Tractatus de numerorum mysteriis ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΕΠΙΦΑΝΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΠΟΛΕΩΣ ΚΩΝΣΤΑΝΤΙΑΣ ΤΗΣ ΚΥΠΡΟΥ ΠΕΡΙ ΤΩΝ ΑΡΙΘΜΩΝ ΜΥΣΤΗΡΙΩΝ. Περὶ πίστεως.

Αʹ. Πίστις ἐστί. Πίστις δὲ ἡ εἰς Θεὸν πρᾶγμα ἀψηλάφητον, ἀκατάληπτον, ἀθεώρητον, ἀπολυπραγμόνητον, ἀκαστορητὴς, σιωπῇ τιμώμενον, καὶ νῷ προσκυνούμενον, ἕδρα ψυχῆς, θεμέλιον ζωῆς, ῥίζα ζῶσα, κλάδος ἀμάραντος, καρπὸς ἀθανασίας, ἐλπιζομένων πραγμάτων ὑπόστασις, ἔλεγχος οὐ βλεπομένων, πάντων τῶν ἁγίων δικαίωσις. Περὶ τῆς ἁγίας Τριάδος.

Βʹ. Τριὰς ἁπλῆ, ἀσύνθετος, ἀσυνείκαστος, ἀνέκφραστος, ἀδιήγητος, ἀδιόρεστος· Πατὴρ, Υἱὸς, ἅγιον Πνεῦμα· ὁμοούσιος κατὰ πάντα, κατὰ συμφωνίαν, κατὰ δύναμιν, κατ' ἐνέργειαν, κατὰ θεότητα, κατὰ μέγεθος, ἐν ὑποστάσει, καὶ ὀνόμασι μόνον διηρημένη, ἐν δυνάμει, καὶ πράγμασιν ἡνωμένη. Τριὰς πρὸ αἰώνων ὑπάρχουσα, ἄναρχος, ἄχρονος, ἀγήρατος, ἀθάνατος, ἀτελεύτητος, οὐκ ἄξουσα, οὐ λήγουσα, ἀεὶ κατὰ τὸ αὐτὸ ὡς αὔτως τυγχάνουσα, οὐ νῦν εὑρεθεῖσα, ἀεὶ δὲ προσκυνουμένη, ὑπὸ ἀποστόλων κηρυττομένη, ὑπὸ Ἐκκλησίας πιστῆς μεγαλυνομένη· παντοδύναμος, παντεπίσκοπος, δημιουργὸς, φιλάνθρωπος, ἀγαθὴ, ἀπροσδεὴς, τελεία. Ὅτι καὶ ὁ ἀριθμὸς τῆς Τριάδος αὐτῆς ὁ παρὰ ταῖς θείαις Γραφαῖς ἐμφερόμενος μυστηριώδης ἐστὶ καὶ θαῦμα.

Γʹ. Τρίτον τὰ χερουβεὶμ τὸ Ἅγιος, ἅγιος, ἅγιος Κύριος ἀνυμνεῖ. Τρία τὰ μεγάλα στοιχεῖα· οὐρανὸς καὶ ἡ γῆ, καὶ θάλασσα. Τρία τὰ ἐν ἡμῖν· νοῦς, πνεῦμα, λόγος. Τρεῖς πατέρες, Ἀδὰμ, Σὴθ, Ἐνώχ. Τρεῖς πατριάρχαι, Ἀβραὰμ, Ἰσαὰκ, Ἰακώβ. Τρεῖς ἄγγελοι παρὰ σκηνὴν Ἀβραάμ. Τρεῖς ἡμέραι τῆς θυσίας τοῦ Ἀβραάμ. Τρία μέτρα σεμιδάλεως ἡ Σάῤῥα λαβοῦσα τοὺς ἀγγέλους παρέθηκε. Τρεῖς ῥάβδους Ἰακὼβ πελεκίσας ταῖς ληνοῖς τῶν ποτιστηρίων ἐνέθηκε. Τρεῖς δεκάδες ἐνιαυτῶν, καὶ τότε βασιλεὺς Ἰωσήφ. Τρεῖς μῆνας παρὰ τοῖς γονεῦσιν κρυπτόμενος Μωϋσῆς. Τρὶς τρεῖς ἐννέα τῶν Αἰγυπτίων αἱ μάστιγες. Τρεῖς μῆνας ἐξ Αἰγύπτου, καὶ τότε νόμος ἐγράφη, καὶ πλάκες ἐξήλεων. Τρία τἀγαθὰ τῆς ἐρήμου· ὕδωρ, ὀρτυγομήτρα, τὸ μάννα. Τρεῖς, φησὶ, καιροὺς Μωϋσῆς ὤφθη ἐνώπιον Κυρίου. Τρεῖς ἱερεῖς, Μωϋσῆς, Ἀαρὼν, Σαμουήλ. Τρεῖς στρατηγοὶ θαυμαστοὶ, Ἰησοῦς ὁ Ναυῆ, Χάλεβ Ἰεφονὴ, καὶ Φινεές. Τρεῖς οἱ κατὰ Ἀμαλὴκ ἐπὶ τῆς πέτρας ἱστάμενοι· Μωϋσῆς, Ἰησοῦς, Ὤρ. Τρεῖς κριταὶ δυναστοὶ, Γεδεὼν, Ἰεφθάε, Σαμψών. Τρεῖς πρεσβῦται τῶν υἱῶν Ἰσραήλ· Μωϋσῆς, Ἰὼβ, ∆ανιήλ. Τρεῖς ἑβδομάδες ἡ νηστεία τοῦ ∆ανιήλ. Τρεῖς οἱ παῖδες οἱ τῇ εἰκόνι τῇ χρυσῇ μὴ προσκυνήσαντες· Σιδρὰχ, Μισὰχ, Ἀβδεναγώ. ∆ιὰ τριῶν σείεται ἡ γῆ, ὡς ἔλεγε Σολομών· ἐὰν οἰκέτης, φησὶ, βασιλεύσῃ, καὶ ἄφρων πλησθῇ σιτίων, καὶ μισητὴ γυνὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ. Τρία ἐστὶν, ἃ ἐμπίπλαται, ᾅδης, ἔρως γυναικὸς, γῆ ψαφαρά. Τρία ἐστὶν ἀκατάληπτα· ἴχνη ἀετοῦ πετομένου, ὁδὸς ὄφεως ἐπὶ πέτρας, τρίβος ποντοπορούσης νηός. Τρία ἐστὶν ἅπερ εὐόδως πορεύονται· σκύμνος λέοντος ἰσχυρότερος κτηνῶν, ἀλέκτωρ ἐμπεριπατῶν ἐν θη λείαις ἔμψυχος, τράγος ἡγούμενος αἰπολίου. Τρεῖς σοφαὶ γυναῖκες, ἡ Θεκουῆτις, ἡ Σουναμῖτις, ἡ Ἀβιγαία· ἡ μὲν γὰρ τὸν ἄνδρα τὸν Νάβαλ, ἡ δὲ Ἀβεσαλὼν διὰ τέχνης, ἡ δὲ τὸν υἱὸν τοῦ προφήτου προσδραμοῦσα, καὶ μὴ ἀπογνοῦσα, διέσωσεν. Τρεῖς γυναῖκες προφήτιδες τυμπανήστριαι· Μαριὰμ, ∆εββόρα, Ἰουδίθ. Τρεῖς ἅγιαι γυναῖκες· Σάῤῥα, Ῥεβέκκα, Λεία. Τρεῖς οἱ μνημονευόμενοι βασιλεῖς· ∆αυῒδ, Ἐζεκίας, Ἰωσίας. Τρεῖς τάξεις τῶν ὄντων·ἐπουρανίων, ἐπιγείων, καταχθονίων. Τρεῖς ἀρεταὶ, πίστις, ἐλπὶς, ἀγάπη. Τρία δῶρα παρὰ Θεοῦ, βασιλεία, ἱερωσύνη, προφητεία. Τρεῖς χρόνοι, ἐνεστώτων, παρεληλυθότων, μελλόντων. Τρία τῶν δικαίων τὰ κτήματα, παράδεισος, Ἀβραὰμ κόλπος, οὐρανῶν βασιλεία. Τρεῖς τῶν ἁμαρτωλῶν αἱ τιμωρίαι, σκότος, σκώληξ, Γέεννα. Τρεῖς ἀνανεώσεις τοῦ κόσμου· ἡ ἐπὶ τοῦ Νῶε, ἡ ἐπὶ τοῦ Κυρίου, ἡ ἐπὶ τῆς συντελείας. Τρίτον Ἠλίας τὰ μέλη τοῦ βοὸς καὶ τὰ ξύλα καταῤῥάνας τὸ ἐξ οὐρανῶν κατὰ στύγας πῦρ. Τρίτον τῆς ἡμέρας ηὔχετο ∆ανιήλ. Τρεῖς μῆνας εἰς τὸν οἶκον Ζαχαρίου πεποίηκεν ἡ Παρθένος. Τρία τὰ προσενεχθέντα δῶρα τῷ Κυρίῳ παρὰ τῶν μάγων· χρυσὸς, λίβανος, σμύρνα. Τρία βαπτίσματα, τὸ νομικὸν, τὸ Ἰωάννου, τὸ τοῦ Κυρίου. Τρεῖς αἱ τοῦ βαπτίσματος ἐπικλήσεις, εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα. Τρεῖς αἱ καταδύσεις, καὶ τρεῖς αἱ ἀναδύσεις τοῦ βαπτίσματος. Τρεῖς αἱ κατὰ τοῦ διαβόλου νῖκαι τοῦ Κυρίου· τὸ μὴ φαγεῖν μετὰ τὸ πεινάσαι, τὸ μὴ προσκυνῆσαι τὸν μιαρὸν, τὸ μὴ καταβάλλειν ἑαυτόν. Τρεῖς ἡμέραι μετὰ τὸ βάπτισμα, καὶ τότε τὸ ὕδωρ οἶνος ἐξαίρετος. Τρεῖς αἱ κατὰ τῆς Παρθένου τοῦ Μονογενοῦς ἐπιτιμήσεις· Τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδεις ὅτι ἐν τοῖς τοῦ Πατρός μου δεῖ με εἶναι; Τί ἐμοὶ καὶ σοὶ, γύναι; οὔπω ἥκει ἡ ὥρα μου· τίς ἐστιν ἡ μήτηρ μου, καὶ τίνες οἱ ἀδελφοί μου; Τρεῖς οἱ πλέον τῶν ἄλλων θαῤῥούμενοι μαθηταί· Πέτρος, Ἰάκωβος, Ἰωάννης. Τρία ἔτη τῶν δεσποτικῶν σημείων ὁ χρόνος. Τρία ἔτη ζητῶν καρπὸν εἰς τὴν συκῆν ὁ Κύριος ἦλθε, καὶ οὐχ ηὗρεν. Τρισὶν ὁ Κύριος κατηράσατο· τῇ συκῇ· Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα· τῇ Συναγωγῇ· Λίθος ἐπὶ λίθον οὐ μὴ μένει· τῷ Ἰούδᾳ· Οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι' οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι. Τρεῖς ἡμέρας, καὶ τρεῖς νύκτας Ἰωνᾶς εἰς τὴν κοιλίαν τοῦ κήτους πεποίηκε. Τριήμερον ἡ κατὰ Νινευϊτῶν ἀποφορά. Τριήμερος τοῦ Σωτῆρος ὁ θάνατος, τριήμερος καὶ ἡ ἀπὸ τῶν νεκρῶν κατ' ἐξουσίαν ἀνάστασις τοῦ Κυρίου. ∆ιὰ τριῶν ὁ Παῦλος ἡμερῶν ἀνέβλεψε πηρωθείς· τρὶς τὸν Κύριον περὶ τοῦ σκόλοπος παρεκέλευσεν, ἵνα ἀποστῇ ἀπ' αὐτοῦ· τρὶς ἐναυάγησεν· εἰς τρίτον οὐρανὸν ἀναβέβηκε. Τρία σάτα ἀλεύρου καὶ ἡ τῇ βασιλείᾳ τῶν οὐρανῶν ὁμοιωθεῖσα γυνὴ λαβοῦσα, καὶ εἰς μικρὰν ζύμην ἐγκρύψασα, ὅλον τὸ φύραμα, κατὰ τὸ γεγραμμένον, ἐζύμωσεν.

{Ὅτι καὶ ὁ ἀριθμὸς ὡς διπλῆ τριὰς ἐπὶ μεγάλων πραγμάτων, ἐν τῇ θείᾳ Γραφῇ παρατετήρηται.}

∆ʹ. Ἐν ἓξ ἡμέραις ὁ Θεὸς τὸν κόσμον κατεσκεύασεν. Ἕκτην ἡμέραν ἔπλασε τὸν Ἀδάμ. Ἕκτην ὥρανγυμνωθέντα παρὰ τῆς ἁμαρτίας δήλης ἐζήτησεν. Ἕκτον ὤφθη τῷ Ἀβραάμ· ἅπαξ εἰς Χαῤῥὰν *** τρίτον καθ' ὕπνους· τέταρτον ἐπὶ τῆς προσθήκης τοῦ γράμματος τοῦ ὀνόματος· πέμπτον ἐπὶ τῆς Μαμβρῆ μεσημβρίας, ἕκτην ὥραν· ἕκτον ἐπὶ τῆς θυσίας τοῦ μονογενοῦς ἐν τῷ ὄρει. Ἓξ ἔτη δουλεύειν Ἑβραίοις παρήγγειλεν. Ἕκτῳ μηνὶ τὸν Γαβριὴλ πρὸς τὴν Παρθένον ἀπέστειλεν. Εἰς ἓξ ὑδρείας τὸ ὕδωρ οἶνον πεποίηκε. Ἕκτην ὥραν τῇ Σαμαρείτιδι παρὰ τὸ φρέαρ ὡμίλησε. Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα τὸν Λάζαρον ἤγειρεν. Ἕκτην ὥραν τῷ λῃστῇ σταυρούμενος ἐφιλιώθη. Ἕκτον ὤφθη μετὰ τὸ ἀπὸ νεκρῶν ἐγερθῆναι· ταῖς γυναιξὶν, τῷ Κλεώπᾳ, τοῖς μαθηταῖς χωρὶς τοῦ Θωμᾶ, τοῖς μαθηταῖς μετὰ τοῦ Θωμᾶ, Πέτρῳ καὶ Ἰωάννῃ τὸ δίκτυον ἐλοῦσιν, τῇ τελευταίᾳ τῆς ἀναλήψεως. Ἕκτον, ὡς λέγει Παῦλος, ἐφάνη τοῖς ἀδελφοῖς· τῷ Κηφᾷ, τοῖς δέκα, τοῖς πεντακοσίοις, ἐφ' ἅπαξ Ἰακώβῳ, τοῖς ἀποστόλοις πᾶσιν, αὐτῷ τῷ Παύλῳ τελευταῖον. Ἓξ ἑνὶ αὐτῶν μεγάλα μυστήρια ἐποίησεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὡς λέγει Παῦλος· Ἐπληρώθη ἐν σαρκὶ, ἐδικαιώθη ἐν πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ. ∆ι' ἓξ γραμμάτων τὰ μεγάλα ὀνόματα γράφεται· ἀδωναῒ, σαβαὼθ, Ἰησοῦς, Κύριος, ἰατρὸς, ἀγαθὸς, νεφέλη, Μαριάμ. Ὅτι καὶ ὁ ἑπτὰ τέλειος ἀριθμός.

Εʹ. Ἑβδόμῃ ἡμέρᾳ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὁ Θεός. Ἑπτὰ ἐκδικούμενα παρέλυσε τὸν Κάϊν ἀνελών. Ἑπτὰ γὰρ ἁμαρτίας ὁ μιαρὸς ἐργασάμενος, φθόνον, δόλον, φόνον ἀδελφοῦ, φόνων διδάσκαλος πρῶτος, μῦσος τοῦ οὕτω βίῳ γενόμενος, γονεῖς λυπήσας, ἐψεύσατο Θεόν. Ἑπτὰ καὶ τιμωρίαις ὑπέπεσε· ᾤκει κατηραμένην τὴν γῆν, εἰργάζετο, ἀφορῶν ἔστενεν, ἔτρεμεν, ἀπ' ὄψεως ἦν, ἠγωνία τὸν παριόντα, σημεῖον εἶχε δημοσιεῦον αὐτόν. Ἕβδομος Ἐνὼχ, μετὰ τὸν Ἀδὰμ, ὃς εὐηρέστησε τῷ Θεῷ, καὶ ὡς σῖτος ζιζανίων, τῶν ἀσεβῶν ἐχωρίσθη. Ἑπτὰ τὸ πρῶτον, καὶ ἑπτὰ τὸ δεύτερον ἔτη περὶ Ῥαχὴλ Ἰακὼβ τῷ Λάβαν ἐδούλευσεν. Ἑπτὰ προβάτων ἀμνοὺς Ἀβραὰμ τῷ Ἀβιμέλεχ ἐχαρίσατο τῆς τοῦ φρέατος δεσποτείας μαρτύριον. Ἑπτὰ βόες στίλε λιμοῦ, καὶ ἑπτὰ στάχυες πίνακες εὐθηνίαν διέγραψαν, τοῦ Φαραὼ τὸ ἐνύπνιον. Ἑπτὰ σάλπιγγας ἱερὰς ἐβάστασεν Ἰησοῦς ὁ τοῦ Ναυῆ, ὁπηνίκα τῆς Ἱεριχῶ τὰ τείχη κατήνεγκεν. Ἑβδόμῳ ἔτει τῆς δουλείας Ἑβραίους ἀπο λύουσιν Ἰουδαῖοι. Ἀπὸ πεντεκαιδεκάτης ἕως πρώτης εἰκάδος, ἐν αἷς ἐπετελεῖτο τὸ Πάσχα τῶν Ἰουδαίων, ἑπτὰ τῆς ἑορτῆς ἡμέραι. Ἑπτὰ δοῦλα τοῖς Ἰουδαίοις ἔθνη κατέγραψεν ὁ Θεὸς, τῶν Χαναναίων, τῶν Χετταίων, καὶ Φερεσταίων, τῶν Γεργεσαίων, τῶν Εὐαίων, τῶν Ἰεβουσαίων, τῶν Ἀβραίων. Ἑπτὰ τῆς σκηνῆς πεποίηκεν ἓξ ἡμέρας ἡ ἀδελφὴ Μωϋσέως ἀφορισθεῖσα. Ἑπτὰ κλήμασιν ἐδέθη Σαμψὼν, καὶ διέκοψεν αὐτὰ ὡς σπαρτίον. Ἑπτὰ βοστρύχους ἱεροὺς εἶχε τριχῶν· ὧν ἡ κουρὰ τὴν ἰσχὺν αὐτῶν καὶ δύναμιν ἐφυγάδευσεν. Ἑπτὰ ὀφθαλμοί εἰσιν οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν. Ἑπτὰ ἐπαρυστρίδας, καὶ ἑπτὰ λύχνους ἦν ἑώρακε Ζαχαρίας, ὅτι ἑπτὰ πνεύματα παρὰ Θεοῦ. Ἑπτὰ τοῦ ἁγίου Πνεύματος τὰ χαρίσματα· πνεῦμα σοφίας, πνεῦμα συνέσεως, πνεῦμα βουλῆς, πνεῦμα ἰσχύος, πνεῦμα γνώσεως, πνεῦμα εὐσεβείας, πνεῦμα φόβου Θεοῦ. Ἑπτὰ στύλους ὑπεστήρισε τῆς οἰκείας σκηνῆς ἡ σοφία. Ἑπτὰ γυναῖκες παρὰ τῷ Ἡσαΐᾳ τὸν ἕνα κύριον δυσωπήσουσι λέγουσαι· Τὸν ἄρτον ἡμῶν φαγώμεθα, καὶ τὰ ἱμάτια ἡμῶν περιβαλλώμεθα. Πλὴν τὸ ὄνομά σου κεκλήσθω ἐφ' ἡμᾶς· ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν. Ἑπτὰ γὰρ βίβλοι νομικαὶ τῷ Χριστῷ μαρτυροῦσιν, ὅτι τὸν ὀνειδισμὸν αὐτῶν σαρκωθεὶς αὐτὸς παρεῖλεν· Γένεσις, Ἔξοδος, Λευϊτικὸν, Ἀριθμοὶ, ∆ευτερονόμιον, Ἰησοῦς, Κριταί. Εἰ μὴ γὰρ ἐνηνθρώπησεν, ὡς μυθικαὶ παρεγράφοντο. Τυθεὶς ἀθύτως, ὡς Ἰσαὰκ, καὶ παθὼν ἀπαθῶς, καὶ τὸν οἰκεῖον βαστάσας ἐπ' ὤμων σταυρὸν, τὰ ἐν τῇ βίβλῳ κείμενα τῆς Γενέσεως ἐβεβαίωσεν. Ἐν παρθενικῇ χωρήσας γαστρὶ, καὶ μὴ καταναλώσας τῷ πυρὶ τῆς θεότητος τὴν βαστάζουσαν, τὴν καιομένην, καὶ μὴ κατακαιομένην βάτον, τὴν ἐν τῇ βίβλῳ τῆς Ἐξόδου κειμένην, διέγραψεν. Ἀρχιερεύσας, ὡς Ἀαρὼν, τὰ πρὸς Θεὸν μεσιτεύσας ἡμῖν, τὰ ἐν τῷ Λευϊτικῷ γεγραμμένα παρέστησε. Τῇ Παλαιᾷ τὴν Καινὴν ∆ιαθήκην συνάψας, καὶ λέγων· Ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ἐμβλέπων γυναικὶ πρὸς τὸ μοιχεῦσαι αὐτὴν, ἤδη ἐμοίχευσεν ἐν τῇ καρδίᾳ αὐτοῦ· καὶ πάλιν· Ἐῤῥέθη τοῖς ἀρχαίοις· Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ τοῦ ὀδόντος· ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ, ἀλλ' ὅστις σε ῥαπίσῃ ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· τὰ ἐν τῷ ∆ευτερονομίῳ παρέδωκεν δευτέρας, καὶ ἐπαναλαβὼν τὰ ὠφέλιμα. Εἰς τὴν ἀληθινὴν κατάπαυσιν εἰσαγαγὼν τὸ γένος ἡμῶν, καὶ διαφόρους μονὰς ἐν τοῖς οὐρανίοις εὐτρεπίσας ἡμῖν, τὰ ἐν βίβλῳ τῶν Ἀριθμῶν ἀπεκάλυψεν. Εἰς τὸν Ἰορδάνην εἰσελθὼν, καὶ ἁγιάσας τὰ ὕδατα, καὶ ἐπὶ τοῦ σταυροῦ φυγόντα τὸν ἥλιον ἀνακαλεσάμενος, καὶ διπλῆν ἀνθ' ἁπλῆς ἡμέρας ἐργασάμενος, τὰ ἐν τῇ βίβλῳ Ἰησοῦ τοῦ Ναυῆ τοῖς μὴ παρέργως ἀναγινώσκουσιν ἐζωγράφησε. Τὴν ἠγαπημένην ψυ χὴν αὐτοῦ ὑπὲρ ἡμῶν τεθεικὼς, καὶ δώσει ἑαυτὸν λύτρον ἀντὶ πολλῶν, τὰ ἐν τῇ βίβλῳ τῶν Κριτῶν ἡρμήνευσεν· ὁλοκαυτώματα γὰρ καὶ ὁ Ἰεφθάε ὑπὲρ τοῦ λαοῦ τῷ Θεῷ τὴν θυγατέρα προσήνεγκεν. Ἑπτὰ παίδων πατὴρ Ἰεσσέ. Ἕβδομος ἀπὸ Ἀβραὰμ ὁ Μωϋσῆς. ∆ι' ἑπτὰ γραμμάτων τὸ Ἰωάννου ὄνομα. ∆ι' ἑπτὰ γραμμάτων καὶ ἡ τοῦ Χριστοῦ προσηγορία. Ἑπτὰ διάκονοι παρὰ τῶν μαθητῶν εἰς διακονίαν τῶν Χριστιανῶν ἐξελέχθησαν· Στέφανος, Φίλιππος, Πρόχορος, Νικάνωρ, Τίμων, Παρμενᾶς, Νικόλαος. Ἑπτὰ παῖδες τὴν Ἀντιόχου τυραννίδα κατήνεγκαν. Καὶ συντόμως εἶπον, οὗτός ἐστιν ἐπαινετὸς ὁ ἀριθμὸς, καὶ θαυμάσιος· ὅτι αὐτὸς ἄνωθεν ὁ ∆εσπότης ἐγγράφως βοᾷ· Τίμα τὴν ἡμέραν τοῦ Σαββάτου, καὶ ἁγίασον αὐτήν· ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὁ Θεὸς ὧν ἤρξατο ἀποποιῆσαι. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

2
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать