῥαγῆ προκαταβαλ- λόμενος τοῦ περὶ τῆς ἀναστάσεως λόγου. Οὐδὲ γὰρ ἁπλῶς εἶπεν, ὅτι ἀπέθανεν ὁ Χριστὸς, καίτοι καὶ τοῦτο ἀρκοῦν δηλῶσαι τὴν ἀνάστασιν, ἀλλὰ μετὰ προσθήκης, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρ- τιῶν ἡμῶν. Πρῶτον δὲ ἄξιον ἀκοῦσαι τί λέγουσιν ἐνταῦθα οἱ τὰ Μανιχαίων νοσοῦντες, καὶ τῆς ἀληθείας ἐχθροὶ, καὶ τῇ οἰκείᾳ πολεμοῦντες σωτηρίᾳ. Τί οὖν οὗτοι λέ- γουσι; Θάνατον ἐνταῦθα, φησὶν, οὐδὲν ἄλλο λέγει ὁ Παῦλος, ἢ τὸ ἐν ἁμαρτίᾳ γενέσθαι, καὶ ἀνάστασιν τὸ τῶν ἁμαρτιῶν ἀπαλλαγῆναι. Εἶδες πῶς οὐδὲν πλάνης ἀσθενέστερον; Καὶ πῶς τοῖς οἰκείοις ἁλίσκεται πτε- ροῖς, καὶ οὐ δεῖται τῆς ἔξωθεν μάχης, ἀλλ' ἑαυτῇ περιπείρεται; Σκόπει γοῦν καὶ οὗτοι πῶς ἑαυτοὺς διέπειρον, δι' ὧν εἰρήκασιν. Εἰ γὰρ τοῦτο θάνατος, σῶμα δὲ οὐκ ἔλαβε καθ' ὑμᾶς ὁ Χριστὸς, ἀπέθανε δὲ, ἐν ἁμαρτίᾳ ἐγένετο καθ' ὑμᾶς. Ἐγὼ μὲν γὰρ λέγω ὅτι σῶμα ἀνέλαβε, καὶ τὸν θάνατον τῆς σαρκὸς εἶναί φησι· σὺ δὲ τοῦτο ἀρνούμενος, ἐκεῖνο ἀναγκα- σθήσῃ λέγειν. Εἰ δὲ ἐν ἁμαρτίᾳ ἐγένετο, πῶς φησι, Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; καὶ, Ἔρ- χεται ὁ τοῦ κόσμου τούτου ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν· καὶ πάλιν, Οὕτω πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Πῶς δὲ ὅλως ὑπὲρ ἁμαρτωλῶν ἀπέθανεν, εἴ γε αὐτὸς ἐν ἁμαρτίαις ἦν; Τὸν γὰρ ὑπὲρ ἁμαρτωλῶν ἀποθνήσκοντα, αὐτὸν ἀναμάρτητον δεῖ εἶναι· ἐπεὶ εἰ καὶ αὐτὸς ἁμαρτάνει, πῶς ὑπὲρ ἄλλων ἁμαρτωλῶν ἀποθανεῖται; Εἰ δὲ ὑπὲρ ἁμαρτιῶν ἄλλων ἀπέθανεν, ἀναμάρτητος ὢν ἀπέθα- νεν· εἰ δὲ ἀναμάρτητος ὢν ἀπέθανεν, οὐ τὸν τῆς ἁμαρτίας θάνατον (πῶς γὰρ, ὅ γε ἀναμάρτητος;), ἀλλὰ τὸν τοῦ σώματος. ∆ιὸ καὶ ὁ Παῦλος οὐχ ἁπλῶς εἶπεν· Ἀπέθανεν, ἀλλὰ προσέθηκεν, Ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν· καὶ ἄκοντας ἐκείνους ἐμβαλὼν εἰς τὸ ὁμολογῆσαι τὸν σωματικὸν θάνατον, καὶ δεικνὺς διὰ τούτου, ὅτι καὶ πρὸ τοῦ θανάτου ἀναμάρτητος ἦν. Τὸν γὰρ ὑπὲρ ἁμαρτιῶν ἀλλοτρίων ἀποθνήσκοντα, αὐτὸν ἀναμάρτητον εἶναι ἀκόλουθον. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλ' ἐπήγαγε, Κατὰ τὰς Γραφάς· καὶ ἐν- τεῦθεν ἀξιόπιστον πάλιν ποιῶν τὸν λόγον, καὶ δηλῶν ποῖον θάνατον ἔλεγε. Καὶ γὰρ αἱ Γραφαὶ τὸν τοῦ σώ- ματος ἀναγορεύουσι πανταχοῦ· Ὤρυξαν γάρ μου χεῖρας καὶ πόδας, φησί· καὶ, Ὄψονται εἰς ὃν ἐξεκέντησαν. γʹ. Καὶ πολλὰ δὲ ἕτερα, ἵνα μὴ πάντα καθ' ἓν λέ- γωμεν, τὰ μὲν διὰ ῥημάτων, τὰ δὲ διὰ τύπων ἔστιν ἐν αὐταῖς κείμενα ἰδεῖν δηλοῦντα τῆς σαρκὸς τὴν σφα- γήν· καὶ ὅτι ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ἐσφάγη. Ὑπὲρ γὰρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ μου, φησὶν, ἥκει εἰς θάνατον· καὶ, Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν· καὶ, Ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν. Εἰ δὲ οὐκ ἀνέχῃ τῆς Παλαιᾶς, ἄκουσον Ἰωάννου βοῶντος, καὶ ἀμφότερα δηλοῦντος, καὶ τὴν τοῦ σώματος σφαγὴν καὶ τὴν αἰτίαν· Ἴδε γὰρ, φησὶν, ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρ- τίαν τοῦ κόσμου· καὶ Παύλου λέγοντος, Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα Θεοῦ δικαιοσύνη ἐν αὐτῷ· καὶ πάλιν, Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· καὶ πάλιν, Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισε θριαμβεύσας· καὶ μυρία ἕτερα πλείονα δηλοῦντα τὰ κατὰ τὴν σφαγὴν τοῦ σώματος γενόμενα, καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν. Καὶ γὰρ αὐτός φησιν· Ὑπὲρ ὑμῶν ἁγιάζω ἐμαυτόν· καὶ, Ὁ ἄρχων τοῦ κόσμου τούτου κατακέκριται νῦν, δηλῶν ὅτι οὐκ ἔχων ἁμαρτίαν ἐσφάγη. Καὶ ὅτι ἐτάφη. Καὶ τοῦτο δὲ τῶν προτέρων κατασκευαστικόν· τὸ γὰρ θαπτόμενον, πάντως σῶμά ἐστι. Καὶ ἐνταῦθα οὐκέτι προστίθησι, Κατὰ τὰς Γραφάς· εἶχε μὲν γὰρ, πλὴν οὐ προστίθησι. Τίνος ἕνεκεν; Ἢ ὅτι ὁ τάφος ἅπασι δῆλος καὶ τότε καὶ νῦν· ἢ ὅτι κατὰ κοι- νοῦ κεῖται τὸ, Κατὰ τὰς Γραφάς. Τίνος οὖν ἕνεκεν ἐνταῦθα προστίθησι τὸ, Κατὰ τὰς Γραφάς; Καὶ ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφὰς, καὶ οὐκ ἀρκεῖται τῷ προτέρῳ τῷ κατὰ κοινοῦ εἰρημένῳ; Ὅτι καὶ τοῦτο τοῖς πολλοῖς ἄδηλον ἦν· διὸ κἀνταῦθα τὰς Γραφὰς παράγει ἐμπνευσθεὶς, τοῦτο ἐννοήσας τὸ σοφὸν καὶ θεῖον νόημα. Πῶς οὖν καὶ ἐπὶ τοῦ θανάτου οὐ τὸ αὐτὸ ποιεῖ; Ὅτι κἀκεῖ ὁ μὲν σταυρὸς πᾶσι κατάδηλος ἦν καὶ πάντων ὁρώντων ἀνεσκολοπίζετο· ἡ δὲ αἰτία, οὐκέτι ὁμοίως. Ὅτι μὲν γὰρ ἀπέθανε, πάντες ᾔδεσαν· ὅτι δὲ ὑπὲρ τῶν ἁμαρτιῶν τῆς οἰκου- μένης τοῦτο ἔπαθεν, οὐκέτι ὁμοίως ἠπίσταντο οἱ πολλοί. ∆ιὸ τὴν ἀπὸ τῶν Γραφῶν μαρτυρίαν παρ- άγει. Ἀλλὰ τοῦτο μὲν ἱκανῶς ἀποδέδεικται διὰ τῶν εἰρημένων ἡμῖν· ποῦ δὲ ὅτι ἐτάφη, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται εἰρήκασιν αἱ Γραφαί; ∆ιὰ τοῦ κατὰ τὸν Ἰωνᾶν τύπου, ὃν καὶ αὐτὸς παράγει λέγων· Ὥσπερ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέ- ρας καὶ τρεῖς νύκτας· καὶ διὰ τοῦ βάτου τοῦ ἐν τῇ ἐρήμῳ. Ὥσπερ γὰρ ἐκεῖνος ἐκαίετο, καὶ οὐ κατ- εκαίετο, οὕτω καὶ τὸ σῶμα ἐκεῖνο ἀπέθανε μὲν, οὐ κατεσχέθη δὲ ὑπὸ τοῦ θανάτου διηνεκῶς. Καὶ ὁ δρά- κων δὲ ὁ ἐπὶ τοῦ ∆ανιὴλ τοῦτο αἰνίττεται. Καθάπερ γὰρ ἐκεῖνος λαβὼν τὴν τροφὴν, ἣν ἔδωκεν ὁ προφή- της, μέσος ἐῤῥάγη· οὕτω καὶ ὁ ᾅδης, καταπιὼν τὸ σῶμα ἐκεῖνο, διεσχίσθη, τοῦ σώματος αὐτοῦ διατε- μόντος αὐτῷ τὴν νηδὺν, καὶ ἀναστάντος. Εἰ δὲ καὶ διὰ ῥημάτων θέλεις ἀκοῦσαι ταῦτα, ἃ διὰ τῶν τύπων εἶδες, ἄκουσον τοῦ Ἡσαΐου λέγοντος, ὅτι Αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ· καὶ, Κύριος βούλεται καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς, δεῖξαι αὐτῷ φῶς· καὶ τοῦ ∆αυῒδ πρὸ ἐκείνου Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. ∆ιὰ τοῦτό σε καὶ ὁ Παῦλος παραπέμπει εἰς τὰς Γραφὰς, ἵνα μάθῃς ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῆ ταῦτα ἐγένετο. Πῶς γὰρ τοσούτων προφητῶν προδιαγραφόντων αὐτὰ καὶ ἀνακηρυττόν- των, ὅτι οὐδαμοῦ ἡ Γραφὴ τὸν τῆς ἁμαρτίας θάνα- τον λέγει, τοῦ ∆εσποτικοῦ μεμνημένη θανάτου, ἀλλὰ τὸν σωματικὸν, καὶ ταφὴν καὶ ἀνάστασιν τοιαύτην; Καὶ ὅτι ὤφθη Κηφᾷ. Εὐθέως τὸν πάντων ἀξιοπιστό- τερον τίθησιν. Ἔπειτα τοῖς δώδεκα· ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι, τινὲς δὲ καὶ ἐκοιμή- θησαν· ἔπειτα Ἰακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶ- σιν· ἔσχατον δὲ πάντων, ὡσπερεὶ τῷ ἐκτρώματι, ὤφθη κἀμοί. Ἐπειδὴ γὰρ τὴν ἀπὸ τῶν Γραφῶν ἀπό δειξιν εἶπε, προστίθησι καὶ τὴν διὰ τῶν πραγμάτων, μάρτυρας παράγων τῆς ἀναστάσεως μετὰ τοὺς προ- φήτας τοὺς ἀποστόλους καὶ ἑτέρους πιστοὺς ἀνθρώ πους. Εἰ δὲ τὴν ἀνάστασιν ἐκείνην ἔλεγε τὴν τῆς ἁμαρτίας ἀπαλλαγὴν, περιττῶς ἔλεγεν, Ὤφθη τῷ δεῖνι καὶ τῷ δεῖνι. Τοῦτο γὰρ πιστουμένου τὴν τοῦ σώματος ἀνάστασίν ἐστιν, οὐχ ἁμαρτημάτων ἀπαλ- λαγὴν αἰνιττομένου. δʹ. ∆ιὸ οὐδὲ ἅπαξ εἶπε τὸ, Ὤφθη, καίτοι γε ἤρκει κατὰ κοινοῦ θέντα τὴν λέξιν· νῦν δὲ καὶ δὶς καὶ τρὶς καὶ ἐφ' ἑκάστῳ σχεδὸν τῶν ἑωρακότων αὐτὴν τίθησιν. Ὤφθη γὰρ, φησὶ, Κηφᾷ, ὤφθη ἐπάνω πεντακο- σίοις ἀδελφοῖς, ὤφθη κἀμοί. Καὶ μὴν τὸ Εὐαγγέ- λιον τοὐναντίον λέγει, ὅτι τῇ Μαρίᾳ πρώτῃ. Ἀλλ' ἐν ἀνδράσι τούτῳ πρώτῳ, τῷ μάλιστα αὐτὸν πο- θοῦντι ἰδεῖν. Ποίοις δὲ δώδεκα ἐνταῦθά φησιν ἀπο- στόλοις; μετὰ γὰρ τὴν ἀνάληψιν ὁ Ματθίας κατελέγη, οὐ μετὰ τὴν ἀνάστασιν εὐθέως. Ἀλλ' εἰκὸς αὐτὸν καὶ μετὰ τὴν ἀνάληψιν ὦφθαι. Αὐτὸς γοῦν οὗτος ὁ ἀπόστολος μετὰ τὴν ἀνάληψιν καὶ ἐκλήθη, καὶ εἶδεν αὐτόν. ∆ιὰ τοῦτο οὐδὲ τὸν καιρὸν τίθησιν, ἀλλ' ἁπλῶς καὶ ἀδιορίστως καταλέγει τὰς ὄψεις· καὶ γὰρ εἰκὸς πολλὰς γεγενῆσθαι· διὸ καὶ ὁ Ἰωάννης ἔλεγε, Τρίτον τοῦτο ἐνεφάνισεν ἑαυτόν. Ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς. Τινὲς τὸ, Ἐπάνω, ἄνω ἐκ τῶν οὐρανῶν εἶναί φασιν. Οὐ γὰρ ἐπὶ γῆς βαδίζων, ἀλλ' ἄνω, καὶ ὑπὲρ κεφαλῆς αὐτοῖς ὤφθη. Καὶ γὰρ οὐχὶ τὴν ἀνάστασιν πιστώσασθαι ἐβούλετο μόνον, ἀλλὰ καὶ τὴν ἀνάληψιν. Τινὲς δὲ λέγουσι τὸ, Ἐπάνω πεντακοσίοις, τοῖς πλείοσιν ἢ πεντακο- σίοις. Ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι. Εἰ γὰρ καὶ παλαιὰ διηγοῦμαι πράγματα, φησὶν, ἀλλ' ἔχω μάρτυρας ἔτι ζῶντας. Τινὲς δὲ καὶ ἐκοιμήθη- σαν. Οὐκ εἶπεν, Ἀπέθανον, ἀλλ', Ἐκοιμήθησαν, καὶ ταύτῃ τῇ λέξει πάλιν τὴν ἀνάστασιν βεβαιῶν. Ἔπειτα ὤφθη Ἰακώβῳ. Ἐμοὶ δοκεῖ, τῷ ἀδελφῷ τῷἑαυτοῦ· αὐτὸς γὰρ αὐτὸν λέγεται κεχειροτονηκέναι, καὶ ἐπίσκοπον ἐν Ἱεροσολύμοις πεποιηκέναι πρῶτον. Εἶτα τοῖς ἀποστόλοις πᾶσιν. Ἦσαν γὰρ καὶ ἄλλοι ἀπόστολοι, ὡς οἱ ἑβδομήκοντα. Ἔσχατον δὲ πάν- των, ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί. Τοῦτο μετριοφροσύνης μᾶλλόν ἐστι τὸ ῥῆμα. Οὐδὲ γὰρ ἐπειδὴ ἐλάχιστος ἦν, διὰ τοῦτο μετὰ τοὺς ἄλλους αὐτῷ ὤφθη· ἐπεὶ κἂν ἔσχατον ἐκάλεσε, πολλῶν τῶν πρὸ αὐτοῦ, μᾶλλον δὲ πάντων λαμπρότερος ὤφθη· καὶ οἱ πεντακόσιοι δὲ ἀδελφοὶ οὐ δήπου Ἰακώβου βελτίους ἦσαν, ἐπειδὴ πρὸ ἐκείνου αὐτοῖς ὤφθη. Καὶ διὰ τί οὐχ ὁμοῦ πᾶσιν ἑωρᾶτο; Ἵνα προκαταβάλῃ τῆς πίστεως τὰ σπέρματα. Ὁ γὰρ πρῶτος ἰδὼν καὶ ἀκριβῶς πληροφορηθεὶς, τοῖς ἄλλοις ἀπήγγελλεν· εἶτα ὁ λόγος προφθάνων, ἐν προσδοκίᾳ καθίστη τοῦ μεγάλου τούτου θαύματος τὸν ἀκούοντα, καὶ προωδοποίει τῇ τῆς ὄψεως πίστει. ∆ιὰ τοῦτο οὔτε ὁμοῦ πᾶσιν ὤφθη, οὔτε ἐν ἀρχῇ πλείοσιν, ἀλλ' ἑνὶ μόνῳ πρῶτον, καὶ τούτῳ τῷ κορυφαίῳ πάντων καὶ πιστοτάτῳ. Καὶ γὰρ πιστοτάτης σφόδρα ἔδει ψυχῆς τῆς πρώτης δεχομένης ταύτην τὴν ὄψιν. Οἱ μὲν γὰρ μετὰ τὸ ἑτέρους ἰδεῖν καὶ ἀκοῦσαι, παρ' αὐτῶν βλέποντες, εἶχον οὐ μικρὰν συντελοῦσαν εἰς τὴν πίστιν αὐτοῖς τὴν ἐκείνων μαρτυρίαν, καὶ προ παρασκευάζουσαν αὐτῶν τὴν διάνοιαν· ὁ δὲ πρῶτος καταξιωθεὶς τοῦτον ἰδεῖν, πολλῆς, ὅπερ ἔφθην εἰπὼν, ἐδεῖτο τῆς πίστεως, ὥστε μὴ θορυβηθῆναι τῷ παρα δόξῳ τῆς θέας. ∆ιὰ τοῦτο Πέτρῳ φαίνεται πρῶτον. Ὁ γὰρ πρῶτος αὐτὸν ὁμολογήσας Χριστὸν, εἰκότως καὶ τὴν ἀνάστασιν ἠξιώθη πρῶτος ἰδεῖν. Οὐ διὰ τοῦτο δὲ φαίνεται πρώτῳ μόνῳ, ἀλλ', ἐπειδὴ καὶ ἀρνησάμενος ἦν, ἐκ περιουσίας αὐτὸν παρακαλῶν καὶ δεικνὺς ὅτι οὐκ ἀπέγνωσται, πρὸ τῶν ἄλλων καὶ τῆς ὄψεως αὐτὸν ταύτης κατηξίωσε, καὶ πρώτῳ τὰ πρόβατα ἐνεχείρισε. ∆ιὰ τοῦτο καὶ γυναιξὶν ἐφάνη πρώταις. Ἐπειδὴ τὸ γένος ἠλάττωται τοῦτο, διὰ τοῦτο καὶ ἐν τῇ γεννήσει καὶ ἐν τῇ ἀναστάσει πρώτη αὐτὴ αἰσθάνεται τῆς χάριτος. Μετὰ δὲ Πέτρον καὶ διεσπαρμένως ἑκάστῳ φαίνεται, καὶ ποτὲ μὲν ἐλάτ- τοσι, ποτὲ δὲ πλείοσιν, ἀλλήλων αὐτοὺς μάρτυρας καὶ διδασκάλους ἐν τούτῳ ποιῶν, καὶ τοὺς ἀποστό- λους ἀξιοπίστους κατασκευάζων ἐν οἷς ἔλεγον· Ἔσχατον δὲ πάντων, ὡσπερεὶ τῷ ἐκτρώματι, ὤφθη κἀμοί. Τί βούλεται αὐτῷ ἐνταῦθα τῆς ταπεινο- φροσύνης τὰ ῥήματα, ἢ ποῖον ἔχει καιρόν; Εἰ γὰρ ἀξιόπιστον ἑαυτὸν ἀποφῆναι βούλεται καὶ ἐγκαταλέ- ξαι τοῖς μάρτυσι τῆς ἀναστάσεως, τοὐναντίον ἢ βού- λεται ποιεῖ· ἐπᾶραι γὰρ ἑαυτὸν ἔδει καὶ δεῖξαι μέ- γαν ὄντα, ὃ πολλαχοῦ ποιεῖ καιροῦ καλοῦντος αὐτό. ∆ιὰ τοῦτο γὰρ καὶ ἐνταῦθα μετριάζει, ἐπειδὴ τοῦτο μέλλει ποιεῖν· ἀλλ' οὐκ εὐθέως, ἀλλὰ μετὰ τῆς αὐτῷ πρεπούσης συνέσεως. Πρότερον γὰρ μετριάσας καὶ κατηγορίας ἑαυτοῦ συμφορήσας πολλὰς, τότε τὰ καθ' ἑαυτὸν σεμνύνει. Τί δήποτε; Ἵν', ὅταν τὸ μέγα καὶ ὑψηλὸν ἐκεῖνο περὶ ἑαυτοῦ φθέγξηται, τὸ, Πε- ρισσότερον πάντων ἐκοπίασα, εὐπαράδεκτος ὁ λό- γος γένηται ταύτῃ, καὶ τῷ ὡς ἐξ ἀκολουθίας τινὸς, ἀλλὰ μὴ προηγουμένως εἰρῆσθαι. ∆ιὰ τοῦτο καὶ Τι- μοθέῳ γράφων, καὶ μέλλων λέγειν μεγάλα περὶ ἑαυ- τοῦ, πρότερον τὰ κατηγορήματα αὐτοῦ τίθησι. Καὶ γὰρ ὁ μὲν περὶ ἄλλων τι μέγα λέγων, ἀδεῶς φθέγγε- ται καὶ μετὰ παῤῥησίας· ὁ δὲ ἑαυτὸν ἀναγκαζόμενος ἐπαινεῖν, καὶ μάλιστα ὅταν καὶ μάρτυρα ἑαυτὸν καλῇ, αἰσχύνεται καὶ ἐρυθριᾷ· διὰ δὴ τοῦτο καὶ ὁ μακάριος οὗτος πρότερον ἑαυτὸν ταλανίζει, καὶ τότε τὸ μέγα ἐκεῖνο φθέγγεται. Ποιεῖ δὲ τοῦτο, τό τε ἐπαχθὲς τῆς περιαυτολογίας ὑποτεμνόμενος, καὶ τὰ μετὰ ταῦτα ῥηθησόμενα ἀξιόπιστα ἐντεῦθεν ποιῶν. Ὁ γὰρ μετὰ ἀληθείας τὰ ἐπονείδιστα θεὶς, καὶ μηδὲν αὐτῶν ἀπο- κρυψάμενος, οἷον ὅτι τὴν Ἐκκλησίαν ἐδίωξεν, ὅτι τὴν πίστιν ἐπόρθησε, καὶ τὰ σεμνὰ ἐντεῦθεν ἀνύπ- οπτα ποιεῖ. εʹ. Καὶ σκόπει ταπεινοφροσύνης ὑπερβολήν. Εἰπὼν γὰρ, Ἔσχατον δὲ πάντων ἐμοὶ ὤφθη, οὐκ ἠρκέσθη τούτῳ· Πολλοὶ γὰρ ἔσχατοι πρῶτοι, φησὶ, καὶ πρῶτοι ἔσχατοι. ∆ιὰ τοῦτο προσέθηκεν. Ὡσ- περεὶ τῷ ἐκτρώματι. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ καὶ τὴν οἰκείαν κρίσιν προστίθησι καὶ μετὰ αἰτίας λέγων· Ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστό- λων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, ὅτι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Καὶ οὐκ εἶπε, Τῶν δώδεκα μόνων, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάν- των. Ταῦτα δὲ πάντα ὁμοῦ μὲν μετριάζων ἔλεγεν, ὁμοῦ δὲ καὶ οὕτω διακείμενος, ὅπερ ἔφην, καὶ τὸ μέλλον ῥηθήσεσθαι προδιοικούμενος καὶ εὐπαράδε- κτον μᾶλλον ποιῶν. Εἰ μὲν γὰρ παρελθὼν εἶπεν, Ὀφείλετέ μοι πιστεῦσαι, ὅτι ἀνέστη ὁ Χριστός· εἶ- δον γὰρ αὐτὸν, καὶ πάντων ἀξιοπιστότερός εἰμι, ἅτε πλέον καμὼν, κἂν προσέστη τοῖς ἀκούουσι τὸ λεγό- μενον· νυνὶ δὲ τοῖς ταπεινοῖς ἐνδιατρίψας πρῶτον καὶ τοῖς κατηγορίαν ἔχουσι, τό τε τραχὺ τῆς τοιαύ- της διηγήσεως ὑπετέμνετο, καὶ τῇ πίστει τῆς μαρτυ- ρίας προωδοποίησε. ∆ιὰ δὴ τοῦτο οὐδὲ ἁπλῶς, ὅπερ ἔφην, ἀποφαίνεται ἔσχατον ἑαυτὸν εἶναι, καὶ τῆς προσηγορίας τῶν ἀποστόλων ἀνάξιον, ἀλλὰ καὶ τὴν αἰτίαν τίθησι λέγων· Ὅτι ἐδίωξα τὴν Ἐκκλησίαν. Καὶ μὴν ἀφείθη πάντα ἐκεῖνα, ἀλλ' ὅμως αὐτὸς οὐ- δέποτε αὐτῶν ἐπιλέλησται, τὸ μέγεθος τῆς χάριτος δεῖξαι βουλόμενος· διὸ καὶ ἐπάγει λέγων· Χάριτι δὲ Θεοῦ εἰμι ὅ εἰμι. Εἶδες πάλιν ἑτέρας ταπεινοφρο- σύνης ὑπερβολήν; Τὰ μὲν γὰρ ἐλαττώματα ἑαυτῷ λογίζεται· τῶν δὲ κατορθωμάτων οὐδὲν, ἀλλὰ πάντα ἀνατίθησι τῷ Θεῷ. Εἶτα, ἵνα μὴ τὸν ἀκροατὴν ἐν τεῦθεν ὕπτιον ποιήσῃ, φησί· Καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ γέγονε. Καὶ τοῦτο πάλιν ὑπεσταλ- μένως. Οὐ γὰρ εἶπεν, Ἀξίαν τῆς χάριτος ἐπεδειξά- μην σπουδὴν, ἀλλ' ὅτι Οὐ κενὴ γέγονεν. Ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα. Οὐκ εἶπεν, Ἐτιμήθην, ἀλλ', Ἐκοπίασα, καὶ κιν-δύνους καὶ θανάτους ἔχων εἰπεῖν, τῷ ὀνόματι τοῦ κόπου πάλιν ὑποτέμνεται τὸ εἰρημένον. Εἶτα πάλιν τῇ συνήθει κεχρημένος ταπεινοφροσύνῃ, καὶ τοῦτο ταχέως παρέδραμε, καὶ τὸ πᾶν ἀνέθηκε τῷ Θεῷ λέ- γων· Οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. Τί ταύτης θαυμαστότερον γένοιτ' ἂν τῆς ψυ- χῆς; ∆ιὰ γὰρ τοσούτων ἑαυτὸν καθελὼν, καὶ ἕν τι μόνον ὑψηλὸν φθεγξάμενος, οὐδὲ τοῦτο αὑτοῦ φησιν εἶναι, πανταχόθεν περιστέλλων, ἀπό τε τῶν ἔμπρο- σθεν, ἀπό τε τῶν μετὰ ταῦτα τὸ ὑψηλὸν τοῦτο ῥῆμα, καὶ ταῦτα ἐξ ἀνάγκης ἐλθὼν ἐπ' αὐτό. Σκόπει δὲ πῶς ἐπιδαψιλεύεται τοῖς τῆς ταπεινοφροσύνης ῥήμασι. Καὶ γὰρ, Ἐσχάτῳ μοι ὤφθη πάντων, φησί· διὸ οὐδὲ μεθ' ἑαυτοῦ τινα ἄλλον τίθησι· καὶ, Ὡσπερεὶ τῷ ἐκτρώματι, καὶ ἐλάχιστον ἑαυτὸν τῶν ἀποστόλων εἶναί φησι, καὶ οὐδὲ τῆς προσηγορίας ταύτης ἄξιον. Καὶ οὐδὲ τούτοις ἠρκέσθη, ἀλλ' ἵνα μὴ δόξῃ ῥήμασι ταπεινοφρονεῖν, καὶ αἰτίας τίθησι καὶ ἀποδείξεις, τοῦ μὲν ἔκτρωμα εἶναι τὸ ὕστερον αὐτὸν ἰδεῖν τὸν Ἰησοῦν, τοῦ δὲ καὶ τῆς προσηγορίας ἀνάξιον εἶναι τῶν ἀποστόλων τὸ διῶξαι τὴν Ἐκκλησίαν. Ὁ μὲν γὰρ ἁπλῶς ταπεινοφρονῶν, τοῦτο οὐ ποιεῖ· ὁ δὲ καὶ τὰς αἰτίας τιθεὶς, ἀπὸ συντετριμμένης διανοίας ἅπαντα φθέγγεται. ∆ιὸ καὶ ἀλλαχοῦ τῶν αὐτῶν τού- των μέμνηται, λέγων· Χάριν δὲ ἔχω τῷ ἐνδυναμώ σαντί με Χριστῷ, ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν, τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν. Τίνος δὲ ἕνεκεν καὶ αὐτὸ τὸ ὑψηλὸν τοῦτο ἐφθέγξατο, τὸ, Περισσότερον αὐτῶν ἐκοπίασα; Τὸν καιρὸν ἑώρα καταναγκάζοντα. Εἰ μὴ γὰρ τοῦτο εἶπεν, ἀλλὰ μόνον ἑαυτὸν ἐξηυτέ- λισε, πῶς ἠδύνατο μετὰ παῤῥησίας εἰς μαρτυρίαν ἑαυτὸν καλεῖν, καὶ μετὰ τῶν ἄλλων ἀριθμεῖν καὶ λέ- γειν, Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσο- μεν; Τὸν γὰρ μάρτυρα ἀξιόπιστον εἶναι δεῖ καὶ μέ- γαν. Πῶς δὲ καὶ περισσότερον αὐτῶν ἐκοπίασεν, ἔδειξεν ἀνωτέρω, λέγων· Ἢ οὐκ ἔχομεν ἐξουσίαν τοῦ φαγεῖν καὶ πιεῖν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι; καὶ πάλιν, Ἐγενόμην τοῖς ἀνόμοις ὡς ἄνομος. Καὶ γὰρ ὅπου ἀκρίβειαν ἐπιδείξασθαι ἔδει, πάντας ὑπερηκόντισε· καὶ ὅπου συγκαταβῆναι ἐχρῆν, τὴν αὐτὴν πάλιν ὑπερβολὴν ἐπεδείξατο. Τινὲς δέ φασι τὸ εἰς ἔθνη ἀπεστάλθαι καὶ τὸ πλεῖον τῆς οἰκουμένης μέρος ἐπιδραμεῖν. Ὅθεν δῆλον ὅτι καὶ πλείονος ἀπ- έλαυσε χάριτος. Εἰ γὰρ πλεῖον ἐκοπίασε, πλείων ἦν καὶ ἡ χάρις πλείονος δὲ ἀπέλαυσε χάριτος, ἐπειδὴ καὶ πλείονα ἐπεδείξατο σπουδήν. Εἶδες πῶς, καὶ δι' ὧν φιλονεικεῖ καὶ βιάζεται συσκιάζειν τὰ καθ' ἑαυ- τὸν, πάντων δείκνυται πρῶτος ὤν; ʹ. Ταῦτα καὶ ἡμεῖς ἀκούοντες, τὰ μὲν ἐλαττώματα ἡμῶν ἐκπομπεύωμεν, τὰ δὲ κατορθώματα σιγῶμεν· κἂν καιρὸς καταναγκάζῃ, συνεσταλμένως αὐτὰ λέγω- μεν, καὶ τὸ πᾶν τῇ χάριτι λογιζώμεθα· ὃ δὴ καὶ αὐ- τὸς ποιεῖ, ἄνω καὶ κάτω τὸν μὲν πρῶτον αὑτοῦ στίζων βίον, τὰ δὲ μετὰ ταῦτα τῇ χάριτι λογιζόμενος, ἵνα τοῦ Θεοῦ δείξῃ τὴν φιλανθρωπίαν πάντοθεν, ὅτι τοι- οῦτον ὄντα ἔσωσε, καὶ σωθέντα πάλιν τοιοῦτον εἰρ- γάσατο. Μηδεὶς τοίνυν τῶν ἐν κακίᾳ ὄντων ἀπογινω- σκέτω, μηδεὶς τῶν ἐν ἀρετῇ θαῤῥείτω, ἀλλὰ κἀκεῖνος ἔστω περιδεὴς, καὶ οὗτος πρόθυμος. Οὔτε γὰρ ῥᾳθυ- μῶν τις ἱκανὸς ἔσται μεῖναι ἐν ἀρετῇ, οὔτε σπουδά- ζων, ἀσθενὴς πρὸς τὸ διαφυγεῖν κακίαν. Καὶ τούτων ἀμφοτέρων ὑπόδειγμα ὁ μακάριος ∆αυῒδ, ἡνίκα μι- κρὸν ἐνύσταξε, καταπεσὼν μέγα· καὶ ἡνίκα κατενύγη, πάλιν πρὸς τὸ πρότερον ὕψος ἀναδραμών. Καὶ γὰρ ἀμφότερα ἐξ ἴσης κακὰ, καὶ τὸ ἀπογινώσκειν καὶ τὸ ῥᾳθυμεῖν· τὸ μὲν γὰρ καθαιρεῖ ταχέως ἀπ' αὐ τῆς τῶν οὐρανῶν τῆς ἁψῖδος, τὸ δὲ, ἀναστῆναι τὸν κείμενον οὐκ ἀφίησι. ∆ιὸ πρὸς ἐκεῖνον μὲν ἔλεγεν ὁ Παῦλος· Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· πρὸς δὲ τοῦτον, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν· καὶ πάλιν, Τὰς παρειμένας χεῖρας, καὶ τὰ παρα- λελυμένα γόνατα ἀνορθώσατε. Καὶ τὸν πεπορνευ- κότα δὲ μετανοήσαντα, διὰ τοῦτο ἀνακτᾶται ταχέως, ἵνα μὴ τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Τί τοίνυν ἐπὶ τοῖς ἄλλοις ἀθυμεῖς, ὦ ἄνθρωπε; Εἰ γὰρ ἐπὶ ἁμαρτήμασιν, ἔνθα χρήσιμον ἡ λύπη μόνον, ἡ ἀμετρία πολλὴν ἐργάζεται βλάβην, πολλῷ μᾶλλον ἐπὶ τοῖς ἄλλοις. Τίνος γὰρ ἕνεκεν ἀλγεῖς; ὅτι χρή- ματα ἀπώλεσας; Ἀλλ' ἐννόησον τοὺς οὐδὲ ἄρτου κορεννυμένους, καὶ ταχίστην λήψῃ παραμυθίαν. Καὶ ἐφ' ἑκάστῳ δὲ τῶν δεινῶν μὴ τὰ συμβάντα θρήνει, ἀλλ' ὑπὲρ τῶν μὴ συμβάντων χαλεπῶν εὐχαρίστει. Ἔσχες χρήματα, καὶ ἀπέβαλες; Μὴ δακρύσῃς ὑπὲρ τῆς ζημίας, ἀλλ' εὐχαρίστησον ὑπὲρ τοῦ χρόνου, οὗ ταῦτα ἐκαρπώσω· εἰπὲ κατὰ τὸν Ἰὼβ, Εἰ τὰ μὲν ἀγαθὰ ἐδεξάμεθα παρὰ Κυρίου, τὰ δὲ κακὰ οὐχ ὑποίσομεν; Μετὰ δὲ τούτου κἀκεῖνο λογίζου, ὅτι εἰ καὶ χρήματα ἀπέβαλες, ἀλλὰ τὸ σῶμά σου τέως ὑγιὲς ἔχεις, καὶ οὐ θρηνεῖς μετὰ τῆς πενίας καὶ τὴν τού- του πήρωσιν. Ἀλλὰ καὶ τὸ σῶμά σου λώβην τινὰ ὑπέμεινεν; Ἀλλ' οὐχ οὗτος τῶν ἀνθρωπίνων κακῶν ὁ πυθμὴν, ἀλλ' ἐν τῷ μέσῳ τοῦ πίθου φέρῃ τέως. Πολλοὶ γὰρ μετὰ πενίας καὶ λώβης καὶ δαίμονι πα- λαίουσι καὶ ἐν ἐρήμοις πλανῶνται· ἄλλοι πάλιν τού- των ἕτερα χαλεπώτερα ὑπομένουσι. Μὴ γὰρ δὴ γέ- νοιτο ἡμᾶς πάντα παθεῖν, ὅσα δυνατὸν ἐνεγκεῖν. Ταῦτ' οὖν ἀεὶ λογιζόμενος, τοὺς τὰ χαλεπώτερα πάσχοντας ἐννόει, καὶ μηδενὶ τούτων ἄλγει· ἀλλ' ὅταν ἁμάρτῃς, τότε μόνον στέναξον, τότε δάκρυσον· οὐ κωλύω, ἀλλὰ καὶ προτρέπω μᾶλλον· καὶ τότε δὲ μετὰ συμμετρίας, ἐννοῶν ὅτι ἔστιν ἐπάνοδος, ἔστι καταλλαγή. Ἀλλ' ὁρᾷς ἑτέρους τρυφῶντας, σαυτὸν δὲ ἐν πενίᾳ, καὶ ἕτερον ἐν λαμπροῖς ἱματίοις, καὶ ἐν περιφανείᾳ; Ἀλλὰ μὴ ταῦτα μόνον σκόπει, ἀλλὰ καὶ τὰ ἐκ τού- των λυπηρά. Καὶ ἐπὶ τῆς πενίας δὲ μὴ τὴν πτωχείαν μόνον, ἀλλὰ καὶ τὴν ἐντεῦθεν ἡδονὴν ἀναλο- γίζου. Ὁ μὲν γὰρ πλοῦτος τὸ μὲν προσωπεῖον ἔχει φαι- δρὸν, τὰ δὲ ἔνδον ζόφου γέμοντα· ἡ δὲ πενία τοὐν- αντίον· κἂν τὸ ἑκάστου συνειδὸς ἀναπτύξῃς, ἐν μὲν τῇ τοῦ πένητος ψυχῇ πολλὴν τὴν ἄδειαν ὄψει καὶ τὴν ἐλευθερίαν· ἐν δὲ τῇ τοῦ πλουτοῦντος θορύβους, τα- ραχὰς, κύματα. Εἰ δὲ ἀλγεῖς ὁρῶν αὐτὸν πλουτοῦντα, κἀκεῖνος πολλῷ σοῦ πλέον ἀλγεῖ τὸν αὑτοῦ πλουσιώ- τερον θεώμενος· καὶ καθάπερ σὺ τοῦτον δέδοικας, οὕτω κἀκεῖνος ἄλλον, καὶ οὐδέν σου πλεονεκτεῖ κατὰ τοῦτο. Ἀλλ' ἄρχοντα ὁρῶν ἀλγεῖς, ὅτι ἰδιώτης σὺ, καὶ τῶν ἀρχομένων. Ἀλλ' ἐννόει καὶ τῆς διαδοχῆς τὴν ἡμέραν, καὶ πρὸ τῆς ἡμέρας δὲ ἐκείνης τοὺς θορύβους, τοὺς κινδύνους, τοὺς πόνους, τὰς κολακείας, τὰς ἀγρυπνίας, τὰς ταλαιπωρίας πάσας. Καὶ ταῦτα πρὸς τοὺς οὐκ ἐθέλοντας φιλοσοφεῖν λέγομεν· ὡς ἐὰν τοῦτο εἰδῇς, ἀφ' ἑτέρων σε μειζόνων δυνάμεθα παρακαλέσαι· τέως δὲ ἀπὸ τῶν παχυτέρων ἀνάγκη πρὸς σὲ διαλέγεσθαι. Ὅταν τοίνυν ἴδῃς πλουτοῦντα, τὸν ἐκείνου πλουσιώτερον ἐννόει, καὶ ὄψει τοῦτον ἐν οἷς καὶ σύ. Μετὰ δὲ τοῦτον καὶ τὸν σαυτοῦ πενέστε- ρον σκόπει, καὶ πόσοι πεινῶντες ἐκοιμήθησαν, καὶ οὐσίας πατρῴας ἀπέβαλον, καὶ δεσμωτήριον οἰκοῦσι, καὶ θάνατον καθ' ἑκάστην εὔχονται τὴν ἡμέραν. Οὔτε γὰρ ἀθυμίαν πενία, οὔτε ἡδονὴν τίκτει πλοῦτος, ἀλλὰ καὶ τοῦτο κἀκεῖνο λογισμὸς ὑμῖν ἐμποιεῖν εἴωθε. Σκόπει δὲ ἀρχόμενος κάτωθεν· ὁ κοπρώνης ἀλγεῖ καὶ ὀδυνᾶται, ὅτι μὴ ἀπήλλακται τοῦ ταλαιπώρου καὶ ἐπονειδίστου εἶναι δοκοῦντος ἐπιτηδεύματος τούτου· ἀλλ' ἂν ἀπαλλάξῃς αὐτὸν τούτου, καὶ ποιήσῃς μετὰ ἀδείας τῶν ἀναγκαίων εὐπορεῖν, ἀλγήσει πάλιν ὅτι μὴ πλείω τῆς χρείας κέκτηται· κἂν πλείω παρέχῃς, βουλήσεται αὐτὰ διπλασίονα εἶναι πάλιν, καὶ διὰ τοῦτο ὀδυνηθήσεται οὐχ ἧττον, ἢ πρότερον· κἂν δι- πλασίονα, κἂν τριπλασίονα δῷς, ἀθυμήσει πάλιν, ὅτι μὴ πολιτεύεται· κἂν τοῦτο παρέχῃς αὐτῷ, ἄθλιον ἑαυτὸν ἡγήσεται, ὅτι μὴ τῶν τὰ πρῶτα πολιτευομέ- νων ἐστί· καὶ ταύτης δὲ ἐπιλαβόμενος τῆς τιμῆς, θρηνήσει, ὅτι μὴ ἄρχει· ὅταν δὲ ἄρξῃ, ὅτι μὴ ἔθνους ὁλοκλήρου· ὅταν δὲ καὶ ἔθνους ὁλοκλήρου, ὅτι μὴ ἐθνῶν πολλῶν· ὅταν δὲ ἐθνῶν πολλῶν, ὅτι μὴ πάν- των. Ὅταν ὕπαρχος γένηται, λυπηθήσεται πάλιν, ὅτι μὴ καὶ βασιλεύς· κἂν βασιλεὺς, ὅτι μὴ μόνος· κἂν μόνος, ὅτι μὴ καὶ βαρβάρων, ὅτι μὴ καὶ τῆς οἰκουμένης ἁπάσης· ὅταν καὶ τῆς οἰκουμένης ἁπάσης, διὰ τί μὴ καὶ ἑτέρου κόσμου; Καὶ οὕτως ἐπ' ἄπειρον ὁ λογισμὸς προϊὼν, οὐκ ἀφίησιν αὐτὸν ἡσθῆναί ποτε. ζʹ. Εἶδες πῶς κἂν ἐξ εὐτελοῦς καὶ πτωχοῦ βασιλέα ποιήσῃς, οὐκ ἀναιρεῖς τὴν ἀθυμίαν, λογισμὸν τὸν πλεονεξίας ἐρῶντα μὴ διορθωσάμενος πρότερον; Φέρε σοι καὶ τοὐναντίον δείξω, ὅτι κἂν ἄνωθεν κάτω κατ αγάγῃς τὸν σύνεσιν ἔχοντα, οὐκ ἐμβαλεῖς εἰς ἀθυ- μίαν καὶ λύπην. Καὶ, εἰ βούλει, τὴν αὐτὴν κλίμακα καταβαίνωμεν, καὶ τὸν ὕπαρχον ἀπὸ τοῦ θρόνου κα- ταβιβάσας τῷ λόγῳ ἀποστέρει τῆς ἀξίας ἐκείνης. Οὐδὲν γὰρ οὗτος ἐντεῦθεν, ἂν ἐθέλῃ ταῦτα ἐννοεῖν, ἅπερ εἶπον, ἀλγήσει. Οὐδὲ γὰρ ἅπερ ἀφῄρηται, λο- γιεῖται, ἀλλ' ἅπερ ἔχει τέως, τὴν δόξαν τὴν ἀπὸ τῆς ἀρχῆς. Ἂν δὲ καὶ ταύτην ἀφέλῃς, λογιεῖται τοὺς ἰδιώτας, καὶ οὐδέποτε τοιαύτης ἐπιβάντας ἀρχῆς, καὶ ἀρκέσει εἰς παραμυθίαν ὁ πλοῦτος αὐτῷ· ἂν δὲ καὶ τούτου πάλιν ἐκβάλῃς, σκοπήσει τοὺς τὰ σύμ- μετρα ἔχοντας· ἂν δὲ καὶ τὰ σύμμετρα ἀφέλῃς καὶ τῆς ἀναγκαίας μόνης μεταδῷς τροφῆς, δυνήσεται ἐννοεῖν τοὺς οὐδὲ ταύτης μετέχοντας, ἀλλὰ λιμῷ παλαίοντας διηνεκεῖ, καὶ δεσμωτήριον οἰκοῦντας. Εἰ δὲ καὶ εἰς τὸ οἴκημα εἰσαγάγοις ἐκεῖνο, τοὺς ἐν νόσοις ἀνιάτοις ὄντας, τοὺς ἐν ὀδύναις ἀνηκέστοις ἐνθυ- μούμενος, ὄψεται ἑαυτὸν ἐν πολλῷ βελτίοσιν ὄντα. Καὶ ὥσπερ ὁ κοπρώνης ἐκεῖνος οὐδὲ βασιλεὺς γενό μενος εὐθυμίαν καρπώσεται, οὕτως οὗτος οὐδὲ δεσμώ- της καταστὰς ἀλγήσει ποτέ. Οὐκ ἄρα πλοῦτος ἡδο- νῆς, οὔτε πενία ἀθυμίας ὑπόθεσις, ἀλλ' ἡ ἡμετέρα γνώμη, καὶ τὸ τὰ ὄμματα τῆς διανοίας ἡμῶν μὴ εἶναι καθαρὰ, μηδὲ ἑστάναι που καὶ μένειν, ἀλλ' ἀπέραντα πέτασθαι. Καὶ καθάπερ τὰ μὲν ὑγιεινὰ τῶν σωμάτων, κἂν ἄρτῳ τρέφηται μόνῳ, εὐπαθεῖ καὶ σφριγᾷ· τὰ δὲ ἐπίνοσα, κἂν δαψιλοῦς καὶ ποικίλης ἀπολαύῃ τραπέζης, τοσούτῳ μᾶλλον ἀσθενέστερα γίνεται· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς συμβαίνειν εἴωθεν· οἱ μὲν μικρόψυχοι οὐδὲ ἐν διαδήματι καὶ τιμαῖς ἀφάτοις δύναιντ' ἂν εὐθυμεῖν· οἱ δὲ φιλόσοφοι καὶ ἐν δεσμοῖς καὶ ἐν ἁλύσει καὶ ἐν πενίᾳ καθαρᾶς ἀπο- λαύουσιν ἡδονῆς. Ταῦτ' οὖν ἐννοοῦντες, πρὸς τοὺς καταδεεστέρους ἀεὶ βλέπωμεν. Ἔστι μὲν γὰρ καὶ ἑτέρα παραμυθία, ἀλλὰ φιλόσοφος καὶ τῶν πολλῶν ὑπερβαίνουσα τὴν παχύτητα. Ποία αὕτη; Ὅτι οὐδὲν πλοῦτος, οὐδὲν πενία, οὐδὲν ἀτιμία, οὐδὲν τιμὴ, ἀλλ' ἐν χρόνῳ βραχεῖ καὶ ῥήμασι διεστήκασι μόνον ἀλλή- λων. Μετὰ δὲ ταύτης καὶ ἑτέρα ταύτης μείζων, τὸ τὰ μέλλοντα ἐννοεῖν καὶ κακὰ καὶ ἀγαθὰ, τὰ ὄντως κακὰ καὶ ὄντως ἀγαθὰ, καὶ ἀπ' ἐκείνων παρακαλεῖσθαι. Ἀλλ' ἐπειδὴ πολλοὶ τούτων, ὅπερ ἔφην, πόῤῥω τῶν λόγων ἑστήκασι, διὰ τοῦτο ἐκείνοις ἠναγκάσθημεν διατρῖψαι τοῖς λόγοις, ἵνα ὁδῷ καὶ ἐπὶ τούτους ἀγά- γωμεν τοὺς καταδεξαμένους ἐκεῖνα. Ταῦτ' οὖν ἅπαντα λογισάμενοι, πάντοθεν ἑαυτοὺς ῥυθμίσωμεν, καὶ οὐδέ- ποτε ἐπὶ τῶν ἀδοκήτων τούτων ἀλγήσομεν. Οὐδὲ γὰρ, εἰ ἐν εἰκόνι πλουσίους ἴδοιμεν, ζηλωτοὺς εἶναι φαίη- μεν ἂν, ὥσπερ οὐδὲ τοὺς πτωχοὺς ἐκεῖ γεγραμμένους, ἀθλίους καὶ ἐλεεινούς· καίτοι γε ἐκεῖνοι τῶν παρ' ἡμῖν πλουτούντων μονιμώτεροι· μᾶλλον γὰρ ἐν τῇ γραφῇ μένει πλούσιος, ἢ ἐν αὐτῇ τῶν πραγμάτων τῇ φύσει. Ὁ μὲν γὰρ καὶ εἰς ἔτη πολλάκις ἑκατὸν ἤρκε- σεν οὕτω φαινόμενος, οὗτος δὲ ἔστιν ὅτε οὐδὲ εἰς ἐνιαυτὸν ἐντρυφήσας τοῖς οὖσι, πάντων ἀθρόον ἐγυμνώθη. Ταῦτ' οὖν ἅπαντα λογιζόμενοι, πανταχό- θεν ἐπιτειχίσωμεν εὐθυμίαν κατὰ τῆς ἀλογίστου λύ- πης, ἵνα καὶ τὸν παρόντα βίον μεθ' ἡδονῆς διάξωμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΛΘʹ.
Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν, καὶ οὕτως ἐπιστεύσατε. αʹ. Ἐπάρας τοὺς ἀποστόλους καὶ καθελὼν ἑαυτὸν, εἶτα πάλιν ὑπὲρ ἐκείνους ἐπάρας, ἵνα ἰσότητα ἐργά- σηται (καὶ γὰρ ἰσότητα ἐποίησε, δείξας ἑαυτὸν καὶ πλεονεκτοῦντα καὶ πλεονεκτούμενον), καὶ ταύτῃ ἀξιό- πιστον ἑαυτὸν κατασκευάσας, οὐδὲ οὕτως αὐτοὺς ἀφίησιν, ἀλλὰ πάλιν ἑαυτὸν ἐκείνοις συντάττει, τὴν κατὰ Χριστὸν ἐνδεικνύμενος ὁμόνοιαν. Οὐ μὴν οὕτως αὐτὸ ποιεῖ, ὡς δόξαι προσεῤῥῖφθαι αὐτοῖς, ἀλλ' ὡς καὶ αὐτὸν ἐν τῇ αὐτῇ φαίνεσθαι τάξει· οὕτω γὰρ τῷ κηρύγματι συμφέρον ἦν. ∆ιὸ καὶ ἀμφότερα ὁμοίως ἐσπούδακε, καὶ τὸ μὴ δοκεῖν αὐτῶν ὑπερορᾷν, καὶ τὸ μὴ διὰ τὴν εἰς ἐκείνους τιμὴν ἐξευτελίζεσθαι παρὰ τῶν ἀρχομένων. ∆ιὰ τοῦτο καὶ νῦν ἐξισάζει πάλιν λέγων· Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσο- μεν. Παρ' οὗ, φησὶ, βούλεσθε μαθεῖν, μάθετε· οὐδὲν διαφέρομεν. Καὶ οὐκ εἶπεν, ὅτι Εἰ μὴ θέλετε ἐμοὶ πεισθῆναι, ἐκείνοις πείσθητε, ἀλλὰ καὶ ἑαυτὸν ἀξιό- πιστον ποιεῖ, καὶ καθ' ἑαυτὸν ἀρκεῖν φησι, καὶ ἐκείνους καθ' ἑαυτούς. Οὐδὲν γὰρ ἡ τῶν προσώπων ἐποίει διαφορὰ, τῶν ἀξιωμάτων ἴσων ὄντων. Καὶ ἐν τῇ πρὸς Γαλάτας δὲ τοῦτο ποιεῖ, προσλαμβάνων αὐ- τοὺς, οὐχ ὡς δεόμενος, ἀλλ' ἀρκεῖν μὲν λέγων καὶ ἑαυτόν· Ἐμοὶ γὰρ, φησὶν, οἱ δοκοῦντες οὐδὲν προσανέθεντο· πλὴν ἀλλὰ καὶ οὕτω διώκω αὐτῶν τὴν ὁμόνοιαν· ∆εξιὰς γὰρ ἔδωκάν μοι, φησίν. Εἰ γὰρ ἔμελλεν ἀεὶ τὸ ἀξιόπιστον Παύλου ἐν ἑτέροις εἶναι καὶ τῇ παρ' ἑτέρων μαρτυρίᾳ βεβαιοῦσθαι, μυρία ἂν ἐβλάβησαν ἐντεῦθεν οἱ μαθηταί. Οὐ τοίνυν ἑαυτὸν ἐπαίρων τοῦτο ποιεῖ, ἀλλ' ὑπὲρ τοῦ Εὐαγγε- λίου δεδοικώς. ∆ιὸ καὶ ἐνταῦθά φησιν, ἐξισάζων ἑαυ- τόν· Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσο- μεν. Καλῶς εἶπε, Κηρύσσομεν, τὴν πολλὴν παῤ- ῥησίαν ἐνδεικνύμενος. Οὐ γὰρ λάθρα οὐδὲ ἐν παρα- βύστῳ, ἀλλὰ σάλπιγγος λαμπροτέραν ἀφίεμεν φωνήν. Καὶ οὐκ εἶπεν, Ἐκηρύξαμεν, ἀλλὰ καὶ νῦν Οὕτω κηρύττομεν. Καὶ οὕτως ἐπιστεύσατε. Ἐνταῦθα οὐκ εἶπε, Πιστεύετε, ἀλλ', Ἐπιστεύσατε. Ἐπειδὴ ἐσαλεύοντο, διὰ τοῦτο ἐπὶ τοὺς ἄνω χρόνους ἀνέδρα- με, καὶ τὴν παρ' αὐτῶν ἐκείνων λοιπὸν μαρτυρίαν προστίθησιν. Εἰ δὲ Χριστὸς κηρύσσεται, ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες, ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; Ὁρᾷς πῶς ἄριστα συλλογίζεται, καὶ ἀποδείκνυσι τὴν ἀνάστασιν ἐκ τοῦ τὸν Χριστὸν ἐγηγέρθαι, πρότερον ἐκεῖνο πολλαχόθεν κατασκευάσας; Καὶ γὰρ οἱ προφῆται εἶπον τοῦτο, φησὶ, καὶ αὐτὸς ἔδειξε διὰ τῆς ὄψεως, καὶ ἡμεῖς κη- ρύσσομεν, καὶ ὑμεῖς ἐπιστεύσατε, τετραπλῆν τὴν μαρτυρίαν πλέκων, τὴν διὰ τῶν προφητῶν, τὴν διὰ τῆς τῶν πραγμάτων ἐκβάσεως, τὴν διὰ τῶν ἀπο- στόλων, τὴν διὰ τῶν μαθητῶν· μᾶλλον δὲ καὶ πεντα- πλῆν. Καὶ γὰρ καὶ αὕτη ἡ αἰτία δείκνυσι τὴν ἀνάστα- σιν, τὸ ὑπὲρ ἀλλοτρίων ἁμαρτιῶν ἀποθανεῖν. Εἰ τοίνυν τοῦτο ἀποδέδεικται, εὔδηλον ὅτι καὶ τὸ ἕτερον ἕπεται, τὸ καὶ τοὺς λοιποὺς ἐγείρεσθαι νεκρούς. ∆ιὸ καὶ ὡς ἐπὶ ὁμολογουμένου ἐγκαλεῖ καὶ ἐπαπορεῖ, λέγων· Εἰ δὲ Χριστὸς ἐγήγερται, πῶς λέγουσί τινες ἐν ὑμῖν, ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστι; καὶ ταύτῃ πάλιν ὑποτεμνόμενος τὴν θρασύτητα τῶν ἀντιλεγόντων. Οὐ γὰρ εἶπε, Πῶς λέγετε ὑμεῖς, ἀλλὰ, Πῶς λέγουσί τινες ἐν ὑμῖν· καὶ οὔτε πάντων ποιεῖ- ται τὴν κατηγορίαν, οὔτε αὐτοὺς τούτους, οὓς αἰτιᾶ- ται, δήλους καθίστησιν, ὥστε μὴ ποιῆσαι ἀναισχυν- τοτέρους, οὐδ' αὖ πάλιν ἀποκρύπτεται καθόλου, ὥστε αὐτοὺς διορθῶσαι. ∆ιὰ δὴ τοῦτο καὶ ἀποσχίσας αὐτοὺς τοῦ πλήθους, πρὸς αὐτοὺς ἀποδύεται, ταύτῃ τε ἀσθενεστέρους ποιῶν καὶ καταπλήττων, καὶ τοὺς ἄλλους ἐν τοῖς πρὸς τούτους ἀγῶσι κατέχων ἀσφα- λέστερον ἐπὶ τῆς ἀληθείας, καὶ οὐκ ἀφεὶς αὐτομο- λῆσαι πρὸς τοὺς διαφθείρειν αὐτοὺς ἐσπουδακότας. Καὶ γὰρ καταφορικῶς παρεσκεύασται χρήσασθαι τῷ λόγῳ. Εἶτα ἵνα μὴ λέγωσιν, ὅτι τοῦτο μὲν σαφὲς καὶ δῆλον ἅπασι, τὸ τὸν Χριστὸν ἐγηγέρθαι, καὶ οὐδεὶς ἀμφιβάλλει· οὐ μὴν τοῦτο καὶ τὸ ἕτερον συναναγκά- ζει, τὴν τῶν ἀνθρώπων ἀνάστασιν· τὸ μὲν γὰρ καὶ προανεφωνήθη καὶ ἐξέβη καὶ ἐμαρτυρήθη διὰ τῆς ὄψεως, τὸ τῆς τοῦ Χριστοῦ ἀναστάσεως· τὸ δὲ ἔτι ἐν ἐλπίσιν ἐστὶ, τὸ ἡμέτερον· ὅρα τί ποιεῖ· ἐκ θατέρου μέρους πάλιν αὐτὸ κατασκευάζει, ὅπερ πολλῆς δυνά- μεως ἦν. Τί γὰρ λέγουσι, φησὶ, τινὲς, ὅτι οὐκ ἔστι νεκρῶν ἀνάστασις; οὐκοῦν καὶ ἐκεῖνο πάλιν ἐκ τού- του ἀνῄρηται, τὸ τὸν Χριστὸν ἐγηγέρθαι. ∆ιὸ καὶ ἐπάγει λέγων· Εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται. Εἶδες τὴν βίαν, καὶ τὴν φιλονεικίαν Παύλου τὴν ἄμαχον, πῶς οὐκ ἐκ τοῦ δήλου μόνου τὸ ἀμφιβαλλόμενον, ἀλλὰ καὶ ἐκ τοῦ ἀμφιβαλλομένου τοῖς ἀντιλέγουσι τέως ἐκεῖνο τὸ δῆ- λον πειρᾶται ἀποδεικνύναι; οὐκ ἐπειδὴ ἐδεῖτο ἀπο- δείξεως τὸ ἤδη γεγενημένον, ἀλλ' ἵνα δείξῃ τοῦτο ὁμοίως ἐκείνῳ πιστὸν ὄν. βʹ. Καὶ ποία αὕτη ἀκολουθία, φησί; Τὸ μὲν γὰρ τοῦ Χριστοῦ μὴ ἐγερθέντος, μηδὲ ἄλλους ἐγείρεσθαι, ἀκόλουθον· τὸ δὲ εἰ ἄλλοι μὴ ἐγερθεῖεν, μηδὲ τοῦτον ἐγηγέρθαι, πῶς ἂν ἔχοι λόγον τινά; Ἐπεὶ οὖν τοῦτο οὐ σφόδρα ἐδόκει λόγον ἔχειν, ὅρα πῶς ἐργάζεται αὐτὸ σφοδρῶς, ἄνωθεν τὰ σπέρματα προκαταβάλλων, ἀπ' αὐτῆς τοῦ κηρύγματος τῆς ὑποθέσεως, οἷον ὅτι ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ἀποθανὼν ἐγή- γερται, καὶ ὅτι ἀπαρχὴ τῶν κεκοιμημένων ἐστίν. Ἡ γὰρ ἀπαρχὴ τίνος ἂν εἴη ἀπαρχὴ, εἰ μὴ τῶν ἐγειρομένων; πῶς δ' ἂν εἴη ἀπαρχὴ οὐκ ἐγειρομέ- νων ἐκείνων ὧν ἐστιν ἀπαρχή; πῶς οὖν οὐκ ἐγεί- ρονται; εἰ δὲ οὐκ ἐγείρονται, διὰ τί ἠγέρθη ὁ Χρι- στός; διὰ τί ἦλθε; διὰ τί σάρκα ἀνέλαβεν, εἰ μὴ ἔμελλεν ἀναστήσειν σάρκα; οὐ γὰρ ἐδεῖτο αὐτὸς, ἀλλὰ δι' ἡμᾶς. Ἀλλὰ ταῦτα μὲν ὕστερον τίθησι προϊὼν, τέως δέ φησιν· Εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται· ὡς ἐκείνου τούτῳ συνημμένου· εἰ γὰρ μὴ ἔμελλεν ἀνίστασθαι, οὐδ' ἂν ἐκεῖνο ἐποίη- σεν. Εἶδες κατὰ μικρὸν ὅλην τὴν οἰκονομίαν ἀνατρε- πομένην ἐκ τῶν ἐκείνων ῥημάτων καὶ τῆς περὶ τὴν ἀνάστασιν ἀπιστίας; Ἀλλὰ τέως οὐδὲν περὶ τῆς σαρκώσεως λέγει, ἀλλὰ περὶ τῆς ἀναστάσεως. Οὐ γὰρ τὸ σαρκωθῆναι, ἀλλὰ τὸ ἀποθανεῖν τὸν θάνατον ἔλυσεν· ἐπεὶ σάρκα ἔχοντος, ἔτι ἐκράτει ἡ τυραννὶς ἡ ἐκείνου. Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν. Καίτοι γε ἀκόλουθον ἦν εἰπεῖν· Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, τοῖς φανεροῖς μάχεσθε καὶ προφήταις τοσούτοις καὶ πραγμάτων ἀληθείᾳ· ἀλλὰ τὸ πολλῷ φοβερώτερον αὐτοῖς τίθησι· Κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ δὲ καὶ ἡ πίστις ὑμῶν. Κατασεῖσαι γὰρ αὐτῶν τὴν διάνοιαν βούλεται. Τὸ πᾶν ἀπωλέσαμεν, φησὶν, ἅπαντα οἴχε- ται, εἰ μὴ ἠγέρθη. Εἶδες ὅσον τῆς οἰκονομίας τὸ μυστήριον; Εἰ γὰρ ἀποθανὼν οὐκ ἴσχυσεν ἀναστῆναι, οὔτε ἡ ἁμαρτία λέλυται, οὔτε ὁ θάνατος καθῄρηται, οὔτε ἡ κατάρα ἀνῄρηται, καὶ οὐχ ἡμεῖς δὲ μόνον κενὰ ἐκηρύξαμεν, ἀλλὰ καὶ ὑμεῖς κενὰ ἐπιστεύσατε. Καὶ οὐ ταύτῃ μόνον δείκνυσι τὴν ἀτοπίαν τούτων τῶν πονηρῶν δογμάτων, ἀλλὰ καὶ ἐπαγωνίζεται λέγων· Εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ Θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατ' αὐτοῦ, ὅτι ἤγειρε τὸν Χριστὸν, ὃν οὐκ ἤγειρεν, εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται. Εἰ δὲ ἄτοπον τοῦτο (κατηγορία γὰρ Θεοῦ καὶ συκοφαντία), καὶ οὐκ ἤγειρεν, ὥς φατε, οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερα ἕψεται ἄτοπα. Καὶ πάλιν αὐτὰ κατασκευάζει, καὶ ἀναλαμβάνει λέγων· Εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται. Εἰ γὰρ μὴ ἔμελλε τοῦτο ποιεῖν, οὐδ' ἂν παρεγένετο. Ἀλλ' οὐ λέγει τοῦτο, ἀλλὰ τὸ τέλος, τὴν ἀνάστασιν αὐτοῦ, δι' αὐτῆς πάντας ἕλκων. Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν. Τῷ σαφεῖ καὶ ὡμολογημένῳ τὴν ἀνάστασιν τοῦ Χριστοῦ συνεχῶς περιτίθησιν, ἀπὸ τοῦ ἰσχυροτέρου καὶ τὸ ἀσθενὲς εἶναι δοκοῦν καὶ ἀμφίβολον ἰσχυρὸν ποιῶν καὶ σαφές. Ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν. Εἰ γὰρ οὐκ ἠγέρθη, οὐδὲ ἀπέθανεν· εἰ δὲ οὐκ ἀπέθανεν, οὐδὲ τὴν ἁμαρτίαν ἔλυσεν· ὁ γὰρ θάνατος αὐτοῦ, τῆς ἁμαρτίας λύσις· Ἴδε γὰρ, φησὶν, ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Πῶς δὲ αἴρων; Τῷ θανάτῳ. ∆ιὸ καὶ ἀμνὸν ἐκάλεσεν, ὡς σφαττόμενον. Εἰ δὲ οὐκ ἀνέστη, οὐδὲ ἐσφάγη· εἰ δὲ οὐκ ἐσφάγη, οὐδὲ ἡ ἁμαρτία ἐλύθη· εἰ δὲ οὐκ ἐλύθη, ἐν αὐτῇ ἐστε· εἰ δὲ ἐν αὐτῇ ἐστε, εἰκῆ ἐκηρύξαμεν· εἰ δὲ εἰκῆ ἐκηρύξαμεν, εἰκῆ ἐπιστεύσατε. Ἄλλως δὲ καὶ ὁ θάνατος ἀθάνατος μένει, εἰ μὴ ἀνέστη. Εἰ γὰρ καὶ αὐτὸς κατεσχέθη ὑπὸ τοῦ θανάτου, καὶ οὐκ ἔλυσεν αὐτοῦ τὰς ὠδῖνας, πῶς πάντας τοὺς ἄλλους ἀπήλλαξεν ἔτι αὐτὸς κατεχόμενος; ∆ιὸ καὶ ἐπάγει· Ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο. Καὶ τί λέγω περὶ ὑμῶν, φησὶν, ὅπου γε καὶ ἐκεῖνοι πάντες ἀπολώλασιν, οἱ τὸ πᾶν διανύ- σαντες, καὶ οὐχ ὑποκείμενοι λοιπὸν τῇ ἀδηλίᾳ τοῦ μέλλοντος; Τὸ δὲ, Ἐν Χριστῷ, ἢ τὸ ἐν τῇ πίστει φησὶν, ἢ οἱ δι' αὐτὸν ἀποθανόντες, οἱ πολλοὺς ὑπο μείναντες κινδύνους, οἱ πολλὰς ταλαιπωρίας, οἱ διὰ τῆς στενῆς ὁδοῦ βαδίσαντες. Ποῦ νῦν εἰσι τὰ πονηρὰ τῶν Μανιχαίων στόματα, τῶν λεγόντων ἀνά- στασιν αὐτὸν ἐνταῦθα λέγειν τῆς ἁμαρτίας τὴν ἀπαλλαγήν; Οἱ γὰρ πυκνοὶ οὗτοι καὶ συνεχεῖς συλλογισμοὶ καὶ ἀντιστρέφοντες οὐδὲν τούτων ἐμφαίνουσιν ὧν ἐκεῖνοι λέγουσιν, ἀλλ' ὅπερ ἡμεῖς φαμεν. Καὶ γὰρ ἀνάστασις τοῦ πεπτωκότος λέγεται. ∆ιὰ τοῦτο καὶ συνεχῶς ἐπιλέγει οὐ τὸ ἐγηγέρθαι μόνον, ἀλλὰ καὶ τὸ, Ἐκ νεκρῶν, προστιθείς. Καὶ Κορίνθιοι δὲ οὐ περὶ ἀφέσεως ἁμαρτημάτων ἀμφ- έβαλλον, ἀλλὰ περὶ σωμάτων ἀναστάσεως. Ποία δὲ ὅλως ἀνάγκη, εἰ μὴ ἀναμάρτητοι εἶεν οἱ ἄνθρωποι, μηδὲ τὸν Χριστὸν τοῦτο εἶναι; Εἰ γὰρ μὴ ἔμελλεν ἐγείρειν, ἀκόλουθον τὸ λέγειν, τίνος ἕνεκεν ἦλθε, καὶ σάρκα ἔλαβε, καὶ ἀνέστη; τὸ δὲ ἡμέτερον οὐκέτι. Καὶ γὰρ ἁμαρτανόντων ἀνθρώπων καὶ μὴ ἁμαρτα- νόντων, ἀεὶ σύνεστι τῷ Θεῷ τὸ ἀναμάρτητον, καὶ οὐχ ἕπεται τὸ ἡμέτερον ἐκείνῳ, οὐδὲ ἀντιστρέφει τοῦτο πρὸς ἐκεῖνο, ὥσπερ ἐπὶ τῆς τῶν σωμάτων ἀναστάσεως. Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν. γʹ. Τί λέγεις, ὦ Παῦλε; πῶς ἐν τῇ ζωῇ ταύτῃ μόνον ἠλπικότες ἐσμὲν, εἰ σώματα οὐκ ἐγείρεται, τῆς ψυ- χῆς μενούσης καὶ ἀθανάτου οὔσης; Ὅτι κἂν μένῃ ἡ ψυχὴ, κἂν μυριάκις ἀθάνατος ᾖ, ὥσπερ οὖν καὶ ἔστι, τῆς σαρκὸς χωρὶς οὐκ ἀπολήψεται τὰ ἀπόῤῥητα ἀγαθὰ ἐκεῖνα, ὥσπερ οὖν οὐδὲ κολασθήσεσθαι· Πάντα γὰρ φανερωθήσεται ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα ἕκαστος κομίσηται τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὰ εἴτε κακά. ∆ιὰ τοῦτό φησιν· Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν. Εἰ γὰρ οὐκ ἀνίσταται τὸ σῶμα, ἀστεφάνωτος ἡ ψυχὴ μένει ἔξω τῆς μακαριό- τητος ἐκείνης τῆς ἐν οὐρανοῖς· εἰ δὲ τοῦτο, οὐδενὸς ἀπολαυσόμεθα τότε καθόλου· εἰ δὲ τότε οὐδενὸς, ἐν τῷ παρόντι τὰ τῶν ἀμοιβῶν. Τί οὖν ἡμῶν κατὰ τοῦτο ἀθλιώτερον γένοιτ' ἂν, φησί; Ταῦτα δὲ ἔλεγεν ὁμοῦ μὲν εἰς τὸν περὶ ἀναστάσεως στηρίζων τῶν σωμάτων αὐτοὺς λόγον, ὁμοῦ δὲ καὶ περὶ τῆς ἀθα- νάτου ζωῆς ἐκείνης πείθων, ἵνα μὴ εἰς τὸ παρὸν νομίζωσι τὰ ἡμέτερα καταλύειν πάντα. Κατασκευά- σας γὰρ ἱκανῶς διὰ τῶν ἔμπροσθεν, ὅπερ ἐβούλετο, καὶ εἰπὼν, Εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χρι- στὸς ἐγήγερται· εἰ δὲ Χριστὸς οὐκ ἠγέρθη, ἀπ- ωλόμεθα, καὶ ἔτι ἐσμὲν ἐν ταῖς ἁμαρτίαις· πάλιν καὶ τοῦτο ἐπάγει, κατασείων αὐτῶν τὴν ἀπόνοιαν. Καὶ γὰρ ὅταν μέλλῃ τι τῶν ἀναγκαίων εἰσάγειν δογμάτων, τῷ φόβῳ τὴν πώρωσιν αὐτῶν διασαλεύει πρῶτον· ὃ δὴ καὶ ἐνταῦθα ἐποίησεν, ἀνωτέρω τε αὐτὰ διασπεί- ρας, καὶ ἐναγωνίους καταστήσας αὐτοὺς, ὡς τοῦ παντὸς ἐκπεσόντας· καὶ νῦν πάλιν ἑτέρως, καὶ ὡς ἂν μάλιστα ἤλγησαν, τὸ αὐτὸ τοῦτο ποιῶν, καὶ λέ- γων· Ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμὲν, εἰ, μετὰ τοσούτους πολέμους καὶ θανάτους καὶ τὰ μυρία δεινὰ, τοσούτων μέλλοιμεν ἐκπίπτειν ἀγαθῶν, καὶ μέχρι τοῦ παρόντος τὰ ἡμέτερα ἕστηκε· καὶ γὰρ πάντα τῆς ἀναστάσεως ἤρτηται. Ὥστε καὶ ἐντεῦθεν δῆλον, ὅτι οὐ περὶ ἁμαρτημάτων ὁ λόγος αὐτῷ ἦν. ἀλλὰ περὶ σωμάτων ἀναστάσεως, καὶ ζωῆς τῆς παρ- ούσης καὶ τῆς μελλούσης. Νυνὶ δὲ Χριστὸς ἐγή- γερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων. ∆είξας ὅσα ἐκ τοῦ μὴ πιστεύεσθαι τὴν ἀνάστασιν τίκτεται τὰ κακὰ, ἀναλαμβάνει τὸν λόγον πάλιν, καί φησι· Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν· συν- εχῶς τὸ Ἐκ νεκρῶν προστιθεὶς, ὥστε ἀποῤῥάψαι τῶν αἱρετικῶν τὰ στόματα. Ἀπαρχὴ τῶν κεκοιμη- μένων. Εἰ δὲ ἀπαρχὴ, καὶ τούτους ἀναστῆναι δεῖ. Εἰ δὲ ἀνάστασιν τὴν τῶν ἁμαρτιῶν ἀπαλλαγὴν ἔλε- γεν, οὐδεὶς δὲ ἁμαρτίας ἐκτὸς (καὶ γὰρ Παῦλος λέ- γει, Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι), πῶς ἔσονταί τινες οἱ ἀνιστάμενοι καθ' ὑμᾶς; Ὁρᾷς ὅτι περὶ σωμάτων ὁ λόγος αὐτῷ ἦν; Καὶ ἵνα ἀξιόπιστον αὐτὸ ποιήσῃ, συνεχῶς τὸν Χριστὸν εἰς τὸ μέσον προφέρει, τὸν ἀναστάντα ἐν σαρκί· εἶτα καὶ αἰτιολογεῖ. Ὅπερ γὰρ ἔφην, ὅταν ἀποφαίνηται μὲν, τὴν δὲ αἰτίαν μὴ λέγῃ, οὐχ οὕτως εὐπαράδεκτος ὁ λόγος γίνεται τοῖς πολλοῖς. Τίς οὖν ἡ αἰτία; Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἡ ἀνάστασις τῶν νεκρῶν. Εἰ δὲ δι' ἀνθρώπου, σῶμα πάντως ἔχοντος. Καὶ ὅρα αὐτοῦ τὴν σύνεσιν, πῶς καὶ ἑτέρως ἀναγκαῖον ποιεῖ τὸν λόγον. Τὸν γὰρ ἡττηθέντα, φησὶν, αὐτὸν καὶ ἀναμα- χέσασθαι δεῖ τὴν καταβληθεῖσαν φύσιν, αὐτὸν καὶ νικῆσαι· οὕτω γὰρ τὸ ὄνειδος ἀπετρίβετο. Ἴδωμεν δὲ ποῖόν φησι θάνατον. Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται. Τί οὖν; πάντες, εἰπέ μοι, ἀπέθανον ἐν τῷ Ἀδὰμ τὸν τῆς ἁμαρτίας θάνα- τον; πῶς οὖν Νῶε δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ; πῶς δὲ Ἀβραάμ; πῶς δὲ Ἰώβ; πῶς δὲ οἱ ἄλλοι ἅπαντες; Τί δὲ, εἰπέ μοι, πάντες ζωοποιηθήσονται ἐν τῷ Χρι- στῷ; Καὶ ποῦ οἱ εἰς γέενναν ἀπαγόμενοι; Ἂν μὲν γὰρ περὶ σώματος εἰρημένον ᾖ τοῦτο, ἕστηκεν ὁ λό- γος· ἂν δὲ περὶ δικαιοσύνης καὶ ἁμαρτίας, οὐκέτι. Εἶτα, ἵνα μὴ τὴν ζωοποίησιν κοινὴν ἀκούσας, καὶ τοὺς ἁμαρτωλοὺς νομίσῃς σώζεσθαι, ἐπήγαγεν· Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι. Μὴ γὰρ, ἐπειδὴ ἀνάστασιν ἤκουσας, νόμιζε πάντας τῶν αὐτῶν ἀπο- λαύειν. Εἰ γὰρ ἐπὶ τῆς τιμωρίας οὐ πάντες τὰ αὐτὰ πείσονται, ἀλλὰ πολλὴ ἡ διαφορὰ, πολλῷ μᾶλλον, ἔνθα ἁμαρτωλοὶ καὶ δίκαιοι, πλείων ἡ διάστασις ἔσται. Ἀπαρχὴ Χριστὸς, ἔπειτα οἱ τοῦ Χριστοῦ· τουτέστιν, οἱ πιστοὶ καὶ οἱ εὐδοκιμηκότες. Εἶτα τὸ τέλος. Ὅταν γὰρ ἀναστῶσιν ἐκεῖνοι, τὰ πράγματα ἅπαντα λήψεται τέλος, οὐ καθάπερ νῦν ἀναστάντος τοῦ Χριστοῦ τὰ πράγματα ἕστηκεν ἔτι μετέωρα. ∆ιὸ προσέθηκεν, Ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἵνα μά-θῃς ὅτι περὶ ἐκείνου τοῦ καιροῦ διαλέγεται. Ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί· ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν. δʹ. Ἐνταῦθά μοι προσέχετε μετὰ ἀκριβείας, καὶ ὁρᾶτε μή τι διαφύγῃ τῶν λεγομένων ὑμᾶς. Καὶ γὰρ πρὸς ἐχθροὺς ἡμῖν ἡ μάχη· διὸ πρότερον τὴν εἰς ἄτοπον ἀπαγωγὴν δεῖ γυμνάζειν, ὃ καὶ Παῦλος πολ- λάκις ποιεῖ· οὕτω γὰρ μάλιστα ἃ λέγουσιν, εὐφώρατα ἡμῖν φανεῖται. Ἐρώμεθα οὖν αὐτοὺς πρῶτον, τί ἐστι τὸ εἰρημένον, Ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί; Εἰ γὰρ ἁπλῶς ἐκλάβοιμεν τοῦτο, καὶ μὴ θεοπρεπῶς, οὐκ ἔσται μετὰ ταῦτα ἔχων αὐτήν· ὁ γὰρ παραδοὺς ἑτέρῳ, παύεται λοιπὸν τοῦ κατέχειν αὐτός. Καὶ οὐ τοῦτο μόνον ἔσται τὸ ἄτοπον, ἀλλ' ὅτι οὐδὲ ἐκεῖνος ὁ παραλαβὼν εὑρε- θήσεται πρὶν ἢ παραλαβεῖν ἔχων. Οὐκοῦν κατ' ἐκεί- νους οὔτε ὁ Πατὴρ βασιλεὺς ἦν ἔμπροσθεν, καὶ διώκει τὰ ἡμέτερα, οὔτε ὁ Υἱὸς μετὰ ταῦτα φανεῖται βασιλεὺς ὤν. Πῶς οὖν περὶ μὲν τοῦ Πατρός φησιν αὐτὸς, ὅτι Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι; περὶ δὲ αὐτοῦ ὁ ∆ανιὴλ, ὅτι Ἡ βα- σιλεία αὐτοῦ βασιλεία αἰώνιος, ἥτις οὐ παρελεύ- σεται; Εἶδες πόσα ἄτοπα τίκτεται, καὶ μαχόμενα ταῖς Γραφαῖς, ὅταν ἀνθρωπίνως ἐκλαμβάνῃ τις τὰ λεγόμενα; Ποίαν δὲ καὶ ἀρχὴν ἄρα ἐνταῦθά φησι καταργεῖν; τὴν τῶν ἀγγέλων; Ἄπαγε. Ἀλλὰ τὴν τῶν πιστῶν; Οὐδὲ τοῦτο. Ἀλλὰ ποίαν; Τὴν τῶν δαιμόνων, περὶ ἧς φησιν, Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου. Νῦν μὲν γὰρ οὐδέπω κατήργηνται τέλεον· ἐνεργοῦσι γὰρ πολλα- χοῦ· τότε δὲ παύσονται. ∆εῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Πάλιν κἀντεῦθεν ἕτερον ἄτοπον τίκτεται, ἂν μὴ καὶ τοῦτο θεοπρεπῶς ἐκλάβωμεν. Τὸ γὰρ, Ἄχρις, τέλους ἐστὶ καὶ διορισμοῦ· ἐπὶ δὲ τοῦ Θεοῦ τοῦτο οὐκ ἔστιν. Ἔσχατος ἐχθρὸς κατ- αργεῖται ὁ θάνατος. Πῶς ἔσχατος; Μετὰ πάντας, μετὰ τὸν διάβολον, μετὰ τὰ ἄλλα ἅπαντα. Καὶ γὰρ καὶ ἐν ἀρχῇ ἔσχατος εἰσῆλθε· πρότερον γὰρ ἡ συμ βουλὴ τοῦ διαβόλου, καὶ ἡ παρακοὴ, καὶ τότε ὁ θάνατος. Τῇ μὲν οὖν δυνάμει καὶ νῦν κατήργηται, τῇ δὲ ἐνεργείᾳ τότε. Πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. Ὅταν δὲ εἴπῃ, Πάντα ὑπο- τέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτά ξαντι αὐτῷ τὰ πάντα. Καὶ μὴν ἔμπροσθεν οὐ τὸν Πατέρα ἔλεγεν εἶναι τὸν ὑποτάξαντα, ἀλλ' αὐτὸν καταργοῦντα· Ὅταν γὰρ καταργήσῃ, φησὶ, πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν· καὶ πάλιν, ∆εῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Πῶς οὖν ἐνταῦθα τὸν Πα- τέρα φησί; Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δοκοῦν ἄπορον εἶναι, ἀλλ' ὅτι καὶ δέδοικε δέος σφόδρα ἄτο- πον, καὶ κέχρηται ἐπιδιορθώσει λέγων· Ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα, ὥς τινων ὑποπτευόν των, μήποτε καὶ ὁ Πατὴρ ὑποταγῇ τῷ Υἱῷ· οὗ τί γένοιτ' ἂν ἀλογώτερον; Ἀλλ' ὅμως αὐτὸ δέδοικε. Τί οὖν ἐστι; καὶ γὰρ πολλὰ τὰ ζητήματα ἐφεξῆς κεῖται· ἀλλὰ συντείνατέ μοι τὴν διάνοιαν. Καὶ γὰρ ἀναγκαῖον ἡμῖν πρῶτον καὶ σκοπὸν εἰπεῖν Παύλου καὶ τὴν γνώ- μην, ἣν πανταχοῦ εὕροι τις ἂν διαλάμπουσαν, καὶ τότε τὴν λύσιν ἐπαγαγεῖν· καὶ γὰρ καὶ τοῦτο πρὸς τὴν λύσιν ἡμῖν συντελεῖ. Τίς οὖν ἡ Παύλου γνώμη, καὶ τί τὸ ἔθος; Ἄλλως, ὅταν περὶ τῆς θεότητος μό- νης διαλέγηται, φθέγγεται, καὶ ἑτέρως, ὅταν εἰς τὸν τῆς οἰκονομίας ἐμπέσῃ λόγον. Ὅταν γὰρ ἐπι λάβηται τῆς σαρκὸς, ἀδεῶς ἅπαντα λοιπὸν λέγει τὰ ταπεινὰ, θαῤῥῶν ὡς οὔσης ἱκανῆς δέξασθαι τὰ λεγόμενα. Ἴδωμεν τοίνυν καὶ ἐνταῦθα πότερον περὶ γυμνῆς τῆς θεότητος ὁ λόγος αὐτῷ, ἢ μετὰ τῆς οἰκονομίας ἀποφαίνεται περὶ αὐτοῦ ταῦτα, ἅπερ φησί· μᾶλλον δὲ πρότερον δείξωμεν, ποῦ τοῦτο ἐποίησεν ὅπερ εἶπον. Ποῦ τοίνυν τοῦτο ἐποίησε; Φιλιππησίοις γράφων φησίν· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος· ἐταπείνωσεν ἑαυτὸν, ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. ∆ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν. Εἶδες πῶς, ὅτε μὲν περὶ τῆς θεότητος διελέγετο μόνης, τὰ μεγάλα ἐκεῖνα εἴρηκε, τὸ ἐν μορφῇ Θεοῦ ὑπάρχειν, καὶ τὸ εἶναι ἴσα τῷ γεγεννηκότι, καὶ αὐ- τῷ τὸ πᾶν ἀνατίθησιν· ἐπειδὴ δὲ ἔδειξεν αὐτόν σοι σαρκωθέντα, κατεβίβασε πάλιν τὸν λόγον; Εἰ γὰρ μὴ ταῦτα διέλοις, πολλὴ ἡ μάχη τῶν εἰρημένων. Καὶ γὰρ εἰ ἴσα Θεῷ ἦν, πῶς τὸν ἴσον ἑαυτῷ ὑπερ- ύψωσεν; εἰ ἐν μορφῇ Θεοῦ ἦν, πῶς ἐχαρίσατο αὐτῷ ὄνομα; ὁ γὰρ χαριζόμενος, τῷ μὴ ἔχοντι χα ρίζεται, καὶ ὁ ὑψῶν, τὸν ἔμπροσθεν ταπεινὸν ὄντα ὑψοῖ. Εὑρεθήσεται ἄρα ἀτελὴς ὢν, καὶ ἐνδεῶς ἔχων πρὶν ἢ λαβεῖν τὸ ὕψος καὶ τὸ ὄνομα, καὶ μυρία ἕτερα λήμματα ἐντεῦθεν ἕψεται ἄτοπα. Ἀλλ' ἐὰν τὴν οἰκο- νομίαν προσθῇς, οὐχ ἁμαρτήσῃ ταῦτα λέγων. Ταῦτα δὴ καὶ ἐνταῦθα λογίζου, καὶ μετὰ τῆς γνώμης ἐκδέ- χου ταύτης τὰ εἰρημένα. εʹ. Μετὰ δὲ τούτων καὶ ἑτέρας αἰτίας ἐροῦμεν. Τέως καὶ ἐκεῖνο ἀναγκαῖον εἰπεῖν, ὅτι καὶ περὶ ἀναστάσεως ὁ λόγος ἦν τῷ Παύλῳ, πράγματος ἀδυνάτου δοκοῦντος εἶναι καὶ σφόδρα ἀπιστουμένου· καὶ πρὸς Κορινθίους ἐπέστελλεν, ἔνθα πλείους οἱ φιλόσοφοι οἱ τὰ τοιαῦτα κωμῳδοῦντες ἀεί. Καὶ γὰρ ἐν τοῖς ἄλλοις ἀλλήλοις συῤῥηγνύμενοι, ἐν τούτῳ πάντες, ἅτε ἐξ ἑνὸς στό- ματος, συνέπνευσαν, δογματίζοντες μὴ εἶναι ἀνάστα- σιν. Ἀγωνιζόμενος τοίνυν ὑπὲρ τοιαύτης ὑποθέσεως οὕτως ἀπιστουμένης καὶ καταγελωμένης καὶ διὰ τὴν πρόληψιν τὴν γεγενημένην καὶ διὰ τὴν τοῦ πράγμα- τος δυσκολίαν, καὶ βουλόμενος κατασκευάσαι τὸ δυνατὸν, πρῶτον ἐκ τῆς ἀναστάσεως τοῦ Χριστοῦ τοῦτο ἐργάζεται· καὶ ἀποδείξας αὐτὴν καὶ ἀπὸ τῶν προφητῶν καὶ ἀπὸ τῶν ἑωρακότων καὶ ἀπὸ τῶν πι- στευσάντων, ἐπειδὴ ἔλαβεν ὡμολογημένην τὴν εἰς ἄτοπον ἀπαγωγὴν, καὶ τὴν τῶν ἀνθρώπων κατα- σκευάζει λοιπόν· Εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, φησὶν, οὐδὲ Χριστὸς ἐγήγερται. Εἶτα συνεχῶς ταῦτα ἀντιστρέψας ἐν τοῖς ἔμπροσθεν, ἑτέρως πάλιν ἐπι- χειρεῖ, ἀπαρχὴν αὐτὸν καλῶν, καὶ δεικνὺς καταρ- γοῦντα πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν καὶ θάνατον ἔσχατον. Πῶς οὖν καταργηθείη, φησὶν, ἐὰν μὴ πρότερον, ἅπερ εἶχεν, ἀποβάλῃ σώματα; Ἐπεὶ οὖν μεγάλα περὶ τοῦ Μονογενοῦς ἐφθέγξατο, ὅτι πα- ραδίδωσι τὴν βασιλείαν, τουτέστιν, ὅτι αὐτὸς ἀνύει ταῦτα, καὶ αὐτὸς τὸν πόλεμον νικᾷ, καὶ πάντα τίθη- σιν ὑπὸ τοὺς πόδας αὐτοῦ, ἐπήγαγε, τὴν ἀπιστίαν τῶν πολλῶν διορθούμενος· ∆εῖ γὰρ αὐτὸν βασι- λεύειν, ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Οὐ τέλος ἐπιτιθεὶς τῇ βασιλείᾳ τὸ, Ἄχρις, εἶπεν, ἀλλ' ἀξιόπιστον ποιῶν τὸ εἰρημέ- νον, καὶ θαῤῥεῖν παρασκευάζων. Μὴ γὰρ, ἐπειδὴ ἤκουσας, φησὶν, ὅτι καταργήσει πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν, καὶ τὸν διάβολον καὶ τὰς τῶν δαιμόνων φάλαγγας τὰς τοσαύτας, καὶ τῶν ἀπίστων τὰ πλήθη καὶ τοῦ θανάτου τὴν τυραννίδα καὶ τὰ κακὰ ἅπαντα, φοβηθῇς, ὡς ἀτονοῦντος αὐτοῦ· ἕως γὰρ ἂν ποιήσῃ ταῦτα πάντα, δεῖ βασιλεύειν αὐτόν· οὐ τοῦτο λέγων, ὅτι μετὰ τὸ ποιῆσαι οὐ βασιλεύει, ἀλλ' ἐκεῖνο κατασκευάζων, ὅτι κἂν μὴ νῦν γένηται, πάντως ἔσται. Οὐ γὰρ διακόπτεται αὐτοῦ ἡ βασιλεία· κρατεῖ γὰρ καὶ ἰσχύει καὶ μένει, ἕως ἂν πάντα κατορθώσῃ. Τοῦτο δὲ τὸ ἔθος καὶ ἐν τῇ Παλαιᾷ εὕροι τις ἂν, ὡς ὅταν λέγῃ, Τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα· καὶ, Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Ταῦτα δὲ λέγει ὁ προφήτης καὶ τὰ τοιαῦτα, ἐπειδὰν περὶ πραγμάτων διηγῆται μακρῷ χρόνῳ κατορθουμένων καὶ πάντως ἐσομένων, τὴν δειλίαν τῶν παχυτέρων ἀκροατῶν ἐκβάλλων. Ὅτι δὲ τὸ, Ἄχρις, ἐπὶ Θεοῦ λεγόμενον, καὶ Ἕως, οὐκ ἔστι τέλους, ἄκουσον τί φησιν· Ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ· καὶ πάλιν, Ἐγώ εἰμι· καὶ, Ἕως ἂν καταγηράσετε, ἐγώ εἰμι. ∆ιὰ δὴ τοῦτο καὶ ἔσχα τον τίθησιν τὸν θάνατον, ἵνα ἀπὸ τῆς τῶν ἄλλων νίκης καὶ τοῦτο εὐπαράδεκτον γένηται τῷ ἀπιστοῦντι. Ὅταν γὰρ τὸν διάβολον ἀνέλῃ τὸν εἰσαγαγόντα τὸν θάνατον, πολλῷ μᾶλλον τὸ ἔργον τὸ ἐκείνου καταλύσει. Ἐπεὶ οὖν πάντα αὐτῷ ἀνατέθεικε, τὸ καταργεῖν τὰς ἀρχὰς, τὰς ἐξουσίας, τὸ κατορθῶσαι τὴν βασιλείαν, λέγω δὴ τῶν πιστῶν τὴν σωτηρίαν, τὴν τῆς οἰκου- μένης εἰρήνην, τὴν τῶν κακῶν ἀναίρεσιν (τοῦτο γάρ ἐστι τὴν βασιλείαν κατορθῶσαι, τὸ καταλῦσαι τὸν θάνατον)· καὶ οὐκ εἶπεν, ὅτι ὁ Πατὴρ δι' αὐτοῦ, ἀλλ' αὐτὸς καταργήσει, καὶ αὐτὸς θήσει ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ οὐδαμοῦ τοῦ γεγεννηκότος ἐμνημόνευσεν· ἐφοβήθη λοιπὸν, μὴ διὰ τοῦτο δόξῃ παρά τισι τῶν ἀλογωτέρων ἢ μείζων εἶναι τοῦ Πατρὸς ὁ Υἱὸς, ἢ ἑτέρα τις ἀρχὴ ἀγέννητος· καὶ διὰ τοῦτο ἠρέμα ἀσφαλιζόμενος παραμυθεῖται τὸν ὄγκον τῶν εἰρημέ- νων, λέγων· Πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ· πάλιν τῷ Πατρὶ τὰ κατορθώματα ἀνατιθεὶς, οὐχ ὡς ἀτονοῦντος τοῦ Παιδὸς (πῶς γὰρ, ᾧ τοσαῦτα ἐμαρτύρησεν ἔμπροσθεν, καὶ πάντα ἀνέθηκε τὰ εἰ- ρημένα;), ἀλλὰ διὰ τὴν αἰτίαν ἣν εἶπον, καὶ ἵνα δείξῃ κοινὰ Πατρὶ καὶ Υἱῷ τὰ ὑπὲρ ἡμῶν γενόμενα ἅπαντα. Ὅτι γὰρ αὐτὸς ἑαυτῷ ἤρκεσεν εἰς τὸ ὑπο- τάξαι αὐτῷ τὰ πάντα, ἄκουσον πάλιν Παύλου λέγον- τος· Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώ- σεως ἡμῶν εἰς τὸ γενέσθαι σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνα- σθαι αὐτὸν καὶ ὑποτάξαι ἑαυτῷ τὰ πάντα. Εἶτα καὶ ἐπιδιορθώσει κέχρηται λέγων· Ὅταν δὲ εἴπῃ, ὅτι Τὰ πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα, οὐ μικρὰν κἀντεῦ- θεν τῷ Μονογενεῖ μαρτυρῶν δόξαν. Εἰ γὰρ ἐλάττων ἦν καὶ πολὺ καταδεέστερος, οὐκ ἂν τοῦτο ἐφοβήθη τὸ δέος ποτέ. Καὶ οὐδὲ τούτῳ ἀρκεῖται, ἀλλὰ καὶ ἕτερον προστίθησι λέγων. Ἵνα γὰρ μή τις ὑποπτεύῃ καὶ λέγῃ· Τί γὰρ, εἰ καὶ μὴ ὑποτέτακται ὁ Πατήρ; οὐδὲν τοῦτο κωλύει ἰσχυρότερον εἶναι τὸν Υἱὸν, δείσας τὴν ἀσεβῆ ταύτην ὑπόνοιαν, ἐπειδὴ ἐκεῖνο οὐκ ἤρκει καὶ τοῦτο δεῖξαι, προσέθηκεν ἐκ περιουσίας πολλῆς· Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται· τὴν πολλὴν πρὸς τὸν Πατέρα ὁμόνοιαν δεικνὺς, καὶ ὅτι οὗτος ἀρχὴ πάντων τῶν ἀγαθῶν καὶ αἰτία πρώτη, ὁ τὸν τοσαῦτα δυνάμενον καὶ κατορθοῦντα γεγεννηκώς. ʹ. Εἰ δὲ πλέον εἴρηκεν ἢ ἀπῄτει τοῦ πράγμα- τος ἡ ὑπόθεσις, μὴ θαυμάσῃς· τὸν γὰρ ∆ιδάσκαλον τὸν ἑαυτοῦ μιμούμενος, ταῦτα ποιεῖ. Καὶ γὰρ ὁμό νοιαν αὐτὸς δεῖξαι βουλόμενος πρὸς τὸν γεγεννηκότα, καὶ ὅτι οὐ παρὰ γνώμην αὐτοῦ ἀφῖκται, τοσοῦτον καταβαίνει, οὐχ ὅσον ἀπῄτει τῆς ὁμονοίας ἡ ἀπόδειξις, ἀλλ' ὅσον ἐδεῖτο τῶν παρόντων ἡ ἀσθένεια. Εὔχεται γὰρ τῷ γεγεννηκότι δι' οὐδὲν ἄλλο, ἢ διὰ τοῦτο, καὶ τὴν αἰτίαν τιθείς φησιν, Ἵνα πιστεύωσιν ὅτι σύ με ἀπέστειλας. Τοῦτον οὖν μιμούμενος καὶ ἐνταῦθα ἐκ περιουσίας τῇ λέξει κέχρηται, οὐχ ἵνα δουλείαν κατηναγκασμένην ὑποπτεύσῃς, ἄπαγε, ἀλλ' ἵνα τὰ ἄτοπα ἐκεῖνα δόγματα ἐκ περιουσίας ἐκβάλῃ. Καὶ γὰρ ὅταν βούληταί τι πρόῤῥιζον ἀνασπάσαι, πολλῇ κέχρηται τῇ περιουσίᾳ. Οὕτω γοῦν καὶ περὶ γυναικὸς πιστῆς λέγων καὶ ἀνδρὸς ἀπίστου ὁμιλούντων ἀλλή- λοις νόμῳ γάμου, ἵνα μὴ νομίσῃ ἡ γυνὴ μολύνεσθαι ἀπὸ τῆς μίξεως καὶ τῶν περιπλοκῶν τῶν περὶ τὸν ἄπιστον, οὐκ εἶπεν, ὅτι οὐκ ἔστιν ἀκάθαρτος ἡ γυνὴ, οὐδ', ὅτι οὐδὲν βλάπτεται παρὰ τοῦ ἀπίστου, ἀλλ', ὃ πολλῷ πλέον ἦν, ὅτι καὶ ὁ ἄπιστος ἡγίασται δι' αὐ- τῆς, οὐ τοῦτο δεῖξαι βουλόμενος, ὅτι ὁ Ἕλλην ἅγιος ἐγένετο ἐξ ἐκείνης, ἀλλὰ τῇ ὑπερβολῇ τοῦ ῥήματος τὸν φόβον αὐτῆς ἐκλῦσαι σπεύδων. Οὕτω καὶ ἐνταῦθα τῇ περιουσίᾳ τῆς λέξεως τὸ ἀσεβὲς ἐκεῖνο δόγμα ἀνελεῖν ἐσπουδακὼς, εἶπεν ὅπερ εἴρηκεν. Ὥσπερ γὰρ ἀσθενῆ τὸν Υἱὸν ὑποπτεύειν, τῆς ἐσχάτης παρανο- μίας ἐστί· διόπερ αὐτὸ διορθοῦται λέγων, ὅτι Πάντας τοὺς ἐχθροὺς αὐτοῦ θήσει ὑπὸ τοὺς πόδας αὐτοῦ· οὕτω πάλιν ἀσεβέστερον τούτου τὸ ἐλάττονα νομίζειν τὸν Πατέρα. ∆ιὸ καὶ αὐτὸ μετὰ πολλῆς ἀναιρεῖ τῆς ὑπερβολῆς. Καὶ ὅρα πῶς αὐτὸ τίθησιν· οὐ γὰρ εἶ- πεν, Ἐκτὸς τοῦ ὑποτάξαντος, ἁπλῶς, ἀλλὰ, ∆ῆλον ὅτι. Εἰ γὰρ καὶ ὡμολόγηται, φησὶν, ἀλλ' ὅμως ἀσφα- λίζομαι. Καὶ ἵνα μάθῃς, ὅτι αὕτη ἐστὶν ἡ αἰτία τῶν εἰρημένων, ἐκεῖνο ἄν σε ἐροίμην· Ἆρα προσθήκη γίνεται ὑποταγῆς τότε τῷ Υἱῷ; καὶ πῶς οὐκ ἄτοπον καὶ Θεοῦ ἀνάξιον; ἡ γὰρ μεγίστη ὑποταγὴ καὶ ὑπακοὴ αὕτη, τὸ τὸν Θεὸν ὄντα δούλου μορφὴν λα- βεῖν. Πῶς οὖν τότε ὑποταγήσεται; Ὁρᾷς ὅτι τὴν ἄτοπον ὑποψίαν ἀναιρῶν, τοῦτο τέθεικε, καὶ τοῦτο δὲ μετὰ τῆς προσηκούσης ὑπονοίας; Ὡς γὰρ Υἱῷ προσήκει καὶ Θεῷ, οὕτως ὑπακούει, οὐκ ἀνθρωπίνως, ἀλλ' ἐλευθεριάζων καὶ ἐξουσίαν πᾶσαν ἔχων. Ἐπεὶ πῶς σύνθρονος; πῶς ὡς ὁ Πατὴρ ἐγείρει, οὕτω καὶ αὐτὸς οὓς θέλει; πῶς τὰ τοῦ Πατρὸς, αὐτοῦ πάντα, καὶ τὰ αὐτοῦ, τοῦ Πατρός; Ταῦτα γὰρ ἐξουσίαν ἀπηκριβωμένην πρὸς τὸν γεγεννηκότα ἡμῖν ἐνδείκνυ- ται. Τί δέ ἐστι, Ὅταν παραδῷ τὴν βασιλείαν; Βασιλείας τοῦ Θεοῦ δύο οἶδεν ἡ Γραφὴ, τὴν μὲν κατ' οἰκείωσιν, τὴν δὲ κατὰ δημιουργίαν. Βασιλεύει μὲν γὰρ ἁπάντων, καὶ Ἑλλήνων καὶ Ἰουδαίων καὶ δαι μόνων καὶ τῶν ἀντιτεταγμένων, κατὰ τὸν τῆς δη- μιουργίας λόγον· βασιλεύει δὲ τῶν πιστῶν καὶ ἑκόν- των καὶ ὑποτεταγμένων, κατὰ τὸν τῆς οἰκειώσεως. Αὕτη ἡ βασιλεία καὶ ἀρχὴν ἔχειν λέγεται· περὶ γὰρ ταύτης φησὶ καὶ ἐν τῷ δευτέρῳ ψαλμῷ· Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου· περὶ ταύτης καὶ αὐτὸς εἴρηκε τοῖς μαθη- ταῖς· Ἐδόθη μοι πᾶσα ἐξουσία ὑπὸ τοῦ Πατρός μου, τῷ γεγεννηκότι ἅπαντα ἀνατιθεὶς, οὐχ ὡς αὐ- τὸς οὐκ ἀρκῶν, ἀλλὰ δεικνὺς ὅτι Υἱός ἐστι, καὶ οὐχὶ ἀγέννητος. Ταύτην οὖν παραδίδωσι, τουτέστι, κατορ- θοῖ. Τί ποτ' οὖν περὶ τοῦ Πνεύματος, φησὶν, οὐδὲν εἴρηκεν; Ὅτι οὐ περὶ τούτου ὁ λόγος αὐτῷ ἦν νῦν, οὐδὲ ὁμοῦ πάντα συγχεῖ· ἐπεὶ καὶ ὅταν λέγῃ, Εἷς ὁ Θεὸς ὁ Πατὴρ, καὶ εἷς Κύριος Ἰησοῦς, οὐ πάντως ἔλαττον ἀφεὶς εἶναι τὸ Πνεῦμα, διὰ τοῦτο σιγᾷ, ἀλλ' ἐπειδὴ τέως οὐ κατήπειγε, τοῦτο εἶπεν. Οἶδε γὰρ καὶ τοῦ Πατρὸς μεμνῆσθαι μόνου, καὶ οὐ διὰ τοῦτο τὸν Υἱὸν ἐκβαλοῦμεν· οἶδε καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύ- ματος μόνου, καὶ οὐ διὰ τοῦτο τὸν Πατέρα ἀθετήσο- μεν. Τί δέ ἐστιν, Ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν; Ἵνα ἅπαντα εἰς αὐτὸν ἀνηρτημένα ᾖ, ἵνα μὴ δύο τις ἀρχὰς ἀνάρχους ὑποπτεύῃ, μηδὲ ἑτέραν βασιλείαν ἀπεσχισμένην. Ὅταν γὰρ οἱ μὲν ἐχθροὶ ὑπὸ τοὺς πόδας ὦσι κείμενοι τοῦ Παιδὸς, ὁ δὲ ἔχων αὐτοὺς ὑπὸ πόδας ἐῤῥιμμένους μὴ στασιάζῃ πρὸς τὸν γεγεν- νηκότα, ἀλλ' ὁμονοῇ μετὰ πολλῆς τῆς ἀκριβείας, αὐ- τὸς ἔσται τὰ πάντα ἐν πᾶσι. Τινὲς δὲ τῆς κακίας τὴν ἀναίρεσιν δηλοῦντα τοῦτο αὐτὸν εἰρηκέναι φασὶν, ὡς πάντων εἰκόντων λοιπὸν καὶ οὐδενὸς ἀνθισταμένου οὐδὲ πονηρευομένου. Ὅταν γὰρ ἁμαρτία μὴ ᾖ, εὔ- δηλον ὅτι ὁ Θεὸς ἔσται τὰ πάντα ἐν πᾶσιν. Εἰ δὲ μὴ ἀνίστανται τὰ σώματα, πῶς ταῦτα ἀληθῆ; ὁ γὰρ χαλεπώτατος ἐχθρὸς ἁπάντων θάνατος μένει ἀνύσας ὅπερ ἠθέλησεν. Οὐχὶ, φησίν· οὐδὲ γὰρ ἁμαρτήσονται λοιπὸν, φησί. Καὶ τί τοῦτο; οὐδὲ γὰρ περὶ τοῦ θανάτου τῆς ψυχῆς, ἀλλὰ περὶ τοῦ σωματικοῦ διαλέ- γεται ἐνταῦθα. Πῶς οὖν καταργεῖται; νίκη γὰρ τοῦτό ἐστι, τὸ τὰ ἀφαιρεθέντα καὶ κατεχόμενα λαβεῖν. Εἰ δὲ μέλλει κατέχεσθαι ἐν τῇ γῇ τὰ σώματα, ἄρα μένει αὐτοῦ ἡ τυραννὶς, τούτων μὲν κατεχομένων, ἑτέρου δὲ οὐκ ὄντος σώματος ἔνθα ἡττηθήσεται. Ἂν δὲ τοῦτο, ὅπερ εἶπεν ὁ Παῦλος, γένηται, ὥσπερ οὖν καὶ γενή- σεται, καὶ λαμπρὰ ἡ νίκη φανεῖται τοῦ Θεοῦ δυνη- θέντος ἀναστῆσαι τὸ κατασχεθέντα ὑπ' αὐτοῦ σώ- ματα. Ἐπεὶ καὶ πολέμιον τότε τις νικᾷ, ὅταν λάβῃ τὰ σκῦλα, οὐχ ὅταν ἀφῇ παρ' αὐτῷ μένειν· εἰ δὲ μή τις τολμῴη τὰ αὐτοῦ λαβεῖν, πῶς ἂν φαίημεν αὐ- τὸν ἡττηθῆναι; ζʹ. Τοῦτον καὶ ὁ Χριστὸς τῆς νίκης τὸν τρόπον ἐν τοῖς Εὐαγγελίοις νενικηκέναι φησὶν, οὕτω λέγων· Ὅταν δήσῃ τὸν ἰσχυρὸν, τότε καὶ τὰ σκεύη αὐτοῦ δι- αρπάσει. Ἐπεὶ εἰ μὴ τοῦτο γένοιτο, οὐδὲ νίκη σαφὴς ἂν εἴη. Ὥσπερ γὰρ ἐπὶ τοῦ θανάτου τῆς ψυχῆς ὁ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας, καὶ οὐκ ἂν εἴποιμεν τοῦτο νίκην εἶναι· ἐκεῖνος γάρ ἐστιν ὁ νε- νικηκὼς, οὐχ ὁ μὴ προσθεὶς τοῖς κακοῖς, ἀλλ' ὁ τὴν ἤδη γεγενημένην τῶν παθῶν αἰχμαλωσίαν διαλύσας· οὕτω δὴ καὶ ἐνταῦθα, οὐ τὸ στῆναι τὸν θάνατον ἐπι- νεμόμενον τὰ σώματα φαίην ἂν εἶναι νίκην λαμπρὰν, ἀλλὰ τὸ τὰ κατασχεθέντα ἤδη παρ' αὐτοῦ ἀποσπα- σθῆναι. Εἰ δὲ ἔτι φιλονεικοῖεν καὶ λέγοιεν περὶ τοῦ ψυχικοῦ θανάτου ταῦτα εἰρῆσθαι, πῶς ἔσχατος καταργεῖται οὗτος; καὶ γὰρ ἐφ' ἑκάστῳ βαπτιζομένῳ κατηργήθη τέλειον. Ἂν μέν τοι περὶ σώματος λέγῃς, ἔχει χώραν τὸ εἰρημένον, οἷον ὅτι ἔσχατος καταργεῖ- ται. Εἰ δέ τις ἀποροίη τίνος ἕνεκεν περὶ ἀναστάσεως διαλεγόμενος, οὐ παρήγαγεν εἰς μέσον τὰ ἀναστάντα σώματα ἐπὶ τοῦ Κυρίου, ἐκεῖνο ἂν εἴποιμεν, ὅτι οὐκ ἦν τοῦτο ὑπὲρ τῆς ἀναστάσεως εἰπεῖν. Τὸ γὰρ τοὺς ἀναστάντας δεῖξαι πάλιν ἀποθνήσκοντας, οὐκ ἦν ἀπο- δεικνύντος ὅτι εἰς τέλος καταργεῖται ὁ θάνατος. ∆ιὰ γὰρ τοῦτο καὶ ἔσχατον αὐτὸν εἶπε καταργεῖσθαι, ἵνα μηκέτι ὑποπτεύσῃς αὐτὸν ἀνίστασθαι. Τῆς γὰρ κακίας ἀναιρεθείσης, πολλῷ μᾶλλον ὁ θάνατος παύσεται. Οὐδὲ γὰρ ἂν ἔχοι λόγον, τῆς πηγῆς ξηραινομένης, τὸν ἐξ αὐτῆς συνεστάναι ποταμὸν, καὶ τῆς ῥίζης ἀφανιζομένης, τὸν καρπὸν μένειν. Ἐπεὶ οὖν ἐν τῇ τελευταίᾳ ἡμέρᾳ οἱ ἐχθροὶ καταργοῦνται τοῦ Θεοῦ μετὰ τοῦ θανάτου καὶ τοῦ διαβόλου καὶ τῶν δαιμό- νων, μὴ ἀσχάλλωμεν ἐπὶ τοῖς εὐημεροῦσιν ἐχθροῖς τοῦ Θεοῦ. Οἱ γὰρ ἐχθροὶ τοῦ Κυρίου ἅμα τῷ δοξα- σθῆναι αὐτοὺς καὶ ὑψωθῆναι ἐκλείποντες, ὡσεὶ κα- πνὸς ἐξέλιπον. Ὅταν ἴδῃς τινὰ ἐχθρὸν τοῦ Θεοῦ πλουτοῦντα, δορυφορούμενον, κόλακας ἔχοντα πολ- λοὺς, μὴ καταπέσῃς, ἀλλὰ στέναξον, δάκρυσον, παρακάλεσον τὸν Θεὸν, ὥστε αὐτὸν εἰς τοὺς φίλους κατατάξαι· καὶ ὅσῳ ἂν εὖ πράττῃ ἐχθρὸς ὢν, τοσούτῳ αὐτὸν μᾶλλον πένθησον. Τοὺς γὰρ ἁμαρτωλοὺς ἀεὶ μὲν θρηνεῖν δεῖ, μάλιστα δὲ ὅταν καὶ πλούτου καὶ πολλῆς ἀπολαύωσιν εὐημερίας, καθάπερ τοὺς νοσοῦν- τας, ὅταν γαστρίζωνται καὶ μεθύωσιν. Ἀλλ' εἰσί τι- νες, οἳ καὶ τούτων ἀκούοντες τῶν ῥημάτων, οὕτως ἀθλίως διάκεινται, ὡς στενάζειν ἐφ' ἑαυτοῖς πικρὸν καὶ λέγειν, ὅτι ∆ακρύων ἄξιος ἐγὼ ὁ μηδὲν ἔχων. Καλῶς εἶπες, Ὁ μηδὲν ἔχων, οὐκ ἐπειδὴ οὐκ ἔχεις ἅπερ ἐκεῖνος, ἀλλ' ἐπειδὴ μακαριστὸν τὸ πρᾶγμα νο- μίζεις· διὸ καὶ μυρίων ἄξιος ἂν εἴης θρήνων. Καὶ γὰρ εἴ τις ἐν ὑγείᾳ ζῶν μακαρίζοι τὸν ἀῤῥωστοῦντα καὶ ἐν μαλακῇ στρωμνῇ κατακείμενον, ἐκείνου πολλῷ ταλαιπωρότερος καὶ ἀθλιώτερος οὗτος, ὅτι τῶν οἰκείων ἀγαθῶν οὐδεμίαν αἴσθησιν ἔχει. Ὃ δὴ καὶ ἐπὶ τού- των ἔστιν ἰδεῖν συμβαῖνον· ὅθεν καὶ ὁ βίος ἡμῶν ἅπας συγκέχυται καὶ τετάρακται. Ταῦτα γὰρ τὰ ῥή ματα μυρίους ἀπώλεσε, καὶ τῷ διαβόλῳ προέδωκε, καὶ τῶν λιμῷ τηκομένων ἐλεεινοτέρους ἐποίησεν. Ὅτι γὰρ οἱ τοῦ πλείονος ἐφιέμενοι, οὗτοι καὶ τῶν προ σαιτούντων εἰσὶν ἀθλιώτεροι, ἅτε καὶ μείζονι καὶ δρι- μυτέρᾳ ἀθυμίᾳ τούτων κατεχόμενοι, δῆλον ἐντεῦθεν. Αὐχμὸς κατέλαβέ ποτε τὴν πόλιν τὴν ἡμετέραν, καὶ πάντες ἔτρεμον ὑπὲρ τῶν ἐσχάτων, καὶ τὸν Θεὸν παρεκάλουν λῦσαι τουτὶ τὸ δέος· καὶ ἦν ἰδεῖν τότε τὸ ὑπὸ Μωϋσέως εἰρημένον, χαλκοῦν τὸν οὐρανὸν γεγε- νημένον, καὶ θάνατον τῶν ἁπάντων θανάτων χαλε- πώτερον καθ' ἑκάστην προσδοκώμενον τὴν ἡμέραν. Ἀλλ' ὕστερον, δόξαν τῷ φιλανθρώπῳ Θεῷ, παρ' ἐλ- πίδα ἅπασαν πολὺς κατεφέρετο καὶ ἄπειρος ἄνωθεν ὑετὸς, καὶ πάντες ἐν πανηγύρει καὶ ἑορτῇ λοιπὸν, ἅτε ἐξ αὐτῶν ἀναβάντες τῶν τοῦ θανάτου πυλῶν. Ἀλλ' ἐν τοσούτοις ἀγαθοῖς καὶ τῇ κοινῇ πάντων εὐφροσύνῃ, τῶν ζαπλουτούντων τις τούτων στυγνὸς καὶ κατηφὴς, ἀποτεθνηκὼς ὑπὸ τῆς ἀθυμίας περιῄει, καὶ πολλῶν τὴν αἰτίαν πυνθανομένων, δι' ἣν ἐν τῇ κοινῇ πάντων ἀνθρώπων ἡδονῇ μόνος ἀλγεῖ, οὐδὲ κατασχεῖν ἔνδον ἴσχυσε τὸ χαλεπὸν τοῦτο πάθος, ἀλλ' ὑπὸ τῆς τυραννίδος τοῦ νοσήματος κεντούμενος, εἰς μέσον ἐξήνεγκε τὴν αἰτίαν· Μυρία γὰρ μέτρα σίτου κεκτημένος, φησὶν, οὐκ ἔχω πῶς διάθωμαι ταῦτα λοιπόν. Ἆρ' οὖν τοῦτον μακαριοῦμεν, εἰπέ μοι, ὑπὲρ τούτων τῶν ῥημάτων, ὑπὲρ ὧν καταλεύεσθαι αὐτὸν ἔδει, τὸν θηρίου παντὸς ὠμότερον, τὸν κοινὸν ἐχθρόν; Τί λέγεις, ἄνθρωπε; ἀλγεῖς ὅτι μὴ πάντες ἀπώλοντο, ἵνα σὺ συναγάγῃς χρυσίον; οὐκ ἤκουσας τί φησιν ὁ Σολομῶν, Ὁ τιμιουλκῶν σῖτον, δημοκατάρατος; ἀλλὰ περιέρχῃ κοινὸς ἐχθρὸς τῶν τῆς οἰκουμένης ἀγαθῶν, καὶ τῇ φιλοτιμίᾳ τοῦ ∆εσπότου τῆς οἰκουμέ- νης πολέμιος, καὶ τοῦ μαμωνᾶ φίλος, μᾶλλον δὲ δοῦ- λος; Οὐ γὰρ ἐκκοπῆναι τὴν γλῶτταν ἐκείνην ἔδει; οὐ γὰρ σβεσθῆναι τὴν καρδίαν τὴν ταῦτα τεκοῦσαν τὰ ῥήματα; ηʹ. Εἶδες πῶς οὐκ ἀφίησιν ἀνθρώπους εἶναι τοὺς ἀνθρώπους τὸ χρυσίον, ἀλλὰ θηρία καὶ δαίμονας; Τί γὰρ ἂν τούτου γένοιτ' ἂν ἐλεεινότερον τοῦ πλουσίου, τοῦ καθ' ἑκάστην ἡμέραν εὐχομένου γενέσθαι λιμὸν ἵνα αὐτῷ γένηται χρυσίον; Καὶ γὰρ εἰς τοὐναντίον αὐτῷ τὸ πάθος περιίσταται λοιπόν· οὐδὲ γὰρ χαίρει τῇ ἀφθονίᾳ τῆς τῶν καρπῶν κτήσεως, ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο ἀλγεῖ λοιπὸν, ὅτι ἄπειρα κέκτηται. Καίτοι τὸν πολλὰ κεκτημένον χαίρειν ἔδει· οὗτος δὲ δι' αὐτὸ τοῦτο ἀθυμεῖ. Ὁρᾷς ὅτι, ὅπερ ἔλεγον, οὐ τοσαύτην ἀπὸ τῶν παρόντων καρποῦνται τὴν ἡδονὴν οἱ πλουτοῦντες, ὅσην ἀπὸ τῶν μηδέπω προσγεγενη- μένων ὑπομένουσι τὴν ἀθυμίαν; Ὁ γὰρ σίτου μυριά- δας ἀπείρους κεκτημένος τοῦ πεινῶντος μᾶλλον ἤλ- γει καὶ ἔστενε· καὶ ὁ μὲν τὴν ἀναγκαίαν ἔχων τρο- φὴν ἐστεφανοῦτο καὶ ἐσκίρτα καὶ ηὐχαρίστει τῷ Θεῷ· ὁ δὲ τοσοῦτον κεκτημένος ἐδυσχέραινε καὶ ἀπ- ολωλέναι ἐνόμιζεν. Οὐκ ἄρα περιουσία ἐστὶν ἡ τὴν ἡδονὴν ποιοῦσα, ἀλλὰ γνώμη φιλόσοφος· ὡς ταύτης ἄνευ, κἂν τὰ πάντα τις λαβὼν ἔχῃ, ὡς πάντων ἐστε- ρημένος οὕτω διακείσεται καὶ θρηνήσει. Ἐπεὶ καὶ οὗτος, περὶ οὗ νῦν ἡμῖν ὁ λόγος, εἰ καὶ τοσαύτης ἀπ- έδοτο τιμῆς ἅπερ εἶχεν, ὅσης ἐβούλετο, πάλιν ἂν ἤλ- γησεν ὅτι μὴ πλείονος, καὶ εἰ πλείονος ἴσχυσε, πάλιν ἂν ἑτέραν ἐζήτησεν ὑπερβολὴν, καὶ εἰ τὸ μέδιμνον ἑνὸς χρυσίου διέθετο, κἀνταῦθα διεκόπτετο πάλιν ὑπὸ τῆς ἀθυμίας, ὅτι μὴ τὸ ἡμιμέδιμνον τοσούτου ἦν. Εἰ δὲ μὴ παρὰ τὴν ἀρχὴν τοσούτου ἡ τιμὴ, μὴ θαυμά- σῃς· ἐπεὶ καὶ οἱ μεθύοντες οὐκ ἐξ ἀρχῆς ἐμπίπραν- ται, ἀλλ' ὅταν πολλοῦ τοῦ ἀκράτου ἐμφορηθῶσι, τότε χαλεπωτέραν ἀνάπτουσι τὴν φλόγα. Καὶ οὗτοι τοίνυν ὅσῳ ἂν πλείονα περιβάλωνται, τοσούτῳ ἐν μείζονι ἐνδείᾳ καθίστανται, καὶ οἱ πλείονα κερδαίνοντες, αὐ- τοὶ μάλιστά εἰσιν οἱ πενόμενοι. Ταῦτα δέ μοι οὐ πρὸς τοῦτον εἴρηται μόνον, ἀλλὰ καὶ πρὸς ἕκαστον τῶν τὰ τοιαῦτα νοσούντων, καὶ τὴν τῶν ὠνίων τιμὴν ἐπιτεινόντων, καὶ τῶν πλησίον τὴν πενίαν πραγμα- τευομένων. Φιλανθρωπίας μὲν γὰρ οὐδεὶς οὐδαμοῦ λόγος· πανταχοῦ δὲ ὁ τῆς πλεονεξίας ἔρως ἐπὶ τοῦ καιροῦ τῆς πράσεως πολλοὺς ἐξάγει, καὶ σῖτον καὶ οἶνον ὁ μὲν θᾶττον, ὁ δὲ βραδύτερον ἀπέδοτο, οὐδέτε- ρος μέντοι ἀπὸ κηδεμονίας, ἀλλ' ὁ μὲν, ἵνα πλείονα λάβῃ, ὁ δὲ ἵνα μὴ ἐλάττω, τραπέντος αὐτοῦ τοῦ καρποῦ. Ἐπειδὴ γὰρ οἱ πλείους οὐ πολὺν τῶν τοῦ Θεοῦ νό- μων ποιούμενοι λόγον, πάντα ἔνδον κατακλείσαντες ἔχουσιν, ἑτέρως αὐτοὺς εἰς φιλανθρωπίαν ἐξάγων ὁ Θεὸς, ἵνα κἂν ἀνάγκῃ τι ποιήσωσι χρηστὸν, μείζονος ζημίας ἐνέβαλε δέος, οὐκ ἀφιεὶς εἰς πολὺν διαρκεῖν χρόνον τῆς γῆς τοὺς καρποὺς, ἵνα κἂν τὴν ἀπὸ τῆς φθορᾶς δεδοικότες βλάβην, προθῶσι τοῖς δεομένοις καὶ ἄκοντες, ἅπερ οἴκοι κατορύξαντες τηροῦσι κακῶς. Ἀλλὰ γὰρ καὶ μετὰ ταῦτα οὕτω τινές εἰσιν ἄπλη- στοι, ὡς μηδὲ ἐντεῦθεν παιδεύεσθαι. Πολλοὶ γοῦν καὶ πίθους ὁλοκλήρους ἐκένωσαν, πένητι μὲν οὐδὲ κύαθον δόντες, οὐδὲ ἀργυρίου τοῖς δεομένοις, ὀξίνην δὲ γινόμενον εἰς τὴν γῆν ῥίψαντες ἅπαντα, καὶ τοὺς πίθους αὑτῶν προσδιαφθείραντες τῷ καρπῷ. Ἕτεροι δὲ πάλιν οὐδὲ μάζης μιᾶς τῷ πεινῶντι μεταδόντες, ὁλόκληρα σιτοδοχεῖα εἰς ποταμὸν ἔῤῥιψαν· καὶ ἐπει- δὴ τοῦ Θεοῦ κελεύοντος διδόναι τοῖς δεομένοις οὐκ ἤκουσαν, τοῦ σητὸς ἐπιτάττοντος καὶ ἄκοντες τὸ ἔνδον ἅπαν ἐξήντλησαν εἰς ἀπώλειαν καὶ φθορὰν ἐσχάτην, πολὺν μὲν τὸν γέλωτα, πολλὰς δὲ τὰς ἀρὰς κατὰ τῆς ἑαυτῶν κεφαλῆς μετὰ τῆς ζημίας ἐπισπα- σάμενοι ταύτης. Καὶ τὰ μὲν ἐνταῦθα, τοιαῦτα· τὰ δὲ ἐκεῖ τίς παραστήσει λόγος; Ὥσπερ γὰρ οὗτοι τὸν σητόβρωτον ἐνταῦθα σῖτον ἄχρηστον γενόμενον εἰς ποταμοὺς ῥίπτουσιν, οὕτω τοὺς ταῦτα ἐργασαμένους δι' αὐτὸ τοῦτο ἀχρήστους γενομένους εἰς τὸν τοῦ πυ- ρὸς ῥίπτει ποταμὸν ὁ Θεός. Καθάπερ γὰρ τὸν σῖτον ὁ σὴς καὶ ὁ σκώληξ, οὕτω τὰς τούτων ψυχὰς ἡ ὠμότης καὶ ἡ ἀπανθρωπία διέφαγε. Τούτων δὲ αἴτιον τὸ τοῖς παροῦσι προσηλῶσθαι, καὶ πρὸς τὴν ζωὴν ταύτην κεχηνέναι μόνον· ὅθεν καὶ μυρίας ἀθυμίας μεστοὶ γίνονται οἱ τοιοῦτοι. Κἂν γὰρ ὁτιοῦν εἴπῃς ἡδὺ, πάντα ἱκανός ἐστιν ἀφανίσαι τῆς τελευτῆς ὁ φόβος, καὶ τέθνηκεν ὁ τοιοῦτος ἔτι ζῶν. Καὶ τὸ μὲν τοὺς ἀπίστους ταῦτα πάσχειν, θαυμαστὸν οὐδέν· ὅταν δὲ οἱ τοσούτων μυστηρίων ἀπολελαυκότες, καὶ τοσαῦτα περὶ τῶν μελλόντων φιλοσοφήσαντες, τοῖς παροῦσιν ἐμφιλοχωρῶσι, τίνος ἂν εἶεν ἄξιοι συγγνώμης; Πόθεν οὖν γίνεται τὸ τοῖς παροῦσιν ἐμφιλοχωρεῖν; Ἀπὸ τοῦ τρυφῇ προσέχειν, καὶ λιπαίνειν τὴν σάρκα, καὶ θρύ- πτειν τὴν ψυχὴν, καὶ βαρὺ τὸ φορτίον ἐργάζεσθαι καὶ πολὺ τὸ σκότος καὶ παχὺ τὸ παραπέτασμα. Ἐν γὰρ τῇ τρυφῇ τὸ μὲν κρεῖττον δουλοῦται, τὸ δὲ χεῖρον κρατεῖ· καὶ τὸ μὲν τυφλοῦται πάντοθεν καὶ σύρεται πεπηρωμένον, τὸ δὲ ἄγει καὶ περι- άγει πανταχοῦ, ἐν τῇ τῶν ἀγομένων ὀφεῖλον κεῖσθαι τάξει. Καὶ γὰρ πολὺς ὁ σύνδεσμος τῆς ψυ- χῆς πρὸς τὸ σῶμα, τοῦτο τοῦ ∆ημιουργοῦ μηχανησα- μένου, ἵνα μὴ ὡς ἀλλότριον αὐτὸ πείθωσί τινες μισεῖν. θʹ. Ὁ μὲν γὰρ Θεὸς τοὺς ἐχθροὺς ἐκέλευσε φιλεῖν· ὁ δὲ διάβολος τοσοῦτον ἴσχυσεν, ὡς καὶ τὸ οἰκεῖον σῶμα πεῖσαί τινας μισεῖν. Ὅταν γὰρ εἴπῃ, ὅτι τοῦ διαβό- λου ἐστὶν, οὐδὲν ἄλλο κατασκευάζει, ἢ τοῦτο· ὅπερ ἐσχάτης ληρωδίας ἐστίν. Εἰ γὰρ τοῦ διαβόλου ἐστὶ, τίς ἡ τοσαύτη συμφωνία, ὡς ἐπιτήδειον αὐτὸ πάντο- θεν εἰς τὰς τῆς φιλοσόφου ψυχῆς ἐνεργείας κατα- σκευάσαι; Καὶ εἰ ἐπιτήδειον, φησὶ, πῶς αὐτὴν τυ- φλοῖ; Οὐχὶ τὸ σῶμά ἐστι τὸ τυφλοῦν τὴν ψυχὴν, ἄπαγε, ἄνθρωπε, ἀλλ' ἡ τρυφή. Τῆς δὲ τρυφῆς πόθεν ἐφιέμεθα; Οὐ παρὰ τὸ σῶμα ἔχειν, οὐδαμῶς, ἀλλὰ παρὰ προαίρεσιν πονηράν. Τὸ γὰρ σῶμα τροφῆς δεῖται, οὐ τρυφῆς, τὸ σῶμα τοῦ τρέφεσθαι χρῄζει, οὐχὶ τοῦ διακόπτεσθαι καὶ διαῤῥεῖν. Οὐδὲ γὰρ ψυχῇ μόνον, ἀλλὰ καὶ αὐτῷ τῷ σώματι τῷ τρεφομένῳ πολέμιον ἡ τρυφή. Καὶ γὰρ ἀσθενέστερον ἀντὶ ἰσχυ- ροῦ γίνεται, καὶ μαλακώτερον ἀντὶ στεῤῥοῦ, καὶ ἐπίνοσον ἀντὶ ὑγιεινοῦ, καὶ βαρύτερον ἀντὶ κούφου, καὶ ἀραιότερον ἀντὶ πυκνοῦ, καὶ αἰσχρὸν ἀντὶ ὡραίου, καὶ δυσωδέστερον ἀντὶ εὐώδους, καὶ ἀκάθαρτον ἀντὶ καθαροῦ, καὶ περιώδυνον ἀντὶ ἀνειμένου, καὶ ἄχρη στον ἀντὶ χρησίμου, καὶ παλαιὸν ἀντὶ νέου, καὶ σαθρὸν ἀντὶ ἰσχυροῦ, καὶ βραδὺ καὶ νωθρὸν ἀντὶ ταχέος, καὶ χωλὸν ἀντὶ ἀρτίου. Καίτοι εἰ τοῦ διαβό- λου ἦν, οὐκ ἐχρῆν ὑπὸ τῶν αὐτοῦ παραβλάπτεσθαι, τῆς κακίας λέγω. Ἀλλ' οὔτε τὸ σῶμα, οὔτε τὰ σιτία, τοῦ διαβόλου, ἀλλ' ἡ τρυφὴ μόνη. ∆ιὰ γὰρ ταύτης τὰ μυρία ὁ πονηρὸς δαίμων ἐκεῖνος ἀνύει κακά· οὕτω δῆμον ὁλόκληρον ἐξετραχήλισεν· Ἐλιπάνθη γὰρ, φησὶ, καὶ ἐπαχύνθη, καὶ ἐπλατύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. Καὶ Σοδόμοις δὲ ἐν- τεῦθεν ἡ ἀρχὴ τῶν κεραυνῶν ἐκείνων ἐγένετο. Καὶ τοῦτο δηλῶν ὁ Ἰεζεκιὴλ ἔλεγε· Πλὴν τοῦτο τὸ ἀνόμημα Σοδόμων, ἐν ὑπερηφανίᾳ καὶ ἐν πλη- σμονῇ ἄρτων καὶ ἐν εὐθηνίαις ἐσπατάλων. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγεν· Ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκε. Τί δήποτε; Ὅτι ὥσπερ τάφον τὸ σῶμα περιφέρει μυρίοις συνδεδεμένον κακοῖς. Εἰ δὲ τὸ σῶμα οὕτως ἀπόλλυται, πῶς ἡ ψυχὴ διακείσεται, πόσου θορύβου, πόσων κυμάτων, πόσης ζάλης ἀνά- πλεως ἔσται; ∆ιά τοι τοῦτο πρὸς πάντα ἄχρηστος γίνεται καὶ οὔτε εἰπεῖν, οὔτε ἀκοῦσαι, οὔτε βουλεύ- σασθαι, οὔτε τι πρᾶξαι τῶν δεόντων ῥᾳδίως δυνή- σεται· ἀλλ' ὥσπερ κυβερνήτης, χειμῶνος κρατή σαντος τῆς τέχνης, αὐτῷ τῷ πλοίῳ καὶ τοῖς ἐπι- βάταις ὑποβρύχιος γίνεται· οὕτω καὶ ἡ ψυχὴ μετὰ τοῦ σώματος εἰς τὴν χαλεπὴν τῆς ἀναισθησίας κα- ταποντίζεται ἄβυσσον. Καὶ γὰρ καθάπερ μύλην τινὰ τὴν γαστέρα ἡμῖν ἐνέθηκεν ὁ Θεὸς, σύμμετρον αὐτῇ δύναμιν δοὺς, καὶ τάξας μέτρον ῥητὸν, ὅπερ αὐτὴν ἀλεῖν δεῖ καθ' ἑκάστην ἡμέραν. Ἂν οὖν τις ἐπιβάλῃ πλείονα, ἀκατέργαστα γενόμενα τῷ παντὶ λυ μαίνεται. Ἐντεῦθεν νόσοι καὶ ἀσθένειαι καὶ ἀμορ- φίαι· καὶ γὰρ οὐκ ἐπίνοσον μόνον, ἀλλὰ καὶ αἰσχρὰν ποιεῖ ἡ τρυφὴ τὴν καλήν. Ὅταν γὰρ ἐρεύγηται συνεχῶς ἀηδῆ, καὶ σεσηπότος οἴνου πνέῃ, καὶ πλέον τοῦ δέοντος ἐρυθαίνηται, καὶ τὸν προσήκοντα γυναικὶ ῥυθμὸν διαφθείρῃ, καὶ τὴν εὐκοσμίαν ἀπολέσῃ πᾶ- σαν, καὶ πλαδαρὰ μὲν ἡ σὰρξ γίνηται, ὕφαιμοι δὲ καὶ διατεταμέναι αἱ βλεφαρίδες, καὶ πάχος πλέον τοῦ δέοντος, καὶ πολυσαρκία περιττή· ἐννόησον πόση γίνεται ἐντεῦθεν ἀηδία. Ἐγὼ δὲ καὶ ἰατρῶν ἤκουσα λεγόντων, ὅτι πολλοὺς καὶ πρὸς ὕψος ἀναδρα- μεῖν ἡ τρυφὴ μάλιστα ἐκώλυσε. Τοῦ γὰρ πνεύματος ἐγκοπτομένου τῷ πλήθει τῶν καταβαλλομένων καὶ περὶ τὴν τούτων ἐργασίαν ἀσχολουμένου, ὅπερ εἰς αὔξησιν ἔδει προχωρεῖν, τοῦτο δαπανᾶται εἰς τὴν τῶν περιττῶν ἐργασίαν. Τί ἄν τις εἴποι τὰς ποδαλ- γίας, τὸ ῥεῦμα τὸ πανταχοῦ πλανώμενον, τὰς ἄλλας νόσους τὰς ἐντεῦθεν, τὴν βδελυρίαν ἅπασαν; Οὐδὲν γὰρ οὕτως ἀηδὲς, ὡς γυνὴ πολλὰ σιτουμένη. ∆ιὰ τοῦτο ἐν ταῖς πενομέναις πλείονα τὴν εὐμορφίαν ἴδοι τις ἂν, τῶν περιττωμάτων ἀναλισκομένων καὶ οὐχὶ προσπεπλασμένων αὐταῖς, πηλοῦ τινος περιττοῦ δίκην, εἰκῆ καὶ μάτην. Ἡ γὰρ καθημερινὴ γυμνασία καὶ οἱ πόνοι καὶ αἱ ταλαιπωρίαι καὶ ἡ σύμμετρος τράπεζα καὶ ἡ λιτὴ δίαιτα πολλὴν μὲν αὐταῖς τὴν εὐεξίαν, πολλὴν δὲ ἐντεῦθεν καὶ τὴν ὥραν παρέχου- σιν. Εἰ δὲ τὴν ἡδονὴν τῆς τρυφῆς λέγοις, μέχρι τῆς φάρυγγος αὐτὴν εὑρήσεις μόνον. Ὁμοῦ τε γὰρ τὴν γλῶτταν παρῆλθε καὶ ἀπέπτη, πολλὰς ἐναφιεῖσα τὰς ἀηδίας. Μὴ γάρ μοι κατακειμένους μόνον τοὺς τρυ- φῶντας ἴδῃς, ἀλλ' ὅταν αὐτοὺς ἀναστάντας ἴδῃς, τότε παρακολούθησον, καὶ ὄψει θηρίων μᾶλλον καὶ ἀλό- γων, ἢ ἀνθρώπων σώματα. Ὄψει γὰρ καρηβα- ροῦντας, διατεινομένους, συνδεδεμένους, κλίνης δεο- μένους καὶ στρωμνῆς καὶ ἡσυχίας πολλῆς, καὶ καθ- άπερ ἐν κλυδωνίῳ πολλῷ ταραττομένους, καὶ τῶν διασωζόντων δεομένους, καὶ ἐπιθυμοῦντας τῆς κα- ταστάσεως ἐκείνης, ἐν ᾗ πρὶν ἢ διαῤῥαγῆναι ἦσαν. Καθάπερ γὰρ αἱ κύουσαι τῶν γυναικῶν, οὕτω βαρού- μενοι τὰς γαστέρας περιφέρονται, καὶ μόλις ἐπι- βαίνουσι, καὶ μόλις βλέπουσι, καὶ μόλις φθέγγονται, καὶ πάντα μόλις. Ἂν δὲ μικρὸν αὐτοὺς τύχῃ κατα- δαρθεῖν, ὀνείρατα πάλιν ἄτοπα καὶ μυρίων γέμοντα φαντασιῶν ὁρῶσι. Τί ἄν τις εἴποι τὴν ἑτέραν τούτων μανίαν, τὴν τῶν ἀφροδισίων λέγω; Καὶ γὰρ καὶ αὕτη τὰς πηγὰς ἐντεῦθεν ἔχει· καὶ καθάπερ ἵπποι θηλυ- μανεῖς, οὕτω τῷ οἴστρῳ τῆς μέθης κεντούμενοι, πᾶσιν ἐπιπηδῶσιν, ἀλογώτερον καὶ μανικώτερον ἐκείνων σκιρτῶντες, καὶ πολλὰ ἕτερα ἀσχημονοῦντες, ἃ μηδὲ εἰπεῖν θέμις. Οὐδὲ γὰρ ἴσασι λοιπὸν οὔτε ἃ πάσχουσιν, οὔτε ἃ πράττουσιν. Ἀλλ' οὐχ ὁ μὴ τρυ- φῶν, τοιοῦτος· ἀλλ' ἐν λιμένι κάθηται τὰ ἑτέρων ὁρῶν ναυάγια, καὶ ἡδονῆς ἀπολαύει καθαρᾶς καὶ διαρκοῦς, τὴν ἐλευθέρῳ προσήκουσαν ζωὴν μετιών. Ταῦτ' οὖν εἰδότες, φύγωμεν τὰ πονηρὰ τῆς τρυφῆς συμ- πόσια, καὶ λιτῆς ἀντεχώμεθα τραπέζης, ἵνα καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα εὖ διακείμενοι, πᾶσάν τε ἐργα- σώμεθα ἀρετὴν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Μʹ.
Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν, εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται; τί καὶ βαπτίζονται ὑπὲρ τῶν νεκρῶν; αʹ. Ἑτέρῳ πάλιν ἐπιχειρεῖ κεφαλαίῳ, ποτὲ μὲν ἐξ ὧν ὁ Θεὸς ποιεῖ, ποτὲ δὲ ἐξ αὐτῶν ὧν πράττουσι, τὰ λεγόμενα κατασκευάζων. Οὐ μικρὸν δὲ καὶ τοῦτο εἰς συνηγορίαν δικαίωμα, ὅταν τοὺς ἀντιλέγοντας αὐτοὺς μάρτυρας παραγάγῃ, δι' ὧν ποιοῦσι, τῶν λεγομένων. Τί οὖν ἐστιν ὅ φησιν; ἢ βούλεσθε πρῶτον εἴπω, πῶς παραποιοῦσι τὴν ῥῆσιν ταύτην οἱ τὰ Μαρκίωνος νο- σοῦντες; Καὶ οἶδα μὲν ὅτι πολὺν κινήσω γέλωτα, πλὴν ἀλλὰ καὶ διὰ τοῦτο μάλιστα ἐρῶ, ἵνα μειζόνως αὐτῶν φύγητε τὴν νόσον. Ἐπειδὰν γάρ τις κατηχού- μενος ἀπέλθῃ παρ' αὐτοῖς, τὸν ζῶντα ὑπὸ τὴν κλίνην τοῦ τετελευτηκότος κρύψαντες, προσίασι τῷ νεκρῷ καὶ διαλέγονται καὶ πυνθάνονται, εἰ βούλοιτο λαβεῖν τὸ βάπτισμα· εἶτα ἐκείνου μηδὲν ἀποκρινομένου, ὁ κεκρυμμένος κάτωθεν ἀντ' ἐκείνου φησὶν, ὅτι δὴ βούλοιτο βαπτισθῆναι· καὶ οὕτω βαπτίζουσιν αὐτὸν ἀντὶ τοῦ ἀπελθόντος, καθάπερ ἐπὶ τῆς σκηνῆς παί- ζοντες· τοσοῦτον ἴσχυσε ταῖς τῶν ῥᾳθύμων ψυχαῖς ὁ διάβολος. Εἶτα ἐγκαλούμενοι, τουτὶ παράγουσι τὸ ῥῆμα λέγοντες, ὅτι καὶ ὁ Ἀπόστολος εἴρηκεν· Οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν. Εἶδες τὸν καταγέ λωτα τὸν πολύν; ἆρ' οὖν πρὸς ταῦτα ἀντειπεῖν ἄξιον; Οὐκ ἔγωγε οἶμαι· πλὴν εἰ μὴ καὶ τοῖς μαινομένοις, ὑπὲρ ὧν παραπαίοντες φθέγγονται, διαλέγεσθαι δεῖ. Ἵνα δὲ μηδεὶς τῶν σφόδρα ἀφελεστέρων ἁλῷ, ἀναγ- καῖον ὑπομεῖναι καὶ τὴν πρὸς τούτους ἀντίῤῥησιν. Εἰ γὰρ τοῦτο ἔλεγε Παῦλος, τίνος ἕνεκεν ἠπείλησεν ὁ Θεὸς τῷ μὴ βαπτιζομένῳ. Οὐ γὰρ ἔστι τινὰ μὴ βαπτισθῆναι λοιπὸν ἐπινοηθέντος τούτου· ἄλλως δὲ τὸ ἔγκλημα οὐκέτι παρὰ τὸν ἀπελθόντα γίνεται, ἀλλὰ παρὰ τὸν ζῶντα. Τίσι δὲ ἔλεγεν, Ἐὰν μὴ φάγητέ μου τὴν σάρκα, καὶ πίητέ μου τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς; τοῖς ζῶσιν, ἢ τοῖς τετελευτηκόσιν, εἰπέ μοι, καὶ πάλιν, Ἂν μή τις ἀναγεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται ἰδεῖν τὴν βα- σιλείαν τοῦ Θεοῦ; Εἰ γὰρ τοῦτο ἐφεῖται, καὶ οὐ χρεία γνώμης τῆς τοῦ λαμβάνοντος, οὐδὲ συγκατα- θέσεως τῆς ἐν τῷ ζῇν, τί κωλύει καὶ Ἕλληνας καὶ Ἰουδαίους οὕτω γενέσθαι πιστοὺς, ἑτέρων μετὰ τὴν τελευτὴν ἐκείνων ὑπὲρ ἐκείνων ταῦτα ποιούντων; Ἀλλ' ἵνα μὴ ἐπιπλέον τὰ ἀραχνίδια διακόπτοντες ματαιοπονῶμεν, φέρε τῆς ῥήσεως ταύτης τὴν δύ- ναμιν ὑμῖν ἀναπτύξωμεν. Τί οὖν φησιν ὁ Παῦλος; Πρῶτον δὲ ἀναμνῆσαι βούλομαι τοὺς μεμνη- μένους ὑμᾶς ῥήσεως, ἣν κατὰ τὴν ἑσπέραν ἐκείνην οἱ μυσταγωγοῦντες ὑμᾶς λέγειν κελεύουσι, καὶ τότε ἐρῶ καὶ τὸ τοῦ Παύλου· οὕτω γὰρ ὑμῖν καὶ τοῦτο ἔσται σαφέστερον. Μετὰ γὰρ τὰ ἄλλα πάντα τοῦτο προστίθεμεν, ὃ νῦν ὁ Παῦλος λέγει. Καὶ βούλομαι μὲν σαφῶς αὐτὸ εἰπεῖν, οὐ τολμῶ δὲ διὰ τοὺς ἀμυή- τους· οὗτοι γὰρ δυσκολωτέραν ἡμῖν ποιοῦσι τὴν ἐξ- ήγησιν, ἀναγκάζοντες ἢ μὴ λέγειν σαφῶς, ἢ εἰς αὐ- τοὺς ἐκφέρειν τὰ ἀπόῤῥητα. Πλὴν ἀλλ' ὡς ἂν οἷός τε ὦ, συνεσκιασμένως ἐρῶ. Μετὰ γὰρ τὴν ἀπαγγελίαν τῶν μυστικῶν ῥημάτων ἐκείνων καὶ φοβερῶν, καὶ τοὺς φρικτοὺς κανόνας τῶν ἐκ τοῦ οὐρανοῦ κατενεχ- θέντων δογμάτων, καὶ τοῦτο πρὸς τῷ τέλει προστί- θεμεν, ὅταν μέλλωμεν βαπτίζειν, κελεύοντες λέγειν, ὅτι Πιστεύω εἰς νεκρῶν ἀνάστασιν, καὶ ἐπὶ τῇ πίστει ταύτῃ βαπτιζόμεθα. Μετὰ γὰρ τὸ ὁμολογῆσαι τοῦτο μετὰ τῶν ἄλλων, τότε καθιέμεθα εἰς τὴν πηγὴν τῶν ἱερῶν ναμάτων ἐκείνων. Τοῦτο τοίνυν ἀναμιμνήσκων ὁ Παῦλος ἔλεγεν· Εἰ μὴ ἔστιν ἀνάστασις, τί καὶ βαπτίζῃ ὑπὲρ τῶν νεκρῶν; τουτέστι, τῶν σωμάτων. Καὶ γὰρ ἐπὶ τούτῳ βαπτίζῃ, τοῦ νεκροῦ σώματος ἀνάστασιν πιστεύων, ὅτι οὐκέτι μένει νεκρόν. Καὶ σὺ μὲν διὰ τῶν ῥημάτων λέγεις νεκρῶν ἀνάστασιν· ὁ δὲ ἱερεὺς, ὥσπερ ἐν εἰκόνι τινὶ, ἅπερ ἐπίστευσας καὶ διὰ τῶν ῥημάτων ὡμολόγησας, δείκνυσί σοι καὶ διὰ τῶν πραγμάτων αὐτῶν. Ὅταν χωρὶς σημείου πιστεύῃς, τότε σοι καὶ τὸ σημεῖον παρέχει· ὅταν τὰ σαυτοῦ ποιήσῃς, τότε καὶ ὁ Θεός σε πληροφορεῖ. Πῶς καὶ τίνι τρόπῳ; ∆ιὰ τοῦ ὕδατος. Τὸ γὰρ βαπτί- ζεσθαι καὶ καταδύεσθαι, εἶτα ἀνανεύειν, τῆς εἰς ᾅδου καταβάσεώς ἐστι σύμβολον καὶ τῆς ἐκεῖθεν ἀνόδου. ∆ιὸ καὶ τάφον τὸ βάπτισμα ὁ Παῦλος καλεῖ λέγων· Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτί σματος εἰς τὸν θάνατον. Ἀπὸ τούτου καὶ τὸ μέλ- λον ἀξιόπιστον ποιεῖ, τῶν σωμάτων λέγω τὴν ἀνά- στασιν. Τοῦ γὰρ σῶμα ἀναστῆσαι πολλῷ μεῖζον τὸ ἁμαρτήματα ἀφανίσαι. Καὶ τοῦτο ὁ Χριστὸς ἀποφαι- νόμενος, ἔλεγεν· Τί γάρ ἐστιν εὐκοπώτερον εἰπεῖν, Ἀφέωνταί σοι αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, Ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει; Τὸ μὲν δυσκο- λώτερον ἐκεῖνο, φησίν· ἐπειδὴ δὲ ἀπιστεῖτε ἅτε ἀδήλῳ ὄντι, καὶ τὸ εὐκολώτερον ἀντὶ δυσκόλου ποιεῖ- σθε τῆς ἐμῆς δυνάμεως ἀπόδειξιν, οὐδὲ τοῦτο παρ- αιτήσομαι παρασχεῖν ὑμῖν τὸ δεῖγμα. Τότε λέγει τῷ παραλυτικῷ· Ἐγερθεὶς ἆρον τὴν κλίνην σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. βʹ. Καὶ πῶς τοῦτο δύσκολον, φησὶν, ὅταν καὶ βασι- λεῦσι καὶ ἄρχουσι δυνατὸν ᾖ; καὶ γὰρ μοιχοὺς καὶ ἀνδροφόνους ἀφιᾶσιν ἐκεῖνοι. Παίζεις, ἄνθρωπε, ταῦτα λέγων· ἁμαρτήματα μὲν γὰρ ἀφεῖναι μόνῳ Θεῷ δυνατόν· ἄρχοντες δὲ καὶ βασιλεῖς, κἂν μοι- χοὺς, κἂν ἀνδροφόνους ἀφῶσι, τῆς μὲν κολάσεως τῆς παρούσης ἀπαλλάττουσι, τὴν δὲ ἁμαρτίαν αὐτῶν οὐκ ἐκκαθαίρουσι· κἂν εἰς ἀρχὰς ἀγάγωσι τοὺς ἀφεθέν- τας, κἂν αὐτὴν περιβάλωσι τὴν ἁλουργίδα, κἂν τὸ διάδημα ἐπιθῶσιν, ἀλλὰ βασιλέας μὲν ἐποίησαν ἂν οὕτω, τῆς δὲ ἁμαρτίας οὐκ ἂν ἠλευθέρωσαν· Θεὸς γὰρ μόνος τοῦτο ποιεῖ. Ὃ δὴ καὶ ἐν τῷ λουτρῷ τῆς παλιγγενεσίας ἐργάζεται· αὐτῆς γὰρ ἅπτεται τῆς ψυχῆς ἡ χάρις, κἀκεῖθεν πρόῤῥιζον ἀνασπᾷ τὴν ἁμαρτίαν. ∆ιὰ δὴ τοῦτο τοῦ μὲν ὑπὸ βασιλέως ἀφ- εθέντος ῥυπῶσαν τὴν ψυχὴν ἔστιν ἰδεῖν, τὴν δὲ τοῦ βαπτισθέντος οὐκέτι, ἀλλ' αὐτῶν τῶν ἡλιακῶν ἀκτί- νων καθαρωτέραν, καὶ οἵα ἐξ ἀρχῆς γεννηθεῖσα ἦν, μᾶλλον δὲ καὶ ἐκείνης ἀμείνω πολλῷ· Πνεύματος γὰρ ἀπολαύει τοῦ πανταχόθεν αὐτὴν πυροῦντος καὶ τὴν ἁγιωσύνην ἐπιτείνοντος. Καὶ ὥσπερ σίδηρον ἢ χρυσὸν ἀναχωνεύων, καθαρὸν καὶ καινὸν ἄνωθεν ποιεῖς· οὕτω δὴ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ὥσπερ ἐν χωνευτηρίῳ τῷ βαπτίσματι ἀναχωνεῦον αὐτὴν, καὶ δαπανῶν τὰ ἁμαρτήματα, χρυσίου παντὸς καθαροῦ καθαρώτερον ἀποστίλβειν παρασκευάζει. Καὶ τὴν τῶν σωμάτων δὲ ἀνάστασιν ἀξιόπιστον κἀντεῦθέν σοι πάλιν δείκνυσιν οὖσαν. Ἐπειδὴ γὰρ ἡ ἁμαρτία τὸν θάνατον εἰσήγαγε, τῆς ῥίζης ξηρανθείσης, οὐδὲν δεῖ λοιπὸν ἀμφιβάλλειν ὑπὲρ τῆς τοῦ καρποῦ ἀπ- ωλείας. ∆ιὰ τοῦτο πρότερον εἰπὼν ἁμαρτιῶν ἄφεσιν, τότε ὁμολογεῖς καὶ νεκρῶν ἀνάστασιν, ἐντεῦθεν καὶ εἰς ἐκεῖνο χειραγωγούμενος. Εἶτα ἐπειδὴ οὐκ ἀρκεῖ τὸ ὄνομα τῆς ἀναστάσεως δεῖξαι τὸ πᾶν (πολλοὶ γὰρ ἀναστάντες πάλιν ἀπῆλθον, ὡς οἱ ἐν τῇ Παλαιᾷ, ὡς Λάζαρος, ὡς οἱ ἐν τῷ καιρῷ τοῦ σταυροῦ), κελεύει λέγειν, Καὶ εἰς ζωὴν αἰώνιον, ἵνα μηκέτι θάνατον ὑποπτεύσῃ τις μετὰ τὴν ἀνάστασιν ἐκείνην. Τούτων τοίνυν τῶν ῥημάτων ἀναμιμνήσκων ὁ Παῦλός φησι· Τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν; Εἰ γὰρ μὴ ἔστιν ἀνάστασις, φησὶ, σκηνὴ τὰ ῥήματα ταῦτα· εἰ μὴ ἔστιν ἀνάστασις, πῶς αὐτοὺς πείθομεν πιστεύειν, ἅπερ οὐ διδόαμεν; ὥσπερ ἂν εἴ τις κελεύων γραμματεῖον ἐκθέσθαι ὅτι τὸ καὶ τὸ ἔλαβε, μηκέτι δῴη τὰ ἐγγραφέντα, εἶτα μετὰ τὴν ὑπογρα- φὴν ἀπαιτοίη τὰ ἐγγεγραμμένα. Τί γὰρ ποιήσει λοιπὸν ὁ ὑπογράψας, ὑπεύθυνον μὲν ἑαυτὸν ποιήσας, οὐ λαβὼν δὲ ἅπερ ὡμολόγησεν εἰληφέναι; Τοῦτο γὰρ καὶ ἐνταῦθα λέγει περὶ τῶν βαπτιζομένων. Τί ποιή- σουσιν οἱ βαπτιζόμενοι, φησὶν, ὑπογράψαντες μὲν ἀνάστασιν σωμάτων νεκρῶν, οὐ λαμβάνοντες δὲ, ἀλλ' ἀπατώμενοι; τί δὲ ὅλως καὶ τῆς ὁμολογίας ταύ- της ἔδει, εἰ τὸ ἔργον μὴ εἵπετο; Τί καὶ ἡμεῖς κινδυ- νεύομεν πᾶσαν ὥραν; Καθ' ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ. Ὅρα πάλιν πόθεν ἐπιχειρεῖ κατασκευάσαι τὸ δόγμα, ἀπὸ τῆς οἰκείας ψήφου, μᾶλλον δὲ οὐ τῆς αὐτοῦ μόνον, ἀλλὰ καὶ τῆς τῶν λοιπῶν ἀποστόλων. Οὐ μικρὸν δὲ καὶ τοῦτο τὸ τοὺς διδασκάλους εἰσάγειν σφόδρα πεπληροφορημένους, καὶ τοῦτο δεικνύντας οὐ διὰ λόγων μόνον, ἀλλὰ καὶ δι' αὐτῶν τῶν πρα- γμάτων. ∆ιὰ δὴ τοῦτο οὐ λέγει ἁπλῶς, ὅτι Καὶ ἡμεῖς πεπείσμεθα· οὐδὲ γὰρ ἤρκει τοῦτο πεῖσαι μόνον· ἀλλὰ καὶ τὴν διὰ τῶν πραγμάτων ἀπόδειξιν παρέχεται· ὡς ἂν εἰ ἔλεγε, Ῥήμασι ταῦτα ὁμολογεῖν οὐδὲν ἴσως ὑμῖν δοκεῖ θαυμαστὸν εἶναι· εἰ δὲ καὶ τὴν ἀπὸ τῶν ἔργων ὑμῖν παράσχοιμεν φωνὴν, τί πρὸς τοῦτο ἔχοιτε ἀντειπεῖν; Ἀκούσατε τοίνυν, πῶς καὶ διὰ τῶν κινδύνων ταῦτα καθ' ἑκάστην ὁμολογοῦμεν τὴν ἡμέραν. Καὶ οὐκ εἶπεν, Ἐγὼ, ἀλλ', Ἡμεῖς, πα ραλαμβάνων πάντας ὁμοῦ τοὺς ἀποστόλους, καὶ ταύτῃ μετριάζων τε καὶ ἀξιόπιστον ποιῶν τὸν λόγον. Τί γὰρ ἂν ἔχοιτε εἰπεῖν; ὅτι ἀπατῶμεν ὑμᾶς ταῦτα κηρύττοντες, καὶ κενοδοξίας ἕνεκεν δογματίζομεν; Ἀλλ' οὐκ ἐῶσι ταῦτα ψηφίζεσθαι οἱ κίνδυνοι· τίς γὰρ ἂν ἕλοιτο κινδυνεύειν διηνεκῶς εἰκῆ καὶ μάτην; ∆ιὸ καὶ ἔλεγε· Τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν; Εἰ γὰρ καὶ ἕλοιτό τις διὰ κενοδοξίαν, ἅπαξ καὶ δεύτερον τοῦτο αἱρήσεται, οὐχὶ πάντα τὸν βίον, καθάπερ ἡμεῖς· ἡμεῖς γὰρ τὴν ζωὴν ἅπασαν εἰς τοῦτο κατεστησάμεθα. Καθ' ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἢν ἔχω ἐν Χριστῷ Ἰησοῦ· καύχησιν ἐνταῦθα τὴν αὐτῶν προκοπὴν λέ- γων. Ἐπειδὴ γὰρ πολλοὺς ἔδειξε τοὺς κινδύνους ὄντας, ἵνα μὴ δόξῃ ὡς ἀποδυρόμενος ταῦτα λέγειν, Οὐ μόνον οὐκ ἀλγῶ, φησὶν, ἀλλὰ καὶ καυχῶμαι τῷ ταῦτα πάσχειν ὑπὲρ ὑμῶν. ∆ιπλῆ δὲ ἐναβρύνεσθαί φησι, καὶ τῷ δι' αὐτοὺς κινδυνεύειν, καὶ τῷ ὁρᾷν αὐτοὺς ἐπιδιδόντας. Εἶτα τὸ αὐτῷ σύνηθες ποιῶν, ἐπειδὴ μεγάλα ἐφθέγξατο, ἀμφότερα ἀνατίθησι τῷ Χριστῷ. Πῶς δὲ ἀποθνήσκει καθ' ἑκάστην ἡμέραν; Τῇ προθυμίᾳ καὶ τῷ παρεσκευάσθαι πρὸς τοῦτο. Καὶ τίνος ἕνεκεν ταῦτα λέγει; Πάλιν τὸν περὶ τῆς ἀναστάσεως καὶ διὰ τούτων κατασκευάζων λόγον. Τίς γὰρ ἂν ἕλοιτο, φησὶ, τοσούτους ὑπομένειν θανάτους, ἀναστά- σεως οὐκ οὔσης οὐδὲ ζωῆς μετὰ ταῦτα; Εἰ γὰρ οἱ πιστεύοντες τῇ ἀναστάσει, μόλις ἂν ὑπὲρ αὐτῆς κιν- δυνεύσαιεν, εἰ μὴ σφόδρα εἶεν γενναῖοι· πολλῷ μᾶλ- λον ὁ μὴ πιστεύων, φησὶν, οὐκ ἂν ἕλοιτο τοσούτους ὑπομένειν θανάτους, καὶ οὕτω χαλεπούς. Καὶ γὰρ κατὰ μικρὸν ὅρα πόσην ποιεῖται τὴν αὔξησιν. Εἶπεν, ὅτι Κινδυνεύομεν, προσέθηκεν, ὅτι Πᾶσαν ὥραν, εἶτα, ὅτι Καθ' ἡμέραν, εἶτα, ὅτι οὐ, Κινδυνεύω, μόνον, φησὶν, ἀλλὰ καὶ, Ἀποθνήσκω. ∆είκνυσι δὴ λοιπὸν καὶ ποταποὺς θανάτους, οὕτω λέγων· Εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος; γʹ. Τί ἐστιν, Εἰ κατὰ ἄνθρωπον; Ὅσον τὸ εἰς ἀνθρώπους ἧκον, ἐθηριομάχησα. Τί γὰρ, εἰ ὁ Θεὸς ἐξήρπασέ με τῶν κινδύνων; Ὥστε ὁ μάλιστα ὑπὲρ τούτων ὀφείλων μεριμνᾷν, ἐγώ εἰμι ὁ τοσούτους κινδύνους ὑπομένων, καὶ μηδεμίαν μηδέπω λαβὼν ἀμοιβήν. Εἰ γὰρ μὴ παραγίνεται ὁ τῆς ἀντιδόσεως καιρὸς, ἀλλὰ μέχρι τοῦ παρόντος τὰ ἡμέτερα συγκέ- κλεισται, ἡμεῖς ἐν μείζονι ζημίᾳ ἐσμέν. Ὑμεῖς μὲν γὰρ ἀκινδύνως ἐπιστεύσατε, ἡμεῖς δὲ καθ' ἑκάστην σφαττόμεθα τὴν ἡμέραν. Ταῦτα δὲ ἅπαντα ἔλεγεν, οὐκ ἐπειδὴ οὐκ εἶχεν ὄφελος καὶ ἐν αὐτῷ τῷ πάσχειν, ἀλλὰ διὰ τὴν τῶν πολλῶν ἀσθένειαν, καὶ ὥστε αὐτοὺς εἰς τὸν περὶ τῆς ἀναστάσεως στηρίξαι λόγον· οὐκ ἐπειδὴ αὐτὸς ἐπὶ μισθῷ ἔτρεχεν· ἀρκοῦσα γὰρ ἦν αὐτῷ ἀντίδοσις τὸ ποιῆσαι τὸ δοκοῦν τῷ Θεῷ. Ὥστε καὶ ὅταν λέγῃ, Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν· κἀκεῖ πάλιν δι' ἐκείνους, ὥστε τῷ φόβῳ τῆς ἀθλιότητος ταύτης κατασεῖσαι αὐτῶν τὴν ἀπιστίαν τὴν περὶ τῆς ἀναστάσεως, καὶ πρὸς τὴν ἀσθένειαν αὐτῶν συγκαταβαίνων, οὕτω φησί. Καὶ γὰρ ὁ μέγας μισθὸς, τὸ ἀρέσκειν διαπαντὸς τῷ Χρι στῷ· καὶ χωρὶς τῆς ἀντιδόσεως, μεγίστη ἀμοιβὴ τὸ δι' αὐτὸν κινδυνεύειν. Εἰ νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν. Τοῦτο λοιπὸν τὸ ῥῆμα καὶ κωμῳδοῦντός ἐστι. ∆ιὸ οὐδὲ οἴκοθεν αὐτὸ παρήγαγεν, ἀλλὰ τὸν προφήτην ἐπέστησε τὸν μεγαλοφωνότατον Ἡσαΐαν, ὃς περί τινων ἀπηλγηκότων διαλεγόμενος καὶ ἀπεγνωσμέ- νων, ἔλεγε ταυτὶ τὰ ῥήματα· Οἱ σφάζοντες μόσχους, καὶ θύοντες πρόβατα, ὥστε φαγεῖν κρέα καὶ πιεῖν οἶνον· οἱ λέγοντες· Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν. Ἀνακεκαλυμμένα ταῦτά ἐστιν εἰς τὰ ὦτα Κυρίου Σαβαώθ· καὶ οὐκ ἀφεθήσεται ὑμῖν ἡ ἁμαρτία αὕτη, ἕως ἂν ἀποθάνητε. Εἰ δὲ τότε συγγνώμης ἦσαν ἀπεστερη- μένοι οἱ ταῦτα λέγοντες, πολλῷ μᾶλλον ἐπὶ τῆς χάρι τος. Εἶτα ἵνα μὴ τραχύτερον ποιήσῃ τὸν λόγον, οὐκ ἐπὶ πολὺ τῇ εἰς ἄτοπον ἀπαγωγῇ ἐπιμένει, ἀλλὰ πά- λιν ἐπὶ παραίνεσιν τρέπει τὸν λόγον, λέγων· Μὴ πλανᾶσθε, φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. Ταῦτα δὲ ἔλεγεν, ὁμοῦ μὲν αὐτῶν καθαπτόμενος ὡς ἀνοήτων· χρηστὰ γὰρ ἐνταῦθα εὐφήμως τὰ εὐεξαπά- τητα ἐκάλεσεν· ὁμοῦ δὲ ὡς οἷόν τέ ἐστι καὶ συγγνώ- μης ὑπὲρ τῶν ἔμπροσθεν αὐτοῖς μεταδιδοὺς, καὶ τὸ πλέον τῶν ἐγκλημάτων ἀποσκευαζόμενος ἀπ' ἐκεί- νων καὶ εἰς ἑτέρους μετατιθεὶς, ὥστε καὶ ταύτῃ εἰς μετάνοιαν αὐτοὺς ἐφελκύσασθαι. Ὃ καὶ ἐν τῇ πρὸς Γαλάτας Ἐπιστολῇ ποιεῖ λέγων· Ὁ δὲ ταράσσωνὑμᾶς βαστάσει τὸ κρῖμα, ὅστις ἂν ᾖ. Ἐκνήψατε δικαίως, καὶ μὴ ἁμαρτάνετε· ὡς πρὸς μεθύοντας καὶ μαινομένους. Τὸ γὰρ ἀθρόον πάντα ἀπὸ τῶν χειρῶν ῥῖψαι, μεθυόντων καὶ μαινομένων ἦν, τῷ μηκέτι ὁρᾷν ἃ ἑώρων, μηδὲ πιστεύειν οἷς ἔμπροσθεν ὡμολόγησαν. Τί δέ ἐστι, ∆ικαίως; Ἐπὶ συμφέροντι καὶ χρησίμῳ. Ἔστι γὰρ ἀδίκως νήφειν, ὅταν ἐπὶ βλάβῃ τῆς ἑαυτοῦ ψυχῆς διεγηγερμένος τις ᾖ. Καλῶς δὲ καὶ τὸ, Μὴ ἁμαρτάνετε, προσέθηκε, δεικνὺς ὅτι ἐντεῦθεν αὐτοῖς τὰ σπέρματα τῆς ἀπιστίας. Καὶ πολλαχοῦ τοῦτο αἰνίττεται, ὅτι βίος διεφθαρμένος πονηρὰ τίκτει δόγματα· ὡς ὅταν λέγῃ, Ῥίζα πάντων τῶν κακῶν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι, ἀπεπλανήθησαν τῆς πίστεως. Καὶ γὰρ πολλοὶ τῶν πονηρὰ συνειδότων ἑαυτοῖς, καὶ οὐ βουλομένων δοῦναι δίκην, ἀπὸ τοῦ φόβου τούτου καὶ εἰς τὴν περὶ τῆς ἀναστάσεως παραβλάπτονται πίστιν· ὥσπερ οὖν οἱ μεγάλα κατορθοῦντες καὶ καθ' ἑκάστην αὐτὴν ἐπιθυμοῦσι τὴν ἡμέραν ἰδεῖν. Ἀγνωσίαν γὰρ Θεοῦ τινες ἔχουσι· πρὸς ἐντροπὴν ὑμῖν λέγω. Ὅρα πῶς πάλιν μετατίθησι τὰ ἐγκλήματα εἰς ἑτέρους. Οὐ γὰρ εἶπεν, ὅτι Ἀγνωσίαν ἔχετε, ἀλλ', Ἀγνωσίαν τινὲς ἔχουσι. Τὸ γὰρ τῇ ἀναστάσει διαπιστεῖν, οὐ σφόδρα εἰδότος ἐστὶ τὴν τοῦ Θεοῦ δύ- ναμιν τὴν ἄμαχον καὶ πρὸς πάντα ἀρκοῦσαν. Εἰ γὰρ ἐξ οὐκ ὄντων τὰ ὄντα ἐποίησε, πολλῷ μᾶλλον τὰ διαλυθέντα δυνήσεται ἀναστῆσαι. Καὶ ἐπειδὴ σφόδρα αὐτῶν καθήψατο, καὶ μεθ' ὑπερβολῆς ἐκωμῴδησεν, εἰς γαστριμαργίαν, εἰς ἄνοιαν, εἰς παραπληξίαν διαβάλλων, παραμυθούμενος τὰ εἰρημένα, φησί· Πρὸς ἐντροπὴν ὑμῖν λέγω, τουτέστιν, ὥστε διορ- θῶσαι, ὥστε ἐπαναγαγεῖν, ὥστε αἰσχυνθέντας ὑμᾶς γενέσθαι βελτίους. ∆έδοικε γὰρ μὴ πέρα τοῦ δέοντος τεμὼν, ἀποσκιρτῆσαι ποιήσῃ. δʹ. Ταῦτα δὲ μὴ πρὸς ἐκείνους εἰρῆσθαι νομίζωμεν μόνον, ἀλλὰ καὶ νῦν εἰρῆσθαι πρὸς ἅπαντας τοὺς τὰ αὐτὰ νοσοῦντας, καὶ τοὺς βίον διεφθαρμένον ἔχοντας. Καὶ γὰρ οὐχ οἱ τὰ πονηρὰ δόγματα ἔχοντες μόνον, ἀλλὰ καὶ οἱ ἁμαρτίαις κατεχόμενοι χαλεπαῖς, μεθύουσί τε καὶ παραπαίουσι. ∆ιὸ καὶ πρὸς αὐτοὺς ἂν λεχθείη δικαίως τὸ, Ἐκνήψατε, καὶ μάλιστα πρὸς τοὺς τῷ κάρῳ τῆς πλεονεξίας βεβαρημένους, τοὺς κακῶς ἁρπάζοντας. Ἔστι γὰρ ἁρπαγὴ καλὴ ἡ τῶν οὐρανῶν ἁρπαγὴ, ἡ μηδὲν βλάπτουσα. Ἐν μὲν γὰρ τοῖς χρήμασιν οὐκ ἔστιν ἕτερον γενέσθαι πλούσιον, μὴ ἑτέρου πρότερον γενομένου πένητος· ἐπὶ δὲ τῶν πνευματικῶν οὐκ ἔνι τοῦτο, ἀλλὰ τοὐναντίον ἅπαν, οὐκ ἔστι τινὰ γενέσθαι πλούσιον, μὴ ἕτερον ποιήσαντα εὔπορον· ἂν γὰρ μηδένα ὠφελήσῃς, οὐ δυνήσῃ γε- νέσθαι εὔπορος. Ἐν μὲν γὰρ τοῖς σωματικοῖς ἡ με- τάδοσις μείωσιν ποιεῖ· ἐν δὲ τοῖς πνευματικοῖς ἡ μετάδοσις πλεονασμὸν ἐργάζεται, καὶ τὸ μὴ μετα- δοῦναι, τοῦτο πολλὴν πενίαν κατασκευάζει, καὶ κό- λασιν ἐσχάτην ἐπάγει. Καὶ δείκνυσι τοῦτο ὁ τὸ τά- λαντον κατορύξας. Καὶ γὰρ ὁ λόγον ἔχων σοφίας, με- ταδοὺς ἑτέρῳ, ηὔξησε τὴν περιουσίαν, πολλοὺς ποιήσας τοὺς σοφούς· οἴκοι δὲ κατακρύψας, ἀπεστέ- ρησεν ἑαυτὸν τῆς περιουσίας, οὐ κτησάμενος τὴν τῶν πολλῶν ὠφέλειαν. Πάλιν ὁ χαρίσματα ἔχων ἕτε- ρα, πολλοὺς ἰασάμενος ἐξέτεινε τὴν δωρεάν· καὶ οὔτε αὐτὸς ἐξεκενώθη τῇ μεταδόσει, καὶ πολλοὺς ἑτέρους ἐνέπλησε τῆς πνευματικῆς δωρεᾶς. Καὶ ἐπὶ πάντων τῶν πνευματικῶν ἀκίνητος οὗτος ὁ κανὼν διαμένει. Οὕτω καὶ ἐπὶ τῆς βασιλείας, ὁ μὲν κοινω- νοὺς πολλοὺς κατασκευάζων ἑαυτῷ τῆς βασιλείας, ταύτῃ μειζόνως αὐτῆς ἀπολαύσεται πάλιν· ὁ δὲ μη- δένα σπουδάζων λαβεῖν κοινωνὸν, καὶ αὐτὸς ἐκπεσεῖ- ται τῶν πολλῶν ἀγαθῶν ἐκείνων. Εἰ γὰρ ἡ σοφία ἡ αἰσθητὴ οὐ δαπανᾶται, μυρίων ἁρπαζόντων, οὔτε ὁ τεχνίτης πολλοὺς τοὺς τεχνίτας ποιῶν ἀπόλλυσι τὴν τέχνην, πολλῷ μᾶλλον ὁ τὴν βασιλείαν ἁρπάζων ἐλάτ- τονα οὐκ ἐργάζεται, ἀλλὰ τότε πλείων ἔσται ὁ πλοῦτος ἡμῖν, ὅταν πολλοὺς ἐπὶ τοῦτο καλῶμεν. Ἁρ- πάσωμεν τοίνυν τὰ μὴ ἀναλισκόμενα, ἀλλὰ πλεονά- ζοντα ἐν τῷ ἁρπάζεσθαι· ἁρπάσωμεν τὰ μηδένα ἔχοντα συκοφάντην, μηδένα βάσκανον. Καὶ γὰρ εἰ χρυσίου τόπος ἦν πηγὴν ἔχων ἀναβλύζουσαν ἀέν- ναον, καὶ τοσούτῳ πλέον ἐπέῤῥει, ὅσῳ πλέον ἐξην- τλεῖτο, ἕτερος δὲ τόπος ἦν θησαυρὸν ἔχων κατορω ρυγμένον, πόθεν ἂν ἠθέλησας πλουτεῖν; οὐχὶ ἐκεῖ- θεν; ∆ῆλον. Ἀλλ', ἵνα μὴ λόγῳ τοῦτο μόνον ἀνα- πλάσωμεν, λογίσασθε ἐπὶ τοῦ ἀέρος τὸ εἰρημένον καὶ ἐπὶ τοῦ ἡλίου· ταῦτα γὰρ ἁρπάζεται παρὰ πάντων, καὶ πάντας πληροῖ· ἀλλὰ ταῦτα μὲν, καὶ ἀπολαυόν- των καὶ μὴ ἀπολαυόντων, ὅμοια μένει μὴ ἐλαττού- μενα. Ὃ δὲ ἐγὼ εἶπον, πολλῷ μεῖζόν ἐστιν. Οὐ γὰρ ὁμοία μένει ἡ πνευματικὴ σοφία διαδιδομένη καὶ μὴ διαδιδομένη, ἀλλ' αὔξεται μᾶλλον διαδιδομένη. Εἰ δέ τις οὐκ ἀνέχεται τῶν εἰρημένων, ἀλλ' ἔτι τῇ τῶν βιωτικῶν προστέτηκε πενίᾳ ἁρπάζων τὰ ἐλαττούμε- να, κἀν τούτῳ πάλιν ἀναμιμνησκέσθω τῆς τροφῆς τοῦ μάννα, καὶ φοβείσθω τὸ παράδειγμα τῆς κολά- σεως. Ὅπερ γὰρ ἐπ' ἐκείνης συνέβαινε, τοῦτο καὶ ἐπὶ τῶν πλεονεκτούντων νῦν ἐκβαῖνον ἔστιν ἰδεῖν. Τί δὲ τότε συνέβαινε; Σκώληκες ἔβρυον ἀπὸ τῆς πλεονεξίας. Τοῦτο καὶ νῦν γίνεται ἐπὶ τούτων. Τὸ μὲν γὰρ μέτρον τῆς τροφῆς τὸ αὐτὸ ἅπασι· μίαν γὰρ πλη- ροῦμεν γαστέρα· ἡ δὲ κόπρος παρὰ σοὶ πλείων τῷ τρυφῶντι. Καὶ καθάπερ ἐκεῖ ἐν ταῖς οἰκίαις οἱ τὸ πλέον τοῦ νενομισμένου συλλέγοντες, οὐ μάννα συν- ῆγον, ἀλλὰ σκώληκας πλείους καὶ σηπεδόνα· οὕτω δὴ καὶ ἐν τῇ τρυφῇ καὶ ἐν τῇ πλεονεξίᾳ, οὐ τροφὴν πλείονα, ἀλλὰ φθορὰν πλείονα συνάγουσιν οἱ γαστρι- ζόμενοι καὶ μεθύοντες. Ἀλλ' ὅμως τοσούτῳ χείρους ἐκείνων οἱ νῦν, ὅσῳ ἐκεῖνοι μὲν ἅπαξ παθόντες τοῦτο, ἐσωφρονίσθησαν· οὗτοι δὲ καθ' ἑκάστην ἡμέραν τὸν σκώληκα τοῦτον ἐκείνου πολλῷ χαλεπώτερον εἰς τὰς οἰκίας τὰς ἑαυτῶν εἰσάγοντες, οὔτε αἰσθάνονται, οὔτε κορέννυνται. Ὅτι γὰρ ταῦτα ἐκείνοις ἔοικε κατὰ τὸν τῆς ματαιοπονίας λόγον (τῇ γὰρ τιμωρίᾳ πολλῷ ταῦτα χαλεπώτερα), ἐντεῦθεν σκόπει. Τίνι γὰρ δια- φέρει ὁ πλούσιος τοῦ πένητος; οὐχ ἓν σῶμα περι- βάλλει; οὐ μίαν τρέφει γαστέρα; τίνι οὖν πλεον- εκτεῖ; Ταῖς φροντίσι, τῷ δαπανᾶσθαι, τῷ παρ- ακούειν Θεοῦ, τῷ διαφθείρειν τὴν σάρκα, τῷ λυμαί- νεσθαι τὴν ψυχήν. Ταῦτα γάρ ἐστιν, οἷς πλεονεκτεῖ τὸν πένητα· ὡς εἴ γε πολλοὺς ἐπλήρου γαστέρας, τάχα τι καὶ λέγειν εἶχεν, οἷον ὅτι πλείων ἡ χρεία, καὶ μείζων ἡ τῆς δαπάνης ἀνάγκη. Ἀλλὰ καὶ νῦν ἔχουσι, φησὶν, εἰπεῖν, ὅτι πολλὰς πληροῦσι, τὰς τῶν οἰκετῶν, τὰς τῶν θεραπαινίδων. Ἀλλ' οὐ χρείας ἕνε- κεν, οὐδὲ φιλανθρωπίας τοῦτο γίνεται, ἀλλὰ τύφου μόνον. ὅθεν οὐδ' ἂν ἀνάσχοιτό τις τῆς ἀπολογίας αὐτῶν. εʹ. ∆ιὰ τί γὰρ πολλοὺς ἔχει οἰκέτας; Ὥσπερ γὰρ ἐν ἱματίοις τὴν χρείαν διώκειν δεῖ μόνον, καὶ ἐν τραπέ- ζῃ, οὕτω καὶ ἐν οἰκέταις. Τίς οὖν ἡ χρεία; Οὐκ ἔσ- τιν οὐδεμία. Καὶ γὰρ ἑνὶ τὸν ἕνα χρῆσθαι δεσπότην οἰκέτῃ μόνον ἐχρῆν· μᾶλλον δὲ καὶ δύο καὶ τρεῖς δε- σπότας ἑνὶ οἰκέτῃ. Εἰ δὲ βαρὺ τοῦτο, ἐννόησον τοὺς οὐδὲ ἕνα ἔχοντας, καὶ εὐκολωτέρας ἀπολαύοντας θε- ραπείας· καὶ γὰρ αὐτάρκεις τῇ διακονίᾳ τῇ ἑαυτῶν ἐποίησεν ὁ Θεὸς, μᾶλλον δὲ καὶ τῇ τοῦ πλησίον. Εἰ δὲ ἀπιστεῖς, ἄκουε Παύλου λέγοντος· Ταῖς χρείαις μου, καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Εἶτα ὁ μὲν τῆς οἰκουμένης διδά- σκαλος καὶ τῶν οὐρανῶν ἄξιος οὐκ ᾐσχύνετο μυρίοις ὑπηρετῶν· σὺ δὲ, εἰ μὴ πολλὰς περιφέρεις ἀνδρα- πόδων ἀγέλας, αἰσχρὸν εἶναι νομίζεις, οὐκ εἰδὼς ὅτι τοῦτο μὲν οὖν μάλιστά ἐστι τὸ καταισχῦνόν σε; Καὶ γὰρ διὰ τοῦτο καὶ χεῖρας ἡμῖν ἔδωκεν ὁ Θεὸς καὶ πόδας, ἵνα μὴ δεώμεθα οἰκετῶν. Οὐδὲ γὰρ χρείας ἕνεκεν τὸ τῶν δούλων ἐπεισήχθη γένος, ἐπεὶ μετὰ τοῦ Ἀδὰμ ἐπλάσθη ἂν καὶ δοῦλος· ἀλλ' ἁμαρτίας ἐστὶ τὸ ἐπιτίμιον, καὶ τῆς παρακοῆς ἡ κόλασις. Ὁ δὲ Χριστὸς παραγενόμενος, καὶ τοῦτο ἔλυσεν· Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐκ ἔστι δοῦλος οὐδὲ ἐλεύθε- ρος. Ὥστε οὐκ ἀναγκαῖον τὸ δοῦλον ἔχειν· εἰ δὲ καὶ ἀναγκαῖον, ἕνα που μόνον, ἢ τὸ πολὺ δεύτερον. Τί βούλεται τὰ σμήνη τῶν οἰκετῶν; Καθάπερ γὰρ οἱ προβατοπῶλαι καὶ οἱ σωματοκάπηλοι, οὕτως ἐν βα- λανείῳ, οὕτως ἐν ἀγορᾷ περιίασιν οἱ πλουτοῦντες. Πλὴν ἀλλ' οὐδὲν ἀκριβολογοῦμαι· ἔστω σοι καὶ δεύ- τερος οἰκέτης· εἰ δὲ πολλοὺς συνάγεις, οὐ φιλανθρω- πίας ἕνεκεν τοῦτο ποιεῖς, ἀλλὰ θρυπτόμενος· ἐπεὶ, εἰ κηδόμενος, μηδένα εἰς διακονίαν ἀπασχολήσῃς τὴν σὴν, ἀλλ' ἀγοράσας, καὶ τέχνας διδάξας ὥστε ἀρκεῖν ἑαυτοῖς, ἄφες ἐλευθέρους. Ὅταν δὲ μαστίζῃς, ὅταν δεσμεύῃς, οὐκέτι φιλανθρωπίας τὸ ἔργον. Καὶ οἶδα μὲν ὅτι φορτικός εἰμι τοῖς ἀκούουσιν· ἀλλὰ τί πάθω; Εἰς τοῦτο κεῖμαι, καὶ οὐ παύσομαι ταῦτα λέγων, ἄν τε γένηταί τι πλέον, ἄν τε μηδέν. Τί γάρ σοι βούλεται τὸ σοβεῖν ἐπὶ τῆς ἀγορᾶς; μὴ γὰρ μεταξὺ θηρίων περιπατεῖς, ὅτι ἀπελαύνεις τοὺς ἐντυγχάνοντας; Μὴ φοβηθῇς· οὐδεὶς δάκνει τῶν προσιόντων, καὶ πλησίον σοι βαδιζόντων. Ἀλλ' ὕβριν ἡγῇ τὸ μετὰ πάντων συμβαδίζειν; Καὶ πόσης ταῦτα μανίας, πόσης τερα- τωδείας, τὸν μὲν ἵππον πλησίον ἑπόμενον μὴ νομί- ζειν φέρειν ὕβριν, ἄνθρωπον δὲ, εἰ μὴ ἀπὸ μυρίων ἐλαύνοιτο σταδίων, καταισχύνειν ἡγεῖσθαι; Τί δὲ καὶ παῖδας ῥαβδούχους ἔχεις, ὡς δούλοις κεχρημένος τοῖς ἐλευθέροις, μᾶλλον δὲ αὐτὸς παντὸς ἀτιμότερον οἰκέ- του ζῶν; καὶ γὰρ παντὸς εὐτελέστερος οἰκέτου ὁ τοσ- οῦτον περιφέρων τῦφον. ∆ιὰ τοῦτο οὐδὲ ὄψονται τὴν ὄντως ἐλευθερίαν οἱ τῷ χαλεπῷ τούτῳ καταδουλώ- σαντες ἑαυτοὺς πάθει. Εἰ γὰρ ἀπελαύνειν βούλει καὶ σοβεῖν, μὴ τοὺς προσιόντας, ἀλλὰ τὸν τῦφον ἀπέλα- σον· μὴ διὰ τοῦ παιδὸς, ἀλλὰ διὰ σεαυτοῦ· μὴ τῇ μάστιγι ταύτῃ, ἀλλὰ τῇ πνευματικῇ. Νῦν μὲν γάρ σου ὁ παῖς ἀπελαύνει τοὺς συμβαδίζοντας, σὲ δὲ ἄνωθεν ἡ ἀπόνοια αἰσχρότερον, ἢ οἰκέτης τὸν πλη- σίον. Ἂν δὲ ἀπὸ τοῦ ἵππου καταβὰς, ἐλάσῃς αὐτὴν διὰ τῆς ταπεινοφροσύνης, ὑψηλότερον καθεδῇ καὶ ἐν μείζονι σαυτὸν καταστήσεις τιμῇ, οὐδὲν τοῦ παιδὸς εἰς τοῦτο δεόμενος. Ὅταν γὰρ μέτριος γενόμενος χα- μαὶ βαδίζῃς, ἐπὶ τοῦ ὀχήματος καθεδῇ τῆς ταπεινο- φροσύνης τοῦ μέχρι τῶν οὐρανῶν σε ἀνάγοντος, τοῦ πτηνοὺς ἔχοντος ἵππους· ἂν δὲ ἀποπεσὼν ἐκείνου, εἰς τὸ τῆς ἀλαζονείας μεταβῇς, τῶν χαμαὶ συ- ρομένων ἑρπετῶν οὐδὲν ἄμεινον διάκεισαι, ἀλλὰ καὶ ἀθλιώτερον πολλῷ καὶ ἐλεεινότερον. Τοὺς μὲν γὰρ ἡ τοῦ σώματος πήρωσις οὕτω καταναγκάζει σύρεσθαι, σὲ δὲ ἡ τῆς ἀλαζονείας νόσος. Καὶ γὰρ Πᾶς ὁ ὑψῶν ἑαυτὸν, φησὶ, ταπεινωθήσεται. Ἵν' οὖν μὴ ταπει- νωθῶμεν, ἀλλὰ ὑψωθῶμεν, ἐπὶ τὸ ὕψος ἔλθωμεν ἐκεῖ- νο. Οὕτω γὰρ καὶ ἀνάπαυσιν εὑρήσομεν ταῖς ψυχαῖς ἡμῶν κατὰ τὸν θεῖον χρησμὸν, καὶ τῆς ἀληθοῦς καὶ ὑψηλοτάτης ἐπιτευξόμεθα τιμῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.
ΟΜΙΛΙΑ ΜΑʹ
1 Ἀλλ' ἐρεῖ τις, Πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται; Ἄφρον, σὺ ὃ σπείρεις, οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ. αʹ. Ἥμερος ὢν σφόδρα καὶ ταπεινὸς ὁ Ἀπόστολος πανταχοῦ, ἐνταῦθα καὶ πληκτικώτερον τῷ λόγῳ κέχρη- ται διὰ τὴν ἀτοπίαν τῶν ἀντιλεγόντων. Οὐ μὴν ἀρ- κεῖται τούτῳ, ἀλλὰ καὶ λογισμοὺς καὶ παραδείγματα τίθησι, καὶ τὸν σφόδρα φιλόνεικον ταύτῃ χειρούμε- νος. Καὶ ἀνωτέρω μέν φησιν· Ἐπειδὴ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἡ ἀνάστασις· ἐνταῦθα δὲ ἀντίθεσιν λύει παρ' Ἑλλήνων εἰσαγομένην. Καὶ ὅρα πῶς πάλιν ὑποτέμνεται τὸ σφοδρὸν τῆς διαβολῆς. Οὐ γὰρ εἶπεν, Ἀλλ' ἴσως ἐρεῖτε, ἀλλ' ἀδιόριστον τέθεικε τὸν ἀντιλέγοντα, ἵνα μετὰ ἀδείας καταφο- ρικῷ χρώμενος τῷ λόγῳ, μὴ σφόδρα πλήξῃ τοὺς ἀκούοντας· καὶ τίθησι δύο τὰς ἐπαπορήσεις, τοῦ τρό- που τῆς ἀναστάσεως, καὶ τῆς ποιότητος τῶν σωμά- των. Καὶ γὰρ περὶ ἀμφοτέρων ἠπόρουν λέγοντες· Πῶς ἐγείρεται τὸ διαλυθέν; καὶ, Ποίῳ σώματι ἔρ- χονται; Τί δέ ἐστι, Ποίῳ σώματι; Οἷον τούτῳ τῷ φθαρέντι, τῷ ἀπολωλότι, ἢ ἑτέρῳ τινί; Εἶτα δεικνὺς ὅτι οὐ τὰ ἀμφιβαλλόμενα ζητοῦσιν, ἀλλὰ τὰ ὡμολο- γημένα, εὐθέως πληκτικώτερον ἀπαντᾷ λέγων· Ἄφρον, σὺ ὃ σπείρεις οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ. Ὅπερ καὶ ἡμεῖς εἰώθαμεν ποιεῖν ἐπὶ τῶν τοῖς ὡμολογημένοις ἀντιλεγόντων. Καὶ τίνος ἕνεκεν οὐκ εὐθέως ἐπὶ τὴν δύναμιν τοῦ Θεοῦ κατέφυγεν; Ὅτι ἀπίστοις διαλέγεται. Ὅταν μὲν γὰρ πρὸς πι-στοὺς αὐτῷ ὁ λόγος ᾖ, οὐ σφόδρα δεῖται λογισμῶν. ∆ιόπερ εἰπὼν ἀλλαχοῦ, ὅτι Μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ὑμῶν εἰς τὸ γενέσθαι σύμ μορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, καὶ πλέον τι τῆς ἀναστάσεως ἐνδειξάμενος, οὐ τέθεικε παραδεί- γματα, ἀλλ' ἀντὶ πάσης ἀποδείξεως τοῦ Θεοῦ τὴν δύναμιν εἰς μέσον ἤγαγε προσθεὶς καὶ εἰπὼν, Κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὑτῷ τὰ πάντα. Ἐνταῦθα δὲ καὶ λογισμοὺς κινεῖ. Ἐπειδὴ γὰρ ἀπὸ τῶν Γραφῶν αὐτὸ κατεσκεύασε, καὶ ταῦτα προστίθησιν ἐκ περιουσίας λοιπὸν πρὸς τοὺς οὐ πειθομένους ταῖς Γραφαῖς, καί φησιν· Ἄφρον, σὺ ὃ σπείρεις. Τουτέστι, Παρὰ σαυτοῦ τὴν ἀπόδειξιν ἔχεις τούτων, δι' ὧν πράττεις καθ' ἑκάστην ἡμέραν, καὶ ἀμφιβάλλεις ἔτι; ∆ιὰ ταῦτά σε ἄφρονα καλῶ, ὅτι τὰ καθ' ἡμέραν ὑπὸ σοῦ γινό- μενα ἀγνοεῖς, καὶ αὐτὸς δημιουργὸς ἀναστάσεως ὢν περὶ Θεοῦ ἀμφιβάλλεις. ∆ιὸ σφόδρα ἐμφαντικῶς εἶπε, Σὺ ὃ σπείρεις, σὺ ὁ θνητὸς καὶ ἀπολλύμενος. Καὶ ὅρα πῶς ταῖς λέξεσιν οἰκείως τῇ ὑποκειμένῃ κέχρη- ται ὑποθέσει. Οὐ ζωοποιεῖται γὰρ, φησὶν, ἐὰν μὴ ἀποθάνῃ. Τὰς γὰρ οἰκείας λέξεις τῶν σπερμάτων ἀφεὶς, οἷον τὸ βλαστάνει, καὶ φύεται, καὶ σήπεται, καὶ διαλύεται, τὰς καταλλήλους ἥρμοσε τῇ σαρκὶ τῇ ἡμετέρᾳ, τὸ Ζωοποιεῖται καὶ Ἀποθάνῃ, ὅπερ οὐ σπερμάτων κυρίως ἐστὶν, ἀλλὰ σωμάτων. Καὶ οὐκ εἶπεν, ὅτι Μετὰ τὸ ἀποθανεῖν ζῇ, ἀλλ', ὃ μεῖζόν ἐστιν, ὅτι ∆ιὰ τοῦτο ζῇ, ἐπειδὴ ἀποθνήσκει. Ὁρᾷς ὅτι, ὅπερ ἀεὶ λέγω, εἰς τοὐναντίον ἀεὶ περιτρέπει τὸν λόγον. Ὃ γὰρ ἐποιοῦντο ἐκεῖνοι τεκμήριον τοῦ μὴ ἀνίστασθαι, τοῦτο τοῦ ἀνίστασθαι ποιεῖται ἀπόδειξιν· καὶ γὰρ ἔλεγον οὐκ ἀνίστασθαι, ἐπειδὴ ἀπέθανε. Τί οὖν αὐτὸς ἀντιστρέψας φησί; Καὶ μὴν εἰ μὴ ἀπ- έθανεν, οὐκ ἂν ἀνέστη· καὶ διὰ τοῦτο ἀνίσταται, ἐπειδὴ ἀπέθανε. Καθάπερ γὰρ ὁ Χριστὸς σαφέστερον αὐτὸ τοῦτο ἐνδείκνυται λέγων· Ὁ κόκκος τοῦ σί- του, ἐὰν πεσὼν εἰς τὴν γῆν μὴ ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέ- ρει· ἐκεῖθεν καὶ ὁ Παῦλος τὸ παράδειγμα τοῦτο ἑλκύσας, οὐκ εἶπεν, ὅτι Οὐ ζῇ, ἀλλ', Οὐ ζωοποιεῖται, πάλιν τοῦ Θεοῦ τὴν δύναμιν παραλαμβάνων, καὶ δεικνὺς ὅτι οὐχ ἡ τῆς γῆς φύσις, ἀλλ' αὐτὸς τὸ πᾶν ἐργάζεται. Καὶ τί δήποτε οὐχ ὅπερ οἰκειότερον ἦν, τοῦτο ἤγαγεν εἰς μέσον, τὸ σπέρμα λέγω τὸ ἀνθρώ- πινον; Καὶ γὰρ καὶ ἡ ἡμετέρα γέννησις ἀπὸ φθορᾶς ἄρχεται, ὥσπερ ἡ τοῦ σίτου. Ὅτι οὐκ ἦν ἴσον, ἀλλὰ τοῦτο πλέον. Ὁλόκληρον γάρ τι ζητεῖ φθειρόμενον, ἐκεῖνο δὲ μέρος ἦν· διόπερ τοῦτο εἰς μέσον ἄγει. Ἄλ- λως δὲ, ἐκεῖνο μὲν καὶ ἀπὸ ζῶντος πρόεισι, καὶ εἰς ζῶσαν ἐμπίπτει γαστέρα· ἐνταῦθα δὲ οὐκ εἰς σάρκα, ἀλλ' εἰς τὴν γῆν ὁ σπόρος καταβάλλεται, καὶ εἰς αὐ- τὴν διαλύεται, καθάπερ τὸ σῶμα τὸ τεθνηκός. ∆ιὸ καὶ ταύτῃ οἰκειότερον ἦν τὸ ὑπόδειγμα. Καὶ ὁ σπεί- ρων, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρει. Τὰ μὲν γὰρ ἔμπροσθεν εἰρημένα, πρὸς τὸ λέγειν πῶς ἐγεί ρονται· τοῦτο δὲ, πρὸς τὸ διαπορεῖν ποίῳ σώματι ἔρχονται. Τί δέ ἐστιν, Οὐ τὸ σῶμα τὸ γενησόμε- νον σπείρεις; Οὐ στάχυν ὁλόκληρον, οὐδὲ σῖτον νέον. Ἐνταῦθα γὰρ οὐκέτι πρὸς τὴν ἀνάστασιν ὁ λό- γος, ἀλλὰ πρὸς τὸν τρόπον τῆς ἀναστάσεως, ποταπὸν τὸ σῶμα τὸ μέλλον ἀνίστασθαι, οἷον εἰ τοιοῦτον, ἢ βέλτιον καὶ λαμπρότερον· καὶ ἀμφότερα ἀπὸ τοῦ αὐτοῦ ὑποδείγματος λαμβάνει, δεικνὺς ὅτι πολλῷ βέλτιον. βʹ. Ἀλλ' οἱ αἱρετικοὶ μηδὲν τούτων συνιέντες ἐπιπη- δῶσι, καὶ λέγουσιν, ὅτι Ἕτερον σῶμα πίπτει, καὶ ἕτερον σῶμα ἀνίσταται. Πῶς οὖν ἀνάστασις; τοῦ γὰρ πεσόντος ἐστὶν ἡ ἀνάστασις. Ποῦ δὲ τὸ θαυμαστὸν καὶ παράδοξον κατὰ τοῦ θανάτου νικητή- ριον, εἰ ἄλλο πίπτει, καὶ ἄλλο ἀνίσταται; οὐκέτι γὰρ φανήσεται ἐκεῖνος ἀποδοὺς ὅπερ ἔλαβεν αἰχμάλωτον. Πῶς δὲ τὸ ὑπόδειγμα ἁρμόσειεν ἂν τοῖς εἰρημένοις; οὐ γὰρ ἄλλη μὲν οὐσία σπείρεται, ἄλλη δὲ ἐγείρεται, ἀλλ' ἡ αὐτὴ βελτίων. Ἔσται δὲ οὐδὲ ὁ Χριστὸς τὸ αὐτὸ σῶμα ἀνειληφὼς, ἀπαρχὴ τῶν ἀνισταμένων γε- νόμενος· ἀλλὰ καθ' ὑμᾶς ἐκεῖνο μὲν ἔῤῥιψε, καίτοι γε οὐδὲν ἡμαρτηκὸς, ἕτερον δὲ ἔλαβεν. Πόθεν ἄρα τὸ ἕτερον; τοῦτο μὲν γὰρ ἐκ παρθένου, ἐκεῖνο δὲ πόθεν; Ὁρᾷς εἰς ὅσην ἀτοπίαν ὁ λόγος ἐξεκυλίσθη; ∆ιὰ τί γὰρ καὶ τοὺς τύπους δείκνυσι τῶν ἥλων; οὐχὶ τοῦτο ἀποδεῖξαι θέλων, ὅτι αὐτὸ ἐκεῖνό ἐστι τὸ ἀνασκολο- πισθὲν, καὶ αὐτὸ πάλιν ἀνέστη; Τί δὲ καὶ ὁ τύπος βούλεται αὐτῷ ὁ τοῦ Ἰωνᾶ; οὐ γὰρ δήπου ἄλλος μὲν κατεπόθη, ἄλλος δὲ εἰς τὴν γῆν ἐξηνέχθη Ἰωνᾶς. Τί δὲ καὶ ἔλεγε, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρι- σὶν ἡμέραις ἐγερῶ αὐτόν; τὸν γὰρ λυόμενον δηλον- ότι τοῦτον καὶ ἀνίστη. ∆ιὸ καὶ προσέθηκεν ὁ εὐαγ γελιστὴς, ὅτι Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὑτοῦ. Τί οὖν φησιν, Οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις; Τουτέστιν, οὐ τὸν ἄσταχυν· καὶ γὰρ αὐτός ἐστι, καὶ οὐκ αὐτός· αὐτὸς μὲν, ὅτι αὐτὴ ἡ οὐσία· οὐκ αὐτὸς δὲ, ὅτι βελτίων οὗτος, τῆς μὲν αὐτῆς οὐσίας μενούσης, μείζονος δὲ τῆς εὐπρε- πείας γινομένης, καὶ καινοῦ τοῦ αὐτοῦ ἀνισταμένου· ἐπειδὴ εἰ μὴ τοῦτο ἦν, οὐδὲ ἀναστάσεως ἔδει, εἰ μὴ βέλτιον ἀνίστασθαι ἔμελλε. Τί γὰρ καὶ καθῄρει τὴν οἰκίαν, εἰ μὴ λαμπροτέραν ἔμελλε οἰκοδομεῖν; Τοῦτο τοίνυν πρὸς τοὺς νομίζοντας τὴν αὐτὴν εἶναι φθορὰν εἶπεν. Εἶτα, ἵνα μὴ ἄλλο τις πάλιν ὑποπτεύσῃ σῶμα ἐντεῦθεν εἰρῆσθαι, παραμυθεῖται τὸ αἴνιγμα, καὶ αὐ- τὸς ἑρμηνεύει τὸ εἰρημένον, μὴ συγχωρῶν τῷ ἀκροατῇ ἀλλαχοῦ περιάγειν τὴν ἔννοιαν τὴν ἐντεῦθεν. Τί τοί- νυν δεῖ τῶν ἡμετέρων λόγων; Ἄκουσον αὐτοῦ λέ γοντος καὶ ἑρμηνεύοντος τί ἐστιν· Οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις. Εὐθέως γὰρ ἐπήγαγεν, Ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου, ἤ τινος τῶν τοιούτων σπερμάτων. Τουτέστιν, Οὐ τὸ σῶμα τὸ γενησόμενον· οἷον οὐχ οὕτω περιβεβλημένον, οὐδὲ κα λάμην ἔχοντα καὶ ἀνθέρικας, Ἀλλὰ γυμνὸν κόκ- κον, εἰ τύχοι σίτου, ἤ τινος τῶν τοιούτων. Καὶ ὁ Θεὸς αὐτῷ δίδωσι σῶμα, καθὼς ἠθέλησε. Ναὶ, φησὶν, ἀλλ' ἐκεῖ τῆς φύσεως τὸ ἔργον ἐστί. Ποίας φύσεως, εἰπέ μοι; καὶ γὰρ καὶ ἐκεῖ τὸ πᾶν ὁ Θεὸς ἐργάζεται, οὐχ ἡ φύσις οὐδὲ ἡ γῆ οὐδὲ ὁ ὑετός. ∆ιό- περ καὶ αὐτὸς ταῦτα δηλῶν, καὶ γῆν καὶ ὑετὸν καὶ ἀέρα καὶ ἥλιον καὶ χεῖρας γεωργικὰς ἀφεὶς, ἐπήγα- γεν, ὅτι Ὁ Θεὸς αὐτῷ δίδωσι σῶμα, καθὼς ἠθέλησε. Μὴ τοίνυν περιεργάζου μηδὲ πολυπραγμόνει, πῶς καὶ τίνι τρόπῳ, ὅταν Θεοῦ δύναμιν καὶ θέλημα ἀκού- σῃς. Καὶ ἑκάστῳ τῶν σπερμάτων τὸ ἴδιον σῶμα. Ποῦ τοίνυν τὸ ἀλλότριον; τὸ γὰρ ἴδιον δίδωσιν. Ὥστε ὅταν λέγῃ, Οὐ τὸ γενησόμενον σπείρεις, οὐ τοῦτο λέγει, ὅτι ἄλλη ἀντὶ ἄλλης οὐσίας ἀνίσταται, ἀλλ' ὅτι βελτίων, ὅτι λαμπροτέρα. Ἑκάστῳ γὰρ, φησὶ, τῶν σπερμάτων τὸ ἴδιον σῶμα. Ἐντεῦθεν λοιπὸν καὶ τὴν διαφορὰν εἰσάγει τῆς τότε ἐσομένης ἀναστάσεως. Μὴ γὰρ, ἐπειδὴ σῖτος σπείρεται καὶ πάντες στάχυες ἀνέρχονται, διὰ τοῦτο νομίσῃς καὶ ἐν τῇ ἀναστάσει ἰσοτιμίαν εἶναι. Μάλιστα μὲν γὰρ οὐδὲ ἐν τοῖς σπέρ- μασι μία τάξις, ἀλλὰ τὰ μὲν τιμιώτερα, τὰ δὲ κατα- δεέστερα. ∆ιὸ καὶ ἐπήγαγεν, Ἑκάστῳ τὸ ἴδιον σῶ- μα. Πλὴν ἀλλ' οὐκ ἀρκεῖται τούτῳ, ἀλλ' ἑτέραν ζη- τεῖ διαφορὰν μείζονα καὶ σαφεστέραν. Ἵνα γὰρ μὴ ἀκούσας, ὅπερ ἔφην, ὅτι πάντες ἀνίστανται, πάντας τῶν αὐτῶν ἀπολαύειν νομίσῃς, προκατεβάλετο μὲν καὶ ἐν τοῖς ἔμπροσθεν τῆς ἐννοίας ταύτης τὰ σπέρ- ματα, εἰπών· Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι. Ἐρ-γάζεται δὲ αὐτὸ σαφέστερον καὶ ἐνταῦθα πάλιν λέγων· Οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ. Τί λέγω γὰρ, φησὶν, ἐπὶ τῶν σπερμάτων; ἐπὶ τῶν σωμάτων γυμνάσωμεν αὐτὸ τοῦτο, περὶ ὧν ὁ λόγος ἡμῖν νῦν. ∆ιὸ καὶ ἐπάγει λέγων· Ἄλλη μὲν σὰρξ ἀνθρώπων, ἄλλη δὲ κτη- νῶν, καὶ ἄλλη πτηνῶν, καὶ ἄλλη ἰχθύων. Καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια· ἀλλ' ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων· ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελή- νης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέ- ρος διαφέρει ἐν δόξῃ. γʹ. Καὶ τί βούλεται αὐτῷ ταυτὶ τὰ ῥήματα; τίνος ἕνε- κεν ἐκ τῆς ἀναστάσεως τῆς τῶν σωμάτων εἰς τὸν περὶ ἀστέρων καὶ ἡλίου λόγον ἐξέπεσεν; Οὐκ ἐξέπεσεν, οὐδὲ ἀπεῤῥάγη τῆς ὑποθέσεως, ἄπαγε, ἀλλ' ἔτι αὐτῆς ἔχεται. Ἐπειδὴ γὰρ τὸν περὶ τῆς ἀναστάσεως κατ- εσκεύασε λόγον, δείκνυσι λοιπὸν ὅτι πολλὴ τῆς δόξης τότε ἡ διαφορὰ, εἰ καὶ ἡ ἀνάστασις μία· καὶ διαιρεῖ εἰς δύο τὸ πᾶν τέως, εἰς τὰ ἐπουράνια καὶ τὰ ἐπίγεια. Ὅτι μὲν γὰρ τὰ σώματα ἀνίσταται, ἔδειξε διὰ τοῦ σίτου· ὅτι δὲ οὐκ ἐν τῇ αὐτῇ δόξῃ πάντα, δείκνυσιν ἐντεῦθεν. Ὥσπερ γὰρ τὸ ἀπιστεῖν τῇ ἀναστάσει ὑπτίους ποιεῖ, οὕτω πάλιν ῥᾳθύμους τὸ νομίζειν πάν- τας τῶν αὐτῶν ἀξιοῦσθαι. ∆ιόπερ ἀμφότερα διορθοῦ- ται· καὶ τὰ μὲν ἐν τοῖς ἔμπροσθεν ἀπήρτισε, τούτου δὲ ἄρχεται νῦν· καὶ ποιήσας δύο τάγματα δικαίων τε καὶ ἁμαρτωλῶν, αὐτὰ τὰ δύο ταῦτα εἰς πολλὰ πάλιν κατατέμνει μέρη, δεικνὺς ὅτι οὔτε δίκαιοι καὶ ἁμαρ- τωλοὶ τῶν αὐτῶν τεύξονται, οὔτε δίκαιοι πάντες δι- καίοις ὁμοίως, οὔτε ἁμαρτωλοὶ ἁμαρτωλοῖς. Ποιεῖ τοίνυν πρώτην μίαν τομὴν δικαίων καὶ ἁμαρτωλῶν λέγων· Σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια· διὰ μὲν τῶν ἐπιγείων τούτους αἰνιττόμενος, διὰ δὲ τῶν ἐπουρανίων ἐκείνους. Εἶτα λοιπὸν τῶν ἁμαρτωλῶν διαφορὰν πρὸς ἁμαρτωλοὺς εἰσάγει, λέγων· Οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ· ἀλλὰ ἄλλη μὲν ἰχθύων, ἄλλη δὲ πτηνῶν καὶ κτηνῶν. Καίτοι πάντα σώματα, ἀλλὰ τὰ μὲν ἐν πλείονι, τὰ δὲ ἐν ἐλάττονι εὐτελείᾳ. Καὶ ἐν ζωῇ δὲ ὁμοίως, καὶ ἐν αὐτῇ τῇ κατασκευῇ. Καὶ εἰπὼν τοῦτο, ἀναβαίνει πάλιν εἰς τὸν οὐρανὸν λέγων· Ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης. Ὥσπερ γὰρ ἐν τοῖς ἐπιγείοις σώμασι δια φορὰ, οὕτω καὶ ἐν τοῖς ἐπουρανίοις, καὶ διαφορὰ, οὐχ ἡ τυχοῦσα, ἀλλὰ καὶ μέχρι τῶν ἐσχάτων. Οὐ γὰρ ἡλίῳ πρὸς σελήνην, οὐδὲ σελήνῃ πρὸς ἀστέρας δια- φορὰ μόνον, ἀλλὰ καὶ ἄστρασι πρὸς ἀστέρας. Εἰ γὰρ καὶ πάντα ἐν οὐρανῷ, ἀλλὰ τὰ μὲν πλείονος, τὰ δὲ ἐλάττονος μετέχει δόξης. Τί τοίνυν ἐντεῦθεν καταμαν- θάνομεν; Ὅτι εἰ καὶ ἐν βασιλείᾳ πάντες, οὐ πάντες τῶν αὐτῶν ἀπολαύσονται· καὶ εἰ πάντες ἐν γεέννῃ οἱ ἁμαρτωλοὶ, οὐ πάντες τὰ αὐτὰ ὑπομενοῦσι. ∆ιὸ καὶ ἐπήγαγεν· Οὕτω καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. Οὕτω, πῶς; Ἐν διαφορᾷ πολλῇ. Εἶτα ἀφεὶς τοῦτον τὸν λόγον ὡς ἀρκούντως ἀποδειχθέντα, πάλιν ἐπ' αὐ- τὴν τῆς ἀναστάσεως τὴν ἀπόδειξιν καὶ τὸν τρόπον ἔρχεται, λέγων· Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ. Καὶ θέα σύνεσιν· Ἐπὶ μὲν τῶν σπερμάτων τῷ τῶν σωμάτων ἐχρήσατο ὀνόματι λέγων· Οὐ ζωο- ποιεῖται, ἐὰν μὴ ἀποθάνῃ· ἐπὶ δὲ τῶν σωμάτων τῇ τῶν σπερμάτων προσηγορίᾳ, λέγων· Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ. Οὐκ εἶπε, Φύεται, ἵνα μὴ τῆς γῆς ἔργον νομίσῃς, ἀλλ', Ἐγείρεται. Σπορὰν δὲ ἐνταῦθα, οὐ τὴν γένεσιν ἡμῶν λέγει τὴν ἐν μήτρᾳ, ἀλλὰ τὴν ταφὴν τὴν ἐν τῇ γῇ τῶν τετελευ τηκότων σωμάτων, τὴν διάλυσιν, τὴν τέφραν. ∆ιὸ εἰπὼν, Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρ- σίᾳ, ἐπήγαγε· Σπείρεται ἐν ἀτιμίᾳ. Τί γὰρ εἰδεχθέ- στερον νεκροῦ διαῤῥυέντος; Ἐγείρεται ἐν δόξῃ. Σπείρεται ἐν ἀσθενείᾳ. Οὔπω γὰρ ἡμέραι τριάκον- τα, καὶ τὸ πᾶν ἀπώλετο· καὶ κατασχεῖν ἑαυτὴν ἡ σὰρξ οὐ δύναται, οὐδὲ πρὸς μίαν ἀρκέσαι ἡμέραν. Ἐγείρεται ἐν δυνάμει. Τότε γὰρ αὐτοῦ οὐδὲν περι- έσται λοιπόν. ∆ιὰ δὴ τοῦτο καὶ ἐκείνων ἐδεήθη τῶν ὑπο- δειγμάτων, ἵνα μὴ ταῦτα ἀκούοντες πολλοὶ, ὅτι ἐν ἀφθαρσίᾳ καὶ δόξῃ καὶ δυνάμει ἐγείρονται, νομίσωσι μηδεμίαν εἶναι διαφορὰν τῶν ἀνισταμένων. Πάντες μὲν γὰρ ἀνίστανται, καὶ ἐν δυνάμει καὶ ἐν ἀφθαρσίᾳ καὶ ἐν δόξῃ ταύτῃ τῇ τῆς ἀφθαρσίας, οὐ μέντοι τῆς τιμῆς τῆς αὐτῆς οὐδὲ τῆς ἀσφαλείας πάντες. Σπεί- ρεται σῶμα ψυχικὸν, ἐγείρεται σῶμα πνευματικόν. Ἔστι σῶμα ψυχικὸν, καὶ ἔστι σῶμα πνευματικόν. Τί λέγεις; τοῦτο δὲ οὐ πνευματικόν; Πνευματικὸν μὲν, ἀλλ' ἐκεῖνο πολλῷ πλέον. Νῦν μὲν γὰρ καὶ ἀφ ίπταται τοῦ Πνεύματος τοῦ ἁγίου πολλάκις ἡ πολλὴ χάρις, ἁμαρτανόντων μεγάλα τινῶν, καὶ τοῦ πνεύμα- τος δὲ παρόντος τῆς ψυχῆς ἡ ζωὴ τῆς σαρκός· καὶ τὸ τοιοῦτο κενόν ἐστι τούτου χωρίς· τότε δὲ οὐχ οὕτως, ἀλλὰ διηνεκῶς παραμένει τῇ σαρκὶ τῶν δικαίων, καὶ αὐτοῦ ἔσται τὸ κράτος παρούσης καὶ τῆς ψυχῆς. Ἢ γάρ τι τοιοῦτον ᾐνίξατο, εἰπὼν, Πνευματικὸν, ἢ ὅτι κουφότερον ἔσται καὶ λεπτότερον, καὶ οἷον καὶ ἐπ' ἀέρος ὀχεῖσθαι, μᾶλλον δὲ ἀμφότερα. Εἰ δὲ ἀπιστεῖς τῷ λόγῳ, ὅρα τὰ ἐπουράνια σώματα τὰ οὕτω λαμπρὰ καὶ διαρκῆ τέως καὶ ἐν ἀγηράτῳ λήξει διαμένοντα, καὶ πίστευσον ἐντεῦθεν, ὅτι δύναται ὁ Θεὸς ποιῆσαι καὶ ταῦτα τὰ φθαρτὰ ἄφθαρτα καὶ πολλῷ βελτίω τῶν ὁρωμένων. Οὕτω καὶ γέγραπται· Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν· ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν. Καίτοι τὸ μὲν γέγραπται, τὸ δὲ οὐ γέγραπται· πῶς οὖν εἶπεν, ὅτι Γέγραπται; Ἀπὸ τῆς τῶν πραγμάτων ἐκβάσεως αὐτὸ μετέφρασεν· ὅπερ ἔθος αὐτῷ συνεχῶς ποιεῖν. Καὶ γὰρ ἔθος τοῦτο προφήτου. Καὶ γὰρ τὴν Ἱερουσα-λὴμ πόλιν δικαιοσύνης ἔφησεν ὁ προφήτης κληθήσε- σθαι, καὶ οὐκ ἐκλήθη. Τί οὖν; ἐψεύσατο ὁ προφήτης; Οὐδαμῶς· τὴν γὰρ διὰ τῶν πραγμάτων ἔκβασιν λέγει. Καὶ τὸν Χριστὸν δὲ Ἐμμανουήλ· καὶ οὐδὲ αὐτὸς οὕτω κέκληται, ἀλλὰ τὰ πράγματα ταύτην ἀφίησι τὴν φωνήν. Οὕτω καὶ ἐνταῦθα, Ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν. δʹ. Ταῦτα δὲ εἶπεν, ἵνα μάθῃς ὅτι καὶ τῆς παρούσης ζωῆς καὶ τῆς μελλούσης τὰ σύμβολα ἤδη καὶ τὰ ἐνέχυρα ἔφθασε, τῆς μὲν παρούσης ὁ Ἀδὰμ, τῆς δὲ μελλούσης ὁ Χριστός. Ἐπειδὴ γὰρ τὰ χρηστότερα ἐν ἐλπίσι τίθησι, δείκνυσι τὴν ἀρχὴν ἤδη ἐκβεβηκυῖαν, καὶ τὴν ῥίζαν καὶ τὴν πηγὴν φανεῖσαν. Εἰ δὲ ἡ ῥίζα καὶ ἡ πηγὴ πᾶσι κατάδηλος, οὐδὲν δεῖ περὶ τῶν καρ- πῶν ἀμφιβάλλειν. ∆ιὸ λέγει· Ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν· καὶ ἀλλαχοῦ δὲ, Ζωοποιήσει τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν. Ἄρα τοῦ Πνεύματος τὸ ζωο-ποιεῖν. Εἶτα ἵνα μή τις εἴπῃ, ∆ιὰ τί πρεσβύτερα τὰ χείρονα, καὶ τὰ μὲν ὅλα ἐξέβη τὰ ψυχικὰ, οὐ μέχρι τῆς ἀπαρχῆς, τὰ δὲ ἕως τῆς ἀπαρχῆς μόνον; δεί- κνυσιν ὅτι καὶ αἱ ἀρχαὶ ἑκατέρων οὕτω διετάγησαν. Οὐ γὰρ πρῶτον, φησὶ, τὸ πνευματικὸν, ἀλλὰ τὸ ψυχικὸν, ἔπειτα τὸ πνευματικόν. Καὶ οὐ λέγει, διὰ τί, ἀλλ' ἀρκεῖται τῇ τοῦ Θεοῦ διατάξει, τὴν ἀπὸ τῶν πραγμάτων ψῆφον ἔχων μαρτυροῦσαν τῇ ἀρίστῃ τοῦ Θεοῦ οἰκονομίᾳ, καὶ δεικνὺς ὅτι ἐπὶ τὸ βέλτιον ἀεὶ τὰ ἡμέτερα πρόεισιν, ἅμα κἀντεῦθεν πιστούμενος τὸν λόγον. Εἰ γὰρ τὰ ἐλάττονα ἐξέβη, πολλῷ μᾶλλον τὰ βελτίω προσδοκᾷν χρή. Ἐπεὶ οὖν τοιούτων μέλλομεν ἀπολαύειν ἀγαθῶν, εἰς ταύτην ἑαυτοὺς κατατάξωμεν τὴν τάξιν, καὶ μὴ κλαίωμεν τοὺς ἀπιόντας, ἀλλὰ τοὺς κακῶς τὸν βίον καταλύοντας. Ἐπεὶ καὶ γεωργὸς, ὅταν ἴδῃ τὸν σῖτον διαλυόμενον, οὐ θρηνεῖ, ἀλλ' ἕως μὲν ἂν βλέπῃ στε- ρεὸν ἐν τῇ γῇ μένοντα, δέδοικε καὶ τρέμει· ἐπειδὰν δὲ ἴδῃ διαλυθέντα, χαίρει. Ἀρχὴ γὰρ τῆς μελλούσης σπορᾶς ἡ διάλυσις. Οὕτω καὶ ἡμεῖς τότε χαίρωμεν, ὅταν πέσῃ ἡ οἰκία ἡ φθαρτὴ, ὅταν σπαρῇ ὁ ἄνθρωπος. Καὶ μὴ θαυμάσῃς, εἰ σπορὰν τὴν ταφὴν ἐκάλεσε· καὶ γὰρ αὕτη βελτίων ἡ σπορά. Ἐκείνην μὲν γὰρ διαδέ- χονται θάνατοι καὶ πόνοι καὶ κίνδυνοι καὶ φροντίδες, ταύτην δὲ, ἂν ὀρθῶς βιῶμεν, στέφανοι καὶ βραβεῖα· καὶ τὴν μὲν φθορὰ καὶ θάνατος, τὴν δὲ ἀφθαρ- σία καὶ ἀθανασία καὶ τὰ μυρία ἀγαθά· ἐπ' ἐκείνης τῆς σπορᾶς συμπλοκαὶ καὶ ἡδοναὶ καὶ ὕπνος, ἐπὶ ταύτης δὲ φωνὴ μόνον ἐκ τῶν οὐρανῶν καταβαίνουσα, καὶ πάντα ἀθρόως τελεσφορεῖται. Καὶ ὁ ἀνιστάμενος οὐκέτι λοιπὸν ἐπὶ βίον ἄγεται πολύμοχθον, ἀλλ' ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. Εἰ δὲ καὶ προστασίαν ἐπιζητεῖς, καὶ διὰ τοῦτο θρηνεῖς τὸν ἄν- δρα, ἐπὶ τὸν κοινὸν πάντων προστάτην καὶ σωτῆρα καὶ εὐεργέτην κατάφυγε τὸν Θεὸν, ἐπὶ τὴν ἄμαχον συμμαχίαν, ἐπὶ τὴν εὔκολον βοήθειαν, ἐπὶ τὴν διαρκῆ σκέπην τὴν πανταχοῦ παροῦσαν καὶ πανταχόθεν ἡμᾶς τειχίζουσαν, ἀλλ' ἡ συνήθεια ποθεινὸν καὶ ἐπ- έραστον. Οἶδα κἀγώ· ἀλλ' ἂν ἐπιτρέψῃς τῷ λογισμῷ τὸ πάθος, καὶ λογίσῃ πρὸς ἑαυτὴν τίς ὁ λαβὼν, καὶ ὅτι γενναίως ἐνεγκὼν θυσίαν τὴν γνώμην ἀναφέρεις τῷ Θεῷ, καὶ τοῦτο τὸ κῦμα δυνήσῃ διαδραμεῖν, καὶ ὅπερ ὁ χρόνος ἐργάζεται, τοῦτο ἡ φιλοσοφία ποιήσει· ἂν δὲ καταμαλακισθῇς, λήξει μὲν τῷ χρόνῳ τὸ πάθος, σοὶ δὲ οὐδένα τὸν μισθὸν οἴσει. Μετὰ δὲ τῶν λογισμῶν τούτων καὶ παραδείγματα σύλλεγε, τὰ ἐν τῷ παρόντι βίῳ, τὰ ἐν ταῖς θείαις Γραφαῖς· ἐννόησον ὅτι ὁ Ἀβραὰμ κατέσφαξε τὸν υἱὸν τὸν αὑτοῦ, καὶ οὔτε ἐδάκρυσεν οὔτε πικρὸν ῥῆμα ἐξέβαλεν. Ἀλλ' ἐκεῖνος Ἀβραὰμ, φησὶν, ἦν. Καὶ μὴν σὺ ἐπὶ μείζονα ἐκλήθης σκάμ- ματα. Ὁ δὲ Ἰὼβ ἤλγησε μὲν, τοσοῦτον δὲ, ὅσον εἰκὸς πατέρα φιλόπαιδα καὶ σφόδρα κηδόμενον τῶν ἀπελ θόντων· ὡς ἅ γε νῦν ποιοῦμεν ἡμεῖς, ἐχθρῶν καὶ πο- λεμίων ἐστίν. Οὐδὲ γὰρ, εἴ τινος εἰς βασίλεια ἀπενε- χθέντος καὶ στεφανωθέντος ἔκοπτες σαυτὸν καὶ ἐθρή νεις, φίλον ἄν σε τοῦ στεφανωθέντος ἔφην εἶναι, ἀλλ' ἐχθρὸν σφόδρα καὶ πολέμιον. Ἀλλ' οὐδὲ νῦν ἐκεῖνον θρηνῶ, φησὶν, ἀλλ' ἐμαυτόν. Ἀλλ' οὐδὲ τοῦτο φι- λοῦντος, τὸ θέλειν ἔτι ἐναγώνιον εἶναι ἐκεῖνον διὰ σαυτὸν καὶ ὑποκεῖσθαι τῇ ἀδηλίᾳ τοῦ μέλλοντος, παρὸν στεφανοῦσθαι καὶ προσορμεῖν, ἢ πελάγιον σα- λεύειν, ἐξὸν ἐν λιμένι εἶναι. Ἀλλ' οὐκ οἶδα ποῖ κεχώ- ρηκε, φησί. ∆ιὰ τί οὐκ οἶδας; εἰπέ μοι· εἴτε γὰρ ὀρθῶς ἐβίου εἴτε ἑτέρως, δῆλον ποῦ χωρήσει. ∆ι' αὐτὸ γὰρ τοῦτο κόπτομαι, φησὶν, ὅτι ἁμαρτωλὸς ἀπῆλθε. Σκῆψις ταῦτα καὶ πρόφασις. Εἰ γὰρ διὰ τοῦτο ἀπελ θόντα ἐθρήνεις, ζῶντα μεταπλάσαι ἐχρῆν καὶ ῥυθμί- σαι. Ἀλλὰ τὰ σαυτοῦ σὺ πανταχοῦ σκοπεῖς, οὐ τὰ ἐκείνου. Εἰ δὲ καὶ ἁμαρτωλὸς ἀπῆλθε, καὶ διὰ τοῦτο δεῖ χαίρειν, ὅτι ἐνεκόπη τὰ ἁμαρτήματα, καὶ οὐ προσέθηκε τῇ κακίᾳ, καὶ βοηθεῖν, ὡς ἂν οἷόν τε ᾖ, οὐ δακρύειν, ἀλλ' εὐχαῖς καὶ ἱκετηρίαις καὶ ἐλεημο- σύναις καὶ προσφοραῖς. Οὐ γὰρ ἁπλῶς ταῦτα ἐπινε- νόηται, οὐδὲ εἰκῆ μνήμην ποιούμεθα τῶν ἀπελθόντων ἐπὶ τῶν θείων μυστηρίων, καὶ ὑπὲρ αὐτῶν πρόσιμεν, δεόμενοι τοῦ Ἀμνοῦ τοῦ κειμένου τοῦ λαβόντος τὴν ἁμαρτίαν τοῦ κόσμου, ἀλλ' ἵνα τις ἐντεῦθεν αὐτοῖς γένηται παραμυθία· οὐδὲ μάτην ὁ παρεστὼς τῷ θυ- σιαστηρίῳ τῶν φρικτῶν μυστηρίων τελουμένων βοᾷ· Ὑπὲρ πάντων τῶν ἐν Χριστῷ κεκοιμημένων, καὶ τῶν τὰς μνείας ὑπὲρ αὐτῶν ἐπιτελούντων. Εἰ γὰρ μὴ ὑπὲρ αὐτῶν αἱ μνεῖαι ἐγένοντο, οὐδ' ἂν ταῦτα ἐλέχθη. Οὐ γάρ ἐστι σκηνὴ τὰ ἡμέτερα, μὴ γένοιτο· Πνεύματος γὰρ διατάξει ταῦτα γίνεται. εʹ. Βοηθῶμεν τοίνυν αὐτοῖς, καὶ μνείαν ὑπὲρ αὐτῶν ἐπιτελῶμεν. Εἰ γὰρ τοὺς παῖδας τοῦ Ἰὼβ ἐκάθαιρεν ἡ τοῦ πατρὸς θυσία, τί ἀμφιβάλλεις, εἰ καὶ ἡμῶν ὑπὲρ τῶν ἀπελθόντων προσφερόντων γίνεταί τις αὐτοῖς παραμυθία; Εἴωθε γὰρ ὁ Θεὸς καὶ ἑτέροις ὑπὲρ ἑτέ- ρων χαρίζεσθαι. Καὶ τοῦτο ἐδείκνυ ὁ Παῦλος λέγων· Ἵνα ἐν πολλῷ προσώπῳ τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ὑμῶν. Μὴ δὴ ἀποκά- μωμεν τοῖς ἀπελθοῦσι βοηθοῦντες, καὶ προσφέροντες ὑπὲρ αὐτῶν εὐχάς· καὶ γὰρ τὸ κοινὸν τῆς οἰκουμένης κεῖται καθάρσιον. ∆ιὰ τοῦτο θαῤῥοῦντες ὑπὲρ τῆς οἰκουμένης δεόμεθα τότε, καὶ μετὰ μαρτύρων αὐτοὺς καλοῦμεν, μετὰ ὁμολογητῶν, μετὰ ἱερέων. Καὶ γὰρ ἓν σῶμά ἐσμεν ἅπαντες, κἂν λαμπρότερα μέλη με- λῶν· καὶ δυνατὸν πάντοθεν συγγνώμην αὐτοῖς συν- αγαγεῖν, ἀπὸ τῶν εὐχῶν, ἀπὸ τῶν ὑπὲρ αὐτῶν δώ- ρων, ἀπὸ τῶν μετ' αὐτῶν καλουμένων. Τί τοίνυν ἀλ- γεῖς, τί δὲ θρηνεῖς, ὁπότε τοσαύτην δυνατὸν συγγνώ μην συναγαγεῖν τῷ ἀπελθόντι; Ἀλλ' ὅτι σὺ γέγονας ἔρημος καὶ προστάτην ἀπώλεσας; Ἀλλὰ μηδέποτε τοῦτο εἴπῃς· οὐδὲ γὰρ τὸν Θεὸν ἀπώλεσας. Ὥστε ἕως ἂν τοῦτον ἔχῃς, καὶ ἀνδρὸς αὐτὸς ἔσται σοι μείζων καὶ πατρὸς καὶ παιδὸς καὶ κηδεστοῦ· καὶ γὰρ καὶ ζώντων ἐκείνων, οὗτος ἦν ὁ τὰ πάντα ποιῶν. Ταῦτα τοίνυν ἐννόει, καὶ λέγε κατὰ τὸν ∆αυΐδ· Κύριος φω- τισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; εἰπὲ, Σὺ εἶ ὁ πατὴρ τῶν ὀρφανῶν, καὶ κριτὴς τῶν χηρῶν· καὶ ἐπίσπασαι αὐτοῦ τὴν βοήθειαν, καὶ μᾶλ- λον αὐτὸν ἕξεις νῦν προνοοῦντα ἢ πρότερον, ὅσον ἐν μείζονι κατέστης ἀπορίᾳ. Ἀλλὰ παιδίον ἀπώλεσας· Οὐκ ἀπώλεσας, μὴ λέγε· ὕπνος τὸ πρᾶγμά ἐστιν, οὐ θάνατος, μετάστασις, οὐκ ἀπώλεια, ἀποδημία ἀπὸ τῶν ἐλαττόνων ἐπὶ τὰ βελτίω. Μὴ δὴ παρόξυνε τὸν Θεὸν, ἀλλ' ἵλεω ποίει. Ἂν γὰρ ἐνέγκῃς γενναίως, ἔσται τις κἀντεῦθεν τῷ ἀπελθόντι καὶ σοὶ παραμυ- θία· ἂν δὲ τοὐναντίον, μᾶλλον ἐξάπτεις τὴν ὀργὴν τοῦ Θεοῦ. Καὶ γὰρ εἰ παιδὸς μαστιχθέντος ὑπὸ δε- σπότου, σὺ παρεστὼς ἐδυσχέρανας, μειζόνως ἂν παρ- ώξυνας κατὰ σεαυτοῦ τὸν δεσπότην. Μὴ δὴ ποίει τοῦτο, ἀλλ' εὐχαρίστει, ἵνα σοι καὶ ταύτῃ σκεδασθῇ τὸ νέφος τῆς ἀθυμίας· εἰπὲ κατὰ τὸν μακάριον ἐκεῖ- νον· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ἐννόη- σον ὅσοι μᾶλλόν σου εὐαρεστοῦντες οὐδὲ ἔλαβον τὴν ἀρχὴν παῖδας, οὐδὲ πατέρες ἐκλήθησαν. Οὐδὲ γὰρ ἐγὼ, φησὶν, ἐβουλόμην· καὶ γὰρ βέλτιον ἦν μηδὲ πεῖραν σχεῖν, ἢ μετὰ τὸ γεύσασθαι τῆς ἡδονῆς, ἐκ- πεσεῖν. Μὴ, παρακαλῶ, μὴ λέγε ταῦτα, μὴ παροργί- σῃς καὶ ταύτῃ τὸν ∆εσπότην· ἀλλ' ὑπὲρ μὲν ὧν ἔλα- βες, εὐχαρίστησον· ὑπὲρ δὲ ὧν οὐκ εἰς τέλος ἔχεις, δόξαζε. Οὐκ εἶπεν ὁ Ἰὼβ, ὅτι Βέλτιον ἦν μὴ λαβεῖν τοῦτο, ὃ σὺ λέγεις ἀγνωμόνως, ἀλλὰ καὶ ὑπὲρ ἐκείνων ηὐχαρίστει λέγων· Ὁ Κύριος ἔδωκε· καὶ ὑπὲρ τούτων ηὐλόγει λέγων· Ὁ Κύριος ἀφείλετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶ- νας. Καὶ τὴν γυναῖκα οὕτως ἐπεστόμιζε δικαιολο- γούμενος πρὸς αὐτὴν, καὶ τὰ θαυμαστὰ ἐκεῖνα φθεγ- γόμενος ῥήματα· Εἰ τὰ μὲν ἀγαθὰ ἐδεξάμεθα παρὰ Κυρίου, τὰ δὲ κακὰ οὐχ ὑποίσομεν; Καίτοι γε μετὰ ταῦτα χαλεπώτερος γέγονεν ὁ πειρασμός· ἀλλ' ἐκεῖνος οὐδὲ οὕτως ἐξελύετο, ἀλλ' ὁμοίως ἔφερε γενναίως, καὶ ἐδόξαζε. Τοῦτο καὶ σὺ ποίει, καὶ λογί- ζου πρὸς σεαυτὸν, ὅτι οὐκ ἄνθρωπος ἔλαβεν, ἀλλ' ὁ Θεὸς ὁ ποιήσας, ὁ μᾶλλόν σου κηδόμενος, καὶ τὸ συμφέρον εἰδὼς, οὐ πολέμιός τις οὐδὲ ἐπίβουλος. Ὅρα πόσοι ζῶντες ἀβίωτον τὸν βίον τοῖς γονεῦσιν ἐποίησαν. Τοὺς δὲ γενναίους οὐχ ὁρᾷς; φησίν. Ὁρῶ καὶ τούτους, ἀλλὰ καὶ τούτων ἀσφαλέστερα τὰ κατὰ τὸν παῖδα τὸν σόν. Εἰ γὰρ καὶ εὐδοκιμοῦσιν, ἀλλ' ἐν ἀδήλῳ τὰ τοῦ τέλους αὐτῶν· ὑπὲρ δὲ ἐκείνου λοιπὸν οὐ δέδοικας οὐδὲ τρέμεις μή τι πάθῃ, ἢ μεταβολήν τινα δέξηται. Ταῦτα καὶ ἐπὶ γυναικὸς λογίζου καλῆς καὶ οἰκουροῦ, καὶ ὑπὲρ πάντων εὐχαρίστει τῷ Θεῷ, κἂν ἀπολέσῃς γυναῖκα, εὐχαρίστει. Ἴσως σε εἰς ἐγ- κράτειαν ἀγαγεῖν βούλεται ὁ Θεὸς, ἐπὶ μείζονα καλεῖ σκάμματα, ἐλευθερῶσαί σε τοῦ δεσμοῦ ἠθέλησεν. Ἂν οὕτω φιλοσοφῶμεν, καὶ τὴν παροῦσαν εὐθυμίαν κερ- δανοῦμεν, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα στεφά- νων, καὶ τὰ ἑξῆς.
ΟΜΙΛΙΑ ΜΒʹ.
Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ. αʹ. Ἐπειδὴ ψυχικὸν εἶπε πρῶτον καὶ πνευματικὸν δεύτερον, πάλιν ἄλλην τίθησι διαφορὰν, χοϊκὸν λέγων καὶ ἐπουράνιον. Ἡ μὲν γὰρ πρώτη τοῦ παρόντος ἦν βίου καὶ τοῦ μέλλοντος· αὕτη δὲ τοῦ πρὸ τῆς χάριτος καὶ τοῦ μετὰ τὴν χάριν. Τέθεικε δὲ αὐτὴν εἰς πολι- τείαν ἀρίστην λέγων. Ἵνα γὰρ, ὅπερ ἔφην, μὴ τῇ ἀναστάσει θαῤῥοῦντες ἀμελῶσι βίου καὶ ἀκριβείας, πάλιν καὶ ἐντεῦθεν αὐτοὺς ἐναγωνίους ποιεῖ, καὶ πα- ρακαλεῖ εἰς ἀρετὴν, λέγων· Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ· τὸ πᾶν ἄνθρωπον καλῶν, καὶ τὸν μὲν ἀπὸ τοῦ κρείττονος, τὸν δὲ ἀπὸ τοῦ χείρονος ὀνο- μάζων. Οἷος ὁ χοϊκὸς, τοιοῦτοι καὶ οἱ χοϊκοί. Οὕ- τως ἀπολοῦνται καὶ τελευτήσουσιν. Οἷος ὁ ἐπου- ράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. Οὕτω μενοῦ- σιν ἀθάνατοι καὶ λάμποντες. Τί οὖν; οὐχὶ καὶ οὗτος ἀπέθανεν; Ἀπέθανε μὲν, ἀλλ' οὐδὲν ἐντεῦθεν παρ- εβλάβη, ἀλλὰ καὶ ταύτῃ τὸν θάνατον κατέλυσεν. Εἶδες πῶς κἀντεῦθεν τῷ θανάτῳ τὸ περὶ τῆς ἀναστάσεως συνέστησε δόγμα; Ἔχων γὰρ, ὅπερ ἔφθην εἰ- πὼν, τὴν ἀρχὴν καὶ τὴν κεφαλὴν, φησὶ, μὴ ἀμφί- βαλλε περὶ τοῦ σώματος παντός. Πλὴν καὶ τὴν περὶ πολιτείας ἀρίστην ἐντεῦθεν γυμνάζει παραίνεσιν, ὑποδείγματα ὑψηλοῦ καὶ φιλοσόφου βίου, καὶ οὐ τοι- ούτου τιθεὶς, καὶ τούτων ἀμφοτέρων παράγων τὰς ἀρχὰς, τοῦ μὲν τὸν Χριστὸν, τοῦ δὲ τὸν Ἀδάμ. ∆ιὰ τοῦτο οὐδὲ ἁπλῶς εἶπεν, Ἐκ γῆς, ἀλλὰ, Χοϊκὸς, τουτ- έστι, παχὺς, τοῖς παροῦσι προσηλωμένος· καὶ πά- λιν ἐπὶ τοῦ Χριστοῦ τοὐναντίον, Ὁ Κύριος ἐξ οὐ- ρανοῦ. Εἰ δὲ λέγοιέν τινες διὰ τοῦτο μὴ ἔχειν τὸν Κύριον σῶμα, διὰ τὸ, Ἐξ οὐρανοῦ, εἰρῆσθαι, ἱκανὰ μὲν καὶ τὰ εἰρημένα πάλαι ἐμφράξαι αὐτῶν τὰ στό- ματα, οὐδὲν δὲ κωλύει καὶ ἐντεῦθεν αὐτοὺς ἐπιστο- μίσαι. Τί γάρ ἐστιν, Ὁ Κύριος ἐξ οὐρανοῦ; τὴν φύσιν λέγει, ἢ τὴν ἀρίστην πολιτείαν; Παντί που δῆλον, ὅτι τὴν πολιτείαν· διὸ καὶ ἐπάγει· Καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ (τουτέστι, Καθὼς φαῦλα ἐπράξαμεν), φορέσωμεν καὶ τὴν εἰ- κόνα τοῦ ἐπουρανίου· τουτέστιν, Ἄριστα πράξωμεν. Χωρὶς δὲ τούτων, κἀκεῖνό σε ἡδέως ἂν ἐροίμην· Περὶ φύσεως εἴρηται· Ὁ ἐκ γῆς χοϊκὸς, καὶ, Ὁ Κύριος ἐξ οὐρανοῦ; Ναὶ, φησί. Τί οὖν; χοϊκὸς μό- νον ἦν ὁ Ἀδὰμ, ἢ καὶ ἄλλην τινὰ εἶχεν οὐσίαν συγ- γενῆ τοῖς ἄνω καὶ ἀσωμάτοις, ἣν ψυχὴν καλεῖ ἡ Γραφὴ καὶ πνεῦμα; Παντί που δῆλον, ὅτι καὶ ταύτην. Οὐκ- οῦν οὐδὲ ὁ Κύριος ἦν ἄνωθεν μόνον, εἰ καὶ ἐξ οὐ- ρανοῦ λέγοιτο, ἀλλὰ καὶ σάρκα ἀνειλήφει. Ὃ δὲ λέ- γει, τοιοῦτόν ἐστι· Καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, τὰς πονηρὰς πράξεις, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου, τὴν πολιτείαν τὴν ἐν τοῖς οὐρανοῖς. Εἰ δὲ περὶ φύσεως ἦν ὁ λόγος, οὐ παρακλήσεως ἐδεῖτο τὸ πρᾶγμα οὐδὲ συμβουλῆς· ὥστε κἀντεῦθεν δῆλον, ὅτι περὶ πολιτείας τὸ λεγόμε- νον. ∆ιὸ καὶ συμβουλευτικῶς εἰσάγει τὸν λόγον, καὶ εἰκόνα καλεῖ, καὶ ταύτῃ πάλιν δηλῶν ὅτι περὶ πρά- ξεως, οὐ περὶ φύσεως λέγει. Καὶ γὰρ διὰ τοῦτο ἐγενό μεθα χοϊκοὶ, ἐπειδὴ πονηρὰ ἐπράξαμεν· οὐκ ἐπειδὴ ἐξ ἀρχῆς χοϊκοὶ διεπλάσθημεν, ἀλλ' ἐπειδὴ ἡμάρτομεν. Καὶ γὰρ ἡ ἁμαρτία πρῶτον, καὶ τότε ὁ θάνατος, καὶ τὸ, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· τότε καὶ ὁ τῶν παθῶν εἰσῆλθεν ἐσμός. Οὐδὲ γὰρ τὸ, ἐκ γῆς γεγε- νῆσθαι, ποιεῖ χοϊκὸν ἁπλῶς, ἐπεὶ καὶ ὁ Κύριος ἀπὸ τῆς μάζης καὶ τοῦ φυράματος τούτου ἦν, ἀλλὰ τὸ γήϊνα πράττειν· ὥσπερ οὖν καὶ ἐπουράνιον τὸ ἄξια τῶν οὐρανῶν ἐπιδείξασθαι. Ἀλλὰ γὰρ τί χρὴ περιττὰ πονεῖν τοῦτο κατασκευάζοντα; προϊὼν γὰρ ἡμῖν αὐ- τὸς ἐκκαλύπτει τὸ νόημα, οὕτω λέγων· Τοῦτο δέ φημι, ἀδελφοὶ, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Εἶδες πῶς ἑαυτὸν ἑρμηνεύει πάλιν, ἀπαλλάττων ἡμᾶς πραγμάτων; ὃ πολλαχοῦ ποιεῖ. Σάρκα γὰρ ἐνταῦθα τὰς πονηρὰς πράξεις καλεῖ, ὃ καὶ ἀλλαχοῦ πεποίηκεν, οἷον ὡς ὅταν λέγῃ· Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί· καὶ πάλιν, Οἱ δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται. Ὥστε ὅταν λέγῃ, Τοῦτο δέ φημι, οὐδὲν ἄλλο λέγει, ἢ ὅτι ∆ιὰ τοῦτο ταῦτα εἶπον, ἵνα μάθῃς ὅτι πονηραὶ πράξεις εἰς βασιλείαν οὐκ εἰσάγουσιν. Ἀπὸ γὰρ τῆς ἀναστάσεως εὐθέως καὶ τὸν τῆς βασιλείας εἰσήγαγε λόγον· διὸ καὶ ἐπήγαγεν· Οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρ- σίαν κληρονομεῖ· τουτέστιν, ἡ κακία τὴν δόξαν ἐκείνην καὶ τὴν τῶν ἀφθάρτων πραγμάτων ἀπόλαυ- σιν. Καὶ γὰρ πολλαχοῦ πάλιν τῇ προσηγορίᾳ ταύτῃ τὴν κακίαν ἐκάλεσεν εἰπών· Ὁ σπείρων εἰς τὴν σάρκα, ἐκ τῆς σαρκὸς θερίσει φθοράν. Εἰ δὲ περὶ σώματος ἔλεγεν, ἀλλ' οὐ περὶ πονηρᾶς πράξεως, οὐκ ἂν εἶπε φθοράν· οὐδαμοῦ γὰρ τὸ σῶμα φθορὰν καλεῖ· οὐδὲ γάρ ἐστι φθορὰ, ἀλλὰ φθαρτόν. ∆ιὸ προϊὼν καὶ περὶ αὐτοῦ διαλεγόμενος, οὐκ εἶπεν αὐτὸ φθορὰν, ἀλλὰ φθαρτὸν, λέγων· ∆εῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν. Εἶτα τὴν περὶ πολιτείας πληρώσας παραίνεσιν, ὅπερ ἀεὶ ποιεῖ, ὑπόθεσιν ὑποθέσει συνεχῶς ἀναμιγνὺς, εἰς τὸν περὶ ἀναστάσεως πάλιν τῶν σωμάτων ἐκβαίνει λόγον, οὕτω λέγων· Ἰδοὺ μυστήριον ὑμῖν λέγω. βʹ. Φρικτόν τι καὶ ἀπόῤῥητον, καὶ ὃ μὴ πάντες ἴσασι, μέλλει λέγειν· ὃ καὶ πολλὴν ἐνδείκνυται τὴν εἰς αὐτοὺς τιμὴν, τὸ τὰ ἀπόῤῥητα λέγειν αὐτοῖς. Τί δὲ τοῦτό ἐστι; Πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα. Ὃ δὲ λέγει τοῦτό ἐστιν· Οὐ πάντες μὲν ἀποθανούμεθα, πάντες δὲ ἀλλαγησόμεθα, καὶ οἱ μὴ ἀποθνήσκοντες· θνητοὶ γὰρ κἀκεῖνοι. Μὴ τοίνυν, ἐπειδὴ ἀποθνήσκεις, διὰ τοῦτο δείσῃς, φησὶν, ὡς οὐκ ἀναστησόμενος· εἰσὶ γάρ τινες, εἰσὶν, οἳ καὶ τοῦτο διαφεύξονται· καὶ ὅμως οὐκ ἀρκεῖ τοῦτο αὐτοῖς εἰς τὴν ἀνάστασιν ἐκείνην, ἀλλὰ δεῖ καὶ ἐκεῖνα τὰ σώματα τὰ μὴ ἀποθνήσκοντα ἀλλαγῆναι, καὶ εἰς ἀφθαρσίαν μεταπεσεῖν. Ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλ- μοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι. Ὅτε πολλὰ περὶ ἀναστάσεως διελέχθη, τότε εὐκαίρως καὶ τὸ πολὺ παράδοξον αὐτῆς δείκνυσιν. Οὐ γὰρ τοῦτο θαυμαστὸν μόνον, ὅτι σήπεται πρῶτον τὰ σώματα, καὶ τότε ἀνίσταται, φησὶν, οὐδ' ὅτι βελτίονα τῶν νῦν τὰ ἐκ τῶν σηπομένων ἀνιστάμενα, οὐδ' ὅτι ἐπὶ πολλῷ μείζονα λῆξιν μεταβαίνει, οὐδ' ὅτι ἕκαστος τὸ ἴδιον ἀπολαμβάνει καὶ οὐδεὶς τὸ ἑτέρου, ἀλλ' ὅτι τὰ τοσ- αῦτα καὶ τηλικαῦτα καὶ πάντων λογισμὸν καὶ νοῦν ὑπερβαίνοντα ἐν ἀτόμῳ γίνεται, τουτέστιν, ἐν ἀκα- ριαίῳ χρόνῳ. Καὶ δηλῶν σαφέστερον τοῦτο, Ἐν ῥιπῇ ὀφθαλμοῦ, φησίν· ὅσον μύσαι βλέφαρον. Εἶτα ἐπειδὴ μέγα εἶπε καὶ ἐκστάσεως γέμον, εἰ τοσαῦτα καὶ τηλικαῦτα πράγματα οὕτω γίνηται ταχέως· ἐπάγει εἰς ἀπόδειξιν τὸ ἀξιόπιστον τοῦ ἐργαζομένου, λέγων· Σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα. Τὸ, Ἡμεῖς, οὐ περὶ ἑαυτοῦ λέγει, ἀλλὰ περὶ τῶν ζώντων τῶν τότε εὑρισκομένων. ∆εῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐν- δύσασθαι ἀφθαρσίαν. Ἵνα γὰρ μὴ ἀκούσας τις, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ οὐ κληρονομήσει, νομίσῃ τὰ σώματα μὴ ἀνίστασθαι, ἐπήγαγεν, ὅτι ∆εῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. Φθαρτὸν δὲ τὸ σῶμα, καὶ θνητὸν τὸ σῶμα. Ὥστε τὸ σῶμα μένει· αὐτὸ γάρ ἐστι τὸ ἐνδυόμενον· ἡ δὲ θνη- τότης καὶ ἡ φθορὰ ἀφανίζεται, ἀθανασίας καὶ ἀφθαρ σίας ἐπιούσης αὐτῷ. Μὴ τοίνυν ἀμφίβαλλε λοιπὸν πῶς ἄπειρον ζήσεται ζωὴν, ὅταν ἀκούσῃς, ὅτι ἄφθαρ- τον γίνεται. Ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανα- σίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· Κατεπόθη ὁ θάνατος εἰς νῖκος. Ἐπειδὴ γὰρ μεγάλα καὶ ἀπόῤῥητα εἶπε, πάλιν ἀπὸ προφητείας πιστοῦται τὸν λόγον· Κατεπόθη ὁ θάνατος εἰς νῖκος, τουτ- έστιν, εἰς τέλος, οὐδὲ λείψανον αὐτοῦ μένει, οὐδὲ ὑποστροφῆς ἐλπὶς, τῆς ἀφθαρσίας τὴν φθορὰν ἀνα- λωσάσης. Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; Εἶδες ψυχὴν γενναίαν; Καὶ γὰρ ὡς νικητήρια θύων, καὶ ἔνθους γενόμενος, καὶ ὁρῶν ἤδη ὡς γεγενημένα τὰ μέλλοντα, ἐνάλλεται καὶ ἐπεμ- βαίνει τῷ θανάτῳ κειμένῳ, καὶ τὴν ἐπινίκιον ἀλαλάζει φωνὴν κατὰ τῆς τούτου κεφαλῆς κειμένης, μεγάλα βοῶν καὶ λέγων· Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; Οἴχεται καὶ ἀπόλωλε καὶ ἠφάνισται παντελῶς, καὶ εἰκῆ πάντα ἐκεῖνα ἐποίησας. Οὐδὲ γὰρ ἀφώπλισε μόνον αὐτὸν οὐδ' ἐνίκησεν, ἀλλὰ καὶ ἀπώλεσε, καὶ εἰς τὸ μηδὲ ὅλως εἶναι κατέστησε. Τὸ δὲ κέντρον τοῦ θανάτου, ἡ ἁμαρτία· ἡ δὲ δύ- ναμις τῆς ἁμαρτίας, ὁ νόμος. Ὁρᾷς πῶς περὶ θανά- του σωματικοῦ ὁ λόγος; Οὐκοῦν καὶ περὶ ἀναστάσεως σωματικῆς. Εἰ γὰρ μὴ ἀνίσταται ταῦτα, πῶς κατ- επόθη ὁ θάνατος; Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ πῶς δύνα- μις τῆς ἁμαρτίας ὁ νόμος; Ὅτι μὲν γὰρ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, καὶ χαλεπωτέρα ἐκείνου, καὶ ἐν αὐτῇ τὴν ἰσχὺν οὗτος ἔχει, δῆλον· πῶς δὲ ταύτης καὶ δύναμις ὁ νόμος; Ὅτι χωρὶς αὐτοῦ ἀσθενὴς ἦν, πραττομένη μὲν, οὐ δυναμένη δὲ οὕτω καταδικάσαι. Τὸ μὲν γὰρ κακὸν ἐγίνετο, σαφῶς δὲ οὐκ ἐδείκνυτο οὕτως. Ὥστε οὐ μικρὸν εἰσήνεγκεν ὁ νόμος τὸ καὶ γνωρίσαι τὴν ἁμαρτίαν μᾶλλον καὶ ἐπιτεῖναι τὴν κόλασιν. Εἰ δὲ βουλόμενος κωλῦσαι χαλεπωτέραν ἀπέφηνεν, οὐ παρὰ τὸν ἰατρὸν τὸ ἔγκλημα, ἀλλὰ παρὰ τὸν κακῶς τῷ φαρμάκῳ χρησάμενον· ἐπεὶ καὶ ἡ παρουσία τοῦ Χριστοῦ μᾶλλον ἐβάρησε τοὺς Ἰου- δαίους· ἀλλ' οὐ διὰ τοῦτο αὐτῇ ἐγκαλέσομεν, ἀλλὰ ταύτην μὲν καὶ θαυμασόμεθα, ἐκείνους δὲ μειζόνως μισήσομεν βλαβέντας δι' ὧν ὠφελεῖσθαι ἔδει. Ὅτι γὰρ οὐκ αὐτὸς τὴν ἁμαρτίαν ἐδυνάμωσεν, ὁ Χριστὸς αὐτὸς ἐπλήρωσεν ἅπαντα, καὶ ἁμαρτίας ἐκτὸς ἦν. Σὺ δέ μοι σκόπει, πῶς καὶ ἐντεῦθεν τὴν ἀνάστασιν πιστοῦται. Εἰ γὰρ τοῦτο θανάτου αἴτιον τὸ ἁμαρτά- νειν, ὁ δὲ Χριστὸς ἐλθὼν ἔλυσε τὴν ἁμαρτίαν, καὶ ἡμᾶς αὐτῆς διὰ τοῦ βαπτίσματος ἀπήλλαξε, καὶ μετὰ τῆς ἁμαρτίας καὶ τὸν νόμον ἔπαυσεν, οὗ παραβαινομένου αὕτη συνίσταται, τί λοιπὸν ἀμφι- βάλλεις περὶ τῆς ἀναστάσεως; πόθεν γὰρ λοιπὸν ὁ θάνατος κρατήσει; Ἀπὸ τοῦ νόμου; Ἀλλ' ἐλύθη οὗ-τος. Ἀλλ' ἀπὸ τῆς ἁμαρτίας; Ἀλλ' ἀνῃρέθη αὕτη. Τῷ δὲ Θεῷ χάρις τῷ δόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. γʹ. Τὸ μὲν γὰρ τρόπαιον αὐτὸς ἔστησε, τῶν δὲ στε φάνων καὶ ἡμᾶς ἀπολαῦσαι ἐποίησε, καὶ τοῦτο οὐκ ἐξ ὀφειλῆς, ἀλλ' ἀπὸ φιλανθρωπίας μόνης. Ἄρα οὖν, ἀδελφοὶ, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι. ∆ικαία λοιπὸν καὶ εὔκαιρος ἡ παραίνεσις· οὐδὲν γὰρ οὕτω σαλεύει, ὡς τὸ εἰκῆ νομίζειν κόπτεσθαι καὶ μάτην. Περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ Κυρίου πάντοτε· τουτέστιν, ἐν τῷ βίῳ τῷ καθαρῷ. Καὶ οὐκ εἶπεν, Ἐργαζόμενοι τὸ ἀγαθὸν, ἀλλὰ, Περισσεύοντες, ἵνα μετὰ περιουσίας αὐτὸ ποιῶμεν, καὶ τὰ σκάμματα ὑπερβαίνωμεν. Εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστι κενὸς ἐν Κυρίῳ. Τί λέγεις; πάλιν κόπος; Ἀλλὰ στεφάνους ἔχων, καὶ ὑπὲρ τῶν οὐρανῶν. Ὁ μὲν γὰρ πρότερος ὁ μετὰ τὸν παράδεισον, κόλασις τῶν ἁμαρ- τηθέντων· οὗτος δὲ ὑπόθεσις τῶν μελλόντων βρα βείων. Ὥστε οὐδ' ἂν εἴη κόπος ταύτῃ τε καὶ τῷ πολλῆς τῆς ἄνωθεν ἀπολαύειν βοηθείας· διὸ καὶ ἐπ- ήγαγεν. Ἐν Κυρίῳ. Ὁ μὲν γὰρ πρότερος, ἵνα δίκην δῶμεν· οὗτος δὲ, ἵνα τῶν μελλόντων τύχωμεν ἀγα- θῶν. Μὴ τοίνυν καθεύδωμεν, ἀγαπητοί· οὐ γὰρ ἔστιν, οὐκ ἔστι ῥᾳθυμοῦντα τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν, οὐδὲ τρυφῶντας καὶ μαλακιζομένους. Ἀγαπητὸν γὰρ κατατεινομένους καὶ ὑπωπιάζοντας τὸ σῶμα, καὶ μυρία ὑπομένοντας ἐπίπονα, δυνηθῆναι τυχεῖν τῶν ἀγαθῶν ἐκείνων. Ἢ οὐχ ὁρᾶτε τουτὶ τὸ μέσον τοῦ οὐρανοῦ πρὸς τὴν γῆν ὅσον ἐστὶ, καὶ ἡλί- κος ὁ πόλεμος ἐφέστηκε, καὶ πῶς ὀξύῤῥοπον ἄνθρω- πος πρὸς τὴν κακίαν, καὶ πῶς εὐπερίστατον ἡ ἁμαρ- τία, καὶ ὅσαι ἐν μέσῳ παγίδες; Τί τοίνυν τοσαύτας ἐπισυρόμεθα φροντίδας ἐκτὸς τῶν φυσικῶν, καὶ πλείονα παρέχομεν ἑαυτοῖς πράγματα, καὶ μείζονα ποιοῦμεν τὰ φορτία; οὐκ ἀρκεῖ τὸ ὑπὲρ γαστρὸς φροντίζειν καὶ ἱματίων καὶ οἰκίας; οὐκ ἀρκεῖ ἡ μέ- ριμνα τῶν ἀναγκαίων; Καίτοι γε καὶ τούτων ἀπ- ήγαγεν ὁ Χριστὸς, λέγων· Μὴ μεριμνήσητε τῇ ψυχῇ ὑμῶν τί φάγητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύ- σησθε. Εἰ δὲ ὑπὲρ τῆς ἀναγκαίας τροφῆς καὶ περι- βολῆς μεριμνᾷν οὐ χρὴ, οὐδὲ ὑπὲρ τῆς ἐπιούσης ἡμέ- ρας, οἱ τὸν τοσοῦτον φορυτὸν ἐπεισάγοντες, καὶ κα- ταχωννύντες ἑαυτοὺς, πότε δυνήσονται ἀνανεῦσαι; Οὐκ ἤκουσας Παύλου λέγοντος, Οὐδεὶς στρατευόμε- νος ἐμπλέκεται ταῖς τοῦ βίου μερίμναις; Ἡμεῖς δὲ καὶ τρυφῶμεν καὶ γαστριζόμεθα καὶ μεθύομεν, καὶ ὑπὲρ μὲν τῶν ἔξω κοπτόμεθα πραγμάτων, ἐν δὲ τοῖς τοῦ οὐρανοῦ μαλακιζόμεθα. Οὐκ ἴστε ὅτι ὑπὲρ ἄνθρωπον ἡ ἐπαγγελία; Οὐκ ἔστι χαμαὶ βαδίζοντα τῶν οὐρανίων ἁψίδων ἐπιβῆναι· ἡμεῖς δὲ οὐ κατὰ ἄνθρωπον σπουδάζομεν ζῇν, ἀλλὰ καὶ ἀλόγων ἐγενό- μεθα χείρους. Οὐκ ἴστε ποίῳ παραστησόμεθα βήμα- τι; οὐκ ἐννοεῖτε ὅτι καὶ ῥημάτων καὶ ἐνθυμη- μάτων ἀπαιτούμεθα δίκας, καὶ οὐδὲ πραγμάτων φροντίζομεν; Ὁ γὰρ ἐμβλέψας γυναικὶ, φησὶ, πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτήν. Ἀλλ' ὅμως οἱ καὶ ὄψεως περιέργου λόγον ὑπέχοντες, οὐ παραιτοῦνται καὶ αὐτῇ ἐνσήπεσθαι τῇ ἁμαρτίᾳ. Ὁ λέγων τῷ ἀδελφῷ αὑτοῦ, Μωρὲ, εἰς τὴν γέεν- ναν ἐμπεσεῖται· ἡμεῖς δὲ οὐδὲ τοῦ μυρίοις αὐτοὺς καταισχύνειν ὀνείδεσι καὶ ποικίλως ἐπιβουλεύειν ἀφ- ιστάμεθα. Ὁ τὸν φιλοῦντα φιλῶν, οὐδὲν ἔχει τοῦ ἐθνικοῦ πλέον· ἡμεῖς δὲ καὶ τούτοις βασκαίνομεν. Τίνα οὖν ἕξομεν συγγνώμην, ὅταν, ὑπερβῆναι τὰ παλαιὰ κελευόμενοι σκάμματα, καὶ ἐλάττονα ἐκεί- νου τοῦ μέτρου τὴν ἑαυτῶν πολιτείαν ὑφαίνωμεν; τίς ἡμᾶς ἐξαιρήσεται λόγος; τίς παραστήσεται καὶ βοηθήσει κολαζομένοις; Οὐκ ἔστιν οὐδεὶς, ἀλλ' ἀνάγ- κη πᾶσα οἰμώζοντας, ὀδυρομένους, βρύχοντας τοὺς ὀδόντας, στρεβλουμένους εἰς τὸ σκότος ἀπάγεσθαι τὸ ἀφεγγὲς ἐκεῖνο, εἰς τὰς ἀπαραιτήτους ὀδύνας, εἰς τὰς ἀνηκέστους τιμωρίας. ∆ιὸ δέομαι καὶ παρακαλῶ, καὶ αὐτῶν ἅπτομαι τῶν γονάτων, ἕως ἂν ἔχωμεν τὸ μικρὸν τοῦτο τῆς ζωῆς ἐφόδιον, κατανυγῆναι τοῖς εἰ- ρημένοις, ἐπιστραφῆναι, βελτίους γενέσθαι, ἵνα μὴ κατὰ τὸν πλούσιον ἐκεῖνον ἀνήνυτα ἐκεῖ θρηνῶμεν ἀπελθόντες, καὶ ἀνίατα λοιπὸν ὀδυρώμεθα. Κἂν γὰρ πατέρα ἔχῃς, κἂν υἱὸν, κἂν φίλον, κἂν ὁντιναοῦν παῤῥησίαν ἔχοντα πρὸς τὸν Θεὸν, οὐδείς σέ ποτε ἐξαιρήσεται τούτων ὑπὸ τῶν οἰκείων ἔργων προδιδό- μενον. Τοιοῦτον γὰρ ἐκεῖνο τὸ δικαστήριον· ἀπὸ τῶν πράξεων δικάζει μόνων, καὶ ἄλλως ἐκεῖ σωθῆναι οὐκ ἔνι. Καὶ ταῦτα λέγω, οὐχ ἵνα λυπήσω, οὐδ' ἵνα εἰς ἀπόγνωσιν ἐμβάλω, ἀλλ' ἵνα μὴ ματαίαις μηδὲ ψυχραῖς ἐλπίσι τρεφόμενοι, καὶ εἰς τὸν δεῖνα θαῤ- ῥοῦντες, τῆς καθ' ἑαυτοὺς ἀμελήσωμεν ἀρετῆς. Ἂν μὲν γὰρ ῥᾳθυμήσωμεν, οὐ δίκαιος, οὐ προφήτης, οὐκ ἀπόστολος, οὐδεὶς ἡμῖν παραστήσεται· ἂν δὲ σπουδάσωμεν, ἀρκοῦσαν τὴν ἀπὸ τῶν ἔργων συν- ηγορίαν ἔχοντες, μετὰ παῤῥησίας ἀπολαυσόμεθα καὶ τῶν ἀγαθῶν τῶν ἀποκειμένων τοῖς τὸν Θεὸν ἀγαπῶ- σιν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, καὶ τὰ ἑξῆς.
ΟΜΙΛΙΑ ΜΓʹ
Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους, καθὼς διέταξα ταῖς Ἐκκλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε. αʹ. Ἀπαρτίσας τὸν περὶ τῶν δογμάτων λόγον, καὶ μέλλων εἰς τὸν ἠθικώτερον ἐμβαίνειν, πάντα τὰ ἄλλα ἀφεὶς, ἐπὶ τὸ κεφάλαιον τῶν ἀγαθῶν χωρεῖ, περὶ ἐλεημοσύνης ποιούμενος λόγον. Ἀλλὰ περὶ τούτου μόνου διαλεχθεὶς, ἀπαλλάττεται· καίτοι γε οὐδαμοῦ τοῦτο ἐποίησεν, ἀλλὰ περὶ ἐλεημοσύνης, καὶ περὶ σωφροσύνης, καὶ περὶ πραότητος, καὶ περὶ μακροθυμίας, καὶ περὶ τῶν ἄλλων ἁπάντων διαλέ- γεται ἐν ταῖς ἄλλαις Ἐπιστολαῖς τελευτῶν. Τίνος οὖν ἕνεκεν ἐνταῦθα τοῦ ἠθικοῦ τοῦτο μόνον γυμνάζει τὸ μέρος; Ὅτι καὶ τῶν ἔμπροσθεν εἰρημένων τὰ πλείονα ἠθικώτερα ἦν, δι' ὧν τὸν πόρνον ἐκόλασε, δι' ὧν τοὺς ἔξω δικαζομένους ἐσωφρόνιζε, δι' ὧν τοὺς με- θύοντας καὶ γαστριζομένους ἐφόβησε, δι' ὧν τοὺς στασιάζοντας καὶ φιλονεικοῦντας καὶ φιλαρχοῦντας κατεδίκασε, δι' ὧν τοὺς ἀναξίως τοῖς μυστηρίοις προσιόντας τῇ ἀφορήτῳ δίκῃ ἐκείνῃ παρέδωκε, δι' ὧν περὶ ἀγάπης διελέχθη. ∆ιὰ δὴ τοῦτο, οὗ μάλιστα αὐ- τῷ ἔδει τῆς εἰς τοὺς ἁγίους ἐπικουρίας, τούτου μέ- μνηται μόνου. Καὶ θέα τὴν σύνεσιν· ὅτε αὐτοὺς περὶ ἀναστάσεως ἔπεισε, καὶ προθυμοτέρους ἐποίησε, τότε λοιπὸν καὶ περὶ τούτου διαλέγεται. Καίτοι γε καὶ ὑπὲρ τούτων διελέχθη πρὸς αὐτοὺς ἔμπροσθεν, ὅτε ἔλεγεν· Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείρα- μεν, μέγα, εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; καὶ, Τίς φυτεύει ἀμπελῶνα, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; Ἀλλ' ἐπειδὴ ᾔδει τοῦ κατορθώ- ματος τὸ μέγεθος, οὐ παραιτεῖται καὶ τῷ τέλει τῆς Ἐπιστολῆς αὐτὸ προσθεῖναι. Λογίαν δὲ τὴν συλλογὴν καλεῖ, ἐκ προοιμίων εὐθέως κοῦφον τὸ πρᾶγμα ποιῶν· ὅταν γὰρ ἐξ ἁπάντων συνεισφέρηται, ἑκάστῳ κοῦφον γίνεται τὸ ἐπίταγμα. Εἰπὼν δὲ περὶ τῆς συλ- λογῆς, οὐκ εὐθέως εἶπεν, ἕκαστος ὑμῶν παρ' ἑαυτῷ τιθέτω θησαυρίζων· καίτοι γε τὸ ἀκόλουθον τοῦτο ἦν· ἀλλὰ πρῶτον εἰπὼν, Καθὼς διέταξα ταῖς Ἐκ- κλησίαις τῆς Γαλατίας, τότε τοῦτο ἐπήγαγεν, εἰς ζῆλον αὐτοὺς τῇ διηγήσει τῶν ἑτέροις κατορθουμέ- νων ἄγων, καὶ ἐν τάξει διηγήματος αὐτὸ θείς· ὃ καὶ Ῥωμαίοις ἐπιστέλλων ἐποίησε. Καὶ γὰρ ἐκείνοις δο κῶν διηγεῖσθαι τὴν πρόφασιν τῆς ἐπὶ τὰ Ἱεροσόλυμα ἀποδημίας, οὕτω τὸν περὶ ἐλεημοσύνης ἐμβάλλει λό- γον, λέγων· Νυνὶ δὲ πορεύομαι εἰς Ἱεροσόλυμα διακονῶν τοῖς ἁγίοις. Εὐδόκησε γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων. Ἀλλ' ἐκείνους μὲν διὰ Μακε- δόνων καὶ Κορινθίων, τούτους δὲ διὰ Γαλατῶν προ- τρέπει. Καθὼς διέταξα γὰρ, φησὶ, ταῖς Ἐκκλη- σίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε. Καὶ γὰρ ᾐσχύνοντο λοιπὸν ἐλάττους Γαλατῶν φανῆ- ναι. Καὶ οὐκ εἶπε, Παρῄνεσα καὶ συνεβούλευσα, ἀλλὰ, ∆ιέταξα, ὅπερ αὐθεντικώτερον. Καὶ οὐ παρ- άγει μίαν πόλιν καὶ δύο καὶ τρεῖς, ἀλλ' ὁλόκληρον ἔθνος· ὅπερ καὶ ἐπὶ τῶν δογμάτων ποιεῖ, λέγων· Καθὼς καὶ ἐν πάσαις ταῖς Ἐκκλησίαις τῶν ἁγίων. Εἰ γὰρ πρὸς δογμάτων πίστιν τοῦτο ἰσχυρὸν, πολλῷ μᾶλλον πρὸς ἔργων μίμησιν. Τί οὖν διέταξας, εἰπέ μοι; Κατὰ μίαν σαββάτου, τουτέστι, Κυρια- κὴν, ἕκαστος ὑμῶν παρ' ἑαυτῷ τιθέτω θησαυρί- ζων ὅ τι ἂν εὐοδῶται. Ὅρα πῶς καὶ ἀπὸ τοῦ και- ροῦ προτρέπει· καὶ γὰρ ἡ ἡμέρα ἱκανὴ ἦν ἀγαγεῖν εἰς ἐλεημοσύνην. Ἀναμνήσθητε γὰρ, φησὶ, τίνων ἐτύχετε ἐν τῇ ἡμέρᾳ ταύτῃ. Τὰ γὰρ ἀπόῤῥητα ἀγαθὰ, καὶ ἡ ῥίζα καὶ ἡ ἀρχὴ τῆς ζωῆς τῆς ἡμετέ- ρας ἐν ταύτῃ γέγονεν. Οὐ ταύτῃ δὲ μόνον ἐπι- τήδειος ὁ καιρὸς εἰς προθυμίαν φιλανθρωπίας, ἀλλ' ὅτι καὶ ἄνεσιν ἔχει καὶ πόνων ἀτέλειαν. Ψυχὴ γὰρ ἀφιεμένη μόχθων, εὐκολωτέρα καὶ ἐπιτηδειοτέρα πρὸς τὸ ἐλεεῖν γίνεται. Μετὰ δὲ τούτων καὶ τὸ μυ- στηρίων ἐν αὐτῇ κοινωνεῖν οὕτω φρικτῶν καὶ ἀθανά- των πολλὴν ἐντίθησι προθυμίαν. Ἐν αὐτῇ τοίνυν ἕκαστος ὑμῶν, οὐχ ἁπλῶς ὁ δεῖνα καὶ ὁ δεῖνα, ἀλλ' εἷς ἕκαστος, κἂν πένης ᾖ, κἂν πλούσιος, κἂν γυνὴ, κἂν ἀνὴρ, κἂν δοῦλος, κἂν ἐλεύθερος, παρ' ἑαυ- τῷ τιθέτω θησαυρίζων. Οὐκ εἶπεν, Εἰς τὴν ἐκκλη- σίαν φερέτω, ἵνα μὴ διὰ τὸ μικρὸν αἰσχύνωνται, ἀλλὰ ταῖς κατ' ὀλίγον συναγωγαῖς αὐξήσας τὴν εἰσ- φορὰν, τότε δεικνύτω ἐμοῦ παραγενομένου. Τέως δὲ παρὰ σαυτῷ τίθει, φησὶ, καὶ ποίησόν σου τὴν οἰκίαν ἐκκλησίαν, τὸ κιβώτιον γαζοφυλάκιον· γενοῦ φύλαξ χρημάτων ἱερῶν, αὐτοχειροτόνητος οἰκονόμος πενή- των. Ἡ φιλανθρωπία ταύτην σοι δίδωσι τὴν ἱερω- σύνην. Τούτου σύμβολόν ἐστι καὶ τὸ γαζοφυλάκιον νῦν. Ἀλλὰ τὸ μὲν σύμβολον μένει, τὸ δὲ ἔργον οὐ- δαμοῦ. Καὶ οἶδα μὲν ὅτι πολλοὶ τῶν συνεδρευόντων πάλιν ἡμῖν ἐγκαλέσουσιν, ὅταν ὑπὲρ τούτων διαλε- γώμεθα λέγοντες· Μὴ, παρακαλῶ, μὴ γίνου φορτι- κὸς καὶ ἐπαχθὴς τοῖς ἀκούουσιν· ἐπίτρεψον τῇ προ- αιρέσει, δὸς τῇ γνώμῃ τῶν ἀκουόντων· ὡς νῦν γε καταισχύνεις ἡμᾶς, ἐρυθριᾷν ποιεῖς· ἀλλ' οὐκ ἀν- έχομαι τούτων τῶν λόγων. Οὐδὲ γὰρ Παῦλος ᾐσχύνετο ὑπὲρ τοιούτων συνεχῶς ἐνοχλῶν, καὶ προσαιτούντων φθεγγόμενος ῥήματα. Εἰ μὲν γὰρ τοῦτο ἔλεγον, ὅτι Ἐμοὶ δὸς καὶ εἰς τὴν ἐμὴν κατάθες οἰκίαν, ἴσως ἂν αἰσχύνης ἦν τὸ λεγόμενον· μᾶλλον δὲ οὐδὲ τότε· Οἱ γὰρ τῷ θυσιαστηρίῳ, φησὶ, προσεδρεύοντες, τῷ θυσιαστηρίῳ συμμερίζονται. βʹ. Πλὴν ἀλλ' ἴσως ἄν τις ἐπετίμησεν, ὡς ὑπὲρ ἑαυ- τοῦ ποιουμένῳ τὸν λόγον· νῦν δὲ ὑπὲρ τῶν δεομένων τὴν ἱκετηρίαν τίθημι, μᾶλλον δὲ οὐχ ὑπὲρ τῶν δεομέ- νων, ἀλλ' ὑπὲρ ὑμῶν τῶν παρεχόντων· διὸ καὶ παῤ- ῥησιάζομαι. Ποία γὰρ αἰσχύνη εἰπεῖν, ∆ὸς τῷ Κυρίῳ πεινῶντι, ἔνδυσον αὐτὸν γυμνὸν περιιόντα, ὑπόδεξαι ξένον ὄντα; Ὁ ∆εσπότης σου οὐκ αἰσχύνεται ἐπὶ τῆς οἰκουμένης ταῦτα λέγων· Ἐπείνασα, καὶ οὐκ ἐδώ- κατέ μοι φαγεῖν· ὁ ἀνενδεὴς καὶ μηδενὸς χρῄζων· καὶ ἐγὼ αἰσχυνοῦμαι καὶ ὀκνήσω; Ἄπαγε· διαβο- λικῆς ἐπιβουλῆς αὕτη ἡ αἰσχύνη. Οὐ τοίνυν αἰσχυν- θήσομαι, ἀλλὰ καὶ μετὰ παῤῥησίας ἐρῶ· ∆ότε τοῖς δεομένοις, καὶ μετὰ πλείονος, ἢ οἱ δεόμενοι, φωνῆς. Εἰ μὲν γὰρ ἔχει τις δεῖξαι καὶ ἐλέγξαι, ὅτι ταῦτα λέ- γοντες, πρὸς ἑαυτοὺς ὑμᾶς ἕλκομεν, καὶ προσχήματι τῶν πενήτων αὐτοὶ κερδαίνομεν, οὐκ αἰσχύνης ἄξια ταῦτα μόνον, ἀλλὰ καὶ μυρίων κεραυνῶν, καὶ οὐδὲ ζῇν ἄξιον τοὺς τὰ τοιαῦτα ποιοῦντας· εἰ δὲ τῇ τοῦ Θεοῦ χάριτι οὐδὲν ὑπὲρ ἑαυτῶν ἐνοχλοῦμεν, ἀλλ' ἀδάπανον ὑμῖν τὸ Εὐαγγέλιον ἐθήκαμεν, πονοῦντες μὲν οὐδαμῶς καθάπερ Παῦλος, τοῖς δὲ οἰκείοις ἀρκούμενοι, μετὰ παῤῥησίας πάσης ἐρῶ· ∆ότε τοῖς δεομένοις, καὶ οὐ παύσομαι τοῦτο λέγων, καὶ μὴ διδόντων ἔσομαι χαλεπὸς κατήγορος. Καὶ γὰρ εἰ στρατηγὸς ἤμην καὶ στρατιώτας εἶχον, οὐκ ἂν ᾐσχύνθην τοῖς στρατιώταις τροφὰς αἰτῶν. Σφόδρα γὰρ ἐρῶ τῆς σωτηρίας τῆς ὑμετέρας. Ἀλλ' ἵνα καὶ ἐνεργέστερος ὁ λόγος γένηται καὶ δραστήριος μᾶλ- λον, Παῦλον παραστάτην λαβὼν, μετ' ἐκείνου δια- λέξομαι λέγων· Ἕκαστος ὑμῶν παρ' ἑαυτῷ τιθέτω, θησαυρίζων ὅ τι ἂν εὐοδῶται. Σκόπει γὰρ αὐτοῦ κἀντεῦθεν τὸ ἀνεπαχθές· οὐκ εἶπε, Τοσόνδε ἢ το- σόνδε, ἀλλ' Ὅ τι ἂν εὐοδῶται. εἴτε πολὺ, εἴτε ὀλί- γον· καὶ οὐκ εἶπεν, Ὅ τι ἄν τις κερδάνῃ, ἀλλ', Ὅ τι ἂν εὐοδωθῇ, δεικνὺς ὅτι παρὰ τοῦ Θεοῦ ἡ χορηγία. Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ τῷ μὴ ἑνὶ χρόνῳ τὸ πᾶν κελεῦσαι καταβαλεῖν, ῥᾳδίαν ποιεῖ τὴν συμβουλήν· τῷ γὰρ κατὰ μικρὸν συλλέγεσθαι ἀνεπαίσθητος ἡ λειτουργία καὶ ἡ δαπάνη. ∆ιὰ δὴ τοῦτο οὐδὲ εὐθέως κελεύει εἰς μέσον ἀγαγεῖν, ἀλλὰ πολλὴν δίδωσι τὴν προθεσμίαν, καὶ τὴν αἰτίαν τιθείς φησιν· Ἵνα μὴ, ὅταν ἔλθω, τότε λογίαι γίνωνται. Τουτέστιν, Ἵνα μὴ ἐν τῷ καιρῷ τῆς εἰσφορᾶς, τότε ἀναγκάζησθε συλλέγειν. Καὶ τοῦτο δὲ οὐχ ὡς ἔτυχεν αὐτοὺς πάλιν προέτρεψεν· ἡ γὰρ προσδοκία Παύλου προθυμοτέρους αὐτοὺς ἐποίει. Ὅταν δὲ ἔλθω, οὓς ἐὰν δοκιμά- σητε, δι' ἐπιστολῶν τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἱερουσαλήμ. Οὐκ εἶπεν, Ὁ δεῖνα καὶ ὁ δεῖνα, ἀλλ', Οὓς ἐὰν ὑμεῖς δοκιμάσητε, οὓς ἐὰν ἕλησθε, ὥστε ἀνύποπτον ποιῆσαι τὴν λει τουργίαν. ∆ιὸ αὐτῶν ποιεῖται τὴν ψῆφον τῆς τῶν ἀποκομιζόντων αἱρέσεως. Οὐ γὰρ δήπου φησίν· Ἡ μὲν εἰσφορὰ ὑμῶν, ἡ δὲ ἐξουσία τῆς ἐκλογῆς τῶν ἀποκομιζόντων, οὐχ ὑμῶν. Εἶτα ἵνα μὴ αὐτοῖς ἀπο- λιμπάνεσθαι δόξῃ, τὰ γράμματα προστίθησι, λέγων· Οὓς ἐὰν δοκιμάσητε, δι' ἐπιστολῶν πέμψω. Ὡς ἂν εἰ ἔλεγεν, ὅτι Κἀγὼ συνέσομαι αὐτοῖς, καὶ κοι- νωνήσω τῆς λειτουργίας διὰ τῶν γραμμάτων. Καὶ οὐκ εἶπε, Τούτους πέμψω ἀπενεγκεῖν τὴν ἐλεημο- σύνην ὑμῶν, ἀλλὰ, Τὴν χάριν ὑμῶν, ἵνα δείξῃ μεγάλα ἐργαζομένους, ἵνα δείξῃ αὐτοὺς κερδαίνοντας. Ἀλ- λαχοῦ δὲ καὶ εὐλογίαν καὶ κοινωνίαν καλεῖ· τὸ μὲν, ἵνα μὴ ῥᾳθυμοτέρους ποιήσῃ, τὸ δὲ, ἵνα μὴ ἐπάρῃ· οὐδαμοῦ μέντοι γε ἐλεημοσύνην ὠνόμασεν. Ἐὰν δὲ ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύ- σονται. Ἐνταῦθα πάλιν εἰς δαψίλειαν αὐτοὺς προ τρέπει. Ἐὰν γὰρ τοσοῦτον ᾖ, φησὶν, ὡς καὶ τῆς ἐμῆς δεῖσθαι παρουσίας, οὐδὲ τοῦτο παραιτήσομαι. Ἀλλ' εὐθέως μὲν τοῦτο οὐκ ἐπηγγείλατο, οὐδὲ εἶπεν, Ἐπειδὰν παραγένωμαι, ἐγὼ ἀποκομίζω· οὐδὲ γὰρ ἂν οὕτως αὐτὸ ηὔξησεν, εἰ ἐξ ἀρχῆς αὐτὸ τέθεικεν· ὕστερον μέντοι καλῶς καὶ εὐκαίρως αὐτὸ προστίθησι. ∆ιὰ δὴ τοῦτο οὐκ εὐθέως ὑπέσχετο, οὔτε καθ- άπαξ αὐτὸ ἀπεσιώπησεν, ἀλλ' εἰπὼν, ὅτι Πέμψω, τότε καὶ ἑαυτὸν προστίθησι. Καὶ ἐνταῦθα δὲ πάλιν κυρίους αὐτοὺς ἐποίησεν ἐν τῷ εἰπεῖν· Ἐὰν ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι· τοῦτο δὲ ἐπ' ἐκείνοις ἔκειτο, τὸ πολὺ ποιῆσαι τὸ συλλεγόμενον, καὶ τοσοῦ- τον, ὡς δυσωπῆσαι καὶ αὐτὸν ἀναστῆναι. Ἐλεύ- σομαι δὲ πρὸς ὑμᾶς, φησὶν, ὅταν Μακεδονίαν διέλθω. Εἶπε καὶ ἀνωτέρω τοῦτο, ἀλλὰ τότε μὲν μετὰ θυμοῦ· προσέθηκε γοῦν· Καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύνα- μιν· ἐνταῦθα δὲ προσηνέστερον, ἵνα καὶ ποθήσωσιν αὐτοῦ τὴν παρουσίαν. Εἶτα, ἵνα μὴ λέγωσι· Τί οὖν Μακεδόνας ἡμῶν προτιμᾷς; οὐκ εἶπεν, Ἐπειδὰν ἀπέλθω, ἀλλ', Ἐπειδὰν διέλθω Μακεδονίαν. Μα- κεδονίαν γὰρ διελεύσομαι. Πρὸς ὑμᾶς δὲ τυχὸν Παραμενῶ, ἢ καὶ παραχειμάσω. Οὐδὲ γὰρ ὁδοῦ βούλομαι ποιήσασθαι πάρεργον ὑμᾶς, ἀλλ' ἐνδιατρί- ψαι καὶ παραμεῖναι. Ὅτε γὰρ ταῦτα ἐπέστελλεν, ἐν Ἐφέσῳ ἦν, χειμῶνος ὄντος. Λέγει τοίνυν, ὅτι Ἕως Πεντηκοστῆς ἐν Ἐφέσῳ ἐπιμενῶ· μετὰ δὲ ταῦτα ἀπελεύσομαι εἰς Μακεδονίαν, καὶ διελθὼν αὐτὴν, ἥξω πρὸς ὑμᾶς τοῦ θέρους· πολλάκις δὲ καὶ τὸν χειμῶνα πρὸς ὑμᾶς ποιήσω. γʹ. Τίνος δὲ ἕνεκεν εἶπε, Τυχὸν, καὶ οὐκ ἀπεφή- νατο; Ὅτι οὐ πάντα προῄδει Παῦλος, καὶ συμφερόν- τως. ∆ιὰ τοῦτο οὐδὲ ἁπλῶς ἀποφαίνεται, ἵνα, κἂν μὴ γένηται, ἔχῃ καταφυγὴν, τότε ἀδιορίστως προειπεῖν, καὶ τὴν τοῦ Πνεύματος ἐξουσίαν ἄγουσαν αὐτὸν, ὅπουπερ ἐβούλετο, οὐκ ἔνθα αὐτὸς ἐπεθύμει· ὃ καὶ ἐν τῇ δευτέρᾳ τίθησιν Ἐπιστολῇ, τῆς μελλήσεως ἕνεκεν ἀπολογούμενος, καὶ λέγων· Ἢ ἃ βουλεύομαι, κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ' ἐμοὶ τὸ ναὶ ναὶ, καὶ τὸ οὒ οὔ. Ἵνα ὑμεῖς με προπέμψητε, οὗ ἐὰν πορεύωμαι. Καὶ τοῦτο ἀγάπης καὶ φιλοστοργίας πολλῆς. Οὐ θέλω γὰρ ἄρτι ὑμᾶς ἐν παρόδῳ ἰδεῖν· ἐλπίζω γάρ τινα χρόνον ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος ἐπιτρέψῃ. Ταῦτα δὲ ἔλεγεν, ὁμοῦ μὲν τὴν ἀγάπην ἐνδεικνύμενος, ὁμοῦ δὲ τοὺς ἁμαρτάνον- τας φοβῶν, οὐ μὴν ἐκκεκαλυμμένως, ἀλλὰ προσχή- ματι φιλίας. Ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς Πεν-τηκοστῆς. Εἰκότως ἀκριβῶς αὐτοῖς ἅπαντα λέγει, καθάπερ φίλοις δηλῶν. Καὶ γὰρ τοῦτο φιλίας, τὸ τὴν αἰτίαν εἰπεῖν, δι' ἣν οὐ παρεγένετο, δι' ἣν μέλλει, καὶ ποῦ διατρίβει. Θύρα γάρ μοι ἀνέῳγε μεγάλη καὶ ἐνεργὴς, καὶ ἀντικείμενοι πολλοί. Καὶ εἰ με- γάλη, πῶς ἀντικείμενοι; ∆ι' αὐτὸ μὲν τοῦτο οἱ ἀντι- κείμενοι πολλοὶ, ἐπειδὴ μεγάλη ἡ πίστις, ἐπειδὴ με- γάλη καὶ εὐρεῖα ἡ εἴσοδος. Τί δέ ἐστιν, Θύρα μεγάλη; Πολλοί εἰσιν οἱ παρεσκευασμένοι τὴν πίστιν δέξασθαι, πολλοὶ ἕτοιμοι προσελθεῖν καὶ ἐπιστρέψαι· εὐρύ- χωρός μοι ἡ εἴσοδος, ἀκμαζούσης λοιπὸν τῆς τῶν προσιόντων διανοίας εἰς τὴν τῆς πίστεως ὑπ- ακοήν. ∆ιὰ τοῦτο σφοδρῶς ὁ διάβολος ἔπνει, ἐπειδὴ πολλοὺς ἑώρα ἀφισταμένους αὐτοῦ. ∆ιὸ δὴ καὶ ἀμφο- τέρων ἕνεκεν μεῖναι ἐχρῆν, καὶ ἐπειδὴ μέγα τὸ κέρ- δος, καὶ ὅτι πολὺς ὁ ἀγών. Καὶ τούτῳ δὲ αὐτοὺς παρεθάῤῥυνε τῷ εἰπεῖν, ὅτι πανταχοῦ λοιπὸν ὁ λόγος ἐνεργεῖται, καὶ βλαστάνει ῥᾳδίως. Εἰ δὲ πολλοὶ οἱ ἐπιβουλεύοντες, καὶ τοῦτο σημεῖον τῆς τοῦ Εὐαγ- γελίου προκοπῆς. Οὐδέποτε γὰρ ὁ πονηρὸς δαίμων ἐκεῖνος ἀγριαίνει, ἀλλ' ἢ ὅταν πολλὰ τῶν σκευῶν αὐ- τοῦ ἁρπαζόμενα ἴδῃ. Καὶ ἡμεῖς τοίνυν, ὅταν τι μέγα καὶ γενναῖον ἐργάσασθαι βουληθῶμεν, μὴ τοῦτο σκο- πῶμεν, ὅτι πολὺν ἔχει πόνον, ἀλλ' εἰς τὸ κέρδος βλέ- πωμεν. Ὅρα γοῦν καὶ Παῦλον οὐ διὰ τοῦτο ὀκνοῦντα, οὐ διὰ τοῦτο ἀναδυόμενον, ἐπειδὴ ἀντικείμενοι πολ- λοὶ, ἀλλ', ἐπειδὴ μεγάλη ἦν ἡ θύρα, ἐπικείμενον καὶ παραμένοντα. Καὶ γὰρ, ὅπερ ἔφην, σημεῖον τοῦτο ἦν τοῦ γυμνοῦσθαι τὸν διάβολον. Οὐδὲ γὰρ ἔστι, μικρὰ καὶ φαῦλα πράξαντας, παροξῦναι τὸ πονηρὸν θηρίον ἐκεῖνο. Ὥστε ὅταν ἴδῃς ἄνδρα δίκαιον μεγάλα κατορ θοῦντα, καὶ μυρία πάσχοντα δεινὰ, μὴ θαυμάσῃς. Τοὐναντίον γὰρ ἔδει θαυμάζειν, εἰ πολλὰς λαμβάνων ὁ διάβολος πληγὰς, ἔμελλεν ἡσυχάζειν καὶ πράως φέρειν τὰ τραύματα. Οὐδὲ γὰρ, εἰ ὄφις κεντούμενος συνεχῶς ἀγριαίνοι καὶ ἐφάλλοιτο τῷ κεντοῦντι, θαυ- μάζειν χρή. Καὶ γὰρ ὄφεως παντὸς χαλεπώτερον ἕρπει ὁ διάβολος πᾶσιν ἐπιπηδῶν, καὶ ὥσπερ σκορ- πίος τὸ κέντρον ἄρας. διανίσταται. Μὴ δὴ τοῦτο ὑμᾶς θορυβείτω· καὶ γὰρ τὸν ἐκ πολέμου καὶ νίκης καὶ σφαγῆς ἐπανιόντα ἀνάγκη καὶ ᾑμάχθαι, πολλάκις δὲ καὶ τραύματα ἔχειν. Καὶ σὺ τοίνυν ὅταν ἴδῃς τινὰ ἐλεημοσύνας ποιοῦντα, καὶ ἄλλα μυρία ἐργαζόμενον ἀγαθὰ, καὶ ταύτῃ συγκόπτοντα τοῦ διαβόλου τὴν δύναμιν, εἶτα πειρασμοῖς περιπεσόντα καὶ κινδύνοις, μὴ διὰ τοῦτο θορυβηθῇς· διὰ γὰρ τοῦτο περιέπεσε πειρασμοῖς, ἐπειδὴ σφόδρα ἔπληξε τὸν διάβολον. Καὶ πῶς ὁ Θεὸς συνεχώρησε, φησίν; Ἵνα μᾶλλον στεφα- νωθῇ, ἵνα πλείονα πληγὴν λάβῃ ἐκεῖνος. Ὅταν γὰρ μετὰ τὸ ἀγαθὰ ποιεῖν καὶ δεινὰ πάσχων εὐχαριστῇ διαπαντὸς, πλήττεται ὁ διάβολος. Μέγα μὲν γὰρ, καὶ ἐξ οὐρίας φερομένων τῶν πραγμάτων, καὶ ἐλεεῖν καὶ ἀρετῆς ἀντέχεσθαι· πολλῷ δὲ μεῖζον τὸ δεινὰ πά- σχοντα, μὴ ἀφίστασθαι τῆς καλῆς ταύτης ἐργασίας. Οὗτός ἐστιν ὁ διὰ τὸν Θεὸν μάλιστα ταῦτα ποιῶν. Ὥστε κἂν κινδυνεύωμεν, ἀγαπητοὶ, κἂν ὁτιοῦν πάσχωμεν, μετὰ πλείονος ἐχώμεθα τῆς προθυμίας τῶν ὑπὲρ ἀρετῆς πόνων. Οὐδὲ γὰρ οὗτος ὁ τῆς ἀντι- δόσεως καιρός. Μὴ τοίνυν ἐνταῦθα ἀπαιτῶμεν τοὺς στεφάνους, ἵνα μὴ ἐν τῷ καιρῷ τῶν στεφάνων ἐλατ- τώσωμεν ἡμῶν τὴν ἀμοιβήν. Καθάπερ γὰρ ἐπὶ τῶν τεχνιτῶν οἱ μὲν ἑαυτοὺς τρέφοντες καὶ ἐργαζόμενοι, μείζονα τὸν μισθὸν λαμβάνουσιν, οἱ δὲ παρὰ τοῖς μι- σθωσαμένοις τρεφόμενοι, ὑποτέμνονται τοῦ μισθοῦ οὐ μικρὸν μέρος· οὕτω καὶ ἐπὶ τῶν ἁγίων ὁ μὲν μυρία ποιῶν ἀγαθὰ καὶ μυρία πάσχων κακὰ, ἀκέραιον ἔχει τὸν μισθὸν, καὶ πολὺ πλείονα τὴν ἀμοιβὴν, οὐχ ὑπὲρ τῶν ἀγαθῶν ὧν ἐποίησε μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν κακῶν ὧν ἔπαθεν· ὁ δὲ ἀνέσεως ἐνταῦθα ἀπολαύων καὶ τρυφῆς, οὐχ οὕτως ἔχει λαμ- προὺς τοὺς στεφάνους ἐκεῖ. Μὴ τοίνυν ἐνταῦθα ζη- τῶμεν τὴν ἀντίδοσιν, ἀλλὰ τότε μάλιστα χαίρωμεν, ὅταν κατορθοῦντες πάσχωμεν κακῶς. Οὐ γὰρ τὸν ἐκ τῶν κατορθωμάτων μόνον, ἀλλὰ καὶ τὸν τῶν πει- ρασμῶν μισθὸν ἡμῖν ὁ Θεὸς ἐκεῖ ταμιεύεται. δʹ. Ἵνα δὲ καὶ σαφέστερον ὃ λέγω γένηται, ἔστωσαν δύο πλούσιοι ἐλεήμονες, καὶ διδότωσαν πένησιν· εἶτα ὁ μὲν ἐπὶ τῷ πλούτῳ μενέτω, καὶ πάσης εὐημερίας ἀπολαυέτω· ὁ δὲ εἰς πενίαν πιπτέτω καὶ νόσους καὶ συμφορὰς, καὶ χάριν ἐχέτω τῷ Θεῷ. Τούτων τοίνυν ἀπελθόντων ἐκεῖ, τίς μείζονα λήψεται τὸν μισθόν; οὐκ εὔδηλον ὅτι ὁ νοσῶν καὶ ταλαιπωρούμενος, ὅτι καὶ εὖ ποιῶν καὶ πάσχων κακῶς οὐδὲν ἔπαθεν ἀνθρώπι- νον; Παντί που δῆλον. Καὶ γὰρ οὗτός ἐστιν ὁ ἀνδριὰς ὁ ἀδαμάντινος, οὗτος ὁ εὐγνώμων οἰκέτης. Εἰ δὲ οὐ δι' ἐλπίδα βασιλείας δεῖ τι ποιεῖν ἀγαθὸν, ἀλλὰ διὰ τὸ τῷ Θεῷ δοκοῦν, ὃ πάσης βασιλείας μεῖζόν ἐστι· τίνος ἄξιός ἐστιν ὁ διὰ τὸ μὴ λαβεῖν ἐνταῦθα τὴν ἀντίδοσιν ἀργότερος περὶ τὴν ἀρετὴν γινόμενος; Μὴ τοίνυν θορυβώμεθα, ὅταν ἴδωμεν, ὅτι ὁ δεῖνα χήρας καλῶν, καὶ δοχὰς συνεχεῖς ἐργαζόμενος, ἀπώλεσε τὴν οἰκίαν ἐμπρησθεῖσαν, ἢ ἑτέραν τινὰ τοιαύτην ὑπέμεινε συμφοράν· καὶ γὰρ διὰ τοῦτο λήψεται τὸν μισθόν· ἐπεὶ καὶ ὁ Ἰὼβ οὐχ οὕτως ἐπὶ ταῖς ἐλεημοσύναις ἐθαυμάζετο, ὡς ἐφ' οἷς ἔπαθε μετὰ ταῦτα. ∆ιὰ τοῦτο καὶ οἱ φίλοι ἐξευτελίζονται οἱ τούτου, καὶ οὐδενὸς ἄξιοι λόγου νομίζονται εἶναι, ὅτι τὰς παρούσας ἐζή- τουν ἀντιδόσεις, καὶ ἀπὸ τούτων τοῦ δικαίου κατεψη- φίζοντο. Μὴ τοίνυν ἐνταῦθα ζητῶμεν τὴν ἀμοιβὴν, πένητες καὶ πτωχοὶ γενόμενοι. Καὶ γὰρ ἐσχάτης τοῦτο εὐτελείας, οὐρανοῦ προκειμένου, καὶ τῶν ὑπὲρ τὸν οὐρανὸν, τὰ ἐνταῦθα περισκοπεῖν. Μὴ δὴ οὕτω ποιῶμεν· ἀλλ' ὅπερ ἂν ἐπέλθῃ τῶν ἀδοκήτων ἐπιτα- γμάτων, ἡμεῖς ἐχώμεθα τοῦ Θεοῦ διηνεκῶς, καὶ πει- θώμεθα τῷ μακαρίῳ Παύλῳ, καὶ κιβώτιον πενήτων ποιῶμεν ἐπὶ τῆς οἰκίας, καὶ παρὰ τὸν τόπον, ὃν ἕστηκας εὐχόμενος, ἐκεῖ κείσθω, καὶ ὁσάκις ἂν εἰσ- έλθῃς εὔξασθαι, κατάθες πρῶτον τὴν ἐλεημοσύνην, καὶ τότε ἀνάπεμπε εὐχήν· καὶ ὥσπερ οὐκ ἂν ἕλοιο χερσὶν ἀνίπτοις εὔξασθαι οὕτω μηδὲ ἐλεημοσύνης χω- ρίς. Καὶ γὰρ τοῦ Εὐαγγέλιον κρέμασθαι παρὰ τὴν κλίνην οὐκ ἔλαττον τὸ ἐλεημοσύνην κεῖσθαι. Εὐαγγέ- λιον μὲν γὰρ ἐὰν κρεμάσῃς μηδὲν ποιῶν, οὐδὲν τοσοῦτον ὠφεληθήσῃ· τοῦτο δὲ ἔχων τὸ κιβώτιον, ὅπλον ἔχεις κατὰ τοῦ διαβόλου, τὴν εὐχὴν ὑπόπτερον ποιεῖς, ἁγίαν κατασκευάζεις τὴν οἰκίαν, τροφὰς ἔν- δον ἔχων ἀποκειμένας τοῦ βασιλέως. Παρὰ τοῦτο καὶ ἡ κλίνη κείσθω τὸ κιβώτιον, καὶ ἀφαντασία- στος ἔσται ἡ νύξ· μόνον μηδὲν ἐξ ἀδικίας ἐκεῖ βαλλέσθω. Ἐλεημοσύνη γὰρ τὸ πρᾶγμά ἐστιν· ἐλεη- μοσύνην δὲ ἀπὸ ὠμότητος οὐκ ἔνι βλαστῆσαί ποτε. Βούλεσθε καὶ τὰς ἀφορμὰς, ὅθεν δεῖ καταβάλλειν, εἴπω, ὥστε καὶ ταύτῃ ποιῆσαι εὔκολον τὴν τοιαύτην φοράν; Ὁ χειροτέχνης, οἷον ὁ ὑποδηματοῤῥάφος, ἢ ὁ σκυτοτόμος, ἢ ὁ χαλκοτύπος, ἢ ἕτερος ὁστισοῦν δη μιουργὸς, ἐπειδὰν πωλήσῃ τι τῶν ἀπὸ τῆς τέχνης, ἀπαρχέσθω τῆς τιμῆς τῷ Θεῷ, καταβαλλέτω μικρὸν μέρος αὐτόθι, καὶ μεριζέσθω πρὸς τὸν Θεὸν ἐξ ἐλάτ- τονος μοίρας. Οὐδὲ γὰρ μέγα τι αἰτῶ, ἀλλὰ τοσοῦτον ὅσον Ἰουδαίων οἱ νήπιοι, καὶ μυρίων γέμοντες κακῶν, τοσοῦτον οἱ τὸν οὐρανὸν προσδοκῶντες ἡμεῖς βάλλω- μεν. Ταῦτα δὲ οὐ νομοθετῶν, οὐδὲ κωλύων τὸ πλέον λέγω, ἀλλ' ἀξιῶν μὴ ἔλαττον τῆς δεκάτης μοίρας καταθεῖναι. Τοῦτο δὲ μὴ πωλῶν μόνον, ἀλλὰ καὶ ἀγο- ράζων ποίει. Τοῦτον καὶ οἱ τοὺς ἀγροὺς κεκτημένοι τηρείτωσαν τὸν νόμον ἐν ταῖς προσόδοις· τοῦτον πάν- τες οἱ τοὺς δικαίους συλλέγοντες πόρους. Πρὸς γὰρ τοὺς τόκους ἀπαιτοῦντας οὐδείς μοι λόγος, οὐδὲ πρὸς στρατιώτας διασείοντας ἄλλους, καὶ πραγματευομέ- νους ἀλλοτρίας συμφοράς· οὐδὲν γὰρ ἐκεῖθεν βούλε- ται δέχεσθαι ὁ Θεός· ἀλλὰ πρὸς τοὺς ἐκ δικαίων πό- νων συλλέγοντας τὰ ὄντα, ταῦτα λέγω. Καὶ γὰρ ἐὰν ἐν τοιαύτῃ συνηθείᾳ καταστήσωμεν ἑαυτοὺς, ὑπὸ τοῦ συνειδότος κεντούμεθα λοιπὸν, ἄν ποτε τοῦτον ἀπολί- πωμεν τὸν νόμον, καὶ οὐδὲ βαρὺ λοιπὸν τὸ πρᾶγμα ἡγησόμεθα, καὶ κατὰ μικρὸν ἐπὶ τὰ μείζονα ἥξομεν, καὶ μελετήσαντες χρημάτων καταφρονεῖν, καὶ τὴν ῥίζαν τῶν κακῶν ἀνασπάσαντες, τόν τε ἐνταῦθα μετὰ ἀδείας βιωσόμεθα βίον, καὶ τῆς μελλούσης τευξόμεθα ζωῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, καὶ τὰ ἑξῆς.
ΟΜΙΛΙΑ Μ∆ʹ.
Ἐὰν δὲ ἔλθῃ Τιμόθεος πρὸς ὑμᾶς, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς. αʹ. Τάχα τις ἡγεῖται ἀνάξιον εἶναι τῆς ἀνδρείας τῆς Τιμοθέου τὴν παράκλησιν ταύτην· ἀλλ' οὐ Τιμοθέου ἕνεκεν τοῦτο εἴρηται, ἀλλὰ τῶν ἀκουόντων, ἵνα μὴ διὰ τῆς εἰς αὐτὸν ἐπιβουλῆς ἑαυτοὺς καταβλάψωσιν· ἐκεῖνος μὲν γὰρ ἀεὶ πρὸς κινδύνους ἦν παρεμβεβλη- μένος. Ὡς γὰρ πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν ἐν τῷ Εὐαγγελίῳ, φησίν. Ἀλλ' ἵνα μὴ ἀπὸ τῆς εἰς τὸν μαθητὴν θρασύτητος, καὶ εἰς τὸν διδάσκαλον προ- έλθωσι καὶ χείρους γένωνται, πόῤῥωθεν αὐτοὺς κατα- στέλλει, λέγων· Ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς· τουτέστιν, ἵνα μή τις αὐτοῦ κατεξανιστᾶται τῶν ἀπ- εγνωσμένων ἐκείνων. Καὶ γὰρ ἔμελλεν αὐτοῖς ἴσως ἐπιτιμᾷν, ὑπὲρ ὧν καὶ Παῦλος ἐπέστειλε· καὶ γὰρ ἐπηγγείλατο δι' αὐτὸ τοῦτο πέμπειν αὐτόν. Ἔπεμψα γὰρ Τιμόθεον ὑμῖν, φησὶν, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ, καθὼς πανταχοῦ ἐν πάσῃ Ἐκκλησίᾳ διδάσκω. Ἵν' οὖν μὴ εὐγενείᾳ καὶ πλούτῳ καὶ τῇ τοῦ δήμου συστάσει καὶ τῇ ἔξωθεν σοφίᾳ θαῤῥοῦντες ἐπίθωνται καὶ διαπτύωσι καὶ ἐπι βουλεύσωσιν, ἀλγοῦντες τοῖς ἐλέγχοις τοῖς παρ' αὐ- τοῦ, ἢ ὑπὲρ ὧν ὁ διδάσκαλος ἐπετίμησε, δίκην αὐτὸν ἀπαιτήσωσιν ἐκεῖνον ἀμυνόμενοι, διὰ τοῦτό φησιν· Ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς. Μὴ γάρ μοι τοὺς ἔξωθεν εἴπῃς τοὺς Ἕλληνας καὶ ἀπίστους· τὰ παρ' ὑμῶν ἀπαιτῶ, ὑπὲρ ὧν καὶ ἡ Ἐπιστολὴ ἅπασα συν- ετέθη, οὓς καὶ ἐν ἀρχῇ καὶ προοιμίοις ἐφόβησε. ∆ιὰ τοῦτο εἶπε· Πρὸς ὑμᾶς. Εἶτα ἀπὸ τῆς διακονίας ἀξιό- πιστον αὐτὸν ποιεῖ λέγων· Τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται. Μὴ γὰρ δὴ τοῦτο ἴδῃς, φησὶν, εἰ μὴ πλού- σιος, εἰ μὴ εὐπαίδευτος, μηδὲ πρεσβύτης, ἀλλὰ τί ἐπιτέτακται καὶ ἀνύει· Τὸ γὰρ ἔργον Κυρίου ἐργά- ζεται. Τοῦτο δὲ ἀντὶ πάσης αὐτῷ καὶ εὐγενείας καὶ πλούτου καὶ ἡλικίας καὶ σοφίας ἀπόχρη. Καὶ οὐκ ἠρκέσθη τούτῳ, ἀλλὰ προσέθηκε· Καθὼς καὶ ἐγώ· καὶ ἀνωτέρω, Ὅς ἐστί μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ· αὐτὸς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ. Ἐπεὶ οὖν καὶ νέος ἦν, καὶ μόνος ἐνεχειρίσθη τοσούτου δήμου διόρθωσιν, ἀμφότερα δὲ εἰς καταφρόνησιν ἦγεν, εἰκότως ἐπ- άγει· Μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. Καὶ οὐ τοῦτο ἀπαιτεῖ μόνον, ἀλλὰ καὶ τιμὴν πλείονα· διὸ καί φη- σι· Προπέμψατε δὲ αὐτὸν μετ' εἰρήνης· τουτέστιν, ἀφόβως, μὴ μάχας καὶ φιλονεικίας ἐμποιοῦντες, μὴ ἔχθρας καὶ ἀπεχθείας, ἀλλ' ὑποταγὴν καὶ τιμὴν, ὡς διδασκάλῳ προσέχοντες. Ἵνα ἔλθῃ πρός με· ἐκδέ- χομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν. Καὶ τοῦτο φοβοῦντος αὐτοὺς ἦν. Ἵνα γὰρ εἰδότες, ὅτι πάντα εἰρήσεται πρὸς αὐτὸν ἅπερ ἂν πάθῃ, ἐπιεικέστεροι γένωνται, διὰ τοῦτο προσέθηκεν· Ἐκδέχομαι γὰρ αὐτόν. Ἄλλως δὲ καὶ ἐντεῦθεν ἀξιόπιστον ποιεῖ, εἴ γε μέλλων ἐξιέναι, αὐτὸν περιμένει, καὶ τὴν εἰς ἐκείνους δείκνυσιν ἀγάπην, ὅταν τὸν οὕτω χρήσιμον δι' αὐτοὺς φαίνηται πέμψας. Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ πολλὰ παρεκάλεσα αὐτὸν, ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν. Οὗτος καὶ εὐπαί δευτος δοκεῖ εἶναι, καὶ πρεσβύτερος τοῦ Τιμοθέου. Ἵν' οὖν μὴ λέγωσι· Τί δήποτε τὸν μὲν ἄνδρα οὐκ ἀπ- έστειλε, τὸν δὲ νέον ἀντ' ἐκείνου; ὅρα καὶ τοῦτο πῶς παραμυθεῖται, ἀδελφόν τε αὐτὸν καλῶν, καὶ πολλὰ παρακεκληκέναι, λέγων. Ἵνα γὰρ μὴ δόξῃ προτετι- μηκέναι αὐτοῦ τὸν Τιμόθεον, καὶ διὰ τοῦτο μὴ ἀπ- εσταλκέναι, καὶ πλείονα ἐκκαύσῃ τὸν φθόνον, ἐπήγα- γε· Πολλὰ αὐτὸν παρεκάλεσα, ἵνα ἔλθῃ. Τί οὖν; οὐκ εἶξεν ἐκεῖνος οὐδὲ ἐπένευσεν, ἀλλ' ἀντέστη καὶ ἐφιλονείκησεν; Οὐ λέγει τοῦτο, ἀλλ' ἵνα μήτε ἐκεῖνον διαβάλῃ, καὶ ὑπὲρ ἑαυτοῦ ἀπολογήσηται, φησί· Καὶ πάντως οὐκ ἦν θέλημα, ἵνα νῦν ἔλθῃ. Εἶτα ἵνα μὴ λέγωσιν, ὅτι σκῆψις ταῦτα καὶ πρόφασις, ἐπήγαγεν· Ἐλεύσεται δὲ πρὸς ὑμᾶς, ὅταν εὐκαιρήσῃ. Τοῦτο καὶ ὑπὲρ ἐκείνου ἀπελογήσατο, καὶ αὐτοὺς ἐπιπο- θοῦντας αὐτὸν τῇ ἐλπίδι τῆς παρουσίας ἀνέπαυσεν. Εἶτα δεικνὺς ὅτι οὐκ ἐν τοῖς διδασκάλοις, ἀλλὰ καὶ ἐν ἑαυτοῖς ὀφείλουσι τὰς ἐλπίδας ἔχειν τῆς σω- τηρίας, φησί· Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει. Οὐκ ἐν τῇ σοφίᾳ τῇ ἔξω· οὐ γὰρ ἔστιν ἐκεῖ ἑστάναι, ἀλλὰ φέρεσθαι· ὥσπερ οὖν ἐν τῇ πίστει ἑστάναι. Ἀνδρίζεσθε, κραταιοῦσθε. Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω. Ταῦτα δὲ λέγων, δοκεῖ μὲν παραινεῖν, καθάπτεται δὲ αὐτῶν ὡς ῥᾳθυμούντων. ∆ιὸ λέγει· Γρηγορεῖτε, ὡς καθευδόντων· Στήκετε, ὡς σαλευο- μένων· Ἀνδρίζεσθε, κραταιοῦσθε, ὡς μαλακιζομέ- νων· Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω, ὡς στασια- ζόντων. Καὶ τὸ μὲν πρὸς τοὺς ἀπατῶντας, τὸ Γρη- γορεῖτε, στήκετε· τὸ δὲ πρὸς τοὺς ἐπιβουλεύοντας, τὸ Ἀνδρίζεσθε· τὸ δὲ πρὸς τοὺς στασιάζοντας καὶ διασπᾷν ἐπιχειροῦντας, τὸ Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω, ὅπερ σύνδεσμός ἐστι τελειότητος, καὶ ῥίζα καὶ πηγὴ τῶν ἀγαθῶν. Τί δέ ἐστι τὸ, Πάντα ἐν ἀγάπῃ; Εἴτε ἐπιτιμᾷ τις, φησὶν, εἴτε ἄρχει, εἴτε ἄρχεται, εἴτε μανθάνει, εἴτε διδάσκει, πάντα μετὰ ἀγάπης· ἐπειδὴ καὶ τὰ εἰρημένα ἅπαντα ἐκ τοῦ ταύ- την ἠμελῆσθαι ἐγίνετο. Εἰ γὰρ αὕτη μὴ ἠμελήθη, οὐκ ἂν ἐφυσήθησαν οὐκ ἂν εἶπον· Ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλώ· εἰ αὐτὴν ἦν, οὐκ ἂν ἔξω ἐδικάσαντο, μᾶλλον δὲ οὐδ' ἂν ἐδικάσαντο· εἰ αὐτὴ ἦν, οὐκ ἂν ἐκεῖνος τοῦ πατρὸς τὴν γυναῖκα ἔλαβεν, οὐκ ἂν τῶν ἀσθενούντων ἀδελφῶν κατεφρόνησαν, οὐκ ἂν αἱρέσεις εἶχον, οὐκ ἂν ἐκενοδόξησαν ἐπὶ τοῖς χαρίσμασι. ∆ιὰ τοῦτό φησι, Πάντα μετὰ ἀγάπης γινέσθω. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἔστιν ἀπαρχὴ τῆς Ἀχαΐας, καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς. βʹ. Καὶ ἀρχόμενος τούτου μέμνηται λέγων· Ἐβά- πτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον· καὶ νῦν ἀπαρχὴν αὐ- τὸν οὐχὶ τῆς Κορίνθου μόνον, ἀλλὰ καὶ ὅλης τῆς Ἑλλά- δος φησίν. Οὐ μικρὸν δὲ καὶ τοῦτο ἐγκώμιον, τὸ πρῶτον τῷ Χριστῷ προσελθεῖν. ∆ιὸ καὶ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ ἐντεῦθεν ἐγκωμιάζων τινὰς ἔλεγεν· Οἳ καὶ πρὸ ἐμοῦ γεγόνασιν ἐν Χριστῷ. Καὶ οὐκ εἶπεν, ὅτι πρῶτοι ἐπίστευσαν, ἀλλὰ, Ἀπαρχὴ ἐγένοντο, δεικνὺς ὅτι μετὰ τῆς πίστεως καὶ βίον ἄριστον ἐπεδείξαντο, ὥσπερ ἐπὶ καρπῶν, πάντοθεν ἑαυτοὺς ἀξίους παρ- έχοντες. Καὶ γὰρ τὴν ἀπαρχὴν ἀμείνω τῶν λοιπῶν εἶναι χρὴ, ὧν ἐστιν ἀπαρχή· ὃ δὴ καὶ τούτοις διὰ τῆς ῥήσεως ταύτης ἐπεμαρτύρησεν ὁ Παῦλος. Οὐδὲ γὰρ ἐπίστευσαν μόνον γνησίως, ὅπερ ἔφην, ἀλλὰ καὶ πολλὴν ἐπεδείξαντο τὴν εὐλάβειαν, καὶ ἀκμάζουσαν τὴν ἀρετὴν, καὶ τὴν ἐν ἐλεημοσύναις φιλοτιμίαν. Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν αὐτῶν τὴν εὐλάβειαν δείκνυσιν, ἐκ τοῦ καὶ τὴν οἰκίαν ἅπα- σαν εὐσεβείας πληρῶσαι. Ὅτι δὲ καὶ ἐν ἔργοις ἐκό- μων ἀγαθοῖς, δηλοῖ διὰ τῶν ἑξῆς λέγων· Εἰς διακο- νίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς. Ἠκούσατε ἡλίκα τῆς φιλοξενίας τὰ ἐγκώμια; Οὐ γὰρ εἶπε, ∆ια- κονοῦσιν, ἀλλ', Ἔταξαν ἑαυτούς· τοῦτον τὸν βίον εἵλοντο διαπαντὸς, ταύτην μελετῶσι τὴν μελέτην. Ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις. Τουτ- έστιν, Ἵνα συναντιλαμβάνησθε καὶ εἰς δαπάνην χρη- μάτων καὶ εἰς σώματος διακονίαν, ἵνα κοινωνῆτε. Καὶ γὰρ ἐκείνοις ὁ κόπος ἔσται κοῦφος, ὅταν ἔχωσι συμμάχους, καὶ τὰ τῆς εὐεργεσίας εἰς πλείονας δια βήσεται. Καὶ οὐκ εἶπεν ἁπλῶς, Συνεργεῖτε, ἀλλὰ καὶ, Ἐν οἷς ἂν κελεύωσι πείθεσθε, τὴν ἐπιτεταμένην ὑπ- ακοὴν ἐνδεικνύμενος. Καὶ ἵνα μὴ δόξῃ αὐτοῖς χαρί ζεσθαι, προσέθηκε· Καὶ παντὶ τῷ κοπιῶντι καὶ συνεργοῦντι. Κοινὸς, φησὶν, ἔστω ὁ νόμος οὗτος· οὐδὲ γὰρ ἰδιαζόντως περὶ ἐκείνων λέγω, ἀλλ' εἴ τις κατ' ἐκείνους, καὶ οὗτος ἀπολαυέτω τούτων. ∆ιὰ τοῦτο καὶ ἀρχόμενος συνιστᾷν, αὐτοὺς μάρτυρας κα λεῖ, λέγων· Παρακαλῶ δὲ ὑμᾶς, οἴδατε τὴν οἰκίαν Στεφανᾶ. Ἴστε γὰρ, φησὶ, καὶ ὑμεῖς πῶς κάμνουσι, καὶ οὐ παρ' ἡμῶν δεῖσθε μαθεῖν. Ἐχάρην δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ Ἀχαϊ- κοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα αὐτοὶ ἀνεπλήρωσαν· ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς ἐξηγριῶσθαι πρὸς τού- τους (οὗτοι γὰρ οἱ ἐλθόντες εἰσὶ καὶ δηλώσαντες αὐτῷ τὰ κατὰ τὴν στάσιν· δι' αὐτῶν γὰρ καὶ ἔγραψαν τὰ περὶ τῶν παρθένων, τὰ περὶ τῶν γεγαμηκότων), ὅρα πῶς αὐτοὺς κατεπράϋνεν, ἐν ἀρχῇ μὲν τῆς Ἐπιστο- λῆς εἰπών· Ἐδηλώθη γάρ μοι περὶ ὑμῶν ὑπὸ τῶν Χλόης· καὶ τούτους κρύψας, κἀκείνους εἰς μέσον ἀγαγών· εἰκὸς γὰρ ἐκείνους διὰ τούτων δηλῶσαι· ἐνταῦθα δὲ, Τὸ ὑμῶν ὑστέρημα ἀνεπλήρωσαν, καὶ ἀνέπαυσαν τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν· δεικνὺς ἀντὶ πάντων ἐλθόντας, καὶ ἑλομένους ἀποδη- μίαν στείλασθαι τοσαύτην ὑπὲρ αὐτῶν. Πῶς οὖν τοῦτο τὸ ἴδιον κοινὸν γένηται; Εἰ τὸ ὑστέρημα παρα- μυθήσεσθε διὰ τῆς εὐνοίας τῆς εἰς αὐτοὺς, ἐὰν τι- μήσητε, ἐὰν ἀποδέξησθε αὐτοὺς, ἐὰν τῇ εὐποιίᾳ κοι νωνήσητε· διό φησιν· Ἐπιγινώσκετε οὖν τοὺς τοιούτους. Καὶ ἐπαινῶν τοὺς ἐλθόντας, συμπλέκει καὶ ἐκείνους τῷ ἐγκωμίῳ, τοῖς ἀπεσταλμένοις τοὺς ἀπεσταλκότας, λέγων, ὅτι Ἀνέπαυσαν τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. Ἐπιγινώσκετε οὖν τοὺς τοιούτους, ὅτι δι' ὑμᾶς πατρίδα καὶ οἰκίαν κατέλι- πον. Εἶδες σύνεσιν; οὐ Παύλῳ μόνον, ἀλλὰ καὶ ἐκείνοις αὐτοὺς χαρισαμένους δείκνυσι, τῷ τὴν πό- λιν ἅπασαν ἐν αὐτοῖς περιφέρειν· ὃ καὶ τούτους ἀξιοπίστους ἐποίει, καὶ ἐκείνους οὐκ ἠφίει τούτων ἀποσχίζεσθαι, ἅτε δι' αὐτῶν παραστάντας τῷ Παύ- λῳ. Ἀσπάζονται ὑμᾶς αἱ Ἐκκλησίαι πᾶσαι τῆς Ἀσίας. Ἀεὶ συνάγει καὶ συγκολλᾷ τὰ μέλη διὰ τοῦ ἀσπασμοῦ· Ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα. Παρ' αὐτοῖς γὰρ ἔμενε, σκηνοποιὸς ὤν. Σὺν τῇ κατ' οἶκον αὐτῶν Ἐκκλη- σίᾳ. Καὶ τοῦτο οὐ μικρὰ ἀρετὴ, τὸ καὶ τὴν οἰκίαν ἐκκλησίαν ποιῆσαι. Ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ταύτην τὴν τοῦ ἁγίου φιλήματος ἐνταῦθα μό- νον τίθησι προσθήκην. Τί δήποτε; Σφόδρα δι- εστήκεσαν ἀλλήλων τῷ λέγειν, Ἐγὼ μέν εἰμι Παύ- λου, ἐγὼ δὲ Ἀπολλὼ, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ Χρι- στοῦ· τῷ τὸν μὲν πεινᾷν, τὸν δὲ μεθύειν· τῷ μάχας καὶ ζηλοτυπίας καὶ κρίματα ἔχειν. Καὶ ἀπὸ τῶν χα ρισμάτων δὲ πολὺς ὁ φθόνος ἦν, πολλὴ ἡ ὑπερηφα- νία. Ἐπεὶ οὖν αὐτοὺς συνῆψε διὰ τῆς παραινέσεως, εἰκότως κελεύει καὶ διὰ τοῦ φιλήματος τοῦ ἁγίου συνάπτεσθαι. Τοῦτο γὰρ ἑνοῖ, καὶ ἓν τίκτει σῶμα· τοῦτο ἅγιόν ἐστι, τὸ μὴ μετὰ δόλου καὶ ὑπὸ κρί σεως. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. ∆εί- κνυσι μετὰ πολλῆς σπουδῆς τὴν Ἐπιστολὴν συντεθεῖ- σαν· διὸ καὶ τοῦτο προσέθηκεν· Εἴ τις οὐ φιλεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἔστω ἀνάθεμα. γʹ. ∆ι' ἑνὸς τούτου ῥήματος πάντας ἐφόβησε, τοὺς τὰ μέλη αὐτῶν ποιοῦντας πόρνης μέλη, τοὺς σκανδα- λίζοντας τοὺς ἀδελφοὺς διὰ τῶν εἰδωλοθύτων, τοὺς ἀπ' ἀνθρώπων ὀνομαζομένους, τοὺς τῇ ἀναστάσει διαπι- στοῦντας. Οὐκ ἐφόβησε δὲ μόνον, ἀλλὰ καὶ ἔδειξε τῆς ἀρετῆς τὴν ὁδὸν, καὶ τῆς κακίας τὴν πηγήν. Ὥσπερ γὰρ σφοδρὰ περὶ αὐτὸν ἡ ἀγάπη γενομένη, πάντα τῶν ἁμαρτημάτων τὰ εἴδη κατασβέννυσι καὶ ἐξωθεῖ· οὕτως ὅταν ἀσθενεστέρα ᾖ, βλαστάνειν ταῦτα ποιεῖ. Μαραναθά. Τίνος ἕνεκεν τοῦτο εἴρηται; τί δήποτε καὶ Ἑβραΐδι φωνῇ; Ἐπειδὴ πάντων τῶν κακῶν ὁ τῦφος αἴτιος ἦν· τοῦτον δὲ τὸν τῦφον ἡ ἔξωθεν σοφία ἐποίει, καὶ τοῦτο τὸ κεφάλαιον τῶν κακῶν ἦν, ὃ μάλιστα τὴν Κόρινθον διέσπασε· καταστέλλων αὐ- τῶν τὸν τῦφον, οὐδὲ Ἑλλάδι κέχρηται γλώσσῃ, ἀλλὰ τῇ Ἑβραΐδι, δεικνὺς ὅτι οὐ μόνον οὐκ αἰσχύνεται τὴν ἰδιωτείαν, ἀλλὰ καὶ μετὰ πολλῆς ἀσπάζεται τῆς θερμότητος. Τί δέ ἐστι Μαραναθά; Ὁ Κύριος ἡμῶν ἦλθε. Τίνος οὖν ἕνεκεν αὐτὸ τοῦτό φησι; Τὸν τῆς οἰκονομίας βεβαιῶν λόγον, ἐξ ὧν μάλιστα τὰ σπέρ- ματα τῆς ἀναστάσεως συντέθεικεν· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἐκείνους ἐντρέπων, ὡς ἂν εἰ ἔλεγεν· Ὁ κοινὸς πάντων ∆εσπότης καταβῆναι τοσοῦτον κατ- ηξίωσε, καὶ ὑμεῖς ἐν τοῖς αὐτοῖς ἐστε, καὶ ἐπιμένετε ἁμαρτάνοντες; καὶ οὐ φρίττετε τῆς ἀγάπης τὴν ὑπερβολὴν, τῶν ἀγαθῶν τὸ κεφάλαιον; Ἐννόησον γὰρ τοῦτο μόνον, φησὶ, καὶ ἀρκέσει σοι εἰς πάσης ἀρετῆς προκοπὴν, καὶ πᾶσαν δυνήσῃ κατασβέσαι ἁμαρτίαν. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν. Τοῦτο διδασκάλου, τὸ μὴ μόνον συμβουλαῖς, ἀλλὰ καὶ εὐχαῖς βοηθεῖν. Ἡ ἀγάπη μου μετὰ πάν- των ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. Ἀμήν. Ἵνα γὰρ μὴνομίσωσιν, ὅτι κολακεύων αὐτοὺς εἰς τοῦτο κατέληξε, φησίν· Ἐν Χριστῷ Ἰησοῦ. Οὐδὲν γὰρ ἀνθρώπινον ἔχει οὐδὲ σαρκικὸν, ἀλλὰ πνευματική τίς ἐστι· διὸ σφόδρα γνησία· καὶ γὰρ σφόδρα ἐρῶντος τὸ ῥῆμα ἦν. Καὶ γὰρ ἐπειδὴ διειστήκει τῷ τόπῳ, καθάπερ δεξιᾶς τινος ἐκτάσει, ταῖς τῆς ἀγάπης αὐτοὺς χερσὶ περι- λαμβάνει λέγων, Ἡ ἀγάπη μου μεθ' ὑμῶν, ὡς ἂν εἰ ἔλεγε· Μετὰ πάντων ὑμῶν ἐγώ. ∆ι' ὧν δείκνυσιν, ὅτι οὐ θυμοῦ οὐδὲ ὀργῆς ἦν τὰ γραφέντα, ἀλλὰ κηδεμονίας, ὅπου γε μετὰ τοσαύτην κατηγορίαν οὐκ ἀποστρέφεται, ἀλλὰ καὶ φιλεῖ καὶ περιλαμβάνει πόῤῥωθεν αὐτοὺς ὄντας, διὰ τῶν Ἐπιστολῶν καὶ τῶν γραμμάτων τούτων αὐτοῖς περιχυθείς. Οὕτω γὰρ τὸν διορθοῦντα δεῖ ποιεῖν· ὡς ὅ γε ὀργῇ μόνον ποιῶν, οἰκεῖον πάθος πληροῖ· ὁ δὲ μετὰ τὸ διορθῶσαι τὸν ἁμαρτάνοντα, καὶ τὰ τῆς ἀγάπης ἐπιδεικνύμενος, δείκνυσιν ὅτι κἀκεῖνα φιλοστοργίας ἦν, ὅσα ἐπιπλήτ- των ἔλεγεν. Οὕτω δὴ καὶ ἡμεῖς ἀλλήλους παιδεύωμεν, καὶ μήτε ὁ ἐλέγχων ὀργιζέσθω· οὐ γὰρ διορθώσεως τοῦτο, ἀλλὰ πάθους· μήτε ὁ ἐλεγχόμενος δυσχεραι- νέτω· ἰατρεία γὰρ τὸ γινόμενον, οὐκ ἀπέχθεια. Εἰ δὲ ἰατρῶν παῖδες καίουσι καὶ οὐκ ἐγκαλοῦνται, πολλάκις καὶ διαμαρτάνοντες τοῦ τέλους, ἀλλὰ καὶ ἀλγοῦντες οἱ καιόμενοι καὶ τεμνόμενοι, εὐεργέτας εἶναι νομί- ζουσι τοὺς τὴν ἀλγηδόνα ταύτην διεγείροντας· πολλῷ μᾶλλον τὸν δεχόμενον ἔλεγχον οὕτω διακεῖσθαι χρὴ, καὶ ὡς ἰατρῷ προσέχειν τῷ διορθοῦντι, ἀλλ' οὐχ ὡς ἐχθρῷ. Καὶ ἡμεῖς δὲ οἱ ἐπιτιμῶντες προσίωμεν μετὰ πολλῆς τῆς ἡμερότητος, μετὰ πολλῆς τῆς συνέσεως, κἂν ἴδῃς τὸν ἀδελφὸν πλημμελοῦντα, ὡς ὁ Χριστὸς ἐκέλευσε, μὴ δημοσίευε τὸν ἔλεγχον, ἀλλὰ μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου, οὐκ ὀνειδίζων οὐδὲ ἐπεμβαίνων κειμένῳ, ἀλλὰ καὶ ἀλγῶν καὶ τηκόμενος· καὶ ἕτοιμον σαυτὸν πάρεχε καὶ πρὸς τὸ ἐλέγχεσθαι, εἴ τι δια- μαρτάνοις. Ἵνα δὲ καὶ σαφέστερον ὃ λέγω γένηται, καθ' ὑπόθεσιν τὸν λόγον γυμνάσωμεν· μὴ γὰρ δὴ γένοιτο ἐπὶ τῆς ἀληθείας αὐτῆς εὐπορῆσαι παρα- δείγματος τοιούτου· Ἔστω τις ἀδελφὸς παρθένῳ συνοικῶν, κόσμιος μὲν καὶ σώφρων, πλὴν ἀλλὰ μηδὲ οὕτω διαφευγέτω τὴν πονηρὰν δόξαν. Ἂν τοίνυν ἀκούσῃς θρυλλουμένην τὴν συνοίκησιν ταύτην, μὴ καταφρονήσῃς μηδὲ εἴπῃς· Αὐτὸς γὰρ οὐ κέκτηται νοῦν; αὐτὸς γὰρ οὐκ οἶδε τί τὸ συμφέρον; εἰκῆ φιλοῦ, καὶ μὴ μισοῦ εἰκῆ· τί γάρ μοι μέλει ἔχθραν ἀνα δέξασθαι περιττήν; Ταῦτα ληρώδη ῥήματα τῶν θηρίων, μᾶλλον δὲ τῶν δαιμόνων. Οὐ γὰρ ἔστιν εἰκῆ μισεῖσθαι τὸν ἐπὶ διορθώσει τοῦτο ποιοῦντα, ἀλλ' ἐπὶ μεγάλοις ἀγαθοῖς καὶ στεφάνοις ἀποῤῥήτοις. Εἰ δὲ λέγοις, Τί γὰρ, αὐτὸς οὐκ ἔχει νοῦν; ἀκούσῃ παρ' ἡμῶν, ὅτι οὐκ ἔχει· μεθύει γὰρ τῷ πάθει. Εἰ γὰρ ἐπὶ τῶν ἔξωθεν δικαστηρίων οἱ ἀδικούμενοι οὐκ ἂν δύναιντο εἰπεῖν ὑπὲρ ἑαυτῶν ζέοντες τῇ ὀργῇ, καίτοι γε οὐκ ἔστιν ἔγκλημα ἡ συμπάθεια αὕτη· πόσῳ μᾶλ- λον οἱ συνηθείᾳ πονηρᾷ κατεχόμενοι; ∆ιὰ τοῦτο λέγω, ὅτι κἂν μυριάκις ᾖ φρόνιμος, οὐκ ἔχει νοῦν ἐγρηγο- ρότα. Τί γὰρ τοῦ ∆αυῒδ συνετώτερον ἦν, ἀνθρώπου λέγοντος, Τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι; ἀλλ' ὅτε τὴν τοῦ στρατιώτου γυναῖκα οἶδεν ὀφθαλμοῖς ἀδίκοις, τότε, ὅπερ ἐπὶ τῆς θαλάττης τῆς μαινομένης τοὺς ἐμπλέοντας πάσχειν ἔλεγε, Πᾶσα ἡ σοφία αὐτοῦ κατεπόθη· καὶ ἑτέρων ἐδεῖτο τῶν διορθωσόντων, καὶ οὐδὲ ᾐσθάνετο οἵων κακῶν ἦν ἐντός. ∆ιὸ καὶ θρηνῶν τὰ ἁμαρτήματα αὐ- τοῦ ἔλεγεν· Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. δʹ. Οὐ τοίνυν ἔχει νοῦν ὁ ἁμαρτάνων· μεθύει γὰρ καὶ ἐσκότωται. Μὴ δὴ ταῦτα λέγε, μηδὲ προστίθει ἐκεῖνο, ὅτι Οὐδέν μοι μέλει· Ἕκαστος γὰρ τὸ ἴδιον φορίον βαστάσει. Καὶ γὰρ καὶ σοὶ μέγιστον ἔγκλημα φύεται, ὅτι πεπλανημένον ἰδὼν οὐκ ἀνέστησας. Εἰ γὰρ τὸ ὑποζύγιον τοῦ ἐχθροῦ κατὰ τὸν Ἰουδαίων νόμον παρορᾷν οὐ χρὴ, ὁ μὴ ὑποζύγιον μηδὲ ἐχθροῦ ψυχὴν ἀπολλυμένην περιορῶν, ἀλλὰ φίλου, ποίαν ἕξει συγ- γνώμην; Οὐδὲ γὰρ ἀρκεῖ εἰς ἀπολογίαν ἡμῖν τὸ νοῦν ἔχειν ἐκεῖνον· ἐπεὶ καὶ ἡμεῖς πολλὰ πολλάκις παραι- νέσαντες, ἑαυτοῖς οὐκ ἠρκέσαμεν, οὐδὲ ἐγενόμεθα χρήσιμοι. Τοῦτο τοίνυν καὶ περὶ ἐκείνου σκόπει τοῦ πλημμελοῦντος, ὅτι εἰκὸς αὐτὸν παρὰ σοῦ μᾶλλον, ἢ παρ' ἑαυτοῦ δέξασθαι συμβουλίαν ἀρίστην, καὶ μὴ λέγε· Τί δέ μοι μέλει τούτων; Φοβήθητι τὸν πρῶτον εἰρηκότα τὸ ῥῆμα τοῦτο· τὸ γὰρ, Μὴ φύλαξ εἰμὶ τοῦ ἀδελφοῦ μου; εἰς ταυτὸν φέρει τούτῳ· ἐντεῦθεν τὰ κακὰ τίκτεται πάντα, ὅτι τὰ τοῦ σώματος τοῦ ἡμε- τέρου ἀλλότρια ἡγούμεθα εἶναι. Τί φής; οὐδέν σοι μέλει τοῦ ἀδελφοῦ; Ἀλλὰ τίνι μελήσει; τῷ ἀπίστῳ, τῷ ἐπιχαίροντι καὶ ὀνειδίζοντι καὶ ἐναλλομένῳ; ἀλλὰ τῷ διαβόλῳ, τῷ ὠθοῦντι καὶ ὑποσκελίζοντι; Καὶ πόθεν τοῦτο; Ὅτι οὐκ ἀνύω, φησὶ, λέγων καὶ συμβουλεύων τὰ δέοντα. Πόθεν δὲ δῆλον ὅτι οὐκ ἀνύσεις; καὶ γὰρ τοῦτο πάλιν ἐσχάτης ἀνοίας, ἐν ἀδήλῳ τοῦ τέλους κειμένου, ῥᾳθυμίας ὡμολογημένης ἐγκλήματα δέχεσθαι. Καίτοι ὁ Θεὸς τὰ μέλλοντα προειδὼς, πολλάκις εἶπε, καὶ οὐκ ἤνυσε, καὶ οὐδὲ οὕτως ἀπέστη, καὶ ταῦτα εἰδὼς, ὅτι οὐ μέλλει πείθειν. Εἰ δὲ ὁ προειδὼς ὅτι οὐδὲν πλέον ποιήσει, τοῦ διορ- θοῦν οὐκ ἀφίσταται, τίνα ἕξεις ἀπολογίαν ὁ ἀγνοῶν τὸ μέλλον παντελῶς, καὶ ἐκλυόμενος καὶ ναρκῶν; Καὶ γὰρ πολλάκις ἐπιχειρήσαντες ἤνυσαν πολλοί· καὶ ὅτε μάλιστα ἀπέγνωσαν, τότε μάλιστα ἐπέτυχον. Ἂν δὲ καὶ μηδὲν ποιήσῃς πλέον, τὸ σαυτοῦ πεποίηκας. Μὴ τοίνυν ἀπάνθρωπος γίνου, μήτε ἀνηλεὴς, μήτε ὀλίγωρος. Ὅτι γὰρ ὠμότητος ταῦτα τὰ ῥήματα καὶ ῥᾳθυμίας, δῆλον ἐκεῖθεν. Τίνος γὰρ ἕνεκεν, ἑνὸς τῶν μελῶν τοῦ σώματός σου κάμνοντος, οὐ λέγεις· Τί μοι μέλει, καὶ πόθεν δῆλον, ὅτι εἰ ἐπιμελείας τυγ- χάνει, ὑγιαίνει; ἀλλὰ πάντα ποιεῖς, ἵνα κἂν μηδὲν ὠφελήσῃς, μὴ ἔχῃς ἐγκαλεῖν σεαυτῷ, ὅτι τῶν ὀφει- λόντων γενέσθαι τι παρελείφθη. Εἶτα τῶν μὲν τοῦ σώματος οὕτω φροντιοῦμεν μελῶν, τῶν δὲ τοῦ Χριστοῦ ἀμελήσομεν; καὶ ποῦ ταῦτα συγγνώ μης ἄξια; Εἰ γάρ σε μὴ κατακάμπτω λέγων, ὅτι Τοῦ μέλους σου φρόντισον, ἵνα κἂν τῷ φόβῳ γένῃ βελτίων, τοῦ σώματος ἀναμιμνήσκω σε τοῦ Χριστοῦ. Πῶς γὰρ οὐ φρίκης ἄξιον σηπομένην αὐτοῦ τὴν σάρκα ὁρᾷν, καὶ περιορᾷν; Καὶ εἰ μὲν οἰκέτην ἔχοις ἢ ὄνον σηπεδόνα ἔχοντα, οὐκ ἂν ἀνάσχοιο περιιδεῖν· τὸ δὲ σῶμα τοῦ Χριστοῦ ψώρας ὁρῶν ἐμπεπλησμένον, παρατρέχεις; καὶ οὐχ ἡγῇ ταῦτα μυρίων ἄξια εἶναι κεραυνῶν; ∆ιὰ τοῦτο πάντα ἄνω καὶ κάτω γέγονε, διὰ τὴν ἀπανθρωπίαν ταύτην, διὰ τὴν ῥᾳθυμίαν. ∆ιὸ δὴ, παρακαλῶ, ταύτην ἐκβάλωμεν τὴν ὠμότητα· πρόσελθε ἐκείνῳ τῷ συνοικοῦντι τῇ παρθένῳ, καὶ εἰπὲ μικρὸν ἐγκώμιον τοῦ ἀδελφοῦ, ἀπὸ τῶν ἄλλων ὧν ἔχει πλεονεκτημάτων αὐτὸ συντιθείς· καὶ ὥσπερ ὕδατι θερμῷ περικλύζων τοῖς ἐπαίνοις, οὕτω χάλασον αὐτοῦ τὸν ὄγκον τοῦ τραύματος· ταλάνισον καὶ σαυτὸν, κατηγόρησον τοῦ κοινοῦ τῶν ἀνθρώπων γένους, δεῖξον ὅτι πάντες ἐν ἁμαρτήμασι τυγχάνομεν, αἴτησον συγγνώμην, εἰπὼν, ὅτι μείζοσι σαυτοῦ πράγμασιν ἐπιχειρεῖς, ἀλλ' ἡ ἀγάπη πάντα πείθει τολμᾷν. Εἶτα συμβουλεύων, μὴ ἐπιτακτικῶς, ἀλλ' ἀδελφικῶς τοῦτο ποίει· καὶ τούτοις πᾶσι χαλάσας τὴν φλεγμονὴν, καὶ παραμυθησάμενος τὴν ἀλγηδόνα τὴν ἐκ τῆς τομῆς συμβαίνουσαν τοῦ μέλλοντος ἐλέγχου γενέσθαι, καὶ πολλάκις τῇ παραιτήσει χρησάμενος, καὶ παρακα- λέσας μὴ ὀργισθῆναι· ὅταν αὐτὸν καταδήσῃς τούτοις, τότε ἔπαγε τὴν πληγὴν, μήτε δεσμῶν τὸ πρᾶγμα, μήτε ἐκλύων, ἵνα μήτε ἐκεῖθεν ἀποπηδήσῃ, μήτε ἐν- τεῦθεν καταφρονήσῃ. Ἄν τε γὰρ μὴ καιρίαν δῷς, οὐδὲν εἰργάσω πλέον· ἂν δὲ σφοδρῶς πλήξῃς, ἀπο σκιρτῆσαι ἐποίησας. ∆ιὸ δὴ καὶ μετὰ ταῦτα πάντα ἐλέγχειν μέλλων, ἀνάμιξον πάλιν ἐγκώμιον τοῖς ἐλέγχοις· καὶ ἐπειδὴ αὐτὸ καθ' ἑαυτὸ τὸ γιγνόμενον οὐ δύναται εἶναι ἐγκώμιον (οὐ γὰρ ἄξιον ἐπαίνου τὸ κόρῃ συνοικεῖν παρθένῳ), ἀπὸ τῆς γνώμης τοῦ συνοικοῦν- τος τοῦτο ἐργάζου, καὶ εἰπὲ, ὅτι Οἶδα μὲν ὅτι διὰ τὸν Θεὸν σὺ ποιεῖς, καὶ τὴν ἐρημίαν καὶ τὸ ἀπροστάτευ- τον τῆς ἀθλίας ἐκείνης ἰδὼν χεῖρα ὤρεξας. Κἂν μὴ ταύτῃ ποιῇ τῇ γνώμῃ, σὺ οὕτω λέγε, καὶ μετὰ τοῦτο προστίθει καὶ ταῦτα, πάλιν παραιτήσει χρώμενος, καὶ λέγων, ὅτι Οὐκ ἐπιτάττων, ἀλλ' ὑπομιμνήσκων ταῦτά φημι· διὰ τὸν Θεὸν σὺ ποιεῖς, οἶδα κἀγώ· ἀλλ' ἴδωμεν μὴ τίκτηται ἐκ τούτου κακὸν ἕτερον· κἂν μὲν μηδὲν ᾖ, κάτεχε ἔνδον, καὶ ἔχου τῆς καλῆς ταύ- της σπουδῆς, ὁ κωλύων οὐδείς· ἂν δὲ βλάβη τις ἐν- τεῦθεν γίνηται τοῦ κέρδους μείζων, φυλαξώμεθα, παρακαλῶ, μὴ σπεύδοντες μίαν ἀναπαῦσαι ψυχὴν, μυρίας σκανδαλίσωμεν. Καὶ μὴ προσθῇς εὐθέως τὰ κείμενα τοῖς σκανδαλίζουσι κολαστήρια, ἀλλὰ τὴν αὐ- τοῦ προσλάμβανε μαρτυρίαν, λέγων· Οὐ χρείαν ἔχεις μαθεῖν ταῦτα παρ' ἐμοῦ, οἶδας καὶ αὐτὸς ὅτι ἐάν τις ἕνα τῶν μικρῶν τούτων σκανδαλίσῃ, πόση ἠπείληται δίκη· καὶ οὕτως ἡδύνας τὸν λόγον, καὶ λεάνας τὴν ὀργὴν, ἐπιτίθει τὸ φάρμακον τῆς διορθώ- σεως. Εἰ δὲ προφασίζοιτο πάλιν τὴν ἐρημίαν αὐτῆς, μηδὲ οὕτως ἐλέγξῃς τὴν σκῆψιν, ἀλλ' εἰπὲ πρὸς αὐ- τόν· Μηδέν σε τούτων φοβείτω, ἀπολογίαν ἕξεις ἀρκοῦσαν, τὸ ἑτέρων σκάνδαλον· οὐ γὰρ διὰ ῥᾳθυ- μίαν, ἀλλ' ἐκείνων κηδόμενος, ταύτης ἀπέστης τῆς σπουδῆς. εʹ· Καὶ τὰ μὲν τῆς συμβουλῆς ἔστω ἐν βραχεῖ· οὐδὲ γὰρ δεῖται διδασκαλίας πολλῆς· τὰ δὲ τῆς συγγνώ- μης πάλιν πολλὰ καὶ ἐπάλληλα· καὶ ἐπὶ τὴν ἀγάπην κατάφευγε συνεχῶς, συσκιάζων τὸ φορτικὸν τῶν εἰ- ρημένων, καὶ τὴν ἐξουσίαν αὐτῷ διδοὺς, καὶ λέγων, ὅτι Ἐγὼ μὲν ταῦτα παραινῶ καὶ συμβουλεύω, τοῦ δὲ πεισθῆναι κύριος αὐτός· οὐδὲ γὰρ καταναγκάζω καὶ βιάζομαι, ἀλλὰ τῇ οἰκείᾳ σου τὸ πᾶν ἐπιτρέπω γνώμῃ. Ἂν οὕτω μεταχειρίζωμεν τὸν ἔλεγχον, δυνη- σόμεθα ῥᾳδίως τοὺς ἁμαρτάνοντας διορθοῦν· ὡς ἅ γε νῦν ποιοῦμεν, θηρίων μᾶλλόν ἐστι καὶ ἀλόγων, ἢ ἀν- θρώπων. Ἂν γὰρ αἴσθωνταί τινες νῦν τοιαῦτά τινος ἁμαρτάνοντος, ἐκείνῳ μὲν οὐδὲν διαλέγονται, αὐτοὶ δὲ καθάπερ γραΐδια μεθύοντα ψιθυρίζουσι μετ' ἀλλή- λων· καὶ οὐδαμοῦ τὸ, Εἰκῆ φιλοῦ, εἰκῆ μὴ μισοῦ, ἐνταῦθα δοκεῖ χώραν ἔχειν αὐτοῖς, ἀλλ' ὅταν μὲν κακ- ηγορῆσαι ἐπιθυμῶσι, καταφρονοῦσι τοῦ μὴ εἰκῆ μισεῖσθαι, μᾶλλον δὲ καὶ τοῦ κολάζεσθαι (οὐδὲ γὰρ μῖσος ἐντεῦθεν μόνον, ἀλλὰ καὶ κόλασις τίκτεται)· ὅταν δὲ διορθώσεως δέῃ, τοῦτό τε αὐτὸ καὶ μυρίας ἑτέρας προφέρουσι προφάσεις. Ταῦτα γὰρ τότε ἐν- νοεῖν ἐχρῆν, ὅταν κακηγορῇς, ὅταν διαβάλλῃς, τὸ, Εἰκῆ μὴ μισοῦ, καὶ τὸ, Οὐδὲν ἀνύω, καὶ τὸ, Οὐδέν μοι μέλει. Νῦν δὲ, τότε μὲν πολυπραγμονεῖς σφοδρῶς καὶ περιέργως, καὶ μίσους καταφρονεῖς καὶ μυρίων κακῶν· ὅταν δὲ ὑπὲρ τῆς σωτηρίας τοῦ ἀδελφοῦ φροντίζειν δέῃ, τότε καὶ ἀπράγμων καὶ ἀνεπαχθής τις εἶναι βούλει· καίτοι ἀπὸ μὲν κακηγορίας καὶ τὸ πρὸς ἀνθρώπους καὶ τὸ πρὸς τὸν Θεὸν γίνεται μῖσος, καὶ οὐ σφόδρα σοι τοῦτο μέλει· ἀπὸ δὲ τῆς κατ' ἰδίαν συμβουλῆς καὶ τῶν τοιούτων ἐλέγχων καὶ πρὸς τοῦ- τον καὶ πρὸς τὸν Θεὸν ἔσται σοι φιλία. Ἂν δὲ καὶ αὐτὸς μισῇ, ὁ Θεὸς μένει διὰ τοῦτο μᾶλλον φιλῶν· μᾶλλον δὲ οὐδὲ οὕτω μισήσει, ὡς ἡνίκα ἐμίσει κακ- ηγοροῦντα· ἀλλὰ τότε μὲν ὡς ἐχθρὸν καὶ πολέμιον ἀποστραφήσεται, νυνὶ δὲ πατρὸς ἡγήσεται παντὸς αἰδεσιμώτερον. Κἂν φανερῶς δυσχεραίνῃ, κατὰ νοῦν καὶ ἰδίᾳ πολλὰς εἴσεταί σοι τὰς χάριτας. ʹ. Ταῦτα οὖν ἐννοοῦντες, ἐπιμελώμεθα τῶν με- λῶν τῶν ἡμετέρων, καὶ μὴ κατ' ἀλλήλων τὴν γλῶτταν ἀκονῶμεν, μηδὲ λαλῶμεν ῥήματα καταποντισμοῦ, τὴν δόξαν τοῦ πλησίον ὑπορύττοντες, καὶ καθάπερ ἐν πολέμῳ καὶ μάχῃ βάλλοντες καὶ βαλλόμενοι. Τί γὰρ ὄφελος νηστείας ἢ ἀγρυπνίας λοιπὸν, ὅταν γλῶττα μεθύῃ, καὶ κυνείων κρεῶν ἀκαθαρτοτέραν σιτῆται τράπεζαν, αἱμοβόρος γενομένη, καὶ προχέουσα βόρ- βορον, καὶ ἀμάρας ὀχετὸν τὸ στόμα ποιῇ, μᾶλλον δὲ καὶ πολὺ ταύτης βδελυρώτερον; Τὸ μὲν γὰρ ἐκεῖθεν προϊὸν, σῶμα ἐμόλυνε· τὸ δὲ ἐντεῦθεν, ψυχὴν πολ- λάκις ἀπέπνιξε. Ταῦτα οὐ τῶν κακῶς ἀκουόντων μά- την κηδόμενος λέγω (ἐκεῖνοι γὰρ καὶ στεφάνων εἰ- σὶν ἄξιοι, ὅταν φέρωσι γενναίως τὰ λεγόμενα), ἀλλ' ὑμῶν τῶν λεγόντων. Τὸν μὲν γὰρ κακῶς ἀκούοντα μάτην μακαρίζουσιν αἱ Γραφαὶ, τὸν δὲ κα- κῶς λέγοντα ἐκβάλλουσι τῶν ἱερῶν μυστηρίων, μᾶλλον δὲ καὶ αὐτῶν τῶν περιβόλων· Τὸν γὰρ κα- ταλαλοῦντα, φησὶ, λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον· καὶ τῆς τῶν ἱερῶν δὲ βίβλων τὸν τοιοῦτον ἀνάξιον εἶναί φησιν ἀναγνώσεως. Ἵνα τί γὰρ, φησὶν, ἐκδιηγῇ σὺ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόμα- τός σου; εἶτα τὴν αἰτίαν τιθείς φησι· Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις. Καὶ ἐνταῦθα μὲν οὐ διώρισεν, εἴτε ἀληθῆ, εἴτε ψευδῆ· ἀλλαχοῦ δὲ καὶ τοῦτο ἀπηγόρευσε, δεικνὺς ὅτι κἂν ἀληθῆ λέγῃς, οὐ σοὶ ταῦτα ῥητέα. Μὴ κρίνετε γὰρ, φησὶν, ἵνα μὴ κριθῆτε· ἐπεὶ καὶ ὁ τὸν τελώνην κακηγορῶν κατ εδικάζετο, καίτοι γε ἀληθῆ κατηγορῶν ἐκείνου. Τί οὖν, ἂν ᾖ τις θρασὺς καὶ μιαρὸς, φησὶν, οὐ διορθω- τέον αὐτὸν, οὐδὲ ἐλεγκτέον ἡμῖν; Ἐλεγκτέον καὶ διορθωτέον, οὕτω δὲ ὡς ἔμπροσθεν εἶπον· ἐὰν δὲ ὀνειδίζων τοῦτο ποιῇς, ὅρα μὴ τὸν Φαρισαῖον ἐκεῖνον μιμούμενος, τὰ ἐκείνου πάθῃς. Οὐδὲν γὰρ ἐντεῦθεν γίνεται κέρδος, οὐ σοὶ τῷ λέγοντι, οὐκ ἐκείνῳ τῷ ἀκούοντι οὕτω κατηγορουμένῳ· ἀλλ' ὁ μὲν ἀναισχυν- τότερος γίνεται (ἕως μὲν γὰρ λανθάνει, καὶ αἰδεῖσθαι οἶδεν· ἐπειδὰν δὲ γένηται δῆλος καὶ καταφανὴς, καὶ τὸν ἐντεῦθεν ἐκβάλλει χαλινόν)· ὁ δὲ ἀκούων, πάλιν μειζόνως βλαβήσεται. Ἄν τε γὰρ κατορθώματα συν- ίδῃ ἑαυτῷ, φυσᾶται ταῖς ἑτέρου κατηγορίαις ὀγκού- μενος· ἄν τε ἁμαρτήματα, προθυμότερος εἰς πονη- ρίαν καθίσταται. Αὐτός τε ὁ λέγων πάλιν καὶ παρὰ τῷ ἀκούοντι πονηρὰν λήψεται δόξαν, καὶ τὸν Θεὸν μειζόνως καθ' ἑαυτοῦ παροξυνεῖ. ∆ιὸ, παρακαλῶ, πᾶν δυσῶδες ἐκβάλωμεν ῥῆμα· εἴ τι ἀγαθὸν πρὸς οἰκοδομὴν, τοῦτο λέγωμεν. Ἀλλ' ἀμύνασθαι ἐκεῖνον ἐπιθυμεῖς; Τί οὖν ἀντ' ἐκείνου σαυτὸν ἀμύνῃ; Ὁ γὰρ τοὺς λελυπηκότας ἀμύνασθαι σπουδάζων, οὕ- τως ὡς ὁ Παῦλος ἀμύνασθαι ἐκέλευσεν, ἀμύνου· Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πό- τιζε αὐτόν. Ἐὰν δὲ τοῦτο μὲν μὴ ποιῇς, ἐπιβου- λεύῃς δὲ μόνον, κατὰ σεαυτοῦ τὸ ξίφος ὠθεῖς. ∆ιόπερ ἂν κακῶς ἐκεῖνος λέγῃ, ἐγκωμίοις αὐτὸν ἀμείβου καὶ ἐπαίνοις· οὕτω γὰρ κἀκεῖνον ἀμύνασθαι δυνήσῃ, καὶ σαυτὸν ἀπαλλάξεις πονηρᾶς ὑποψίας. Ὁ μὲν γὰρ ἐπὶ τῷ κακῶς ἀκούειν ἀλγῶν, ἀπὸ συνειδότος δοκεῖ τοῦτο πάσχειν πονηροῦ· ὁ δὲ καταγελῶν τῶν λεγομένων, μέγιστον ἐκφέρει τεκμήριον τοῦ μηδὲν ἑαυτῷ συνειδέναι πονηρόν. Ἐπεὶ οὖν οὔτε τὸν ἀκούοντα, οὔτε ἑαυτὸν, οὔτε τὸν διαβαλλόμενον ὠφε- λεῖς, καὶ κατὰ σαυτοῦ τὸ ξίφος ὠθεῖς, κἂν ἐντεῦθεν γενοῦ σωφρονέστερος. Ἐχρῆν μὲν γὰρ ἀπὸ τῆς βα- σιλείας τῶν οὐρανῶν καὶ τῶν τῷ Θεῷ δοκούντων πεί- θεσθαι· ἐπειδὴ δὲ παχύτερον διάκεισαι, καὶ ὥσπερ θηρίον δάκνεις, κἂν ἐντεῦθεν παιδεύθητι, ἵνα τοῖς λόγοις τούτοις σωφρονισθεὶς, δυνηθῷς ἀπὸ τῶν τῷ Θεῷ δοκούντων μόνον ῥυθμίζεσθαι, καὶ γενόμενος παντὸς πάθους ἀνώτερος ἐπιτύχοις τῶν οὐρανίων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα, κρά-τος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.