Κύριλλος Αλεξανδρείας, 5ος αιώνας

Κατὰ τοῦ αὐτοκράτορος Ἰουλιανοῦ 1

Contra Julianum imperatorem 1 / Против императора Юлиана 1

Contra Julianum imperatorem FRAGMENTA EX RELIQUIS S. CURILLI CONTRA JULIANUM L IBRIS QUI DESIDERANTUR. Τοῦ μακαρίου Κυρίλλου ἐκ τοῦ ιαʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ.

Ἀληθὲς εἰπεῖν ὡς ὁ κατοιόμενος καὶ καταφρονητὴς ἀνὴρ ἀλαζὼν, οὐδὲν μὴ περάνῃ κατὰ τὴν τοῦ προφήτου φωνήν· οἴησις γὰρ, προκοπῆς ἐκκοπὴ, κατὰ τὸν κοινὸν καὶ ἐν στόματι τῶν πολλῶν ὄντα λόγον. Ἐκ τοῦ αὐτοῦ λόγου. Οἴησις

, προκοπῆς ἐκκοπή. τὸν μὲν γὰρ ὁμολογοῦντα τὴν ἄγνοιαν, ῥᾷον ἄν τις ἐπιστήσειεν τοῖς οὔπω διεγνωσμένοις· τόν γε μὴν ἐν δοκήσει τοῦ εἰδέναι καὶ ἄσοφόν τε καὶ ἀμαθῆ πάντη τε καὶ πάντως ἀποτελεῖ τὸ εἰδέναι δοκεῖν· οὐ γάρ τοι προσίεται τοὺς τῶν διδασκόντων λόγους.

Ἐκ τοῦ ιβʹ τῶν κατὰ Ἰουλιανοῦ. Οὐχ ἁπλῶς ὁ ἀγωνοθέτης τοῖς ἐθέλουσι τῶν ἀθλητῶν τὰς ἐξαιρέτους χαρίζεται τιμὰς, ἀναλόγως δὲ μᾶλλον ταῖς τῶν ἀθλούντων εὐδοκιμήσεσι διανέμει τὰ γέρα. Ἐκ τοῦ αὐτοῦ. Τὸ νέμειν ἴσα τοῖς ἀνίσοις, τῆς μεγίστης ἐστὶν ἀδικίας. Ἐκ τοῦ ιβʹ τῶν κατὰ Ἰουλιανοῦ. Ἄριστον καὶ σοφὸν εἶναί μοι δοκεῖ τοῦ καιροῦ τοῦ προσήκοντος μὴ ἀφαμαρτάνειν πράγμασιν. Ἐκ τοῦ ιβʹ τῶν κατὰ Ἰουλιανοῦ. Τὸ μὲν κακῶς ἀγορεύειν οὐκ ἂν ἕλοιτό τις, εὔδηλον οἶμαι παντί· δημῶδες ὅμως τοῦτο καὶ ἀγοραῖον.

Ἐκ τοῦ κατὰ Ἰουλιανοῦ ιδʹ λόγου. Ἔνεστιν ἀνθρώπῳ παντὶ τὸ εὐδοκιμεῖν δύνασθαι καὶ διαβιῶναι λαμπρῶς. Ἐκ τῶν αὐτῶν. Αὐτόκλητός ἐστιν καὶ ἑκοντὶ ἰὼν πρὸς πᾶν ὁτιοῦν τῶν αὐτῷ δοκούντων ὁ ἄνθρωπος· δόξαν οὕτως εὖ ἔχειν τῷ πάντων ∆ημιουργῷ, ἵνα καὶ τὸ ἀγαθουργεῖν ᾑρημένοις τὸ ἐπαινεῖσθαι δεῖν, καὶ τοῖς τὴν ἑτέραν ἰοῦσιν τρίβον, τὸ κατεσκῶφθαι δικαίως πρὸς ἁπάντων ἀκολουθῇ. Ἐκ τοῦ ιδʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ. Τὸν τοῦδε τοῦ βίου ἀναφυρμὸν καὶ τὴν ἐν αὐτῷ τῶν πραγμάτων πικρὰν ἀνάχυσιν κατασημαίνων ἀστείως ὁ Μελῳδὸς, Αὕτη ἡ θάλασσα, ἔφη, ἡ μεγάλη καὶ εὐρύχωρος. Ἐκ τοῦ ιδʹ τῶν κατὰ Ἰουλιανοῦ. Σκοτεινοί πως καὶ οὐχ ἅπασιν ἐναργεῖς οἱ δριμεῖς εἰς σωτηρίαν. Ἐκ τοῦ ιεʹ τῶν κατὰ Ἰουλιανοῦ Ἰδίοις θελήμασι διοικεῖται ὁ ἀνθρώπινος νοῦς, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν πρακτέων ἐθελοντὶ ἴεται· δόξαν ἔχειν ὀρθῶς καὶ τοῦτο τῷ πάντων ἀριστοτέχνῃ Θεῷ· ὥστε κἂν εἴ τις γένοιτο τῶν καθ' ἡμᾶς ἐν μεθέξει τοῦ ἁγίου Πνεύματος ἐνοικισθέντος αὐτῷ διὰ τοῦ ἀγίου βαπτίσματος, οὐ παρεῖται διὰ τοῦτο τοῦ κατὰ γνώμην οἰκείαν, καὶ ὡς ἂν αὐτῷ δοκῇ, διαβιοῦν· ἐλευθέραις δὲ ὥσπερ ἡνίαις πρός τε τὸ ἀγαθὸν διανένευκεν, καὶ τὸ ἐναντίον.

Ἐκ τοῦ ιεʹ τῶν κατὰ Ἰουλιανοῦ. Ἔστιν πως ἀεὶ τὸ διαβάλλειν ἱππήλατον, καὶ τὸ ἀκρατὲς εἰς λόγους ἔνεστι πολλοῖς· δεῖ δὲ, οἶμαι, ταῖς καταῤῥήσεσιν αἷς ἂν ποιοῖτό τις καθ' ὁτιοῦν, τὰς δείξεις ἀκολουθεῖν· εἰ δὲ ἀσθενεῖ πρὸς τοῦτο ὁ κατηγορεῖν ᾑρημένος, τὴν τοῦ συκοφαντεῖν δόξαν ἀποίσεται.

Ἐκ τοῦ ιεʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ. Τὸ εὐϊματεῖν μειρακιῶδές ἐστι μόνον, καὶ ἐν μόνῃ δοκήσει τὸ ἡδὺ ἔχει, καὶ τοὺς ὀφθαλμοὺς διαπαίζει.

Ἐκ τοῦ ιςʹ τῶν κατὰ Ἰουλιανοῦ. Τοῖς ἄριστα γεηπονεῖν ἠθισμένοις, ἕποιτο ἂν εἰκότως τὸ ἐπαινεῖσθαι δεῖν. Ἐκ τοῦ ιςʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ. Ὅτι δὲ καὶ ἀναλόγως τοῖς ἑκάστου κατορθώμασιν ἡ τῆς ἀμοιβῆς ἀντέκτισις· ἰσοπαλεῖς τοῖς ἱδρῶσιν αἱ ἀμοιβαὶ τοῖς ἀνδραγαθεῖν ᾑρημένοις ἐκνεμεθήσονται παρὰ Θεοῦ· πληροφορήσει γὰρ καὶ αὐτὸς ὁ Σωτὴρ, τὴν τῶν ταλάντων διανομὴν οὐκ ἐν ἴσῳ μέτρῳ γενέσθαι λέγων· καθιστὰς δὲ τῶν εὐδοκιμηκότων, τὸν μὲν ἐπὶ δέκα πόλεων, τὸν δὲ ἐπὶ πέντε. Ταλαντεύεται γὰρ ὥσπερ ὁ ἑκάστου βίος, καὶ ἰσοστατήσει που πάντως τῆς ἡμῶν ἐπιεικείας ἡ ἀντέκτισις. Ἐκ τοῦ ιςʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ. Ὁ τοῖς ἀνθρώποις ἀρέσκων, τοὺς παρ' αὐτῶν ἐπαίνους ἔχοιεν ἂν εἰκότως εἰς ἀντιμισθίας δύναμιν· λήψεταί γε μὴν τῶν παρὰ Θεοῦ τὸ σύμπαν οὐδέν· εὐανδρίας γὰρ, τῆς ἐπὶ γῆς, φημὶ, τὸ ἀγαθὸν, οὐκ αὐτὸν ἐπόπτην ἐποίησε μᾶλλον, ἀλλὰ τῶν ὁρώντων τοὺς ὀφθαλμούς. Ἐκ τοῦ ιςʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ. Πᾶν αἰσχρὸν καὶ ἀκαλλὲς καὶ τοῖς εὖ βιοῦν ᾑρημένοις ἀνάρμοστον τὸ ὑβρίζειν ἐστὶ, καὶ οὐκ ἄν τις εἴη τοιοῦτος τῶν ἐν ἐφέσει σεμνότητος καὶ ἐπιεικείας.

Ἐκ τοῦ ιηʹ βιβλίου τῶν κατὰ Ἰουλιανοῦ. Ἕκαστος τῶν ἐπὶ τῆς γῆς τῶν ἑαυτοῦ θελημάτων διέλαχεν τὰς ἡνίας, καὶ ἐθελοντὴς ἢ τὰν ἢ ἐπὶ τὰν ἴεται, τουτέστιν ἢ ἐπὶ ἀρετὴν, ἢ πρός γε τὰ χείρω. Ἐκ τοῦ ιηʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ. Εἰσί τινες, πλεῖστοι δὲ οὗτοι κατὰ τὸν βίον, οἳ τὸ σφίσιν αὐτοῖς [δοκοῦν] εὖ ἔχειν ὑπειλημμένοι ἀβασανίστως κρατύνουσιν. Οἴονται δὲ ὅτι πάντη τε καὶ πάντως σοφὰ λαλοῦσι καὶ ἀναμφίβλητα· πλὴν μέχρι τοσούτου τὴν τοῦ δοκεῖν εἶναι σοφοὶ καὶ ἀγχίνοοι κλέπτουσι δόξαν, ἄχρις ἂν αὐτοῖς ὁ πρὸς τῶν ἐτερογνωμονούντων ὑπαντήσῃ λόγος, γοργοτέροις ἐλέγχοις ἀντανιστάμενος. Ἐκ τοῦ ιηʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ. Ἐν τῷ, Μηδὲν ἄγαν, εἶναι τὸ εὖ ἔχον· ἐν δὲ τῷ περιττῷ, τὰς διαβολάς. Ἐκ τοῦ ιηʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ͂. Τοῖς οὐκ ἔχουσι βίον τὸν ἐπιεικῆ καὶ τεθαυμασμένον, φορτικὸν, ὡς ἔοικε, τὸ εὐδοκιμεῖν ἑτέρους εὐζωΐᾳ καὶ ἀρετῇ· ἔγκλημα γὰρ τῆς ἑαυτῶν φαυλότητος ποιοῦνται τὸ χρῆμα, καὶ ταῖς ἑτέρων εὐκλείαις ἐπηρεθισμένοι, τὴν τῆς βασκανίας ὠδίνουσι φλόγα, καίτοι μᾶλλον ἐχρῆν ζηλοῦντας ἑλέσθαι τὸ ἄμεινον, καὶ παντα σείοντας κάλων, ἁμιλλᾶσθαι φιλεῖν τοῖς ὧδε λαμπροῖς, οὐ φιλοψογίας ποιήσασθαι πρόφασιν, ἃ κατορθοῦν οὐ δεδύνηνται.

Ἐκ τοῦ ιθʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ. Πολὺ λίαν παρὰ τοῖς ἔξω κεῖται τὸ τῆς εὐστομίας χρῆμα, καὶ τὸ λαμπρὸν τῆς λέξεως· ἔνι δὲ ὅμως τῶν ὀνησιφόρων οὐδέν. Τὸν γὰρ φύσει Θεὸν καὶ ∆ημιουργὸν οὐκ ἔγνωσαν, ἀναριθμήτους δὲ θεοὺς τῷ βίῳ κομίζουσι.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

2
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать